eul_wid: rhg-av

Περὶ τρόπων
On Modes

Rhetorical Treatise Anonymous On Modes PDF

3.227.(1t) ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΤΡΟΠΩΝ. Τρόπος ἐστὶ λέξις ἢ φράσις πεποιημένη ἢ τετραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατά τινα λόγον εἰς δήλωσιν εὐπρεπεστέραν. τὸ δὲ ὄνομα ῥηματικὸν ὡς παρὰ τὸ λέγω λόγος, καὶ παρὰ τὸ τρέπω τρόπος. λέγεται δὲ τρόπος ἑξαχῶς, τὸ ἑκάστου ἦθος, καθὸ εὔτροπόν τινα καὶ κακότροπόν φαμεν, καὶ σχῆμα λόγου τὸ ἐν διαλεκτικῇ, εἰ ἡμέρα ἐστί, φῶς ἐστιν, ἀλλὰ μὴν ἡμέρα ἐστίν, φῶς ἐστιν ἄρα· καὶ ὁ ἐν μουσικῇ Λύδιος, Φρύγιος, καὶ ἡ ἐπὶ πολλῆς τῆς διανοίας τροπή, καθ’ ὃ σημαινόμενον καὶ ὁ ποιητὴς τὸν Ὀδυσσέα πολύτροπον εἴρηκεν, ἄνδρα μοι ἔννεπε Μοῦσα πολύτροπον· καὶ ἡ αἰτία, ὅτε φαμέν, τίνα τρόπον ἀναπνοή, καὶ ὁ ἐν τῇ φράσει, εἰς ὃν ἐμπίπτει ἡ μεταφορὰ καὶ τὰ λοιπὰ τῶν τροπικῶν ὀνομάτων. τρόποι δέ εἰσι πλείονες, γενικώτατοι μέντοι τάξιν ἔχοντες ιεʹ· μεταφορά, κατάχρησις, συνεκδοχή, μετωνυμία, ἀλληγορία, ὑπερβολή, εἰρωνεία, αἴνιγμα, ὑπερβατόν, ἀντονομασία, ἀντίφρασις, μετάληψις, πεποιημένον, ὀνοματοποιΐα, σύλληψις. Εἰσὶ δ’ οὗτοι κοινοὶ μὲν καὶ τῆς ἡμετέρας συνηθείας, ἐπιπολάζουσι δὲ ἐν ποιητικῇ, διὸ καὶ ποιητικοὶ κέκληνται· παρελήφθησαν δ’ αὐτῶν οἱ μὲν κόσμου χάριν, ὡς ἡ μεταφορά, οἱ δὲ τοῦ ἀναγκαίου, ὡς ἡ κατάχρησις.
3.228 Μεταφορά ἐστι λέξις ἀπὸ τοῦ κυρίως ὠνομασμένου ἐφ’ ἕτερον ὠνομασμένον μετενηνεγμένη [ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον] ἢ ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα· ὁμοιώσεως μὲν πάντες δ’ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· ὃν γὰρ ἔχουσιν οἱ πόδες ἐπὶ τοῦ σώματος λόγον, τοῦτον ἐπὶ τοῦ ὄρους ἡ ὑπώρεια. ἐμφάσεως δὲ τὴν δὲ γυναῖκα εὗρον ὅσην τ’ ὄρεος κορυφήν. μεταφορικῶς γὰρ ὄρους ἐξοχὴν εἶπε βουλόμενος ἐμφῆναι τὸ μέγεθος τῆς γυναικός. Ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ πράξεως εἰς πράξιν μεταφέρονται, αἱ δὲ ἀπὸ σώματος ἐπὶ σῶμα· ἀπὸ μὲν οὖν σώματος ἐπὶ σῶμα, ὡς τὸ Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν· ἀπὸ δὲ πράξεως εἰς πρᾶξιν, ὡς τὸ ὑφαίνειν τὸ βουλεύεσθαι. ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀντιστρέφουσιν, αἱ δὲ οὔ· καὶ ἀντιστρέφουσι μὲν αἱ τοιαῦται, φθέγξατο δ’ ἡνίοχος νηὸς κυανοπρώροιο, καὶ ἵππων κυβερνητῆρες· ἔχουσι γάρ τι μέσον πρὸς ἀλλήλους· ὁ μὲν γὰρ τὴν τῶν ἵππων ἐξιθύνει πορείαν, ὁ δὲ τὴν τῶν νεῶν. οὐκ ἀντιστρέφουσι δὲ αἱ τοιαῦται, νῆσος τὴν περὶ πόντος ἀπείριτος ἐστεφάνωται· ἐστεφανῶσθαι γὰρ εἴρηκε τὴν νῆσον ἀντὶ τοῦ κύκλωθεν περιρρεῖσθαι, ὅπερ οὐκ ἀντιστρέψας εἴποι, ὅτι στέφανος ἡμῶν κύκλῳ τὴν κεφαλὴν περιρρεῖ· τὸ γὰρ τοιοῦτον γελοῖον.
3.229 ἔτι τῶν μεταφορῶν αἱ μὲν ἀπὸ γένους ἐπὶ γένη μεταφέρονται, νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵθ’ ἁλὸς ἵπποι ἀνδράσι γίνονται· περόωσι δὲ πουλὺν ἐφ’ ὑγρήν. ἵππους μὲν εἴρηκε κατὰ μεταφορὰν τὰς ναῦς· ὥσπερ γὰρ ἐπὶ τῆς γῆς διὰ τῶν ἵππων ὀχούμεθα, οὕτως ἐπὶ τῆς θαλάσσης διὰ τῶν νεῶν κουφιζόμεθα.