eul_wid: rhg-au
Περὶ σχημάτωνOn Figures
Rhetorical Treatise Anonymous On Figures PDF
| 3.171.(1t) | ΑΝΩΝΥΜΟΥ ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ. Σχῆμά ἐστιν ἁμάρτημα μετὰ λόγου πεποιημένον. ἔστι δὲ διπλοῦν, ἤγουν λόγου καὶ συντάξεως. εἰσὶ δὲ ὀκτὼ τῆς συντάξεως, πρόληψις, σύλληψις, ζεῦγμα, σύνθεσις, ἀντίπτωσις, ἐπιφώνημα, πρόσθεσις, συνεκδοχή. Πρόληψίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος τῷ ὅλῳ ἐν αὐτοῦ μέρεσι διῃρημένῳ, οἷον ἀετοὶ πέτανται, οὗτος ἄνωθεν, ἐκεῖνος κάτωθεν. ἐν τῇ προλήψει ζητοῦνται εʹ. τὸ ὅλον, τὰ μέρη τοῦ ὅλου, ἡ ἀπόδειξις τῶν μερῶν, ἡ ἰδιότης ἤτοι τὸ ῥῆμα, καὶ ἡ τάξις. διπλῆ ἐστιν ἡ πρόληψις, ἐν νῷ καὶ ἐν γράμματι, ἤγουν σώα καὶ ἀτελής, τουτέστιν ἔν τινι σιωπῶσά τινα. καὶ σώα ἐστὶν ἤγουν ἡ ἐν νῷ καὶ ἐν γράμματι, ἐν ᾗ τὰ εʹ ζητούμενα, οἷον ὁ Καῖσαρ καὶ ὁ Πομπεῖος μάχονται, εἷς ὅπλοις, ἕτερος δόλῳ. ἡ ἐλλειπής ἐστιν, ἐν ᾗ σιωπῶνταί τινα, οἷον οἱ ἄνθρωποι φθονοῦσιν ἕτερος ἑτέρῳ. Σύλληψίς ἐστι συναθροισμὸς διαφόρων λέξεων ὑπὸ πληθυντικῆς ἰδιότητος. ἐν τῇ συλλήψει ζητεῖται εʹ, λέξις συλλαμβάνουσα, λέξις συλλαμβανομένη, ἡ ἰδιότης ῥήματος ἢ ἐπιθέτου πληθυντικοῦ ἀριθμοῦ, σύνδεσμος, ἡ ἰδιότης ἰσάζουσα μετὰ τῆς λέξεως τῆς συλλαμβανούσης. κατὰ δʹ τρόπους γίνεται ἡ σύλληψις, ἐν γένει, ἐν ἀριθμῷ, ἐν προσώπῳ, ἐν πτώσει. ἐν γένει τὸ γένος τὸ ἀρσενικὸν συλλαμβάνει τὸ θηλυκὸν καὶ τὸ οὐδέτερον, οἷον ὁ ἔριφος καὶ ἡ αἴξ καὶ τὸ ἀρνίον μέλανες. |
| 3.172 | τὸ θηλυκὸν συλλαμβάνει τὸ οὐδέτερον, οἷον ἡ ὄρνις καὶ τὸ ὑποζύγιον ἰσχυραὶ ἢ στεραιαί. ἀλλ’ ἐνίοτε μὲν συλλαμβάνεται τὸ ἀρσενικὸν καὶ τὸ θηλυκὸν διὰ τοῦ οὐδετέρου τῇ αἰτίᾳ τῆς μείζονος σημασίας, οἷον ὁ ἀνὴρ καὶ ἡ γυνὴ καὶ τὰ ζῶά εἰσι λευκά. ἐν ἀριθμῷ ὁ πληθυντικὸς ἀριθμὸς συλλαμβάνει ἑνικόν, οἷον οἱ στρατιῶται καὶ ὁ τριβοῦνος πολεμοῦσιν. ἐν προσώπῳ τὸ πρῶτον μὲν πρόσωπον συλλαμβάνει δεύτερον καὶ τρίτον, οἷον ἐγὼ καὶ σὺ καὶ ὁ Νικόλαος βουλόμεθα· τὸ δὲ δεύτερον συλλαμβάνει τὸ τρίτον, οἷον καὶ σὺ καὶ ὁ Φραγκίσκος ὑπνεῖτε. ἐν πτώσει ἡ ὀνομαστικὴ συλλαμβάνει ἑτέραν πτῶσιν μετὰ προθέσεως, οἷον ὁ ἵππος μετὰ τοῦ ὄνου τρέχουσιν. ἔστι δὲ διπλῆ ἡ σύλληψις, ὁμοία καὶ ἀνομοία. ὁμοία ἐστίν, ἥτις γίνεται ἐν ὁμοίαις πτώσεσιν, οἷον ἐγὼ καὶ ὁ Ἀντώνιος λέγομεν· ἡ ἀνομοία, ἥτις γίνεται ἐν ἀνομοίαις λέξεσιν, οἷον ὁ Ἀνδρέας μετ’ ἐμοῦ φεύγομεν. Ζεῦγμά ἐστιν μιᾶς ἰδιότητος ἀπόδοσις ἐν διαφόροις λέξεσιν, οὕτως, ὡς μεθ’ ἑνὸς ἐξισάζοντος, οἷον τῶν φίλων καὶ τοῦ ῥηγὸς μαχομένου, ἢ τῶν ἀρχόντων καὶ τοῦ ῥηγὸς μαχομένου. ἐν τῷ ζεύγματι ζητεῖται δʹ. διάφορα οὐσιώδη ὀνόματα, σύνδεσμος, ἡ ἰδιότης, καὶ αὐτὴ ἡ ἰδιότης, ἰσάζουσα μετ’ ἐκείνου, ᾧτινι ὡς προτέρῳ ἀποδίδοται, καὶ ἀνισάζουσα ἀπ’ ἐκείνου, ᾧτινι ὡς ὑστέρῳ ἀποδίδοται. ἐν τρισὶ παρεπομένοις γίνεται τὸ ζεῦγμα, ἐν προσώπῳ, ἐν γένει, ἐν ἀριθμῷ. τριπλοῦν ἐστι τὸ ζεῦγμα, ἀπὸ τοῦ ἄνω προτέρου, ἀπὸ τοῦ μέσου, ἀπὸ τοῦ κατωτέρου. ἀπὸ τοῦ προτέρου, ἐν ᾧ ἡ ἰδιότης προτίθεται, οἷον λέγω ἐγὼ καὶ σύ· ἀπὸ τοῦ μέσου, οἷον ἐγὼ λέγω καὶ σύ· ἀπὸ τοῦ κατωτέρου, οἷον ἐγὼ καὶ σὺ λέγω. Σύνθεσίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος ἑνὶ ἢ πολλοῖς συμπεπλεγμένοις, οὐκ αἰτίᾳ φωνῆς, ἀλλὰ τῆς σημασίας, οἷον τὸ μέρος εἰς μερίδας ἔκοπτον, καὶ ὁ Σκιπίων καὶ ὁ Λαίλιος ἐθαύμαζον. |
| 3.173 | τρία ζητεῖται ἐν τῇ συνθέσει, ἓν ὑποκείμενον ἢ πλείονα συμπεπλεγμένα, ἡ ἰδιότης, ἡ ἀπόδοσις τῆς ἰδιότητος ἰσάζουσα μετὰ τῆς σημασίας, καὶ ἀνισάζουσα μετὰ τῆς φωνῆς, οἷον ἡ πενία κακόν. γίνεται δὲ ἡ σύνθεσις ἐν γένει καὶ ἐν ἀριθμῷ, οἷον τὸ πλῆθος βαδίζουσιν, ὁ Σκιπίων καὶ ὁ Λαίλιος λέγουσι, καὶ ἡ πενία κακόν. Ἀντίπτωσίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος, πτῶσις ἀντὶ πτώσεως. τρία ζητεῖται ἐν ἀντιπτώσει, ἓν ὑποκείμενον, ἡ ἰδιότης, καὶ ὅτι ἡ πτῶσις ἀντὶ πτώσεως τίθεται, οἷον τὴν πόλιν ἣν βλέπω, ὑμετέρα ἐστίν. Ἐπιφώνημά ἐστιν ἀπόδοσις τῆς ἰδιότητος τινὶ πράγματι δεικνυμένῳ διὰ τοῦ δεικνύοντος, οἷον ἐγὼ ὁ Βιργίλιος ψάλλω. ἐν τῷ ἐπιφωνήματι δʹ ζητεῖται, πρᾶγμα ἐπιφωνοῦν πρώτου ἢ δευτέρου προσώπου, πρᾶγμα ἐπιφωνηθέν, ἀπουσία συνδέσμου, ἡ ἰδιότης τοῦ ῥήματος πρώτου ἢ δευτέρου προσώπου. Πρόσθεσίς ἐστιν ἄμεσος σύζευξις οὐσιωδῶν, οἷον ὁ Καῖσαρ ἀνὴρ ἰσχυρός. ἐν τῇ προσθέσει ζητεῖται τρία, λέξις προστιθεῖσα, λέξις προστιθεμένη, ὅ ἐστιν ἀποδιδομένη, ἡ ἰδιότης, οἷον ζῶον ὁ ἄνθρωπος περιπατεῖ. γίνεται δὲ ἡ πρόσθεσις ἐν τρισὶ τρόποις, πρῶτον αἰτία τοῦ γενικοῦ συνεσταλμένου, οἷον ζῶον ὁ ὄνος περιπατεῖ, δεύτερον τοῦ ὁμωνύμου μετατιθεμένου, οἷον ὁ κύων ἄστρον λάμπει, τρίτον τῆς ἰδιότητος ἀποδιδομένης, οἷον ὁ Ὅμηρος ἄνθρωπος ἰσχυρός. Συνεκδοχή ἐστιν, ὅταν ἡ ἰδιότης τοῦ μέρους ἀποδοθῇ τῷ ὅλῳ, οἷον ὁ αἰθίοψ ἐστὶ λευκὸς τοὺς ὀδόντας. τρία ζητεῖται ἐν τῇ συνεκδοχῇ, τὸ ὅλον, τὸ μέρος, ὁποῖον πάντοτε γίνεται, ἐν αἰτιατικῇ πτώσει, ἡ ἰδιότης, οἷον ἡ γυνὴ κεκομμένη τὴν χεῖρα. |