eul_wid: rhg-ac
Εἰσαγωγὴ εἰς τὴν ῥητορικὴν τέχνηνIntroduction to the Art of Rhetoric
Rhetorical Treatise Anonymous Introduction to the Art of Rhetoric PDF
| 14.18.(4t) | ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΤΕΧΝΗΣ ΡΗΤΟΡΙΚΗΣ Οἱ τὴν ἡμετέραν τέχνην διακοσμήσαντες ῥήτορες εἰς δέκα τινὰ κεφάλαια τὰ τῆς ῥητορικῆς τέχνης διεῖλον προλεγόμενα, ἔστι δὲ ταῦτα· πρῶτον εἰ ἐκ θεῶν καὶ ἐν θεοῖς ἡ ῥητορική· δεύτερον εἰ καὶ ἐν ἥρωσιν ἡ ῥητορική· τρίτον πῶς ἐν ἀνθρώποις ἦλθεν ἡ ῥητορική· τέταρτον πῶς ἐν Ἀθήναις ἤκμασεν ἡ ῥητορική· πέμπτον τίς ὅρος ἐστὶ τῆς ῥητορικῆς, καὶ τί τὸ τέλος τῆς ῥητορικῆς, καὶ τί τὸ ἔργον τῆς ῥητορικῆς· ἕκτον πόσα εἴδη τῆς ῥητορικῆς, καὶ εἰ εἴδη ἀλλὰ μὴ μέρη, καὶ ἐκ ποίων μερῶν τῆς ψυχῆς προελήλυθεν ἕκαστον, καὶ ποίους χρόνους διενείμαντο, καὶ ποίους τόπους ἐκληρώσαντο· ἕβδομον πόσαι ῥητορικαὶ καὶ οἷαι, καὶ ποίαν σὺν θεῷ μετερχόμεθα· ὄγδοον πόσοι τρόποι ῥητορικῶν ἀναγνώσεων· ἔνατον πόσαι πολιτεῖαι καὶ ἐν ποίᾳ σὺν θεῷ πολιτευόμεθα· πρὸς ἐπὶ τούτοις δέκατον κεφάλαιον, κατὰ πόσους τρόπους ὁ ῥήτωρ ὀφείλει ἐξηγεῖσθαι τὰ ῥητορικὰ μαθήματα. |
| 14.19 | Ζητείσθω τοίνυν τὸ πρῶτον ὡς πρῶτον· ἦν δὲ τοῦτο, εἰ ἐκ θεῶν καὶ ἐν θεοῖς ἡ ῥητορική. θεός, ἡ πάντων ἀρχή, ἐξ ἧς τὸ εἶναι τοῖς οὖσι πεπήγασται, καὶ τῆς ἡμετέρας τέχνης πέφυκε δημιουργός. καὶ πρῶτον μὲν συλλογισμῷ τινι χρησώμεθα καὶ συλλογισώμεθα οὕτως· πάντα τὰ ὄντα ἀγαθὰ ἐκ τοῦ θεοῦ ἐστιν, ἕν τι τῶν ὄντων ἀγαθῶν ἡ ῥητορική, ἄρα ἡ ῥητορικὴ ἐκ θεοῦ ἐστιν. οὕτως μὲν οὖν διά τινος συλλογισμοῦ τὴν ἄσχετον αὐτῆς γένεσιν παρεστήσαμεν. Ἰδικωτέραν δὲ γένεσιν αὐτῆς διὰ μυθικῆς τινος ἀναπτύξεως ἀναγκαῖον εἰπεῖν. λέγεται καὶ καλῶς λέγεται, ὡς τοῦ θεοῦ βουληθέντος τὸν πάντα τοῦτον συστήσασθαι κόσμον ἐξ ἀνομοιομερῶν αὐτὸν καλλωπίσαι καὶ κοσμῆσαι ἐσπούδασε· τοῦτο γάρ ἐστι κόσμος τὸ ἐκ διαφόρων παραλλήλων ἔχον τὴν σύνθεσιν· κόσμος γὰρ κέκληται παρὰ τὸ κεκοσμῆσθαι. βουληθεὶς οὖν, ὡς εἶπον, τὸν πάντα τοῦτον συστήσασθαι κόσμον ταῖς ἀμφ’ αὐτὸν θείαις δυνάμεσι προσέταξε μίαν ἑκάστην κατὰ τὸ ἐπιβάλλον αὐτῇ φέρειν εἰς δημιουργίαν τοῦ κόσμου. |
| 14.20 | ὅθεν Ἀθηνᾶ μὲν κομίζει τὴν ἐλαίαν τε καὶ τὴν ὑφαντικήν, Διόνυσος δὲ τὴν ἄμπελον, Δημήτηρ δὲ τοὺς καρπούς, Ἀπόλλων δὲ τὴν ἰατρικὴν καὶ μουσικὴν καὶ τοξικὴν καὶ μαντικήν, Ἥφαιστος δὲ τὴν χαλκευτικήν, Ἄρης δὲ τὴν στρατηγικήν, καὶ ἁπλῶς ἄλλος ἑτέραν γένεσιν βοσκημάτων τε καὶ φυτῶν καὶ τεχνῶν συνεισενεγκόντες τὸν πάντα τοῦτον ἐτεκτήναντο κόσμον. Ἑρμῆς τοίνυν ὁ λόγιος θεασάμενος τὴν διαφορὰν καὶ τὸ ποικίλον τῶν δημιουργημάτων καὶ λογισάμενος, ὡς ἐν τοῖς οὖσι γενήσεταί τις αἵρεσίς τε καὶ ἀμφισβήτησις καὶ ἐπιλογή, δέδωκε τοῖς ἀνθρώποις τὴν ῥητορικήν, ἵνα διὰ μὲν τοῦ συμβουλευτικοῦ τὴν αἵρεσιν διασκεπτώμεθα, διὰ δὲ τοῦ δικανικοῦ τὰς ἀμφισβητήσεις διαλυώμεθα, διὰ δὲ τοῦ πανηγυρικοῦ τὸ ἐπιλεχθὲν ἢ μὴ ἐπιλεχθὲν ἐγκωμιάσωμεν ἢ πανηγυρίσωμεν. οὕτως ἐξ Ἑρμοῦ τὴν γένεσιν ἐσχηκυῖα ἡ ῥητορικὴ ἐκ θεοῦ τε λέγεται εἶναι καὶ θεὸν ἔχειν προστάτην καὶ ἔφορον, καθάπερ τῆς ποιητικῆς λέγομεν ἐφορεύειν τὴν Καλλιόπην. καὶ οὕτως μὲν οὖν ἐκ θεοῦ ἡ ῥητορική. |
| 14.21 | Ὅτι δὲ καὶ ἐν θεοῖς, δι’ ἑτέρου μυθικοῦ παραπετάσματος παραστῆσαι χρεών. λέγεται γάρ, ὡς, ἡνίκα τὸ χάος διελέλυτο καὶ φῶς τοῖς οὖσιν ἐξέλαμψεν, ἐκ γῆς ἀναφανῆναι τὰς Ἀθήνας· καὶ ὡς πρώτη φανεῖσα 〈πόλισ〉 πολλοὺς μὲν ἔσχε καὶ ἄλλους θεῶν ἐραστὰς (τὸ γὰρ πρῶτον φανὲν ἔρωτος γίνεται πρόξενον καὶ τοὺς ἐραστὰς καλεῖ πρὸς ἑαυτό· καλὸν γὰρ εἴρηται παρὰ τὸ καλεῖν πάντα πρὸς ἑαυτό), ἐξαιρέτως δ’ ἐρασταὶ κατέστησαν τῆς πόλεως Ἀθηνᾶ τε καὶ Ποσειδῶν καὶ διημφισβήτουν περὶ τῆς πόλεως καὶ ᾠκειοῦντο ἑκάτερος τὴν χώραν. πολλῆς δ’ ἀμφισβητήσεως οὔσης πρὸς αὐτοὺς τέλος ἔδοξεν ἐπὶ κοινὸν καὶ ἴσον ἀκροατήριον ἔρχεσθαι τὰ τῆς ἀμφισβητήσεως. ἐπελέχθησαν δὲ αὐτοὶ οἱ ἐρώμενοι δικασταί· παρὰ γὰρ Ἀθηναίοις κριθῆναι ἕκαστος ἐσπούδασε. δικασαμένων τοίνυν αὐτῶν ἐν τῷ Ἀρείῳ πάγῳ, τῆς τε Ἀθηνᾶς καὶ τοῦ Ποσειδῶνος, ἐξῆλθε ψῆφος παρὰ τῶν Ἀθηναίων τὸν πρότερον τῶν ἑαυτοῦ ἰδιωμάτων ἀναδόντα καὶ ἀνατείλαντα τῇ Ἀττικῇ τοῦτον δεσπότην εἶναι τῆς χώρας. Ἀθηνᾶ οὖν διὰ τὸ κεκληρῶσθαι ἐκ τῆς πρώτης ἀρχῆς τὴν ἐφορείαν τῆς πόλεως θᾶττον τὴν ἐλαίαν ἀνῆκεν ἐν τῇ ἀκροπόλει καὶ οὕτως ἔσχε καὶ ἐκληρώσατο ἡ θεὸς τὴν Ἀττικήν· διὸ σύμβολοι νίκης οἱ θαλλοὶ τῆς ἐλαίας καὶ ἱκετήριοι. |
| 14.22 | εἰ οὖν ἐδικάσαντο οἱ θεοί, ῥητορικῆς δὲ τὸ δικάζεσθαι, ἄρα ἐνεπολιτεύσαντο τῇ ῥητορικῇ οἱ θεοί. Πολλοὺς δὲ καὶ ἄλλους θεοὺς ἂν εὕροι τις δικασαμένους, οἷον τὰς Εὐμενίδας, τὸν Ἀπόλλω καὶ τὸν Ἑρμῆν, καὶ σχεδὸν πολλοὺς πολλαχόσε χρησαμένους τῇ ῥητορικῇ· ἔστι δὲ τοῦτο πιστώσασθαι καὶ ἐκ τοῦ ποιητικοῦ ἔπους τοῦ λέγοντος «οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο»· τὸ δὲ ἀγοράεσθαι οὐδὲν ἄλλο ἐστὶν ἢ ἐν λόγοις καὶ βουλῇ ἔχειν τὰ τοῦ δήμου πράγματα. Πολλαχόθεν τοίνυν ἀποδέδεικται, ὅτι καὶ ἐκ θεοῦ καὶ ἐν θεοῖς εὕρηται ἡ ῥητορική· καὶ τὸ μὲν πρῶτον ὡς πρῶτον διηνύσθω κεφάλαιον. Δεύτερον δέ ἐστι κεφάλαιον, ἐν ᾧ ἐλέγχομεν, εἰ καὶ ἐν ἥρωσιν ἡ ῥητορική. ἔδει γὰρ καὶ καλῶς ἔδει τὰ τῶν θεῶν δημιουργήματα τοὺς ἐκ θεῶν φανέντας πρώτους καρπώσασθαι. ἔστω τοίνυν τούτων ἁπάντων μάρτυς ὁ θεσπέσιος ἡμῖν καὶ ἱεροφάντης Ὅμηρος, ὃς εἰς φανερόν τε καὶ σαφὲς ἤγαγε τὰς περὶ τούτων ζητήσεις ἡμῖν. οὗτος γὰρ βουλόμενος σημᾶναι ἡμῖν, ὅτι ἐν τοῖς ἥρωσιν ἑκατέρα ποιότης τῆς ῥητορικῆς εὕρηται, εἰσάγει τὸν Νέστορα σύμβουλον ὄντα, περὶ οὗ λέγει «τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε, λιγὺς Πυλίων ἀγορητής, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. |
| 14.23 | » καὶ τὸ μὲν γλυκὺ καὶ προσηνὲς τῆς ῥητορικῆς ἔχειν τὸν Νέστορα ἐξέφηνεν ὁ ποιητής· τὸ δὲ σύντονον καὶ ἐπίχαρι διὰ τοῦ Μενελάου ἐνδείκνυται, εἰπὼν περὶ αὐτοῦ «ἀλλ’ ἤτοι Μενέλαος ἐπιτροχάδην ἀγόρευε παῦρα μέν, ἀλλὰ μάλα λιγέως». εἰσφέρει δὲ καὶ τὸν Ὀδυσσέα τὸ τροχαλὸν καὶ ὀξὺ καὶ τὸ σφοδρὸν καὶ τὸ λαμπρὸν τῆς ῥητορικῆς δι’ αὐτοῦ εἰκονίσαι βουλόμενος, λέγων περὶ αὐτοῦ «ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτ’ Ὀδυσῆι γ’ ἐρίσσειε βροτὸς ἄλλος». ὅτι δὲ καὶ τὸ ὄνομα τῆς ῥητορικῆς ἦν ἐγνωσμένον τοῖς ἥρωσι, φέρει τὸν Φοίνικα πρὸς τὸν Ἀχιλλέα λέγοντα «τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων». ὅτι δὲ καὶ θείας ἐπιπνοίας χρῄζει ὁ ῥήτωρ, ἐξ αὐτοῦ τοῦ Ὁμήρου ἔστι πιστώσασθαι· φησὶ γὰρ «ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἳ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν, ὃ δ’ ἀσφαλέως ἀγορεύει». |
| 14.24 | ἀλλὰ ἀποχρώντως ἡμῖν, ὡς οἶμαι, καὶ τὸ δεύτερον διήνυσται κεφάλαιον. Τρίτον πρὸς ἐπὶ τούτοις σκέψασθαι δεῖ κεφάλαιον, ἐν ᾧ δεῖ ζητῆσαι, πῶς ἐν ἀνθρώποις ἦλθεν ἡ ῥητορική· καὶ γὰρ ἔπρεπε μετὰ τοὺς θείους ἐκείνους ἥρωας τὴν συγγενῆ τε καὶ λογικὴν φύσιν εἰσδέξασθαι. εἰσεδέξαντο τοίνυν πρῶτον ἁπάντων αἱ Συράκουσσαι, πόλις τῆς Σικελίας· Σικελία δὲ νῆσος μεγίστη κειμένη περὶ τὰ ἑσπέρια μέρη. αὕτη Κορινθίων μὲν καὶ Λακεδαιμονίων ἄποικος. ὑστέρῳ δὲ χρόνῳ ὑπὸ Γέλωνος καὶ Ἱέρωνος, τυράννων ὠμοτάτων, ἐτυραννήθη, οἳ τοσοῦτον κατὰ κράτος τὴν τυραννίδα ηὔξησαν κατὰ τῶν Συρακουσσίων, ὥστε ἀπεύχεσθαι τοὺς Συρακουσσίους τῆς πικρᾶς ταύτης ἀπαλλαγῆναι δουλείας. λέγεται γάρ, ὅτι τοσοῦτον ὠμότητι ἐχρήσαντο ὥστε προστάξαι τοῖς Συρακουσσίοις μηδὲ φθέγγεσθαι τὸ παράπαν, ἀλλὰ διὰ ποδῶν καὶ χειρῶν καὶ ὀμμάτων σημαίνειν τὰ πρόσφορα καὶ ὧν ἄν τις ἐν χρείᾳ γένοιτο. ἔνθεν φασὶ καὶ τὴν ὀρχηστικὴν λαβεῖν τὰς ἀρχάς· τῷ γὰρ ἀποκεκλεῖσθαι λόγου τοὺς Συρακουσσίους ἐμηχανῶντο σχήμασι δεικνύειν τὰ πράγματα. |
| 14.25 | οὕτως οὖν χαλεπῶς καὶ θηριωδῶς ἀρχομένων τῶν Συρακουσσίων καὶ προσευχομένων Διὶ ἐλευθερίῳ ἀπαλλαγῆναι τῆς πικρᾶς ταύτης δουλείας, Ζεὺς σωτὴρ ἅμα καὶ ἐλευθέριος προσώλεις τοὺς τυράννους πεποιηκὼς ἠλευθέρωσε τῆς τυραννίδος τοὺς Συρακουσσίους. ὁ οὖν τῶν Συρακουσσίων δῆμος δεδιώς, μή πως εἰς ὅμοιον ἐμπέσοι τύραννον, οὐκέτι τυράννῳ τὰ πράγματα κατεπίστευσεν, ἀλλ’ αὐτὸς ὁ δῆμος τὴν δεσποτείαν ἔχειν ἁπάντων ἠβουλήθη. Κόραξ δέ τις ὄνομα, Συρακούσσιος τὸ γένος, σκοπήσας, ὡς ὁ δῆμος ἀστάθμητον καὶ ἄτακτον πέφυκε πρᾶγμα, καὶ ἐννοήσας, ὅτι λόγος ἐστίν, ᾧ ῥυθμίζεται ἀνθρώπου τρόπος, ἐσκόπησε διὰ λόγου ἐπὶ τὰ πρόσφορα τὸν δῆμον καὶ προτρέπειν καὶ ἀποτρέπειν. εἰσελθὼν οὖν ἐν τῇ ἐκκλησίᾳ, ἐν ᾗ ὁ πᾶς συνηθροίσθη δῆμος, ἤρξατο λόγοις πρότερον θεραπευτικοῖς καὶ κολακευτικοῖς τὴν ὄχλησιν καὶ τὸ θορυβῶδες καταπραῧναι τοῦ δήμου, ἅτινα καὶ προοίμια ἐκάλεσε. μετὰ δὲ τὸ καταπραῧναι καὶ κατασιγάσαι τὸν δῆμον ἤρξατο, περὶ ὧν ἔδει συμβουλεύειν τῷ δήμῳ καὶ λέγειν ὡς ἐν διηγήσει καὶ μετὰ ταῦτα ἀνακεφαλαιοῦσθαι καὶ ἀναμιμνῄσκειν ἐν συντόμῳ περὶ τῶν φθασάντων καὶ εἰς σύνοπτον καὶ ὑπ’ ὄψιν ἄγειν τὰ λεχθέντα τῷ δήμῳ. |
| 14.26 | καὶ τὰ μὲν πρῶτα ἐκάλεσε προοίμια, τὰ δὲ δεύτερα ἐκάλεσεν ἀγῶνας, τὰ δὲ τρίτα ἐκάλεσεν ἐπιλόγους. οὗτος τοίνυν ὁ Συρακούσσιος Κόραξ ἔργα ῥητορικῆς ἐπιδειξάμενος ἔπειθε τὸν τῶν Συρακουσσίων δῆμον, ὅπερ ἐστὶ τέλος τῆς ἡμετέρας τέχνης. τούτου δ’ εὐδοκιμοῦντος ἐπὶ τῇ πειθοῖ τῆς ῥητορικῆς, πολλοὶ προετρέποντο δοῦναι αὐτῷ τοὺς ἑαυτῶν παῖδας μαθησομένους τὴν ῥητορικήν. Τισίας δέ τις μαθεῖν καὶ αὐτὸς ἐθέλων τὴν ῥητορικὴν καὶ ἰδών, ὡς πολλοὺς εἰσπράττεται μισθοὺς ὁ Κόραξ τῆς διδασκαλίας, προσῆλθε πρῶτον τῷ Κόρακι προσδιαλεγόμενος αὐτῷ ταῦτα ὡς ‘μαθεῖν ἐθέλω τὴν ῥητορικήν, καὶ νῦν μὲν μισθοὺς οὐκ ἔχω, μαθὼν δὲ ἀποτίσω διπλοῦς τοὺς μισθούσ‘. Κόραξ δὲ φιλανθρώπως φερόμενος ὑπέσχετο καὶ ἐδίδαξε τὸν Τισίαν τὴν ῥητορικήν. μαθὼν τοίνυν ὁ Τισίας τὰ τῆς τέχνης ἀγνωμονεῖν ἐπειρᾶτο τὸν διδάσκαλον καί φησι πρὸς αὐτὸν ‘ὦ Κόραξ, λέξον ἡμῖν τὸν ὅρον τῆς ῥητορικῆσ‘· ὃ δέ φησι ‘ῥητορική ἐστι πειθοῦς δημιουργόσ‘. λαβὼν τοίνυν τὸν ὅρον ὁ Τισίας πειρᾶται συλλογίζεσθαι τὸν διδάσκαλον καί φησιν ὅτι ‘δικάζομαί σοι περὶ τῶν μισθῶν, καὶ εἰ μὲν πείσω μὴ δοῦναί με μισθούς, ὡς πείσας οὐκ ἔδωκα, εἰ δὲ μὴ ἰσχύσω πεῖσαι, πάλιν οὐκ ἔδωκα, οὐ γὰρ ἐδιδάχθην παρὰ σοῦ τὸ πείθειν‘. |
| 14.27 | ὁ δὲ Κόραξ ἀντέστρεψεν αὐτὸν ὅτι ‘δικάζομαι κἀγώ, καὶ εἰ μὲν πείσω λαβεῖν με μισθούς, ὡς πείσας ἔλαβον, εἰ δὲ μὴ πείσω λαβεῖν με, καὶ πάλιν ὀφείλω λαβεῖν μισθούς, ἐπειδὴ τηλικούτους ἐξέθρεψα μαθητάς, ὥστε τῶν διδασκάλων ἐπικρατεῖν‘. τότε οἱ παρεστηκότες ἐπεβόησαν λέγοντες ‘κακοῦ κόρακος κακὸν ᾠόν‘, ἀντὶ τοῦ ‘δεινοῦ διδασκάλου δεινότερος ὁ μαθητήσ‘. Οὕτως οὖν ἡμῖν καὶ τὸ τρίτον διήνυσται κεφάλαιον. Τέταρτόν ἐστι κεφάλαιον, πῶς ἐν Ἀθήναις ἤκμασεν ἡ ῥητορική· καὶ γὰρ ἐνθένδε ἡ θεσπεσία δεκὰς τῶν ῥητόρων ἐξήνθησεν. ἤκμασε τοίνυν ἡ ῥητορικὴ ἐν Ἀθήναις τούτῳ τῷ τρόπῳ. Λεοντίνη πόλις καὶ αὐτὴ τῆς Σικελίας. ταύτην ἀπῴκισαν πάλαι Ἀθηναῖοι. πόλεμον δὲ ἐσχηκότες οἱ Λεοντῖνοι πρὸς τοὺς ἀστυγείτονας πρεσβεύονται πρὸς Ἀθηναίους διὰ Γοργίου τοῦ ῥήτορος συμμαχίαν αἰτοῦντες. ὁ δὲ Γοργίας ἐλθὼν εἰς τὰς Ἀθήνας ῥητορεύειν ἐσπούδασε δι’ ἣν ἀφίκετο χρείαν, καὶ τοσοῦτον περιῆν τῷ ῥήτορι κάλλος περὶ τὴν φράσιν, ὥστε πάσας Ἀθήνας κινῆσαι περὶ τὴν ἀκρόασιν τὴν αὐτοῦ. |
| 14.28 | συνερχόμενοι οὖν τὰς μὲν ἡμέρας τῶν ἐπιδείξεων ἐκάλουν ἑορτάς, τοὺς δὲ λόγους ἐκάλουν λαμπάδας· ὑπερήστραπτε γάρ, ὡς ἔοικεν, ἡ τῶν λόγων δύναμις τὰς ἀκοὰς τῶν ἀκροατῶν. ἡσθέντες οὖν πάνυ τῇ ῥητορικῇ τοῦ Γοργίου τοὺς ἑαυτῶν παῖδας οἱ Ἀθηναῖοι παρέσχον τῷ Γοργίᾳ μαθησομένους τὴν ῥητορικήν, αὐτὸν μὲν κατεσχηκότες ἐν Ἀθήναις, τὴν δὲ συμμαχίαν ἀποπέμψαντες ἐν τῇ Λεοντίνῃ. λέγεται δὲ ταχέως τοὺς Ἀθηναίους ἀναμάξασθαι τὴν ῥητορικὴν διὰ τὸ ἔφορον οὖσαν τὴν Ἀθηνᾶν τῆς φρονήσεως καὶ τοῦ λογιστικοῦ ἐμβαλεῖν τοῖς ἐφορευομένοις ἔφεσίν τε καὶ ἐπιτηδειότητα πρὸς τὰ λεγόμενα. ἐκ τῶν οὖν Ἀθηναίων οἱ ι ῥήτορες ἡμῖν, ὡς εἶπον, ἐξεφάνησαν, ὧν πρῶτός ἐστιν Ἀντιφῶν ὁ Ῥαμνούσιος· Λυσίας ὁ Κεφάλου, Ἰσοκράτης, Ἰσαῖος, Ἀνδοκίδης, Δημοσθένης, Αἰσχίνης, Λυκοῦργος, Ὑπερίδης, Δείναρχος. Πέμπτον ἐστὶ κεφάλαιον, ἐν ᾧ δεῖ ζητῆσαι, τίς ὁ ὅρος τῆς ῥητορικῆς καὶ τί τὸ ἔργον καὶ τί τὸ τέλος τῆς ῥητορικῆς. εἰδέναι τοίνυν δεῖ, ὡς πολλοὶ ῥητόρων τε καὶ φιλοσόφων πολλοὺς καὶ ποικίλους ὅρους τῆς ῥητορικῆς ἀποδεδώκασιν· ἀναγκαῖον γὰρ ἦν περὶ τηλικούτου πράγματος, φημὶ τῆς ῥητορικῆς, μὴ ἁπλῶς μηδ’ ὡς ἐν παρέργῳ ἀπορρῖψαι τὸν ὅρον τῆς ῥητορικῆς, ἀλλὰ μετά τινος ἀγχινοίας καὶ πολλῆς περισκέψεως τοὺς ὅρους ἐκδοῦναι. |
| 14.29 | ἵνα οὖν μὴ πολλοὺς ἐκτιθέμενοι ὅρους σύγχυσιν εἰσενεγκόντες λήσωμεν ἑαυτοὺς ἐπιφορτιζόμενοι λήθην μᾶλλον ἢ γνῶσιν, ἀναγκαῖόν ἐστιν ἕνα μὲν ῥητόρων, ἕνα δὲ φιλοσόφων ἐκθέσθαι καὶ ζητῆσαι διὰ τούτων, τίς ὁ ὅρος, καὶ διὰ τοῦ ὅρου, τίς ἡ φύσις τῆς τέχνης. Ἀριστοτέλης τοίνυν ὁ φιλόσοφος ἀποδέδωκεν ὅρον τῆς ῥητορικῆς εἰπὼν ‘ῥητορική ἐστι δύναμις τεχνικὴ τοῦ περὶ ἕκαστον ἐνδεχομένου πιθανοῦ λόγου‘. ἡμάρτηται δὲ ὁ ὅρος οὗτος κατὰ τὸ ἐλλεῖπον. ἴσμεν γάρ, ὅτι δύο κακίαι ὅρων πεφύκασιν, ὑπεροχή τε καὶ ἔλλειψις· εἰ μὲν γὰρ ὑπερέχει ὁ ὅρος τῇ λέξει, ἐλλείπει τοῖς πράγμασιν, εἰ δὲ ἐλλείπει τοῖς λόγοις, πλεονάζει τοῖς πράγμασιν. ἐπεὶ οὖν ὁ Ἀριστοτέλους ὅρος ἐνέλειψε κατὰ τὴν λέξιν μὴ προσθέντος ‘πολιτικοῦ καὶ διεξοδικοῦ‘, ἐπλεόνασε τῷ πράγματι· οὐ μόνον γὰρ τὴν ῥητορικὴν ἐνταῦθα ἀλλὰ καὶ τὴν διαλεκτικὴν περιλαμβάνει· τούτῳ γὰρ διαφέρει ῥητορικὴ διαλεκτικῆς, ὅτι ἡ μὲν διαλεκτικὴ περὶ παντὸς τοῦ προτεθέντος, οὐ μόνον περὶ τοῦ πολιτικοῦ ἀλλὰ καὶ περὶ παντὸς πράγματος διαλήψεται πιθανῶς καὶ κατὰ πεῦσιν καὶ ἀπόκρισιν ἀλλ’ οὐ διεξοδικῶς, ἡ δέ γε ῥητορικὴ περὶ τῶν πολιτικῶν πραγμάτων μόνον διαλέξεται οὐ διαλογικῶς ἀλλὰ διεξοδικῶς. |
| 14.30 | οὐκοῦν ἀποσκευαστέον καὶ ἀποφορτιστέον τὸν ὅρον τοῦ Ἀριστοτέλους ὡς ἐλλείποντα τῇ λέξει. —Ὕστερον δ’ ἐπὶ καίσαρος Αὐγούστου Διονύσιος ὁ μέγας, ὁ τῆς ἡμετέρας τέχνης καθηγητὴς καὶ πατὴρ ἀγαθὸς γενόμενος, ἀπὸ Ἁλικαρνασοῦ τὸ γένος καταφέρων, ὡρίσατο τὴν ῥητορικὴν νουνεχῶς τε καὶ προσεχόντως εἰρηκὼς «ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν». οὗτος τοίνυν ὁ ὅρος ἐκρίθη τε καλῶς ἔχειν καὶ ἐδοκιμάσθη μάλα σοφῶς· οὔτε γὰρ ἐλλείπει οὔτε πλεονάζει, ἀλλὰ καὶ τὰ ἰδιώματα τῶν ὁρισμῶν ἔχει, λέγω δὴ τὸ ἐκ γένους καὶ συστατικῶν διαφορῶν καὶ ἰδιοτήτων συνεστάναι· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ‘δύναμισ‘ ἐσήμανε τὸ γένος—ἔστι γὰρ δύναμις καὶ ἔντεχνος καὶ ἄτεχνος—, διὰ δὲ τοῦ ‘τεχνική‘ τὴν διαφοράν· ἑτέραν δὲ διαφορὰν ἐπιτίθησιν εἰρηκὼς ‘πιθανοῦ λόγου‘. εἶτα ἐπειδὴ οὐ μόνος ὁ ῥήτωρ ἔχει τὸ πιθανὸν ἀλλὰ καὶ ἰατρικὴ καὶ γεωμετρική—καὶ γὰρ καὶ τὰς ἀποδείξεις οὐκ ἀπιθάνους δεῖ προσφέρειν ἀλλὰ πιθανάς—, ἐπεὶ οὖν κοινὸν τὸ πιθανόν, τῷ πιθανῷ προσέθηκεν ἰδικώτατόν τι τῆς ῥητορικῆς, ὃ ἄλλη τέχνη ἔχειν οὐ δύναται· τί δὴ τοῦτο; ‘ἐν πράγματι πολιτικῷ‘. |
| 14.31 | πρόσκειται δὲ τῷ ὅρῳ τὸ ‘τέλος ἔχουσα τὸ εὖ λέγειν‘. πᾶν γάρ, ὃ μὴ τέλος ἔχει εὖ καὶ καλῶς, ἢ ματαιοτεχνία ἐστὶν ἢ κακοτεχνία ἢ ψευδοτεχνία. καὶ κακοτεχνία μέν ἐστιν ἡ τῶν φαρμακῶν καὶ γοήτων· ἐπὶ κακῷ γὰρ τῆς πολιτείας τὰς τοιαύτας εὑρήκασι τέχνας. ἄλλο δέ ἐστι φαρμακεία καὶ ἄλλο γοητεία καὶ ἄλλο μαγεία. φαρμακεία μέν ἐστιν ἡ δι’ ἐλλεβόρων διὰ στόματος ἢ διὰ χρίσματος προσφέρουσα τὴν ἀναίρεσιν. γοητεία δὲ ἡ ἀπὸ τῶν ἐνύλων καὶ ἀκαθάρτων καὶ κακοποιῶν δαιμόνων προσκαλουμένη· ἔλαβε δὲ ἡ γοητεία τὸ ὄνομα ἀπὸ τῶν γόων, τῶν θρήνων. |
| 14.32 | μαγεία δέ ἐστιν ἡ διὰ τῶν μέσων δαιμόνων ἀγγελικῶν τε καὶ ἐνύλων ἐνεργοῦσα. ψευδοτεχνία δέ ἐστιν, ἣ δοκεῖ μὲν δεικνύναι ποιεῖν τι, ψευδῆ δὲ δείκνυσι. ματαιοτεχνία δέ ἐστιν, ἣ μετὰ τὴν ἐνέργειαν τέλος οὐ καταλιμπάνει, ὡς ὀρχηστική. καὶ ὁ μὲν ὅρος τῆς ῥητορικῆς οὗτος. Ἔργα δὲ ῥητορικῆς κατὰ τὸν Θεοδέκτην προοιμιάσασθαι πρὸς εὔνοιαν, διηγήσασθαι πρὸς πίστιν, ἀγωνίσασθαι πρὸς ἀπόδειξιν, ἀνακεφαλαιώσασθαι δὲ πρὸς ἀνάμνησιν. Τέλος δὲ τῆς ῥητορικῆς οὐ τὸ ἁπλῶς πεῖσαι ἀλλὰ τὸ πιθαναῖς χρήσασθαι μεθόδοις· ὥσπερ γὰρ ὁ ἰατρός, κἂν μὴ ὑγιάσῃ, ταῖς δὲ ὑγιαστικαῖς χρήσηται μεθόδοις, ἔστιν ἰατρὸς καὶ ὁ φιλόσοφος, κἂν μὴ πάντας ποιήσῃ καλοὺς καὶ ἀγαθούς, πάλιν ἐστὶ φιλόσοφος, οὕτω καὶ ὁ ῥήτωρ, κἂν μὴ πείσῃ, πιθαναῖς δὲ χρήσηται μεθόδοις, ἔστι ῥήτωρ. |
| 14.33 | εἰκότως δὲ συμβαίνει τῷ τε ἰατρῷ μὴ ὑγιάζειν ἀεὶ καὶ τῷ φιλοσόφῳ καὶ τῷ ῥήτορι τῷ μὲν μὴ ποιεῖν, τῷ δὲ μὴ πείθειν· ὑπόκειται γὰρ ψυχὴ αὐτοπροαίρετος, αὐτοκίνητος, αὐτεξούσιος, παλίμβολος, θᾶττον ἀπὸ ἑτέρου εἰς ἕτερον μεταπίπτουσα καὶ μᾶλλον ἐπιρρεπῶς ἔχουσα πρὸς τὸ ἑαυτῇ πείθεσθαι ἢ ἑτέροις. Ἕκτον ἐστὶ κεφάλαιον, ἐν ᾧ δεῖ ζητῆσαι, πόσα εἴδη τῆς ῥητορικῆς, καὶ εἰ εἴδη ἀλλὰ μὴ μέρη, καὶ ἐκ ποίων μερῶν τῆς ψυχῆς ἕκαστον προελήλυθε, καὶ εἰς ποῖον ἕκαστον ἀφορᾷ τέλος, καὶ ποῖον ἕκαστον ἔλαβε χρόνον, καὶ τίς ὁ ἑκάστου τόπος, καὶ ποῖα τὰ ὑποβεβλημένα αὐτοῖς πρόσωπα. Τρία τοίνυν τὰ ἀνωτάτω εἴδη τῆς ῥητορικῆς, συμβουλευτικόν, δικανικόν, πανηγυρικόν. καὶ συμβουλευτικὸν μέν ἐστι, δι’ οὗ συμβουλεύομεν τὰ πρόσφορα γενέσθαι, δικανικὸν δέ, δι’ οὗ τὰς ἀμφισβητήσεις διακρίνομεν, πανηγυρικὸν δέ, δι’ οὗ τοὺς ἐπαινουμένους ἢ ψεγομένους δημοσιεύομεν. |
| 14.34 | διαιρεῖται δὲ τὸ συμβουλευτικὸν εἰς δύο, προτροπὴν καὶ ἀποτροπήν, τὸ δὲ δικανικὸν εἰς δύο, κατηγορίαν καὶ ἀπολογίαν, τὸ δὲ πανηγυρικὸν εἰς δύο, εἰς ἔπαινον καὶ ψόγον. —Ἀλλὰ ταῦτα μὲν μέρη· εἴδη δὲ τὰ πρὸ αὐτῶν. τούτῳ δὲ διοίσει μέρος εἴδους τῷ τὸ μὲν εἶδος ὁλόκληρον ἀποτελεῖν ῥήτορα, τὸ δὲ μέρος μή· ὅστις γὰρ οἶδε μόνον τὸ συμβουλευτικόν, μὴ μέντοι τὸ δικανικὸν ἢ τὸ πανηγυρικόν, οὗτος ῥήτωρ ὡς Θηραμένης ὁ Κόθορνος· συμβουλεύειν γὰρ μόνον εἰδὼς ὅμως ῥήτωρ ἐνομίζετο. ὁ δὲ Ζήνων δικάζεσθαι μόνον εἰδὼς ῥήτωρ ἤκουε Γοργίας τε πανηγυρίζων μόνον ῥήτωρ ἤκουσε καὶ αὐτός. ὥσπερ γάρ, ὁλόκληρον εἶδος ἀνθρώπου εἰ ἐπιτεθείη λίθῳ ἢ χαλκῷ, εἶδος λέγομεν ἀποσῴζειν τὸν ἀνδριάντα, ἐὰν δὲ μέρος ἀνθρώπου ἐπί τινι χαλκῷ ἢ λίθῳ ἐπιθῶμεν, οἷον χεῖρα ἢ πόδα, οὐ λέγομεν ἅπαν ἀνειληφέναι τὸ εἶδος ἀλλὰ μέρος ἀνθρώπου, οὕτως, εἰ μέν τινι τῶν μερῶν ἐξήσκηται τις, ῥήτωρ οὐ λεχθήσεται, εἰ δέ τινι τῶν εἰδῶν ἀσκήσεται, ῥήτωρ ἐξ ἀνάγκης ὁ τοιοῦτος. |
| 14.35 | ἀμέλει καὶ ἡ νῦν εὐτυχεστάτη Ῥωμαϊκὴ πολιτεία τοὺς δικολόγους ἔχουσα δικάζεσθαι μόνον εἰδότας ῥήτορας αὐτοὺς καλεῖ. ὥστε τούτῳ διαφέρει μέρος εἴδους. —Εἰδέναι τοίνυν χρή, ὅτι τὸ μὲν δικανικὸν ἐκ τοῦ θυμικοῦ τῆς ἡμετέρας ψυχῆς προῆλθε· πᾶς γὰρ ἄνθρωπος 〈ἢ〉 κατηγορεῖν ἢ ἀπολογεῖσθαι θέλων θυμοῦ πλησθεὶς ἢ κατηγορεῖ[ται] ἢ ἀπολογεῖται. τὸ δὲ συμβουλευτικὸν ἐκ τοῦ ἐπιθυμητικοῦ τῆς ἡμετέρας προῆλθε ψυχῆς· πᾶς γὰρ ἄνθρωπος συμβουλεύων καὶ συμβουλεύεσθαι ἐθέλων ἐξ ἐπιθυμίας κινούμενος προάγεται ἐπὶ τὴν συμβουλήν. τὸ δὲ πανηγυρικὸν ἐκ τοῦ λογιστικοῦ προῆλθε τοῦ ἐν ἡμῖν· πᾶς γὰρ ἄνθρωπος πανηγυρίζων λόγῳ κέχρηται. Ἀπορήσειε δ’ ἄν τις, πῶς λέγομεν ‘τὸ πανηγυρικὸν ἐκ τοῦ λογιστικοῦ‘, καὶ ταῦτα καὶ τοῦ δικάζεσθαι καὶ τοῦ συμβουλεύειν διὰ λόγων ἐχόντων τὴν κύρωσιν. ἐπιλυτέον οὖν οὕτως, ὅτι ἐν ἑκάστῳ μὲν τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς κεχρήμεθα τῷ λογιστικῷ, ἀλλ’ ἀπὸ τῆς κυησάσης ἕξεως τῆς κινούσης ἡμᾶς ἢ ἐπὶ τὸ δικάζεσθαι ἢ ἐπὶ τὸ συμβουλεύειν ἢ ἐπὶ τὸ πανηγυρίζειν ἔλαβεν ἓν ἕκαστον τὴν ὀνομασίαν· ἐπειδὴ γὰρ πρώτη κίνησις γέγονεν ἀπὸ τοῦ θυμοῦ, ὑπηρέτησε δὲ καὶ οἷον ὄργανον γέγονεν ὁ λόγος τῷ θυμῷ, διὰ τοῦτο λέγομεν ἐκ τοῦ θυμοῦ ἔχειν τὸ δικανικὸν τὴν γένεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἐπειδὴ ἐν τῷ συμβουλευτικῷ ἡ ἐπιθυμία ἐκίνησε τὸν λόγον καὶ ἐν τῷ πανηγυρικῷ τὸ λογιστικόν, ἐκ τῆς κυησάσης ἕξεως ἔλαβεν ἓν ἕκαστον τὴν προσηγορίαν. |
| 14.36 | —Τέλος δὲ δικανικοῦ μὲν τὸ δίκαιον· πρὸς γὰρ τὸ δίκαιον ὁ δικαστὴς ἀφορῶν καθέζεται καὶ δικάζει· τοῦ δὲ συμβουλευτικοῦ τέλος τὸ συμφέρον, τοῦ δὲ πανηγυρικοῦ τέλος τὸ καλόν. —Χρόνον δὲ εἰλήφασι τὸ μὲν δικανικὸν τὸν παρεληλυθότα, τὸ δὲ συμβουλευτικὸν τὸν μέλλοντα, τὸ δὲ πανηγυρικὸν τὸν ἐνεστῶτα· εἰ γὰρ καὶ προϋπαρχούσας πράξεις τοῦ ἐγκωμιαζομένου καὶ μελλόντων εὐχὰς προσαναφέρομεν τῷ ἐγκωμιαζομένῳ, ἀλλ’ οὖν ὅμως τὸν ἐνεστῶτα χρόνον θηρώμενοι· τὸ μὲν γὰρ ἔχει ἐκ τοῦ παρεληλυθότος, τὸ δὲ ἔχει ἐκ τοῦ μέλλοντος. —Τόποι δὲ τῷ μὲν δικανικῷ τὰ δικαστήρια, τῷ δὲ συμβουλευτικῷ τὰ βουλευτήρια, τῷ δὲ πανηγυρικῷ τὰ θέατρα καὶ αἱ ἐκκλησίαι. |
| 14.37 | —Πρόσωπα τῷ μὲν δικανικῷ οἱ δικασταί, τῷ δὲ συμβουλευτικῷ οἱ βουλευταί, τῷ πανηγυρικῷ δὲ οἱ ἐκκλησιασταί. Ἕβδομόν ἐστι κεφάλαιον, ἐν ᾧ δεῖ ζητῆσαι, πόσαι ῥητορικαὶ καὶ ποῖαι καὶ ποίαν σὺν θεῷ μετερχόμεθα. εἰσὶ δὲ πᾶσαι πέντε τὸν ἀριθμόν, μία μὲν ἡ πρώτη καὶ κυριωτάτη ἡ ἀντίστροφος τῇ φιλοσοφίᾳ, ᾗ ἐχρήσατο Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων· εἰ γὰρ καὶ περὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων πραγμάτων τοὺς λόγους ἐποιοῦντο οἱ φιλόσοφοι, ἀλλ’ οὖν πειθοῖ τινι κεχρημένοι τοὺς λόγους ἐποιοῦντο· ἀμήχανον γὰρ καὶ τὸ ἀληθὲς χωρὶς πειθοῦς καὶ τὸ ὁμολογούμενον ἀποδεῖξαι. —Δευτέρα ἡ ἀντίστροφος τῇ πολιτικῇ, ἧς ἡγήσατο Μιλτιάδης, Κίμων, Θεμιστοκλῆς, Περικλῆς. τούτῳ δὲ διαφέρει πολιτικὴ τῆς ἀντιστρόφου κατὰ φιλοσοφίαν, ὅτι ἡ μὲν φιλοσοφίᾳ ἀντίστροφος περὶ τῶν καθόλου διαλαμβάνει, ἡ πολιτικὴ δὲ περὶ τῶν τῆς πολιτείας μόνης συμφερόντων πραγμάτων. —Τρίτη δὲ ἡ ἀντίστροφος τῇ διαλεκτικῇ· διαφέρει γὰρ διαλεκτικὴ ῥητορικῆς, ὅτι ἡ μὲν διαλεκτικὴ κατὰ πεῦσιν καὶ ἀπόκρισιν ποιεῖται τὴν ζήτησιν, ἡ ῥητορικὴ δὲ διεξοδικῶς περὶ τῶν πολιτικῶν πραγμάτων. |
| 14.38 | ἡγήσαντο δὲ ταύτης Δημοσθένης τε καὶ Λυκοῦργος καὶ οἱ ἄλλοι ῥήτορες. —Τετάρτη ἡ ἀντίστροφος τῇ συκοφαντικῇ, ἧς ἡγήσατο Ἀριστογείτων καὶ Ἡγήμων. —Πέμπτη ἡ κολακευτική, ἧς ἡγήσατο Δημάδης καὶ Ἀριστόδημος. —Τοσούτων οὖν οὐσῶν ῥητορικῶν ἡμεῖς σὺν θεῷ μετερχόμεθα τὴν τρίτην, τὴν ἀντίστροφον τῇ διαλεκτικῇ, ἧς ἡγήσατο Δημοσθένης. Ὄγδοόν ἐστι κεφάλαιον, ἐν ᾧ δεῖ ζητῆσαι, πόσοι τρόποι ῥητορικῶν ἀναγνώσεων· οὔτε γὰρ δεῖ ῥαψῳδεῖν ταῦτα ὡς τὰ ποιήματα ἢ τραγῳδεῖν καὶ κωμῳδεῖν ὡς τὰ δράματα ἢ ᾄδειν ὡς τὰ λυρικὰ ποιήματα, ἀλλ’ ἑτέρως. εἰσὶ γὰρ τρόποι ῥητορικῶν ἀναγνώσεων τρεῖς, ὧν πρῶτός ἐστιν ὁ σύντονος ὁ μάλιστα ἐν τοῖς δικανικοῖς πρωτεύων ἀγῶσι κατὰ τὸ Ὁμηρικὸν «ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν»· ὁ γὰρ σύντονος φράζεσθαι θέλει μετὰ σφοδροῦ τοῦ πνεύματος καὶ ζεούσῃ τῇ προθυμίᾳ, τῆς πληγῆς τοῦ πνεύματος θᾶττον κατὰ τὴν τραχεῖαν ἀρτηρίαν καθάπερ πλῆκτρον κτυπούσης, ὥστε προηγέρθαι τῆς φωνῆς τὴν ἀρτηρίαν. |
| 14.39 | — Δεύτερος ὁ ἀνειμένος· ἔστι δ’ ἐπιεικὴς τὸν τρόπον, ἠρέμα τοῦ πνεύματος πλήττοντος καὶ μελίχρουν τινὰ φωνὴν ἀποτελοῦντος ὡς τὸ ποιητικὸν «τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή». — Τρίτος ὁ καλούμενος μέσος, ὅς ἐστι καὶ νομικὸς καὶ ἐξηγητικὸς καὶ ἐπιστολιμαῖος, ὃς ἐκ τῶν προτέρων χαρακτήρων ἔλαβέ τι. φυσικώτατα δὲ πνεῖ τὸ πνεῦμα ἐπὶ τούτου τοῦ χαρακτῆρος καὶ οὔτε ἄγαν ὑπερπηδᾷ, ἵνα ἀποτελέσῃ τὸν σύντονον, οὔτε ἠρέμα βαδίζει, ἵνα ἀποτελέσῃ τὸν ἀνειμένον, ἀλλὰ μέσῃ τινὶ χρῆται ὁδῷ. καὶ νομικὸς μέν ἐστι, καθ’ ὃν τρόπον τοὺς νόμους ἀναγινώσκομεν, ἐπιστολιμαῖος δέ, καθ’ ὃν τρόπον τὰς ἐπιστολὰς ἀναγινώσκομεν, ἐξηγητικὸς δέ, καθ’ ὃν τρόπον ἐξηγούμεθα τὰ μαθήματα. Ἔνατόν ἐστι κεφάλαιον, ἐν ᾧ δεῖ ζητῆσαι, πόσαι τε πολιτεῖαι καὶ οἷαι καὶ ποίαν σὺν θεῷ μετερχόμεθα καὶ πολιτευόμεθα. |
| 14.40 | ἐπισκέψασθαι δὲ δεῖ πρότερον, τίς ὅρος πολιτείας. πολιτεία τοίνυν ἐστὶν ἀρχὴ καὶ συνήθεια πραγμάτων, καθ’ ἣν ζῆν τε καὶ πολιτεύεσθαι χρὴ πάντας τοὺς βιασθέντας ἢ καὶ πεισθέντας ἀνθρώπους. —Πολιτεῖαι δ’ εἰσὶν αἱ ἀνωτάτω τρεῖς, κατὰ ἔκπτωσιν δὲ ποιοῦσιν ἑτέρας τρεῖς. ἵνα δ’ ἡμῖν ἐκ διαιρέσεως φανερὸν γένηται· ἀνάγκη ἢ ἕνα ἄρχειν ἢ ὀλίγους ἢ πάντας, καὶ οὗτοι ἢ καλοὶ ἢ κακοί εἰσιν. ἀλλ’ εἰ μὲν εἷς ἄρχει καὶ εἴη ἀγαθός, ποιεῖ τὴν βασιλείαν· εἰ δ’ εἷς ἄρχει καὶ εἴη κακός, ποιεῖ τὴν τυραννίδα· εἰ δ’ ὀλίγοι ἄρχουσι καὶ εἴησαν ἀγαθοί, ποιοῦσι τὴν ἀριστοκρατίαν· εἰ δ’ ὀλίγοι ἄρχουσι καὶ εἴησαν κακοί, ποιοῦσι τὴν ὀλιγαρχίαν· εἰ δὲ πάντες ἄρχουσιν ἀγαθοί, ποιοῦσι τὴν δημοκρατίαν· εἰ δὲ πάντες ἄρχουσι κακοί, ποιοῦσι τὴν ὀχλοκρατίαν. —Ταύτῃ δὲ διαφέρει ὀχλοκρατία δημοκρατίας, ὅτι ἐν μὲν τῇ δημοκρατίᾳ κατὰ νόμους καὶ ψηφίσματα καὶ ἀρχὰς καὶ τάξεις πολιτεύονται πάντες, ἐν δὲ τῇ ὀχλοκρατίᾳ ἀνόμως, ἀτάκτως, ἀνάρχως πᾶς ὁ δῆμος συμφέρει τὸ δεῖν κρατεῖν ἐθέλειν τῶν πραγμάτων. —Διαφέρει δ’ ὀλιγαρχία ἀριστοκρατίας, ὅτι ἐν μὲν τῇ ἀριστοκρατίᾳ οἱ ἄριστοι τὰς γνώμας ἄρχουσι καὶ τὸ τῆς πολιτείας, οὐ τὸ ἑαυτῶν λυσιτελὲς ζητοῦσιν, ἐν δὲ τῇ ὀλιγαρχίᾳ οἱ πλουσιώτατοι καὶ δυνάσται καὶ τὸ λυσιτελέστατον τὸ ἑαυτῶν ζητοῦντες, οὐ τὸ τῶν ἀρχομένων. |
| 14.41 | — Διαφέρει δὲ βασιλεία τυραννίδος, ὅτι ὁ μὲν βασιλεὺς νόμοις πείθεται καὶ τὸ τῶν ἀρχομένων λυσιτελές, οὐ τὸ ἑαυτοῦ ζητεῖ, ὁ δὲ τύραννος οὔτε πείθεται τοῖς νόμοις τοῖς πρὸ αὐτοῦ ἀλλὰ καὶ τὸ ἑαυτοῦ χρήσιμον ζητεῖ καὶ οὐ τὸ τῶν ἀρχομένων. —Ἀθηναῖοι δὲ καὶ ἡ τῶν ῥητόρων δεκὰς ἐπολιτεύσατο μὲν ὡς ἐν δημοκρατίᾳ, Λακεδαιμόνιοι ὡς ἐν ἀριστοκρατίᾳ, ἡμεῖς δὲ νῦν εὐτυχῶς ἐν βασιλείᾳ πιστῶς καὶ ὀρθοδόξως. Δέκατόν ἐστι κεφάλαιον, ἐν ᾧ δεῖ ζητῆσαι, κατὰ πόσους τρόπους ὀφείλει ὁ ῥήτωρ ἐξηγεῖσθαι τὰ ῥητορικὰ μαθήματα. ἐξηγήσεται τοίνυν κατὰ τρόπους ἑπτά· κατὰ ἀλληγορίαν, ὅταν ἔξωθεν καὶ παρὰ τὸ κείμενον ἕτερόν τι νοούμενον ἐκ τοῦ κειμένου ἀγορεύσῃ· ἀλληγορία γὰρ λέγεται ἡ ἄλλο ἀγορεύουσα παρὰ τὸ κείμενον. κατὰ προϋφήγησιν, ὅταν τὰ κεφάλαια καὶ τὰ ἐνθυμήματα τῆς μελλούσης λέγεσθαι πράξεως συνοψίσας θεωρήσῃ καὶ προδιαστείληται πρὸς σαφεστέραν νόησιν τοῦ ἀκροατοῦ. |
| 14.42 | κατὰ τέχνην, ὅταν εἴπῃ ‘ἐνταῦθα εἰ τύχοι πρότασισ‘ ἢ κατασκευὴ ἢ μεταληπτικὸν ἢ ὁρικὸν κεφάλαιον ἤ τι τῶν ἀπὸ τέχνης παραδεδομένων. κατὰ ἱστορίαν, ὅταν τὴν ὑποκειμένην ἱστορίαν ἀφηγήσηται, χρόνους τε λέγων τῆς ἱστορίας καὶ πρόσωπα καὶ αἰτίας καὶ ὅσα αὐτὴν κοσμεῖ. κατὰ σχῆμα, ὅταν εἴπῃ ‘τόδε τὸ σχῆμα προθεωρία ἐστίν‘ ἢ ‘παρ’ ὑπόνοιάν ἐστιν‘ ἢ ‘παρὰ προσδοκίαν‘. κατὰ ἰδέαν, ὅταν εἴπῃ ‘ἐνταῦθα γοργότης ἐστίν‘, ‘σφοδρότης ἐστίν‘, ‘λαμπρότης ἐστίν‘. κατὰ δὲ σαφήνειαν, ὅταν τὸ ἐμπεσόν τι νόημα σαφηνίσῃ ἓν πρὸς ἓν ἀλλάττων κατὰ τὸ κείμενον. — Τρία δὲ πρὸ πάντων δεῖ τὸν ἐξηγητὴν ζητεῖν τοῦ ἀκροατοῦ· εἰ ἐνόησε τὸ ἐνθύμημα, εἰ συνῆκε τὴν λέξιν, εἰ ἐπέστησε τῇ συντάξει· πάντῃ γὰρ πάντως ὁ ἀγνοῶν ἀκροατὴς ἢ τρία ἀγνοήσει ἢ δύο τῶν τριῶν. ἀσχάλλοντος οὖν ὡς μὴ νοοῦντος τοῦ ἀκροατοῦ δεῖ τὸν ἐξηγητὴν ἐρωτᾶν, κατὰ τί οὐκ ἐνόησεν, ἆρα τὸ ἐνθύμημα οὐκ ἐνόησεν, ἆρα τὴν λέξιν ἢ τὴν σύνταξιν· καὶ οὕτως μαθόντων ἡμῶν τὸ ἀγνοούμενον σαφηνίσομεν καὶ πέμψομεν τὸν ἀκροατὴν μαθόντα πάντα καὶ οὐδὲν ἀγνοήσαντα. |
| 14.43 | Στίχοι τοῦ σοφωτάτου μοναχοῦ Μαξίμου τοῦ Πλανούδη εἰς τὰ δέκα κεφάλαια τῆς ῥητορικῆς. Ῥητορικὴ τὸ πρῶτον ἐν ἀθανάτοισι φαάνθη. δεύτερον ἡρώεσσιν ἐπέπρεπεν ἐγχεσιμώροις. τὸ τρίτον ἀνθρώποισιν ὁμίλεε κεῖθεν ἰοῦσα. τέτρατον ἤκμασεν ἥδε πάλαι λογίοις ἐν Ἀθήναις. πέμπτον ἐσαῦτις ὅρον, τέλος ἔργα τε δίζεο ῥήτρης, εἴδεα δ’ ἕκτον, ὅθεν χρόνον αὖ ἰδὲ χῶρον ἑκάστου. ἕβδομον αὖ πόσαι ἐνδιάουσιν ἐν ἀνδράσι ῥῆτραι. ὄγδοον ὁσσατίοισι τρόποις ῥήτωρ ἀναγνώσει. εἴνατον ὁσσατίησι πολιτείησι βιοῦμεν. καὶ δέκατον πόσσοισι τρόποις ῥήτρην γε διδάξεις. |