eul_wid: rhg-ad
Εἰσαγωγὴ εἰς τὴν ῥητορικὴν τέχνηνIntroduction to the Art of Rhetoric
Rhetorical Treatise Anonymous Introduction to the Art of Rhetoric PDF
| 6.33.(1t) | ΑΝΩΝΥΜΟΥ ΠΡΟΛΕΓΟΜΕΜΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ. Ἰστέον, ὅτι διαφέρει ἡ ῥητορικὴ τῆς διαλεκτικῆς τῇ τε ὕλῃ καὶ τοῖς ὀργάνοις· τῇ μὲν ὕλῃ, ὅτι ἡ μὲν ῥητορικὴ ὕλην ἔχει τὰ πολιτικὰ, ἡ δὲ διαλεκτικὴ περὶ πάντων ἁπλῶς τῶν ὄντων, ὥς τισι δοκεῖ, διαλεχθήσεται· τοῖς δὲ ὀργάνοις, ὅτι τῆς μὲν ῥητορικῆς ὄργανα τὸ κεφάλαιον, τὸ ἐπιχείρημα, ἡ ἐργασία, τὸ ἐνθύμημα. Κεφάλαιον μὲν οὖν ἐστι μέρος λόγου, ἀπόδειξιν ἔχον τοῦ προκειμένου ζητήματος, ἐκ νοημάτων καὶ ἐπιχειρημάτων συγκείμενον· οἷον ὑποκείσθω ζήτημα· τοῦ Φιλίππου συνεχῶς Χαιρώνειαν κατατρέχοντος γράφει Δημοσθένης διορύξαι τὸν Ἰσθμόν· εἶτα πρὸς σύστασιν τούτου κεφάλαιον τὸ δυνατὸν, ὅτι ῥᾴδιον τὸ διορύξαι τὸν Ἰσθμόν. Ἐπιχείρημα δέ ἐστι λόγος κατασκευαστικὸς τοῦ προτεθέντος κεφαλαίου, ἐκ περιστάσεως ἔχων τὴν γένεσιν· οἷον, ἵνα πρὸς κατασκευὴν τοῦ προτεθέντος ἐπάγωμεν ἐπιχείρημα ἀπὸ τῆς περιστάσεως, ἤγουν ἀπὸ τοῦ προσώπου, ἢ τοῦ τόπου, ἢ τῶν ἄλλων. Ἀπὸ μὲν τοῦ προσώπου, ὅτι ῥᾴδιον τοῖς Ἀθηναίοις τοῖς ἰσχυροῖς καὶ νεωτεροποιοῖς καὶ παρὰ τῶν ἐχθρῶν ἐπαινουμένοις. Ἀπὸ δὲ τοῦ τόπου, ὅτι γῆν διορύξομεν· τὸ δὲ γῆν διορύττειν παιδιά. |
| 6.34 | Ἐργασία δέ ἐστι λόγος κατασκευαστικὸς τοῦ προτεθέντος ἐπιχειρήματος ἐκ παραβολῆς ἢ παραδείγματος ἔχων τὴν γένεσιν. Ἐκ μὲν οὖν παραδείγματος, οἷον, ἐπεὶ καὶ ὁ Πέρσης ποτὲ διώρυξε τὸν Ἄθω. Ἐκ δὲ παραβολῆς, οἷον, ὡς εἴ τις εἰπών· δεῖ τοὺς γονέας τιμᾷν, εἶτα ἐργασίαν θήσει ἐκ παραβολῆς· καὶ γὰρ τῶν θηρίων ἔστιν ἃ τοῦτο ποιεῖ. Καὶ ταῦτα μέν ἐστι τῆς ῥητορικῆς ὄργανα· τὰ δὲ τῆς διαλεκτικῆς ἥ τε ἐπαγωγὴ καὶ ὁ συλλογισμός. Καὶ ὁ μὲν συλλογισμὸς ἐκ τῶν καθόλου τὰ μερικὰ πιστοῦται· ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν μερικῶν τὰ καθόλου. Τί παράδειγμα, καὶ τί παραβολὴ, καὶ τί διαφέρει παράδειγμα παραβολῆς; Παράδειγμά ἐστι προγεγονότος πράγματος παράθεσις καθ’ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν· Οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, ἐπὴν ἔκτανε πατροφονῆα Αἴγισθον δολόμητιν· ἀποτροπῆς δέ· Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος Δὴν ἦν, ἐπεὶ ἀθανάτοισιν ἔριζε. Τί διαφέρει παράδειγμα παραβολῆς; Διαφέρει, ὅτι τὸ μὲν παράδειγμα ἀπὸ προγεγονότων πραγμάτων παραλαμβάνεται· ἡ δὲ παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι· παραβολὴ γάρ ἐστι πράγματος οἵου γενέσθαι ἀπομνημόνευσις εἰς ὁμοίωσιν τοῦ ζητουμένου. Ἰστέον, ὅτι ἔργα ῥήτορός ἐστι τὸ νοῆσαι, τὸ εὑρεῖν, τὸ διαθέσθαι τὰ εἰρημένα, τὸ ὑποκρίνασθαι. Ἔστι δὲ τῆς μὲν νοήσεως τὸ νοῆσαι, εἰ πολιτικὸν τὸ ζήτημα, ἢ μὴ, καὶ εἰ συνέστηκεν, ἢ μή· καὶ ποίου τῆς ῥητορικῆς εἴδους, ἢ χαρακτῆρος, καὶ τὴν στάσιν, ὑφ’ ἣν ἀνάγεται τὸ πρόβλημα· τῆς δὲ εὑρέσεως τὸ εὑρεῖν τὰ εἰς τὰ κεφάλαια ἐπιχειρήματα πρὸς τῇ τῶν κεφαλαίων εὑρέσει, ἔτι καὶ τοὺς ἐμπίπτοντας τόπους, τά τε προοίμια καὶ τὰ νοήματα· ἡ γὰρ διήγησις οὐ τῆς εὑρέσεώς ἐστιν· οὐ γὰρ εὑρίσκει ὁ ῥήτωρ διήγησιν, ἀλλ’ ἐκ τῆς ὑποθέσεως λαμβάνει, κἀκεῖ ποιεῖ τὰ νοήματα· διαθέσεως δὲ τὸ διαθέσθαι τὴν τάξιν καὶ τὴν οἰκονομίαν. |
| 6.35 | Διαφέρει δὲ τάξις οἰκονομίας, ὅτι ἡ μὲν τάξις τῆς ἀκολουθίας ἐστὶ τῶν κεφαλαίων, καὶ τοῦ εἰδέναι κατὰ τάξιν χρήσασθαι αὐτοῖς, ποίῳ τινὶ πρώτῳ, ἢ ποίῳ δευτέρῳ. Ἡ δὲ οἰκονομία ἐστὶ τοῦ συμφέροντος· πολλάκις γὰρ διὰ τὸ συμφέρον ἀναστρέφομεν τὴν τάξιν, καὶ χρώμεθα τῷ πρώτῳ, εἰ συμφέρει, δευτέρῳ· ἔσθ’ ὅτε δὲ καὶ παραλείπομέν τινα τῶν κεφαλαίων. Ἡ δὲ ὑπόκρισίς ἐστιν, ἵνα καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῇ φωνῇ, ὡς ἂν τραγῳδὸς ἄριστος καλῶς τοῖς λεγομένοις συσχηματίζηται. Λέγουσι δὲ σχηματίζεσθαι, ὅσον προσήκει ῥήτορι, καὶ μὴ διὰ τοῦ περιττοῦ πρὸς ἄλλο τι σχῆμα ἐκπεσεῖν· λέγουσι δὲ τούτου, τῆς ὑποκρίσεώς φημι, πρῶτον Ἀνδρόνικον εἰσηγητὴν γενέσθαι τὸν ὑποκριτὴν, τοῦ Δημοσθένους περὶ τὴν τῶν λόγων ἐπίδειξιν ἀποτυγχάνοντος, καὶ ὅτι μέγιστον τὸ ὑποκρίνεσθαι καὶ ῥητορικὸν ὄφελος, μαρτὺς αὐτὸς Δημοσθένης. Ἐρωτηθεὶς γοῦν ποτε, τί ἂν εἴη ῥητορικὴ, ὑπόκρισις ἔφη, ἣν δὴ καὶ τελεώτερον Πῶλος ὁ ὑποκριτὴς λέγεται αὐτὸν ἐκδιδάξαι. Τινὲς δέ φασιν, ἀπὸ ὀργῆς Δημοσθένην τοῦτο εἰπεῖν, φημὶ δὴ τὸ, ῥητορική ἐστιν ὑπόκρισις, διὰ τό ποτε κακῶς ὑποκρινάμενον μὴ πεῖσαι δυνηθῆναι· πλὴν καὶ Θεόφραστος ὁ φιλόσοφος ὁμοίως φησὶν εἶναι μέγιστον ῥητορικῇ πρὸς τὸ πεῖσαι τὴν ὑπόκρισιν, εἰς τὰς ἀρχὰς ἀναφέρων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὴν κατανόησιν τούτων, ὡς καὶ τῇ ὅλῃ ἐπιστήμῃ σύμφωνον εἶναι τὴν κίνησιν τοῦ σώματος καὶ τὸν τόνον τῆς ψυχῆς. |
| 6.36 | Ὅτι στοιχεῖα νοήσεως ταῦτα· πρῶτον μὲν καὶ ἁπλοῦν νόημα, εἰ δεῖ βοηθῆσαι Ὀλυνθίοις· εἶτα τοὺς εἰς αὐτὸ λόγους εὑρεῖν, οἷον ἐν τῇ τῶν ἐπιχειρημάτων εὐπορίᾳ, ἃ εἰς κατασκευὴν τοῦ νοήματος λαμβάνουσι. Τούτων τὰ μέν ἐστι παραδειγματικὰ, τὰ δὲ ἐνθυμηματικά· καὶ δεῖ μὴ μόνον εὑρεῖν, ἀλλὰ καὶ καλῶς ἑρμηνεῦσαι. Ἑρμηνείας δὲ ἀρεταὶ τέσσαρες, ἑλληνισμὸς, σαφήνεια, συντομία, πιθανότης. Τὴν δὲ συντομίαν πρὸς τὴν ἀξίαν τῆς χρείας δοκιμάζεσθαι δεῖ. Οὐδὲ γὰρ φλυαρεῖν τὸν Δημοσθένην ἐροῦμεν ἐν τῷ περὶ τοῦ στεφάνου τοσαῦτα τιθέντα, οὐδὲ τῆς κατὰ τὴν συντομίαν ἀρετῆς ἐκπεσεῖν· Μακρὸν γὰρ οὐχ ἁπλῶς τὸ μακρὸν, ἀλλ’ ὅσον ἔξω τῆς χρείας· καὶ σύντομον, οὐχ ὅπερ τῇ βραχύτητι τῶν στοιχείων ἀδικήσει τὰ πράγματα, ἀλλ’ ὅπερ τῶν ὑποκειμένων πραγμάτων τῇ χρείᾳ τὸ μέτρον ἐκτείνει. Δεῖ δὲ προσθεῖναι καὶ τὸ κυρίως κεχρῆσθαι ταῖς λέξεσιν. Ἄμεινον δὲ ἀντὶ τῆς συντομίας τὴν συμμετρίαν εἰπεῖν· καὶ γὰρ πολλὰ καὶ ἐλάχιστα ἐροῦμεν ἀκολουθοῦντες τῇ ὕλῃ· ἀλλ’ οὐδὲ τῆς σαφηνείας ἀεὶ φροντιοῦμεν, ἀλλὰ σαφῶς μὲν ἐροῦμεν ὑπὲρ ἡμῶν, ἀσαφῶς δὲ τὰ καθ’ ἡμῶν, ὥσπερ καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου, οὐκ ἔχων λῦσαι τοὺς καθ’ ἑαυτοῦ νόμους, οἷς Αἰσχίνης ἐχρήσατο κατ’ αὐτοῦ, κατέφυγεν ἐπὶ τὸ ἀσαφὲς οὑτωσὶ λέγων· „τῶν μὲν οὖν λόγων, οὓς οὗτος ἄνω καὶ κάτω κυκῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων νόμων, οὔτε ὑμᾶς μὰ τοὺς θεοὺς οἶμαι μανθάνειν, οὔτε ἐδυνάμην συνεῖναι τὰ πολλά·“ ἀλλ’ οὐδὲ ταῖς λέξεσι πανταχοῦ χρησόμεθα κυρίως· ἀλλ’ ἔστιν ὅτε καὶ τροπικῶς, ὡς ὁ Δημοσθένης· „μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος. |
| 6.37 | “ Δεῖ δὲ καὶ μνήμης τῷ ῥήτορι προσεῖναι, καὶ φύσεως καὶ ἐπιμελείας· καὶ ὅτι ἐπιμέλεια τὸ πᾶν δύναται κατορθοῦν, μάρτυς Δημοσθένης, ἐν οἷς μὲν ἐγυμνάσατο πάνυ εὐδοκιμῶν, τῷ συμβουλευτικῷ φημι καὶ δικανικῷ· ἐν δὲ τῷ πανηγυρικῷ τοῦ ἀκριβοῦς ἀστοχῶν διὰ τὸ ἀμελέτητον, ὡς ὁ ἐπιτάφιος αὐτοῦ δείκνυσι. Καίτοι εἰ καὶ τὸ συμβουλευτικὸν προτροπῇ καὶ ἀποτροπῇ τὸ κράτος ἔχει, καὶ τὸ δικανικὸν κατηγορίᾳ καὶ ἀπολογίᾳ, ἃ διὰ τῶν ἐγκωμιαστικῶν τόπων πρόεισι, πολὺς δὲ τὸ συμβουλευτικὸν καὶ δικανικὸν ὁ Δημοσθένης, καὶ πάντως διὰ πολλῆς ἥκων πείρας, δι’ ὧν ταῦτα κατασκευάζεται, ἀλλ’ ὅμως διὰ τὸ ἀμελέτητον, ὡς φθάνομεν εἰπόντες, ὡς μὲν ὕλῃ ἐμπίπτων τῷ πανηγυρικῷ ἐπίσταται χρῆσθαι καλῶς· αὐτὸ δὲ καθ’ αὑτὸ μετιέναι ἀδυνατεῖ διὰ τὸ ἀγύμναστον. Ἰστέον, ὅτι ταῦτά ἐστι τὰ τέσσαρα, δι’ ὧν αἱ πίστεις γίνονται, συλλογισμὸς, ἐπαγωγὴ, ἐνθύμημα, παράδειγμα. Ὁ συλλογισμὸς μὲν οὖν ἀπὸ τῶν καθόλου ἐπὶ τὰ κατὰ μέρος χωρεῖ· οἷον, πᾶσα προδοσία κακὸν, προδότης δὲ Αἰσχίνης· οὐκοῦν καὶ Αἰσχίνης κακός. Ἡ δὲ ἐπαγωγὴ ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου· οἷον ἄνθρωπος καὶ βοῦς καὶ ἵππος τὴν κάτω γένυν κινεῖ· οὐκοῦν καὶ πᾶν ζῶον. Τοῦτο δ’ οὐκ ἀληθές· οὐ γὰρ καὶ ὁ κροκόδειλος καὶ ὁ φοίνιξ τὸ ὄρνεον· τὰ μὲν γὰρ καθόλου τῶν μερικῶν διϊκνεῖται· τὰ δὲ μερικὰ οὐ πάντως τὸ καθόλου περιέχει. Ταῦτα μὲν οὖν διαλεκτικῆς· τὰ δὲ λοιπὰ ῥητορικῆς· οἷον τό τε ἐνθύμημα καὶ τὸ παράδειγμα. Ἔστι δὲ τὸ μὲν ἐνθύμημα ἀτελὴς συλλογισμὸς, ὡς ἐκεῖνο· „ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ, μηδὲ τοξεύῃ. |
| 6.38 | “ ἀτελὴς δέ· οὐ γὰρ καὶ τὸ συμπέρασμα ἔχει, ὃ τοιοῦτον ἂν ἦν. Οὐκοῦν καὶ Φίλιππος ταῦτα ποιῶν προδήλως ἡμῖν πολεμεῖ. Τὸ δὲ παράδειγμα ἡ ἐκ τῶν προλαβόντων ἐστὶν ὁμοίωσις, ὡς ἐν πρώτῳ Φιλιππικῶν· „εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ Εἰδέναι χρὴ, ὅτι τὸ μὲν ἐνθύμημα τῆς τοῦ ῥήτορος ἐντρεχείας ἐστί· τὸ δὲ παράδειγμα ἐκ τῶν παρ’ ἑτέροις γενομένων λαμβανόμενον τὴν πίστιν ἐργάζεται. Ἕπεται μέντοι τὸ παράδειγμα τῷ ἐνθυμήματι. Ἔσθ’ ὅτε γοῦν καὶ προτάττεται, ὡς ἐν πρώτῳ Φιλιππικῶν· „εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ Ἰστέον, ὅτι τέσσαρα ταῦτά ἐστι τὰ συνιστῶντα τὴν τέχνην, εἶδος, τέλος, ὕλη, ὄργανον. Τούτων δ’ ἔσθ’ ὅτε τινὰ διαλλάττει· οὐ μέντοιγε καὶ ἐλλείπει· εἰ γὰρ ἐλλείπει ἕν τι τούτων, οὐκέτι ἐστὶ τέχνη, οἷον· Σωκράτους φέρε εἰκὼν ἐκ λίθου καὶ ξύλου· τῇ μὲν ὕλῃ διαλλάττει, τοῖς δὲ λοιποῖς οὔ· καὶ γὰρ εἶδος ἀμφοῖν τὸ αὐτό· Σωκράτους γὰρ μίμησις ἄμφω. Ἔτι δὲ καὶ τέλος· Σωκράτης γάρ. Ἀλλὰ καὶ ὄργανα, οἷον σμίλη, τέρετρον, καὶ τὰ λοιπά. Πάλιν δ’ ἰατροῖς φαρμακικῷ καὶ χειρουργικῷ ὕλη μὲν ἡ αὐτή· τὰ ἡμέτερα γὰρ σώματα. Εἶδος δὲ οἱ λόγοι, τέλος δὲ ἡ ὑγεία, τὰ δ’ ὄργανα διαλλάττει· ὁ μὲν γὰρ καίνων, ὁ δ’ ἐπαλείφων ὑγιάζουσι· καὶ ἁπλῶς, ἐὰν μὴ τὰ τέσσαρα ταῦτα συνέλθῃ, οὐ συνίσταται τέχνη, οὐδὲ σώζεται ἡ ὁμοιότης. Ἡ ἐπιστήμη ὕλην μὲν ἔχει τὸ περὶ τῶν ὄντων, ᾗ ὄντα, διαλέγεσθαι, εἶδος δὲ τὸ μετ’ ἐπιστήμης τοὺς λόγους ποιεῖσθαι, τέλος δὲ τὸ ἀγαθὸν, ὄργανον δ’ ὁ λόγος, ᾧ πείθεται. Ἡ διαλεκτικὴ ὕλην μὲν ἔχει τὸ πιθανὸν ἐν πᾶσιν. Εἶδος δὲ ἡ δύναμις· διὰ συλλογισμῶν γὰρ πρόεισι· τέλος δὲ ἡ πειθώ· ὄργανα δὲ τὰ ἔνδοξα πρόσωπα. |
| 6.39 | Ἡ σοφιστικὴ ὕλην μὲν ἔχει τὸ περὶ πάντων δοκεῖν πιθανῶς διαλέγεσθαι, εἶδος δὲ τὸ παλίμβολον καὶ ἄστατον, τέλος τὸν χρηματισμὸν, ὄργανον τὴν ὁμωνυμίαν τῶν λέξεων καὶ τὰ παρακείμενα, εἶδος δὲ ἔχει καὶ τὸ μηδαμοῦ τοῖς αὐτοῖς ἐμμένειν· ἀμέλει εὑρίσκομεν τοὺς ῥήτορας καὶ ἀπολογίας καὶ κατηγορίας περὶ τῶν αὐτῶν ποιουμένους. Ἡ πολιτικὴ ὕλην μὲν ἔχει τὰ πολιτικὰ πράγματα, εἶδος δὲ τὸ πάντων ὁμοίως ἐπιμελεῖσθαι, τέλος δὲ τὸ σύμφερον, τὸ δίκαιον, τὸ καλόν· ὄργανον τοὺς κατὰ μέρος τεχνίτας. Ὁ Ἑρμογένης Ταρσεὺς μὲν ἦν τῷ γένει, υἱὸς δὲ Καλλίππου. Ἑπτακαίδεκα οὖν ἐτῶν γεγονὼς τὸ παρὸν βιβλίον ἔγραψεν, εἰς τρίτον δὲ καὶ εἰκοστὸν προελθὼν χρόνον τὸ περὶ ἰδεῶν ἐξέδωκε σύνταγμα, ἐν δὲ τῷ εἰκοστῷ πέμπτῳ ἐξελάθετο· καί φησιν ὁ Τύραννος, ὅτι ὑπὸ πολλῆς θερμότητος εἰς ἕξιν ἦλθε τῆς τέχνης ὅτι τάχιστα, μεταβληθείσης δὲ τῆς ἡλικίας εἰκότως καὶ τοῦ πλεονεκτήματος ἐστερήθη· αἱ γὰρ εἰς ἄκρον εὐεξίαι σφαλεραὶ καθ’ Ἱπποκράτην· πρὸς ὃν καὶ Ἀντίοχος ὁ σοφιστὴς, ἀντίτεχνος ὢν αὐτῷ, ἐπεῖπε τάδε· Ἑρμογένης ὁ ἐν παισὶ μὲν γέρων, ἐν δὲ γέρουσι παῖς. Σκοπὸς τῷ Ἑρμογένει, περὶ διαιρέσεως τῶν πολιτικῶν ζητημάτων τῆς εἰς τὰ κεφάλαια, ἤτοι τοὺς κυριωτάτους τῶν κατηγόρων καὶ τῶν φευγόντων λόγους διαλαβεῖν, καὶ ὅλως διδάξαι, ποίοις μὲν κατηγοροῦντες, ποίοις δὲ ἀπολογούμενοι κεφαλαίοις χρησόμεθα. Χρησιμεύει δὲ ἡμῖν τὸ παρὸν βιβλίον· εἴς τε τὸ εἰδέναι, ποῖα τῶν προβλημάτων μελετᾶται, καὶ ποῖα οὒ, καὶ ποῖα μὲν ἀγωνιζομένοις, ποῖα δὲ γυμναζομένοις μόνον· καὶ εἰς τὸ γινώσκειν, τίνα λεκτέον ἐν παντὶ συνεστῶτι ζητήματι τὸν κατηγοροῦντα καὶ τίνα τὸν ἀπολογούμενον, καὶ ποίοις κεφαλαίοις χρηστέον ἐν ἑκάστῳ τῶν ζητημάτων. |
| 6.40 | Ἀναφέρεται δὲ τὸ παρὸν βιβλίον ὑπὸ τὸ λογικὸν τῆς φιλοσοφίας μέρος. Εἰδέναι χρὴ, ὅτι οὐ πᾶν εἶδος τῆς ῥητορικῆς στασιάζεται, μόνον δὲ τὸ δικανικὸν, καὶ μέρος τοῦ συμβουλευτικοῦ, ὅπερ ὁμωνύμως τῷ γένει συμβουλευτικὸν καλεῖται· τὸ γὰρ εἶδος τὸ συμβουλευτικὸν, πῆ μὲν ἀμφιβαλλόμενον, πῆ δὲ ὁμολογούμενον, ὅταν μὲν ἀμφιβάλληται, ποιεῖ τὸ ὁμώνυμον αὐτῷ συμβουλευτικὸν, ὅπερ ἀεὶ στασιάζεται· ὅταν δὲ ὁμολογούμενον ᾖ, ποιεῖ τὸ παραινετικόν. Τὸ οὖν παραινετικὸν οὐδέποτε στασιάζεται· ὁμολογούμενον γάρ ἐστιν· ἔτι δὲ καὶ τὸ πανηγυρικὸν ὅλον ἀστασίαστον μένει· αὔξησιν γὰρ ἔχει ὁμολογουμένων καλῶν ἢ κακῶν. Ἰστέον, ὅτι τὸ δικανικὸν καὶ μέρος τοῦ συμβουλευτικοῦ καὶ δυνάμει καὶ ἐνεργείᾳ στασιάζεται· τὸ δὲ παραινετικὸν καὶ πανηγυρικὸν δυνάμει μόνον. Πολλῶν ὄντων—ἀλ λ ’ οὐ περὶ τούτων νυν ί . Πολλῶν, ἤτοι βιβλίων, οἷον τοῦ περὶ γυμνασμάτων, περὶ στάσεων, περὶ εὑρέσεων, περὶ σχημάτων, περὶ ἰδεῶν, περὶ μεθόδου δεινότητος, ἢ προοιμίων, διηγήσεων, ἀγώνων, ἐπιλόγων. Σοφῶς τὸ προοίμιον ἐνταῦθα ἔγραψε· τέχνην γὰρ βουλόμενος ἀποδείξειν, φανερῶς μὲν κατασκευάσαι ἀπέφυγεν αἰδοῖ Πλάτωνος, καὶ ἵνα μὴ αὐτῷ τούτῳ διαβάλῃ· πᾶν γὰρ κατασκευαζόμενον ἀμφιβάλλεται· οὐκ ἠβουλήθη οὖν ὅλως ἀμφίβολον ποιῆσαι τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλ’ οὐδ’ ἀκατάσκευον αὐτὴν παντελῶς εἴασε· λεληθότως δὲ τὸν ὅρον τῆς τέχνης αὐτῇ περιάψας ἐν τῷ προοιμίῳ κατεσκεύασεν, ὅτι τέχνη ἐστί· πᾶν γὰρ πρᾶγμα περιεχόμενον ὅρῳ τινὶ ἐκεῖνό ἐστιν, οὗ τῷ ὅρῳ ἐμπεριέχεται. |
| 6.41 | Εἰ τὸ συνίστησιν ἐπὶ τοῦ τὰ ἠμελημένως ἔχοντα ἀνορθοῦν λέγεται, τὸ δὲ ποιεῖν ἐπὶ τοῦ τὰ μὴ ὄντα εἰς τὸ εἶναι παράγειν, πῶς τὰ αὐτὰ δύνανται καὶ συνιστᾷν καὶ ποιεῖν τὴν ῥητορικήν; Σημείωσαι, ὅτι τὸ μὲν συνίστησιν εἶπε, διότι ταῦτα τὰ πολλὰ καὶ μεγάλα δύναμιν οὖσαν τὴν ῥητορικὴν καὶ σκιᾶς δίκην παρεπομένην τῷ νοῒ τῶν ἀνθρώπων, εἰς ὑπόστασιν ἐναργῆ καὶ ὕπαρξιν ἤγαγον· τὸ δὲ ποιεῖν εἶπεν, ἐπεὶ πρὶν ἐφευρεθῆναι τοὺς συνιστῶντας καὶ ἀξιοῦντας τέχνην ὀνομάζεσθαι τὴν ῥητορικὴν κανόνας, οὐδὲ τέχνη ἦν ῥητορικὴ, ἀλλὰ φύσεως δεξιᾶς ἔργον κατὰ Πλάτωνα· εὑρεθέντων δὲ τούτων τέχνη ἂν εἴη εἰκότως. |