eul_wid: rhg-ag
Ἔκθεσις τῆς ῥητορικῆς τέχνηςExpositithe Art of Rhetoric
Rhetorical Treatise Anonymous Expositithe Art of Rhetoric PDF
| 3.725.(1t) | ΑΝΩΝΥΜΟΥ ΕΚΘΕΣΙΣ ΡΗΤΟΡΙΚΗΣ. Πρὸ τῆς ἀκριβοῦς ἐκθέσεως τῶν κατὰ μέρος ὀφειλόντων ἐν τῷ παρόντι θεωρηθῆναι πονήματι ζήτημά τι βούλομαι προεκθέσθαι δυνάμενον οὐκ ὀλίγον συμβαλέσθαι πρὸς τὴν εὐσέβειαν. ἔστι δὲ τοιοῦτον. Ζητοῦσί τινες τῶν τῆς ἔξω παιδείας εἰ ἐκ θεοῦ τοῖς ἀνθρώποις δέδοται ἡ ῥητορική. Ἕλληνες μὲν οὖν ἐκ θεοῦ τὴν ταύτης λέγοντες γένεσιν μυθικῇ τινι χρῶνται μαρτυρίᾳ πρὸς τὴν ἀπόδειξιν· αὕτη δ’ ἐστὶν, ὡς ἄρα οἱ θεοὶ μετὰ τὴν τοῦ κόσμου τούτου δημιουργίαν προσετάχθησαν ὑπὸ τοῦ Διὸς ἄλλος ἄλλο τι προσαγαγεῖν καὶ διακοσμῆσαι τόδε τὸ πᾶν. οἱ μὲν οὖν ἄλλοι προσέφερον ἕκαστος ὅ τι ἂν δύναιτο, ὁ δὲ Ἑρμῆς τὴν ῥητορικὴν ἐχαρίσατο. οὕτω μὲν οὖν Ἑλλήνων παῖδες μυθεύονται· οἱ δὲ καθ’ ἡμᾶς ἐκ θεοῦ ταύτην δεδόσθαι τοῖς ἀνθρώποις λέγοντες καὶ συλλογισμῷ τινι χρῶνται πρὸς τὴν ἀπόδειξιν. ἐκ θεοῦ πάντα τὰ ἀγαθά· τῶν ἀγαθῶν δέ τι καὶ ἡ ῥητορική· ἐκ θεοῦ ἄρα ἐστὶν ἡ ῥητορική. Ὅτι δὲ καὶ ἐν τῷ θεῷ ἡ ῥητορικὴ, Ἕλληνες μὲν καὶ πάλιν μυθικαῖς χρῶνται ταῖς ἀποδείξεσιν· ποτὲ μὲν δικαζομένους αὐτοὺς τοὺς θεοὺς παρεισάγοντες, ὡς Ἄρην καὶ Ἀθηνᾶν ἐν Ἀρείῳ πάγῳ τῆς Ἀττικῆς, καὶ Ἄρην πάλιν καὶ Ποσειδῶνα ὑπὲρ Ἁλιῤῥοθίου, Εὐμενίδας τε καὶ Ὀρέστην ὑπὲρ τῆς μητροφονίας. |
| 3.726 | ποτὲ δὲ καὶ βουλευομένους περὶ Ἰλίου, καθά φησιν Ὅμηρος. ποτὲ δὲ τοὺς μὲν τῶν ἀνθρώπων ἐγκωμιάζοντας, τοὺς δὲ διαβάλλοντας· ἡμεῖς δὲ κἀνταῦθα τῶν μύθων ἀφειμένοι τῆς ἀληθείας φροντίσωμεν, δεικνύντες καὶ τοῖς τρισὶν εἴδεσι τῆς τέχνης τὸν θεὸν χρησάμενον· τῷ μὲν συμβουλευτικῷ δι’ ὧν λέγει, „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν·“ τῷ δὲ δικανικῷ δι’ ὧν τῷ παραβάντι δικάζει, καὶ δι’ ὧν ὁ αὐτὸς ὁμοῦ δικαστὴς καὶ κατήγορος γίνεται· αὐτὸς γὰρ ἦν ὁ νομοθετήσας ἅμα καὶ ἀδικούμενος· τῷ δὲ πανηγυρικῷ δι’ ἐκείνων, „καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.“ Ὡς ἂν δὲ κατὰ τὸν ἀκριβῆ λόγον, τίνα τὰ τῆς ῥητορικῆς εἴδη καὶ μέρη, συνίδωμεν, ἄνωθέν ποθεν τῆς διαιρέσεως ἀρξώμεθα. |
| 3.727.(12) | ἡ ποιότης ἔστι καὶ αὐτὴ γενικώτατον γένος· ὑπὸ δὲ ταύτην ἐστὶν ἕξις καὶ διάθεσις· ὑπὸ δὲ τὴν ἕξιν ἐπιστήμη καὶ ἀρετή· ὑπὸ δὲ τὴν ἐπιστήμην τέχνη, ὁμωνύμως τῷ γένει καὶ αὐτὴ καλουμένη ἐπιστήμη· ὑπὸ δὲ τὴν τέχνην λογικὴ τέχνη καὶ πρακτική· ἡ οὖν λογικὴ τέχνη ἢ περὶ λόγους καὶ πράγματα καταγίνεται καὶ τοιαῦτά τινα, καὶ ποιεῖ τὴν γραμματικήν· ἢ περὶ πολιτικὰ πράγματα, καὶ ποιεῖ τὴν ῥητορικήν· ἢ περὶ πάντα ἐπίσης, καὶ ποιεῖ τὴν διαλεκτικήν. Διαιρεῖται δὲ κ. τ. λ. Ἔλθωμεν δὲ καὶ ἐπὶ τὴν τῶν πολυθρυλλήτων κεφαλαίων ζήτησιν, ὀκτὼ τὸν ἀριθμὸν, ὥς φασι, τυγχανόντων. |
| 3.728.(4) | ἔστι δὲ ταῦτα· ὁ σκοπὸς, τὸ χρήσιμον, τὸ γνήσιον, ἡ τάξις τῆς ἀναγνώσεως, ἡ αἰτία τῆς ἐπιγραφῆς, ἡ εἰς τὰ μέρη διαίρεσις, ὁ διδασκαλικὸς τρόπος καὶ ἡ ὑπό τι μέρος ἀναφορά. Σκοπὸς τοίνυν ἐστὶ τῶν προγυμνασμάτων προασκῆσαι καὶ προεθίσαι ἡμᾶς εἰς τὰ κατὰ ῥητορικὴν εἴδη καὶ μέρη, καὶ ἔτι εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη. τὸ χρήσιμον ἀπὸ τοῦ σκοποῦ φανερόν· χρησιμεύει γὰρ ἡμῖν εἰς τὰ κατὰ ῥητορικὴν εἴδη καὶ μέρη. τὸ γνήσιον ἀπὸ τοῦ ἐπιφερομένου παλαιοῦ ἐπιγράμματος εἰς αὐτόν ἐστι κατάδηλον. λέγει γάρ· Εἴ σοι ῥητορικῆς φίλος πόθος ἔμπεσε θυμῷ, Μή σε γυμνασίη Ἀφθονίοιο λάθῃ. Ἡ δὲ τάξις, ὅτι δικαίως προετάγη τὸ παρὸν βιβλίον τῶν ἄλλων τῶν περὶ ῥητορικῆς, διὰ τὸ εἶναι εἰσαγωγὴν, καὶ δέον τὰς εἰσαγωγὰς τῶν πρὸς ἃ εἰσάγουσι προτερεύειν. Ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς ἔστι κατάδηλος ἐκ τῶν εἰρημένων. Ἡ δὲ εἰς τὰ κεφάλαια διαίρεσις δῆλον ὅτι τέμνει τὸ βιβλίον εἴς τε τὰς πρὸς τὸ συμβουλευτικὸν εἶδος γυμναζούσας ἡμᾶς γυμνασίας, καὶ εἰς τὰ λοιπὰ τῆς ῥητορικῆς εἴδη. Ὁ διδασκαλικὸς τρόπος, φασὶν, ὅτι τεσσάρων ὄντων διδασκαλικῶν τρόπων, διαιρετικοῦ, ὁριστικοῦ, ἀποδεικτικοῦ καὶ ἀναλυτικοῦ τῷ μὲν ὁριστικῷ χρῆται, ἡνίκα ὁρίζεται τὰ γυμνάσματα, τὸν μὲν μῦθον λέγων εἶναι λόγον ψευδῆ ἀλήθειαν εἰκονίζοντα, τὸ δὲ διήγημα ἔκθεσιν πράγματος γεγονότος ἢ ὡς γεγονότος· τῷ δὲ διαιρετικῷ, ἡνίκα διαιρεῖ τῶν συγγραμμάτων ἕκαστον λέγων, ὅτι τοῦ μύθου τὸ μέν ἐστι λογικὸν, τὸ δὲ ἠθικὸν, τὸ δὲ μικτόν. τούτοις μὲν οὖν τοῖς δυσὶν ἐνεργείᾳ κέχρηται· φασὶ δὲ καὶ αὐτὸν τῷ ἀναλυτικῷ χρήσασθαι τρόπῳ, ἐν τῷ λέγειν τοῦ μύθου τὸ γένος· ἀπὸ γὰρ τῶν κάτω καὶ ὑστέρων πρόεισιν ἐπὶ τὰ ἄνω καὶ πρῶτα, ἤτοι ἀπὸ τοῦ μύθου ἐπὶ τὰ ἐξ ὧν ἔσχε τὴν γένεσιν. |
| 3.729 | τοῦτο δέ ἐστιν ἴδιον τοῦ ἀναλυτικοῦ τρόπου, τὸ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρῶτα ἔρχεσθαι. τὴν δὲ ὑπὸ τὸ μέρος ἀναφορὰν ἐπὶ τοῦ παρόντος βιβλίου ζητήσαντές τινες ἀναφέρεσθαί φασιν αὐτὸ οὔτε εἰς τὸ θεωρητικὸν, ἐπεὶ μηδὲ φυσιολογεῖ, ἢ θεολογεῖ ἢ μαθηματικεύεται· ἀλλ’ οὐδὲ εἰς τὸ πρακτικὸν, οὐδὲ γὰρ διδάσκει, πῶς δεῖ κοσμεῖν τὰ ἤθη, ἀλλ’ εἰς τὸ μέσον τούτων, τὸ μεθοδικὸν καὶ ὀργανικὸν, ἔστι δὲ τοῦτο τὸ λογικὸν, κανόνας γὰρ καὶ μεθόδους διδάσκει. Τινὲς δὲ καὶ τὸν χαρακτῆρα ζητοῦσι τοῦ παρόντος βιβλίου. χαρακτῆρες δέ εἰσι τρεῖς· ἁδρὸς, ταπεινὸς, μέσος· ἁδρὸς μὲν οὖν ἐστιν ὁ κομπηρὰς ἔχων λέξεις, νοῦν δὲ ταπεινὸν, ὡς ἔχει τὰ τοῦ Λυκόφρονος, ὃν καὶ μὴ οὖσαν καὶ φαινομένην ἔχειν φασὶ τὴν δεινότητα. ταπεινὸς δὲ ὁ μήτε νοῦν ἔχων ὑψηλὸν, λέξεις δὲ συνήθεις τε καὶ τετριμμένας, ὡς τὰ τοῦ θεολόγου συγγράμματα, ὃν καὶ οὖσαν καὶ φαινομένην ἔχειν φασὶ τὴν δεινότητα. μέσος δὲ ὁ μήτε νοῦν ἔχων ὑψηλὸν, μήτε λέξεις κομπηρὰς, ἀλλ’ ἀμφότερα μέτρια· οἷά ἐστιν ὡς ἐπὶ τὸ πλεῖστον τὰ τοῦ Χρυσοστόμου, ὃν καὶ οὖσαν καὶ μὴ φαινομένην ἔχειν φασὶ τὴν δεινότητα. Χρῆται οὖν Ἀφθόνιος ἐνταῦθα καὶ τοῖς τρισὶ χαρακτῆρσι· τῷ μὲν ἁδρῷ, ὡς ἐν τῇ ἠθοποιΐᾳ· τῷ δὲ ἀνειμένῳ καὶ ταπεινῷ, ὡς ἐν τῇ ἐκφράσει, καθάπερ καὶ αὐτὸς ἐκεῖσε λέγει δεῖν τὸν χαρακτῆρα ἀνειμένον ἐκφέρειν, τῷ δὲ μέσῳ, ὡς ἔν τισι τῶν ἄλλων. |
| 3.731.(9) | οἱ γὰρ γύπες ἀσυνδυάστως τίκτουσιν, ὃ καὶ παρατηρεῖν φησι δεῖν ὁ μέγας Βασίλειος πρὸς τοὺς γελῶντας ἡμῶν τὸ μυστήριον, ὁπόταν ἀκούωσι θεοτόκον παρθένον γεννήσασαν, καὶ πάλιν ἐν παρθενίᾳ διαμείνασαν. ἐπὶ τῆς ἐπαγωγῆς οὖν οὐκ ἔστιν ἀναγκαῖον τὸ συναγόμενον, διότι τὰ μὲν καθόλου τῶν μερικῶν διϊκνεῖται, τὰ δὲ μερικὰ οὐ πάντως τῶν καθόλου. Ἐνθύμημα δὲ κ. τ. λ. Καὶ καθόλου γε ἐρεῖν, ῥητορικῆς μέν εἰσιν ὄργανα τὸ κεφάλαιον, τὸ ἐπιχείρημα, ἡ ἐργασία, τὸ ἐνθύμημα καὶ τὸ παράδειγμα· διαλεκτικῆς δὲ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή. Παραδείγματα τῶν εἰρημένων. συνεχῶς κατατρέχοντος Φιλίππου Χεῤῥόνησον, γράφει Δημοσθένης διορύξαι τὸν Ἰσθμόν. κεφάλαιον, χαλεπὸν διορύξαι Χεῤῥόνησον. ἡ λύσις αὐτοῦ κατὰ ἔνστασιν, ὅτι οὐ χαλεπὸν τὸ διορύξαι, εἶτα ἐπιχείρημα ἀπὸ τοῦ πράγματος· γῆν γὰρ ὀρύξομεν, παιδιὰ δὲ τὸ ὀρύσσειν· εἶτα ἐργασία ἀπὸ παραδείγματος, ὅτι καὶ βασιλεὺς τῶν Περσῶν δεηθείς ποτε διώρυξε τὸν Ἄθω. |
| 3.732 | εἶτα ἐνθύμημα εἰς τοῦτο· καί τοι ἐκεῖνος μὲν διώρυξεν ὄρος, ἡμεῖς δὲ γῆν ὀρύξομεν. Παραβολὴ δέ ἐστιν, εἴ τις εἴποι, δεῖν τοὺς γονέας τιμᾷν, εἶτα ἐργασίαν θείη ἐκ τῆς παραβολῆς· καὶ γὰρ θηρίων ἔστιν ἃ τοῦτο ποιεῖ. Ἔτι διαφέρει ῥητορικὴ καὶ διαλεκτικὴ, ὅτι ἡ μὲν κ. τ. λ. πεῖρα γάρ ἐστιν ἑνὸς ἢ καὶ πλέον τοῦ ἑνὸς ἐπιστασία καὶ γνῶσις πράγματος, χωρὶς τοῦ καὶ τὴν αἰτίαν καὶ τὸν κανόνα ἀποδοῦναι τοῦ γινωσκομένου· ὥσπερ εἴ τις ἰατρὸς πυρέξαντι πιεῖν ὕδωρ δοὺς ἐξάντη τῆς νόσου πεποίηκεν· εἶτα τοῦθ’ ἕτερος ἰδὼν καὶ μὴ διακρίνας τὴν ἕξιν τοῦ πάσχοντος, δοὺς ἑτέρῳ ἀπέκτεινεν. δῆλον γὰρ, ὡς οὐκ ᾔδει τῶν παθῶν τὴν αἰτίαν, ὅτι τὸ μὲν ἦν ἐκ φλέγματος καὶ χολῆς μελαίνης, (καὶ) διὰ τοῦτο ἀπέκτεινε, τὸ δὲ ἐξ ἄκρας ξηρότητος καὶ θερμότητος καὶ διὰ τοῦτο ἔσωσεν, κατὰ τὸν κανόνα τὸν λέγοντα, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. ὡς ἐπὶ τὸ πλεῖστον οὖν οἱ ἔμπειροι τῆς ἀληθείας ἀποτυγχάνουσι, καὶ μάλιστα ἐν τοῖς καιρίοις· καθάπερ οἱ ἀστρολόγοι, ὅτι αὐτοὶ ἐνιαυτοῖς τὰς ἐπὶ τῶν ἄστρων θέσεις ὑπέστησαν· ἡ δὲ τέχνη ἐν μὲν τοῖς λόγοις καὶ κανόσιν κ. τ. λ. σθένης ἐν ἑνὶ μὲν τῶν Φιλιππικῶν κατασκευάζει τὸ φυλάξαι τἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον, ἐν ἑτέρῳ δὲ τὸ κτήσασθαι τοῦ φυλάξαι· ὅπερ καὶ Ἀριστείδης ἐν τῷ τέλει τοῦ ὑπὲρ ῥητορικῆς λόγου ἐπισημαίνεται. |
| 3.733 | αὐτὸς δὲ Ἀριστείδης τἀναντία μελετῶν αὐτὸς ἑαυτῷ διαδείκνυται νῦν μὲν ἐν τοῖς Λευκτρικοῖς αὐτοῦ λόγοις, νῦν δὲ ἐν τοῖς Σικελικοῖς· οὐκοῦν οὐκ ἐπιστήμη ἡ ῥητορικὴ, ἀλλὰ τέχνη. ἔσται ἄρα ῥητορικὴ μέθοδος λογικὴ εἰσηγουμένη τὸ δέον μετὰ πειθοῦς πρός γε τὸ παρεστὸς χρήσιμον. Ἐπεὶ οὖν οὕτω ταῦτα, ζητητέον, περὶ ποίου λόγου δύναμιν ὁρᾶται ἡ ῥητορικὴ, καὶ ἀπὸ ποίου λόγου λογικὴ τέχνη αὕτη λέγεται. ἰστέον τοίνυν, ὡς ὁ λόγος ὁμώνυμός ἐστι φωνὴ, καὶ ἔστι διττὸς, ὅ τε δημιουργικὸς καὶ ὁ καθ’ ἡμᾶς. ἀλλὰ περὶ μὲν τοῦ δημιουργικοῦ λόγος οὐδεὶς ἡμῖν ἐν τῷ παρόντι. καλῶς γὰρ ὑπό τινος εἴρηται τῶν ἔξω σοφῶν, ὅτι θεὸν νοῆσαι μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον. ὃν ἀποδεχόμενος ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος οὕτω φησὶν, ἵνα καὶ δόξῃ κατειληφέναι τῷ χαλεπὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον. καὶ πάλιν τί μέν ἐστι τὸ θεῖον οὐκ ἴσμεν, τί δὲ οὐκ ἔστιν, ἐπιστάμεθα· ἐξ ἀποφάσεως γὰρ, οὐκ ἐκ καταφάσεως τὰ τοῦ θείου γινώσκομεν. Ὁ δὲ καθ’ ἡμᾶς λόγος διττός ἐστιν, ὅ τε ἐνδιάθετος, καθ’ ὃν βουλευόμεθα, καὶ ὁ προφορικὸς, καθ’ ὃν φθεγγόμεθα. |
| 3.734 | ὁρίζονται δὲ τὸ μὲν ἐνδιάθετον ἔννοιαν ἀνθρωπίνην, καθ’ ἣν ἡμῖν περιγίνεται τὸ, τί χρὴ λέγειν καὶ τί χρὴ πράττειν· τὴν μὲν ἔννοιαν ἀντὶ γένους λαμβάνοντες, τὰ δὲ λοιπὰ ἀντὶ διαφορῶν. τινὲς δὲ καὶ οὕτως αὐτὸν ὁρίζονται· ἐνδιάθετός ἐστι λόγος ἕξις ψυχῆς ἀνθρώπου, καθ’ ἣν λογικοί ἐσμεν· τὴν μὲν ἕξιν ὡς γένος τιθέντες· ἔχει γὰρ πάντα τὰ ζῶα ἕξιν τινὰ φυσικήν· ἐπειδὴ δέ ἐστι σώματος ἕξις ἢ ἰσχύος ἢ εἴδους ἤ τινος τοιούτου, προσέθηκαν τὸ ψυχῆς· αὖθις δὲ ἀποδιϊστῶντες τὴν τοιαύτην ψυχικὴν ἕξιν τῶν ἀλόγων ζώων· κἀκεῖνα γὰρ ἔχει ψυχικὴν ἕξιν, ὡς θυμικὸς μὲν ὁ λέων, νωθρὸς δὲ ὁ ὄνος· προσέθηκεν καθ’ ἣν λογικοί ἐσμεν, τὸ ἴδιον τοῦ ἀνθρώπου διοριζόμενοι. λογικοὶ γὰρ λεγόμεθα, μὴ μόνον καθ’ ὃ λόγῳ χρώμεθα, διδόντες τοῦτον ἀλλήλοις καὶ ἀντιλαμβάνοντες ἐν μέρει, καὶ διὰ τούτου τὰς βουλὰς τῶν καρδιῶν, ὅ φησιν ὁ μέγας Βασίλειος, ἀποκαλύπτοντες· ἀλλὰ καὶ καθ’ ὃ βουλευόμεθα περὶ τῶν πρακτέων ἢ μή, καὶ τὸ μεῖζον ἁπάντων καὶ τιμιώτερον καὶ πρότερον τῇ φύσει καὶ προγινωσκόμενον, καθ’ ὃ θεὸν ὁμολογοῦμεν εἶναι τοῦδε τοῦ παντὸς ποιητήν τε καὶ συνοχέα καὶ προνοητὴν καὶ δεσπότην, καὶ τούτῳ εὐγνωμόνως ἡμᾶς αὐτοὺς ὑποτάττομεν. Τὸν δὲ προφορικὸν ὁρίζονται οὕτως· προφορικός ἐστι λόγος δήλωσις ἐννοίας ἀνθρώπου διὰ φωνῆς ἐνάρθρου· τὴν μὲν δήλωσιν γένος ἡγούμενοι, ἐπειδὴ δὲ καὶ πραγμάτων ἐστὶ δήλωσις, ὡς καπνὸς τοῦ πυρὸς, προστιθέντες τὸ ἐννοίας ἀνθρώπου· καὶ ἐπεὶ δυνατόν ἐστι πάλιν αὐτοῦ ἔννοιαν καὶ δι’ ὀρχήσεως δηλωθῆναι τουτέστιν ὅτι χαίρει καὶ ἀγαλλιᾷ, προσέθηκαν τὸ διὰ φωνῆς· ἀλλ’ ἐπεὶ καὶ στενάζων τις καὶ καγχάζων δηλοῖ τὴν ἑαυτοῦ ἔννοιαν διὰ φωνῆς, ἀλλ’ ἀνάρθρου καὶ ἀσημάντου, προσέθηκαν τὸ ἐνάρθρου. Ἔστι δὲ καὶ πρῶτος τῇ φύσει ὁ ἐνδιάθετος τοῦ προφορικοῦ, ἐπεὶ καὶ συναναιρεῖ μὲν αὐτὸν, οὐ συναναιρεῖται δὲ, ἀλλὰ καὶ πάντες ἄνθρωποι λογικοὶ λεγόμεθα κατὰ τὸν ἐνδιάθετον· εἴγε καὶ καθεύδοντες καὶ σιωπῶντες λογικοὶ λεγόμεθα, καὶ ὁ Πυθαγόρας δὲ λογικὸς ἐλέγετο, τοσοῦτον χρόνον σιωπὴν ἀσκήσας. |
| 3.735 | Τοσούτων τοίνυν τῶν σημαινομένων ὄντων τοῦ λόγου, φασὶν, ὅτι ἡ ῥητορικὴ ἑκατέρωθεν λέγεται τέχνη, ἀπό τε τοῦ προφορικοῦ καὶ τοῦ ἐνδιαθέτου· ἀπὸ μὲν τοῦ ἐνδιαθέτου, καθ’ ὃ κοσμεῖ αὐτὸν κατὰ τὴν εὕρεσιν τῶν ἐπιχειρημάτων καὶ τῶν νοημάτων· ἀπὸ δὲ τοῦ προφορικοῦ, καθ’ ὃ καὶ αὐτὸν κοσμεῖ χαριζομένη τὸ εὐφραδῶς καὶ εὐρύθμως λέγειν, εἴπερ καὶ αὐτὸς τὴν τῶν λέξεων συνθήκην καὶ εὐρυθμίαν ἐκύρωσεν. κοσμεῖ δὲ καὶ ἡ γραμματικὴ, τὸ ἄπταιστον αὐτῷ παρέχουσα, δι’ ἧς τοὺς βαρβαρισμοὺς καὶ σολοικισμοὺς ἐκφεύγομεν. Ἐπεὶ δὲ πειθοῦς δημιουργὸν τὴν ῥητορικὴν εἶναι λέγομεν, ζητητέον τί ἐστι τὸ ἀληθὲς, καὶ τί τὸ πιθανὸν, καὶ τίνι διαφέρουσιν ἀλλήλων. Ἔστι τοίνυν ἀληθὲς μὲν τὸ ἀφ’ ἑαυτοῦ κεκτημένον τὴν τοῦ ὅ ἐστι μαρτυρίαν, ἀλλ’ οὐχὶ δεόμενόν τινος πρὸς παράστασιν τῆς ἑαυτοῦ ἰδιότητος· ἢ ἵνα σαφέστερον εἴπω, τὸ δι’ ἑαυτὸ ὂν ὅπερ ἐστὶ λεγόμενον ἀεὶ, ἀλλὰ μὴ δι’ ἕτερον· ὡς τὸ τὸν ἥλιον εἶναι λαμπρὸν, τὸ πῦρ θερμὸν, τὴν ἡμέραν φαεινὴν, τὴν δὲ νύκτα σκοτεινήν· ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια, οἴκοθεν ἔχοντα τὴν τοῦ ὅ εἰσι μαρτυρίαν, οὐδενὸς δέονται τῶν ἔξωθεν πρὸς παράστασιν τῆς ἑαυτῶν ἰδιότητος, καὶ ἁπλῶς εἰπεῖν, ἐφ’ ὧν μὴ ἐγχωρεῖ λόγον εἰπεῖν ἐναντίον· ἢ ὑπεναντίον ἢ ὁπωσοῦν ἀντικείμενον· τὸ γὰρ τὸν θεὸν ἀγαθὸν εἶναι καὶ δημιουργὸν καὶ προνοητὴν καὶ κηδεμόνα τοῦδε τοῦ παντὸς, οὐχ ἁπλῶς ἐστιν ἀληθὲς, ἀλλ’ ὑπὲρ πᾶσαν ἀλήθειαν, καὶ πολλῷ μᾶλλον πιστεύεσθαι δικαιότερον, ἢ εἴ τις ἐν καθαρᾷ μεσημβρίᾳ πρὸς τὸν ἥλιον ἀποβλέπων, ὁμολογεῖ τοῦτον εἶναι φανότατον· ἀλλ’ ἐπεὶ τὸ ἀληθὲς ἡμῖν ἐνταῦθα ὑπόκειται, ᾧ μηδαμῶς ἔτυχε τὸ ψεῦδος ἐπηρεάσαν, ἐνταῦθα δὲ πολλοὶ τῶν ἀσεβῶν τε καὶ αἱρετικῶν τὴν αὐτοῦ δόξαν διέβαλον, καθάπερ ὁ Μαρκίων καὶ ὁ Μάνης, καὶ πρὸ τούτων Ἕλληνες, ὁ μὲν οὐκ ἀγαθὸν εἶναι εἰπὼν τὸν τὸ πᾶν τοῦτο συστησάμενον, τῶν δὲ οἱ μὲν μηδὲ εἶναι τὸ παράπαν θεὸν δογματίσαντες, οἱ δὲ τὴν τοῦ παντὸς δημιουργίαν ἀναθέντες τοῖς δαίμοσι· διὰ τοῦτο καὶ ἡμεῖς ἔῤῥειν ἐκείνους ἀφέντες, καθ’ ὑπεροχὴν ἀσύγκριτον καὶ ἀπαράμιλλον ἐπὶ θεοῦ τὴν τοῦ ὅ ἐστιν ἀλήθειαν εἶναι φαμὲν κατὰ τὸ κρύφιον τῆς αὐτοῦ θείας οὐσίας καὶ πάσῃ φύσει οὐρανίᾳ τε καὶ ἐπιγείῳ παντάπασιν ἄγνωστον, καθάπερ αὐτὸν ὑπερούσιον εἶναι πιστεύομεν, ὑπέρθεον, ὑπεράγαθον, καὶ ἁπλῶς ἃ ἐπὶ θεοῦ λέγεται καὶ σημαίνουσιν αὐτὸν εἶναι ὑπὲρ πᾶν ὄνομα οὐσίας ἢ ἐνεργείας ἢ τοιούτου τινὸς δηλωτικοῦ. |
| 3.736 | Ἔστι μὲν οὖν ἡ ἀλήθεια στάσις καὶ ἑδραίωσις καὶ οἷον ἀκινησία· ὅθεν τὰ παρὰ ταύτην ὡς ἐπὶ πολὺ καὶ ἐπ’ ἔλαττον καὶ μᾶλλον καὶ ἧττον ἐγκλινόμενα τῆς κατὰ τὸν ὅρον ἀκριβείας τοῦ ἀληθοῦς ἐκπίπτουσιν. αὐτίκα γὰρ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ γινόμενον καὶ μὴ πανταχοῦ ἀληθεῦον, μετέχον μέντοι μᾶλλον ἀληθείας ἢ ψεύδους, πιθανόν ἐστι· τὸ δὲ ἐπ’ ἔλαττον μετέχον τῆς ἀληθείας ἀπίθανον· τὸ δὲ ἐπίσης οὐ πιθανὸν, ἀλλ’ ἀμφιβαλλόμενον. τὰ δὲ παραδείγματα σαφέστερον ποιήσουσι τὸ λεγόμενον· τοιοῦτός ἐστιν ἕκαστος οἷσπερ ἥδεται ξυνών· τοῦτο πιθανόν ἐστιν ὡς ἐπὶ τὸ πλεῖστον γινόμενον, καὶ κατὰ τοῦτο πλέον ἀληθείας ἢ ψεύδους μετέχει· ὁρῶμεν γὰρ, ὅτι ὡς ἐπὶ τὸ πολὺ τοιοῦτοί εἰσιν οἱ ἄνθρωποι, οἷοι τυγχάνουσιν ὄντες ἐκεῖνοι, ὧν ταῖς ὁμιλίαις καὶ ταῖς διατριβαῖς χαίρουσιν. |
| 3.737 | ἀλλ’ ἔστιν ὅπου καὶ διαψεύδεται· βασιλεῖς γὰρ πολλάκις ἥδονται τεχνίταις τισὶν, οὐ τοιοῦτοι τὸν τρόπον ὄντες, οὔτε τἄλλα τῶν ἐπιτηδευμάτων ἔχοντες. καὶ Ἡρώδης ὁ τετράρχης, ὡς τὸ ἱερόν φησιν εὐαγγέλιον, ἀκούων Ἰωάννου τοῦ βαπτιστοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουεν· ἀλλ’ ἦν φονεὺς καὶ παράνομος. πάλιν πολλοὶ παρὰ Χριστιανοῖς ὄντες βάρβαροι, οἷσπερ ἥδονται Χριστιανοὶ, μὴ τοιοῦτοι τυγχάνοντες. πάλιν ἐνδέχεταί τινα ἀσθενῆ συνόντα τισὶ ῥωμαλέοις συγγενέσιν ἥδεσθαι μὲν αὐτοῖς τοιούτοις οὖσιν, οὐ μὴν καὶ αὐτὸν ῥωμαλέον εἶναι. ἢ πάλιν ἐνδέχεταί τινα πατέρα γηραιὸν, μηδαμῶς περὶ λόγους ἐσπουδακότα, ἥδεσθαι μὲν τοῖς υἱοῖς φιλοσοφοῦσιν, οὐ μὴν καὶ αὐτὸν φιλόσοφον εἶναι. καὶ ἄλλως δὲ εἰκός τινα κατά τι συνηδόμενόν τινι κατ’ ἄλλο διαφέρεσθαι πάλιν καὶ ἄχθεσθαι· καὶ οὐ τοῖς πράγμασι μόνον διοριστέον αὐτὸ, ἀλλὰ καὶ τοῖς καιροῖς· νῦν μὲν γὰρ ἥδεταί τις, νῦν δὲ πάλιν ἄχθεται· καὶ οὐ τοιοῦτός ἐστιν ἀεὶ, ἀλλὰ καὶ δι’ ἡντιναοῦν πολλάκις αἰτίαν ἥδεται. τὸ γοῦν ἀληθεῦον ἐν καιρῷ καὶ δι’ ὡρισμένας τινὰς αἰτίας πιθανὸν οὐκ ἀληθές. τὸ δὲ ἀεὶ καὶ ἐπὶ πάντων καιρῶν καὶ πραγμάτων καὶ διὰ πᾶσαν αἰτίαν οὕτω συμβαῖνον ἀληθές. ἔτι καὶ τοῦτο ἀληθές ἐστιν, ὡς ἐπὶ τὸ πολὺ μὲν, οὐκ ἀεὶ δὲ γινόμενον· οἱ τῶν μειζόνων ὀρεγόμενοι καὶ τῶν μικρῶν ἀποτυγχάνουσιν. εἰ γὰρ ἀναγκαῖον ἦν ταῦτα οὕτως ἔχειν, οὐκ ἂν Ἀλέξανδρος ὁ Μακεδὼν καὶ πρὸ ἐκείνου Κῦρος ὁ Πέρσης, καὶ ἔτι μετ’ αὐτοὺς Αὔγουστος ὁ Ῥωμαίων ἀπὸ μικρῶν ἀρξάμενοι καὶ φιλοπονήσαντες τῆς ὅλης οἰκουμένης ἐκράτησαν· οὕτω μὲν οὖν διαφέρει τὸ πιθανὸν τοῦ ἀληθοῦς, καθ’ ὃ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ γινόμενον, ἔστι δ’ ὅτε καὶ μὴ γινόμενόν ἐστιν ἐκ τοῦ παραδόξου· τὸ δὲ ἀληθὲς ἀεὶ καὶ ἐπὶ πάντων πραγμάτων καὶ διὰ πᾶσαν αἰτίαν οὕτω συμβαῖνον. |
| 3.738 | Ἀλλὰ κἀκ τοῦ ὁρισμοῦ τοῦ ἐναντίου, τοῦ ἀπιθάνου, ἔκδηλον ἂν αὐτὸ γένοιτο. ἀπίθανον γὰρ ἐκεῖνό φασιν, τὸ μὴ ὡς ἐπὶ τὸ πολὺ γινόμενον, ἀλλὰ σπανίως καὶ ἐκ τοῦ παραδόξου· οἷον ἐπείπερ ὑπόληψίς ἐστι περὶ τῶν μητέρων, ὅτι φιλόπαιδές εἰσι, καὶ παντὸς μᾶλλον τὰ οἰκεῖα στέργουσι τέκνα, κατὰ τὸν ἐρωτηθέντα σοφὸν περὶ τούτου τὸ διὰ τί, καὶ ἀποκρινάμενον, ὅτι αἱ μὲν μητέρες πιστεύουσιν ἀναμφιβόλως εἶναι τὰ γεννώμενα ἐξ αὐτῶν, οἱ δέ γε ἄνδρες οἴονται, ὁ λέγων περὶ τῆς Μηδείας, ὅτι τὰ οἰκεῖα τέκνα ἀπέσφαξεν, ἀπίθανα λέγειν δοκεῖ. πάλιν ὑπόληψίς ἐστι περὶ τῶν ἐν συμφοραῖς ὄντων, ὅτι ἀλγοῦσι καὶ ὀδύρονται, ἀλλ’ οὐκ ᾄδουσι, οὐδὲ τέρπονται ταῖς ᾠδαῖς· ὁ γοῦν λέγων τὸν Ἀρίονα ἐν κακοῖς ὄντα ᾆσαι ἀπίθανα λέγειν δοκεῖ. καὶ πάλιν εἴ τις λέγοι, τοὺς κρείττονας ἐρᾷν τοῦ χείρονος, ἀπίθανα φησίν. πλὴν ἔστιν ὅτε καὶ ταῦτα γίνεται ἐκ τοῦ παραδόξου. Τὰ οὖν πιθανὰ καὶ προτάσεις ἐνδόξους οἱ διαλεκτικοὶ νομίζουσιν· ἀληθῆ μὲν γάρ εἰσιν, ὡς εἴρηται, καὶ πρῶτα, τὰ μὴ δι’ ἑτέρων, ἀλλὰ δι’ αὐτῶν ἔχοντα τὴν πίστιν, ὥσπερ καὶ Ἀριστοτέλει δοκεῖ· ἔνδοξα δὲ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. καὶ τούτοις ἢ τοῖς πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις καὶ ἐνδόξοις· τὸ δὲ πᾶσιν ἐνταῦθα κατὰ δύο σημαινόμενα λέγεσθαι νομιστέον· ἢ γὰρ τὰ πᾶσιν ἀνθρώποις ἁπλῶς τε καὶ ἀπολύτως δοκοῦντα φησὶν ὁ φιλόσοφος ἔνδοξα, καθάπερ ἅπασι δοκεῖ, ὅτι ἀγαθὸς ὁ θεὸς, ἡ ὑγεία, ἡ ζωὴ καὶ ὁ πλοῦτος αἱρετὰ καὶ ὠφέλιμα ἢ τὸ πᾶσι τοῖς πρὸς οὕς ἐστιν ἡμῖν ὁ λόγος δηλονότι, ἵν’ ᾖ μετὰ προσδιορισμοῦ τὸ λεγόμενον τοιοῦτον, ἔνδοξα δὲ τὰ δοκοῦντα πᾶσιν, ἡμῖν τε δηλονότι τοῖς ὀρθοδόξοις κἀκείνοις πρὸς οὓς διαλεγόμεθα, οἷον φέρε εἰπεῖν Ἰουδαίοις ἢ αἱρετικοῖς ἢ Λατίνοις. τούτοις γὰρ ἐν μέρει διαλεγόμενοι ἐκ τῶν ἅπασιν ἡμῖν ὁμοτίμως δοκούντων, δηλαδὴ τῶν θείων γραφῶν, ποιούμεθα τὴν διάλεξιν, μεταφέροντες κατ’ αὐτῶν, ὅ τι ἂν μὴ καλῶς φαίνωνται λέγειν ἡμῖν. |
| 3.739 | τοῖς δὲ τοῦ Μωάμεδ θιασώταις διαλεγόμενοι, ἐνδόξους μὲν καὶ πρὸς ἐκείνους ποιησόμεθα τοὺς συλλογισμοὺς, πλὴν οὐκ ἐκ τῶν ἡμῖν τε καὶ ἐκείνοις δοκούντων· οὐδὲ γὰρ ἔχουσί τι κοινὸν οἱ μικρώτατοι πρὸς τὰς θείας γραφὰς, ἀλλ’ ἐκ τῶν ἅπασι τούτοις δοκούντων ποιησόμεθα τὴν διάλεξιν, προτιθέντες εἰς τὸ μέσον τὰ δόγματα τοῦ Μωάμεδ, καὶ ταῦτα ἀνασκευάζοντες ἔκ τε τῶν φυσικῶν ἐννοιῶν καὶ ἐκ τῶν αὐτοῖς πᾶσι δοκούντων, ὡς ψευδῆ καὶ ἀπίθανα καὶ γραϊδίων κωθωνιζομένων ἢ παιδαρίων κορυζώντων ληρήματα, μᾶλλον δὲ εἰπεῖν οἰκειότερον κατὰ τὴν θείαν φωνὴν, δαιμόνων εὑρέματα σκοτεινὰ καὶ διανοίας κακοδαίμονος ἀναπλάσματα· ταῦτα μὲν οὖν ἡ φωνὴ τοῦ πᾶσιν ἔχει τὰ σημαινόμενα· πάλιν οὖν ἐπαναλαβόντες λέγωμεν· ἔνδοξά εἰσι τὰ δοκοῦντα πᾶσι καὶ σοφοῖς καὶ χυδαίοις, οἷον ὅτι ὁ θεὸς ἀγαθὸς, καὶ τὸ ἀγαθὸν ὠφέλιμον, ἢ ὅτι ἡ ὑγεία καὶ ὁ πλοῦτος καὶ ἡ ζωὴ αἱρετά· ἢ τοῖς πλείστοις δηλονότι τῶν σοφῶν καὶ χυδαίων, οἷον ὅτι ἡ ψυχὴ τιμιωτέρα τοῦ σώματος, καὶ ἡ φρόνησις πλούτου τιμιωτέρα· ἢ τὰ δοκοῦντα τοῖς σοφοῖς, καὶ τούτων ἢ τὰ πᾶσι δοκοῦντα, καθάπερ ἅπαντες ἐδόξασαν οἱ σοφοὶ, τὰ ψυχικὰ ἀγαθὰ τῶν σωματικῶν αἱρετώτερα εἶναι, ἢ τὰ δοκοῦντα τοῖς πλείστοις αὐτῶν, καθάπερ ἐδόξασαν οἱ πλεῖστοι, ὡς ἡ ἀρετὴ δι’ ἑαυτήν ἐστιν αἱρετόν· οἱ γὰρ Ἐπικούρειοι διὰ τὴν ἡδονὴν αὐτὴν ἔφασαν αἱρεῖσθαι, ὥσπερ αὖ ἕτεροι διὰ τὴν ἐξ αὐτῆς ἐπακολουθοῦσαν τιμὴν ἢ τὰ χρήματα· ἢ δὴ ἔνδοξα λεκτέον τὰ δοκοῦντα τοῖς μάλιστα γνωρίμοις, ἐπὶ σοφίᾳ δηλονότι, καθάπερ τὸ εἶναι τὴν ψυχὴν ἀθάνατον, ὡς Πλάτωνι καὶ ἄλλοις δοκεῖ, καὶ Ἡράκλειτος δέ φησιν, ὡς πάντα κινοῦνται, καὶ Ἀριστοτέλης δέ φησι, τῶν ὄντων ἁπάντων δέκα εἶναι τὰ γένη, καὶ τῶν φυσικῶν ἁπάντων εἶναι ἀρχὰς τὴν ὕλην, τὸ εἶδος καὶ τὴν στέρησιν. |
| 3.740 | περὶ γὰρ τῶν φαινομένων ἐνδόξων, μὴ ὄντων δὲ, λόγος ἡμῖν οὐδεὶς ἐν τῷ παρόντι· παραχρῆμα γὰρ καὶ ὡς ἐπὶ τὸ πολὺ τοῖς καὶ μικρὰ συνορᾷν δυναμένοις κατάδηλος αὐτοῖς ἡ τοῦ ψεύδους ἐστὶ φύσις. οὐ τοίνυν πᾶσαν πρότασιν, οὐδὲ πᾶν πρόβλημα διαλεκτικὸν θετέον· οὐδεὶς γὰρ ἂν προτείνειε νοῦν ἔχων τὸ μηδενὶ δοκοῦν· ὅπερ ἐστὶν, εἰ χρήσιμόν ἐστι τὸ ὑγιαίνειν ἢ μή· ἀλλ’ οὐδὲ τὸ πᾶσι φανερὸν ἢ τοῖς πλείστοις· τίς γὰρ οὕτως ἠλίθιος, ὡς ζητεῖν, εἰ τὸ μέλι γλυκὺ τοῖς κατὰ φύσιν διακειμένοις ἐστί. τὰ μὲν γὰρ πᾶσι δοκοῦντα λόγων ἀπορίαν ἡμῖν οὐ παρέχεται· τὰ δὲ μηδενὶ δοκοῦντα τίς ἂν ὁμολογήσειεν; ἔστιν οὖν πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς· καὶ τούτων ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις μὴ παράδοξος· θείη γὰρ ἄν τις τὸ δοκοῦν τοῖς σοφοῖς, ἐὰν μὴ ἐναντίον ταῖς τῶν πολλῶν δόξαις ᾖ, καθάπερ ὁ τοῦ Ζήνωνος λόγος, ὅτι οὐκ ἔστιν ἐν τοῖς οὖσι κίνησις· ἢ ὡς Ἀντισθένης ἔλεγεν, ὅτι οὐκ ἔστιν ἀντιλέγειν· ἢ κατὰ τὸν Ἡρακλείτου λόγον, τὰ ἐναντία ταὐτά· τοιοῦτον καὶ τὸ Παρμενίδου δόγμα, ὅτι τὸ ὂν ἓν καὶ ἀκίνητον. ταῦτα γὰρ παράδοξα ὄντα καὶ ταῖς τῶν πολλῶν ἐναντιούμενα δόξαις, οὐδεὶς ἂν ὁμολογήσειεν. εἰσὶ δὲ προτάσεις διαλεκτικαὶ καὶ τὰ τοῖς ἐνδόξοις ὅμοια· εἰ γὰρ ἔνδοξον τὸ τὴν αὐτὴν εἶναι τῶν ἐναντίων ἐπιστήμην· ὑγιεινῶν γὰρ καὶ νοσερῶν ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ἰατρικὴ δηλαδὴ καὶ ἀριθμητικὴ ἀρτίου καὶ περιττοῦ, καὶ μουσικὴ ἐμμελῶν καὶ ἐκμελῶν, καὶ γυμναστικὴ εὐεκτικῶν τε καὶ μή· καὶ τὸ αἴσθησιν τὴν αὐτὴν εἶναι τῶν ἐναντίων ἔνδοξον ἂν φανείη· τὸ γὰρ ὅμοιον αὐταῖς ἐστι κατὰ ἀναλογίαν, εἴγε καὶ ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη ὑπὸ τὴν ἕξιν τυγχάνουσιν, ἥτις ἐστὶν εἶδος ποιότητος. καὶ μὴν καὶ ἡ αἴσθησις, ὡς προείρηται, τῶν ἐναντίων ἐστὶ κριτική· ἥ τε γὰρ ἁφὴ θερμοῦ καὶ ψυχροῦ καὶ ἡ ὅρασις ὁμοίως. |
| 3.741 | τοῦ δ’ αὐτοῦ λόγον θετέον καὶ τὴν ἐπιστήμην μὴ πλανᾶσθαι περὶ τὰ ἐπιστητὰ, καὶ τὴν αἴσθησιν περὶ τὰ αἰσθητά· ἑκάτερα γὰρ τούτων ὑπὸ τὴν ἕξιν τελεῖ. καὶ εἰ μίαν ἀριθμῷ γραμματικὴν εἶναι, καὶ αὐλητικὴν μίαν· εἰ δὲ πλείους γραμματικὰς, καὶ αὐλητικὰς πλείους· πάντα γὰρ ὅμοια καὶ συγγενῆ ταῦτα ἔοικεν εἶναι· ὁμοίως δὲ καὶ τὰ τοῖς ἐνδόξοις ἐναντία κατὰ ἀντίφασιν προτεινόμενα ἔνδοξα φανεῖται· εἰ γὰρ ἔνδοξον, ὅτι δεῖ τοὺς φίλους εὖ ποιεῖν, ἔστι δὲ τούτῳ ἐναντίον μὲν, ὅτι δεῖ κακῶς ποιεῖν αὐτοὺς, κατὰ ἀντίφασιν δὲ, ὅτι μὴ δεῖ κακῶς ποιεῖν τοὺς φίλους, καὶ τοῦτ’ ἂν εἴη ὁμοίως ἔνδοξον. ἔνδοξον δὲ κα ἐν παραβολῇ φανεῖται καὶ τὸ ἐναντίον περὶ τοῦ ἐναντίου· οἷον εἰ δεῖ τοὺς φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς. δῆλον δὲ, ὅτι καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσὶ, διαλεκτικαὶ προτάσεις εἰσί. συγχωρήσειε γὰρ ἄν τις τὰ δοκοῦντα τοῖς ὑπὲρ τούτων ἐπεσκεμμένοις, οἷον περὶ μὲν τῶν ἐν ἰατρικῇ ὡς ὁ ἰατρὸς, περὶ δὲ τῶν ἐν γεωμετρίᾳ ὡς ὁ γεωμέτρης, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. αὐτίκα γάρ τις περὶ μὲν τῶν ἐν ἰατρικῇ συγχωρήσειε τῇ Ἱπποκράτους δόξῃ, λέγοντος, αἱ ὑγραὶ δίαιται σύμφοροι τοῖς πυρέττουσιν· ὅπερ ἤρτηται τοῦ κοινοῦ ἀξιώματος ἐκείνου, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα· εἰ γὰρ ὁ πυρετὸς ξηραίνει, δῆλον ὅτι τὸ ἐναντίον ἡ ὑγρότης ὑγρανεῖ· καὶ εἰ τὸ ἄπεπτον νόσον γεννᾷ καὶ ἀσθενῆ τὴν φύσιν ποιεῖ, τὸ ἤδη πεπεμμένον δηλοῖ ῥωσθῆναι τὴν φύσιν· καὶ διὰ τοῦτο δεῖ τότε τὰ πρὸς θεραπείαν προσάγειν. Περὶ δὲ τῶν ἐν γεωμετρίᾳ θείη τις ἂν, ὡς ὁ γεωμέτρης φησὶν, ὅτι τὰ ἀπὸ μειζόνων γωνιῶν ὁρώμενα καὶ μείζονα ὁρᾶται, τὰ δὲ ἀπὸ ἐλαττόνων ἐλάττονα. πρόβλημα δέ ἐστι διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ φυγὴν, ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ, ἢ ὡς συνεργὸν πρός τι ἕτερον τῶν τοιούτων. |
| 3.742 | καὶ πρὸς αἵρεσιν μὲν καὶ φυγήν ἐστι συντεῖνον τοῦτο, πότερον ἡ ἡδονὴ αἱρετὸν ἢ οὒ, καὶ πότερον ὁ πλοῦτος ἀγαθόν ἐστιν ἢ κακόν· ταῦτα γὰρ τῶν ἠθικῶν ὑπάρχοντα, καὶ ὅσα τούτοις ὅμοια, οὐ δι’ ἄλλο τι ζητεῖται παρ’ ἡμῶν, ἢ ἵνα τὸ μὲν ἀγαθὸν ἑλώμεθα, τὸ δὲ κακὸν ἐκφύγωμεν. πρὸς ἀλήθειαν δὲ καὶ γνῶσιν συντείνοντα εἰσὶ θεωρήματα τὰ φυσικά· ἐν γὰρ τούτοις οὐ τοῦ ἑλέσθαι καὶ φυγεῖν ἕνεκεν, ἀλλὰ τοῦ γνῶναι τὴν ἀλήθειαν μόνον ἐστὶν ἡ ζήτησις· οἷον πότερος ὁ κόσμος ἀΐδιος ἢ οὔ. πότερον ἡ ψυχὴ ἀθάνατος, ἢ οὔ. καὶ ταῦτα μὲν δι’ ἑαυτὰ ζητεῖται παρ’ ἡμῶν, ἵνα γινώσκηται· τὰ δὲ λογικὰ προβλήματα οὐ δι’ ἑαυτὰ, ἀλλ’ ὡς πρὸς ἕτερόν τι συντείνοντα. τὸ γὰρ ζητεῖν, πῶς αἱ προτάσεις ἀντιστρέφονται, καὶ ποσαχῶς ἀντίκειται τὰ ἀντικείμενα, καὶ εἰ τρία σχήματά εἰσι, καὶ εἰ ἐν ἑνὶ τῶν τριῶν σχημάτων πᾶς συλλογισμὸς γίνεται· ταῦτα πάντα τὰ λογικά τε καὶ ὀργανικὰ καλούμενα, ἃ διὰ τὴν ἀποδεικτικὴν καὶ διαλεκτικὴν καὶ σοφιστικὴν μέθοδον παρ’ ἡμῶν ἐξετάζεται, κατὰ τὸ αὐτὸ σημαινόμενον λέγεται, καὶ ἡ λογικὴ πραγματεία Ἀριστοτέλους, ὡς διδάσκουσα περὶ ἀποδείξεως καὶ ἄλλων τινῶν συμβαλλομένων πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν καὶ πρὸς πᾶσαν φιλοσοφίαν. ἔστιν οὖν, ὡς εἴρηται, τὸ διαλεκτικὸν πρόβλημα τοιοῦτον. ἔτι πρὸς τοῖς εἰρημένοις διαλεκτικόν ἐστι πρόβλημα, περὶ οὗ ἢ οὐδετέρως οἱ ἄνθρωποι δοξάζουσι, καθάπερ περὶ τῶν ἀστέρων, εἴτε περιττοί εἰσιν εἴτε ἄρτιοι· ἢ καὶ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς, καὶ τὸ ἀνάπαλιν ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς· τὸ μὲν γὰρ εἶναι τὴν εὐτυχίαν τῆς εὐβουλίας αἱρετώτερον οἱ πολλοὶ δοξάζουσι, τὸ δὲ ἐναντίον οἱ σοφοί. ἔτι οἱ μὲν πολλοὶ τὴν ὑγείαν τῆς ἀρετῆς αἱρετώτερον ἐδόξασαν εἶναι, οἱ δὲ σοφοὶ τὴν ἀρετήν. τὸ γοῦν πότερον ἡ ὑγεία τῆς ἀρετῆς αἱρετώτερον, διαλεκτικόν ἐστι πρόβλημα. ἐναντίως δὲ δοξάζουσιν οἵ τε σοφοὶ ἑαυτοῖς καὶ οἱ πολλοὶ κατὰ ταῦτα. |
| 3.743 | οἱ μὲν γὰρ τῶν σοφῶν λέγουσιν εἶναι εἱμαρμένην καὶ ἐξ ἀνάγκης πάντα γίνεσθαι, οἱ δὲ οὔ· καὶ οἱ μὲν λέγουσι τὴν ψυχὴν εἶναι θνητὴν, οἱ δὲ ἀθάνατον. ὡσαύτως δὲ καὶ τῶν πολλῶν οἱ μὲν τὴν ὑγείαν αἱρετωτέραν τοῦ πλούτου ἐδόξασαν, οἱ δὲ τὸ ἀνάπαλιν· καὶ οἱ μὲν ἰσχὺν τοῦ κάλλους, οἱ δὲ τοὐναντίον. ἔστι δὲ προβλήματα διαλεκτικὰ καὶ ὧν εἰσιν ἐναντίοι συλλογισμοί· ἀπορίαν γὰρ ἔχει, πότερον οὕτως ἔχει ἢ οὐχ οὕτως, διὰ τὸ περὶ ἀμφοτέρων εἶναι λόγους πιθανούς. τὴν γὰρ ἡδονήν ἐστι καὶ ὡς ἀγαθὸν συλλογίσασθαι, καὶ ὡς κακὸν, καὶ ἀμφότερα διὰ λόγων πιθανῶν· ὅθεν ἀπορεῖν ἐστι, ποτέρῳ ἄν τις προστιθείη. καὶ κατασκευάζεται μὲν, ὡς ἀγαθόν ἐστιν, οὕτω. τῆς ἡδονῆς πάντα ἐφίεται· οὗ δὲ πάντα ἐφίεται, ἀγαθόν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πάλιν ἐστὶ δεῖξαι, ὡς οὐκ ἀγαθὸν, οὕτως· τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ· ἡ ἡδονὴ ἀγαθοὺς οὐ ποιεῖ· ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν· ἀλλὰ καὶ περὶ ὧν λόγον οὐκ ἔχομεν ἀποδοῦναι ὡς ὄντων μεγάλων, χαλεπὸν ἐν τούτοις εὑρεῖν ἡγούμενοι τὸ διὰ τί καθάπερ ἐπὶ τῶν ἀστέρων λέγω, πότερόν εἰσιν ἄρτιοι ἢ περιττοὶ, καὶ τῆς μαγνήτιδος λίθου, πῶς ἕλκει τὸν σίδηρον, καὶ ἔτι πότερον ὁ κόσμος ἀΐδιος ἢ οὔ. καὶ ταῦτα διαλεκτικὰ προβλήματα θετέον. ἐπεὶ καὶ τὰ τοιαῦτα ζητήσειεν ἄν τις· ἐξεταστικὴ γὰρ οὖσα ἡ διαλεκτικὴ, πρὸς τὰς ἁπασῶν τῶν μεθόδων ἀρχὰς ὁδὸν ἔχει· καὶ γὰρ οὖν οὐδὲ τοῦτο παροπτέον ἐν τῷ παρόντι, ὅτι πρὸς τρία ταῦτα χρήσιμος ἡ διαλεκτικὴ, πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας· ὅτι μὲν οὖν πρὸς γυμνασίαν χρήσιμος, καταφανὲς ἐξ αὐτῶν· μέθοδον γὰρ ἔχοντες ῥᾷον περὶ τοῦ προτεθέντος εἰπεῖν δυνησόμεθα. πρὸς δὲ τὰς ἐντεύξεις, διότι τὰς τῶν πολλῶν κατηριθμημένοι δόξας οὐκ ἐκ τῶν ἀλλοτρίων, ἀλλ’ ἐκ τῶν οἰκείων δογμάτων ὁμιλήσομεν πρὸς αὐτοὺς μεταβιβάζοντες ὅ τι ἂν μὴ καλῶς λέγειν ἡμῖν φαίνωνται· πρὸς δὲ τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας, διότι δυνάμενοι πρὸς ἀμφότερα διαπορεῖσθαι, ῥᾷον ἐν ἑκάστοις κατοψόμεθα τὸ ἀληθές τε καὶ μή. |
| 3.744 | ἔτι δὲ πρὸς τὰ πρῶτα τῶν περὶ ἑκάστην ἐπιστήμην ἀρχῶν· ἐκ μὲν γὰρ τῶν οἰκείων τῶν κατὰ τὴν προτεθεῖσαν ἐπιστήμην ἀρχῶν ἀδύνατον εἰπεῖν τι περὶ αὐτῶν, ἐπειδὴ πρῶται ἀρχαὶ ἁπάντων εἰσὶν, διὰ δὲ τῶν περὶ ἕκαστα ἐνδόξων ἀνάγκη περὶ αὐτῶν διελθεῖν. αὐτίκα γὰρ περὶ τῶν γεωμετρικῶν ἀρχῶν, ἤγουν τοῦ σημείου τῆς γραμμῆς καὶ τῆς ἐπιφανείας οὔτε ὁ γεωμέτρης δύναται ταύτας ἀποδεῖξαι· πῶς γὰρ εἴη ἐκ προτέρων ἀποδεῖξαι τὰ πρῶτα; πασῶν γὰρ ἐπιστημῶν αἱ ἀρχαὶ ἀναπόδεικτοι· οὔτε μὴν ὁ διαλεκτικὸς ἐκ τῶν κατὰ γεωμετρίαν ἀρχῶν δυνηθείη ἂν αὐτὰς ἀποδεῖξαι, ἐπεὶ μήτε γεωμέτρης ἐστὶν ὡρισμένος, καὶ ἅμα τοῦτο ἀδύνατον, διὰ δὲ τῶν περὶ ταῦτα ἐνδόξων ποιήσεται τὸν λόγον. ἐρεῖ γὰρ, ὅτι πᾶν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· οἷον πέρας ἐστὶ παντὸς σώματος ἡ ἐπιφάνεια. εἰ τοίνυν πᾶν σῶμα τρεῖς ἔχει τὰς διαστάσεις, μῆκος, βάθος τε καὶ πλάτος, τὸ περατοῦν αὐτὸ, δηλονότι ἡ ἐπιφάνεια, διχῆ διαστατὸν ἔσται, μῆκος μόνον ἔχουσα καὶ πλάτος· πάλιν τῆς ἐπιφανείας πέρας ἐστὶν ἡ γραμμή· οὐκοῦν μίαν ἔχει μόνον τὴν κατὰ μῆκος διάστασιν. τῆς δὲ γραμμῆς πέρας ἐστὶν ἡ στιγμή· ὥστε, μηδενὸς ὑπολειπομένου, ἔσται ἡ στιγμὴ ἀδιάστατος, εἴτουν ἀμερής. ὁμοίως δὲ καὶ περὶ τῶν τῆς ἀριθμητικῆς ἀρχῶν ποιούμενος τὸν λόγον ἀποδείξει, ὅτι ἀμερής ἐστιν ἡ μονὰς, οὕτως. ᾧ καταμετρεῖται πᾶς ἀριθμὸς, ἐκεῖνο ἐλάχιστόν ἐστιν ἐν ἀριθμῷ· μονάδι δὲ καταμετρεῖται πᾶς ἀριθμός· ἐλάχιστον ἄρα ἐν ἀριθμῷ ἡ μονὰς, καὶ ἀμερὴς ἄρα· ἢ καὶ οὕτως. ὃ ἐν ἀριθμῷ ὂν μὴ ἐστὶν ἀριθμὸς, τοῦτο ἀδιαίρετόν ἐστι· τοιοῦτον δὲ ἡ μονάς· οὐκοῦν ἀδιαίρετον. οὕτω μὲν οὖν ἐκ τῶν περὶ ἕκαστα ἐνδόξων ἡ διαλεκτικὴ ποιεῖται τὸν λόγον, καὶ περὶ τῶν καθ’ ἑκάστην ἐπιστήμην ἀρχῶν. |
| 3.745 | οὐ δεῖ δὲ πᾶν πρόβλημα οὐδὲ πᾶσαν θέσιν ἐπισκοπεῖν, ἄλλ’ ἣν ἀπορήσειεν ἄν τις τῶν λόγου δεομένων, καὶ μὴ κολάσεως ἢ αἰσθήσεως· οἱ μὲν γὰρ ἀποροῦντες, πότερον δεῖ τὸν θεὸν τιμᾷν καὶ τοὺς γονέας ἀγαπᾷν, ἢ οὒ, κολάσεως δέονται· οἱ δὲ, πότερον ἡ χιὼν λευκὴ ἢ οὒ, αἰσθήσεως. οὐδὲ δὴ οὖν σύνεγγυς ἡ ἀπόδειξις, οὐδὲ τῶν λίαν πόῤῥω. τὰ μὲν γὰρ προφανῆ καὶ γνώριμον ἔχει τὴν ἀπόδειξιν, οἷον διὰ τί ὁ ἄνθρωπός ἐστι ζῶον, καὶ διὰ τοῦτο οὐδεμίαν ἀπορίαν ἔχει τὸ ζητούμενον. τὰ δὲ διὰ πολλῶν ἀποδεικνύμενα λόγων, καὶ διὰ τοῦτο ἀσαφῆ τε ὄντα καὶ δύσγνωστα, πλείονα τὴν ζήτησιν ἔχουσιν, ἢ κατὰ γυμνασίαν τῆς διαλεκτικῆς. ἕξομεν δὲ τελέως τὴν μέθοδον, ὅταν ὁμοίως ἔχωμεν, ὥσπερ ἐπὶ ῥητορικῆς καὶ ἰατρικῆς καὶ τῶν τοιούτων δυνάμεων. οὔτε γὰρ ὁ ῥητορικὸς ἐκ παντὸς τρόπου πείσει, οὔτε ὁ ἰατρικὸς ὑγιάσει· ἀλλ’ ἐὰν τῶν ἐνδεχομένων μηδὲν παραλίπῃ, ἱκανῶς αὐτὸν ἔχειν τὴν ἐπιστήμην φήσομεν. ἐπὶ μὲν γὰρ τῶν ποιητικῶν τεχνῶν, οἰκοδομικῆς φημι καὶ χαλκευτικῆς καὶ τεκτονικῆς οὐχ οἷόν τε ἀποτυχεῖν τοῦ σκοποῦ, πλὴν εἰ μὴ κατά τινα τύχην, καὶ τοῦτο σπανίως, διὰ τὸ τὴν ὕλην ὑποκεῖσθαι τῷ θελήματι τοῦ τεχνίτου, καὶ μὴ ἀντιπράττειν ὁπωσοῦν, ἄψυχον οὖσαν καὶ ἀπροαίρετον. ἐπὶ δὲ τῶν στοχαστικῶν δυνάμεων, ῥητορικῆς φημι καὶ διαλεκτικῆς καὶ τῶν ἄλλων, ὅσαι τὰ ἀντικείμενα δύνανται, οὐ πανταχοῦ τὸ κράτος ἐπακολουθεῖ, ἀλλ’ ἔστιν ὅτε καὶ γίνεται τοῦ τέλους ἀποτυχία. καὶ τὸ αἴτιον ἡ φύσις τῶν ὑποκειμένων· τό τε γὰρ σῶμα τρεπτὸν καὶ ἀλλοιωτὸν κατὰ φύσιν ὑπάρχον, οὐχ ὑπείκει ταῖς κατὰ τὴν τέχνην θεραπείαις πολλάκις, ἀλλὰ μοχθηρίας περιουσίᾳ πρὸς τὴν τέχνην ἀντιπράττει, νικωμένου τοῦ κρείττονος ὑπὸ τοῦ χείρονος, καὶ ἡ τῶν ἀνθρώπων προαίρεσις, μωρίας δεχομένη μεταβολὰς, καὶ πρᾶγμα οὖσα, καθά φησι Δημοσθένης, ἀσταθμητότατον πάντων καὶ ἀσυνετώτατον, ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον, ὅταν τύχῃ κινούμενον, οὐ δύναται παρακολουθεῖν πολύν τινα χρόνον τοῖς ἐκ λογισμοῦ λεγομένοις ἢ φαινομένοις εἶναι καλοῖς, ὥστε οὐ παρὰ τὸν λέγοντα ἢ ὑγιάζοντα ἡ ἀποτυχία, ἀλλὰ παρὰ τὴν φύσιν τῶν ὑποκειμένων ταῖς τοιαύταις δυνάμεσιν. |
| 3.746 | ἀπαιτούμεθα δ’ οὖν ὅμως τὰ παρ’ ἑαυτῶν ἅπαντα εἰσφέρειν. διαφέρει δὲ τὸ πρόβλημα καὶ ἡ πρότασις τῷ τρόπῳ. οὕτω μὲν γὰρ ῥηθέντος, ἆρά γε τὸ ζῶον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου, ἢ οὔ; καὶ πότερον τὸ ζῶον γένος ἐστὶν αὐτοῦ, ἢ οὔ; πρόβλημα γίνεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. πᾶσα γὰρ πρότασις καὶ πᾶν πρόβλημα ἢ ἴδιον ἢ γένος ἢ ὅρον ἢ συμβεβηκὸς δηλοῖ· καὶ γὰρ καὶ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ γένει τακτέον. ὥστε εἰκότως ἴσα τῷ ἀριθμῷ τὰ προβλήματα καὶ αἱ προτάσεις εἰσίν· ἀπὸ πάσης γὰρ προτάσεως πρόβλημα ποιήσεις μεταβαλὼν τῷ τρόπῳ. οὕτως μὲν οὖν καὶ περὶ διαλεκτικῆς τὰ πρόσφορα τῇ ὑποθέσει ἀποδεδώκαμεν, ἀρχὴν ποιησάμενοι τῶν ὑπὲρ αὐτῆς λόγων τὸ ταὐτὸν τοῦ πιθανοῦ πρὸς τὰς ἐνδόξους προτάσεις· καὶ οἶμαι τοῖς φιλομαθέσι καὶ φιλοκάλοις μὴ περιττὸν ἡμῶν δόξειν τὸ σπούδασμα. Ἐπεὶ τοίνυν ἀποδέδεικται ἡμῖν διὰ πλειόνων λόγων, τί τέ ἐστι τὸ πιθανὸν, καὶ τί τὸ ἀληθὲς, καὶ ὅτι ταὐτόν ἐστι τὸ πιθανὸν ταῖς ἐνδόξοις προτάσεσιν, ἔνδοξα δέ εἰσι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτων μάλιστα τοῖς ἐπὶ σοφίᾳ γνωριμωτέροις, γνωριμώτατοι δὲ πάντων ἐπὶ σοφίᾳ τῇ τε θεωρητικῇ καὶ πρακτικῇ τυγχάνουσιν ὄντες οἱ τῆς αὐτοσοφίας τε καὶ αὐτοαληθείας Ἰησοῦ Χριστοῦ, τοῦ μόνου ἀληθινοῦ θεοῦ, μαθηταὶ, καὶ τῶν προσεχῶς αὐτὸν διαδεξαμένων ἀποστόλων διάδοχοί τε καὶ ὀπαδοὶ καὶ ὁμότροποι, Βασίλειος, Γρηγόριος καὶ Ἰωάννης, καὶ οἱ λοιποὶ πάντες, ὅσοι τοῦ αὐτοῦ μετεσχήκασι πνεύματος. |
| 3.747 | τούτους ἄρα κυρίως ὁμολογητέον χρήσασθαι τῷ πιθανῷ μετὰ ἀληθείας ἐν τοῖς οἰκείοις συγγράμμασι, καὶ τοὺς αὐτῶν λόγους μὴ πειθώ τινα ἔχειν ἁπλῶς, ἀλλὰ πειθανάγκην ἄῤῥητόν τε καὶ ἀνεκδιήγητον, καὶ φατέον καὶ πιστευτέον, καὶ ὅ φησί τις τῶν ἁγίων περὶ τοῦ Χρυσοστόμου πατρὸς, τοῦτο κατὰ κοινὸν περὶ πάντων εὔκαιρον ἀποφήνασθαι, ὡς τὰ θεῖα τούτων συγγράμματα ἐν μίξει τοῦ ἀληθοῦς τε καὶ τοῦ πιθανοῦ μεμεσουργημένα τυγχάνουσιν. ἔφη ὁ Τισίας, διλημμάτῳ χρησάμενος πρὸς τὸν οἰκεῖον διδάσκαλον· δικάζομαί σοι περὶ τῶν μισθῶν· καὶ, εἰ μὲν πείσω μὴ δοῦναί με μισθοὺς, ὡς πείσας οὐκ ἂν δώσω· εἰ δὲ μὴ ἰσχύσω πεῖσαι, πάλιν οὐκ ἂν δώσω· οὐ γὰρ ἐδιδάχθην παρὰ σοῦ τὸ πείθειν· ὁ δὲ Κόραξ ἀντέστρεψεν αὐτόν· δικάζομαί σοι κἀγώ· καὶ εἰ μὲν πείσω λαβεῖν με μισθοὺς, ὡς πείσας λήψομαι· εἰ δὲ μὴ πείσω, καὶ οὕτως ὀφείλω λαβεῖν, ὅτι τηλικούτους ἐξέθρεψα μαθητὰς, ὥστε τῶν διδασκάλων ἐπικρατεῖν· ὅθεν ἀπορήσαντες οἱ δικασταὶ ἀνεβόησαν. |
| 3.748 | κακοῦ κόρακος κακὸν ὠὸν, ἤγουν δεινοῦ διδασκάλου δεινότερος ὁ μαθητής. Ὅτι κατὰ φύσιν προτάττεται τὸ συμβουλευτικὸν τῶν λοιπῶν δύο εἰδῶν, δείκνυται καὶ ἐκ τῆς τοῦ παντὸς ἀρχαιογονίας· καθὸ θεὸς πρῶτον βουλευσάμενος, θεοπρεπῶς δὲ τοῦτο νοητέον, ἐπὶ τὴν δημιουργίαν ἦλθε τοῦ τιμιωτάτου κτίσματος, δηλονότι τοῦ ἀνθρώπου· εἶθ’ οὕτως ἐπὶ τοὺς τῶν δημιουργημάτων ἐπαίνους· εἶδε γὰρ, φησὶν, ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. ἄλλως τε καὶ τὸν νόμον πρῶτον δεδωκὼς τῷ Ἀδὰμ, ὅπερ ἐστὶ τῆς κατὰ νόμου εἰσφορὰν πραγματικῆς ἴδιον, ἥτις ὑπὸ τὸ συμβουλευτικὸν εἶδος ἀνάγεται. ὕστερον ἐπὶ τὴν τοῦ παρανομήσαντος ἦλθε δίκην, ὅπερ ἐστὶ τοῦ δικανικοῦ. |