eul_wid: rye-ba

Περὶ τῆς τοῦ βασιλέως φιληκοΐας
On the King's Love of Praise

Themistius the Philosopher On the King's Love of Praise PDF

t 1 [5] ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΦΙΛΗΚΟΙΑΣ Ἆρα ὅστις εὐδόκιμος εἶναι ἐσπουδάκει ἐφ’ ἱππηλασίᾳ καὶ τῆς τοῦ Νέστορος ἐφίεται ἐπωνυμίας, ἣν ἐκείνῳ δίδωσιν Ὅμηρος ἐν τῇ ποιήσει, ἱππότην αὐτὸν καὶ ἱππηλάτην συνεχῶς ἐπονομάζων, τούτῳ οἷόν τε ὀλιγώρως ἔχειν τῆς ἱππικῆς τέχνης καὶ οὐχ ἅπαντα ἐκπονεῖν ἀκριβῶς ὅσα ἀποδείξει αὐτὸν ἀγαθὸν ἱππέα; οἷον ἀναβαίνειν τε ἵππον ῥᾳδίως καὶ ἐγκαθίζεσθαι κούφως καὶ ἀποπηδᾶν ξὺν ῥᾳστώνῃ καὶ τὰ χαλινὰ ἐπέχειν τε ἵνα καιρὸς καὶ αὖθις ἵνα χρὴ ἀφιέναι, θαρροῦντα μὲν τοῖς λείοις καὶ ἀναπεπταμένοις δαπέδοις, εὐλαβούμενον δὲ τὰ δυσόριστα καὶ στενόπορα, ὥς που καὶ παρ’ αὐτῷ Ὁ μήρῳ ἀγανακτεῖ πρὸς τὸν Ἀντίλοχον ὁ Μενέλεως ἐν τῷ ἀγῶνι τοῦ ἱππικοῦ δρόμου ὃν ἐπὶ Πατρόκλῳ ἔθηκεν Ἀχιλλεύς, ὅτι ἐπιθυμίᾳ τῆς νίκης τὸν κίνδυνον οὐ προορῴη, μὴ ἀνέχων τοὺς ἵππους, ἀλλ’ ἐπισπέρχων ἐν χωρίῳ στενῷ καὶ ἀποκρήμνῳ.
217 b [5] εἶεν. ὅστις δὲ ἐπὶ τοξικῇ ἐλλόγιμος εἶναι ἔρωτα ἔχει, οὗτος ἐν ἄλλῳ τῳ διατρίβει μᾶλλον ἢ ἐν τῷ μελετᾶν συνεχῶς εὐτόνους τε ἅμα καὶ ἐπισκόπους πέμπειν τοὺς οἰστούς; καὶ τρίβονται αὐτοῦ αἱ χεῖρες περὶ τὴν νευρὰν καὶ τὴν γλυφίδα, καὶ τοσαύτη αὐτοῦ ἡ μελέτη καὶ ἡ ἐπιστήμη ὅση ἡ τοῦ Κρητὸς Μηριόνου· ὥστε καὶ εἰ τῆς πελειάδος ἀποτυγχάνει, τῆς μηρίνθου γε μὴ ἁμαρτεῖν. τὸν δὲ ἐφ’ ὁπλομαχίᾳ βουλόμενον ἐπαίνου τυχεῖν τί ἄρα φῶμεν, ὦ γενναῖοι, παντάπασιν ἀμελοῦντα ὁπλομαχίας, καὶ ἄπειρον μὲν τοῦ ἐπὶ δεξιά, ἄπειρον δὲ τοῦ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, ταύτην ἐλπίζειν τὴν εὐφημίαν καὶ ὀνειροπολεῖν τέχνης ἐπαίνους, ἣν οὐκ ἐξήσκησεν; ἵν’ οὖν μὴ καὶ τὸν κυβερνήτην ὑμῖν ἐπάγω καὶ τὸν ποιμένα καὶ τὸν ἰατρὸν καὶ ἅπαντας δεικνύοιμι τούτους, ὅταν ἐφίωνται τῶν ἐπαίνων ἐπὶ τῇ τέχνῃ, ἐφίεσθαι χρῆναι καὶ τῶν ἔργων τῶν ἐκ τῆς τέχνης, ἐπ’ αὐτὸ δὴ ἔρχομαι τὸ κεφάλαιον ὧν προὐθέμην.
217 d [5] Ἆρα εἴ τις ὑψοῦ προκαθήμενος καὶ ἁλουργίδα ἠμφιεσμένος καὶ ἐπιτροπεύων σχεδόν τι ἅπασαν γῆν τε καὶ θάλασσαν, ὅσης τε αὐτὸς προστατεύει καὶ ὅσην ῥύεται καὶ ὅσῃ συγχωρεῖ τὴν ὀργήν, διψῇ οὗτος ἐπαίνων ἀληθινῶν καὶ οὓς οἶδεν ἄνευ θωπείας αὐτῷ προσιόντας, τούτῳ ἄρα ἡ γνώμη οὐ τεθάρρηκεν ὑπὸ τῆς ἄνωθεν ψήφου, καὶ ὃ μεταχειρίζεται ἤδη ἕκτον ἔτος ἀκέραιός τε καὶ ἄτρωτος μᾶλλον ὑπὸ ψόγου ἢ σιδήρου; ἀναμνήσθητε τοίνυν τοῦ πρώτου συλλόγου καὶ τοῦ μέλους τοῦ Βοιωτίου, ἐφ’ ᾧ ὁ σύλλογος.
218 a [5] οὐ γὰρ ἀπόχρη τῷ ἀνδρὶ τούτῳ εἰσιόν τι μέλος πεποιημένον τῆς προκειμένης θοίνης ἀπολαύειν, ἀλλ’ ἐδυσχέραινε καὶ ᾐτιᾶτο ὅτι μὴ εἰσφοιτᾷ ἤδη χρόνοις αὐτῷ ἡ φιλοσοφία, μηδὲ θαμίζει δορυφοροῦσα εἰς τὰ βασίλεια, ὡς πάλαι εἰώθει. Φωκίων μὲν γὰρ ὁ χρηστός, ἐπεὶ δημηγορήσαντι αὐτῷ προθυμότερον συνεπήχησεν ὁ δῆμος ὁ Ἀθηναίων, μή τι ἄρα, ἔφη, κακὸν εἰπὼν λέληθα ἐμαυτόν; βασιλεὺς δὲ οὐ λέγουσαν φιλοσοφίαν, ἀλλὰ σιωπῶσαν, ὕποπτον ποιεῖ καὶ τὴν σιωπὴν αὐτῆς ἀντὶ σημείου λαμβάνει τῆς ἐνδείας τῶν ἔργων.
218 b [5] ὅστις οὖν ἐπαίνου αὐτῷ εἰσιόντος καὶ τούτου λαμπροῦ τε καὶ μετεώρου καὶ δι’ ὑψηλῶν ὀνομάτων καὶ ἐξ αὐτοῦ σχεδὸν τοῦ Ἑλικῶνος, περισκοπεῖ τὸν πεζὸν ἐπαινέτην καὶ λιπαρῶς ἔχει τοῦ ἀκομμώτου ὕμνου καὶ ἀνηδύντου, οὐκ ἔνδηλός ἐστιν ἐπίπροσθεν ἄγων ἀλήθειαν καλλιεπείας; Τοῦτο δὲ οὐκ ἂν ἄλλως αὐτῷ συμβαίνοι, εἰ μὴ ἐγκύπτων πρῶτον εἰς ἑαυτὸν καὶ τὰ ἑαυτοῦ ἔργα ἐπισκοπῶν πλοῦτον ὁρῴη πράξεων ἀγαθῶν καὶ καλῶν, ἃς οὐκ ὀκνεῖ ᾄδειν ἐπιψηφίζουσα ἡ φιλοσοφία.
218 c [5] ἐπίσταται γάρ, ὡς ἔοικε, τοὺς μὲν ἄλλους λόγους, ὅσοι εἰσφοιτῶσιν αὐτῷ παρὰ τῶν ποιητῶν καὶ τῶν συγγραφέων, ἐντιμότερον ὡς τὰ πολλὰ ποιουμένους τὸ δοκοῦν τοῦ ὄντος καὶ τοῦ ὠφελίμου τὸ κεχαρισμένον. ταῦτά τοι καὶ εἰσιέναι ἐσκευασμένους πρὸς ἡδονήν, ὥσπερ Ὅμηρος λέγει τὴν Ἥραν εὖ ἐντύνασαν ἑαυτὴν ἀφικέσθαι παρὰ τὸν Δία, ἀμπεχόνῃ τε ἁλουργεῖ καὶ καλύπτρᾳ καὶ ἐλλοβίοις, καὶ ἐπὶ πᾶσι τῷ κεστῷ αὐτῷ τῆς Ἀφροδίτης.
218 d [5] οὕτω δὲ καὶ τούτους τοὺς λόγους πολὺν ἐνδύεσθαι τὸν ἔξωθεν κόσμον σχημάτων τε καὶ ὀνομάτων, καὶ τούτων εὖ μὲν ἐπειλεγμένων καὶ συνηρμοσμένων τῇ γνώμῃ, ἐνδήλους εἶναι ὅτι οὐ μόνα θαυμάζουσιν ὅσα θαυμαστὰ ἀληθινῶς, ἀλλὰ καὶ ὅσα οἱ παλαιοὶ οἴονται μακαριστὰ εἶναι, δύναμιν καὶ τέχνην καὶ οὐσίαν. μόνην δὲ δεῖ ἄρα ταύτην τὴν τέχνην ζητεῖν καὶ γινώσκειν, τίς ἀληθινῶς βασιλεὺς καὶ τίνα σημεῖα αὐτοῦ καὶ γνωρίσματα· ὅτι οὐ χρυσὸς ἀετὸς οὐδὲ δράκοντες λεπτῶν ὑφασμάτων οὐδὲ μὰ Δία τοξεύεσθαι ἐπίσκοπα καὶ ἀκοντίζειν· ταῦτα γὰρ οἶμαι καὶ Νέρωνι ὑπῆρχε κιθαρῳδοῦντι καὶ Δομετιανῷ μελαγχολῶντι· ἀλλ’ εἰ ἡ ψυχὴ ἄνω ὁρῶσα πρὸς τὸν τοῦ παντὸς βασιλέα συντεταμένη καὶ ἀρχομένη ἐκεῖθεν ὅσα οἷόν τε ἀρύεται ἐκ τοῦ οὐρανοῦ τῇ ἐπὶ τῆς γῆς βασιλείᾳ.
219 a Ὧν καὶ σύ, ὦ χρηστέ, ἀρυόμενος οὐκ ἐδεήθης τῶν τοξοτῶν οὐδὲ τῶν ὁπλιτῶν οὐδὲ τῶν Ἀρμενίων οὐδὲ Ἰβήρων οὐδὲ ἵππου πεφραγμένης, ὥστε τὴν φλόγα σβέσαι τὴν Σκυθικήν, ἀλλὰ μόνῃ τῇ σῇ βουλῇ καὶ τῇ σῇ γνώμῃ ὑφ’ ἑαυτῆς ἡ φλὸξ ἐκείνη ἀπεμαράνθη.
219 b [5] οὐ γὰρ κάτω σοι νεύει τὰ ὄμματα οὐδὲ ὁ νοῦς ἔμφροντίς ἐστιν ὁπόθεν τὸ χρυσίον πλεῖον ἔσται σοι ἢ τὸ ἀργύριον, ἀλλ’ ὁπόθεν σοι πλεονάσουσιν οἱ τῶν ἀγαθῶν πράξεων θησαυροί, οἳ μόνοι ἄσυλοι καὶ ἀνάλωτοι. ταῦτ’ οὖν γινώσκων, ὡς ἔοικεν, ὦ σοφώτατε, μόνης ταύτης μαθήματα καὶ διδάγματα τῆς ἐπιστήμης, εἰσπράττεσθαι αὐτὴν οὐκ ὀκνεῖς ἐν μέσῳ τε καὶ ἐφ’ ἁπάντων τὸ ἔργον ἐφ’ ᾧ ἔταξεν ἑαυτήν, οἷόν τινα ἐτήσιον εἰσφοράν.
219 c [5] καὶ οὐκ ἐφίστης μόνῃ τῇ εἰσπράξει ἀρχήν τινα καὶ στρατιώτην, ἀλλ’ αὐτὸς κατεπείγεις καὶ αὐτὸς ἐπαναγκάζεις καὶ αὐτὸς ἀποδέχεσθαι τὴν εἰσφορὰν ταύτην διανοῇ. τυχὸν δὲ καὶ αὐτὸς εἰσιὼν ἂν καταλάβοις τὸ ταμιεῖον. διπλῇ οὖν με ἐπιγαυροῦσθαι προσήκει, καὶ ὅτι τὰ παιδικά μοι οὕτως διοικεῖται ὥστε ἐρᾶν τέχνης δυσχεραινούσης ψευδολογίαν, καὶ ὅτι φιλοσοφία πεπίστευται μόνη ἀξιόπιστος εἶναι καὶ ἐπαινέτις παμβασιλείας.
219 d [5] Ἀλλ’ εὖ τοι γίνωσκε, ὦ χρηστέ, ὅτι τὸ αἴτιον τούτου τοῦ ὄκνου τοὐναντίον ἐστὶν οὗ σὺ ὑποπτεύεις· οὐ σπάνις νεουργῶν ὑποθέσεων, ἀλλὰ πλῆθος. ἀεὶ γὰρ ἐπιδεικνύμενος πλείω τὰ ἀγαθὰ καὶ προσυφαίνων ὁσημέραι καὶ ὅσαι ὧραι, οὐκ εὐαγκάλους μοι ἔτι τοὺς λόγους ποιεῖς. οὐδ’ ὅσα ἂν τήμερον ὑφήνῃς, μόνον αὖθις ἀναλύεις, ἀλλὰ καταπυκνοῦταί σοι μᾶλλον ἀεὶ τὰ ποικίλματα τῆς ἀρετῆς, καὶ ὁπότε μοι ἐπὶ νοῦν ἔλθοι πρᾶξίν τινα παρὰ σοῦ πεπραγμένην ἢ καλῶς ῥηθέντα λόγον ἀδεκάστῳ ὕμνῳ ἐπικοσμῆσαι, εὐθὺς ἐπιρρέοντα ἄλλα καὶ ἄλλα πολλὰ τὰ ἐφεξῆς καταχώννυσί τε καὶ ἐπισκιάζει ἐφ’ ἃ ὡρμήθην· καὶ αὖθις ὅτε τὰ πρῶτα ἀφεὶς τὰ δεύτερα μεταχειρίζομαι, τρίτος τις καὶ τέταρτος ἀριθμὸς ἐπιὼν ἐκθλίβει τὴν ἐπὶ τοῖς προειρημένοις τριβήν.
220 b [5] πάσχω οὖν ὅπερ οἱ λίχνοι τῶν δαιτυμόνων, ἀπογεύομαι ἀεὶ τοῦ παραφερομένου ἁρπάζων, ἐμπίπλαμαι δὲ οὐδενὸς ἱκανῶς· ἢ ὅπερ μᾶλλον αἱ κύνες θηρεύτριαι, ἑνὸς μὲν αὐταῖς ἀναφανέντος θηρίου προσκαρτεροῦσιν ἐκείνῳ καὶ προσλιπαροῦσιν, ἄχρι ἂν ἕλοιεν· εἰ δὲ πολλὰ ἅμα καὶ πολλαχόθεν ὑποκινοίη, ἀεὶ τὸ φανὲν μεταθέουσαι ἀποφυγγάνειν τὸ πρόσθεν ἐῶσι. ἦ που καὶ τὸν Διὸς Ἡρακλέα οὐ νέμεσις τοῖς τότε ὑμνοποιοῖς εἰ ῥᾷον ἐπῄνουν ἐναρχόμενον τῶν ἄθλων μᾶλλον ἢ ἐπιδιδόντα.
220 c [5] Οὕτω δὴ καὶ τὰ σά, ὦ φέριστε, ἔχει. προσαύξεις ἀεὶ τοὺς ἄθλους τοὺς βασιλικοὺς καὶ ἐπιδίδως τῷ ἀριθμῷ, καὶ οὐκέτι μοι εὐθαρσὴς ἡ Μοῦσα τῷ δρόμῳ τῶν ἔργων ἁμιλλωμένη. οὐ γὰρ ὑπόπτεροι αὐτῆς οἱ λόγοι οὐδὲ κοῦφοι καὶ ὑπήνεμοι, ἀλλὰ σχολαῖοί τε καὶ βραδεῖς καὶ περιαθροῦντες ἕκαστον τῶν πραττομένων, οὐ μόνον ὅ τι ἐπράχθη, ἀλλὰ καὶ ἐξ ἧς γνώμης καὶ ὁπηνίκα καὶ πρὸς ὅντινα καὶ ὑπὲρ ὅτου.
220 d [5] πολλάκις γὰρ τὸ μὲν ἔργον οὐ λίαν μέγα, ἡ γνώμη δὲ μεγάλη καὶ ἀξιέπαινος· οἵα που καὶ ἡ πρώτη ἦν ἐκστρατεία τε καὶ ὁρμὴ ἐπὶ τὸν Ῥῆνον· ἔργον μὲν αὐτῇ οὐκ ἠκολούθησεν ἐμφανὲς τοῖς πολλοῖς, ἡ διάνοια δὲ ὑπερήφανος καὶ βασιλική, τιμωρῆσαι τῷ ἀρχηγέτῃ πρὸ ὥρας ἀνηρπασμένῳ καὶ τὸ λείψανον ἐκείνης περισῶσαι τῆς γενεᾶς. καὶ ὅτῳ τοῦτο μικρὸν δοκεῖ, ἐνθυμηθήτω ὅτι αὕτη ἡ γνώμη μόνη καὶ ἡ ὁρμὴ καὶ ἡ ἐπιβολὴ τὴν τόλμαν ἔστησε τῆς ἑσπέρας ἤδη σφριγώσης, ὥσπερ ὁ Ἀχιλλεύς, ἡνίκα ἀπόμαχος ἦν, οὔπω τῶν ὅπλων αὐτῷ ἐκ τοῦ οὐρανοῦ κεκομισμένων, ἀλαλάξας τε καὶ μόνον ἐμβοήσας καὶ ἐξαλόμενος τῆς σκηνῆς ἔσβεσεν ἀναπτομένην ἤδη τὴν φλόγα τοῦ ναυστάθμου τοῦ Ἑλληνικοῦ καὶ τοὺς Τρῶας κατεπλήξατο τῆς αὐθαδείας.
221 a [10] Ταῦτα οὖν μοι περὶ ἕκαστον ἐπισκοποῦντι ἀτρέμα χρῆσθαι ἀνάγκη τῇ πινακίδι καὶ τῷ σιδηρίῳ. ἐπεὶ καὶ ὅτι τῶν εἰσφορῶν ἐπεκούφισας ἄχθος, ἐνταῦθα οὖν πάλιν ἐμοὶ τοῦ ποσοῦ θαυμαστότερον τὸ ὁπότε.
221 b [5] ἡνίκα μὲν αὔξησιν ἐδεδίειμεν καὶ ἐπιθήκην, σταθμώμενοι ἀεὶ τῇ δαπάνῃ ἐπιδιδούσῃ, τότε ἀφελὼν τῶν φορτίων τῆς χάριτος μεῖζον ἐποίησας τὸ παρ’ ἐλπίδα. ἀμέλει τέως μὲν ξὺν ἀπειλῇ καὶ ξὺν ἀνάγκῃ ξυνεφοίτα ἡμῖν ἡ σιτοπομπία, νῦν δὲ θᾶττον πτεροῦ καὶ νοήματος ἑκούσιος καὶ αὐτοκέλευστος ἀφικνεῖται. ὑπηρετεῖ καὶ ἡ θάλαττα τῇ τοῦ βασιλέως ὁρμῇ καὶ ὁ χειμέριος εἴσπλους τοῦ θερινοῦ ἀκυμαντότερος ταῖς ὁλκάσιν. οὔκουν αἱ σιτοθῆκαι μεσταὶ εὐρῶτος καὶ ἀραχνίων, ἀλλ’ ὑπερχειλεῖς καὶ ὑπέραντλοι, καὶ ἐπανήκει ἡμῖν τὸ θάρσος, ὃ πάλαι ἐπιλελοίπει, καὶ χειμερίζομεν ἤδη εὐέλπιδες ὑπὲρ τῆς τοῦ ἦρος εὐετηρίας.
221 c [5] Ὥστε οὐδὲ ἀπαξιοῖ βασιλεὺς αὐτόπτης γίνεσθαι τούτων τῶν θησαυρῶν, ἀλλὰ τὰ μὲν τοῦ χρυσοῦ ταμιεῖα ἑτέροις φύλαξιν ἐπιτρέπει, τὰ σιτοφυλάκια δὲ οὐκ ὀκνεῖ οὐδὲ ἔλαττον ἑαυτοῦ ποιεῖται, αὐτὸς περινοστεῖν. Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς ᾤετο βασιλικώτερον εἶναι χρυσοῦ μᾶλλον ἔμπλεα τὰ ταμιεῖα ἢ σίτου ἐπιδεικνύναι. ὥστε καὶ πρὸς Σόλωνα τὸν Ἀθηναῖον οὐ πυρῶν σωροῖς, ἀλλὰ χρυσοῦ ψήγμασιν ἐκαλλωπίζετο, ἃ οὐχ ἡ γῆ αὐτῷ ἐδωροφόρει, ἀλλὰ ποταμὸς ἀλαζών, πλοῦτον ἄκαρπον καὶ ἀβλαστῆ, 〈 *** 〉 καὶ οἱ εὐποροῦντες λιμῷ ἀπολεῖσθαι, ὥσπερ ὁ Μίδας ἐκεῖνος ὤνητο τῆς εὐχῆς ἐν ἀφθονίᾳ χρυσοῦ τροφῆς ἐνδεὴς τελευτήσας.
221 d τοιγάρτοι Κροῖσον μὲν οὐκ ἀπέφηνεν ὁ Σόλων ὀλβιώτατον τῶν τότε ἀνθρώπων, ἀλλὰ Τέλλον τὸν Ἀθηναῖον καὶ τοὺς Ἀργείους νεανίσκους καὶ ἅπαντα μᾶλλον ἢ Κροῖσον.
222 a [5] βασιλέα δ’ ἂν ἀπέφηνεν ὀλβιώτατόν τε καὶ εὐδαιμονέστατον, ᾧ πλοῦτος τοσοῦτον βόσκει στρατὸν ὅσον οὔποτε ἡ Ῥωμαίων ἡγεμονία, χωρὶς μὲν ἐπὶ τῷ Ῥήνῳ, χωρὶς δὲ νῦν ἐπὶ τῷ Βοσπόρῳ, χωρὶς δὲ ἐπὶ τῷ Τίγρητι, βόσκει δὲ τὸ μέγα τοῦτο ἄστυ καὶ τὸν πολὺν δῆμον, καὶ οὐ μόνον βόσκει, ἀλλὰ καὶ ἐκτίνει τὸ ἐνδεῆσαν ὑπὸ τῆς πάλαι ῥᾳδιουργίας, καὶ οὐκ ἐκτείνει μόνον, ἀλλὰ καὶ ἐπαύξει τὸ σιτηρέσιον, ὅτε ἀγαπητὸν ἦν μὴ ἐλαττῶσαι. οὔκουν δεῖ ἡμῖν ξενηλασίας συνεχοῦς, καθάπερ τῇ μητροπόλει, φαρμάκου τῆς ἐνδείας χαλεπωτέρου, ἀλλ’ ἐπιρρέουσιν ἀκωλύτως σὺν τῇ τῶν καλῶν περιουσίᾳ οἱ χρησόμενοι αὐτοῖς ἐπ’ ἐξουσίας.
222 b [5] Τοιοῦτον μὲν δὴ τῶν ἔργων τοῦ βασιλέως τὸ ὑπὲρ ὅτου καὶ τὸ ὁπότε. τὸ δὲ δὴ ὑψηλόνουν καὶ τελεσιουργὸν καὶ μεγαλεῖον ζητεῖτε ἄρα παρὰ τοῦ λόγου, καὶ οὐκ ἐμπελάζει ὑμῶν τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῦ ἄστεος τὸν κύκλον ὁρᾶτε ἐξ ἡμιδεοῦς γέμοντα ἤδη ἀφράστου ἡδονῆς, καὶ οὐ τὰ κενὰ τοῦ περιβόλου κρείττονα τῶν συνοικουμένων, οὐδὲ γεωργοῦμεν εἴσω τείχους μείζονα χῶρον ἢ κατοικοῦμεν, οὐδὲ ὄρειον τὸ κάλλος τῆς πόλεως καὶ διεσπασμένον, ἀλλ’ ἐμπέπλησται ἅπας καὶ ἐξύφανται οἷον πέπλος ἄχρι τῶν θυσάνων πεποικιλμένος χρυσῷ καὶ πορφύρᾳ αὐλῇ τε βασιλέως ἐπωνύμῳ καὶ λουτροῖς δὴ καὶ στοαῖς καὶ ἡβητηρίοις, καὶ τὸ κράσπεδον πάλαι τῆς πόλεως νῦν ὀμφαλός.
222 c [5] ὦ πάτερ, ὦ εὔδαιμον Κωνσταντῖνε, ἆρα αἰσθάνῃ ὅτι τὴν πόλιν ὁ βασιλεὺς ἀντὶ λαγαρᾶς καὶ ὑποσόμφου μεστὴν ἐποίησεν ἀγλαΐας, καὶ τὸ κάλλος αὐτῆς ἤδη ἀληθινὸν καὶ οὐκέτι σκιαγραφία; Καὶ δὴ οὐ τὰ μὲν κοινὰ ἐπιδίδωσι, τὰ δὲ ἴδια ἀπολισθαίνει, ἀλλ’ αὔξεται ὥσπερ ζῷον ἅμα ἡ πόλις, καὶ μιᾶς ὥσπερ ἅπαντα κατεχούσης ἐπιπνοίας ἐκ τοῦ ζήλου τοῦ βασιλικοῦ καὶ ἄρχοντας καὶ ἰδιώτην, ὃς μὲν πρόδομον ἐγείρει, ὃς δὲ θάλαμον, ὃς δὲ ἀνδρῶνα, ὃς δὲ καὶ ἑπτάκλινον ἢ ἐννεάκλινον οἶκον, τῷ δὲ καλλύνονται οἱ τοῖχοι καὶ τὰ ἐδάφη λίθῳ Λακαίνῃ καὶ Λιβύσσῃ καὶ Αἰγυπτίᾳ, καὶ δείκνυσιν ἀπειρόκαλον τὸν Μενέλεων, χαλκῷ τοὺς τοίχους τῆς οἰκίας ἀλείψαντα καὶ ἀργύρῳ· ἀπολαύει δὲ καὶ τὰ προάστεια τῆς περὶ τὸ ἄστυ φιλοτιμίας, χέρσῳ τε θαλάσσης ἐπιούσης καὶ θεάτρων ἁμίλλης, νεῶν πορθμῶν χειρι *** .
223 a [10] μεστὴ δὲ ἡ πόλις τεκτόνων καὶ οἰκοδόμων καὶ ποικιλλόντων καὶ παντοδαπῆς δημιουργίας, καὶ εἴποις ἂν αὐτὴν ἐργαστήριον μεγαλοπρεπείας. ὥστε εἰ κατὰ λόγον ὁ ἔρως ἐπιδιδοίη τῷ βασιλεῖ, εἰς νέωτα ἡμῖν ἑτέρου κύκλου δεήσει, καὶ ἀμφισβητήσιμον ἤδη ἔσται εἰ μείζων καὶ ἀριπρεπεστέρα ταῖν πόλεοιν, ἣν Θεοδόσιος προσύφηνε τῇ Κωνσταντίνου, ἢ ἣν ὁ Κωνσταντῖνος τῇ Βύζαντος.
223 b [10] ἐγώ τοι καὶ αὐτός, ὦ μακάριε, εἴπερ ἑπόμενόν μοι ἤδη τὸ σῶμα ἦν, βουλοίμην ἂν ἐξικέσθαι ἐπὶ μακρότερον χρόνον, οὔτι ἄλλης ἕνεκεν ἡδονῆς—πᾶσαι γάρ μοι ἐκλέλυνται καλῶς ποιοῦσαι—ἀλλ’ ὅπως ἂν γενοίμην καὶ τρίτης πόλεως θεατής, ἣν προσοικοδομήσει οὐκ εἰς μακρὰν ὁ ἀρχηγέτης. Καὶ οὐκ ἔξω μοι ἐλπίδος ἐστὶν αὕτη ἡ προθυμία.
223 c [5] οὕτω γάρ μοι ἀλεξίκακος βασιλεὺς καὶ πρὸς τὴν τοῦ σώματος ἀδυναμίαν ὥστε, εὖ ἴστε, ὦ φίλοι, ὅτι καὶ νῦν με ἐπικελεύσας τὴν μουσικὴν αὖθις ἀναλαμβάνειν μᾶλλον ἐπήρκεσε τῶν Ἱπποκράτους φαρμάκων. καὶ βαδίζω ῥωμαλεώτερον ἢ προτοῦ, καὶ φθέγγομαι ἐξάκουστα μᾶλλον, καὶ οὐκ ἀποκέκλεισταί μοι τὰ σιτία οὐδὲ τὰ πόματα, ἀλλὰ τῇ τῆς ψυχῆς φιλεργίᾳ καὶ τὸ σῶμα συνανηβᾷ καὶ συνανακύπτει καὶ τὸ γῆρας συναποξύεται. ὥστε οὐκ ἂν θαυμάσαιμι εἰ οὕτως ἔχων μὴ ὑστάτην ὑμῖν ταύτην ᾄσαιμι τὴν ᾠδήν, ὥσπερ οἱ κύκνοι ᾄδουσι πρὸ τοῦ θανάτου εἰς τὸν θεὸν οὗ εἰσιν ὑποφῆται καὶ πρόσπολοι, ἀλλ’ ἐπιδαψιλεύσεταί μοι ὁ μουσηγέτης καὶ ἀμείνονος καιρὸν μελῳδίας.
223 d [5] τὰ μὲν γὰρ φάρμακα τῆς Κολχίδος ἐξηπάτησε τὰς Πελιάδας, ὑποσχομένης τὸν πατέρα αὐταῖς ἀντὶ πρεσβύτου νέον ποιήσειν, βασιλεὺς δὲ εἰς ἀληθινήν με ἀκμὴν ἐπανάγει, οὐ τοσοῦτον οἷς ἐγείρει οἰκοδομήμασιν, ἀλλ’ ὅτι αὐτὸς αὔξει ἀεὶ καὶ ὅτι αὐτὸς ἐπιδίδωσι καὶ ὅτι αὐτὸς γίνεται μείζων καὶ φιληκοώτερος καὶ εὐμαθέστερος, διὰ τοῦτό μοι ἐξεγείρει τὸν νοῦν καὶ ἐρεσχελεῖ καὶ ἐρεθίζει καὶ οὐκ ἐᾷ καταφέρεσθαι εἰς ὕπνον καὶ χάσμην ὑπ’ ἀργίας, ἀλλ’ ἀπαυδῶντα καὶ παρειμένον, οἷόν τινα εὐδόκιμον στρατιώτην ἀνακαλεῖται καὶ ἀναζώννυσιν ἐπὶ τοὺς λόγους, παρέχων καλὰς ἀφορμὰς καὶ τῇ τέχνῃ διδοὺς χορηγίαν.
224 a [10] οὐκ ἄρα ἐγὼ σπουδαρχιῶν ὑπέσχον τὼ χεῖρε τῇ πολιαρχίᾳ, ἀλλὰ σφοδρὸν ἔρωτα ἐρασθείς, τὰ αὐτὰ ἀποφῆναι φρονοῦντα τὸν βασιλέα Πλάτωνι τῷ θεσπεσίῳ ὑπὲρ τῆς ἀνθρωπίνης εὐδαιμονίας.
224 b [5] καὶ ὅτι μὲν οὐκ ἐπήλεγκται οὔτε βασιλέως ἡ ψῆφος οὔτε ὁ Πλάτωνος λόγος ἄλλου ἂν εἴη λέγειν καὶ οὐκ ἐμόν. Ἐγὼ μέντοι οὐκ ἐπ’ ἐκείνῃ τῇ δέλτῳ, ἀλλ’ ἐπ’ ἄλλῃ μείζονι καὶ τελεωτέρᾳ, ἣ καὶ τὰς δέλτους ἐκείνας ἤδη ἔχει ἐπ’ ἐξουσίας, ἣν οὐκ ἐποίησαν ἐλεφαντουργοὶ οὐδὲ χρυσοχόοι, ἀλλὰ ποίημά ἐστιν αὐτοῦ βασιλέως, μᾶλλον δὲ γέννημα ἱερὸν ἐξ ἱερῶν ὠδίνων τέλεον εὐθὺς καὶ ὁλόκληρον, ὁ ἀγαπητός, ὁ πολύευκτος, ὁ σεβαστὸς ἐκ τοῦ λίκνου καὶ τῶν σπαργάνων, οὗ τὸ μὲν σῶμα ἐν αὔξῃ ἐστίν, ἡ τιμὴ δὲ οὐκ ἔχει ὅπη προβήσεται.
224 c [10] ὅν μοι εἰς χεῖρας ἔθηκεν ἡνίκα ἐλαύνειν ὥρμητο ἐπὶ τὴν ἑσπέραν, ἐπ’ ὄψει μὲν τοῦ δήμου, ἐπ’ ὄψει δὲ τῆς γερουσίας, καὶ παρηγγύα ἐπιμελεῖσθαι καὶ θεραπεύειν, οὔτε ἀσπίδα νωμᾶν δυναμένῳ οὔτε δόρυ πάλλειν, ἀλλ’ οὐδὲ τόξον εὖ εἰδότι οὐδὲ σφενδόνης, ἀλλὰ τριβώνιον περικειμένῳ καὶ ἐγκεκυφότι ὑπὸ γήρως καὶ ἀσθενείας. ἀλλ’, ὡς ἔοικεν, ὁ ἀνὴρ οὐ τὴν αὐτὴν ἀνήκειν ἡγεῖται παιδείαν βασιλεῖ προσήκειν καὶ ἰδιώτῃ, οὐδὲ ταὐτὰ παιδεύματα ἁρμόττειν τῷ ἄρξοντι γῆς καὶ θαλάσσης καὶ τῷ ταξιαρχήσοντι.
224 d [5] Δεῦρ’ ἴθι οὖν, ὦ φίλε παῖ, ἐπὶ τῶν ἐμῶν καθίζου γονάτων, ὅπως ἄν σε ἐκείνων γεύσαιμι τῶν παιδευμάτων καὶ ἀναθρέψαιμι, οὐχ ὥσπερ ὁ Φοίνιξ τὸν Ἀχιλλέα, σῖτα καὶ ὄψα ἐπάγων, ἀλλὰ τροφεῖα παρέχων ἃ μόνη σκευάζει φιλοσοφία τοῖς νέοις βασιλεῦσι καὶ εἴσω τῆς αὐτοκρατοῦς ἡλικίας, λόγους ἐγκάρπους καὶ ὑψηλοὺς καὶ ὠφελίμους καὶ παλαιῶν κλέα αὐτοκρατόρων, οἷς Κῦρος ὁ μέγας ἐτράφη καὶ Νουμᾶς ὁ Ῥωμαῖος καὶ Μάρκος ὁ κλεινὸς καὶ Τίτος ὁ γενναῖος, οὗ τὸ λαμπρὸν καὶ μέγα ἐκεῖνο ῥῆμα, ὅτι τήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ εὖ ἐποίησα.
225 a συμπαιδαγωγήσουσι δέ σε καὶ Πλάτων ὁ κλεινὸς καὶ ὁ θεσπέσιος Ἀριστοτέλης, οἳ καὶ τὸν μέγαν Ἀλέξανδρον ἐπαιδαγώγουν καὶ ἐξ ἀδήλου χωρίου κύριον ἐποίησαν ὅλης τῆς γῆς.
225 b [5] ἐὰν οὗτοί σε ἐκθρέψωνται καὶ τιθηνήσωνται, ἐπώνυμε τοῦ λογίου θεοῦ, ταχέως ἔσται ἐπιτελὴς ἡ τῶν σῶν γονέων εὐχή, Πατρὸς δ’ ὅ γε πολλὸν ἀρείων, ἢ ἥ γε μετριωτέρα καὶ δυνατωτέρα, Πατρὸς δ’ εἰς ἴχνια βαίνοι. καὶ τότε σοι ἐπιχαιρήσει ἡ μήτηρ οὐ μόνον ἐκ πολέμου ἐπανιόντι μετὰ σκύλων, ἀλλὰ καὶ δημηγοροῦντι καὶ θεμιστεύοντι καὶ τὴν δίκην πάρεδρον ποιουμένῳ, ἧς πρώτη αὕτη ἐμπίπλησι τὰ βασίλεια.