eul_wid: upa-aa
Εἰσαγωγὴ εἰς τὴν Ἑρμογένους ῬητορικήνIntroduction to Hermogenes' Art of Rhetoric
Troilus of Constantinople Introduction to Hermogenes' Art of Rhetoric PDF
| 42 (1t) | ΤΡΩΙΛΟΥ ΣΟΦΙΣΤΟΥ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ ΕΡΜΟΓΕΝΟΥΣ. Ἐπειδὴ σὺν θεῷ τῆς ῥητορικῆς ἀρχόμεθα τέχνης, τινὲς δὲ πέρα τοῦ δέοντος αὐτὴν ἐπαινοῦντες ἔλεγον ἐπιστήμην, ἕτεροι δὲ ἐπιτυγχάνοντες τοῦ σκοποῦ τέχνην ὠνόμαζον, ἄλλοι δὲ παρὰ τὸ προσῆκον μεμφόμενοι ἐμπειρίαν ἐκάλουν, φέρε ζητήσαντες μάθωμεν, τί ἐπιστήμη καὶ τί τέχνη καὶ τί ἐμπειρία ἐστὶ, καὶ ἕκαστον τούτων ἀπὸ τριῶν προσώπων διασαφηνίσωμεν, ἀπό τε ὅρου καὶ ἰδίου καὶ παραδείγματος. Ἐπιστήμη τοίνυν ἐστὶ γνῶσις τοῦ ὑποκειμένου πράγματος, καθὸ ἔχει φύσεως, γνῶσις δὲ διὰ τὸ γινώσκειν· ἀλλ’ ἐπειδὴ καὶ αἱ τέχναι τοῦτο ἐπίστανται, πρόσκειται τὸ, καθὸ ἔχει φύσεως, ἀποφαίνων, ὡς οὐ τὰ φαινόμενα, ἀλλὰ καὶ τὰ ἐν βάθει διερευνῶσα τὰς φύσεις ἐπίσταται κυρίως τῶν πραγμάτων· ἴδιον δὲ αὐτῆς ἐστι τὸ μετὰ λόγου πάντα ποιεῖν καὶ μηδέποτε σφάλλεσθαι, ἀλλ’ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν καὶ ὡσαύτως ἐχόντων λέγειν· οἷον οὐ σήμερον ὁ ἀστρονόμος φήσει τὴν σελήνην τοὺς δώδεκα οἴκους τῶν ζωδίων διϊέναι, ἀλλὰ δι’ ὅλου τοῦ μηνὸς, αὔριον δὲ, οὐκ ἄλλα, ἀλλὰ ταῦτα μᾶλλον φθεγγόμενος ἑκάστοτε. |
| 43 | Παράδειγμα δὲ αὐτῆς ὁ γραμματιστὴς ἤτοι ὁ χαμαιδιδάσκαλος· ἀεὶ γὰρ τὴν διδασκαλίαν ποιεῖται μηδὲν μετατρέπων τῶν εἰθισμένων, καὶ τοσαῦτα περὶ τῆς ἐπιστήμης. Τέχνη δέ ἐστι σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ σύστημα δέ ἐστι τῶν πολλῶν ὀργάνων συνδρομή· χωρὶς γὰρ αὐτῶν ἀδύνατον τέχνην συνίστασθαι· ἐκ καταλήψεων δὲ καλῶς τούτῳ πρόσκειται· κατὰ μικρὸν γὰρ ἐφευρέθησαν τὰ συστηματικὰ τῶν τεχνῶν· οἷον ἡ τεκτονικὴ πελέκει ἐκέχρητο, μετὰ ταῦτα δὲ καὶ σκεπάρνῳ, νομίζουσα λίαν ἐπιτηδειότερον εἶναι, καὶ ὅσα πρὸς τὴν τέχνην ὑπῆρχεν ἁρμόδια· κατάληψις δέ ἐστιν ἡ ἐξ αἰσθήσεως μετὰ λόγου τοῦ ὑποκειμένου μάθησις· ὅταν γὰρ αἰσθανώμεθα καὶ τὴν αἰτίαν γνῶμεν, τότε αὐτὴν τὴν κατάληψιν γνωσόμεθα, ἐμπειρίαις γεγυμνασμέναις οἱονεὶ μελέταις μεμελετημένοι· εἰ γὰρ ἐφεύρωμέν τι καὶ μὴ συνεχῶς μελετήσωμεν, ἀνόνητα γίνεται πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. Τοῦτό φησι διὰ τὰς ματαιοτέχνας καὶ κακοτεχνίας· ἐκεῖναι γὰρ καὶ σύστημα ἔχουσι καὶ ἐκ καταλήψεών εἰσι καὶ ἐμπειρίαις γεγυμνασμέναι, ἀλλ’ οὐ κοινωφελεῖς· ματαιοτεχνία δέ ἐστιν ἡ τῶν θαυματοποιῶν ἤτοι ψηφοπαικτῶν, τοὺς μετιόντας ὠφελοῦσα, βλάπτει δὲ τὸν βίον τοὺς θεατὰς τῶν πρακτέων ἀποπλανῶσα· κακοτεχνία δέ ἐστιν ἡ τῶν φαρμάκων νομιζομένη τέχνη, βλάπτουσα τὸν μετιόντα δεινῶς καὶ τὸν βίον· ἴδιον δὲ τῆς τέχνης τὸ μετὰ λόγου πάντα ποιεῖν καὶ μηδέποτε σφάλλεσθαι, μήτινος τῶν ἔξωθεν ἐμποδίζοντος· καὶ τὸ παράδειγμα φανερὸν τὸ λεγόμενον· οἷον ὁ τέκτων κατασκευάζει θρόνον, καὶ τὰ ἀπὸ τῆς τέχνης καταπληρώσας τοῦ ξύλου σεσηπότος διαφθείρει τὸ ἐγχείρημα. |
| 44 | Ἐμπειρία δέ ἐστιν ἄλογος τριβὴ ἐκ παρατηρήσεως γινομένη· ἴδιον δὲ αὐτῆς ἐστιν τὸ ἀλόγως πράττειν πάντα καὶ μηδέποτε ἐπιτυγχάνειν, εἰ μὴ ἐκ τοῦ παραδόξου· παράδειγμα δὲ αὐτῆς ἐστιν ὁ ἐπιδίφριος ἰατρός· θεασάμενος γὰρ λογικὸν ἰατρὸν νέῳ παρέχοντα ὕδωρ ψυχρὸν πυρέττοντι ἐπὶ κεκαυμένῃ χολῇ ἐν θέρει καὶ ὑγείαν ποιήσαντα κατὰ τὸν ἰατρικὸν λόγον τὸν λέγοντα, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, παρέσχεν ἀπαραφυλάκτως μὴ σκοπήσας τὴν αἰτίαν, καὶ πολλοὺς μὲν ἀναιρεῖ, ἕνα δὲ σώσει ἐκ τοῦ παραδόξου· καὶ τοσαῦτα περὶ τῆς ἐπιστήμης καὶ τέχνης καὶ ἐμπειρίας ἐμάθομεν. Μάθωμεν δὲ καὶ, τί ἐστι διαπόρισμα, καί φαμεν εἶναι κέρδος λογικὸν ἐκ τῶν φθασάντων ἀναφυόμενον, τουτέστιν ἐκ τῆς προλαμβανούσης ἐνθυμήσεως· ζητοῦμεν γὰρ, διὰ τί πρώτην τετάχαμεν τὴν ἐπιστήμην, δευτέραν δὲ τὴν τέχνην, τρίτην δὲ τὴν ἐμπειρίαν· καὶ λέγομεν, ὅτι πρώτην μὲν τετάχαμεν τὴν ἐπιστήμην, ὡς ἄπταιστον καὶ μετὰ λόγου πάντα ποιοῦσαν, καὶ μηδέποτε ἁμαρτάνουσαν· τὴν δὲ τέχνην δευτέραν ἐτάξαμεν, ὡς ἄπταιστον καὶ αὐτὴν οὖσαν, ὅσον τὸ ἐφ’ ἑαυτῇ καὶ μετὰ λόγου πάντα ποιοῦσαν· διὰ δὲ τὸ συμβαίνειν αὐτήν ποτε ἁμαρτάνειν διά τινος τῶν ἔξωθεν προσπιπτόντων, τούτου χάριν δευτέραν αὐτὴν προτετάχαμεν, τρίτην δὲ τὴν ἐμπειρίαν, ὡς ἄλογον οὖσαν τριβὴν καὶ ἁμαρτάνουσαν. Γνόντες οὖν λοιπὸν, τί ἐστιν ἐπιστήμη, καὶ τί τέχνη καὶ τί ἐμπειρία, μάθωμεν καὶ πόσαι διαφοραὶ τεχνῶν· καί φαμεν, ὡς τῶν τεχνῶν διαφοραί εἰσι τρεῖς· αἱ μὲν γάρ εἰσι λογικαὶ αἵτινες θεωρητικαὶ λέγονται, αἱ δὲ πραγματικαὶ, αἱ δὲ μικταί· καὶ τῶν μικτῶν αἱ μὲν ἐπίσης δέονται λόγου καὶ πράξεως, αἱ δὲ πλείονος πράξεως, ἧττον δὲ λόγου, οἷον ἡ λογικὴ τέχνη ἐστὶ ποιητική· ὁ γὰρ ποιητὴς σκεπτόμενος μηδεμιᾶς παρεπομένης πράξεως τὴν οἰκείαν κατέστησε τέχνην· πρακτικαὶ δέ εἰσιν, ὡς ἡ οἰκοδομικὴ καὶ ἡ τεκτονική· ὁ γὰρ οἰκοδόμος καὶ ὁ τέκτων ἐν τῷ κατασκευάζειν τι τῶν οἰκείων ἐγχειρημάτων οὐ φθέγγονται· καὶ μήτις εἴποι, τί οὖν οὐ μετὰ λόγου πάντα ποιοῦσι; καί φαμεν, ὅτι ναί· ὁ γὰρ λόγος λέγεται καὶ ἐπ’ αἰτίας, λέγεται καὶ ἐπὶ τοῦ προφορητικοῦ κατὰ τὸν κοινωνοῦντα τῆς αἰτίας τὸν τρόπον· αἱ δὲ πρακτικαὶ πάντα κατασκευάζουσι· μικτὴ δέ ἐστιν αἴσθησις μετὰ λόγου καὶ πράξεως καὶ ἡ κιθαρῳδία· ὁ γὰρ κιθαρῳδὸς ἃ λέγει τῇ φωνῇ, ταῦτα καὶ τῇ λύρᾳ φθέγγεται μηδὲν παραλιμπάνων, κιθαρῳδίαν δὲ εἶπον καὶ οὐ κιθαριστὴν, διὸ πρακτική ἐστιν ἔχουσα πλεῖστον μὲν τῆς πράξεως, ἧττον δὲ τοῦ λόγου· καὶ ἡ ἰατρικὴ πλείστῃ κέχρηται τῇ πράξει, ὀλίγῳ δὲ λόγῳ, διὰ τὸ τὰς αἰτίας ἀποδοῦναι· φλεβοτομῶν γὰρ καὶ τέμνων καὶ διακαίων πλείστῃ πράξει κέχρηται, ὀλίγῳ δὲ λόγῳ διὰ τὸ τὰς αἰτίας ἀποδοῦναι, καὶ τὰ πολλὰ, ἃ ποιεῖ μηχανώμενος πρὸς τὴν κτῆσιν τῆς ὑγιείας, πράξεώς εἰσι· πλείονος τοίνυν λόγου, ἥττονος δὲ πράξεως, ὥσπερ ἡ γραμματική· ὁ γὰρ γραμματικὸς πολλῇ χρησάμενος τῇ ἐξηγήσει ἔστιν ὅτε καὶ πράξει ὀλίγῃ κέχρηται, στίζων ἢ τονίζων· καὶ τοσαῦτα περὶ τῆς τῶν τεχνῶν ἐροῦμεν διαφορᾶς. |
| 45 | Ἰτέον δ’ ἐπὶ τὸ ζητῆσαι, εἰ ἔστι ῥητορικὴ καὶ τί ἐστι καὶ ὁποῖόν τί ἐστιν· ἀλλ’ ἐπειδή τινες ἀναιροῦσιν αὐτὴν, χρὴ τὸν λόγον αὐτὸν ἐξετάσαι, ἐρωτῆσαι δὲ οὕτως· ἡ ῥητορικὴ περὶ ἰδίων διαλαμβάνει ἢ περὶ κοινῶν; καὶ εἰ μὲν περὶ ἰδίων εἴποις, φασὶν, ὡς οὐ πολιτική, διὰ μέσου γὰρ ἀναιροῦντες ὅπερ δοκεῖ εἶναι ἀναιροῦσιν· εἰ δὲ περὶ κοινῶν εἴποις, πάλιν λέγουσι, περὶ ἑνὸς κοινοῦ διαλαμβάνει ἢ περὶ πάντων· καὶ εἰ μὲν περὶ ἑνὸς εἴποις, φασὶν, ὡς οὐκ ἔστι τέχνη, εἰ δὲ περὶ πάντων, ἐρωτῶσιν, ἆρα ὡς ἀγνοοῦσα διαλαμβάνει, ἢ ὡς ἐπισταμένη; καὶ εἰ μὲν ὡς ἀγνοοῦσα, οὐ προσδεκτέον αὐτὴν, εἰ δ’ αὖ πάλιν ἐπισταμένη εἴποις, ἐροῦσιν, ὡς ἡ αὐτὴ περιττὴ ὑπάρχει, ἢ ἄλλαι τέχναι περιτταί· πρὸς οὓς ἐροῦμεν ἀναλύοντες αὐτοὺς, ὅτι ἡ ῥητορικὴ καὶ περὶ ἰδίων καὶ περὶ κοινῶν καὶ περὶ μικτῶν διαλαμβάνει, καὶ περὶ ταῦτα καταγίνεσθαι μάρτυς ὁ Δημοσθένης γράψας δημοσίους καὶ ἰδιωτικοὺς καὶ μικτὸν λόγον κατὰ Μειδίου· περὶ ἑνὸς τοίνυν ἢ περὶ πάντων διαλαμβάνειν πέφυκεν· εἰ δὲ ἐρωτήσουσιν ἡμᾶς τὸ πῶς πάλιν περὶ πάντων διαλαμβάνει, ἄρα οὐκ ἀγνοεῖ ἀλλ’ ἐπίσταται, πρὸς τοῦτό φασιν, ὡς εἰ τοσαῦτα ἐπίσταται ἡ ῥητορικὴ, ἢ αὐτὴ περιττὴ τυγχάνει ἢ ἄλλαι τέχναι περιτταί· ἐρωτηθεὶς δέ τις τὸ πῶς ἐπίσταται ταῦτα ἡ ῥητορικὴ, εἰ μὲν εἴποι, δυνάμει, ὡς ὁ ποιήσας φιλοσόφων γνώμας, τὸ γὰρ δυνάμει παρ’ αὐτοῖς διττόν ἐστιν· οἷον κατ’ ἐπιτηδειότητα καὶ καθ’ ἕξιν καὶ πάλιν τὸ ἐνεργείᾳ διττὸν ἢ καθ’ ἕξιν ἢ κατ’ ἐπιτηδειότητα, οἷόν τι, φιλόσοφον τὸ νεογενὲς παιδίον· αὐξανόμενον γὰρ δύναται ἐπιτηδεῦον τὴν ἐπιστήμην ἀσκῆσαι· καθ’ ἕξιν δὲ δυνάμει γραμματικὸς ὁ καθεύδων, ἔχει γὰρ ἐν τῷ νῷ μεμελετημένην τὴν τέχνην καὶ τὸ ἐνεργείᾳ τῷ καθ’ ἕξιν ὅμοιόν ἐστι, καὶ τὸ καθ’ ἕξιν τῇ δυνάμει· τὸ κατὰ προχείρησιν δέ ἐστιν, ὁπηνίκα τὸν ὕπνον ἀποκρουσάμενος ὁ γραμματικὸς ἐξηγήσεται· ἐρωτῶμεν οὖν, πῶς ἐπίσταται δυνάμει, εἰ φήσειε κατ’ ἐπιτηδειότητα; φαμὲν, ὡς οὐκ ἐπίσταται, εἰ δὲ καθ’ ἕξιν, φαμὲν, ὡς τοῦτο κατὰ προχώρησιν γίνεται· καὶ συμβαίνει τὴν ῥητορικὴν τῇ ἐπιστήμῃ τῶν πάντων καθ’ ἕξιν ἐχούσῃ πρὸς ἐξήγησιν καὶ διδασκαλίαν τούτων ἐκφέρεσθαι, καὶ πάλιν ἐντεῦθεν ἡ αὐτὴ ἀπορία κατασκευάζεται, λέγουσα, ὅτι αὕτη περιττὴ ἢ ἄλλαι τέχναι· πρὸς τοῦτό φασιν· ὡς τὴν χρῆσιν αὐτῶν ἐπίσταται, οὐ μέντοι τὴν ἐργασίαν, καὶ τίνι διαφέρει τῆς πολιτικῆς φιλοσοφίας, εἴγε τὴν χρῆσιν γινώσκει τὴν ἐνέργειαν ἀγνοοῦσα· ἐπειδὴ δὲ πολιτικῆς ἐμνήσθημεν φιλοσοφίας, μάθωμεν, τί ἐστι, καὶ ἐροῦμεν, ὅτι ἐπιστήμη τοῦ πράττειν τά τε κοινὰ καὶ τὰ ἴδια ἐπ’ ἐξουσίας ἐννόμου· τί δὲ ἐπίσταται; διοικεῖν τά τε κοινὰ καὶ τὰ ἴδια πράγματα ἐπ’ ἐξουσίας ἐννόμου· εἰ γάρ τις ἔννομος καὶ ἐξουσίαν ἔχει, οὐ κέχρηται δὲ τοῖς νόμοις, τύραννος γίνεται, καλῶς τῶν φιλοσόφων λεγόντων, ὡς εἰ μὴ φιλόσοφοι βασιλεύσουσιν καὶ βασιλεῖς φιλοσοφήσουσιν, οὐχ ἕξει καλῶς τὰ πράγματα· διαφέρει τοίνυν ἡ πολιτικὴ φιλοσοφία τῆς ῥητορικῆς, ὅτι ἡ πολιτικὴ καθολικὰς ἔχει τὰς ἀρχὰς, καθολικὰ καὶ τὰ τέλη, ὥς φησιν, χρὴ τὴν καλῶς οἰκουμένην πόλιν στρατηγοὺς ἔχειν, ταξιάρχας, ἱππάρχους καὶ ναυπηγοὺς καὶ ὅσα τοιαῦτα· ἡ δὲ ῥητορικὴ καθολικὰς ἔχει τὰς ἀρχὰς, μερικὰ δὲ τὰ τέλη· οἷόν φησιν ἡ ῥητορικὴ στρατηγῶν δεῖσθαι τὴν πόλιν, εἶτα τὸ γενικὸν ἀφεὶς διορίζει Πάχητα καὶ Ναυσικλέα, καί τινας τοιούτους. |
| 47 | Καὶ τίνι διαφέρει τῆς ἐμπειρίας, εἴγε τὰ τέλη μερικὰ ἔχει; καί φαμεν, ὡς εἰ ἡ ἐμπειρία ἄλογός ἐστι καὶ μερικὰς ἔχει τὰς ἀρχὰς, μερικὰ καὶ τὰ τέλη. Ἐπειδὴ δὲ ἀνεμάθομεν, ὡς ἔστι ῥητορικὴ, ἀνελόντες τοὺς ἀνατρέποντας αὐτὴν, φέρε δὴ ζητήσωμεν, παρὰ τίνι καὶ πῶς γέγονε τέχνη· πᾶν γὰρ πρᾶγμα ἢ φύσει ἐστὶν ἢ φύσει καὶ τέχνῃ· τέχνῃ δὲ μόνον οὐδέποτε, οἷον ἡ πέτρα ἡ μὴ λατομηθεῖσα φύσει ἐστί· λατομηθεῖσα δὲ καὶ καλλωπισθεῖσα πρὸς οἰκοδομίαν φύσει καὶ τέχνῃ ἐστίν· ἡ οὖν ῥητορικὴ φύσει ἦν παρὰ τῷ θεῷ καὶ τοῦτο Ὅμηρος προφητεύσας ἐδήλωσεν εἰπών· Οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο. |
| 48 | τὸ δὲ ἀγορεῦσαι καὶ ἐκκλησίαν συνάγειν ῥητορικῆς ἴδιόν ἐστιν· ἀπὸ δὲ τῶν θεῶν εἰς τοὺς ἥρωας ἦλθε, καὶ τοῦτο πάλιν ἐδήλωσεν Ὅμηρος προσάψας τῷ Μενελάῳ τὸ συμβουλευτικὸν διὰ τοῦ εἰπεῖν· Παῦρα μὲν, ἀλλὰ μάλα λιγέως ἀγόρευε· τὸ δὲ πανηγυρικὸν τῷ Νέστορι, ἐν οἷς λέγει· Τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· ταῦτα δ’ ἐγκωμιαστικά εἰσι· πλὴν δείκνυσιν, ὡς χρεία τὸν ἐγκωμιάζοντα καὶ γλυκὺν εἶναι κατὰ προφορὰν καὶ πειθήνιον, ἔνθα φησί· Καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι· τὸ δικανικὸν ἀποδιδοὺς τῷ Ὀδυσσεῖ, δεικνὺς ὡς τοὺς ἀγωνιστὰς δεῖ πολλῶν εὐπορεῖν δικαιωμάτων· καὶ διὰ τούτων ἀπέδειξε τὴν ῥητορικὴν ὡς ἐκ τᾶν θεᾶν κατελθοῦσαν. Δεῖ δὲ ἡμᾶς μαθεῖν τὸ πῶς γέγονε φύσει καὶ τέχνῃ· καί φαμεν, ὡς ἐκ τῶν περιστατικῶν· εἰσὶ δὲ ταῦτα, τόπος, χρόνος, τρόπος, αἰτία καὶ πρόσωπον· ἕτεροι δὲ προστιθέασι καὶ τὸ πρᾶγμα, οἱ δὲ καὶ τὴν ὕλην· καὶ ποιοῦσι τὰ πέντε ἑπτὰ, οὓς οὐκ ἀποδεχόμεθα· φαμὲν οὖν, πῶς γέγονε φύσει καὶ τέχνῃ ἡ ῥητορικὴ οὕτως· Ἱέρων καὶ Γέλων Σικελίας γεγόνασι τύραννοι· ἔσχον δέ τινα Κόρακα τῷ ὀνόματι παραδυναστεύοντα, ὃς ἐποίει τὴν διοίκησιν τῶν πολλῶν παρ’ αὐτοῖς· μεταπεσούσης δὲ τῆς τυραννίδος εἰς δημοκρατίαν, ἑώρα γὰρ, ὡς οὐ δύναται πείθειν ἅπαντα τὸν δῆμον καθάπερ ἕνα τῶν τυράννων, ἐμηχανᾶτο τὰ προοίμια, ἵνα δι’ αὐτῶν ἐφελκύσηται τὸν ἀκροατὴν πρὸς εὔνοιαν, εἶτα πρὸς κατασκευὴν, ἵνα ἀνέλῃ αἰτίαν λυποῦσαν αὐτὸν, εἶτα τὴν προκατάστασιν, εἰσβολὴν καὶ ἀρχὴν, καὶ προοίμιον οὖσαν ἐπὶ τὴν κατάστασιν, τὴν δὲ κατάστασιν ψιλὴν τῶν πραχθέντων ἔκθεσιν, τοὺς δὲ ἀγῶνας ἀπόδειξιν καὶ πίστιν τῶν ψιλῶς διηγηθέντων, εἶτα τὴν παρέκθεσιν ἀπόδειξιν οὖσαν τοῦ κρινομένου βίου· ἐσκόπει γὰρ ὡς ἐπὶ ἑνὶ καὶ μόνῳ ἐγκλήματι ποιήσασθαι τὴν κατηγορίαν, τὸ ὁ φεύγων ἀπολυθήσεται, καὶ διὰ τοῦτο τὴν παρέκβασιν ἐπενόησε, τοὺς δ’ ἐπιλόγους ἀνακεφαλαίωσιν τῶν εἰρημένων διὰ τοῦτο ὡς εἰκὸς τοὺς δικαστὰς πολλὰ ἀκούσαντας εἰς λήθην ἐλθεῖν· καὶ οὕτω κατὰ μικρὸν τέχνην ἡμῖν φύσει οὖσαν ἀπέδειξε τὴν ῥητορικὴν διὰ τῶν πέντε περιστατικῶν· ὁ χρόνος γὰρ, μετὰ τὴν κατάλυσιν τῆς τυραννίδος τῶν τυράννων, εἶτα ὁ τόπος, ἡ Σικελία· τὸ πρόσωπον, ὁ Κόραξ· ἡ αἰτία, διὰ τὸ μὴ δύνασθαι αὐτὸν ὁμοίως πείθειν ἅπαντα τὸν δῆμον, καθάπερ ἕνα τῶν τυράννων· ὁ τρόπος δὲ διὰ τῶν ἐπινοηθέντων αὐτῶν μερῶν τοῦ λόγου· ἐντεῦθεν προῄει βοῶν καὶ παρακαλῶν κ. |
| 49 | τ.λ. T. V. p. 215. v. 24 —p. 216. v. 11. Ἐπειδὴ οὖν ἔγνωμεν ὅ τί ἐστιν ἡ ῥητορικὴ, μάθωμεν καὶ τί ἐστιν, ἀλλὰ πρότερον αὐτῇ ὁρισώμεθα τὸν περιεχόμενον ὅρον, τουτέστι τοῦ ὅρου τὸν ὁρισμὸν ὁρισώμεθα· ἰστέον γὰρ, ὡς αὐτὴν τὴν προσηγορίαν εἴληφεν ἀπὸ τοῦ διαχωρίζειν καὶ ἄρτια διαστέλλειν ἑτέροις τισὶν, ὥσπερ ὅρον καλοῦμεν τὰ ὁροθέσια τῶν χωρίων, τὰ διαμετρούμενα καὶ ποιοῦντα γνῶναί τινα τῶν χωρίων. |
| 50 | ὅρος τοίνυν ἐστὶ λόγος σύντομος, δηλωτικὸς τῆς ἑκάστου φύσεως· λόγος μὲν πρὸς ἀντιδιαστολὴν τοῦ ὀνόματος· τὸ γὰρ ὄνομα συστολή ἐστι τοῦ λόγου· ὁ δὲ λόγος ἐξάπλωσίς ἐστι τοῦ ὀνόματος, οἷον ὥσπερ ἐὰν εἴπω, τί ἐστιν ἄνθρωπος; ἐξαπλῶ καὶ λέγω, ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· εἰ δὲ συστεῖλαι ταῦτα θελήσω καὶ εἴπω, ὡς τί ἐστι ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν, λέγω ἄνθρωπος· σύντομο ς, πρὸς ἀντιδιαστολὴν τῶν διαφηγηματικῶν· οἷον ὥσπερ ὁ Ὅμηρος φέρει τὸν Ὀδυσσέα λέγοντα· Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσε. καὶ τὰ ἑξῆς· ἐπειδὴ τὰ ἀποφθέγματα, οἷον τὸ γνῶθι σαυτὸν, λόγοι εἰσὶ σύντομοι· τὸ τῆς ἑκάστου φύσεως δηλωτικὸ ς, τοῦ ὁρισμοῦ· τὰ γὰρ ἀποφθέγματα, σύντομα ὄντα, τουτέστι τῆς ἑκάστου φύσεως δηλωτικὰ οὐκ εἰσὶν ὅροι· καὶ τοσαῦτα περὶ τῆς ἐξηγήσεως τοῦ λόγου εἰπόντες ὁριζόμεθα τὴν ῥητορικὴν, ὡς ἡ ῥητορική ἐστι δύναμις ἀνασκευαστικὴ καὶ κατασκευαστικὴ, δικαίων τε καὶ ἀδίκων πραγμάτων, ἀλλὰ τοῦτον οὐ προδεχόμεθα τὸν ὅρον· ἑκάστη γὰρ τέχνη ἐστὶ καὶ τὸ καλὸν καὶ τὸ κακὸν ἐπισταμένη, καὶ ᾧ τινι βούλεται κέχρηται τὴν οἰκείαν ἰσχὺν συνιστῶσα· ἀλλ’ οὐκ ἀποδεκτέον τοῦτον κοινὸν ὄντα οὐ μόνον τῆς ῥητορικῆς, ἀλλὰ καὶ ἄλλων· ὁ δὲ Ἀριστοτέλης οὕτως ὁρίζεται, ῥητορική ἐστι δύναμις τοῦ περὶ ἑκάστου ἐνδεχομένου πιθανοῦ· ἰστέον γὰρ, ὡς πᾶς ὅρος θέλει συνίστασθαι ἐκ γένους καὶ συστατικῶν διαφορῶν· διὰ τί; ἐπειδὴ πᾶν πρᾶγμα καὶ κοινότητα ἔχει καὶ διαφορὰν κατὰ τὸν φιλόσοφον λόγον, ἡ δὲ κοινότης ἐν τῷ γένει· καὶ τοῦτο διαλαβὼν ἐν ταῖς συστατικαῖς ἐμφέρεται διαφοραῖς· ἐνταῦθα οὖν δύναμίς ἐστι γένος, μάλιστα δὲ δύναμις, οἷον ὁ πλοῦτος, τὸ ξίφος, τὸ κάλλος· δύναμις δὲ ἡ ῥητορικὴ, διότι εἰς ἑκάτερον ἐπιχειρηματική ἐστιν, ἐπί τε τὸ δίκαιον, οὐ μὴν ἀλλὰ καὶ τὸ ἄδικον· τοῦτό ἐστι τὸ δύναμις τοῦ περὶ ἑκάστου πράγματος ἐνδεχομένου πιθανοῦ· καλῶς οὖν λέλεκται· οὐ γὰρ ἀδύνατος μεταχειρίζεσθαι, ἀλλ’ ἐνδεχομένη πεῖσαι· ἰστέον δὲ, ὡς ὅτι οὐκ ἀποδεχόμεθα οὐδὲ τὸν παρόντα Ἀριστοτελικὸν ὅρον, ἡμαρτημένος γάρ ἐστιν· ἄλλοι δὲ ὁρίζονται οὕτως· ὅτι ῥητορική ἐστιν ἐπιστήμη τοῦ εὖ λέγειν, ἀλλ’ οὐκ ἀποδεκτέον οὐδὲ τὸν ὅρον τοῦτον, καθότι εὐθέως περὶ τὸ γένος ἁμαρτάνει· οὐ γὰρ ἐπιστήμην δεῖ καλεῖν αὐτήν· ὁ δὲ Πλάτων διαβάλλων αὐτὴν καὶ κακίαν ἀποδεικνὺς οὕτως ὡρίζετο· ῥητορική ἐστι πολιτικῆς μορίου εἴδωλον τοῦ δικαστικοῦ· ἐκ τοιαύτης προφάσεως ὁρμωμένην τὴν πολιτικὴν σοφίαν εἰς δύο τινὰ διαιρεῖσθαι ἔφη, ὧν τὰ δύο τὴν νομοθετικὴν καὶ δικαστικήν φημι περὶ τὴν ψυχὴν εἶναι, τὴν δὲ γυμναστικὴν ἰατρικὴν εἶναι περὶ τὸ σῶμα· τὴν δὲ νομοθετικὴν τὴν ἐνοῦσαν ἐν τῇ ψυχῇ φυλάττειν φησὶ τὴν δικαστικὴν, τὴν ἀποῦσαν ὑγείαν ἐκ τῆς ψυχῆς ἀνακαλούμενοι τῷ φόβῳ τῶν νόμων· τὰ γὰρ δέοντα ἀποτρεπόμεθα τῶν κακῶν· εἰ δέ τις παρεκτραπεὶς πλημμελήσει, ἡ δικαστικὴ εὐθέως διὰ σωφρονισμῶν καὶ κολάσεων περιποιεῖται τὴν διαφθαρεῖσαν ὑγείαν· οὕτως καὶ ἐπὶ τοῦ σώματος ἡ μὲν γυμναστικὴ τὴν ἕξιν τοῦ σώματος φυλάττει, ἡ δὲ ἰατρικὴ τὴν ἀποῦσαν ὑγείαν ἀνακαλεῖται· ἐκ τῶν τεττάρων οὖν τούτων ἔφασκεν εἶναι τὴν σοφιστικὴν, ἥτις ἐστὶν ἡ πολιτικὴ σοφία· καὶ τὴν μὲν σοφιστικὴν τῆς νομοθετικῆς, τὴν δὲ ῥητορικὴν τῆς δικαστικῆς, τὴν δὲ κομμωτικὴν τῆς γυμναστικῆς καὶ τὴν μαγειρικὴν τῆς ἰατρικῆς· ὥσπερ γὰρ ἡ νομοθετικὴ διὰ νόμων ἀποτρέπει τὰ ἄδικα, οὕτως καὶ ἡ σοφιστικὴ διὰ μύθων καὶ μαρτυριῶν προδήλως τῶν ἀτοπημάτων ἐκτρέπουσα, καὶ πρὸς τὰ λυσιτελοῦντα τοὺς νέους ἐπάγουσα διὰ μύθων· ἔφησε γὰρ τὸν Ἡρακλέα ληφθέντα ὑπὸ τοῦ Ἑρμοῦ ἀπενεχθῆναι ἐπί τινα δύο ὄρη, ὧν τὸ μὲν ἄβατον καὶ τραχὺ καὶ ὑψηλὸν ἦν, ἐπὶ δὲ τοῦ ἀκροτάτου καθημένην γυναῖκά τινα δεῖξαι, ἥτις ἔσχε φυσικὸν κάλλος, ἐπὶ δὲ τῷ ἑτέρῳ ὄρει τόπος ἦν εὐδιάβατος, ἔνθα ἦν κόρη εὔμορφος, κεκαλλωπισμένη δέ· καὶ διὰ τούτων ἐδήλου τὴν ἀρετὴν καὶ τὴν κακίαν· διὰ μὲν τῆς ἀμόρφου τὴν κακίαν, διὰ δὲ τῆς εὐμόρφου τὴν ἀρετὴν, ἣν ἤρατο καὶ Ἡρακλῆς· εἰ δέ τις παριδὼν τὸν μῦθον τὴν κακίαν προαιρεῖται, ἡ ῥητορικὴ παρεισδύνουσα τῷ τρόπῳ τῆς δικαστικῆς σωφρονίζειν πειρᾶται· οὕτως καὶ ἡ κομμωτικὴ δοκεῖ σώζειν τὴν εὐγένειαν τοῦ σώματος· εἰ δέ τι ἀῤῥώστημα συμβῇ, διαδεχομένῃ ταύτην ἡ μαγειρευτικὴ τὸν τόπον ἐκπληροῖ τῆς ἰατρικῆς· ἐντεῦθεν οὖν ὁρμώμενος ὁ Πλάτων, ὡς εἴρηται ἀνωτέρω, ὡρίσατο τὴν ῥητορικὴν πολιτικῆς μορίου εἶναι εἴδωλον τοῦ δικαστικοῦ, ὃν οὐ παραδεχόμεθα εἶναι τῆς καθ’ ἡμᾶς ῥητορικῆς· ἰστέον γὰρ, ὅτι ῥητορικαί εἰσι τρεῖς· μία καὶ πρώτη ἡ πάντη ἀληθὴς, δευτέρα, ἡ ταύτης ἐναντία ἡ πάντη ψευδὴς, καὶ τρίτη ἡ μέση τούτων ἡ μετέχουσα καὶ ψεύδους καὶ ἀληθείας, ἥτις ἐστὶν αὕτη, ἣν μεταχειριζόμεθα· ἔστι γὰρ καὶ ψεῦδος ἀγαθὸν, καὶ χωρὶς ψεύδους ἐπὶ τὸ πλεῖστον πόλιν οὐκ ἔστιν εὑρεῖν εὐνομουμένην· ἄλλοι δὲ οὕτως ὁρίζονται· ῥητορική ἐστι δύναμις τεχνικὴ καὶ θεωρητικὴ καὶ ἑρμηνευτικὴ ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν, καλῶς δὲ ἔχει καὶ οὗτος ὁ ὅρος· οὐ γὰρ δύναμις ἡ ῥητορικὴ, ἀλλὰ τέχνη. |
| 52 | οἱ δὲ Ἑρμαγόρειοι οὕτως ὡρίσαντο αὐτὴν λέγοντες, ῥητορική ἐστι περὶ λόγου δύναμις, τέλος ἔχουσα τὸ πείθειν ὅσον ἐφ’ ἑαυτῇ· παραλέλειπται δὲ καὶ οὗτος ὁ ὅρος· οὐ περιέχει γὰρ τὸ ὑποκείμενον, τουτέστι τὰ πολιτικὰ πράγματα· προστίθεμεν οὖν καὶ τέλειον τὸν ὁρισμὸν ἀποδεικνύομεν οὕτως λέγοντες, ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πείθειν ὅσον ἐφ’ ἑαυτῇ, καὶ τοσαῦτα μὲν περὶ τῶν ὅρων εἰρήσθω. |
| 53 | ζητῆσαι δὲ λοιπὸν ἄξιόν ἐστι τὸ τρίτον κεφάλαιον αὐτῆς, τὸ ποῖόν τί ἐστιν ἡ ῥητορικὴ, καί φαμεν, ὡς χρήσιμον τῷ βίῳ καὶ ἀγαθὸν, διαιρεῖται γὰρ εἰς τρία, εἰς συμβουλευτικὸν, δικανικὸν καὶ πανηγυρικόν· τὸ γὰρ συμβουλευτικὸν λόγος ἐστὶ προτρεπτικὸς ἢ ἀποτρεπτικὸς, τέλος ἔχον τὸ συμφέρον· δικανικὸν δέ ἐστι τὸ ἀμφισβητικὸν, τέλος ἔχον τὸ δίκαιον· τὸ δὲ πανηγυρικὸν αὔξησίς ἐστι τῶν προσόντων τινὶ καλῶν ἢ κακῶν· πράττομεν δὲ τὸ συμβουλευτικὸν ἐκ τοιαύτης αἰτίας· τῶν γὰρ πραγμάτων τὰ μέν εἰσι καθ’ αἵρεσιν, τὰ δὲ κατὰ μάχην· προτρεπόμεθα τοίνυν τινὰ πολλάκις αἱρήσεσθαί τι· καὶ εἰ μὲν καταδέξεται, τὸ συμβουλευτικὸν κατεσκευάσαμεν, εἰ δὲ συστῇ καὶ μαχεσθῇ πρὸς τὸ λεγόμενον, τὸ δικανικὸν ἡμῖν εἶδος ἀνακύπτει, μετὰ δὲ ταῦτα λοιπὸν ἐπαινοῦμεν καὶ ψέγομεν καὶ ἀνακύπτει τὸ πανηγυρικὸν ἐκ τῶν προσόντων προσώπων τῶν ἀκροατῶν· διαιρεῖται δὲ τὸ δικανικὸν εἰς δύο, εἰς κατηγορίαν καὶ ἀπολογίαν, ὁμοίως καὶ τὸ συμβουλευτικὸν εἰς δύο, εἰς προτροπὴν καὶ ἀποτροπὴν, εἰς ὁμώνυμον, συμβουλὴν καὶ παραίνεσιν, τὸ δὲ πανηγυρικὸν εἰς ἐγκώμιον καὶ ψόγον· ἕκαστος γὰρ πανηγυρίζων ἢ ἐπαινεῖ ἢ ψέγει· χαρακτηρίζονται δὲ τὰ τρία εἴδη ταῦτα ἀπὸ τριῶν τινων· ἀπὸ τόπου, ἀπὸ προσώπου καὶ ἀπὸ τέλους· τόπος γὰρ τοῦ δικανικοῦ τὸ δικαστήριον· πρόσωπον δὲ ὁ δικαστὴς, τέλος δὲ τὸ δίκαιον· καὶ τὸ συμβουλευτικὸν εἰς τρία· τόπος τὸ συμβουλευτήριον, πρόσωπον ὁ βουλευτὴς, τέλος δὲ τὸ συμφέρον· τοῦ δὲ πανηγυρικοῦ τόπος τὸ θέατρον, πρόσωπον ὁ πανηγυριστὴς, ἤτοι ὁ ἀκροατὴς, τέλος τὸ καλόν· τρία δέ εἰσιν εἴδη τῆς ῥητορικῆς ἐπειδὴ τρία εἰσὶν εἴδη τῆς ψυχῆς, θυμικὸν, λογικὸν, καὶ ἐπιθυμητικὸν, καὶ τῷ μὲν θυμικῷ ἀναλογεῖ τὸ δικανικὸν, τῷ δὲ ἐπιθυμητικῷ τὸ πανηγυρικὸν, τῷ δὲ λογικῷ τὸ συμβουλευτικόν. |
| 54 | Τῶν στοχασμῶν οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ. καὶ τῶν ἁπλῶν οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ἀτελεῖς, τῶν δὲ διπλῶν οἱ μέν εἰσιν ἀτελεῖς, οἱ δὲ τέλειοι. — αʹ. Τέλειος ἁπλοῦς στοχασμός ἐστιν, οἷον σκηπτοῦ κατενεχθέντος ἐπὶ τὴν Περικλέους οἰκίαν εὕρηνται χίλιαι πανοπλίαι. βʹ. Ἀτελὴς ἐκ μόνων πραγμάτων, οἷον θάπτων τις νεοσφαγὲς σῶμα ἐπὶ ἐρημίας, ἀτελὴς δὲ ἐκ μόνων προσώπων ἁπλοῦς οὐ γίνεται κατὰ Ἑρμογένην στοχασμός· ὁ δὲ Μινουκιανὸς λέγει, ὅτι ἐκ μόνου προσώπου γίνεται ἀτελὴς στοχασμός. γʹ. Διπλοῦς τέλειός ἐστιν, ὅταν δύο πράγματα καὶ δύο πρόσωπα κρινόμενα ἔχῃ, οἷον Αἰσχίνης καὶ Δημοσθένης. δʹ. Διπλοῦς ἀτελὴς ἐκ μόνων τῶν πραγμάτων, ὅταν μόνα τὰ πράγματα κρίνηται· οἷον δύο ῥήτορες πρεσβεύσαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσιν δώρων, ἐπειδὴ ὁ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς. εʹ. Διπλοῦς ἐστιν ἐκ μόνων προσώπων, οἷον ἐπὶ σημείοις φαρμάκων ἀριστεὺς ἐτελεύτα, μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα· καὶ ἄλλως ἔστι παρὰ ταῦτα ἕτερα εἴδη στοχασμῶν διπλῶν τρία, οὓς καλοῦμεν συνεζευγμένους, ὁ ἐμπίπτων, ὁ προκατασκευαζόμενος καὶ ὁ συγκατασκευαζόμενος. |
| 55 | ϛʹ. Καὶ ὁ μὲν ἐμπίπτων γίνεται, ὅταν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλόκληρόν τι ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον, γίνεται καὶ αὐτὸ διελεῖν τελέως, οἷον ἔδει τὸν ἁλόντα προδοσίας δεδέσθαι παρὰ τῷ στρατηγῷ. ζʹ. Προκατασκευαζόμενος δὲ γίνεται, ὅταν πρὸ τοῦ ζητήματος ἀναγκαῖον ἕτερον ᾖ προκατασκευασθῆναί τι πρᾶγμα στοχαστικῶς ὡς ὂν ἢ οὐκ ὄν· πλούσιος στρατηγὸς πένητος ἐχθροῦ παῖδας ὡς προδιδόντας συνέλαβε καὶ τὰ ἑξῆς. ηʹ. Συγκατασκευαζόμενος δὲ γίνεται, ὅταν τὰ σημεῖα δι’ ἀλλήλων κατασκευάζηται· οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις πρὸς τὸν οἰκέτην τῆς γυναικός. θʹ. Διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώρισται ἀλλήλων τὰ ζητήματα, ἐνταῦθα δὲ δι’ ἀλλήλων κατασκευάζεται· πάντα ἔστι δὲ καὶ ὁ ἀπὸ γνώμης, ὃς ψιλῇ τῇ γνώμῃ ἐξετάζεται, φανεροῦ ὄντος καὶ τοῦ πράγματος καὶ τοῦ πράξαντος· οἷον ἐν δόξῃ μανίας μητρυιὰ τὸν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε καὶ ἀνενεγκοῦσα φόνου φεύγει. |