eul_wid: rhg-ap

Σημειῶδες εἰς τὰς εὑρέσεις
Notes-Discoveries

Rhetorical Treatise Anonymous Notes Discoveries PDF

7.74.(6t) ΣΗΜΕΙΩΔΕΣ ΕΙΣ ΤΑΣ ΕΥΡΕΣΕΙΣ. Σημείωσαι, ὅτι τοῦ πολιτικοῦ λόγου μέρη εἰσὶ τέσσαρα, προοίμια, διηγήσεις, πίστεις, ἐπίλογος, ἅπερ μεθοδεύονται ἀπὸ τῶν πρὸ τοῦ πράγματος καὶ ἀπ’ αὐτῶν τῶν ἐν τῷ πράγματι, καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα, καὶ λέγονται προαγῶνες καὶ ἀγῶνες, καὶ μετὰ τοὺς ἀγῶνας. καὶ πάλιν ὀνομάζονται τὰ πρὸ τῆς ὑποθέσεως καὶ τὰ ἐν αὐτῇ τῇ ὑποθέσει καὶ τὰ μετὰ τὴν ὑπόθεσιν· ἐκ τούτων δὲ καὶ τῶν ἐπικαίρων αἱ πίστεις τὸ κράτος εἰλήφασιν. Σύνοψις τοῦ πρώτου τόμου προοιμίων. Σημείωσαι, ὅτι αἱ παρατηρήσεις τῶν ἐξ ὑπολήψεως προοιμίων, αἱ ἐπὶ τοῦ πολιτικοῦ λόγου λαμβανόμεναι, εἰσὶν αὗται· πρῶτον σκοπεῖν τὸ πρᾶγμα, εἴτε ἀγαθόν ἐστιν εἴτε φαῦλον, δεύτερον τὰς περὶ τὸ πρόσωπον ὑπολήψεις, τῶν δικαζόντων φημὶ, τῶν κατηγορούντων, τῶν ἀπολογουμένων, τῶν ἐχόντων αὐτὰ τὰ πράγματα· καὶ τὰ ἐγκλήματα τῶν ἔξωθεν ἐμφαινομένων. πρῶτον τοίνυν ἀπὸ τῶν δικαζόντων ὁμοῦ γενικοὶ τόποι προοιμίων δύο, ἀπό τε τοῦ εἶναι τὸ πρᾶγμα χρηστὸν καὶ μή· δεύτερον ἐκ τῶν κατηγορούντων ὁμοῦ γενικοὶ τόποι προοιμίων καὶ αὐτοὶ ἓξ ἀπὸ ἔχθρας καὶ φθόνου· βασκαίνεται δὲ δόξα ἢ πλοῦτος· ἀπὸ δὲ τῆς ἔχθρας τῶν κατηγορούντων οὐχ ἁπλῶς ἓν γίνεται προοίμιον, ἀλλὰ διάφορα, καὶ δεῖ ποτὲ μὲν παραιτεῖσθαι τὰς ἔχθρας, ποτὲ δὲ ὁμολογεῖν· καὶ ἐκ μὲν τοῦ παραιτεῖσθαι τρεῖς τόποι προοιμίων, ἐκ δὲ τοῦ ὁμολογεῖν εἷς· ἐκ δὲ τῶν ἀπολογουμένων πάλιν ὁμοῦ γενικοὶ τόποι προοιμίων τρεῖς, ὁ ἀπὸ εὐνοίας καὶ κέρδους, οὓς ποτὲ μὲν παραιτούμεθα, ποτὲ δὲ κατά τινα λόγον ὑποδεχόμεθα, καὶ ὁ ἀπὸ τῶν προσηκόντων, οἷον ἐὰν ὑπὲρ συγγενῶν ποιώμεθα τοὺς λόγους.
7.75 ἐκ δὲ τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα ὁμοῦ γενικοὶ τόποι προοιμίων τέσσαρες, καὶ ἐὰν κατηγορῶμεν, τὰς φύσει προσούσας φαύλας ὑπολήψεις βεβαιώσομεν, ἢ τὰς χρηστὰς διαλύσομεν· ἐὰν δὲ ἀπολογώμεθα, τοὐναντίον ποιήσομεν, τὰς μὲν χρηστὰς βεβαιοῦντες ὑπολήψεις, τὰς δὲ φαύλας διαλύοντες· ἐκ δὲ τῶν ἔξωθεν ἐμφαινομένων γενικὸς τόπος προοιμίων εἷς, ὅταν λέγωμεν, τί ἂν βούλοιντο τέλος οἱ πολέμιοι καὶ οἱ ἐχθροὶ γενέσθαι· καὶ οὗτοί εἰσι καὶ οὕτω γίνονται καὶ καλοῦνται οἱ ἐκ τῶν ὑπολήψεων ἑκκαίδεκα τόποι προοιμίων· ἐκ δὲ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων ὁμοῦ γενικοὶ τόποι τρεῖς, ἀπὸ δύο πεπραγμένων ἀδικημάτων, ὧν καὶ τὸ ἕτερον ἀναδέξασθαι δύναται κρίσιν, δεύτερον δὲ, ὅταν περὶ τὸ ἓν πρόσωπον δύο ὑπῶσιν ὑπολήψεις, ἥ τε φύσει προσοῦσα, καὶ ἡ ἐπιγινομένη· τρίτον, ὃ καλεῖται τοῦ ἀθρόου πρὸς τὸ μέλλον ὑποδιαίρεσις· τῶν δὲ ἐκ περιουσίας προοιμίων ὁμοῦ γενικοὶ τόποι τρεῖς· πρῶτος, ὅταν μικροτέρου κρίνοντες δυνώμεθα λέγειν, ὅτι ἐδυνάμην καὶ μείζονος αὐτὸν κρίνειν· καὶ πάλιν κατά τινα λόγον ἔτι μείζονος, καὶ τρίτον ὅταν εὐεργετήσας τις τιμωρίας ἀντὶ τιμῆς ἠξίωται.
7.76 Τὸ ἀπὸ καιροῦ προοίμιον γενικὸν τόπον ἕνα ἐπέχει, καίπερ ὂν ἄφατον καθ’ ὑπερβολὴν τῇ δυνάμει· τὸ ἀπὸ τῶν ἐσχηματισμένων προβλημάτων προοίμιον καὶ αὐτὸ γενικὸν τόπον ἕνα ἐπέχει· τὸ ἀπὸ τοῦ ἀντιθέτου προοίμιον καὶ αὐτὸ γενικὸν τόπον ἕνα ἐπέχει· ὅπερ ἐστὶν ζηλωτὸν καὶ παγκόσμιον καὶ πάντα νοῦν κοσμοῦν· καὶ γὰρ καὶ περιοδικῶς καὶ πνευματικῶς καὶ ποικίλως ἀεὶ συντίθεται· ὁμοῦ δὲ πάντες τόποι τῶν προοιμίων εἰσὶ πέντε καὶ εἴκοσιν· ἑκκαίδεκα μὲν ἐξ ὑπολήψεως, ἐξ ὑποδιαιρέσεως δὲ καὶ ἄλλως ποικίλως ἐννέα. Σημείωσαι δὲ, ὅτι σύγκειται πᾶν προοίμιον ἐκ προτάσεως, ἐκ κατασκευῆς τῆς προτάσεως, ἐξ ἀποδόσεως, ἐκ βάσεως, ἥτις οὐκ ἀεὶ ἐμπίπτει· καὶ εἰ μὲν πολιτικῶς ἐθελήσεις στῆσαι τὸ προοίμιον, εἰς τὴν ἀξίωσιν ψιλὴν αὐτὸ κατάπαυσον, εἰ δὲ πανηγυρικῶς, πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν. κῶλα δὲ προοιμίων ἐν μὲν τοῖς πολιτικοῖς τὰ μακρὰ καὶ σχοινοτενῆ, ἐν δὲ τοῖς παθητικοῖς τὰ συνεστραμμένα καὶ εὔκολα. περιβάλλονται δὲ τὰ προοίμια καὶ διὰ μόνων λέξεων καὶ δι’ αὐτῶν τῶν κώλων καὶ κομμάτων· καὶ λοιπὸν αὕτη ἐστὶν, καὶ οὕτω γίνεται καὶ καλεῖται ἡ μικρὰ σύνοψις τοῦ πρώτου τόμου τῶν προοιμίων.