eul_wid: qwm-bq

Ποιητικὰ Ἀποσπάσματα
Poetic Fragments

Aristides the Orator Poetic Fragments PDF

2 ἰὴ Παιὰν Ἥρακλες Ἀσκληπιέ, πολλοὺς δ’ ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο ἀστραφέεσσι πύλῃσιν ἐπ’ αὐτῇσιν βεβαῶτας Ἀΐδεω.
3 Φορμίγγων ἄνακτα Παιᾶνα κληίσω.
4 Ἵκεσθε Περγάμῳ νέοι, Χαῖρ’ ὦ ἄνα κισσεῦ {Διόνυσε}.
5 Ποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγός σοὶ τόδ’ ἔθηκεν, ἄναξ, μνῆμα χοροστασίης. Οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκεν μύθων ἀενάων κύδιμος ἡνίοχος.