eul_wid: ejc-bi
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on a Debt Case by Lysias the Orator

The work known as the Fragments on a Debt Case comprises a collection of forty-two excerpts attributed to the Attic orator Lysias. These passages, preserved not as a continuous speech but as isolated citations, were likely quoted by later lexicographers and grammarians for their linguistic or rhetorical value. The title indicates the original speech concerned a dispute over a financial obligation, composed for a client to deliver in an Athenian law court, probably in the context of a private suit for money or a breach of contract. The fragments illustrate the forensic argumentation typical of Athenian private law, touching upon the nature of financial obligation, contract, and debt within Athenian society. They also demonstrate the orator's skill in character portrayal and the rhetorical strategies employed to persuade a democratic jury. The complete speech is lost, and the fragments survive through indirect transmission, having been cited in the works of later ancient scholars such as Harpocration; modern editions compile these scattered citations from medieval manuscripts. While the fragments' direct influence is minimal, they contribute to the understanding of Athenian legal and commercial practices. As part of the corpus of Lysias, which was celebrated in antiquity for its pure Attic style and clarity, they exemplify the technical craft of classical logographic oratory.

ΑΠΟΣΠΑΣΜΑΤΑ.ΠΡΟΣ ΑΙΣΧΙΝΗΝ ΤΟΝ ΣΩΚΡΑΤΙΚΟΝ ΧΡΕΩΣ.

Τίς γὰρ ἤλπισεν ἂν Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους, ὁποῖόν φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν συμβολαίων λόγοις; ... ἀλλʼ ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγῳ οὑτωσί· πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως—ἀπομνημονεύσω δʼ ἐγώ, εἰ καὶ πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι—ἄρχεται δʼ οὕτως ὁ ῥήτωρ·

Οὐκ ἄν ποτʼ ᾠήθην, ὦ ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δʼ οὐκ ἂν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτης συκοφαντωδεστέραν ἐξευρεῖν. Οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὑτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. «κατασκευάζομαι δʼ» ἔφη «τέχνην μυρεψικήν· ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέʼ ὀβολοὺς τῆς μνᾶς τόκους.» πεισθεὶς δʼ ὑπʼ αὐτοῦ τοιαῦτα λέγοντος καὶ ἅμα οἰόμενος τοῦτον Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι ἅπερ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν.

Καὶ μετὰ ταῦτα πάλιν καταδρομὴν αὐτοῦ ποιησάμενος ὡς ἐδανείσατο, ὡς οὔτε τόκους οὔτε τἀρχαῖον ἀπεδίδου καὶ ὅτι ὑπερήμερος ἐγένετο γνώμῃ δικαστηρίου ἐρήμην καταδικασθείς, καὶ ὡς ἠνεχυράσθη οἰκέτης αὐτοῦ στιγματίας, καὶ πολλὰ ἄλλα κατειπὼν αὐτοῦ ἐπιλέγει ταῦτα·

Ἀλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας τοὺς αὐτῷ κεχρημένους. οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρʼ ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλῄσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπʼ αὐτοῦ δεινὰ πάσχουσιν ὥστʼ ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται; ὅσους δʼ ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φορὰς οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται. τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται, ὥστε οἴεσθαι τοὺς παριόντας ἐπʼ ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. οὕτω δʼ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται, ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν· πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὑτοῦ νομίζει εἶναι ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. ἀλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται Ἑρμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν; ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν, ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς ὑεῖς πτωχοὺς ἐποίησεν, αὑτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν. οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο, τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ῥᾷον τοὺς ὀδόντας ἀριθμῆσαι ἢ τῆς χειρὸς τοὺς δακτύλους. Καί μοι ἀνάβητε τούτων μάρτυρες. ΜΑΡΤΥΡΕΣ.

Ὁ μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος. ΚΑΤʼ ΑΙΣΧΙΝΟΥ ΠΕΡΙ ΤΗΣ ΔΗΜΕΥΣΕΩΣ ΤΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΧΡΗΜΑΤΩΝ.

Ἐπειδὴ τοίνυν τοὺς Χύτρους ὁ Δημάρατος ἑάλω προδιδούς. ΠΡΟΣ ΑΙΣΧΙΝΗΝ ΒΛΑΒΗΣ.

Οὗτος. ἐμοὶ βλάβης δεδίκασται. ΠΡΟΣ ΑΛΕΞΙΔΗΜΟΝ.

Οὐαλέριος Ἁρποκρατίων δατεῖσθαι. ΠΡΟΣ ΑΛΚΙΒΙΑΔΗΝ ΠΕΡΙ ΟΙΚΙΑΣ.

Ἐκπλεύσαντες γὰρ κοινῇ Ἀξίοχος καὶ Ἀλκιβιάδης εἰς Ἑλλήσποντον ἔγημαν ἐν Ἀβύδῳ δύο ὄντε Μεδοντίδα τὴν Ἀβυδηνὴν καὶ συνῳκείτην. ἔπειτα αὐτοῖν γίγνεται θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, συνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκεν εἶναι θυγατέρα, εἰ δὲ Ἀξίοχος, Ἀλκιβιάδου.

Λευκὴ ἀκτή, ναυτοδίκαι, παρακαταβολή.

Οἶμαι τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι ὅτι Ἀρχεβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφεσβήτει. ΠΡΟΣ ΑΛΚΙΒΙΑΔΗΝ ΥΣΤΕΡΟΣ.

Ἔρρε εἰς ὄλεθρόν τε καὶ Ἄβυδον· ὡς ἀπειρηκὼς ἤδη σοι τυγχάνω λοιδορούμενος. Λέξεις Πατμ. ΠΡΟΣ ΑΛΚΙΒΙΟΝ.

Καίτοι εἰ ἀπεδεδώκει τῷ Κτησικλεῖ τὰς νʹ παλαιάς, ὥσπερ οὗτός φησιν. ΠΕΡΙ ΤΩΝ ΑΝΑΚΑΛΥΠΤΗΡΙΩΝ.

Ἤδη δέ τινα καὶ παρὰ ῥήτορσιν εἴρηται θετικὰ κεφάλαια· καὶ δὴ καὶ ὅλοι λόγοι νομίζοιντʼ ἂν σχεδὸν εἶναι θέσεως, ὡς ὅ τε περὶ τῶν ἀνακαλυπτηρίων ἐπιγραφόμενος Λυσίου καὶ ὁ περὶ τῆς ἀμβλώσεως· ἐν μὲν γὰρ θατέρῳ ζητεῖται, εἰ τὰ δοθέντα ἀνακαλυπτήρια γυναικὶ γαμουμένῃ βεβαίως ἔχειν αὐτὴν δεῖ .... Λυσίου μὲν οὔ φασιν εἶναι τούτους τοὺς λόγους, ὅμως δὲ οὐκ ἀχάριστον τοῖς νέοις γυμνασίας ἕνεκα καὶ τούτοις ἐντυγχάνειν. ΠΡΟΣ ΑΝΔΟΚΙΔΗΝ ΑΠΟΣΤΑΣΙΟΥ.

Οὔτε τιμῆς τεταγμένης πωλοῦσιν, ἀλλʼ ὡς ἂν δύναιντο πλειστηριάσαντες πλείστου ἀπέδοντο. ΚΑΤʼ ΑΝΔΡΟΤΙΩΝΟΣ.

Οὐαλέριος Ἁρποκρατίων Σηράγγιον Ἀρχιδάμιος πόλεμος. ΚΑΤΑ ΑΝΤΙΓΕΝΟΥΣ ΑΜΒΛΩΣΕΩΣ.

Σκέψασθε δὲ καὶ ὡς Ἀντιγένης πεποίηκεν οὑτοσί. γραψάμενος τὴν μητέρα ἡμῶν ἀξιοῖ λαβεῖν τὴν ἀδελφὴν καὶ ἀγωνίσασθαι μέν, ἵνα μὴ ἀποτείσῃ τὰς χιλίας δραχμάς, ἃς δεῖ ἀποτίνειν ἐάν τις μὴ ἐπεξέλθῃ γραψάμενος.

ἐν θατέρῳ δὲ εἰ τὸ ἔτι ἐγκυούμενον ἄνθρωπός ἐστι καὶ εἰ ἀνεύθυνα τὰ τῶν ἀμβλώσεων ταῖς γυναιξί. ἐνταῦθα μέντοι δεῖ τὸν μελετῶντα τοῖς ἐπισταμένοις ἀνατιθέναι τὰς αἰτίας, ὡς καὶ ὁ Λυσίας ἐν τῷ περὶ ἀμβλώσεως, κρίνων φόνου τὸν αἴτιον, βιάζεται ζῷον τὸ βρέφος ἀποδεικνύναι καὶ πανταχοῦ φησιν,

ὥσπερ οἱ ἰατροὶ καὶ αἱ μαῖαι ἀπεφήναντο.

καὶ ἰατρικοῦ μὲν ζητήματος παράδειγμα, ὃ καὶ μεμελέτηται τῷ Λυσίᾳ· εἰ ὁ ποιήσας ἐξαμβλῶσαι γυναῖκα φόνον ἐποίησεν· δεῖ γὰρ γνῶναι πρῶτον, εἰ ἔζη πρὶν ἐτέχθη· ὅπερ φυσικῶν καὶ ἰατρικῶν ἐστι. ἐκ διαφόρων τινα χρήσιμα Λυσίᾳ ... ἐν τῷ περὶ τοῦ ἀμβλωθριδίου, ἐν ᾧ Ἀντιγένης κατηγορεῖ τῆς ἑαυτοῦ γυναικὸς φόνον ἀμβλωσάσης ἑκουσίως φάσκων, ὡς ἐξήμβλωκε καὶ κεκώλυκεν αὐτὸν πατέρα κληθῆναι παιδός. ΠΕΡΙ ΤΗΣ ΑΝΤΙΔΟΣΕΩΣ.ΠΕΡΙ ΤΗΣ ΑΝΤΙΦΩΝΤΟΣ ΘΥΓΑΤΡΟΣ.

Οἱ δʼ ὑπὸ τῶν λʹ ἀνῃρῆσθαι αὐτὸν ἱστοροῦσιν, ὥσπερ Λυσίας ἐν τῷ ὑπὲρ τῆς Ἀντιφῶντος θυγατρὸς λόγῳ· ἐγένετο γὰρ αὐτῷ θυγάτριον, οὗ Κάλλαισχρος ἐπεδικάσατο. ὅτι δʼ ὑπὸ τῶν λʹ ἀπέθανεν ἱστορεῖ καὶ Θεόπομπος ἐν τῇ ιεʹ τῶν Φιλιππικῶν. ἀλλʼ οὗτός γʼ ἂν εἴη ἕτερος, Λυσωνίδου πατρός, οὗ καὶ Κρατῖνος ἐν Πυτίνῃ ὡς οὐ πονηροῦ μνημονεύει.

ΚΑΤΑ ΑΠΟΛΛΟΔΩΡΟΥ.

Οὐαλέριος Ἁρποκρατίων πρόπεμπτα. ΠΡΟΣ ΑΡΕΣΑΝΔΡΟΝ.

Νῦν δὲ πρὸς τοὺς ἐκλογέας τοῦ φόρου ἅπαντα ἀπογραφόμεθα. ΚΑΤʼ ΑΡΙΣΤΑΓΟΡΟΥ ΕΝΔΕΙΞΕΩΣ.

Οὐαλέριος Ἁρποκρατίων ἁμωσγέπως. ΠΡΟΣ ΤΗΝ ΑΡΙΣΤΟΔΗΜΟΥ ΓΡΑΦΗΝ ΔΙΑΜΑΡΤΥΡΙΑ.

Οὐαλέριος Ἁρποκρατίων ἀνάκρισις, Ἀνθήνη, ἀποστασίου, διαμαρτυρία. ΠΡΟΣ ΑΡΙΣΤΟΚΡΑΤΗΝ ΠΕΡΙ ΕΓΓΥΗΣ ΕΡΑΝΟΥ.

Οὐαλέριος Ἁρποκρατίων ἐρανίζοντες. ΚΑΤΑ ΑΡΙΣΤΩΝΟΣ ΑΡΓΙΑΣ.

Λυσίας ἐν τῷ κατὰ Ἀρίστωνός φησιν, ὅτι Δράκων ἦν ὁ θεὶς τὸν νόμον, αὖθις δὲ καὶ Σόλων ἐχρήσατο, θάνατον οὐχ ὁρίσας ὥσπερ ἐκεῖνος, ἀλλʼ ἀτιμίαν, ἐάν τις ἁλῷ τρίς, ἐὰν δʼ ἅπαξ, ζημιοῦσθαι δραχμὰς ἑκατόν.

ΠΡΟΣ ΑΡΜΟΔΙΟΝ ΠΕΡΙ ΙΦΙΚΡΑΤΟΥΣ ΔΩΡΕΩΝ.

Εἰ, πρὶν ποιῆσαι, ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν· ποιήσαντι δʼ ἆρʼ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δʼ ἀφαιρεῖσθε.

Καὶ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι οὐδὲν πρότερον ὑπῆρχε γενναῖον πρὶν γενναῖόν τι πρᾶξαι ..... τὰ γοῦν ἔργα συγγενέστερά ἐστι τὰ ἐμὰ τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἢ τὰ σά.

Εἰ ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγώ, ἀοίκητος ἂν ἦν ἡ Λακεδαίμων.

Καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώτους ἁπάντων τῶν εὐεργετῶν ἦγον, ἢ παραλαβεῖν ἂν αὐτούς φησιν ἢ ὑπʼ ἐκείνων παρακληθῆναι, εἰ κατʼ ἐκείνους ἐγένετο.

Ὑμεῖς μὲν οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ παρʼ ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνόν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν.

Τὸ μὲν ἐμὸν ἀπʼ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται.

ΠΡΟΣ ΑΡΧΕΒΙΑΔΗΝ.

Ἐπειδὴ τάχιστα ἔλαχέ μοι ταύτην τὴν δίκην Ἀρχεβιάδης, ὦ ἄνδρες δικασταί, προσῆλθον αὐτῷ λέγων ὅτι νέος καὶ ἄπειρος εἴην πραγμάτων καὶ οὐδὲν δεόμενος εἰσιέναι εἰς δικαστήριον· «ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρημα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν, ἀλλὰ παραλαβόντα τοὺς ἐμοὺς φίλους καὶ τοὺς σαυτοῦ διηγήσασθαι περὶ τοῦ χρέως ὅθεν γεγένηται. κἂν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. δίκαιος δὲ εἶ μηδὲν παραλιπεῖν, ἀλλʼ εἰπεῖν ἅπαντα, ἐπειδὴ νεώτερός εἰμι τοῦ συμβολαίου, ἵνα ἀκούσαντες περὶ ὧν οὐκ ἴσμεν βουλευσώμεθα περὶ ὧν σὺ λέγεις, ἐάν πως φανερὸν γένηται, πότερον ἀδίκως τῶν ἐμῶν ἐφίεσαι ἢ δικαίως τὰ σαυτοῦ ζητεῖς κομίσασθαι.» ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτʼ ἠθέλησε συνελθεῖν οὐδὲ λόγον περὶ ὧν ἐνεκάλει ποιήσασθαι, οὐδὲ δίαιταν ἐπιτρέψαι, ἕως ὑμεῖς τὸν νόμον τὸν περὶ τῶν διαιτητῶν ἔθεσθε.

οἶμαι τοίνυν καὶ ἐκεῖνο ὑμᾶς αἰσθάνεσθαι, ὅτι Ἀρχεβιάδης οὐκ ἄλλο τι ἐζήτει κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφεσβήτει.

ΠΡΟΣ ΑΡΧΙΝΟΝ.

Ἔστι δʼ αὐτοῦ καὶ ὁ ὑπὲρ τοῦ ψηφίσματος ὃ ἐγράψατο Ἀρχῖνος τὴν πολιτείαν αὐτοῦ περιελών. ΠΡΟΣ ΑΣΙΩΝΑ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΒΙΒΛΙΩΝ ΚΛΟΠΗΣ.

Οὐαλέριος Ἁρποκρατίων ἀμφιγνοεῖν. τῆς ἰσωνίας. ΠΡΟΣ ΑΣΩΠΟΔΩΡΟΝ ΠΕΡΙ ΟΙΚΙΑΣ.

Οὐαλέριος Ἁρποκρατίων παρακαταβολή. ΚΑΤʼ ΑΥΤΟΚΛΕΟΥΣ.

Ψηφοπαικτοῦσι τὸ δίκαιον. ΚΑΤʼ ΑΥΤΟΚΡΑΤΟΥΣ ΜΟΙΧΕΙΑΣ.

Τοῖς ὀψιζομένοις ἐν ταῖς ὁδοῖς ἐπιτιθέμενοι τὰ ἱμάτια ἀποδύονται.

Τετύχηκε δέ μοι καὶ εἰκοσίμνως ἔρανος.

Τὸν παῖδα τὸν ἀκολουθοῦντα μετʼ αὐτοῦ.

Μεταλλαξαμένη χιτῶνα. ΥΠΕΡ ΑΧΙΛΛΕΙΔΟΥ ΦΟΝΟΥ.

Κινήσει δὲ ἔλεον κἂν ὑποδεικνύωμεν τὸ πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ τοῦ τεθνεῶτος ... καὶ ὁ Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου τὸ πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὑτοῦ· λέγει γὰρ ὡς ἀκρατὴς λύπης γενηθεῖσα αὑτὴν ἀπέκτεινε. ΥΠΕΡ ΒΑΚΧΙΟΥ ΚΑΙ ΠΥΘΑΓΟΡΟΥ.

Οὐαλέριος Ἁρποκρατίων κύπασσις, Πύγελα, Σκυθικαί. ΥΠΕΡ ΤΟΥ ΒΑΤΡΑΧΟΥ ΦΟΝΟΥ.

Οὐαλέριος Ἁρποκρατίων Φηγούσιον. ΠΡΟΣ ΒΟΙΩΝΑ.

Οὐαλέριος Ἁρποκρατίων ἀνάγειν. ΠΡΟΣ ΤΟΥΣ ΕΠΙΤΡΟΠΟΥΣ ΤΩΝ ΒΟΩΝΟΣ ΠΑΙΔΩΝ.

Ἐπέτρεψεν ἀνδράσιν ἀντὶ τοῦ ἐπιτρόπους κατέστησεν. ΠΡΟΣ ΓΛΑΥΚΩΝΑ ΠΕΡΙ ΤΟΥ ΔΙΚΑΙΟΓΕΝΟΥΣ ΚΛΗΡΟΥ.

Καὶ μὲν δὴ οὐδὲ τοῦτο ἂν ἔχοι Γλαύκων εἰπεῖν ἢ ἄλλος τις τῶν Δικαιογένους συγγενῶν, ὡς, ὅτε μὲν προὔκειτο, ὤκνουν καὶ ᾐσχύνοντο λόγους περὶ αὐτοῦ ποιεῖσθαι, ἐξενεχθέντος δὲ ἢ περὶ τῶν χρημάτων τινὰ μνείαν εἴχετε ἢ τὰς θυγατέρας ἠξιοῦτε διαιτᾶσθαι.

Δικαιογένης δὲ τέως μὲν ᾤκει παρʼ ἡμῖν, δοκιμασθεὶς δὲ ἔγημε.

Ἀντιδικοῦμεν, Θουγένιδες, δικασταῖς.

Τί, ὠγαθέ, ἀντιδικοῦμεν πρὸς ἀλλήλους ἔτι;

Οὐαλέριος Ἁρποκρατίων ἡλιαία. ΥΠΕΡ ΔΕΞΙΟΥ ΑΠΟΣΤΑΣΙΟΥ.

Καθίστησιν αὐτὸν ἐπὶ τὰς αἶγας, καὶ ᾐπόλει αὐταῖς.

Ἐχρῆν τὸν Κλειτοφῶντα καὶ τοὺς ἀντιδικοῦντας αὐτῷ.

Οὐαλέριος Ἁρποκρατίων Στρομβιχίδης. ΚΑΤΑ ΔΕΞΙΠΠΟΥ.

Καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος; πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων.

Οὐαλέριος Ἁρποκρατίων σύνδικοι. ΚΑΤΑ ΔΗΜΟΣΘΕΝΟΥΣ ΕΠΙΤΡΟΠΗΣ.

Εἰ γάρ τι ἐγκαλεῖς τῷδε τῷ μειρακίῳ καὶ τῶν σῶν τι ἔχει, δίκασαι αὐτῷ κατὰ τοὺς νόμους, εἰ μὲν χωρίου ἀμφισβητεῖς, καρποῦ, εἰ δὲ οἰκίας, ἐνοικίου, ὥσπερ οὗτος σοὶ νῦν ἐπιτροπῆς δικάζεται.

Πέντε μησὶ μετὰ τῶν ἐλεοκόπων διαιτώμενος.

ἐλεοκόπων.

Οὐαλέριος Ἁρποκρατίων ἀδοκίμαστος, αἰδέσασθαι, ἐπισίτια, μειαγωγῆσαι. ΠΕΡΙ ΤΟΥ ΔΙΟΓΕΝΟΥΣ ΚΛΗΡΟΥ.

Διογένει δὲ οἰκειότατα πάντων ἀνθρώπων ἐχρώμεθα, καὶ ἕως γε ὑγίαινεν, ἐξ ἀγροῦ ὁπότε ἔλθοι παρʼ ἡμῖν διῃτᾶτο.

Ἦν γὰρ αὐτῇ ὑὸς ἐκ τοῦ προτέρου ἀνδρὸς ἐτῶν γεγονὼς ἑκκαίδεκα.

Μόλπις ὁ τῶν ιʹ τῶν ἐν Πειραιεῖ. ΠΡΟΣ ΔΙΟΓΕΝΗΝ ΠΕΡΙ ΧΩΡΙΟΥ.

Ἆρα οὖν ἀπράγμων εἶναι δοκεῖ ὑμῖν Διογένης, ὃς ἐπιδικάζεται μὲν τῶν κλήρων, ἀμφισβητεῖ δὲ τοῖς ὀρφανοῖς ὧν αὐτοῖς οἱ πατέρες κατέλιπον; ΠΡΟΣ ΔΙΟΓΕΝΗΝ ΠΕΡΙ ΜΙΣΘΩΣΕΩΣ ΟΙΚΟΥ.

Οὐαλέριος Ἁρποκρατίων ἀποτιμηταί. ΚΑΤΑ ΔΙΟΔΟΤΟΥ.

αὔλια.

ΚΑΤΑ ΔΙΟΚΛΕΟΥΣ ΥΒΡΕΩΣ.

Ὁ ἀδελφὸς ὁ ἐμὸς καὶ Κτήσων, οἰκεῖος ὢν ἡμῖν, συντυγχάνουσι τῷ Ἕρμωνι ἐς Βόθυνον ἀπιόντι. ΠΡΟΣ ΔΙΟΚΛΕΑ ΥΠΕΡ ΤΟΥ ΚΑΤΑ ΤΩΝ ΡΗΤΟΡΩΝ ΝΟΜΟΥ.

Αἴλιος Θέων ὁ σοφιστής, Οὐαλέριος Ἁρποκρατίων ἐάν τις. ΥΠΕΡ ΔΙΟΦΑΝΤΟΥ ΠΕΡΙ ΧΩΡΙΟΥ.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἀλείπτρια. ΠΡΟΣ ΔΙΟΧΑΡΗ.

Οὐαλέριος Ἁρποκρατίων μεταλλεῖς. ΠΡΟΣ ΔΙΩΝΑ.

Οὐαλέριος Ἁρποκρατίων φάσκωλον. ΠΕΡΙ ΤΗΣ ΕΓΓΥΘΗΚΗΣ.

Εἰ μὲν δίκαιον ἔλεγεν ἢ μέτριον, ὦ ἄνδρες δικασταί, Λυσιμένης ..... Οὐκ ἂν ἐσπούδαζον περὶ αὐτῆς τῆς ἐγγυθήκης δικαιολογεῖσθαι, ἣ οὐκ ἔστιν ἀξία τριάκοντα δραχμῶν. Πέρυσιν δὲ ἐπισκευάσαι αὐτὴν βουλόμενος ἐξέδωκα εἴς τι χαλκεῖον· ἔστι γὰρ συνθετὴ καὶ Σατύρων ἔχει πρόσωπα καὶ βουκεφάλια ..... ἄλλο ἔτι μέγεθος τὸ αὐτό. ὁ γὰρ αὐτὸς τεχνίτης πολλὰ σκεύη ταὐτὰ καὶ ὅμοια ἐργάζεται. ΠΕΡΙ ΤΗΣ ΕΙΣΦΟΡΑΣ.

Οὐαλέριος Ἁρποκρατίων ἐπιγραφέας. ΠΕΡΙ ΤΗΣ ΕΠΙΓΕΝΟΥΣ ΔΙΑΘΗΚΗΣ.

Ἐπειδὴ τοίνυν Ἐπιγένης ἀσθενὴς τριηραρχεῖν ἠναγκάζετο, ἀνάργυρος ὢν καὶ τῆς γῆς τῶν πολεμίων κρατούντων. ΚΑΤΑ ΕΠΙΚΡΑΤΟΥΣ.

ΠΡΟΣ ΕΤΕΟΚΛΕΑ ΠΕΡΙ ΧΡΗΜΑΤΩΝ.

Οὐαλέριος Ἁρποκρατίων ἑβδομευομένου. ΠΕΡΙ ΤΩΝ ΙΔΙΩΝ ΕΥΕΡΓΕΣΙΩΝ.

Οἱ Κεῖοι μὲν πόλις τοσαύτη. ΠΡΟΣ ΕΥΘΙΑΝ ΥΠΕΡ ΤΩΝ ΔΗΜΙΟΠΡΑΤΩΝ.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ΠΡΟΣ ΕΥΘΥΔΗΜΟΝ ΥΠΕΡ ΤΟΥ ΠΑΙΔΟΣ ΤΟΥ ΔΙΑΦΘΑΡΕΝΤΟΣ ΤΟΝ ΟΦΘΑΛΜΟΝ.

Καὶ ἐξ αὐτῶν τῶν μαρτυριῶν, ὦ ἄνδρες δικασταί, ἃς οὗτοι παρέσχοντο, πειράσομαι ὑμῖν ἀποδεῖξαι. ΚΑΤʼ ΕΥΘΥΔΙΚΟΥ.

Οὐ δυνάμενος δʼ ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας. ΥΠΕΡ ΕΥΘΥΝΟΥ.

Καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλʼ ἀκριβῶς. ΚΑΤʼ ΕΥΚΛΕΟΥΣ ΧΩΡΙΟΥ ΕΞΟΥΛΗΣ.αὐτομαχεῖν. ΥΠΕΡ ΕΥΚΡΙΤΟΥ ΔΙΑΜΑΡΤΥΡΙΑ.Ἀδηφάγους τριήρεις. ΠΡΟΣ ΕΥΠΕΙΘΗ.δερμηστής. ΚΑΤʼ ΕΥΦΗΜΟΥ.λαμπάς, πυελίδα. ΠΕΡΙ ΤΟΥ ΗΓΗΣΑΝΔΡΟΥ ΚΛΗΡΟΥ.

Ὡς ἔμελλεν ἐπί τε τοὺς βωμοὺς ἰέναι καὶ τὰ νομιζόμενά γε ποιήσειν.

Τοῖς ἐγγύτατα γένους συνῴκουν.

ΠΡΟΣ ΘΕΟΠΕΙΘΗ ΕΠΙΤΡΟΠΗΣ ΕΠΙΛΟΓΟΣ.

Οὐαλέριος Ἁρποκρατίων ἐπιδιατίθεσθαι. ΚΑΤΑ ΘΕΟΠΟΜΠΟΥ ΑΙΚΙΑΣ.

Ἐγὼ δʼ ὀξύμελι πίνω. ΠΕΡΙ ΤΟΥ ΘΕΟΠΟΜΠΟΥ ΚΛΗΡΟΥ.

Οὐαλέριος Ἁρποκρατίων ὀργέων. ΚΑΤΑ ΘΕΟΖΟΤΙΔΟΥ ΠΑΡΑΝΟΜΩΝ.

τοὺς μάλιστα δεομένους ἀποστερεῖς σὺ τῆς μισθοφορᾶς τοὺς νόθους τε καὶ τοὺς ποιητοὺς οὔτε νομίμως οὔτε καλῶς· ἐμοὶ γὰρ δοκεῖ τῶν ὀρφανῶν τρέφειν τούτων τοὺς νόθους μᾶλλον χρῆναι τὴμ πόλιν ἢ τοὺς γνησίους· τοὺς μὲν γὰρ γνησίους κληρονόμους τῆς οὐσίας καταλείπουσιν οἱ πατέρες· τοὺς δὲ νόθους …

πατρώιων … τῆς μισθοφορίας … ο … ἐκεῖνος κατέλιπεν αὐτοῖς … ὃ δὲ πάντων δεινότατον εἰ τὸ κάλλιστον τῶν ἐν τοῖς νόμοις κήρυγμα Θεοζοτίδης διαβαλεῖ καὶ ψεῦδος καταστήσει· Διονυσίοις γὰρ ὅταν ὁ κήρυξ ἀναγορεύηι τοὺς ὀρφανοὺς πατρόθεν ὑπειπὼν ὅτι τῶνδε τῶν νεανίσκων οἱ πατέρες ἀπέθανον ἐν τῶι πολέμωι μαχόμενοι ὑπὲρ τῆς πατρίδος ἄνδρες ὄντες ἀγαθοὶ καὶ τούτους ἡ πόλις ἔτρεφε μέχρι ἥβης, ἐνταῦθα πότερα χωρὶς περὶ τῶν ποιητῶν καὶ τῶν νόθων ἀνερεῖ λέγων ὅτι τούςδε διὰ Θεοζοτίδην οὐκ ἔτρεφεν ἢ πάντας ἀναγορεύων ὁμοίως τοὺς ὀρφανοὺς τῶν ποιητῶν καὶ τῶν νόθων καταψεύσεται περὶ τῆς τροφῆς ὑποσιωπῶν; ταῦτα οὐχ ὕβρις καὶ μεγάλη διαβολὴ ἔσται τῆς πόλεως; ἐπειδὴ δὲ Κλεομένης … ὦ ἄνδρες δικασταί, τὴν ὑμετέραν ἀκρόπολιν κατέλαβε …

… ουτος ει πρεσ … περὶ φυλακῆς … σαμ περὶ πολέμου Θεοζοτίδης οὑτοσὶ τὴγ γνώμην ἀγορεύει τοὺς μὲν ἱππέας ἀντὶ δραχμῆς τέσσαρας ὀβολοὺς μισθοφορεῖν, τοὺς δʼ ἱπποτοξότας ὀκτὼ ὀβολοὺς ἀντὶ δυοῖν ὀβολοῖν καὶ ταύτην τὴγ γνώμην ἐ … υ … α … κ … υ … μ … ἐνίκησεν ἐν τῶι δήμωι διʼ οὗ καὶ μ … γνώμην … ἅπασαν τοὺς ἱππέας ἢ ὑπὲρ τοῦ παρόντος καὶ τοῦ μέλλοντος συντέμνειν τὴμ μισθοφορίαν. ἐγὼ δὲ τὸ πορίζειν οὐκ ἀποστερεῖν ὤιμην εἶναι τῶν ὑπαρχόντων ἀλλὰ προφυλάττειν, ὅπως πλείω τῶν ὄντων ἢ μηδὲν ἐλάττω τῶν ὑπαρχόντων ἔσται. τοιοῦτο … τοῦτον οὐκ ὀκνεῖν χρὴ … ν ἀλλὰ …

...ε̣πεισεν ὑμᾶς π̣... | ...κ̣η ἐξεῖναι̣ μ̣...η̣ς̣ διωβελίας ... | ...α 〈χ〉ρήματα ...

...οφειλο̣... | ... καίτοι̣ υ̣...

...ι̣στε | ...τ̣α̣ τε | ...εσθ̣αι | ...ωσε̣σ ...ε̣ι̣τ̣ε̣ ο̣ι υ | ... ἄν〉δρες | ...ι φυ | ...χι.

..ν̣ι̣ν̣... | η..ων.α̣ν̣α̣ι̣ς̣... | λ̣ω̣ν συγκα̣...

...υ̣σα̣ν... | ...ι〉ππευς̣... | ..ο〉ρφαν̣..... α̣η̣.. | ...πολ...ε̣ρ̣... | ...ν̣ σ̣υντ̣ι̣... | ...π̣οι̣... ἀ̣π̣οτ̣ ... | ...ου τημ μισθ〈οφορίαν | ...ασαν ε̣ν̣τ̣ε̣λη̣... | ...ι̣ς̣ το π̣εριτ̣... | ... μισθοφορία... | ....τ̣.λ̣..... | ....ω̣ν π̣... | ....αν̣...ν̣απ... | ...ρ̣ου̣...

...δ̣η̣μ̣η̣ | ...τ̣α̣ το δεινον | ....η̣μηδη | .... βουλευ | .... βουλεύσηι | ...ευσει | ...α̣λεγων | .....κ̣ο̣ | ... π〉αρανομα | ......ο̣ι̣

.....ρ̣.χ... | ...ασατο τ̣... | ....ρειτ̣.. | ...ε̣ω̣ν.ι̣ν̣αν̣... | ....ι̣αι̣ η̣... | ..... | ....ι̣δ... | ... .. | ....ο̣μ̣...

...ν̣τιτωι̣... | ...π̣ατω̣... | .....ε |

....μ̣... | και τους ... | ἠγωνιστα̣〈ι ... | μὲν ἡ δικ〈η... | ο〉υδε̣ν̣ απ...

| ..... | ....α̣τ̣... | ...ευπ....υκε... | ... ζ̣ην ειναι τη̣ς ε... | ...υγκαταθει..

..... | ...ν̣ ἐπηρεα̣... | μ̣εγ γαρ κλε̣... | ξηι.... | τα.... | τ̣ο̣....

...ω̣ντ. ἐ... | ....ωματι... | ...λ̣ουσιν... | τῆ〉ς μισθοφορία〈ς ...

...φορ... | .....λο.. | ...ν̣ι̣τ̣... | ...π̣ο̣. .. | .....α̣...

...η̣ν̣αι τρε̣... | .....ουστο̣ |

...λ̣αβειν ... | .....π̣ρ̣... | ...ρ̣η̣ι̣ν̣... | .. ...λ̣ε̣...

...ο̣ωι κ... | ...ο̣υς δ...

...ευς... | ....ο̣λ̣...

...πις... | ...μ̣ιν...

...π̣ο... | ....π̣... ΚΑΤΑ ΘΡΑΣΥΒΟΥΛΟΥ.

Οὐαλέριος Ἁρποκρατίων Ἀναξίβιος, Δικαιόπολις, ἐπιθέτους ἑορτάς, Ἰσμηνίας, Πολύστρατος, Πύρρα, Σεύθης, Στρούθης. ΠΡΟΣ ΙΠΠΟΘΕΡΣΗΝ.

ἀφανὴς οὐσία καὶ φανερά, Ἱερώνυμος.

ΠΡΟΣ ΤΟΥΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΑΙΔΑΣ.

Οὐχ ἱκανόν, ὦ ἄνδρες δικασταί, τοῖς ἐπιτρόποις ὅσα πράγματα διὰ τὴν ἐπιτροπείαν ἔχουσιν, ἀλλὰ καὶ διασῴζοντες τὰς τῶν φίλων οὐσίας συκοφαντοῦνται ὑπὸ τῶν ὀρφανῶν πολλοί· ὅπερ κἀμοὶ νῦν συμβέβηκεν. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καταλειφθεὶς ἐπίτροπος τῶν Ἱπποκράτους χρημάτων καὶ διαχειρίσας ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν καὶ παραδοὺς τοῖς ὑέσι δοκιμασθεῖσι τὰ χρήματα ὧν ἐπίτροπος κατελείφθην, συκοφαντοῦμαι νῦν ὑπʼ αὐτῶν ἀδίκως. ΠΡΟΣ ΙΣΟΔΗΜΟΝ.

Οὐαλέριος Ἁρποκρατίων αὐθέντης. ΠΡΟΣ ΙΣΟΚΡΑΤΗΝ ΑΙΚΙΑΣ.

Καίτοι τίς οὐκ οἶδεν ὑμῶν ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἔστι μόνον τιμῆσαι, τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν; ἐν τῷ πρὸς Ἱπποκράτην αἰκίας προβολαί. ΥΠΕΡ ΙΦΙΚΡΑΤΟΥΣ ΠΡΟΔΟΣΙΑΣ ΑΠΟΛΟΓΙΑ.

Εἶτα σὺ μὲν ὢν Ἀριστοφῶν οὐκ ἂν προδοίης, ἐγὼ δʼ ὢν Ἰφικράτης;

Ἡ γὰρ ὁδός μοι τῶν λόγων διὰ μέσων τῶν Χάρητι πεπραγμένων ἐστίν.

Τραύματα ἔχων οὐχ ἑτέρων ἐπʼ ἐμὲ ἐρχομένων, ἀλλʼ αὐτὸς ἐπιών.

Οἷα ποιεῖς, ὦ ἄνθρωπε, πολέμου περιεστῶτος τὴν πόλιν περὶ ἐμοῦ πείθων βουλεύεσθαι καὶ μὴ μετʼ ἐμοῦ.

Βελτίων μὲν ὁ τῶν ἀντιδίκων ὑποκριτής, δρᾶμα δὲ τοὐμὸν ἄμεινον. ΥΠΕΡ ΚΑΛΛΑΙΣΧΡΟΥ.

Μετʼ ἀβακίου δὲ καὶ τραπεζίου πωλῶν ἑαυτόν. ΚΑΤΑ ΚΑΛΛΙΟΥ ΕΝΔΕΙΞΕΩΣ.

ἐωνηκώς. ΚΑΤΑ ΚΑΛΛΙΟΥ ΥΒΡΕΩΣ.

Ἐξελθοῦσα αὐτοῦ ἡ παιδίσκη τὴν θύραν ἀνοίγνυσι. ΥΠΕΡ ΚΑΛΛΙΟΥ.

Οὗτοι δὲ φάσκοντες πλείονος μισθώσασθαι καὶ τίμημα καταστήσασθαι. ΠΡΟΣ ΚΑΛΛΙΚΛΕΑ.ἀπόμισθος.

ΠΡΟΣ ΚΑΛΛΙΠΠΙΔΗΝ.

Οὐαλέριος Ἁρποκρατίων λάκρος. ΠΡΟΣ ΚΑΛΛΙΦΑΝΗ ΞΕΝΙΑΣ.

Οὐαλέριος Ἁρποκρατίων νοθεῖα. ΚΑΤΑ ΚΑΛΛΙΦΩΝΤΟΣ.

ὅτι γὰρ ἔσθʼ ὅτε μάρτυρας συγγενεῖς προκριτέον, δηλοῖ Λυσίας ἐν τῷ κατὰ Καλλιφῶντος· περὶ παρακαταθήκης γὰρ ἡ κρίσις, τοῦ μὲν λέγοντος μηδὲν ὧν δέδωκεν ἀπειληφέναι, τοῦ δὲ φάσκοντος πάντα ἀποδεδωκέναι· τοῦ δὲ ἀπαιτοῦντος μάρτυρας παραφέροντος ξένους, ὁ ἕτερος φησίν, ὡς, εἰ τὸ δέον ἐποίει, μάρτυρας ἐχρῆν οἰκείους παρέχεσθαι· τὰ γὰρ τοιαῦτα οὐκ ἐπὶ τῶν ξένων εἴωθε γίνεσθαι, ἀλλʼ ἐπὶ τῶν οἰκείων. οὕτω γοῦν ἔφη ἐπὶ λέξεως· εἰ μὲν περὶ ὕβρεως ἢ αἰκίας ἤ τινος ἄλλου τῶν τοιούτων τὴν δίκην συνέβαινεν εἶναι, εἰκότως τοὺς ἔξωθεν εἴχετʼ ἂν μαρτυροῦντας· ἐπειδὴ δὲ περὶ παρακαταθήκης ἀποδόσεως, οὐχ ἑτέρους ἐχρῆν παρέχεσθαι, ἀλλὰ τοὺς οἰκείους, οὓς ἀνάγκη τὰ πραχθέντα εἰδέναι.

ΠΡΟΣ ΚΙΝΗΣΙΑΝ ΥΠΕΡ ΦΑΝΙΟΥ ΠΑΡΑΝΟΜΩΝ.

Θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν ὁ τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. Οὐχ οὗτός ἐστιν ὁ τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, ἃ τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δʼ ἀκούετε καθʼ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις, οὐ μὴν ὡς τοῦτο διαπραττόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλʼ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ἡμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο, ὥσπερ εἰκὸς τοὺς τοιούτους· τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν, ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι, παράδειγμα τοῖς ἄλλοις, ἵνʼ εἰδῶσιν ὅτι τοῖς λίαν ὑβριστικῶς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλʼ αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους ἢ τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασιν ἐστί, τὸ δʼ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθʼ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν. ΠΡΟΣ ΚΙΝΗΣΙΑΝ Βʹ.

Κινησίας.

ΠΡΟΣ ΚΛΕΙΝΙΑΝ ΔΙΑΜΑΡΤΥΡΙΑ.

Ἐπειδὴ πάντες κατέδαρθον, ἐσκευασμένος τῶν χαλκωμάτων ὅσα οἷός τʼ ἦν πλεῖστα, ὑπὸ μάλης λαβὼν ἐξήγαγε ξίφος ἔχων. ΠΡΟΣ ΚΛΕΟΣΤΡΑΤΟΝ.

Οὐδὲ εἴ τις εἰσποίητος πάθοι, οὐκ ἀποστερεῖ τὴν μητέρα τούτων τῶν χρημάτων. ΠΡΟΣ ΚΛΕΩΝΑ ΠΕΡΙ ΧΡΥΣΟΥ ΤΡΙΠΟΔΟΣ.

Ἀργυρώματά τε ἢ χρυσώματα ἔτι ἦν διδόναι. ΠΡΟΣ ΚΡΙΤΟΔΗΜΟΝ.

Οὐαλέριος Ἁρποκρατίων ἐπίπεμπτον. ΥΠΕΡ ΚΤΗΣΙΑΡΧΟΥ.

Οὐαλέριος Ἁρποκρατίων ἐπεσκήψατο. ΚΑΤΑ ΚΤΗΣΙΦΩΝΤΟΣ.

Καὶ τοὺς μὲν τῶν ἄλλων Ἀθηναίων παῖδας, ὧν οἱ πατέρες βοηθήσαντες ὑμῖν ἔτι ζῶσιν, ἀπειπεῖν ἐν τοῖς νόμοις μήτε ἄδικον μήτε δίκαιον λέγειν.

ΠΕΡΙ ΤΟΥ ΚΥΝΟΣ ΑΠΟΛΟΓΙΑ.

Ἐλυμαίνοντο γάρ μου τὸν καρκίνον εἰσφοιτῶσαι αἱ κύνες. ΠΡΟΣ ΛΑΙΔΑ.

Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια. ΠΡΟΣ ΛΑΚΡΑΤΗΝ.

Οὐδʼ ἂν εἰ πολὺ ἐλάττω τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται.

Οὐαλέριος Ἁρποκρατίων ὀβολοστατεῖ. ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ.

Οὐαλέριος Ἁρποκρατίων Ἀρδηττός. ΚΑΤΑ ΛΥΣΙΘΕΟΥ ΤΡΑΥΜΑΤΟΣ ΕΚ ΠΡΟΝΟΙΑΣ.

Κάμψαντι τοῦ τείχους, ὦ βουλή, ἐστὶ γωνιασμὸς ἐν ἀριστερᾷ καὶ εὐρυχωρία πάνυ πολλή.

Ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν.

Καὶ κατέλαβον αὐτὸν γῆν ἐν θυείᾳ τρίβοντα δοίδυκι λιθίνῳ.

ΠΕΡΙ ΗΜΙΚΛΗΡΙΟΥ ΤΩΝ ΜΑΚΑΡΤΑΤΟΥ ΧΡΗΜΑΤΩΝ.

Οὐαλέριος Ἁρποκρατίων Προσπάλτιοι, σιπύα. ΚΑΤΑ ΜΑΝΤΙΟΥ.

Οὐαλέριος Ἁρποκρατίων Νότιον. ΠΡΟΣ ΜΕΔΟΝΤΑ ΨΕΥΔΟΜΑΡΤΥΡΙΩΝ.

Οὐαλέριος Ἁρποκρατίων Ἀντίκυρα, ἀπήχεια. ΠΡΟΣ ΤΗΝ ΜΕΙΞΙΔΗΜΟΥ ΓΡΑΦΗΝ.

Καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ τὸν δὲ Ἡσίοδον. ΠΡΟΣ ΜΕΝΕΣΤΡΑΤΟΝ.

Οὐαλέριος Ἁρποκρατίων προθεσμίας νόμος. ΚΑΤΑ ΜΙΚΙΝΟΥ ΦΟΝΟΥ.

Τὴν νύκτα ἐκάθητο ἐν τῷ ἱερῷ τὴν ὄψιν κατακαλυψάμενος.

Οἱ μὲν ἄλλοι συγγενεῖς παρεγένοντο, μόνος δʼ ἀπελείφθη.

Τὰ πρὸς ἑτέρας αἰτίας ἀνήκειν δοκοῦντα παραλελείψεται.

Ἐκεῖνον ἐπὶ τὸ σύνδειπνον κεκλημένον. ΠΡΟΣ ΜΝΗΣΙΜΑΧΟΝ.

Συντίθεται δὲ τούτοις καὶ Καρκίνος ὁ ποιητὴς εἰπών· οὐκ οἶνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους ὀρθῶς παγείσας ..... φρένας οὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν. Καρκίνος. ΚΑΤΑ ΜΝΗΣΙΠΤΟΛΕΜΟΥ.ΚΑΤΑ ΜΟΣΧΟΥ.

Οὐαλέριος Ἁρποκρατίων δήμαρχος. ΠΡΟΣ ΝΑΥΣΙΑΝ ΠΕΡΙ ΤΟΥ ΤΥΠΟΥ.

Ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι.

Τοῦ γείσου συντετελεσμένου καὶ τοῦ κρηπιδαίου. ΥΠΕΡ ΝΗΣΟΚΛΕΟΥΣ.

ἐπιδιατίθεσθαι.

ΠΡΟΣ ΝΙΚΑΡΧΟΝ ΤΟΝ ΑΥΛΗΤΗΝ.

Οὐαλέριος Ἁρποκρατίων ἀκμάζεις, Ἀντιγενίδας. ΠΡΟΣ ΝΙΚΙΑΝ ΠΕΡΙ ΠΑΡΑΚΑΤΑΘΗΚΗΣ.

Τὴν μὲν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἀντιδίκων ὁρᾶτε, ὦ ἄνδρες δικασταί. ΥΠΕΡ ΝΙΚΙΟΥ.

Ἑλλήνων κλάω τὸν ἀμάχητον καὶ ἀναυμάχητον ὄλεθρον. —ἱκέται μὲν αὐτοὶ τῶν θεῶν καθίζοντες, προδότας δὲ τῶν ὅρκων ὑμᾶς ἀποφαίνοντες. —ἀνακαλοῦντές τε συγγένειαν εὐμένειαν. ΚΑΤΑ ΝΙΚΙΟΥ ΦΟΝΟΥ.ΚΑΤΑ ΝΙΚΙΔΟΥ ΑΡΓΙΑΣ.

ΠΡΟΣ ΝΙΚΟΔΗΜΟΝ ΚΑΙ ΚΡΙΤΟΒΟΥΛΟΝ.

Οὐαλέριος Ἁρποκρατίων ξυστίς. ΥΠΕΡ ΝΙΚΟΜΑΧΗΣ.

Μαρκελλῖνος ὁ Βιογράφος ὁ Λυσίας ἐν τῷ ὑπὲρ Νικομάχης διώκων Ἐκφαντίδην καὶ Διοφάνην οὐκ ἦλθεν ἐπὶ τὸ κεφάλαιον τοῦτο, διὰ τὸ μίαν εἶναι ἀμφοτέρων τὴν ποιότητα. ΠΡΟΣ ΞΕΝΟΦΩΝΤΑ.

Συγκομίσας δʼ ὀπώραν καὶ ἀποδόμενος τὸν ἀγρόν. ΠΕΡΙ ΤΗΣ ΟΝΟΜΑΚΛΕΟΥΣ ΘΥΓΑΤΡΟΣ.

Οὐαλέριος Ἁρποκρατίων πεντακοσιομέδιμνον, Ὑβάδαι. ΠΡΟΣ ΤΗΝ ΦΑΣΙΝ ΤΟΥ ΟΡΦΑΝΙΚΟΥ ΟΙΚΟΥ.

Οὐαλέριος Ἁρποκρατίων φάσις. ΚΑΤΑ ΠΑΝΤΑΛΕΟΝΤΟΣ.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἱκανότης. ΠΕΡΙ ΤΟΥ ΠΟΛΥΑΙΝΟΥ ΚΛΗΡΟΥ.

ΚΑΤΑ ΠΟΣΕΙΔΙΠΠΟΥ.

Οὐαλέριος Ἁρποκρατίων ἀπολαχεῖν. ΠΡΟΣ ΠΥΘΟΔΗΜΟΝ ΑΠΟΣΤΑΣΙΟΥ.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης θρεπτή. τῆτες. ΠΡΟΣ ΣΟΦΟΚΛΕΑ.

μυκείαν. ΚΑΤΑ ΣΤΡΑΤΟΚΛΕΟΥΣ ΕΞΟΥΛΗΣ.

Οὐαλέριος Ἁρποκρατίων ἐξούλης. ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑ.

Κικέρων, Οὐαλέριος Μάξιμος, Λαέρτιος Διογένης, Ἰωάννης ὁ Στοβαῖος, Ψευδοπλούταρχος ΥΠΕΡ ΣΩΚΡΑΤΟΥΣ ΠΡΟΣ ΠΟΛΥΚΡΑΤΗΝ.

Πλατωνικὴ ὑπόμνησις Ἄνυτος, Μέλητος; ὑπουργία. ΠΡΟΣ ΣΩΣΤΡΑΤΟΝ ΥΒΡΕΩΣ.

Οὐαλέριος Ἁρποκρατίων ἰσοτέλης. ΚΑΤΑ ΤΕΛΑΜΩΝΟΣ.

Εὐνεῖδαι, κάθετος.

ΚΑΤΑ ΤΙΜΟΘΕΟΥ ΠΡΟΔΟΣΙΑΣ.ΚΑΤΑ ΤΕΙΣΙΔΟΣ.

Ἄρχιππος γὰρ οὑτοσί, ὦ Ἀθηναῖοι, ἀπεδύσατο μὲν εἰς τὴν αὐτὴν παλαίστραν, οὗπερ καὶ Τεῖσις ὁ φεύγων τὴν δίκην· ὀργῆς δὲ γενομένης εἰς σκώμματά τε αὑτοῖς καὶ ἀντιλογίαν καὶ ἔχθραν καὶ λοιδορίαν κατέστησαν. Ἔστιν οὖν Πυθέας ἐραστὴς μὲν τοῦ μειρακίου —πάντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς—ἐπίτροπος δὲ ὑπὸ τοῦ πατρὸς καταλελειμμένος. οὗτος, ἐπειδὴ Τεῖσις πρὸς αὐτὸν τὴν ἐν τῇ παλαίστρᾳ λοιδορίαν διηγήσατο, βουλόμενος χαρίζεσθαι καὶ δοκεῖν δεινὸς καὶ ἐπίβουλος εἶναι, ἐκέλευσεν αὐτόν, ὡς ἡμεῖς ἔκ τε τῶν πεπραγμένων ᾐσθήμεθα καὶ τῶν εὖ εἰδότων ἐπυθόμεθα, ἐν μὲν τῷ παρόντι διαλλαγῆναι, σκοπεῖν δὲ ὅπως αὐτὸν μόνον που λήψεται. πεισθεὶς δὲ ταῦτα καὶ διαλλαγεὶς καὶ χρώμενος καὶ προσποιούμενος ἐπιτήδειος εἶναι εἰς τοῦτο μανίας τηλικοῦτος ὢν καθίστατο, ὥστʼ ἐτύγχανε μὲν οὖσα ἱπποδρομία Ἀνακείων, ἰδὼν δʼ αὐτὸν μετʼ ἐμοῦ παρὰ τὴν θύραν παριόντα—γείτονες γὰρ ἀλλήλοις τυγχάνουσιν ὄντες—τὸ μὲν πρῶτον συνδειπνεῖν ἐκέλευεν, ἐπειδὴ δʼ οὐκ ἠθέλησεν, ἐδεήθη ἥκειν αὐτὸν ἐπὶ κῶμον, λέγων ὅτι μεθʼ αὑτοῦ καὶ τῶν οἰκετῶν πιέτω. δειπνήσαντες οὖν ἤδη συσκοτάζοντος ἐλθόντες κόπτομεν τὴν θύραν, οἱ δʼ ἡμᾶς ἐκέλευον εἰσιέναι. ἐπειδὴ δὲ ἔνδον ἐγενόμεθα, ἐμὲ μὲν ἐκβάλλουσιν ἐκ τῆς οἰκίας, τουτονὶ δὲ συναρπάσαντες ἔδησαν πρὸς τὸν κίονα, καὶ λαβὼν μάστιγα Τεῖσις ἐντείνας πολλὰς πληγὰς εἰς οἴκημα αὐτὸν καθεῖρξε. καὶ οὐκ ἐξήρκεσεν αὐτῷ ταῦτα μόνον ἐξαμαρτεῖν, ἀλλʼ ἐζηλωκὼς μὲν τῶν νέων τοὺς πονηροτάτους ἐν τῇ πόλει, νεωστὶ δὲ τὰ πατρῷα παρειληφὼς καὶ προσποιούμενος νέος καὶ πλούσιος εἶναι, πάλιν τοὺς οἰκέτας ἐκέλευσεν ἡμέρας ἤδη γενομένης πρὸς τὸν κίονα αὐτὸν δήσαντας μαστιγοῦν. οὕτω δὲ τοῦ σώματος ἤδη πονήρως διακειμένου Ἀντίμαχον μεταπεμψάμενος τῶν μὲν γεγενημένων οὐδὲν εἶπεν, ἔλεγε δʼ ὡς αὐτὸς μὲν δειπνῶν τύχοι, οὗτος δὲ μεθύων ἔλθοι, ἐκκόψας δὲ τὴν θύραν καὶ εἰσελθὼν κακῶς λέγοι αὐτὸν καὶ τὸν Ἀντίμαχον καὶ τὰς γυναῖκας αὐτῶν. Ἀντίμαχος δὲ ὠργίζετο μὲν αὐτοῖς ὡς μεγάλα ἡμαρτηκόσιν, ὅμως δὲ μάρτυρας παρακαλέσας ἠρώτα αὐτὸν πῶς εἰσέλθοι· ὁ δὲ κελεύσαντος Τείσιδος καὶ τῶν οἰκείων ἔφασκε. συμβουλευόντων δὲ τῶν εἰσελθόντων ὡς τάχιστα λῦσαι καὶ τὰ γεγενημένα δεινὰ νομιζόντων εἶναι ἀπέδοσαν αὐτὸν τοῖς ἀδελφοῖς. οὐ δυναμένου δὲ βαδίζειν ἐκόμισαν αὐτὸν εἰς τὸ Δεῖγμα ἐν κλίνῃ, καὶ ἐπέδειξαν πολλοῖς μὲν Ἀθηναίων, πολλοῖς δὲ καὶ τῶν ἄλλων ξένων οὕτως διακείμενον ὥστε τοὺς ἰδόντας μὴ μόνον τοῖς ποιήσασιν ὀργίζεσθαι, ἀλλὰ καὶ τῆς πόλεως κατηγορεῖν ὅτι οὐ δημοσίᾳ οὐδὲ παραχρῆμα τοὺς τὰ τοιαῦτα ἐξαμαρτάνοντας τιμωρεῖται.

Ἐπιτήδειός μοί ἐστιν Ἄρχιππος οὑτοσί, ὦ δικασταί. ΠΡΟΣ ΤΙΜΩΝΑ.

Οἱ δʼ ἀλαζονεύονται μὲν Τίμωνι παραπλησίως καὶ ἐσχηματισμένοι περιέρχονται ὥσπερ οὗτος. ΠΡΟΣ ΤΙΜΩΝΙΔΗΝ.

Πῶς δʼ ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς; ΠΡΟΣ ΤΛΗΠΟΛΕΜΟΝ.

Οὑτοσὶ δὲ πυροὺς ἐπὶ καλάμῃ ἀροῖ. ἐπὶ καλάμῃ ἀροῦν. ΥΠΕΡ ΦΕΡΕΝΙΚΟΥ ΠΕΡΙ ΤΟΥ ΑΝΔΡΟΚΛΕΙΔΟΥ ΚΛΗΡΟΥ.

Ἀναγκαῖόν μοι δοκεῖ εἶναι, ὦ ἄνδρες δικασταί, περὶ τῆς φιλίας τῆς ἐμῆς καὶ τῆς Φερενίκου πρῶτον εἰπεῖν πρὸς ὑμᾶς, ἵνα μηδεὶς ὑμῶν θαυμάσῃ, ὅτι ὑπὲρ οὐδενὸς ὑμῶν πώποτε εἰρηκὼς πρότερον ὑπὲρ τούτου νυνὶ λέγω. ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, ξένος ἦν Κηφισόδοτος ὁ τούτου πατήρ, καὶ ὅτε ἐφεύγομεν, ἐν Θήβαις παρʼ ἐκείνῳ κατηγόμην καὶ ἐγὼ καὶ ἄλλος Ἀθηναίων ὁ βουλόμενος, καὶ πολλὰ καὶ ἀγαθὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ παθόντες ὑπʼ αὐτοῦ εἰς τὴν ἡμετέραν αὐτῶν κατήλθομεν. ἐπειδὴ οὖν οὗτοι ταῖς αὐταῖς τύχαις ἐχρήσαντο καὶ φυγάδες Ἀθήναζε ἀφίκοντο, ἡγούμενος τὴν μεγίστην αὐτοῖς ὀφείλειν χάριν, οὕτως οἰκείως αὐτοὺς ὑπεδεξάμην, ὥστε μηδένα γνῶναι τῶν εἰσιόντων, εἰ μή τις πρότερον ἠπίστατο, ὁπότερος ἡμῶν ἐκέκτητο τὴν οἰκίαν. οἶδε μὲν οὖν καὶ Φερένικος, ὦ ἄνδρες δικασταί, ὅτι πολλοὶ λέγειν εἰσὶν ἐμοῦ δεινότεροι καὶ μᾶλλον τοιούτων πραγμάτων ἔμπειροι· ἀλλʼ ὅμως ἡγεῖται τὴν ἐμὴν οἰκειότητα πιστοτάτην εἶναι. αἰσχρὸν οὖν μοι δοκεῖ εἶναι κελεύοντος τούτου καὶ δεομένου τὰ δίκαια αὑτῷ βοηθῆσαι περιιδεῖν αὐτόν, καθʼ ὅσον οἷός τʼ εἰμὶ ἐγώ, τῶν ὑπʼ Ἀνδροκλείδου δεδομένων στερηθῆναι.

Εἰ μὲν γὰρ ἀγροὺς κατέλιπεν Ἀνδροκλείδης ἢ ἄλλην φανερὰν οὐσίαν, ἐξῆν ἂν εἰπεῖν τῷ βουλομένῳ ὅτι οὗτος μὲν ψεύδεται, αὑτῷ δὲ δέδοται. περὶ δὲ ἀργυρίου καὶ χρυσίου καὶ ἀφανοῦς οὐσίας δῆλον ὅτι, ὅστις ἔχων αὐτὰ φαίνεται, τούτῳ δέδωκεν. ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ ΕΠΙΤΡΟΠΗΣ.

Φιλίππῳ δὲ μὴ οἴεσθε ταῦτʼ ἀποχρᾶν. ἀποχρῆν καὶ ἀποχρᾶν. Ἀρκτοῦρος, ζειρά, ὁδός, Πεδιακά, τὰς κλεῖδας.

ΠΡΟΣ ΦΙΛΟΚΡΑΤΗΝ ΣΥΜΒΟΛΑΙΟΥ ΑΠΟΛΟΓΙΑ.

Οὐαλέριος Ἁρποκρατίων Βησαιῆς, Εὐωνυμεῖς, φιλόγυνος. ΠΡΟΣ ΦΙΛΩΝΑ ΥΠΕΡ ΘΕΟΚΛΕΙΔΟΥ ΦΟΝΟΥ.

Ἀλλʼ εἰς τὸ οἰκάριον τὸ ὄπισθε τῆς γυναικωνίτιδος. ΚΑΤΑ ΦΙΛΩΝΙΔΟΥ ΒΙΑΙΩΝ.

Ἔστιν οὖν γυνὴ ἑταίρα, Ναῒς ὄνομα, ἧς Ἀρχίας κύριός ἐστιν, ὁ δʼ Ὑμέναιος ἐπιτήδειος, ὁ Φιλωνίδης δʼ ἐρᾶν φησίν. ΠΕΡΙ ΤΗΣ ΦΡΥΝΙΧΟΥ ΘΥΓΑΤΡΟΣ.

Οὐαλέριος Ἁρποκρατίων ἀρκτεῦσαι, δεκατεύειν. ΥΠΕΡ ΧΑΙΡΕΜΕΝΟΥΣ.

ΠΡΟΣ ΧΑΙΡΕΣΤΡΑΤΟΝ.

Οὐαλέριος Ἁρποκρατίων ἐπακτὸς ὅρκος. ΠΡΟΣ ΧΥΤΡΙΝΟΝ.

Ἐξαίφνης τοῦ συνακολουθοῦντος οἰκέτου λίθον τις λαβὼν ἔκρουσε τὸν λυχνοῦχον. ΑΠΑΡΑΣΗΜΑ.

Λυσίας ἐν τοῖς ὀρφανικοῖς λέγει· Καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενὴς ὢν ἀλλὰ τῶν χρημάτων.

αὕτη δὲ ἡ ἄγνοια τοῦ συμφέροντος λογισμοῦ κατασκευάζεται πολλαχῶς, ἐξ ὀργῆς, ἐκ μέθης, ἐξ ἐπιθυμίας, ἐκ θεοβλαβίας· ἐκ μὲν ὀργῆς, ὥσπερ ἐστὶ παρὰ τῷ Λυσίᾳ· κρίνεταί τις παρʼ αὐτῷ φόνου ἀφʼ ὧν προηπείλησεν εἰς φιλονικίαν καταστάς· σημεῖον, φησίν, ὅτι σὺ αὐτὸν ἀπέκτεινας, ἐπειδὴ προηπείλησας ἀποκτεῖναι. καὶ μήν, φησίν, εἴ γε ἤθελον ἀποκτεῖναι, οὐκ ἂν προηπείλησα, ἵνα μὴ καταφανὴς γένωμαι. τοῦτο οὖν ἐπιλυόμενος ὁ κατήγορος φήσει· ὅτι ὀργή σου ἐπεκράτησεν καὶ ἠγνόεις τὸ συμφέρον, καὶ ὡς ὀργισθεὶς προεῖπες.

Ὅστις τοῦ μὲν μὴ ἀδικεῖν οὐ προνοεῖται, τοῦ δὲ μὴ δοῦναι δίκην ἐπιμελεῖται, κακουργεῖ.

Ψεύδεσθαι προχειρότατον τοῖς πολλάκις ἁμαρτάνουσιν.

Τὴν αὐτὴν γνώμην ἔχειν δικάζοντας ἄξιον ἥνπερ νομοθετοῦντας.

Εἰ μὲν οἷόν τʼ ἦν ἐκ τῶν προτέρων λόγων τὰ δίκαια γιγνώσκειν, οὐδὲν ἂν ἔδει τοὺς φεύγοντας ἀπολογεῖσθαι, ἀλλʼ ἀκριτὶ ἀποθνῄσκειν· ἐπεὶ δὲ τὰ ψευδῆ λέγειν δυνατόν ἐστι τοῖς κατηγοροῦσι, δίκαιον ἀμφοτέρων τῶν ἀντιδίκων ἀκούσαντας τηνικαῦτα τὴν περὶ τοῦ δικαίου ψῆφον φέρειν.

Προσήκει δʼ ὑμῖν περὶ ψυχῆς δικάζουσι μὴ παρανομεῖν ἀλλʼ εὐσεβεῖν, μηδὲ θορύβῳ τὰ πράγματα κρίνειν ἀλλὰ σιωπῇ τὰ δίκαια γιγνώσκειν.

Ἧι γὰρ ἂν ἡμέρᾳ γυνὴ προδῷ τὸ σῶμα καὶ τὴν τάξιν λίπῃ τῆς αἰδοῦς, εὐθέως παραλλάττει τῶν φρενῶν, ὥστε νομίζειν τοὺς μὲν οἰκείους ἐχθρούς, τοὺς δὲ ἀλλοτρίους πιστούς, περὶ δὲ τῶν καλῶν καὶ αἰσχρῶν ἐναντίαν ἔχειν τὴν γνώμην.

Τοῦ νόμου κελεύοντος τοὺς ἐπιτρόπους τοῖς ὀρφανοῖς ἔγγειον τὴν οὐσίαν καθιστάναι, οὗτος δὲ ναυτικοὺς ἡμᾶς ἀποφαίνει.

Ἡ γὰρ γλῶττα νοῦν οὔτε πολὺν οὔτε μικρὸν ἔχει, ὁ δὲ νοῦς, ᾧ μὲν πολύ, πολύς, ᾧ δὲ μικρόν, μικρός.

Ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, τοσαύτας εἴληφε δραχμάς.

Εἰσιόντων πρὸς τῇ Νεμέᾳ ἕστηκεν ἐπιδέξια.

Ἁρπάσας τὴν κνημίαν τῆς ἁμάξης.

Ἀδελφιδοῦς μοί ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι.

Πολλαχῇ οἰκειότατον ἐμαυτῷ νομίζω βοηθεῖν.

Εἴ τις ἄλλος βούλεται, αἰτείσθω ὑμῶν.

Ὃς λῃτουργῆσαι μὲν οὐδὲν πώποτε ἐτόλμησε τῇ πόλει.

Ὅτι προδικῶ τοῦ ἀλλοτρίου ἀπελευθέρου.

Ἦν γὰρ προϊδόντα τινὰ καὶ τὸ πῦρ τῆς Χιμαίρας φυλάξασθαι.

πάλαι μέν ἐστι πονηρὸς .... ἀλλὰ νῦν, Λυσίας ἂν εἶπεν, ἐξείργασται καὶ τέλος ἔχει καὶ πέρας ἀηδίας ἐστίν.

Ἐξῆν ἄν μοι χρῆσθαι ὅτι ἐβουλόμην.

ἔφη Λυσίας κοινὸν ἑαυτὸν εἶναι φίλον τῆς πόλεως. ΕΠΙΣΤΟΛΑΙ.

Λυσίας· ... ἔγραψε δὲ καὶ τέχνας ῥητορικὰς καὶ δημηγορίας ἐγκώμιά τε καὶ ἐπιταφίους καὶ ἐπιστολὰς ζʹ μίαν μὲν πραγματικήν, τὰς δὲ λοιπὰς ἐρωτικάς, ὧν αἱ εʹ πρὸς μειράκια.

ΠΡΟΣ ΑΣΥΒΑΡΟΝ.

Γενναίως γὰρ αἱ γυναῖκες πώμαλα ἔφασαν ὠρχῆσθαι αὐτάς, δέον οὐδὲ πιούσας ἀπηλλάχθαι τοῦ συμποσίου. ΠΡΟΣ ΜΕΤΑΝΕΙΡΑΝ.

Καὶ τὴν μὲν κόμην ψιλὴν ἔχεις, τὰς δὲ μασχάλας δασείας.

Γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. ΠΡΟΣ ΠΟΛΥΚΡΑΤΗΝ ΚΑΤʼ ΕΜΠΕΔΟΥ.

Ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ πεφορινῶσθαι.

λέγων ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγιγνώσκεις· εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφάσιστον, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθʼ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτʼ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν;

Ὤιμην δὲ ἔγωγε τοσαύτῃ φιλίᾳ συνηρμόσθαι τὴν ἐμὴν καὶ τὴν σὴν εὔνοιαν, ὥστε μηδʼ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἐμποδὼν γενέσθαι ἡμῖν. Λέξεις Πατμ. ἐν ἐρωτικῷ εʹ,

ἀδεσπότους ἀναδικία ἀνεψιαδοῖ ἀνεψιότης ἀντεδικάσαντο ἀνυποπτότερος ἀξιοῖ ἀξιῶν ἀποδικάζων ἀπόκρισις ἀπολιμπάνουσιν ἀποπέμψεως ἀποπεφασμένον ἀποφοιτᾶν βεβαιώσεως δειπνοφόρος διαδόσεις διακωδωνισθέντες ἐντέχνως τῆς ἐφορείας ἡλικία τῆς πόλεως ἦλθε τὰ ὀστᾶ θίασος ἱματίδια κακοτεχνίου καταγηόχασι κατεδιῃτησάμην κεκοινωνημένοι λιπομαρτύριον μεῖζον, μυκτηρίζειν νεανιευόμενοι ἐπὶ νῷν ξυλοφορίαν ἐπʼ οἰκήματος οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ; ποία πολυφιλώτερος πομπεία προπράτας συμπράτας στήριγμα σύνδουλοι τιμή τιμωρία, φρατρίζειν χρηματιστής χρημάτων