ἡ μὲν σκηνὴ τοῦ δράματος ἐν Θήβαις ὑπόκειται, ὁ δὲ χορὸς ἐκ Θηβαίων ἐστὶ παρθένων. ἡ δὲ ὑπόθεσις· στρατεία Ἀργείων πολιορκοῦσα Θηβαίους, τοὺς καὶ νικήσαντας, καὶ θάνατος Ἐτεοκλέους καὶ Πολυνείκους. ἐδιδάχθη ἐπὶ Θεαγενίδου ὀλυμπιάδι οηʹ. ἐνίκα Αἰσχύλος Λαΐῳ Οἰδίποδι Ἑπτὰ ἐπὶ Θήβας Σφιγγὶ σατυρικῇ, δεύτερος Ἀριστίας ταῖς τοῦ πατρὸς αὐτοῦ τραγῳδίαις Περσεῖ Ταντάλῳ … Παλαισταῖς σατύροις, τρίτος Πολυφράσμων Λυκουργείᾳ τετραλογίᾳ. τὰ τοῦ δράματος πρόσωπα· Ἐτεοκλῆς Ἀντιγόνη ἄγγελος κατάσκοπος Ἰσμήνη χορὸς παρθένων κῆρυξ.
Λάιος ἐβασίλευσε ἐν Θήβαις· ἔσχε δὲ τὴν Ἰοκάστην γυναῖκα, παῖδα δὲ οὐκ ἐποίει. ἀγανακτῶν τοίνυν ἐπὶ τῇ ἀτεκνίᾳ ἀπῆλθεν εἰς Πυθὼ ἐρωτήσων τί ἂν ποιήσας παιδοποιήσῃ. ἐξήνεγκε δὲ τὸ χρηστήριον· «μὴ σπεῖρε τέκνων ἄλοκα, Λάιε, βίᾳ δαιμόνων». λαβὼν δὲ τὸν χρησμὸν καὶ ἀπελθὼν ἐφύλαττε μὴ συνευνασθῆναι τῇ ἰδίᾳ γυναικί. ἐν μιᾷ δὲ τῶν ἡμερῶν τῷ οἴνῳ βαρυνθεὶς συνῆλθε τῇ γυναικὶ αὐτοῦ, ἀφʼ ἧς ἔσχε τὸν Οἰδίποδα. φοβηθεὶς δὲ τὸν χρησμὸν εἰπόντα «εἰ γὰρ τεκνώσεις, ἀποκτενεῖ σʼ ὁ φύς», ἡνίκα ἐγεννήθη ὁ Οἰδίπους, διατορήσας τοὺς πόδας αὐτοῦ ἐξέθηκεν αὐτὸν ἐν ὄρει τινί. εὑρόντες δέ τινες τοῦτον ποιμένες καὶ ἀναλαβόντες ἀνήνεγκαν αὐτὸν τῷ τότε βασιλεῖ Κορίνθου Πολύβῳ, ὃς λαβὼν αὐτὸν ἐπιμελείας ἠξίωσε καὶ εἰς ἀνδρῶν ἡλικίαν ἤγαγεν. ἔπειτα δὲ ὁ Οἰδίπους ὑβρισθεὶς παρά τινος καὶ ὀνειδισθεὶς ὡς νόθος εἴη, ἀπῆλθεν εἰς τὸ χρηστήριον ἐρωτήσων τίς τε εἴη καὶ τίνος υἱός. εἶπε δὲ αὐτῷ ὁ θεός· «πρόκειταί σοι φονεῦσαι τὸν πατέρα σοῦ καὶ τῇ μητρὶ σοῦ συνευνασθῆναι». ἀκούσας δὲ τοῦ χρησμοῦ κατέλειψεν ἀπελθεῖν εἰς Κόρινθον πρὸς τὸν Πόλυβον διὰ τὰ εἰρημένα, ὡς δοκῶν αὐτὸν τὸν Πόλυβον λέγειν τὸ χρηστήριον πατέρα, καὶ ἀπῆλθεν εἰς τὴν ὁδὸν τὴν ἐς Θήβας. διεπορεύετο δὲ τὴν ὁδὸν ἐκείνην καὶ ὁ Λάιος ὁ πατὴρ τοῦ Οἰδίποδος, ἀπερχόμενος καὶ οὗτος εἰς τὸ χρηστήριον ἐρωτήσων περὶ τοῦ τί γέγονε ὁ Οἰδίπους ὁ παρʼ αὐτοῦ ἐκτεθείς. ἐπεὶ δὲ συνήντησαν ἄμφω, οἱ τοῦ βασιλέως δορυφόροι πρὸς τὸν Οἰδίποδα εἶπον· «παραχώρησον ἡμῖν, ὦ ξένε, τῆς ὁδοῦ»· ὁ δʼ οὐκ ἐπείσθη. πληγεὶς δὲ παρὰ τοῦ Λαΐου ἐμάνη ἐπὶ τούτῳ καὶ ἀπέκτεινεν αὐτὸν καὶ πάντας τοὺς μετʼ αὐτοῦ· ἕνα δὲ μόνον ἀφῆκεν, ὃς στραφεὶς οἴκοι ἀπήγγειλε πάντα. ἐλθὼν δὲ εἰς Θήβας ὁ Οἰδίπους εὗρε κακὸν αὐτοῖς ἐπικείμενον μέγα, τὴν Σφίγγα, καὶ τὸν μὴ ἰσχύοντα λῦσαι τὸ ταύτης αἴνιγμα κατεσθίουσαν. προέκειτο δὲ τότε παρὰ τῶν Θηβαίων βραβεῖον τῷ εὑρόντι τὸ αἴνιγμα τῆς Σφιγγὸς καὶ αὐτὴν ἀποκτείναντι ἡ τοῦ Λαΐου γυνὴ δοθῆναι εἰς γάμον. εἰπούσης οὖν τῆς Σφιγγὸς τὸ αἴνιγμα τὸ «ἔστι δίπουν ἐπὶ γῆς», ὃ μεμάθηκας σημαίνει τὸν ἄνθρωπον, ἐφεῦρε τοῦτο ὁ Οἰδίπους· ἡ δὲ Σφὶγξ μανεῖσα ἀνεῖλεν ἑαυτήν. συνελθὼν οὖν ὁ Οἰδίπους τῇ μητρὶ ἐποίησε παῖδας δύο τὸν Πολυνείκην καὶ τὸν Ἐτεοκλῆν. ὕστερον δὲ μαθὼν καὶ νοήσας τὸ ἀνόμημα ὃ ἔδρασεν ἐτύφλωσεν ἑαυτόν, τοῖς δὲ εἰρημένοις παισὶν αὐτοῦ τὴν βασιλείαν κατέλειψεν. ὁ γοῦν Πολυνείκης πρῶτος ὢν ἐκράτησεν ἕνα χρόνον τῆς βασιλείας, εἶτα ἐξῆλθεν ὡς ἂν καὶ ὁ ἕτερος αὐτοῦ ἀδελφὸς ὁ Ἐτεοκλῆς κρατήσῃ χρόνον ἕτερον καὶ πάλιν διαλλαγὰς χρονίας τὴν βασιλείαν διέπωσιν, θάτερος θατέρῳ παραχωρῶν αὐτῆς. ἐλθὼν οὖν ὁ Πολυνείκης οὐ προσεδέχθη παρὰ τοῦ ἰδίου ἀδελφοῦ Ἐτεοκλέους, καὶ διὰ τοῦτο ἀπελθὼν εἰς τὸν Ἄδραστον, ὅστις ἐβασίλευε τότε τοῦ Ἄργους, γέγονε γαμβρὸς αὐτοῦ ἐπὶ θυγατρὶ ἐπὶ ὑποσχέσει τοιαύτῃ, ἵνα συνεργήσῃ αὐτῷ ὁ Ἄδραστος ἐπανελθεῖν εἰς τὴν ἰδίαν πόλιν καὶ τῆς βασιλείας δράξασθαι. διὸ καὶ πλείστην ἀξιόχρεων στρατιὰν συλλέξας ἄπεισιν εἰς Θήβας καὶ πόλεμον συγκροτεῖ μετὰ τοῦ ἀδελφοῦ, τὴν τῶν Ἀργείων στρατιὰν ἔχων σύμμαχον ὡς προείρηται, ἔνθα καὶ οὗτος καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἐτεοκλῆς ἀνῃρέθησαν. Ἡ μὲν σκηνὴ τοῦ δράματος ἐν Θήβαις ὑπόκειται. ὁ δὲ χορὸς ἐκ Θηβαίων ἐστὶ παρθένων. ἡ δὲ ὑπόθεσις στρατιὰ Ἀργείων πολιορκοῦσα Θηβαίους τοὺς καὶ νικήσαντας αὐτούς, καὶ θάνατος Ἐτεοκλέους καὶ Πολυνείκους. Ἐπιγέγραπται δὲ ὑπόθεσις τῶν ἑπτὰ ἐπὶ Θήβαις διὰ τὸ ἑπτὰ στρατηγοὺς φυλάσσειν ἐν τῷ πολέμῳ τὰς πύλας τῶν Θηβῶν, ἢ διὰ τὸ ἑπτάπυλον· ἑπτάπυλος γὰρ αὕτη ἡ Θήβα· ἔστι δὲ καὶ ἑτέρα Θήβα ἐν Αἰγύπτῳ ἡ λεγομένη ἑκατοντάπυλος.
Ὁ Λάιος τοῦ Λαβδάκου υἱὸς ὢν ἐβασίλευσεν ἐν Θήβαις, γυναῖκα κεκτημένος Ἰοκάστην, τὴν θυγατέρα τοῦ Μενοικέως· ᾗ συνελθεῖν καὶ τέκνα ποιῆσαι οὐκ ἐτόλμα, τὰς τοῦ Πέλοπος δεδιὼς ἀράς. φασὶ γὰρ ὅτι τὸν τοῦ Πέλοπος υἱὸν Χρύσιππον, ὃς ἦν αὐτῷ ἐξ ἄλλης γυναικὸς καὶ οὐκ ἐκ τῆς θυγατρὸς τοῦ Οἰνομάου Ἱπποδαμείας, ὁ Λάιος ἥρπασεν ἐρασθεὶς αὐτοῦ καὶ αὐτῷ συνεγένετο, καὶ πρῶτος ἐν ἀνθρώποις τὴν ἀρρενοφθορίαν ὑπέδειξε, καθώσπερ δὴ καὶ ὁ Ζεὺς ἐν θεοῖς, τὸν Γανυμήδην ἁρπάσας. ὅπερ ὁ Πέλοψ μαθὼν τὸν Λάιον κατηράσατο ἐξ οἰκείας φονευθῆναι γονῆς. ἐπεὶ γοῦν ὁ Λάιος διʼ ὃν εἴρηται τρόπον ἄπαις ἤδη παρήκμαζεν, εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον ἐγένετο ἐρωτήσων εἰ δέοι τεκνώσασθαι. ἐξήνεγκεν δὲ αὐτῷ τὸ χρηστήριον· «μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ.» λαβὼν δὲ τὸν χρησμὸν καὶ ἀπελθὼν ἐφύλαττε μὴ συνευνᾶσθαι τῇ ἰδίᾳ γυναικί. ἐν μιᾷ δὲ τῶν ἡμερῶν τῷ οἴνῳ βαρυνθεὶς συνῆλθε τῇ γυναικὶ αὐτοῦ, ἀφʼ ἧς ἔσχε τὸν Οἰδίποδα· φοβηθεὶς δὲ τὸν χρησμὸν εἰπόντα «εἰ γὰρ τεκνώσεις, ἀποκτενεῖ σʼ ὁ φύς», καθὼς καὶ Πέλοψ κατηράσατο, ἡνίκα ὁ Οἰδίπους ἐγεννήθη, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσέους κρίκους διαπερονησάμενος ἐν Κιθαιρῶνι τοῦτον ἐξέθετο. εὑρόντες δέ τινες αὐτὸν ποιμένες καὶ ἀναλαβόντες ἀνήνεγκαν τῷ τότε βασιλεῖ Κορίνθου Πολύβῳ· ὃς λαβὼν αὐτὸν ἐπιμελείας ἠξίωσε καὶ εἰς ἀνδρῶν ἡλικίαν ἤγαγεν. ἔπειτα δὲ ὁ Οἰδίπους παρά τινος ὑβρισθεὶς καὶ ὀνειδισθεὶς ὡς νόθος ἐστὶ καὶ οὐ γνήσιος υἱὸς τοῦ Πολύβου, ἀπῆλθεν ἐρωτήσων εἰς τὴν Πυθίαν, ἤγουν εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον, τίς τε εἴη καὶ τίνος υἱός. εἶπε δὲ αὐτῷ τὸ μαντεῖον ὅτι «πρόκειταί σοι φονεῦσαι τὸν πατέρα σοῦ καὶ τῇ μητρὶ σοῦ συνευνασθῆναι». ἀκούσας δὲ τοῦ χρησμοῦ κατέλειψεν ἀπελθεῖν εἰς Κόρινθον πρὸς τὸν Πόλυβον διὰ τὰ εἰρημένα, ὡς δοκῶν αὐτὸν τὸν Πόλυβον λέγειν τὸ χρηστήριον πατέρα καὶ τὴν αὐτοῦ γυναῖκα μητέρα, καὶ ἀπῆλθεν εἰς τὴν ἐς Θήβας ὁδόν. διεπορεύετο δὲ τὴν ὁδὸν ἐκείνην καὶ ὁ Λάιος ὁ τούτου πατήρ, ἀπερχόμενος καὶ οὗτος ἐρωτήσων εἰς τὸ μαντεῖον περὶ τοῦ παρʼ αὐτοῦ ἐκτεθέντος παιδός, ἤγουν τοῦ Οἰδίποδος, τί γέγονεν. ἐπεὶ δὲ συνήντησαν ἄμφω, οἱ τοῦ Λαΐου δορυφόροι πρὸς τὸν Οἰδίποδα «παραχώρησον» ἔλεγον, «ὦ ξένε, τῷ βασιλεῖ τῆς ὁδοῦ»· ὁ δʼ οὐκ ἐπείσθη. πληγεὶς δὲ παρὰ τοῦ Λαΐου ἐμάνη ἐπὶ τούτῳ καὶ ἀπέκτεινεν αὐτὸν καὶ πάντας τοὺς μετʼ αὐτοῦ, ἕνα δὲ μόνον ἀφῆκεν, ὃς στραφεὶς οἴκοι ἀπήγγειλε πάντα. ἐλθὼν δὲ εἰς Θήβας ὁ Οἰδίπους ὕστερον εὗρε κακὸν αὐτοῖς ἐπικείμενον μέγα, τὴν Σφίγγα, ἥτις αἰνίγματα ἔλεγε καὶ τὸν μὴ ἰσχύοντα λῦσαι αὐτὰ κατήσθιε. προέκειτο δὲ τότε παρὰ τῶν Θηβαίων τῷ εὑρόντι τὸ αἴνιγμα τῆς Σφιγγὸς βραβεῖον ἡ τοῦ Λαΐου γυνὴ Ἰοκάστη δοθησομένη αὐτῷ εἰς γάμον. εἰπούσης οὖν τῆς Σφιγγὸς τὸ αἴνιγμα τὸ «τετράπους, δίπους τε καὶ πάλιν τρίπους», ὃ σημαίνει τὸν ἄνθρωπον, ἐφεῦρε τοῦτο ὁ Οἰδίπους· ἡ δὲ Σφὶγξ μανεῖσα ἀνεῖλεν ἑαυτήν. συνελθὼν οὖν ὁ Οἰδίπους τῇ ἰδίᾳ μητρὶ παῖδας ἐποίησε τέσσαρας, τὸν Πολυνείκην καὶ τὸν Ἐτεοκλῆν, τὴν Ἀντιγόνην καὶ τὴν Ἰσμήνην. ὕστερον δὲ μαθὼν τὸ ἀνόμημα ὃ ἔδρασεν ἐτύφλωσεν ἑαυτόν, τοῖς δὲ εἰρημένοις υἱοῖς αὑτοῦ τὴν βασιλείαν κατέλειψεν. ἐπεὶ δὲ οὗτοι τοῦτον ὄντα τυφλὸν ἐν οἰκίσκῳ καθεῖρξαν, κατηράσατο αὐτοὺς ὥστε διὰ ξίφους καὶ πολέμου τὴν βασιλείαν μερίσασθαι. οὗ ἕνεκα καὶ φοβούμενοι τὸ ὁμοῦ μὲν εἶναι ἐν ταῖς Θήβαις καὶ βασιλεύειν κατέλειψαν, συμπεφωνήκασι δὲ ἵνα τοῦ ἑνὸς ἐξερχομένου τῆς πόλεως καὶ ἀποδημοῦντος ἐπὶ χρόνον ἕνα ὁ ἕτερος βασιλεύοι, καὶ πάλιν τοῦ ἀποδημοῦντος εἰσερχομένου ὑποχωροίη ὁ ἕτερος, ὡς ἂν ἐκ τούτου φύγωσι τὰς ἀράς. ὁ γοῦν Πολυνείκης πρῶτος ὢν ἐκράτησεν ἐν χρόνῳ ἑνὶ τῆς βασιλείας, εἶτα ἐξῆλθε, τῷ Ἐτεοκλεῖ παραχωρήσας αὐτῆς. τοῦ χρόνου δὲ συμπληρωθέντος ἐπὶ τὸ βασιλεύειν ὁ Πολυνείκης καὶ αὖθις εἰς τὰς Θήβας ἐγένετο κατὰ τὸ συμπεφωνημένον· μὴ παραδεχθεὶς δὲ ὑπὸ τοῦ Ἐτεοκλέους εἰς τὸν τοῦ Ἄργους βασιλέα Ἄδραστον ἀπῆλθε, καὶ τούτου γαμβρὸς ἐπὶ θυγατρὶ γέγονεν. λαβὼν τοίνυν ἐκ τοῦ Ἄργους στρατιὰν πλείστην ἄπεισιν εἰς Θήβας κατὰ τοῦ οἰκείου ἀδελφοῦ. ἔνθα καὶ οὗτος καὶ ὁ ἀδελφὸς αὐτοῦ ὑπʼ ἀλλήλων ἐφονεύθησαν. Ἡ μὲν σκηνὴ τοῦ δράματος ἐν Θήβαις ὑπόκειται. ὁ δὲ χορὸς ἐκ Θηβαίων ἐστὶ παρθένων. ἡ δὲ ὑπόθεσις στρατιὰ Ἀργείων πολιορκοῦσα Θηβαίους τοὺς καὶ νικήσαντας καὶ θάνατος Ἐτεοκλέους καὶ Πολυνείκους. Ἐπιγέγραπται δὲ ὑπόθεσις τῶν ἑπτὰ ἐπὶ Θήβαις διὰ τὸ ἑπτὰ στρατηγοὺς φυλάσσειν τὰς πύλας τῶν Θηβῶν. εἰσὶ δὲ αὗται αἱ Θῆβαι ἑπτάπυλοι, αἱ δὲ ἐν τῇ Αἰγύπτῳ οὖσαι ἑκατοντάπυλοι.
Οἰδίπους μαθὼν ὡς ἀθέσμως συνῆν τῇ μητρὶ ἐτύφλωσεν ἑαυτόν· οἱ δὲ παῖδες αὐτοῦ Ἐτεοκλῆς καὶ Πολυνείκης, θέλοντες λήθῃ παραπέμψαι τὸ τοιοῦτον μίασμα, ἐγκατακλείουσιν οἰκίσκῳ αὐτόν. ὁ δὲ τοῦτο μὴ φέρων ἀρᾶται αὐτοῖς διὰ σιδήρου τὴν βασιλείαν λαχεῖν. οἱ δὲ εἰς φόβον πεπτωκότες ἐντεῦθεν, μὴ τὰς ἀρὰς τελέσωσιν οἱ θεοί, ἔγνωσαν δεῖν ἔχεσθαι τῆς βασιλείας παρὰ μέρος, ἑκάτερος ἐνιαυτὸν ἄρχων. πρῶτον οὖν Ἐτεοκλῆς ἦρχεν, ἅτε καὶ πρεσβύτερος ὢν Πολυνείκους, εἰ καὶ Σοφοκλῆς νεώτερον λέγει· Πολυνείκης δὲ ὑπεχώρησε. τελεσθέντος δὲ τοῦ συγκειμένου ἐνιαυτοῦ, ἐπειδὴ Πολυνείκης ἐλθὼν ἀπῄτει τὸ σκῆπτρον, οὐ μόνον οὐκ ἔλαβεν, ἀλλὰ καὶ ἀπεπέμφθη κενὸς παρʼ Ἐτεοκλέους, οὐ βουλομένου ἐκστῆναι τῆς ἀρχῆς, ἀλλʼ ἐγκρατῶς ἐχομένου ταύτης. ὅθεν Πολυνείκης ἐκεῖθεν ἀπάρας εἰς Ἄργος ἔρχεται, καὶ τὴν Ἀδράστου θυγατέρα γήμας πείθει τοῦτον συνάρασθαί οἱ πρὸς τὴν τῆς ἀρχῆς ἀνάληψιν· καὶ λαβὼν παρʼ αὐτοῦ συχνὴν στρατιὰν ἀφικνεῖται κατὰ Θηβαίων. ἦρχον δὲ τῆς τοιαύτης στρατιᾶς μετὰ Πολυνείκους ἑπτὰ στρατηγοί—ἕβδομος γὰρ οὗτος ἦν—, ὡς ἂν πρὸς τὰς ἑπτὰ πύλας τῶν Θηβῶν ἕκαστος ἐπαγάγῃ λόχον πολιορκοῦντα. οἱ μὲν οὖν ἄλλοι στρατηγοὶ ὑπὸ Θηβαίων ἀνῃρέθησαν ἐν τῷ πολέμῳ· Πολυνείκης δὲ καὶ Ἐτεοκλῆς μονομαχήσαντες πρὸς ἀλλήλους ἀναιροῦσιν ἀλλήλους. σημείωσαι δὲ ὡς Εὐριπίδης μὲν ἕνα τῶν ἑπτὰ τὸν Ἄδραστον λέγει, Αἰσχύλος δὲ ἕτερον τῶν ἑπτὰ Ἐτέοκλον ἀντὶ Ἀδράστου προσθείς. ἐγράφη δὲ ἡ ἱστορία αὕτη ἐξ ἀρχῆς κατὰ λεπτὸν ἐν Φοινίσσαις Εὐριπίδου.
Ἐβασίλευσεν ὁ Λάιος ἐν Θήβαις ἔχων γυναῖκα Ἰοκάστην. μὴ ποιῶν δὲ παῖδα ἠρώτησεν Ἀπόλλωνα. ὁ δʼ ἀνεῖλε· «μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· εἰ γὰρ τεκνώσεις παῖδα, ἀποκτενεῖ σʼ ὁ φύς.» ὁ δʼ οἴνῳ βαρυνθεὶς καὶ ἄκων ἔσπειρεν Οἰδίπουν, ὃν ἐκθεμένου τοῦ πατρὸς διὰ φόβον ἔθρεψε Πόλυβος εὑρών. Οἰδίπους δὲ ἀκούσας οὐκ εἶναι Πολύβου, ἔρχεται εἰς Πυθώ, ὅθεν ἀκούει φονεύσειν πατέρα. ἐκκλίνει γοῦν τὴν πρὸς τὸν Πόλυβον καὶ τὴν εἰς Θήβας ἔρχεται, οὗ Λάιον συναντήσας κτείνει ἐρχόμενον εἰς Πυθὼ περὶ τοῦ ἐκτεθέντος παιδός, ὅ τι γένοιτο, ἐρωτήσοντα. παραγενόμενος οὖν εἰς Θήβας εὑρίσκει τὴν Σφιγγὸς ἐπίθεσιν· λύει τὸ αἴνιγμα· λαμβάνει τὴν μητέρα ἔπαθλον· τίκτει παῖδας Ἐτεοκλῆν καὶ Πολυνείκην, Ἀντιγόνην καὶ Ἰσμήνην· μανθάνει τὴν μητρὸς μίξιν· τυφλοῦται διὰ τοῦτο· ἀρᾶται τοῖς παισὶν ἀτιμαζόμενος σιδήρῳ τὴν ἀρχὴν διαλαχεῖν, διὸ εἷς ἐντὸς ἄρχων γίνεται Ἐτεοκλῆς, ἄλλος ἐκτὸς Πολυνείκης, μετὰ χρόνον πάλιν ἀλλάττεσθαι τάξαντες· οὐ μεθίσταται Ἐτεοκλῆς Πολυνείκῃ, τῆς ἀρχῆς· φεύγει εἰς Ἄργος Πολυνείκης· οὗ λαμβάνει Ἀδράστου θυγατέρα καὶ συναγαγὼν στρατὸν εἰς Θήβας ἔρχεται ζητῶν τῆς ἀρχῆς τὸ μέρος· καὶ μονομαχήσαντες οἱ δύο κτείνονται ἄμφω. ἐπιγέγραπται τῶν ἑπτὰ ἐπὶ Θήβαις ὅτι ἑπτὰ στρατηγοὶ ἑκατέρωθεν τετάχαται.
Λάιος τοῦ Λαβδάκου υἱὸς ὢν ἐβασίλευσε ἐν Θήβαις γυναῖκα κεκτημένος Ἰοκάστην τὴν θυγατέρα τοῦ Μενοικέως, ᾗ συνελθεῖν καὶ τέκνα ποιῆσαι οὐκ ἐτόλμα τὰς τοῦ Πέλοπος δεδιὼς ἀράς. φασὶ γὰρ ὅτι τοῦ Πέλοπος υἱὸν Χρύσιππον, ὃς ἦν αὐτῷ ἐξ ἄλλης γυναικὸς καὶ οὐκ ἐκ τῆς θυγατρὸς Οἰνομάου Ἱπποδαμείας, ὁ Λάιος ἥρπασεν ἐρασθεὶς αὐτοῦ καὶ αὐτῷ συνεγένετο, καὶ πρῶτος ἐν ἀνθρώποις τὴν ἀρρενοφθορίαν ὑπέδειξε, καθώσπερ δὴ καὶ ὁ Ζεὺς ἐν θεοῖς, τὸν Γανυμήδην ἁρπάσας· ὅπερ ὁ Πέλοψ μαθὼν τὸν Λάιον κατηράσατο ἐξ οἰκείας φονευθῆναι γονῆς. ἐπεὶ οὖν ὁ Λάιος διʼ ὃν εἴρηται τρόπον ἄπαις ἤδη παρήκμαζεν, εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον ἐγένετο ἐρωτήσων εἰ δέοι τεκνώσασθαι. ἐξήνεγκε δὲ αὐτῷ τὸ χρηστήριον· «μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ.» λαβὼν δὲ τὸν χρησμὸν καὶ ἀπελθὼν ἐφύλασσε μὴ συνευνᾶσθαι τῇ ἰδίᾳ γυναικί. ἐν μιᾷ δὲ τῶν ἡμερῶν τῷ οἴνῳ βαρυνθεὶς συνῆλθε τῇ γυναικὶ αὐτοῦ, ἀφʼ ἧς ἔσχε τὸν Οἰδίποδα. φοβηθεὶς δὲ τὸν χρησμὸν ἐπαγαγόντα «εἰ γὰρ τεκνώσεις, ἀποκτενεῖ σʼ ὁ φύς», καθὼς καὶ Πέλοψ κατηράσατο, ἡνίκα ὁ Οἰδίπους ἐγεννήθη, διατορήσας τοὺς πόδας αὐτοῦ καὶ χρυσοῦς κρίκους διαπερονησάμενος ἐν Κιθαιρῶνι τοῦτον ἐξέθετο. εὑρόντες δέ τινες αὐτὸν ποιμένες καὶ ἀναλαβόντες ἀνήνεγκαν τῷ τότε βασιλεῖ Κορίνθου Πολύβῳ· ὃς λαβὼν αὐτὸν ἐπιμελείας ἠξίωσεν καὶ εἰς ἀνδρῶν ἡλικίαν ἤγαγεν. ἔπειτα δὲ Οἰδίπους παρά τινος ὑβρισθεὶς καὶ ὀνειδισθεὶς ὡς νόθος ἐστὶ καὶ οὐ γνήσιος υἱὸς τοῦ Πολύβου, ἀπῆλθεν ἐρωτήσων εἰς τὴν Πυθίαν, ἤγουν εἰς τὸ τοῦ Ἀπόλλωνος μαντεῖον, τίς τε εἴη καὶ τίνος υἱός. εἶπε δὲ αὐτῷ τὸ μαντεῖον τοιόνδε ξένον χρησμόν· «μητέρα σπεῖρε τε καὶ πατέρα καίνων σύ.» ἀκούσας δὲ τοῦ χρησμοῦ κατέλειψεν ἀπελθεῖν εἰς Κόρινθον πρὸς τὸν Πόλυβον διὰ τὰ κατὰ τὸν χρησμόν, δοκῶν τὸν χρησμὸν αὐτοῦ πατέρα λέγειν τὸν Πόλυβον καὶ τὴν αὐτοῦ γυναῖκα μητέρα, καὶ ἀπῆλθεν εἰς τὴν ἐπὶ Θήβας ὁδόν. διεπορεύετο δὲ τὴν ὁδὸν ἐκείνην καὶ Λάιος ὁ τούτου πατήρ, ἀπερχόμενος καὶ οὗτος ἐρωτήσων εἰς τὸ μαντεῖον περὶ τοῦ ἐκτεθέντος παιδός, ἤγουν τοῦ Οἰδίποδος, τί γέγονεν. ἐπειδὴ δὲ συνήντησαν ἄμφω, οἱ τοῦ Λαΐου δορυφόροι πρὸς τὸν Οἰδίποδα «παραχώρησον» λέγοντες, «ὦ ξένε, τῷ βασιλεῖ τῆς ὁδοῦ», μὴ πειθόμενος τοῖς ἡνιόχοις, πληγεὶς τῷ μύωπι παρὰ τοῦ Λαΐου ἐμάνη ἐπὶ τούτῳ καὶ κτείνει τοὺς τροχηλάτας, ἔπειτα δὲ καὶ τὸν δεσπότην, ἕνα μόνον ἀφιεὶς τῶν οἰκετῶν, ὃς οἴκοι στραφεὶς τὰ κατὰ τὸν Λαΐειον φόνον ἤγγειλεν. ἐλθὼν δὲ εἰς Θήβας ὁ Οἰδίπους ὕστερον εὗρε κακὸν αὐτοῖς ἐπικείμενον μέγα, τὴν Σφίγγα, ἥτις αἰνίγματα ἔλεγε καὶ τὸν μὴ ἰσχύοντα λῦσαι αὐτὰ κατήσθιεν. προὔκειτο δὲ τότε παρὰ τῶν Θηβαίων τῷ εὑρόντι τὸ αἴνιγμα τῆς Σφιγγὸς βραβεῖον ἡ τοῦ Λαΐου γυνὴ Ἰοκάστη δοθησομένη αὐτῷ εἰς γάμον. εἰπούσης δὲ τῆς Σφιγγὸς τὸ αἴνιγμα τουτί, ἔλυσεν Οἰδίπους· τὸ δὲ αἴνιγμα τοιοῦτον· ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπουν οὗ μία μορφὴ καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσʼ ἐπὶ γαῖαν ἕρπετα γίνονται ἀνά τʼ αἰθέρα καὶ κατὰ πόντον. ἀλλʼ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνει, ἔνθα μένος γύοισιν ἀφαυρότερον πέλει αὐτοῦ. τὴν δὲ λύσιν τοῦ αἰνίγματος οὕτω φασὶν εἰρῆσθαι παρὰ τοῦ Οἰδίποδος· κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων, φωνῆς ἡμετέρης, σὸν τέλος ἀμπλακίης. ἄνθρωπον κατέλεξας, ὃς ἡνίκα γαῖαν ἐφέρπει πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων, γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει αὐχένα φορτίζων γήραϊ καμπτόμενος. μανεῖσα τοίνυν ἡ Σφὶγξ ἑαυτὴν ἀνεῖλε. συνελθὼν οὖν Οἰδίπους τῇ ἰδίᾳ μητρὶ παῖδας ἐγέννησε τέσσαρας, τὸν Πολυνείκην, τὸν Ἐτεοκλέα, τὴν Ἀντιγόνην καὶ τὴν Ἰσμήνην. ὕστερον δὲ μαθὼν τὸ ἀνόμημα ὃ ἔδρασεν ἐτύφλωσεν ἑαυτόν, τοῖς δὲ εἰρημένοις υἱοῖς αὐτοῦ τὴν βασιλείαν κατέλειψεν. ἐπεὶ δὲ τοῦτον οὗτοι τυφλὸν ὄντα ἐν οἰκίσκῳ καθεῖρξαν ὡς ἐντεῦθεν δῆθεν τὴν τύχην αὐτῶν λήθῃ παραδοῦναι, κατηράσατο αὐτοὺς ὥστε διὰ ξίφους καὶ πολέμου τὴν βασιλείαν μερίσασθαι τούτους. οὗ ἕνεκα φοβούμενοι τὸ ὁμοῦ μὲν εἶναι ἐν Θήβαις καὶ βασιλεύειν κατέλειψαν, συμπεφωνήκασι δὲ ἵνα βασιλεύῃ ὁ εἷς τοῦ ἑτέρου μετὰ τῆς πόλεως ἀποδημοῦντος στρατῷ καὶ ἐπανερχόμενον ὑποχωροίη οὗτος θατέρῳ, ὡς ἂν ἐκ τούτου φύγωσι τὰς ἀράς. ὁ γοῦν Πολυνείκης πρότερος ὢν ἐκράτησεν ἐν χρόνῳ ἑνὶ τῆς πόλεως, εἶτα τῷ Ἐτεοκλεῖ παραχωρήσας αὐτῆς ἐξῆλθε. τοῦ χρόνου δὲ παραδεδραμεκότος ἐπὶ τὸ βασιλεύειν ὁ Πολυνείκης καὶ αὖθις εἰς τὰς Θήβας ἐγένετο κατὰ τὸ συμπεφωνημένον· οὐχ ὑπεξισταμένου δὲ τοῦ Ἐτεοκλέους εἰς τὸν τοῦ Ἄργους βασιλέα Ἄδραστον πλανώμενος ἀπῆλθε, καὶ τούτῳ γαμβρὸς ἐπὶ θυγατρὶ γέγονε. λαβὼν τοίνυν ἐκ τοῦ Ἄργους στρατὸν πολὺν εἰς Θήβας ἐπάνεισι κατὰ τοῦ οἰκείου ἀδελφοῦ, καὶ ὑπʼ ἀλλήλων φονεύονται. Ξ
Ζητεῖς, θεατά, τίνες οὗτοι οἱ δύο οἱ πατράδελφοι καὶ ταχύμοροι τάχα· Οἰδίποδος, φεῦ, τοῦ πανοικτίστου γόνοι. πληροῖ κατάρας πατρικὰς πεπρωμένη αἵματι κληρώσασα Λαΐου δόμον τοῖς πατραδέλφοις συγγόνοις Λαβδακίδαις, οἷς οἶκος Ἅιδης Ἀχέρων λίμνη Χάρων καὶ τὸ στυγητὸν τῆς Στυγὸς σκηπτὸν νᾶμα κτανθεῖσι καὶ κτείνασιν ἀλλήλους ξίφει.
Ἀμφίων καὶ Ζῆθος υἱοὶ καθʼ Ὅμηρον τοῦ Διός, κατὰ δὲ Ἀντιοχέα καὶ ἑτέρους χρονικοὺς τοῦ Θεοβόωντος, μητρὸς δὲ Ἀντιόπης, πρῶτοι πυργοῦσι τὰς Θήβας. φασὶ δὲ τὸν Ἀμφίονα διὰ τῆς μελῳδίας τῆς οἰκείας λύρας ἕλκειν τοὺς λίθους πρὸς τὴν οἰκοδομήν. τὸ δὲ ἀληθές, ὅτι ᾄδοντος τοῦ Ἀμφίονος ἔκτιζον οἱ λιθουργοί, ὡς ὕστερον ὁ Ἰσμηνίας κατασκαπτομένων αὐτῶν ὑπὸ Ἀλεξάνδρου θρηνωδῶς ηὔλει, ὡς ἱστορεῖ Καλλισθένης. Ἑπτάπυλος ἡ Θήβα κατεσκευάσθη ὅτι πρὸς τὴν ἑπτάχορδον λύραν τοῦ Ἀμφίονος, ἣν ᾖδε κτιζομένης αὐτῆς, ἐτειχοδομήθη. Προλογίζει δὲ Ἐτεοκλῆς παρασκευάζων τὸν δῆμον τῶν Θηβαίων εἰς φρουρὰν τῆς πόλεως.
ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου· οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οζʹ ὧν τελευταῖος· πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
ἡμέτερα· ἡ εἴσθεσις τοῦ δράματος ἐκ συστηματικῶν ἐστι περιόδων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οζʹ ὧν τελευταῖος· πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνὶς εἰσιόντος τοῦ χοροῦ.
Κάδμου πολῖται· ὁ Ἐτεοκλῆς προλογίζει, καὶ παρασκευάζων τὸν λαὸν ἅπαντα πρὸς φρουρὰν τῆς πόλεως φησί· ὦ Κάδμου πολῖται, ὦ Θηβαῖοι, πρέπει λέγειν τὰ καίρια καὶ τὰ ἀναγκαῖα τὸν ἄνθρωπον ἐκεῖνον ὅστις φυλάσσει καὶ φέρει καὶ ἔχει πρᾶγος καὶ πρᾶγμα καὶ ἐξουσίαν ἐν πρύμνῃ καὶ ἐν τῇ ἀρχῇ, νωμῶν καὶ κινῶν οἴακα πόλεως, τὴν τῆς πόλεως κυβέρνησιν, μὴ κοιμῶν καὶ κοιμίζων καὶ ἀναπαύων τοὺς ὀφθαλμοὺς ἐν ὕπνῳ. τροπικῶς δὲ τῷ λόγῳ ἐχρήσατο ὁ ποιητής, πρύμνην μὲν τὴν ἀρχὴν ὀνομάσας τῆς πόλεως, οἴακα δὲ τὴν ταύτης κυβέρνησιν.
τὸ προοίμιον συμβουλευτικόν.
πρότασις.
ἐκ τοῦ Ἀγήνορος ἐγεννήθησαν ὁ Κάδμος καὶ ὁ Κίλιξ καὶ ἡ Εὐρώπη. καὶ τῆς Εὐρώπης ἁρπαγείσης παρὰ τοῦ Διὸς καὶ πεμφθέντων τῶν ἀδελφῶν πρὸς ἀνεύρεσιν τῆς Εὐρώπης … ἐκεῖνοι δὲ μὴ εὑρόντες ἀπεδήμησαν, καὶ ὁ μὲν ἔκτισε τὰς Θήβας, ὁ δὲ τὴν λεγομένην Κιλικίαν.
πολῖται ὦ Θηβαῖοι.
τὰ διὰ τοῦ της μακρὰν ἔχει τὴν παραλήγουσαν πλὴν τῶν ἀπὸ ὀξυτόνων συντεθέντων ὡς ἀπὸ τοῦ κριτὴς δικαιοκρίτης. Ξ
λείπει τὸ ἐκεῖνον. καίρια δὲ τὰ ἀναγκαῖα· παρακαίρια γὰρ τὰ ἄδικα.
χρὴ χρὴ τὰ ἐνδεχόμενα λέγειν, τὰ πρόσφορα τῷ καιρῷ, τὰ ἀναγκαῖα· παρακαίρια δὲ τὰ ἄδικα.
χρὴ ἤτοι τὰ πρέποντα καὶ τὰ συμφέροντα ἐκεῖνον τὸν ἄνθρωπον δῆλον.
χρὴ πρέπει.
χρὴ προσήκει. Ξ
λέγειν τὸν ἄνθρωπον.
λέγειν ὑποτιθέναι.
λέγειν ἐκεῖνον. θ
τὰ καίρια τὰ προσήκοντα.
τὰ καίρια τὰ ἀναγκαῖα.
τὰ καίρια τὰ χρήσιμα.
τὰ καίρια τὰ ἀληθῆ, τὰ ἐν τῷ καιρῷ τούτῳ προσήκοντα.
τὰ καίρια τὰ ἐνδεχόμενα καὶ τὰ πρόσφορα τῷ καιρῷ.
τὰ καίρια τὰ ἐνδεχόμενα καὶ ἁρμόζοντα τῷ καιρῷ. θ
ὅστις φυλάσσει ὃς φύλαξ πραγμάτων ἐπιτέτραπται εἶναι ἐν τῇ βασιλικῇ ἐξουσίᾳ.
ὅστις ἐκεῖνον τὸν ἄνθρωπον.
ὅστις ἤγουν ὅστις ἀρχὴν καὶ ἐξουσίαν πόλεως ἔχει. εἴρηται δὲ ἐκ μεταφορᾶς τοῦ ἐν τῇ νηῒ κυβερνήτου ἐν πρύμνῃ καθημένου καὶ τοὺς οἴακας ἔχοντος. θ
φυλάσσει φέρει, ἔχει.
φυλάσσει ἔχει.
φυλάσσει ἐπιτέτραπται.
φυλάσσει ἐπιτηρεῖ.
ἔστι δὲ τὸ πρᾶγος πόλεως περίφρασις· ἀντὶ γὰρ τοῦ εἰπεῖν πόλιν οὕτως ἐπήνεγκεν.
πρᾶγος πρᾶγμα.
πρᾶγος ἐξουσίαν.
πρᾶγος τὸ πρᾶγος πρὸς τὸ πόλεως σύναπτε. θ
πρύμνῃ πόλεως ἐν τῇ ἀρχῇ μεταφορικῶς.
πρύμνῃ πόλεως ἤγουν πόλεως περιφραστικῶς.
πρύμνῃ ἐξουσίᾳ.
πρύμνῃ ἀρχῇ.
πόλεως συνίζησις.
εἴρηται ἡμῖν καὶ ἐν ἄλλοις ὅτι εὕρηται ἐν τῇ ἕκτῃ τοῦ ἰάμβου χώρᾳ οὐ μόνον ἀνάπαιστος ὡς καὶ ἐνταῦθα τὸ πρύμνῃ πόλεως, ἀλλὰ καὶ χορεῖος.
οἴακα νωμῶν· κυβερνήτης ὢν τῶν τῆς πόλεως πραγμάτων. καλῶς ὁ ποιητὴς τὸν ἄρχοντα τῆς πόλεως ἐξισοῖ τῷ τῆς νηὸς κυβερνήτῃ· ὃν γὰρ τρόπον ὁ κυβερνήτης ἐν τῇ νηΐ, τοῦτο καὶ ἀρχηγὸς ἐν τῇ πόλει μὴ κοιμώμενος, ἐκφροντίζειν τῆς πόλεως. καὶ Ὅμηρος· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα.
σοφῶς ὁ ποιητὴς καὶ καταλλήλως τὸν ἄρχοντα τῷ κυβερνήτῃ παρεικάζει τῆς νηός· ὃ γὰρ ὁ κυβερνήτης ἐν τῇ νηΐ, τοῦτο καὶ ὁ ἄρχων ἐν τῇ πόλει. πρὸς τὴν τροπὴν δὲ καὶ τὸ μὴ κοιμῶν ὕπνῳ τὰ βλέφαρα· ἄυπνος γάρ ἐστι ὁ κυβερνήτης. δεῖ δὲ καὶ τὸν βασιλέα μὴ παννύχιον εὕδειν κατὰ τὸν ποιητήν.
οἴακα νωμῶν οἰακοστροφῶν.
οἴακα τὸν τῆς πόλεως κυβερνήτην.
οἴακα τὴν κυβέρνησιν.
οἴακα τὴν τῆς πόλεως κυβέρνησιν.
οἴακα βασιλείαν.
οἴακα τὴν τῆς πόλεως ἐξουσίαν. θ
νωμῶν κινῶν.
νωμῶν ἰθύνων.
νωμῶν οἰκονομῶν.
νωμῶν εὐθύνων, οἰκονομῶν.
νωμῶν στρέφων.
νωμῶν κινῶν, διεξάγων. θ
νωμῶν κυβερνῶν.
βλέφαρα τοὺς ὀφθαλμούς.
βλέφαρα ὀφθαλμοὺς τοὺς αὐτοῦ. θ
κοιμῶν ἀναπαύων.
κοιμῶν κοιμίζων.
κοιμῶν κοιμίζων καὶ ἀναπαύων.
κοιμῶν ἀναπαύων· ἀλλʼ ἀεὶ φροντίζων. θ
εἰ μὲν γὰρ εὖ πράξαιμεν· εἰ μὲν καλῶς πράξαιμεν, τῆς εὐπραγίας ἡ αἰτία τοῦ θεοῦ· ἡ αἰτία τῆς εὐπραγίας ἐπὶ τοὺς θεοὺς ἀναφέρεται, τῆς δὲ δυσπραξίας ἐπὶ τοὺς ἄρχοντας. διὸ καί φησιν, εἰ δʼ αὖτε καὶ πάλιν συμφορὰ καὶ δυστυχία τύχοι, ἤγουν ἐὰν δυστυχήσωμεν καὶ κακῶς πάθωμεν, ὅπερ εἴθε μὴ γένοιτο, ὁ Ἐτεοκλῆς ἄν, τουτέστιν ἐγώ, εἷς ὢν πολὺς κατὰ πόλιν ὑμνοῖτο καὶ λοιδοροῖτο καὶ ὑβρίζοιτο ὑπὸ τῶν πολιτῶν διὰ κακῶν καὶ πολυστρόφων ὕβρεων καὶ ψόγων καὶ ὀνειδισμῶν, ὧντινων τούτων ὁ Ζεὺς γένοιτο ἀλεξητήριος, ἐπώνυμος τῇ πόλει Καδμείων, ἀντὶ τοῦ οὕτως ὀνομαζόμενος ἐν Θήβαις. τοῦτο γὰρ ἔχει ἐπώνυμον ἐν Θήβαις ὁ Ζεὺς καὶ ἐκεῖσε Ζεὺς τιμᾶται ἀλεξητήριος.
κατασκευή.
τῆς εὐπραγίας ἡ αἰτία ἐπὶ τοὺς θεούς, τῆς δὲ δυσπραγίας ἐπὶ τοὺς ἄρχοντας.
ἡ τῆς εὐπραγίας αἰτία ἐπὶ τοὺς θεοὺς ἀνάγεται, τῆς δὲ δυσπραγίας ἐπὶ τοὺς ἄρχοντας. καὶ Ὅμηρος δὲ τῷ βασιλεῖ λέγει καὶ τὸ κῦδος τῆς νίκης καὶ τὸ τῆς ἥττης πένθος ἕπεσθαι. τὸ δὲ ὑμνεῖσθαι μέση λέξις ἐστίν.
ἡ εὐπραγία, ἡ εὐτυχία ἐπὶ τοὺς θεοὺς ἀναφέρεται, ἡ δὲ ἀτυχία ἐπὶ τοὺς ἄνδρας τῆς πόλεως.
εὖ πράξαιμεν εὐτυχήσαιμεν.
εὖ καλῶς.
πράξαιμεν οἱ ἄρχοντες, οἱ Θηβαῖοι.
πράξαιμεν μετάβασις ἀπὸ ἑνικοῦ εἰς πληθυντικόν.
αἰτία θεοῦ ἡ αἰτία ἔσται παρὰ τοῖς θεοῖς.
αἰτία θεοῦ τρόπος εὐσέβειας.
αἰτία ἀφορμή.
αἰτία τῆς εὐτυχίας. θ
θεοῦ τοῦ τῆς πόλεως ὑπερμαχοῦντος ἀεὶ δαίμονος ἔσται. θ
αὖ πάλιν.
αὖθʼ αὖθι, ἤγουν αὖθις, πάλιν.
ὃ μὴ γένοιτο οὕτως ἔθος ἀποτρέπεσθαι τὰ βλάσφημα.
ὃ τὸ δυστυχῆσαι τὴν πόλιν.
συμφορὰ δυστυχία.
τύχοι συμβῇ.
τύχοι ἐπέλθοι.
τύχοι γένοιτο.
τύχοι ἔλθοι.
τύχοι συμβαίη.
μόνος, φησίν, ἐγὼ ὁ Ἐτεοκλῆς πολλάκις λοιδορίαις καὶ ὕβρεσι ἀπειρίτοις βληθήσομαι παρὰ τῶν πολιτῶν.
Ἐτεοκλέης ἐγώ.
εἷς ἀντὶ τοῦ μόνος.
πολὺς μέγας.
πολὺς ὡς τὸ πολὺς ἦν ὑβριζόμενος καὶ πολὺς ἦν θαυμαζόμενος.
πολὺς ἀντὶ καταπολύ.
πολὺς δέον πολὺ εἰπεῖν, πολὺς εἶπε πρὸς τὸ Ἐτεοκλῆς. θ
ὑμνοῖτο· εὐφήμως εἶπεν αὐτό, ὡς καὶ τὰς Ἐρινύας, ὀφείλων λέγειν δυσμενίδας, ἐν εὐφήμῳ ὀνόματί φησιν Εὐμενίδας· καὶ σεμνῶν Κορυβάντων, ὡς καὶ τὸ χαίρειν πολλάκις ἀντὶ τοῦ φθείρεσθαι λαμβάνεται, ἀντὶ τοῦ δυσφήμου τὸ εὔφημον.
βουλόμενοί τινες ἀτιμάσαι αὐτὸν καὶ ὑβρίσαι, τὸ ὑμνοῖτο ἀντὶ τοῦ ἀτιμάζοιτο ἐκλαμβάνουσιν. ὅτι δὲ ἀληθές ἐστι τοῦτο καὶ οὐχ ὥσπερ ἐκεῖνοί φασι, μαρτυρεῖ τὸ οἰμώγμασι. πῶς γὰρ ἂν οἷόν τʼ ἦν ἅμα μὲν ὑβρίζειν αὐτόν, ἅμα δὲ θρήνοις τιμᾶν; ἀλλὰ ὑμνοῖτο καὶ θαυμάζοιτο ὑπὸ τῶν ἀστῶν πολλοῖς ἐπαίνοις ὡς ὑπὲρ τῆς πατρίδος κεκινδυνευκὼς καὶ θρήνων ἀξιοῖτο ἀνὰ πᾶσαν τὴν πόλιν, ἐπεὶ καὶ τὸ τοῦ προοιμίου ὄνομα οὐκ ἄλλο οὐδὲν ἢ τὸν ἔπαινον δηλοῖ· πρὸ γὰρ τῶν οἴμων καὶ τῶν ὁδῶν οἱ παλαιοὶ τοὺς ἐπαίνους ᾖδον, ὥσπερ ἐστὶ καὶ τὸ ἐγκώμιον τὸ ἐν κώμαις καὶ στενωποῖς λεγόμενον· κώμας γὰρ ἐκάλουν τοὺς στενωπούς. ἴσως δʼ ἄν τις ἐνταῦθα ἐνσταίη λέγων ὡς οὐ καιρὸν εἶχε τοιαῦθʼ ὑπὲρ αὑτοῦ πρὸς τοὺς πολίτας λέγειν Ἐτεοκλῆς· καί φαμεν ὡς οὐ παρακελευόμενος ταῦτα λέγει, ἀλλʼ εἰκάζων καὶ οἱονεὶ μαντευόμενος, ἐπεὶ καὶ εὐκτικῷ ἀλλʼ οὐ προστακτικῷ ἐχρήσατο ῥήματι.
δημηγορεῖ νῦν Ἐτεοκλῆς ὡς δεῖ τὸν τῆς πόλεως προϊστάμενον τοῦ συμφέροντος αὐτῆς προνοεῖσθαι ἐν καιρῷ μάλιστα βίας, καὶ τὴν αἰτίαν ἐπάγει, λέγων ὡς εἰ μὲν τοὺς πολεμίους νικήσομεν, θεὸν αἴτιον δεῖ τοῦ τοιούτου νομίζειν, εἰ δὲ τἀναντία συμβαίη, ἐμὲ πάντες αἰτιάσονται θρηνοῦντες τὴν αὐτῶν δυστυχίαν, ὡς οὐ τὰ προσήκοντα συμβουλεύσαντα. τὸ γὰρ ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις, τοῦτο λέγει ἀντὶ τοῦ λέγοιτο ἂν ὑπὸ πάντων τὸ ἐμὸν ὄνομα ἐν λόγοις ὑβριστικοῖς· τὸ γὰρ ὑμνεῖσθαι ἀεὶ ἐπὶ τοῦ ἐπαινεῖσθαι λαμβάνεται. εἰ δὲ μετὰ προσθήκης λέγοιτο οἷον ὑμνεῖται κακῶς, ἢ ὡς ἐνταῦθα, πρὸς τὴν προσθήκην ἡ φύσις τοῦ ῥήματος τρέπεται. οἱ πολλοὶ δὲ ἁπλῶς τὸν ὕμνον καὶ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ λαμβάνουσιν. ἴσως δʼ ἄν τις καὶ ἀντὶ τοῦ ἐπαινοῖτο τὸ ὑμνοῖτο ἐνταῦθα εἴποι, ὥσπερ λέγοντος τοῦ Ἐτεοκλέους ὡς εἰ καὶ δυστυχία συμβαίη, ἀλλʼ οὖν ἐμὲ μὲν ὡς τὸ ὅσον ἐδόκει συμφέρον συμβουλεύσαντα πάντες ἂν ἐπαινοῖεν, θρηνοῖεν δὲ σφᾶς αὐτοὺς ὡς δυστυχήσαντας, καὶ νομίζοιεν ὡς οὐ παρὰ τὴν ἐμὴν συμβουλὴν τὸ κακὸν συμβεβήκει, ἀλλʼ ἁμαρτίᾳ τῆς πόλεως καὶ γνώμῃ θεοῦ.
ὕμνος οὐ μόνον ἐπὶ θείου ἐπαίνου ἀλλὰ καὶ ἄλλως λέγεται· Πίνδαρος οὖν τοὺς ἑαυτοῦ ἐπινικίους ὕμνος καλεῖ. ὁ δὲ Αἰσχύλος ἐνταῦθα κατὰ ἀντίφρασιν τὸ κακολογεῖν ὑμνεῖν φησιν, ὥσπερ καὶ τὸ τῆς πομπῆς σεμνὸν τινὲς κοινότερον ἀντιφράζοντες ψογερῶς ποτε προφέρονται. Ξ
ὁ ὕμνος παρὰ τοῖς παλαιοῖς ἐκλαμβάνετο καὶ ἐπὶ ἐπαίνου καὶ ἐπὶ ψόγου.
τὸ ὑμνεῖσθαι μέσον.
ὑμνοῖθʼ λοιδοροῖτο, διαβάλλοιτο.
ὑμνοῖθʼ λοιδοροῖτο.
ὑμνοῖθʼ διαβάλλοιτο.
ὑμνοῖθʼ ὑβρίζοιτο.
ὑμνοῖθʼ ἐπαινοῖτο.
ὑμνοῖθʼ ᾄδοιτο. θ
ὑμνοῖθʼ ὑβρισθείη. Ξ
ἀστῶν τῶν πολιτῶν.
ὡς ὑπὲρ τῆς πόλεως κεκινδυνευκώς.
φροιμίοις ὕβρεσι.
φροιμίοις λόγοις.
φροιμίοις προοιμίοις.
φροιμίοις λοιδορίαις.
πολυρρόθοις λοιδόροις.
πολυρρόθοις πολυστρόφοις.
πολυρρόθοις πολυταράχοις.
πολυρρόθοις ὀνειδιστικοῖς.
πολυρρόθοις πολυστρόφοις, σκληροῖς, πολυταράχοις.
πολυρρόθοις ὑβριστικοῖς.
πολυρρόθοις πολυήχοις.
πολυρρόθοις πολὺν ἦχον, ἤγουν ψόγον καὶ ἀγανάκτησιν, ἔχουσιν. θ
πολυρρόθοις πολὺν ἦχον ἔχουσιν ὡς ὑπὸ πολλῶν λεγομένοις
οἰμώγμασι ὕβρεσι.
οἰμώγμασι θρήνοις.
οἰμώγμασι λοιδορίαις.
οἰμώγμασι ὀνειδίσμασι.
οἰμώγμασι θρήνοις διὰ τὰς αὐτῶν δυστυχίας. θ
ὧν τῶν ὕβρεων.
ὧν οἰμωγμάτων.
ἀλεξιτήριος Ζεὺς ἐν Θήβαις τιμᾶται· φησὶν οὖν συμφώνως ἑαυτῷ τιμῷτο.
ἀλεξητήριος ἀποσοβητής.
ἀλεξιτήριος οὕτω καλούμενος ἀποσοβητὴς τῶν κακῶν.
ἀλεξητήριος διώκτης.
ἀλεξιτήριος βοηθός.
βάσις εὐκτική.
φερώνυμος ὅ ἐστιν αὐτὸ τοῦτο ἀλεξητήριος γένοιτο ἢ ὧν ἀλεξητήριος γένοιτο Ζεὺς ὁ ἐπώνυμος ταῖς Θήβαις.
ἐπώνυμος ἀλεξιτήριος καθὼς ἐν Θήβαις ἐτιμᾶτο.
ἐπώνυμος οὕτως ὀνομαζόμενος ἀλεξιτήριος.
ἐπώνυμος Καδμεῖος γὰρ Ζεὺς ἐν Θήβαις ἐτιμᾶτο.
ἐπώνυμος ὁ θεὸς ὁ Καδμεῖος.
ἐπώνυμος ἐπειδὴ Διὸς προσηγορίαι πολλαί, καλεῖται γὰρ φίλιος ξένιος ἀλεξητήριος καὶ ἕτερα, διὰ τοῦτο εἴρηκεν ἐπώνυμος. δέον δὲ ἐπωνύμως εἰπεῖν, ἐπώνυμος εἶπε πρὸς τὸ Ζεύς. θ
ἐπώνυμος καλεῖται γὰρ σὺν τοῖς ἄλλοις ὀνόμασιν καὶ ἀλεξητήριος.
πόλει ἤγουν ταῖς Θήβαις.
ὑμᾶς δὲ χρὴ νῦν· ὑμὰς δὲ χρή, καὶ τὸν ἐλλείποντα ἔτι ἡλικίας ἀκμαίας καὶ ὀξυτάτης, ἤτοι τὸν νεάζοντα, καὶ τὸν ἔξηβον χρόνῳ, ἤτοι τὸν γέροντα καὶ παρηβηκότα.
λέγει δὲ οὕτως· ἕκαστος ἡμῶν τὴν φροντίδα τῆς πόλεως ἢ ἕκαστος πρὸς τὴν ἡλικίαν βοηθεῖ τῇ πόλει. Ξ
ἕτερον προοίμιον ὁμοίως συμβουλευτικόν.
ὑμᾶς τοῦτο κατὰ ἄθροισιν καὶ μερισμόν. θ
ὑμᾶς τοὺς πολίτας ἅπαντας.
χρὴ πρέπει.
μερισμός.
τὸν ἐλλείποντʼ καὶ τὸν νέον καὶ τὸν αὔξοντα τὴν βλάστησιν τοῦ σώματος.
τὸν ἐλλείποντʼ τὸν νέον.
τὸν ἐλλείποντʼ τὸν μὴ ἐλθόντα εἰς ἄκρον ἥβης ἤτοι τὸν νέον.
τὸν ἐλλείποντʼ τὸν μήπω ἀκμάσαντα, ἤγουν εἰς τὸ ἄκρως τῆς ἥβης ἐλθόντα, ἤγουν τὸν νέον.
ἐλλείποντʼ ἐλλειπῆ ὄντα ἤγουν τὸν μήπω φθάνοντα εἰς ἡλικίαν ἀκμήν.
ἐλλείποντʼ τὸν ἀτελῆ.
ἐλλείποντʼ στερούμενον. θ
τὸν ἐλλείποντʼ τὸν νεάζοντα, τὸν μήπω εἰς ἀκμὴν ἐλθόντα. Ξ
ἥβης ἀκμαίας ἡλικίας ἀκμαζούσης καὶ πρὸς μάχην ἐπιτηδείας, ἀλλʼ ἔτι μειράκιον ὄντα. τὸ δὲ ἔξηβον χρόνῳ ἀντὶ τοῦ γέροντα ὄντα. θ
ἥβης τῆς ἡλικίας.
ἀκμαίας ὀξυτάτης.
ἀκμαίας τὸν νεάζοντα.
ἀκμαίας ἐγκαίρου.
ἀκμαίας ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ κμῶ τὸ κόπτω.
τὸν ἔξηβον τὸν ἔξω ἡλικίας, τὸν γέροντα.
τὸν ἔξηβον τὸν γηραιόν.
τὸν ἔξηβον τουτέστι τὸν γηραιόν, τὸν μὴ δυνάμενον κινῆσαι ὅπλα, τὸν παρηβηκότα καὶ ἔξωρον.
τὸν ἔξηβον γηραλέον.
τὸν ἔξηβον τὸν παρακμάσαντα ἤγουν τὸν γέροντα.
τὸν ἔξηβον τὸν γηραιόν, ἤγουν τὸν ἔξω τῆς ἡλικίας γεγονότα.
τὸν ἔξηβον τὸν γηραιὸν τῷ χρόνῳ καὶ ἔξω τῆς ἡλικίας ὄντα.
τὸν ἔξηβον τὸν γέροντα ὄντα.
τὸν ἔξηβον τὸν γεγηρακότα.
βλάστημον αὐξάνοντα ἀνδρῶν νῦν.
βλάστιμον ἀντὶ τοῦ βλάστην ἢ βλάστησιν.
βλάστιμον τὸν νέον, τὸν αὐξάνοντα.
βλάστημον τὴν βλάστησιν τρέφοντα, ἤτοι τὸν μέσον τῆς ἡλικίας χρόνον.
μετὰ τοῦ καὶ νοητέον, ἵνα λέγῃ τὸν παῖδα, τὸν γέροντα καὶ τὸν ἀκμάζοντα. ζήτει δὲ περὶ τῆς τοῦ βλάστημον γραφῆς εἰδὼς τέως κρεῖττον εἶναι τὴν διὰ τοῦ ι κατὰ παραγωγὴν ἀπὸ τοῦ βλαστῶ.
βλάστιμον ἤτοι τὸν αὔξησιν καὶ προκοπὴν αὔξοντα καὶ βλαστάνοντα σωματικὴν ὡς ἀκμαῖον καὶ νεανικὸν εἶναι πρὸς μάχας. δέον δὲ εἰπεῖν καὶ τὸν ἀλδαίνοντα, ἀσυνδέτως ἐξήνεγκεν. θ
βλάστην μέν· οὕτω χρὴ γράφειν καὶ τόνδε τὸν στίχον καὶ τὸν ἑξῆς ὡς διωρθώθησαν παρʼ ἐμοῦ, ἵνʼ οἰκείως ἔχωσι πρός τε τὸ μέτρον καὶ τὴν σύνταξιν. οἱ γὰρ ἄλλως γράφοντες οὐ καλῶς γράφουσιν, ἀγνοοῦντες τὰ περὶ τῶν μέτρων.
ἀλδαίνοντα αὐξάνοντα.
ἀλδαίνοντα αὔξοντα.
τοῦτο ἀδύνατον· ἔδει γὰρ εἰπεῖν τὸν ἀλδαίνοντα, νῦν δὲ πρὸς μὲν τοὺς νέους καὶ τοὺς γέροντας συνδέσμῳ ἐχρήσατο, πρὸς δὲ τοὺς νέους καὶ ἱκανοὺς μάχεσθαι οὐχ οὕτω.
ἢ καὶ οὕτως ἡ σύνταξις· ἕκαστον καὶ πάντα ἔχοντα ὤραν καὶ φροντίδα ὑπὲρ τῆς πόλεως, ὡς καὶ καθὰ συμπρεπές τι καὶ ἁρμόδιον ὑπάρχει, καὶ τῇ πόλει ἀρήγειν καὶ βοηθεῖν καὶ τοῖς βωμοῖς τῶν ἐγχωρίων θεῶν, ὥστε μὴ ἐξαλειφθῆναι καὶ ἀφανισθῆναί ποτε τὰς τιμὰς τούτων τῶν ἐγχωρίων θεῶν, τέκνοισι καὶ ὑπὲρ τῶν τέκνων τῆς μητρὸς γῆς τῆς φιλτάτης τροφοῦ. ταῦτα δὲ κατʼ ἀντίπτωσιν.
οἷον καθὸ ἕκαστος δύναται βοηθεῖν.
ὤραν· φροντίδα, ἡλικίαν, ἵνʼ ᾖ ὁ νοῦς οὕτως· ἕκαστον ὑμῶν ἔχοντα φροντίδα τῆς πόλεως ἢ ἕκαστον πρὸς ἡλικίαν ἑαυτοῦ βοηθεῖν τῇ πόλει ὡς πρέπον ἐστίν.
ὤραν· φροντίδα, ἡλικίαν, ἵνʼ ᾖ ὁ νοῦς οὗτος· ἕκαστον ὑμῶν ἔχοντα φροντίδα τῆς πόλεως ἢ ἕκαστον πρὸς τὴν ἑαυτοῦ ἡλικίαν βοηθεῖν τῇ πόλει. διὰ τοῦτο γὰρ προσέθετο τὸ ὥς τι συμπρεπές, οἷον δεόντως, ἀναλόγως, ὡς ἐγχωρεῖ.
ὤραν ἔχονθʼ τὸν ἔχοντα φροντίδα τῆς πόλεως.
ὥραν τʼ ἔχονθʼ ἤγουν τὸ μέσον τῆς ἡλικίας, τὸν νεανίσκον.
ὤραν φροντίδα.
ὥραν ἤγουν τὸ μέσον καὶ ἀκμαῖον τῆς ἡλικίας.
ὤραν φροντίδα τῆς πόλεως.
ἔχονθʼ κεκτημένον.
ἕκαστον πάντα.
ἕκαστον καθʼ ἕνα.
ἕκαστον μειράκιον, γέροντα, νεανίαν. θ
ὥς τι συμπρεπές ὥσπερ τι ὠφέλιμον, χρή, ὥσπερ ἁρμόδιον.
ὥς τι συμπρεπές καθά ἐστιν ἁρμόδιον τῇ ἑαυτοῦ ἡλικίᾳ, ὥστε τοὺς μὲν γέροντας σὺν τοῖς μειρακίοις λιτὰς ποιεῖσθαι, τοὺς δὲ νέους μάχεσθαι. θ
ὥς λίαν.
συμπρεπές ἁρμόδιον.
συμπρεπές ὠφέλιμον.
συμπρεπές πρέπον.
συμπρεπές ἁρμόζον.
πόλει ἐνδέχεται.
ἀρήγειν βοηθεῖν.
ἀρήγειν βοηθεῖν. δέον δὲ ἐπιφέρειν εἰπεῖν, ἀρήγειν εἶπεν.
θεῶν εὔχεσθαι.
ἐγχωρίων τῶν ἐγκατοίκων, τῶν ἐντοπίων.
ἐγχωρίων τῶν ἐντοπίων.
ἐγχωρίων τῶν ἐντὸς τῆς πόλεως ὄντων.
βωμοῖσι ναοῖς.
τιμὰς τῶν θεῶν.
τιμὰς ἐκείνων.
μὴ ʼξαλειφθῆναι ἀφανισθῆναι.
μὴ ʼξαλειφθῆναι σπεύδειν.
μὴ ʼξαλειφθῆναι πεπαῦσθαι. θ
ἢ ὅτι πάντες ἐκ γῆς ἐσμεν, ἢ ὅτι φασὶν ὡς οἱ Θηβαῖοι σπαρτοί εἰσιν, ὡς τοῦ Ἄρεως τοὺς ὀδόντας τοῦ δράκοντος, ὃν ἀπέκτεινεν ὁ Κάδμος, σπείραντος τῇ Θηβαϊκῇ γῇ, καὶ ἐκ τῆς κατασπορᾶς τῶν ὀδόντων ἀναδοθῆναι τοὺς Θηβαίους.
τέκνοισι γῇ τε μητρί· ἡ γῆ γὰρ μήτηρ τῶν Καδμείων· ἐκ τῆς γῆς γὰρ ἀνεδόθησαν οἱ Καδμεῖοι ἐκ τῆς κατασπορᾶς τῶν ὀδόντων τοῦ δράκοντος ὃν ἀπέκτεινεν ὁ Κάδμος.
τέκνοισι κοινὸν τὸ ἀρήγειν.
τέκνοισι τοῖς τῶν θεῶν.
τέκνοισι ἤγουν βοηθεῖν τοῖς τέκνοις καὶ τῇ μητρὶ τῇ θρεψαμένῃ ὑμᾶς.
τέκνοισι ἀρήγει ἀπὸ κοινοῦ. θ
μητρὶ οἱ Κρῆτες τὴν πατρίδα μητρίδα λέγουσι.
φιλτάτῃ τῇ θρεψαμένῃ.
τροφῷ γράφεται βροτῶν, τουτέστι τῇ μητρὶ τῇ φιλτάτῃ τῶν ἐν ἀνθρώποις μητέρων. θ
τροφῷ τῇ πάντας τρεφούσῃ.
ἡ γὰρ νέους ἕρποντας· αὕτη γὰρ ἡ γῆ ἐθρέψατο ὑμᾶς κατοίκους πολεμικοὺς στρατιώτας ἐν εὐμενεῖ καὶ εὐτραφεῖ πέδῳ νέους ὄντας ἕρποντας. κυρίως δὲ τοῦτο ἐπὶ τῶν παίδων λέγεται.
τὴν νηπιώδη ἡλικίαν ἀναμιμνήσκει αὐτοῖς ὅτε ἐπὶ γῆς ἐσύροντο, καὶ παραθαρρύνει αὐτοὺς ὑπεραποθνήσκειν τῆς πατρίδος.
κατασκευὴ τῆς βάσεως.
ἣ αὕτη ἡ γῆ.
ἣ αὕτη ἡ πόλις.
νέους ὑμᾶς ὄντας. θ
ἕρποντας κυρίως ἐπὶ παίδων τὸ ἕρποντας.
ἕρποντας ὑμᾶς.
ἕρποντας βαδίζοντας.
ἕρποντας νηπιάζοντας.
ἕρποντας ἐπʼ αὐτὴν βαδίζοντας ἐθρέψατο εὐμενῶς δεχομένη τὸν ἐκ τῆς παιδείας ὑμῖν γενόμενον μόχθον.
εὐμενεῖ εὐτραφεῖ.
εὐμενεῖ ὁμαλῷ, φίλῳ.
εὐμενεῖ εἰρηναίῳ.
πάντα πόνον τῆς παιδικῆς ἡλικίας ὑποδεχομένη.
πανδοκοῦσα καὶ προσδεχομένη ἅπασαν κακοπάθειαν τῆς παιδείας, ὅπως γένοισθε πρὸς χρέος τόδε, ἤγουν ὅπως γένοισθε πρὸς βοήθειαν αὐτῆς.
πανδοκοῦσα ἐπιδεχομένη.
πανδοκοῦσα ὑποδεχομένη.
πανδοκοῦσα προσδεχομένη.
πανδοκοῦσα ὑπομένουσα.
πανδοκοῦσα ὑπομείνασα.
πανδοκοῦσα δεχομένη.
παιδείας παιδικῆς ἡλικίας.
παιδείας ἀνατροφῆς.
παιδείας παιδεύσεως.
ὄτλον· κακοπάθειαν. γίνεται δὲ ἐκ τοῦ ο στερητικοῦ μορίου καὶ τοῦ τλῶ· τὴν γὰρ κακοπάθειαν οὐδεὶς δύναται τλῆναι ὅ ἐστι καρτερῆσαι.
ὄτλον· κακοπάθειαν παρὰ τὸ τλῆναι πλεονασμῷ τοῦ ο ὡς ἐν τῷ ὄνυξ ἵνα μὴ εὑρεθῇ ἓν ο μονοσύλλαβον βραχυκατάληκτον. ἢ ἐκ τοῦ ο στερητικοῦ μορίου καὶ τοῦ τλῶ, ὃν οὐδεὶς δύναται τλῆναι.
ὄτλον κακοπάθειαν.
ὄτλον πόνον.
ὄτλον κακοπάθειαν, πόνον. θ
ἐθρέψατʼ ἡμᾶς δηλονότι.
ἐθρέψατʼ ἀνεθρέψατο.
οἰκιστῆρας κατοίκους.
οἰκιστῆρας οἰκήτορας. θ
ἀσπιδηφόρους πολεμικούς.
ἀσπιδηφόρους ἀσπίδας φέροντας.
ἀσπιδηφόρους στρατιώτας.
ἀσπιδηφόρους πολεμικοὺς καὶ ἀνδρείους. θ
ἀσπιδηφόρους ὁπλοφόρους ἀπὸ μέρους.
πιστοὺς πιστοὶ δηλονότι.
πιστοὺς βεβαίους.
πιστοὺς ὥστε ἔχειν ὑμᾶς πιστούς.
ὅπως ἵνα αὐτῇ πρὸς βοήθειαν χρησιμεύσητε.
πρὸς χρέος τόδε πρὸς κίνδυνον ὑπὲρ αὐτῆς πρόθυμοι.
πρὸς χρέος τόδε πρὸς τὸ ὑπερμαχεῖν εἰς βοήθειαν αὐτῆς.
πρὸς χρέος τόδε τὸν πόλεμον.
πρὸς χρέος τόδε πρὸς τὴν παροῦσαν χρείαν ἣν ἡμῶν ἔχει ἡ πόλις, ὑπὲρ τῆς αὐτῆς σωτηρίας. θ
τόδε ἤτοι τὸ ὑπερμαχεῖν τῆς πόλεως.
τόδε τὸ τοῦ πολέμου. Ξ
τρίτον προοίμιον ἐκ τοῦ πράγματος.
ἐς τόδʼ ἦμαρ ἕως τῆς ἡμέρας ταύτης.
ἐς τόδʼ ἦμαρ μέχρι ταύτης τῆς ἡμέρας.
ἐς τόδʼ ἦμαρ μέχρι τῆς σήμερον ἡμέρας.
ἐς τόδʼ ἦμαρ μέχρι τοῦδε τοῦ ἤματος Ἀττικῶς, ὡς τὸ δεῦρο.
ἐς τόδʼ ἦμαρ ἤγουν μέχρι τῆσδε τῆς ἡμέρας, ἤγουν καλῶς ἡμῖν ἐκ τύχης ἔχει τὰ πράγματα.
εὖ καλῶς.
ῥέπει· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ζυγῷ.
ῥέπει ἡ μεταφορὰ ἀπὸ τοῦ ζυγοῦ.
ῥέπει ἀπὸ τῶν ζυγῶν ἡ μεταφορά.
ῥέπει δίδωσι.
ῥέπει νεύει.
ῥέπει κινεῖται.
θεὸς ἡ τύχη.
ἤδη πάλαι.
πυργηρουμένοις φυλασσομένοις ὑπὸ τοῦ θεοῦ.
πυργηρουμένοις περικυκλουμένοις.
πυργηρουμένοις ἡμῖν.
πυργηρουμένοις φυλασσομένοις.
πυργηρουμένοις κυκλουμένοις.
πυργηρουμένοις ὑπὸ ταύτης, ἢ ὑπὸ θεῶν.
πυργηρουμένοις ὅταν πολέμιοι πόλεις περικυκλώσωνται, τότε οἱ ἐντὸς πυργηρούμενοι λέγονται.
πυργηρουμένοις πολιορκουμένοις. θ
πυργηρουμένοις δίκην πύργου ὑπὸ τῶν πολεμίων περικυκλουμένοις καὶ πολιορκουμένοις.
τὰ πλείω ὡς ἐπὶ τὸ πλεῖστον.
τὰ πλείω εἰς ἡμᾶς δῆλον.
πόλεμος συμμαχία.
ἐκ θεῶν ὑπὸ τῶν θεῶν διεξαγόμεθα.
ἐκ θεῶν ἤγουν ἐκ τῆς αὐτῶν βοηθείας.
κυρεῖ τυγχάνει.
κυρεῖ ἄχρι τοῦ καιροῦ τούτου.
κυρεῖ ἔχει.
κυρεῖ συμβαίνει. Ξ
νῦν δʼ ὡς ὁ μάντις φησί· νῦν δὲ ὡς λέγει ὁ Τειρεσίας ὁ μάντις ὁ βοτὴρ καὶ ὁ βοσκὸς τῶν οἰωνῶν καὶ τῶν ὀρνέων—καὶ γὰρ οἰωνοσκόπος ἦν—νωμῶν καὶ κινῶν ἐν ὠσὶ καὶ φρεσὶ τοὺς μαντικοὺς ὄρνιθας, οὗτος ὁ ἐξουσιαστὴς τῶν τοιούτων βουλευμάτων—τοῦτο δέ ἐστιν ἐπανάληψις—λέγει ἐν νυκτὶ βουλεύεσθαι προσβολὴν καὶ ἔφοδον μεγάλην Ἀχαιικήν, καὶ ἐπιβουλεύσειν τῇ ἡμετέρᾳ πόλει. τὸ δὲ ἐν ὠσὶ νωμῶν καὶ φρεσὶ τοῦτο δηλοῖ, ὅτι ὁ Τειρεσίας τυφλὸς ὢν οὐκ αὐτὸς διʼ ἑαυτοῦ αὐτόπτης τῆς πτήσεως τῶν ὀρνέων ἐτύγχανεν, εἴτʼ ἐπὶ δεξιᾷ ἐστιν, εἴτʼ ἐπʼ ἀριστερᾷ, καὶ οὕτως τὰς μαντείας ἐξέφερεν, ἀλλʼ ὑπʼ ἄλλων ὑπαγορευόντων τὴν πτῆσιν τῶν ὀρνέων μανθάνων οἵα ἐστὶν ἐσκόπει, ταύτην κατὰ νοῦν διὰ τῆς ἀκοῆς παραδεχόμενος, καὶ οὕτως ἐμαντεύετο, τουτέστιν ἐξ ἀκοῆς τὰς πτήσεις διέκρινεν.
καὶ μὴν ὁ Σοφοκλῆς φησι· ἐγὼ δὲ δείσας ἐμπύρων ἐγευόμην· καὶ οὐ καινὸν ἐν τοιούτοις διαφωνεῖν τοὺς ποιητάς. τάχα δὲ τὸ πῦρ τὸ ὁρατικὸν φῶς λέγει οἷον δίχα ὄψεως· ἐξ ἀκοῆς γὰρ τὰς πτήσεις διέκρινεν οὐχ ὁρῶν ὁ Τειρεσίας. ὅτι δὲ καὶ μαντείας ἐμπύρους οἶδεν ὁ ποιητής, ἐν τῷ Προμηθεῖ ἐμάθομεν.
κατασκευή.
ἄλλοι γάρ εἰσιν οἱ διὰ πυρὸς μαντευόμενοι καὶ ἕτεροι οἱ διὰ τῶν οἰωνῶν.
ὁ μάντις ὁ Τειρεσίας.
φησὶν λέγει.
οἰωνῶν βοτὴρ οἰωνοσκόπος.
οἰωνῶν βοτὴρ διὰ τὸ τὰς πτήσεις αὐτῶν ἀνιχνεύειν ἐν ταῖς μαντείαις. θ
οἰωνῶν ὀρνέων.
βοτὴρ σκοπὸς ὁ Τειρεσίας.
βοτὴρ ὁ βοσκός.
βοτὴρ ἐπιτηρητής.
βοτὴρ ποιμήν.
ὅρα δὲ πῶς εἶπε νωμῶν καὶ διεξάγων ὄρνιθας χρηστηρίους ἐν ὠσὶ καὶ φρεσίν, τουτέστιν ἀκούων τὴν τῶν ὀρνίθων πτῆσιν καὶ λογιζόμενος ἃ δεῖ. τὸ δὲ πυρὸς δίχα πρὸς τὸ σημαινόμενον εἶπε τὸ μαντευόμενος, ἵνʼ ᾖ οὕτως· ὁ διʼ ὀρνίθων μαντευόμενος καὶ οὐ διὰ πυρός.
τὸ ἐν ὠσὶ καὶ φρεσὶ λέγει, ἐπειδὴ τυφλὸς ὢν ἠρώτα τὴν ἑαυτοῦ θυγατέρα πῶς οἱ ὄρνιθες ἵπτανται, καὶ παρʼ αὐτῆς ἀκούων ἐλογίζετο κατὰ νοῦν καὶ τὰς μαντείας ἐποίει. τὸ δὲ πυρὸς δίχα εἶπε πρὸς τὸ συναγόμενον ἀπὸ τοῦ ἐν ὠσὶ καὶ φρεσὶ νωμῶν χρηστηρίους ὄρνιθας, ἵνʼ ᾖ· ὁ διʼ ὀρνίθων μαντευόμενος καὶ οὐ διὰ πυρός. θ
ἐν ὠσὶν τῇ ἀκοῇ κατασκοπῶν.
ἐν ὠσὶν ἐν ὠτίοις.
ἐν ὠσὶν τὰ ἀκουόμενα.
ἐν ὠσὶν ἐν ταῖς ἀκοαῖς.
νωμῶν ὁ κινῶν.
νωμῶν μαντεύων.
νωμῶν κινῶν, συμφέρων, κρίνων.
νωμῶν στρέφων.
νωμῶν καὶ μαντευόμενος.
νωμῶν διεξάγων. θ
φρεσὶ διανοίᾳ.
φρεσὶ ἐν τῇ ψυχῇ.
οὐκ ἐμπύροις χρώμενος.
πυρὸς δίχα τυφλὸς γὰρ ἦν.
πυρὸς δίχα λείπει τὸ συμβάλλων.
δίχα τῆς ὁράσεως.
ἐξ ἀκοῆς γὰρ τὰς πτήσεις διέκρινε. οὐχ ὁρῶν ὁ Τειρεσίας ἐπέβαλλε τῇ τέχνῃ ἑτέρου ὑπαγορεύοντος, οὐκ αὐτὸς ὢν αὐτόπτης τῶν ὀρνέων.
χρηστηρίους μαντικούς.
χρηστηρίους πρὸς χρησμοὺς ἐπιτηδείους.
χρηστηρίους μαντευτικάς.
χρηστηρίους τοὺς τῆς μαντικῆς ἐφόρους καὶ συντελεῖς. θ
ἀψευδῇ ἀσφαλεῖ.
ἀψευδῇ ἀληθεῖ.
ἐπανάληψις.
σκόπει τὴν σύνταξιν· εἰπὼν γὰρ ἄνω νῦν δὲ καὶ δέον οὕτω ποιήσασθαι τὴν ἀπόδοσιν, νῦν δὲ ὡς ὁ μάντις φησί, ὑπὸ τῶν πολεμίων ἐπιβουλευόμεθα, οὕτω δέον εἰπεῖν, ὁ δὲ διὰ τὸ εἰπεῖν τινα διὰ μέσου ἐπανάληψιν ἐποίησε καὶ ἄλλως τὴν σύνταξιν ἔτρεψε. εὕρηται δὲ πολλὰ τοιαῦτα καὶ παρὰ λογοποιοῖς. θ
οὗτος ὁ Τειρεσίας.
οὗτος ὁ μάντις.
τοιῶνδε ἀληθεστάτων. θ
δεσπότης ἐξουσιαστής.
δεσπότης ἄρχων.
δεσπότης κύριος ὑπάρχων.
μαντευμάτων βουλευμάτων.
προσβολὴν ἔλευσιν.
προσβολὴν ἔφοδον.
προσβολὴν παράταξιν.
προσβολὴν ἐπέλευσιν.
Ἀχαιίδα Ἑλληνικήν.
Ἀχαιίδα Ἀχαιικήν.
Ἀχαιίδα Ἀργείαν.
Ἀχαιίδα τοῦ τῶν Ἀχαιῶν στρατοῦ. θ
Ἀχαιίδα τὴν τῶν Ἀχαιῶν στρατιάν. Ξ
τὸ σχῆμα ἐπανάληψις.
νυκτηγορεῖσθαι ἐν νυκτὶ ἀγορεύεσθαι καὶ βουλεύεσθαι.
νυκτηγορεῖσθαι ἤγουν κρυφίως καὶ λαθραίως σκοπεῖν καὶ βουλεύεσθαι περὶ τοῦ πολέμου.
νυκτηγορεῖσθαι κατὰ νύκτα συναθροισθῆναι.
νυκτηγορεῖσθαι ἐν νυκτὶ βουλεύεσθαι.
νυκτηγορεῖσθαι νυκτὶ βουλεύεσθαι καὶ ἐπιβουλεύειν ἤτοι κρυφίως καὶ λάθρᾳ.
νυκτηγορεῖσθαι ἀντὶ τοῦ λάθρᾳ καὶ κρυφίως βουλεύεσθαι.
νυκτηγορεῖσθαι ἐν νυκτὶ βουλεύεσθαι κατὰ τῆς πόλεως ἢ ἐν νυκτὶ ἀγείρεσθαι.
νυκτηγορεῖσθαι καὶ τῇ νυκτὶ ἐπιβουλεύεσθαι.
νυκτηγορεῖσθαι ἐν νυκτὶ ἀγείρεσθαι. θ
νυκτηγορεῖσθαι κατὰ τὴν νύκτα βουλεύεσθαι ἤγουν ἐν νυκτὶ ἀγορεύεσθαι.
νυκτηγορεῖσθαι ἐν νυκτὶ ἀγορευθῆναι καὶ βουλευθῆναι.
κἀπιβουλεύσειν πόλει κατὰ τῆς πόλεως ἐπελθεῖν.
κἀπιβουλεύσειν μετʼ ἐπιβουλῆς ἐπιπεσεῖν.
κἀπιβουλεύσειν ἐπιτίθεσθαι. Ξ
πόλει τῇ ἡμετέρᾳ.
ἀλλʼ ἔς τʼ ἐπάλξεις· ἀλλὰ πάντες σὺν παντευχίᾳ καὶ σὺν πᾶσι τοῖς ὅπλοις, ἤγουν ὡπλισμένοι, ὁρμᾶσθε, σοῦσθε ὁμοίως εἰς τὰς ἐπάλξεις καὶ τοὺς προμαχῶνας τῶν πύργων καὶ ἐπὶ τὰς πύλας, καὶ ἐπὶ τοῖς σέλμασι καὶ ταῖς καθέδραις καὶ ταῖς κατασκευαῖς τῶν πύργων στάθητε, μίμνοντες δὲ καὶ καρτεροῦντες θαρσεῖτε, μηδὲ λίαν φοβεῖσθε τὸν ὅμιλον καὶ τὸ πλῆθος τῶν ἐπηλύδων, ἤγουν τῶν ἀπὸ ξένης ἐλθόντων πολεμίων. εὖ καὶ καλῶς ὁ θεὸς παράσχοι ἡμῖν καὶ ἀγαθὰ πράξειεν.
βάσις.
ἐπάλξεις τοὺς προμαχῶνας.
ἐπάλξεις τὰ τείχη. θ
ἐπάλξεις καλεῖ τοὺς προμαχῶνας διʼ ὧν τις ἀλκὴν ἐμποιεῖ ἑαυτῷ. Ξ
πύλας ἐν γὰρ πύργοις αἱ πύλαι. θ
πυργωμάτων τῶν πύργων.
πυργωμάτων τοῦ τείχους. Ξ
ὁρμᾶσθε κινεῖσθε.
σοῦσθε σὺν παντευχίᾳ πορεύεσθε σὺν πάσῃ ὁπλίσει.
σοῦσθε ἐπίρρημα παρακελεύσεως.
σοῦσθε ὁρμᾶτε.
σοῦσθε κινεῖσθε.
σοῦσθε ὁρμᾶσθε.
σόεσθε, σοῦσθε ὅ ἐστι ὁρμᾶσθε. καὶ Σοφοκλῆς ἐν Αἴαντι σούσθω. ἐκ τοῦ τοιούτου ῥήματος καὶ ὁ λαοσσόος καὶ τὸ παρʼ Ὁμήρῳ σόος οἱονεὶ ζῶν καὶ κινούμενος.
σοῦσθε κανονίζεται σεύω τὸ ὁρμῶ καὶ ἀποσοβῶ, καὶ τὸ παθητικὸν σεύομαι, τὸ παρατατικὸν ἐσευόμην, ἐσεύου, καὶ τὸ προστακτικὸν σεύου, τὸ τρίτον σευέσθω, τὰ δεύτερα σεύεσθεν, σευέσθω, τὸ δεύτερον τῶν πληθυντικῶν σεύεσθε, καὶ ἐκβολῇ τοῦ ἑνὸς ε καὶ τροπῇ τοῦ ἑτέρου ε εἰς ο καὶ καταβιβασμῷ τοῦ τόνου σοῦσθε.
σοῦσθε σεύεσθε καὶ κατὰ συγκοπὴν σεῦσθε, καὶ τροπῇ τοῦ ε εἰς ο σοῦσθε.
τὸ σοῦσθε κατὰ τοὺς παλαιοὺς οὕτω κανονίζεται· ἔστι ῥῆμα σόω παρὰ τῷ ποιητῇ διὰ τοῦ ο μικροῦ, ἐξ οὗ καὶ ὄνομα σόος παρὰ τῷ αὐτῷ ποιητῇ διὰ τοῦ ο μικροῦ, οὗ σόω τὸ προστακτικὸν σοέσθω, καὶ κατὰ συναίρεσιν σούσθω, τὸ δεύτερον τῶν πληθυντικῶν σοῦσθε. Ξ
σὺν παντευχίᾳ ὡπλισμένοι.
παντευχίᾳ πανοπλίᾳ.
πληροῦτε γεμίζετε.
πληροῦτε γεμίζετε ἑαυτῶν τὰς ἐπάλξεις. θ
θωρακεῖα τὰς ἐπάλξεις τῶν τειχῶν.
θωρακεῖα τὰ προπύργια.
θωρακεῖα λέγεται τὰ τείχη διὰ τὸ τὴν πόλιν ὡς θώρακα ἔχειν αὐτά.
θωρακεῖα δὲ τὰ τείχη λέγονται διὰ τὸ τὴν πόλιν δίκην θώρακος αὐτὰ ἐπενδιδύσκεσθαι γύρωθεν.
θωρακεῖα τὰ τείχη.
θωρακεῖα λέγονται τὰ μεταπύργια, ἤτοι τὰ μεταξὺ τῶν πύργων.
θωρακεῖα τὰ μεταπύργια.
θωρακεῖα τὰ τείχη τὰ δίκην θώρακος τὴν πόλιν περιέχοντα κύκλωθεν.
σέλμασι τοῖς ἐπιβήμασι· κατεχρήσατο δέ.
ἐπὶ σέλμασι· ἐπιβήμασι· παρεχρήσατο δὲ τῇ λέξει.
σέλμασι· ταῖς καθέδραις μεταφορικῶς ἀπὸ τῶν νηῶν.
σέλμασι ταῖς καθέδραις.
σέλμασι ἀναβάσεσι.
σέλμασι στάσεσι, καθέδραις. θ
σέλματα δὲ κυρίως ἐπὶ νηῶν.
σέλμα κυρίως τὸ ἑδώλιον τῆς νεώς· ἐνταῦθα δὲ τὸν ἰδιωτικῶς περίπατόν φησιν. Ξ
ἐπʼ ἐξόδοις ἤγουν ἐπὶ ταῖς πύλαις.
ἐξόδοις ταῖς διοδεύσεσι.
ἐξόδοις ἐξελεύσεσι.
μίμνοντες καρτεροῦντες.
μίμνοντες μένοντες.
μίμνοντες ἐπιμένοντες.
εὖ θαρσεῖτε καλὸν θάρρος ἔχετε.
εὖ θαρσεῖτε τολμᾶτε.
εὖ θαρσεῖτε θαρροῦντες καὶ ἀτρέπτως ἵστασθε. θ
εὖ θαρσεῖτε ἢ ἀγαθὰς ἐλπίδας ἔχετε. Ξ
ἐπηλύδων τῶν πολεμίων.
ἐπηλύδων τῶν ξένων πολεμίων.
ἐπηλύδων ἐκ τῆς ἐπὶ προθέσεως καὶ τοῦ ἐλεύθω ἐλεύσω ἐπηλύδων τῶν ἀπὸ τῶν ἐκτὸς ἐλθόντων πολεμίων.
ἐπηλύδων τῶν πολεμίων ἐπελθόντων ὑμῖν.
ἐπηλύδων τῶν ξένων.
ταρβεῖτʼ φοβεῖσθε.
ταρβεῖτʼ δειλιᾶτε.
ταρβεῖτʼ ἐκπλήττεσθε καὶ φοβεῖσθε. θ
ὅμιλος δὲ ἐτυμολογεῖται ἀπὸ τοῦ ὁμοῦ τὴν ἴλην ἔχειν.
ὅμιλον τὴν πληθύν.
ὅμιλον τὸ πλῆθος.
ὅμιλον τὸν ὄχλον.
εὖ τελεῖ θεός καλὰ θεὸς παρέχει.
εὖ τελεῖ θεός εὖ καὶ καλῶς ὁ θεὸς παράσχοι ἡμῖν καὶ ἀγαθὰ πράξειεν.
εὖ τελεῖ θεός ἤγουν καλὰ ὁ θεὸς ἀεὶ ποιεῖ ὥστε καὶ τὸν ἐμὸν ὄλεθρον οὐκ ἐθελήσει. θ
εὖ τελεῖ παράσχοι καὶ ἀγαθὰ πράξειεν ἡμῖν.
εὖ καλῶς.
τελεῖ πληροῖ.
τελεῖ τελέσει.
θεός ἡ τύχη.
σκοποὺς δὲ κἀγώ· καὶ ἐγώ, φησὶν ὁ Ἐτεοκλῆς, ἔπεμψα σκοποὺς καὶ κατοπτῆρας τοῦ στρατοῦ τῶν Ἑλλήνων, τοὺς καὶ οὕστινας πέποιθα καὶ θαρρῶ μὴ ματᾶν καὶ ματαιοπονεῖν ἐν τῇ ὁδῷ, τουτέστι μὴ μάτην ἀπελθεῖν, ἀλλὰ μαθεῖν ἅπαντα καὶ κατοπτεῦσαι τὸν στρατὸν τῶν Ἑλλήνων, καὶ ἀπὸ τούτων μαθὼν ἐγὼ οὔτι καὶ οὐδαμῶς ληφθῶ καὶ κρατηθῶ τῷ τῶν Ἑλλήνων δόλῳ. τὸ δὲ μὴ παρέλκον.
σκοποὺς ἐπιτηρητάς.
σκοποὺς κατασκόπους.
κατοπτῆρας ἐπιτηρητάς.
κατοπτῆρας καταπατητάς.
κατοπτῆρας περιβλέπτους τῶν πολεμίων.
κατοπτῆρας ἐπόπτας.
κατοπτῆρας ἐκ παραλλήλου.
στρατοῦ τῶν Ἑλλήνων.
στρατοῦ τῶν πολεμίων.
πέποιθα θαρρῶ.
ἤγουν μάτην ὁρμῆσαι καὶ ἀπράκτους ἐπαναστρέψαι κ …
μὴ ματᾶν ὁδῷ μὴ μάτην ὁρμῆσαι.
μὴ ματᾶν ὁδῷ μὴ ματαίως ἐλθεῖν.
μὴ ματᾶν ὁδῷ μὴ ματαιοπονεῖν.
ματᾶν ματαιοπραγεῖν.
ματᾶν ματαιάζειν.
ματᾶν ματαίως ἀνῦσαι τὴν τῆς κατασκοπείας πορείαν. θ
ματᾶν κυρίως τὸ ματαιοπραγεῖν καὶ ἀργοὺς ἵστασθαι ἀφʼ οὗ καὶ τὸ ματάζειν παρὰ Σοφοκλεῖ κατὰ παραγωγήν. ποιητικὰ μὲν καὶ ἄμφω, τὸ δὲ κοινὸν ματαιάζειν. Ξ
τῶνδʼ τῶν ἐπιτηρητῶν.
τῶνδʼ τῶν κατοπτήρων.
τῶνδʼ τῶν κατασκόπων.
ἀκούσας μαθών.
αἱ δύο ἀποφάσεις ἀντὶ μιᾶς.
διὰ τῶν δύο ἀρνητικῶν ποιεῖται βεβαίαν τὴν ἀπόφασιν ὡς ἔθος τοῖς ῥήτορσιν.
μὴ τὸ μὴ παρέλκον.
ληφθῶ κρατηθῶ.
δόλῳ τῶν Ἑλλήνων.
δόλῳ τῷ τῶν πολεμίων. θ
Ἐτεόκλεες, φέριστε· ἄγγελος ἐλθών φησι πρὸς τὸν Ἐτεοκλέα· ὦ φέριστε βασιλεῦ τῶν Καδμείων, ἥκω καὶ ἔρχομαι φέρων σοι σαφῆ καὶ φανερὰ πάντα τὰ ἐκεῖσε, καὶ αὐτὸς δʼ ἐγώ εἰμι κατάσκοπος τῶν πραγμάτων, οὐχ ὑπʼ ἄλλων ταῦτα μαθών.
οἱ ἀρχαῖοι ἐξ ὀνόματος τοὺς δεσπότας ἐκάλουν.
ἀρχαῖον ἔθος τὸ καλεῖν τοὺς βασιλεῖς ἐξ ὀνομάτων ὡς τὸ καλλιστέφανε.
φέριστε κράτιστε.
φέριστε ἔνδοξε.
φέριστε λαμπρέ.
φέριστε ἐνδοξότατε.
φέριστε ὑπέρτατε. θ
Καδμείων τῶν Θηβαίων.
ἄναξ βασιλεῦ.
ἥκω ἦλθον.
ἥκω ἔρχομαι.
σαφῆ ἀληθῆ.
σαφῆ φανερῶς.
σαφῆ φανερά.
τὸ ἐκεῖθεν καὶ τὸ στρατοῦ ἐκ παραλλήλου, μεθερμηνευτικὸν ὂν τὸ στρατοῦ τοῦ ἐκεῖθεν. θ
τἀκεῖθεν τὰ ἀπὸ τοῦ μέρους τῶν πολεμίων.
στρατοῦ τῶν πολεμίων. θ
φέρων σοί.
αὐτὸς ἤγουν ἐγώ.
κατόπτης ἐπιτηρητής.
κατόπτης θεωρός.
κατόπτης κατάσκοπος.
κατόπτης θεατής.
τῶν πραγμάτων ἃ καθʼ ἡμῶν οἱ πολέμιοι μέλλουσιν ἐργάζεσθαι. θ
ἄνδρες γὰρ ἑπτὰ θούριοι καὶ ὁρμητικοὶ πρὸς πόλεμον λοχαγέται καὶ στρατηγοὶ ταυροσφαγοῦντες ἐς σάκος μελάνδετον, ἤτοι τὸ μελανθὲν τῷ αἵματι, ἢ τὸ ἐκ μελαινῶν βυρσῶν κατεσκευασμένον, ἢ τὸ περιφέρειαν σιδηρᾶν ἔχον—μέλας γὰρ ὁ σίδηρος—θύοντες ἐπάνω τῶν ἀσπίδων ἐμαντεύοντο.
θούριοι ὁρμητικοί, πολεμικοί.
θούριοι ὁρμητικοί.
θούριοι πολεμικοί. θ
λοχαγέται ἡγεμόνες.
λοχαγέται ταξιάρχαι.
λοχαγέται στρατηγοί.
λοχαγέται λόχων ἄρχοντες, ταξίαρχοι.
ταυροσφαγοῦντες ταύρους σφάζοντες.
ταυροσφαγοῦντες θύοντες.
ἐς μελάνδετον· τὸ μελανισθὲν τῷ αἵματι ἢ τὸ ἐκ μελαινῶν βυρσῶν περιβεβλημένον. οὕτως δὲ θύοντες ἐπάνω τῶν ἀσπίδων ἐμαντεύοντο. τὸ μελάνδετον δὲ καλῶς ἂν ἐπὶ ξίφους ῥηθείη, ἐπὶ δὲ σάκους παρέλκει τὸ δετον ὡς ἐπὶ τοῦ κελαινεφὲς τὸ νεφος.
τὸ μελανισθὲν τῷ αἵματι ἢ τὸ ἐκ μελαινῶν βυρσῶν περιβεβλημένον· οὕτω γὰρ θύοντες ἐπάνω τῶν ἀσπίδων ἐμαντεύοντο. τινὲς δέ φασι ὅτι κυρίως ἐπὶ ξίφους ῥηθείη ἤγουν σιδηρόδετον· μέλας γὰρ ὁ σίδηρος. καὶ αὐτὸς δὲ προϊὼν χαλκόδετον ἐρεῖ.
τὸ δὲ μελάνδετον ἐπὶ μὲν ξίφους καλῶς ῥηθείη, ἐπὶ δὲ σάκους παρέλκει τὸ δετον ὡς ἐπὶ τοῦ κελαινεφὲς τὸ νεφος.
μελάνδετον μέλας ὁ σίδηρος παρὰ τὸ μειοῦν τὴν ἕλην.
μελάνδετον μέλαν.
μελάνδετον μελανθὲν τῷ αἵματι.
μελάνδετον τὸ ἀπὸ μέλανος σιδήρου δεδεμένον.
μελάνδετον σιδηρόδετον.
μελάνδετον ἤγουν διὰ σιδήρων δεδεμένην ἀσπίδα. θ
σάκος σκουτάριον.
σάκος ἀπὸ τοῦ Σάκοι ἔθνους.
θιγγάνοντες αὐτοχείρως σφάζοντες.
θιγγάνοντες ἁπτόμενοι.
θιγγάνοντες προσψαύοντες.
θιγγάνοντες ψαύοντες.
χερσὶ ταῖς αὐτῶν. θ
φόνου αἵματος.
φόνου τοῦ αἵματος ταυρείου.
Ἄρην τὸν θεόν.
Ἐνυὼ τὴν πολεμικὴν θεάν.
Ἐνυὼ τὴν πολεμικὴν ἠχώ.
Ἐνυὼ ἀπὸ τοῦ ὕω τὸ βρέχω.
Ἐνυὼ ἡ μάχη ἀπὸ τῆς ἐν προθέσεως καὶ τοῦ αὔω τὸ φωνῶ, ἐν ᾗ φωναί.
δέον εἰπεῖν καὶ Ἐνυὼ ἀσυνδέτως ἐξήνεγκεν. θ
Ἐνυὼ μάχην.
φιλαίματον φιλόψυχον.
φιλαίματον τὸν αἵμασι χαίροντα ἔφορον τοῦ φόνου θεόν. θ
Φόβον Δεῖμος καὶ Φόβος θεράποντες Ἄρεος.
Φόβον τὸν τοῦ Ἄρεος ὀπαδόν.
Φόβον εὕρηται δὲ καὶ φόνον.
ὡρκωμότησαν καὶ ὅρκους ἐποίησαν εἰς τὸν Ἄρην τε καὶ εἰς τὴν Ἐνυὼ καὶ τὸν φιλαίματον Φόβον. Φόβος δὲ καὶ Δεῖμος θεράποντες Ἄρεος. τοῦτο ὤμοσαν, ἢ λαπάξειν καὶ κατασκάψειν τὴν πόλιν τῶν Θηβαίων ἐν βίᾳ θέντες καὶ ποιήσαντες ταύτῃ τῇ πόλει κατασκαφάς, ἢ ἀποθανεῖν ἐν ταύτῃ τῇ γῇ.
ὡρκωμότησαν ὅρκους ἐποίησαν.
ὅρκους ἐποίησαν εἰς τοῦτο ἢ κατασκάψαι τὴν πόλιν ἢ ἀποθανεῖν ἐκεῖσε.
ὡρκωμότησαν ὤμοσαν.
ἢ ἢ πορθῆσαι τὴν ἡμετέραν πόλιν ἢ ἐνταῦθα ἀποθανεῖν.
ἐνταῦθα διαζευκτικὸς ὁ ἤ γράφεται· μετὰ τοῦ μὴν ὁρκωμοτικὸν ἐπιβεβαιώσεως καὶ περισπᾶται καὶ ἐπὶ ἑνὸς λέγεται ὡς ἐπὶ τὸ πλεῖστον. Ξ
πόλει ἡμῶν.
κατασκαφὰς κατασκάψεις. …
κατασκαφὰς πορθήσεις καὶ ἀφανισμούς. θ
θέντες ποιήσαντες.
λαπάξειν ἐκκενώσειν ἀπὸ τοῦ λαπάθου.
λαπάξειν πορθήσειν.
λαπάξειν πορθήσειν, ἀφανίσειν.
λάπαθος βοτάνη ἐκκενωτική.
λαπάξειν καὶ πορθήσειν ἀπὸ μεταφορᾶς τῆς λαπάθου βοτάνης ἥτις ἐστὶ λίαν κενωτική.
λαπάξειν πορθήσειν, ἀφανίσειν ἀπὸ τῆς μεταφορᾶς τῆς λαπάθου βοτάνης ἥτις ἐστὶ φονευτική.
λαπάξειν κενώσειν, πορθήσειν.
λαπάξειν ἐκπορθήσειν. θ
ἄστυ τὴν πόλιν.
ἄστυ τὸ κάστρον.
Καδμείων τῶν Θηβαίων.
βίᾳ βιαίως.
βίᾳ ἀνάγκῃ.
τήνδε τὴν τῶν Θηβαίων. θ
τήνδε τὴν ἡμετέραν.
γῆν θανόντες ἢ ἀποθανόντες μολύνειν τήνδε τὴν γῆν.
φυράσειν μολύνειν.
φυράσειν βάψειν τῷ αἵματι. θ
φυράσειν ἤτοι βάψειν καὶ μολύνειν.
φόνῳ αἵματι.
φόνῳ καὶ τῷ αἵματι ὡς ἀπὸ τοῦ προηγουμένου τὸ ἑπόμενον.
μνημεῖα· περόνας ἢ τρίχας ἤ τι τοιοῦτον. ἔθος δὲ ἦν τοὺς ἐν πολέμῳ τοῖς οἰκείοις πέμπειν σημεῖα ἢ περόνας ἢ ταινίας ἢ βοστρύχους ἤ τι τοιοῦτον. τὸ δὲ ἔστεφον ἀντὶ τοῦ ἐπλήρουν. πρὸς ἅρμα δὲ Ἀδράστου, ἐπεὶ Ἀμφιάραος αὐτοῖς ἐμαντεύσατο μόνον Ἄδραστον σωθήσεσθαι. τοῦτο δὲ ὡς ἀπὸ τῆς ἱστορίας ἔλαβεν ὅτι ἐσώθη Ἄδραστος· ἐπεὶ πόθεν ᾔδεσαν ὅτι διαφεύξεται;
μνημεῖά θʼ αὑτῶν· περόνας ἢ τρίχας ἤ τι τοιοῦτον. ἔθος γὰρ ἦν τοὺς ἐν πολέμῳ τοῖς οἰκείοις πέμπειν σημεῖα ἢ περόνας ἢ ταινίας ἢ βοστρύχους ἤ τι τοιοῦτον. τὸ δὲ ἔστεφον ἀντὶ τοῦ ἐπλήρουν.
μνημεῖα εἰκονίσματα μνήμην αὐτῶν σῴζοντα.
μνημεῖα μνημόσυνα.
μνημεῖα σήματα.
μνημεῖα ὑπομνήματα.
μνημεῖα σημεῖα.
μνημεῖα ἐνθυμήσεις. θ
τοῖς τεκοῦσιν ὥστε ἄγειν.
τοῖς τεκοῦσιν τοῖς γονεῦσιν.
τοῖς τεκοῦσιν τοῖς γεννήσασιν αὐτούς.
ἐς δόμους εἰς οἴκους.
ἐς δόμους αὐτῶν.
τοῦτον γὰρ ἔφασκεν ὁ μάντις σωθήσεσθαι μόνον ἐκ τοῦ πολέμου.
πρὸς ἅρμα δὲ Ἀδράστου, ἐπεὶ Ἀμφιάραος αὐτοῖς ἐμαντεύσατο μόνον Ἄδραστον σωθήσεσθαι. τοῦτο δὲ ἀπὸ τῆς ἱστορίας ἔλαβεν ὅτι ἐσώθη ὁ Ἄδραστος· ἐπεὶ πόθεν ᾔδεσαν ὅτι φεύξεται;
μνημεῖα θʼ αὑτῶν· ὁ Ἀμφιάραος, εἷς τῶν Ἀργείων ὤν, οἷα μάντις προεῖπεν αὐτὸν μόνον τὸν Ἄδραστον καὶ τὸ αὐτοῦ ἅρμα ὑποστρέψαι ἐκ Θηβῶν, τοὺς δὲ ἄλλους ἐκεῖσε ἀπολωλέναι. διὰ τοῦτο γοῦν ἕκαστος τῶν Ἀργείων ἐζωγράφει ἐν τῷ ἅρματι τοῦ Ἀδράστου τὴν οἰκείαν μορφήν, ἵνα ἐὰν συμβῇ ἀπολωλέναι αὐτοὺς ἐκεῖσε, ὑποστρέψῃ δὲ ὁ Ἄδραστος μόνος μετὰ τοῦ οἰκείου ἅρματος, θεῶνται ἐν εἰκονίσμασιν ὑπό τε τῶν γονέων καὶ φίλων καὶ πολιτῶν.
ὁ μάντις Ἀμφιάρεως εἷς ὢν τῶν ἑπτὰ στρατηγῶν ἔφη καὶ αὐτὸν καὶ τοὺς ἄλλους πέντε ἐν Θήβαις πεσεῖν, Ἄδραστον δὲ μόνον εἰς Ἄργος ἀναχωρήσειν. διὰ τοῦτο ἕκαστος ἐδίδου αὐτῷ ἢ δακτύλιον ἢ ἄλλο ὅ τι εἶχεν ἀγαγεῖν εἰς Ἄργος, ἵνα οἱ σφῶν πατέρες ταῦτʼ ἔχοντες μεμνῶνται αὐτῶν. θ
ὁ μάντις ὁ Ἀμφιάραος ἔφη πάντας τοὺς στρατηγοὺς τῶν Ἀργείων ἐν Θήβαις πεσεῖν, Ἄδραστον δὲ πρὸς Ἄργος μόνον ἀναχωρῆσαι· διὰ τοῦτο ἕκαστος ἐδίδου αὐτῷ σημεῖον ἀγαγεῖν εἰς Ἄργος τοῖς γονεῦσιν αὐτῶν.
ἅρμʼ ἔμελλε γὰρ καὶ ταῦτα σωθήσεσθαι μετʼ αὐτοῦ.
Ἀδράστου οὗτος βασιλεὺς Ἀργείων οὗ γαμβρὸς ὁ Πολυνείκης.
ἔστεφον ἐπλήρουν.
ἔστεφον ἐζωγράφουν.
ἔστεφον ἐτίθουν.
ἔστεφον ἐζωγράφουν ἢ ἐδίδουν.
ἔστεφον ἐποίουν.
ἔστεφον ἔγραφον.
ἔστεφον περιετίθουν. θ
δακρύοντες μὲν διὰ τὸ δύσελπι καὶ τὴν τῶν οἰκείων φαντασίαν, ἐλεεινολογίαν δέ τινα μὴ προϊέμενοι ἀποθηλύνουσαν τὴν ὁρμήν.
λείβοντες στάζοντες.
λείβοντες χέοντες. θ
λείβοντες οἶκτος· οὐκ ἦν ἔλεος διὰ τῆς γλώσσης αὐτῶν προϊὼν ἐκθηλύνων τὴν ὁρμήν, ἤγουν οὐκ ἦν παρʼ αὐτοῖς φιλόψυχος λογισμός, οὐδʼ οἶκτον ζωῆς ἐν γλώσσῃ προέφερον, ἀνακόπτοντα αὐτοὺς τοῦ ἐγχειρήματος· σιδηρόφρων γὰρ καὶ ἀκαμπὴς καὶ σκληρὸς θυμὸς αὐτῶν ἔπνει ἀναπτόμενος τῇ ἀνδρείᾳ, δεδορκότων καὶ βλεπόντων αὐτῶν Ἄρην, ἤτοι φονικὸν καὶ πολεμικὸν ὁρώντων ὡς λεόντων.
οἶκτος οὐκ ἦν ἔλεος διὰ τῆς γλώττης αὐτῶν προϊὼν ἀποθηλύνων τὴν ὁρμήν.
οἶκτος ἤγουν ἐλεεινὰ ῥήματα λέγοντες.
οἶκτος οὐκ ἦν λόγος ἐλεεινὸς εἰς τὰ στόματα αὐτῶν ἵνα δειλιάσωσιν.
οἶκτος ἤγουν οὐκ οἶκτον ζωῆς διὰ γλώσσης προέφερον ἀνακόπτοντα αὐτοὺς τοῦ ἐγχειρήματος.
οἶκτος συμπάθεια.
οἶκτος ἔλεος αὐτῶν. θ
διὰ στόμα διὰ γλώσσης αὐτῶν.
ἡ διὰ οὐ μόνον ὅταν δηλοῖ αἰτίαν συντάσσεται παρὰ ποιηταῖς αἰτιατικῇ, ἀλλὰ καὶ ὅταν δηλοῖ ἐνέργειαν· οὐ γὰρ μόνον φασὶν ὅτι διὰ τῶν θεῶν πάνθʼ ἡμῖν τὰ χρηστά, ἀλλὰ καὶ διὰ τοὺς θεούς. εὑρήσεις δὲ καὶ προϊὼν διὰ στόμα πυριγενετᾶν χαλινῶν. οἱ πολλοὶ δὲ ἀγνοοῦντες ἀντὶ τῆς εἰς λαμβάνουσι, διὰ στόμα ἀντὶ τοῦ εἰς τὸ στόμα λέγοντες. θ
σιδηρόφρων ἀκαμπής.
σιδηρόφρων σκληρός.
σιδηρόφρων ἀμείλικτος.
σιδηρόφρων στερεός.
σιδηρόφρων ἀπηνής.
σιδηρόφρων ἀνένδοτος.
σιδηρόφρων ἀνδρεῖος.
σιδηρόφρων σκληρὸς καὶ ἄκαμπτος. θ
θυμὸς αὐτῶν.
θυμὸς προθυμία.
θυμὸς ὁρμὴ ψυχῆς αὐτῶν.
ἀνδρείᾳ γενναιότητι.
φλέγων ἀναπτόμενος.
φλέγων θερμῶς κινούμενος. θ
φλέγων ἀναζωπυρούμενος.
ἔπνει λεόντων ὡς ἀνεφύσα δίκην λεόντων.
ἔπνει ἐκινεῖτο.
αὐτόχρημα Ἄρην βλέπων ὡς καὶ προϊών φησι φόβον βλέπων. ὁ δὲ κωμικὸς πρὸς τὸ γελοιότερον μετήνεγκεν κάρδαμον βλέπων καὶ νᾶπυ καὶ ὀρίγανον, ἐν δὲ Πλούτῳ Ἄρη βλέπειν.
Ἄρην πολεμικὸν ἢ φοβερόν.
Ἄρην πολεμικόν, φονικόν.
Ἄρην πόλεμον.
δεδορκότων βλεπόντων.
καὶ τῶνδε πύστις· μετʼ οὐ πολὺ δὲ ταῦτα γνώσῃ τῇ πείρᾳ. ἡ περὶ τούτων ἀκοὴ οὐ βραδέως γέγονεν· ταχὺ γὰρ ἤγγειλα.
καὶ τῶνδε πύστις· εἰς ἐπέκτασιν πολλοῦ καιροῦ· μετʼ οὐ πολὺ δὲ ταῦτα γνώσῃ τῇ πείρᾳ. ἡ περὶ τούτων γὰρ ἀκοὴ οὐ βραδέως ἠγγέλθη ἀλλὰ ταχέως.
καὶ τῶνδε πύστις καὶ ἡ περὶ τούτων ἀκοὴ καὶ γνῶσις οὐ βραδύνει εἰς ἐπέκτασιν πολλοῦ χρόνου, ἤγουν οὐ βραδέως ἠγγέλθη ἀλλὰ ταχέως.
νοητέον δὲ τοῦτο καὶ ἐπὶ τῶν Ἀργείων, ὅτι ἡ πύστις καὶ τὸ μαθεῖν τοὺς λοιποὺς τὰ δεδογμένα οὐ χρονίζει καὶ βραδύνει.
τῶνδε ὧν λέγω.
τῶνδε τῶν λόγων.
τῶνδε ὧν φημι. θ
πύστις ἡ γνῶσις οὐκ εἰς μακρὰν πλησιάζεται.
πύστις μάθησις.
πύστις γνῶσις.
πύστις νόησις.
πύστις ἀκοή.
πύστις ἐκείνων.
πύστις πληροφορία. Ξ
οὐκ ὄκνῳ χρονίζεται οὐ βραδύνει χάριν ὄκνου.
οὐκ ὄκνῳ χρονίζεται οὐχὶ βραδύνει εἰς ἐπέκτασιν πολλοῦ χρόνου.
οὐκ ὄκνῳ χρονίζεται ἤγουν οὐκ ἀναβολῇ βραδύνει, ἀλλʼ ἤδη ἃ ἀκούεις γενήσεται. θ
ὄκνῳ ἀναβολῇ.
χρονίζεται βραδύνεται.
χρονίζεται ἀργεῖ.
κληρουμένους δʼ ἔλειπον· κλήρους γὰρ ποιησάμενοι πρὸς μίαν πύλην ἐδέξαντο οἱ ἑπτὰ λοχαγέται.
κληρουμένους δʼ ἔλειπον· κατέλειψα δὲ αὐτοὺς ἐκεῖσε κλῆρον ποιουμένους, ὅπως ἕκαστος αὐτῶν ἄγοι λόχον καὶ ἐνέδραν καὶ τάξιν πολεμικὴν πρὸς πύλας, πάλῳ καὶ κλήρῳ τοῦτο λαχών. κλήρους γὰρ ποιησαμένων τῶν ἑπτὰ λοχαγῶν μία πύλη ἑκάστῳ ἐδόθη πρὸς φυλακήν.
κληρουμένους κλήρους ποιοῦντας.
κληρουμένους κλῆρον ποιουμένους.
κληρουμένους κλήρους βάλλοντας.
ἔλιπον κατέλιπον.
ἔλειπον κατέλειψα.
ἔλειπον ἔλαβον οἱ ἑπτὰ λοχαγέται πρὸς μίαν πύλην.
ἔλειπον ἀφῆκον.
πάλῳ κλήρῳ.
λαχὼν κληρωσάμενος.
λαχὼν κληρωθείς.
λαχὼν διὰ κλήρου. Ξ
αὐτῶν τῶν πολεμίων.
ἄγῃ φέρει.
ἄγοι κομίσοι.
λόχον τάγμα.
λόχον φυλακήν, ἅρμα.
λόχον τὸ οἰκεῖον στράτευμα.
λόχον ἐνέδραν.
λόχον σύνταγμα.
πρὸς ταῦτʼ ὁ ἄγγελος συμβουλεύων τὸν Ἐτεοκλῆν.
ταῦτα ἅπερ λέγω.
ἀρίστους ἀνδρείους.
ἐκκρίτους ἐκλελεγμένους.
ἐκκρίτους ἐξειλεγμένους. θ
πόλεως συνίζησις.
ἐπʼ ἐξόδοις ἤγουν ἐπὶ ταῖς πύλαις.
ἐξόδοις ἐξελεύσεσιν.
τάγευσαι τάξον.
τάγευσαι τάξαι.
τάγευσαι ἡγεμόνευσαι.
τάγευσαι τάξαι ταγοὺς καὶ ἡγεμόνας.
τάγευσαι ὡς ταγὸς καὶ ἡγεμὼν τῆς πόλεως τάξαι. θ
τάχος ταχέως.
τάχος κατὰ σπουδήν.
ἐγγὺς πλησίον.
ἐγγὺς τῆς πόλεως. θ
πάνοπλος πάντη πεφραγμένος τοῖς ὅπλοις.
πάνοπλος πάντως πεφραγμένος.
πάνοπλος γρ. πανώλεθρος στρατός, ὃς ὀλοθρευθείη.
πάνοπλος ὡπλισμένος.
χωρεῖ ἔρχεται.
χωρεῖ ὁρμᾷ.
κονίει κόνιν ἐγείρει ἀπὸ τῆς σπουδῆς.
κονίει κόνιν ἐγείρει.
κονίει κόνιν ἐπεγείρει σπουδαίως πορευόμενος.
κονίει σπεύδει.
κονίει κονιορτὸν ἐγείρει. Ξ
πεδία γῆν.
ἀργηστὴς λευκός.
θερμαίνεται τῶν ζῴων τὰ ἔγκατα καὶ οὕτως ἀφρὸς ἐκπτύεται.
ἐκ τοῦ ἀφροῦ τοῦ φλέγματος μανωθέντος τὸν πνεύμονα γίνεσθαί φασιν· διὰ τοῦτο γὰρ καὶ τὸν ἀφρώδη ἀποπτύοντα σίελον πνευμονικὸν εἶναι τεκμαίρονται.
χραίνει μολύνει.
χραίνει βάπτει.
χραίνει καταβρέχει.
χραίνει βρέχει. θ
σταλαγμοῖς ῥανίσι. θ
ἐκ πνευμόνων ἐκ τούτων γὰρ ὁ ἀφρὸς ἐξέρχεται.
σὺ δʼ ὥστε· σὺ δʼ ὥσπερ ἀγαθὸς κυβερνήτης νεὼς φράξαι καὶ φρούρησον τὴν πόλιν, πρὶν σφοδρῶς πνεῦσαι τὰς πνοὰς τοῦ πολέμου.
τροπικὸς δὲ ὁ λόγος· ὤφειλε γὰρ εἰπεῖν πνοὰς ἀνέμου, ἀλλὰ περὶ πολέμου λέγων διὰ τοῦτο καὶ τὴν τροπὴν φυλάττει, νῆα μὲν τὴν πόλιν ὀνομάζων, πνοὰς δὲ Ἄρεως τὴν σφοδρότητα τοῦ πολέμου, κῦμα δὲ χερσαῖον τὴν σύρροιαν τοῦ πλήθους τοῦ στρατοῦ τῶν ἐναντίων.
σὺ δʼ ὥστε ναὸς κεδνός· ἀσφαλής, βέβαιος, πολλὴν φρα....... κεκτημένος.
νηὸς πλοίου.
κεδνὸς ἀσφαλής, βέβαιος.
κεδνὸς δεξιός, ἀγαθός.
κεδνὸς φρόνιμος.
κεδνὸς ἀσφαλής.
κεδνὸς συνετός.
οἰακοστρόφος ἀπὸ μεταφορᾶς τῶν πλοίων.
οἰακοστρόφος κυβερνήτης.
φράξαι πρὸ τοῦ καταπνεῦσαι τὴν πόλιν σφοδρότερον. ἢ οὕτως· πρὶν σφοδρῶς πνεῦσαι τὰς πνοὰς τοῦ πολέμου.
φράξαι φρούρησον.
φράξαι πρὶν ἔλθῃ ἡ βουλὴ τοῦ Ἄρεως.
φράξαι φύλαξαι, ἀσφάλισαι.
φράξαι φύλαξον, ὅπλισον.
φράξαι φύλαξον καὶ ἀσφάλισαι. θ
πόλισμα τὴν πόλιν.
καταιγίσαι καταπνεῦσαι σφοδρῶς.
καταιγίσαι σφοδρῶς πνεῦσαι.
καταιγίσαι λέγει τὴν σφοδρότητα τοῦ πολέμου.
καταιγίσαι βαρέως ἐπελθεῖν.
καταιγίσαι κλυδωνίσαι.
καταιγίσαι καταβαλεῖν καὶ ἀνατρέψαι· χρῆται δὲ διʼ ὅλου τῇ μεταφορᾷ. θ
καταιγίσαι δίκην καταιγίδος κατασκῆψαι.
Ἄρεος τοῦ πολέμου.
βοᾷ ἠχεῖ.
πρὸς τὸ πνεῦμα ἐπήγαγε τὸ κῦμα· παρακεκινδυνευμένως δὲ εἶπε κῦμα χερσαῖον.
εἰπὼν δὲ πνοὰς Ἄρεως ἐπιδεξίως ἐπήγαγε καὶ τὸ κῦμα· χωρὶς γὰρ πνευμάτων κύματα οὐκ ἐγείρονται.
παρακεκινδυνευμένως εἶπε κῦμα χερσαῖον. εἰπὼν δὲ πνοὰς Ἄρεος ἐπήγαγε ἐπιδεξίως καὶ τὸ κῦμα. καὶ ἀνέμῳ μὲν παρείκασε τὸν πόλεμον, κύματι δὲ τὸν ἐν τῷ πολέμῳ θροῦν.
κῦμα χερσαῖον παρακεκινδυνευμένως εἶπεν.
κῦμα ἐπειδὴ τὸ κῦμα θαλάσσης ἐστί, διὰ τοῦτο χερσαῖον εἶπε· δηλοῖ δὲ ἐνταῦθα τὴν σφοδρὰν τοῦ στρατοῦ ῥύμην. θ
οἰκείως ταύτας τὰς λέξεις τέθεικε πρὸς τὸ νηός, τὸ καταιγίσαι λέγω καὶ τὸ πνοὰς καὶ τὰς λοιπάς· διόλου γὰρ τῇ μεταφορᾷ ταύτῃ χρῆται. πνοὰς γὰρ Ἄρεος νοήσεις τὴν τοῦ πολέμου ὁρμὴν καὶ σφοδρότητα, κῦμα δὲ χερσαῖον τὴν ταραχὴν τοῦ στρατοῦ. ἐπειδὴ δὲ τὸ κῦμα θαλάσσης ἐστί, διὰ τοῦτο χερσαῖον εἶπε· δηλοῖ δὲ ἐντεῦθεν τὴν σφοδρὰν τοῦ στρατοῦ ῥύμην.
κῦμα ὁ κλύδων.
κῦμα ἡ σύρροια τοῦ πλήθους.
κῦμα τὸ πλῆθος.
κῦμα ταραχή.
τουτέστι μὴ ἐκπέσῃς τοῦ δέοντος καιροῦ.
καὶ τόνδε καιρὸν λαβέ· τουτέστι μὴ ἀφήσῃς τὸν προσήκοντα καιρὸν παρελθεῖν μηδὲ τοῦ προσήκοντος ἐκπέσῃς χρόνου.
τόνδε τὸν τῆς προσβολῆς ἐκείνων. θ
ὤκιστος ὀξύτατος ἐκ μεταφορᾶς τῶν ξιφῶν τῶν ἱσταμένων εἰς ὀξύτητα.
ὤκιστος ταχύτατος.
ὤκιστος ταχέως.
ὤκιστος ταχύς.
ὤκιστος ταχύπτερος.
ὤκιστος ταχύτατος, ἤγουν πρόλαβε ταχέως τὴν ἐκείνων ἔφοδον. θ
λάβε πρόλαβε.
καὶ ἐγὼ ἕξω τὰ ἐπίλοιπα ὀφθαλμὸν ἡμεροσκόπον πιστόν, τουτέστιν ἀπελθὼν αὖθις ἐκεῖσε καὶ ἕκαστα τῶν πραττομένων σκοπῶν ἀγγελῶ σοι. καλεῖ δὲ τὸν ὀφθαλμὸν ἡμεροσκόπον, ἐπειδή, ὥσπερ τοὺς κατασκόπους ἔχομεν, οὕτω καὶ τοὺς οἰκείους ὀφθαλμούς. τὸ δὲ πιστὸν λέγει, διότι ὁ ἰδών τι μᾶλλον τοῦ ἀκούσαντος ἐπίσταται, καὶ μαρτυρεῖ ἡ παροιμία ὀφθαλμοὶ ὠτίων πιστότεροι. θ
κἀγὼ ἕξω ὀφθαλμὸν πιστὸν ἡμεροσκόπον καὶ ἐν σαφηνείᾳ λόγου εἰδὼς ἔσῃ ἀβλαβής.
εἰς τὰ λοιπὰ εἰς τὰ ἄλλα.
εἰς τὰ λοιπὰ εἰς τὸ ἑξῆς.
εἰς τὰ λοιπὰ εἰς τὰ ἐπίλοιπα, τὰ μετὰ ταῦτα.
ἤγουν ὅ ἐστιν ἐπίλοιπον τούτων· ἔστι δὲ ἐπίλοιπον τὸ κατασκοπῆσαι τί πράξουσιν. θ
πιστὸν βέβαιον.
ἡμεροσκόπον φύλακα ἁπλῶς.
ἡμεροσκόπον· φύλακα ἁπλῶς φησι, διότι ἀσφαλῶς φυλάξω.
ἡμεροσκόπον φύλακα ἡμερινόν, διʼ ὅλης τῆς ἡμέρας σκοπόν, ἐπιτηρητήν.
ἡμεροσκόπον φύλακα ἡμερινόν, ἐπιτηρητὴν ἁπλῶς.
ἡμεροσκόπον σκοποῦντα κατὰ τὴν ἡμέραν.
ὀφθαλμὸν ἕξω ἀσφαλῶς φυλάξω.
ἕξω λάβω.
ἕξω δώσω.
ἕξω λήψομαι.
σαφηνείᾳ λόγου ἤγουν ἀκριβεστάτῃ ἀγγελίᾳ τοῦ ἐμοῦ λόγου. θ
σαφηνείᾳ ἀναδιδάξει, μαθήσει.
σαφηνείᾳ τῇ διδάξει.
σαφηνείᾳ· καὶ τῇ δηλώσει.
λόγου ἐμοῦ.
εἰδὼς γινώσκων.
εἰδὼς ἐπιστάμενος καὶ μαθών.
τὰ τῶν θύραθεν τὰ τῶν πολεμίων.
θύραθεν ἔξωθεν.
ἀβλαβὴς ἀπήμων.
ἀβλαβὴς ἀζήμιος.
ὦ Ζεῦ τε καὶ γῆ· ὦ Ζεῦ καὶ γῆ καὶ θεοὶ οἱ τὴν πόλιν συνέχοντες καὶ ἑδραιοῦντες, ἡ ἀρά τε τοῦ πατρὸς Οἰδίποδος, ἡ μεγάλα δυναμένη, μή μοι τὴν πόλιν πρυμνόθεν, ἤτοι ἐκ τῶν βάθρων αὐτῶν, παντελῶς ὀλεθρευθεῖσαν ἐκκόψητε δῃάλωτον καὶ ὑπὸ πολέμου κρατηθεῖσαν, Ἑλληνίδα καὶ ταύτην οὖσαν, μηδὲ τοὺς οἴκους ἡμῶν· τὴν ἐλευθέραν τε πόλιν μήποτε σχῆτε καὶ κρατήσητε ἐν ζυγοῖς δουλείας, γένεσθε δὲ ἀλκὴ καὶ βοήθεια ἡμῖν καὶ ἀποσόβημα τῶν κακῶν. κοινωφελῆ δὲ ἡμῖν τοῖς ἀνθρώποις τοῖς κατοίκοις τῆς πόλεως καὶ ὑμῖν τοῖς θεοῖς νομίζω λέγειν· ἡ γὰρ πόλις ὅταν εὐτυχῇ, τιμᾷ τοὺς θεούς. καὶ ἡμεῖς οὖν ἐὰν εὐτυχῶμεν καὶ ἐσμὲν ἀβλαβεῖς, τιμῶντες ὑμᾶς ἐσόμεθα· εἰ δὲ κακῶς πάσχομεν, βλασφημήσομεν καθʼ ὑμῶν.
πολισσοῦχοι οἱ τὴν πόλιν τὴν ἡμετέραν κατέχοντες.
πολισσοῦχοι πολιοῦχοι ἢ οἱ τὴν ἡμετέραν πόλιν κατοικοῦντες.
πολισσοῦχοι οἱ τὴν πόλιν φυλάσσοντες καὶ ἑδραιοῦντες.
πολισσοῦχοι οἱ τὴν πόλιν συνέχοντες.
πολισσοῦχοι οἱ ἔχοντες καὶ φυλάττοντες τὴν γῆν ταύτην.
πολισσοῦχοι οἱ τὴν πόλιν συνέχοντες καὶ φυλάσσοντες. θ
ἀρά τε· καὶ κατάρα ἣν κατηράσατο αὐτοὺς ὁ Οἰδίπους ὁ πατὴρ αὐτῶν.
ἀρά κατάρα.
ἐρινὺς ἐρρήθη ἢ διὰ τὸ τὰς ἀρὰς ἀνύειν ἢ διὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν ἤγουν πορεύεσθαι—φασὶν δὲ ταύτην δαιμόνιόν τι ὑπὸ γῆν ὄν—ἢ διὰ τὸ ἀπροόπτως καὶ ἀφανῶς ἐρχομένην τιμωρεῖν τοὺς ἁμαρτάνοντας.
ἐριννὺς φθοροποιέ. θ
πατρὸς ἤγουν τοῦ Οἰδίποδος.
πατρὸς τοῦ ἡμετέρου. θ
μεγασθενής ὅτι τὰ νῦν διʼ αὐτῆς τελειοῦται.
μεγασθενής ἡ μεγάλα δυναμένη.
μεγασθενής ἡ μέγα σθένουσα διʼ ἧς καὶ τὰ νῦν γίνεται.
πρυμνόθεν ῥιζόθεν.
πρυμνόθεν ἐκ βάθους τῶν ἐσχάτων ῥιζῶν.
πρυμνόθεν ἐκ θεμελίων.
πρεμνόθεν ἤγουν μετὰ τοῦ πρέμνου ὃν καλοῦσι στέλεχον.
πανώλεθρον παντελῶς ἠφανισμένη.
πανώλεθρον παντελῶς ὀλεθρευθεῖσαν.
ἐκθαμνίσητε· δίκην θάμνου ἐκριζώσητε. θάμνος γάρ ἐστιν εἶδος χαμαιζήλου φυτοῦ καὶ πολυκλάδου παρὰ τὸ θαμὰ ἐτυμολογούμενος. οὐ γὰρ μονοστέλεχος κατὰ τὸ δένδρον ἄνεισιν, ἀλλὰ πυκνὸς ὁ θάμνος καὶ πολυστέλεχος εὐθύς ἐστιν ἐκ ῥιζῶν. θάμνοι δὲ οὕτω ῥᾷον πυρὶ πίπτουσιν· οὐ γὰρ δήπου μεγάλα δένδρα. ἡ δὲ πτῶσις διὰ τὸν ἄνεμον καὶ διὰ τὸ πολὺ πῦρ ἐξικμάζον τὴν συνεκτικὴν τῶν λεπτῶν θάμνων ὑγρότητα.
ἐκθαμνίσητε ἐκριζώσητε.
ἐκθαμνίσητε ἐκσπάσητε.
ἐκθαμνίσητε ἐκκόψητε.
θάμνος κυρίως τὸ φρύγανον. καταχρηστικῶς δὲ πᾶν χθαμαλὸν δένδρον.
ἐκθαμνίσητε· δίκην θάμνου ἐκριζώσητε. θάμνος δέ ἐστιν εἶδος χαμαιζήλου φυτοῦ καὶ πολυκλάδου παρὰ τὸ θαμινοὺς ἔχειν κλάδους, ἤτοι συχνούς, ἐτυμολογούμενος· οὐ γὰρ μονοστέλεχος κατὰ τὰ ἄλλα δένδρα ἄνεισιν, ἀλλὰ πυκνὸς τοὺς κλάδους καὶ πολυστέλεχος εὐθύς ἐστιν ἐκ ῥιζῶν.
δῃάλωτον ὑπὸ τοῦ πολέμου κρατηθεῖσαν.
δῃάλωτον καὶ ὑπὸ τοῦ πολέμου ἁλωθεῖσαν.
δῃάλωτον ὑπὸ πολέμου ἠφανισμένην. θ
δῃάλωτον ἁλωθεῖσαν ὑπὸ τῶν πολεμίων.
Ἑλλάδος φθόγγον χέουσαν· ἀντὶ τοῦ οὐ βάρβαρον οὖσαν, ἀλλʼ Ἑλληνίδα καὶ αὐτήν.
Ἑλλάδος φθόγγον χέουσαν οἱ γὰρ Θηβαῖοι τὴν τῶν Ἀθηνῶν διάλεκτον ἀπεφθέγγοντο.
Ἑλλάδος φθόγγον χέουσαν Ἑλληνίδα τυγχάνουσαν.
Ἑλλάδος φθόγγον χέουσαν ἤτοι Ἑλληνίδα οὖσαν.
Ἑλλάδος φθόγγον διάλεκτον Ἑλληνικήν.
Ἑλλάδος φθόγγον διάλεκτον ἤτοι Ἑλληνίδα οὖσαν. θ
Ἑλλάδος τῶν Ἑλλήνων.
φθόγγον φωνήν, λαλιάν.
φθόγγον διάλεκτον.
χέουσαν ἔχουσαν.
χέουσαν σκορπίζουσαν.
χέουσαν ἤγουν λέγουσαν.
δόμους πάλιν τὸ ἐκθαμνίσητε.
δόμους τοὺς οἴκους ἡμῶν.
δόμους τῶν πολιτῶν ἢ ἡμῶν. θ
ἐφεστίους· ἐχούσας ἑστίας ἤγουν ἐσχάρας εἰς θυσίαν.
ἐφεστίους ἐγκατοίκους.
ἐφεστίους κατοικουμένους. θ
δὲ τὸν δὲ πρὸς τὸ μήποτε σύναπτε.
πόλιν λείπει τὸ ποιήσατε.
ζεύγλῃσι ζυγοῖς.
ζυγοῖσι ἤτοι δουλείᾳ. θ
δουλείοισι δουλικοῖς.
δουλείησι τῇ δουλείᾳ περιφραστικῶς.
μήποτε σχέθειν· τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ἀντὶ τοῦ μήποτε σχῆτε ἐν ζυγοῖς τοῖς δουλείοις τὴν ἐλευθέραν πόλιν.
μήποτε σχέθειν μὴ ὑπεξελθεῖν ζυγὸν δουλείας.
μήποτε σχέθειν κρατήσητε.
μήποτε σχέθειν κρατηθῆναι θελήσητε.
μήποτε σχέθειν ἐθελήσητε. θ
σχέθειν κρατηθῆναι.
σχέθειν ὑπεῖξαι.
ἀλκὴ βοήθεια.
ἀλκὴ ἀποσόβησις τῶν ἐναντίων.
ἀλκὴ δύναμις καὶ βοήθεια. θ
ξυνὰ κοινωφελῆ καὶ ὑμῖν καὶ ἡμῖν νομίζω λέγειν.
ξυνὰ κοινωφελῆ.
ξυνὰ ὑπολαμβάνω ξυνὰ λέγειν ἤτοι ἡμῶν καὶ ὑμῶν τῶν θεῶν.
ξυνὰ κοινά.
ξυνὰ ἡμῖν καὶ ὑμῖν. θ
ἐλπίζω νομίζω.
εἰ γὰρ εὐτυχῶς ἔχει ἡ πόλις, καὶ ὑμεῖς ἀπολαύοιτε ἂν τῶν θυσιῶν, εἰ δὲ κακῶς πράσσει, τοὐναντίον· οὐδεὶς γὰρ ὑμᾶς τιμήσει διὰ τῶν θυσιῶν.
εὖ πράσσουσα εὐτυχοῦσα.
εὖ πράσσουσα εὐπραγοῦσα.
εὖ πράσσουσα καλῶς ἔχουσα.
δαίμονας τοὺς θεούς.
τίει τιμᾷ.
θρεῦμαι φοβερά· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ριδʹ ὧν τὰ μέν ἐστι χοριαμβικά, τὰ δὲ εἰ βούλει καὶ ἀντισπαστικὰ πενθημιμερῆ καὶ ἑφθημιμερῆ καὶ ἡμιόλια καὶ δίμετρα ἀκατάληκτα καὶ τρίμετρα βραχυκατάληκτα ὧν τελευταῖον· μνήστορες ἐστέ μοι. οὕτω δὲ χρὴ μετρηθῆναι μᾶλλον ἵνʼ εἴη κατʼ ἄλληλα τὰ κῶλα, ὡς καὶ τὰ τῶν ἄλλων χορῶν.
στροφὴ κώλων ξζʹ.
ἡμέτερον· θρεῦμαι φοβερά· τὰ παρόντα εἴδη ἑτέρως εἰσὶν ἐσχηματισμένα. τὰ μὲν γάρ εἰσι μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα καὶ συστηματικὰ ἐξ ἀνομοίων κατὰ περιορισμοὺς ἀνίσους, τὰ δὲ κατὰ σχέσιν. εἰσὶ δὲ κατὰ σχέσιν δύο στροφῶν. τοῦ τοιούτου ἐστὶ σχήματος καὶ ἐν Ἀγαμέμνονι ὀνομαζομένῳ δράματι τοῦ παρόντος ποιητοῦ τὸ δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου μέγας ἀντίδικος Μενέλαος ἄναξ καὶ τὸ Τελαμώνιε παῖ τῆς ἀμφιρύτου Σαλαμῖνος ἐν Αἴαντι Σοφοκλέους καὶ ἐν Φοινίσσαις Εὐριπίδου τὸ Τύριον οἶδμα λιποῦσα. χρῶνται δὲ τῷ τοιούτῳ σχηματισμῷ οἱ ποιηταὶ ὅτε διηγηματικὸν ποιοῦσι τὸν λόγον. εἰσὶ γοῦν τῆς μονοστρόφου ταύτης στροφῆς τὰ κῶλα ξζʹ. τὸ μὲν αʹ τροχαϊκὸν ἑφθημιμερὲς τοῦ δευτέρου καὶ τρίτου ποδὸς χορείου ἐχρήσατο δὲ τοιούτῳ κώλῳ ἐν ἀρχῇ ἀνειμένῳ μὲν διὰ τὸ ἀνεθῆναι αὐτὰς καὶ ἐκλυθῆναι τῷ φόβῳ, τροχαίοις δὲ διὰ τὸ μετὰ σπουδῆς ἀνελθεῖν εἰς τὸν ἐν ἀκροπόλει βωμόν. εἴη δὲ τοῦτο καὶ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καθαροῦ καὶ ἀπʼ ἐλάττονος πεντασυλλάβου. τὸ βʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστων δύο καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου. τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ ἀναπαίστου. τὸ δʹ ὅμοιον, ἤτοι ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ εʹ ὅμοιον τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, διιάμβου καὶ κρητικοῦ. τὸ ϛʹ ὅμοιον κατὰ πάντα τῷ βʹ. τὸ ζʹ ἰωνικὸν ἀπʼ ἐλάττονος τρίμετρον βραχυκατάληκτον ἐκ δύο ἰωνικῶν καὶ ἡμίσεος. τὸ ηʹ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ θʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ διιάμβου. τὸ ιʹ παιωνικὸν δίμετρον ἐκ παίωνος δευτέρου καὶ κρητικοῦ. τὸ ιαʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιβʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου, παίωνος δευτέρου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ ιγʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον ἐκ διιάμβου καὶ κρητικοῦ. τὸ ιδʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου δευτέρου καὶ συλλαβῆς. τὸ ιεʹ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον καθαρόν. τὸ ιϛʹ ἴαμβος καθαρὸς τρίμετρος. τὸ ιζʹ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ συλλαβῆς. τὸ ιηʹ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἰωνικοῦ, παίωνος δευτέρου καὶ ἰάμβου. τὸ ιθʹ ὅμοιον τῷ ιζʹ. τὸ κʹ ἰωνικοῦ ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου. τὸ καʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου ἢ ἐπιτρίτου τετάρτου, διιάμβου καὶ συλλαβῆς. τὸ κβʹ ὅμοιον τῷ κʹ. τὸ κγʹ ἴαμβος τρίμετρος καθαρός. τὸ κδʹ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἀντισπάστου καὶ ἰάμβου. τὸ κεʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου πρώτου καὶ χοριάμβου. τὸ κϛʹ ἰαμβικὸν πενθημιμερές. τὸ κζʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ κηʹ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἀντισπάστου καὶ σπονδείου. τὸ κθʹ ὅμοιον δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου. τὸ λʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ λαʹ ὅμοιον πενθημιμερὲς ἐκ χορείου. τὸ λβʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον· ἔστι δὲ Στησιχόρειον, ἔχον τὸ Πινδαρικὸν ἔθος, ἤτοι ἴαμβον τὸν τελευταῖον πόδα. εἰ δέ τις εἴποι ὡς τὸ Στησιχόρειον τρίμετρόν ἐστι, ἀλλʼ ἴστω ὡς εὕρηται ἐν πολλοῖς καὶ δίμετρον ὡς καὶ ἐνταῦθα. τὸ λγʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος πρώτου κατὰ συνίζησιν καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ λδʹ παιωνικὸν μονόμετρον ὑπερκατάληκτον ἐκ παίωνος τετάρτου καὶ συλλαβῆς. τὸ λεʹ ὅμοιον ἡμιόλιον ἐξ ὁμοίου ποδὸς καὶ ἰάμβου. τὸ λϛʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, ἀντισπάστου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ λζʹ τροχαϊκὸν καθαρὸν ἑφθημιμερές. τὸ ληʹ χοριαμβικὸν καθαρὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ σπονδείου. τὸ λθʹ τροχαϊκὸν πενθημιμερές. τὸ μʹ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ μαʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου, τρίτου καὶ σπονδείου. τὸ μβʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου, διιάμβου καὶ συλλαβῆς. τὸ μγʹ ὅμοιον ἐκ δισπονδείου, διιάμβου καὶ συλλαβῆς. τὸ μδʹ ὅμοιον τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου, διτροχαίου καὶ κρητικοῦ. τὸ μεʹ παιωνικὸν τρίμετρον καταληκτικὸν ἐκ παιώνων τετάρτων δύο καὶ μολοττοῦ. τὸ μϛʹ ὅμοιον τῷ μγʹ κατὰ πάντα. τὸ μζʹ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, διιάμβου καὶ κρητικοῦ. τὸ μηʹ ὅμοιον ἐκ διιάμβων δόυ καὶ κρητικοῦ· εἰ δὲ πύλαισι γράψεις, ἴαμβός ἐστι τέλειος. τὸ μθʹ ὅμοιον κατὰ πάντα τῷ μβʹ. τὸ νʹ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παιώνων δευτέρων δύο ἀντὶ ἰωνικῶν ἀπὸ μείζονος καὶ διιάμβου· εἰ δὲ βούλει, ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον τοῦ δευτέρου ποδὸς χορείου, τοῦ δὲ τρίτου δακτύλου. τὸ ναʹ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τρίτου, ἀντισπάστου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ νβʹ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ νγʹ ὅμοιον τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, διτροχαίου καὶ σπονδείου. τὸ νδʹ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ παιώνων δύο τετάρτου καὶ δευτέρου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου. τὸ νεʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον. τὸ νϛʹ ἰαμβικὸν πενθημιμερές. τὸ νζʹ τροχαϊκὸν ἰθυφαλλικόν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ νηʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, διτροχαίου καὶ σπονδείου. τὸ νθʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστων δύο καὶ συλλαβῆς. τὸ ξʹ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος τετάρτου καὶ ἀμφιβραχέος. τὸ ξαʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος. τὸ ξβʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον τοῦ τετάρτου ποδὸς χορείου. τὸ ξγʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου δευτέρου καὶ ἰάμβου. τὸ ξδʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ, καὶ κρητικοῦ. τὸ ξεʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ παλιμβακχείου. τὸ ξϛʹ τροχαϊκὸν ἰθυφαλλικὸν ὅμοιον τῷ νζʹ. τὸ ξζʹ τροχαϊκὸν πενθημιμερές. ἐπὶ ταῖς ἀποθέσεσι καὶ τῷ τέλει παράγραφος. ταῦτά ἐστι τὰ τῆς μονοστρόφου στροφῆς κῶλα.
θρέομαι φοβερὰ μεγάλα τʼ ἄχη· ἐμφαίνεται ὁ τῶν παρθένων χορὸς ὁρῶν οἱονεὶ νοεροῖς ὀφθαλμοῖς πῶς ὁ τῶν Ἀργείων ὄχλος κεκίνηται κατὰ τῆς χώρας αὐτῶν καί φησιν· θρηνῶ, βοῶ μεγάλους θρήνους· ὁ ἱππικὸς στρατὸς συγκεχώρηται καὶ ἀφίεται πρὸς τὴν πόλιν ὁρμᾶν πρόδρομος, ἤτοι προπορευόμενος τῶν ἑτέρων· τὸ τοῦ στρατοῦ ὅλον, τουτέστιν ἅπαν τὸ τοῦ στρατοῦ πλῆθος, ἐάσας ῥεῖ ὁρμᾷ χέεται κινεῖται· ἀσυνδέτως ταῦτα. πείθει δέ με ταῦτα σκοπεῖν ὁ ἐν τῷ ἀέρι ἀναφερόμενος κονιορτός, ὁ ἄναυδος καὶ ἄφωνος ὤν, σαφὴς δὲ καὶ φανερὸς ἀληθὴς μηνυτὴς τούτων· ἡ γὰρ τοῦ κονιορτοῦ κίνησις ἱππέων πλῆθος σημαίνει ἐπέρχεσθαι.
ἄλλως. θρεῦμαι· ἐμφαίνεται ὁ τῶν παρθένων χορὸς ὁρῶν οἱονεὶ νοεροῖς ὀφθαλμοῖς πῶς ὁ τῶν Ἀργείων ὄχλος κεκίνηται κατὰ τῆς χώρας αὐτῶν καί φησιν· θροοῦμαι, θρηνῶ, βοῶ μεγάλους θρήνους· ὁ στρατὸς συγκεχώρηται καὶ ἀφίεται πρὸς τὴν πόλιν καταλείψας τὸν τόπον ἔνθα ἔκειτο, ὧδε πολὺς λαὸς ἱππότης πρόδρομος, ἤτοι δρομαῖος ἢ προτρέχων τῶν ἄλλων οἱονεὶ τῶν πεζῶν. πείθει δέ με ταῦτα σκοπεῖν καὶ λέγειν ἡ αἰθερία κόνις, ἤγουν ὁ ἐν τῷ ἀέρι ἐγειρόμενος κονιορτός—αἰθέρα γὰρ ἐνταῦθα τὸν ἀέρα φησί—ἄφωνος ἄγγελος φανεῖσα, σαφὴς δὲ ἀληθής.
θρέομαι φοβερά· θρηνῶ, βοῶ. εὐπτόητον δὲ ἡ τῶν παρθένων ἡλικία πρὸς φόβον, μάλιστα δὲ πρὸς πολιορκίαν.
θρέομαι· θρηνῶ, βοῶ διὰ τὰ φοβερὰ καὶ ἐκπληκτικά, ἢ φοβερὰ ἀντὶ τοῦ ἐπίφοβος ὑπάρχουσα ἐπὶ θηλυκῶν. εὐπτόητος δὲ ἡ τῶν παρθένων ἡλικία πρὸς φόβον, μάλιστα δὲ πρὸς πολιορκίαν.
θρέομαι φοβερὰ μεγάλʼ ἄχη· ἤτοι θρηνῶ, βοῶ φοβερὰς μεγάλας θρηνῳδίας. εὐπτόητος δὲ ἡ τῶν παρθένων ἡλικία πρὸς φόβον, μάλιστα δὲ πρὸς πολιορκίαν. τὸ δὲ φοβερὰ ἢ διὰ τὸ φοβερὰ ἄχη ἢ φοβερὰ γενομένη ὅ ἐστιν ἐπίτρομος.
ὅτι ἡ τῶν παρθένων ἡλικία εὐπτόητος οὖσα, καταλιποῦσα τοὺς οἴκους ἐπὶ τὴν ἀκρόπολιν ἀφίκετο· καὶ εἰσελθοῦσα ἐν τῷ ἐκεῖ ναῷ ταῦτά φησι φανταζομένη.
ἀναγκαίως ὁ χορὸς ἀπὸ γυναικῶν συνέστηκε διὰ τὸ πᾶσαν ἄλλην ἡλικίαν ἀνδρικὴν περὶ τὰ τείχη εἶναι.
Φοίνισσαι γυναῖκες ἢ ὡς μὴ ἀκοῦσαί ποτε πόλεμον κλαίουσι.
ὁ χορὸς συνέστηκεν ἐκ γυναικῶν παρθένων· ὃς εἰσελθὼν εἰς τὸν ναὸν καὶ θρηνῶν ταῦτά φησιν.
ὁ χορὸς εἰσελθὼν ἐν τῷ ναῷ καὶ θρηνῶν ταῦτά φησιν.
θρέομαι ταράττομαι, φοβοῦμαι διὰ τὰς μεγάλας θλίψεις.
θρέομαι θρηνῶ.
θρέομαι θροοῦμαι, θρηνῶ, βοῶ.
θρέομαι ταράττομαι.
θρέομαι θορυβοῦμαι, μετὰ φόβου προβλέπω.
θρέομαι φοβοῦμαι.
ἔστι ῥῆμα θρέω τὸ σὺν θορύβῳ λαλῶ ἢ βοῶ, οὗ τὸ παθητικὸν θρέομαι ἀντὶ τοῦ θροοῦμαι καὶ ἐκπλήττομαι καὶ φοβοῦμαι. τὸ γὰρ παρὰ τοῖς κοινοῖς θροοῦμαι, τοῦτο παρὰ τοῖς ποιηταῖς θρεῦμαι καὶ θρέομαι.
ἄχη λύπας.
ἄχη τὰ ἐπερχόμενα δηλονότι. θ
μεθεῖται στρατός· οἷον ἀφεῖται ὁ ὄχλος ἀπὸ τοῦ στρατοπέδου, οἷον ἤδη τὴν ὁρμὴν ποιοῦνται ἐπὶ τὴν πόλιν ἡμῶν οἱ πολέμιοι. ταῦτα δὲ φανταζόμεναι λέγουσιν ὡς ἀληθῆ. τὸ δὲ χ πρὸς τὴν διαφορὰν τοῦ στρατοῦ καὶ τοῦ στρατοπέδου· στρατόπεδον γὰρ καλεῖται τὸ ἐνδιαίτημα τοῦ στρατοῦ.
ἢ στικτέον εἰς τὸ στρατὸς ὁμοίως καὶ εἰς τὸ ῥεῖ. τὸ δὲ ἑξῆς οὕτως· ὁ στρατὸς μεθεῖται καὶ συγκεχώρηται καὶ ἀφίεται πρὸς τὴν πόλιν, λιπὼν καὶ καταλείψας οὗτος ὁ στρατὸς τὸ στρατόπεδον καὶ τὸν τόπον ἐν ᾧ ἔκειτο, ῥεῖ καὶ δίκην ῥεύματος ἔρχεται.
μεθεῖται ἀφίεται.
μεθεῖται ὑπὸ τῶν στρατηγῶν.
μεθεῖται ἀφεῖται.
μεθεῖται πέμπεται.
μεθεῖται ἔρχεται.
μεθεῖται κινεῖται.
μεθεῖται ἤδη ὁρμὴν ποιεῖται ἐπὶ τὴν πόλιν.
μεθεῖται ἀπολέλυται.
μεθεῖται συγχωρεῖται.
μεθεῖται ἐκ τοῦ οἰκείου τόπου ἐφʼ ἡμᾶς ὁρμᾶται. θ
μεθεῖται ὁρμᾶται.
στρατὸς ὁ Ἀργεῖος.
στρατόπεδον ἐν ᾧ ἀναπαύεται ὁ στρατός.
στρατόπεδον τὴν γῆν ἔνθα ἦν ὁ στρατός.
στρατόπεδον τὸν τόπον ἐν ᾧ ἔκειτο.
παλαιόν· πρὸς τὴν διαφορὰν τοῦ στρατοῦ καὶ τοῦ στρατοπέδου τὸ χ τέθειται. ἴσως δὲ στρατόπεδον καλοῖτʼ ἂν τὸ τοῦ στρατοῦ ἐνδιαίτημα.
στρατόπεδον τὸ κοινῶς λεγόμενον κατουνοτόπιον.
λιπὼν καταλείψας.
λιπὼν ἐάσας.
ῥεῖ ὁρμᾷ.
ῥεῖ ἐπέρχεται.
ῥεῖ ἔρχεται.
ῥεῖ δίκην ῥεύματος ἔρχεται.
ῥεῖ δίκην ῥεύματος ἔπεισι.
ῥεῖ δίκην ῥεύματος· λέγει δὲ αὐτὸ οὕτως διὰ τὸ ἀνεμπόδιστον. Ξ
πόλυς δʼ ὧδε· πολὺς δὲ ἔμπροσθεν λαὸς ἱππότης· φαντάζονται δὲ ταῦτα. αἰθερία δὲ κόνις ἡ αὐγὴ ἡ αἰρομένη ἀπὸ τοῦ αἰθέρος, καίτοι ἄφωνος οὖσα, ἀλλὰ καὶ ἐναργής ἐστιν ὥσπερ ἄγγελος ἀληθής.
ὧδε ἐνταῦθα.
λεὼς τῶν πολεμικῶν.
πρόδρομος ἱππότας· πολὺς ἔμπροσθεν λαὸς ἱππότης. φαντάζονται δὲ ταῦτα πάντα. αἰθερία δὲ κόνις ἡ αὐγὴ ἡ αἰρομένη εἰς τὸν αἰθέρα, καίτοι ἄφωνος οὖσα, ἐναργής ἐστιν ὥσπερ ἄγγελος καὶ ἀληθής.
πρόδρομος πρὸ τῶν ἄλλων πορευόμενος.
πρόδρομος προπορευόμενος τῶν ἑτέρων.
πρόδρομος προτρέχων τῶν ἄλλων.
πρόδρομος προτρέχων. θ
πρόδρομος ταχύς.
πρόδρομος ὡς ἄλλων ἐφεπομένων· ὁ γὰρ πρόδρομός τινων ἀκολοθούντων ἐστὶ πρόδρομος καὶ οὐδὲ πάνυ πολὺ τὸ μέσον τοῦ προδρόμου καὶ τῶν ἑπομένων.
ἱππότας ἱππικός.
ἱππότας καβαλλάριος.
αἰθερία ἡ μέχρι τοῦ αἰθέρος ἥκουσα.
αἰθερία ἀνερχομένη ἀπὸ τῆς γῆς εἰς τὸν ἀέρα.
αἰθερία εἰς ὕψος αἰρομένη.
αἰθερία ἀερία.
αἰθερία μέχρις ἀέρος φθάνουσα ταῖς τῶν ἵππων ὁπλαῖς. θ
πείθει εἰς ταῦτα.
πείθει λέγει ὅτι ἐπέρχεται τὸ στρατόπεδον.
πείθει ὡς ἐκ τῆς ἐγειρομένης κόνεως ἔχω τοῦτο τεκμαίρεσθαι.
ἐπειδὴ τὸ πείθειν διὰ λόγων γίνεται, διὰ τοῦτο εἶπε τὸ ἄναυδος. σύναπτε δὲ τὸ φανεῖσα πρὸς τὸ αἰθερία.
πείθει ὅτι ἔρχεται ὁ στρατός.
φανεῖσʼ δειχθεῖσα.
ἄφωνος μὲν οὖσα, σαφῶς δὲ ἀγγέλλουσα.
ἄναυδος ἄφωνος.
ἄναυδος ἄφωνος μὲν οὖσα, ἀληθὴς δὲ χρηματίσασα.
σαφὴς δέ· στικτέον εἰς τὸ δέ, ὡς ἂν ἡ σύνταξις εἴη τοιαύτη· ἡ κόνις φανεῖσα αἰθερία, ἤγουν ἐν τῷ ἀέρι, πείθει με τὴν ἔφοδον ὑπονοεῖν τοῦ στρατοῦ, ἄναυδος καὶ ἄφωνος οὖσα, σαφὴς δέ, ἤγουν σαφῶς ἀπὸ τοῦ ὁρᾶσθαι, τὸ τῶν ἱππέων πλῆθος σημαίνουσα ἐπερχόμενον. τὸ δὲ ἔτυμος ἄγγελος οὕτως νοητέον καὶ συντακτέον· ὁ ἄγγελος ὁ ἐλεδέμνας, ἤγουν ὁ ἐλάσας ἡμᾶς τῶν δεμνίων—στικτέον γὰρ καὶ ἐν τούτῳ—ὁ πρὸ μικροῦ ἀπαγγείλας τῷ Ἐτεοκλεῖ τὴν τοῦ στρατοῦ πρὸς τὴν πόλιν ἐπίθεσιν ἀληθὴς ἦν· ἅπερ γὰρ ἐκεῖνος ἀπήγγειλε πρίν, καὶ νῦν ἡ κόνις μηνύει.
σαφὴς φανερός.
σαφὴς φανερά, τὸ πᾶν σαφηνίζουσα.
σαφὴς φανερά.
σαφὴς ἀληθής.
σαφὴς ἀκριβής.
σαφὴς ἢ ἐκ παραλλήλου ἢ ἀντὶ τοῦ φανερός.
ἔτυμος ἀληθής.
οὗτος ὁ ἄγγελός ἐστιν ὁ πρὸ μικροῦ ἀπαγγείλας τῷ Ἐτεοκλεῖ τὴν ἔφοδον τῶν Ἀργείων.
τὸ ἑξῆς· ἄγγελος ἑλεδάμνας οἷον φόνιος, παρὰ τὸ ἑλεῖν καὶ δαμνᾶν. γρ. δὲ καὶ ἑλεδέμας καὶ ἑλεδέμνας, τὸ μὲν παρὰ τὸ ἑλεῖν καὶ τὸ δέμας, τὸ δὲ παρὰ τὸ ἑλεῖν ἐν δεμνίοις.
ἄγγελος μηνυτὴς ὡς κατʼ ἐμοῦ γίνεται. θ
ἐλεδεμνὰς χρίμπτεται βοή· χρίμπτεται δὲ καὶ πλησιάζει ἡμῖν τι, ἤτοι μικρόν τι ἢ κατά τι ἡμῖν προσπελάζει, βοὴ πεδιοπλόκτυπος, ἤγουν ἐκ τῶν ἁρμάτων κτύπον ἐμποιοῦσα τῇ γῇ. ἐλεδεμνὰς ἀντὶ τοῦ τὸ δέμας καὶ τὸ σῶμα ἡμῶν τῷ φόβῳ λαμβάνουσα καὶ συσφίγγουσα καὶ κατέχουσα καὶ ταράττουσα καὶ περιθλίβουσα. τινὲς δὲ ὠτὶ χρίμπτεται γράφουσιν, ἤγουν τῇ ἀκοῇ ἡμῶν προσπελάζει βοή. ἠχεῖ δὲ αὕτη ἡ βοὴ τρόπον ὕδατος ἀπειρίτου καὶ ἀπολεμήτου διὰ τὸ ἰσχυρὸν τοῦ ἀπὸ τῶν ὀρῶν κατερχομένου καὶ κτυποῦντος.
ἐλεδεμνάς τε· καὶ ὁ ἐλαύνων καὶ διεγείρων ἀπὸ τῶν δεμνίων πεδιοπλόκτυπος, ἤγουν ὁ κτύπος ὁ ἐκ συγκρουσμοῦ τῶν ὁπλῶν πρὸς ἄλληλα καὶ ἐκ τῆς ἐν τῇ γῇ τῶν ἵππων ποδοκροτήσεως γινόμενος, χρίμπτεται καὶ προσπελάζει ἡμῶν τοῖς ὠσίν. ἄλλως· βοὴ ἐλεδέμνας πεδιοπλόκτυπος χρίμπτεται καὶ προσπελάζει ἡμῖν τι, ἤτοι μικρόν τι. ἄλλως· ἑλεδέμνας ἀντὶ τοῦ τὸ δέμας καὶ τὸ σῶμα ἡμῶν τῷ φόβῳ λαμβάνουσα καὶ σφίγγουσα καὶ κατέχουσα καὶ ταράττουσα καὶ περιθλίβουσα βοή. τινὲς δὲ ὠτὶ χρίμπτεται γράφουσιν, ἤτοι τῇ ἀκοῇ ἡμῶν προσπελάζει. βρέμει δὲ καὶ ἠχεῖ τρόπον ὕδατος ἀμαχέτου καὶ ἀπολεμήτου καὶ ἰσχυροῦ διὰ τὸ ἀπείριτον ὀροκτύπου καὶ ἀπὸ τῶν ὀρῶν κατερχομένου μετὰ κτύπου.
ἐλεδεμνὰς ἐλαύνων καὶ διώκων ἀπὸ τῶν δεμνίων τοὺς λαούς.
ἑλεδεμνὰς ὁ ἐλαύνων καὶ διεγείρων με ἀπὸ τῶν δεμνίων ἢ ὁ ἑλών με ἀπὸ τῶν δεμνίων καὶ μὴ ἐῶν με κοιμηθῆναι ὑπὸ τοῦ κτύπου τῶν ποδῶν τῶν ἵππων καὶ τῶν ἁρμάτων ἐν τοῖς πεδίοις γενομένων.
ἐλεδεμνάς· ἤγουν ὁ ἐλαύνας τῶν δεμνίων. στικτέον γὰρ καὶ ἐν τούτοις.
ἐλεδεμνὰς· ὁ ἐλαύνων καὶ διεγείρων ἀπὸ τῶν δεμνίων.
ἐλεδεμνὰς ἀπὸ τοῦ ἑλῶ τὸ κρατῶ καὶ τοῦ δέμνιον.
ἐλεδεμνὰς βοὴ ἡ ἐλαύνουσα καὶ ἐγείρουσα ἀπὸ τῶν δεμνίων τὸν λαόν.
ἐλεδεμνὰς ἐλαύνει καὶ διώκει ἐμὲ ἐκ τῶν δεμνίων, ἤγουν ἑλοῦσα καὶ κρατοῦσα τὸ δέμας.
ἐλεδεμνὰς ἐλαύνων ἐμὲ ἐκ τῶν δεμνίων καὶ οὐκ ἐῶν καθεύδειν φόβον ἐμβάλλων. θ
ἑλεδεμνὰς ἤτοι ἑλοῦσα καὶ λαβοῦσα τὸ δέμας ἡμῶν. Ξ
ἐλεδεμνὰς ἐκβάλλουσα ἡμᾶς τῶν δεμνίων.
καὶ τὰ τῆς γῆς δέ μου πεδία κατακτυπούμενα τοῖς ποσὶ τῶν ἵππων καὶ τῶν ὅπλων ποιεῖ μου προσπελάζειν τὸν ἦχον τοῖς ὠσί.
καὶ ἡ γῆ δὲ κρουομένη ταῖς τῶν ἵππων ὁπλαῖς ποιεῖ προσπελάζειν τὸν ἦχον τοῖς ὠσίν.
πεδιοπλόκτυπος ἡ ἐμποιοῦσα κτύπον τῇ γῇ διὰ τῶν ἁρμάτων.
πεδιοπλόκτυπος ἀπὸ τοῦ πέδον ἡ γῆ καὶ τοῦ ὁπλὴ ὁ ὄνυξ καὶ τοῦ κτύπος.
πεδιοπλόκτυπος κτύπον ποιῶν μετὰ τῶν ὅπλων ἐν τῷ πεδίῳ.
πεδιοπλόκτυπος κτύπον ἐν τῷ πεδίῳ τοῖς ὅπλοις ἐγείρουσα. θ
πεδιοπλόκτυπος κτύπον ἐν τῷ πεδίῳ ἐκ τῶν ὅπλων ἢ τῶν ὁπλῶν τῶν ἵππων ἐγείρουσα.
πεδιοπλόκτυπος ἤγουν ἐν τῷ πεδίῳ κτύπον ποιοῦσα διὰ τῶν ὅπλων.
χρίμπτεται πλησιάζει.
χρίμπτεται ἐπέρχεται.
χρίμπτεται ἔπεισι καὶ πλησιάζει. θ
ἢ στικτέον εἰς τὸ βοά. τὸ δὲ ἑξῆς οὕτως· ἢ χρίμπτεται βοὰ πεδιοπλόκτυπος ἐν τοῖς ὠσὶν ἐμοῦ. ποτᾶται καὶ πέτεται.
βοᾷ ἠχεῖ.
βοᾷ ἢ βοᾷ καὶ ἠχεῖ ἢ βοὰ καὶ βοὴ καὶ φωνή.
βοὰ ἠχή, φωνή.
βοὰ ἦχος. θ
ποτᾶται πέτεται.
ποτᾶται ἵπταται.
ποτᾶται ἐναέριος φέρεται. θ
βρέμει ἠχεῖ δέ, φησί, τρόπον ποταμῶν τὰ πεδία τῆς γῆς μου.
βρέμει ἠχεῖ.
βρέμει ἠχεῖ ἡ βοὴ τῶν ὅπλων. θ
ἀμαχέτου πολλοῦ.
ἀμαχέτου ἀκαταπονήτου.
ἀμαχέτου ἀπολεμήτου.
ἀμαχέτου ἀκρατήτου
ἀμαχέτου πρὸς ὃ μὴ δύναταί τις μαχέσασθαι ἤτοι κατασχεῖν φερόμενον. θ
ἀμαχέτου ἀνυποστάτου καὶ ἰσχυροῦ.
ὀροτύπου τοῦ καὶ ὄρη ῥηγνύντος.
εἴωθε γὰρ τὸ ὕδωρ ἀπὸ ὄρους ὑψηλοῦς κατερχόμενον κτυπεῖν διὰ τὸ ταῖς πέτραις προσκρούειν. γρ. δὲ καὶ ὀροτύπου, ἵνʼ ᾖ τοῦ τὰ ὄρη ῥηγνύντος τῇ σφοδρότητι.
ὀροκτύπου τοῦ ἀπὸ τῶν ὀρῶν κατερχομένου καὶ κτυποῦντος ἐν τῷ ὄρει.
ὀροκτύπου τοῦ ἐν ὄρει ἠχοῦντος.
ὀροκτύπου πολυήχου.
ὀροκτύπου ὀρεινοῦ.
ὀροκτύπου τοῦ κτύπον ἐν τῷ ὄρει ἐγείροντος τῇ φορᾷ ἢ τοῦ ἠχοῦντος ἐν τῷ ὀρούειν καὶ ὁρμᾶν. θ
ὀροκτύπου ἐξ ὀρέων φερομένου. Ξ
ὦ θεοὶ καὶ θεαί, ἀλεύσατε καὶ φυγὴν ποιήσατε καὶ ἀποστήσατε τὸ κακὸν τὸ καθʼ ἡμῶν διεγειρόμενόν τε καὶ ἐπαιρόμενον. ἐν βοᾷ, ἤγουν σὺν θορύβῳ καὶ ὄχλῳ, ὁ Ἀργεῖος λαὸς ὁ λευκὰς ἀσπίδας ἔχων ὄρνυται καὶ διεγείρεται καὶ ὁρμᾷ ὑπεράνω τῶν τειχέων εὐπρεπής, ἤτοι τοῖς ὅπλοις κεκοσμημένος, ἐπὶ τὴν πόλιν τρέχων, ἐλαύνων, ὁρμῶν· προορᾷ δὲ οἷον ὁ χορὸς τὴν τοῦ Καπανέως, ὅστις ἐκ τοῦ στρατοῦ τῶν Ἀργείων ἦν, ἐπὶ τὰ τείχη ἄνοδον, ἥνπερ Εὐριπίδης φησίν
ὦ θεοὶ θεαί τε, ἀλεύσατε καὶ ἀποστήσατε καὶ φυγὴν ποιήσατε τὸ κακὸν τὸ καθʼ ἡμῶν διεγειρόμενον καὶ ἐπαιρόμενον πολλά.
ὀρρόμενον ταρασσόμενον.
ὀρρόμενον διεγειρόμενον.
ὀρρόμενον κινούμενον.
ὀρρόμενον ταρασσόμενον, διεγειρόμενον, φερόμενον. θ
ὀρρόμενον ἐπερχόμενον, φερόμενον.
ἀλεύσατε ἀποστήσατε.
ἀλεύσατε ἐκφυγεῖν ποιήσατε.
ἀλεύσατε φυγεῖν ποιήσατε.
ἀλεύσατε ἀποδιώξατε.
ἀλεύσατε ἀποσοβήσατε.
βοᾷ ὑπὲρ τειχέων· ἐν βοῇ δὲ καὶ σὺν θορύβῳ καὶ ὄχλῳ ὁ Ἀργεῖος λεὼς ὁ λευκὰς ἀσπίδας ἔχων ὄρνυται καὶ ὁρμᾷ ὑπεράνω τῶν τειχέων εὐπρεπής, ἤτοι τοῖς ὅπλοις κεκοσμημένος, ἐπὶ τὴν πόλιν τρέχων· προορᾷ γὰρ ὡσανεὶ ὁ τῶν παρθένων χορός, πῶς ὁ τῶν Ἀργείων ὄχλος ἄνοδον ἐπὶ τῶν Θηβαϊκῶν τειχῶν μέλλει ποιήσασθαι.
σημείωσαι δὲ ὅτι ἡ ὑπὲρ πρόθεσις, ὅταν τὴν ἀνωτάτω σχέσιν δηλοῖ, μετὰ αἰτιατικῆς συντάσσεται, οἷον ὑπὲρ τὴν γῆν ὁ ἥλιος· ἐν τῷ οὐρανῷ γάρ. ὅτε δὲ τὸ πλησίον καὶ ἐγγύς, μετὰ γενικῆς, ὡς τὸ ὑπὲρ τῆς γῆς ὁ ἄνθρωπος, ἤτοι πλησίον τῆς γῆς· ἄνωθεν γὰρ αὐτῆς πορεύεται. καὶ ὁ Λυκόφρων ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα, ἤγουν τὰ ἱστία ὑπεράνω τῶν Καλυδνῶν φαίνουσαι νήσων, μικρόν τι ταῦτα τῶν νήσων ἐξέχοντα. τοιοῦτον οὖν ἐστι καὶ τὸ ὑπὲρ τειχέων.
σημείωσαι ὅτι ἡ ὑπὲρ μετʼ αἰτιατικῆς συντασσομένη τὴν ἀνωτάτω σχέσιν δηλοῖ, μετὰ γενικῆς τὴν ἄνω καὶ πλησίον ὡς ἐνταῦθα.
βοᾷ μετὰ βοῆς.
βοᾷ θορύβῳ.
βοὰ ἐστίν. θ
ὑπὲρ πλησίον.
τειχέων συνίζησις.
τειχέων ἤγουν μετὰ βοῆς ἔρχεται κατὰ τῆς πόλεως.
λεύκασπις λαός· ὁ Ἀργεῖος· λευκὰς γὰρ ἀσπίδας αὐτοῦ τὸ παράσημον.
λεύκασπις ὁ λευκὰς ἀσπίδας ἔχων.
λεύκασπις ὁ λευκὴν ἀσπίδα φέρων.
λεύκασπις ἀπέστιλβον γὰρ αἱ ἀσπίδες αὐτῷ τῷ χαλκῷ.
ὄρνυται διεγείρεται.
ὄρνυται ὁρμᾷ.
ὄρνυται ὁρμᾶται.
ὄρνυται κινεῖται.
λαὸς τῶν Ἀργείων.
εὐπρεπὴς εὐτρεπισμένος.
εὐπρεπὴς τοῖς ὅπλοις.
εὐπρεπὴς τοῖς ὅπλοις κεκοσμημένος.
εὐπρεπὴς ἀκίνητος.
εὐπρεπὴς εὐάρμοστος, ὡπλισμένος.
εὐπρεπὴς ὡπλισμένος.
εὐτρεπὴς ἐπὶ ἀψύχου, εὐπρεπὴς δὲ ἐπὶ ἐμψύχου.
εὐτρεπὴς ὁ ἕτοιμος, εὐπρεπὴς ὁ ἀρματωμένος, κεκοσμημένος.
εὐτρεπὴς ἕτοιμος.
διώκων ζητῶν, καταλαμβάνων.
διώκων ἐρχόμενος.
διώκων ἐλαύνων.
διώκων τρέχων.
διώκων ὁρμῶν.
διώκων κινούμενος.
διώκων ἐλαύνων, σπεύδων. θ
ἆρα διὰ τὸ μέτρον.
ἡμέτερον εἴρηται ἡμῖν ἀλλαχοῦ ὅτι ἀμφοτέρω τὼ ἄρα, τό τʼ ἐρωτηματικὸν καὶ τὸ συλλογιστικόν, πρὸς τὴν τοῦ μέτρου χρείαν καὶ ὀξύνεται παρὰ τοῖς ποιηταῖς καὶ περισπᾶται. χρὴ τοίνυν περισπᾶν τοῦτο ἐνταῦθα ἵνʼ εἴη τέλειος ἴαμβος.
ῥύσεται ἐλευθερώσει.
ῥύσεται φυλάξει.
ῥύσεται ἡμᾶς τῶν τοιούτων. θ
ἐπαρκέσει βοηθήσει.
πότερα δῆτʼ ἐγώ· πότερον πρόσφυγες τῶν πατρῴων ξοάνων γενόμεθα ἢ ἄλλο τι πράξομεν;
ἐρωτηματικῶς ὁ χορὸς προσαναφθέγγεται καθʼ ἑαυτὸν δειλαινόμενος ἢ εἰς ὁποῖα ἢ εἰς ἄλλα ἄλλοσε· πότερα ἐγὼ πέσω πρὸς τὰ εἴδωλα τῶν θεῶν παρακαλῶν καὶ δυσωπῶν αὐτοὺς ἢ ἄλλο τι πράξομεν;
πότερα ἐγὼ πέσω πρὸς τὰ εἴδωλα τῶν θεῶν παρακαλοῦσα καὶ δυσωποῦσα αὐτοὺς ἢ ἄλλο τι πράξω;
ἐπειδὴ τὸ πότερα δύο τινῶν ἔμφασιν ἔχει—φαμὲν γὰρ πότερα ποιήσω τόδε ἢ τόδε—ἐνταῦθα τὸ μὲν ἓν σκέλος εἶπεν ἐπειδὴ συνετέλει, τὸ δʼ ἕτερον παρῆκεν—οὐ γὰρ ἦν δέον εἰπεῖν ἢ οὐ προσπέσω—, ὥστε πρὸς τὸ δαιμόνων πρῶτον ὑπόστιζε, εἶτα στίζε, ἵνα ἡ μὲν ὑποστιγμὴ εἴη διότι ὁ λόγος κρέμαται, ἡ δὲ στιγμὴ διότι, εἰ τὸν λόγον ἀπέδωκας, ἔστιξας ἂν ἐν τῷ τέλει τῆς ἀποδόσεως. τῶν δὲ μὴ τοῦτο δεχομένων βραχὺς λόγος· ἱκανὴν γὰρ τὴν ἐκ τῆς ἀγνοίας διδόασι δίκην.
πότερον διὰ τὸ μέτρον.
βρέτη τὰ ἀγάλματα· κυρίως ἐπὶ τοῦ ἀνθρώπου.
βρέτας κυρίως τὸ τοῦ ἀνθρώπου εἴδωλον τὸ βροτῷ ὅμοιον, ὡς καὶ δείκελον τὸ ἴκελον τῷ Διί.
βρέτας τὸ εἴδωλον τοῦ βροτοῦ.
βρέτη εἴδωλα.
βρέτη εἰκόνας.
δαιμόνων θεῶν.
ἰὼ μάκαρες διὰ μέσου τοῦτο.
μάκαρες θεοί.
εὔεδροι· ἐπʼ ἀγαθῶν ἱδρυμένοι ἢ ἐπὶ τῶν ἰδίων καθεδρῶν καθεζόμενοι.
εὔεδροι ἀρραγεῖς.
εὔεδροι ἐγκάτοικοι.
εὔεδροι ἀκίνητοι.
εὔεδροι ἀπαρασάλευτοι, οἱ ἀεὶ ὄντες, γίνεσθε βοήθεια ἡμῖν.
εὔεδροι μόνιμοι, ἀεὶ ὄντες.
εὔεδροι εὐκάθεδροι.
εὔεδροι ἔνοικοι τοῖς ναοῖς. θ
εὔεδροι οἱ ἐνιδρυμένοι καλῶς.
εὔεδροι στάθητε δῆλον.
ἀκμάζει βρετέων ἔχεσθαι· τοῦτό φησι· καιρός ἐστι νῦν ἔχεσθαι βρετέων, ἤτοι προσπίπτειν τοῖς εἰδώλοις τῶν θεῶν καὶ παρακαλεῖν αὐτούς· τί βραδύνομεν καὶ οὐχ ἱκετεύομεν, ὦ ἀγάστονοι, ἤτοι αἱ ὑπὸ τοῦ στόνου ἀγόμεναι καὶ κατεχόμεναι. ταῦτα δέ τινες τῶν τοῦ χοροῦ γυναικῶν πρὸς τὰς ἑτέρας φασίν.
ἀκμάζει· καιρὸς ἥκει, οἷον ἀκμῆς καὶ ὀξυλαβίας χρήζει τὰ πράγματα. πρὸς ἀλλήλας δὲ ταῦτά φασιν.
ἀκμάζει ὁ καιρὸς ἥκει τοῦ πολέμου, τῶν εἰδώλων ὥστε ἅπτεσθαι.
ἀκμάζει ὁ καιρός.
ἀκμάζει ἤγουν καιρὸς ὑπάρχει ἔχεσθαι.
ἀκμάζει ὁ πόλεμος ἢ ὁ καιρός.
ἀκμάζει κινεῖται.
ἀκμάζει ἀκμὴ καὶ καιρός ἐστι. θ
ἀκμάζει τὸ δεινὸν δῆλον.
βρετέων τῶν εἰδώλων τῶν θεῶν.
βρετέων ξοάνων.
βρετέων τῶν ἀγαλμάτων.
βρετέων εἰδώλων.
βρετέων συνίζησις.
ἔχεσθαι ἅπτεσθαι.
ἔχεσθαι ἅπτεσθαι ἐπὶ δεήσει. θ
τί μέλλομεν τί ἑστῶτες στενάζομεν καὶ οὐχ ἱκετεύομεν;
μέλλομεν βραδύνομεν καὶ οὐχ ἱκετεύομεν.
μέλλομεν βραδύνομεν.
μέλλομεν ἀργοῦμεν. θ
ἀγάστονοι ἤτοι αἱ ὑπὸ τοῦ στόνου ἀγόμεναι καὶ κατεχόμεναι.
ἀγάστονοι πολύστονοι.
ἀγάστονοι ἄγαν λυπηραί.
ἀγάστονοι ἄγαν στενάζουσαι.
ἀγάστονοι ἄγαν στενάζουσαι μόνον καὶ οὐχ ἱκετεύουσαι. θ
ἀγάστονοι πολλῶν στεναγμῶν ἄξιοι.
ἀκούετʼ ἢ οὐκ ἀκούετʼ· ἐπεὶ ἀγνῶτές εἰσι τοῦτό φασιν· ἆρα φανταζόμεθα ἢ ἀληθῶς ἀκούομεν;
ἀκούετʼ οὕτω γράφε διὰ τὸ μέτρον.
ἡμέτερον ἀκούετε· δέον εἰπεῖν οὐκ ἀκούετʼ οὐκ ἀκούετʼ, ὁ δὲ οὕτως εἶπε καί ἐστιν ὅμοιον τῷ παρʼ Εὐριπίδῃ λέγουσα μηδὲ δὲ δρῶσα. οὐ χρὴ οὖν τιθέναι τὸ ἢ εἰς τὸ ἀκούετε καὶ λέγειν ἢ οὐκ ἀκούετε, ἵνʼ εἴη ὁ στίχος ἴαμβος τρίμετρος. καὶ τούτου γὰρ χωρὶς ὑγιὴς ὁ λόγος τυγχάνει· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ. καὶ τὸ ἕξομεν δὲ εἰς τὸ ἀμφὶ λιτάν οὐκ ἦν ἔν τινι τῶν ἄγαν παλαιῶν ἀντιγράφων· διὸ ἐξεβλήθη καὶ τοῦτο. χρὴ δὲ λαμβάνειν τοῦτο κατὰ κοινὸν ἀπὸ βρετέων ἔχεσθαι.
κτύπον ἦχον.
πέπλων καὶ στεφέων· πότε στέφη ῥίψομεν καὶ πέπλους ἐπὶ γῆς ἢ νῦν, τραπεῖσαι ἐπὶ λιτανείαν τὴν περὶ ἡμῶν αὐτῶν καὶ τῆς πόλεως· παρετίθεσαν γὰρ καὶ πέπλους· ἐνέδυον γὰρ καὶ πέπλους τὰ ἀγάλματα. Ὅμηρος· πέπλον ὅστις τοι χαριέστατος.
πέπλων καὶ στεφέων· πότε ἕξομεν καὶ ἁψόμεθα τῶν πέπλων καὶ τῶν στεφάνων τῶν θεῶν, εἰ μὴ νῦν αὐτῶν ἐπιλαβώμεθα περὶ τὴν λιτὴν τὴν περὶ ἡμῶν τῆς πόλεως.
τινὲς δέ· πότε τῶν πέπλων καὶ τῶν στεφάνων τῶν ἡμετέρων καὶ κεφαλοδεσμίων ἁψόμεθα, καὶ ταῦτα ῥήξασαι καὶ πρὸς τὴν γῆν κάτωθεν ῥίψασαι ὀλοφυρμὸν αὐταῖς περιθήσομεν, εἰ μὴ νῦν περὶ τὴν λιτήν.
ἄλλως· τραπεῖσαι ἐπὶ λιτανείαν τὴν περὶ ἡμῶν αὐτῶν καὶ τῆς πόλεως· παρετίθεσαν γὰρ πέπλους. καὶ Ὅμηρος· πέπλος δʼ ὅστις τοι χαριέστατος ἠδὲ μέγιστος.
ὁ μέντοι ὀκτάσημος ῥυθμὸς οὗτος πολύς ἐστιν ἐν τραγῳδίᾳ καὶ ἐπιτήδειος πρὸς θρήνους καὶ στεναγμούς· ἔστι δὲ δοχμιακά. ὅμοιον τὸ πόλεμος αἴρεται πρὸς ἐμὲ καὶ θεοὺς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισιν, ἀλλὰ καὶ παρʼ Εὐριπίδῃ· ἐγὼ δὲ οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον ἐν γάμοις
πέπλων πέπλοις γὰρ ἐνέδυον τὰ ἀγάλματα καὶ στεφάνοις ἐστεφάνουν.
πέπλων τῶν ἱματίων.
πέπλων τῶν ἐν τοῖς ἀγάλμασιν. θ
στεφάνων ἢ τῶν θεῶν ἢ τῶν ἡμετέρων κεφαλοδεσμίων.
στεφέων τῶν στεφάνων τῶν θεῶν.
στεφέων τῶν περὶ αὐτὰ στεφάνων. θ
πότʼ ἁψόμεθα.
πότʼ ἕξομεν. θ
ἀμφὶ λιτὰν τὴν περὶ ἡμῶν λιτανείαν ἢ πολυπαράκλητον.
ἀμφὶ λιτὰν λάβομεν λιτὴν ἀμφὶ τῶν πέπλων καὶ τῶν στεφέων.
ἀμφὶ λιτὰν περὶ παράκλησιν.
ἕξομεν ἁψόμεθα.
ἕξομεν κρατήσομεν.
ἕξομεν οἱονεὶ διατεθῶμεν. ὁ γὰρ περί τι διατεθεὶς ἄντικρυς τοῦτο κατέχει. θ
τὸ ἕξομεν οὕτω νόει ὡς ἐντὸς ἔφημεν συνάπτων πρὸς τὸ ἀμφὶ λιτάν, τὸ δὲ ἀμφὶ λιτὰν πρὸς τὸ πέπλων καὶ στεφέων· χρῶνται δὲ τούτῳ καὶ εἰς τοιαύτην σημασίαν καὶ οἱ ῥήτορες καὶ μαρτυρεῖ Λουκιανὸς λέγων· ἐπεὶ ἀμφὶ πλοῦν εἴχομεν. ἀγνοοῦντες δέ τινες τὸ ἕξομεν ἀντὶ τοῦ ἑξόμεθα λέγουσι συνάπτοντες πρὸς τὸ πέπλων. ἔθος δὲ ἦν τοῖς παλαιοῖς ὁπότε ἱκέτευον τοὺς αὐτῶν θεοὺς ἐν χερσὶν ἔχειν τοὺς αὐτῶν πέπλους καὶ στεφάνους καὶ διὰ τούτων αὐτοὺς ἐξιλεοῦσθαι. θ
μετήγαγε τὰς αἰσθήσεις πρὸς τὸ ἐνεργέστερον. καὶ Ὅμηρος νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει, καὶ ὡς τὸ ἤκουσας ὁ κόραξ οἷον ἦλθʼ ἐξ Ὠρεοῦ
κτύπον δέδορκα· μετήγαγε τὰς αἰσθήσεις πρὸς τὸ ἐναργέστερον ὡς τὸ ἤκουσας ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ
αἴσθησις ἀντὶ αἰσθήσεως.
ἤγουν τὴν ἀκοὴν ἀντὶ τῆς ὁράσεως.
δέδορκα ἀκούω.
δέδορκα αἰσθάνομαι.
δέδορκα εἰς νοῦν λαμβάνω.
δέδορκα κατανοῶ τοῖς τοῦ νοῦ ὀφθαλμοῖς.
δέδορκα βλέπω.
δέδορκα κατανοῶ· ὁ γάρ τι κατανοῶν ὁρᾷ τοῦτο τοῖς τοῦ νοῦ ὀφθαλμοῖς. θ
πάταγος ἀπὸ τοῦ πατῶ καὶ τοῦ ἄγω τὸ συντρίβω.
πάταγος ἦχον.
πάταγος θόρυβος.
πάταγος κτύπος.
οὐχ ἑνὸς δορός ἀλλὰ πολλῶν.
ἑνὸς δορός μιᾶς αἰχμῆς.
τί ῥέξεις· τί ποιήσεις, παλαίχθον Ἄρης; προδώσεις ἡμᾶς εἰς χεῖρας ἐχθρῶν; τὸ δὲ παλαίχθον; ὦ ἐκ παλαιοῦ κληρωσάμενος τήνδε τὴν γῆν. τιμᾶται γὰρ παρὰ Θηβαίοις ὁ Ἄρης· διὸ καὶ Ἄρειον τεῖχος καὶ Ἀρειτρὰς κρήνη παρʼ αὐτοῖς.
τί ῥέξεις τί ποιήσεις;
ῥέξεις ποιήσεις.
ῥέξεις πράξεις.
προδώσεις τοῖς ἐχθροῖς.
παλαίχθων Ἄρης· ἐκ πολλοῦ κληρωσάμενος τήνδε τὴν γῆν. τιμᾶται γὰρ παρὰ Θηβαίοις ὁ Ἄρης καὶ Ἄρειον τεῖχος καὶ Ἀρητιὰς κρήνη παρὰ αὐτοῖς. Ἀττικῶς δὲ τῇ κλητικῇ ὦ Ἄρης.
οἱ δὲ γρ. ὦ Ἄρη. ἱερὰ δὲ ἡ Θήβη τοῦ Ἄρεως ἄνωθεν. ἔστιν οὖν παλαίχθων ὁ πάλαι τὴν γῆν κατέχων.
παρὰ Θηβαίοις ὁ Ἄρης τιμᾶται. Ἁρμονία γὰρ ἡ τούτων προμήτωρ Ἀφροδίτης καὶ Ἄρεος ἦν παῖς. καλεῖται δὲ ἐνταῦθα καὶ Ἄρειον τεῖχος καὶ Ἀρειτρὰς κρήνη ἣν ὁ Ἄρης τηρεῖ καὶ ἐπισκοπεῖ.
παλαίχθων ἔκπαλαι τῇ χθονὶ ἡμῶν τιμώμενος καὶ συνέχων αὐτήν.
παλαῖχθον ὦ ἐκ παλαιοῦ κληρωσάμενε τήνδε τὴν γῆν.
παλαίχθων ὁ πάλαι καὶ ἐξ ἀρχῆς τὴν τῶν Θηβαίων χθόνα λαχὼν εἰς οἴκησιν. θ
παλαίχθων ὁ πάλαι οἰκήσας ἐνταῦθα.
Ἄρης Ἀττικὸν τὸ κλητικὸν ὦ Ἄρης. οἱ δὲ γράφουσιν ὦ Ἄρη. ἱερὰ δὲ ἐν τῇ Θήβῃ τοῦ Ἄρεος.
Ἄρης τὸ Ἄρης Ἀττικόν. οἱ δὲ γράφουσιν Ἄρη. διότι τοῦ Ἄρεως καὶ τῆς Ἀφροδίτης ἡ Ἁρμονία θυγάτηρ ἐγένετο, ἧς ἀνὴρ ὁ Κάδμος.
Ἄρης Ἀττικὸν τὸ κλητικὸν ὦ Ἄρης.
τεὰν γᾶν τὴν σὴν γῆν.
τεὰν γᾶν τὴν ἰδίαν πόλιν δηλονότι. θ
τεὰν συνίζησις.
χρυσοπήληξ ὁ ἔχων χρυσῆν περικεφαλαίαν.
χρυσοπήληξ χρυσῆν πήληκα ἔχων.
χρυσοπήληξ χρυσῆν περικεφαλαίαν ἔχων. θ
τὰν τεάν· τὴν σὴν πόλιν, ἤτοι τὰς Θήβας, ἔπιδε ἤτοι ἐπιτήρησον καὶ φύλαξον, ὦ θεέ, ἤτοι ὦ Ἄρης χρυσοπήληξ καὶ χρυσῆν περικεφαλαίαν ἔχων, ἥντινα, δηλονότι τὴν ἡμετέραν πόλιν, ποτὲ ἔθου πεφιλημένην.
ἠθικὸν τὸ δὶς ἀναφωνῆσαι· δειλίαν γὰρ ἐμφαίνουσι διὰ τούτου.
ἔπιδʼ ἐπίβλεψον.
ἔπιδʼ ἤτοι εὐμενῶς βλέψον. θ
ἣν ἥν ποτε ἔθου εὖ πεφιλημένην.
εὐφιλήταν πεφιλημένην.
εὐφιλήταν προσφιλῆ.
εὐφιλήταν εὖ φιλουμένην.
εὐφιλήταν ἀγαπητήν.
εὐφιλήταν καλῶς φιλουμένην, ἀγαπητήν.
εὐφιλήταν φίλην.
ἔθου ἐποίησας.
θεοὶ συνίζησις.
πολισσοῦχοι οἱ συνέχοντες τὴν πόλιν.
πολισσοῦχοι φύλακες.
πολισσοῦχοι οἱ φυλάσσοντες τὴν πόλιν.
πολισσοῦχοι οἱ τὴν πόλιν καὶ τὴν περὶ αὐτὴν γῆν συνέχοντες. θ
ἴθʼ ἴτε· τινὲς δὲ ἴτε ἴτε φασίν· διὰ τὸ κακόφωνον εἶναι τὸ τ προσετέθη τὸ θ· ἄλλοι δὲ τὸ ἴθʼ ἑνικῶς πρὸς τὸν Ἄρην ἀποτείνουσι, τὸ δὲ ἴτε πρὸς τοὺς θεούς. ὁ δὲ νοῦς τῶν ἐπῶν ἐστι τοιοῦτος· ἔλθετε, ὦ θεοὶ σύμπαντες, ἴδετε καὶ θεάσασθε τὸν ἱκέσιον λόχον τῶν παρθένων, ἤγουν τὸ πλῆθος καὶ τὴν συνάθροισιν τὴν ἱκετεύουσαν ὑμᾶς ὑπὲρ τοῦ μὴ γενέσθαι δούλας αὐτὰς τοῖς ἐχθροῖς.
τὸ μὲν ἴθι πρὸς τὸν Ἄρην, τὸ δὲ ἴτε πρὸς τοὺς λοιποὺς θεούς.
ἴθʼ ἔλθετε.
ἴτε ἔλθετε.
σαφὲς ἐνταῦθα ὅτι ἐκ παρθένων ἐστὶν ὁ χορός. ἐπίδετε, φησίν, ἡμᾶς ἱκετευούσας τρόπον δούλων. ἱκετεύομεν γὰρ ὑπὲρ τοῦ μὴ εἰς δουλείαν ἀχθῆναι.
ἴδετε θεάσασθε.
ἴδετε ἴδετε τὸν λόχον καὶ τὸ σύστημα τῶν παρθένων.
παρθένων ἡμῶν.
ἱκέσιον ἱκετικόν.
ἱκέσιον τὸν ἱκετεύοντα.
ἱκέσιον παρακλητικόν.
σύναπτε τὸ ἱκέσιον πρὸς τὸ δουλοσύνας ὕπερ.
φόβῳ δουλείας ἱκετευούσας.
τὸν ἱκετεύοντα ὑπὲρ τοῦ μὴ δουλεῦσαι.
λόχον τὸ πλῆθος.
λόχον συνέδριον, ἀγοράν. θ
λόχον ἤγουν τὸ σύστημα.
δουλοσύνας ὕπερ ὑπὲρ τοῦ μὴ εἰς δουλείαν ἀχθῆναι.
δουλοσύνας ὕπερ ἤγουν ὑπὲρ τοῦ μὴ δουλεῦσαι. θ
δουλοσύνας δουλείας.
κῦμα γὰρ δοχμολόφων ἀνδρῶν περὶ τὴν πόλιν καχλάζει ταῖς πνοαῖς ταῖς πεμπομέναις τοῦ στόματος αὐτῶν καὶ τῶν ῥινῶν ἔξωθεν. δοχμολόφων δὲ τῶν ἐπινευόντων τοὺς λόφους, ἤτοι τὰ κράνη αὐτά· ἐν γὰρ τῇ κινήσει συμβαίνει πλαγιάζεσθαι τοὺς λόφους.
κῦμα γὰρ δοχμολόφων ἀνδρῶν περὶ πτόλιν καχλάζει· ταῦτα τροπικῶς εἶπεν, ἤτοι ὀργὴ καὶ θυμὸς τῶν δοχμολόφων ἀνδρῶν καχλάζει ταῖς πνοαῖς καὶ ταῖς καταιγίσι τοῦ Ἄρεος διεγειρόμενον. δοχμολόφων δὲ τῶν ἐπινευόντων τοὺς λόφους ἤτοι τὰ κράνη αὐτῶν· ἐν γὰρ τῇ κινήσει συμβαίνει πλαγιάζεσθαι τοὺς λόφους. ἄλλοι δὲ δοχμολόφων φασὶ διότι οἱ πολεμοῦντες κόρυθας ἐν τῇ κεφαλῇ ἐπεφέροντο τρεῖς λόφους ἐχούσας νεύοντας τῇδε κἀκεῖσε. αἱ δὲ κόρυθες ἐλέγοντο καὶ τρυφάλειαι.
ἄλλως· κῦμα γάρ· σάλος καὶ θόρυβος δοχμολόφων καὶ πολεμικῶν ἀνδρῶν ταρασσομένων καὶ διεγειρομένων ταῖς πνοαῖς τοῦ πολέμου καχλάζει καὶ ἀναβράζει καὶ ἀνάπτεται περὶ τὴν πόλιν.
κῦμα πλῆθος, σύρροια.
κῦμα ὄχλησις.
δοχμολόφων· τῶν ἐπινευόντων τοὺς λόφους· ἐν γὰρ τῇ κινήσει συμβαίνει πλαγιάζεσθαι τοὺς λόφους. ἢ τῶν κορυθαιόλων· Ὅμηρος· κορυθαίολος Ἕκτωρ. τὸ γὰρ κινούμενον κράνος δόχμιον τῇδε κἀκεῖσε γίνεται. ἡ δὲ κίνησις κατηγορεῖ τοῦ ἐμπράκτου. δοχμολόφων οὖν τῶν ἐπινευόντων τοῖς λόφοις.
πλαγιαζόντων καὶ ἐπινευόντων τοὺς λόφους ἐν τῇ κινήσει. καὶ Ὅμηρος· κορυθαίολος Ἕκτωρ. καὶ κορυθάικι πολεμιστῇ. τὸ δὲ κινούμενον ἐν πολέμῳ κράνος δόχμιον τῇδε κἀκεῖσε φέρεται. ἡ δὲ κίνησις κατηγορεῖ τὸ ἔμπρακτον.
ἢ δοχμολόφων τῶν κορυθαιόλων. καὶ Ὅμηρος· κορυθαίολος Ἕκτωρ· τὸ γὰρ κινούμενον κράνος τῇδε κἀκεῖσε δόχμιον γίνεταί τε καὶ λέγεται, ἡ δὲ κίνησις κατηγορεῖται τοῦ ἐμπράκτου. ἄλλοι δὲ δοχμολόφων φασὶν διότι οἱ πολεμοῦντες κόρυθας ἐν τῇ κεφαλῇ ἐπεφέροντο τρεῖς λόφους ἐχούσας νευούσας τῇδε κἀκεῖσε, αἳ κόρυθες λέγονται καὶ τρυφάλειαι.
δοχμολόφων ὁπλιτῶν τῶν πλαγιαζόντων τὴν πήληκα.
δοχμολόφων τῶν πλησιαζόντων τῆς πόλεως.
δοχμολόφων ἤτοι τῶν ἐχόντων τοὺς λόφους δοχμίους ἐν τῷ κινεῖσθαι. λόφος δέ ἐστιν ἡ λεγομένη ἵππουρις ἣν ἄνω τοῦ κράνους πηγνύουσιν.
δοχμολόφων τῶν ἐχόντων πλαγίως ἐπινεύοντας τοὺς λόφους.
δοχμολόφων τῶν ἐχόντων λόφους δοχμίους ἤτοι πλαγίους. τοῦτο δὲ εἴρηται διὰ τὰς ἱππείας τρίχας ἅστινας ἔβαλλον εἰς τοὺς λόφους.
καχλάζει· ταῖς πνοαῖς τῶν ἀνδρῶν καχλάζει ὥσπερ κῦμα.
καχλάζει δὲ οὐ βορέου ἢ νότου πνοῇ, ἀλλὰ τῇ τοῦ Ἄρεως.
καχλάζει ἀναβράζει.
καχλάζει βοᾷ.
καχλάζει ἀνάπτεται.
καχλάζει ἠχεῖ.
πνοαῖς ὁρμαῖς, κινήσεσιν.
ὀρρόμενον κινούμενον.
ὀρρόμενον ταρασσόμενον.
ὀρρόμενον διεγειρόμενον, κινούμενον.
ὀρρόμενον διεγειρόμενον.
ἀλλʼ ὦ Ζεῦ πάτερ· ἀλλʼ ὦ Ζεῦ πάτερ, ὁ πάντα ποιῶν καὶ ἐξάγων εἰς τέλος—τοῦτο γάρ ἐστι τὸ παντελές—ἄρηξον καὶ βοήθησον εἰς τὴν ἀπὸ τῶν πολεμίων ἅλωσιν τῆς ἡμῶν δηλονότι πόλεως, μή πως ἁλῷ· οἱ γὰρ Ἀργεῖοι τὴν πόλιν ἤτοι τὰς Θήβας περικυκλοῦσιν. φόβος δὲ ἡμῖν ἀπὸ τῶν πολεμικῶν ὅπλων ἐγγίνεται.
παντελές πάντων ἔχων τέλος.
παντελές ὁ τὰ πάντα πληρῶν.
πάντων ἔχων τέλος ἤγουν ὁ πάντως ἡμῖν βοηθὸς ὥστε μὴ ἁλῶναι ὑπὸ τῶν πολεμίων.
παντελές ὁ πάντα ποιῶν καὶ ἐξάγων εἰς τέλος.
παντελές ὁ πάντα τελῶν.
παντελές παντέλειε.
τὸ παντελὲς ἢ πρὸς τὸ Ζεὺς νοητέον οὕτως· ὦ Ζεῦ παντελές, ἤτοι ὁ πάντα τελῶν ἢ ὁ κατὰ πάντα τέλειος, ἢ πρὸς τὸ ἄρηξον οὕτως· ἄρηξον παντελές, ἤτοι διόλου. θ
παντελές πάντως.
παντελές τέλειε, ἀπροσδεές.
πάντως ἡμῖν βοήθησον, ὥστε μὴ ὑπὸ τῶν πολεμίων ἅλωσιν γενέσθαι.
πάντως ἀληθῶς. θ
ἄρηξον βοήθησον ἡμῖν.
ἄρηξον ἀποσόβησον.
ἄρηξον βοήθησον ἡμῖν εἰς τὸ μὴ ἁλωθῆναι ὑπὸ τῶν πολεμίων.
ἄρηξον βοήθησον ἡμῖν, ἀποσόβησον τὴν τῶν πολεμίων καταστροφήν. θ
δαΐων πολεμίων.
δαΐων πολεμικῶν.
ἅλωσιν τὴν πόρθησιν.
ἅλωσιν τῆς ἡμῶν δηλονότι πόλεως.
πόλισμα ἤγουν τὰς Θήβας.
πόλισμα κτίσμα.
πόλισμα τὴν πόλιν.
κυκλοῦνται περικυκλοῦσι.
τοῦτο ἀεὶ παθητικῶς γράφεται, ὡς καὶ Εὐριπίδης· πόνοι γὰρ καὶ πόνων ἀνάγκαι κρείσσονες κυκλοῦνται, καὶ Σοφοκλῆς· πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι.
κυκλοῦνται κυκλοῦσι.
κυκλοῦνται πολιορκοῦσι.
φόβος δʼ ἀρηίων· λείπει ἡ ὑπό· ὁ ὑπὸ τῶν ἀρηίων ὅπλων φόβος ταράσσει.
φόβος ἐγγίνεται.
φόβος ἡμῖν.
ἀρηίων πολεμικῶν.
διαδέτοι γενύων· θρηνοῦσιν ἡμῶν τὴν ἀναίρεσιν οἷον προφωνοῦσιν οἱ ἐν ταῖς γένυσι τῶν ἵππων χαλινοί.
διάδετοι γενύων ἱππείων· οἱ χαλινοὶ οἱ διάδετοι καὶ κρεμάμενοι τῶν ἱππικῶν γενύων καὶ στομάτων κιννύρονται φόνον, ἤτοι ἦχόν τινα φονικὸν καὶ φονεργάτην πέμπουσιν. γράφεται καὶ διὰ δέ τοι καὶ συντάσσεται οὕτως· οἱ διὰ τῶν ἱππείων δέ τοι γενύων χαλινοί.
διάδετοι διὰ τῶν γενύων τῶν ἱππικῶν οἱ χαλινοὶ κινύρονται.
διάδετοι κρεμάμενοι.
διάδετοι πανταχόθεν δεδεμένοι ἱμάσιν. θ
διάδετοι οἱ συνδεδεμένοι· ταὐτὸν δὲ εἰπεῖν οἱ ἐμβεβλημένοι τοῖς στόμασι τῶν ἵππων.
γενύων στομάτων.
ἱππείων ἱππικῶν.
κιννύρονται βοῶσι, μηνύουσιν, ἠχοῦσιν.
κινύρονται πέμπουσι, σημαίνουσι.
κιννύρονται ἀπηχοῦσι.
κιννύρονται ἠχοῦσιν.
κιννύρονται ἠχοῦσιν ἤγουν διὰ τοῦ ἤχου ποιοῦσι φόβον.
ἑπτὰ δʼ ἀγήνορες· ἑπτὰ πύλας εἶχεν ἡ πόλις αὕτη αἱ Θῆβαι, ὅθεν καὶ ἑπτάπυλος ὀνομάζεται πρὸς ἀντιδιαστολὴν τῶν Αἰγυπτίων Θηβῶν· ἐκεῖναι γὰρ ἑκατοντάπυλοί εἰσιν. φησὶν οὖν ὅτι ἑπτὰ πρέποντες τοῦ στρατοῦ, ἤτοι ὑπερέχοντες τῶν Ἀργείων στρατηγοί, ὑπερήφανοι καὶ αὐθάδεις, προσίστανται ταῖς ἑπτὰ τῆς πόλεως πύλαις, ἤτοι ἀνὰ ἑκάστην πύλην εἷς στρατηγός, ἀπὸ κλήρου λαχόντες, ἣν ἕκαστος ἔμελλε πύλην λαβεῖν.
ἀγήνορες αὐθάδεις.
ἀγήνορες στρατηγοί.
ἀγήνορες ἡγεμόνες.
ἀγήνορες ἄνδρες.
ἀγήνορες ἄγαν ἀνδρεῖοι.
πρέποντες ὑπερέχοντες.
πρέποντες προέχοντες.
πρέποντες εὐπρεπεῖς.
πρέποντες ἔξοχοι· πρέπουσι γὰρ ἐν τοῖς ἄλλοις οἱ ἔξοχοι καὶ προὔχοντες.
δορυσσόοις δὲ ταῖς διὰ τοῦ δορὸς σούσαις καὶ κινούσαις εἰς φόβον τοὺς πολεμίους. τὸ δὲ σαγαῖς ἀντὶ τοῦ πανοπλίαις.
δορυσσόοις· ταῖς διὰ τῶν δοράτων σῳζούσαις πανοπλίαις.
δορυσσόοις ἐν ὁπλίσμασιν ἱππικοῖς.
δορυσσόοις σῳζούσαις τοὺς αὐτὰς φοροῦντας.
δορυσσόοις ταῖς διὰ τοῦ δορὸς σούσαις καὶ κινούσαις εἰς φόβον τοὺς πολεμίους.
γράφεται καὶ δορυσσοσαγεῖς ἤγουν ὡπλισμένοι.
δορυσσόοις πολεμικοῖς.
δορυσσόος πανοπλία ἡ ἐν τῷ δορὶ καὶ τῷ πολέμῳ σώους διατηροῦσα τοὺς ἔχοντας.
δορυσσόοις πολεμικαῖς, εἰς πολέμους ὁρμώσαις.
σαγαῖς πολεμικαῖς πανοπλίαις.
σαγαῖς πανοπλίαις.
σαγαῖς ὅπλοις.
ἀριθμητικὸν ἀντὶ τοῦ ἀριθμοῦ τοῦ ἑπτά, οὗ τὸ ἀνάπαλιν ἐν τῷ πρῶτος δύο τρεῖς· ἀριθμὸς γὰρ ἀντὶ τοῦ ἀριθμητικοῦ τοῦ δεύτερος τρίτος.
ἑβδόμαις ἀντὶ τοῦ εἰπεῖν ἑπτὰ εἶπε τὸ ἑβδόμαις· τὸ γὰρ ἕβδομον ἐπὶ ἑνὸς τιθέαμεν.
τὸ δὲ πύλαις ἑβδόμαις ἐστὶ σολοικοφανές· πρὸς γὰρ τὸ ἑπτὰ λοχαγοὶ καὶ πύλας ἑπτὰ εἰπεῖν ὤφειλεν, ὥσπερ ὁ Πλάτων εἴρηκε ἓν δύο τρία· ὁ δὲ τέταρτος ποῦ, ὀφείλων εἰπεῖν πρὸς τὰ οὐδέτερα πάλιν οὐδετέρως καὶ τέταρτον ποῦ· ὅμως δʼ οὖν οὐ παραβλέπτειν ἐστίν.
ἑβδόμαις ἑπτά.
παρίστανται· ἡ δὲ νῦν χρῆσις ἐπὶ ἐμποδίου τίθησι τὴν λέξιν.
προσίστανται πλησίον ἵστανται.
προσίστανται πρὸς ταῖς πύλαις ἵστανται, ἤγουν ἐν ταῖς πύλαις.
πάλῳ λαχόντες λαχμῷ λαχόντες τὰς πύλας.
πάλῳ κλήρῳ.
λαχόντες κληρωσάμενοι.
λαχόντες εὑρόντες.
λαχόντες ἀπὸ κλήρου σχόντες.
λαχόντες τοῦτο δηλονότι.
λαχόντες κληρωθέντες.
σὺ δὲ ὦ διογενές· πρὸς τὴν Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα ταῦτά φησιν ὁ χορὸς εἰς βοήθειαν τῆς πόλεως καλούμενος. λέγει οὖν πρὸς τὴν Ἀθηνᾶν· σὺ δὲ ὦ διογενὲς κράτος φιλόμαχον, ἤτοι ὦ Ἀθηνᾶ θεὰ φιλοπόλεμε—ἔστι δὲ τοῦτο περίφρασις—ἡ ἀπὸ τοῦ Διὸς γεννηθεῖσα— ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς ἐγεννήθη ἡ Ἀθηνᾶ—γενοῦ ῥυσίπτολις, ἤτοι ῥυσαμένη τὴν ἡμετέραν πόλιν ἀπὸ τῶν ἐχθρῶν.
σύ τʼ, ὦ διογενές· σύ τε, ὦ κράτος ἐν πολέμοις Ἀθηνᾶ. ὑπὸ δὲ ἀγωνίας οὐχ ἕνα θεὸν ἐπικαλοῦνται, ὡς παρθένοι. καὶ ταῦτα δὲ δοχμικά ἐστιν καὶ ἴσα, ἐάν τις αὐτὰ ὀκτασήμως βαίνῃ. κυρίως δὲ εἶπον βαίνῃ· ῥυθμοὶ γάρ εἰσι. βαίνονται δὲ οἱ ῥυθμοί, διαιρεῖται δὲ τὰ μέτρα, οὐχὶ βαίνεται.
σύ τʼ, ὦ κράτος ἐν πολέμοις Ἀθηνᾶ. ὑπὸ δὲ ἀγωνίας οὐχ ἕνα θεὸν ἐπικαλοῦνται αἱ παρθένοι.
σύ περίφρασις.
διογενὲς ἐκ Διὸς γεννηθέν.
ἢ τὸ φιλόμαχον κράτος ἀντὶ τοῦ φίλον καὶ προσφιλὲς κράτος ἐν ταῖς μάχαις.
φιλόμαχον πολεμικὴ γὰρ ἡ Ἀθηνᾶ.
φιλόμαχον φιλοπόλεμον.
φιλόμαχον πολεμικόν. θ
φιλόμαχον ἡ ἀγαποῦσα τὸν πόλεμον.
ῥυσίπτολις ἐλευθεροῦσα τὴν πόλιν.
ῥυσίπτολις ἐλευθερωτὴς τῆς πόλεως.
ῥυσίπτολις ῥύουσα τὴν πόλιν.
ῥυσίπτολις ῥυσαμένη τὴν ἡμετέραν πόλιν ἀπὸ τῶν ἐχθρῶν. διάλεκτος ἔνι τῶν Κυπρίων.
ῥυσίπτολις ῥυομένη τὴν πόλιν τῶν παρεστώτων. θ
ὥσπερ οἱ ἐφιέμενοι λείας ἀγελείαν Ἀθηνᾶν ἐπεβοῶντο, οὕτως οἱ περὶ σωτηρίας πόλεως τὰς χεῖρας ἀνέχοντες ῥυσίπτολιν καὶ ἐρυσίπτολιν Ἀθηνᾶν ἐπεκαλοῦντο, ἤγουν φύλακα τῆς πόλεως ἀπὸ τοῦ ἐρύω τὸ φυλάσσω.
Παλλὰς Ἀθηνᾶ.
Παλλὰς Ἀθηνᾶ διὰ τὸ φονεῦσαι Πάλλαντά τινα.
καὶ σύ, ὁ τῆς θαλάσσης κυριεύων θεὸς Ποσειδών, ἐπίλυσιν τῶν φόβων δίδου, ἤτοι λῦσον τὸν ἐπικείμενον ἡμῖν φόβον καταβαλὼν τοὺς ἐχθροὺς ἐν τῇ τριαίνῃ.
ὅ θʼ ἵππιος· καὶ σύ, ὦ Πόσειδον, ὃς ἀνάσσεις ἐπὶ θήρᾳ ἰχθύων.
ὅ θʼ ἵππιος καὶ ὁ ἱππικὸς Ποσειδών.
ὅ θʼ ἵππιος· ἵππειον λέγει τὸν Ποσειδῶνα διὰ τὸ ὕδωρ ταχέως καὶ δίκην ἵππου κινεῖσθαι. ὁ Ποσειδὼν δὲ ὁ τῆς θαλάσσης ἔφορος, ὁ φροντιστὴς καὶ βασιλεύς· θεὸς γὰρ οὗτος τῆς θαλάσσης κρατήσας.
ἵππιον λέγει τὸν Ποσειδῶνα διὰ τὸ ὕδωρ ταχέως καὶ δίκην ἵππου κινεῖσθαι.
ἵππιος πολεμικώτατος.
ἵππιος ἱππικός.
ἢ διὰ τὸ τάχος τοῦ ὕδατός φασι τὸν Ποσειδῶνα ἵππιον ἢ διὰ τὸ δωρήσασθαι τῷ Πέλοπι ἅρμα.
ἵππειος ἱππικὸς ἢ διότι τὸ ὕδωρ ταχύ, ἢ διότι τῷ Πέλοπι πρῶτος τὸ ἅρμα παρέσχεν. θ
ἵππιος· ἱππικός· ἔφιππον γὰρ αὐτὸν ἔγραφον ἢ διότι τὸ ὕδωρ ταχὺ ἢ διότι τῷ Πέλοπι πρῶτος ἅρμα παρέσχεν.
ποντομέδων ὁ ἐν τῷ πόντῳ βασιλεύων.
ποντομέδων ὁ θαλάσσης ἄρχων.
ποντομέδων βασιλεῦ τῆς θαλάσσης.
ποντομέδων ὁ μέδων καὶ βασιλεύων τοῦ πόντου.
ἰχθυβόλῳ μηχανᾷ τῇ τοὺς ἰχθῦς τιτρωσκούσῃ τριαίνῃ.
μηχανῇ τῇ τριαίνῃ.
μηχανῇ τῷ κάμακι ἢ τῇ τριαίνῃ. θ
μηχανῇ ἤγουν τῇ τοὺς ἰχθύας βαλλούσῃ τριαίνῃ.
Ποσειδᾶν τιμᾶται παρὰ Θηβαίοις ὁ Ποσειδῶν.
ἐπίλυσιν φόβου· πάλιν δὶς εἶπεν τὸ ἐπίλυσιν. τεταραγμένης δὲ ψυχῆς ταῦτα ἤθη καὶ ἐμφάσεως ἕνεκεν λεγόμενα.
τὸ δὶς τὰ αὐτὰ ἐπιφωνεῖν τεταραγμένης ψυχῆς ἤθη.
πάλιν εἶπε τὸ ἐπίλυσιν· τεταραγμένης γὰρ ψυχῆς ταῦτα τὰ ἤθη καὶ ἐκ φύσεως λελυμένης.
ἐπίλυσιν τὸ δὶς τὰ αὐτὰ λέγειν παθαινομένης ψυχῆς εἰσιν ἴδια.
ἐπίλυσιν ἐλευθερίαν.
ἐπίλυσιν διάλυσιν.
ἐπίλυσιν ἀπαλλαγήν. θ
δίδου ἡμῖν. θ
δίδου δίδοις καὶ παράσχοις.
Ἄρης ὦ Ἀττικῶς.
Ἄρης ὦ Ἄρης Ἀττικὸν ἀντὶ τοῦ ὦ Ἄρη.
ἐπώνυμον τὴν ὀνομαζομένην Καδμειακὴν ἀπὸ τοῦ Κάδμου τοῦ σοῦ γαμβροῦ· ἡ γὰρ γυνὴ Κάδμου Ἁρμονία Ἄρεος καὶ Ἀφροδίτης ἐξέφυ.
τὴν ὀνομαζομένην Καδμειακήν· τὸ δὲ Καδμεῖος ἐπίθετόν ἐστι τοῦ Ἄρεος· Ἁρμονίαν γὰρ τῆς Ἀφροδίτης καὶ Ἄρεος θυγατέρα εἶχεν ὁ Κάδμος.
φεῦ φεῦ διὰ μέσου τοῦτο.
Κάδμου Καδμεῖοι γὰρ οἱ Θηβαῖοι. θ
Κάδμου Καδμείαν.
κήδεσαί τʼ ἐναργῶς· κηδεστὴς ἐναργῶς γενοῦ. Ἁρμονίαν γὰρ τὴν Ἀφροδίτης καὶ Ἄρεως εἶχεν Κάδμος. φρόντισον οὖν ἡμῶν καὶ τῆς πόλεως ἐναργῶς.
κήδεσαι ἐπιμελήθητι.
διὰ τὸ συγγενέσθαι ἐκείνῃ τὸν Ἄρην καὶ γεννηθῆναι ἐξ αὐτῆς τὴν Ἁρμονίαν ἥτις ἦν γυνὴ τοῦ Κάδμου.
κήδεσαι φρόντισον.
ἐναργῶς ἀληθῶς.
ἐναργῶς σπουδαίως.
ἐναργῶς φανερῶς.
καὶ Κύπρις ἅτε γένους προμάτωρ· Κύπρις ἡ Ἀφροδίτη λέγεται· ταύτης δὲ καὶ Ἄρεος θυγάτηρ Ἁρμονία ἐγένετο, ἣν ὁ Κάδμος ἔλαβεν εἰς γυναῖκα, ἀφʼ ἧς οἱ ἀπὸ τοῦ Κάδμου πάντες γεγόνασιν. φησὶν οὖν ὁ χορὸς πρὸς τὴν Ἀφροδίτην καὶ τὴν ταύτης θυγατέρα Ἁρμονίαν ὅτι βοήθησον ἡμῖν· ἀπὸ γὰρ τοῦ αἵματος τοῦ σοῦ ἐγεννήθημεν ἀντὶ τοῦ ἀπὸ σοῦ καταγόμεθα.
ὅτι τὸν δράκοντα τὸν ἐν Δελφοῖς ὄντα ὁ Κάδμος ἀπέκτεινε καὶ τοὺς ὀδόντας αὐτοῦ ἔσπειρε καὶ ἀνεφύησαν ἄνθρωποι ἐξ ὧν οἱ Θηβαῖοι. ἢ ὅτι ἡ Ἁρμονία ἡ θυγάτηρ τῆς Ἀφροδίτης ἦν γυνὴ τοῦ Κάδμου· ἀπὸ γὰρ Ἁρμονίας τῆς θυγατρὸς Ἀφροδίτης πάντες οἱ ἐκ Κάδμου.
Κύπρις σὺ ἡ Ἀφροδίτη.
γένους τοῦ ἡμετέρου. θ
προμήτορα λέγει ταύτην ὅτι ἡ Ἀφροδίτη ἐγέννησε τὴν Ἁρμονίαν ἣν ἔσχε γυναῖκα ὁ Κάδμος.
προμάτωρ ἐξ Ἄρεος γὰρ καὶ Ἀφροδίτης Ἁρμονία ἡ Κάδμου γυνή.
ἄλευσον ἀποδίωξον.
ἄλευσον φύλαξον, ἀποδίωξον καὶ ἀποσόβησον τοὺς ἐχθρούς.
ἄλευσον καὶ δίωξον τοὺς ἐχθρούς.
ἄλευσον βοήθησον.
ἄλευσον ἀποσόβησον τὰ παρόντα.
ἄλευσον ἀποδίωκε.
αἵματος γένους.
αἵματος τοῦ γένους ἤτοι τῆς Ἁρμονίας τῆς σῆς θυγατρός. θ
γεγόναμεν ἐγεννήθημεν.
λιταῖς παρακλήσεσι.
θεοκλύτοις· μεγάλαις ἢ ἐλεειναῖς, διʼ ὧν ὁ θεὸς ἐπικαμφθεὶς ἐπακούσει ἡμῶν. ἢ ὧν δεῖ τοὺς θεοὺς κλύειν.
θεοκλύτοις· ἤτοι μεγάλαις, δυναμέναις καὶ μέχρι τοῦ οὐρανοῦ ἀνέρχεσθαι ὥστε ἀκουσθῆναι τοῖς θεοῖς.
θεοκλύτοις μεγάλαις.
θεοκλύτοις μεγάλαις ἃς καὶ θεὸς ἂν ἀκούσειεν.
θεοκλύτοις ὧν σὺ ἡ θεὸς ἀκούσαις εἰ θέλει.
θεοκλύτοις αἷς ἄνθρωποι τοὺς θεοὺς καλοῦσιν εἰς ἔλεον ἐπικαλούμεναι. θ
θεοκλύτοις ἃς ὀφείλει ὁ θεὸς ἀκοῦσαι.
ἀπύουσαι φωνοῦσαι.
ἀπύουσαι βοῶσαι.
ἀπύουσαι ἐπικαλούμεναι.
πελαζόμεθα πλησιάζομεν.
πελαζόμεθα ἐρχόμεθα.
πελαζόμεθα τῷ σῷ βωμῷ πλησιάζομεν. θ
λέγει δὲ πρὸς τὸν Ἀπόλλωνα ὅτι καὶ σύ, ὦ ἄναξ Λύκιε, γενοῦ τῷ πολεμικῷ στρατῷ λύκειος, ἤγουν ἐφόρμησον ἐν αὐτοῖς ὡς λύκος, ἕνεκα τῆς φωνῆς τῶν στεναγμῶν ἡμῶν.
Λύκειος γενοῦ· πολέμιος· οἷον ὥσπερ λύκος αὐτοῖς ἐφόρμησον ἀνθʼ ὧν ἡμεῖς νῦν θρηνοῦμεν. οὕτω τινὲς τὸ Λύκειος. ἢ ἐπιβλαβὴς τοῖς πολεμίοις ἐπὶ τῆς ἀυτῆς τῶν στόνων γενοῦ, οἷον ἐπὶ τοῦ πολέμου.
παρήχησιν ἐνταῦθα ποιεῖ Λύκειʼ ἄναξ λύκειος γενοῦ εἰπών, ἤτοι πολέμιος αὐτοῖς, οἷον ὥσπερ λύκος ἐφόρμησον ἀνθʼ ὧν ἡμεῖς θρηνοῦμεν. οὕτω τινὲς τὸ Λύκειος. ἢ ἐπιβλαβὴς τοῖς πολεμίοις ἐπὶ τῆς ἀυτῆς τῶν στόνων, ἤγουν ἐπὶ τοῦ πολέμου, γενοῦ. ἀυτὴ δὲ ὁ πόλεμος διὰ τὸ γίνεσθαι θόρυβον ἐν τούτῳ πολύν.
ἄλλως· πολέμιος γὰρ ἦν. ὅπως λύκος γενοῦ αὐτοῖς, οἷον ὡς λύκος ἐφόρμησον ἀνθʼ ὧν νῦν ἡμεῖς θρηνοῦμεν· οὕτως τινὲς τὸ Λύκιος. ἢ ἐπὶ βλάβης τῶν πολεμίων ἐπὶ τῆς ἀυτῆς τῶν στόνων γενοῦ, οἷον ἐπὶ τοῦ πολεμίου.
καὶ σύ, Λύκιʼ ἄναξ· Λύκιόν φησι τὸν Ἀπόλλωνα ἢ διὰ τὸ ἐν Λυκίᾳ τῇ πόλει τιμᾶσθαι αὐτὸν ἢ διὰ τὸ ἀνατιθέναι τούτῳ λύκον ὡς ἱερὸν ἢ διὰ τὸ λύκους ἀνελεῖν ἢ—ὅ γε κρεῖττον—διὰ τὸ λυκόφως ποιεῖν τῆς νυκτὸς ὑποχωρούσης· Ἀπόλλων γὰρ ὁ ἥλιος.
διὰ τὸ λύκον ποτὲ ἀποκτεῖναι Ἀπόλλω τοῦτον κεκλῆσθαί φασιν. τοῦτο δὲ πέπλασται ἀπὸ τοῦ τὸ λυκόφως ὑπὸ ἡλίου διαλύεσθαι, εἰς τοῦτον ἀλληγορουμένου Ἀπόλλωνος. λυκόφως δὲ καλεῖται διὰ τὸ ἔχειν τὸν λύκον τοιάνδε χροίαν.
Λύκειʼ ἐπίθετον τοῦ Ἀπόλλωνος.
Λύκειʼ ἐν τῇ Λυκίᾳ τιμώμενος.
Λύκειʼ ὁ λύκον ὀλέσας ποτέ. θ
ἄναξ Ἀπόλλων.
Λύκιος γενοῦ λύκειος γενοῦ τῷ δαΐῳ στρατῷ ἐπὶ τῆς ἀυτῆς τῶν στόνων, ἤγουν ἐπὶ τοῦ πολέμου.
λύκειος ἀναιρέτης.
λύκειος ἄγριος, ἀφανιστής.
λύκειος ἀφανιστικός, τιμωρητής.
λύκειος ἀπηνής.
λύκειος φοβερός.
λύκειος φθορεὺς καὶ οἷος ἐφάνης λύκῳ ποτέ. θ
δαΐῳ πολεμικῷ.
δαΐῳ τῷ τῶν πολεμίων. θ
στόνων ἀυτᾶς ἕνεκα ἡμῶν τῆς φωνῆς τῶν στεναγμῶν.
στόνων ἀυτῆς τῶν ἡμετέρων στεναγμάτων ἀκροατής. θ
στόνων τῶν στεναγμῶν τῶν ἡμετέρων.
ἀυτᾶς τοῦ πολέμου.
ἀυτᾶς τῆς φωνῆς.
ἀυτᾶς ἀκούων.
ἀυτᾶς ἀκροατής.
ἀυτᾶς ἕνεκα τῆς κραυγῆς.
ἀυτᾶς τῆς ἐμῆς δῆλον.
ἀυτᾶς ἕνεκα τῆς βοῆς.
καὶ σύ, ὦ Ἄρτεμι φίλη καὶ προσφιλὴς ἡμῖν κούρα καὶ παρθένε Λητογένεια καὶ τὸ γέννημα τῆς Λητοῦς, εὖ καὶ καλῶς καὶ ἐπιστημόνως τὸ τόξον εὐτρέπιζε, ἐν τῷ πολέμῳ δηλονότι.
Λητογένεια ὦ Ἄρτεμις ἡ ἀπὸ τῆς Λητοῦς γεννηθεῖσα· Λητοῦς γὰρ καὶ Διὸς θυγάτηρ ἡ Ἄρτεμις.
Λητογένεια ἡ ἀπὸ τῆς Λητοῦς γεννηθεῖσα.
Λατογένεια ἡ Ἄρτεμις γὰρ θυγάτηρ Διὸς καὶ Λητοῦς.
Λητογένεια ἐκ Λητοῦς γεννηθεῖσα. θ
κούρα θύγατερ τῆς Λητοῦς.
κούρα παρθένε.
εὐπυκάζου· ἤτοι ἐντέχνως καὶ ἐπιστημόνως ἔντεινε τὸ τόξον· τὸ γὰρ πύκα ἀντὶ τοῦ ἐπιστημόνως παραλαμβάνεται.
εὖ πυκάζου εὐτρέπιζε.
εὖ πυκάζου κατασκευάζου.
εὖ πυκάζου ἔντεινε.
εὖ πυκάζου εὐτρέπιζε κατὰ τῶν πολεμίων. θ
φίλα προσφιλής.
φίλα ἐμοί.
στροφὴ ἑτέρα κώλων ιαʹ.
ἡμέτερον ἒ ἒ ἒ ἔ· ἐντεῦθεν ἄρχονται αἱ κατὰ σχέσιν στροφαί. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ προκελευσματικὸν μονόμετρον· ἐχρήσατο δὲ τούτῳ ἐνταῦθα διὰ τὸ ταχέως γεγονέναι ἐξαίφνης τὸν κτύπον τῶν ἁρμάτων καὶ ἐν τῇ ἀντιστροφῇ διὰ τὸ ταχέως φέρεσθαι τοὺς λίθους κατὰ τῶν ἐπάλξεων, ἢ καὶ διὰ τὸ ταχέως ὁρμᾶν τὰς ψυχὰς αὐτῶν καὶ πατάσσειν τῷ φόβῳ τινὸς αἰσθανομένου κτύπου· τὰ βραχέα γὰρ εὐκινητότερα τῶν μακρῶν. τὸ βʹ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ γʹ ὅμοιον κατὰ πάντα· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον συνίζησιν ἔχει κατὰ τὸν πρῶτον πόδα. τὸ δʹ ὅμοιον μονόμετρον ὑπερκατάληκτον ἐκ χοριάμβου καὶ συλλαβῆς. τὸ εʹ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος τετάρτου καὶ ἰάμβου. τὸ ϛʹ ὅμοιον τῷ βʹ· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον συνίζησιν ἔχει κατὰ τὸν βʹ πόδα, ἤγουν τὸν ἴαμβον. τὸ ζʹ ὅμοιον καθαρόν. τὸ ηʹ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ καὶ κρητικοῦ. τὸ θʹ ὅμοιον ἐξ ἐπιτρίτου δευτέρου ἤτοι τροχαϊκῆς συζυγίας καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον ἢ χορείου. τὸ τῆς στροφῆς δὲ κῶλον πεντασύλλαβον ἔχει τὸν ἐπίτριτον. τὸ ιʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου δευτέρου, παίωνος τρίτου καὶ συλλαβῆς· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς τὸν δεύτερον ἔχει πόδα παίωνα δεύτερον. τὸ ιαʹ παιωνικὸν τρίμετρον βραχυκατάληκτον ἐκ παίωνος πρώτου καὶ τετάρτου καὶ ἰάμβου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον ἀκατάληκτον τοῦ πρώτου ποδὸς δακτύλου, τοῦ δὲ δευτέρου χορείου, τῶν δὲ λοιπῶν ἰάμβων. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
ἒ ἒ ἒ ἔ ἐπίρρημα θαυμαστικόν.
ἒ ἒ ἒ ἔ ἐπίρρημα θρηνητικόν.
ὄττοβον ἁρμάτων· ἀκούω, φησίν, τὸν τῶν χνοῶν κτύπον.
ὄττοβον ἦχον.
ὄττοβον κτύπον.
ἁρμάτων τῶν καρουχῶν.
ἁρμάτων τῶν πολεμίων. θ
κλύω ἀκούω.
τὸ πότνια Ἥρα καὶ τὸ Ἄρτεμι φίλα ἐπιφωνήματά ἐστι πρὸς τοὺς θεοὺς διὰ μέσου τῶν στεναγμάτων λεγόμενα, εἰς οἶκτον αὐτοὺς προκαλούμενα· τοιαῦτα δὲ καὶ προϊὼν εὑρήσεις.
ὦ πόττνια διά μέσου.
πόνια σεβασμία.
ἔλακον ἀξόνων· ἀκούω, φησί, στεναγμὸν τῶν χνοῶν. λέγουσι καὶ μετὰ τοῦ ι οἱ ποιηταὶ τὸ χνοιαί. παρὰ τὸ μέγα δʼ ἔβραχε φήγινος ἄξων. χνόαι δὲ τὰ ἀκραξόνια, περὶ ἃ αἱ χοινικίδες οἱ παραξονῖται λεγόμενοι.
ἔλακον ἀξόνων· ὡς καὶ παρʼ Ὁμήρῳ μέγα δʼ ἔβραχε φήγινος ἄξων· χνόαι δὲ τὰ ἀκραξόνια περὶ ἃ αἱ χοινικίδες αἱ παραξονῖται λεγόμεναι. λέγεται δὲ καὶ μετὰ τοῦ ἰῶτα χνοιαὶ ὡς ῥοιαὶ ῥόαι καὶ χροιαὶ χρόαι.
ἔλακον ἀξόνων· παρὰ τὸ μέγα δʼ ἔβραχε φήγινος ἄξων τοῦτο εἴρηται.
ἔλακον ἤχησαν.
ἔλακον ἐβόησαν.
ἔλακον ἐβόησαν, ἤχησαν ἀπὸ τῆς τάσεως τοῦ δρόμου.
ἀξόνων τῶν ἐν τοῖς ἅρμασιν. θ
βριθομένων τῶν ζυγῶν βαρυνομένων ὑπὸ τῆς τάσεως τοῦ δρόμου.
βριθομένων βαρουμένων.
βριθομένων βαρέως ἠχούντων.
βριθομένων βαρυνομένων.
βριθομένων βαρουμένων τοῖς ἐφεστῶσιν. θ
χνόαι δέ εἰσι τὰ ἀκροξόνια περὶ ἃ αἱ χοινικίδες, αἳ παραξονίτιδες λέγονται.
χνόαι λέγονται αἱ τῶν τροχῶν χοινικίδες, ἤτοι αἱ σύριγγες ὅ ἐστιν ὀπαί, ἃς καὶ πλήμνας φασίν, ἤγουν τὰ μέσα τῶν εἰρημένων συρίγγων, εἰς ἃς ἐντίθενται τὰ τοῦ ἄξονος ἄκρα, πλῆμναι δὲ καλούμεναι διὰ τὸ πλήσσεσθαι ἢ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. ἐνήλατα δὲ ταῖς χοινικίσιν ἐμβαλλόμενα ἢ πασσαλίσκοι κωλύοντες ἐξιέναι τὸν τροχόν. ἐπίσωτρα λέγονται οἱ ἐπικείμενοι κύκλοι τοῖς τροχοῖς, ἤτοι οἱ κανθοί· οὕτω δὲ λέγονται διὰ τὸ ἐπιτρέχειν ἢ παρὰ τὸ σῴζειν, ὡς ἀπὸ τῆς ἐπὶ προθέσεως καὶ τοῦ σῶ τὸ ὁρμῶ, ἢ ἀπὸ τοῦ σῴζω· σωστικοὶ γὰρ τῆς ἔσω περιφερείας εἰσὶν οἱ κανθοί.
σῦριγξ καὶ χνόη τὸ εἰς τὴν ὀπὴν ἔνθα ὁ τροχὸς ἐμβεβλημένον ξύλον.
τὸ δὲ χνόαι βαρύτονον· τὰ εἰς η καθαρὰ δισύλλαβα τῷ ο παραληγόμενα ἀπὸ δύο συμφώνων ἀρχόμενα, ὧν προηγεῖται δασύ, βαρύνεται, οἷον χνόη, φθόη, χλόη. τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ.
χνόαι αἱ ὀπαί.
χνόαι αἱ σύριγγες.
χνόαι ἀκροξόνια.
χνόαι αἱ ὀπαί, ἤτοι τὰ ἅρματα περιφραστικῶς. θ
χνόαι αἱ ὀπαὶ τῶν τροχῶν ἃς καὶ χοινικίδες καλοῦσιν.
ἡμέτερον· Ἄρτεμις ὦ φίλα· οὕτω χρὴ γράφειν ταῦτα τὰ κῶλα ὡς διωρθώθη παρʼ ἡμῶν· οὕτω γὰρ ἔχει οἰκείως πρὸς τὰ τῆς ἀντιστροφῆς κῶλα. οἱ δʼ ἄλλως γράφοντες καὶ ταῦτʼ ἐναλλάσσοντες οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων.
Ἄρτεμις ὦ φίλα διὰ μέσου.
Ἄρτεμις ὦ φίλα οὕτω γράφε διὰ τὸ μέτρον.
ἒ ἒ ἒ ἔ ἐπίρρημα θρηνητικόν.
δορυτίνακτος διὰ τῶν δοράτων τῶν πολεμίων κινούμενος. θ
δορυτίνακτος ὑπὸ τῶν δοράτων τινασσομένων.
αἰθήρ ἀήρ.
ἐπιμαίνεται ἠχεῖ.
ἐπιμαίνεται ταράσσεται.
ἐπιμαίνεται σφοδρῶς κινεῖται.
πάσχει πασχήσει.
πάσχει πάθῃ.
πάσχει κακοπαθεῖ.
πάσχει πείσεται. θ
ποῖ μέχρι τίνος.
τέλος τοῦ νῦν ὄντος κινδύνου.
ἐπάγει ἐπάξει.
ἐπάγει φέρει.
ἐπάγει εἰς νίκην ἢ εἰς ὄλεθρον. θ
θεός ἡ τύχη.
ἀντιστροφὴ κώλων ιαʹ.
ἀκροβόλων δʼ ἐπάλξεων λιθάς· λιθὰς δέ, ἤτοι σύρροια λίθων, ἔρχεται ἐπὶ τῶν ἐπάλξεων καὶ τῶν μικρῶν πυργισκίων τῶν ἀκροβόλων, ἤτοι τῶν βαλλομένων διὰ τὸ ἐν ἄκραις τῶν τειχῶν καὶ ἄνωθεν ἵστασθαι.
ἀκροβολίζεσθαί ἐστι τὸ ἐν πολέμῳ συμβολῆς προκατάρχεσθαι.
ἀκροβόλων ἤτοι τῶν βαλλομένων διὰ τὸ ἐν ἄκραις τῶν τειχῶν καὶ ἄνωθεν ἴστασθαι.
ἀκροβολίζεσθαί ἐστι τὸ ἐν πολέμοις κατάρχεσθαι.
ἀκροβόλων τῶν βαλλομένων κατὰ τὸ ἄκρον.
ἀκροβόλων ἐπάνω τῶν τειχῶν τῶν πύργων.
ἀκροβόλων πολεμικῶν ὀργάνων. θ
ἀκροβόλων τῶν ὑψηλῶν. ἤγουν τὰ ἄκρα τῶν ἐπάλξεων λίθοις βάλλουσιν οἱ πολέμιοι.
ἀκροβόλων τῶν ὑψηλῶν.
ἐπάλξεων τῶν μικρῶν πυργισκίων.
ἐπάλξεων ἐπάνω προμαχώνων, τῶν τειχῶν.
ἐπάλξεων συνίζησις.
τὸ ἀκροβόλων πρὸς τὸ ἐπάλξεων σύναπτε οὕτως· ἔρχεται ἀπὸ τῶν ἀκροβόλων ἐπάλξεων λιθὰς καὶ σωρεία λίθων κατὰ τῶν πολεμίων δηλονότι, ἤγουν ἐν τοῖς ἄκροις τῶν ἐπάλξεων ἱστάμενοί τινες τοὺς ἀντιπίπτοντας βάλλουσιν. ἢ οὕτως· ἔρχεται παρὰ τῶν πολεμίων ἐπὶ τῶν ἀκροβόλων ἐπάλξεων λιθάς. ταῦτα δὲ λέγει ὁ χορὸς οὐχ ὅτι ἀληθῶς ἐγίνετο, ἀλλʼ Αἰσχύλος ἐξεπίτηδες τοῦτο ποιεῖ τὴν τῶν γυναικῶν παριστῶν φύσιν, ἡνίκα ταραχθεῖεν φόβῳ καὶ τὰ οὐκ ὄντα φανταζομένων.
λιθὰς σύρροια λίθων.
λιθὰς σύρροια, πλῆθος.
λιθὰς πλῆθος λίθων.
λιθὰς σωρεία λίθων.
λιθὰς λιθασμός.
τὸ ἔρχεται εἰ μὲν νοήσεις ἀπὸ Θηβῶν πρὸς τοὺς πολεμίους οὕτως ἐρεῖς· ἔρχεται εἰς τοὺς πολεμίους ἐκ τῶν τειχῶν λιθὰς ἀκροβόλων. εἰ δὲ ἀπὸ τῶν πολεμίων πρὸς τοὺς Θηβαίους οὕτω· ἔρχεται ἐκ τῶν πολεμίων ἐπὶ τῶν Θηβαϊκῶν ἐπάλξεων λιθὰς ἀκροβόλων. ταῦτα δὲ λέγει ὁ χορὸς οὐχ ὅτι ἀληθῶς ἐγένετο, ἀλλʼ Αἰσχύλος ἐξεπίτηδες τοῦτο ποιεῖ τὴν τῶν γυναικῶν παριστῶν φύσιν, ἡνίκα ταραχθεῖεν φόβῳ καὶ τὰ οὐκ ὄντα φανταζομένων. ἢ τὸ ἀκροβόλων πρὸς τὸ ἐπάλξεων σύναπτε οὕτως· ἔρχεται κατὰ τῶν πολεμίων λιθὰς καὶ σωρεία λίθων ἐκ τῶν ἀκροβόλων ἐπάλξεων, ἤγουν ὧν ἐν τοῖς ἄκροις ἱστάμενοί τινες τοὺς ἀντιπίπτοντας βάλλουσιν. θ
ἔρχεται παρὰ τῶν πολεμίων.
ὦ φίλʼ Ἄπολλον· ὦ φίλε Ἄπολλον καὶ Ἀθηνᾶ καὶ διόθεν πολεμόκραντον.
εἰπὼν ὦ Ἄπολλον καὶ δέον εἰπεῖν· ὦ Ζεῦ, τέλος ἡμῖν πολεμόκραντον ἁγνὸν καὶ ἀναίμακτον δός, ὁ δὲ οὐχ οὕτως ἔφη, ἀλλὰ πρὸς τὸ τέλος τὸν λόγον ἐποιήσατο. ἔστι δὲ τὸ αὐτό.
ὦ φίλʼ Ἄπολλον διὰ μέσου.
κόναβος ἐν πύλαις· κόναβος καὶ κτύπος τῶν σακέων καὶ τῶν ἀσπίδων τῶν ὑπὸ χαλκοῦ συνδεδεμένων, ἐν μάχαις τε τέλος καὶ πλήρωμα ζωῆς, ἤτοι θάνατος, ἁγνὸν ἐν τῷ πολέμῳ πληρωθέν, ἢ ὑπὸ τοῦ πολέμου γενόμενον. ἐπεὶ δὲ μιαρὸς ὁ ἐν πολέμῳ φόνος, ἁγνὸν μᾶλλον τοῦτον ἔφησεν, ἐπεὶ οἱ πολεμίους ἀποκτείναντες καθαροί εἰσι μᾶλλον ἢ οἱ φίλους ἀνελόντες. τέλος δὲ ὁ φόνος καὶ ὁ πόλεμος· τέλος γάρ τινες τοῦ βιότου ἐν τούτῳ πολλάκις εὑρίσκουσιν. τέλος γὰρ τῆς τοῦ ἀνθρώπου ζωῆς ὁ θάνατος.
κόναβος ἐν πύλαις· κόναβος καὶ ἦχος καὶ κτύπος τῶν σακέων καὶ τῶν ἀσπίδων τῶν ὑπὸ χαλκοῦ δεδεμένων, καὶ τέλος καὶ πλήρωμα ζωῆς, ἤτοι θάνατος, πολεμόκραντον καὶ ἐν τῷ πολέμῳ πληρωθέν, ἁγνὸν καὶ καθαρόν, διόθεν καὶ ἀπὸ τοῦ Διός· οἱ γὰρ ἐν πολέμῳ φονεύσαντες καθαροί εἰσιν.
κόναβος ἦχος.
κόναβος κτύπος ἐστίν.
ἐντεῦθεν νοήσεις ὃ φθάσας εἶπε μελάνδετον σάκος
χαλκοδέτων τῶν ὑπὸ χαλκοῦ συνδεδεμένων.
χαλκοδέτων δεδεμένων ὑπὸ τοῦ χαλκοῦ.
χαλκοδέτων τῶν διὰ σιδήρων δεδεμένων.
χαλκοδέτων ἐκ σιδήρου δεδεμένων ἀσπίδων. θ
χαλκοδέτων τῶν σιδηρῶν.
σακέων σκουταρίων.
σακέων ἀσπίδων.
σακέων συνίζησις.
ὦ μάκαιρα ἄνασσα Ὄγκα, τέλος ἁγνὸν πολεμόκραντον διόθεν, ἤτοι ἀπὸ τοῦ Διός, ἐν ταῖς μάχαις, ἡ πρὸ τῶν πυλῶν ζωγραφουμένη, ἐπιρρύου τὴν πόλιν τὴν ἑπτάπυλον· οὕτως συντακτέον.
διόθεν πολεμόκραντον ὡσεὶ ἔλεγεν· ἡ ἀπόβασις τοῦ πολέμου διόθεν.
διόθεν ἀπὸ τοῦ Διός.
διόθεν ἐκ τοῦ Διὸς ἡμῖν εἴη. θ
πολεμόκραντον· ἐπεὶ οὐ μιαρὸς ὁ ἐν πολέμῳ φόνος, ἁγνὸν τέλος ἔφη, ἐπεὶ οἱ πολεμίους ἀποκτείναντες καθαροί εἰσι μᾶλλον ἢ οἱ φίλους ἀνελόντες.
πολεμόκραντον τετελειωμένον τῷ πολέμῳ.
πολεμόκραντον ἀπὸ τοῦ πολέμου τελειωθέν.
πολεμόκραντον κραίνων καὶ τελειῶν τὸν πόλεμον.
πολεμόκραντον ἐκ πολέμου κρανθὲν καὶ τελειωθέν. θ
ἁγνὸν ἁγνὸν ἔφη, ἐπειδὴ μιαρὸς ὁ ἐν πολέμοις φόνος πρὸς ἀντιδιαστολὴν τοῦ ἐμφυλίου πολέμου.
ἁγνὸν καθαρόν, παρόσον οἱ πολεμίους ἀποκτείναντες καθαροί εἰσι καὶ ἀναίτιοι νομίμως.
ἁγνὸν καθαρόν.
ἁγνὸν καθαρόν, παρόσον οἱ πολεμίους καταστρεψάμενοι καθαροί εἰσι καὶ ἀναίτιοι· ἀμύνονται γὰρ ὑπὲρ σφῶν. τοῦτο δὲ νόμιμον. φησὶ γὰρ ὁ νόμος· ὁ τὸν ἐπιόντα φονεύσας, ἐν ᾧ περὶ τοῦ ζῆν ἐκινδύνευεν, ἀνεύθυνός ἐστιν.
ἁγνὸν δίκαιον.
τέλος πλήρωμα.
Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις. ἐπεύχεται δὲ τὴν ἐπιχώριον Ἀθηνᾶν, ὡς ὁ Θετταλὸς Ζεῦ ἄνα Δωδωναῖε καὶ ὁ Λύκιος κλῦθι, ἄναξ, ὅς που Λυκίης καὶ ὁ Ἴλιος Ζεῦ Ἴδηθεν μεδέων. Ὀγκαία Ἀθηνᾶ τιμᾶται παρὰ Θηβαίοις, Ὄγκα δὲ παρὰ τοῖς Φοίνιξιν. καὶ Ὀγκαῖαι πύλαι. μέμνηται καὶ Ἀντίμαχος καὶ Ῥιανός. Φοῖνιξ δὲ ἄνωθεν ὁ Κάδμος.
Ὀγκαία ἡ Ἀθηνᾶ παρὰ Φοίνιξιν, Ὄγκα δὲ παρὰ Θηβαίοις. ἐπεύχεται μὲν τὴν ἐγχώριον Ἀθηνᾶν ὡς ὁ Θετταλὸς Ζεῦ ἄνα Δωδωναῖε καὶ ὁ Λύκιος κλῦθι, ἄναξ, ὅς που Λυκίης καὶ ὁ Ἰλιεὺς Ζεῦ πάτερ Ἴδηθεν μεδέων.
μάκαιρʼ ἄνασσʼ Ὄγκα· Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις ἐτιμᾶτο. ἐπεύχεται δὲ τὴν ἐπιχώριον Ἀθηνᾶν καλῶν εἰς βοήθειαν, ὡς ὁ Θετταλὸς τὸν Δία λέγων Ζεῦ ἄνα Δωδωναῖε καὶ ὁ Λύκιος τὸν Ἀπόλλωνα κλῦθι, ἄναξ, ὅς που Λυκίης εὐρείης ἀνάσσεις καὶ ὁ Ἰδαῖος Ζεῦ πάτερ Ἴδηθεν μεδέων. Ὀγκαία τοίνυν ἡ Ἀθηνᾶ τιμᾶται παρὰ Θηβαίοις.
Ὄγκα δὲ παρὰ Φοίνιξιν ἡ Ἀθηνᾶ, καὶ Ὀγκαῖαι πύλαι· μέμνηται τούτου καὶ Ἀντίμαχος. Φοῖνιξ δὲ τὸ γένος ἄνωθεν ὁ Κάδμος ἐτύγχανεν ὁ τῶν Θηβαίων οἰκιστής, διὸ καὶ ὡς ἐκ Φοινίκων κατηγμένος Ὄγκαν Ἀθηνᾶν παρὰ Θηβαίοις τιμᾶσθαι ἐποίησεν. τὸ δὲ πρὸ πόλεως ἑπτάπυλον ἕδος ῥύου οὕτως ῥητέον· ὦ μακαρία ἄνασσα Ὄγκα, ὦ Ἀθηνᾶ, πρὸ τῆς πόλεως γενομένη βοήθησον αὐτῇ. κάλλιον δὲ εἰπεῖν τὸ πρὸ πόλεως οὕτως· ὦ Ὄγκα Ἀθηνᾶ ἡ πρὸ τῆς πόλεως, ἤτοι οὖσα ἐζωγραφημένη τῆς πόλεως ἔμπροσθεν, ῥύου τὸ ἑπτάπυλον ἕδος, ἤτοι τὴν ἑπτάπυλον πόλιν τῶν Θηβαίων· γίνωσκε γὰρ ὅτι ἐζωγράφουν ταύτην πρὸ τῶν πυλῶν τῆς πόλεως, ἣν καὶ ὁ Λυκόφρων πυλαίτιδα λέγει διὰ τὸ ἄνωθεν ἱστορεῖσθαι ταύτην τῶν τῆς πόλεως πυλῶν.
μάκαιρʼ ἄνασσʼ Ἀθηνᾶ ἰσχυρά.
μάκαιρʼ μακαρία.
μάκαιρʼ ὦ Ἀθηνᾶ.
ἄνασσʼ ἡ ἄνασσα ἐν ταῖς μάχαις· πολεμικὸς γὰρ ἡ θεός.
ἄνασσʼ ἤγουν ἡ ἀνάσσουσα ἐν ταῖς μάχαις.
Ὄγκα ἐπίθετον τῆς Ἀθηνᾶς.
Ὄγκα ἰσχυρά.
Ὄγκα Ἀθηνᾶ Φοινίκων γλώττῃ. θ
Ὄγκα Ἀθηνᾶ.
Ὄγκα ἡ Ἀθηνᾶ Φοινίκων γλώττῃ· ὁ Κάδμος δὲ ἄνωθεν Φοῖνιξ ἦν τὸ γένος.
πρὸ πόλεως ἡ ἐπάνω τῆς πόλεως ἐζωγραφημένη.
πρὸ πόλεως ἐζωγραφημένη.
πρὸ πόλεως ἱσταμένη.
πρὸ πόλεως ἔμπροσθεν γὰρ τῆς πόλεως ἦν Ἀθηνᾶ ἐζωγραφημένη.
ἑπτάπυλον τὰς Θήβας. θ
ἕδος ἔδαφος.
ἐπιρρύου κατὰ πάντα βοήθησον· τοῦτο γὰρ ἔθος καὶ ἴδιον τοῖς θεοῖς.
ἐπιρρύου ἐλευθέρου.
ἐπιρρύου φύλαττε.
ἐπιρρύου ἐλευθέρωσον τοῦ κινδύνου.
στροφὴ ἑτέρα κώλων ηʹ.
ἡμέτερον ἰὼ παναλκεῖς θεοί· ἐντεῦθεν ἡ δευτέρα στροφὴ ἄρχεται. εἰσὶ γοῦν τὰ κῶλα αὐτῆς ηʹ καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐκ διιάμβου καὶ δακτύλου ἢ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ βʹ ὅμοιον τρίμετρον βραχυκατάληκτον ἐκ διιάμβου, ἐπιτρίτου βʹ καὶ ἰάμβου. τὸ γʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον καταληκτικὸν ἐκ διτροχαίου καὶ χορείου ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον συνίζησιν ἔχει ἐν τῷ δευτέρῳ ποδί. τὸ δʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος τρίτου, ἀντισπάστου καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον ἀκατάληκτον τοῦ δευτέρου ποδὸς χορείου. τὸ εʹ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος δʹ καὶ κρητικοῦ· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς οὐ κρητικόν, ἀλλὰ τετρασύλλαβον ἔχει βακχεῖον. διαλύονται γὰρ αἱ μακραὶ τῶν ποδῶν συλλαβαὶ εἰς δύο βραχείας ὡς πολλάκις ἡμῖν εἴρηται. τὸ ϛʹ καὶ ζʹ ὅμοια παιωνικὰ ἡμιόλια ἐκ παιώνων τετάρτων καὶ ἰάμβων. τὸ ηʹ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς. αὕτη γὰρ ἐπισφραγίζει τὰ κατὰ σχέσιν ᾀδόμενα ᾄσματα.
παναλκεῖς κατὰ πάντα βοηθοί· τοῦτο γὰρ ἴδιον θεῶν.
παναλκεῖς παντοδύναμοι.
παναλκεῖς πάντα δυνάμενοι.
τέλειοι θεοί.
τέλειοι ἀνελλιπεῖς· ἀνελλιπὲς γὰρ τὸ θεῖον. θ
τέλειαι θεαί.
γᾶς—πυργοφύλακες ἤγουν τῆς γῆς τῆσδε καὶ τῆς πόλεως φύλακες.
πυργοφύλακες φυλάσσοντες τοὺς πύργους.
δορίπονον αἰχμάλωτον.
δορίπονον αἰχμάλωτον πόνον σχοῦσαν ὑπὸ δορὸς καὶ πολέμου.
ἑτεροφώνῳ· τῷ μὴ βοιωτιάζοντι. ἐπειδὴ δὲ Ἕλληνες καὶ οἱ Ἀργεῖοι, οὐκ εἶπεν βαρβαροφώνῳ. ἄλλως· τῷ ἔχοντι ἄνδρας ἐκ πολλῶν ἐθνῶν. Ὅμηρος· ἄλλη δʼ ἄλλων γλῶσσα.
μὴ προδῶθʼ ἑτεροφώνῳ στρατῷ· τῷ πρὸς ἐκείνους ἑτεροφώνῳ· ἑτέρα γὰρ ἡ τῶν Βοιωτῶν διάλεκτος καὶ ἑτέρα ἡ τῶν Ἀργείων, διότι οἱ μὲν Ἀργεῖοι Δωριεῖς εἰσιν, οἱ δὲ Θηβαῖοι καὶ Ἀθηναῖοι Ἴωνες. ἢ ὅτι εἶχον συμμάχους καί τινας βαρβάρους.
ἑτεροφώνῳ ἤτοι τῷ ἔχοντι ἄνδρας συμμίκτους ἐκ πολλῶν ἐθνῶν καὶ ἀλλόθρους καὶ ἀλλογλώσσους· καὶ Ὅμηρος· ἄλλη δʼ ἄλλων γλῶσσα. ἢ ἑτεροφώνῳ τῷ μὴ βοιωτιάζοντι. ἐπεὶ δὲ Ἕλληνές εἰσι καὶ οἱ Ἀργεῖοι, οὐκ εἶπε βαρβαροφώνῳ.
ἑτεροφώνῳ· ἔχοντι ἄνδρας ἐκ πολλῶν ἐθνῶν. καὶ Ὅμηρος· ἄλλη δʼ ἄλλων γλῶσσʼ ἐμέμικτο. διὰ τοῦτο γὰρ οὐκ εἶπε βαρβαροφώνῳ· Ἕλληνες γὰρ καὶ οἱ Ἀργεῖοι.
ἑτεροφώνῳ ἀλλογλώσσῳ, τῷ μὴ βοιωτιάζοντι.
ἑτεροφώνῳ διὰ τὸ ἔχειν συμμάχους βαρβάρους.
ἑτεροφώνῳ ἐπειδὴ δὲ Ἕλληνές εἰσι καὶ οἱ Ἀργεῖοι, οὐκ εἶπε βαρβαροφώνῳ.
ἑτεροφώνῳ ἑτερογλώσσῳ.
ἑτεροφώνῳ ἤτοι βαρβάρῳ στρατῷ.
ἑτεροφώνῳ ἀλλογλώσσῳ.
ἑτεροφώνῳ ἀλλοφύλῳ.
κλύετε πανδίκως· κλύετε ἡμῶν δικαίως εἰς οὐρανὸν ἀνεχουσῶν τὰς χεῖρας. τοῦτο δὲ τὴν ἐκ ψυχῆς ἱκετείαν δηλοῖ· καὶ Ὅμηρος· χεῖρας ἀνασχόντες μεγάλʼ εὐχετόωντο.
κλύετε ἀκούετε.
κλύετε ἀκούσατε.
παρθένων ἡμῶν.
κλύετε ἀκούσατε· οἱ φοβούμενοι γὰρ καὶ λυπούμενοι τὰ αὐτὰ συνεχῶς λέγουσιν.
πανδίκως δικαίως.
πανδίκους δικαίας ὡς ὑπὲρ τῆς πατρίδος αὐτῶν φερομένας. θ
ἡμέτερον εἰ μὲν πανδίκως γράψεις πρὸς τὸ κλύετε σύντασσε· τοῦτο γὰρ ἐν τοῖς ἀρίστοις τῶν ἀντιγράφων εὕρηται μάλιστα. εἰ δὲ πανδίκους πρὸς τὸ λιτάς, ἤγουν τὰς δικαίας λιτὰς ὡς ὑπὲρ τῆς πατρίδος αὐτῶν φερομένας.
χειροτόνους τὰς διὰ χειρῶν.
χειροτόνους τὰς διὰ τάσεως τῶν χειρῶν γινομένας.
χειροτόνους ἀπὸ τοῦ τείνειν· τὰς διὰ χειρῶν τόνους ἤγουν παρακλήσεις.
χειροτόνους δικαίως κλύετε ἡμῶν εἰς τὸν οὐρανὸν ἐχουσῶν τὰς χείρας· τουτὶ δὲ τὴν ἐκ ψυχῆς ἱκετηρίαν δηλοῖ.
χειροτόνους μετὰ χειρῶν τάσεως γενομένας. θ
χειροτόνους ἀπὸ τοῦ τείνω καὶ τοῦ χείρ.
λιτάς δεήσεις.
ἀντιστροφὴ κώλων ηʹ.
φίλοι προσφιλεῖς.
δαίμονες θεοί.
λυτήριοι ἀμφιβάντες· ὦ θεοί, περὶ τὴν πόλιν ἐλθόντες λυτήριοι, ἤτοι ἀφανισταὶ τῶν κακῶν καὶ σωτῆρες, ἐξ ἔργων αὐτῶν δείξατε ὅτι φιλοπόλιές ἐστε, ἤτοι τὴν ἡμετέραν ἀγαπῶντες πόλιν.
λυτήριοι ἀφανισταὶ τῶν κακῶν, σωτῆρες δὲ ἡμῶν.
λυτήριοι ἐλευθερωτήριοι.
λυτήριοι ἐλευθερωταί.
ἀμφιβάντες παρὰ τὸ ὃς Χρύσην ἀμφιβέβηκας
ἀμφιβάντες· περιέποντες, φυλάσσοντες· παρὰ τὸ Ὁμηρικὸν ὃς Χρύσην ἀμφιβέβηκας ἐρρήθη. ἢ ἀπὸ μεταφορᾶς τῶν ὀρνίθων αἳ ταῖς ἑαυτῶν πτέρυξι τὰ οἰκεῖα νεόττια περικαλύπτουσιν.
ἄλλως· περιέποντες, φυλάσσοντες. καὶ Ὅμηρος· ὃς Χρύσην ἀμφιβέβηκας, ἀντὶ τοῦ τηρεῖς καὶ περιέπεις.
ἀμφιβάντες περικυκλώσαντες.
ἀμφιβάντες κύκλῳ.
ἀμφιβάντες περιφυλάξαντες.
ἀμφιβάντες ἐλθόντες.
ἀμφιβάντες περιστάντες. θ
ἀμφιβάντες πάντες πρὸς τὴν λύσιν τῶν δεινῶν.
φιλοπόλιες συνίζησις.
μέλεσθʼ ἱερῶν· μελέτην ἔχετε τῶν ἱερῶν δημοσίων.
μέλεσθʼ ἱερῶν δημίων· ἤτοι φροντίζετε τῶν ἀνακειμένων καὶ ἀνατεθειμένων ἐν τοῖς ὑμῶν ναοῖς ἱερῶν δημίων τῶν ἀπὸ τοῦ δήμου· κοινῇ γὰρ πάντες ἐκείνοις ἐπετίθουν χρήματα. περιφραστικῶς οὖν εἶπε τοῦτο, μέλλων εἰπεῖν· φροντίζετε τῶν ναῶν ὑμῶν, μήπως παρὰ πολεμίων κατερειπωθῶσι καὶ ἀφαιρεθῶσι καὶ τὰ ἐν αὐτοῖς ἀναθήματα. ἄλλοι δὲ οὕτω φασίν· μέλεσθε καὶ φροντίζετε, ὦ θεοί, περὶ τῶν πολιτῶν ἐπὶ τῶν ἱερῶν δημίων, ἤτοι ἐπὶ τῶν ἀπομοιραζομένων παρὰ τῶν πολιτῶν ἀπὸ τῆς περιουσίας αὐτῶν· ἀπόμοιραν γὰρ οἱ πολῖται κατὰ καιρὸν ἐποιοῦντο ἀπὸ τῆς περιουσίας αὐτῶν καὶ ταῦτα τοῖς θεοῖς ἀνετίθεσαν.
μέλεσθʼ φροντίζετε, ἐπιμελεῖσθε, μελέτην ἔχετε τῶν δημοσίων ἱερῶν, τῶν ἀναθημάτων τῶν ὑπὸ τοῦ δήμου ἀνατιθεμένων ὑμῖν.
μέλεσθʼ δείξατε.
μέλεσθʼ φροντίδα ἔχοντες.
μέλεσθʼ φροντίζετε.
μέλεσθʼ φροντίδα ἔχετε.
ἱερῶν δημίων θυσίων δημοσίων.
ἱερῶν δημίων τῶν ἐκ τῶν πανηγύρεων τελετῶν τῆς πόλεως.
ἱερῶν δημίων τῶν δημοσίᾳ γινομένων ὑμῖν παρὰ τῶν πολιτῶν θυμάτων. θ
ἱερῶν ἀναθημάτων.
δημίων δημοσίων.
δημίων τῶν τοῦ δήμου.
μελόμενοι φροντίζοντες.
μελόμενοι φροντίδα ἔχοντες.
ἀρήξατε βοηθήσατε.
ἀρήξατε τὴν πόλιν δηλονότι.
ἀρήξατε ἡμῖν. θ
ἀρήξατε ἀντὶ μιᾶς.
τῶν ἐκ τῶν πανηγύρεων τελετῶν μνημονεύσατε.
φιλοθύτων ἐν οἷς φιλεῖ θύειν ὑμῖν ἡ πόλις.
φιλοθύτων τῶν προσφιλῶς μετὰ θυμάτων ὑμῖν γινομένων μυστηρίων. θ
φιλοθύτων ἐν οἷς φιλοῦσι θυσίαι γίνεσθαι.
φιλοθύτων φιλοῦσι γὰρ οἱ ἄνδρες ὀργιάζοντες θυσιάζειν.
ὀργίων μυστηρίων.
ὀργίων ἑορτῶν.
ὀργίων ἤτοι τῶν τελετῶν καὶ πανηγύρεων μνήσθητε.
μνήστορες μνήμονες.
μνήστορες μνείαν καὶ ἐνθύμησιν ἔχοντες. θ
μνήστορες εἰδήμονες.
εἴσθεσις διπλῆς ἧς προτίθεται ἡ μονοστροφικὴ αὕτη περίοδος στίχων οὖσα ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων καʹ.
ἡμέτερον ὑμᾶς ἐρωτῶ· ἡ μονοστροφικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων καʹ ὧν τελευταῖος· ἤκουσας οὐκ ἤκουσας ἢ κωφῇ λέγω. ἐπὶ τῷ τέλει παράγραφος.
ὑμᾶς ἐρωτῶ θρέμματʼ οὐκ ἀνασχετά· καθʼ ὑπόκρισιν ἢ ἐν ἐρωτήσει μετʼ ἐπιτιμήσεως ἀναγνωστέον. ὁ Ἐτεοκλῆς ἀκούσας τῶν παρθένων ὀδυρομένων καὶ παρακαλουμένων τοὺς θεούς, φησὶ πρὸς αὐτάς· ἐρωτῶ ὑμᾶς θρέμματα οὐκ ἀνασχετά, ἤτοι ἐμοὶ φορτικευόμενα καὶ βάρος ἐτώσιον νομιζόμενα, μὴ ἀνεχόμενα καὶ μὴ βασταζόμενα παρʼ ἐμοί, ἆρα ταῦτα ἃ ποιεῖτε σωτήρια τῷ στρατῷ καὶ τῇ πόλει τυγχάνουσι, δηλονότι τὸ πεσούσας ὑμᾶς πρὸς τὰ εἴδωλα τῶν πολισσούχων θεῶν αὔειν, ἤτοι βοᾶν καὶ θρηνεῖν, καὶ λακάζειν καὶ φωνεῖν, σωφρόνων μισήματα, τουτέστι τὰ μισούμενα τοῖς σώφροσιν.
ὑμᾶς ἐρωτῶ θρέμματα· εἰώθασιν οἱ ποιηταὶ δόγματά τινα εἰς ὠφέλειαν τῶν ἀκουόντων εἰσφέρειν· οὕτως καὶ ὁ Αἰσχύλος ἐνταῦθα εἰσάγει τὸν Ἐτεοκλέα ἀπαγορεύοντα μετὰ ἀπειλῆς μὴ ἀπάγειν τὸν ὄχλον εἰς δειλίαν, ὥστε διὰ φόβον αὐτοὺς φυγεῖν. ἀλόγοις δὲ ζῴοις παρέβαλε τὰς παρθένους, ὅτι ἐν φαντασίᾳ γεγόνασι πρῶτον μὲν γυναικείᾳ καὶ δειλῇ, δεύτερον δὲ οὐκ ἀληθεῖ. εἰσὶ γὰρ φαντασίαι ἀληθεῖς.
εἰώθασιν οἱ ποιηταὶ δόγματά τινα εἰς ὠφέλειαν τῷ ἀκούοντι εἰσφέρειν· οὕτω καὶ Αἰσχύλος ἐνταῦθα εἰσάγει τὸν Ἐτεοκλέα ἀπαγορεύοντα μὴ ἐπάγειν τὸν ὄχλον εἰς δειλίαν καὶ διὰ τὸν φόβον φυγεῖν αὐτόν.
ὑμᾶς ἐρωτῶ θρέμματα ἐμοὶ πεφορτισμένα καὶ βάρος ἐτώσιον νομιζόμενα.
Ἐτεοκλῆς ἀκούσας ὀδύρεσθαι τὰς παρθένους καὶ πάνυ δυσχεράνας διὰ τοῦτο, ὡς φόβου μὲν τοῖς πολίταις ἐντεῦθεν γινομένου, θάρσους δὲ τοῖς πολεμίοις, τάδε φησὶ πρὸς αὐτάς.
θρέμματʼ τέκνα.
θρέμματʼ βοσκήματα.
θρέμματʼ γεννήματα.
οὐκ ἀνασχετὰ ὧν ἀνέχεσθαι καὶ κρατῆσαι οὐ δύναταί τις.
οὐκ ἀνασχετὰ οὐχ ὑπομονῆς ἄξια.
οὐχ ἀνασχετὰ ἃ οὐ δύναταί τις ὑπομένειν. θ
οὐχ ἀνασχετὰ ἀνυπομόνητα.
ἀνασχετὰ ὑπομονητά.
καθʼ ὑπόκρισιν ἀναγνωστέον· ἢ ὡς ἐν ἐρωτήσει μετʼ ἐπιτιμήσεως.
ταῦτʼ ἃ ποιεῖτε.
πόλει τῇ ἡμετέρᾳ.
σωτήρια σωστικά.
σωτήρια σωτηρίας αἴτια.
θράσος εὔφρων ἀνδρεία καὶ πεποίθησις.
πυργηρουμένῳ ἔσω τειχῶν ὄντι.
πυργηρουμένῳ τῷ ἐπὶ πύργῳ ἱσταμένῳ.
πυργηρουμένῳ κυκλουμένῳ.
πυργηρουμένῳ πολιορκουμένῳ, ἢ τῷ ἐν πύργοις ἱσταμένῳ.
πυργηρουμένῳ συγκεκλεισμένῳ, ἐντὸς ὄντι τῶν πύργων.
βρέτη εἴδωλα.
βρέτη ἀγάλματα.
πεσούσας ὑμᾶς.
πολισσούχων τῶν φυλασσόντων. …
πολισσούχων τῶν ἐχόντων τὴν πόλιν.
πολισσούχων τῶν τὴν πόλιν συνεχόντων. θ
αὔειν λακάζειν· ταῦτα ἐπὶ τῶν ὀρνέων λέγεται· ἀλόγοις οὖν ζῴοις παρενέβαλε τὰς παρθένους ὅτι ἐν φαντασίᾳ γεγόνασι, πρῶτον μὲν γυναικείᾳ καὶ δειλῇ, δεύτερον δὲ οὐκ ἀληθεῖ. λακάζειν δὲ λέγεται τὸ ἠχεῖν ἀπὸ τοῦ ληκῶ ῥήματος, λακάζω κατὰ τροπὴν τοῦ η εἰς α καὶ κατὰ παραγωγήν.
αὔειν φωνεῖν.
αὔειν ἐπὶ ἀνθρώπου.
αὔειν τὸ αὔειν τὸ κλάζειν.
αὔειν βοᾶν.
λακάζειν· ἠχεῖν· ληκῶ λακάζω κατὰ τροπὴν καὶ παραγωγήν.
λακάζειν φωνεῖν.
λακάζειν ἠχεῖν.
λακάζειν ἠχεῖν· λέγεται δὲ ἐπὶ τῶν ὀρνέων.
λακάζειν βοᾶν.
λακάζειν ἀπὸ τοῦ ληκῶ τὸ βοῶ κατὰ παραγωγήν.
λακάζειν ἐκ παραλλήλου.
λακάζειν τραχέως, θορυβώδη φθέγγεσθαι.
σωφρόνων μισήματα· ταῦτα, τὸ προσπίπτειν τοῖς ξοάνοις καὶ βοᾶν· ταῦτα οὖν ἃ πράττετε μισήσειαν οἱ εὖ φρονοῦντες ἄνδρες.
τὸ δὲ ἑξῆς οὕτως· ταῦτα, τὸ προσπίπτειν τοῖς ξοάνοις καὶ βοᾶν· τοιάδε μισήσειαν οἱ εὖ φρονοῦντες ἄνδρες.
τὸ προσπίπτειν τοῖς ξοάνοις καὶ βοᾶν· ταῦτα ἃ πράττεσθε μισήσειαν ἂν οἱ εὖ φρονοῦντες.
σωφρόνων μισήματα· τὰ μισούμενα τοῖς σώφροσι. ἄλλως· μισήσειαν ἂν οἱ εὐφρονοῦντες.
σωφρόνων μισήματα τὰ μισήματα τοῖς φρονίμοις.
τὰ μισούμενα τοῖς σώφροσιν. ἄλλως· μισήσειαν ἂν οἱ εὐφρονοῦντες. ἢ οὕτως· σοφρόνων μισήματα ἤγουν τὸ αὔειν καὶ τὸ λακάζειν. ἢ· ὦ γυναῖκες, ἃς μισοῦσιν οἱ σώφρονες.
τὸ σωφρόνων μισήματα ἢ πρὸς τὸ αὔειν λακάζειν ἐστίν, ἤγουν ἃ οἱ σώφρονες—τὸ αὔειν λέγω καὶ τὸ λακάζειν—μισοῦσιν, ἢ οὕτω· ὦ θρέμματα οὐκ ἀνασχετά, μισήματα τῶν σωφρόνων.
σωφρόνων μισήματα ἤγουν ἃ σώφρονες ἄνδρες μισοῦσιν. θ
σωφρόνων μισήματα ἅπερ μισοῦσιν οἱ σώφρονες.
σώφρονες οἱ φρόνιμοι παρὰ τῶν παλαιῶν.
μήτʼ ἐν κακοῖσι· τοῦτό φησιν ὅτι μήτε ἐν δυστυχίαις καὶ ἐν κακοῖς μήτʼ ἐν εὐεστοῖ φίλῃ Ἀττικῶς, ἤτοι εὐδαιμονίᾳ καὶ εὐπραγίᾳ προσφιλεῖ, συγκάτοικος εἴην τῷ γυναικείῳ γένει. ἡ γὰρ γυνή, ὅταν μὲν ἐκτὸς φόβου τυγχάνει καὶ οὐδὲν ἔχει αὐτῇ ἐπικείμενον φοβερόν, ἔστι ἀναιδὴς καὶ θρασεῖα καὶ ἀκράτητος, ὅταν δὲ φοβηθῇ, γίνεται μέγα κακὸν καὶ τῷ ἰδίῳ οἴκῳ καὶ μᾶλλον τῇ πόλει. καὶ νῦν δὲ ὑμεῖς—πρὸς τὰς παρθένους ταῦτα φάσκει ὁ Ἐτεοκλῆς—θεῖσαι καὶ ποιήσασαι φυγὰς πρὸς τοὺς ναοὺς τῶν θεῶν διαδρόμους καὶ σπουδαίας καὶ συντόνους, διερροθήσατε καὶ ἐκινήσατε καὶ διὰ τοῦ θορύβου ἐνεβάλετε τοῖς πολίταις ἄψυχον κάκην, ἤτοι δειλίαν. τοῦτο δέ ἐστιν ὃ λέγει ὅτι ὑμεῖς φυγοῦσαι ἐποιήσατε καὶ τοὺς πολίτας φοβηθῆναι, τοὺς δὲ πολεμίους αὐξάνετε θράσος ἐντιθεῖσαι αὐτοῖς.
ἐν κακοῖσι ἐν δυστυχίαις.
ἐν κακοῖσι ἤγουν ἐν συμφοραῖς.
εὐεστοῖ εὐδαιμονίᾳ, εὐετηρίᾳ.
εὐεστοῖ εὐδαιμονίᾳ.
εὐεστοῖ· εὐετηρίᾳ, εὐδαιμονίᾳ, παρὰ τὸ εὖ ἑστάναι τοὺς ἀνθρώπους ποιεῖν.
εὐεστοῖ εὐτυχίᾳ.
φίλῃ προσφιλεῖ.
δογματίζει Αἰσχύλος ὡς δεῖ ἀπέχεσθαι τῆς πρὸς γυναῖκα συνουσίας.
ξύνοικος συγκάτοικος.
γυναικείῳ γένει ἤγουν ταῖς γυναιξὶ περιφραστικῶς.
φύλῳ γένει.
κρατοῦσα εὐτυχοῦσα.
κρατοῦσα ὅταν εὐτυχῇ γυνή.
κρατοῦσα εὐτυχοῦσα, νικῶσα.
κρατοῦσα ἐκτὸς φόβου οὖσα.
κρατοῦσα κυριεύουσα.
κρατοῦσα νικῶσα. θ
οὐχ ὁμιλητὸν θράσος ἐν θορύβοις οὐ καθεκτή.
οὐχ ὁμιλητὸν θράσος· οὐχ ὁμιλίαν παραδεχόμενον, ἤτοι ἀναιδὴς καὶ μηδὲ ὁμιλίαν παραδεχομένη τινός. οὐχ ὁμιλητὸν ἀνυπόστατον ᾧ οὐ δύναταί τις ὁμιλεῖν διὰ τοῦ θορύβου.
οὐχ ὁμιλητὸν ἀνυπόστατον.
οὐχ ὁμιλητὸν θράσος ἀλόγιστος ὁρμὴ ὑπάρχει καὶ ἐπικίνδυνος.
οὐχ ὁμιλητὸν θράσος ἤγουν οὐχ οἵα τε ὁμιλεῖσθαι ὑπʼ ἀσχέτου θρασυνομένη χαρᾶς. θ
οὐχ ὁμιλητὸν ἀπρόσψαυστον.
ὁμιλητὸν φορητὸν καὶ ὑπομονητόν.
ὁμιλητὸν ὁμιλίαν παραδεχόμενον.
δείσασα φοβηθεῖσα.
οἴκῳ τῷ αὐτῆς. θ
πλέον μέγα.
πλέον τοῦ δέοντος. θ
κακόν τοῦ φόβου καὶ τῆς δυστυχίας δῆλον.
διαδρόμους τῇδε κἀκεῖσε.
διαδρόμους γράφεται καὶ βοηδρόμους φυγάς.
διαδρόμους τὰς διαδρόμους φυγὰς καὶ ἐν τοῖς πολίταις ποιήσασαι κάκην ἄψυχον.
διαδρόμους διὰ πάσης τῆς πόλεως ὑφʼ ὑμῶν γινομένας. θ
διαδρόμους ἤγουν ταχείας· ἤτοι διαδραμοῦσαι τὴν πόλιν καὶ ἐνταῦθα ἐλθοῦσαι.
φυγὰς βοάς.
βοὰς φυγάς.
τοῖς μὲν πολίταις ἐγχωρίοις κάκην καὶ δειλίαν ἄψυχον διὰ τοῦ ὑμετέρου θορύβου ἐμβεβλήκατε, τοῖς δὲ ἐχθροῖς ἀνδρικὸν θράσος εἰς τὸ ἐφορμᾶν καθʼ ἡμῶν ἀδεῶς.
θεῖσαι ποιήσασαι.
διερροθήσατʼ διὰ τοῦ θορύβου ἐμβεβλήκατε.
διερροθήσατʼ ἐνεβάλετε ψυχὴν ποιοῦσαν δειλίαν.
διερροθήσατʼ διὰ τοῦ θορύβου ἐνεβάλετε.
διερροθήσατʼ ἐκινήσατε.
διερροθήσατʼ ἠχήσατε.
διερροθήσατʼ διεγείρατε.
διερροθήσατʼ ἐνεβάλετε.
διερροθήσατʼ ἐνεβάλετε διὰ τοῦ ῥόθου ὑμῶν.
διερροθήσατʼ διὰ ῥόθου καὶ ἤχου ἐνεβάλετε.
ἄψυχον κάκην ἐμποιητικὴ δειλίαν.
ἄψυχον κάκην ἀψυχοποιὸν δειλίαν.
ἄψυχον ἄνανδρον.
κάκην δειλίαν.
κάκην ἀψυχίαν.
κάκην δειλίαν· ὥσπερ δὲ τὴν ἀνδρείαν εὔψυχόν φαμεν, οὕτω καὶ τὴν δειλίαν ἄψυχον. θ
κάκη ἡ δειλία καὶ κακὸς ὁ δειλός.
τὰ τῶν θύραθεν τὰ τῶν πολεμίων.
τὰ τῶν θύραθεν τὰ τῶν ἔξωθεν ἡμῶν πολεμίων.
τῶν θύραθεν τῶν πολεμίων.
τῶν θύραθεν ἤγουν τῶν ἐχθρῶν.
θύραθεν ἔξωθεν.
ὡς περισσόν.
ἄριστʼ ἀρίστως.
ἄριστʼ καλῶς.
ὀφέλλετε αὐξάνετε.
ὀφέλλετε αὔξετε.
ὀφέλλετε αὔξετε, ἀνυποστάτους ἐκείνους οἷς ποιεῖτε δεικνύουσαι, ἢ ὅτι κατεπτηχότας ἡμᾶς ἂν αἴσθωνται, πολὺ μᾶλλον θρασυνθήσονται. θ
αὐτοὶ δὲ καὶ ἡμεῖς ὑπʼ αὐτῶν, ἤτοι ὑφʼ ὑμῶν τῶν γυναικῶν δεικτικῶς, πορθούμεθα, τουτέστι καὶ μὴ πολεμούμενοι πολεμούμεθα. γράφεται ὑφʼ ἑαυτῶν, ἤτοι αὐτοὶ διʼ ἑαυτῶν.
αὐτοὶ ἡμεῖς.
αὐτοὶ ὑμεῖς.
αὑτῶν ὑμῶν τῶν γυναικῶν.
πορθούμεθα ἀφανιζόμεθα.
πορθούμεθα καταβαλλόμεθα.
πορθούμεθα πολεμούμεθα.
τοιαῦτʼ ἐν γυναιξί· τοῦτο πρὸς ἑαυτόν φησιν ὁ Ἐτεοκλῆς ὅτι οὕτω κακῶς καὶ ἀθλίως ἔχει συνναίων καὶ συγκατοικῶν γυναιξίν. εἴποι δʼ ἄν τις καὶ πρὸς ἕτερον· τοιαῦτʼ ἂν πάσχοις γυναικὶ συνναίων.
πρὸς ἑαυτόν φησιν ὁ Ἐτεοκλῆς.
τοιαῦτα ἂν ἔχοις συγκατοικῶν γυναιξίν.
τοιαῦτα κακὰ δῆλον.
συνναίων κατοικῶν.
συνναίων συγκατοικῶν.
συνναίων συνοικῶν.
ἔχοις ἔχοι.
ἔχοις κέκτησαι.
ἔχοις ὦ Ἐτέοκλες δῆλον.
ἔχοις πρός τινα τῶν παρεστώτων τὸν λόγον ἐξήνεγκεν.
κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς· τοῦτό φησιν ὁ Ἐτεοκλῆς πρὸς τὸν χορὸν ὅτι, ἐὰν μή τις ἀκούσηται τῆς ἐμῆς ἐξουσίας καὶ τὸ ἐμὸν ποιήσῃ πρόσταγμα, εἴτε ἀνήρ ἐστιν εἴτε γυνὴ εἴτε τι τούτων μεταίχμιον καὶ μέσον, ὀλεθρία ψῆφος κατʼ αὐτοῦ συμβουλεύσεται. τὸν θάνατον δὲ τὸν λιθόλευστον, τὸν διὰ βολῆς λίθων γενόμενον, οὔτι μὴ φύγῃ, οὐδαμῶς φύγῃ. τὸ δὲ μὴ παρέλκον.
βασιλικὸν τὸ παράδειγμα.
ἀρχῆς τῆς ἐμῆς ἤγουν ἐμοῦ.
ἀρχῆς τῆς ἐμῆς ἤγουν ὃ ἐγὼ προστάσσω. θ
ἀρχῆς ἐξουσίας.
ἀκούσεται εἰσακούσῃ.
ἀνὴρ γυνή τε· νέος ἢ γέρων. ἀκαίρως δὲ ἡ λέξις τὸ μεταίχμιον καὶ δηλοῖ τὸν ἀληθῶς ὀργιζόμενον.
μεταίχμιον τὸ μέσον λέγεται· εἰπὼν οὖν ἄνδρα καὶ γυναῖκα ἀναγκαίως ἐστὶ νοῆσαι τὸ τούτων μέσον, καὶ παῖδα νεογνὸν πρὸς τὴν τῶν ἑκατέρων ἡλικίαν. τινὲς δὲ τῶν ἀληθῶς ὀργιζομένων λέγουσιν εἶναι μεταίχμιον.
ἄλλως· κεκινδύνευται ἐνταῦθα τῷ Αἰσχύλῳ τὸ μεταίχμιον· γένους γὰρ ἑνὸς ὄντος τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς μέσον ἄλλο εἶπεν, εἰ μὴ ἄρα τις λέγοι ὅτι ὀργιζόμενος οὕτως εἴρηκεν, ὡς παρὰ Δράκοντι τῷ νομοθέτῃ· ἐκεῖνος γὰρ ὑπὲρ τοῦ μὴ ἁμαρτάνειν φησί· κἂν ὄστρακον ᾖ τὸ ἀποκτεῖναν κἂν ξύλον κἂν σίδηρος κἂν χαλκὸς συνεκβάλλεσθαι.
μεταίχμιον μέσον.
μεταίχμιον ἤγουν εὐνοῦχος.
μεταίχμιον τοὺς εὐνούχους.
μεταίχμιον τὸ μέσον ἢ παῖς.
μεταίχμιον ἤγουν τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, τουτέστιν εὐνοῦχος.
μεταίχμιον τῶν γυναικῶν καὶ τῶν ἀνδρῶν μέσον. τοῦτο δέ φησιν οὐχ ὅτι ἐστί τι γένος ἀνδρῶν μεταξὺ καὶ γυναικῶν, ἀλλʼ ἵνα δείξῃ τὸ τῆς προσταγῆς ἀκριβές· οἱ δὲ τοὺς εὐνούχους λέγοντες ἐρρέτωσαν.
ἡμέτερον ἐμοὶ δοκεῖ μεταίχμιον ἀνδρῶν τε καὶ γυναικῶν λέγειν τοὺς παῖδας καὶ νεανίσκους, ὡς ἐλάττονας ὄντας τῶν ἀνδρῶν τε καὶ γυναικῶν ἡλικίας· οὐ γὰρ πρὸς τὴν φύσιν τῶν ἀνδρῶν τε καὶ γυναικῶν ἀποβλέπων τοῦτό φησιν, ἀλλὰ πρὸς τὴν ἡλικίαν.
ψῆφος κρίσις.
ψῆφος κρίσις καταδίκης.
ψῆφος ἀπόφασις.
ὀλεθρία θανατηρά.
ὀλεθρία θανατηφόρος.
ὀλεθρία ἀφανιστική.
ὀλεθρία κακή.
ὀλεθρία φθαρτική.
βουλεύσεται κυρωθήσεται.
βουλεύσεται ἀποκυρωθῇ.
βουλεύσεται βουλευθήσεται.
βουλεύσεται μετὰ συμβουλῆς πραχθήσεται.
λευστῆρα τὸν ἐκ δήμου λευστῆρα μόρον.
λευστῆρα λιθόλευστον.
λευστῆρα λιθοβόλησιν.
λευστῆρα λιθαστικόν.
λευστῆρα τὸν ἀπὸ λιθασμοῦ γινόμενον.
μὴ παρέλκον.
μὴ ἀργόν.
μὴ ἐκ παραλλήλου τὸ οὐ καὶ τὸ μή.
φύγῃ διαδράσῃ.
μόρον θάνατον.
μέλει γὰρ ἀνδρί· τῷ ἀνδρὶ γὰρ διὰ φροντίδος ἐστὶ τὰ ἔξωθεν, μὴ γυνὴ περὶ τούτων βουλευέτω. ἔνδον δὲ οὖσα ἡσύχαζε καὶ μὴ βλάβην ποίει τῇ πόλει δειλαινομένη καὶ κλαίουσα.
τὸ Ὁμηρικὸν παραφράζει τὸ σὺ μὲν τὰ σʼ αὐτῆς ἔργα κόμιζε ἱστὸν ἠλακάτην τε καὶ τὰ ἑξῆς. καὶ Σοφοκλῆς ἐν τῷ Αἴαντι λέγει· γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
μέλει διὰ φροντίδος ἐστίν.
μέλει διὰ φροντίδος ὑπάρχει.
μέλει διὰ φροντίδος ὑπάρχει τῷ ἀνδρὶ βουλεύειν τὰ τῶν ἔξωθεν, οὐ τῇ γυναικὶ βουλευέτω.
μέλει φροντίς ἐστι.
μέλει διὰ φροντίδος ἐστὶ τὰ ἔξωθεν· ἐνταῦθα γὰρ τοῦτο σύναπτε.
μέλλει τοῦ πολέμου.
βουλευέτω περὶ τούτων.
βουλευέτω φροντιζέτω.
τἄξωθεν τὰ τῶν πολεμίων.
τἄξωθεν τὰ πολεμικά.
τἄξωθεν ἐπερχόμενα.
ἔνδον ἐντὸς σύ, ὦ χορέ.
μὴ βλάβην τίθει ἡσύχαζε καὶ μὴ βλάβην τίθει τῇ πόλει θρηνοῦσα καὶ βοῶσα.
μὴ βλάβην τίθει ἀλλʼ ἡσύχαζε δηλονότι.
μὴ βλάβην τίθει τοὺς πολίτας δηλονότι θορυβοῦσα.
τίθει τῇ πόλει.
τίθει ποίει.
τίθει ποιείτω.
τίθει ποίει πρὸς τοὺς πολίτας ὀλολύζουσα καὶ σπαραττομένη. θ
τίθει τιθέτω.
κωφῇ εἰς ὦτα μὴ ἀκουούσης.
κωφῇ κωφῶς.
κωφῇ ματαίως.
κωφῇ ἀναισθήτῳ.
σημείωσαι τὴν σύνταξιν· πρῶτον μὲν γὰρ πρὸς τὸ ἀκούσασα συνέταξε τὸ ὄττοβον, εἶτα ἐνήλλαξε διὰ τοῦ ὅτι, καὶ πάλιν τῇ προτέρᾳ συντάξει ἐχρήσατο, ἀπὸ κοινοῦ πρὸς τὸ χαλινῶν τὸ ὄττοβον ἐκδεχόμενος. θ
ὦ φίλον Οἰδίπου· εἴσθεσις συνεχοῦς διπλῆς ἀντιστρόφους τὰς περιόδους ἔχουσα· εἰσὶ δὲ τὰ μὲν τοῦ χοροῦ κῶλα ἀντισπαστικά, τὰ δὲ τοῦ ὑποκριτοῦ ἰαμβικά. εἰσὶν οὖν τὰ τοῦ παρόντος χοροῦ κῶλα ἀντισπαστικὰ τρίμετρα βραχυκατάληκτα δʹ, τὸ δὲ εʹ δίμετρον βραχυκατάληκτον ἤτοι ἡμιόλιον. δέχονται δὲ πεντασυλλάβους πόδας καὶ ἑξασυλλάβους. ἔοικε δὲ στροφῇ· ἔχει γὰρ καὶ ἀντίστροφον τὰ ἑξῆς τοῦ χοροῦ κῶλα. οὔκ εἰσιν οἱ χορίαμβοι ἐν τάξει, ἀλλὰ προστιθεμένης τῆς ἑξῆς συλλαβῆς γίνεται ἀντισπαστικὸν τὸ μέτρον ἐκ πεντασυλλάβου ποδός.
ὅμοια χρὴ εἶναι τοῖς ἑξῆς τρίμετρα βραχυκατάληκτα.
στροφὴ κώλων ζʹ.
ἡμέτερον ὦ φίλον Οἰδίπου· τὰ τοιαῦτα εἴδη καλεῖται ὡς εἴρηται ἀλλοιόστροφα· εἰσὶ δὲ καὶ κατὰ σχέσιν. τῆς παρούσης οὖν στροφῆς τὰ κῶλα ζʹ. τὸ αʹ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον κατʼ ἀντιπάθειαν μίξεως ἐκ χοριάμβου, ἀντισπάστου καὶ διιάμβου. τὸ βʹ ὅμοιον δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διιάμβου. τὸ τρίτον ἡμιόλιον ἐκ χοριάμβου πεντασυλλάβου καὶ ἰάμβου. τὸ δʹ δίμετρον ὅμοιον τῷ βʹ ἐκ χοριάμβου καὶ διιάμβου πεντασυλλάβου. τὸ εʹ ὅμοιον τῷ γʹ ἐκ διτροχαίου καὶ ἰάμβου. τὸ ϛʹ ὅμοιον τῷ βʹ κατὰ πάντα. τὸ ζʹ ὅμοιον δίμετρον καταληκτικὸν ἐκ χοριάμβου πεντασυλλάβου καὶ ἀναπαίστου. ἐπὶ τέλει παράγραφος καὶ διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου ἔξω νενευκυῖα, ἡ δὲ κατὰ τὸ τέλος ἔσω.
ἀπολογοῦνται διότι ἐθορύβησαν.
φίλον προσφιλές.
φίλον ἐμοί.
τέκος γέννημα.
τέκος τέκνον. …
ἔδεισα διὰ τὸ στόμα τῶν ἱππικῶν πηδαλίων, ἤτοι τῶν πυριγενετᾶν χαλινῶν, ὅ ἐστι περιφραστικῶς διὰ τοὺς χαλινούς. ἀύπνων δὲ ἢ διὰ τὴν τροπὴν τῶν πηδαλίων, ἢ τῶν μὴ ἐώντων με ἡσυχάζειν. πηδάλιον δὲ καλεῖ τὸν χαλινόν· ὃ γὰρ τὸ πηδάλιον ἐν τῇ νηί—ἰθύνει γὰρ αὐτήν— τοῦτο καὶ ὁ χαλινὸς ἐν τῷ ἵππῳ.
ἔδεισʼ ἐφοβήθην.
ἀκούσασα συνίουσα.
τὸν ἁρματόκτυπον τὸν ἐκ τῆς συγκρούσεως τῶν ἁρμάτων ἦχον.
τὸν ἁρματόκτυπον τὸν γεγονότα ἀπὸ ἵππων τῶν ἁρμάτων.
τὸν ἁρματόκτυπον τὸν ἐξ ἁρμάτων γινόμενον κτύπον.
ὄττοβον τὸν ἦχον.
ὄττοβον κτύπον.
ὄττοβον ὄττοβον ἴδιον τῶν φοβουμένων.
σύριγγες ἔκλαγξαν ἑλίτροχοι· περιφραστικῶς τοὺς τροχούς φησιν. σύριγγες δέ εἰσι τὰ ξύλα τὰ μέσον τοῦ περιφεροῦς ξύλου τοῦ τροχοῦ διαπερονούμενα. τὸ μὲν γὰρ αὐτῶν ἐστι μέγα, τὸ δὲ ἕτερον τούτων μικρότερον, ἄλλο δʼ αὖ τοῦ δευτέρου μικρότερον, λόγον τῶν αὐλῶν τῶν συρίγγων ἐπέχοντα.
ὅτι ἀντὶ μιᾶς.
σύριγγες ἄξονες, αἱ χοινικίδες περὶ ἃς ἑλίσσονται οἱ τροχοί.
σύριγγες περιφραστικῶς.
σύριγγες τῆς γὰρ σύριγγος ἠχούσης ἐλαύνονται καὶ ὁρμῶνται τὰ ἅρματα καὶ οἱ τροχοί.
σύριγγες αἱ ὀπαί.
σύριγγες αἱ ὀπαὶ τοῦ ἄξονος.
σύριγγες αἱ ὀπαὶ τῶν τροχῶν.
σύριγγας ταύτας εἶπε διὰ τὸ ἠχεῖν κινουμένων τῶν τροχῶν.
ἔκλαγξαν ἤχησαν.
ἑλίτροχοι· περὶ ἃς ἐλίσσονται οἱ τροχοί.
ἑλίτροχοι αἱ ἑλισσόμεναι ἐν τοῖς τροχοῖς.
ἑλίτροχοι αἱ συνέχουσαι τοὺς τροχοὺς διʼ ὧν τὸ ἅρμα ἐλαύνεται. θ
ἑλίτροχοι αἱ τοὺς τροχοὺς ἑλίσσουσαι.
ἱππικῶν πηδαλίων· λέγει τοὺς χαλινούς· ὥσπερ τὸ πηδάλιον ἐν τῇ νηί, οὕτω καὶ ὁ χαλινὸς ἐν τῷ ἵππῳ.
ἱππικῶν ἀπὸ κοινοῦ τὸ ἀκούσασα.
ἱππικῶν καὶ τὸν ὄττοβον ἀπὸ κοινοῦ ἀκούσασα.
ἀύπνων τῶν μὴ ἐώντων με ἠρεμεῖν.
ἀύπνων τῶν μὴ ἐώντων με ὑπνοῦν.
ἀύπνων ἢ τῶν ἀπαύστων.
ἀύπνων τῶν μὴ τοὺς ἵππους ἐώντων ἠρεμεῖν, ἀλλʼ ἐλαυνόντων πρὸς δρόμον καθάπερ τὴν ναῦν τὰ πηδάλια· ἔστι δὲ τὸ διὰ στόμα πρὸς τὸ πηδαλίων, οὐ πρὸς τὸ χαλινῶν ὡς οἴονταί τινες.
ἀύπνων τῶν μὴ τοὺς ἵππους ἐώντων ἠρεμεῖν.
πηδαλίων χαλινῶν.
πηδαλίων τροπικόν.
στόμα τῶν ἵππων.
πυριγενετᾶν χαλινῶν· τῶν ὑπὸ τοῦ πυρὸς χαλκευθέντων· λέγω δὲ τῶν ἀπὸ τοῦ πυρὸς γενομένων καὶ κατεσκευασμένων σιδηρείων χαλινῶν.
πυριγενετᾶν διὰ πυρὸς γενομένων.
πυριγενετᾶν τῶν τὴν γένεσιν ἀπὸ τοῦ πυρὸς ἐχόντων.
πυριγενετᾶν τῶν ἐκ πυρὸς χαλκευθέντων.
πυριγενετᾶν τὸ ὄττοβον ἀπὸ κοινοῦ λάμβανε. θ
τί οὖν, ὁ ναύτης· ὁ Ἐτεοκλῆς εἰπόντος τοῦ χοροῦ ὅτι διὰ τοῦτο ἔφυγον πρὸς τοὺς ναοὺς τῶν θεῶν, ὅτι ἐφοβήθην ἀκούσασα τὸν κτύπον τῶν ἁρμάτων καὶ τῶν χαλινῶν τῶν ἵππων, φησὶ πρὸς αὐτόν· τί οὖν, ὁ ναύτης ἆρα μὴ τῆς ναὸς καταποντιζομένης ἐν τῇ θαλάσσῃ εὗρε μηχανὴν σωτηρίας, φυγὼν ἀπὸ πρύμνης εἰς πρῷραν; οὕτως οὖν οὐδὲ ὑμεῖς μηχανὴν σωτηρίας εὑρήσετε περιιοῦσαι τὴν πόλιν.
τί οὖν, ὁ ναύτης· ὁ Ἐτεοκλῆς εἰπόντος τοῦ χοροῦ ὅτι διὰ τοῦτο ἔφυγον εἰς τοὺς ναοὺς τῶν θεῶν, ὅτι ἐφοβήθην ἀκούσασα τὸν ἦχον τὸν ἐκ τοῦ κτύπου τῶν ἁρμάτων γινόμενον καὶ τὸν διὰ στόμα, τουτέστι τῶν εἰς τὸ στόμα τῶν ἵππων ὄντων ἱππικῶν πηδαλίων, τῶν ἀύπνων καὶ τῶν μὴ ἐώντων με ἠρεμεῖν ἐν ὕπνῳ, τῶν χαλινῶν λέγω τῶν πυριγενετῶν, ἤτοι τῶν ἐν τῷ πυρὶ χαλκευθέντων, καὶ ὅτι αἱ σύριγγες αἱ ἑλίτροχοι, περὶ ἃς ἑλίσσονται οἱ τροχοί, ἔκλαγξαν, φησὶ πρὸς αὐτόν· τί οὖν, ὁ ναύτης ἆρα μὴ τῆς νηὸς καταποντιζομένης ἐν τῇ θαλάσσῃ εὗρε μηχανὴν σωτηρίας φυγὼν ἀπὸ πρύμνης εἰς πρῷραν; οὕτως οὖν οὐδὲ ὑμεῖς μηχανὴν σωτηρίας εὑρήσετε περιιοῦσαι καὶ ἐλθοῦσαι ὡδί, καταλείψασαι τὰ οἰκεῖα οἰκήματα.
ἰαμβικοὶ τρίμετροι στίχοι τρεῖς.
σύστημα στίχων γʹ.
ἡμέτερα· τί οὖν· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς μὲν πρὸς τὰς στροφάς, ὁμοιομερὲς δὲ τῷ μετὰ τὴν ἀντιστροφὴν συστήματι οὗ ἡ ἀρχὴ πύργον στέγειν εὔχεσθε, στίχων τριμέτρων ἀκαταλήκτων ἰαμβικῶν τριῶν. ἐπὶ τῷ τέλει παράγραφος.
ὃ λέγει τοιοῦτόν ἐστι· οὐ δεῖ σε καταλιποῦσαν τοὺς οἴκους σου ὧδε ὑπάρχειν· ὅπου γὰρ εἶ πᾶν πεπρωμένον πείσῃ ὡς ὁ ναύτης ὅταν καταποντίζηται ἡ ναῦς.
τί λέγεις δῆλον.
τί ἔστω τοῦτο ὡς λέγεις. θ
ὁ ναύτης ποιεῖ δηλονότι.
ἆρα ἐκ παραλλήλου. θ
τὸ ἐντελὲς οὕτως· μὴ εἰς πρῷραν.
φυγὼν καθάπερ ὑμεῖς ἄνω καὶ κάτω τῆς πόλεως ἰοῦσαι. θ
πρύμνηθεν ἀπὸ τῆς πρύμνης.
εὗρε ἐπέτυχε.
μηχανὴν σωτηρίας· οὐκοῦν οὐδὲ ὑμεῖς μηχανὴν σωτηρίας περιιοῦσαι τὴν πόλιν εὑρήσετε.
μηχανὴν μέθοδον τοῦ πῶς δεῖ σεσῶσθαι. θ
μηχανὴν πόρον τινά.
νεὼς τοῦ πλοίου.
καμούσης κλυδωνιζομένης.
καμούσης κακοπαθούσης.
καμούσης ταραχιζομένης.
καμούσης βαπτισθείσης.
καμούσης καταποντιζομένης.
καμούσης καταβαλλομένης.
καμούσης χειμασθείσης. θ
ποντίῳ θαλασσίῳ.
πρὸς ἀργόν.
κύματι οὐδαμῶς δηλονότι.
ἀντισπαστικὰ κῶλα εʹ ἰσόμετρα τοῖς ἄνω. ἔοικε δὲ ἀντιστροφὴ εἶναι τῆς ἄνω στροφῆς.
ἀντιστροφὴ κώλων ζʹ.
ἀλλʼ ἐπὶ δαιμόνων· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ ὦ φίλον Οἰδίπου· καὶ αὕτη γὰρ κώλων ὁμοίων ἐστὶν ζʹ. τὸ μέντοι βʹ κῶλον τὸν δεύτερον ἔχει πόδα πεντασύλλαβον ἐπίτριτον ἀντὶ διτροχαίου, καὶ τὸ ϛʹ συνίζησιν κατὰ τὸν δεύτερον πόδα, ἤτοι τὸν διίαμβον. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
ἀλλʼ ἐπὶ τὰ ἀρχαῖα βρέτη καὶ εἴδωλα τῶν θεῶν ἦλθον πρόδρομος, τουτέστι μετὰ δρόμου, πίσυνος καὶ θαρροῦσα τοῖς θεοῖς. ὅτε ὁ βρόμος καὶ ὁ ἦχος ἐγένετο τῆς ὀλεθρίας νιφάδος τῆς νιφομένης ἐν ταῖς πύλαις, ἤγουν τῆς συρρεύσεως καὶ συνεχείας τῶν βελῶν τῶν πρὸς τὴν πόλιν πεμπομένων ὑπὸ τῶν πολεμίων, τότε δὴ ἐν τῷ φόβῳ καὶ ἕνεκα τοῦ κατασχόντος με φόβου ἤρθην καὶ ἐκινήθην πρὸς τὰς λιτὰς τῶν μακάρων καὶ τῶν θεῶν, ἵνα τὴν αὐτῶν ἀλκὴν καὶ δύναμιν καὶ βοήθειαν ὑπὲρ τῆς πόλεως ἡμῶν ἔχοιεν, ἤγουν ὡς ἂν τῇ πόλει συνασπίζωσιν.
ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον· ὅτε βρόμος καὶ κτύπος γέγονε ἐν πύλαις—τοῦτο δὲ ἔξωθεν—νιφάδος ὀλοῆς νιφομένης, τότε δὴ ἦλθον πρὸς τὰ ἀρχαῖα καὶ πατρῷα εἴδωλα τῶν θεῶν, θαρρῶν τοῖς θεοῖς· τότε ἤρθην πρὸς μακάρων λιτάς. ἀσυνδέτως ταῦτα. ἢ οὕτως· ἐπὶ δαιμόνων ἦλθον βρέτη, διότι βρόμος ἐν πύλαις νιφάδος ὀλοῆς νιφομένης, ἤγουν συχνῶν βελῶν καταφερομένων πρὸς τὴν πόλιν, καὶ οὕτως τὸ ἑξῆς· τότε δὴ ἦλθον πρὸς μακάρων λιτάς.
ἀλλὰ πρόδρομος ἐπὶ τὰ ἀρχαῖα βρέτη τῶν δαιμόνων θαρρῶν τοῖς θεοῖς δὴ τότʼ ἤρθην ἐν φόβῳ πρὸς τὰς λιτὰς τῶν μακάρων, ὅταν ὁ βρόμος τῆς ὀλεθρίας νιφάδος νιφομένης ἐν ταῖς πύλαις.
λέγοντος τοῦ Ἐτεοκλέους πρὸς τὸν χορόν· μὴ δύναταί τις ἀπὸ τῆς πρύμνης ἐπὶ τὴν πρῷραν φυγὼν εὑρεῖν σωτηρίαν ποντιζομένης τῆς νηός; ἀποκρίνεται ὁ χορὸς λέγων ὅτι· ναί, οὐ δύναται, ἀλλὰ διὰ τοῦτο ὀφείλει προσεύχειν τοῖς θεοῖς πρὸ τοῦ κινδύνου, ὃ καὶ ἡμεῖς ποιοῦμεν, ἵνα σωτηρίας ἔχῃ ἐλπίδα.
ἀλλὰ προέδραμον ἐπὶ τὰ ἀρχαῖα βρέτη τῶν δαιμόνων, ἤρθην τῷ φόβῳ πρὸς τὰς λιτὰς τῶν μακάρων, πίσυνος αὐτοῖς ἵνα ὑπερέχοιεν τῆς πόλεως ἀλκήν, τότε δὴ ὅτε ὁ ἦχος γίνεται τῆς ὀλεθρίας νιφάδος ἐν ταῖς πύλαις.
πρὸ τοῦ κινδύνου ἔδραμον εἰς τὰ ἀρχαῖα βρέτη τῶν θεῶν.
οὔτε ἐκεῖνος τοῦτο ποιεῖ, οὔτε ἐγὼ μάτην φέρομαι πρὸς τὴν πόλιν. θ
δαιμόνων θεῶν.
πρόδρομος προτρέχουσα.
πρόδρομος προτρέχων τῶν ἄλλων.
πρόδρομος ταχεῖα.
ἀρχαῖα ἢ τὰ βασιλικὰ τὰ ἀρχὴν καὶ ἐξουσίαν ἔχοντα τῶν ὅλων ἢ τὰ πατρῷα.
ἀρχαῖα βρέτη ἐπὶ τὰ παλαιὰ εἴδωλα.
ἀρχαῖα βρέτη τὰ ἐξ ἀρχῆς ὄντα τῇ πόλει ἀγάλματα. θ
ἀρχαῖα βασιλικὰ παρὰ τὴν ἀρχήν.
βρέτη εἴδωλα.
πίσυνος θαρροῦσα.
πίσυνος θαρρῶν.
τὸ πίσυνος ἐκ τοῦ πείθω. γράφεται δὲ διὰ τοῦ ι ὃν λόγον καὶ τὸ θίασος ἐκ τοῦ θειάζω, ἔτι δὲ καὶ ὁ πιθανὸς ἐκ τοῦ πείθω παραχθείς. Συρακουσίων δὲ γλώσσης τὸ πίσυνος κατὰ τὸν κανόνα τὸν λέγοντα· πολλά εἰσιν ὀνόματα ἀπὸ ῥημάτων γινόμενα, γραφομένων τῶν ῥημάτων καὶ τὰ ἑξῆς. δύναται δὲ καὶ ἀπὸ τοῦ πιστός, πιστόσυνος γίνεσθαι κατὰ τοὺς παλαιοὺς κατὰ συγκοπὴν τῆς στο συλλαβῆς.
θεοῖς συνίζησις.
νιφάδος ὅτʼ ὀλοᾶς ὀλοὴν νιφάδα λέγει τὴν σύρρευσιν καὶ συνέχειαν τῶν βελῶν.
νιφάδα τὸ τῶν πολεμίων ἔθνος.
νιφάδι παρείκασε τὸ τῶν πολεμίων ἔθνος διὰ τὸ πλῆθος αὐτῶν.
νιφάδος τῆς τῶν λίθων κινήσεως.
νιφάδος ζάλης.
νιφάδος τῆς τῶν λίθων συγκινήσεως ἢ τῆς συρρεύσεως τῶν βελῶν.
νιφάδος πλήθους.
νιφάδος βελῶν καὶ λίθων σωρείας. θ
νιφάδος σωρείας λίθων.
ὀλοᾶς ὀλεθρίας.
ὀλοᾶς φθαρτικῆς.
νιφομένας βαλλομένας.
νιφομένας ἐπερχομένας.
νιφομένας ῥιπτομένης.
νιφομένας δίκην χιόνος πιπτούσης. θ
βρόμος ἦχος ἐγένετο.
πύλαις τῆς πόλεως.
δὴ τότʼ τότε δὴ κατὰ ἀναστροφήν.
ἤρθην ἐκινήθην.
ἤρθην διηγέρθην. θ
ἤρθην ὥρμησα.
μακάρων τῶν θεῶν.
λιτὰς παρακλήσεις.
λιτὰς ἱκεσίας.
λιτὰς δεήσεις. θ
ὑπερέχοιεν· ἵνα τὴν αὐτῶν βοήθειαν ὑπὲρ ἡμῶν ἔχοιεν οἱ θεοὶ καὶ ὑπερασπίσωσι τῆς πόλεως ἡμῶν.
ἦλθον πρὸς παρακλήσεις τῶν θεῶν ἵνα τὴν ἑαυτῶν ἰσχὺν ὑπὲρ ἡμῶν ἔχωσι, τουτέστι βοηθῶσιν ἡμῖν. ἢ καὶ οὕτως· ἵνα ὑπερέχοιεν τὴν ἀλκὴν τῆς πόλεως, ἤγουν ἰσχυροτέραν ἀποφαίνωσι τῶν πολεμίων.
πόλις καὶ ἄστυ διαφέρει. πόλις λέγεται τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευή.
ἄλλως· πόλις μὲν ὁ τόπος καὶ οἱ κατοικοῦντες καὶ τὸ συναμφότερον, ἄστυ δὲ μόνος ὁ τόπος.
πόλεως συνίζησις.
ἵνα τὴν ἑαυτῶν ἀλκὴν ὑπὲρ ἡμῶν ἔχοιεν οἱ θεοί.
ὑπερέχοιεν φέροιεν.
ὑπερέχοιεν τὴν ὑπὲρ πρὸς τὸ πόλιν σύναψον.
ὑπερέχοιεν ὑπερτείνειεν.
ἀλκάν δύναμιν.
ἀλκάν βοήθειαν. θ
ἀλκάν τὴν ἰσχύν.
ἰαμβικοὶ στίχοι τρεῖς.
σύστημα στίχων γʹ.
πύργον στέγειν· τὸ παρὸν σύστημα ὅμοιόν ἐστι τῷ ἄνω συστήματι οὗ ἡ ἀρχὴ τί οὖν· καὶ τοῦτο γὰρ στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων τριῶν. ἐπὶ τῷ τέλει παράγραφος.
πύργον στέγειν εὔχεσθε· εὔχεσθε τὸν πύργον, ἤτοι τὰ ἡμέτερα τείχη, μένειν ἀσφαλῶς καὶ στέγειν καὶ ὑπομένειν τὸ πολεμικὸν δόρυ· οὐκοῦν ταῦτα ἃ φῂς ἔσται πρὸς τῶν θεῶν, ἤτοι τὸ ἀλκὴν καὶ βοήθειαν παρέχειν ἡμῖν.
πύργον στέγειν εὔχεσθε· τοῦτο εὔχεσθε, διαμένειν ἡμῶν τὰ τείχη ἀσφαλῶς ὥστε τὸ δόρυ στέγειν καὶ ἀπείργειν τοὺς πολεμίους.
πύργον τὰ ἡμέτερα τείχη.
πύργον τὸν ἡμέτερον.
πύργον τὴν πόλιν.
πύργον ἤτοι τὴν πόλιν ἀπὸ μέρους.
στέγειν ὑπομένειν.
στέγειν καὶ φέρειν.
εὔχεσθε παρακαλεῖτε.
πολέμιον δόρυ τὸ πολεμικόν.
πολέμιον δόρυ ἤγουν τὸν πόλεμον.
τάδʼ ἔσται ἤγουν τὸ στέγειν τὸν πύργον τὸ πολεμικὸν δόρυ.
τάδʼ ἔσται τὸ τὴν πόλιν τοὺς πολεμίους ὑπομένειν ὥστε καὶ αὐτὴ εἰκότως ἐποίουν προσπίπτουσα τοῖς ἀγάλμασιν. θ
ἤγουν συναπολλύουσιν καὶ αὐτοὶ τοὺς ναοὺς ἢ ὑπεξίστανται τῆς πόλεως.
ἀλλὰ λόγος ἐξᾴδεται τοὺς τῆς πόλεως θεοὺς φεύγειν πορθηθείσης αὐτῆς. λέγεται γὰρ ὅτι, ὅταν ἔμελλε πορθηθῆναι ἡ Τροία, ἐφάνησαν οἱ θεοὶ τοῖς Τρωσὶν ἀνελόμενοι ἐκ τῶν ναῶν τὰ ἀγάλματα ἑαυτῶν.
ᾄδεται λόγος ὅτι, ἡνίκα κρατηθῇ ἡ πόλις παρὰ τῶν πολεμίων, τότε οἱ θεοὶ φεύγουσιν.
ἁλούσης κρατηθείσης.
ἁλούσης πορθηθείσης.
ἁλούσης πορθουμένης. θ
πόλεος διὰ τὸ μέτρον.
ἐκλείπειν ᾄδεται.
ἐκλείπειν ἀποδημεῖν.
ἐκλείπειν ὑποχωρεῖν.
ἐκλείπειν ἐκφεύγειν.
λόγος φήμη.
ἑτέρα στροφή. τὰ δὲ κῶλα ἀντισπαστικὰ ὅμοια τοῖς ἄνω γʹ. τὸ δὲ τέταρτον ἡμιόλιον.
στροφὴ ἑτέρα κώλων δʹ.
ἡμέτερα· μήποτʼ ἐμόν· ἡ βʹ αὕτη στροφὴ κώλων ἐστὶ δʹ. τὸ αʹ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον ὅμοιον τῷ αʹ τῆς πρώτης στροφῆς ἐκ χοριάμβου, ἀντισπάστου καὶ διιάμβου. τὸ βʹ ὅμοιον κατὰ πάντα. τὸ γʹ ὅμοιον τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, διιάμβου καὶ κρητικοῦ. τὸ δʹ ὅμοιον τῷ δʹ τῆς πρώτης στροφῆς ἐκ χοριάμβου καὶ διιάμβου πεντασυλλάβου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ ἐν ἀρχῇ τοῦ κώλου καὶ κατὰ τὸ τέλος.
μήποτε λείψει ἥδε ἡ πανήγυρις τῶν θεῶν κατὰ τὸν ἐμὸν αἰῶνα, ἤτοι κατὰ τὴν ἐμὴν ζωήν, μηδὲ ἐπιθεάσαιμι τὴν πόλιν καταπορθουμένην μηδὲ παρὰ τοῦ στρατεύματος καιομένην.
μήποτʼ ἐμὸν κατʼ αἰῶνα· μηδέποτε αὕτη ἡ πανήγυρις τῶν θεῶν, ἤγουν ἡ συναγωγὴ τῶν ἐνταῦθα ὄντων θεῶν, καταλείψοι τὴν πόλιν κατʼ ἐμὸν αἰῶνα καὶ χρόνον, ἤγουν ἐπὶ τοῦ ἐμοῦ βίου.
μήποτʼ ἐμὸν κατʼ αἰῶνα· μηδέποτε, φησίν, ἐπὶ τοῦ ἐμοῦ βίου καταλείποιεν τὴν πόλιν οἱ θεοί. εὑρὼν δὲ ὁ Αἰσχύλος παρὰ τῷ Ὁμήρῳ τὸ θεῖον δύσονται ἀγῶνα—παρὰ γοῦν τὸ εἰς τὸ αὐτὸ ἀγείρεσθαι ἀγῶνα εἴρηκεν—τὴν οὖν τῶν θεῶν εἰς τὸ αὐτὸ συναγωγὴν πανήγυριν τραγικώτερον εἶπεν.
μήποτε, φησίν, ἐπὶ τοῦ ἐμοῦ βίου καταλίποιεν τὴν πόλιν οἱ θεοί.
εὑρὼν Αἰσχύλος παρὰ Ὁμήρῳ τὸ αὐτόμαται θεῖον δύσονται ἀγῶνα—παρὰ τὸ εἰς τὸ αὐτὸ ἀγείρεσθαι ἀγῶνα εἴρηκε—τὴν τῶν θεῶν εἰς τὸ αὐτὸ συναγωγὴν τραγικώτερον πανήγυριν εἶπεν. εἴωθε γὰρ ἐν ταῖς πανηγύρεσι συνέλευσιν καὶ συναγωγὴν λαοῦ γίνεσθαι.
εὑρὼν δὲ ὁ Αἰσχύλος παρʼ Ὁμήρῳ ἀγῶνα εἰρημένον τὸν σύλλογον τῶν θεῶν παρὰ τὸ εἰς τὸ αὐτὸ ἀγείρεσθαι, ὡς τὸ αὐτόματοι θεῖον ἀγῶνα, τραγικώτερον πανήγυριν εἴρηκεν τὴν εἰς ταὐτὸ τῶν θεῶν συναγωγήν.
ἐμὸν κατʼ αἰῶνα κατὰ τὴν ἐμὴν ζωήν.
αἰῶνα ζωήν.
λίποι τὴν πόλιν.
πανήγυρις ἡ συναγωγή.
πανήγυρις ἑορτή.
πανήγυρις ἡ πληθύς.
πανήγυρις χορός.
ἐπίδοιμι θεάσαιμι.
ἀστυδρομουμένην πορθουμένην.
ἀστυδρομουμένην ὑπὸ τῶν ἀστῶν περιερχομένην· οἱ γὰρ τῆς ἁλούσης πόλεως πολῖται ἄνω καὶ κάτω πρὸς αὐτὴν χωροῦσι γυναῖκας, τέκνα, χρήματα, ἐσθῆτας τʼ ἄλλα σῴζειν θέλοντες. θ
ἀστυδρομουμένην ὑπὸ τῶν ἀστῶν καὶ πολιτῶν περιερχομένην.
ἀστυδρομουμένην περιερχομένην ἁπλῶς ὑπὸ τῶν πολεμίων.
στράτευμʼ τῶν Θηβαίων.
στράτευμʼ τῶν πολεμίων.
ἁπτόμενον γρ. τυφόμενον οἷον καιόμενον πολεμίῳ πυρί.
ἁπτόμενον καιόμενον.
ἁπτόμενον φλογιζόμενον.
ἁπτόμενον ἀναπτόμενον.
ἁπτόμενον τὸ στράτευμα διὰ τοὺς πολεμίους νόει οὕτω· μηδὲ ἐπίδοιμι τὸ στράτευμα τῶν πολεμίων ἁπτόμενον τῆς πόλεως ἐν πυρὶ δαΐῳ, ἤτοι κᾶον αὐτήν.
ἁπτόμενον ἤγουν κρατῆσαν τῆς πόλεως καὶ καῖον αὐτήν.
ἁπτόμενον πόλεως.
ἁπτόμενον καίων.
πυρὶ δαΐῳ ἤτοι τῷ τοῦ πολέμου ἢ περιφραστικῶς τῷ πολέμῳ.
δαΐῳ πολεμικῷ.
δαΐῳ ἀφανιστικῷ.
δαΐῳ καυστικῷ.
ἰαμβικοὶ στίχοι γʹ.
κατὰ περικοπὴν ἴαμβοι γʹ. ἐπὶ τῷ τέλει παράγραφος.
καλοῦσα ἐπικαλουμένη, ὀνομάζουσα.
καλοῦσα ἐπιβοωμένη.
μή—βουλεύου κακῶς ἀλλὰ πειθαρχῶν δῆλον.
βουλεύου κακῶς διὰ θρήνων καὶ σπαραγμάτων τοὺς πολίτας κατακλῶσα καὶ πρὸς δειλίαν ὑπάγουσα. θ
βουλεύου ἤγουν λέγε τοιαῦτα οἷα λέγεις κατὰ τῆς πόλεως.
κακῶς δειλῶς.
πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας· πάνυ λαμπρῶς ὁ Αἰσχύλος τὴν πειθαρχίαν μητέρα τῆς εὐπραξίας ὠνόμασεν, ἐμφαίνων ὅτι καλόν ἐστι τὸ πειθαρχεῖν. πειθόμεναι γὰρ καὶ αἱ πόλεις τοῖς κρατοῦσιν ἑστᾶσιν. τινὲς δὲ ἀντὶ εὖ πράσσειν. σωματοποιεῖ δὲ τὰ πράγματα.
λαμπρῶς τὴν πειθαρχίαν εὐπραξίας μητέρα ὠνόμασε, ἐμφαίνων ὡς καλὸν τὸ πειθαρχεῖν. σωματοποιεῖ δὲ τὰ πράγματα.
πειθαρχία γάρ ἐστι· πάνυ εὐφυῶς ὁ Αἰσχύλος τὴν πειθαρχίαν γυναῖκα ὠνόμασε μητέρα τῆς εὐπραξίας τῆς σωτῆρος, λέγων· ἡ πειθαρχία γυνή ἐστι μήτηρ τῆς σωτῆρος εὐπραξίας· οὕτως λέγεται λόγος, ἐμφαίνων ὅτι καλόν ἐστι τὸ πειθαρχεῖν· πειθόμεναι γὰρ αἱ πόλεις τοῖς κρατοῦσιν ἑστᾶσιν.
πειθαρχία ἐνταῦθα Αἰσχύλος σωματοποιεῖ τὴν πειθαρχίαν γυναῖκα καλῶν· λέγει δὲ ὡς ὁ πειθόμενος τῷ τὰ λῷστα συμβουλεύοντι οὗτος ἄριστα πράσσει.
πειθαρχία κατάπεισις.
πειθαρχία τὸ πείθεσθαι τοῖς ἄρχουσι.
πειθαρχία ἡ πειθώ.
εὐπραξίας τῆς εὐτυχίας.
εὐπραξίας ἤτοι τοῦ εὖ πράττειν.
μήτηρ αἰτία.
γυνὴ λείπει Διός, γυνὴ Διὸς σωτῆρος.
γυνὴ πρὸς τὸν χορόν.
γυνὴ μήτηρ σωτηρίας.
σωτῆρος· τοῦ Διός· σῴζει γὰρ ἡ πειθαρχία.
σωτῆρος τοῦ Διός.
σωτῆρος τῆς σωστικῆς.
ὧδʼ ἔχει οἰκείως ἔχουσα πρὸς τὸ σῴζεσθαι.
λόγος φήμη.
ἔστι θεοῖς δʼ ἔτι ἰσχύς· ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα· ἀλήθειά ἐστιν ὅτι ἡ πειθαρχία μήτηρ τῆς σωστικῆς εὐπραξίας πέφυκεν· ἔστι δὲ καὶ τοῖς θεοῖς δύναμις ὑπερέχουσα πάντων. πολλάκις δὲ ἡ τῶν θεῶν ἰσχὺς τὴν ἀμήχανον νεφέλην καὶ ἐκ χαλεπῆς δύης κρεμαμένην ὕπερθεν τῶν ὀμμάτων ὀρθοῖ καὶ ἀποσοβεῖ αὐτήν.
λείπει τὸ ἀληθές, ἵνʼ ᾖ οὕτως· ἀληθές ἐστι ὅτι ἡ πειθαρχία μήτηρ πέφυκε τῆς εὐπραξίας. στικτέον εἰς τὸ ἔστι … ουσιν. τὸ δὲ θεοῖς δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα, δηλονότι ἔστι τοῖς θεοῖς δύναμις … ἐκ τῆς χαλεπῆς δύης κρεμαμένην ὕπερθεν τῶν ὀμμάτων ὀρθοῖ.
ἔστι θεοῖς δύναμις ὑπερτέρα καὶ ἰσχυροτέρα· πολλάκις δὲ καὶ ἐν κακοῖσι τὴν ἀμήχανον νεφέλην τὴν κρεμαμένην ὑπεράνω τῶν ὀμμάτων κἀκ χαλεπῆς κακοπαθείας ἀποσοβεῖ.
ἑτέρα ἀντιστροφή. τὰ δὲ κῶλα ἀντισπαστικὰ ὅμοια τοῖς τῆς στροφῆς τρίμετρα βραχυκατάληκτα γʹ. τὸ δὲ δʹ ἡμιόλιον.
ἀντιστροφὴ κώλων δʹ.
ἔστι θεοῖς· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχή· μήποτʼ ἐμόν. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ κατὰ πάντα δʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
ἔστι καλῶς εἶπας τοῦτο. θ
ἰσχὺς δύναμις.
καθυπερτέρα μεγίστη καὶ ἐπέκεινα πάντων.
καθυπερτέρα ὑψηλοτέρα.
καθυπερτέρα κρείττων.
καθυπερτέρα μεγάλη.
καθυπερτέρα ὑψηλοτέρα τῆς πειθαρχίας.
πολλάκι ἡ τῶν θεῶν ἰσχύς.
πολλάκι διὰ τὸ μέτρον.
ἐν κακοῖσι ἐν δυστυχίαις.
ἀμήχανον πρὸς ἣν οὐκ ἔστι μηχανή.
ἀμήχανον τὴν ἄπορον.
ἀμήχανον εἰς ἣν οὐκ ἔχει τις μηχανήσασθαι. θ
ἀμήχανον τὴν ἄπορον, τὴν ἰσχυράν.
χαλεπᾶς δύας κακῆς τύχης. θ
δύας κακοπαθείας.
ὀμμάτων πρὸ ὀφθαλμῶν.
κριμναμέναν νεφέλαν· τὸν μὴ δυνάμενον ἑαυτῷ μηχανήσασθαι καὶ βοηθῆσαι ὁ θεὸς ὀρθοῖ.
τὸν μηδὲν δυνάμενον ἑαυτῷ βοηθῆσαι, τούτῳ ὁ θεὸς διδοῖ δύναμιν καὶ καταπίπτοντα τὸν τοιοῦτον ἀνορθοῖ.
οὕτω χρὴ γράφεσθαι ἵνʼ εἴη τὸ ἑξῆς ἡμιόλιον ὡς τὰ λοιπά.
κρημναμέναν ἐπιφερομένην, ἐπικειμένην.
κρημναμέναν κρεμαμένην.
κρημναμέναν ὑπερκειμένην.
νεφέλαν θόρυβον, ζάλην.
νεφέλαν θλῖψιν.
νεφέλαν τὴν τῆς ἀθυμίας σκοτόμαιναν. θ
ὀρθοῖ ἀποσοβεῖ.
ὀρθοῖ ἀποδιώκει, ἀποσοβεῖ αὐτήν.
ὀρθοῖ ἀνιστᾷ, ἀποσοβεῖ.
ὀρθοῖ ἀνορθοῖ.
ὀρθοῖ ἐγείρει καὶ εἰς τοὐναντίον τρέπει. θ
ὀρθοῖ τὴν ζόφωσιν τὴν ἐξ ἀθυμίας εἰς τοὐναντίον τρέπει.
τοῖς ἀνδράσι πρέπει σφάγια ποιεῖν καὶ διὰ τῶν χειρῶν προσφέρειν θυσίας τοῖς θεοῖς, ταῖς δὲ γυναιξίν ἐστι τὸ σιγᾶν καὶ οἰκουρεῖν.
ἰαμβικοὶ στίχοι γʹ.
κατὰ περικοπὴν ἴαμβοι τρίμετροι γʹ. ἐπὶ τῷ τέλει παράγραφος.
γράφεται χωρὶς τοῦ ἐστι ἀνδρῶν τόδε σφάγια.
ἀνδρῶν ἴδιον τῶν ἀνδρῶν.
τάδʼ ἃ λέγεις.
τὸ σφάγια καὶ χρηστήρια ἐκ παραλλήλου· οὐ γὰρ μόνον χρηστήρια τὰ μαντεύματα ἀλλὰ καὶ τὰ θύματα. ἢ ὅτι θύοντες τοῖς θεοῖς καὶ αὐτῶν περί του δεόμενοι τὰς μαντείας δεχόμεθα. ἢ ὅτι μέρος μαντικῆς ἐστι καὶ τὸ διὰ σφαγίων τὰς μαντείας ποιεῖσθαι ὁρῶντας τὴν τοῦ ζῴου χολὴν καὶ τὸ ἦπαρ καὶ τὴν κύστην.
σφάγια θυσίαι.
σφάγια θύματα.
χρηστήρια τὰ εἰς χρῆσιν καὶ θυσίαν θύματα.
χρηστήρια μαντεύματα.
χρηστήρια ἐκ παραλλήλου.
χρηστήρια τὰ εἰς χρείαν θυσίας θύματα ἢ μαντεύματα· διὰ γὰρ τῶν θυμάτων οἱ μάντεις τὸ μέλλον ἐτεκμαίροντο πυρακτωμένων τε καὶ σφαττομένων. Ξ
ἔρδειν θυσιάζειν.
ἔρδειν θύειν.
ἔρδειν πράττειν.
ἔρδειν ποιεῖν. θ
πειρωμένων ἀποσόβησιν ποιουμένων.
πειρωμένων πεῖραν λαμβανόντων.
ἢ πεῖραν ἁλώσεως ποιουμένων τῶν πολεμίων, ἵνʼ ᾖ τὸ πειρωμένων πρὸς πολεμίων καὶ οὐ πρὸς τὸ ἀνδρῶν.
πειρωμένων ἀπόπειραν ποιούντων.
πειρωμένων πεῖραν λαμβανόντων καὶ ἐγχειρούντων αὐτοῖς πρὸς πόλεμον. θ
σὸν τῇ γυναικί.
σὸν ἔργον ἴδιον.
σὸν ἴδιον.
σὸν ἴδιόν ἐστι τῆς γυναικός.
σιγᾶν σιωπᾶν.
μένειν καρτερεῖν.
δόμων τῶν οἴκων.
ἑτέρα στροφή. τὰ δὲ κῶλα ἀντισπαστικὰ τρίμετρα ὅμοια τοῖς ἄνω βʹ. τὸ δὲ γʹ ἡμιόλιον.
στροφὴ ἑτέρα κώλων γʹ.
ἡμέτερα· διὰ μὲν θεῶν· ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ τριῶν. τὸ αʹ χοριαμβικὸν τρίμετρον ἀκατάληκτον ἐκ διιάμβων πεντασυλλάβων δύο καὶ παίωνος τρίτου. τὸ βʹ ὅμοιον ἐκ χοριάμβου, ἀντισπάστου καὶ διιάμβου. τὸ γʹ ὅμοιον δίμετρον καταληκτικὸν ἐκ διιάμβου πεντασυλλάβου καὶ κρητικοῦ. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ ἐν ἀρχῇ τοῦ κώλου καὶ κατὰ τὸ τέλος.
οὕτω χρὴ γράφειν διὰ μὲν θεῶν καὶ τί ταῦτα νέμεσις στυγεῖ· οὕτω γὰρ οἰκείως ἔχει τὰ κῶλα πρὸς τὰ μέτρα.
διὰ θεῶν πόλιν· διὰ τῆς ἐπικουρίας τῶν θεῶν νεμόμεθα τὴν πόλιν ἀδάμαντον καὶ μὴ δαμαζομένην παρὰ τῶν πολεμίων καὶ μὴ καταπονουμένην· τὸν ὄχλον δὲ τῶν δυσμενέων καὶ τῶν ἐχθρῶν ἀποστέγει καὶ ὑπομένει καὶ καρτερεῖ τὸ τεῖχος καὶ ὁ πύργος τῆς πόλεως.
διὰ θεῶν λείπει διʼ ἐπικουρίαν.
διὰ θεῶν διὰ τῆς ἐπικουρίας.
διὰ θεῶν διὰ τῆς αὐτῶν βοηθείας. θ
θεῶν συνεργίας.
νεμόμεθʼ οἰκοῦμεν.
νεμόμεθʼ κατοικοῦμεν.
νεμόμεθʼ ἔχομεν.
ἀδάμαντον ἀπόρθητον.
ἀδάμαντον μὴ δαμαζομένην καὶ καταπονουμένην παρὰ τῶν πολεμίων.
ἀδάμαστον καὶ ἀκαταπόνητον.
δυσμενέων ἐχθρῶν.
δυσμενέων θεῶν.
ὄχλον τὴν πληθύν.
ὄχλον τὸ πλῆθος.
ὄχλον ὄχλησιν ἐκ τοῦ πλήθους.
πύργος ἡ πόλις.
πύργος τὸ τεῖχος.
ἀποστέγει κωλύει, καρτερεῖ, ὑπομένει.
ἀποστέγει ἀποδιώκει, οὐ προσδέχεται.
ἀποστέγει καρτερεῖ.
ἀποστέγει κωλύει.
ἀποστέγει ὑπομένει.
ἀποστέγει ἀποδιώκει.
ἀποστέγει ὑπομένει ἢ ἀποδιώκει.
ἀποστέγει ἀποτρέπει.
ἀποστέγει ἤγουν ἀπὸ καὶ μακρὰν ἐκείνων ὑπομένει, τουτέστιν οὐχ ὑπʼ ἐκείνων πορθεῖται. εἰ δὲ τὸ ὄχλον μικρογραφήσεις, τὸ ἀποστέγει ἀντὶ τοῦ ὑπομένει μόνον ἐρεῖς, τὴν ἀπο ἀργὴν λαμβάνων, τὸ δὲ διὰ θεῶν κατὰ κοινοῦ. θ
ἀποστέγει ἀποπέμπει, ἀποβάλλεται.
ἀποστέγει περισσὴ ἡ ἀπο. Ξ
τί τάδε νέμεσις στυγεῖ· ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα· τί τάδε ἅ φημι περὶ τῶν θεῶν, εὐεργέτας τούτους ἀποκαλῶν, στυγεῖ ἡ νέμεσις, ἤτοι ἡ ἀπὸ σοῦ μέμψις; ὁ δὲ πρὸς αὐτόν· οὐδαμῶς φθονῶ καὶ νεμεσῶ σοι τοῦ τιμᾶν τοὺς θεούς, ἀλλʼ ἵνα μὴ τοὺς πολίτας ποιῇς δειλούς, ἴσθι καὶ ὕπαρχε εὔκηλος καὶ ἥσυχος, μὴ λίαν φοβοῦ· τὸ δὲ ἕκηλος γράφεται καὶ εὔκηλος, τὸ δὲ υ μέτρου αἰτίας ἕνεκά ποτε παραλαμβάνεται.
οὐδεὶς ταῦτα ὁρῶν ἡμᾶς ποιούσας μισήσειεν ἄν.
τί νεμεσητὸν ποιοῦμεν εἰ παρακλητεύομεν τοὺς θεοὺς ὑπὲρ τῆς πόλεως; οὐδεὶς ἡμᾶς μισήσειεν ἂν ὁρῶν τιμώσας τοὺς σῴζοντας θεούς.
τί τάδε· εἰ μὲν στίξεις εἰς τὸ τί, τὸ τάδε νέμεσις στυγεῖ κατʼ ἐρώτησιν εἴποις οὕτω· τί φῄς, τάδε, τὸ διὰ τῆς βοηθείας τῶν θεῶν οἰκεῖν καὶ σώαν ἔχειν τὴν πόλιν, μεμπτόν ἐστιν; εἰ δʼ οὐ στίξεις, καθʼ ὁμαλισμὸν εἴποις ἀντὶ τοῦ τί ταῦτα ἃ ποιῶ—λέγω δὴ τὸ δεῖσθαι τῶν θεῶν— μεμπτὰ λογίζονται· εἰκότως δὲ εἶπε τὸ νέμεσις στυγεῖ καὶ οὐκ αὐτὸς μισεῖς· βάρος γὰρ ἂν εἶχεν ὁ λόγος εἰ αὐτοπροσώπως πρὸς αὐτὸν ἐτείνετο. θ
τάδε ταῦτα ἃ λέγεις.
τάδε ἃ λέγω.
νέμεσις ἡ ἀπὸ σοῦ.
νέμεσις μέμψις.
νέμεσις ἡ σή.
νέμεσις ἡ θεά.
στυγεῖ ἀποτρέπει, ἀποδιώκει.
στυγεῖ μισεῖ.
στυγεῖ ἤτοι μεμπτά ἐστιν. θ
ἰαμβικοὶ στίχοι γʹ.
κατὰ περικοπὴν ἴαμβοι γʹ. ἐπὶ τέλει παράγραφος.
φθονῶ μέμφομαι.
φθονῶ μισῶ.
δαιμόνων τῶν θεῶν.
τιμᾶν τὸ τιμᾶν τοὺς σῴζοντας θεούς.
μὴ κακοσπλάγχνους τιθῇς· σπλάγχνα λέγεται τὰ ἐντόσθια ὅλα, καὶ τούτων τὰ μὲν ἀνάκεινται τῷ ἤπατι, τὰ δὲ τῇ καρδίᾳ· τοὺς γοῦν εὐτόλμους καὶ ἀνδρείους ἐκ τῆς καρδίας λέγουσι καλοσπλάγχνους, ὡσαύτως καὶ τοὺς δειλοὺς ἐκ ταύτης, τοὺς δὲ συμπαθεῖς λέγουσιν εὐσπλάγχνους ἐκ τοῦ ἤπατος, ὡσαύτως καὶ τοὺς ἀσπλάγχνους.
κακοσπλάγχνους περιφόβους.
κακοσπλάγχνους κακοκαρδίους.
κακοσπλάγχνους δειλούς, φιλοψύχους.
κακοσπλάγχνους δειλούς.
τιθῇς ποιήσῃς.
τιθῇς ποιῇς.
εὔκηλος ἥσυχος.
ἕκηλος λέγεται ὁ ἥσυχος ἀπὸ τοῦ ἑκὰς καὶ τοῦ πόρρω εἶναι ἁλμάτων καὶ ταραχῶν, καὶ πλεονασμῷ τοῦ υ εὔκηλος.
ποταίνιον κλύουσα· ὁ χορὸς πάλιν ἀνελθὼν εἰς τὸ τεῖχος τῆς πόλεώς φησι· νεωστὶ γεγενημένον καὶ πρόσφατον κτύπον καὶ ἦχον ἀκούσασα σὺν φόβῳ παρεγενόμην εἰς ταύτην τὴν ἀκρόπολιν, τὸ τίμιον ἔδαφος.
ἑτέρα ἀντιστροφή. τὰ δὲ κῶλα ἀντισπαστικὰ τρίμετρα ὅμοια τοῖς ἄνω βʹ. τὸ δὲ γʹ ἡμιόλιον.
ἀντιστροφὴ κώλων γʹ.
ποταίνιον· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ διὰ μὲν θεῶν. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ γʹ, πλὴν τὸ μὲν αʹ κῶλον ἔχει τὸν δεύτερον πόδα διίαμβον πεντασύλλαβον, τὸν δὲ τρίτον παίωνα πρῶτον. τὸ δὲ γʹ τὸν πρῶτον πόδα χορίαμβον πεντασύλλαβον. ἐπὶ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἔξω νενευκυῖαι, δηλοῦσαι ὅτι τέλος ἔσχε τὰ ἀνταποδιδόμενα.
ποταίνιον πρόσφατον.
ποταίνιον νέον.
κλύουσα ἀκούουσα.
κλύουσα ἀκούσασα.
πάταγον ἦχον.
πάταγον κτύπον.
κτύπον πάταγον.
ταρβοσύνῳ ταρακτικῷ.
ταρβοσύνῳ τῷ τείροντι διὰ βοῆς, φοβερῷ, καταπληκτικῷ.
ταρβοσύνῳ τῷ τάρβοντι διὰ τῆς βοῆς.
ταρβοσύνῳ μετὰ φόβου.
ταρβοσύνῳ φοβουμένῳ.
ταρβοσύνῳ δειλίαν ποιοῦντι.
ταρβοσύνῳ ταραχώδει.
ἀκρόπτολιν διὰ τὸ μέτρον.
τίμιον ἕδος τὴν ἀκρόπολιν, τίμιον ἕδος.
τίμιον ἕδος ἱκόμαν· διὰ τοῦτο λέγονται τὰ τείχη τῆς πόλεως ἱερά, καθότι καὶ φυλάσσουσι καὶ περισκέπουσι τὴν πόλιν καὶ ἀποσοβοῦσι καὶ ἀποπέμπουσι τοὺς ἀντιπάλους.
τίμιον τὸ σεβάσμιον διὰ τοὺς θεούς.
τίμιον διὰ τὸ τοὺς θεοὺς ἐνταῦθα ἱδρῦσθαι ἢ διὰ τὸ τὰ βασίλεια ἐνταῦθα εἶναι ἢ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα.
τίμιον ἕδος νόει ἢ ὡς ἐντὸς ἔφαμεν ἢ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ὃ ἐνταῦθα ἦν· εὕρηται γὰρ ἕδος καὶ τὸ ἄγαλμα καὶ παρὰ ποιηταῖς καὶ λογοποιοῖς. θ
τίμιον διὰ τὸ θεοὺς ἐνταῦθα ἱδρῦσθαι. θ
λέγει δὲ τίμιον ἕδος ἢ διὰ τοὺς ἐκεῖ θεοὺς ἢ διὰ τὸ τὰ βασίλεια ἐκεῖ εἶναι ἢ διὰ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα.
ἕδος ἔδαφος.
ἕδος κατοικίαν.
ἱκόμαν ἦλθον.
ἱκόμαν παρεγενόμην.
οἱ ἑξῆς στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι μεʹ.
μὴ νῦν ἐὰν θνῄσκοντας· ὁ Ἐτεοκλῆς φησι πρὸς τὸν χορὸν ἐπὶ τῆς ἀκροπόλεως ἱστάμενον· μὴ ἁρπαλίζετε ἐν κωκυτοῖς, μὴ ἁρπάζετε τὸ θρηνεῖν, ἐάν τινας ἀκούητε ἢ σφαττομένους ἢ ἡττημένους· ἐν τούτῳ γὰρ τῷ ὀδύρεσθαι καὶ θρηνεῖν βόσκεται ὁ Ἄρης, ἤτοι τρέφεται ἐν αἵματι τῶν σφαττομένων, τῷ φόνῳ τῶν βροτῶν. χαυνούμενοι γὰρ ὑπὸ τῶν θρήνων καὶ τῶν ὀδυρμῶν οὐκέτι κυρίως μαχόμενοι ἵστανται ἀνδρείως, κατὰ τῶν ἀντιπάλων ἀνδρικῶς στρατευόμενοι, ἀλλὰ τὰ νῶτα κλίνοντες ἀναιροῦνται εὐθύς.
κατὰ περικοπὴν ἴαμβοι γʹ. ἐπὶ τέλει παράγραφος.
τετραμμένους ἡττωμένους.
τετραμμένους τραπέντας.
τετραμμένους τρεπομένους ἢ τιτρωσκομένους.
τετρωμένους βεβλημμένους.
πύθησθε ἀκούετε.
πύθησθε ἀκούσητε.
πύθησθε μάθοιτε.
πύθησθε μάθητε.
κωκυτοῖσιν ἁρπαλίζετε μὴ ἁρπάσητε τὸ θρηνεῖν.
κωκυτοῖσιν ἁρπαλίζετε ἁρπάζετε τοῦτο, ἤγουν παραυτίκα θρῆνον ἐγείρετε. θ
κωκυτοῖσιν θρήνοις.
ἁρπαλίζεται ἁρπάζεται. …
ἁρπαλίζετε μὴ ἁρπάζετε.
ἁρπαλίζετε ταράσσεσθε, ἁρπάζετε.
ἁρπαλίζετε ἁρπάζετε.
ἁρπαλίζετε βάλλετε εἰς δειλίαν, ἐμποδίζεται.
ταῦτα νόμιμα Ἄρεως.
τούτῳ ἐν τῷ ὀδύρεσθαι.
τούτῳ ἕνεκα τούτου, ἤγουν ἐν τῷ ὀδύρεσθαι καὶ θρηνεῖν.
τούτῳ ἐν τῷ θρηνεῖν.
δέον οὕτω εἰπεῖν, τούτῳ εἶπε πρὸς τὸ φόνῳ, ὥσπερ ἐστὶ καὶ τὸ ξύλινον μόρον ἣν παγίδα καλέουσιν. ἢ μὴ σύναπτε τὸ τούτῳ πρὸς τὸ φόνῳ, ἀλλʼ οὕτω λέγε· ἐν τούτῳ γάρ, τῷ κωκυτοῖσιν ἁρπαλίζειν, βόσκεται ὁ Ἄρης ἐν τῷ φόνῳ τῶν βροτῶν. θ
τούτῳ ἐν τῷ τοιαῦτα ὑμᾶς ποιεῖν.
τούτῳ ἀπὸ τοῦ τοιούτου τρόπου.
Ἄρης ὁ σίδηρος.
βόσκεται διανέμεται.
βόσκεται τρέφεται.
βόσκεται ἀφραίνεται.
φόνῳ αἵματι.
καὶ μὴν ἀκούω· ἡ ἑξῆς αὕτη ἀμοιβαία περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων μβʹ, ὧν τελευταῖος λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο. ἐπὶ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν καὶ εἰσιόντος τοῦ χοροῦ.
ἀκούω πῶς οὖν οὐ θρηνῶ; θ
φρυαγμάτων χρεμετισμῶν.
ἀκούουσα ἐμφανῶς καὶ φανερῶς ποιεῖ αὐτὴν μὴ ἀκούειν ἄγαν.
μὴ νῦν ἄκουε ἄγαν· ἐμφανῶς ἀκούσασα, ἤτοι λίαν ἀκούσασα ἐμφανῶς, προσποιοῦ μὴ ἀκούειν.
ἀκούουσʼ κἂν ἀκούῃς, προσποιοῦ μὴ ἀκούειν.
ἐμφανῶς φανερῶς.
ἄκουʼ ἄγαν ἀλλʼ ἐθελοκώφει. θ
ὡς κυκλούντων τὴν πόλιν τῶν πολεμίων σείεται, φησίν, ἡ ἡμετέρα γῆ.
στένει πόλισμα· στενάζει, θρηνεῖ ἡ πόλις. ἢ σείεται ἐκ θεμελίων, ἤγουν οἱ πολῖται—ἐκ τοῦ περιέχοντος νόει τὸ περιεχόμενον— κυκλούντων τῶν πολεμίων τὴν πόλιν.
στένει πόλισμα στενάζει, θρηνεῖ ἡ πόλις.
στένει στενάζει.
πόλισμα οἱ πολῖται· ἐκ τοῦ περιέχοντος τὸ περιεχόμενον.
πόλισμα ἤγουν οἱ πολῖται.
πόλισμα ἡ πόλις.
γῆθεν ἐκ βάθρων.
δῆθεν ἴσως· εἰκάζει γὰρ τοῦτο.
γῆθεν στεναγμὸν ἀπὸ τῆς γῆς ἀποπέμπει.
κυκλουμένων ἀντὶ ἐνεργητικοῦ.
κυκλουμένων παραλαμβανομένων ἡμῶν.
κυκλουμένων τῶν πολεμίων.
κυκλουμένων ἡμῶν ὑπὸ τῶν πολεμίων. θ
κυκλουμένων ἡμῶν δῆλον.
ἀρκεῖ ἐμοὶ καὶ ἐμὲ βουλεύειν περὶ τῶνδε κυκλουμένων ἔξωθεν.
ἡμέτερον ἔμʼ ἀρκεῖ· ἐντεῦθεν δῆλον ὅτι συναλείφονται καὶ αἱ δίφθογγοι καὶ ἐκ τοῦ παρʼ Ὁμήρῳ βούλομʼ ἐγώ. καὶ ἡ ἀπόστροφος γὰρ οὐ μόνον ἀντὶ φωνήεντος τίθεται, ἀλλὰ καὶ ἀντὶ φωνηέντων, τουτέστιν ἀντὶ διφθόγγου.
ἔμʼ ἀρκεῖ ἤγουν ἱκανός εἰμι ἐγὼ περὶ τούτων βουλεύεσθαι.
ἀρκεῖ ἱκανόν ἐστιν.
ἀρκεῖ ἀρκετόν ἐστιν.
τῶνδε βουλεύειν πέρι περὶ τούτων συμβουλὰς ποιεῖν.
βουλεύειν βουλεύεσθαι. …
δέδοικʼ φοβοῦμαι.
ἀραγμὸς προσκρουσμός.
ἀραγμὸς κτύπος, κροῦσις τῶν πυλῶν.
ἀραγμὸς κροῦσις.
ἀραγμὸς ἦχος.
ἀραγμὸς κτύπος.
ὀφέλλεται αὐξάνει.
ὀφέλλεται αὔξει.
ὀφέλλεται αὔξεται.
ὀφέλλεται αὐξάνεται. θ
οὐ οὐδαμῶς ὀφέλλεται ἀραγμὸς ἐν ταῖς πύλαις.
γρ. οὐ σῖγα, ὅ ἐστιν οὐκ ἐν σιγῇ ἔσῃ.
οὐ σῖγα μηδὲν αἱ δύο ἀποφάσεις ἀντὶ μιᾶς.
οὕτω χρὴ γράφειν κατʼ ἐρώτησιν· οὐ σῖγα; ἵνʼ εἴη ἀντὶ τοῦ ἐπιρρήματος τὸ σῖγα, ὥστε εἶναι καὶ τὸ γα βραχύ· τὸ γὰρ σίγα τὸ ῥῆμα μακρὸν ἔχει τὸ α ὡς ἀπὸ κράσεως ὄν.
οὐ σῖγα ἤγουν οὐ σιωπηλῶς ἕξεις, ἤτοι οὐ σιωπᾶς;
οὐ σῖγα οὐ σιγήσεις;
τὸ σίγα τὸ μὲν προστακτικὸν σπονδειακὸν ὂν παροξύνεται ὡς καὶ Σοφοκλῆς σίγα νῦν ἑστώς, τὸ δὲ ἐπίρρημα τροχαϊκὸν ὂν προπερισπᾶται ὡς ὁ αὐτός φησιν οὐ σῖγʼ ἀνέξῃ. κἀνταῦθα οὖν οὐ χρὴ λέγειν οὔ· σίγα ὡς ἐν πολλοῖς εὕρηται, ἵνα μὴ εἴη τὸ γα μακρόν, ἀλλὰ οὐ σῖγα, ἤγουν οὐ σιωπηλῶς ἕξεις, ἵνʼ εἴη τὸ σῖγα ἐπίρρημα καὶ τὸ γα βραχὺ ὡς εἴρηται.
σίγα σιώπα.
τῶνδʼ ὧν ἀκούεις.
τῶνδʼ ὧν λέγεις.
ἐρεῖς λέξεις.
ὦ ξυντέλεια· τὸ κοινὸν ἄθροισμα τῶν θεῶν, μεταφορικῶς. κυρίως γὰρ ἡ τῶν στρατιωτῶν ἄθροισις· τέλος γὰρ τὸ τάγμα. καὶ Ὅμηρος· ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος.
ὦ ξυντέλεια· τὸ κοινὸν ἄθροισμα τῶν θεῶν ξυντέλειαν εἴρηκεν ἐκ μεταφορᾶς τῆς τῶν στρατηγῶν ἀθροίσεως· τέλος γὰρ τὸ τάγμα τὸ ὁποιονοῦν λέγεται εἴτε ἀρχόντων ἢ στρατηγῶν εἴθʼ ἑτέρων τινῶν. καὶ Ὅμηρος· ἐλθὼν εἰς φυλάκων ἱερὸν τέλος. φησὶν οὖν ὁ χορὸς πρὸς τὸ πλῆθος τῶν θεῶν· μὴ προδῷς τὴν ἡμετέραν πόλιν.
ξυντέλεια συνέλευσις τῶν θεῶν.
ξυντέλεια ἄθροισμα τῶν θεῶν.
ξυντέλεια τῶν θεῶν.
ξυντέλεια φρόνησις τοῦ Διός.
ξυντέλεια συνάθροισις τῶν θεῶν.
ἄθροισμα τῶν θεῶν ἐκ μεταφορᾶς τῆς εἰς τὸ κοινὸν εἰσφορᾶς ἣν καλοῦσι ξυντέλειαν. θ
ξυντέλεια συνάθροισμα.
ξυντέλεια τὸ πλῆθος τῶν θεῶν.
προδῷς τοῖς ἐχθροῖς.
πυργώματα τοὺς πύργους.
πυργώματα τὴν πόλιν.
οὐκ ἐς φθόρον ἀπέλθῃς εἰς ἀπώλειαν καὶ φθοράν.
οὐκ ἐς φθόρον ἀπελθοῦσα εἰς φθοράν.
φθόρον ἀπώλειαν.
φθόρον φθοράν.
σιγῶσʼ ἀπελθοῦσα.
σιγῶσʼ σιωπῶσα.
ἀνασχήσῃ ὑπομείνῃ.
ἀνασχήσει ὑπομενεῖς, ἤγουν οὐκ εἰς φθορὰν ἀπελθοῦσα ἄφωνος μενεῖς; εἰώθαμεν δὲ τοιούτοις λόγοις πρὸς τοὺς ἐνοχλοῦντας κεχρῆσθαι. θ
ἀνασχήσει οὐχ ὑπομενεῖς.
θεοὶ πολῖται· τοὺς ἰδίους καὶ πατρῴους ἐπικαλοῦνται θεούς, μὴ εἰς δουλείαν ἐμπεσεῖν.
λείπει τὸ εὔχομαι ἢ τὸ δότε ἤ τι τοιοῦτον. καθόλου δὲ τὸ σχῆμα Ἀττικόν.
θεοὶ πολῖται· θεοὶ πατρῷοί εἰσιν οἱ ἐφʼ ἑστίας ἐγγενεῖς οὓς ἐτίμων οἱ συγγενεῖς καὶ ἐν τοῖς οἴκοις αὐτῶν εἶχον· θεοὶ δὲ ἐγχώριοι οὓς ἐτίμα πᾶσα ἡ χώρα καὶ πάντες οἱ ἐν τῇ χώρᾳ.
θεοὶ πολῖται ἐγχώριοι· ὁ Ἄρης καὶ ἡ Ἀφροδίτη.
θεοὶ πολῖται ἐγχώριοι.
θεοὶ πολῖται ἔνοικοι τῆς πόλεως.
θεοὶ πολῖται ἤτοι ἔφοροι τῆς ἡμετέρας πόλεως.
τὰ διὰ τοῦ ιτης μακρὸν ἔχουσι τὸ ι ἀείποτε πλὴν τοῦ κριτὴς δικαιοκρίτης. Ξ
μὴ παραχωρήσητε.
μὴ ἐάσατε.
μὴ θελήσατε.
αὐτὴ θρηνοῦσα δηλονότι καὶ κράζουσα σὺ ἡμᾶς δούλους ποιεῖς.
αὐτὴ σὺ δουλοῖς ἐμέ· θρηνοῦσα δηλονότι καὶ ὀλοφυρομένη σὺ ἡμᾶς καὶ τὴν πόλιν δουλοῖς ἅπασαν τῷ φόβῳ τῷ σῷ καταπονουμένους.
τῷ φόβῳ καταπονουμένη καὶ θρηνοῦσα κἀμὲ καὶ πᾶσαν τὴν πόλιν δουλοῖς.
αὐτὴ σὺ θρηνοῦσα.
αὐτὴ σὺ ἐκ παραλλήλου.
δουλοῖς δουλοποιεῖς.
δουλοῖς δοῦλον ποιεῖς.
ὦ παγκρατὲς Ζεῦ· ὦ Ζεῦ κρατῶν καὶ κυριεύων τῶν ὅλων, τρέψον εἰς ἐχθροὺς τὸ βέλος, ἤτοι τὸν πόλεμον ποίησον αὐτὸν κατʼ αὐτῶν ἤτοι τὸν κεραυνόν. βέλος δὲ πᾶν τὸ βαλλόμενον.
παγκρατὲς ὁ τὰ πάντα κρατῶν.
τὸ παγκρατὲς εἰ μὲν πρὸς τὸ ὦ Ζεῦ συνάψεις, ἀρσενικὴ κλητική ἐστιν, εἰ δὲ πρὸς τὸ βέλος, οὐδέτερος εὐθεῖα. θ
παγκρατὲς πανίσχυρον. θ
τὸ παγκρατὲς εἰ μὲν πρὸς τὸ ὦ Ζεῦ συνάψεις, ἀρσενικὴ κλητική ἐστιν, ἧς εὐθεῖα ἡ παγκρατής· εἰ δὲ πρὸς τὸ βέλος, οὐδέτερος εὐθεῖα οὕτως· ὦ Ζεῦ, τρέψον εἰς ἐχθροὺς τὸ παγκρατὲς βέλος, ἤτοι τὸ πάνυ ἰσχυρὸν τουτέστιν τὸν κεραυνόν. οὗτος γάρ ἐστιν τοῦ Διὸς βέλος καὶ ὅπλον.
παγκρατὲς ὁ πάντων κρατῶν καὶ ἄρχων.
παγκρατὲς ἤτοι ὁ κρατῶν πάντων καὶ πάντα ἰσχύων.
τρέψον ἤγουν κατὰ τῶν πολεμίων τρέψον τὸν πόλεμον.
τρέψον κίνησον.
βέλος· νῦν τὸν πόλεμον· βέλος δὲ πᾶν τὸ βαλλόμενον.
βέλος· τὸν πόλεμον ὧδε νοητέον. ἢ τὸν Διὸς κεραυνόν. βέλος δὲ πᾶν τὸ βαλλόμενον.
βέλος τὸν κεραυνόν.
βέλος πόλεμον, κεραυνόν.
ὦ Ζεῦ, γυναικῶν· ὁ Ἐτεοκλῆς ἀκούων τῶν παρθένων πολλὰ λεγουσῶν φησι πρὸς τὸν Δία· ὦ Ζεῦ, ποδαπὸν τὸ γένος τῶν γυναικῶν τοῖς ἀνθρώποις ἔδωκας; ὁ δὲ χορός φησι· τοιοῦτον ἔδωκεν τοῖς ἀνδράσι τὸ γυναικεῖον φῦλον μοχθηρόν, οἷόν εἰσιν οἱ ἄνδρες ὧν κρατηθῇ ἡ πόλις. καὶ ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν εἰπόντα «ὧν ἁλῷ πόλις»· παλινστομεῖς αὖ; ἤτοι καὶ πάλιν δυσφημεῖς καὶ τὰ αὐτὰ πάσχεις τοῖς πρίν; ὁ δὲ χορὸς πρὸς αὐτόν· ἐν δειλίᾳ ὁ φόβος ἁρπάζει τὴν γλῶσσαν, τουτέστιν ἐκ δειλίας κινεῖ με ὁ φόβος φθέγξασθαι ἃ μὴ αἱροῦμαι.
ὤπασας παρέσχες τοῖς ἀνδράσιν.
ὤπασας ἔδωκας.
ὤπασας παρέσχες τῷ βίω.
τὸ ὀπάζω πολύσημόν ἐστι· ποτὲ μὲν γὰρ δηλοῖ τὸ διδόναι ὡς ἐκεῖ· Τρωσὶ μὲν καὶ Ἕκτορι κῦδος ὀπάζει, ποτὲ δὲ τὸ καταφέρεσθαι ὡς ἐν ἐκείνοις· χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, ποτὲ δὲ τὸ ἐπιλέγεσθαι ὡς ἐκεῖ· ἦ καὶ νεώτερον υἱὸν ὀπάσσατο κυδαλίμοιο, ποτὲ δὲ τὸ διώκειν ὡς ἐν τούτοις· ἀλλʼ ὅδʼ ἀνὴρ κίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων. ὥσπερ δὲ ἀπὸ τοῦ πέμπω γίνεται πομπός, οὕτω καὶ ἀπὸ τοῦ ἕπω ἀχρήστου γίνεται ὀπός, ἐξ οὗ παραγωγὸν ὀπάζω ὡς γυμνὸς γυμνάζω, μόνος μονάζω. ψιλοῦται δὲ διότι τὸ ο πρὸ τοῦ π ψιλοῦται· ὄπα ὀπώρα ὀπὴ ὀπαδὸς ὀπάων τὸ αὐτό, πλὴν τῶν ἐχόντων ἐπαγόμενον τὸ λ, οἷον ὅπλον ὁπλὴ ἡ ὄνυξ, καὶ τῶν ἀναφορικῶν ὁποῖος.
γένος τοῖς ἀνθρώποις.
μοχθηρὸν περίφοβον.
μοχθηρὸν ἄθλιον.
μοχθηρὸν θρηνῶδες.
μοχθηρὸν κακόν.
μοχθηρὸν ὤπασε. θ
μοχθηρὸν ἐπίμοχθον.
ἄνδρας μοχθηροὺς ὤπασεν. θ
ἄνδρες ὤπασε δῆλον γένος μοχθηρόν.
ὧν τῶν ἀνδρῶν.
ἁλῷ κρατηθῇ.
ἁλῷ πορθηθῇ.
παλινστομεῖς δυσφημεῖς καίτοι τῶν ἀγαλμάτων ἐχομένη.
παλινστομεῖς· βάζεις πολλὰ καίτοι τῶν ἀγαλμάτων ἐχομένη.
παλινστομεῖς ὀχλεῖ, περισσὰ λαλεῖς.
παλινστομεῖς περιττογλωττεῖς.
παλινστομεῖς παρεπιγραφή.
παλινστομεῖς δυσφημεῖς.
παλινστομεῖς ἤγουν πάλιν στωμυλεύῃ. θ
παλινστομεῖς πάλιν τὰ αὐτὰ λαλεῖς καὶ πολυλογεῖς.
θιγγάνουσʼ προσψαύουσα.
θιγγάνουσʼ ἁπτομένη.
θιγγάνουσʼ ψαύουσα.
ἀγαλμάτων εἰδώλων.
ἀψυχίᾳ γάρ· ὑπὸ φόβου συναρπάζομαι.
ὁ φόβος κινεῖ τὴν γλῶσσαν μου λαλεῖν ἃ μὴ θέλω.
ἤγουν ὑπὸ δειλίας ὁ φόβος τοιαῦτα ποιεῖ με φθέγγεσθαι.
ἀψυχίᾳ ὀλιγοψυχίᾳ.
ἀψυχίᾳ φιλοψυχίᾳ.
ἀψυχίᾳ ὀλιγοθυμίᾳ.
ἀψυχίᾳ δειλίᾳ.
ἀψυχίᾳ ψαύω. θ
ἁρπάζει ποιεῖ κινεῖσθαι.
ἁρπάζει ἤγουν κινεῖ.
ἁρπάζει ἀσκέπτως κινεῖ, βιαίως ποιεῖ κινεῖσθαι.
ἢ εἰ ἔνι εἲ δοίης, συντάσσεται οὕτως· εἴθε ἀποπληρώσαις τὸ αἴτημά μου μετʼ εὐκολίας. εἰ δὲ ἔνι εἰ δοίης χωρὶς τόνου, οὕτως· ἐὰν δοίης μοι αἰτοῦντι τέλος τῆς αἰτήσεως κοῦφον, ἤτοι ἐλαφρῶς καὶ μετʼ εὐπειθείας· εἶτα λάμβανε ὡς λεῖπον τὸ καλῶς ποιήσεις. ἢ εἰδοίης ἀντὶ τοῦ· ἐὰν γνώσῃς τὸ αἴτημά μου κοῦφον, ὡς δῆλον ἐκ τῆς τοῦ χοροῦ ἀπολογίας «τάχʼ εἴσομαι».
αἰτουμένῳ μοι· ἐὰν δοίης καὶ παράσχοις τὸ τέλος τῇ αἰτήσει μου, ἀβαρές σοί ἐστιν, ἤτοι ἐὰν ἐμοὶ ζητοῦντί σοι τὸ σιωπᾶν παράσχῃς τέλος καὶ ποιήσῃς τὸ ἐμὸν θέλημα, ἀβαρές σοί ἐστιν.
εἰ παράσχοις ἐμοὶ αἰτουμένῳ τι κοῦφον καὶ ἀβαρές σοι τέλος μοι δοίης, τὸ πεπληρῶσθαι λέγω τὴν αἴτησιν. ἢ οὕτως· εἰ αἰτουμένῳ ἐμοὶ δοίης τέλος τῆς αἰτήσεως, κοῦφον καὶ ἀβαρὲς ἔσται σοι. θ
αἰτουμένῳ ζητοῦντι.
αἰτουμένῳ σοί.
κοῦφον ἐλαφρόν.
κοῦφον ἀβαρές.
κοῦφον εὔκολον.
κοῦφον ἀβαρές σοί ἐστιν.
κοῦφον ἀβαρὲς ἔσται σοι.
δοίης παράσχοις.
τέλος τῇ αἰτήσει μου.
τέλος τῆς αἰτήσεως.
λέγοις ἂν ὡς τάχιστα· λέγε, φησί, ταχέως, καὶ ἐὰν δυνατὸν ᾖ γνώσομαι σιγᾶν ἢ ὑπακούειν. γνώσομαι, φησίν, εἰ δυνατόν ἐστιν ἐμοὶ ποιεῖν ὃ κελεύεις.
λέγοις λέγε.
λέγοις τὴν αἴτησιν. θ
τάχʼ ταχέως.
τάχʼ ἴσως.
τάχιστα συντόμως.
εἴσομαι ἐὰν δυνατόν μοι ποιῆσαι ὃ ζητεῖς.
εἴσομαι γνώσομαι.
εἴσομαι γνωρίσω.
εἴσομαι εἰ κοῦφον τὸ τῆς αἰτήσεως τέλος. θ
εἴσομαι γνώσομαι εἰ κοῦφον δῆλον τὸ τῆς αἰτήσεως τέλος.
τάλαινα ἀθλία.
μὴ τουτέστι τὸ κοῦφον αἴτημα.
φόβει τάρασσε.
φόβει θρόει.
φόβει εἰς φόβον ἔμβαλε.
φόβει ἤγουν ἐκφόβει.
σιγῶ· σὺν ἄλλοις· ἐπὶ τοῦ παρόντος, φησί, σιγῶ· σὺν ἄλλοις γὰρ τὸ εἱμαρμένον πείσομαι.
οὐχ ἁπλῶς ἐσίγησεν, ἀλλὰ μετὰ φόβου τοῦ βασιλέως ἐπαπειλησαμένου. καί φησι· σὺν ἄλλοις πείσομαι ὅπερ ἀπόκειται.
σιγῶ· ὁ χορός φησι πρὸς τὸν Ἐτεοκλέα ὅτι· τὸ σὸν βούλημα ποιῶ· ἰδοὺ σιγῶ· σὺν τοῖς ἄλλοις πᾶσι πείσομαι τὸ μόρσιμον καὶ τὸ πεπρωμένον, τουτέστι μετὰ πάντων τῶν ἄλλων πάθω καὶ ἐγὼ εἴ τι μοι ἀπόκειται.
οὐχ ἁπλῶς ἐσίγησεν ἀλλὰ μετὰ φόβου.
πείσομαι πάθω.
πείσομαι ὑπομενῶ.
τὸ μόρσιμον τὸ πεπρωμένον.
τὸ μόρσιμον τὸ μεμοιρασμένον.
τοῦτʼ ἀντʼ ἐκείνων· εἰπόντος τοῦ χοροῦ «σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον» φησὶν ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν ὅτι· τοῦτο τὸ ἔπος, τὸ ὅτι σὺν τοῖς ἄλλοις πείσομαι τὸ μόρσιμον, μᾶλλον προκέκρικα ἀντʼ ἐκείνων, ἤτοι τῶν σῶν ἐπῶν ὧν εἴρηκας. σὺν τούτοις δὲ οἷς τὴν ψυχήν μου κατέθελξας ἐκστὰς ἀπὸ τῶν ἀγαλμάτων τῶν θεῶν καὶ μὴ ἐχόμενος αὐτῶν ὡς περὶ τὸ θανεῖν δεδοικώς, εὔχου τοὺς θεοὺς βοηθεῖν ἡμῖν, καὶ πρῶτον ἐμοῦ εὐξαμένου, εἶτα σὺ ὕμνησον ὀλολυγμὸν ἱερόν, ἤτοι ὕμνον καὶ εὐχὴν ἱερὰν ἐξευμενίζουσαν τοὺς θεούς.
εἰπὼν ὁ χορὸς τὸ σιγῶ θεραπεύει τὸν Ἐτεοκλέα. διὸ καί φησι· τοῦτο μᾶλλον ἢ τὰ προειρημένα ἐπαινῶ. ἢ καὶ οὕτως· ἀνθʼ ὧν ἄλλων δυσφήμων εἴρηκας, τοῦτο μᾶλλον παρὰ σοῦ αἱροῦμαι.
τοῦτʼ ἀντʼ ἐκείνων· ἀνθʼ ὧν ἄλλων δυσφήμων εἴρηκας, τοῦτο μᾶλλον παρὰ σοῦ αἱροῦμαι.
τοῦτο μᾶλλον ἢ τὰ προειρημένα ἐπαινῶ.
τοῦτʼ τὸ σὺν τοῖς ἄλλοις πείσομαι τὸ μόρσιμον.
τοῦτʼ ὅπερ ἔλεξας κρεῖττον τῶν προλεχθέντων σοι.
τοῦτʼ ὃ λέγεις. θ
ἐκείνων ὧν εἶπας.
ἐκείνων ὧν προείρηκας.
ἐκείνων ἀνθʼ ὧν εἶπας λόγων πρώην.
ἐκείνων τῶν λόγων ὧνπερ ἔλεγες πρώην.
ἐκείνων ὧν ἐποίεις κλαίουσα πρὸς τὰ ἀγάλματα. θ
ἐκείνων ὧν ἐποίεις δῆλον.
αἱροῦμαι προκρίνω.
αἱροῦμαι προτιμώτερον ἡγοῦμαι. Ξ
τούτοις σὺν τούτοις οἷς ἔλεξας ἐμοί.
τούτοις οἷς νῦν ποιεῖς σιγῶσα.
τούτοις οἷς νῦν προὔκρινας. θ
τούτοις σὺν τούτῳ τῷ λόγῳ. Ξ
ἐκτὸς οὖσʼ πόρρω στᾶσα
ἐκτὸς πόρρω.
ἐκτὸς μακράν.
ἀγαλμάτων εἰδώλων.
ἀγαλμάτων τῶν θεῶν.
εὔχου τῇ πόλει.
τὰ κρείσσω τὰ ἐπικρατέστερα.
τὰ κρείσσω τὰ βέλτιστα.
τὰ κρείσσω τὰ κάλλιστα.
συμμάχους βοηθούς.
συμμάχους ἡμῖν.
εὐγμάτων εὐχῶν.
ἔπειτα σὺ καθὼς ἀκούσῃ παρʼ ἐμοῦ εὔχου καὶ σύ.
ἔπειτα μετὰ ταῦτα.
ἔπειτα μετὰ τὴν ἐμὴν εὐχὴν δῆλον.
ὀλολυγμὸν ἱερόν· διέστειλεν τὸν ὀλολυγμὸν τοῦ παιῶνος. καὶ γὰρ μόνῃ τῇ Ἀθηνᾷ, δαίμονι οὔσῃ πολεμικῇ, ὀλολύζουσι, τοῖς δὲ ἄλλοις θεοῖς παιανίζουσιν. ὁ γοῦν ποιητής φησιν ἐπὶ τῶν Τρωιάδων· αἱ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον καὶ ἐπὶ τῶν Ἑλληνίδων· αἱ δʼ ὀλόλυξαν θυγατέρες τε νυοί τε. ἡ δὲ διάνοια ἁπλῆ· φησὶν οὕτως· κἀμοῦ, φησίν, εὐχομένου ἀκούσασα· πῶς δέ, ἐπιφέρει. νικήσας φησὶ τρόπαια ἀναθήσειν αὐτὸς τοῖς θεοῖς καὶ θυσίας ποιήσειν· οὐ γὰρ ματαίας οὐδὲ γυναικείας εὐχὰς ἐπιτελέσειν, ἀλλὰ παρὰ ταῖς θυσίαις δεῖ σε ὀλολύζειν, ὡς ἔθος Ἑλληνικόν.
ὀλολυγμὸν ὀλολυγμὸς λέγεται ἡ εὐχὴ μετὰ τοῦ οἴκτου.
ὀλολυγμὸν εὐχήν.
ὀλολυγμὸν ὕμνον.
ὀλολυγμὸν μετὰ θρήνου καὶ συντριβῆς εὐχήν. θ
ὀλολυγμὸν ἤτοι μετὰ θρήνου ὕμνον.
ἱερὸν εὐμενείας ποιητικόν.
ἱερὸν ἐξευμενίζοντα τοὺς θεούς.
εὐμενῆ ἐξιλαστικόν. θ
εὐμενῆ εὔφημον.
εὐμενῆ ὡς ἐξευμενίζων ὁ θρῆνος τοὺς θεούς. Ξ
παιάνισον ὕμνησον.
παιάνισον κρότησον.
παιάνισον ᾆσον.
ἡμέτερον ὅτι καὶ παιὼν παιῶνος γράφεται καὶ παιὰν παιᾶνος. ἐκ τούτων οὖν καὶ παιωνίζειν εὕρηται καὶ παιανίζειν. ἐκ τοῦ παιωνίζειν τοίνυν τὸ παιώνισον γίνεται.
Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς· ἤγουν κατὰ τὸν νόμον τὸν Ἑλληνικὸν τῆς βοῆς τῆς περὶ τὰς θυσίας γινομένης, ἤγουν ὡς νενόμισται τοῖς Ἕλλησι παρὰ ταῖς θυσίαις ὀλολύζειν.
Ἑλληνικὸν νόμισμα ἤγουν ὡς εἰώθασι ποιεῖν Ἕλληνες. θ
Ἑλληνικὸν νόμισμα ἤγουν κατὰ νόμους Ἑλληνικούς.
νόμισμα τὸν νόμον.
νόμισμα ἔθος.
νόμισμα κατὰ τὸν νόμον τῶν εὐχῶν τῶν ἐπὶ τὰς θυσίας.
θυστάδος· τῆς παρὰ ταῖς θυσίαις γινομένης, ἀφʼ ἧς ἐνίοτε καὶ ἡ βάκχη. σημαίνει γὰρ καὶ τοῦτο καὶ τὴν καθαρὰν ἐσθῆτα, ὡς παρʼ Εὐριπίδῃ. ἢ ᾗ νενόμισται τοῖς Ἕλλησιν ἐν μάχαις. ἢ ὡς νενομισμένον Ἕλλησι παρὰ τὰς θυσίας ὀλολύζειν.
θυστάδος ἐνθουσιαστικῆς.
θυστάδος τῆς γινομένης ἐπὶ τῆς θυσίας.
θυστάδος τῆς παρὰ τῆς θυσίας λεγομένης.
θυστάδος ἤγουν ὁρμητικῆς ἢ τῆς περὶ τὴν θυσίαν γινομένης.
θυστάδος τῆς περὶ τὰς θυσίας γινομένης. θ
θυστὰς βοὴ ἡ περὶ τὰς θυσίας γινομένη. Ξ
θάρσος φίλοις· τὸ γὰρ εὔχεσθαι τοῖς θεοῖς θάρσος ἐμποιεῖ τοῖς φίλοις. πολέμιον δὲ φόβον τὴν ὀλολυγὴν ἐξηγήσατο ἐν τῷ λύουσα πολέμιον φόβον.
διὰ τῶν τοιούτων εὐχῶν λύουσα τὸν τῶν πολεμίων φόβον.
τὸ δὲ θάρσος φίλοις· ἤτοι διὰ τῶν τοιούτων εὐχῶν θάρσος ἐμποιοῦσα τοῖς φίλοις καὶ λύουσα τὸν ἐν αὐτοῖς ἐνόντα τῶν πολεμίων φόβον· τὸ γὰρ εὔχεσθαι τοῖς θεοῖς θάρσος ἐμποιεῖ τοῖς φίλοις. τινὲς δὲ πολέμιον φόβον λέγουσι τὴν ἣν ἐποίει ὁ χορὸς πρὸς τοὺς θεοὺς θρηνώδη ὀλολυγὴν ἣ τοὺς πολίτας δεινῶς κατεπολέμει καὶ ἐξετάραττε.
τὸ γὰρ μετὰ σιγῆς ὕμνους πρὸς τοὺς θεοὺς ποιεῖσθαι καὶ ἐξευμενίζειν διὰ θυσίας αὐτοὺς τῇ πόλει, ὥσπερ εἰώθασι ποιεῖν Ἕλληνες καιρῶν ὁμοίων ἐπιστάντων, τοῦτο θάρσος ἐστὶ τοῖς οἰκείοις καὶ τῶν πολεμίων ἀπαλλαγὴ φόβου, ὥσπερ ἐστὶ τοὔμπαλιν δειλίας ἐμποιητικὸν τὸ χωρεῖν ἄνω καὶ κάτω θρήνοις καὶ ὀδυρμοῖς καὶ τὸ ζῆν ἀπολέγεσθαι. θ
θάρσος ἐμποιοῦσα.
λύουσα ἐλευθεροῦσα.
τινὲς πολέμιον φόβον εἶπον τὸν θρῆνον ὃν ὁ χορὸς ἐποίει τὸ πρίν.
ἐγὼ δʼ ἐπεύχομαι καὶ ὑπόσχομαι τοῖς θεοῖς τῆς χώρας τοῖς πολισούχοις καὶ τοῖς πεδιονόμοις καὶ τοῖς ἐπισκόποις τῆς ἀγορᾶς καὶ τοῖς ἐν ταῖς πηγαῖς τῆς Δίρκης, οὐδὲ λέγω τῆς ἐπʼ Ἰσμηνοῦ—τί ποιήσειν ὑπόσχομαι; —ἡμᾶς τοὺς τὴν πόλιν κατοικοῦντας—τί ποιοῦντας; — αἱμάσσοντας τὰς ἑστίας τῶν θεῶν ἐν μήλοισιν—ἄλλο τί ποιοῦντας; — ταυροκτονοῦντας τοῖς θεοῖς ὧδε καὶ οὕτως, ἤγουν διὰ τῶν τοιούτων θυσιῶν, θύσειν καὶ ἀναθήσειν τρόπαια, ἐν τοῖς ἁγνοῖς δὲ δόμοις, τῶν θεῶν δηλαδή, θήσειν τὰ ἐσθήματα τῶν πολεμίων καὶ τὰ λάφυρα τῶν δαΐων τὰ δορίπληκτα.
πρῶτον καθολικῶς εἶπε τοῖς τῆς χώρας θεοῖς, εἶτα μερικῶς ἐπήνεγκε πολισσούχοις λέγων καὶ πεδιονόμοις καὶ ἀγορᾶς ἐπισκόποις. ἐπεὶ δὲ καὶ τοὺς ἐκτὸς τῆς πόλεως εἰπεῖν ἔδει—περιεκτικὸν γὰρ ἡ χώρα τῆς πόλεως—οὐκ εἴρηκε καὶ τοῖς ἐν ταῖς πηγαῖς τῆς Δίρκης θεοῖς, ἀλλὰ ταῖς πηγαῖς τῆς Δίρκης μόνον ἔφη, τουτέστι ταῖς ἐν αὐτῇ κατοικούσαις νύμφαις, εἶτα πάλιν ἐνήλλαξε τὴν σύνταξιν καί φησιν· οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω, τουτέστιν οὐκ ἀφαιρῶ τοῦ λόγου καὶ τῆς εὐχῆς τὸν Ἰσμηνὸν καὶ τοὺς ἐν αὐτῷ θεούς. θ
θεοὶ πατρῷοί εἰσιν οἱ ἐφʼ ἑστίας ἐγγενεῖς οὓς ἐτίμων οἱ συγγενεῖς καὶ ἐν τοῖς οἴκοις αὐτῶν εἶχον· ἐγχώριοι δὲ οὓς ἐτίμα πᾶσα ἡ χώρα καὶ πάντες οἱ ἐν τῇ χώρᾳ.
ἐγὼ ἀναθήσω.
χώρας κατὰ τόπους.
πολισούχοις Ἄρει, Ἀθηνᾷ, Ἀφροδίτῃ.
πολισσούχοις τοῖς φύλαξιν.
πολισσούχοις τοῖς τῆς πόλεως φύλαξιν.
τὸ δὲ πεδιονόμοις τε ἤτοι τοῖς κλῆρον τῶν ἀλσῶν καὶ τῶν πεδίων ἀφωρισμένον ἔχουσιν ἑαυτοῖς. ἄλση γὰρ καὶ παραδείσους καὶ πεδία λιπαρόγεα οἱ πολῖται ἐκτέμνοντες τῶν ἰδίων κτημάτων, ταῦτα τοῖς θεοῖς ἀνετίθεσαν.
πεδιονόμοις οἷον ὁ Πᾶν καὶ ἡ Δημήτηρ.
πεδιονόμοις τοῖς κατοικοῦσιν ἐν τῷ πεδίῳ. θ
πεδιονόμοις τοῖς τιμωμένοις ἐν τοῖς πεδίοις.
ἀγορᾶς ἐπισκόποις τοῖς ἐν ἀγορᾷ τοὺς ναοὺς ἔχουσιν.
ἐπισκόποις οἷον Ἑρμῆς, Θέμις.
Δίρκης τοῖς ἐπισκόποις.
Δίρκης τε πηγαῖς ἤγουν ταῖς ἐν αὐτῇ νύμφαις.
οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω· ἀντὶ τοῦ σὺν τῷ Ἰσμηνῷ· κατὰ σχῆμα δὲ ἡ φωνή, οἷον λέγω ὅτι σὺν τῷ Ἰσμηνῷ. θύω οὖν αὐτοῖς πᾶσι τῶν πραγμάτων εὐτυχῶς ἀποβάντων. ἄλλως· καινῶς εἶπε· οὐκ ἀριθμῶ τὸν Ἰσμηνόν, ὡς δήλου ὄντος ὅτι τιμᾶται καὶ ἐγγράφεται τοῖς τιμωμένοις.
οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω· καλῶς εἶπεν· οὐκ ἀριθμῶ τοὺς ἀπὸ Θηβῶν, τῆς ἐμῆς δηλαδὴ πόλεως—Ἰσμηνὸς γὰρ ποταμὸς Θηβῶν— ὡς δήλου ὄντος ὅτι τιμῶνται καὶ ἐγγράφονται τοῖς τιμωμένοις. πῶς γὰρ οὔ; ὅτι τοῖς ἀπὸ Ἰσμηνοῦ θύω πᾶσιν αὐτοῖς τῶν πραγμάτων εὐτυχῶς ἀποβάντων.
ἄλλως· οὐδὲ λέγω τοὺς θεοὺς τοὺς ἀπὸ τοῦ Ἰσμηνοῦ, ἀλλὰ μόνον τοὺς ἀπὸ τῆς Δίρκης· ἐτιμῶντο γὰρ καὶ αὐτοὶ οἱ παρὰ τοῦ Ἰσμηνοῦ παρὰ τοῖς Θηβαίοις. κατέλειψε δὲ εἰπεῖν ἅπαντας διὰ τὸ θαρρεῖν καὶ ἐν ὀλίγαις δεήσεσιν εἰσακουσθῆναι.
ἡμέτερός ἐστι καὶ οὗτος· ἐπεὶ τοῖς ἔξωθεν μέλλομεν θυσιάσειν, γινώσκω ὅτι καὶ τοῖς ἡμετέροις.
οὐδʼ ἀφαιρῶ τοῦ λόγου τὸν Ἰσμηνὸν καὶ τοὺς ἐν αὐτῷ θεοὺς τοῦ μὴ εὔχεσθαι καὶ αὐτοῖς. ὅμοιον δὲ τῷ παρὰ Πινδάρῳ τῷ ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον ἔρανον φίλαν τε Σίπυλον, ἤγουν καὶ τοὺς ἐν αὐτῷ κατοικοῦντας θεοὺς ἀπὸ τοῦ τόπου δηλῶν αὐτοῦ.
οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω οὐδʼ ἀφαιρῶ τοῦ λόγου καὶ τῆς εὐχῆς τὸν Ἰσμηνὸν καὶ τοὺς ἐν αὐτῷ θεούς. θ
οὐδʼ ἀπʼ Ἰσμηνοῦ λέγω διὰ μέσου τοῦτο.
Ἰσμηνοῦ ποταμοῦ.
εὖ ξυντυχόντων τῶν πραγμάτων δηλονότι καὶ τῆς πόλεως σεσωσμένης, τουτέστιν ἐὰν ἀποβῇ τὰ τοῦ πολέμου καλῶς τό γε εἰς ἡμᾶς ἧκον, καὶ ἐὰν σωθῇ ἡ πόλις ἡμῶν.
εὖ ξυντυχόντων ἀποβάντων τῶν πραγμάτων.
εὖ ξυντυχόντων καλῶς ἀποβάντων τῶν πραγμάτων.
εὖ ξυντυχόντων καλῶς ἐλθόντων.
εὖ καλῶς.
ξυντυχόντων τῶν πραγμάτων.
σεσωσμένης ἤγουν σωθείσης.
μήλοισιν προβάτοις.
αἱμάσσοντας αἵματι πληροῦντας.
αἱμάσσοντας ἡμᾶς.
αἱμάσσοντας αἱματοῦντας.
αἱμάσσοντας ἤτοι αἱματηρὰς ποιοῦντας.
ἑστίας θεῶν τοὺς ναοὺς τῶν θεῶν.
ἑστίας τοὺς βωμούς.
ἑστίας κατοικίας.
ἑστίας τὰς οἰκίας.
ταυροκτονοῦντας ταύρους σφάττοντας.
ταυροκτονοῦντας ἡμᾶς.
ταυροκτονοῦντας θύοντας ταύρους.
ὧδʼ ἐπεύχομαι· ὧδε καὶ οὕτως ἐπεύχομαι θήσειν τοῖς θεοῖς τρόπαια, ἤγουν τοιαῦτα ὑποσχόμενος.
ὧδʼ ὡς ἔφην. θ
ἐπεύχομαι λείπει ἡμᾶς· ἡμᾶς ἐπεύχομαι.
θήσειν τρόπαια· παρατηρητέον ὅτι οὐδέπω ἦν ἡ τῶν τροπαίων ὀνομασία κατὰ τὸν Ἐτεοκλέα, ὥστε ἀνεβίβασε τὰ κατὰ τὸν χρόνον ὁ Αἰσχύλος.
θήσειν ποιήσειν.
θήσειν ἀναθήσειν.
θήσειν ἡμᾶς.
τρόπαια νικητήρια.
τρόπαια νίκας.
τρόπαιον λέγεται τὸ ἐπὶ τῆς τροπῆς ἱστάμενον σημεῖον.
τρόπαια τῆς νίκης.
τρόπαια τῆς νίκης ἔπαθλα.
ἐσθήμασιν· ἐσθήματα ἀναθήσω πρὸ τῶν ναῶν τὰ λάφυρα.
ἐσθήματα ἀπὸ κοινοῦ τὸ θύειν.
ἐσθήματα τὰ ἱμάτια.
ἐσθήματα ἐσθήσεις.
ἐσθήματα ἐνδύματα.
ἐσθήματα τὰ ὅπλα.
ἐσθήματα τὰς πανοπλίας.
λάφυρα ἀκροθίνια.
λάφυρα κοῦρσα.
λάφυρα λέγει τὰ ἐκ τῶν πολεμίων σκηνῶν καὶ πόλεων ἐκκενούμενα παρὰ τὸ λάπτειν τὸ ἐκκενοῦν· τινὲς δὲ αὐτὰ παρὰ τὸ λαῷ φύρεσθαι συντιθέασιν.
δαΐων τῶν πολεμίων.
δαΐων πολεμικῶν.
δαΐων σύναπτε τὸ δαΐων πρὸς τὸ πολεμίων. θ
δαΐων τῶν ὁρμητικῶν.
δορίπληχθʼ τρωθέντα ὑπὸ τοῦ δορός.
δορίπληχθʼ τὰ πληττόμενα ὑπὸ τοῦ δορός.
δορίπληχθʼ διὰ τοῦ ἡμῶν δουρὸς σκυλευθέντα· θήσειν ἀπὸ κοινοῦ. θ
δορίπληχθʼ ἤτοι τὰ ἀπὸ τῶν πολεμίων ληφθέντα.
ἁγνοῖς καθαροῖς. …
δόμοις ἐν τοῖς ναοῖς.
δόμοις ἤγουν τοῖς βωμοῖς.
ἔν τισι τῶν ἀντιγράφων μετὰ τὸν στίχον τοῦτον κεῖται τὸ στέψω πρὸ ναῶν παλεμίων ἐσθήματα, καὶ οὐ δήπου κατὰ λήθην ὁ τοιοῦτος στίχος εἰκῇ παρεγγέγραπται. ἡ δὲ τελευταία λέξις τοῦ πρὸ τούτου στίχου ἐσθήμασι ἔχει· εἰ γοῦν τοῦθʼ οὕτως ἔχει, συμβιβάζοι ἄν τις ταῦτα, ἀντὶ τοῦ ἐσθήμασι πτώμασι μεταγράψας, καὶ ἔχει τὸ ὅλον καλῶς, λέγοντος τοῦ Ἐτεοκλέους ὅτι· πεσόντων τῶν πολεμίων ἀναθήσω πρὸ τῶν ναῶν τὰς τῶν πολεμίων στολάς.
τοιαῦτʼ οἷα ἐμοῦ ἤκουσας.
μὴ φιλοστόνως ἀλλὰ μὴ ἐν θρήνοις καὶ οἰμωγαῖς.
φιλοστόνως θρηνητικῶς.
φιλοστόνως θρηνωδῶς.
ματαίοις ἀνωφελέσι.
ἀγρίοις τοῖς δυναμένοις ἐκπλῆξαι.
ἀγρίοις θρηνητικοῖς.
ἀγρίοις μεγάλοις.
οἷον ἐκφοβήμασι τοῖς δυναμένοις ἐκπλῆξαι τοὺς ἀκούοντας.
ποιφύγμασι· φυσήμασι οἷον ἐκφοβήμασι τοῖς δυναμένοις ἐκπλῆξαι τοὺς ἀκούοντας.
ποιφύγμασι φυσήμασι.
ποιφύγμασι στεναγμοῖς.
ποιφύγμασι ἐν φοβήμασιν.
ποιφύγμασι θρήνοις, βοαῖς. θ
ποιφύγμασι θορύβοις καὶ θρήνοις.
τὸ θέμα ποιφύσσω ὃ δηλοῖ τὸ φύσσω. γίνεται δὲ παρὰ τὸ φῶ φύω κατὰ ἀποβολὴν καὶ κατὰ ἀναδιπλασιασμὸν τροπῇ τοῦ φ εἰς π καὶ πλεονασμῷ τοῦ ι ποιφύω, ὁ μέλλων ποιφύσω, καὶ μετάγεται εἰς ἐνεστῶτα προσλαμβάνον καὶ ἕτερον σ.
οὐ γάρ τι μᾶλλον οὐ γὰρ διὰ τοῦτο τὸ κλαίειν ἐκφύγῃς τὸ πεπρωμένον σοι.
οὐ γὰρ θρηνοῦσα μᾶλλον ἢ μὴ θρηνοῦσα ἐκφύγῃς ὅ σοι παθεῖν πέπρωται, ἀλλʼ εἰ καὶ διαπαντὸς θρήνοις ἐκδοίης σαυτήν, οὐδέν σοι τοῦτο λυσιτελήσει πρὸς τὸ μὴ παθεῖν σε τὰ πεπρωμένα.
οὐ γάρ τι μᾶλλον διὰ τὸ μέτρον.
οὐ γάρ τι μᾶλλον οὐδὲν μᾶλλον.
μᾶλλον ἐν τοῖς στεναγμοῖς.
μὴ αἱ δύο ἀρνήσεις ἀντὶ μιᾶς ἢ τὸ μὴ παρέλκον.
μὴ τὸ μὴ καὶ τὸ οὐ ἐκ παραλλήλου.
τὸ μόρσιμον τὸ πεπρωμένον.
τὸ μόρσιμον τὸ μεμοιρασμένον.
ἐγὼ δʼ ἐπʼ ἄνδρας· ἐγὼ δὲ σὺν ἐμαυτῷ ἄλλους ἕξ, ὥστε ἐστὶν αὐτὸς ἕβδομος, ἀντιστάτας τοῖς πολεμίοις ποιήσομαι ταῖς ἑπτὰ πύλαις καὶ σπεύσω ἐγὼ τάξαι λοχαγοὺς πρὶν ἢ τὰ πράγματα κατεπείξῃ, ὥστε διʼ ἀγγέλων συχνῶν ἐξάγειν τὸ στράτευμα.
ἐγὼ δʼ ἐπʼ ἄνδρας· ἐγὼ δὲ παραγενόμενος ἐπὶ ἄνδρας ἓξ σὺν ἐμοὶ ἑβδόμῳ τάξω εἰς ἑπτατειχεῖς ἐξόδους, ἤτοι εἰς τὰς ἑπτὰ πύλας τῆς πόλεως, ἀντηρέτας καὶ ἀντιμάχους τοῖς ἐχθροῖς—ἀπὸ τοῦ ἀνταίρω ῥήματος—πρὶν ἱκέσθαι καὶ παραγενέσθαι πρὸς ἡμᾶς λόγους μηνυτὰς συνεχεῖς καὶ κατεπείγοντας ἡμᾶς ἐκεῖσε ἀπελθεῖν.
οὕτω σύντασσε· ἐγὼ δὲ μολὼν ἐπὶ ἄνδρας ἕξ, τάξω αὐτοὺς τὸν μέγαν τρόπον σὺν ἐμοὶ ἑβδόμῳ εἰς τὰς ἑπτατειχεῖς ἐξόδους ἀντηρέτας τοῖς ἐχθροῖς. μὴ λάβῃς δὲ εἰς τὸν μέγαν τρόπον ἔξωθεν κατά, ἀλλʼ ὥσπερ φαμὲν τάξω τάξιν, οὕτω καὶ τοῦτο.
ἐπʼ ἡ ἐπὶ πρὸς τὸ ἐχθροῖσι.
ἐπʼ τὸ ἐπὶ παρέλκον.
κυρίως ἀντηρέτης ὁ ἀντικωπηλάτης· νῦν δὲ καταχρηστικῶς ὁ ἀντιστάτης.
ἀντηρέτας κυρίως τοὺς ἀντικωπηλάτας· νῦν δὲ τοὺς ἀντιστάτας.
ἀντηρέτας ἀντιστάτας.
ἀντηρέτας ἀντιμάχους.
ἀντηρέτας ἐναντίους.
ἀντηρέτας ἀντιπάλους.
ἀντηρέτας ἀντιπάλους τροπικῶς· ἀντηρέτης γὰρ ὁ κωπηλάτης.
τὸν μέγαν τρόπον ὡς βασιλεῖ πρέπει.
τὸν μέγαν τρόπον κατὰ τὸν βασιλικόν.
τὸν μέγαν τρόπον κατὰ τὸν πρέποντα καὶ βασιλικόν.
τὸ γὰρ διατάττειν τοὺς στρατηγοὺς καὶ στρατεύματα μέγιστόν ἐστι καὶ τοῦ βασιλέως ἄξιον. θ
εἰς ἑπτατειχεῖς ἐξόδους εἰς τὰς ἑπτὰ πύλας τῆς πόλεως.
ἑπτατειχεῖς ἑπταπύργους ὤφειλεν εἰπεῖν.
ἐξόδους τὰς πύλας.
ἐξόδους ἐξελεύσεις.
τάξω κοσμήσω.
τάξω καταστήσω.
μολὼν ἐλθών.
μολὼν παραγενόμενος.
πρὶν καὶ τάξω δῆλον.
ἀγγέλους μηνυτάς.
ἀγγέλους λόγους ἀγγελτικούς.
ἀπὸ τοῦ σπέρχνω τὸ σπουδάζω κατὰ πλεονασμὸν τοῦ ν.
σπερχνοὺς καὶ κατεπείγοντας ἡμᾶς ἐκεῖσε ἀπελθεῖν.
σπερχνοὺς τοὺς συνεχεῖς καὶ κατεπείγοντας τὴν ἀφʼ ἡμῶν ἔξοδον.
σπερχνοὺς συνεχεῖς.
σπερχνοὺς πυκνούς.
σπερχνοὺς σπουδαίους.
σπερχνοὺς συχνούς.
σπερχνοὺς ταχεῖς.
σπερχνοὺς ταχεῖς, σπουδαίους.
ταχυρρόθους ταχεῖαν ποιοῦντες τὴν ἀγγελίαν.
ταχυρρόθους συντόμους.
ταχυρρόθους σπουδαίους.
ταχυρρόθους πολλούς, ταχυτάτους.
ταχυρρόθους ταχὺν ἦχον ἔχοντας, ἤτοι ταχεῖς.
ταχυρρόθους ταχεῖαν ἀγγελίαν ἔχοντας.
ἱκέσθαι παραγενέσθαι.
ἱκέσθαι καταλαβεῖν.
ἱκέσθαι πρὸς ἡμᾶς.
ἱκέσθαι ἀφικέσθαι.
ἱκέσθαι ἐλθεῖν.
φλέγειν ἀνάπτειν.
φλέγειν κινεῖν.
φλέγειν ἐκκαίειν, δαμάζειν.
φλέγειν ἐκκαίειν, διεγείρειν ἡμᾶς.
χρείας ὕπο ὑπὸ τοῦ πόνου.
χρείας ἀνάγκης.
στίχοι μεʹ.
μέλει φόβῳ δʼ· οὗτος ὁ χορὸς συνίσταται ἐκ κώλων χοριαμβικῶν πδʹ ὧν τὰ μέν ἐστι τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικά, τὰ δὲ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ ἤτοι ἑφθημιμερῆ, τὰ δὲ ἡμιόλια. εἰσὶ δὲ ἀναπαιστικά τινα δίμετρα ἀκατάληκτα ὧν τελευταῖον· ἀλγέων ἐπίρροθον. ἐν ἐκθέσει δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ἕξ.
οὕτως εὑρέθη τὰ κῶλα τοῦ χοροῦ ἐν ἑτέροις παλαιοῖς.
στροφὴ κώλων ιζʹ.
ἡμέτερον μέλει φόβῳ δʼ οὐχ ὑπνώσσει· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν· ἔστι δὲ τὰ παρόντα στροφῶν τριῶν. τῆς πρώτης οὖν στροφῆς τὰ κῶλα ιζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διιάμβου, ἐπιτρίτου δευτέρου καὶ ἰάμβου ἢ πυρριχίου διὰ τὴν ἀδιάφορον. τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον κοινὴν ἔχει συλλαβὴν κατὰ τὸν πρῶτον πόδα. τὸ βʹ τροχαϊκὸν ἑφθημιμερές. τὸ γʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου, διιάμβου καὶ συλλαβῆς. τὸ δʹ ὅμοιον δίμετρον καταληκτικὸν ἐκ διιάμβου καὶ κρητικοῦ Φερεκράτειον, τὸ εʹ ὅμοιον κατὰ πάντα· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον ἀνάπαιστον ἔχει τὸν δεύτερον πόδα. τὸ ϛʹ ὅμοιον κατὰ πάντα· ἔχει δὲ κατὰ τὸν δεύτερον πόδα συνίζησιν. τὸ ζʹ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου καὶ συλλαβῆς· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς καθαρὸν ἔχει τὸν ἀντίσπαστον. τὸ ηʹ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ θʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς διτρόχαιον ἔχει τὸν πρῶτον πόδα. τὸ ιʹ ὅμοιον κατὰ πάντα· τὸ δὲ τῆς ἀντιστροφῆς κῶλον ἀντίσπαστον ἔχει καθαρόν. τὸ ιαʹ ὅμοιον ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου. τὸ ιβʹ ὅμοιον ἐκ διτροχαίου καὶ βακχείου ἢ ἀμφιβράχεος διὰ τὴν ἀδιάφορον. τὸ ιγʹ ὅμοιον ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου ἢ ἀμφιβράχεος. τὸ ιδʹ ὅμοιον ἐκ διτροχαίου καὶ ἀμφιβράχεος· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον ἔχει καὶ βακχεῖον. τὸ ιεʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ παίωνος δευτέρου, τὸ ιϛʹ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. τὸ ιζʹ χοριαμβικὸν καθαρὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ ἀμφιβράχεος. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
μέλει φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ· φησὶν ὁ χορός· μέλει ἡ ψυχή μου, ἤτοι φροντίζει ὧν εἶπεν ὁ Ἐτεοκλῆς, ἀλλʼ ὁ ἐν ἐμοὶ φόβος οὐκ ἠρεμεῖν ἀφίησι καὶ ἡσυχάζειν ἐμέ. αἱ δὲ ἐν τῇ καρδίᾳ μου μέριμναι τὸν ἐν ἐμοὶ φόβον ἀνάπτουσιν τὸν ἀμφιτειχῆ λεών.
οὐ καταρρυθμήσει καὶ οἱονεὶ τοῦ φροντίζειν χαλάσει, νήφειν τοῦ φόβου πείθοντος καὶ πρὸς δάκρυα καὶ οἰμωγὰς ἔχειν παρασκευάζοντος· αἱ γὰρ ἐν τῇ ψυχῇ μου φροντίδες φόβον ἀνάπτουσι τὸν ἀμφιτειχῇ λεών, τουτέστι φοβοῦμαι. ἔστι δὲ ὁ φόβος οὐχ ἕτερος, ἀλλʼ ἢ ὁ πέριξ τῶν πολεμίων λαός· οὗτος γὰρ ἐμβάλλει τὸν φόβον περιιστάμενος καὶ πολιορκῶν τὴν πόλιν. οὕτω λέγε καὶ μὴ λάμβανε ἔξωθεν ἀμαθῶς τὸ διά, λέγων διὰ τὸν ἀμφιτειχῆ λεών. θ
ὁ νοῦς· μέλει μοι, φησίν, ὧν εἶπεν ὁ Ἐτεοκλῆς, ἀλλʼ ὁ ἐν ἐμοὶ φόβος οὐκ ἠρεμεῖν με ποιεῖ καὶ ἡσυχάζειν.
μέλει φροντίζει ὧν εἶπεν ὁ Ἐτεοκλῆς.
μέλει φροντίζει ἡ ψυχή.
μέλλει βραδύνει ὁ ἄγγελος ἢ περὶ τῆς εὐχῆς.
μέλει φροντίς ἐστί μοι ὧν εἶπες. θ
μέλει φροντίζει τὸ κέαρ.
μέλει βραδύνει ὁ ἄγγελος δῆλον.
οὐχ ὑπνώσσει οὐκ ἠρεμεῖ.
οὐχ ὑπνώσσει οὐ καταρρυθμήσει καὶ οἱονεὶ τοῦ φροντίζειν ἀμελήσει. Ξ
ὑπνώσσει ἠρεμήσει.
κέαρ ἐμοῦ.
κέαρ ἡ ψυχή μου.
γείτονες δὲ καρδίας· αἱ δʼ ἐν τῇ καρδίᾳ μέριμναι ἀνάπτουσι τὸν ἐν ἐμοὶ φόβον. ἡ καρδία μου, φησί, δέδοικε τὸν πολιορκοῦντα στρατὸν ὡς δράκοντα ὑπὲρ τῶν νεοσσῶν πελειάς.
τὰ μέρη τῆς ψυχῆς λογιστικόν, θυμικόν καὶ ἐπιθυμητικόν. τὸ δὲ λογικὸν ἐν τῷ ἐγκεφάλῳ, τὸ δὲ θυμικὸν ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν ἐν τῷ ἤπατι. αἱ μέριμναι γοῦν διὰ τοῦ λογικοῦ γίνονται· διότι δὲ πλησιάζει ἡ καρδία τὸ λογιστικόν, διὰ τοῦτο εἶπε· μέριμναι γείτονες καρδίᾳ.
γείτονες συγγενικαί.
γείτονες αἱ πλησιάζουσαι καὶ ἐν αὐτῇ τῇ ψυχῇ μου οὖσαι.
γείτονες τῆς γὰρ ψυχῆς ἴδιον τὸ φροντίζειν.
καρδίας ἤγουν τῆς ψυχῆς.
μέριμναι φροντίδες.
τὸ ζωπυροῦσι τάρβος τί ἄλλο σημαίνει ἢ τὸ φοβοῦμαι; ὅπερ τὸ φοβοῦμαι μεταλαμβάνει καὶ εἰς τὰ ἑξῆς καί φησι· φοβοῦμαι ὡς πελειάς.
ζωπυροῦσι κρύπτουσιν ἐντός.
ζωπυροῦσι ἀναφλέγουσι.
ζωπυροῦσι ἀνάπτουσιν.
τάρβος σημαίνει τὸν φόβον· τρισσῶς λέγει ὁ Ἡρωδιανός πρῶτον ἐκ τοῦ ταράσσω, τάραβος καὶ ἐν συγκοπῇ τάρβος παρὰ τὸ ταράσσειν τὴν ψυχήν. δεύτερον ἐκ τοῦ τρέπω, ὁ δεύτερος ἀόριστος ἔτραπον, τράπος καὶ τάρβος· οἱ γὰρ εὐλαβούμενοι φεύγουσι. τρίτον ἐκ τοῦ τείρω τὸ καταπονῶ, ὁ δεύτερος ἀόριστος ἔταρον, τάρος καὶ πλεονασμῷ τοῦ β τάρβος.
τάρβος σημαίνει τὸν φόβον· τρισσῶς δὲ λέγει ὁ Ἡρωδιανὸς τοῦτο· ἐκ τοῦ τρέπω, ὁ δεύτερος ἀόριστος ἔτραπον, τράπος καὶ τάρβος· οἱ γὰρ εὐλαβούμενοι φεύγουσι. ἐκ τοῦ τείρω τὸ καταπονῶ, ὁ δεύτερος ἀόριστος ἔταρον, τάρος καὶ πλεονασμῷ τοῦ β τάρβος, καὶ ἐκ τοῦ ταράσσω.
τάρβος φόβημα.
τάρβος φόβος.
τάρβος ἢ τὸ ταράσσειν τὴν βοὴν ἢ τὸ ταγρον τὴν βοήν.
τάρβος φόβον.
δράκοντα δʼ ὥς τις τέκνων ὑπερδέδοικε· δέδοικε γὰρ ἡ καρδία μου—τὸν γὰρ δὲ σύνδεσμον ἀντὶ τοῦ γὰρ νοητέον—τὸν ἀμφιτειχῆ λεών, ἤτοι τὸν ἀμφοτέρωθεν τῶν τειχῶν λαόν, ὥς τις καὶ ὥσπερ ἡ πάντροφος πελειὰς δέδοικε τὸν δράκοντα ὑπὲρ τῶν ἑαυτῆς τέκνων, ἡ δυσευνήτειρα τῶν λεχέων, ἤτοι ἡ διὰ τὸν φόβον τῶν ἑαυτῆς νεοσσῶν προσκαθημένη τῇ καλιᾷ αὐτῆς ἄγρυπνος· πάντροφος δὲ ἡ διηνεκῶς ἐκτρέφουσα τὰ τέκνα, ἐπειδὴ πάντα τὰ ὄρνεα ἅπαξ τοῦ ἔτους τίκτει, ἡ δὲ περιστερὰ ἀεί· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ.
ὥσπερ δέ τις πάντροφος πελειὰς δέδοικε τὸν δράκοντα ὑπὲρ τῶν ἑαυτῆς τέκνων δυσευνάτειρα οὖσα τῶν λεχέων, ἤγουν διὰ τὸν φόβον τῶν ἑαυτῆς τέκνων ἤτοι τῶν νεοσσῶν προσκαθημένη τῇ καλιᾷ ἄγρυπνος. πάντροφος δὲ ἡ διηνεκῶς ἐκτρέφουσα τὰ ἑαυτῆς τέκνα, ἐπειδὴ πάντα τὰ ὄρνεα ἅπαξ τοῦ ἔτους τίκτει, ἡ δὲ περιστερὰ ἀεί· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ.
τὸν ἀμφιτειχῆ λεὼν ἢ διὰ τὸν ἔξωθεν τὸν πολιορκούμενον ἡμᾶς· δέδοικε γὰρ ἡ καρδία μου.
ἡ ἀμφὶ ἀντὶ τοῦ περί· ἡ δὲ περὶ δηλοῖ τὸ κύκλῳ δηλονότι, ἤγουν τὸν κύκλωθεν τῶν τειχῶν λαόν.
τὸν ἀμφιτειχῆ λεὼν τὸν ὑπάρχοντα κύκλῳ τοῦ τείχους.
τὸν ἀμφιτειχῆ λεὼν δέδοικα.
τὸν ἀμφιτειχῆ λεὼν τὸν περὶ τὰ τείχη ὄντα λαὸν τῶν πολεμίων.
τὸν ἀμφιτειχῆ λεὼν ἤγουν τὸν περικυκλοῦντα τὴν πόλιν.
ἀμφιτειχῆ ἱστάμενον.
δράκοντα τὸν ὄφιν· τὸ εἶδος γὰρ ἔλαβεν ἀντὶ τοῦ γένους.
δράκοντα ὄφιν.
δράκοντα δέδοικα οὕτως δῆλον.
ὥς ὥσπερ τις πελειάς.
ὥς καθὰ δέδοικε δῆλον.
τέκνων τῶν νεοσσῶν.
ὑπερδέδοικε φοβεῖται.
ὑπερδέδοικε ἀπὸ τούτου λάμβανε ἔξωθεν τὸ δέδοικα, ἵνʼ ᾖ οὕτως· δέδοικα δὲ ὑπὲρ τοῦ λαοῦ. θΞ
ὑπερδέδοικεν· ἀπὸ τούτου λάμβανε ἔξωθεν τὸ δέδοικα, ἵνʼ ᾖ οὕτως· δέδοικα δὲ ὑπὲρ τοῦ λαοῦ ὥσπερ πελειὰς πάντροφος δυσευνήτειρα δέδοικε τὸν δράκοντα ὑπὲρ τῶν τέκνων τῶν λεχέων, τουτέστι τῶν ἐν τῇ χιᾷ αὐτῆς ὄντων καὶ μὴ δυναμένων πέτεσθαι καὶ διαδρᾶναι τὸν κίνδυνον.
λεχέων· τουτέστι νεμομένων ἐπὶ τῆς καλιᾶς· ταύτην γὰρ λέχος εἶπεν, οἷον τῶν ἐν ὡρισμένῳ τόπῳ μενόντων καὶ μήπω δυναμένων ἵπτασθαι. δυσευνήτορας δὲ δυσευνήτους διὰ τὸν φόβον τοῦ δράκοντος. πάντροφον δὲ τὴν πελειάδα φησίν, ὅτι πάντα τὰ ὄρνεα ἅπαξ τοῦ ἔτους τίκτει, ἡ δὲ περιστερὰ ἀεί· διὸ ἀνάκειται τῇ Ἀφροδίτῃ. περιστερὰ δὲ εἴρηται ἡ περισσὰ ἐρῶσα, πλεονάζοντος τοῦ τ κατὰ τὸ μέσον.
τῶν νεωστὶ γεννηθέντων καὶ μηδέπω πέτεσθαι δυναμένων, ἀλλὰ ἐν τῇ καλιᾷ καθημένων. ἢ λεχέων δυσευνήτειρα ἡ μὴ ἀναπαυομένη τοῖς λέχεσιν, ἀλλʼ ἀεὶ γρηγοροῦσα πελειάς.
λεχέων ἤτοι τῶν μενόντων ἔτι ἐν τῇ καλιᾷ· ταύτην γὰρ λέχος εἶπε … καὶ μὴ δυναμένων ἵπτασθαι.
λεχέων κοίτης.
λεχέων τῶν ἐν τῇ λέχει ὄντων ἤτοι τῇ χιᾷ.
λεχέων συνίζησις.
ἡ κακῶς ἐπικαθημένη τῇ φωλεᾷ διὰ τὸν φόβον τοῦ δράκοντος, ἢ ἡ μὴ ἀναπαυομένη ἐν τοῖς λέχεσιν, ἀλλʼ ἀεὶ γρηγοροῦσα.
δυσευνήτοραν ὀνομάζει τὴν περιστερὰν διὰ τὸ προσκαθῆσθαι ἀεὶ τῇ καλιᾷ καὶ τὸ ἀγρυπνεῖν … τῶν ἑαυτῆς νεοσσῶν.
δυσευνήτειρα μὴ ἀναπαυομένη ἐν τοῖς λέχεσιν, ἀλλʼ ἀεὶ γρηγοροῦσα.
δυσευνήτειρα κακῶς κοιμωμένη.
δυσευνήτειρα ἄγρυπνος διὰ τὸν φόβον.
δυσευνήτειρα ἡ ἄγρυπνος.
ἡμέτερον· δυσευνήτειραν αὐτὴν εἴρηκε διὰ τὸ κακὴν καὶ χαλεπὴν κτήσασθαι εὐνὴν ἀναιρεθέντων αὐτῆς τῶν τέκνων ὑπὸ τοῦ ὄφεως· δυσκόλως γὰρ ἔχει πρὸς αὐτὴν καὶ βλέπουσα αὐτὴν ἀποστρέφεται καὶ ἐκφεύγει, οἰόμενος ἔτι τὸν ὄφιν ἐν αὐτῇ κεῖσθαι. οὐ μόνον δὲ πελειὰς γράφεται ὡς ἐνταῦθα, ἀλλὰ καὶ πέλεια ὡς ἐν ἑτέρῳ κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι.
πάντροφον καλεῖ τὴν πελειάδα ὅτι πάντα τὰ ὄρνεα ἅπαξ τίκτει τοῦ ἐνιαυτοῦ, αὕτη δὲ ἀεί· διὸ καὶ περιστερὰ λέγεται ὡς περισσὰ ἐρῶσα πλεονάζοντος τοῦ τ κατὰ τὸ μέσον, ὅθεν καὶ τῇ Ἀφροδίτῃ ἀνάκειται.
περιστερὰ εἴρηται ἡ περισσὰ ἐρῶσα πλεονάζοντος τοῦ τ κατὰ τὸ μέσον.
πάντροφος ἡ διηνεκῶς τρέφουσα τὰ τέκνα, ἐπειδὴ πάντα τὰ ὄρνεα ἅπαξ τοῦ ἐνιαυτοῦ τίκτει, ἡ δὲ περιστερὰ ἀεί· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ. περιστερὰ δὲ γίνεται παρὰ τὸ περισσῶς ἐρᾶν.
ἐπεὶ ἡ περιστερὰ μόνη τῶν πτηνῶν διʼ ὅλου τοῦ ἔτους ὀχεῖται καὶ νεοττοποιεῖ, διὰ τοῦτο καὶ πάντροφον αὐτὴν ἐνταῦθα εἴρηκεν ὁ Αἰσχύλος.
πάντροφος πολύτεκνος.
πάντροφος πολύτοκος.
πάντροφος ἡ παντελῶς τρέφουσα τὰ τέκνα.
πάντροφος ἡ διʼ ὅλου τοῦ ἔτους τίκτουσα· διὸ καὶ ἀνάκειται τῇ Ἀφροδίτῃ. θ
πάντροφος ἤτοι διʼ ὅλου τοῦ ἔτους τίκτουσα.
πελειάς περιστεράς.
πελειάς περιστερά.
τοὶ μὲν γὰρ ποτὶ πύργους· οὗτοι μὲν γάρ, ἤγουν οἱ πολῖται, πανδημεὶ στείχουσι πρὸς τοὺς πύργους, τοὶ δέ, ἤγουν οἱ πολέμιοι, ἰάπτουσι καὶ πέμπουσι ἐπὶ τοῖς πολίταις τοῖς ἀμφιβόλοις, ἤτοι τοῖς πάντοθεν παρὰ τῶν πολεμίων βαλλομένοις ἢ τοῖς ἀμφοτέρωθεν ἀμφίβολον ἔχουσι—πρὸς γὰρ τὸ ἔξωθεν στράτευμα καὶ ἔσωθεν ὁμοίως ἕτερον πρὸς αὐτὸν ἀντετείνετο—χερμάδα ὀκριόεσσαν, ἤγουν χειροπληθῆ λίθον τραχεῖαν· ἀρχὴ γὰρ τοῦ πολέμου τῶν πετρῶν αἱ καταρραγαὶ γίνονται.
τοὶ μὲν οἱ πολῖται.
τοὶ μὲν οὗτοι.
τοὶ μὲν ἄλλοι μέν.
τοὶ μὲν οἱ μέν, ἤγουν ἄλλοι μὲν τῶν πολεμίων.
πανδημεὶ πανομιλεὶ ἤγουν ὅλος ὁ δῆμος καὶ ὅλος ὁ ὅμιλος.
πανδημεὶ πανομιλεὶ κατὰ συστήματα καὶ πλήθη.
πανδημεὶ μετὰ παντὸς λαοῦ.
πανομιλεὶ μετὰ ὁμιλίας.
πανομιλεὶ ἐκ παραλλήλου.
στείχουσι πορεύονται.
στείχουσι προσέρχονται.
τί γένωμαι τῆς τύχης δηλονότι.
τί γένωμαι διὰ μέσου.
τί γένωμαι τί ποιήσω. …
τί γένωμαι εἰς ὕστερον.
τοὶ δὲ οἱ ἐχθροί.
τοὶ δὲ οὗτοι δέ.
τοὶ δὲ ἤγουν οἱ πολέμιοι.
τοὶ δὲ οἱ ἐναντίοι.
τοὶ δὲ ἄλλοι δέ.
ἀμφιβόλοισιν· πάντοθεν βαλλομένοις, ἢ ἀμφοτέρωθεν.
ἐπʼ ἀμφιβόλοισιν· πάντοθεν βαλλομένοις, ἢ ἀμφοτέρωθεν. ἡ δὲ χρῆσις καὶ παρὰ Ἀρριανῷ
ἢ γράφεται ἐπʼ ἀμφοτέροισιν, ἤτοι τοῖς ἀμφοτέρωθεν ἀμφίβολον ἔχουσι τὸν νοῦν· πρὸς γὰρ τὸ ἔξωθεν στράτευμα καὶ τὸ ἔσωθεν διεμέριζον ἑαυτούς.
ἀμφιβόλοισιν τοῖς βαλλομένοις ἀμφοτέρωθεν.
ἀμφιβόλοισιν ξυλοτεύχοις ὀργάνοις.
ἀμφιβόλοισιν τοῖς κύκλωθεν βαλλομένοις.
ἀμφιβόλοισιν τοῖς ἔχουσι ἀμφιβολίαν.
ἀμφιβόλοισιν ἤγουν τοῖς μὴ οὖσιν ἐντοπίοις, ἀλλὰ μετοικήσασιν ἀπὸ ἑτέρας πόλεως καὶ ἐλθοῦσιν ἐνταῦθα.
τὸ ἀμφιβόλοισιν οὐχ ὥς φασί τινες τοῖς ἀμφοτέρωθεν βαλλομένοις, ἀλλὰ ἀμφιβόλοις πολίταις τοῖς ἀμφίβολον καὶ οὐ βέβαιον ἔχουσι τὸ εἶναι πολίταις, ἀλλὰ μέσοις οὖσι καὶ κινδυνεύουσιν ἐκπεσεῖν τοῦ προσρήματος διὰ τὸν ἐπηρτημένον τῇ πόλει κίνδυνον.
ἀμφιβόλοισιν τοῖς ἀμφίβολον τὸ ὄνομα τοῦτο ἔχουσιν.
ἀμφιβόλοισιν ἤγουν ἐπὶ τοῖς τείχεσι τοῖς ἀμφοτέρωθεν γενομένοις.
ἰάπτουσιν· μετὰ βλάβης βάλλουσιν ἐπιπέμποντες τοῖς πολίταις μου τὴν ὀκριόεσσαν χερμάδα.
ἰάπτουσι πέμπουσιν.
ἰάπτουσι μετὰ βλάβης πέμπουσιν.
χειροπληθῆ λίθον, τραχεῖαν· ἀρχὴ γὰρ τοῦ πολέμου τῶν πετρῶν αἱ καταρραγαὶ γίνονται.
χερμάδʼ πέτραν καταχρηστικῶς τὴν μεγάλην· κυρίως δὲ τὴν χειροπληθῆ.
χερμάδʼ λίθον.
χερμάδʼ χειροπληθῆ λίθον.
ὀκρυόεσσαν τὴν θανατηράν, τὴν ποιοῦσαν κρύος κατὰ τροπὴν τοῦ βραχέος εἰς βραχύ.
ὀκρυόεσσαν τραχεῖαν.
ὀκρυόεσσαν θανατηράν.
ὀκρυόεσσαν χαλεπήν. θ
παντὶ τρόπῳ διογενεῖς· ἐν πάσῃ μηχανῇ, ὦ διογενεῖς θεοί, ῥύεσθε τὴν πόλιν καὶ στρατὸν τὸν Καδμογενῆ καὶ τὸν ἀπὸ τοῦ γένους τοῦ Κάδμου καταγόμενον. διογενεῖς δὲ τοὺς θεοὺς λέγει ὅτι ἐκ Διὸς τὸ γένος ἕλκουσι· πατὴρ γὰρ ἀνδρῶν τε θεῶν τε ὁ Ζεὺς ὀνομάζεται κοινῶς. ἰδίᾳ δὲ καὶ κατʼ ἐξοχὴν διογενεῖς θεοί εἰσιν ἡ Ἀθηνᾶ καὶ ὁ Ἀπόλλων καὶ ἡ Ἄρτεμις.
παντὶ τρόπῳ ἐν πάσῃ μηχανῇ.
παντὶ τρόπῳ πάσῃ μηχανῇ καὶ σπουδῇ. θ
διογενεῖς οἱ ἔχοντες τὸ γένος ἀπὸ τοῦ Διός.
διογενεῖς οἱ ἐκ Διὸς ἔχοντες τὸ γένος ἅτε πατρὸς ἀνδρῶν τε θεῶν τε
ἡμέτερον· διογενεῖς κυρίως εἰσὶ θεοὶ Ἀπόλλων καὶ Ἄρτεμις, Ἀθήνη καὶ Διόνυσος καὶ Ἑρμῆς καὶ εἴ τις ἕτερος. καταχρηστικῶς δὲ πάντας Ὅμηρος ἐκ Διὸς εἶναι λέγει· φησὶ γὰρ· πατὴρ ἀνδρῶν τε θεῶν τε.
πόλιν τὴν ἡμετέραν.
Καδμογενῆ ἀπὸ Κάδμου γὰρ οἱ Θηβαῖοι.
Καδμογενῆ τὸν ἀπὸ τοῦ γένους τοῦ Κάδμου καταγόμενον.
Καδμογενῆ τὸν Θηβαϊκόν.
ῥύεσθε κινδύνου.
ἀντιστροφὴ κώλων ιζʹ.
ποῖον δʼ ἀμείψεσθε γαίας πέδον· ἀντὶ τοῦ ποῖον οἰκήσετε δάπεδον ἐντεῦθεν μεταστάντες· εἴρηται δὲ καὶ ἐν Ξοανηφόροις Σοφοκλέους, ὡς οἱ θεοὶ ἀπὸ τῆς Ἰλίου φέρουσιν ἐπὶ τῶν ὤμων τὰ ἑαυτῶν ξόανα εἰδότες ὅτι ἁλίσκεται ἡ πόλις. ἐὰν ταύτην, φησί, τὴν γῆν προδῶτε τοῖς πολεμίοις, ποίαν βελτίονα αὐτῆς εὑρήσετε;
ποῖον δʼ ἀμείψεσθε· ποῖον δὲ πέδον καὶ γήδιον ἕτερον ἀμείψεσθε ἄρειον καὶ βέλτιον καὶ κρεῖττον ταύτης τῆς γῆς, ἀντὶ τοῦ ποῖον ἄλλο γῆς δάπεδον οἰκήσετε, ἐχθροῖς ἀφέντες καὶ καταλείψαντες καὶ δόντες τὴν αἶαν καὶ τὴν γῆν τὴν βαθύχθονα καὶ λιπαράν, ὕδωρ τε πάλιν τὸ τῆς Δίρκης τῆς πηγῆς ἀφέντες τὸ εὐτραφέστατον τῶν ποταμῶν ὁπόσων ἵησι καὶ ἐκπέμπει ὁ Ποσειδὼν ὁ γαιήοχος οἱ παῖδες τε τῆς Τηθύος, ἤγουν τῆς γῆς.
ἄλλως· ποῖον δʼ ἀμείψεσθε· ἰστέον ὅτι εἴρηται ἐν Ξοανηφόροις Σοφοκλέους, ὡς οἱ θεοὶ ἀπὸ τῆς Ἰλίου φέρουσιν ἐπὶ τῶν ὤμων τὰ ἑαυτῶν ξόανα εἰδότες ὅτι ἁλίσκεται. ἐὰν οὖν ταύτην τὴν γῆν, φησί, προδῶτε τοῖς πολεμίοις, ποίαν βελτίονα ταύτης εὑρήσετε;
ποῖον οὐδέν.
ἀμείψεσθε ἀνταλλάξεσθε.
ἀμείψεσθε ἀνταλλάξατε.
ἀμείψεσθε ἀλλάξατε.
ἀμείψεσθε ἤτοι κατοικήσεσθε.
ἀμείψεσθε ἀντιλάβετε.
γαίας πέδον τόπον.
γαίας πέδον χωρίον.
γαίας πέδον πόλισμα.
γαίας πέδον ἤτοι γῆν.
τᾶσδε τῆς ἡμετέρας γῆς.
τᾶσδε τῆς γῆς δηλονότι.
ἄρειον ἄρειον πεδίον προείρηται.
ἄρειον κρεῖττον.
ἐχθροῖσιν ἤτοι τοῖς Ἀργείοις.
ἀφέντες ἐάσαντες.
ἀφέντες δόντες.
ἀφέντες καταλείψαντες.
ἀφέντες καταλιπόντες.
τρεῖς ἀρεταὶ τῆς γῆς· τὸ κάρπιμον αὐτὴν εἶναι, βαθύχθονα καὶ πλατεῖαν.
τὰν βαθύχθονʼ· οἷον τὴν εὔγειον ταύτην καταλείψαντες εἰς τίνα χωρήσετε;
βαθύχθονα τὴν εἰς βάθος ἐγκειμένην.
βαθύχθονα τὴν λιπαρὰν καὶ εὔκαρπον, τὴν εἰς βαθὺ σπειρομένην.
βαθύχθονα εὔκαρπον.
βαθύχθονα τὴν λιπαράν.
βαθύχθονα λιπαράν, τὴν εἰς βάθος δεχομένην τὰ σπέρματα.
αἶαν γῆν.
Δίρκη πηγὴ ἐν Θήβαις ἐξ ἧς ποταμοὶ δύο ῥέουσι, Ἰσμηνὸς καὶ Διρκαῖος ἔχων τὸ ὄνομα ἀπὸ τῆς πηγῆς.
ἄλλως· Δίρκη κρήνη Θηβῶν πλησίον τοῦ Ἰσμηνοῦ ἀπό τινος Δίρκης ὀνομασθεῖσα· οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μητρὸς Ἀντιόπης καὶ τραφέντες—ἐν γὰρ τοῖς βουκόλοις Δίρκης ἐβουκόλουν αὐτῇ—, ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων σπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ἐπὶ τῶν ταύρων διέσπασαν.
ὕδωρ τε Διρκαῖον ἀφέντες.
ὕδωρ τε Διρκαῖον τὸ τῆς Δίρκης.
ὕδωρ τε Διρκαῖον τὸ τῆς Δίρκης ἄριστον ὕδωρ.
εὐτραφέστατον ποτιμώτατον.
εἰς δʹ διαιρεῖται τὸ ὕδωρ· εἰς πότιμον, ἐλαφρόν, μελιηδὲς καὶ ἥμερον.
καὶ τοῦ ὕδατος τρεῖς· τὸ εἶναι πότιμον, ἐλαφρὸν καὶ ἥμερον.
εὐτραφέστατον γλυκύτατον. …
εὐτραφέστατον ἡδύτατον.
ἡμέτερον· ὅτι εὐτρεφὲς μέν ἐστι τὸ εὖ τρέφον καὶ δυνάμενον τοὺς τρεφομένους πιαίνειν καὶ εὐτραφεῖς δεικνύειν, εὐτραφὲς δὲ τὸ εὖ τεθραμμένον καὶ πιότατον. εὐτραφῆ γάρ φασι ζῷα τὰ περιττὰ ταῖς σαρξὶ καὶ πιότατα.
πομάτων τῶν ὑδάτων.
ὅσων ἵησι Ποσειδάν· τὸν Ποσειδῶνα λέγει ἐκπέμπειν τοὺς ποταμοὺς ὅτι τῆς ὑγρᾶς οὐσίας δεσπότης οὗτός ἐστιν, ἢ ὅτι ἐκ τῆς θαλάσσης οἱ ὄμβροι ἀναδίδονται εἶθʼ οὕτως ῥήγνυνται· ἐκ δὲ τούτων οἱ χείμαρροι γίνονται.
ἵησι πέμπει.
ἵησι ἀφίησι.
ἵησι ἐκπέμπει. θ
σπογγοειδοῦς γὰρ οὔσης τῆς γῆς, ἐκ τῆς θαλάττης εἰς τοὺς πόρους αὐτῆς εἰσιὸν ὕδωρ, εἰ μὲν στενοί τινες τύχοιεν ὄντες οἱ πόροι, ὥσπερ διηθίζεται τοῦτο καὶ γλυκὺ ἐκ τῆς γῆς ἀναρρήγνυται· εἰ δʼ αὖ εὐρεῖς, ἁλμυρόν, πλὴν ὅσον οὐχ οἷον ἦν ἐξ ἀρχῆς, ἀλλὰ πολὺ τῆς ἀρχαίας ποιότητος παραλλάττον, ὥστε καὶ οἱ εἰσβάλλοντες εἰς αὐτὴν ποταμοὶ ἐξ ὧν ἔφαμεν πόρων πάλιν εἰς αὐτοὺς ἀποκαθίστανται.
Ποσειδῶν ὁ γαιήοχος· ἢ ὅτι τῆς ὑγρᾶς οὐσίας δεσπότης Ποσειδῶν, ἢ ὅτι ἐκ τῆς θαλάσσης οἱ ὄμβροι ἀφʼ ὧν οἱ χείμαρροι.
ὁ γαιάοχος ὁ ἐπὶ τῆς γῆς ὀχούμενος ἢ ὁ τὴν γῆν ἔχων.
ὁ γαιάοχος ὁ συνέχων τὴν γῆν.
ὁ γαιάοχος ὁ τὴν γῆν ἔχων.
Τηθύος δὲ παῖδες· πάλιν τοὺς ποταμοὺς ὀνομάζει· μυθεύεται γὰρ ὅτι ὁ Οὐρανὸς συμμιγεὶς τῇ Γῇ ἀπέτεκε τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ ἄλλους οὐκ ὀλίγους παῖδας τε καὶ θυγατέρας. ὁ δὲ Ὠκεανὸς μιγεὶς τῇ Τηθύι τῇ αὐτοῦ ἀδελφῇ ἐγέννησε τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς οὔσας ἐν τῷ κόσμῳ, καὶ οὕτως λέγονται οἱ ποταμοὶ παῖδες Τηθύος.
παλαιόν. Τηθύος παῖδές εἰσιν οἱ ποταμοί· ὁ Οὐρανὸς γὰρ μιγεὶς τῇ Γῇ ἀπέτεκε τόν τε Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ ἄλλους οὐκ ὀλίγους παῖδας καὶ θυγατέρας. Ὠκεανὸς δὲ μιγεὶς τῇ Τηθύι τῇ αὐτοῦ ἀδελφῇ ἐγέννησε ποταμούς τε καὶ πηγάς, καὶ οὕτω λέγονται οἱ ποταμοὶ παῖδες Τηθύος.
φασὶ τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν ἐξ Οὐρανοῦ καὶ Γῆς γεγεννῆσθαι, Ὠκεανοῦ τῇ ἑαυτοῦ ἀδελφῇ Τηθύι συγγενομένου πηγάς τε καὶ ποταμοὺς προελθεῖν.
Τηθύος τῆς γῆς.
παῖδες οἱ ποταμοί.
παῖδες αἱ πηγαί.
πρὸς τάδʼ ὦ πολιοῦχοι· ἀντὶ τοῦ διὰ ταῦτα· πρὸς ταῦτα γάρ, ὦ πολῖται θεοί, τοῖς μὲν ἔξω τοῦ τείχους Ἀχαιοῖς ἄτην ἐμποιήσατε, ὥστε αὐτοὺς τὰ ὅπλα ῥῖψαι. τούτου δὲ γενομένου πρὸς ὑμῶν πάνυ ἂν ὑμνοῖσθε παρὰ τῶν πολιτῶν.
πρὸς ταῦτα, ὦ πολιοῦχοι θεοί, τοῖσι μὲν ἔξω πύργων, ἤτοι τοῖς πολεμίοις, ἐμβαλόντες ἄταν καὶ βλάβην τὴν τοὺς ἄνδρας φθείρουσαν καὶ ποιοῦσαν ῥίπτειν τὰ ὅπλα, ἄροισθε κῦδος, ἤτοι ἐπάρετε καὶ ἕξετε δόξαν, τοῖς δὲ πολίταις στάθητε εὔεδροί τε καὶ καλῶς ἡδρασμένοι, εὐστήρικτοι καὶ ἀμετάκλιτοι καὶ φύλακες τῆς πόλεως οἱονεὶ δυσωπηθέντες ταῖς ὀξυγόοις λιταῖς ἡμῶν.
πρὸς τάδʼ ἃ εἶπον.
πολιοῦχοι οἱ συνέχοντες τὴν πόλιν.
πολιοῦχοι φυλακτικοί.
πολιοῦχοι οἱ τῆς πόλεως φύλακες.
τοῖσι τοῖς πολεμίοις.
τοῖσι τοῖς ἐχθροῖς.
πύργων τῶν πολεμίων.
ἀνδρολέτειραν ... ἄταν τὴν τοὺς ἄνδρας ὀλλύουσαν δειλίαν.
ἀνδρολέτειραν τὴν φθείρουσαν τοὺς ἄνδρας.
ἀνδρολέτειραν φθοράν.
ἀνδρολέτειραν ἀνδροφόνον.
τὰν ῥίψοπλον ἄταν τὴν δειλίαν.
ῥίψοπλον τὴν ποιοῦσαν ῥίπτειν τὰ ὅπλα.
ῥίψοπλον τὴν ῥίψαι παρασκευάζουσαν αὐτοὺς τὰ ὅπλα.
ἄταν λέγει τὴν δειλίαν καὶ φόβον καὶ βλάβην.
ἄταν βλάβην.
ἐμβαλόντες ἐνθέντες.
ἐμβαλόντες θέντες. …
ἄροισθε λάβοιτε.
ἄροισθε ἐπάρετε.
ἄροισθε ἤγουν λήψεσθε.
κῦδος δόξαν.
τοῖσδε πολίταις ἤγουν ἡμῖν.
ῥυτῆρες φύλακες.
ῥυτῆρες ῥῦσται, φύλακες.
ῥυτῆρες σωτῆρες.
εὔεδροί τε· εὔεδροι στάθητε· συναπτέον τῷ ποῖον ἀμείψεσθε γαίας πέδον.
εὔεδροι ἰσχυροί.
εὔεδροι εὐστήρικτοι.
εὔεδροι σταθεροί.
εὔεδροι καλῶς ἡδρασμένοι.
εὔεδροι στερροί.
εὔεδροι εὐκάθεδροι. θ
εὔεδροι εὐκάθεδροι, ἤτοι καλῶς ἱδρυμένοι.
προστάθητε ἤτοι πρόστητε καὶ βοηθοὶ γίνεσθε.
ὀξυγόοις λιταῖσιν· διὰ τὰς ὀξυθρηνήτους λιτὰς ἡμῶν.
ὀξυγόοις λιταῖσιν δυσωπούμενοι ἐν μεγαλοθρήνοις παρακλήσεσιν ἡμῶν.
ὀξυγόοις λιταῖσιν ἤγουν διὰ τὰς ὀξὺν θρῆνον ἐχούσας λιτὰς ἡμῶν.
ὀξυγόοις λιταῖσιν ἤγουν ἕνεκα τῶν ἱκεσιῶν ἡμῶν τῶν ὀξυγόων.
ὀξυγόοις δυσωπούμενοι.
ὀξυγόοις ταῖς γινομέναις ἀπὸ γόων ὀξέων.
λιταῖσιν παρακλήσεσιν.
λιταῖσιν ἡμῶν. θ
στροφὴ ἑτέρα κώλων ιβʹ.
ἡμέτερον· οἰκτρὸν γὰρ πόλιν· τῆς βʹ ταύτης στροφῆς τὰ κῶλα ἐστὶ ιβʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ καὶ βʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα. τὸ γʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου τετάρτου καὶ διιάμβου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς ἐκ διτροχαίου καὶ διιάμβου σύγκειται διὰ τὴν ἀδιάφορον. τὸ δʹ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἀπὸ μείζονος ἐκ παίωνος δευτέρου, ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ εʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. τὸ ϛʹ ὅμοιον τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, διτροχαίου καὶ σπονδείου. τὸ ζʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ συλλαβῆς. τοιοῦτο εἶναι χρὴ καὶ τὸ τῆς ἀντιστροφῆς· διὸ καὶ τὸ τρίτον ἔ ὑφʼ ἡμῶν προσετέθη. τὸ αὐτὸ δʼ ἂν εἴη καὶ τροχαϊκὸν δίμετρον ἀκατάληκτον τοῦ πρώτου ποδὸς χορείου. τὸ ηʹ ὅμοιον τῷ γʹ. τὸ θʹ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου· ἔχει δὲ συνίζησιν τὸ τῆς στροφῆς κῶλον κατὰ τὸν ἴαμβον. τὸ ιʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ιαʹ ὅμοιον τῷ αʹ ἀναπαιστικόν. τὸ ιβʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου, διιάμβου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
ἀναπαιστικὰ δίμετρα τὰ γʹ.
οἰκτρὸν ἐλεεινόν.
οἰκτρὸν ἄθλιον.
οἰκτρὸν κακόν.
οἰκτρὸν ἐλέους ἄξιον.
πόλιν τὴν ἡμετέραν.
ὠγυγίαν ἀρχαίαν ἢ τὴν μεγάλην ἀπὸ Ὠγύγου τινὸς βασιλεύσαντος ἐκεῖσε.
ὠγυγίαν ἀρχαίαν.
ὠγυγίαν τὴν παλαιάν.
ὠγυγίαν ἀρχαίαν καὶ παλαιὰν οὖσαν.
Ἀίδᾳ τῷ θανάτῳ.
Ἀίδᾳ ἀφανισμῷ.
προιάψαι πέμψαι.
προιάψαι ἐλθεῖν.
προιάψαι προπέμψαι.
προιάψαι πρὸ τοῦ καιροῦ πέμψαι.
προιάψαι πέμψαι, δοῦναι.
προιάψαι δοῦναι.
προιάψαι παραπέμψαι.
δορὸς ἄγραν διὰ δόρατος ἀγρευθεῖσαν.
δορὸς πολέμου.
ἄγραν αἰχμάλωτον.
δουλείαν δουλικὴν ὥσπερ καὶ δεσποτεία χεὶρ ὁ δεσπότης παρὰ Λυκόφρονι
δουλείαν δουλεύουσαν.
δουλείαν ὑποχειρίαν γενομένην.
δουλείαν δουλικήν.
δουλείαν δούλην.
ψαφαρᾷ σποδῷ λεπτῇ κόνει.
ψαφαρᾷ σποδῷ γῇ, ἤτοι τῷ Ἄργει· λεπτόγειον γὰρ τοῦτο, διὸ καὶ διψηρόν. θ
διὰ τὸ λεπτόγειον καὶ Ἀζανὴς ἐκαλεῖτο διὰ τὴν ἄζην ὅ ἐστι τὴν ξηρασίαν· καὶ ἔθνος οἱ Ἀζᾶνες αὐτόθι καὶ πάλιν ἐν Ἀρκαδίᾳ μέχρι καὶ νῦν οὕτω καλούμενοι. καὶ Ἀπίαν δέ φασι τὴν χώραν κληθῆναι καὶ Ἀπιδανεῖς τοὺς ἐγχωρίους κατὰ στέρησιν τοῦ πιεῖν καὶ τῶν τέως πιδάκων, ἐπεὶ οὐκ εἶχεν ἡ χώρα πίδακας τὴν ἀρχήν, ὡς δύνασθαι διὰ τοῦτο καὶ πολυδίψιος λέγεσθαι· ἔμελλε δὲ γενέσθαι εὔυδρος.
ψαφαρᾷ λεπτότητι εἰς χοῦν λεπτυνθείσῃ ἢ ξηρᾷ καὶ ψαμμώδει.
ψαφαρᾷ εἰς χοῦν λεπτυνθείσῃ ἢ ξηρανθείσῃ, ψαμμώδει· τὸ ψαφαρᾷ ἀπὸ τοῦ ψῶ τὸ λεπτύνω καὶ τοῦ ἁφὴ ἡ χεὶρ ὡς μὴ δυναμένη κρατηθῆναι.
ψαφαρᾷ ἀσθενεῖ, ἐλαφρᾷ.
ψαφαρᾷ λεπτῇ.
ψαφαρᾷ ἀσθενεῖ.
ψαφαρᾷ λεπτοτάτῃ.
ψαφαρᾷ λεπτῇ, ἤγουν τῷ Ἄργει.
σποδῷ σποδιᾷ.
ὑπʼ ἀνδρὸς Ἀχαιοῦ ὑπὸ τοῦ Ἀδράστου τοῦ βασιλέως τῶν Ἀργείων ἢ ἀντὶ τοῦ ὑπὸ τοῦ στρατεύματος τῶν Ἀχαιῶν.
ὑπʼ ἀνδρὸς Ἀχαιοῦ τοῦ Ἀδράστου.
ὑπʼ ἀνδρὸς Ἀχαιοῦ ἤγουν τοῦ Πολυνείκους καὶ τοῦ Ἀδράστου.
ὑπʼ ἀνδρὸς Ἀχαιοῦ ἤτοι τοῦ Ἀδράστου καὶ τοῦ σὺν αὐτῷ.
θεόθεν ἀπὸ τοῦ θεοῦ.
θεόθεν βουλήσει θεῶν. θ
περθομέναν πορθουμένην.
περθομέναν πορθηθεῖσαν.
ἀτίμως αἰσχρῶς.
ἀτίμως ἀπρεπῶς.
τὰς δὲ κεχειρωμένας· τὰς δὲ νέας καὶ τὰς γηραιὰς ἄγεσθαι κεχειρωμένας ἀπὸ τῶν πλοκάμων ἱππηδόν, ἤτοι δίκην ἵππων, τουτέστι μετὰ ἀνάγκης· οἱ γὰρ ἵπποι μετὰ ἀνάγκης ἕλκονται. καὶ Ὅμηρος· ἄκοντε πετέσθην.
τὰς δὲ κεχειρωμένας οἰκτρὸν ἀπὸ κοινοῦ.
τὰς δὲ κεχειρωμένας ἤγουν ἡμᾶς.
τὰς δὲ κεχειρωμένας τὰς γυναῖκας.
κεχειρωμένας κεκρατημένας.
κεχειρωμένας δεδουλωμένας.
κεχειρωμένας δεδεσμωμένας.
ἄγεσθαι φέρεσθαι.
ἄγεσθαι ἕλκεσθαι.
ἡμέτερον· ὅτι ὅσα ἐν ταῖς ἁλώσεσιν εἴωθε συμβαίνειν, ταῦτα Αἰσχύλος ἐνταῦθα ἐξέθετο, πῶς τε τὰς γυναῖκας ἕλκουσι καὶ τὰ αὐτῶν βρέφη σφάττουσι, καὶ πῶς θροῦς ἄσημος τούτων τελουμένων γίνεται, καὶ πῶς τὰ αὐτῶν σκυλεύουσι πράγματα ἄλλοθεν ἄλλου ἑκάστου τῶν πολεμίων ἁρπάζοντος, τὰ δὲ μάτην σκορπίζοντος, καὶ πῶς τοὺς οἴκους πιμπρῶσι, καὶ τὰ ἄλλα ὅσα συμβαίνουσιν ἄτοπα.
περὶ τῶν συμβαινόντων ἐν ταῖς ἁλώσεσιν.
ἒ ἔ διέκοψεν τὸν λόγον τῷ θρήνῳ.
ἒ ἔ διὰ μέσου.
παλαιὰς γηραιάς.
παλαιὰς ἤγουν γραίας.
παλαιὰς γυναῖκας δῆλον τὰς ἐν αὐτῇ.
ἱππηδὸν πλοκάμων· ἱππηδὸν ἄγεσθαι.
ἱππηδὸν πλοκάμων ὑπὸ ἱππέων σύρεσθαι τῶν πλοκάμων ἢ δίκην ἵππων ὅ ἐστιν μετὰ ἀνάγκης· καὶ γὰρ οἱ ἵπποι ἀνάγκῃ τινὶ ἕπονται.
ἱππηδὸν ἢ ὑπὸ ἵππων σύρεσθαι τῶν πλοκάμων ἢ διὰ τὸ θρασὺ τῶν ἀγόντων καὶ μανικὸν ἢ διὰ τὸ σύντομον.
ἱππηδὸν μανικόν.
ἱππηδὸν ταχέως.
ἱππηδὸν δίκην ἵππου.
πλοκάμων ἀπὸ τριχῶν.
πλοκάμων ἀπὸ τῶν βοστρύχων.
πέρι περισσῶς.
ῥηγνυμένων διασχιζομένων.
ῥηγνυμένων σχιζομένων.
ῥηγνυμένων περισχιζομένων.
ῥηγνυμένων ἐσχισμένων. θ
ἐκπιπτόντων καὶ σχιζομένων τῶν φαρέων καὶ σκεπασμάτων τῶν πλοκάμων, ἤγουν τῆς κεφαλῆς. Ξ
φαρέων ἱματίων.
φαρέων ἢ ἀπὸ τοῦ φαρῶ ἢ τὸ ἀροῦν καὶ ἁρμόζον τῇ ὑφῇ ἢ τὸ φερόμενον ὡς οἷα λεπτὸν τῷ ἀέρι, ὃ καὶ κρεῖττον· λέγεται καὶ παρὰ τοῖς ῥήτορσι καὶ φέριστρον.
φαρέων συνίζησις.
φαρέων τῶν ἐν ταῖς κεφαλαῖς σκεπασμάτων.
βοᾷ δʼ ἐκκενουμένα πόλις· θρηνεῖ δὲ ἡ πόλις ἐκκενουμένη τῆς λαΐδος, ἤτοι τῆς λείας, τουτέστι τῶν πολιτῶν, ὀλλυμένης καὶ φθειρομένης, τῆς μιξοθρόου, ἤτοι τῆς θροῦν καὶ βοὴν ποιουμένης ἀνάμικτον· γυναῖκες γὰρ καὶ παῖδες ἀκμάζοντες καὶ ἀρτιγενῆ βρέφη καὶ ἄνδρες καὶ γέροντες ἐποιοῦντο τὸν θρῆνον σύμμικτον.
βοᾷ θρηνεῖ.
βοᾷ στένει.
βοᾷ βοήσει.
βοᾷ ἠχεῖ.
βοᾷ ἐν τῇ ἁλώσει.
ἐκκενουμένα ἀφανιζομένη.
ἐκκενουμένα πορθουμένη.
ἐκκενουμένα ἐλαφρουμένη.
ἐκκενουμένα ἐξαντλουμένη, τουτέστιν πορθουμένη.
πόλις τῆς πληθύος τοῦ λαοῦ.
λαΐδος ὀλλυμένας ἤτοι τῆς λείας.
λαΐδος ὀλλυμένας τῶν πολιτῶν.
λαΐδος τῆς λαφυραγωγίας.
λαΐδος λαοῦ λαφυραγωγίας.
ὀλλυμένας πορθουμένας.
ὀλλυμένας φθειρομένας.
μιξοθρόου καὶ ἀναμεμιγμένης Ἑλλήνων καὶ βαρβάρων καὶ διαφόρων οἰκούντων τὰς Θήβας, ἢ γυναικῶν ἀνδρῶν καὶ βρεφῶν.
ἢ μιξοθρόου λέγει διὰ τὴν ἀναμιγὴν τοῦ λαοῦ τοῦ τε βαρβαρικοῦ, ἤτοι τοὺς περὶ τὸν Ἄδραστον καὶ τοὺς τοῦ κάστρου ἢ διὰ τὸ βαρβάρων καὶ Ἑλλήνων οἰκούντων τὰς Θήβας.
μιξοθρόου διὰ τὸ εἶναι ἐκεῖσε πολλαὶ γλῶσσαι διὰ τοῦτο εἶπε τὸ μιξόθροον, ἢ διὰ τὸ εἶναι καὶ νέων φωναὶ καὶ γερόντων.
μιξοθρόου ἤτοι τῆς θροῦν καὶ βοὴν ποιουμένης.
μιξοθρόου τῆς μεμιγμένον θροῦν ἀποτελούσης ἅτε ἐξ ἀνδρῶν καὶ γυναικῶν καὶ γερόντων καὶ παίδων οὔσης. θ
βαρείας τὰς μεγάλας.
βαρείας τὰς μελλούσας δηλονότι. θ
τύχας δυστυχίας.
προταρβῶ φοβοῦμαι.
προταρβῶ τὸ πρὸ παρέλκον.
προταρβῶ πρὸ τοῦ γενέσθαι φοβοῦμαι, θ
ἀντιστροφὴ κώλων ιβʹ.
κλαυτὸν δʼ ἀρτιτρόποις· εἰ μὲν διὰ τοῦ τ ἀρτιτρόποις, ταῖς νεωστὶ τραπείσαις ἀπὸ τῆς παιδικῆς ἡλικίας καὶ ἡβησάσαις. εἰ δὲ διὰ τοῦ δ ἀρτιδρόποις, ταῖς ἄρτι δρεπομέναις. ταῖς δὲ παρὰ τὴν ἀκμήν, φησί, διακορευομέναις ἔσται κλαυθμός· ἤ· ταῖς δὲ διαμειβούσαις τὴν τῆς αἰχμαλωσίας ὁδὸν ἔσται δάκρυα.
ταῖς νεωστὶ τραπείσαις ἀπὸ τῆς παιδικῆς ἡλικίας καὶ ἡβησάσαις, ἢ ταῖς ἄρτι δρεπομέναις, ταῖς παρὰ τὴν ἀκμὴν διακορευομέναις. λέγει δὲ ὅτι κλαυθμοῦ ἄξιον ταῖς νέαις διαμεῖψαι ὁδὸν αἰχμαλωσίας καὶ δωμάτων ὠμοδρόπων, ἤγουν ἐν οἷς ὠμῶς δρεφθήσονται, ἤτοι παρὰ καιρὸν καὶ οὐκ ἐν ὥρᾳ πρὸ τῶν νομίμων γάμων. τὸ δὲ ἁπλούστατον οὕτως· κλαυτὸν ταῖς παρθένοις ἀλλάξαι τοὺς οἴκους νόμῳ πολέμου. τοῦτο γὰρ δηλοῖ τὸ ὠμοδρόπων νομίμων προπάροιθεν· πόλεμος γὰρ οὐκ ἀναμένει πέπονας γενέσθαι, ἀλλʼ ἅμα πάντα δρέπεται.
κλαυτὸν δʼ ἀρτιτρόποις· κλαυτὸν δὲ καὶ θρήνου ἄξιον ἔσεται ταῖς ἀρτιτρόποις, ταῖς ἄρτι ἀπὸ τῆς παιδικῆς ἡλικίας ἐπὶ τελεωτέραν τραπείσαις, ἀπὸ τῶν ἑαυτῶν δωμάτων διαμεῖψαι καὶ ὁδεῦσαι ὁδὸν στυγερὰν καὶ μίσους ἀξίαν, ἤτοι διακορηθῆναι καὶ διαπαρθενευθῆναι παρὰ τῶν ἐχθρῶν τῶν ὠμοδρόπων, προπάροιθε νομίμων, ἤτοι τοῦ νενομισμένου καιροῦ, ταύτας ἀνδράσι συμμίγνυσθαι, ἢ τῶν ὠμοδρόπων τῶν ὠμῶν καὶ ἔξω τοῦ καιροῦ δρεπομένων καὶ τρυγωμένων· τὰ γὰρ ἔξω τοῦ καιροῦ δρεπόμενα καὶ μήπω πεπανθῆναι τῷ χρόνῳ φθάσαντα πάντως ἀγλευκῆ τυγχάνουσι καὶ πικρίας πολλῆς ἀνάμεστα.
κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόπων· ἄξιον μεγάλου κλαυθμοῦ ταῖς κόραις ταῖς ἄρτι δρεπομέναις τὴν παρθενίαν πρὸ τοῦ ἐλθεῖν εἰς ὥραν γάμου αἰχμαλωτισθῆναι καὶ δούλαις εἰς ξένην χώραν ἀπελθεῖν.
κλαυτὸν δὲ καὶ ἄξιον κλαῦσαι ταῖς ἀρτιτρόποις, ἤτοι ταῖς τρεπομέναις κόραις ἀπὸ τῆς νεανικῆς ἡλικίας εἰς τὴν ἥβην, προπάροιθε τῶν νομίμων γάμων διαμεῖψαι καὶ διελθεῖν στυγερὰν ὁδὸν δωμάτων ὠμοδρόπων καὶ ὠμῶς δρεψάντων … ἔστι συνήθεια κατὰ … ταῖς κόραις ταῖς μελλούσαις ἐλθεῖν εἰς γάμον κ … ίον πρὸ τοῦ συζευχθῆναι ἀπήρχοντο πρὸς τὰς ἐσχάρας … μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ἐλούοντο, εἶτα ὑπέστρεφον καὶ συνήρχοντο ἀνδράσιν.
τὸ παρθένους ἀτίμως ἐκ τῶν δωμάτων ἑλκομένας διαμεῖψαι στυγερὰν ὁδόν, ἤτοι ἐφθάρθαι, πρὸ τοῦ νενομισμένου χρόνου—ὅπερ ἐστὶ ὠμόδροπον—ἐπειδὴ παρὰ τάξιν γέγονε, ἄξιόν ἐστι θρήνου· ἢ τὸ διαμεῖψαι στυγερὰν ὁδὸν ἀντὶ τοῦ ἀτίμως δημοσίᾳ ἕλκεσθαι, ὅπερ ἐστὶ λυπηρὸν ταῖς οἰκουρούσαις καὶ παρθενευούσαις γυναιξί. δέον δὲ εἰπεῖν ὠμοδρόπως, ὠμοδρόπων εἶπε πρὸς τὸ νομίμων. θ
τοῦτο οὕτω συντακτέον· κλαυτὸν δὲ καὶ ἄξιον θρήνου ὑπάρχει ταῖς ἀρτιτρόποις, ἤτοι ταῖς νέαις ταῖς ἄρτι τραπομέναις ἀπὸ τῆς παιδικῆς ἡλικίας πρὸς τὴν τελεωτέραν, διαμεῖψαι καὶ διελθεῖν ἀπὸ τῶν δωμάτων, ἤτοι ἐπειδὰν ἀφελκυσθῶσι τῶν δωμάτων ὑπὸ τῶν πολεμίων καὶ δοῦλαι γένωνται, στυγερὰν ὁδόν, ἤτοι διεφθάρθαι, προπάροιθεν καὶ πρόσθεν τῶν νενομισμένων γάμων ὠμοδρόπων, ἤγουν ὅπερ ἐστὶ ὠμόδροπον, ἐπειδὴ παρὰ τάξιν γέγονε· ἢ τὸ διαμεῖψαι στυγερὰν ὁδὸν ἀντὶ τοῦ ἀτίμως δημοσίᾳ ἕλκεσθαι, ὅπερ ἐστὶ λυπηρὸν ταῖς οἰκουρούσαις καὶ παρθενευούσαις γυναιξί. δέον δὲ εἰπεῖν ὠμοδρόπως, ὠμοδρόπων εἶπε πρὸς τὸ νομίμων ἐκ μεταφορᾶς τῶν καρπῶν τῶν ἀώρως καὶ πρὸ τοῦ πρέποντος καιροῦ δρεπομένων.
τοῦτο οὕτω συντακτέον· κλαυτὸν καὶ ἄξιον θρήνου ὑπάρχει ταῖς ἀρτιτρόποις, ἤγουν ταῖς παρθένοις, ἐπειδὰν ἀφελκυσθῶσι τῶν δωμάτων ὑπὸ τῶν πολεμίων καὶ δοῦλαι γένωνται, τὸ διαμεῖψαι καὶ διελθεῖν ἀπὸ τῶν δωμάτων στυγερὰν ὁδόν, ἤτοι διαφθαρῆναι, προπάροιθε καὶ πρότερον τῶν νομίμων γάμων δῆλον ὠμοδρόπων· ὠμοδρόπως δὲ εἰπεῖν ἔδει· πρὸς δὲ τὴν προκειμένην γενικὴν ἐπήγαγε τοῦτο. ἐκ μεταφορᾶς δὲ τῶν πρὸ καιροῦ δρεπομένων καρπῶν εἴρηκε τοῦτο.
ἀναπαιστικὰ τὰ βʹ δίμετρα.
κλαυτὸν θρήνου ἄξιον ἔσεται.
κλαυτὸν θρηνητικόν.
κλαυτὸν ἄξιον ὑπάρχει θρηνεῖν.
κλαυτὸν ἄξιον κλαυμάτων ἤγουν ἄξιον θρήνου.
κλαυτὸν ἄξιον θρήνου.
γρ. καὶ ἀρτιδρόποις, ἤγουν ταῖς κόραις ταῖς ἄρτι δρεπομέναις τὴν παρθενίαν πρὸ τοῦ ἐλθεῖν εἰς ὥραν γάμου.
ἀρτιτρόποις γυναιξί.
ἀρτιτρόποις παρθένοις.
ἀρτιτρόποις διότι ἡ κόρη ὅταν γένηται ὀκτὼ ἢ δέκα χρόνων νέους τρόπους ἐπιτηδεύεται.
ἀρτιτρόποις ταῖς ἄρτι τὴν παιδικὴν ἡλικίαν παραδραμούσαις.
ἀρτιτρόποις ταῖς νέαις ταῖς ἄρτι τρεπομέναις ἀπὸ τῆς παιδικῆς ἡλικίας πρὸς τὴν τελειοτέραν. θΞ
ἀρτιτρόποις ταῖς νέαις.
ἀρτιτρόποις ταῖς γυναιξίν, ταῖς παρθένοις.
ὠμοδρόπων· ὑπὸ τῶν ὠμῶς αὐτῶν δρεπομένων τὴν ἥβην πρὸ τῶν νομίμων γάμων.
ἤτοι ὠμὰ τὰ νόμιμα τῆς συνουσίας …
ὠμοδρόπων τῶν ὠμῶς δρεπομένων ἢ τῶν ὠμὴν καὶ ἄωρον δρεπομένων τὴν παρθενίαν.
ὠμοδρόπων ὑπὸ τῶν ὠμῶς αὐτῶν δρεπομένων τὴν παρθενίαν.
ὠμοδρόπων τῶν ὠμῶς δρεπομένων.
ὠμοδρόπων ἀνδρῶν.
ὠμοδρόπων ἀώρων.
ὠμοδρόπων ἀώρων, ἔξω τοῦ πρέποντος καιροῦ δρεπομένων.
νομίμων προπάροιθεν πρὸ τοῦ νενομισμένου καιροῦ.
νομίμων προπάροιθεν πρὸ τῶν νομίμων γάμων.
νομίμων ἤγουν τῶν γάμων.
νομίμων τῶν νενομισμένων.
προπάροιθεν ἔμπροσθεν.
προπάροιθεν πρότερον.
διαμεῖψαι διαδέξασθαι τὴν στέρησιν τῶν οἰκημάτων.
διαμεῖψαι διελθεῖν.
διαμεῖψαι ὁδεῦσαι.
δωμάτων ἀπὸ τῶν οἰκείων οἴκων.
δωμάτων ἀπὸ τῶν ἑαυτῶν.
δωμάτων ἀπὸ τῶν οἴκων αὐτῶν.
στυγερὰν μισητήν.
στυγερὰν ὀδυνηράν.
στυγερὰν ἄτιμον.
τί τὸν φθίμενον· τί γὰρ δεῖ πολλὰ λέγειν; ὁ προτεθνηκὼς εὐτυχῶς πράσσει πλέον τοῦ ζῶντος. οἱ τελευτήσαντες, φησί, καὶ μὴ τοιαύτης πειραθέντες συμφορᾶς ἄμεινον ἡμῶν πράττουσιν.
τὸ ἑξῆς οὕτως· τί γὰρ δεῖ πολλὰ λέγειν; ὁ προτελευτήσας εὐτυχῶς πράσσει πλέον τοῦ ζῶντος· ἢ οἱ προαποθανόντες καὶ μὴ τοιαύτης πειραθέντες συμφορᾶς ἄμεινον ἡμῶν πράττουσι.
τί τὸν φθίμενον· τί γὰρ δεῖ πολλὰ λέγειν; τὸν προτεθνηκότα βέλτερα καὶ κρείττω πράσσειν τοῦ ζῶντος λέγω, ἤγουν οἱ τελευτήσαντες καὶ μὴ τοιαύτης πειραθέντες συμφορᾶς ἄμεινον πράττουσιν ἢ οἱ ζῶντες καὶ πορθηθέντες.
ἄλλως· τί μακρολογῶ; τὸν γὰρ φθίμενον καὶ τὸν προτεθνηκότα προλέγω πράσσειν καὶ πάσχειν βέλτερα καὶ κρείττονα τούτων ὧν εἶπον.
τί προλέγω; βέλτερα γὰρ πράσσειν προλέγω τὸν φθίμενον τῶνδε.
τί τί δεῖ με λέγειν πολλά;
τί τί δεῖ μακρολογεῖν;
τί λέγω.
τί τοιαῦτα λέγω. θ
τί ταῦτα λέγω δῆλον.
φθίμενον τὸν νεκρόν, τὸν φθαρέντα.
φθίμενον θανόντα.
φθίμενον ἀποθανόντα.
φθίμενον νεκρόν.
προλέγω ἀντὶ τοῦ λέγω.
προλέγω ἡ προ περισσή.
βέλτερα κρείττονα.
βέλτερα καλλίω. θ
τῶνδε τῶν ζώντων.
τῶνδε τῶν ζώντων ἢ ὧν εἶπον.
τῶνδε τῶν ἐν ταῖς πολιορκίαις. θ
πράσσειν εὐτυχεῖν.
ἔκφρασις ἁλούσης πόλεως.
πολλὰ γὰρ κακὰ μέλλομεν παθεῖν. ἐνταῦθα ἅλωσιν πόλεως ζωγραφεῖ ὁ Αἰσχύλος.
πολλὰ κακὰ μέλλομεν παθεῖν.
πόλις ἄστεος διαφέρει· πόλις μὲν ὁ τόπος καὶ οἱ κατοικοῦντες καὶ τὸ συναμφότερον, ἄστυ δὲ μόνος ὁ τόπος. ἢ καὶ ἄλλως· προεγράφη.
δαμασθῇ κρατηθῇ.
δαμασθῇ ἀφανισθῇ.
δαμασθῇ πορθηθῇ. θ
δυστυχῆ ἐπίρρημα.
δυστυχῆ ἄθλια, ἐλεεινά.
πράσσει πάσχει.
πράσσειν ἀντὶ τοῦ πράττειν. Ξ
ἄλλος ὁ πολέμιος.
ἄλλος τῶν πολεμίων δῆλον.
ἄλλον τὸν πολίτην.
ἄλλον τῶν πολιτῶν.
ἄλλον τῶν τῆς πόλεως.
ἄγει φέρει.
ἄγει ἕλκει.
τὰ δὲ τὰ τῆς πόλεως.
τὰ δὲ ἄλλα δὲ τῆς πόλεως οἷον οἴκους. θ
τὰ δὲ ἤγουν ἄλλα τῆς πόλεως μέρη.
πυρφορεῖ καυθήσεται.
πυρφορεῖ πυρὶ καίεται.
πυρφορεῖ καίει.
πυρφορεῖ ἀνάπτεται.
πυρφορεῖ καίει ἢ πῦρ φέρουσι. θ
πυρφορεῖ πῦρ φέρει ἤγουν καίεται πυρὸς ἐμβληθέντος αὐτοῖς.
χαλεπώτερος γὰρ ὁ καπνὸς ἐν ταῖς πορθήσεσιν.
χαλεπώτερος γὰρ ὁ καπνὸς τῶν ἑλεπόλεων καὶ πετροβολισμῶν· οὕτως γὰρ πόρθησιν πολλῷ δεινοτέραν τῆς ἐκ τῶν τοιούτων πορθήσεως ὑπαινίττεται.
χραίνεται μολύνεται.
χραίνεται μιαίνεται.
χραίνεται μελαίνεται. θ
πόλισμʼ ἅπαν ἤγουν ἡ πόλις ἅπασα.
πόλισμʼ ἡ πόλις.
πόλισμʼ τὰ τείχη τῆς πόλεως.
ἀναπαιστικὰ δίμετρα βʹ.
μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμας· Λαοδάμας κύριον· νῦν δὲ ὡς ἐπίθετον Ἄρεος εἴρηται.
μαινόμενος ἐνθουσιῶν.
μαινόμενος μετὰ μανίας.
ὥσπερ χωρὶς πνεύματος πῦρ οὐκ ἀνάπτεται, οὕτως οὐδὲ χωρὶς πολέμου σφάγια καὶ πόλεων πυρπολήσεις· ἐπιδεξίως οὖν τὸ πνεῖ ἔφη.
ἐπιπνεῖ λαοδάμας ἐπέρχεται ὁ τὸν λαὸν δαμάζων Ἄρης.
ἐπιπνεῖ ἔρχεται.
ἐπιπνεῖ ἐμπίπτει.
ἐπιπνεῖ κινεῖται.
ἐπιπνεῖ ἐπὶ τὴν πόλιν.
ἐπιπνεῖ ἐπέρχεται.
λαοδάμας· κυρίως τὸ ἐπίθετον Ἄρεως εἴρηται.
λαοδάμας τὸ κύριον· ἐπίθετον Ἄρεος.
λαοδάμας ἐπίθετον Ἄρεος.
λαοδάμας ὁ τὸν λαὸν δαμάζων.
λαοδάμας ὄλεθρος τοῦ λαοῦ. θ
μιαίνων εὐσέβειαν· διὰ τὸ τοὺς ναοὺς περιυβρίζεσθαι τότε.
μιαίνων μολύνων.
μιαίνων ἀφανίζων.
εὐσέβειαν τὰ ἱερά.
εὐσέβειαν τὰ ἱερὰ καὶ τὴν εἰς τοὺς θεοὺς τιμήν.
Ἄρης ὁ πόλεμος. …
στροφὴ ἑτέρα κώλων ιγʹ.
ἡμέτερον κορκορυγαὶ δʼ ἀνά· τῆς τρίτης ταύτης στροφῆς τὰ κῶλα ιγʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ, τὸ βʹ καὶ τὸ γʹ χοριαμβικὰ ἡμιόλια ἐκ χοριάμβων καὶ ἰάμβων· τινὰ δὲ τούτων ἀντὶ μὲν χοριάμβου διίαμβον ἔχουσιν, ἀντὶ δὲ ἰάμβου τροχαῖον ἢ σπονδεῖον, τινὰ δὲ καὶ ἐπίτριτον. τὸ δʹ ὅμοιον τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου πρώτου, χοριάμβου καὶ ἰάμβου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς ἀντὶ πρώτου τέταρτον ἔχει ἐπίτριτον. τὸ εʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτου τετάρτου καὶ βακχείου, τὸ δὲ τῆς ἀντιστροφῆς κῶλον διτρόχαιον ἔχει καὶ ἀμφίβραχυν διὰ τὴν ἀδιάφορον. τὸ ϛʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. τὸ ζʹ ὅμοιον ἐκ χοριάμβου καὶ βακχείου. τὸ ηʹ τροχαϊκὸν τρίμετρον καταληκτικόν, Ἀρχιλόχειον. τὸ θʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιʹ ὅμοιον ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ιαʹ ὅμοιον. τὸ ιβʹ ὅμοιον τῷ ηʹ Ἀρχιλόχειον. τὸ ιγʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου πρώτου, διιάμβου καὶ πυρριχίου ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον δισπόνδειον ἔχει ἀντʼ ἐπιτρίτου. ἐπὶ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.
κορκορυγαὶ δʼ ἀνʼ ἄστυ· ταραχαί, θόρυβοι. κεκωμῴδηται δὲ ἡ λέξις. λέγεται γὰρ μᾶλλον ἐπὶ βορβορυγμοῦ κοιλίας.
ταραχαί. κεκωμῴδηται δὲ ἡ λέξις.
κορκορυγαί· ταραχαί· κεκωμῴδηται ἡ λέξις. κορκορυγὴ δὲ κυρίως τὸ τῆς γαστρὸς ἔσωθεν ἠχοῦν πνεῦμα καὶ ταρασσόμενον.
κορκορυγαὶ θόρυβοι.
κορκορυγαὶ ταραχαί.
κορκορυγαὶ ταραχαί· κυρίως ἡ ἠχὼ τῶν ἐντέρων.
κορκορυγαὶ βοαί.
κορκορυγαὶ φωναὶ γοεραί.
κορκορυγὴ κυρίως τὸ ἐν τοῖς νεοσφαγέσι τῶν ζῴων ἔσωθεν ἀπὸ τῶν ἐντέρων ἠχοῦν πνεῦμα πρὸς τὴν σφαγὴν ἀπαντῶν ἢ τὸ τῆς ἀρτηρίας πνεῦμα τῆς πλησίον οὔσης τῆς τὴν σφαγὴν δεχομένης φλεβός.
κορκορυγαὶ ἄσημοι βοαί.
πτόλιν ἐκ παραλλήλου.
ὁρκάνη πυργῶτις φυλακὴ περικυκλοῦσα τὴν πόλιν ἢ εἰς τὸν πύργον ἱσταμένη.
ὁρκάνη πυργῶτις· τοῦτο δηλοῖ ὅτι στάντων τῶν πολεμίων πρὸς ταῖς πύλαις τε καὶ ἀμφὶ τὰ τείχη, ἤγουν πέριξ, οὐχ οἷόν τινας ἀπὸ τῶν ἀστῶν ἐκφυγεῖν.
ὁρκάνη πυργῶτις σκύλευσις δίκην πύργου περιλαμβάνουσα ἢ ἀφανισμός. τοῦτο γὰρ τὸ ὁρκάνη δηλοῖ πυργῶτις, ἤγουν μεγάλη. θ
ὁρκάνη τὸ θηρευτικὸν δίκτουν ὃ καὶ σαργάνη καλεῖται.
ὁρκάνη φυλακή.
ὁρκάνη ἀσφάλεια, φυλακή.
ὁρκάνη γὰρ εἶδος δικτύου ἢ ἀφανισμός. θ
ὁρκάνη εἶδος δικτύου ὃ καλεῖται σαργάνη.
ὁρκάνη κλῖμαξ.
πυργῶτις ὑψηλὴ δίκην πύργου.
πυργῶτις μεγάλη.
παρὰ τὸ Ὁμηρικὸν ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν.
ἀνδρὸς πολεμίου.
ἀνὴρ πολίτης.
καίνεται κόπτεται.
καίνεται φονεύεται.
καίνεται σφάζεται. θ
καίνεται σφάττεται.
βλαχαὶ δʼ αἱματόεσσαι· ἐπὶ τῶν ἄσημα φθεγγομένων νέων τὴν βληχὴν ἔθηκεν. ὥσπερ, φησί, τὰ νεογνὰ οὐδέπω τὴν φωνὴν ἔναρθρον ἔχοντα ἀπαγόμενα πρὸς τῶν πολεμίων αἱμάσσεται, ὥστε αὐτὰ ἄναρθρον φωνὴν καὶ ὥσπερ προβατώδη προΐεσθαι. τὸ δʼ ἑξῆς· βλαχαὶ βρέμονται.
τὸ ἑξῆς οὕτως· βληχαὶ βρέμονται. ἐπὶ τῶν προβάτων κυρίως ἡ βληχή· οὗτος δὲ τέθεικε ταύτην ἐπὶ τῶν ἄσημον καὶ ἄναρθρον ἐχόντων τὴν φωνὴν νεογνῶν παιδίων.
βλαχαὶ δʼ αἱματόεσσαι· ἡ βληχὴ κυρίως ἐπὶ τῶν προβάτων λαμβάνεται ἠχώ τινα καὶ φωνὴν ποιὰν καὶ ἄσημον ἐκπεμπόντων· ἐξελάβετο δὲ τοῦτο ὁ ποιητὴς καὶ ἐπὶ τῶν νεογνῶν καὶ ἀρτιγενῶν βρεφῶν ὡς τοιᾷδε φωνῇ, ἀσήμῳ δηλαδὴ καὶ ἀνάρθρῳ, χρωμένων, ἃ παρὰ τῶν πολεμίων ἀπαγόμενα αἱμάσσεται, ὡς ἄναρθρον φωνὴν καὶ προβατώδη προΐεσθαι.
βληχαὶ κλαυθμυρισμοί, ἦχοι.
βληχαὶ ἐπὶ τῶν ἀνάρθρως φωνουμένων νηπίων τὴν βληχὴν ἔθετο.
βληχαὶ βοαί.
βληχαὶ φωναί.
βληχαὶ ἄσημοι βοαί. θ
βληχαὶ ἄσημοι βοαί· κυρίως δὲ βληχαὶ αἱ τῶν προβάτων βοαί.
αἱματόεσσαι αἱματηραί.
αἱματόεσσαι δὲ ἀντὶ τοῦ ἐπὶ τῷ φόνῳ φωνούμεναι.
αἱματόεσσαι ἀπὸ αἵματος καὶ φόνου γινόμεναι. θ
ἐπιμαστιδίων τῶν θηλαζόντων νηπίων τῶν ἐπὶ τῷ μαστῷ.
ἐπιμαστιδίων τῶν βρεφῶν.
ἐπιμαστιδίων τῶν θηλαζόντων νηπίων.
ἐπιμαστιδίων τῶν ἄρτι θηλαζόντων.
ἐπιμαστιδίων νηπίων.
ἐπιμαστιδίων τῶν ἐπὶ τοῖς μαστοῖς νηπίων.
ἀρτιτρεφεῖς ἄρτι τρεφόμενοι.
ἀρτιβρεφεῖς νέαι.
ἀρτιτρεφεῖς ἀρτιτρεφῶν ἤτοι νεογνῶν ἔδει εἰπεῖν πρὸς τὸ ἐπιμαστιδίων· ἐπήνεγκε δὲ πρὸς τὸ βληχαὶ αἵτινες τῶν νηπίων ἦσαν.
ἀρτιτρεφεῖς ἤτοι τῶν ἀρτιτρεφῶν βρεφῶν.
βρέμονται ἠχοῦσιν.
τὸ βρέμειν κυρίως ἐπὶ πυρὸς λέγεται καὶ ἀνέμων καὶ ἐπὶ κυμάτων· τροπικῶς δὲ καὶ ὁ ἀλαζὼν βαρὺ βρέμειν λέγεται.
τὴν ἁρπαγὴν λέγει ἀδελφὴν τῆς διαδρομῆς· οἰκειότητα γὰρ ἡ ἁρπαγὴ ἔχει πρὸς τὰς διαδρομάς.
αἱ ἁρπαγαὶ δὲ αἱ εἰς τὴν καταδρομὴν γεγονυῖαι τῆς πόλεως ὁμαίμονες καὶ συγγενικαί, ἐπειδὴ Ἕλληνες καὶ οὗτοι οἱ πολέμιοι.
διαδρομᾶν φυγῶν.
διαδρομᾶν φυγῶν· ὁ γὰρ ἁρπάζων τι φεύγει μήπως καταληφθῇ, ὅθεν καὶ ὁμαίμονα τὴν φυγὴν τῆς ἁρπαγῆς εἶπεν. ἢ διαδρομῶν τῶν διὰ τῆς πόλεως συστροφῶν τῶν πολεμίων αἷς χρῶνται πρὸς ἁρπαγάς.
διαδρομᾶν ἀντὶ μιᾶς.
διαδρομᾶν ἤγουν φυγῆς.
ὁμαίμονες· συγγενεῖς· Ἕλληνες γὰρ πάντες καὶ ἑνὸς γένους. ἢ μετὰ αἵματος γινόμεναι ἢ διαδρομῶν ὁμαίμονες· πολλῆς γὰρ ἐπιδρομῆς καὶ σπουδῆς δεῖ τῷ ἁρπάζοντι.
ὁμαίμονες· συγγενεῖς· Ἕλληνες γὰρ πάντες. ἢ οἷον μετὰ αἵματος γινόμεναι. ἢ τῶν ὁμαιμόνων καὶ συγγενῶν καὶ ἐξ ἑνὸς γένους.
ὁμαίμονες συγγενεῖς.
ὁμαίμονες αὐτάδελφοι.
ὁμαίμονες ἀδελφαί.
ξυμβάλλει συναντᾷ.
ξυμβάλλει συνέρχεται.
ξυμβαλεῖ συναντήσει.
φέρων ὁ ἔχων λείαν.
φέρων λάφυρα.
φέρων λείαν.
φέρων βαστάζων.
φέρων πολέμιος δῆλον.
φέροντι τῷ βαστάζοντι.
κενὸς ὁ μηδὲν φέρων.
καλεῖ μετακαλεῖται.
καλεῖ ὀνομάζει.
καλεῖ προσκαλεῖται.
ξύννομον κοινωνόν.
ξύννομον συμμεριστήν.
ξύννομον σύντροφον.
ξύννομον συνεργόν.
οὔτε μεῖον οὔτʼ ἴσον λελημμένοι· διὰ τούτου τοὺς πλεονέκτας ἐμφαίνει. ὁ γὰρ μήτε ἔλασσον αἱρούμενος μήτε τὸ ἴσον φαίνεται πλείονος ὀρεγόμενος.
οὔτε μεῖον οὔτʼ ἴσον λελημμένοι· διὰ τοῦτο τοὺς πλεονεκτοῦντας ἐμφαίνει· ὁ γὰρ μήτε ἔλασσον μήτε ἴσον τῷ λαβόντι λαβεῖν αἱρούμενος ἐμφαίνει πλείονος ὀρεγόμενος. τινὲς λελιμμένοι διὰ τοῦ ι γράφοντες λέγουσι· λελιμμένοι καὶ ἐπιθυμοῦντες· ὤφειλε δὲ μείονος τοῦτο καὶ ἴσου γράφεσθαι, ἀλλὰ λαμβάνουσιν ἔξωθεν τὸ λαβεῖν καὶ λέγουσιν· οὔτε μεῖον οὔτε ἴσον ἐπιθυμοῦντες λαβεῖν.
οὔτε μεῖον ἀλλʼ ἕκαστος ἀεὶ τὸ πλεῖον διώκει. θ
μεῖον ἔλαττον.
ἴσον δίκαιον.
λελημμένοι· καὶ η καὶ ι· η μὲν ἐκ τοῦ λήβω τὸ λαμβάνω, ι δὲ ἐκ τοῦ λίπτω τὸ ἐπιθυμῶ.
λελημμένοι βουλόμενοι λαβεῖν, θέλοντες.
λελημμένοι λαβεῖν βουλόμενοι.
λελιμμένοι θέλοντες λαβεῖν.
λελιμμένοι λαμβάνοντες.
λελιμμένοι ἀπὸ τοῦ λίπτω τὸ ἐπιθυμῶ, γρ. καὶ λεληϊμμένοι ἀπὸ τοῦ λιλαίω.
λελιμμένοι ἐπιθυμοῦντες.
τὸ μὲν λελιμμένοι δῆλον ὡς ἀπὸ τοῦ λίπτω τὸ ἐπιθυμῶ· τὸ δὲ λελιημένος παρʼ Ὁμήρῳ ἀπὸ τοῦ λῶ τὸ θέλω γίνεται κατὰ τοὺς παλαιούς, ὅπερ λῶ κατὰ ἀναδιπλασιασμὸν γίνεται λιλῶ, ὁ μέλλων λιλήσω, ὁ παρακείμενος λελίληκα, ὁ παθητικὸς λελίλημαι, ἡ μετοχὴ ὁ λελιλημένος καὶ ἀποβολῇ τοῦ λι λελημένος. τὸ δὲ τετιημένος, ἤτοι τεταλαιπωρημένος καὶ τετιμωρημένος, ἀπὸ τοῦ τίω τιήσω ἑτεροκλίτως κανονίζεται κατὰ τοὺς παλαιούς· ὁ παθητικὸς παρακείμενος τετίημαι, ἡ μετοχὴ ὁ τετιημένος. ἔνιοι δὲ κατὰ παλαιὸν λέγουσι τοῦτο γίνεσθαι … τοῦ η.
τί ἐκ τῶνδʼ εἰκάσαι· τί δεῖ ὑπονοῆσαι ἐκ τούτων ἢ πένθη καὶ συμφοράς;
πῶς ὁ λόγος δυνηθῇ παραστῆσαι τὰ γινόμενα τότε καὶ ὑπʼ ὄψιν ἀγαγεῖν;
τίνʼ τίνα καὶ ποδαπὰ ἐκ τῶν συμβεβηκότων πάρεστιν εἰκάσαι καὶ νοῆσαι ἐν λόγοις;
τινʼ ἀνθρώπῳ πάρεστι λόγος ὥστε ὁμοιωθῆναι ἐκ τῶνδε.
τινʼ ἀνθρώπῳ.
τῶνδʼ ὧν εἴπομεν.
τῶνδʼ τῶν συμβαινόντων.
τῶνδʼ τῶν ἐν ἁλώσεσι συμβαινόντων· λέγει δὲ ὅτι πάνθʼ ὅσα ἂν εἴπωμεν, ἐλάττω τῶν τότε συμβαινόντων ἐροῦμεν.
τῶνδʼ κατὰ τὸ ἁλωθῆναι δῆλον.
εἰκάσαι ὁμοιῶσαι.
εἰκάσαι ἀπεικάσαι.
εἰκάσαι ὑπολαβεῖν.
λόγος ἡ φρόνησις.
πάρα παραστῆσαι.
ἀντιστροφὴ κώλων ιγʹ.
ποδαπὸς δὲ ἤτοι ποικίλος καὶ διάφορος καὶ ἐκ πολλῶν εἰδῶν συνιστάμενος.
παντοδαπὸς παντοῖος.
παντοδαπὸς ἐκ πολλῶν εἰδῶν συνιστάμενος.
δάπεδον ἡ γῆ, ἀλλοδαπὸν τὸ ξένον ὥς φαμεν· ὁ δεῖνα ἄνθρωπος ἀλλοδαπός ἐστιν, ποδαπὸν τὸ ἀπὸ ποίου δαπέδου, παντοδαπὸν δὲ τὸ ἀπὸ παντοίων δαπέδων ἀναδιδόμενον.
παντοδαπὸς σῖτος, κριθή, κέγχρος, πάνθʼ ὁμοῦ χρήματα. θ
παντοδαπὸς διάφορος. Ξ
χαμάδις εἰς τὴν γῆν.
χαμάδις χαμαί, εἰς τὴν γῆν κείμενος, συρόμενος.
χαμάδις χαμαί.
χαμάδις ἐπίγειος. θ
χαμάδις ἤγουν χαμαὶ κείμενος.
χαμάδις κατὰ γῆς.
πεσὼν ἐρριμμένος ὑπὸ τῶν πολεμίων.
ἀλγύνει κυρήσας· τοῦτο ἄλλως εἰπεῖν ἔδει· ὁ τοῦτον εὑρὼν λυπεῖται· οὐ γὰρ ὁ καρπὸς ἐντυγχάνει τινί, ἀλλά τις τῷ καρπῷ. ἐπήνεγκε δὲ οὕτω πως. τὸ δὲ πικρὸν ὄμμα διὰ τοῦτό φησιν, ἢ ὅτι σκυλευόμεναι θρῆνον ἐγείρουσι καὶ τὸ αὐτῶν ὄμμα ἐκτήκουσι γόοις κατʼ Εὐριπίδην, ἢ ὅτι ὁρῶντες αὐτὰς ἕτεροι ἀθλίως ἑλκομένας δακρύων σταλαγμοὺς ἐξ ὀφθαλμῶν καθιᾶσιν.
ἀλγύνει· λυπεῖ τοὺς πολεμίους θέλοντας οὐχὶ σῖτον ἀλλʼ ὑφάσματα, λυπεῖ τὸν ἐντυχόντα αὐτῷ.
ἀλγύνει τὸν τυγχάνοντα.
ἀλγύνει εὑρεθείς τινι ἀλγύνει ἐκεῖνον.
ἀλγύνει λυπεῖ.
ἀλγύνει λυπεῖ ἕτερον.
κυρήσας εὑρεθεὶς καὶ θεαθείς τινι τῶν ἁρπαζόντων.
κυρήσας εὑρεθείς.
κυρήσας θεαθείς.
κυρήσας ἐπιτυχών τινι· τοῦτο δʼ ἄλλως εἰπεῖν ἔδει· οὐ γὰρ ὁ καρπὸς ἐντυγχάνει τινί, ἀλλὰ τῷ καρπῷ τις ἐντυγχάνει. θ
κυρήσας θεαθείς, φανείς.
πικρὸν δʼ ὄμμα θαλαμηπόλων· πικρὰ θέα τῶν παρθένων ἀποσπωμένων ἐκ τῶν θαλάμων.
πικρὸν ὄμμα ἀλγεινὸν ἡ ὄψις.
τὸ δὲ πικρὸν ὄμμα διὰ τοῦτό φησιν, ὅτι σκυλευόμεναι θρῆνον ἐγείρουσι καὶ τὸ αὐτῶν ὄμμα ἐκτήκουσι γόοις κατʼ Εὐριπίδην ἢ ὅτι ὁρῶντες αὐτὰς ἕτεροι ἀθλίως ἑλκομένας δακρύων σταλαγμοὺς ἐξ ὀφθαλμῶν καθιᾶσιν.
θαλαμηπόλων τῶν γυναικῶν.
θαλαμηπόλων τῶν παρθένων.
θαλαμηπόλων νεονύμφων ἢ οἰκουρῶν· θάλαμος γὰρ οὐ μόνον ὁ παστός, ἀλλὰ καὶ ὁ οἶκος. θ
θαλαμηπόλων τῶν νεονύμφων καὶ οἰκουρῶν.
πολλὰ δʼ ἀκριτόφυρτος γᾶς δόσις· ἡ πολλὴ δὲ δόσις καὶ καρπὸς τῆς γῆς ἡ ἀκριτόφυρτος καὶ ἀναμεμιγμένη φέρεται ἐν τοῖς τοῦ πολέμου ῥεύμασιν.
πολλὰ καταπολύ.
ἀκριτόφυρτος ἀναμεμιγμένη.
ἀκριτόφυρτος ἀδιαχώριστος.
ἀκριτόφυρτος ἀδιαίρετος. θ
ἀκριτόφυρτος παμμιγής.
γᾶς δόσις ὁ καρπός.
γᾶς δόσις σῖτος, κριθή, κέγχρος, πάνθʼ ὁμοῦ χρήματα. θ
δόσις δωρεά.
οὐτιδανοῖς· ἤτοι ἀνευφράντοις, οὔ τι δάνος καὶ ἡδονὴν ἐμποιοῦσιν. οἱ γὰρ Δωριεῖς τὸ γάνος δάνος λέγουσι καὶ τὴν γῆν δᾶν καὶ τὸν γνόφον δνόφον. εὐφυῶς δὲ τὸ ῥοθίοισι προσέθηκε τῷ οὐτιδανοῖς· ἐπειδὴ γὰρ τὰ ῥόθια καὶ τὰ τῆς θαλάσσης ὑγρὰ κέλευθα ἐπωφελῆ πᾶσι τυγχάνουσι—διʼ αὐτῶν γὰρ ὁ πλοῦς τὰ ζωαρκῆ κομίζει ταῖς πόλεσιν ἐξ ὧν αὗται συνίστανται—ὁ ποιητὴς ἐνταῦθα εἰπὼν ῥοθίοις, ἵνα μὴ τοῖς ὠφελίμοις νοήσῃ καὶ ζωογόνοις ταῖς πόλεσι, τὸ οὐτιδανοῖς τοῦτο προσέθηκεν, ἤγουν τοῖς ἀνευφράντοις.
οὐτιδανοῖς ἀνευφράντοις, οὔ τι δάνος καὶ ἡδονὴν ἐμποιοῦσιν.
οὐτιδανοῖς ἀνευφράντοις τοῖς οὔ τι δάνος καὶ χαρὰν ἔχουσι· ἢ τοῖς οὐτιγανοῖς τοῖς μὴ ποιοῦσι γάνος.
οὐτιδανοῖς ἀνευφράντοις.
οὐτιδανοῖς ἀνωφελέσιν.
οὐτιδανοῖς ἀχρείοις.
οὐτιδανοῖς εὐτελέσι· λέγει δέ, οἶμαι, τοὺς τῶν πολεμίων δούλους καὶ τοὺς ἄλλους τοιούτους τροπικῶς.
ἐν ῥοθίοισι φορεῖται· ἐπειδὴ τὰ κύματα ἔσθʼ ὅτε ὠφέλειαν παρέχεται ταῖς πόλεσιν—διὰ γὰρ αὐτῶν τὰ ἐπιτήδεια ἄγεται—, τροπικῶς δὲ ῥόθια εἶπεν τὰ συνεχῆ κινήματα τῶν πολεμίων, προσέθηκεν ἐπίτηδες τὸ οὐτιδανοῖς οἷον ἀχρείοις.
ῥοθίοισιν· ταῖς ὑβριστικαῖς κινήσεσι τῶν πολεμίων· τούτους γὰρ ῥόθιά φησιν ἐπειδὴ πολεμοῦσιν. τὰ γὰρ κύματα ἐπωφελῆ εἰσιν· διʼ αὐτῶν γὰρ ὁ πλοῦς τὰ πρὸς τὸ ζῆν κομίζων ταῖς πόλεσιν.
τροπικῶς ῥόθια εἶπε τὰ συνεχῆ τῶν πολεμίων κινήματα. τὸ δὲ οὐτιδανοῖς τοῖς οὐτιδανοποιοῖς καὶ ἀχρείοις καὶ οὐκ ἐπωφελέσι κατὰ τὰ θαλάττια κύματα διʼ ὧν πολλαῖς πόλεσιν ἄγεται τὰ ἐπιτήδεια.
ῥοθίοις ῥεύμασι.
ῥοθίοις κύμασι.
ῥοθίοις κινήμασι.
ῥοθίοισι ῥόθιόν φασιν τὴν κίνησιν καὶ τὴν ἀταξίαν τῶν πολεμίων.
ῥοθίοισι τουτέστι μάτην ἐν γῇ κέχυται ὑπὸ τῶν παριόντων καταπατουμένη. θ
φορεῖται ὡς ἐπὶ ναυαγίοις.
φορεῖται φέρεται.
φορεῖται ἄγεται.
αἱ δμωίδες δὲ αἱ καινοπήμονες νέαι, ἤτοι αἱ νέον πῆμα ἔχουσαι ἤγουν παθοῦσαι, τλήμονές εἰσι διὰ τὴν αἰχμάλωτον εὐνήν, ἤτοι τὴν κυρίαν αὐτῶν τὴν τοῦ ιδα γυναῖκα, τοῦ πρὶν εὐτυχοῦντος ὡς τοῦ δυσμενοῦς ὑπερτέρου γεγονότος.
ἐν γὰρ τῇ ἁλώσει οὐ μόνον γραῖαι γυναῖκες δουλείας ἀνάγκῃ φέρονται, ἀλλʼ ἴδοις ἂν καὶ νέας δούλας ἄρτι πρῶτον δυστυχησάσας τλήμονας καὶ ἀθλίας τὴν αὐτῶν εὐνὴν αἰχμάλωτον, ζώντων τῶν οἰκείων ἀνδρῶν καὶ ὁρώντων αὐτὰς ὑφʼ ἑτέρων εἰς μίξιν βιαζομένας ἅτε δυνατωτέρων· ὥσπερ γάρ φαμεν· εὐδαίμων εἰμὶ τοῦτο, οὕτω καί· τλήμων εἰμὶ τοῦτο. ἢ οὕτω· δοῦλαι δέ εἰσι τότε νέαι γυναῖκες ἐκ νέου δυστυχήσασαι, τλήμονες καὶ ἄθλιαι εὐτυχούντων τῶν οἰκείων ἀνδρῶν τὴν αὐτῶν εὐνὴν αἰχμάλωτον, τουτέστιν ὁρώντων αὐτὰς ὑπὸ τῶν πολεμίων πασχούσας ἄθεσμα καὶ οὐ δυναμένων ἀμύνειν· μείζω γὰρ αὐτῶν ἰσχύουσιν οὗτοι· ὃ καὶ κρεῖττον. μὴ ξενισθῇς δὲ εἰ τὸ εὐτυχῆσαι ἐπὶ κακοῦ λαμβάνεις, δέον ἐπὶ καλοῦ ὡς καὶ τὸ ὄνομα αὐτὸ μαρτυρεῖ· οὐ γὰρ μόνον εὐτυχῆσαι λέγομεν χρήματα, ἀλλὰ καὶ εὐτυχῆσαι ἵππου ἀπώλειαν οἱονεὶ κτήσασθαι. ἔστι δὲ ἡ τοιαύτη εὐτυχία οὐ κυρίως ἀλλὰ παρακεκινδυνευμένη. θ
δμωίδες δέ· ἐν γὰρ τῇ ἁλώσει οὐ μόνον γραῖαι γυναῖκες δουλείας ἀνάγκῃ φέρονται, ἀλλʼ ἴδοις ἂν καὶ νέας δούλας ἄρτι πρῶτον δυστυχήσασας εἰς τὴν αὐτῶν τλήμονα καὶ ἀθλίαν αἰχμάλωτον εὐνήν, ζώντων τῶν οἰκείων ἀνδρῶν καὶ ὁρώντων αὐτὰς ὑφʼ ἑτέρων εἰς μίξιν βιαζομένας ἅτε δυνατωτέρων ὡς δυσμενῶν. καὶ οὕτω μὲν εἴποις λαμβάνων τὴν εἰς ἔξωθεν εἰς τὸ τλήμονα εὐνήν. ἑτέρως δὲ οὕτω· γυναῖκες δὲ νέαι καινοπήμονες, ἤγουν ἐκ νέου δυστυχήσασαι τὴν αὐτῶν τλήμονα αἰχμάλωτον εὐνήν· οὐ γὰρ μόνον φαμέν· εὐδαίμων εἰμὶ τοῦτο, ἀλλὰ καί· δυστυχῶ τοῦτο. αἱ νέαι τοίνυν γυναῖκες δμωίδες καὶ δοῦλαί εἰσι τότε ἀνδρὸς ὑπερτέρου καὶ κρείττονος, εὐτυχοῦντος καὶ εὐδαιμονοῦντος ὡς δυσμενοῦς καὶ ἐχθροῦ.
νέαι δμωίδες, ἤγουν αἱ νεαρῶς ὑπὸ δουλείαν γεγονυῖαι, καὶ καινοπήμονες, αἱ καινὰ παθοῦσαι νυκτὸς γενομένης μέλλουσαι συνελθεῖν τοῖς πολεμίοις.
δμωίδες ἀπὸ κοινοῦ τὸ φοροῦνται.
δμωίδες δοῦλαι.
δμωίδες δοῦλαί εἰσι τότε.
καινοπήμονες νεωστὶ παθοῦσαι τὰ κακά.
καινοπήμονες καινὰ πάσχουσαι.
καινοπήμονες ἐκ νέου δυστυχήσασαι. θ
νέαι γυναῖκες.
μεταστᾶσαι εἰς δουλείαν οἴσουσι τὴν τῶν πολεμίων εὐνήν.
γράφεται τλήμονες καὶ ληπτέον τὴν διὰ ἔξωθεν, ἵνʼ ᾖ διὰ εὐνὴν αἰχμάλωτον.
ἡμέτερον· οὕτως γράφε τλήμονα εὐνὴν αἰχμάλωτον, ἵνα οἰκείως ἔχῃ τὸ κῶλον πρὸς τὴν στροφήν, καὶ οὕτω σύντασσε ὡς παρʼ ἡμῶν διωρθώθη τόδε τὸ σχόλιον· οἱ γὰρ τλήμονες γράφοντες ἀγνοοῦσι τὰ μέτρα.
τλήμονες ἄθλιαι.
τλήμονʼ εἰς τὴν ἀθλίαν αὐτῶν αἰχμάλωτον εὐνήν.
εὐνὰν ἕξουσι.
αἰχμάλωτον ἕλκονται.
ἀνδρὸς τοῦ ἀνδρὸς αὐτῶν.
εὐτυχοῦντος ἤγουν τοῦ πολεμίου.
εὐτυχοῦντος εὐδαιμονοῦντος.
εὐτυχοῦντος κτωμένου. θ
εὐτυχοῦντος ἤγουν ζῶντος.
σόλοικον. Ξ
ὡς δυσμενοῦς ὡς τοῦ πολεμίου κρατήσαντος.
δυσμενοῦς ἐχθροῦ.
δυσμενοῦς πολεμίου.
ὑπερτέρου ἰσχυροτέρου.
ὑπερτέρου κρείττονος.
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν· ἐλπίς ἐστι μολεῖν καὶ παραγενέσθαι νύκτερον τέλος—περιφραστικῶς νύκτα—τῶν πολλῶν κλαυθμῶν ἐπίρροθον καὶ αὐξητικήν· νύκτα δὲ εἶπεν ἤτοι ἀθυμίαν καὶ κλαυθμὸν ἄσβεστον.
τουτέστι ἐπιστάμεθα τοῦτο, ὅτι μέλλει ἐπελθεῖν εἰς ἡμᾶς τέλος κακόν, τουτέστι πολιορκία.
ἡμέτερα· ἐλπίς ἐστι· τοῦτο, οἶμαι, λέγει διὰ τὸ ἀθέσμως αὐταῖς χρῆσθαι τοὺς πολεμίους διὰ πάσης αὐταῖς συγγινομένους τῆς νυκτός, ἢ καὶ πολλῶν συγγινομένων μιᾷ, ὅπερ τὰ ἔθνη ποιεῖν εἰώθασι. ληξάσης γὰρ τῆς νυκτὸς καὶ αὗται τῶν τοιούτων ἀπαλλάσσονται λυπηρῶν.
ἐπανάληψις τὸ σχῆμα.
ἐλπίς προσδοκία.
νύκτερον τέλος ἤτοι δυστυχίαν περιφραστικῶς ἥτις ἀμαυροῖ τοὺς ἔχοντας. θ
νύκτερον τέλος νυκτερινόν, ἤγουν τέλος σχεῖν τὴν νύκτα.
τοῦτο εἴρηκε διὰ τὸ νυκτὸς μὲν συγκαθεύδειν τοῖς δεσπόταις καὶ ὑβρίζεσθαι, ἡμέρας δὲ εἰς μόχθον δουλειῶν σχολάζειν καὶ ὑπὸ τούτων λυπεῖσθαι κἀντεῦθεν θρηνεῖν διόλου.
νύκτερον νυκτερινόν.
νύκτερον σκότους ἄξιον.
νύκτερον θανατηρόν.
νύκτερον κατὰ τὴν νύκτα.
μολεῖν ἐλθεῖν.
μολεῖν εἰς ἡμᾶς.
μολεῖν παραγενέσθαι.
παγκλαύστων ἄξιον κλαυθμῶν.
παγκλαύστων πολυκλαύτων.
ἀλγέων θλίψεων.
ἀλγέων λυπῶν.
ἐπίρροθον αὐξητικόν.
ἐπίρροθον διάδοχον, βοηθόν.
ἐπίρροθον βοηθόν.
ἐπίρροθον κινητικόν.
ἐπίρροθον σύμφωνον. Ξ
ἰαμβικοὶ τρίμετροι στίχοι ἕξ.
σύστημα στίχων ϛʹ.
ὅ τοι κατόπτης· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϛʹ εἰς δύο περιόδους διῃρημένον· διαιρεῖται γὰρ ὁ χορὸς καὶ διαλέγονται πρὸς ἀλλήλας.
ὅ τοι κατόπτης· ὁ κατόπτης, ὁ ἐπιτηρητὴς τοῦ στρατοῦ, ἤτοι ὁ ἄγγελος, φέρει καὶ ἄγει ἡμῖν, ὦ φίλαι—τὸ ἡμιχόριον τῶν παρθένων τοῦτό φησι πρὸς τὰς ἑτέρας—τινὰ νεαρὰν καὶ πρόσφατον ἀγγελίαν λυπηράν, διώκων καὶ κινῶν ἐν σπουδῇ τὰς πομπίμους καὶ ὁδευτικὰς χνόας καὶ ἐξοχὰς τῶν ποδῶν. χνόας δὲ ποδῶν μεταφορικῶς ἐκ τῶν ἁρμάτων τὰ ἄκρα τῶν ποδῶν ἔφησε· τοῦ γὰρ ἄξονος τὸ ἄκρον τὸ ἐντεθειμένον τῇ χοινικίδι χνόη καλεῖται. παραβολικῶς οὖν τὸ συνεχὲς κίνημα τῶν ποδῶν χνόην εἴρηκεν.
τοι περιττόν.
κατόπτης ὁ κατάσκοπος.
κατόπτης ὁ σκοπεύς.
κατόπτης ὁ θεατής, ὁ κατάσκοπος.
κατόπτης ἐπιτηρητής.
δοκεῖ φαίνεται.
στρατοῦ τῶν πολεμίων.
πευθὼ ἀγγελίαν.
πευθὼ μάθησιν.
πευθὼ ἐξαγγελίας, μάθησιν, ἀκοήν.
πευθὼ ἀγγελίαν, μάθησιν.
πευθὼ φήμην.
ὦ φίλαι πρὸς ἀλλήλας αἱ τοῦ χοροῦ ταῦτα λέγουσιν.
τὸ νέον σημαίνει δύο, τό τε πρόσφατον καὶ νεαρὸν καὶ τὸ ἐναντίρρητον καὶ κακὸν καὶ ἀεὶ νεάζον ταῖς συμφοραῖς ὡς Εὐριπίδης ἰὼ μᾶτερ μᾶτερ τί βοᾷς, τί νέον κηρύξουσʼ ἦλθες.
νέαν νεαράν, πρόσφατον.
νέαν νεαροηχῆ.
φέρει ἄγει.
φέρει κομίζει.
διώκων κινῶν.
διώκων ἐλαύνων.
διώκων φέρων. θ
πομπίμους ὁδευτικάς.
πομπίμους πορευτικάς.
πομπίμων συντόμων.
χνόας ποδῶν· μεταφορικῶς εἶπεν τὰ ἄκρα τῶν ποδῶν. ἄλλως· τὸ συνεχὲς κίνημα τῶν ποδῶν παραβόλως χνόας εἶπεν. τοῦ μέντοι ἄξονος τὸ ἄκρον τὸ ἐντιθέμενον τῇ χοινικίδι χνόη καλεῖται.
μεταφορικῶς εἶπε χνόας τὰ ἄκρα τῶν ποδῶν διὰ τὸ συνεχὲς κίνημα· χνόαι γὰρ κυρίως τὰ ἄκρα τοῦ ἄξονος τὰ ἐντιθέμενα τῇ χοινικίδι λέγεται.
χνόας ἤτοι πόδας περιφραστικῶς.
χνόας τὰς ἐξοχάς.
χνόας τὰ ἄκρα ἤτοι τοὺς πόδας. θ
χνόαι λέγονται αἱ τῶν τροχῶν χοινικίδες ἤγουν αἱ μέσον τῶν τροχῶν ὠπαὶ ἐν αἷς ὁ ἄξων εἰσβάλλεται.
καὶ μὴν ἄναξ· καὶ μὴν αὐτὸς ὁ Ἐτεοκλῆς ἐπείγεται, ἀκουσόμενος τὰ παρὰ τοῦ ἀγγέλου λεγόμενα ὡς ταῦτα ἀρτίως ἀκουσόμενος, ὥστε κολλῆσαι τῇ διανοίᾳ ἢ τοῖς ὠσὶν ἀκούσαντα.
καὶ μὴν ἄναξ ὅδʼ αὐτός· ὅδε τὸ τέκος τοῦ Οἰδίποδος εἶσι καὶ εἰσέρχεται μαθεῖν τὸν λόγον τοῦ ἀγγέλου τὸν ἀρτίκολλον, ἤτοι τὸν ἄρτι τοῦ εἱρμοῦ καὶ τῆς ἐπιπλοκῆς καὶ τῆς κολλήσεως παρὰ τοῦ ἀγγέλου δραξάμενον. κατὰ τὸ μέρος γὰρ καὶ μέρος ὄντα διακεχωρισμένα τὰ παρʼ αὐτοῦ θεαθέντα τῆς διηγήσεως οὗτος δραξάμενος τὰ διακεχωρισμένα εἰς ἓν συνῆψε καὶ οἱονεὶ ἓν καὶ ὡς σειρὰν τῇ προσκολλήσει τῆς διηγήσεως τὰ κατὰ μέρος πεποίηκεν ἅπαντα. ἄλλοι δὲ τὸ ἀρτίκολλον οἷον ἄρτι τὸν Ἐτεοκλῆν ἀκουσόμενον ὥστε κολλῆσαι τῇ διανοίᾳ ἢ τοῖς ὠσὶν ἀκούσαντα.
ἡμιχόριον.
ἄναξ ὁ Ἐτεοκλῆς.
ἄναξ ὁ βασιλεύς.
ὅδʼ δεικτικῶς.
ὅδʼ οὗτος δεικτικόν.
τόκος ἤγουν ὁ υἱός.
εἶσʼ ἀρτίκολλον· ἤγουν πορεύεται εὐθέως κολληθῆναι καὶ ἑνωθῆναι τοῖς λόγοις τούτου ἤτοι ἀκοῦσαι τούτους.
εἶσʼ ἔρχεται.
εἶσʼ εἰσέρχεται.
εἶσʼ πορεύεται.
ἀρτίκολλον· νέον. ἢ σύγκολλον τῇ αὐτοῦ ἐξελεύσει ἢ ἀρτίως κολληθησόμενον τῇ αὐτοῦ διανοίᾳ ἢ τοῖς ὠσίν.
ἀρτίκολλον ἐν συναφῇ ἁρμόδιον ἢ τὸν ἀρτίως κολλώμενον.
ἀρτίκολλον τὸν συγκεκολλημένον πρόσφατον ἢ τοὺς ἄρτι κολληθέντας τῷ ἀγγέλῳ.
ἀρτίκολλον νέον.
ἀρτίκολλον πρόσφατον.
ἀρτίκολλον νεαρόν.
ἀρτίκολλον κεκολλημένον.
ἀρτίκολλον τὸν νέον, ἤτοι τὸν ἄρτι γεννηθέντα.
ἀρτίκολλον ἤγουν εὐθέως κολληθῆναι καὶ ἑνωθῆναι τοῖς λόγοις τούτου ἤγουν ἀκοῦσαι τούτους.
ἀρτίκολλον ὁλόκληρον. θ
ἀρτίκολλον· ἄρτι κολληθέντα καὶ ἁρμοσθέντα ἤγουν νεωστὶ γεγονότα.
ἀρτίκολλον· ὁλόκληρον. κόλλος γὰρ ὁ συντετελεσμένος καὶ ὁλόκληρος λόγος. ἢ ἀρτίκολλον τὸ ἄρτι κολληθὲν καὶ συντεθέν.
ἀρτίκολλον ὁλόκληρον, νεαρόν, πρόσφατον.
μαθεῖν μαθησόμενος ὤφειλε εἰπεῖν· ὡς δὲ ποιητὴς εἶπε μαθεῖν ἄδειαν ἔχων.
ἢ στικτέον εἰς τὸ μαθεῖν· τὸ δὲ ἑξῆς οὕτως· καὶ τοῦδε καὶ τούτου τοῦ ἀγγέλου ἡ σπουδὴ οὐκ ἀπαρτίζει καὶ ἑδράζει καὶ ἵστησι τὸν οἰκεῖον πόδα, ἀλλʼ ἐκκρεμῆ τοῦτον ἐπιφέρει καὶ ἄστατον.
ἡ σπουδὴ οὐκ ἐᾷ τὸν πόδα πατεῖν εἰς γῆν ὥστε καὶ ἴχνος ποιεῖν· παρὰ τὸ οὐδʼ ἔτι πολλὴ γίνεται ἁρματοτροχιὴ κατόπισθεν· ἢ ἡ τούτου σπουδὴ οὔπω τέλος ἔχει ἀλλʼ ἔτι γίνεται· τὸ δὲ γινόμενον οὐκ ἀπήρτισται.
σπουδὴ δὲ καὶ τοῦδε· ἡ τούτου δὲ σπουδὴ οὔπω τέλος ἔχει, ἀλλʼ ἐπείγεται· τὸ γὰρ ἀπηρτισμένον καὶ τέλος ἔχει μεθʼ ὃ οὐκ ἄλλο πρακτέον.
ἡ σπουδὴ τοῦ ἀγγέλου οὔπω τέλος ἔχει, ἀλλʼ ἐπείγεται· τὸ γὰρ ἀπηρτισμένον καὶ τέλος ἔχει.
τὸ δὲ σπουδὴ δὲ καὶ τοῦδε· ἔοικε, φησί, καὶ ὁ ἄγγελος ἐκ τῆς ἄγαν ἐπιφαινομένης σπουδῆς μὴ ἡδρασμένον ἔχειν τὸν πόδα αὐτοῦ, ἀλλʼ ἐκκρεμῆ τοῦτον ἐπιφέρειν καὶ ἄστατον.
τοῦδʼ τοῦ Ἐτεοκλέους.
οὐκ ἀπαρτίζει ἀλλὰ κινεῖ ταχέως.
ἀπαρτίζει ἰσχυρῶς ἵστησι, τελειοῖ ἢ ἱστᾷ εἰς ἕνα τόπον.
ἀπαρτίζει ἵστησι.
ἀπαρτίζει ἑδράζει.
ἀπαρτίζει ἑδραιοῖ.
ἀπαρτίζει τελειοῖ.
ἀπαρτίζει ἄρτιον καὶ ὁλόκληρον ποιεῖ καὶ εἰς τὸ καθεστηκὸς ἄγει. θ
πόδα ἴχνος.
λέγοιμʼ ἄν· εἴσθεσις διπλῆς καθόλου ἀμοιβαίας περιόδους ἔχουσα καὶ μονοστρόφους ἑπτά. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι· τὰ δὲ καθʼ ἑκάστην περίοδον τοῦ χοροῦ κῶλά εἰσιν ἀντισπαστικά. ἐν ἐκθέσει δὲ συνεχής ἐστι διπλῆ μερική. εἰσὶν οὖν τῆς παρούσης περιόδου στίχοι τρίμετροι ἀκατάληκτοι μβʹ ὧν τελευταῖος· εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
ἡμέτερον λέγοιμʼ ἄν· αἱ μονοστροφικαὶ αὗται καὶ συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων μβʹ ὧν τελευταῖος· εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ. ἐπὶ ταῖς ἀποθέσεσιν ἑκάστης περιόδου παράγραφος.
λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων· ὁ ἄγγελος ὁ παρὰ τοῦ Ἐτεοκλέους ἀποσταλεὶς κατάσκοπος τῶν ἐναντίων ἐλθών φησι· λέγοιμʼ ἂν πάντα τὰ τῶν ἐναντίων, καλῶς ταῦτα γινώσκων πῶς τε ἕκαστος ἔλαβε κλῆρον ἐν ταῖς πύλαις. ἐπειδὴ γὰρ ἑπτάπυλος ἦν ἡ πόλις τῶν Θηβαίων, κλήρους ἔλαβον οἱ πρώτιστοι τῶν ἄλλων στρατηγοὶ τῶν Ἀργείων ποία ἂν πύλη λάχοι ἑκάστῳ. ἰδὼν οὖν ἅπαντα ἔρχεται ἀπαγγέλλων ταῦτα καί φησιν ὅτι Τυδεὺς μὲν ἄρτι βρέμει καὶ ἠχεῖ ὀργίλον καὶ μανικὸν πνέει πρὸς ταῖς πύλαις ταῖς Προιτίσιν· αἱ γὰρ οὕτω καλούμεναι πύλαι ἔλαχον αὐτῷ. ὁ δὲ Ἀμφιάραος ὁ μάντις οὐκ ἀφίησιν αὐτὸν περᾶν τὸν Ἰσμηνὸν ποταμόν, λέγων ὅτι οὐ καλὰ θύματα γίνεται. ὁ δὲ Τυδεὺς μαινόμενος βοᾷ καὶ ἐκμαίνεται ὥσπερ ὁ δράκων τῷ τοῦ ἡλίου ὑπεκκαύματι—τότε γὰρ μάλιστα ἐκμαίνεται—, θένει δὲ καὶ τύπτει ἐν ὀνείδει ἤτοι βάλλει ὀνειδισμοῖς τὸν μάντιν τὸν Οἰκλείδην καὶ τὸν υἱὸν τοῦ Οἰκλέος τὸν Ἀμφιάραον.
εἰδὼς εὖ λέγοιμί σοι ἄν.
λέγοιμʼ ἂν ταῦτα.
λέγοιμʼ ἂν εἴποιμι ἂν ἢ λέγω ἤδη.
εἰδὼς γινώσκων.
εἰδὼς μαθών.
εἰδὼς γνωρίσας.
εὖ καλῶς.
εὖ ἀκριβῶς.
εὖ ἐπισταμένως.
τῶν ἐναντίων τῶν πολεμίων.
τῶν ἐναντίων τῶν πολεμίων ἡμῶν.
εἴληχε ἔλαχε.
εἴληχε ἐκληρώσατο.
εἴληχε ἔλαβε.
πάλον κλῆρον.
Τυδεὺς μὲν ἤδη· αἰδεσθεὶς τὰ Ὁμηρικὰ ἐγκώμια πρῶτον αὐτὸν καταλέγει ὁ Αἰσχύλος.
περὶ τοῦ Τυδέως.
Τυδεὺς οὗτος Οἰνέως ὢν υἱὸς σύγγαμβρος ἦν Πολυνείκους.
πύλαισι στῆναι.
Προιτίσιν Προιτὶς ὀξυτόνως.
Προιτίσι οὕτω καλουμέναις ἀπὸ Προίτου τινός.
Προιτίσι βασιλεὺς τοῦ Ἄργους ὁ Προῖτος.
Προιτίσι ταῖς ἀπὸ τοῦ Προίτου.
βρέμει ἀλαζονεύεται.
βρέμει ἠχεῖ.
βρέμει μαίνεται, ὁρμᾷ. θ
βρέμει ὁρμᾷ.
πόρον ποταμόν.
πόρον τὸν τοῦ Ἰσμηνοῦ ποταμόν.
πόρον ἤγουν τὸν τοῦ Ἰσμηνοῦ ποταμοῦ, τουτέστι τὸν Ἰσμηνὸν περιφραστικῶς.
ἐᾷ τὸν Τυδέα.
ἐᾷ ἀφίησι.
περᾶν διελθεῖν.
ὁ μάντις ὁ Ἀμφιάραος.
ὁ μάντις ὁ Ἀμφιάραος κατʼ ἐξοχήν.
τὰ σφάγια γὰρ καλὰ οὐκ ἐγένοντο, ἀλλὰ βλάβην ἡμῖν δεικνύουσιν.
σφάγια μαντεῖαι.
σφάγια τὰ μαντεύματα.
σφάγια τὰ θύματα.
γίνεται ἀποβαίνει.
καλά περὶ τούτων δηλονότι ἢ καὶ τῶν ἄλλων.
μαργῶν μαινόμενος.
μάχης πολέμου.
λελιμμένος ἐπιθυμῶν παρὰ τὸ λίπτω.
λελιμμένος ἐπιθυμῶν.
λελιμμένος ἐπιθυμίαν ἔχων.
κατὰ τοῦτον γὰρ τὸν καιρὸν εἰώθασιν ἐξέρχεσθαι τῶν οἰκείων καταδύσεων ἐπὶ τὸ πλεῖστον τὰ ἰοβόλα τῶν θηρίων καὶ συρίττειν· … οὐ γὰρ κλαγγὴ ἐπὶ τούτου λέγεται ἀλλʼ ἐπὶ γεράνων καὶ ἀετῶν.
τότε γὰρ μάλιστα μέμηνεν.
λέγεται ὡς ὁ δράκων κατὰ μεσημβρίαν βοᾷ καὶ παρευθὺς οὐδεὶς τῶν ἄλλων ὄφεων φέρει τὸν αὐτοῦ συριγμόν, ἀλλὰ πάντες εὐθέως γίνονται ἀφανεῖς.
κατὰ γὰρ τὸ μέσον τῆς ἡμέρας συμβαίνει τὸν δράκοντα βοᾶν ἀπὸ τῆς δίψης καὶ τοῦ καύματος.
φύσει γὰρ ψυχρὸς ὢν ὁ ὄφις ἐν μεσημβρίᾳ ἀκμάζοντος τοῦ ἡλίου θερμαινόμενος ἀκίνητός ἐστι καὶ συριγμοῖς προσέχει. θ
μεσημβριναῖς ταῖς κατὰ μέσην ἡμέραν γεγενημέναις.
κλαγγαῖσιν βοαῖς.
κλαγγαῖσιν συριγμοῖσιν.
κλαγγαῖσιν κραυγαῖς.
κλαγγαῖσιν ἤχοις· ἔστι δὲ ποιὰ φωνὴ κυρίως ἐπὶ ὀιστῶν καὶ ἐπὶ γεράνων λεγομένη ὡς Ὅμηρός φησιν. θ
κλαγγαῖσιν ἤχοις.
ἡ κλαγγὴ ποιά ἐστι φωνὴ κυρίως ἐπὶ ὀιστῶν καὶ γεράνων λεγομένη ὡς Ὅμηρός φησιν· οὗτος δὲ καὶ ἐπὶ ὄφεως ταύτῃ ἐχρήσατο. φύσει γὰρ ψυχρὸς ὢν ὁ ὄφις ἐν μεσημβρίᾳ ἀκμάζοντος τοῦ ἡλίου θερμαινόμενος εὐκίνητός ἐστι καὶ συριγμοῖς προσέχει.
δράκων ὄφις.
θείνει τύπτει.
ὀνείδει ἐν ὕβρει.
ὀνείδει ὀνείδεσι.
ὀνείδει ἤγουν ὀνειδίζει.
Οἰκλείδην τὸν υἱὸν τοῦ Οἰκλέως.
Οἰκλείδην τὸν Ἀμφιάραον.
σαίνειν· ἐκκλίνειν, ὑπούλως δέχεσθαι ἐκ μεταφορᾶς τῶν κυνῶν οἳ ὅταν σαίνωσιν οὐκ ἐνδείκνυνται ἀνδρειότητα.
λείπει θέλοντα τὸν Ἀμφιάραον.
σαίνειν ἐκφεύγειν.
σαίνειν ἐκκλίνειν.
σαίνειν κολακεύειν.
σαίνειν παρασύρειν.
σαίνειν λέγων.
σαίνειν φεύγειν.
τὸ σαίνειν ἢ ἀντὶ τοῦ εὐλαβεῖσθαι λέγε, ἐπειδὴ ὁ κολακεύων τινὰ εὐλαβούμενος καὶ αἰδούμενος τοῦτον τοῦτο ποιεῖ. ἢ ὡς ἡ σημασία δοκεῖ τῆς λέξεως, ἀντὶ τοῦ κολακεύειν καὶ σεμνολογεῖν, λέγοντος τοῦ Τυδέως πρὸς τὸν μάντιν· ὡς ὑπὸ τῆς ἀψυχίας σαίνεις καὶ κολακεύεις καὶ σεμνολογεῖς τὸν θάνατον προβαλλόμενος τοῦτον ἐφʼ ᾧ τὴν σὴν συσκιάσαι δειλίαν. θ
σαίνειν εὐλαβεῖσθαι ἢ σεμνολογεῖν. θ
μόρον τὸν θάνατον.
ἀψυχίᾳ δειλίᾳ.
ἀψυχίᾳ ὑπὸ δειλίας.
τοιαῦτʼ ἀυτῶν· τοιαῦτα φωνῶν σείει καὶ κινεῖ τρεῖς κατασκίους λόφους· ἡ γὰρ τούτου περικεφαλαία τρεῖς λόφους ἦν ἔχουσα.
ἀυτῶν βοῶν.
ἀυτῶν φωνῶν.
ἀυτῶν ὁ Τυδεύς.
ἀυτῶν κατὰ τοῦ μάντεως βοῶν. θ
νεωτερικὸν τοῦτο, τοῦ κράνους ἡ τριλοφία, οἷον τῆς περικεφαλαίας τὸ χαίτωμα. εἶπε δὲ τοῦτο διὰ τὸ ἄγαν δεινόν, ὅπου φόβου ἐμποιητικὸν καὶ ὁ εἷς λόφος.
νεωτερικὸν τοῦτο, τοῦ κράνους ἡ τριλοφία.
κατασκίους λόφους σκιὰν ἔχοντας ἀπὸ τῆς ἐν αὐτοῖς οὔσης ἱππούρεως ἣν καὶ χαίτωμα καλεῖ ἐπειδὴ καὶ κράνος εἶπε· χαίτη γὰρ τῆς κεφαλῆς ἡ θρίξ. θ
κατασκίους σκιὰν ποιοῦντας.
κατασκίους καλυπτομένους.
κατασκίους ἀπὸ ἱππείας χαίτης.
λόφος ἐστὶν ἡ τρίχωσις τοῦ κράνους· ὃ δὴ κράνος καὶ φάλους ἔχει. φάλος δέ ἐστι μικρὸς ὀμφαλὸς οὗ ἐκδεῖται ὁ λόφος· τινὲς δὲ φάλοι ὀμφαλοί φασιν ἀσπίσι μικραῖς παραπλήσιοι καὶ κεῖνται κατὰ τὸ μέτωπον ὑπερέχοντες τῶν ὀφρύων καὶ ἀποσκιάζοντες τὴν τοῦ ἡλίου αὐγήν.
λόφους τὰ ἐξέχοντα μέρη τοῦ κράνους.
λόφους ἤγουν τὴν τρυφάλειαν.
εἶχον γὰρ αἱ τῶν παλαιῶν στρατηγῶν περικεφαλαῖαι ἐπάνω αὐτῶν ἐν τρισὶ τόποις ὀπάς τινας καὶ ἐν αὐτοῖς ὑποδεσμοὺς χαίτας ἱππίδες τρεῖς σκιάζοντας ἅσπερ χαίτωμα τοῦ κράνους εἴρηκε.
σείει κινεῖ.
κράνους χαίτωμα· οἷον τῆς περικεφαλαίας τὸ χαίτωμα.
κράνους περικεφαλαίας.
κράνους τοῦ κασσιδίου.
χαίτωμα δὲ ταύτης εἴρηκε διὰ τὸ δίκην χαίτης ἐπικαμπῶς πως ἵστασθαι ἄνωθεν, ἢ διὰ τὸ τρίχας ἐξ ἵππων χαίτης ἔχειν ἄνωθεν. ἀπὸ δὲ τῆς ἀσπίδος τούτου οἱ κώδωνες οἱ χαλκήλατοι καὶ οἱ ἀπὸ τοῦ χαλκοῦ κατεσκευασμένοι κλάζουσι φόβον, ἤγουν ἐν τῷ οἰκείῳ κωδωνισμῷ ποιοῦσι φόβον.
χαίτωμʼ τρίχωμα.
χαίτωμʼ ἤγουν τὰς ἐπʼ αὐτῷ τρίχας τῶν ἵππων.
τῷ τῷ Τυδεῖ.
χαλκήλατοι ἐκ χαλκοῦ κατεσκευασμένοι.
κλάζουσι ἠχοῦσιν.
κλάζουσι ἀποτελοῦσι διὰ τοῦ ἤχου φόβον.
κλάζουσι ἐκπέμπουσιν, ἠχοῦσιν. θ
κλάζουσι ἐκπέμπουσιν, ἠχοῦσιν ἤτοι ἠχοῦντες φόβον ποιοῦσιν.
κώδωνες κωδώνια.
φόβον ποιοῦντες δῆλον.
ἔχει δʼ ὑπέρφρον σῆμα ἐπʼ ἀσπίδος τόδε· ἔχει δὲ ἐπὶ τῆς ἀσπίδος ὑπέρφρον καὶ ὑπερήφανον σημεῖον τοῦτο κατεσκευασμένον, οὐρανὸν λάμποντα ἐν ἄστροις. ἡ λαμπρὰ δὲ πανσέληνος, ἤτοι τὸ φέγγος τὸ τιμιώτατον τῶν ἄστρων, πρέπει ἐν μέσῳ τῷ σάκει καὶ ἐν μέσῃ τῇ ἀσπίδι. τὸ δὲ νυκτὸς ὀφθαλμός ἐστιν ἐφερμηνευτικόν· τῆς νυκτὸς γὰρ ὀφθαλμὸς ἡ σελήνη ἐστὶν ὥσπερ καὶ τῆς ἡμέρας ὁ ἥλιος.
ὑπέρφρον ὑπερήφανον.
ὑπέρφρον ὑπέρογκον.
ὑπέρφρον σοβαρόν. θ
ὑπέρφρον ἀλαζονικόν.
σῆμʼ σημεῖον.
ἰστέον ὅτι ὁ Τυδεὺς ὑποκάτω μὲν τῆς ἀσπίδος κώδωνας εἶχε προσπεπηγμένους, ἵνʼ ὄχλον παρέχῃ καὶ φοβερὸς δοκῇ τοῖς ἀκούουσιν, ἐπάνω δὲ τοιοῦτόν τι σημεῖον· ἡ μὲν ἐπιφάνεια πᾶσα μέλαινα ἦν, εἶτα κατεσκεύασε ἐν ἐπιχρύσῳ χαλκῷ πέριξ μὲν κύκλον ἀντʼ οὐρανοῦ, ἐντὸς δὲ δίκην ἄστρων φολίδας διισταμένας ἀπʼ ἀλλήλων, ἐν δὲ τῷ ὀμφαλῷ φολίδα ἑτέραν εὐρεῖαν ἐν ὁμοιώματι σελήνης ὁλοτελοῦς. προσβάλλοντος δὲ τοῦ ἡλίου τῷ τοιούτῳ ἐπιχρύσῳ χαλκῷ αἴγλη τις ἐντεῦθεν ἀπήντᾳ τοῖς ὁρῶσιν καὶ οὐ προσβλέπειν ἠδύναντο. ὅτι δὲ ἦν πᾶσα ἡ ἐπιφάνεια μέλαινα δῆλον ἐκ τοῦ καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος. θ
φλέγονθʼ λάμποντα.
φλέγονθʼ ἐκλάμποντα.
τετυγμένον κατεσκευασμένον.
λαμπρὰ λάμπουσα.
πανσέληνος ὁλόκυκλος.
πανσέληνος τελεία σελήνη.
πανσέληνος ὁλόκυκλος σελήνη.
πανσέληνος ἤγουν ὁλόκληρος.
ἐν μέσῳ σάκει ἐν τῷ μέσῳ τοῦ σάκους.
ἐν μέσῳ σάκει ἤγουν ἐν τῷ ὀμφαλῷ.
ἐν μέσῳ σάκει τῷ σκουταρίῳ.
καὶ Πίνδαρος τὸν ἥλιον ἄστρον φησίν.
οὐ καινὸν εἰ τὴν σελήνην ἄστρον ὁ Αἰσχύλος ἐνταῦθα καλεῖ· καὶ Πίνδαρος γὰρ τὸν ἥλιον ἄστρον καλεῖ.
πρέσβιστον κρεῖττον ἤτοι τὴν ὁλότητα τῆς σελήνης.
πρέσβιστον κρεῖττον.
πρέσβιστον ὑπέρτατον. θ
πρέσβιστον τὸ τιμιώτατον.
νυκτὸς ὀφθαλμὸς ἐφερμηνευτικόν.
νυκτὸς ὀφθαλμὸς ὀφθαλμὸς γὰρ τῆς νυκτὸς ἡ σελήνη ὥσπερ τῆς ἡμέρας ὁ ἥλιος.
πρέπει λάμπει.
ἐπανάληψις.
τοιαῦτʼ ἀλύων καὶ φωνῶν ταῖς ὑπερκόμποις καὶ κενοδόξοις σαγαῖς καὶ πανοπλίαις βοᾷ παρὰ τοῖς χείλεσι τοῦ Ἰσμηνοῦ ποταμοῦ· τὸ δὲ ἑξῆς οὕτως· ἀσθμαίνει, ὡς ἵππος πολεμιστὴς σάλπιγγος ἀκούων, ἐπιθυμῶν πολέμου, εἴργεται πρὸς τοῦ ἐπιβάτου. τὸ δὲ ἵππος ὡς κατασθμαίνων μένει ἀντιστροφή ἐστιν ἀντὶ τοῦ ὡς ἵππος.
ἀλύω γίνεται κατʼ ἐπίτασιν τοῦ α καὶ τοῦ λύω· οἱ γὰρ χαίροντες λελυμένην ἔχουσι τὴν ψυχὴν ἐκ τῶν καλῶν.
ἀλύων· χαίρων, οἷον ἐκλελυμένος· καὶ Ὅμηρος· ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας. πολλὴ δὲ ἡ χρῆσις παρὰ Πλουτάρχῳ.
ἀλύω τὸ χαίρω, ὡς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ· ἦ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. γίνεται δὲ ἀπὸ τοῦ ἀλέα ὃ δηλοῖ τὴν θέρμην.
ἡμέτερον· τοιαῦτά τινα Τυδεὺς ἐδόκει πρὸς τὴν πόλιν διὰ τοῦ τῆς ἀσπίδος αἰνίγματος φθέγγεσθαι· ὁρᾶτε τήνδε τὴν νύκτα καὶ τὴν ἐν αὐτῇ σελήνην ἀστράπτουσαν καὶ τὸν τῶν λοιπῶν ἀστέρων χορόν· οὕτως ὑμεῖς μὲν ἀμαυρωθήσεσθε ἡττηθέντες καὶ πορθηθέντες καὶ σκότος ὑμᾶς καλύψει, ἡμεῖς δʼ ἐκλάμψομεν πορθήσαντες καὶ τρόπαια στήσαντες καθʼ ὑμῶν.
ἀλύων τὸ α κατʼ ἐπίτασιν.
ἀλύων γαυρούμενος.
ἀλύων βοῶν.
ἀλύων χαίρων.
ἀλύων ἡ χρῆσις ἐν Ὀδυσσείᾳ καὶ παρὰ Πλουτάρχῳ.
ἀλύων φωνῶν.
ἀλύων ἀδημονῶν, δυσχεραίνων ὅτιπερ οὐκ ἐᾷ ὁ μάντις περᾶν. θ
ἀλύων ἀδημονῶν.
ὑπερκόμποις ταῖς ἀλαζονικαῖς.
ὑπερκόμποις ὑπέρφροσιν.
σαγαῖς πανοπλίαις.
σαγαῖς ὁπλίσεσι.
ποταμίαις ἤγουν τοῦ Ἰσμηνοῦ.
παρʼ ὄχθαις ἤγουν παρὰ τοῖς χείλεσι τοῦ Ἰσμηνοῦ.
ἐρῶν ἐπιθυμῶν.
ἐρῶν ἐφιέμενος.
ἵππος χαλινῶν· οὕτως ἀσθμαίνει καὶ σπεύδει, ὡς καὶ ἵππος πολεμιστὴς σάλπιγγος ἀκούων καὶ ἐπιθυμῶν πολέμου εἴργεται πρὸς τοῦ ἐπιβάτου.
παρήχησις.
ἵππος πολεμιστής.
χαλινὸν κατασθμαίνει δηλονότι.
κατασθμαίνων πηδῶν.
κατασθμαίνων σπεύδων.
κατασθμαίνων φριμάσσων.
κατασθμαίνων καταφρυαττόμενος. θ
κατασθμαίνων μαινόμενος.
μένει ἵσταται.
μένει κρατεῖται.
μένει ἐν δυνάμει.
μένει ἐκδέχεται τὸν πόλεμον ὁ Τυδεύς. θ
ὅστις ὁ ἵππος.
βοὴν ἀκούσας.
ὁρμαίνει κινεῖται προθυμούμενος.
ὁρμαίνων ὁρμῶν.
ὁρμαίνει ὁρμᾷ.
ὁρμαίνων σφαδάζων. θ
ὁρμαίνει ταράττεται. Ξ
μένων ὁ προθυμῶν.
μένων καρτερῶν.
μένει ἐκδέχεται. θ
τίνʼ ἀντιτάξεις· ἀντὶ τοῦ τίνα, ὦ Ἐτεόκλεες, ἀντιπαρατάξεις καὶ ἀντιστήσεις τούτῳ ἀντίμαχον; τίς βέβαιος καὶ ἀξιόχρεως— τοῦτο γὰρ δηλοῖ τὸ φερέγγυος—προΐστασθαι τῶν τοῦ Προίτου πυλῶν λυθέντων τῶν κλείθρων ἤτοι ἀνοιχθέντων τῶν πυλῶν; ἢ τὸ φερέγγυος οὕτως ῥητέον· τίνα ἀντιτάξεις τούτῳ ὥστε προΐστασθαι τῶν τοῦ Προίτου πυλῶν λυθέντων τῶν κλείθρων ἤτοι ἀνοιγεισῶν τῶν πυλῶν; τὸ δὲ ἑξῆς· τίς φερέγγυος ἀντὶ τοῦ τίς φέρων τὸ ἵστασθαι αὐτοῦ πλησίον· γύη γὰρ λέγεται τὸ πλησίον.
τίνʼ ἀντιτάξεις· τίνα οὖν ἀντιτάξεις τῷ Τυδεῖ; τίς ἄξιός ἐστιν προΐστασθαι τῆς ἐγγύτητος ταύτης;
τίνʼ ἄνθρωπον.
ἀντιτάξεις ἀντιστήσεις.
ἀντιτάξεις ἀντιθήσεις.
τῷδε τῷ Τυδεῖ.
Προίτου ἐντεῦθεν δείκνυσιν ὅτι εἰς ταύτας Τυδεὺς τέτακται. θ
λυθέντων διαλυθέντων.
λυθέντων ἀνοιχθέντων.
λυθέντων ἤγουν ὅταν ὑπερισχύσας ἀνοίξῃ ταύτας ὁ Τυδεύς.
τὸ ἵστασθαι αὐτῷ πλησίον· γύη γὰρ λέγεται τὸ πλησίον. τὸ δὲ ἑξῆς· τίς φερέγγυος προστατεῖν καὶ ἔμπροσθεν ἵστασθαι τῶν πυλῶν τοῦ Προίτου;
προστατεῖν φρουρεῖν.
προστατεῖν φυλάσσειν, ὑπερμαχεῖν.
φερέγγυος ἀξιόπιστος ἐγγυητής.
φερέγγυος πιστός, ἐν ἑαυτῷ φέρων τὴν ἐγγύην.
φερέγγυος ἀξιόπιστος.
φερέγγυος ἀσφαλής.
φερέγγυος βέβαιος.
φερέγγυος ἱκανός.
φερέγγυος βέβαιος, ἀξιόχρεως.
φερέγγυος ἀσφαλὴς καὶ ἀξιόχρεως. θ
φερέγγυος ἤγουν πιστός.
φερέγγυος στερεός.
κόσμον πανοπλίαν.
κόσμον καλλωπισμόν.
κόσμον διακόσμησιν, καθόπλισιν.
τρέσαιμʼ φοβηθείην.
τρέσαιμʼ φοβηθῶ.
τρέσαιμʼ δειλιάσαιμι.
οὐδʼ ἑλκοποιὰ γίνεται· ταῦτα παρὰ Ἀλκαίου· οὐ τιτρώσκει τὰ ἐπίσημα ὅπλα οὐδὲ αὐτὰ καθʼ ἑαυτὰ δύναμιν ἔχει, εἰ μὴ ἄρα ὁ φέρων αὐτά, ἐὰν ᾖ ὁ γενναῖος.
οὐδʼ ἑλκοποιά· ταῦτα παρʼ Ἀλκαίου εἴρηται· οὐ τιτρώσκει τὰ ἐπίσημα ὅπλα οὐδὲ αὐτὰ καθʼ ἑαυτὰ δύναμιν ἔχει κἂν γενναῖος ᾖ.
οὐδʼ τὸ δὲ ἀντὶ τοῦ γάρ.
ἑλκοποιὰ τραυματοποιά.
ἑλκοποιὰ τραυμάτων ποιητικά.
σήματα τὰ ἐπὶ τῶν ὅπλων σήματα.
σήματα τὰ σημεῖα.
σήματα τὰ ἐπὶ τοῖς ὅπλοις.
σήματα τὰ σημεῖα τὰ ἐν τοῖς ὅπλοις.
λόφοι τὰ ὑπερανεστηκότα τοῦ κράνους.
δάκνουσʼ λυποῦσι.
δορός μάχης, ἰσχύος. θ
καὶ νύκτα ταύτην· καὶ νύκτα ταύτην ἣν λέγεις ἐπὶ τῆς ἀσπίδος κυρεῖν καὶ ὑπάρχειν, τάχα ἂν αὕτη ἡ νύξ τινι γενήσεται. οὕτως γὰρ εἰπεῖν ὤφειλεν· εἶπε δέ· τάχα ἂν ἡ ἄνοια μάντις τινὶ γένοιτο, καὶ διὰ τοῦτο πλὴν ἀμυδρῶς ἐκπληρῶν τὸ ὃ ἔφημεν. ἐπιφέρει δὲ ὥσπερ ἐξηγούμενος· εἰ γὰρ τῷ ἐπιφέροντι σῆμα τοῦτο τὸ ἐπίσημον, ἤγουν τῷ ἔχοντι ἐπὶ τῆς ἀσπίδος τὴν νύκτα ἐζωγραφημένην, ἐπʼ ὀφθαλμοῖς πέσοι νύξ, ἤγουν καλυφθήσεται τῇ νυκτὶ τοῦ θανάτου, γένοιτο ἂν τοῦτο τὸ σῆμα ἐπώνυμον τῇ αὐτοῦ ἀναιρέσει.
καὶ νύκτα ταύτην ἣν λέγεις· ὁ νοῦς· ταύτην δὲ ἣν λέγεις εἶναι νύκτα ἐπὶ τῆς ἀσπίδος, τάχα προμαντεύεται τῷ φοροῦντι ὅτι χωρήσει ὑπὸ νύκτα. ἐπιφέρει δὲ ὥσπερ ἐξηγούμενος· εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὄμμασιν πέσοι.
παροξυτόνως ὀφείλει ἀναγινώσκεσθαι ἡ ἀνοία ἀντὶ τοῦ ἄνοια, διὰ τὸ μέτρον ἐκτεταμένου Ἀττικῶς τοῦ α· ἔστι δὲ τὸ σχῆμα καινοπρεπές· ὁ δὲ νοῦς οὗτος· ταύτην ἣν λέγεις εἶναι νύκτα ἐπὶ τῆς ἀσπίδος, τάχα προμαντεύεται ὅτι χωρήσει ὑπὸ νύκτα ἤγουν ὑπὸ θάνατον ὁ ταύτην φορῶν. ἐπιφέρει δὲ ὥσπερ ἐξηγούμενος· εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὄμμασι πέσοι.
ἡ σύνταξις· τάχα ἂν καὶ ἴσως γένοιτο ἄν τινι, ἤγουν τῷ Τυδεῖ, ἡ ἄνοια μάντις καὶ προμηνύτριά τινος κακοῦ, ἣν λέγεις νύκτα ὑπάρχειν ἐπὶ τῆς ἀσπίδος ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ἐκλάμπουσαν· ταύτην γὰρ ἄνοιαν καλεῖ ὡς ἀπονενοημένως καὶ δίχα νοῦ ἐνσημανθεῖσαν. θ
ἡμέτερον· οὕτως ὀφείλεις συντάσσειν τοῦτο· καὶ τὴν νύκτα ταύτην ἣν λέγεις κυρεῖν καὶ ὑπάρχειν ἐπὶ τῆς ἀσπίδος ἐν ἀνοίᾳ καὶ μωρίᾳ—ὑπὸ ἀνοίας γὰρ ἐνετυπώθη τῇ ἀσπίδι—, τάχα ἂν καὶ ἴσως γένοιτο μάντις τινί, ἤγουν τῷ Τυδεῖ τῷ φέροντι ταύτην. πῶς δὲ γενήσεται μάντις προϊὼν λέγει. οὕτω χρὴ γράφειν ἐν ἀνοίᾳ καὶ οὕτω συντάσσειν. τὸ δέ γε γράφειν ἡ ἄνοια πολλῆς τε ἀνοίας ἐστὶ μεστὸν καὶ τῆς τῶν μέτρων ἐπιστήμης μὴ γεγευμένον· βραχὺ γὰρ ἔχει τὸ α ἡ ἄνοια καὶ δῆλον ἀπὸ τοῦ τόνου.
πρὸς τὸ λέγεις ἐστὶν ἡ αἰτιατική, οὐ πρὸς τὸ γένοιτο· εὐθεῖαν γὰρ τοῦτο ἀπαιτεῖ.
νύκτα ἤγουν τὴν σελήνην.
ἐπʼ ἀσπίδος ἐνταῦθα τὸ κυρεῖν.
μαρμαίρουσαν λάμπουσαν.
μαρμαίρουσαν ἐκλάμπουσαν. θ
κυρεῖν ὑπάρχειν ἐν ἀνοίᾳ.
τάχʼ ἴσως.
γένοιτο ἡ νύξ.
ἡ ἀνοία παροξυτόνως Ἀττικῶς ἀντὶ τοῦ ἄνοια διὰ δὲ τὸ μέτρον ἐξέτεινεν. ὁ δὲ νοῦς· τὰ ἐξ ἀνοίας τινῶν γενόμενα τάχα τῶν κακῶν αὐτοῖς ἔσται σύμβολα.
ἄνοια ἀγνωσία.
ἄνοια εὕρηται καὶ ἐν ἀνοίᾳ τινί.
ἀνοίᾳ μωρίᾳ.
τινί αὐτῷ τῷ Τυδεῖ Ἀττικῶς.
θανόντι τῷ Τυδεῖ.
θανόντι αὐτῷ.
νὺξ θάνατος.
νὺξ σκότος.
ἤγουν τῷ Τυδεῖ τῷ βαστάζοντι καὶ ἔχοντι ἐπὶ τῆς ἀσπίδος τὴν νύκτα ἐζωγραφημένην.
τῷ—φέροντι τῷ ἔχοντι, βαστάζοντι, ἤγουν τῷ Τυδεῖ.
τῷ—φέροντι ἐκείνῳ.
τῷ—φέροντι τῷ ἀνθρώπῳ.
σῆμʼ τὸ σημεῖον.
ὑπέρκομπον ἀλαζονικόν.
ὑπέρκομπον αὔθαδες.
ὑπέρκομπον σοβαρόν. θ
ὀρθῶς ἀληθῶς. θ
ἐνδίκως δικαίως.
ἐπώνυμον τῇ αὐτοῦ ἀναιρέσει.
ἐπώνυμον νυκτερινόν.
αὐτὸς ὅτι φέρει ἐπὶ τῆς ἀσπίδος νύκτα καὶ τὴν πανσέληνον.
αὐτὸς ὁ Τυδεύς.
ὕβριν τὴν ἀλαζονείαν.
μαντεύεται δηλοποιήσει.
ὅρα ὡς εἰκότως αἱρεῖται τοὺς ἀντιπάλους Ἐτεοκλῆς καὶ μαλʼ ἐναντίους οἷς ὁ ἄγγελος περὶ τῶν Ἀργείων διέξεισιν· ὁ μὲν γὰρ ὑπέρφρονας αὐτοὺς καὶ τὰ μεγάλα φυσῶντας ὑπʼ ἀνοίας φησίν, Ἐτεοκλῆς δὲ σώφρονας αὐτοῖς καὶ συνετοὺς ἀντιτάττει. θ
κεδνὸν ἔνδοξον, ἀγαθόν.
κεδνὸν κεδνὸς ἀπὸ τοῦ κενὸς εἶναι δόνου.
κεδνὸν συνετόν.
Ἀστάκου τόκον ἤγουν τὸν Μελάνιππον.
τόκον τὸν υἱόν.
καλῶς δὲ ἀντέταξε τὸν μὴ τοῖς ἤθεσιν αὐτοῦ συμφωνοῦντα ἀλλὰ ἐναντίον. αἰσχύνης δὲ θρόνον αὐτὴν τὴν αἰδῶ ὀνομάζει· ὑπέρφρονας δὲ λόγους τοὺς ὑπερηφάνους φησίν, οἱονεὶ οὔτε ὑπερηφάνους λέγει ὡς ὁ Τυδεύς, ἀλλὰ μισεῖ τοὺς ὑπερηφάνους.
τόνδʼ τὸν Μελάνιππον.
ἀντιτάξω ἀντιτεταγμένως στήσω.
προστάτην βοηθόν.
προστάτην ὑπέρμαχον.
πυλωμάτων τῶν πυλῶν.
πυλωμάτων ἤτοι τῶν πυργωμάτων.
μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης καλῶς ἀντέταξεν τὸν μὴ τοῖς ἤθεσιν αὐτοῦ συμφωνοῦντα ἀλλʼ ἀλλότριον.
τὸν Αἰσχύνης θρόνον εἰδότα αἰσχύνεσθαι ἤγουν αἰδεῖσθαι.
ἤγουν οὐκ ἐθέλοντα ὑπὲρ ἄνθρωπον φρονεῖν ἵνα μὴ περιπέσῃ αἰσχύνῃ καταγωνισθείς. θ
εὐγενῆ γενναῖον. θ
αἰσχύνης θρόνον ἤγουν αὐτὴν τὴν αἰδῶ.
αἰσχύνης θρόνον ἤγουν τὴν αἰδῶ.
αἰσχύνης θρόνον ἤγουν τὴν αἰσχύνην.
αἰσχύνης αἰδοῦς.
ὑπέρφρονας λόγους· ἀντὶ τοῦ ὑπερηφάνους· οἷον οὔτε ὑπερήφανα λέγει ὡς ὁ Τυδεύς, ἀλλὰ καὶ μισεῖ τοὺς ὑπερηφάνους.
τιμῶντα εὐλαβούμενον.
στυγοῦνθʼ μισοῦντα.
ὑπέρφρονας ὑπερηφάνους.
ὑπέρφρονας ἀλαζόνας.
ὑπέρφρονας κενοδόξους.
αἰσχρῶν γὰρ ἀργός· ἀργός ἐστι τῶν κακῶν λόγων ἢ τῶν ἔργων· φιλεῖ δὲ τὸ μὴ εἶναι κακὸς ἢ τῷ τρόπῳ ἢ ὡς Ὅμηρος ἀντὶ τοῦ δειλός.
αἰσχρῶν ἔργων κακῶν ἢ λόγων.
αἰσχρῶν τῶν κακῶν λόγων.
αἰσχρῶν λόγων.
αἰσχρῶν ἀπὸ ἔργων.
ἀργὸς καθαρός.
ἀργὸς ἀμέτοχος.
ἀργὸς ἄπρακτος.
μὴ κακὸς ἀλλὰ ἀνδρεῖος.
κακὸς δειλός.
φιλεῖ γὰρ εἶναι ἀργὸς τῶν κακῶν, οὐ δειλὸς δέ.
φιλεῖ εἴωθε.
σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν ῥίζωμʼ ἀνεῖται ὧν Ἄρης ἐφείσατο· λέγεται ὅτι ὁ Ἄρης ἐνέσπειρε τῇ γῇ τοὺς ὀδόντας τοῦ δράκοντος καὶ εὐθέως ἄνδρες ἔνοπλοι τῆς γῆς ἀνεδόθησαν καὶ τοῦ σπείραντος κατεξανέστησαν πολεμοῦντες αὐτόν. οὗτος δὲ λίθον μέσον αὐτῶν εἰσπέμψας πρὸς ἔριν ἀλλήλων καὶ φόνον αὐτοὺς ἠρέθισεν, ἔνθα ὑπʼ ἀλλήλων ἀνῃρέθησαν, δέκα μόνον τινῶν ἐναπομεινάντων, οὓς ὁ Κάδμος μετὰ ταῦτα λαβὼν ἐν τάξει τούτους αὐτοῦ ἀπειργάσατο.
δράκων ἦν ἐν τῇ Δίρκῃ πηγῇ καὶ τοὺς κατερχομένους ἐκεῖσε ἔτρωγε. Κάδμος δὲ τοῦτον τοῦ ζῆν ἀπεβάλετο καὶ τοὺς ὀδόντας αὐτοῦ εἰς σπορὰν ἔρριψε, καὶ οἱ γίγαντες ἀνεδόθησαν ὡς πλῆθος πολύ. θεασάμενος δὲ τούτους ὁ Κάδμος καὶ φοβηθεὶς ἔρριψε πέτραν μετὰ αὐτῶν, καὶ πόλεμος ἐκινήθη ἀφʼ ἑαυτῶν καὶ οὕτως ἠφανίσθησαν οὗτοι. μόλις δὲ τούτους ἐλεῶν ὁ Ζεὺς ἔσωσέ τινας ἀφʼ ὧν εἰσι καί τινες τῶν Θηβαίων.
ἡ περὶ τῶν γιγάντων ἱστορία ἐν Φοινίσσαις ἡμῖν Εὐριπίδου εἴρηται.
σπαρτῶν ἤγουν τῶν γιγάντων.
ἐφείσατο φειδὼ ἔλαβεν.
ἐφείσατο ἠλέησεν.
ῥίζωμʼ ἡ ἀρχὴ τοῦ γένους αὐτοῦ δίδοται.
ῥίζωμʼ ῥίζα.
ῥίζωμʼ ἀρχή.
ῥίζωμʼ γένος.
ἀνεῖται ἀναδίδοται.
ἀνεῖται ἀπολέλειπται.
ἀνεῖται ἀνέφυσεν, ἀνεβλάστησεν ἢ καταλέλειπται. θ
ἀνεῖται ἀναβεβλάστηκε.
κάρτα δʼ ἔστʼ ἐγχώριος· ἤγουν λίαν ἐξ ἔργων αὐτῶν ἀποδείξειεν ὅτι γνήσιον γέννημα τῆς πατρίδος ἐστὶ καὶ ἀπʼ ἐκείνων τῶν σπαρτῶν ἀνδρῶν κατάγεται. ἐν τοῖς κύβοις δὲ τὸ τοῦ πολέμου ἔργον ὁ Ἄρης κρινεῖ καὶ πῶς αὐτοῖς τὰ τοῦ πολέμου ἐξέλθοι δῆλα ποιήσειεν.
κάρτα—ἐγχώριος ἀκριβῶς αὐτόχθων. θ
κάρτα κατὰ ἀλήθειαν.
ἔστʼ φανήσεται.
ἐγχώριος· γνήσιος πολίτης ἐκ τῶν σπαρτῶν, οὐ τῶν μετὰ Κάδμου ἐπηλύδων.
γνήσιος πολίτης ἐκ τῶν σπαρτῶν, οὐκ ἐκ τῶν τοῦ Κάδμου ἐπηλύδων. τοῦτο δέ φησι δηλῶν ὅτι μετὰ σπουδῆς πολλῆς καὶ ἐκ ψυχῆς ὅλης ἀντιστήσεται τῷ ἐχθρῷ τῶν οἰκείων κηδόμενος καὶ τῆς πατρίδος ὑπερμαχῶν.
ἐγχώριος ἐκ τῶν σπαρτῶν, οὐκ ἐκ τῶν Κάδμου ἐπηλύδων.
ἐγχώριος ἐντόπιος.
ἐγχώριος γνήσιος πολίτης.
ἔργον δʼ ἐν κύβοις· ἐν τοῖς τοῦ Ἄρεως κύβοις κρινεῖ αὐτοὺς ὁ πόλεμος.
ἔργον τὴν ἀνδρείαν ἐν ταῖς συμπλοκαῖς τοῦ πολέμου.
ἔργον τὴν τύχην τοῦ πολέμου.
ἔργον τὸν πόλεμον.
ἔργον αὐτό.
ἐν κύβοις ἐν τῷ πολέμῳ.
ἐν κύβοις ἐν τοῖς ἀγῶσιν οὓς κύβους καλεῖ διὰ τὸ τῆς νίκης ἀμφίβολον. θ
κρινεῖ διαχωρίσει.
δίκῃ δʼ ὁ δαίμων· ἐν δίκῃ δὲ ἤτοι δικαιοσύνῃ ὁ δαίμων καὶ ὁ θεὸς κάρτα καὶ λίαν αὐτὸν προστέλλεται εἴργειν καὶ κωλύειν καὶ ἀποσοβεῖν τὸ πολεμικὸν δόρυ ἀπὸ τῆς τεκούσης μητρὸς ἤγουν τῆς μητρικῆς γῆς.
τὸ τῆς συγγενείας δίκαιον στέλλει αὐτὸν καὶ κινεῖ πρὸς μάχην. γράφεται δὲ καὶ δίκῃ δʼ ὁ δαίμων ἢ διὰ τὸ ἀδίκως πολεμεῖσθαι παρὰ τῶν Ἀργείων ὑπολαμβάνει ἢ διʼ ἃ ἔφη ἤγουν τὸ τὸν Τυδέα ὑπερήφανον εἶναι, τὸν δὲ Μελάνιππον ταπεινὸν καὶ τὸ πᾶν τοῖς θεοῖς ἀνατιθέμενον οἷς οἱ θεοὶ χαίρουσιν.
δίκη δʼ ὁμαίμων· τὸ τῆς συγγενείας δίκαιον στέλλει αὐτὸν εἰς τὴν μάχην.
δίκη δικαίως.
δίκη ἐνδίκως.
ὁ δαίμων ἡ τύχη.
ὁ δαίμων ὁ θεός.
ὁ δαίμων ὁ Ἄρης.
γράφεται καὶ ὁμαίμων καὶ ὁ δαίμων, καὶ πρὸς μὲν τὸ ὁμαίμων οὕτως ἐρεῖς· προπέμπει αὐτὸν δίκη ὁμαίμων, τουτέστιν ἐπειδὴ ὑπὲρ τῆς ἐνεγκούσης στρατεύει οἰκείως καὶ δικαίως στρατεύει. τὸ δὲ δαίμων προφανές ἐστιν· ὁ δαίμων γὰρ καὶ ἡ τύχη προπέμπει αὐτὸν ἐν δίκῃ ἢ ἡ δίκη ἡ θεά. θ
ἡμέτερον· ἀνάξιόν ἐστιν, οἶμαι, τοῦ ποιητοῦ τὸ τὴν δίκην εἰπεῖν τοῦ Μελανίππου ὁμαίμονα· διὸ ἁμαρτάνουσιν οἱ γράφοντες δίκη δʼ ὁμαίμων.
προστέλλεται προπέμπει.
προστέλλεται ἀποπέμπει.
προστέλλεται πέμπει.
εἴργειν ἀπὸ τῆς τεκούσης μητρός.
εἴργειν ἤγουν ἀπὸ τῆς πατρίδος.
εἴργειν κωλύειν.
εἴργειν ἀποσοβεῖν.
εἴργειν ἀποδιώκειν.
τεκούσῃ μητρὶ ἀντίπτωσις.
μὴ εἴπῃς τὸ τεκούσῃ ἀντὶ τοῦ τῆς τεκούσης, ἀλλʼ ὥσπερ φαμὲν «ἀφαιρῶ σοὶ τόδε» οὕτω καὶ «εἴργω σοὶ τόδε». θ
τεκούσῃ μητρὶ ἤγουν τῇ αὐτοῦ πατρίδι.
πολέμιον τὸ πολεμικόν.
στίχοι μβʹ.
ἀντισπαστικὰ κῶλα εʹ. τὰ δʹ τρίμετρα βραχυκατάληκτα, τὸ δὲ εʹ ἡμιόλιον. ἔχουσι δὲ καὶ ταῦτα καὶ τὰ ἑξῆς πάντα τοὺς πλείους τῶν ποδῶν καὶ πεντασυλλάβους καὶ ἑξασυλλάβους. διαλύονται γὰρ καὶ τῶν τετρασυλλάβων ποδῶν αἱ μακραὶ συλλαβαὶ εἰς δύο βραχέας. ἔοικε δὲ στροφῇ· ἔχει γὰρ καὶ ἀντίστροφον τὰ κῶλα τὰ ἑξῆς τοῦ χοροῦ. ἴσθι ὅτι οἱ χορίαμβοι οὐκ ἐν τάξει αὐτῶν κεῖνται, ἀλλὰ προστιθεμένης καὶ ἑτέρας συλλαβῆς γίνονται πεντασύλλαβοι καὶ ἀποτελοῦσιν ἐπιτρίτους· ὁμοίως καὶ οἱ λοιποί.
ὅμοια χρὴ εἶναι τοῖς ἑξῆς.
στροφὴ κώλων εʹ.
ἡμέτερα τὸν ἁμόν νυν· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς καὶ στροφὴ κώλων εʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου, παίωνος πρώτου καὶ κρητικοῦ. τὸ βʹ ὅμοιον ἐξ ἀντισπάστου, ἐπιτρίτου δευτέρου καὶ ἀναπαίστου. τὸ γʹ ὅμοιον ἐκ παίωνος τετάρτου, διιάμβου καὶ κρητικοῦ. τὸ δʹ ὅμοιον δίμετρον ἀκατάληκτον ἐκ διιάμβων καθαρῶν δύο. τὸ εʹ ὅμοιον δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς ἐκ παίωνος τετάρτου καὶ βακχείου· εἰ δὲ βούλει ἔστω παιωνικόν. ἐπὶ τῷ τέλει παράγραφος καὶ δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου ἔξω νενευκυῖα, ἡ δὲ κατὰ τὸ τέλος ἔσω.
τὸν ἁμὸν νῦν ἀντίπαλον· ἀντὶ τοῦ ἐμὸν Δωρικῶς, τὸν τοῖς ἐμοῖς ἐχθροῖς ἐναντιούμενον εὐτυχεῖν οἱ θεοὶ δοῖεν ὅτι δικαίως πρόμαχος πόλεως ὄρνυται, ἤγουν προμαχεῖται τῆς πόλεως.
οὕτω καὶ ἐν τῷ ἑξῆς· μετὰ τὸν σκοπὸν καὶ τὸν Ἐτεοκλέα φθέγγεταί τι πρὸς τὸ πρᾶγμα ὁ χορός.
ἁμὸν Δωρικόν.
ἁμὸν Δωρικῶς.
ἁμὸν ἤγουν τὸν ἡμέτερον.
ἀντίπαλον ἤγουν τὸν ἀντιπαλαμώμενον τοὺς ἐχθροὺς ἐμοῦ.
ἀντίπαλον τὸν ἀγωνιστικόν, τὸν ὑπὲρ ἐμοῦ ἀγωνιζόμενον καὶ ἀντιπαλαίοντα τοῖς ἐχθροῖς.
ἀντίπαλον τὸν Μελάνιππον.
ἀντίπαλον ἀνταγωνιστήν.
ἀντίπαλον ἀντίμαχον, σύμμαχον.
ἀντίπαλον ἀντίμαχον, ἤγουν τὸν ὑπὲρ ἐμοῦ ἀνθιστάμενον.
ἀντίπαλον τὸν ὑπὲρ ἐμοῦ ἀντιμαχόμενον τοῖς ἐχθροῖς.
δοῖεν παράσχοιεν.
ὡς ὅτι δικαίως προμάχεται τῆς πόλεως.
πόλεως συνίζησις.
πρόμαχος βοηθός.
ὄρνυται διεγείρεται.
ὄρνυται ὁρμᾶται.
ὄρνυται ὁρμᾷ. θ
τρέμω δʼ αἱματοφόρους· τρέμω δὲ ἰδέσθαι καὶ ἰδεῖν τοὺς αἱματοφόρους τῶν ἀπολλυμένων πολιτῶν μου ὑπὲρ τῶν ἰδίων φίλων.
τὸ ἑξῆς· τρέμω ὑπὲρ τῶν φίλων. τινὲς δὲ τὸ ὑπὲρ ἀντὶ ἐπιτάσεως λέγουσι, ἵνʼ ᾖ· ὑπερτρέμω ἰδεῖν αἵματα, φόνους, θανάτους τῶν φίλων ὀλλυμένων τοῖς ἐναντίοις. ἢ ἀντὶ τοῦ ὀλλύντων τοὺς ἐναντίους· τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ.
τρέμω δέδοικα.
τρέμω ὑπερτρέμω.
τρέμω φοβοῦμαι.
αἱματηφόρους ᾑμαγμένους.
αἱματηφόρους διὰ σφαγῆς γεγενημένους.
μόρους οὓς ποιοῦνται ὑπὲρ τῶν φίλων πολιτῶν οἱ Θηβαῖοι.
μόρους θανάτους.
ὑπὲρ ἡ ὑπὲρ περισσή.
φίλων τῶν πολιτῶν.
ὀλομένων τῶν πολιτῶν.
ὀλομένων φθειρομένων.
διπλῆς ἑτέρα περίοδος. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λʹ.
τούτῳ μὲν οὕτως· αἱ μονοστροφικαὶ αὗται καὶ συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λʹ ὧν τελευταῖος· λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. ἐπὶ τῷ τέλει ἑκάστης περιόδου παράγραφος.
τούτῳ τῷ Μελανίππῳ.
τούτῳ τῷ συμμάχῳ.
τούτῳ τῷ γόνῳ τοῦ Ἀστακοῦ.
οὕτως ὡς εὔχῃ. θ
εὐτυχεῖν κατόρθωμα ἀγαθόν, τροπαιούχημα.
περὶ τοῦ Καπανέως.
ὁ Καπανεὺς δὲ εἶχεν ἐν τῇ ἀσπίδι αὐτοῦ ἐζωγραφημένον γυμνὸν ἄνθρωπον κατέχοντα τῇ χειρὶ λαμπάδα ἀναπτομένην, οὐκ ἄλλο τι δηλοῦντος τοῦ σημείου ἀλλʼ ἢ ὥσπερ ὁ γυμνὸς οὐ κώλυσιν ἔχει εἰς τὸ δραμεῖν, οὕτω καὶ ἡμεῖς ἀκώλυτοι καὶ χωρὶς ἐμποδίου ταύτην ἐμπρήσομεν, ἢ γυμνὴν αὐτὴν παντελῶς ἐργασόμεθα, ἔπειτα δὲ καὶ καύσομεν.
Ἠλέκτρα θυγάτηρ τοῦ Ἄτλαντος ἥτις κατῴκησε πλησίον τῶν πυλῶν τούτων, καὶ οὕτως ἐκλήθησαν Ἠλέκτραι πύλαι.
Ἠλέκτραισιν ἀπὸ Ἠλέκτρας.
Ἠλέκτραισιν Ἠλέκτρα θυγάτηρ Ἄτλαντος.
Ἠλέκτραισιν ταῖς ἀπὸ Ἠλέκτρας καλουμέναις. θ
Ἠλέκτραισιν κατὰ τῶν πυλῶν τῆς Ἠλέκτρας.
εἴληχε ἔλαβε κλῆρον.
εἴληχε κλῆρον.
εἴληχε ἐκληρώθη.
εἴληχε διὰ κλήρου τέτακται. θ
γίγας ὅδʼ ἄλλος· πάνυ ῥητορικὸς ὁ Αἰσχύλος, ῥητορικὸν δὲ λέγω ὅταν τοῖς ῥήτορσι λόγος ἤτοι ἐπαινετικὸς ἢ ψεκτικὸς περί τινων δύο τοῦ μὲν πρώτου εἴπῃ ἔπαινον ἢ ψόγον, παραλείπῃ δὲ τοῦ δευτέρου ἔπαινον. πανηγυρικὸν δὲ καὶ δριμὺ περὶ τοῦ Τυδέως λέγων οὐκ εἶπεν ὅτι γίγας ἐστὶν ἢ γίγασιν ὅμοιος, Καπανέα δὲ ἐγκωμιάζων καὶ τὸ μέγεθος αὐτοῦ φησι γίγας ὅδʼ ἄλλος. φαίνεται οὖν ὅτι ἐνέλιπεν ἐν τοῖς περὶ Τυδέως εἰπεῖν ὅτι γίγας ἐστὶν ἢ γίγασιν ὅμοιος.
πάνυ ῥητορικῶς ἐπὶ μὲν τοῖς περὶ Τυδέως ἐνέλιπεν εἰπεῖν ὅτι γίγας ἢ γίγασιν ὅμοιος, ἐνταῦθα δὲ λαθὼν παρέρριψε τοῦτο καὶ τὸν Τυδέα σεμνύνων καὶ ἐκκλίνων τὸν ἔλεγχον.
γίγας ἀνδρεῖος.
γίγας ὑπέρσωμος.
ἄλλος οὗτος ὁ Καπανεύς.
πάρος λελεγμένου ἤγουν τοῦ Τυδέως.
πάρος λελεγμένου τοῦ πρώην εἰρημένου.
πάρος ἔμπροσθεν.
πάρος πρότερον.
λελεγμένου εἰπόντος.
λελεγμένου λεχθέντος.
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής
κόμπος ἡ ἀλαζονεία.
κόμπος ἡ ἔπαρσις.
κόμπος αὐτοῦ. θ
κόμπος ἡ αὐθάδεια.
οὐ κατʼ ἄνθρωπον ἀλλʼ ἄγριος.
οὐ κατʼ ἄνθρωπον τουτέστιν οὐ προσήκουσαν ἀνθρώπῳ ἔχει ἀλαζονείαν, ἀλλʼ ὑπεράνθρωπον.
κατʼ ἄνθρωπον ἤγουν ὡς χρὴ ἀνθρώπους λογίζεσθαι.
κατʼ ἄνθρωπον κατὰ τὴν αὐτοῦ φύσιν.
φρονεῖ διανοεῖται.
πύργοις ἤγουν τῇ πόλει ἀπὸ μέρους.
πύργοις τοῖς τείχεσι.
ἡμέτερον· ὅτε ἀναβιβάζεται ὀξεῖα, πάλιν ὀξεῖα ὀφείλει εἶναι, οὐ περισπωμένη γίνεσθαι· ἄτοπον γάρ. ὀξεῖα τοίνυν ὀφείλει τίθεσθαι καὶ ἐνταῦθα ἐπὶ τῷ δείνʼ ἃ μὴ κράνοι τύχη καὶ ἐπὶ τῷ φήμʼ ἐγὼ καὶ τοῖς τοιούτοις.
μὴ κράνοι εἴθε μὴ πληρώσαι.
κράνοι τελειώσοι.
ἐκπέρσειν πορθήσειν.
ἐκπέρσειν εἰς τέλος ἀφανίσειν.
φησιν λέγει.
φησιν διατείνεται.
οὐδὲ τὴν Διός· οὐδὲ τὸν τοῦ Διὸς σκηπτὸν εἰς γῆν κατενεχθέντα, ἢ αὐτὸν τὸν Δία φιλονεικήσαντα, ἐμποδὼν γενέσθαι αὐτῷ λέγει.
ἢ αὐτὸν τὸν Δία εἰς γῆν κατελθόντα πολέμου γεγονότος ἢ τὸν σκηπτὸν κατενεχθέντα λέγει.
οὐδὲ τὴν Διὸς ἔριν· ἤτοι οὐδὲ τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ Διὸς τῇ γῇ ἐπελθόντα φησὶν ἐκποδὼν σχεθεῖν καὶ κρατήσειν ἤτοι ποιήσειν μακρὰν τοῦτον τῆς πόλεως.
τὸ οὐδὲ τὴν Διὸς ἔριν διπλῶς νόει· ἢ τὴν θεὰν Ἔριν τὴν θυγατέρα Διός, ἢ ἀντὶ τοῦ οὐδὲ τὸν Δία αὐτὸν ἐλθόντα ἐξ οὐρανοῦ καὶ ἐρίσαντα αὐτῷ δυνηθῆναι κωλῦσαι αὐτὸν μὴ πορθῆσαι τὴν πόλιν. θ
ἔριν ὀργήν.
ἔριν τὸν θυμόν.
ἔριν τὸν κεραυνόν.
ἔριν τὴν μάχην.
σκήψασαν εἰς γῆν κατελθοῦσαν αὐτὸν σχήσειν.
σκήψασαν ἐπελθοῦσαν.
σκήψασαν ἐμπεσοῦσαν.
ἐμποδὼν ὡς ὁδῷ ἔπι οἰκία ναίων σημείωσαι ὡς τὸ ἐμποδὼν καὶ ἐπὶ τρισὶ γένεσι συντάσσεται.
ἐμποδὼν ἤγουν καὶ γένηται ἐμπόδιον ἐμὸς ἡ δύναμις τοῦ Διός.
ἐκποδὼν μακράν.
σχέθειν αὐτόν.
σχέθειν κρατῆσαι.
σχέθειν κρατήσειν.
σχέθειν κωλύειν.
σχέθειν κωλύσειν αὐτὸν τῆς πορθήσεως. θ
σχέθειν καθέξειν αὐτόν.
τὰς δʼ ἀστραπὰς καὶ κεραυνίους βολὰς τοῦ Διὸς προσείκασε καὶ ὡμοίωσε μεσημβρινοῖς θάλπεσι, ἤτοι ἔφησε δύνασθαι φέρειν καὶ ὑπομένειν τὰς τοῦ Διὸς ἀστραπὰς καὶ τοὺς κεραυνοὺς ὥσπερ τὰς μεσημβρινὰς τοῦ ἡλίου φοράς, ἤτοι τὰ μεγάλα καὶ καυστικὰ καύματα.
ὡς δυνάμενος φέρειν ἐπίσης τοῖς μεσημβρινοῖς θάλπεσι τὰς τοῦ Διὸς ἀστραπάς.
ἀστραπὰς αἷς ὁ Ζεὺς πρὸς τοὺς ἀσεβεῖς καὶ ὑπέρφρονας χρῆται. θ
βολὰς τὰς τρώσεις.
μεσημβρινοῖσι τοῖς κατὰ μέσην τὴν ἡμέραν γεγενημένοις.
θάλπεσι καύμασι.
προσείκασεν ὡμοίωσεν.
προσείκασεν προσωμοίωσεν. θ
προσείκασεν ἀφωμοίωσεν.
ἔχει δὲ σῆμα· ἡ δὲ ἀσπὶς αὐτοῦ σημεῖον ἔχει ἄνδρα γυμνὸν λαμπάδα βαστάζοντα διὰ χερῶν. ἐν ταῖς χερσὶν αὐτοῦ ἀνθʼ ὅπλου οὖσα ἡ λαμπάς.
ἔχει δὲ σῆμα· ἡ δὲ ἀσπὶς αὐτοῦ σημεῖον ἔχει ἄνδρα γυμνὸν λαμπάδα βαστάζοντα ἐν ταῖς χερσὶν αὐτοῦ ἀνθʼ ὅπλου, φωνοῦντα καὶ διὰ τῶν ἐν αὐτῷ κεχρυσωμένων γραμμάτων· πρήσω τὴν πόλιν.
ἡμέτερον· τὸ τοῦ γυμνοῦ ἀνδρὸς αἴνιγμα ἐδήλου μέν, οἶμαι, καὶ τὴν τοῦ Πολυνείκους γύμνωσιν, ὃν τοῦ τῆς ἀρχῆς ἐπιβάλλοντος μέρους ἀδίκως ἐγύμνωσαν, ἐδήλου δὲ καὶ τὴν μέλλουσαν ἴσως γενέσθαι τῶν πραγμάτων τῆς πόλεως γύμνωσιν. τρόπον γὰρ δή τινα πρὸς τὴν πόλιν διὰ τούτου Πολυνείκης ἐβόα ὡς ὃν ὑμεῖς γυμνὸν τῆς τε πατρίδος καὶ τοῦ τῆς ἀρχῆς ἐπιβάλλοντος μέρους ἀπώσασθε, οὗτος ἐγὼ τὴν πόλιν ὑμῶν ἐμπρήσας τε καὶ πορθήσας γυμνοὺς ὑμᾶς καταστήσω τῶν ὑπαρχόντων.
ἔχει ἡ ἀσπὶς αὐτοῦ.
ἔχει κατέχει.
σῆμα σημεῖον.
πυρφόρον τὸν Προμηθέα.
πυρφόρον κρατοῦντα λαμπάδα.
πυρφόρον φέροντα πῦρ.
πυρφόρον πῦρ φέροντα ἐν λαμπάδι.
φλέγει ἀνάπτει.
φλέγει λάμπει.
φλέγει ἀνάπτεται.
διὰ χερῶν ἐν ταῖς χερσὶν ἀνθʼ ὅπλου οὖσα.
χερῶν τοῦ ἐν τῇ ἀσπίδι ἀνδρός. θ
ὡπλισμένη ἀντὶ ὅπλου οὖσα τῷ γυμνῷ.
ὡπλισμένη κρατουμένη.
ὡπλισμένη ἀνθʼ ὅπλου.
ὡπλισμένη εὐτρεπισμένη.
ὡπλισμένη ὡς ὅπλον κρατουμένη. θ
φωνεῖ λέγει ὁ ἀνὴρ ἐν γράμμασι γραφεῖσιν ἐν τῇ ἀσπίδι.
πρήσω καύσω.
πρήσω ἐμπρήσω.
φωτὶ ἀνδρί.
ἐξ οὗ καὶ παρὰ τοῖς Αἰολεῦσι πεμπάζειν τὸ κατὰ πέντε μετρεῖν.
πεμπάζειν τὸ κατὰ πέντε μετρεῖν· πεμπάζομαι τὸ ἀναλογίζομαι.
πέμπε ἀναλογίζου.
πέμπε ἕτερον.
πέμπε ἀντίμαχον.
ξυστήσεται ἀντιστῇ.
ξυστήσεται ἐναντιωθῇ.
ξυστήσεται ἀντιπαρατάξεται.
ξυστήσεται ἀντιτάξεται.
ξυστήσεται συμπαρατάξεται. θ
ξυστήσεται σταδαίαν μάχην ἀγωνίσεται.
τίς ἄνδρα κομπάζοντα· τινές φασιν τοῦτον τὸν στίχον καὶ τὸν μετὰ αὐτὸν ὑπὸ τοῦ ἀγγέλου λέγεσθαι, εἰς ἀπόδοσιν λέγοντος ὅτι γεννᾶται τῷ κέρδει κέρδος, ἤγουν τῷ μεῖναι τὸ νικῆσαι τὸν ὑπέρκομπον ἄνδρα, ἄλλοι δὲ τοῦ Ἐτεοκλέους φασὶν εἶναι τὸ καὶ τῷδε κέρδει λέγοντος, ὅτι ἐπὶ τῷ κέρδει καὶ ἄλλο κέρδος ἐπιγίνεται ἡμῖν· κέρδος μὲν γὰρ ἓν τὸ ἀντιτάξαι τῷ Τυδεῖ τὸν Μελάνιππον ὡς ἡττήσοντα τοῦτον διά τε τὸ εὐγενὲς αὐτοῦ καὶ αἰσχυντηλόν, τὸ δὲ ἕτερον κέρδος τὸ εὑρεῖν καὶ παραστῆναι ἀντίμαχον γενναῖον τῷ Καπανεῖ.
κομπάζοντα τοιαῦτα καθʼ ἡμῶν φθεγγόμενον καὶ ἀλαζονευόμενον.
τρέσας φοβηθείς.
τρέσας δειλιάσας. θ
τρέσαι φοβηθῇ.
μενεῖ καρτερήσῃ, ὑπομείνῃ.
μενεῖ ὑπομενεῖ.
μενεῖ ἐναντιωθῇ.
μενεῖ στήσεται.
καὶ τῷδε κέρδει κέρδος· πρὸς τῷ μεῖναι τὸ νικῆσαι· τοῦτο γάρ ἐστι κέρδει κέρδος.
καὶ τῷδε κέρδει· εἰπόντος τοῦ ἀγγέλου πρὸς τὸν Ἐτεοκλέα· τίς τῷ τοιούτῳ ἀνδρὶ ξυστήσεται, ἤγουν τίς ἀντιμαχόμενος ἔσται αὐτῷ καὶ ἀντιπαλαμώμενος; τίς ὑπομενεῖ μὴ πτοηθεὶς ἄνδρα ὑπέρκομπον; — λέγει δὲ τὸν Καπανέα—, φησὶν ὁ Ἐτεοκλῆς πρὸς αὐτὸν ὅτι· σὺν τῷδε τῷ κέρδει καὶ ἄλλο κέρδος τίκτεται, τουτέστι καὶ σὺν τῷ ἔχειν ἄνδρα ἱκανὸν αὐτῷ συστῆναι τῇ μάχῃ καὶ ἀντιπαλαμήσασθαι καὶ πόλεμον ἐπίσης τούτῳ προσαγαγεῖν ἔχομέν τι καὶ ἕτερον κέρδος, δηλαδὴ τὸ νικῆσαι.
καὶ τῷδε κέρδει ἄλλο τίκτεται· διότι τὴν προτέραν μωρίαν τοῦ Τυδέως ὡς κέρδος ἐλογίσατο ὁ Ἐτεοκλῆς, διότι νύκτα ἐπεκαλέσατο ἐπὶ τῷ αὐτοῦ σάκει, διότι δὲ μέλλει ἐπιπεσεῖν αὐτῷ ἡ νὺξ τοῦ θανάτου, διὰ τοῦτο εἶπε κέρδος. ὁ νῦν δέ, διότι οὐδὲν φοβεῖται τὰς δυνάμεις τῶν θεῶν, ἀλλὰ ἀτιμάζων αὐτούς, διὰ τοῦτο λέγει καὶ ἕτερον κέρδος· λέγει γὰρ καθʼ ἑαυτὸν ὅτι κέρδος ἐν ἐμοὶ τὸ ἀτιμάζειν αὐτὸν τοὺς θεούς, ἐπεὶ αὐτοὶ ἀφανίσωσιν αὐτόν.
ἤγουν ἐπειδή ἐστιν ὑπέρφρων καὶ ἀτιμάζει τοὺς θεούς, ὁμοίως τῷ πάρος λελεγμένῳ ἐλπίζομεν ὅτι χολωθεὶς ὁ Ζεὺς καὶ πέμψας κατʼ αὐτοῦ κεραυνὸν ληψόμεθα κέρδος.
τῷδε ἤγουν τῷ ἔχειν ἄνδρα ἱκανὸν ἐκείνῳ.
τῷδε τῷ ἀντιστάτην αὐτὸν ἔχειν ἱκανόν. θ
κέρδος τὸ νικῆσαι.
ἄλλο τὸ εἶναι αὐτὸν μεγάλαυχον καὶ θεῶν ὑπέρφρονα. θ
τίκτεται γεννᾶται.
τίκτεται προσγίνεται.
τῶν τοι ματαίων· ἡ γλῶσσά ἐστιν ἀληθὴς διδάσκαλος τῶν ἐν ἀνθρώποις ματαίων φρονημάτων· θεατρίζει γὰρ οἷα ἕκαστος φρονεῖ. εἰ μὲν γὰρ συνετὸς καὶ ταπεινός ἐστι, συνετὰ καὶ ταπεινὰ φθέγγεται, εἰ δὲ μωρὸς καὶ ὑπέρκομπος, μωρὰ πάλιν καὶ ἐπηρμένα βοᾷ.
τὴν ἐνοῦσαν ἀφροσύνην ἡ γλῶττα ἐμφαίνει.
ἄλλως· ἡ γλῶσσα ἀληθὴς γίνεται κατήγορος· καὶ γὰρ οἱ ἄφρονες ἀπὸ τῶν λόγων αὐτῶν δείκνυνται οἷα φρονοῦσιν.
ἡ γλῶσσα γίνεται ἀληθὴς κατήγορος τοῖς ἀνδράσιν χάριν τῶν ματαίων φρονημάτων.
ἐπειδὴ γὰρ διὰ τῆς γλώσσης τὰ κομπάσματα φέρεται, κατήγορον αὐτὴν τούτων γίνεσθαί φησι, τουτέστιν οἱ κομπάζοντες δυστυχίᾳ περιπίπτοντες ὕστερον αὐτοὶ ὑφʼ αὑτῶν ἐξελέγχονται, ἐπὶ κακῷ σφισιν ἀποβάντος τοῦ κόμπου. θ
ἤγουν οἱ διὰ γλώττης ἑκάστου προφερόμενοι λόγοι τὸ φρόνημα ἑκάστου δεικνύουσιν εἴτε σοφόν ἐστι καὶ φρόνιμον εἴτε μωρὸν καὶ ἀλαζονείας μεστόν.
ματαίων ἀνωφελῶν. θ
φρονημάτων κομπασμάτων. θ
ἡ γλῶσσα ἡ οἰκεία.
κατήγορος διδάσκαλος.
Καπανεὺς δʼ ἀπειλεῖ· ὁ Καπανεὺς δὲ ὡπλισμένος ἀπειλεῖ κακὰ ποιεῖν εἰς ἡμᾶς, τοὺς θεοὺς ἀτιμάζων, καὶ τὸ στόμα μὴ κατέχων καὶ παιδεύων, ἄνθρωπος ὢν φθαρτός, πέμπει εἰς οὐρανὸν τῷ Διὶ ἔπη ταραχώδη, ἤτοι ὑβρίζει τὸν Δία, ἐν χαρᾷ ματαίᾳ καὶ ψευδεῖ· οὐ γὰρ οἶδεν ὅπως αὐτῷ τὰ κατὰ τὸν πόλεμον ἀποβήσεται. θαρρῶ δὲ αὐτῷ ἐπελθεῖν τὸν καυστικὸν κεραυνὸν κατʼ οὐδὲν ἴσον τοῖς μεσημβρινοῖς τοῦ ἡλίου θάλπεσιν, ἀλλὰ φλέγοντα καὶ ἀπόλλοντα.
ὁ Καπανεὺς δὲ ἀπειλεῖ καὶ παρεσκευασμένος δρᾶν ταῦτα ἅπερ ἀπειλεῖται, ὑβρίζων καὶ τοὺς θεοὺς ἐν χαρᾷ ματαίᾳ καὶ θνητὸς ὢν βοᾷ καὶ ἄλλο τι ποιεῖ· πέμπει ἔπη ἐς οὐρανὸν κυμαίνοντα τῷ Ζηνί.
ἀπειλεῖ καυχᾶται.
ἀπειλεῖ ἡμῖν κακά.
δρᾶν ποιεῖν.
δρᾶν πράττειν.
δρᾶν εἰς ἡμᾶς κακά.
παρεσκευασμένος ὡπλισμένος.
παρεσκευασμένος ηὐτρεπισμένος.
ἢ στικτέον εἰς τὸ στόμα. τὸ δὲ ἑξῆς οὕτως· θνητὸς καὶ φθαρτὸς ἄνθρωπος ὢν πέμπει εἰς οὐρανὸν—τίνι; τῷ Ζηνὶ καὶ τῷ Διί—καὶ γεγωνᾷ καὶ βοᾷ τούτῳ ἐν χαρᾷ ματαίᾳ καὶ ψευδεῖ ἔπη κυμαίνοντα καὶ ταραχώδη καὶ ἀλαζονικά.
ἀτίζων ἀτιμάζων.
ἀτίζων ὑβρίζων.
κἀπογυμνάζων ἐλευθερῶν.
κἀπογυμνάζων μὴ κατέχων, ἀναφανερῶν τὴν γνώμην αὐτοῦ.
κἀπογυμνάζων ἐλευθεροστομῶν.
κἀπογυμνάζων ἀνοίγων.
κἀπογυμνάζων ἀπολύων.
κἀπογυμνάζων μὴ κατέχων.
κἀπογυμνάζων μὴ δεσμεύων.
κἀπογυμνάζων ἀναιδῶς ἀποκαλύπτων καὶ διανοίγων. θ
ματαίᾳ ψευδεῖ.
ματαίᾳ ἀνωφελεῖ. θ
ματαίᾳ ἀνωφελεῖ, ψευδεῖ· οὐ γὰρ οἶδε ποῖ τὸ τέλος ἀποβήσεται.
θνητὸς φθαρτὸς ἄνθρωπος.
ἐς οὐρανὸν ἤτοι ὑβρίζει τὸν Δία.
ἐς οὐρανὸν ἤγουν εἰς θεούς.
πέμπει λέγει.
πέμπει πέμπεται.
πέμπει βλασφήμους λόγους.
γεγωνᾷ βοᾷ.
γεγωνᾷ δέον εἰπεῖν καὶ γεγωνᾷ ἀσυνδέτως ἐξήνεγκεν. θ
κυμαίνοντʼ ἀλαζονικά.
κυμαίνοντʼ ταραχώδη.
κυμαίνοντʼ ἐπηρμένα.
κυμαίνοντʼ θρασέα, βλάσφημα. θ
ἔπη λόγια.
πέποιθα θαρρῶ.
πέποιθα θαρρῶ γὰρ δικαίως ἥξειν κεραυνὸν πυρφόρον ἐπʼ αὐτῷ.
αὐτῷ τῷ Καπανεῖ.
ξὺν δίκῃ δικαίως.
δίκῃ δικαιοσύνῃ.
πυρφόρον καυστικόν.
πυρφόρον φλογώδη.
ἥξειν ἐλθεῖν.
ἐξεικασμένον ὁμοιούμενον.
ἐξεικασμένον ὡμοιωμένον.
ἐξεικασμένον παρόμοιον.
ἐξεικασμένον ὡμοιωμένον ὡς αὐτός φησιν. θ
μεσημβρινοῖσι τοῖς κατὰ τὸ μέσον τῆς ἡμέρας γεγενημένοις.
θάλπεσιν καύμασιν.
θάλπεσιν καύσεσιν.
τοῖς ἡλίου ἀλλὰ φλέγοντα καὶ ἀφανίζοντα δηλονότι.
ἀνὴρ δʼ ἐπʼ αὐτῷ· ἀντὶ τοῦ ἀντιτέτακται. καὶ εἰ ἄγαν ἐστὶ μανιώδης τὸν λόγον ὁ Καπανεύς, ἀλλʼ ὅμως ἀκίνητος τῷ παραστήματι ἡ δύναμις τοῦ Πολυφόντου ἀνθέστηκεν μηδὲν δεδοικυῖα.
ἀνὴρ δʼ ἐπʼ αὐτῷ· ἐπʼ αὐτῷ δὲ τῷ Καπανεῖ, καὶ ἐὰν φλύαρος καὶ ὑπέρκομπος ἄγαν ἐστί, τέτακται ἀνὴρ αἴθων. τοῦτο δέ, δηλαδὴ τὸ αἴθων, οἱ μὲν διὰ τοῦ ω μεγάλου γράφουσιν καὶ συντάσσουσιν οὕτως· ἀνὴρ ἐπʼ αὐτῷ αἴθων καὶ πρόθυμος καὶ διάπυρος τέτακται ἐν βίᾳ ἤτοι ἐν δυνάμει Πολυφόντου, περιφραστικῶς ὁ Πολυφόντης. οἱ δὲ διὰ τοῦ ο μικροῦ καὶ συντάσσουσιν οὕτως· ἀνὴρ δὲ ἐπʼ αὐτῷ τέτακται αἶθον λῆμα, ἤτοι φρόνημα δραστήριον καὶ διάπυρον καὶ τὰ πολεμικὰ ἐμπειρότατον, Πολυφόντου βία ἤτοι περιφραστικῶς ὁ Πολυφόντης ὡς τὸ βίη Ἡρακλείη ἀντὶ τοῦ ὁ Ἡρακλῆς.
αὐτῷ τῷ Καπανεῖ.
στόμαργος ταχὺς εἰς τὸ λαλεῖν.
στόμαργος φλύαρος, ταχὺς εἰς τὸ λαλῆσαι.
στόμαργος· ὁ μὴ ἔχων τὸ στόμα ἀργόν.
στόμαργος κατὰ ἀντίφρασιν ὁ μὴ ἔχων ποτὲ τὸ στόμα ἀργὸν καὶ ἡσυχάζον.
στόμαργος φλύαρος.
στόμαργος πολυλόγος.
στόμαργος ὁ Καπανεύς.
αἴθων διάπυρος.
αἴθων ὀξύς.
αἴθων φρόνιμος.
λῆμα τὸ φυσικὸν δῶρον καί ἐστιν ἡ λέξις μέση. βούλονται δὲ οἱ ἀρχαῖοι διʼ ἑνὸς μ γράφειν αὐτὸ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου λήμματος ὃ καὶ ἐπὶ τοῦ ἁπλῶς δώρου λαμβάνεται.
λῆμα Πολυφόντου περιφραστικῶς ὁ Πολυφόντης ὡς τὸ βίη Ἡρακλείη ἀντὶ τοῦ ὁ Ἡρακλῆς.
λῆμα φρόνημα.
λῆμα γνῶσιν.
Πολυφόντου βία ὁ Πολυφόντης.
βίᾳ δυνάμει.
φερέγγυον φρούρημα· ἱκανὸν φρουρεῖν τὴν πατρίδα.
φερέγγυον ἀξιόμαχον πρὸς φυλακήν.
φερέγγυον ἱκανὸν ἐκφυλάξαι τὴν πατρίδα.
φερέγγυον ἱκανόν.
φερέγγυον βέβαιον.
φερέγγυον ἀξιόχρεων.
φερέγγυον ἀσφαλές, πιστότατον. θ
φερέγγυον πιστὸς φύλαξ.
φρούρημα ἀσφάλεια.
φρούρημα φύλαγμα.
φρούρημα τῶν κατʼ αὐτῶν πυλῶν. θ
προστατηρίας βοηθούς.
προστατηρίας τῆς προστατούσης ἡμᾶς βοηθείας.
προστατηρίας τῆς βοηθοῦ ἢ τῆς πρὸ τῶν πυλῶν ἱσταμένης.
προστατηρίας ὑπερμάχου ἧς ἱερεὺς ἦν, ἢ ὅτι ἐν ταῖς πύλαις ὧν ὑπερμαχεῖν ἔμελλον ἡ Ἄρτεμις ἦν καὶ τούτων προστάτης ἐγγέγραπτο. θ
Ἀρτέμιδος εὐνοίαισι· τοῦτο λέγει ὡς τοῦ Πολυφόντου ἱερέως ὄντος τῆς Ἀρτέμιδος· ἀφιέρωται δὲ τῇ Ἀρτέμιδι ἡ τῶν Θηβαίων πόλις. διὰ τοῦτο οὖν οὕτως λέγει· εὐνοίαισι Ἀρτέμιδος καὶ τῶν ἄλλων πολιούχων θεῶν.
εὐνοίαισι φιλίαις.
εὐνοίαισι βοηθείαις.
εὐνοίαισι ἐν ταῖς ἀγάπαις. θ
εἰληχότα κλῆρον λαβόντα.
εἰληχότα λαχόντα.
εἰληχότα κληρωσάμενον.
εἰληχότα κληρωθέντα.
στίχοι λʹ.
ὄλοιθʼ ὃς πόλει· ὁ χορὸς εὐχόμενός φησι· εἴθε ὄλοιτο καὶ φθαρείη ὃς μεγάλως ἐγκαυχᾶται κατὰ τῆς πόλεως ἡμῶν, βέλος δὲ τοῦ κεραυνοῦ ἐπισχέθοι καὶ κρατήσοι αὐτὸν πρὶν ἐς τὸν ἐμὸν οἶκον θορεῖν καὶ πηδᾶν καὶ ὁρμᾶν ἐκ τῶν πωλικῶν τε καὶ παρθενικῶν ἑδωλίων καὶ καθεδρῶν—πώλοις γὰρ αἱ παρθένοι εἰκάζονται—ἐκπορθῆσαι ἐμέ.
ἀντισπαστικὰ κῶλα εʹ ἰσόμετρα τοῖς πρὸ αὐτῶν· ἔοικε δὲ εἶναι ταῦτα ἀντιστροφὴ τῆς προτέρας στροφῆς.
ἀντιστροφὴ κώλων εʹ.
ἡμέτερον ὄλοιθʼ ὃς πόλει· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ· τὸν ἁμόν νυν ἀντίπαλον. καὶ αὕτη γὰρ κώλων ἐστὶν ἰσομέτρων εʹ, πλὴν τὸ δεύτερον μὲν κῶλον ἔχει τὸν δεύτερον πόδα ἀντὶ ἐπιτρίτου παίωνα τέταρτον, τὸν δὲ τρίτον ἀντὶ δακτύλου κρητικόν, τὸ δὲ δʹ τὸν δεύτερον πόδα ἀντὶ διιάμβου ἐπίτριτον πρῶτον. ἐπὶ τῷ τέλει μόνη παράγραφος.
ὄλοιθʼ φθαρείη.
πόλει τῇ ἡμετέρᾳ.
μεγάλʼ κακὰ δηλονότι.
εὐχὴ ἡ καύχησις καὶ ἡ ὑπόσχεσις καὶ ἡ προσευχή.
ἐπεύχεται καυχᾶται.
ἐπεύχεται καυχᾶται ἢ ἀρᾶται.
καὶ … κρατήσαι αὐτὸν τὸ τοῦ κεραυνοῦ βέλος πρὶν εἰς τὸν ἐμὸν οἶκον θορεῖν καὶ πηδᾶν καὶ ὁρμᾶν καὶ ἐκπορθῆσαι ἐμὲ ἐκ τῶν πωλικῶν ἤτοι παρθενικῶν καθεδρῶν.
τὸ ἐκ τοῦ κεραυνοῦ βέλος.
ἤγουν κεραυνός.
ἐπισχέθοι καταλάβοι.
ἐπισχέθοι κρατήσοι.
ἐπισχέθοι ἐπικρατήσοι.
ἐπισχέθοι τῆς ὁρμῆς ἀναστείλοι.
ἐπισχέθοι κωλύσοι τῆς ὁρμῆς. θ
ἐπισχέθοι κατάσχοι.
ἐσθορεῖν πηδῆσαι.
ἐσθορεῖν ὁρμᾶν.
ἐσθορεῖν πηδᾶν.
ἐσθορεῖν ἐσπηδῆσαι.
δόμον οἶκον.
πωλικὰ ἑδώλια ἢ τὰ ἅρματα ἢ μᾶλλον τοὺς παρθενῶνας ἔνθα αἱ πῶλοι ἤγουν αἱ ἄζυγες παρθένοι κάθηνται θαλαμευόμεναι.
τοῖς ἅρμασι τοῖς ἡμιόνους ἔχουσιν ἢ τοῖς παρθενῶσιν ἔνθα αἱ πῶλοι ὅλαι αἱ μὴ ὑπὸ ζυγὸν οὖσαι παρθένοι κάθηνται θαλαμευόμεναι.
τῶν παρθενικῶν καθεδρίων· ἑδώλιον δὲ κυρίως ὁ ζυγὸς τῆς νηός.
πωλικῶν θʼ ἑδωλίων ἀπὸ τῶν παρθενικῶν θαλάμων.
πωλικῶν παρθενικῶν.
πώλοις γὰρ αἱ παρθέναι εἰκάζονται.
ἑδωλίων καθεδρῶν.
ἑδωλίων ἀπὸ τῶν παρθενώνων.
ὑπερκόμπῳ ὑπερηφάνῳ.
ὑπερκόμπῳ ἐπηρμένῳ.
ὑπερκόμπῳ ἀλαζονικῷ.
ὑπερκόμπῳ θρασεῖ καὶ ὑπερηφάνῳ.
ἐκλαπάξαι ἐκπορθῆσαι.
ἐκλαπάξαι πορθῆσαι.
ἐκλαπάξαι ἡμᾶς. θ
ἐκλαπάξαι ἐκπορθῆσαι ἡμᾶς ἤγουν ἐξαναστῆσαι.
ἐκλαπάξαι ἐκβαλεῖν.
διπλῆς ἑτέρα περίοδος. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι κδʹ.
ἡμέτερον· καὶ μὴν τὸν ἐντεῦθεν· αἱ μονοστροφικαὶ αὗται καὶ συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κδʹ, ὧν τελευταῖος· κόμπαζʼ ἐπʼ ἄλλον μηδέ μοι φθόνει λέγων. ἐπὶ τῷ τέλει ἑκάστης περιόδου παράγραφος.
καὶ μὴν τὸν ἐντεῦθεν· εἰπόντος τοῦ Ἐτεοκλέους λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα φησὶν ὁ ἄγγελος· καὶ δὴ λέξω τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις· τῷ γὰρ Ἐτεόκλῳ τρίτῳ τρίτος ἐξῆλθε κλῆρος προσβαλεῖν λόχον καὶ ἐνέδραν καὶ φυλακὴν ἐν ταῖς πύλαις ταῖς καλουμέναις Νηίτισιν. ἐξῆλθε δὲ ὁ κλῆρος ἐκ τοῦ καλῶς κεχαλκευμένου κράνους, ἤγουν περικεφαλαίας, τοῦ ὑπτίου, ἤγουν τοῦ ἀνατετραμμένου.
καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα· τὸν ἀπὸ τούτου κληρωθέντα· τρίτῳ γὰρ τῷ Ἐτεόκλῳ ἐξῆλθεν ὁ κλῆρος ἀπὸ τοῦ κράνους ἐν ᾧ περιστρέψαντες ἐκλήρουν.
τὸν ἐντεῦθεν μετὰ ταῦτα.
τὸν ἐντεῦθεν ἤτοι τὸν μετʼ ἐκεῖνον ὃν ἔφην. θ
τὸν ἐντεῦθεν ἀπʼ ἐκείνου.
λαχόντα κληρωθέντα.
λαχόντα κλήρῳ ταχθέντα.
πύλαις ἑτέραις.
περὶ τοῦ Ἐτεόκλου.
ἔθος τοῖς μέλλουσι κλῆρον ποιεῖν κράνος λαμβάνειν καὶ ἐντὸς καθιέναι σημεῖα αὐτῶν οἷον δακτυλίους καὶ ἄλλο τι τοιοῦτον δυνάμενον ἐκπηδῆσαι κούφως τοῦ κράνους, εἶτα τούτου κυκωμένου, ὅτου πρῶτον τὸ σημεῖον ἐξήρχετο, ἐτέτακτο οὗτος εἰς τοὖργον διʼ ὃ ταῦτα ἐγένετο. θ
λέξω εἴπω.
Ἐτεόκλῳ ὁ γὰρ Ἐτέοκλος Ἀργεῖος ἦν.
πάλος κλῆρος.
ὑπτίου ἀνατετραμμένου.
ὑπτίου ἀνατεταμένου.
ὑπτίου ἐξαπλωμένου.
ὑπτίου ἄνω τὸ στόμα ἔχοντος.
ʼπήδησεν ἐξῆλθεν.
εὐχάλκου τοῦ καλῶς κεχαλκευμένου.
εὐχάλκου ἄριστον χαλκὸν ἔχοντος.
εὐχάλκου ἤτοι εὐκατασκευάστου.
κράνους περικεφαλαίας.
κράνους κασσιδίου.
Νηίτισι οὕτω καλουμέναις.
Νηίτισι ἀπὸ Νηίτου τινός.
Νηίτισι Νηὶς Ὠκεανοῦ θυγάτηρ.
Νηίτισι ταῖς ἀπὸ Νηίδος. θ
Νηίτισι ἀπὸ Νηίδος θυγατρὸς τοῦ Ὠκεανοῦ.
Νηίτισι ταῖς οὕτω λεγομένοις ἀπὸ Νηίδος τινός.
προσβαλεῖν προσάξειν. θ
προσβαλεῖν προσαγαγεῖν.
λόχον ἐνέδραν.
λόχον φυλακήν.
λόχον πόλεμον, φυλακήν.
λόχον τάξιν.
λόχον τὸ τάγμα. Ξ
ἐν ἀμπυκτῆρσιν· οἱ κορυφιστῆρες, τὰ προμετωπίδια κυρίως. νῦν δὲ λέγει τοῖς χαλινοῖς ἵνʼ ᾖ τοὺς ἵππους θυμοῦ πλήρεις περὶ τοὺς χαλινοὺς ἀνακάμπτειν καὶ περιάγειν, ἤδη βουλομένους εἶναι πρὸς ταῖς πύλαις.
οἱ κορυφιστῆρες, τὰ προμετωπίδια κυρίως· νῦν δὲ λέγει τοὺς χαλινοὺς ἵνʼ ᾖ τὰς ἵππους θυμοῦ πλήρεις οὔσας περὶ τοὺς χαλινοὺς ἀνακάμπτειν καὶ περιάγειν, ἤδη βουλομένας πρὸς ταῖς πύλαις εἶναι.
ἵππους δʼ ἐν ἀμπυκτῆρσιν· ἀμπυκτῆρες κυρίως οἱ κορφιστῆρες, τὰ προμετώπια λέγονται. νῦν δὲ λέγει τοῖς χαλινοῖς, ἵνʼ ᾖ οὕτως· τοὺς ἵππους θυμοῦ πλήρεις ὄντας τοῖς χαλινοῖς ἀνακόπτει καὶ παράγει ἤδη βουλομένους εἶναι πρὸς ταῖς πύλαις.
ἵππους θηλυκὸν ἡ ἵππος.
ἀμπυκτῆρσιν χαλινοῖς.
ἀμπυκτῆρσιν κυρίως δὲ οἱ περὶ τὴν κεφαλὴν ἱμάντες τοῦ χαλινοῦ ἄμπυκες καλοῦνται. θ
ἀμπυκτῆρες κυρίως οἱ περὶ τὴν κεφαλὴν ἱμάντες τοῦ χαλινοῦ· ἄμπυξ γὰρ ἡ περικεφαλαία. ἐνταῦθα δὲ καταχρηστικῶς ἀμπυκτῆρας λέγει τοὺς κυκλοτερεῖς χαλινούς.
ἐμβριμωμένας ὁρμωμένας.
ἐμβριμωμένας ὁρμώσας.
ἐμβριμωμένας φρυαττομένας.
ἐμβριμωμένας χρεμετιζούσας.
ἐμβριμωμένας θυμὸν πνεούσας καὶ φρυαττούσας. θ
ἐμβριμωμένας ἀπαυθαδιαζομένας καὶ φρυαττομένας καὶ χρεμετιζούσας. Ξ
δινεῖ συστρέφει.
δινεῖ ἀνακόπτει.
δινεῖ ἀνασειράζει.
δινεῖ κινεῖ.
δινεῖ συστρέφει ἄνω καὶ κάτω δῆλον.
θελούσας τὰς ἵππους.
πρὸς ὑπέρβατον. Ξ
πεπτωκέναι ἐπελθεῖν.
πεπτωκέναι προσπεσεῖν.
πεπτωκέναι πεσεῖν.
πεπτωκέναι προσπελάζειν.
πεπτωκέναι ἐμπεσεῖν.
πεπτωκέναι ἐλθεῖν, ἐμπεσεῖν.
οἱ χαλινοὶ ἀποτελοῦσιν ἦχον ἄσημον καὶ ἄγριον.
ἀποτελοῦσιν φωνὴν καὶ ἦχον ἄσημον.
αἱ πρὸς τοῖς ῥώθωσι τοῦ ἵππου σιδηραῖ τῶν χαλινῶν περιφέρειαι ὥσπερ κώδωνας εἶχον κενοὺς εἰς οὓς ἐκ τῶν μυκτήρων εἰσιὸν πνεῦμα ἦχον ἀπετέλει· ἐποίουν δὲ τοῦτο οἱ βάρβαροι· ἐμιμοῦντο δὲ καί τινες τῶν Ἑλλήνων ὥσπερ καὶ Ἐτέοκλος οὗτος. θ
φιμοὶ χαλινοί.
φιμοὶ αἱ πρὸς τοῖς ῥώθωσι τῶν ἵππων σιδηραῖ τῶν χαλινῶν περιφέρειαι.
συρίζουσι ἠχοῦσι.
βάρβαρον τρόπον· ἀπηνῆ ἦχον, ἢ ἐπεὶ ἡ σύριγξ βοᾷ.
βάρβαρον τρόπον ἀπηνῆ ἦχον.
βάρβαρον τρόπον κατὰ ἦχον ἄσημον.
βάρβαρον τρόπον βαρβαρικὸν ἤγουν ὡς ἔχουσιν ἔθος ποιεῖν οἱ βάρβαροι.
βάρβαρον ἄγριον.
μυκτηροκόμποις πνεύμασι ταῖς ἀπὸ τῶν μυκτήρων τῶν ἵππων ἐξερχομέναις πνοαῖς.
μυκτηροκόμποις πνεύμασι τοῖς ἀπὸ τῶν μυκτήρων τῶν ἵππων ἐξερχομένοις ἄσθμασι.
μυκτηροκόμποις πνεύμασι ἡ δοτικὴ ἀντὶ γενικῆς.
μυκτηροκόμποις πνεύμασι τοῖς ἐκ τῶν μυκτήρων σφοδρῶς ἐκπνεομένοις.
μυκτηροκόμποις πνεύμασι ταῖς ἐκ τῶν μυκτήρων σφοδρῶς ἐκπνεομέναις πνοαῖς.
πνεύμασι πνοαῖς.
ἐσχημάτισται δʼ ἀσπίς· ἡ ἀσπὶς δὲ τοῦ Ἐτεόκλου ἐζωγράφηται οὐ μικρὸν τρόπον, ἤτοι οὐ λιτῶς καὶ εὐτελῶς. ἔχει δὲ ἐσχηματισμένον ἄνδρα ὁπλίτην πρὸς ἀναβάσεις κλίμακος βαδίζοντα καὶ ἀνερχόμενον πρὸς τὸν πύργον τῶν ἐχθρῶν, θέλοντα ἐκπορθῆσαι, τὴν πόλιν δηλονότι τῶν ἐχθρῶν. βοᾷ δὲ οὗτος ὁ ἐν τῇ ἀσπίδι ὁπλίτης ἐν συλλαβαῖς γραμμάτων ὡς οὐδʼ ἂν ὁ Ἄρης σφε καὶ αὐτὸν ἐκβάλοι τῶν πύργων. καὶ τούτῳ τῷ ἀνδρί, ἤγουν τῷ Ἐτεόκλῳ, πέμπε τὸν ἱκανὸν ἀπείργειν ἀπὸ τῆς πόλεως τῆς ἡμετέρας τὸν δούλειον ζυγόν, τουτέστι τὸν δυνάμενον μὴ ἐᾶσαι ἡμᾶς γενέσθαι δούλους τοῖς ἐχθροῖς.
ἐσχημάτισται ἐζωγράφηται.
ἐσχημάτισται ηὐτρέπισται, ἐζωγράφηται.
ἐσχημάτισται σῆμα ἔχει.
ἐσχημάτισται τετύπωται. θ
ἀσπὶς ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ σπίζω τὸ ἐκτείνω, ἡ μὴ ἐκτεταμένη ἀλλὰ δηλονότι στρογγύλη· ἐκ τούτου τοῦ σπίζω γίνεται καὶ σπίνος ὁ ἐκτεταμένην φωνὴν ἔχων.
οὐ μικρὸν τρόπον κατὰ πενιχρόν.
οὐ μικρὸν τρόπον οὐ λιτῶς καὶ εὐτελῶς.
οὐ μικρὸν τρόπον ἤγουν οὐ πενιχρῶς.
μικρὸν πενιχρῶς, εὐτελῶς.
μικρὸν ταπεινὸν καὶ φαῦλον.
ἢ καὶ οὕτως ἡ σύνταξις· ἀνὴρ γὰρ ὁπλίτης καὶ ὁπλοφόρος ἐρχόμενος δηλονότι πρὸς τῶν ἐχθρῶν καὶ παρὰ τῶν ἐχθρῶν—τοῦτο δὲ ἐλλειπτικῶς ἐστιν—τί ποιεῖ; στείχει καὶ ἀνέρχεται πρὸς τὰς ἀναβάσεις καὶ τὰς βαθμίδας τῆς κλίμακος, θέλων ἐκπέρσαι καὶ πορθῆσαι τὸν πύργον καὶ τὴν πόλιν ἢ ἐκπρῆσαι καὶ καῦσαι.
ἡμέτερον· καὶ τοῦδε τοῦ ἀνδρὸς τοιαῦτʼ ἐδήλου τὸ αἴνιγμα· ἔφασκε γὰρ τρόπον δή τινα διὰ τοῦδε Ἐτέοκλος ὅτι, ὃν τρόπον τοῦτον τὸν ἄνδρα ἀναβαίνοντα τὴν κλίμακα καθορᾶτε, ὥστε τὴν ἐπʼ ἀσπίδι πορθῆσαι πόλιν, οὕτω κἀγὼ τὴν ὑμῶν ἐκπορθήσω πόλιν διά τινος κλίμακος τῆσδε τῆς πόλεως κατακρατήσας.
ἀνὴρ τοιοῦτο γὰρ ἦν ἱστορημένος.
δʼ τὸ δὲ ἀντὶ τοῦ γάρ.
ὁπλίτης ἱστάμενος.
ὁπλίτης ὁπλοφόρος.
ὁπλίτης ἤγουν ὡπλισμένος.
προσαμβάσεις ἀναβάσεις.
προσαμβάσεις βαθμίδας.
προσαμβάσεις εἰς τὰς ἀναβάθρας.
ἰστέον ὅτι τὸ προσαμβάσεις ἓν μέρος λόγου ἐστίν, οὐχ ὡς οἴονταί τινες δύο, τὸ πρὸς ἀντὶ τῆς εἰς λέγοντες.
προσαμβάσεις γρ. ἐμβάσεις καὶ τὰς ἀναβάσεις. Ξ
στείχει πρὸς ἐχθρῶν πύργον· οὐκ εἶπεν πρὸς ποῖον πύργον· μεγάλως οὖν φησι πρὸς πάντα πύργον.
στείχει ἀνέρχεται.
στείχει πορεύεται.
πρὸς ἐχθρῶν ἤγουν πολεμίων.
πύργον τὴν πόλιν.
πύργον ἤγουν τὴν πόλιν τῶν Θηβαίων. Ξ
ἐκπέρσαι ἐκπορθῆσαι.
ἐκπέρσαι πορθῆσαι.
βοᾷ λέγει.
οὗτος ὁ γεγραμμένος ἐν τῇ ἀσπίδι ὁπλίτης.
οὗτος ὥσπερ ὁ τοῦ Καπανέως. θ
οὗτος ὁ ἐρχόμενος δῆλον ἐν γράμμασιν.
ἐν ξυλλαβαῖς ἤγουν ἐν γράμμασιν.
Ἄρης ἤγουν αὐτὸς ὁ θεός.
ἐκβάλῃ ἀποδιώξοι.
ἐκβάλῃ καταβάλῃ ἄν.
πυργωμάτων ἀπὸ τῶν πύργων.
πυργωμάτων ἀπὸ τοῦ πύργου.
πυργωμάτων πυλῶν.
τῷδε τῷ Ἐτεόκλῳ.
φωτὶ τῷ ἀνδρὶ ἤγουν τῷ Ἐτεόκλῳ.
φωτὶ ἀνδρί.
πέμπε ἀναλογίζου.
τὸν φερέγγυον ἱκανόν.
τὸν φερέγγυον τὸν ἀξιόχρεων.
τὸν φερέγγυον τὸν ἀντάξιον.
φερέγγυον ἱκανώτατον. θ
φερέγγυον τὸν ἀσφαλῆ καὶ πιστὸν πρόμαχον δῆλον.
ἀπείργειν κωλύειν.
ἀπείργειν ἀποδιώκειν.
τῆσδε τῆς ἡμετέρας.
δούλειον δουλικόν.
πέμποιμʼ πέμπω. …
ἢ στικτέον εἰς τὸ τοῦδε· τὸ δὲ ἑξῆς οὕτως· σὺν τύχῃ δέ τῳ καί τινι πέμποιμι τοῦτον.
τόνδε τὸν Μεγαρέα.
τόνδε δεικτικῶς.
γράφεται ξυντύχοι καὶ ἄνποτε νὰ συμβάλῃ τῷ καὶ ἐκείνῳ τῷ Ἐτεόκλῳ.
σὺν τύχῃ σὺν εὐτυχίᾳ.
σὺν τύχῃ εὐτυχίᾳ τινὶ πεμφθείη. θ
συντύχοι συναντήσειε.
τῳ τινί, Ἀττικόν.
τῳ τούτῳ ὃν λέγεις.
πέπεμπτʼ ἐπέμφθη.
οὐ κόμπον τὴν ἀλαζονείαν.
οὐ κόμπον οὐ κόμπον καὶ ἔπαρσιν ἔχων, ἀλλʼ ἐν τῷ θεῷ θαρρῶν.
οὐ κόμπον οὐκ ἀσπίδα κομπασμάτων πλήρη. θ
κόμπον ἔπαρσιν.
κόμπον ἤτοι σημεῖον ὑπερήφανον, δῆλον ἀσπίδα κομπασμάτων πλήρη. Ξ
ἔχων φέρων.
σπέρμα υἱός.
σπέρμα γέννημα.
σπέρμα γενεά.
σπαρτῶν τῶν γιγάντων.
ὃς οὔτι μάργων· ὃς οὔτι καὶ οὐδαμῶς φοβηθεὶς βρόμον καὶ ἦχον φρυαγμάτων ἱππικῶν μάργων, οἱονεὶ μαινομένων καὶ ἐνθουσιώντων, ἐκ τῶν πυλῶν χωρισθείη.
ὃς ὁ Μεγαρεύς.
μάργων μανικῶν.
μάργων τῶν μαινομένων.
βρόμον ἦχον.
βρόμον ἦχον· κυρίως ὁ τοῦ πυρὸς ἦχος.
χωρήσεται πόρρω γενήσεται.
χωρήσεται χωρισθῇ, φύγῃ.
χωρήσεται ὑποχωρήσει.
χωρήσεται ἐκστῇ.
χωρήσεται ἀποστῇ ἐάσας αὐτάς.
χωρήσεται ἀπαγήσεται. Ξ
ἀλλʼ ἢ θανὼν τροφεῖα· ἀλλʼ ἢ θανὼν πληρώσει καὶ ἀποδώσει τὰ τροφεῖα τῇ χθονί, ἤγουν ἀποδώσει τὰς τῆς ἀνατροφῆς χάριτας τῇ πατρίδι ἀποθανὼν ὑπὲρ αὐτῆς, ἢ καὶ τοὺς δύο ἄνδρας, τὸ Ἐτέοκλον δηλονότι καὶ τὸν ἐζωγραφημένον τῇ ἀσπίδι αὐτοῦ, ἑλὼν καὶ τὸ πόλισμα, τουτέστι τὸν πύργον τὸν ἐν τῇ ἀσπίδι εἰς ὃν ὁ ὁπλίτης ἀνήρχετο, κοσμήσει τὸ τοῦ πατρὸς δῶμα ἐν τοῖς λαφύροις· κωμῳδεῖ τοῦτον ὁ ποιητὴς ἐμπαίζων.
τροφεῖα τὰς ἀμοιβὰς τῆς ἀνατροφῆς ἀποδώσει τῇ μητρὶ γῇ.
τροφεῖα τὰ θρεπτήρια.
τροφεῖα τὰ ὀφειλόμενα τοῖς τροφεῦσι γέρα. θ
πληρώσει ἀποδώσει.
πληρώσει ἀνταποδώσει.
πληρώσει τελέσει. θ
πληρώσει δώσει.
χθονὶ τῇ γῇ.
χθονὶ τῇ πατρίδι. Ξ
καὶ πόλισμʼ ἐπʼ ἀσπίδος· τὸν φέροντα τὴν ἀσπίδα καὶ τὸν ἐγγεγραμμένον τῇ ἀσπίδι καὶ τὸ ἐπʼ ἀσπίδος πόλισμα γραφέν.
ἢ καὶ δύʼ ἄνδρε· τὸν φέροντα τὴν ἀσπίδα καὶ τὸν ἐγγεγραμμένον τῇ ἀσπίδι καὶ τὸ ἐπʼ ἀσπίδος γεγραμμένον πόλισμα.
δύʼ ἄνδρε τὸν Ἐτέοκλον καὶ τὸν ἐν τῇ ἀσπίδι αὐτοῦ ἐζωγραφημένον καὶ τὴν πόλιν τὴν οὖσαν ἐν ἐκείνῃ.
δύʼ ἄνδρε ἤτοι τὸν κρατοῦντα τὸ σάκος καὶ τὸν ἐζωγραφημένον ἤτοι ἐκεῖνον τὸν ἐζωγραφημένον ἐν τῇ ἀσπίδι.
δύʼ ἄνδρε τὸν ἐν ἀσπίδι καὶ τὸν φέροντα ταύτην. θ
πόλισμα τὴν πόλιν.
ἐπʼ ἀσπίδος γεγραμμένην.
ἑλὼν λαβών.
ἑλὼν κρατήσας.
ἑλὼν πορθήσας.
λαφύροις κούρσοις.
λαφύροις σκύλοις.
λαφύροις τοῖς ἐκ τοῦ πολέμου κέρδεσιν.
δῶμα τὸ οἴκημα.
κοσμήσει λαμπρύνει. Ξ
κόμπαζʼ ἐπʼ ἄλλῳ· λέγε ἄλλον κομπώδη καὶ μηδὲ ἀποκρύψῃ με τῶν ἀλαζονειῶν.
λέγε μοι ἄλλον κομπάζοντα ἄνθρωπον καὶ μηδέν τι ἀποκρύψῃς.
κόμπαζʼ ἐπʼ ἄλλον κομπηρῶς χώρει. θ
κόμπαζʼ ἐπʼ ἄλλον μετὰ κόμπου χώρει, ἤγουν λέγε ἄλλον.
κόμπαζʼ λέγε.
φθόνει φείδου.
φθόνει μέμφου.
φθόνει νάρκει.
λέγων γρ. λύων δηλονότι τὴν γλῶτταν.
στίχοι κδʹ.
ἐπεύχομαι δή· ἐπεύχομαι δὴ κατὰ ταῦτα εὐτυχεῖν σε, ὦ πρόμαχε τῶν ἐμῶν δόμων, ὦ προπολεμῶν τῆς οἰκίας ἡμῶν, τοῖσι δέ, ἤτοι τοῖς πολεμίοις, ἐπεύχομαι δυστυχεῖν· ὥσπερ δὴ ὑπέραυχα καὶ ὑπέρογκα καὶ κενόδοξα λέγουσιν ἐπὶ τῇ ἡμετέρᾳ πόλει, τώς νιν καὶ οὕτως αὐτοὺς ἐπίδοι ὁ Ζεὺς ὁ πάντα διανέμων κοταίνων καὶ ὀργιζόμενος κατʼ αὐτῶν.
ἀντισπαστικὰ κῶλα εʹ. τὰ δʹ τρίμετρα βραχυκατάληκτα ὅμοια τοῖς προτέροις, τὸ δὲ εʹ ἡμιόλιον. ἔοικε δὲ ἑτέρᾳ στροφῇ.
στροφὴ ἑτέρα κώλων εʹ.
ἡμέτερα· ἐπεύχομαι δή· ἡ βʹ αὕτη στροφὴ κώλων ἐστὶ εʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ διιάμβου, παίωνος πρώτου καὶ κρητικοῦ. τὸ βʹ ὅμοιον τρίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου, ἀντισπάστου καὶ διιάμβου. τὸ γʹ ὅμοιον ἐκ χοριάμβου, ἀντισπάστου καὶ διιάμβου. τὸ δʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἢ προσοδιακὸν ἐκ χοριάμβου καὶ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάσσονος, ἢ ἰωνικοῦ διὰ τὴν ἀδιάφορον. τὸ εʹ ὅμοιον τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, παίωνος τρίτου καὶ σπονδείου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ ὡς εἴρηται.
ἢ στικτέον εἰς τὸ εὐτυχεῖν ἵνʼ ᾖ ἡ σύνταξις οὕτως· ἐπεύχομαι δὴ τάδε μέν, ἤγουν τὰ παρʼ ἡμῖν γινόμενα, εὐτυχεῖν καὶ εὐτυχῶς ἔχειν, τοῖσι δὲ καὶ τούτοις, ἤγουν τοῖς πολεμίοις, ἐπεύχομαι δυστυχεῖν. τὸ δὲ ἰὼ πρόμαχʼ ἐμῶν δόμων διὰ μέσου· ἔστι δὲ πρὸς τὸν Ἐτεοκλῆν. ἢ γράφεται τῷδε μέν, ἵνʼ ᾖ οὕτως· ἐπεύχομαι τῷδε μὲν καὶ τούτῳ τῷ Ἐτεοκλεῖ ὥστε εὐτυχεῖν, τοῖσι δὲ καὶ τούτοις, ἤγουν τοῖς πολεμίοις, ἐπεύχομαι ὥστε δυστυχεῖν· τὸ δὲ ἰὼ πρόμαχʼ ἐμῶν δόμων διὰ μέσου.
οὕτω χρὴ γράφειν ταῦτα τὰ κῶλα τάδε μὲν εὐτυχεῖν καὶ πρόμαχʼ ἐμῶν δόμων, ἵνʼ οἰκείως ἔχῃ πρὸς τὰ τῆς ἀντιστροφῆς. τὸ γὰρ ἰὼ περισσὸν ὂν ἐξεβλήθη παρʼ ἐμοῦ· νοεῖται γὰρ ἔξωθεν τὸ ὦ. ἔστι δὲ τὸ μὲν τάδε πρὸς τὸ ἀπαρέμφατον, τὸ εὐτυχεῖν, τὸ δὲ τοῖσι πρὸς τὸ ἐπεύχομαι.
ἐπεύχομαι ἐπὶ τούτοις εὔχομαι οἷς εἶπε.
τάδε τὰ παρʼ ἡμῖν γινόμενα.
τάδε ἃ εἶπεν.
τῷδε τῷ ἡμετέρῳ. θΞ
τάδε ἤγουν τὰ ἡμέτερα.
εὐτυχεῖν ἡμᾶς.
εὐτυχεῖν νικῆσαι. Ξ
ἰὼ ἐπίκλησις τὸ ἰώ, καὶ οὐκ ἐκπληκτικόν, ἀλλʼ ἀντὶ τοῦ ὦ πρόμαχε.
τὸ ἰὼ ἐκπληκτικὸν ἅμα καὶ κλητικόν.
πρόμαχε Ἐτεόκλεες.
πρόμαχε βοηθέ.
πρόμαχʼ ὑπέρμαχε, βοηθέ. Ξ
δόμων οἴκων.
τοῖσι τοῖς ἐχθροῖς.
τοῖσι τοῖς πολεμίοις.
ὑπέραυχα ἀλαζονικά.
ὑπέραυχα ὑπέρογκα.
ὑπέραυχα ὑπέρκομπα. θ
ὑπέραυχα ἐπηρμένα καὶ ἀλαζονικά. Ξ
βάζουσʼ λέγουσι.
βάζουσʼ βοῶσι.
βάζουσʼ βοῶσιν, ἀπειλοῦσιν. θ
πόλει τῇ ἡμετέρᾳ.
μαινομένῃ μανικῇ.
μαινομένῃ ἀτάκτῳ, ἐξεστηκυίᾳ, παραφόρῳ. Ξ
νιν αὐτούς.
νιν εἰπὼν πρόσθεν πληθυντικῶς βάζουσιν, εἶτα ἐπήγαγεν ἑνικὸν τὸ νιν· εἰσὶ δὲ οἵ φασι καὶ τὸ νιν ἀντὶ τοῦ αὐτούς. θ
νιν αὐτόν.
νεμέτωρ ὁ πᾶν διανέμων.
νεμέτωρ ὁ πάντα διανέμων καὶ διοικῶν ἢ ὃς νεμεσᾷ καὶ κακῶς διατίθεται ἐπὶ τοῖς παρʼ ἀξίαν νεμομένοις.
νεμέτωρ ὁ πάντα διανέμων καὶ διοικῶν.
νεμέτωρ ὁ τὰ πάντα διοικῶν.
νεμέτωρ ὁ πάντων διοικῶν ἢ ὁ μεμφόμενος τοῖς ὑπέρφροσιν ἢ ὁ πάντων παροχεύς. θ
νεμέτωρ ὁ τὴν νέμεσιν ἔχων. Ξ
κοταίων ὀριγιζόμενος.
κοταίνων μνησικακῶν καὶ ὀργιζόμενος. Ξ
διπλῆς ἑτέρα περίοδος· οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι λεʹ.
ἡμέτερα· τέταρτος ἄλλος· αἱ μονοστροφικαὶ αὗται καὶ συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λεʹ ὧν τελευταῖος· σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών· ἐπὶ τῷ τέλει ἑκάστου περιόδου παράγραφος.
γείτονας πύλας ἔχων· ὧν εἶπεν. γείτονας οὖν πύλας ἐγγὺς ἔχων ταύτας ἵσταται ἅμα βοῇ τὰς τῆς Ἀθηνᾶς τῆς Ὀγκαίας, ἀφʼ ἧς καὶ αἱ πύλαι Ὀγκαῖαι. ἡ δὲ ἱστορία αὕτη. Ἀγήνωρ ὁ Τύριος παῖδας ἔσχεν τρεῖς, Εὐρώπην, Κάδμον καὶ Κίλικα. τῆς δʼ Εὐρώπης ὑπὸ Διὸς ἁρπασθείσης ὁ Φοῖνιξ ἀπέστειλεν ἐπὶ ζήτησιν ταύτης τοὺς παῖδας, καὶ εἰ μὴ εὕροιεν, προσέταξε μὴ ἐπανήκειν. ὁ οὖν Κάδμος ἐλθὼν εἰς Ἑλλάδα καὶ μὴ εὑρὼν εἰς Δελφοὺς ἦλθεν ἐρωτήσων ποῦ κατασταίη. ὁ δὲ θεὸς εἶπεν αὐτῷ μετὰ τὸ ἀπὸ τοῦ ἱεροῦ ἐξελθεῖν τῷ εὑρεθέντι ἀκολουθεῖν. εὑρέθη βοῦς· ἠκολούθει. ἦλθεν εἰς Θήβας, ὤλισθεν ἡ βοῦς, καὶ ὁ μὲν Κάδμος ἐκεῖ ᾤκησεν, ἔθυσε δὲ τὴν βοῦν Ἀθηνᾷ, καὶ τῇ Αἰγυπτίᾳ φωνῇ ταύτην ἐτίμησεν ἐκεῖ Ὄγκαν. ὅθεν οὕτως καὶ αἱ πύλαι ὠνομάσθησαν, ἀπὸ δὲ Κίλικος Κιλικία.
Ὄγκα ἡ Ἀθηνᾶ ἐκλήθη τοῦτον τὸν τρόπον. Ἀγήνωρ ὁ Τύριος παῖδας ἔσχε τρεῖς, Εὐρώπην, Κάδμον καὶ Κίλικα. τῆς δὲ Εὐρώπης ἀπὸ Διὸς ἁρπασθείσης ὁ Φοῖνιξ ἀπέστειλεν ἐπὶ ζήτησιν ταύτης τοὺς παῖδας, καὶ εἰ μὴ εὕροιεν, προσέταξε μὴ ἐπανήξειν. ὁ οὖν Κάδμος ἐλθὼν εἰς Ἑλλάδα καὶ μὴ εὑρὼν εἰς Δελφοὺς παραγίνεται ἐρωτήσων ποῦ κατασταίη. ὁ δὲ θεὸς εἶπεν αὐτῷ μετὰ τὸ τοῦ ἱεροῦ ἐξελθεῖν τῷ εὑρεθέντι ἀκολουθεῖν. εὑρέθη βοῦς· ἠκολούθει αὐτῇ. ἦλθεν εἰς Θήβας, ὤλισθεν ἡ βοῦς, καὶ ὁ μὲν Κάδμος ἐκεῖ ᾤκησε κατὰ τὸν χρησμόν, τὴν δὲ βοῦν ἔθυσε τῇ Ἀθηνᾷ καὶ τῇ τῶν Αἰγυπτίων φωνῇ ταύτην ἐτίμησε ἐκεῖ Ὄγκαν προσαγορεύσας. ὅθεν καὶ αἱ πύλαι Ὀγκαῖαι ἐκλήθησαν ὥσπερ καὶ ἀπὸ τοῦ Κίλικος ἡ Κιλικία.
τέταρτος ἄλλος γείτονας πύλας ἔχων· ἤτοι γείτονας τῶν ὧν εἶπεν ἄνωθεν. γείτονας οὖν πύλας τὰς τῆς Ἀθηνᾶς φησι τῆς Ὀγκαίας, ἀφʼ ἧς καὶ αἱ πύλαι αὗται Ὀγκαῖαι ἐλέγοντο· ἄνωθεν γὰρ τῶν πυλῶν ἐκεῖσε ἡ Ἀθηνᾶ ἐγέγραπτο. σημείωσαι δὲ ὅτι ἐκ ἱστορίας τοιαύτης Ὄγκα ἡ Ἀθηνᾶ παρὰ Θηβαίοις ἐλέγετο. Ἀγήνωρ ὁ Τύριος παῖδας ἔσχε τρεῖς, Εὐρώπην, Κάδμον καὶ Κίλικα. τῆς δὲ Εὐρώπης ὑπὸ τοῦ Διὸς ἁρπαγείσης ἀπέστειλεν ὁ Ἀγήνωρ τοὺς ἑτέρους παῖδας αὐτοῦ εἰς ἐπιζήτησιν αὐτῆς, καὶ εἰ μὴ εὕροιεν, προσέταξε μὴ ἐπανήκειν. ὁ οὖν Κάδμος ἐλθὼν εἰς Ἑλλάδα καὶ μὴ εὑρὼν τὴν Εὐρώπην εἰς Δελφοὺς ἦλθεν ἐρωτῆσαι τὸν Ἀπόλλωνα ποῦ κατασταίη. ὁ δὲ θεὸς εἶπεν αὐτῷ μετὰ τὸ ἐξελθεῖν τοῦ ἱεροῦ τῷ εὑρεθέντι ἀκολουθεῖν. εὑρέθη βοῦς· ἠκολούθει οὖν αὐτῇ. ἦλθεν εἰς Θήβας· ὤλισθεν ἡ βοῦς καὶ ὁ Κάδμος ἐκεῖ ᾤκησε. ἔθυσε τὴν βοῦν Ἀθηνᾷ καὶ τῇ Αἰγυπτίᾳ φωνῇ ταύτην ἐτίμησεν ἐκεῖ Ὄγκαν. ὅθεν οὕτως καὶ αἱ πύλαι ὠνομάσθησαν, ἀπὸ δὲ Κίλικος τοῦ Κάδμου ἀδελφοῦ Κιλικία ἡ χώρα.
ἄλλος στρατηγός.
γείτονας τὰς πλησίον οὔσας.
γείτονας τῇ Νηίτιδι.
γείτονας ταῖς Νηίτισι. θ
γείτονας τῶν προειρημένων δῆλον. Ξ
ἔχων κληρωσάμενος.
ἔχων φυλάττων.
Ὄγκαν προσαγορεύσας τῇ τῶν Φοινίκων διαλέκτῳ· ἐπεγέγραπτο δὲ τῷ ἱερῷ τούτῳ· Ὄγκας νηὸς ὅδʼ ἐστὶν Ἀθήνης ὅν ποτε Κάδμος εἵσατο βοῦν θʼ ἱέρευσεν, ὅτʼ ἔκτισεν ἄστυ τὸ Θήβης.
Ὄγκας ἐπίθετον τῆς Ἀθηνᾶς.
Ὄγκας Δωρικόν.
ἐκτὸς μιᾶς τῶν πυλῶν τῆς πόλεως ἱερὸν ἦν Ἀθηνᾶς Ὄγκας ὀνομαζομένης, καὶ τάδε ἐπʼ αὐτῷ ἐπεγέγραπτο· Ὄγκας τῆς Διός ἐστιν Ἀθήνης ὅν ποτε Κάδμος εἵσατο βοῦν θʼ ἱέρευσεν, ὅτʼ ἔκτισεν ἄστυ τὸ Θήβης.
Ὄγκας κατὰ Φοινίκων διάλεκτον.
ξὺν βοῇ θορύβῳ καὶ ὄχλῳ.
ξὺν βοῇ μετὰ θορύβου.
ξὺν βοῇ μετὰ ταραχῆς. Ξ
παρίσταται πλησιάζει.
περιφραστικῶς ὁ Ἱππομέδων, μέγας ὢν καὶ κάλλιστον ἔχων σχῆμα.
περιφραστικῶς ὁ Ἱππομέδων, μέγας ὢν καὶ κάλλιστον ἔχων σχῆμα. περίφρασις δὲ λέγεται ἢ διὰ τὸ ἐν πλείοσι φράζεσθαι λέξεσι ἢ διὰ τὸ σημαίνειν τι τῶν περὶ τὸ πρᾶγμα.
περιφραστικῶς ὁ Ἱππομέδων· καὶ τὸ μέγας τύπος ἀντὶ τοῦ μέγας ὢν ὁμοίως.
περίφρασις.
περὶ τοῦ Ἱππομέδοντος.
τό γʼ οὕτω γράφε διὰ τὸ μέτρον.
Ἱππομέδοντος σχῆμα ἤγουν ὁ Ἱππομέδων.
τὸ σχῆμα καὶ ὁ τύπος ἐκ παραλλήλου. θ
μέγας φοβερός. θ
τύπος κενόδοξος.
τύπος ἐπηρμένος.
τύπος μακρὸν γὰρ εἶχε σῶμα.
τύπος μορφή. Ξ
ἅλω δὲ πολλήν· ἅλως ἐστὶ κυρίως ὅταν νέφη περὶ τὸν ἥλιον ἐκκαυθέντα λευκὰ φαίνηται καὶ ἐν κύκλῳ τοῦ ἡλίου γένηται. νῦν δὲ λέγει τὸν ῥοῖζον καὶ τὴν κίνησιν τὴν συνεχῆ τῆς ἀσπίδος· ἔφριξα οὖν, φησί, κινήσαντος καὶ οὐ ψευδῆ λέγω. ὁ δὲ ποιήσας τὴν ἀσπίδα καὶ τὰ σημεῖα αὐτῆς οὐκ ἦν ὡς ἔοικεν εὐτελής.
ἐκ μεταφορᾶς τῆς ἅλω ἥτις ἐστὶ νέφος ἐκκαυθὲν κύκλῳ τοῦ ἡλίου φαινόμενον.
ἅλω δὲ πολλήν· ἅλω ἐστὶ κυρίως ὅταν νέφη περὶ τὸν ἥλιον ἐκταθέντα λευκὰ φαίνηται καὶ ὡς ἐν κύκλῳ τοῦ ἡλίου γένηται. νῦν δὲ λέγει τὸν ῥοῖζον καὶ τὴν συνεχῆ κίνησιν τῆς ἀσπίδος· κινήσαντος οὖν, φησί, ταύτην τοῦ Ἱππομέδοντος ἔφριξα· οὐ ψευδῆ λέγω.
τὸ ὑπὸ σελήνην φαινόμενον οἷον ἁλώνιον κατʼ ἔμφασίν ἐστιν, ἀλλʼ οὐ καθʼ ὑπόστασιν, τὰ ἐναντία δὲ ἔχει τῆς ἴριδος. ἐπὶ μὲν γὰρ τὸ πλεῖστον κύκλος φαίνεται τέλειος, σπανιώτερον δὲ ἐλάττων κύκλου, καὶ περὶ τὴν σελήνην δὲ μάλιστα, ἔλαττον δὲ καὶ περὶ τὸν ἥλιον φαίνεται, καὶ νυκτὸς μὲν πλέον, ἔλαττον δὲ ἡμέρας, καὶ περὶ μὲν τὸν μεσημβρινὸν κύκλον ὡς ἐπὶ τὸ πλεῖστον, σπανίως δὲ καὶ περὶ τὸν ὁρίζοντα. καὶ μία ἀεὶ καὶ μονόχροος ἤτοι λευκὴ καὶ συνίσταται ἐπὶ ὁμαλοῖς καὶ ὁμοιομερέσι νέφεσι. γίνεται δὲ καὶ αὕτη ἐξ ἀνακλάσεως τῆς ὄψεως. δεῖ δὲ τὸ ἔνοπτρον ἀφʼ οὗ ἀνακλᾶται πυκνὸν εἶναι καὶ λεῖον καὶ διαφανές, ἵνα ἐκεῖσε ἐμφαίνηται τὸ εἴδωλον τοῦ ὁρατοῦ.
παρῄκασε ταύτην ἁλωνίδι ὅτι περιφερὴς ἦν καὶ ὁμοία ἅλωνι.
τὴν περιφέρειαν τῆς ἀσπίδος· τοῦτο ἐφερμηνευτικὸν τοῦ ἅλω.
ἅλω τὴν περιφέρειαν.
ἅλω ἅλωνα λέγει αὐτὴν διὰ τὸ εἶναι μεγάλην· πρὸς γὰρ τὸ τοῦ σώματος αὐτοῦ μέγεθος ἔχει καὶ τὴν ἀσπίδα μεγίστην.
ἅλω τὴν μεγάλην ἅλωνα τῆς ἀσπίδος. Ξ
πολλὴν μεγάλην.
κύκλον ἐφερμηνευτικόν.
οὐ ψευδῶς λέγω ὅτι ἔφριξα. ὁ δὲ ποιήσας τὴν ἀσπίδα καὶ τὰ σημεῖα αὐτῆς οὐκ ἦν ὡς ἔοικεν εὐτελής.
ὁ ἄγγελος ἰδὼν τὸν Ἱππομέδοντα κινήσαντα τὴν ἀσπίδα ἐταράχθη ἐκπλαγείς. διὰ τοῦτο λέγει τὸ ἔφριξα. τὸ δὲ οὐκ ἄλλως ἐρῶ ἤτοι οὐκ ἄλλως εἴπω, ἀλλʼ ὡς εἶδον καὶ ὥσπερ μοι ἡ φρίκη συνέβη.
ἔφριξα ἐφοβήθην, συνεστάλην.
δινήσαντος συστρέψαντος τοῦ Ἱππομέδοντος.
δινήσαντος κινήσαντος.
δινήσαντος κινήσαντος διὰ τοῦ ἐν τῷ μέσῳ αὐτῆς πόρπακος.
ἄλλως μάτην.
ἄλλως παρʼ ἃ εἶδον. θ
ἄλλως παρηλλαγμένως.
ἄλλως ψευδῶς. Ξ
ἐρῶ λέξω.
θαυμάζει τὸν τὴν ἀσπίδα κατασκευάσαντα, ὡς οὐκ εὐτελής τις ἦν, ἀλλὰ καὶ μάλα σοφός· ἔφασκε γὰρ οἷον καὶ οὗτος διὰ τοῦ τῆς ἀσπίδος ὁ Ἱππομέδων αἰνίγματος, ὡς οὕτω καὶ ἡμεῖς πῦρ βαλόντες τὴν ὑμετέραν ἐμπρήσομεν πόλιν καὶ καπνοῦ δίκην αὐτὴν ἀμαυρώσομεν, καὶ ὥσπερ τινὲς ὄφεις κύκλῳ περιπλακέντες ὑμῶν τοῖς δόρασιν ὡς ὀδοῦσι κατακεντήσομεν.
ὁ σημαντουργὸς δʼ οὔ τις· ὁ δὲ ποιήσας τὴν ἀσπίδα καὶ σημεῖα ἐγγράψας αὐτῇ οὐκ ἦν ὡς ἔοικεν εὐτελής, ὅστις ὤπασεν ἐπὶ τῆς ἀσπίδος, ἤτοι ἔδωκε καὶ παρέσχε καὶ ἱστόρησεν ἐπὶ τῆς ἀσπίδος, τοῦτο τὸ ἔργον, τουτέστι Τυφῶνα ἀφιέντα ἀπὸ τοῦ στόματος καπνὸν μέλανα τὸν τοῦ πυρὸς ἀδελφόν. τὸ γὰρ πῦρ καὶ ὁ καπνὸς ἀδελφοί εἰσιν ἐκ τῆς εὐεξάπτου ὕλης τικτόμενα· αἰόλην δὲ τὴν εὐκίνητον καὶ ταχεῖαν λέγει καὶ ἑλισσομένην συχνῶς.
ὁ σημαντουργὸς ὁ τὰ σημεῖα ταῦτα ζωγραφήσας ἐν τῇ ἀσπίδι.
ὁ σημαντουργὸς ὁ ζωγράφος.
ὁ σημαντουργὸς σημείων ἐργάτης. θ
ὁ σημαντουργὸς ὁ σχηματοπλάστης. Ξ
εὐτελὴς πενιχρὸς κατὰ τὴν τέχνην.
εὐτελὴς ἀμαθής.
εὐτελὴς φαῦλος. θ
εὐτελὴς ἄτεχνος.
εὐτελὴς ἄτεχνος καὶ σμικροπρεπής. Ξ
τόδʼ ἔργον ὃ μέλλω ἐρεῖν.
ὤπασε ἐνέγραψε.
ὤπασε παρέσχεν.
ὤπασε ἀνέγραψε.
ὤπασε ἱστόρησε.
ὤπασε ἤγουν ἐτύπωσε. θ
ὤπασε προσέθηκε.
Τυφῶνʼ ἱέντα· ὤπασε δὲ ἐπὶ τῆς ἀσπίδος τὸν Τυφῶνα ἀφιέντα διὰ τοῦ στόματος τοῦ πῦρ πνέοντος καπνὸν μέλανα τὸν ἀδελφὸν τοῦ πυρός. αἰόλην δὲ τὴν εὐκίνητον καὶ ταχεῖαν. κάσιν δὲ εἶπεν ἐπεὶ σύνεστι τῷ πυρὶ ὁ καπνός.
Τυφῶνʼ ἱέντα ἤτοι τὸν Τυφῶν τὸν πύρπνοον ἱέντα καὶ πέμποντα.
ἱέντα πέμποντα.
πύρπνοον τουτέστι διὰ τοῦ πῦρ πνέοντος στόματος Ἀττικῶς.
διὰ στόμα διὰ τοῦ στόματος τοῦ πυρπνόου.
καπνὸν μέλανα ἀδελφὸν τοῦ πυρός· αἰόλην δὲ τὴν εὐκίνητον καὶ ταχεῖαν. λιγνὺς δὲ κυρίως ὁ ἀπὸ ἐλαίου ἐξικνούμενος καπνός. τῶν παραδόξων δὲ ἐν χαλκῷ λαμπρῷ δεῖξαι μέλαιναν.
καπνός, ἀτμός, αἰθάλη, βδέλος, κνίσσα, λιγνὺς διαφέρει· καπνὸς ὁ ἀπὸ ξύλων, ἀτμὸς ὁ ἀπὸ ὕδατος, αἰθάλη ἡ ἀπὸ λίθου, βδέλος ὁ ἀπὸ λύχνου, λιγνὺς καὶ κνίσσα ὁ ἀπὸ κηρίων καὶ ἐλαίων.
καπνὸς ἀπὸ ξύλου, ἀτμὸς ἀπὸ ὕδατος, αἰθάλη ἀπὸ λίθων, βδέλος ἀπὸ λύχνων, λιγνὺς ἀπὸ ἐλαίου καὶ κηροῦ, κνίσσα δὲ ἀπὸ κρεῶν. θ
λιγνὺς κυρίως ὁ ἐκ τοῦ λίπους καπνός. καπνὸς ὁ ἀπὸ ξύλων, ἀτμὸς ὁ ἀπὸ ὕδατος, αἰθάλη ἡ ἀπὸ λίθων, λιγνὺς ὅπερ εἴρηται ἢ ὁ ἀπὸ ἐλαίων καὶ κηροῦ, κνίσσα δὲ ἡ ἀπὸ κρέατος. Ξ
λιγνὺν καπνόν, ἀναθυμίασιν.
λιγνὺν καπνόν.
τῶν παραδόξων ἐν χαλκῷ λαμπρῷ δεῖξαι μέλαν.
αἰόλην εὐκίνητον, ταχεῖαν.
αἰόλην εὐκίνητον.
αἰόλην ταχεῖαν.
αἰόλην ποικίλην.
αἰόλην εὐκίνητον καὶ κούφην, ἐλαφράν. ἀπὸ τοῦ ἄελλα ἡ πνοὴ καὶ ἀελλόπους. Ξ
κάσιν ἀδελφόν.
κάσιν ἀδελφόν· ὁ γὰρ καπνὸς ἕπεται τῷ πυρὶ φυσικῶς. θ
ὄφεων δὲ πλεκτάναισι· τὸ κύτος δέ, φησί, τὸ στρογγύλον τοῦ κύκλου δηλαδὴ τῆς ἀσπίδος τῆς κοιλογάστορος—ὅλη γάρ τις περιφερὴς καὶ κοίλη προσυπεμφαίνεται—προσηδάφισται καὶ προσπέπλεκται πλεκτάναις τῶν ὄφεων νειόθεν καὶ ἀπʼ αὐτῆς τῆς ἀρχῆς τῆς ἀσπίδος, ἤτοι ἡ ἀσπὶς κύκλωθεν ἔχει ἐζωγραφημένους ὄφεις περιπεπλεγμένους.
τοὺς γηγενεῖς δρακοντόποδας ἔγραψεν.
πλεκτάναισι ἐν συμπλοκαῖς.
πλεκτάναισι περιπλοκαῖς.
περίδρομον κύτος· τὸ χώρημα τῆς ἀσπίδος· ἡ δὲ περιφέρεια τῆς ἀσπίδος κύκλῳ ὀφίων εἰς ἑαυτοὺς ἄντικρυς ὁρώντων καὶ ἐμπεπλεγμένων τὰ τέλη ἔχει ἐγγεγραμμένα πρὸς τὰ τέλη.
περίδρομον ἡ περιφέρεια τοῦ σάκους.
περίδρομον τὸ στρογγύλον.
περίδρομον κυκλοτερές.
περίδρομον τὸ στρογγύλον κύτος τοῦ κύκλου, ἤγουν τῆς ἀσπίδος ἡ περιφέρεια.
περίδρομον ἤγουν ἐν κύκλῳ. θ
κύτος πλάτος.
κύτος τὸ χώρημα. Ξ
προσηδάφισται προσπέπλεκται.
προσηδάφισται κεχρωμάτισται.
προσηδάφισται προσπέπακται ἀπʼ αὐτῆς τῆς ἀρχῆς τῆς ἀσπίδος.
προσηδάφισται περιγέγραπται.
προσηδάφισται ἡ λέξις αὕτη κατὰ φιλοσόφους.
προσηδάφισται ἤτοι ἕως τοῦ τέλους· τὸ τέλος γὰρ τοῦ σκουταρίου πρὸς τὴν γῆν ἐπιρρέπει· διὰ τοῦτο εἶπεν τὸ προσηδάφισται.
προσηδάφισται ὑπέστρωται. θ
προσηδάφισται προσεζωγράφηται. Ξ
κοιλογάστορος ἡ ἀσπὶς ἡ κοίλη πρὸς τῇ γαστρὶ τοῦ κατέχοντος αὐτὴν οὖσα.
κοιλογάστορος δὲ τοῦ πρὸς τῇ γαστρὶ τοῦ κατέχοντος αὐτὴν κοίλου ὄντος.
κοιλογάστορος· τοῦ περιφεροῦς· καὶ κοίλην λέγει τὴν ἀσπίδα.
κοιλογάστορος νειόθεν.
κοιλογάστορος ἤγουν τῆς ἀσπίδος τὸ ἔξωθεν λέγει κύτος, τὸ δὲ ἔσωθεν κοῖλον.
κοιλογάστορος τὸ ἔξωθεν τῆς ἀσπίδος κυρτοῦται, τὸ δὲ ἔσω κοιλαίνεται.
κοιλογάστορος ἤγουν τῆς ἀσπίδος.
κοιλογάστορος τῆς ἀσπίδος τῆς ἐχούσης γαστέρα κοίλην.
κοιλογάστορος τοῦ κοίλην γαστέρα ἔχοντος· τοιαύτη γὰρ ἡ ἀσπὶς κατὰ τὸ εἶδος ὑπανεστηκυῖα καὶ κοῖλον ἔχουσα τὸ ἐντός. θ
κοιλογάστορος ἤτοι τοῦ κυκλοτεροῦς σάκους τοῦ κοιλογάστορος ἤγουν τοῦ κοίλην ἔχοντος τὴν γαστέρα. Ξ
κύκλου τοῦ σκουταρίου.
αὐτὸς ὁ Ἱππομέδων.
ἐπηλάλαξεν ἤχησεν.
ἐπηλάλαξεν ἤχει, ἐβόα, ἐφώνει.
ἐπηλάλαξεν ἐβόησεν.
ἐπηλάλαξεν ἐφώνει.
ἐπηλάλαξεν ἀνεβόησεν.
ἐπηλάλαξεν ἐκινήθη μετὰ θάρσους. Ξ
ἔνθεος δʼ Ἄρην βακχᾷ· βακχᾷ δὲ καὶ ἐνθουσιᾷ καὶ ὁρμᾷ πρὸς τὸν πόλεμον ἔνθεος καὶ ὁρμητικὸς καὶ πηδητικὸς πρὸς τὴν ἀλκὴν ὡς θυὰς ἤτοι βάκχα τις φόβον βλέπων, ἤτοι ἐκπληκτικῶς καὶ φοβερῶς.
γράφεται δὲ καὶ βάκχα καὶ συντάσσεται οὕτως· ἔνθεος δὲ καὶ ὁρμητικός ἐστιν ὁ Τυφὼς πρὸς τὸν Ἄρην ὥσπερ τις βάκχα θυὰς καὶ μαινομένη.
ἄλλως· ἔνθεοι λέγονται οἱ ὑπὸ φάσματός τινος ἀφαιρεθέντες τὸν νοῦν καὶ ὑπʼ ἐκείνου τοῦ θεοῦ τοῦ φασματοποιοῦ κατεχόμενοι.
ἔνθεος ἐμμανής.
ἔνθεος ὁ καὶ θεόληπτος λεγόμενος.
ἔνθεος κάτοχος, ἐνθουσιῶν τῷ πολέμῳ καὶ ὁρμητικός.
ἔνθεος ὁρμητικὸς πρὸς τὸν πόλεμον.
ἔνθεος ὁρμητικός.
ἔνθεος ἤτοι ἐνθουσιῶν τῷ Ἄρει ἤγουν μαινόμενος.
ἔνθεος κάτοχος καὶ ἐξεστηκώς. θ
ἔνθεος ὁ θεόληπτος καὶ κάτοχος. Ξ
βακχᾷ ἐνθουσιᾷ, ὁρμᾷ.
βακχᾷ ὁρμᾷ.
βακχᾷ μανικῶς ὁρμᾷ.
βακχᾷ μαίνεται.
βακχᾷ δίκην βάκχης κινεῖται.
πρὸς ἀλκὴν πρὸς μάχην.
ἀλκὴν πόλεμον.
θυὰς ἐπίθετον βάκχης ἐκ τοῦ θύω τὸ ὁρμῶ.
θυὰς μαινομένη.
θυὰς βάκχα.
θυὰς μαινὰς Διονυσιακή. θ
ὡς ὅση δύναμις.
φόβον βλέπων φοβερόν.
φόβον βλέπων ἤγουν ἐκπληκτικῶς καὶ φοβερῶς.
φόβον βλέπων ἤγουν ἐκ μόνης τῆς θέας φόβον ἐμβάλλων. θ
φόβον βλέπων ἤγουν φοβερὸς ὤν.
φωτὸς ἀνδρός.
πεῖραν δύναμιν.
πεῖραν βλάβην.
πεῖραν δοκιμήν, βλάβην.
πεῖραν δοκιμήν.
πεῖραν ἰσχύν.
πεῖραν ἔντευξιν. θ
πεῖραν τὴν μάχην. Ξ
εὖ καλῶς.
φυλακτέον δεῖ φυλάξασθαι.
φυλακτέον ἄξιόν ἐστι φυλάξασθαι καὶ σκοπῆσαι ἵνα ἀρκοῦντά τινα ἀντιτάξῃς αὐτῷ. θ
φυλακτέον καὶ ἀκριβῶς φυλάξασθαι. Ξ
κομπάζεται ὑψοῦται.
κομπάζεται ἀπειλεῖται.
κομπάζεται ὑψοῦται καὶ φέρεται διʼ ἐκείνου. θ
κομπάζεται ὑπὸ τῶν κομπασμάτων αὐτοῦ γίνεται. Ξ
κομπάζεται μετὰ κόμπου λέγε φόβον. Ξ
πρῶτα μὲν Ὄγκα Παλλάς· πρῶτα μὲν ἡ Ἀθηνᾶ ἥτε καὶ ἥτις ἀγχίπτολις πύλαισι γείτων, ἤτοι ἡ πλησίον τῶν τῆς πόλεως πυλῶν ἐστι γειτνιάζουσα—ἄνωθεν γὰρ τῶν πυλῶν ἐγέγραπτο ἡ Ἀθηνᾶ— μισοῦσα τὴν ὑπερηφανίαν τοῦ Ἱππομέδοντος καὶ τὴν εἰς τοὺς θεοὺς ὕβριν εἴρξοι αὐτὸν ἀπὸ τῆς πόλεως ὥσπερ ἀετὸς τῶν νεοσσῶν αὐτοῦ δράκοντα δυσχείμερον. σὺν τῇ Ἀθηνᾷ δὲ καὶ ὁ Ὑπέρβιος ὁ τόκος καὶ ὁ υἱὸς τοῦ Οἴνοπος· εἶτα μεταξὺ ἐπαινεῖ ἐκεῖνον λέγων· ἀνὴρ οὔτε κατὰ τὸ εἶδος οὔτε κατὰ τὴν προθυμίαν οὔτε κατὰ τὴν κίνησιν τῶν ὅπλων μωμητὸς ᾑρέθη καὶ προεκρίθη ἀντιμαχέσασθαι τούτῳ, ἤγουν τῷ Ἱππομέδοντι, θέλων ἐξιστορῆσαι μοῖραν, ἤτοι θέλων μαθεῖν τὰ πεπρωμένα καὶ πῶς αὐτῷ ταῦτα ἔχουσι καὶ εἴτε ἱκανός ἐστι τούτῳ ἀντιτάξασθαι εἴτε καὶ μή, καὶ πῶς τὰ τῆς μοίρας ἐκβαίη αὐτῷ· ταῦτα δὲ μάθοι ἐν τῇ χρείᾳ τοῦ κατὰ τύχην συμβεβηκότος αὐτῷ.
Ὄγκα ἐπίθετον τῆς Ἀθηνᾶς.
Παλλὰς ἡ Ἀθηνᾶ.
ἥτις ἀγχίπολις· λέγει δὲ τὴν Ἀθηνᾶν.
ἀγχίπτολις πλησίον τῶν τῆς πόλεως πυλῶν.
ἀγχίπτολις ἡ πλησίον τῆς πόλεως.
ἀγχίπτολις ἡ πλησίον τῶν τοιούτων πυλῶν τῆς πόλεως ἐν αἷς ὁ ῥηθεὶς Ἱππομέδων συγκροτήσει τὸν πόλεμον.
γρ. ἐγχίπολις ἡ διὰ τοῦ ἔγχους πορθοῦσα τὰς πόλεις.
ἀγχίπτολις ἥτις ἐστὶ πλησίον τῆς πόλεως.
πύλαισι ἤγουν πλησίον τῶν πυλῶν καὶ μακράν που.
ἀνδρὸς τοῦ Ἱππομέδοντος.
ἐχθαίρουσʼ μισοῦσα.
ὕβριν τὴν εἰς θεοὺς καταφρόνησιν.
ὕβριν ἀναισχυντίαν.
ὕβριν ἀλαζονείαν.
ὕβριν ὑπερηφανίαν.
ὕβριν μεγαλαυχίαν. θ
εἴρξει νεοσσῶν ὡς· κωλύσει αὐτὸν ἀπὸ τῶν πολιτῶν ὡς ἀπὸ τῶν νεοσσῶν ὁ ἀετὸς τὸν χαλεπὸν δράκοντα τὸν δύσχιμον. ἀπὸ τοῦ δυς μορίου καὶ τοῦ εἷμα δύσιμον καὶ πλεονασμῷ τοῦ χ δύσχιμον ὡς καὶ τὸ πέπλοι μελάγχιμοι· τὸ χι δὲ ι διὰ τὸ μέτρον.
ἢ πρὸς νεοσσῶν ὑπόστιξον ἀντὶ τοῦ τῶν οἰκείων αὐτῆς θρεμμάτων, ἢ οὕτω λέγε· εἴρξει καὶ κωλύσει τοῦτον ἡμῶν ὡς δράκοντα νεοσσῶν. θ
εἴρξει κωλύσει.
εἴρξει αὐτὸν ἀπὸ τῆς πόλεως.
εἴρξει ἀφʼ ἡμῶν.
εἴρξει αὐτόν.
εἴρξει ἡμῶν τῶν αὐτῆς θρεμμάτων. θ
νεοσσῶν τῶν οἰκητόρων.
νεοσσῶν στρουθίων.
ὡς καθὰ περιστερά.
ὡς διώκει ὁ ἀετὸς δῆλον.
δράκοντα ὄφιν.
δύσχιμον ἔοικε παραγωγὴ εἶναι ἀπὸ τοῦ δυς μορίου κατὰ πλεονασμὸν τοῦ χ· τοιοῦτον δὲ καὶ τὸ πέπλοι μελάγχιμοι.
δύσχειμον ζάλην ποιοῦντα.
δύσχειμον ἄγριον.
δύσχιμον τὴν ζάλην.
δύσχιμον δυσχίμαιρον.
δυσχείμερον· οὐ γὰρ ἀνέχεται τὸν χειμῶνα ὁ ὄφις φύσει ψυχρὸς ὤν· ἐπεὶ δὲ νεοσσῶν εἶπε, διὰ τοῦτο ἐπήγαγε καὶ τὸν δράκοντα οἰκείως ἅτε πολέμιον τοῖς νεοσσοῖς· ὤφειλε δὲ τὸ δύσχειμον διὰ διφθόγγου γράφεσθαι ἀπὸ τοῦ χειμῶνος· νῦν δὲ ἠναγκάσθη διὰ τὸ μέτρον καὶ συνέστειλε αὐτό· ἕκτος γάρ ἐστι πούς. θ
δύσχιμον δυσχείμερον.
ἡμέτερον· δύσχιμον ἐμοὶ δοκεῖ λέγειν τὸν δράκοντα οὐχ ὡς δυσχείμερον, ἀλλʼ ὡς φθοροποιὸν χυμὸν ἔχοντα τὸν ἰόν. ἐκ τούτου γὰρ καὶ τὸ χι ἰωτογραφεῖται, τραπέντος τοῦ διχρόνου κατὰ τὸ ἔθος εἰς δίχρονον.
τὸ δύσχιμον δίφθογγον μὲν ὤφειλε γράφεσθαι ἀπὸ τοῦ δυς τὸ κακὸν καὶ τοῦ χεῖμα ὁ χειμών, ἐποίησε δὲ αὐτὸ ι διὰ τὸ μέτρον ὡς ἕκτον πόδα. Ξ
δύσχιμον ψυχρόν. Ξ
Ὑπέρβιος· ὄνομα κύριον.
κεδνὸς φρόνιμος.
κεδνὸς συνετός.
τόκος ὁ υἱός.
ἀνὴρ ἀνδρεῖος.
ἄνδρα τὸν Ἱππομέδοντα.
ᾑρέθη προεκρίθη.
ᾑρέθη ὡς ἐξαίρετος ἐτάχθη. Ξ
θέλων βουλόμενος τὰ περὶ αὐτοῦ μαθεῖν χρείας κατεπειγούσης.
θέλων βουλόμενος.
ἐξιστορῆσαι μαθεῖν· θέλει γὰρ μαθεῖν περὶ ἑαυτοῦ πῶς ἔχει χρείας κατεπειγούσης.
ἐξιστορῆσαι γνῶναι.
ἐξιστορῆσαι μαθεῖν.
ἐξιστορῆσαι ἐκμαθεῖν.
ἐξιστορῆσαι γνῶναι καὶ μαθεῖν. Ξ
μοῖραν τύχην.
μοῖραν τὴν αὐτοῦ. θ
μοῖραν ἑαυτοῦ. Ξ
ἐν χρείᾳ ἐν καιρῷ.
ἐν χρείᾳ ἐν τῷ πολέμῳ.
ἐν χρείᾳ χρεία γὰρ καὶ καιρός ἐστι μαθεῖν ἕκαστον τὴν αὐτοῦ τύχην· ὁ γὰρ πόλεμος τοὺς εὐτυχεῖς καὶ τοὺς δυστυχεῖς κρίνει. θ
ὅτι ἕκαστος ἐν τῇ χρείᾳ τοῦ πολέμου τὴν ἑαυτοῦ ἐκμανθάνει τύχην· ὁ γὰρ πόλεμος τοὺς εὐτυχεῖς καὶ τοὺς δυστυχεῖς κρίνει.
τύχης εὐτυχίας.
εἶδος τὴν μορφήν.
θυμὸν προθυμίαν.
θυμὸν τὴν ψυχικὴν προθυμίαν. θ
ὅπλων σχέσιν οὐδὲ τὰ ὅπλα εἰσὶ κακότευκτα· τοῦτο λέγει ὅτι εἶχεν ἐκεῖνος ἐν τῇ ἀσπίδι τὸν Δία τὸν ἐχθρὸν τοῦ Τυφῶνος.
σχέσιν ἐπιχείρησν.
σχέσιν κίνησιν.
σχέσιν μεταχείρησιν.
σχέσιν διάθεσιν.
σχέσιν ἐπιτηδειότητα, διάθεσιν. Ξ
μωμητὸς ἐπίψογος.
μωμητὸς ὡς δόλιος, ἐναγής.
μωμητὸς ψεκτός.
μωμητὸς μεμπτός.
μωμητὸς ταὐτὸν εἰπεῖν ἡ τύχη. Ξ
τὰ ἀπὸ τῆς τύχης τῷ Ἑρμῇ ἀναφέρουσιν ὅθεν καὶ τὸ εὕρημα ἕρμαιον καλοῦσιν. ἰδοὺ δὲ κατασκευάζει καὶ τὸ εὐλόγως.
Ἑρμῆς δὲ εὐλόγως συνήγαγεν· ἰστέον ὅτι πάντα τὰ ὁδαῖα καὶ τὰ ἕρμαια καὶ τὰ κατὰ τύχην συμβεβηκότα τοῖς βροτοῖς τῷ Ἑρμῇ ταῦτα ἀνατιθέασιν Ἕλληνες. ἐπεὶ καὶ τούτοις συνέβη τυχηρῶς ἀλλήλοις ἀντιτάξασθαι, ἀναλόγως τῷ συμβεβηκότι καὶ τὸ Ἑρμῆς εὐλόγως συνήγαγεν εἴρηκεν.
τὰ γὰρ ἀπὸ τύχης συμβαίνοντα Ἑρμῇ ἀνατιθέασιν Ἕλληνες, ὅθεν καὶ τὰ ἐν ὁδῷ εὑρεθέντα ἕρμαια ἐκάλουν, ὅτι συμμερίτην αὐτῶν ἐποίουν Ἑρμῆν. ἐπεὶ οὖν καὶ τῷ Ὑπερβίῳ ἐκ τύχης ταῦτα πάντα συνῆλθεν, εἶδος ψυχῆς, προθυμία πρὸς μάχην, διάθεσις ὅπλων—ἦν δὲ καὶ ὁ Ἱππομέδων τοιοῦτος—εἰκοτέρως Ἑρμῆν αὐτοῦς ξυναγαγεῖν εἴρηκεν. ἢ ὃ καὶ κρεῖττον· ἐπειδὴ ὁ μὲν Ὑπέρβιος τὸν Δία ἐπὶ τῆς ἀσπίδος φέρει, ὁ δὲ Ἱππομέδων τὸν Τυφῶ—Ζεὺς δὲ καὶ Τυφὼς ἐχθροί—, διὰ τοῦτο τὸν Ἑρμῆν εὐλόγως ξυναγαγεῖν εἶπεν, ὅθεν καὶ τὴν κατασκευὴν ἐπάγει. θ
τὰ γὰρ ἀπὸ τύχης συμβαίνοντα τῷ Ἑρμῇ ἀνετίθουν Ἕλληνες, ὅθεν καὶ τὰ ἐν ὁδῷ εὑρισκόμενα ἕρμαια ἐκάλουν καὶ συμμεριστὴν τούτων ἐποίουν τὸν Ἑρμῆν. Ξ
Ἑρμῆς τὰ ἀπὸ τῆς τύχης Ἑρμῇ ἀναφέρουσιν.
Ἑρμῆς ἤγουν ἡ τύχη.
Ἑρμῆς ἤγουν ὁ λόγος. Ξ
εὐλόγως ἁρμοδίως.
εὐλόγως δικαίως.
εὐλόγως καλῶς.
εὐλόγως κατὰ λόγον. Ξ
συνήγαγεν συνέμιξε τὸν Ἱππομέδοντα καὶ τὸν Ὑπέρβιον.
συνήγαγεν ἥνωσεν.
συνήγαγεν αὐτούς.
συνήγαγεν συνῆψεν ἀμφότερα.
ἐχθρὸς Ἱππομέδων.
ἀνὴρ ὁ ἡμέτερος. θ
ἀνδρὶ τῷ Ὑπερβίῳ.
ἀνδρὶ τῷ πολεμίῳ. θ
τῷ τῷ Ἱππομέδοντι.
ξυστήσεται ἐναντιώθη.
ξυστήσεται ἐναντιωθήσεται.
ξυστήσεται ξυμμαχήσεται.
ξυστήσεται συμπαρατάξεται. θ
ξυστήσεται συστάδην μαχήσεται καὶ συνδορατίσει. Ξ
ξυνοίσετον δέ· συνεισφέρουσι δέ, φησίν, οἱ δύο, καὶ ὁ Ἱππομέδων καὶ ὁ τοῦ Οἴνοπος υἱός, ἐπὶ τῶν ἀσπίδων θεούς, ἤγουν ἔχουσι καὶ οἱ δύο ἐπὶ τῶν οἰκείων ἀσπίδων ἐζωγραφημένους θεούς· ὁ μὲν γὰρ Ἱππομέδων ἔχει ἐπὶ τῆς ἀσπίδος τὸν Τυφῶνα, τῷ Ὑπερβίῳ δὲ ἐγκεκόλαπται ἐπὶ τῆς ἀσπίδος σταδαῖος καὶ στάσιμος ἐνιδρυμένος ἢ κατὰ συστάδην μαχόμενος ὁ Ζεὺς ἀπὸ τῆς χερὸς φλέγων καὶ ἀνάπτων καὶ ἐκπέμπων τὸν κεραυνόν, καὶ οὐδαμῶς τις εἶδε τὸν Δία νικηθέντα πώποτε παρά τινος.
ξυνοίσετον συνεισφέρουσιν.
ξυνοίσετον συνεισφέρουσι ἐζωγραφημένους.
ξυνοίσετον συγκομίζουσι.
ξυνοίσετον φέρουσι.
ξυνοίσετον συνάψουσι. θ
ξυνοίσετον ἀλλήλοις.
ξυνοίσετον συνάψουσι καὶ κομίζουσιν. Ξ
πολεμίους ἐχθρούς.
τοὺς θεοὺς ἐν ταῖς ἀσπίσι φοροῦσιν.
ὁ μὲν ὁ Ἱππομέδων.
πύρπνοον πῦρ ἐκ τοῦ στόματος πνέοντα Τυφῶνα.
πύρπνοον πῦρ πνέοντα.
ἔχει φέρει ἐπὶ τῆς ἀσπίδος.
ἔχει ἐν τῇ ἀσπίδι.
πατὴρ πάντων.
σταδαῖος ἧσται ὄρθιος κεῖται ἤτοι ἐζωγράφηται.
σταδαῖος ἐνιδρυμένος.
σταδαῖος στάσιμος.
σταδαῖος ἐνιδρυμένος ἢ κατὰ συστάδην μαχόμενος.
σταδαῖος ἑδραῖος.
σταδαῖος ἡδρασμένος. θ
ἧσται κάθηται.
ἧσται ἑδράζεται. θ
βέλος τὴν ἀστραπήν.
βέλος τὸν κεραυνόν.
εἰ μὲν γράφεται φλέγων, ἡ διὰ ἀντὶ τοῦ ἀπὸ ληφθείη, εἰ δὲ φέρων, ἡ διὰ ἀντὶ τοῦ ἐπί.
φλέγων ἀνάπτων.
φλέγων ὁ Ζεύς.
εἶδε ἐθεάσατο.
Ζῆνα τὸν Δία.
νικώμενον ἀπὸ τοῦ Τυφῶνος.
νικώμενον πάντοτε γὰρ νικᾷ.
νικώμενον νικηθέντα. Ξ
τοιάδε μέντοι· ἤτοι τοιαύτη ἐστὶν ἡ ἡμετέρα καὶ τῶν Ἀργείων οἰκείωσις καὶ σχέσις καὶ φιλία πρὸς τοὺς θεούς· εἶτα παρακατιὼν οἷον ἐν λύσει τοῦ ἀθρόου φησὶν ὅτι· ἡμεῖς παρὰ τῶν κρατούντων ἐσμὲν ἀεὶ ἀρχόμενοι, δηλαδὴ τοῦ Διὸς καὶ τῶν ἑτέρων θεῶν, οἱ δὲ Ἀργεῖοί εἰσι τῶν νικωμένων καὶ τρεπομένων, τουτέστι τοῦ Τυφῶνος καὶ τῶν ὁμοίων. τὸν γὰρ Τυφῶνα ὁ Ζεὺς κεραυνώσας κατεταρτάρωσεν ἀντιστάντα αὐτῷ.
τοιαύτη κατʼ εἰρωνείαν.
ἐπειδὴ Δία καὶ Τυφῶνα εἶπεν—ἴσμεν δὲ πάντες ὡς πολέμιος ὁ Ζεὺς τῷ Τυφῶνι—, διὰ τοῦτο ἐπάγει τὸ τοιάδε ὡς δήλης ἅπασιν οὔσης τῆς τούτων ἔχθρας. θ
τοιάδε εἰρωνικόν.
τοιάδε μεγάλα. Ξ
τοιάδε ἀκατάλλακτος δῆλον. Ξ
προσφίλεια οἰκείωσις.
προσφίλεια οἰκείωσις· ἀπὸ τοῦ προσφιλὴς προσφίλεια.
προσφίλεια ἡ φιλία, ἡ οἰκείωσις.
προσφίλεια ἀγάπη.
προσφίλεια κατʼ εἰρωνείαν.
προσφίλεια σχέσις, οἰκείωσις.
προσφίλεια ἤγουν διίστανται. Ξ
δαιμόνων τοῦ τε Διὸς καὶ τοῦ Τυφῶνος.
δαιμόνων τῶν θεῶν τούτων.
τοῦ νικητοῦ Διὸς ἡμεῖς ἐσμέν, οἱ δὲ τῶν ἡσσωμένων, ἤτοι τοῦ νικηθέντος Τυφῶνος.
τοῦ κρατοῦντος ἐσμὲν Διός, οὗ καὶ τὸ σημεῖον.
πρὸς ὅμοιον τῷ ἐν Ἅιδου. Ξ
τῶν κρατούντων παρὰ τῶν νικώντων.
κρατούντων ἐξουσιαζόντων.
κρατούντων ἡμέτερος γάρ ἐστιν ὁ Ζεύς. θ
κρατούντων τὸ μέρος.
ἐσμὲν ἡμεῖς.
οἱ δʼ οἱ πολέμιοι.
οἱ δʼ οἱ ἐναντίοι.
οἱ δʼ οἱ Ἀργεῖοι.
οἱ δʼ ἤγουν οἱ ἐχθροὶ ἡμῶν.
ἡσσωμένων νικωμένων.
ἡσσωμένων ἐκείνοις δὲ ὁ Τυφώς. θ
ἡσσωμένων ἐκείνων γάρ ἐστιν ὁ ἡττηθεὶς Τυφώς.
ἡσσωμένων πρὸς τὸ μέρος. Ξ
εἰκὸς πρέπον.
εἰκὸς πρέπον, ἁρμόδιον.
εἰκὸς ἀκόλουθον. Ξ
πράξειν ἤγουν ἡττηθῆναι.
πράξειν παθεῖν.
πράξειν διατεθήσεσθαι.
τὸ ὧδε πρὸς τὸ εἰ Ζεὺς ἔχει τὴν δύναμιν. θ
ὧδʼ ὡς ἔχουσι τὰ πράγματα. Ξ
ἀντιστάτας ἀντιμάχους.
ἀντιστάτας τοὺς ἀντιπάλους.
εἰ Ζεύς γε Τυφῶ· εἰ ὁ Ζεύς, φησίν, ἰσχυρότερός ἐστιν ἐν τῇ μάχῃ τοῦ Τυφῶνος—ἔστι δὲ εἰκὸς τοὺς μὴ φιλοῦντας τοῦτον πράξειν κακῶς κατὰ τὰ γεγραμμένα ταῖς ἀσπίσιν αὐτῶν ὀγκηρὰ σήματα—, πάντως τῷ Ὑπερβίῳ πρὸς τὸν λόγον τοῦ ἐν τῇ ἀσπίδι αὐτοῦ σήματος, ὅτι τῶν εὐτελῶν οὗτος, ἀναντιρρήτως σωτὴρ γένηται.
ἢ τὸ εἰ ἀντὶ τοῦ ἐὰν λαμβανόμενον, ἤγουν εἰ ὁ Ζεὺς καὶ ἐνίκησε τὸν Τυφῶνα, εἰκός ἐστι τοὺς ἀντιπάλους ἄνδρας εὐτυχῆσαι.
εἰ Ζεὺς ἐὰν ὁ Ζεὺς ἐνίκησεν τὸν Τυφῶνα.
καὶ ὁ Τυφὼν τοῦ Τυφῶνος καὶ ὁ Τυφὼς τοῦ Τυφῶ. Ξ
καρτερώτερος ἰσχυρότερος.
λόγον ἀναλογίαν.
λόγον ὁμοιότητα.
τοῦ σήματος τοῦ σημείου.
τοῦ σήματος τοῦ ἐν τῇ ἀσπίδι σημείου.
ἐπʼ ἀσπίδος ἐζωγραφημένος.
τυχὼν εὑρεθείς.
τυχὼν συμβάς, εὑρεθείς. θ
στίχοι λεʹ.
πέποιθα τὸν Διὸς ἀντίτυπον ἔχοντα· ὁ χορός φησιν ὅτι· θαρρῶ ἔμπροσθεν τῶν πυλῶν ῥῖψαι τὴν ἑαυτοῦ κεφαλὴν τοῦ ἐπὶ τῆς ἀσπίδος ἔχοντος εἰκονισμένον τὸν Τυφῶνα τὸν τοῦ Διὸς ἐχθρόν. καὶ ὁ μὲν νοῦς τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· πέποιθα καὶ θαρρῶ τὸν ἐν τῷ σάκει καὶ τῇ ἀσπίδι ἔχοντα καὶ βαστάζοντα τὸ δέμας καὶ τὸ σῶμα τὸ ἀντίτυπον καὶ ἐναντίον καὶ ἐχθρὸν τοῦ Διός, ἤτοι περιφραστικῶς αὐτὸν τὸν Τυφῶνα, τὸν ἄφιλον καὶ τὸν μισητὸν ἀνθρώποις τε καὶ ἀθανάτοις θεοῖς, ἰάψειν καὶ πέμψειν πρόσθεν πυλᾶν, ἀντὶ τοῦ ἔμπροσθεν τῶν πυλῶν, τὴν ἑαυτοῦ κεφαλὴν δαίμοσιν ἐχθρῶν εἴκασμα, εἰς ἴνδαλμα καὶ εἰς τύπον καὶ εἰκόνα τῶν ἐχθρῶν τοῖς θεοῖς, τουτέστιν εἰς σημεῖον καὶ παράδειγμα τῶν ὧν πάσχουσιν οἱ τῶν θεῶν ἐχθροί.
θαρρῶ τὸν ἐχθρὸν τὸν ἔχοντα τὸ δέμας τοῦ χθονίου ἐν τῷ σάκει, τὸν ἀντίτυπον τοῦ Διός, τὸν ἄφιλον τοῖς δαίμοσιν, ἰάψειν καὶ ἐμβαλεῖν τὴν κεφαλὴν πρόσθε τῶν πυλῶν ὁμοίωμα τοῖς βροτοῖς καὶ τοῖς πολυξένοις θεοῖς.
ἀντισπαστικὰ κῶλα εʹ ἰσόμετρα τοῖς πρὸ αὐτῶν· ἔοικε δὲ εἶναι ταῦτα ἀντιστροφή.
ἀντιστροφὴ κώλων εʹ.
ἡμέτερον· πέποιθα δή· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ ἐπεύχομαι δή, καὶ αὕτη γὰρ κώλων ἐστὶν ἰσομέτρων εʹ· τὸ μέντοι πρῶτον κῶλον τὸν δεύτερον ἔχει πόδα χορίαμβον, τὸν δὲ τρίτον ἀνάπαιστον διὰ τὴν ἀδιάφορον. ἐπὶ τῷ τέλει μόνη παράγραφος.
πιστεύω ἀπολεῖσθαι τὸν ἔχοντα ἐν τῷ σάκει τὸν ἐχθρὸν τοῦ Διὸς δαίμονα.
πέποιθα ἀπολεῖσθαι τὸν ἔχοντα ἐν τῷ σάκει δέμας τοῦ χθονίου Τυφῶνος, ἤγουν τοῦ ὑπὸ γῆν ὄντος τεταρταρωμένου διὰ τὸ ἐπαναστῆναι τῷ Διί.
πέποιθα θαρρῶ.
πέποιθα βεβαίωσιν καὶ θάρρος ἔχω. Ξ
τὸν Ἱππομέδοντα.
ἢ ἀντίτυπτον τοῦ χθονίου Διός, ἤτοι τοῦ Πλούτωνος, ὡς ἐὰν ἔλεγε τὸν Τυφῶ τὸν στυγούμενον πᾶσιν ἐπίσης τῷ Ἅιδῃ, τῆς ἀντὶ λαμβανομένης ἐπὶ ἰσότητος.
ἀντίτυπον τὸν ἐχθρόν, ἤγουν τὸν Τυφῶνα.
ἀντίτυπον τὸν ἐχθρόν.
ἀντίτυπον ἐναντίον.
ἀντίτυπον τὸν ἀντίπαλον. θ
ἡμέτερον· οὐ χρὴ γράφειν ἐνταῦθα ἀντίτυπον ἔχοντα· περισσὸν γὰρ ὂν τὸ ἔχοντα πρὸς τὸ τῆς στροφῆς κῶλον ἐξεβλήθη παρʼ ἐμοῦ. χρὴ δὲ συντάσσειν ἅπαν τοῦτο οὕτω πως· πέποιθα δὴ καὶ θαρρῶ ἰάψειν καὶ ῥίψειν τὴν ἑαυτοῦ κεφαλὴν ἔμπροσθεν τῶν πυλῶν τὸν ἐν τῷ σάκει καὶ τῇ ἀσπίδι ὄντα γεγραμμένον ἀντίτυπον τοῦ Διός, ἤτοι τὸν Τυφῶνα, τὸ ἄφιλον λέγω δέμας τοῦ χθονίου, τὸ ἐχθρὸν τοῖς θεοῖς, τὸ εἴκασμα καὶ ὁμοίωμα ὂν τοῖς ἀνθρώποις καὶ τοῖς μακροβίοις θεοῖς. πεσόντος γὰρ τοῦ αὐτὸν ἐπὶ τῆς ἀσπίδος φέροντος καὶ αὐτὸς συγκαταβληθήσεται.
ἀντίτυπον ἤγουν τὸν Τυφῶνα τὸν ἀντίπαλον Διός.
ἔχοντα βαστάζοντα.
ἄφιλον μισητόν.
ἄφιλον ἐχθρόν.
ἐν σάκει ἐν τῇ ἀσπίδι.
τοῦ χθονίου τοῦ Τυφῶνος.
τοῦ χθονίου τοῦ ὑποκάτω τῆς γῆς ὄντος σώματος ἤγουν τοῦ Τυφῶνος.
τοῦ χθονίου τοῦ ὑπὸ τὴν γῆν ὄντος.
τοῦ χθονίου τοῦ ὑπὸ γῆν Τυφῶνος. θ
τοῦ χθονίου τοῦ ἐκ γῆς γεννηθέντος ἢ τοῦ ὑπὸ γῆν ὄντος νῦν.
τοῦ χθονίου τοῦ γηγενοῦς, τουτέστι τοῦ Τυφῶνος. Ξ
δέμας σῶμα.
δαίμοσιν τοῖς θεοῖς.
δαίμοσιν τοῖς ἥρωσι. θ
ἐχθρῶν εἴκασμα τουτέστιν εἰς παράδειγμα ὧν πάσχουσιν οἱ ἐχθροὶ τῶν θεῶν.
εἴκασμα ἴνδαλμα.
εἴκασμα εἴδωλον.
εἴκασμα ἐκτυπώματα.
εἴκασμα εἰς σημεῖον.
εἴκασμα εἰς παράδειγμα.
εἴκασμα εἰκόνα.
εἴκασμα ἤγουν εἰκόνισμα.
εἴκασμα ἤγουν τὸ εἰκόνα παρέχον αὐτοῖς ὡς ὁ τῷ Διὶ ἀνθιστάμενος τοιαῦτα ὑφίσταται.
εἴκασμα τὸ ὁμοίωμα.
δαροβίοισι· ἤγουν ἐχθρὸν καὶ μισητὸν εἴκασμα καὶ εἴδωλον τοῖς δαίμοσι καὶ τοῖς ἀνθρώποις καὶ τοῖς οὐρανίοισι θεοῖς.
δαροβίοισι τοῖς ἐπὶ πολὺ ζῶσι, τοῖς ἀθανάτοις.
δαροβίοισι πολυχρονίοις.
δαροβίοισι τοῖς ἀθανάτοις.
δαροβίοισι ἀιδίοις. θ
πυλᾶν τῶν ἡμετέρων.
κεφαλὰν τὴν ἑαυτοῦ.
κεφαλὰν θαρρῶ πρόσθεν τῶν πυλῶν ῥῖψαι τὴν κεφαλὴν αὐτοῦ, ὅστις φέρει ἐπὶ τῷ σάκει αὐτοῦ τοῦ Τυφῶνος τὸ δέμας.
ἰάψειν πέμψειν.
ἰάψειν πέμψειν, ῥίψειν.
ἰάψειν ῥίψειν.
ἰάψειν ῥίψειν· φονευθεὶς γὰρ πεσεῖται. θ
ἰάψειν βαλεῖν καὶ ῥίψειν. Ξ
διπλῆς ἑτέρα περίοδος. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λζʹ.
οὕτω γένοιτο· αἱ μονοστροφικαὶ αὗται καὶ συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λζʹ ὧν τελευταῖος· θεῶν θελόντων δʼ ἄν γʼ ἀληθεύσαιμʼ ἐγώ. ἐπὶ τῷ τέλει ἑκάστης περιόδου παράγραφος.
αὖ ἀργόν. Ξ
λέγω λέξω.
περὶ τοῦ Παρθενοπαίου.
πέμπταισι πρὸς ταῖς πέμπταις ταχθέντα.
προσταχθέντα τὸ προς παρέλκον.
προσταχθέντα ταχθέντα.
προσταχθέντα κληρωθέντα.
Βορέαις ταῖς ἀπὸ Βορέου καλουμέναις. θ
Βορρέαις διὰ τὸ μέτρον.
Βορέαις ταῖς οὕτω λεγομέναις. Ξ
Ζῆθος καὶ Ἀμφίων υἱοὶ τοῦ Διὸς ἦσαν ἐκεῖσε τεθαμμένοι, οἵτινες ἐξ ἀρχῆς καὶ τὰς Θήβας ἔκτισαν.
τύμβον ἔνθα ἦν τεθαμμένος ὁ Ἀμφίων.
τύμβον τάφον.
τύμβον πλησίον γὰρ ἦν. θ
διογενοῦς τοῦ ἐνδόξου.
διογενοῦς τοῦ ἀπὸ Διὸς τὸ γένος ἔχοντος· οὗτος γὰρ τὰς Θήβας ἔκτισεν.
Ἀμφίονος τοῦ λυρικοῦ.
τῶν ὀμμάτων τιμιωτέραν ἡγεῖται τὴν ἀρχήν.
πλέον δὲ ὀμνύει εἰς τὴν αἰχμὴν ἣν βαστάζει παρὸ εἰς τὸν θεόν.
ὀμνύει δὲ εἰς τὴν αἰχμὴν ἣν ἔχει καὶ εἰς τὸ ὑπέρτερον τῶν ὀμμάτων, ἤτοι τὴν περικεφαλαίαν, θαρρῶν σέβειν ταύτην περισσότερον τοῦ θεοῦ.
αἰχμὴν ἤγουν τὸ δόρυ αὐτοῦ.
αἰχμὴν καὶ τὸν κοντόν. Ξ
ἔχει βαστάζει.
μᾶλλον παρὸ εἰς τὸν θεόν.
μᾶλλον ἤγουν ἣν τιμᾷ πλέον τοῦ Ἄρεος.
μᾶλλον πλέον. Ξ
σέβειν τιμᾶν.
πεποιθὼς θαρρῶν.
πέποιθα ἐν αὐτῇ. θ
πέποιθα θαρρῶν ἐν αὐτῇ.
ὑπέρτερον ἤγουν τὸ κράνος.
ὑπέρτερον ὄμνυσι.
ὑπέρτερον τὴν περικεφαλαίαν.
ὑπέρτερον κρείττονα.
ὑπέρτερον καὶ ἣν ἔχει κρείττονα τῶν αὐτοῦ ὀμμάτων.
σημείωσαι λαπάζειν καὶ ὧδε καὶ ἀλλαχοῦ.
λαπάξειν ἀφανίσαι, πορθῆσαι.
λαπάξειν ἐκκενώσειν.
λαπάξειν πορθήσειν.
βίᾳ παρὰ τὴν δύναμιν.
βίᾳ ἀνάγκῃ, ἀκουσιότητι. θΞ
ἀνάγκῃ ἀνάγκῃ ἤγουν καὶ ἄκοντος τοῦ Διός.
τόδʼ αὐδᾷ· τοῦτο φωνεῖ καὶ λέγει τὸ βλάστημα τὸ ἐκ τῆς ὀρεσκόου καὶ ὀριτρόφου μητρὸς τὸ καλλίπρῳρον καὶ τὸ εὐειδὲς τὸ τὴν πρῷραν ἐπανθοῦσαν ἔχον τοῖς κάλλεσι. τοῦτο δὲ τροπικὸν ἀπὸ τῆς νεώς· ὥσπερ γὰρ ἡ πρῷρα ταύτης θεωρία τις καὶ ἄποψις τυγχάνει τῶν πόρρωθεν καὶ οἷον διʼ αὐτῆς τὸ μακρόθεν διαγινώσκεται, οὕτω καὶ τὸ τοῦ ἀνθρώπου εἶδος ὡς πρῷρα τις φαίνεται· προορᾶται γὰρ ἐμφανῶς ἅπασι καὶ καταφαίνεται μάλιστα τῶν ἄλλων μερῶν τοῦ σώματος.
αὐδᾷ φωνεῖ.
αὐδᾷ λέγει.
ματρὸς ἐξ ὀρεσκόου· τῆς Ἀντιόπης· ἡ δὲ Ἀντιόπη αὕτη θυγάτηρ ἦν τινος ὑπηρετρίας Ἀρτέμιδος· συγκυνηγὸς δὲ ἐχρημάτιζε τῇ Ἀρτέμιδι ἐν ὄρεσι διερχομένη ἀεί. ἐρασθεῖσα δὲ ὑπό τινος βοσκοῦ καὶ φθαρεῖσα τὴν παρθενίαν ἐμυσάχθη ὑπὸ τῆς θεοῦ· ἔτεκε δὲ παῖδα καὶ ὠνόμασε τοῦτον Παρθενοπαῖον.
ματρὸς ἐξ ὀρεσκόου τῆς Ἀταλάντης τῆς ἐν ὄρεσι κοιμωμένης.
ματρὸς ἐξ ὀρεσκόου τῆς Ἀταλάντης τῆς ὀρειτρόφου.
ματρὸς ἐξ ὀρεσκόου Ἀταλάντης τῆς ἐν τῷ ὄρει διαιτωμένης ἅτε ἱερείας οὔσης Ἀρτέμιδι. θ
ματρὸς τῆς Ἀντιόπης.
ὀρεσκόου βλάστημα τὸ γεννηθὲν ἐν τῷ ὄρει.
ὀρεσκόου· ἤτοι τῆς Ἀταλάντης τῆς ἐν τῷ ὄρει διαιτωμένης καὶ κοιμωμένης καὶ διατριβούσης ἐκεῖσε· κυνηγὸς γὰρ ἦν. τὸ δὲ κο μικρὸν διὰ τὸ μέτρον.
ὀρεσκόου· τῆς περὶ τὰ ὄρη ἀναστρεφομένης ὡς τοξικῆς τε καὶ κυνηγετικῆς ἐφόρου, ἤτοι τῆς Ἀταλάντης τῆς ἐν τῷ ὄρει κοιμωμένης καὶ διατριβούσης ἐκεῖσε· κυνηγὸς γὰρ ἦν. τὸ δὲ σκο μικρὸν διὰ τὸ μέτρον.
ἤγουν τῆς Ἀταλάντης· αὕτη γὰρ συνεπορεύετο τῇ Ἀρτέμιδι καίτοι ἄνθρωπος … διεκόρισε αὐτὴν καὶ τῆς Ἀρτέμιδος θυμαθουσης αὐτὴν ἀπεδίωκε, ἀφʼ ἧς ἐγεννήθη καὶ ὁ Παρθενοπαῖος.
ὀρεσκόου· τῆς ἐν τῷ ὄρει διαιτωμένης καὶ κοιμωμένης καὶ διατριβούσης, ἤγουν τῆς Ἀταλάντης. γράφεται δὲ τὸ κο μικρὸν διὰ τὸ μέτρον. ἦν γὰρ αὕτη θυγάτηρ τινὸς ὑπηρετρίας τῆς Ἀρτέμιδος. συγκυνηγὸς δὲ ἐχρημάτιζε τῇ Ἀρτέμιδι ἐν ὄρεσιν ἐρχομένη ἀεί. ἐρασθεῖσα δὲ ὑπό τινος βοσκοῦ καὶ φθαρεῖσα τὴν παρθενίαν ἐμυσάχθη ὑπὸ τῆς θεοῦ. ἔτεκε δὲ παῖδα καὶ ὠνόμασε αὐτὸν Παρθενοπαῖον.
ὀρεσκόου ὀρεινῆς.
ὀρεσκόου ἤγουν τῆς Ἀταλάντης.
ὀρεσκόου τῆς ἐν ὄρει διαιτωμένης.
βλάστημα καλλίπρῳρον· εὐειδές, ἐπεὶ ἡ πρῷρα ὡς ὄψις ἐστὶ νεώς. ἀνδρόπαις δὲ ἀνὴρ ὁ νεωστὶ εἰς ἄνδρας ἐλθὼν ἢ ὁ καὶ ἐν παιδικῇ ἡλικίᾳ ἀνδρεῖος.
βλάστημα καλλίπρῳρον· ὥσπερ ἔνι τὸ πρόσωπον τῆς νηὸς ἡ πρῷρα καὶ ἐξ αὐτῆς γινώσκεται ἡ λαμπρότης τῆς νηός, οὕτω καὶ ἐκ τῆς ὥρας τοῦ ἀνθρώπου γινώσκεται ὁ ἄνθρωπος· ἐξ αὐτοῦ γὰρ τοῦ προσώπου προορᾶται ὅπως ἄνθρωπος.
βλάστημα γέννημα.
βλάστημα ἤγουν ὁ Παρθενοπαῖος.
καλλίπρῳρον τὸ εὐειδές, καλλιπρόσωπον.
καλλίπρῳρον καλλιπρόσωπον.
καλλίπρῳρον τὸ εὐειδές.
καλλίπρῳρον ὡραῖον.
καλλίπρῳρον καλλιπρόσωπον ἐκ μεταφορᾶς τῆς ἐν νηὶ πρῴρας. θ
ὁ νεωστὶ εἰς ἄνδρας τελῶν, ἢ ὁ ἐν παιδικῇ ἡλικίᾳ ἀνδρεῖος. καλλίπρῳρος δὲ ἀντὶ τοῦ εὐειδής, ἐπεὶ ἡ πρῷρα ὡς ὄψις ἐστὶ νεώς.
ἀνδρόπαις ἀνήρ· ἢ ὁ παῖς ὁ νεωστὶ εἰς ἄνδρας ἐλθὼν ἢ ὁ ἐν τῇ παιδικῇ ἡλικίᾳ ἀνδρεῖος ὤν. λέγει δὲ τὸν Παρθενοπαῖον τὸν υἱὸν τῆς Ἀντιόπης ἥτις καὶ Παρθενόπη ἐλέγετο· ἀφʼ ἧς καὶ οὗτος Παρθενοπαῖος ἐκλήθη, ὃς ἐξ Ἀρκαδίας εἰς τὸ Ἄργος μετῴκησε.
ἀνδρόπαις ἀνδρεῖος ἢ ὁ νεωστὶ τελῶν.
ἀνδρόπαις ἤτοι ὁ τῶν ἀνδρῶν παῖς· πρὸς τοὺς ἄνδρας γὰρ τοὺς ἔχοντας τελείαν ἡλικίαν ὑπάρχει οὗτος παῖς.
ἀνδρόπαις πρὸς ἄνδρας παραγγείλας ἄρτι. θ
ἀνδρόπαις ἤτοι ὁ ἐν παιδικῇ ἡλικίᾳ ἀνδρεῖος ὤν. Ξ
ἀνήρ ὁ Παρθενοπαῖος.
στείχει δʼ ἴουλος ἄρτι· ἤτοι νῦν ἀπήρξατο γενειάζειν· στείχει δὲ καὶ βαδίζει διὰ τῶν παρειῶν αὐτοῦ ἴουλος. ἐφερμηνεύων δὲ τί ἐστιν ἴουλος, φησί· θρὶξ ἀντέλλουσα καὶ ἀναβλαστάνουσα καὶ ἀναφύουσα τῆς ὥρας φυούσης, ἤγουν τῆς αὐτοῦ ἡλικίας φυούσης καὶ ἀναθαλλούσης καὶ ἐπανθούσης ἢ τοῦ νενομισμένου καιροῦ τοῖς νέοις ἀναφύοντος τὸν ἴουλον.
στείχει πορεύεται.
στείχει κινεῖται.
στείχει ἐξέρχεται.
στείχει ἀναβλαστάνει. Ξ
ἴουλος σημαίνει δʹ· τὸν σκώληκα ὅς ἐστιν μικρὸς καὶ πολύπους περὶ τοὺς τοίχους ἀνερχόμενος· τὴν ἐξάνθησιν τῶν γενείων· τὴν συστροφὴν τῶν τριχῶν· καὶ τὸν ὕμνον ὡς τὸ καλὰς ἤειδεν ἰούλους.
ἴουλος γενειάς.
ἴουλος ἐξάνθησις τῶν γενείων.
ἴουλος τὸ ἀρτιφυὲς γένειον, ἡ διεστραμμένη θρίξ, σκώληξ τις λεγόμενος πολύπους.
ἴουλος τὸ ἀρτιφυὲς γένειον.
ἴουλος γένειον.
παλαιόν· ἴουλος σημαίνει δʹ· τὸν σκώληκα τὸν πολύποδα τὸν περὶ τὰ τείχη ἀνερχόμενον· τὴν ἐξάνθησιν τῶν γενείων· τὴν συστροφὴν τῶν τριχῶν· καὶ τὸν ὕμνον ὡς τὸ καλὰς ἤειδεν ἰούλους, ἤτοι ὕμνους.
ἴουλος ἐνταῦθα ἡ πρώτη ἔκφυσις τῶν γενείων. Ξ
παρηίδων τῶν παρειῶν.
ὥρας φυούσης ἤτοι τῆς προσηκούσης ἡλικίας διδούσης. Ξ
ὥρας τῆς παιδικῆς.
ὥρας τῆς παιδικῆς ἡλικίας.
ὥρας πρέποντος καιροῦ. θ
ταρφύς· πεπυκνωμένη.
ταρφὺς δασεῖα.
ταρφὺς πυκνή.
ταρφὺς συνεχής.
ταρφὺς δασυτάτη ἢ τρυφερά. θ
ἀντέλλουσα ἀναβλαστάνουσα.
θρίξ ὅ ἐστιν ἴουλος.
ὁ δʼ ὠμὸν οὔτι παρθένων ἐπώνυμον· εἴπομεν ἄνωθεν ὅτι περὶ τοῦ Παρθενοπαίου τοῦ υἱοῦ τῆς Ἀντιόπης ἐνταῦθα διαλαμβάνει· φησὶν οὖν· ὁ δέ, ἤτοι ὁ Παρθενοπαῖος, προσίσταται ταῖς πύλαις, οὔτι καὶ οὐδαμῶς φρόνημα ἔχων παρθένων, χαῦνον δηλαδὴ καὶ μαλακόν, ἐπώνυμον αὐτῷ οἷα καὶ Παρθενοπαίῳ καλουμένῳ, ἀλλὰ καὶ ὠμὸν καὶ ἀπηνὲς καὶ γοργὸν ὄμμα.
οὐ σύμφωνον τῇ κλήσει τῆς παρθένου τὸ φρόνημα ἔχων ἤτοι μαλακὸν καὶ ἐπιεικές—Παρθενοπαῖος γὰρ καλεῖται—ἀλλὰ μᾶλλον σκληρὸν ἐκ μεταφορᾶς τῶν μὴ πεπόνων καρπῶν.
οὔτι οὐ σύμφωνον τῇ κλήσει τῆς παρθένου τὸ φρόνημα ἔχων, ἀλλὰ ὠμόν.
ὠμὸν συμφωνοῦν τῇ αὐτοῦ κλήσει φρόνημα.
ὠμὸν ἄγριον.
ὠμὸν ἀπηνές.
ὠμὸν θρασύ, φονικόν. θ
ἐπώνυμον χαῦνον.
ἐπώνυμον μαλακόν.
ἐπώνυμον ἤτοι μαλακὸν καὶ κατὰ τὸ ὄνομα αὐτοῦ. θ
φρόνημα ἔχων.
γοργὸν σύντομον. …
γοργὸν καταπληκτικὸν ἐκ μεταφορᾶς τῆς Γοργοῦς.
προσίσταται ταῖς πύλαις δῆλον.
προσίσταται ἐγγὺς ἵσταται.
ἀκόμπαστος χωρὶς κόμπου καὶ κενοδοξίας.
ἀκόμπαστος ἄνευ ἀλαζονείας.
ἀκόμπαστος ἄνευ ἐπάρσεως καὶ ἀλαζονείας.
ἀκόμπαστος ἔξω ἀλαζονείας.
ἀκόμπαστος ἤγουν χωρὶς κομπασμάτων καὶ ἀλαζονευμάτων.
ἡμέτερον· δύο τινὰ ταῦτα Παρθενοπαῖος οἶμαι διὰ τοῦ σημείου τῆς ἀσπίδος ᾐνίσσετο· οὐ μόνον γὰρ τῆς πάλαι Σφιγγὸς αὐτοὺς ἀνεμίμνησκε τοῦ τʼ ἀνδρὸς ὃν ἐξ αὐτῶν ἁρπάζουσα πρὸς αἰθέρα ἀφίπτατο, ἀλλὰ καὶ νῦν τρόπον δή τινʼ ἐφθέγγετο πρὸς αὐτούς· ὁρᾶτε τήνδε τὴν Σφίγγα καὶ τὸν ἄνδρα τὸν ὑπʼ αὐτῆς· τοιαῦτά τινα καὶ ὑμεῖς πείσεσθε παρʼ ἡμῶν ὥσπερ τισὶν ὄνυξι τοῖς ἡμῶν κατατρωθέντες βέλεσι καὶ ἀπολωλότες.
τὸ γὰρ πόλεως ὄνειδος· περὶ τῆς Σφιγγός φησιν, ἐξ ἧς τῷ Οἰδίποδι προσεγένετο τῇ οἰκείᾳ συμμιγῆναι μητρὶ ἀναιρήσαντι ταύτην τῇ εὑρέσει τοῦ αἰνίγματος, ὅθεν τῇ πόλει πάσῃ τῶν Θηβαίων προσεγένετο ὄνειδος. συντάσσεται δὲ οὕτως· τὸ γὰρ πόλεως ὄνειδος, τὸ διʼ οὗ δηλαδὴ τῷ Οἰδίποδι καὶ τῇ πόλει πάσῃ ὄνειδος προσεγένετο, τουτέστι τὴν Σφίγγα τὴν ὠμόσιτον ἐνώμα καὶ ἐκίνει καὶ ἔφερε προσμεμηχανημένην καὶ κατεσκευασμένην ἐν σάκει χαλκηλάτῳ γόμφοις, ἤτοι διαπεπερονημένῳ τοῖς ἥλοις τῷ τοῦ σώματος προβλήματι. τοῦτο γάρ, δηλαδὴ τὸ σάκος, ὁ πολεμιστὴς τοῦ οἰκείου προτίθησι σώματος.
ἐπειδὴ ὁ Οἰδίπους ἐμίγη τῇ μητρὶ λύσας τὸ αἴνιγμα τῆς Σφιγγός.
πόλεως ὄνειδος· ὁ γὰρ Οἰδίπους λύσας τὸ τῆς Σφιγγὸς αἴνιγμα ἐμίγη τῇ οἰκείῳ μητρί.
τὸ γὰρ ὄνειδος τῆς πόλεως τὴν Σφίγγα λέγει τὴν ὠμόσιτον, τὸ λαμπρὸν δέμας τὸ ἔκκρουστον, προσμεμηχανημένην ἐν γόμφοις ἐν τῷ σάκει τῷ κυκλωτῷ τῷ χαλκηλάτῳ, τῷ προβλήματι τοῦ σώματος, ἐνώμα. αὕτη ἡ σύνταξις.
τὸ γὰρ ἐνταῦθα τὸ ἐνώμα σύναπτε.
ὄνειδος τὴν Σφίγγα.
ὄνειδος διὰ γὰρ τὴν Σφίγγα ὠνειδίζοντο Θηβαῖοι. θ
σύναπτε τὸ κύκλῳ πρὸς τὸ ἐνώμα ἢ πρὸς τὸ σάκει ἵνʼ ᾖ· τῷ σάκει, τῷ κύκλῳ λέγω, ἤτοι τῷ κυκλοτερεῖ. θ
σάκει ἀσπίδι.
σάκει σκουταρίῳ.
κυκλωτῷ κυκλοτερεῖ.
κυκλωτῷ ἤτοι ἐν τῷ περιφερεῖ. Ξ
σώματος αὐτοῦ.
προβλήματι τῷ φύλακι.
προβλήματι σκεπάσματι.
προβλήματι φυλακῇ. θ
οὕτω γὰρ ἐμεμηχάνητο ἡ Σφὶγξ ἐν τῷ σάκει ἁρπάζουσα καὶ διασπαράττουσα ἕνα Καδμείων, ὥστε εἰκάσαι ἂν πολλοῖς βέλεσι βάλλεσθαι· πανταχῆ γὰρ τοῦ σώματος ἐσπαραγμένος ἐδόκει τοῖς ὄνυξι ταύτης. θ
ὠμόσιτον τὴν τοὺς ἀνθρώπους ἐσθίουσαν.
ὠμόσιτον τὴν ἀπηνῆ.
ὠμόσιτον τὴν ὠμῶς καὶ ἀπηνῶς σιτουμένην τοὺς ἄνδρας. θ
προσμεμηχανημένην μετὰ μηχανῆς ἐζωγραφημένην.
προσμεμηχανημένην μετὰ μηχανῆς κεκαρφωμένην.
προσμεμηχανημένην μετὰ μηχανῆς κατεσκευασμένην καὶ προσηλωμένην. θ
γόμφοις ἥλοις.
γόμφοις ἐν καρφίοις.
ἐνώμα ἐκίνει, ἔφερε.
ἐνώμα ἐκίνει.
λαμπρὸν ἔκκρουστον δέμας· πρὸς τὸ λαμπρὸν τέθεικε καὶ τὸ ἔκκρουστον, ἤτοι ἐκκροῦον καὶ ὑπερεκπλῆττον τῇ λαμπρότητι τοὺς θεατάς· καὶ Ὅμηρος ἡνία σιγαλόεντα φησὶ τὰ λαμπρὰ καὶ ἔκπληξιν ἐμποιοῦντα τοῖς βλέπουσι.
λαμπρὸν χρυσοειδές. θ
ἐκκροῦον ἤγουν ἐκπλῆττον τὸν θεατήν, ἢ οὐκ ἐζωγραφημένον ἀλλʼ ἔξω αἰωρημένον διά τινος μηχανῆς οἷον ἐκκρεμῆ καὶ διὰ τοῦτο γόμφοις κινούμενον.
ἔκκρουστον δὲ εἶπεν οὐκ ἐζωγραφημένον ἀλλʼ ἔξω αἰωρημένον διά τινος μηχανῆς.
ἔκκρουστον καταπληκτικόν.
ἔκκρουστον καταπληκτικὸν τῇ αἴγλῃ. θ
δέμας σῶμα.
τὸ δὲ φέρει δʼ ὑφʼ αὑτῇ φῶτα· φέρει δὲ ἡ Σφὶγξ ἕκαστον τῶν Ἀργείων ἐν τοῖς ὄνυξιν ἑαυτῆς οὕτως ὥστε δοκεῖν ἐπʼ αὐτῷ πλεῖστα βέλη ἰάπτεσθαι καὶ πέμπεσθαι.
φέρει καὶ αὐτὴν ἑστιωμένην ἄνδρα Καδμείων· βέλη δʼ ἐπʼ αὐτὸν προσβαλλόμενα πολλά.
φέρει ἡ Σφίγξ.
φέρει βαστάζει.
ὑφʼ αὑτῇ ὑποκάτω τῶν ποδῶν αὐτῆς.
ὑφʼ αὑτῇ ὑπὸ τοῖς ποσὶν αὐτῆς. Ξ
αὑτῇ τῇ Σφιγγί.
φῶτα ἄνδρα.
ὡς δοκεῖν.
ὡς ὥς ἐστιν εἰκάσαι.
πλεῖστʼ πολλά.
ἀνδρὶ τῷ ὑπʼ αὐτὴν ὄντι.
ἰάπτεσθαι πέμπεσθαι.
ἰάπτεσθαι ἐμβάλλεσθαι.
βέλη ἤγουν τοὺς ὄνυχας.
ἐλθὼν δὲ ἔοικε· παραγενόμενος δὲ ἐνταῦθα ἔοικεν οὐ ψεύσασθαι καὶ τῷ δοκεῖν ἀπατῆσαι τοὺς βλέποντας, μὴ καλῶς καὶ ὡς προσῆκον ἀνδρὶ γενναίῳ μαχόμενος· τῆς γὰρ μάχης ὁλοσχερῶς ἅπτεται.
ἐλθὼν παραγενόμενος.
ἔοικεν φαίνεται.
οὐ καπηλεύσειν οὐ κιβδηλεύσειν, ἤτοι οὐ ψεύσεσθαι. Ξ
καπηλεύσειν νοθεύσειν, μολύνειν, νενοθευμένην δεῖξαι τὴν μάχην.
καπηλεύσειν ἀναβαλέσθαι.
καπηλεύσειν ἐκκλίνειν, οὐ καλῶς ἐνεργῆσαι.
καπηλεύσειν ψεύσασθαι.
καπηλεύσειν ἐκφαυλίσειν.
καπηλεύσειν μολύνειν.
καπηλεύσειν ἀχρείως πολεμήσειν.
καπηλεύσειν ψεύσασθαι, δολιεύσασθαι.
μεταφορικῶς ἀπὸ τῶν καπήλων τῶν μιγνύντων τὸν οἶνον τῷ ὕδατι καὶ ἀπατώντων τοὺς ἀγοράζοντας.
καπηλεύσειν ματαίαν δεῖξαι.
καπηλεύσειν ψεύσεσθαι, προδώσειν, διαφθερεῖν. θ
ἐκ μεταφορᾶς τῶν καπήλων τῶν μολυνόντων τὸν οἶνον. Ξ
μακρᾶς κελεύθου τῆς ἐξ Ἄργους μέχρις ἐνταῦθα ὁδοῦ.
κελεύθου ὁδοῦ.
καταισχύνειν ἔοικε.
καταισχύνειν ἄτιμον ποιῆσαι.
πόρον διέλευσιν.
πόρον πορείαν.
πόρον ὁδόν.
Ἀντίμαχός φησιν Ἀργεῖον αὐτόν, οὐκ Ἀρκάδα.
Ἀρκάς ὁ ἀπὸ τῆς Ἀρκαδίας.
Ἀρκάς ἐξ Ἀρκάδος.
ὁ δὲ τοιόσδʼ ἀνήρ· ἀκούσιον φόνον δράσας ὁ Παρθενοπαῖος ἐν Ἀρκαδίᾳ πρὸς Ἄργος ἔφυγεν· Ἀρκὰς γὰρ ἦν. διὰ δὲ τὸ συμβὰν αὐτῷ πρὸς ἄργος κατῆλθεν. φησὶν οὖν ὅτι ὁ ἀνὴρ οὗτος μέτοικός ἐστιν ἐξ Ἀρκαδίας, Ἄργει δὲ ἐκτίνων καὶ ἀποδιδοὺς καλὰ τροφεῖα καὶ χάριτας τῆς ἐκεῖσε ἀνατροφῆς αὐτοῦ ἀπειλεῖ τοῖς ἡμετέροις πύργοις κακὰ ἃ μὴ πληρώσαι θεός.
τοιοῦτός ἐστιν οἷον ἐγὼ εἶπον.
γράφεται καὶ ὅδε τοιόσδʼ ἀνήρ, ἤγουν τοιοῦτός ἐστιν οὗτος ὃν ἐγὼ εἶπον.
τοιόσδʼ ὁ Παρθενοπαῖος.
ἀκούσιον φόνον δράσας ὁ Παρθενοπαῖος εἰς Ἄργος ἔφυγεν.
μέτοικος ἐξ Ἀρκαδίας.
μέτοικος ἐν Ἀρκαδίᾳ γὰρ γεννηθείς, ἐν Ἄργει μετοικίσας ἀνετράφη. θ
μέτοικος ἤτοι ἐκ τῆς Ἀρκαδίας μετοικισθεὶς εἰς Ἄργος. Ξ
Ἄργει διὰ φόνον φυγὼν ἐξ Ἀρκαδίας ἐν τῷ Ἄργει κατῴκησεν.
ἐκτίνων ἀποδιδούς.
ἐκτίνων ἀνταποδιδούς.
πύγροις ἤγουν τῇ πόλει.
τοῖσδʼ τοιαῦτα δηλονότι.
ἃ δεινά.
κραίνοι τελειώσοι.
θεός ἡ τύχη.
εἴθε γὰρ παρὰ θεῶν τύχοιεν ἐπαξίως ὧν φρονοῦσιν ἀνοσίων καὶ ἀλαζονεύονται, ἐπὶ τῶν ἀσπίδων κομπάσματα ἔχοντες.
εἰ γὰρ παρὰ τῶν θεῶν τύχοιεν ἐπαξίως ὧν φρονοῦσι καὶ ἀλαζονεύονται, ἐπὶ τῶν ἀσπίδων κομπάσματα ἔχοντες, ὄντως ἂν οὗτοι παγκάκως ὀλοίατο.
ἡ κατασκευὴ αὕτη πρὸς τὸν τοῦ ἀγγέλου λόγον ἐστίν· εἰπόντος γὰρ ἐκείνου ὡς ἅπερ ἀπειλεῖ τῇ πόλει μὴ τελειώσειεν ἡ τύχη, φησὶν οὗτος ἐπινοουμένου τοῦ ναί· εἴθε γὰρ τύχοιεν παρὰ τῶν θεῶν ὧν καθʼ ἡμῶν φρονοῦσιν, τουτέστιν ἅπερ ἡμῖν ἀπειλοῦσιν αὐτοὶ πάθοιεν, καὶ οὕτως ἄν, εἰ γένοιτο τοῦτο, ἀπολεσθεῖεν ἂν σὺν αὐτοῖς ἐκείνοις τοῖς ἀνοσίοις κομπάσμασιν, πάμπαν ἠφανισμένοι καὶ παγκάκως. ἢ τὸ εἰ ἀντὶ τοῦ ἐάν, ἵνʼ εἴη ἡ ἀπόδοσις πρὸς τὸ θεῶν. θ
Λουκιανοῦ εἰ γὰρ γένοιτο· εὐκτικὸν τὸ εἰ. πολὺ δὲ παρὰ Πλάτωνι τοῦτο.
τύχοιεν εὕροιεν.
τύχοιεν ἐπιτύχοιεν.
τύχοιεν εἴθε ἃ ἡμῖν ἀπειλοῦσιν αὐτοὶ πάθοιεν. θ
τύχοιεν οἱ πολέμιοι δῆλον. Ξ
διότι φρονοῦσι μεγάλως κατὰ τῶν θεῶν.
φρονοῦσι κενοδοξοῦσι· ἤγουν ἐπαξίως κολασθῶσι.
φρονοῦσι ἀλαζονεύονται.
φρονοῦσι καθʼ ἡμῶν.
φρονοῦσι καθʼ ἡμῶν διαλογίζονται. Ξ
κατὰ σχῆμα Ἀττικὸν λείπει ἡ σὺν πρόθεσις ἵνα ᾖ· σὺν αὐτοῖς ἐκείνοις.
ἀνοσίοις ἀδίκοις.
ἀνοσίοις τοῖς ἀδίκως καθʼ ἡμῶν λεγομένοις.
κομπάσμασιν καὶ αὐθαδίσμασιν. Ξ
πανώλεις πανωλέθριοι.
πανώλεις πανώλεθροι.
πανώλεις παντελῶς ἠφανισμένοι. θ
παγκάκως πανωλεθρίως.
παγκάκως λίαν κακῶς. Ξ
ὀλοίατο διαφθαρῶσι.
ὀλοίατο φθαρεῖεν.
ὀλοίατο φθαρῶσι.
οἱ Αἰολεῖς τὸ ὄλοιντο ὀλοίατο ποιοῦσι καὶ τὸ τύπτοιντο τυπτοίατο.
ὀλοίατο διαφθαροῖεν.
ὀλοίατο φθαροῖεν ἄν. θ
ὀλοίατο ὄλοιντο Αἰολικῶς τυχοίατο.
τῷδʼ τῷ Παρθενοπαίῳ.
τῷδʼ ἀντιστάτης δηλονότι.
σιωπᾶν μὲν εἰδὼς καὶ μὴ ἀλαζονεύεσθαι θέλων, τὴν χεῖρα δὲ δραστικός.
ἄκομπος ἤγουν οὐ κομπάζων ὡς ἐκεῖνοι.
ἄκομπος καὶ ταπεινός. Ξ
ἄλλο οὐδὲν ἢ σιωπᾶν μὲν οἶδεν, τῇ δὲ χειρὶ πολεμεῖν. περιφραστικῶς πολεμικώτατός ἐστιν.
χεὶρ δʼ ὁρᾷ· οὐδὲν ἄλλο οὗτος οἶδεν ἢ σιωπᾶν μέν, τῇ δὲ χειρὶ πολεμεῖν. περιφραστικῶς δὲ πολεμικώτατός ἐστιν.
χεὶρ τούτου.
χεὶρ αὐτοῦ. θ
ὁρᾷ δεικνύει καὶ τὴν ἐνέργειαν.
ὁρᾷ δεικνύει.
ὁρᾷ βλέπει.
ὁρᾷ ἤτοι πρὸς τὸ δρᾶσαι βλέπει καὶ οὐ πρὸς τὸ καυχάσασθαι. Ξ
τὸ δράσιμον ἤγουν πρὸς τὸ πρᾶξαι μόνον ὁρᾷ.
τοῦ πάρος τοῦ Ὑπερβίου.
τοῦ πάρος τοῦ προτέρου ἤγουν τοῦ Ὑπερβίου.
τοῦ πάρος τοῦ προλεχθέντος. Ξ
λελεγμένου λεχθέντος.
ὃς τούτου τὸν κόμπον ἐφέξει, τῶν πράξεων ἀποδέοντα, μὴ ἔσω πυλῶν γενέσθαι τὸν φέροντα τὴν Σφίγγα.
ὃς οὐκ ἐάσει· ὅστις, ὁ Ἄκτωρ καὶ ὁ ἀδελφὸς τοῦ Ὑπερβίου, οὐκ ἐάσει τὴν γλῶσσαν τὴν τῶν ἐργμάτων ἄτερ ἔσω τῶν τῆς πόλεως πυλῶν εἰσελθεῖν καὶ αὐξῆσαι τὰ κακά, ἤτοι ὃς τὸν κόμπον τούτου τῶν πράξεων ἀποδέοντα ἐφέξει μὴ εἴσω τῶν πυλῶν γενέσθαι τῆς πόλεως, δηλονότι τὸν Παρθενοπαῖον, τὸν φέροντα ἐπὶ τῆς ἀσπίδος τῆς πολεμικῆς εἰκόνα καὶ ἱστορίαν τοῦ μισητοῦ θηρίου, τουτέστι τῆς Σφιγγός.
ὃς οὐκ ἐάσει· ὅστις Ἄκτωρ, ἤγουν ὁ τοῦ Ὑπερβίου ἀδελφός, οὐκ ἐάσει τὴν γλῶτταν τὴν ῥέουσαν καὶ στωμυλευομένην χωρὶς ἐργμάτων καὶ κωλύσεων ὥστε ἔσω τῶν πυλῶν γενομένην αὔξειν τὰ κακά· ἄλλως· ὃς τὴν γλῶσσαν τούτου τὴν ῥέουσαν ἤγουν τὸν κόμπον τῶν πράξεων ἀποδέοντα—τοῦτο γὰρ δηλοῖ τὸ ἐργμάτων ἄτερ—οὐκ ἐάσει, ἤγουν ἐφέξει, ὥστε μὴ γενέσθαι ἔνδον τῆς πόλεως.
ὃς οὐκ ἐάσει τὸν Παρθενοπαῖον ἐντὸς τῶν πυλῶν γενέσθαι καὶ αὐξῆσαι ἡμῖν τὰ κακά, ἔχοντα τὴν γλῶτταν πλήρη μὲν κομπασμάτων, ἔργων δὲ κενήν.
ὃς οὐκ ἐάσει τὸν Παρθενοπαῖον ἅπερ ἀπειλεῖ καθʼ ἡμῶν διαπράττεσθαι, διὰ λόγων μὲν πορθοῦντα τὴν πόλιν, ἀλλʼ οὐ διὰ πράξεων. εἰ δὲ τὸ ἐργμάτων ἀντὶ τοῦ κωλυμάτων λάβοις, οὕτως εἴποις· ἀκωλύτως καὶ δίχα ἐμποδισμάτων διὰ γλώττης εἴσω τῆς πόλεως γινόμενον. θ
ὃς Ἄκτωρ.
ἐάσει ἀφήσει.
γλῶσσαν τοῦ Παρθενοπαίου.
ἐργμάτων κωλυμάτων.
ἐργμάτων πράξεων.
ἐργμάτων ἔργων.
ἐργμάτων πράξεων ἢ κωλυμάτων. θ
ἔσω πυλῶν ἤγουν ἐντὸς τῆς πόλεως.
ἔσω ἐλθεῖν.
ἔσω εἰ μὲν γράφεται ἔσω, τὴν οἰκείαν γλῶττάν φησι, εἰ δὲ ἔξω, τὴν τοῦ Παρθενοπαίου γλῶτταν λέγει.
ῥέουσαν στωμυλευομένην.
ῥέουσαν χέουσαν, πέμπουσαν.
ἀλδαίνειν αὔξειν.
ἀλδαίνειν αὐξάνειν. θ
τὸ ἑξῆς οὕτως· οὐδὲ ἐάσει εἰσαμεῖψαι καὶ εἰσελθεῖν ἔσω, ἔξωθεν τυγχάνοντα.
οὐδʼ εἰσαμεῖψαι καὶ εἰσελθεῖν αὐτὸν τὸν Παρθενοπαῖον τὸν φέροντα ἐπὶ τῆς ἀσπίδος τῆς πολεμικῆς εἰκόνα καὶ ἱστορίαν τοῦ μισητοῦ θηρίου τουτέστι τῆς Σφιγγός.
οὐδʼ ἐάσει.
οὐδʼ ἐάσει εἰσελθεῖν.
εἰσαμεῖψαι εἰσελθεῖν.
εἰσαμεῖψαι εἰσελθεῖν ἔσω· ἐνταῦθα γὰρ τοῦτο σύναπτε.
ἐχθίστου τοῦ ἀδίκου.
ἐχθίστου τοῦ μισητοῦ.
ἐχθίστου τῆς Σφιγγός.
ἐχθίστου μισητοῦ τῇ πόλει. θ
δάκους θηρός. …
δάκους περιφραστικῶς.
παντὸς θηρίου ὥσπερ ἐπώνυμόν ἐστι τὸ δάκος· πάντα γὰρ δάκη λέγεται ὡς λύπης αἴτια. θ
δάκους καὶ θηρὸς ἤγουν τῆς Σφιγγός. Ξ
ἐπιθετικῶς δὲ εἴρηται ἀντὶ προσηγορικοῦ, οὗ τὸ πλῆρες θὴρ δάκος ἤτοι δακνηρόν. Ξ
εἰκὼ τὴν εἰκόνα.
πολεμίας πολεμικῆς.
ἔξωθεν εἴσω τῷ φέροντι μέμψεται· ἤτοι ἡ Σφὶγξ ἡ τῷ σάκει ἐγγεγραμμένη ἔξωθεν ἱσταμένη τοῦ τείχους καὶ πετροβολουμένη μέμψεται τῷ φέροντι αὐτὴν ἔσωθεν, ἤτοι τῷ διὰ τῆς χειρὸς αὐτὴν φέροντι.
ἔξωθεν ἡ Σφίγξ.
ἔξωθεν ἡ Σφὶγξ οὖσα ἐν τῇ ἀσπίδι.
ἔξωθεν ἡ Σφὶγξ ἐζωγραφημένη.
τῷ φέροντι αὐτήν.
τῷ φέροντι αὐτὴν δῆλον ἤτοι τὸν Παρθενοπαῖον. Ξ
μέμψεται ἡ ἀσπὶς ἢ ἡ Σφὶγξ βαλλομένη τῷ τῶν δοράτων κρουσμῷ.
μέμψεται γλυκύτης παρὰ τοῖς ῥήτορσι.
μέμψεται κατηγορήσει ἡ Σφίγξ.
μέμψεται ἡ Σφίγξ.
ἤτοι ἐν βέλεσι καὶ ἐν λιθάσμασι καταβαλλομένη.
πυκνοῦ συχνοῦ.
πυκνοῦ συνεχοῦς.
πυκνοῦ σφοδροτάτου, συνεχοῦς. θ
κροτησμοῦ τοῦ ὑπὸ λίθων καὶ δοράτων.
κροτησμοῦ πετροβολισμοῦ.
κροτησμοῦ λιθασμοῦ.
κροτησμοῦ λιθοβολισμοῦ.
ὑπὸ πτόλιν ἤγουν ὑποκάτω τῶν τειχῶν.
θελόντων βουλομένων.
ἀληθεύσαιμʼ ἀληθεύσω.
ἀντισπαστικὰ κῶλα εʹ· τὰ μὲν δʹ τρίμετρα βραχυκατάληκτα, τὸ εʹ ἡμιόλιον. ἔοικε δὲ καὶ ταῦτα ἑτέρᾳ στροφῇ· ἔχει γὰρ καὶ ἀντίστροφον τὰ κῶλα τοῦ ἑξῆς χοροῦ. ἔχει δὲ καὶ ταῦτα πεντασυλλάβους καὶ ἑξασυλλάβους πόδας.
στροφὴ ἑτέρα κώλων εʹ.
ἡμέτερα· ἱκνεῖται λόγος· ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ εʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἀντισπάστου, ἐπιτρίτου δευτέρου καὶ ἰάμβου. τὸ βʹ ὅμοιον καταληκτικὸν ἐξ ἀντισπάστου, παίωνος πρώτου καὶ κρητικοῦ. τὸ γʹ ὅμοιον δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος πεντασυλλάβου, διτροχαίου καὶ συλλαβῆς. τὸ δʹ ὅμοιον τῷ βʹ ἐκ παίωνος δʹ, ἐπιτρίτου δʹ καὶ κρητικοῦ. τὸ εʹ χοριαμβικὸν ἑφθημιμερὲς ἐκ χοριάμβου καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.
ἱκνεῖται λόγος πορεύεται ἀπὸ τῶν πολεμίων.
ἱκνεῖται λόγος πορεύεται πρὸς ἡμᾶς ὁ ἀπὸ τῶν πολεμίων ἐξερχόμενος.
ἥψατο καὶ αὐτῶν τῶν ἡπάτων μου ὁ ἐρχόμενος παρὰ τῶν ἐχθρῶν.
ἱκνεῖται πορεύεται.
ἱκνεῖται ἔρχεται.
ἱκνεῖται διέρχεται, πορεύεται πρὸς ἡμᾶς.
ἱκνεῖται διέρχεται. θ
ὁ λόγος ὁ ἀπὸ τῶν πολεμίων ὁ ἀλαζονικός.
λόγος ὁ ἀπὸ τῶν πολεμίων.
λόγος ὁ περὶ τοῦ Παρθενοπαίου, ἤγουν ἀκούουσα τὸν Παρθενοπαῖον τοιαῦτα καθʼ ἡμῶν φρονοῦντα τρέμω καί μοι δέος εἰσέρχεται. θ
διὰ στηθέων ἤγουν μέχρι τῆς ψυχῆς ἀφικνεῖται.
διὰ στηθέων ἤτοι ἐν τῇ καρδίᾳ μου. Ξ
στηθέων τῶν ἐγκάτων.
κατὰ περίφρασιν ἡ θρίξ.
τριχὸς τοιαῦται γὰρ τῶν φοβουμένων αἱ τρίχες γίνονται. θ
τριχὸς ἀντὶ τοῦ ἀνίσταται ὁ πλόκαμος τῆς τριχὸς ὄρθιος. Ξ
ὀρθίας ὄρθιος ἔδει εἰπεῖν πρὸς τὸ πλόκαμος, νῦν δὲ ἐπήνεγκε πρὸς τὸ τριχὸς ὅπερ ἐστὶ ταὐτόν. θ
πλόκαμος ὁ ἡμέτερος.
πλόκαμος ἤγουν τὸ πύκνωμα.
ἵσταται ἀνίσταται.
μεγάλα μεγαληγόρων· πλαγίως ἐνταῦθα τὸν λόγον ὤφειλεν ἀποδοῦναι οὕτως· κλυούσης καὶ ἀκουούσης ἐμοῦ μεγαληγόρων ἀνδρῶν ἀνοσίων μεγάλα, ἤτοι μεγαληγορούντων μεγάλα, ὅμως δὲ διὰ μετοχῆς ἀποδέδωκε τοῦτο πρὸς τὸ πλόκαμον.
μεγάλα πράγματα ἀκούων.
μεγάλα πράγματα.
μεγαληγόρων τῶν ἐπηρμένων.
μεγαληγόρων τῶν ἀλαζονικῶς λεγόντων.
μεγαληγόρων μεγαλαύχων.
μεγαληγόρων καυχωμάτων. Ξ
κλύων ἀκούων ὁ πλόκαμος.
κλύων ἀκούων.
κλύουσʼ κλυούσης ἐμοῦ.
ἀνοσίων ἀδίκων.
ἀνοσίων ἀσεβῶν ἅτε μηδʼ αὐτῶν τῶν θεῶν ποιουμένων φροντίδα. θ
τούσδʼ τοὺς πολεμίους.
τούσδʼ τοὺς ἐχθρούς.
ὀλέσειαν φθείρειαν.
ὀλέσειαν ἀφανίσειαν.
διπλῆς ἑτέρα περίοδος. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι νηʹ.
ἕκτον λέγοιμʼ ἄν· αἱ μονοστροφικαὶ αὗται καὶ συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων νηʹ, ὧν τελευταῖος· θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. ἐπὶ τῷ τέλει ἑκάστης περιόδου παράγραφος.
ἕκτον λέγοιμʼ ἂν ἄνδρα· ὁ ἄγγελός φησι πρὸς τὸν Ἐτεοκλέα· ἰδοὺ λέγοιμʼ ἂν καὶ τὸν ἕκτον ἄνδρα σωφρονέστατον τῶν προειρημένων κατὰ δύναμιν τε ἄριστον, Ἀμφιάρεω βίαν, τουτέστι τὸν Ἀμφιάραον περιφραστικῶς· πρὸς ταῖς πύλαις δὲ ταῖς Ὁμολωίσι τεταγμένος—Ὁμολωίδες δὲ λέγονται αἱ πύλαι ἐκεῖναι ἀπὸ Ὁμολωίδος θυγατρὸς Νιόβης— ἐν ὑβριστικοῖς λόγοις κακίζει καὶ ὑβρίζει τὰ πολλὰ τὸν Τυδέα, τὸν ἀνδροφόντην λέγων πόλεως ταράκτορα. ἀνδροφόντην δὲ τοῦτον ἐκάλεσεν ἐπειδὴ τοὺς Μελάνης ἀπέκτεινε παῖδας Ἀλκάθαν καὶ Λυκάνορα.
λέγοιμʼ εἴποιμι.
σωφρονέστατον τὸ ὑπερθετικὸν ἀντὶ ἁπλοῦ.
σωφρονέστερον τῶν προειρημένων ἀνδρῶν.
σωφρονέστερον εὔτακτον.
σωφρονέστερον φρόνιμον. …
σωφρονέστερον τῶν ἄλλων.
σωφρονέστατον σεμνότατον καὶ συνετώτατον.
Ἀμφιάραος Ὀϊκλέους τοῦ Μελάμποδος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Ὑπερμήστρας.
περὶ τοῦ Ἀμφιάρεω.
ἀλκὴν δύναμιν.
ἀλκὴν τὴν ἰσχύν.
ἄριστον ἐξαίρετον.
ἄριστον γενναῖον.
Ἀμφιάρεω βίαν περιφραστικῶς.
Ἀμφιάρεω βίαν τὸν Ἀμφιάραον.
Ὁμολωίσιν ἀπὸ Ὁμολωίδος τῆς θυγατρὸς Νιόβης.
Ὁμολωίσιν ταῖς ἀπὸ Ὁμολωίδος θυγατρὸς Νιόβης καλουμέναις. θ
κακοῖσι βάζει ἤγουν κακολογεῖ.
κακοῖσι βάζει κακολογεῖ καὶ ἀτιμάζει. Ξ
κακοῖσι λόγοις.
κακοῖσι ὕβρεσιν.
βάζει ὑβρίζει.
βάζει βοᾷ.
βάζει λέγει. θ
Τυδέως βίαν ἤγουν τὸν Τυδέα.
Τυδέως βίαν περιφραστικῶς ἀντὶ τοῦ τὸν Τυδέα. Ξ
ἐπεὶ τοὺς Μέλανος ἀπέκτεινε παῖδας Ἀλκάθοον καὶ Λυκωπέα.
τὸν ἀνδροφόντην αὗται αἱ ὕβρεις.
ἀνδροφόντην ἐπεὶ τοὺς Μελαίνης ἀπέκτεινε παῖδας Ἀλκίθοον καὶ Λυκάνορα. θ
ταράκτορα τὸν πολλὰ κακὰ ἐπάγοντα καὶ ταράξαντα τὴν πόλιν· λέγει δὲ αὐτὸν συνωθῆσαι τοὺς Ἀργείους κατὰ Θηβῶν ἐκστρατεῦσαι. ὁ γὰρ φεύγων διὰ τὸ φονεῦσαι ἄνδρα ἀπελθὼν εἰς τὸ Ἄργος μετὰ τὸ καθαρθῆναι γέγονεν Ἀδράστου γαμβρός.
ταράκτορα τὸν δημαγέρτην.
ταράκτορα ἀναστάτην. Ξ
τῶν κακῶν ἤγουν τοῦ κατὰ Θηβαίων πολέμου. θ
ἐπειδὴ ἐπηράσατο Οἰδίπους μεθʼ αἵματος διανείμασθαι αὐτοὺς τὴν βασιλείαν· ταύτην οὖν τὴν Ἐρινὺν ἐπικαλεῖ.
Ἐρινύος κλητῆρα· ἐπειδὴ ἐπηράσατο ὁ Οἰδίπους τοῖς τέκνοις αὐτοῦ μεθʼ αἵματος διανῦσαι τὴν βασιλείαν, ταύτης τῆς Ἐριννύος, φησί, καλεστὴς ὁ Τυδεὺς γέγονεν· οὗτος γὰρ συγκατῆλθε μετὰ τοῦ Πολυνείκους εἰς τὸ Ἄργος πρὸς τὸν ἐκεῖσε βασιλεύοντα Ἄδραστον καὶ συνεβούλευσεν αὐτῷ στρατεῦσαι κατὰ Θηβαίων.
Ἐριννύος κλητῆρα τὸν καλεστὴν τῆς κατάρας τοῦ Οἰδίποδος.
Ἐριννύος κατάρας.
Ἐριννύος φθορᾶς.
κλητῆρα ἐπειδὴ γὰρ αἱ μὲν Ἐριννύες ἔφοροι κακῶν καὶ δυστυχημάτων, κατηράσατο δὲ ὁ Οἰδίπους τοῖς αὐτοῦ παισὶ σιδήρῳ διαλαχεῖν τὴν ἀρχήν, εἰκότως αὐτὸν Ἐριννύος κλητῆρα λέγει ὡς μᾶλλον τὸν κατὰ Θηβαίων παρακινήσαντα πόλεμον, ὥσπερ εἰ ἔλεγε πληρωτὴν κατάρας τῆς τοῦ Οἰδίποδος. θ
κλητῆρα καλεστήν.
πρόσπολον ἱερέα.
πρόσπολον ὑπηρέτην.
πρόσπολον θεράποντα.
πρόσπολον ὑπουργόν.
πρόσπολον· γράφεται πρόσπορον, ἤγουν τὸν ἐκ τῆς αὐτῆς σπορᾶς γεννηθέντα.
τῶνδε τῶν παρόντων. θ
βουλευτὴς ὑπάρχων τῷ Ἀδράστῳ ἕνεκα τῶν κακῶν πράξεων.
βουλευτήριον ἤγουν σύμβουλον. θ
βουλευτήριον βουλήν, σύμβουλον. Ξ
καὶ τὸν σὸν αὖθις πρὸς μόρον ἀδελφεὸν Πολυνείκους βίαν· καὶ τὸν σὸν ἀδελφόν—περιφραστικῶς δηλαδὴ τὸν Πολυνείκην—ἐξυπτιάζων καὶ ἐξαπλῶν καὶ ὕπτιον οἷον καὶ ἀνατεταμένον τιθείς—λέγω δὴ τὸ ὄνομα αὐτοῦ, τοῦτο δὴ τὸ Πολυνείκης—δίς τε ἐνδατούμενος, ἤτοι εἰς δύο μερίζων καὶ διακόπτων αὐτὸ εἰς τὸ πολὺ καὶ τὸ νεῖκος, τὸ ἐν τελευτῇ καλεῖ καὶ τοῖς ἑαυτοῦ περιφέρει χείλεσι, τὸ νεῖκος δηλαδὴ λέγων, ὡς πολλὰ νείκη τῇδε θήσεται.
καὶ τὸν οὐκ ἐπὶ φιλίᾳ σὸν ἀδελφὸν γενόμενον, ἀλλʼ ἐπὶ μάχῃ καὶ φθορᾷ, τὴν βίαν λέγω τοῦ Πολυνείκους, ἤτοι τὸν Πολυνείκην, ἐξυπτιάζων καὶ ἀναπτύσσων τὸ αὐτοῦ ὄνομα καὶ εἰς δύο τέμνων, καλεῖ καὶ ὀνομάζει ἐν τῇ τελευτῇ ἀντὶ Πολυνείκους νεῖκος καλῶν, τὸ πολὺ παριείς. θ
γράφεται καὶ τὸν σὸν αὖθις πρόσπορον ἀντὶ τοῦ τὸν ἐκ τοῦ αὐτοῦ σπόρου.
τὸν σὸν βάζει.
τὸν σὸν καλεῖ.
ἀξιοθάνατον ἢ τὸν σύμμοιρον καὶ συμπράκτορα Τυδέως, ἢ τὸν ἐγγὺς ὄντα θανάτου καὶ σύν σοι μέλλοντα θανεῖν. γράφεται δὲ καὶ πρόσπορον.
προσμόρον τὸν ἀξιοθάνατον· ἢ τὸν συμπράκτορα αὐτοῦ.
πρόσμορον δὲ ἀδελφὸν ἢ πρόσπορον τὸν ἐκ τοῦ αὐτοῦ σπόρου, ἢ τὸν συμπράκτορα, καὶ πρόσμορον τὸν ἐγγὺς μόρου, τὸν ἀξιωθέντα, τὸν ἄξιον ἀπωλείας, τοῦ βιαίου θανάτου.
πρόσμορον ἐγγὺς θανάτου, ἄξιον.
πρόσμορον τὸν ἐγγὺς τοῦ θανάτου.
πρόσμορον πλησιοθάνατον.
πρόσμορον κακοθάνατον.
πρὸς μόρον τὸν οὐκ ἐπὶ φιλίᾳ ἀδελφόν, ἀλλʼ ἐπὶ μάχῃ καὶ φθορᾷ γενόμενον. θ
ἡμέτερον· οἱ γράφοντες πρὸς μόρον τὸ ρον μικρὸν καὶ δύο μέρη τοῦτο ποιοῦντες οὐκ ἴσασι τὰ περὶ τῶν μέτρων. χρὴ τοίνυν μεγεθύνειν αὐτὸ καὶ ὡς ἓν λογίζεσθαι μέρος καὶ οὕτω συντάσσειν· καὶ τὸν σὸν αὖθις ἀδελφόν—τὴν βίαν λέγω τοῦ Πολυνείκους, ἤγουν τὸν Πολυνείκην— τῶν προσμόρων καὶ τῶν πλησιοθανάτων καλεῖ κατὰ συνεκδοχήν· ἢ βάζει τῶν προομόρων ὑπάρχειν, ἤγουν τῶν ἐγγὺς ὄντων θανάτου, ἐξυπτιάζων καὶ ἀναπτύσσων τὸ ὄνομα αὐτοῦ καὶ δὶς ἐνδατούμενος καὶ μερίζων τοῦτο, τὸ ἐν τῇ τελευτῇ μόνον ὄνομα καλεῖ, τουτέστι τὸ νεῖκος. ἢ οὕτω· καὶ ἐνδατούμενος καὶ μερίζων αὐτό, δὶς καλεῖ τὸ ἐν τῇ τελευτῇ ὄνομα «νεῖκος νεῖκος εἶ» λέγων αὐτῷ, ἀφεὶς τὸ πολύ.
προσμόρων τῶν πλησιοθανάτων καλεῖ, ἤγουν τῶν ἐγγὺς ὄντων θανάτου.
ἀδελφεόν τοῖς κακοῖσι βάζει.
ἀδελφεόν ἀδελφόν.
ἐξυπτιάζων ἀναπτύσσων, ἐτυμολογῶν.
ἐξυπτιάζων σαφηνίζων, ἀναπτύσσων, δῆλον διʼ ἐτυμολογίας ποιῶν.
ἐξυπτιάζων ἐτυμολογῶν.
ἐξυπτιάζων διαιρῶν.
ἐξυπτιάζων σαφηνίζων.
ἐξυπτιάζων ἐξαπλῶν καὶ διαιρῶν.
ἐξυπτιάζων ἐξαπλῶν, ἐξευτελίζων.
ἐξυπτιάζων διαλύων, ἀναπτύσσων. θ
ἐξυπτιάζων διαλύων τὸ ὄνομα αὐτοῦ, τουτέστιν μερίζων. Ξ
ἐξυπτιάζων ἐξαπλῶν καὶ κηρύττων. Ξ
ὄνομα αὐτοῦ. θ
Πολυνείκους βίαν τὸν Πολυνείκην.
εἰς δύο διαιρῶν τὸ ὄνομα τοῦ Πολυνείκους, τὸ πολὺ καὶ τὸ νεῖκος.
τοῦ ἑνὸς ὀνόματος δύο τέλη ποιῶν, τὸ πολὺ καὶ τὸ νεῖκος.
δίς τʼ ἐν τελευτῇ· ἀντὶ τοῦ δύο τέλη ποιῶν τοῦ ἑνὸς ὀνόματος, τὸ πολὺ καὶ τὸ νεῖκος.
δίς λέγων πολὺ νεῖκος.
δίς τὸ ἀκροτελεύτιον.
ἤτοι εἰς δύο μέρη, τουτέστι πολὺ καὶ νεῖκος. Ξ
τοὔνομʼ ἤγουν τὸ Πολυνείκους.
ἐνδατούμενος· διαιρῶν, μερίζων εἰς δύο τὸ ἓν σύνθετον ὄνομα, εἰς τὸ πολὺ καὶ τὸ νεῖκος, καλεῖ οἷον· ὦ πολλῶν νεικέων αἴτιε, ἢ· ὦ πολὺ νεῖκος, ἢ λέγων τὸ ὄνομα αὐτὸ εἶτα ἐπάγων τὴν φερωνυμίαν.
δατούμενος μερίζων.
δατούμενος διακόπτων.
δατούμενος μεριζόμενος.
καλεῖ διὰ στόματος φέρει.
καλεῖ ὀνομάζει.
τοὖπος τὸ λόγιον.
διὰ στόμα τοῖς ἑαυτοῦ χείλεσι περιφέρει.
διὰ στόμα εἰρωνευόμενος. θ
διὰ στόμα ἤγουν διὰ τοῦ στόματος Ἀττικῶς.
ἦ τοῖον καθʼ ὑπόκρισιν.
τοῖον μέγα.
ἔργον εἰρωνικόν.
ἔργον οἷον δρᾷ.
προσφιλὲς εὐαπόδεκτον.
προσφιλὲς φίλον, ἀποδεκτόν.
τοῖς μεθʼ ἡμᾶς ὕστερον κλύειν ταῦτα καλόν ἐστιν ὥστε περὶ σοῦ λέγεσθαι.
ἀκοῦσαι τινά. θ
μεθʼ ὑστέροις τοῖς ὑστερογενέσιν ἀνθρώποις.
μεθʼ ὑστέροις μεταγενεστέροις.
μεθʼ ὑστέροις τοῖς μεθʼ ἡμᾶς. θ
πατρῴαν πατρικήν.
πατρῴαν προγονικὴν καὶ ἀρχαίαν.
τοὺς ἐγγενεῖς τοὺς προσφιλεῖς καὶ τοὺς ἐγχωρίους.
τοὺς ἐγγενεῖς τοὺς ἐγχωρίους.
τοὺς ἐγγενεῖς τοὺς ἐν τῷ γένει τῶν Θηβαίων ὄντας καὶ ἐντεῦθεν τὴν γένεσιν σχόντας οἷον Ἡρακλῆν, Διόνυσον, Σεμέλην, τοὺς ἄλλους· ἢ τὸ ἐγγενεῖς ἀντὶ τοῦ τοὺς ἐκ προγόνων τοῖς Θηβαίοις τιμωμένους, ἵνʼ ᾖ καθολικὸν διὰ πάντας θεούς. θ
τοὺς ἐγγενεῖς τοὺς ἐκ προγόνων ὄντας τῇ πόλει.
πορθεῖν ἀφανίζειν.
ἐπακτὸν ἀλλότριον.
ἐπακτὸν ξένον, ἀλλότριον.
ἐπακτὸν ἐπεισακτόν.
ἐπακτὸν ξένον.
ἐμβεβληκότα ἐμβαλόντα.
ἐμβεβληκότα ἐπαγαγόντα. θ
ἐμβεβληκότα μετὰ σφοδρότητος. Ξ
εἰ καὶ δικαίως πρὸς τὸν πόλεμον ὥρμησας ὑπὲρ τῆς πατρίδος στρατεύων, ἀλλὰ τὰ τῆς μητρὸς δάκρυα, ἃ ὑπὲρ ἀμφοτέρων τῶν ἀδελφῶν πολεμούντων καθίησιν ἐξ ὀμμάτων, πάσης δίκης ὑπέρτερα, ὅθεν δεῖ φοβεῖσθαι ταῦτα μή σοι γένοιτο κινδύνου αἴτια. θ
τὰ δάκρυα τῆς πατρίδος ποία παύσει τιμωρία;
μητρός τε πηγήν· τινὲς τοῦτο στίζουσιν μέχρι τοῦ πηγήν, καὶ λέγουσιν οὕτως· μητρός τε πηγήν, τὸν Ἰσμηνόν—περιφραστικῶς δὲ τὰς Θήβας—, τὴν τῆς Ἰοκάστης πατρίδα. ἕτεροι δὲ ὡς ἓν ἀναγινώσκοντες φασὶν οὕτως· τὴν τῆς μητρὸς πηγὴν ἤτοι τὰ δάκρυα τίς κατασβέσει τιμωρία καὶ ἐκδικήσει;
μητρός τῶν Θηβαίων.
πηγὴν τὰ δάκρυα.
πηγὴν τῶν δακρύων.
τίς ποία.
τίς δίκη καὶ τιμωρία ἢ δικαιοσύνη· ὃ καὶ κρεῖττον· ἔφασκε γὰρ δικαίως κατὰ τῆς πατρίδος ἐκστρατεῦσαι. Ξ
κατασβέσει δίκη παύσει ἐκδικήσασα.
κατασβέσει ἀφανίσει.
δίκη τιμωρία.
δίκη ἐκδίκησις.
πατρίς ἡ πατρική.
γαῖα ἤγουν ἡ πόλις.
σπουδῆς τῆς βίας.
σπουδῆς τῆς ἐπιμελείας.
σπουδῆς τοῦ ἀγῶνος.
δορὶ πολέμῳ.
ἁλοῦσα κρατηθεῖσα.
ἁλοῦσα πορθηθεῖσα.
ἐκ τοῦ πῶς σοι ξύμμαχος γενήσεται δηλοῖ ὅτι· εἰ πορθήσεις αὐτὴν καὶ κύριος γενήσῃ, μεμνημένη ὧν ὑπὸ σοῦ πέπονθεν, οὐ βοηθήσει σοι ἐν χρείᾳ πολέμου· ὃν γὰρ οἱ ὑπήκοοι αἰδοῦνται καὶ μὴ δεδίασιν, οὗτος βέβαιός ἐστιν ἄρχων. ἢ τοῦτο λέγει διὰ τοὺς ἐν αὐτῇ θεούς. θ
πῶς γὰρ ἂν σύμμαχοι σοί, φησί, γένοιντο ἀτιμασθέντες ὑπὸ σοῦ καὶ τῶν αὐτοῖς ἱερῶν ὑπὸ τῶν πολεμίων διαρπασθέντων καὶ βεβηλωθέντων τῶν ἱερῶν βωμῶν;
σύμμαχος βοηθός.
σύμμαχος ἐν ὑστέρῳ καιρῷ. θ
σύμμαχος ἤγουν ὑποταχθεῖσά σοι ἐπιβουλεύῃ ἂν ἀεί. Ξ
ἔγωγε μὲν δή· ἐγώ γε μὲν δὴ ταύτην τὴν γῆν πιανῶ ἐπὶ τῆς πολεμίας γῆς κρυφθεὶς μάντις· κεραυνῷ σχισθεῖσα ἡ γῆ ἔλαβεν αὐτόν.
κεραυνῷ γὰρ σχισθεῖσα ἡ γῆ ἔλαβεν αὐτὸν ἔνδον. ἔστι δὲ κεραυνὸς οὐσία λεπτομερὴς ταχέως διερχόμενος τὰ σώματα διὰ τὴν λεπτότητα καὶ οὐ καταφλέγει αὐτά, ὅθεν καὶ κεραυνὸς ὠνόμασται ἀπὸ τοῦ εὐκραὴς εἶναι. πάνυ γὰρ λεπτομερέστατος ὢν ὀξύτατα τὸ σῶμα δίεισιν ὡς μήτε καίειν μήτε μελαίνειν, ὅθεν καὶ ἀργῆτα τοῦτον ὠνόμασαν ἤτοι λαμπρόν.
κεραυνῷ γὰρ σχισθεῖσα ἔλαβεν αὐτόν.
πιανῶ ἐν τῷ αἵματι.
πιανῶ λιπαρὰν ποιήσω.
πιανῶ τιμήσω.
πιανῶ λιπανῶ.
πιανῶ δοξάσω, κοσμήσω. θ
πιανῶ λιπαρῶ.
χθόνα τὴν γῆν.
μάντις ὁ Ἀμφιάραος.
κεκευθὼς κρυφθείς.
κεκευθὼς κρυβείς.
κεκευθὼς κρυβείς, καταχωσθείς.
χθονός τῆς γῆς.
μαχώμεθʼ, οὐκ ἄτιμον· ὁ Ἀμφιάραος οἷα μάντις εἰδὼς ὅτι ἐκεῖ καταποθεὶς ὑπὸ τῆς γῆς ὕστερον μετὰ θάνατον ἔσται μαντείας ἐκφέρων τοῖς θέλουσι καὶ τιμὰς ἕξει λαμπράς, φησί· μαχώμεθα· οὐ γὰρ ἄτιμον καὶ ἄδοξον καὶ ἀφανῆ ἐλπίζω μόρον, αἰνιττόμενος τὴν μετὰ θάνατον αὐτοῦ τιμήν.
μαχώμεθʼ ἃς μαχώμεθα ἢν βούλῃ.
μαχώμεθʼ ἵνα μὴ δόξῃ ὡς ὑπὸ δειλίας ἐκεῖνα εἶπεν, τοῦτο ἐπήγαγεν.
οὐκ ἄτιμον· οὐκ ἀγεννῆ· οὗτος γὰρ ἐκεῖ καταποθεὶς ὑπὸ τῆς γῆς καὶ μετὰ θάνατον ἐμαντεύετο.
οὐκ ἄτιμον οὐκ ἀγεννῆ· οὗτος γὰρ ἐκεῖ καταποθεὶς ὑπὸ τῆς γῆς ὕστερον μετὰ θάνατον ἐμάντευεν.
οὐκ ἄτιμον αἰνιττόμενος τὴν μετὰ τὸν ἑαυτοῦ θάνατον τιμήν· θανὼν γὰρ αὐτὸς ἐμαντεύετο ἐκ τοῦ μνημείου ὅθεν καὶ ἐτιμήθη ὡς θεὸς παρὰ τοῖς Θηβαίοις.
ἄτιμον ἄδοξον.
ἄτιμον ἀπρεπῆ.
ἄτιμον φασὶ γὰρ ὅτι ἡ γῆ τοῦτον ἐδέξατο ζῶντα ὡς ἱστορεῖ Σοφοκλῆς· καὶ νῦν ὑπὸ γαῖαν πάμψυχος ἀνάσσει. Ξ
ἐλπίζω θαρρῶ.
μόρον θάνατον.
ὁ μάντις ὁ Ἀμφιάραος.
εὔκυκλον στρογγύλην.
εὔκυκλον περιφερῆ.
νέμων κινῶν.
πάγχαλκον διόλου δεδεμένον τῷ χαλκῷ.
ηὔδα ἔλεγε.
σῆμα σημεῖον.
κύκλῳ τῇ ἀσπίδι.
οὐ θέλει.
δοκεῖν φαίνεσθαι.
δοκεῖν νομίζεσθαι.
δοκεῖν ἀλλʼ ἀληθῶς ὑπάρχειν.
δοκεῖν τοῖς ἄλλοις.
ἀλλʼ εἶναι ἀληθῶς εἶναι.
θέλει βούλεται.
βαθεῖαν ἔχων τὴν ἄλοκα τῆς φρενὸς ἐξ ἧς ἀνδρεῖος φύεται λόγος. τοῦτο ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ἀπεδέξατο.
βαθεῖαν ἄλοκα τὴν συνετὴν καὶ στερρὰν ἐξ ἧς ἀνδρεῖος φύεται λόγος· ὅπερ ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ἀπεδέξατο …
βαθεῖαν ἄλοκα· βαθεῖαν ἔχων τὴν ἄλοκα τῆς φρενὸς ἐξ ἧς φρενὸς φύεται τὰ ἀγαθὰ βουλεύματα. τοῦτο ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ἀπεδέξατο. τοῦτο οὖν φησιν· καρπούμενος καὶ τρυγῶν βαθεῖαν καὶ λιπαρὰν ἄλοκα τῆς φρενὸς ἐξ ἧς φύεται τὰ ἀγαθὰ βουλεύματα.
ἔχων καὶ καρπὸν φέρων, ἤτοι ἔχων τὴν διάνοιαν βαθυτάτην καὶ βαθυγνώμονα.
βαθεῖαν ἄλοκα ἤγουν ἀκριβῆ γνῶσιν.
ἡμέτερον· τροπικῶς τοῦτο εἴρηκεν ἐκ μεταφορᾶς τῆς αὔλακος τῆς εἰς βάθος δεχομένης τὰ σπέρματα καὶ πολύχουν βλαστανούσης καὶ ἀποδιδούσης καρπόν. τοιοῦτος γάρ ἐστι καὶ ὁ βαθεῖαν ἔχων φρένα, συνετὰ προφέρων βουλεύματα.
βαθεῖαν λιπαράν.
βαθεῖαν συνετήν.
βαθεῖαν δασεῖαν. θ
βαθεῖαν ἤγουν βαθεῖαν ἔχων γνῶσιν.
ἄλοκα ἐξ ἧς ἀνδρεῖος φύεται λόγος.
ἄλοκα φρόνησιν.
φρενὸς διανοίας.
καρπούμενος τρυγῶν.
καρπούμενος ἔχων.
καρπούμενος ἔχων, κτώμενος. θ
καρπούμενος καὶ ὡς καρπὸν ἔχων. Ξ
ἧς τῆς φρενός.
τὰ κεδνὰ τὰ κάλλιστα.
τὰ κεδνὰ τὰ ἀγαθά.
τὰ κεδνὰ τὰ συνετά.
βλαστάνει φύεται.
βλαστάνει ἀναφύεται. θ
βλαστάνει ἀναδίδοται. Ξ
τούτῳ σοφούς τε· τούτῳ, φησί, τῷ Ἀμφιαράῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας καὶ ἀντιπάλους ἐπαινῶ καὶ κρίνω στεῖλαι.
ὅρα πῶς τὴν σοφίαν κρείττονα ἐποίησε τῆς ἀνδρείας· ἐν τοῖς ἄλλοις μὲν προσέταττον ἕνα πρὸς ἕνα, ἐνταῦθα δὲ ἕνεκα τῆς τοῦ Ἀμφιάρεως φρονήσεώς τε καὶ σοφίας προστάττουσι πολλοὺς καὶ ἀγαθούς.
τούτῳ τῷ Ἀμφιάρεῳ.
σοφούς φρονίμους.
κἀγαθοὺς καλούς.
κἀγαθοὺς ἡμέρους, ταπεινούς.
ἀντηρέτας τροπικῶς ὡς ἐπὶ ναυμαχίας.
ἐκ μεταφορᾶς τῶν ἐν τοῖς πλοίοις ἐρετῶν οἳ πρὸς ἀλλήλους οἷον ἀντερίζουσιν.
τροπικῶς ὡς ἀπὸ ναυμαχίας.
ἀντηρέτας ἀντιμάχους.
ἀντηρέτας ἀντηρέτης κυρίως ὁ κωπηλάτης· καταχρηστικῶς ἐνταῦθα ὁ ἀντίμαχος.
ἀντηρέτας ἀντιπάλους.
ἀντηρέτας ἀντιστάτας. θ
ἐπαινῶ συμβουλεύομαι.
ἐπαινῶ συμβουλεύω.
ἐπαινῶ συναινῶ.
ἐπαινῶ κρίνω
ἐπαινῶ ἀποδέχομαι. θ
δεινὸς δυσκατέργαστος γάρ ἐστιν ὅστις τοὺς θεοὺς τιμᾷ.
δεινὸς δυσκατέργαστος, φοβερός.
δεινὸς φρόνιμος.
δεινὸς ἐπιτήδειος.
δεινὸς δεξιός, φρόνιμος.
δεινὸς σοφός.
δεινὸς δεξιός. θ
δεινὸς καὶ ἐπιτήδειος καὶ σοφὸς καὶ δεξιός. Ξ
σέβει τιμᾷ.
φεῦ τοῦ ξυναλλάσσοντος· τοῦ συνάγοντος, ἀπὸ μεταφορᾶς τῶν τὰς συναλλαγὰς καὶ συμβόλαια ποιουμένων. τοῦτο δέ ἐστιν ὃ λέγει· ἰδὼν τὸν Ἀμφιάραον ὁ Ἐτεοκλῆς ἄνδρα ὄντα ἀγαθὸν καὶ εὐσεβῆ συστρατευόμενον μετὰ ἀνθρώπων πονηρῶν καὶ ἀσεβῶν, ἐπαρᾶται τῇ τύχῃ καί φησι· φεῦ τοῦ ὄρνιθος, ἤγουν τῆς τύχης καὶ τοῦ μαντεύματος, τοῦ ξυναλλάσσοντος καὶ συνάγοντος καὶ ἑνοῦντος τὸν δίκαιον ἄνδρα τοῖς δυσσεβεστέροις. ἀποκλαίεται γὰρ αὐτὸν ὁ Ἐτεοκλῆς ὡς προλέγοντα ἐκεῖσε θανεῖν αὐτόν.
φεῦ θαυμαστικόν. Ξ
συνάγοντος· ἀπὸ μεταφορᾶς τῶν τὰς συναλλαγὰς καὶ τὰ συμβόλαια ποιουμένων.
συνάγοντος εἰς ἕν, ἀπὸ μεταφορᾶς τῶν ποιούντων συμβόλαια καὶ συναλλαγάς.
ξυναλλάσσοντος τοῦ συνάγοντος.
ξυναλλάσσοντος ἑνοῦντος.
ξυναλλάσσοντος τοῦ συνάγοντος καὶ τοῦ ἑνοῦντος.
ξυναλλάσσοντος μιγνύντος.
ξυναλλάσσοντος συναριθμοῦντος.
ξυναλλάσσοντος τοῦ συνάπτοντος ἤτοι τοῦ εἰς φιλίαν ἐμβάλλοντος. Ξ
ὄρνιθος τῆς τύχης.
ὄρνιθος τῆς τύχης, τῆς μαντείας.
ὄρνιθος τῆς τύχης καταχρηστικῶς, ὥς φησι καὶ οὗτος ἀλλαχοῦ· σφίγγα δυσαμερίαν πρύτανιν κύνα πέμπει σὺν χερὶ καὶ δορὶ πράκτορι θούριος ὄρνις, ἤγουν ἡ πολεμοῦσα Θηβαίοις τύχη. θ
ὄρνιθος θείας μαντείας καὶ τέχνης. Ξ
δίκαιον ἄνδρα ἤτοι τὸν Ἀμφιάρεων. Ξ
δυσσεβεστέροις τοῖς κακὸν σέβας ἔχουσιν.
δυσσεβεστέροις τοῖς δυσσεβέσιν.
πράγει πράγματι.
παιδεύων ἡμᾶς ὅτι δεῖ ἀπέχεσθαι ἐν πᾶσι τῆς μετὰ τῶν πονηρῶν ξυναυλίας καὶ ὁμιλίας, φησί· κάκιον οὐδέν ἐστι τῆς κακῆς ὁμιλίας, εἶτα ἐπιφέρει λύμης χωρίον οὗ ὁ καρπὸς οὐκ ἄξιος συνάγεσθαί τινι· θάνατον γὰρ γεωργεῖ.
ὁμιλίας κακῆς· ἡ ἀπὸ τῆς κακῆς ὁμιλίας ὠφέλεια οὐκ ἀγαθή, ἀλλὰ φαύλη καὶ μισητή, καὶ ὁ συνομιλῶν κακοῖς καὶ συνδιάγων τρυγᾷ καὶ καρποῦται θάνατον, ὅστις ἐστὶ χωρίον τῆς βλάβης.
ὁμιλίας συναναστροφῆς.
ὁμιλίας συναυλίας.
ὁμιλίας ἤγουν οὐκ ἐν ἑνὶ πράγματί ἐστιν ἡ ὁμιλία κακή, ἀλλʼ ἐν παντί. Ξ
κάκιον χειρότερον.
κάκιον χεῖρον.
οὐκ ἄξιος κομίζεσθαι ὁ καρπὸς αὐτῆς.
καρπὸς οὐ κομιστέος οὐκ ἄξιος κομίζεσθαι ὁ τῆς κακῆς ὁμιλίας καρπός.
καρπὸς οὐ κομιστέος· οὐκ ἄξιος κομίζεσθαι ὁ καρπὸς τῆς τῶν πονηρῶν φιλίας· λύμης χωρίον ἄντικρύς ἐστιν.
καρπὸς οὐ κομιστέος οὐκ ἄξιος κομισθῆναι.
καρπὸς τῆς κακῆς ὁμιλίας ἀποτέλεσμα. θ
καρπὸς τὸ ἀποτέλεσμα αὐτοῦ.
κομιστέος ὠφέλιμος.
κομιστέος ἄξιος κομίσασθαί τινα αὐτόν.
κομιστέος τὸ κομίζειν καὶ συγκομίζειν ἐπὶ κακοῦ· καλῶς δὲ ἔθηκε τόν τε καρπὸν καὶ τὴν ἄρουραν. Ξ
ἄτης ἄρουρα λύμης χωρίον ἡ τῶν πονηρῶν φιλία.
ἄτης ἄρουρα ἤγουν γῆ ἀροτριασμένη στάχυν ἀναδιδοῦσα τὴν ἄτην καὶ τὸν θάνατον. Ξ
ἄτης βλάβης.
ἄτης βλάβης, κακίας.
ἄρουρα χωρίον.
ἄρουρα γῆ.
ἐκκαρπίζεται τρυγᾷ ἡ συνομιλία κακοῖς.
ἐκκαρπίζεται ἐκφύει. θ
ἐκκαρπίζεται ὡς καρπὸν δίδωσι. Ξ
ἢ γὰρ ξυνεισβάς· τὰ ἀπὸ τῆς κακῆς ὁμιλίας κατὰ μέρος γινόμενα διέξεισι, καί φησιν ὅτι ὁ εὐσεβὴς ἀνήρ, εἴτε ἐν θαλάσσῃ συμπλέει πονηροῖς καὶ κακοῖς ἀνδράσιν, εἴτε ἐν γῇ διάγει μετὰ πονηρῶν καὶ ἀσεβῶν ἀνδρῶν, φθείρεται καὶ ἀπόλλυται καὶ αὐτὸς σὺν ἐκείνοις διὰ τὴν ἐκείνων ἀσέβειαν. ἡ δὲ σύνταξις οὕτως· ὁ εὐσεβὴς γὰρ ἀνήρ, ἢ εἰς πλοῖον συνεισβὰς καὶ συνελθὼν ναύταις θερμοῖς εἰς τὸ πανουργεύεσθαι, ὄλωλε σὺν τῷ τοῖς θεοῖς μισητῷ γένει τῶν ἀσεβῶν ἀνδρῶν, ἢ δίκαιος ὢν σὺν πολίταις ἀνδράσιν ἐχθροξένοις τε καὶ ἐχθροῖς τῶν ξένων καὶ ἀμνήμοσι τῶν θεῶν ἐδάμη καὶ ἐδαμάσθη πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ.
ἡμέτερον· τοῦτο δηλοῦν βούλεται, ὡς εὐσεβὴς ἀνὴρ οὐ μόνον συμπλέων μετὰ ναυτῶν πανούργων καὶ θεοστυγῶν ἀπόλλυται σὺν ἐκείνοις, ἀλλὰ καὶ ἔν τινι πόλει κατοικῶν μετὰ ἀνδρῶν ἀσεβῶν καὶ μὴ φροντίδα ποιουμένων θεῶν μηδὲ κηδεμόνων τῶν ξένων, δαμάζεται καὶ φθείρεται σὺν ἐκείνοις, πανωλεθρίας κοινῆς ἐπελθούσης αὐτοῖς διὰ τὴν κακίαν αὐτῶν, ὃ δὴ καὶ Ἀμφιάρεως πείσεται, τούτοις συστρατεύσας τοῖς θρασυστόμοις καὶ μεγαλαύχοις κατὰ θεῶν βλάσφημα φθεγγομένοις· ἀντιτάσσεται γὰρ τοῖς τοιούτοις τὸ θεῖον· σὺ γάρ, φησί, μεγαλανορίαν ὑπεράνορα κοιμίζοις
ξυνεισβὰς συνελθών.
ξυνεισβὰς συνεισελθών.
ξυνεισβὰς εἰσελθών.
ξυνεισβὰς ἐλθὼν εἰς πλοῖον. Ξ
πλοῖον νῆα.
σημείωσαι· καὶ ὁ κωμικὸς ἐν Πλούτῳ θερμὸν ἔργον τὸ θρασὺ λέγει.
θερμοῖς σπουδαίοις.
θερμοῖς σπουδαίοις εἰς κακόν.
θερμοῖς ἀναιδέσι.
θερμοῖς ἀλαζόσιν.
θερμοῖς· θερμοῖς πρὸς κακίαν καὶ γελωτοποιοῖς· οἱ γὰρ γελοιαζόμενοι θερμὴν καὶ ἔκλυτον ἔχουσι τὴν ψυχήν.
θερμοῖς πανούργοις.
θερμοῖς κακοῖς.
θερμοῖς διαπύροις οὐκ ἐν ἄλλοις μόνον κακοῖς. θ
θερμοῖς διαπύροις εἰς κακίαν.
θερμοῖς τολμηροῖς. Ξ
πανουργίᾳ τινὶ σύν τισι πανούργοις. Ξ
πανουργίᾳ ἐν δόλῳ, ἀπάτῃ.
πανουργίᾳ εἰς τὸ πανουργεύεσθαι.
ὄλωλεν ἐφθάρη.
θεοπτύστῳ θεομισήτῳ.
θεοπτύστῳ κακῷ, θεομισεῖ. θ
ἐχθροξένοις ἐχθροῖς τῶν ξένων.
ἐχθροξένοις τοῖς μισοῦσι τοὺς ξένους.
ἐχθροξένοις· ἢ ἀπηνέσι καὶ τολμηροῖς καὶ ἀνοσίοις καὶ ἀναιδέσιν.
ἰστέον ὅτι πολλή ἐστι διαφορὰ τοῦ διαλελυμένου καὶ τοῦ συνθέτου· μέγας μὲν θυμὸς τὸ πολὺ τοῦ χόλου, μεγάθυμος δὲ ὁ μεγαλόφρων καὶ μεγαλόψυχος· καὶ χειροδίκης μὲν συνθέτως ὁ βίαιος καὶ οὐκ ἐν τοῖς νόμοις, ἀλλʼ ἐν ταῖς χερσὶν αὐτοῦ κείμενον ἔχων τὸ δίκαιον, δίκην δʼ ἔχων ἐν χερσὶν ὁ δίκαιος καὶ ἀεὶ πρὸ χειρῶν οἷον φέρων τὸ δίκαιον· οὕτω καὶ θερμὸν ἔργον διαλελυμένον μὲν τὸ ἀναιδὲς καὶ θρασύ, θερμουργὸς δὲ ἀνὴρ ἐν συνθέσει κατὰ λόγον ἐπαινετὸν ὁ θαρραλέος καὶ μὴ ψυχρὸς εἰς ἔργον.
ἐχθροξένοις ἐχθρῶς περὶ ξένων ὑποδοχὴν διακειμένοις ἢ ἐχθροῖς περὶ τοὺς φίλους. θ
ἐχθροξένοις ἀδίκοις, τοῖς ἐχθρωδῶς καὶ ἀδίκως διακειμένοις πρὸς τοὺς ξένους. Ξ
ἀμνήμοσιν τοῖς μὴ εἰδόσι σέβεσθαι τοὺς θεούς.
ἀμνήμοσιν ἤγουν μὴ μνήμην θεῶν ἔχουσιν.
ταὐτοῦ κυρήσας ἐνδίκως ἀγρεύματος· κυρήσας καὶ ἐπιτυχὼν ἐνδίκως καὶ δικαίως τοῦ αὐτοῦ καὶ τοῦ ὁμοίου ἐκείνοις ἀγρεύματος, τουτέστι σὺν αὐτοῖς θηραθεὶς καὶ τῇ αὐτῇ παγίδι παγείς.
ταὐτοῦ κυρήσας τοῦ ὁμοίου ἐκείνοις, τοῦ δικαίου ἐπιτυχών.
ταὐτοῦ κυρήσας τῇ αὐτῶν παγίδι παγείς.
ταὐτοῦ κυρήσας ὁμοίοις ἐπιτυχών.
ταὐτοῦ ὁμοίου
κυρήσας ἐπιτυχών.
ἐνδίκως δικαίως
ἐκδίκως ἀδίκως. θ
ἐκδίκως ἔξω τοῦ δικαίου ἤγουν ἀδίκως.
ἀγρεύματος οἷον σὺν αὐτοῖς θηραθείς.
ἀγρεύματος σὺν αὐτοῖς ἀγρευθείς.
ἀγρεύματος θηράματος, ἤγουν τοῖς αὐτοῖς περιπεσὼν δικτύοις.
πληγεὶς τρωθείς, θανατωθείς.
μάστιγι τιμωρίᾳ.
παγκοίνῳ τῇ πᾶσι κοινῶς ἐπερχομένῃ.
παγκοίνῳ δημοσίᾳ. θ
δάμη ἐδαμάσθη.
δάμη ἐδαμάσθη, ἐπλήγη.
δάμη ἐπλήγη.
δάμη ἠφάνισται. θ
οὗτος δʼ ὁ μάντις, τὸν υἱὸν λέγω τοῦ Ὀικλέους τὸν Ἀμφιάρεων, σώφρων καὶ δίκαιος ὢν συγκαθελκυσθήσεται καὶ εἰς τὸν Ἅιδην καταχθήσεται μετὰ τῶν ἀσεβῶν, μιγεὶς ἀνοσίοις ἀνδράσι θρασυστόμοις καὶ φλυαροῖς.
ὁ μάντις ὁ Ἀμφιάραος.
υἱὸν τὸν Ἀμφιάρεων.
σώφρων εὔτακτος. Ξ
ἀγαθὸς ταπεινὸς καὶ οὐ μεγαλορρήμων.
προφήτης μάντις.
ἀνοσίοισι κακοῖς ἀνθρώποις.
ἀνοσίοισι παρανόμοις.
συμμιγεὶς ἑνωθείς.
θρασυστόμοισιν φλυάροις.
θρασυστόμοισιν ἀναισχύντοις, στωμύλοις.
θρασυστόμοισιν στωμύλοις.
θρασυστόμοισιν ἀλαζονικοῖς.
θρασυστόμοισιν ἀλαζόσι.
θρασυστόμοισιν ὑβρισταῖς, μεγαλαύχοις. θ
θρασυστόμοισιν καὶ ἀναιδέσι καὶ ἀναισχύντοις. Ξ
βίᾳ φρενῶν τείνουσι τοῖς ὁρμῶσι τῇ βίᾳ.
φρενῶν βίᾳ ἄκων.
φρενῶν βίᾳ παρὰ τὸ ἐνδεχόμενον.
φρενῶν βίᾳ χωρὶς θελήματος.
φρενῶν βίᾳ ἤγουν ἄκοντα. θ
φρενῶν βίᾳ ἤγουν ἀνάγκῃ. Ξ
τείνουσι ὁρμῶσι, ἀντιτείνουσι.
τείνουσι ἕλκουσιν, βιάζουσιν.
τείνουσι ἕλκουσιν αὐτόν.
τείνουσι ἐλαύνουσι. Ξ
πομπὴν μακρὰν ἐπὶ τὴν εἰς Ἅιδην ἀποικίαν ἑλκυσθήσεται τὴν ἐναντίαν τῇ πρὸς Ἄργος φερούσῃ. μακρὰν δὲ εἶπε διὰ τὸ μὴ ἐλπίζεσθαι ποτὲ ἐπανήξειν τοὺς τὴν τοιαύτην πορευθέντας ὁδόν.
ἐπὶ τὴν εἰς Ἅιδην ἀποικίαν ἑλκυσθήσεται μολεῖν τὴν ἐναντίαν τῇ εἰς Ἄργος.
πομπὴν τὴν μακρὰν τὴν μακρὰν πορείαν. Ξ
πομπὴν ὁδόν.
πομπὴν λαόν.
πομπὴν ὄχλον.
πομπὴν ἤγουν τὴν εἰς τὸν Ἅιδην ἀποστροφήν.
πομπὴν πορείαν. θ
μακρὰν μεγάλην.
πάλιν ἤγουν εἰς τὸν Ἅιδην.
πόλιν ἡμῶν.
μολεῖν ἐλθεῖν. …
μολεῖν καταλαβεῖν. θ
συγκαθελκυσθήσεται σὺν αὐτοῖς ἀφανισθήσεται καὶ πρὸς τὸν Ἅιδην ἥξει.
συγκαθελκυσθήσεται συγκαταχθήσεται.
συγκαθελκυσθήσεται καταβιβασθήσεται εἰς τὸν Ἅιδην.
συγκαθελκυσθήσεται σὺν ἐκείνοις καταβληθήσεται.
συγκαθελκυσθήσεται ἀφανισθήσεται. Ξ
συγκαθελκυσθήσεται τεθνήξεται καὶ συνταφήσεται σὺν τοῖς ἄλλοις. Ξ
δοκῶ μὲν οὖν· δοκῶ, φησί, τὸν Ἀμφιάραον μηδὲ προσεγγίσαι ταῖς τῆς ἡμετέρας πόλεως πύλαις, οὐχ ὡς δειλὸς οὐδὲ ἐν κακίᾳ φρονήματος, ἀλλὰ γινώσκει ὅτι σφε καὶ αὐτὸν ἀπόκειται τελευτῆσαι ἐν τῇ μάχῃ, ἐὰν τέως ἔσται καρπὸς καὶ τέλος τοῖς τοῦ Ἀπόλλωνος μαντεύμασιν, ἤτοι εἰ ἀληθῆ εἰσι τὰ τοῦ Ἀπόλλωνος θέσφατα.
δοκῶ νομίζω.
δοκῶ λογίζομαι. θ
δοκῶ οὐκ ἀποφαίνομαι. Ξ
σφε αὐτόν.
σφε τὸ πρῶτον σφε ἀντὶ τοῦ αὐτόν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ αὐτούς. θ
προσβαλεῖν προσεγγίσαι.
προσβαλεῖν πλησιάσειν.
ἄθυμος δειλός.
ἄθυμος δειλός, ἄφρων.
ἄθυμος δειλός, ἄψυχος.
ἄθυμος δειλός ἐστιν. θ
λήματος φρονήματος.
κάκῃ κακίᾳ.
κάκῃ δειλίᾳ.
κάκῃ ταπεινότητι.
ἄνω διεξιόντος τοῦ ἀγγέλου ὡς Ἀμφιάραος εἶπεν ὅτι ὑπὸ γῆν κρυβήσεται καὶ ταύτην δοξάσει, Ἐτεοκλῆς τῷ μὲν περὶ τοῦ μάντεως θανάτῳ πιστεύει· λέγει δὲ εἰκαστικῶς ὡς, ἐπειδὴ μάντις ἐστίν, οἶδε καὶ τὴν τῶν ἄλλων τελευτήν, οὐκ ἐθέλει δὲ λέγειν τοῦτο ἀλλὰ σιγᾷ. θ
ἀλλʼ ὡς μάντις τὸ τέλος εἰδὼς οὐκ εἰς κίνδυνον ἑαυτὸν καθήσει.
οἶδεν γινώσκει.
σφε αὐτόν.
σφε αὐτούς. θ
χρὴ ἀπόκειται.
τελευτῆσαι θανεῖν.
τελευτῆσαι καταντῆσαι.
εἰ φύει ἀλήθειαν τὸ μάντευμα, εἰ παρέπεται καρπός, εἰς ταῖς τοῦ Ἀπόλλωνος μαντείαις τέλος ἔνι.
εἰ καρπὸς ἔσται εἰ ἀληθὲς φύει τέλος.
καρπὸς τέλος.
καρπὸς τελείωσις.
καρπὸς πλήρωσις καὶ τελείωσις.
καρπὸς ἀλήθεια.
καρπὸς κέρδος. θ
καρπὸς ἀποτέλεσμα.
καρπὸς ὠφέλειά τις. Ξ
θεσφάτοισι τοῖς μαντεύμασι τοῦ Ἀπόλλωνος.
θεσφάτοισι τοῖς μαντεύμασι.
θεσφάτοισι μαντεύμασιν ἃ Ἀπόλλων αὐτῷ δέδωκε· πάντες γὰρ οἱ μάντεις ἐξ ἐκείνου τὴν μαντικὴν ἔχουσιν. θ
Λοξίου ἀπὸ τῶν μαντευμάτων.
φιλεῖ ὁ Ἀπόλλων.
φιλεῖ εἴωθε.
φιλεῖ ἀγαπᾷ.
ἢ παραδιαζευκτικὸς ἀντὶ τοῦ καί· καὶ λέγειν τὰ καίρια.
τὸ ἢ ἀντὶ τοῦ καί· ἢ οὕτως· ἢ σιγᾷ ἤ, εἰ λαλεῖ, καίρια λαλεῖ.
ἢ παρό.
τὰ καίρια ἐνδεχόμενα.
τὰ καίρια τὰ ἀναγκαῖα.
τὰ καίρια ἔγκαιρα.
τὰ καίρια ἤγουν τὰ περὶ τῆς αὐτοῦ τελευτῆς. θ
ὅμως δʼ ἐπʼ αὐτῷ· ὅμως δὲ ἐπὶ αὐτῷ τῷ Ἀμφιαράῳ ἀντιτάξομεν καὶ ἀντιστήσομεν πυλωρὸν καὶ φύλακα τῶν πυλῶν φῶτα καὶ ἄνδρα ἐχθρόξενον καὶ ἐχθρὸν ὄντα τοῖς ἐξ ἀλλοδαπῆς ἐλθοῦσι πρὸς βλάβην ἡμῶν, Λασθένους βίαν, ἤτοι περιφραστικῶς τὸν Λασθένην.
αὐτῷ τῷ Ἀμφιαράῳ.
αὐτῷ τῷ μάντει.
φῶτα ἄνδρα.
Λασθένους βίαν περιφραστικῶς τὸν Λασθένη τὸν ἰσχυρόν.
τί ἐστι περίφρασις; ἡ διὰ πλειόνων λέξεων ἕν τι δηλοῦσα φράσις· ἐκ περιττῶν γὰρ γίνεται λέξεων, αὐξάνει δὲ τὸν ἔπαινον τοῖς ὑποκειμένοις προσώποις, ὡς τὸ ἱερὸν μένος Ἀλκινόοιο καὶ ἱερὴ ἲς Τηλεμάχοιο καὶ βίη Ἡρακλείη, ἤγουν ὁ Ἀλκίνοος, ὁ Τηλέμαχος καὶ ὁ Ἡρακλῆς.
Λασθένους βίαν περιφραστικῶς τὸν Λασθένην.
Λασθένους βίαν ἤγουν τὸν Λασθένην.
ἐχθρόξενον ὅρα ὅπως πρὸ βραχέων ἐπὶ ψόγου λαβὼν τὴν λέξιν ἐνταῦθα τὸν Λασθένην οὕτω καλεῖ.
ἐχθρόξενον ἐχθρὸν τῶν ἀπὸ ξένης ἐλθόντων.
ἐχθρόξενον ἐχθρὸν τοῖς πολεμίοις.
ἐχθρόξενον τὸν ἐχθρὸν τοῖς ξένοις.
ἐχθρόξενον τῶν ἐχθρῶν.
ἐχθρόξενον δημοτικὸν καὶ ἀλλοφύλοις ἐχθρόν. θ
πυλωρὸν φύλακα τῶν πυλῶν.
ἀντιτάξομεν ἀντιστήσομεν.
γέροντα φρόνιμον.
ἡβῶσαν νεάζουσαν, τρυφεράν.
ἡβῶσαν ἀκμάζουσαν.
φύσει γράφεται φέρει· δέον δὲ εἰπεῖν φέροντα πρὸς τὴν προηγουμένην αἰτιατικήν, φέρει εἶπεν ἐναλλάξας τὴν σύνταξιν. θ
ἀπὸ μέρους ἐδήλωσε τὸ ὅλον, ἀπὸ τῆς τῶν ὀμμάτων γοργότητος χαρακτηρίζων αὐτοῦ καὶ τὴν ἐν τοῖς ἄλλοις ταχύτητα καὶ ἐπιτηδειότητα.
ποδῶκες ὄμμα ταχύτατον, γοργόν, σύντομον εἰς τὸ ὁρᾶν τῇδε καὶ ἐκεῖσε.
ποδῶκες ὄμμα· σημείωσαι ὅτι ὁ Εὐριπίδης, ἔνθα γράφει τὸ πόδα τυφλόν, ἀπὸ τοῦ ἐνταῦθα ῥητοῦ τοῦτο ἀφείλετο.
ποδῶκες ὄμμα ἀπὸ τῶν ὀφθαλμῶν νοεῖται τὸ τάχος. Ξ
ποδῶκες εὔστροφον.
ποδῶκες σύντομον.
ποδῶκες ταχύτατον.
ὄμμα νοῦς.
χεῖρα δʼ οὐ βραδύνεται· τὴν χεῖρα δὲ οὐ βραδύς ἐστιν, ὥστε ἁρπάσαι καὶ προσβαλεῖν τὸ δόρυ εἰς μέρος ἐχθροῦ γυμνωθὲν τῆς ἀσπίδος ὅμως δέ, εἰ καὶ ἀνδρεῖός ἐστιν οὗτος καὶ ἐπιτήδειος, ἀλλὰ τοῦ θεοῦ ἐστι δῶρον εὐτυχεῖν τοὺς ἀνθρώπους.
οὐ βραδύνεται μὴ τρώσας ἐν δορὶ τὸ γυμνωθὲν μέρος παρὰ τῆς ἀσπίδος βαλεῖν.
οὐ βραδύνεται οὐ βραδὺς ὑπάρχει.
τοσοῦτον γάρ ἐστι ταχὺς εἰς πόλεμον, ὥστε ἁρπάσαι καὶ προλαβεῖν δόρυ γυμνωθὲν παρὰ τῆς ἀσπίδος, τουτέστιν ἐάν τινα αἴσθηται μέλλοντα βαλεῖν αὐτὸν καὶ ἐν τῷ μέλλειν βαλεῖν καὶ κινήσειν τὴν χεῖρα γυμνωθέντα τῆς ἀσπίδος, ἣν εἶχε εἰς φυλακὴν καὶ διʼ ἧς ἐκαλύπτετο—ἐὰν ταῦθʼ οὕτω γενόμενα ἴδῃ, πρὶν παρʼ ἐκείνου τετρῶσθαι αὐτὸς ἐν τῷ γυμνωθέντι μέρει ἐκεῖνον βάλλει τῷ δόρατι· ἢ οὕτως· ἁρπάσαι καὶ ταχέως κινῆσαι δόρυ παρὰ τὸ γυμνωθὲν μέρος τῆς ἀσπίδος τοῦ ἀνταγωνιστοῦ, τουτέστιν ἢν ἴδῃ τὸν αὐτοῦ ἀντίπαλον γυμνωθέντα τῆς ἀσπίδος κατά τι μέρος αὐτοῦ, τάχιστα βάλλει αὐτὸν ἐκεῖσε τῷ δόρατι. θ
βραδύνεται βραδεῖαν τὴν χεῖρα ἔχει.
βραδύνεται βραδύς ἐστι. Ξ
γυμνωθὲν τὸ σῶμα.
γυμνωθὲν μέρος.
ἁρπάσαι τρῶσαι, βαλεῖν.
ἁρπάσαι προλαβεῖν.
ἁρπάσαι ἐμβαλεῖν.
ἁρπάσαι ταχέως λαβεῖν.
δόρυ πολέμιον. θ
ἤγουν εἰ καὶ ταχύς ἐστιν οὗτος καὶ πρὸς τὰς μάχας ἐπιτήδειος, ἀλλὰ τὸ νικᾶν δῶρόν ἐστι θεοῦ.
ὅμοιον τῷ στερρὸς ἀνθρώπου φύσις. Ξ
δωρεὰ ἐπὶ ἀξιωμάτων, δῶρον δὲ ἐπὶ πραγμάτων· Φιλόστρατος δέ· ἐτίμα δὲ βασιλεὺς δώροις ἐν δωρεαῖς. Ξ
εὐτυχεῖν τὸ κατορθοῦν τὰς πράξεις. Ξ
στίχοι νηʹ.
κλύοντες θεοί· ὁ χορὸς παρακαλῶν τοὺς θεούς φησιν· ὦ θεοί, κλύοντες καὶ ἀκούοντες δικαίους λιτὰς ἡμετέρας τελεῖτε καὶ εἰς τέλος ἄγετε ταύτας, ἵνα ἡ πόλις εὐτυχῇ, ἐκ τῆς ἡμετέρας πόλεως τρέποντες καὶ κινοῦντες καὶ ἄγοντες τὰ ἀπὸ τοῦ πολέμου κακὰ πρὸς τοὺς ἐπιμόλους καὶ ἀπὸ ξένης γῆς παραγενομένους ἐνταῦθα· ὁ Ζεὺς δὲ καὶ ἔξωθεν τῶν πύργων ἀποβαλὼν αὐτὸν κάνοι καὶ κόψοι ἐν κεραυνῷ. ἢ οὕτως· ὁ Ζεὺς ἔξω τῶν τειχῶν διαφθερεῖ αὐτὸν βαλὼν ἐν κεραυνῷ.
ἀντισπαστικὰ κῶλα εʹ ἰσόμετρα τοῖς πρὸ αὐτῶν. ἔοικε δὲ εἶναι ταῦτα ἀντιστροφή.
ἀντιστροφὴ κώλων εʹ.
ἡμέτερα· κλύοντες θεοί· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχή· ἱκνεῖται λόγος διὰ στηθέων. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων καὶ ἰσομέτρων ἐκείνῃ εʹ· οὕτω δὲ χρὴ γράφειν τὸ δεύτερον κῶλον ἵνʼ οἰκείως ἔχῃ πρὸς τὸ μέτρον. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
τελειῶτε, ὦ θεοί, ταῖς ἡμετέραις λιταῖς δικαίαις οὔσαις, ἵνα ἡ μὲν πόλις εὐτυχῇ, οἱ ἐχθροὶ δὲ πάντες ἡττηθῶσιν.
κλύοντες ἀκούοντες.
λιτὰς παρακλήσεις.
λιτὰς ἱκεσίας.
ἐπιτελεῖτε ὅπως εὐτυχῇ, τὰ ἀπὸ τοῦ πολέμου κακὰ ἀπὸ τῆς γῆς ἐπὶ τοὺς ἐπελθόντας τρέποντες.
τελεῖθʼ εἰς τέλος ἄγετε ταύτας.
τελεῖθʼ πληρεῖτε.
τελεῖθʼ εἰς τέλος ἄγετε.
δορύπονα καὶ τὰ ἐκ τοῦ πολέμου.
δορύπονα τὰ ἀπὸ τοῦ πολέμου γινόμενα.
δορύπονα πολεμικά. θ
δορύπονα ἤγουν τὰ τοῦ πολέμου.
δορύπονα τὰ ἀπὸ πορθήσεως. Ξ
ἀποβαλὼν δὲ αὐτοὺς ὁ Ζεὺς ἔξω τῶν τειχῶν διαφθερεῖ ἐν κεραυνῷ ἐπὶ ταῖς πύλαις.
ἀποβαλὼν δὲ αὐτοὺς ἔξω τῶν πυλῶν διαφθερεῖ αὐτόν, ἤγουν τὸν Ἀμφιάραον, ἐν κεραυνῷ.
ἐκδιώκοντες ἀφʼ ἡμῶν καὶ ἐπάγοντες πρὸς τοὺς ἐλθόντας ἐνταῦθα ἐξ ἀλλοδαπῆς.
ἐκτρέποντες ἀποδιώκοντες.
ἐκτρέποντες ἐκβαλόντες.
ἐκτρέποντες ἐκτοπίζοντες, ἀποφέροντες. θ
γᾶς ἡμῶν.
ἐπιμόλους ἐπήλυδας.
ἐπιμόλους τοὺς ἐχθρούς.
ἐπιμόλους τοὺς ξένους καὶ ἀπὸ ξένης γῆς παραγενομένους ἐνταῦθα.
ἐπιβούλους πρὸς τοὺς ἐξ ἀλλοδαπῆς ἐλθόντας πολεμίους.
ἐπιμόλους τοὺς πολεμίους ἐλθόντας.
ἐπιμόλους τοὺς ἐπελθόντας ἐχθρούς· τούτους γὰρ δορύπονα κακὰ λέγει. θ
ἐπιμόλους τοὺς κατὰ τῆς γῆς ἐλθόντας. Ξ
βαλὼν τρώσας.
σφε αὐτούς.
σφε αὐτοὺς ἢ τὸν Ἀμφιάραον.
σφε τοὺς ἐπιμόλους.
κάνοι κόψοι.
κάνοι φονεύσοι.
γρ. κονοῖ καὶ εἰς κόνιν ποιήσει.
κάνοι ἀφανίσειε καὶ εἰς οὐδὲν ἄξοι. θ
κάνοι κόψοι, ἀφανίσειε.
διπλῆς ἑτέρα περίοδος. οἱ δὲ στίχοι ἰαμβικοὶ τρίμετροι νεʹ.
ἡμέτερον· τὸν ἕβδομον δή· αἱ μονοστροφικαὶ αὗται καὶ συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων νεʹ ὧν τελευταῖος· κακῶν δὲ καἰσχρῶν οὔτινʼ εὔκλειαν ἐρεῖς. ἐπὶ τῷ τέλει ἑκάστης περιόδου παράγραφος, ἐπὶ δὲ τῷ τέλει πασῶν κορωνίς.
τὸν ἕβδομον δὴ τόνδε· εἰπὼν περὶ τῶν ἓξ στρατηγῶν τῶν περικυκλωσάντων τὰς Θήβας ἐν ταῖς ἓξ πύλαις, νῦν λέγει καὶ περὶ τοῦ Πολυνείκους ὃς ἦν ἱστάμενος ἐπὶ ταῖς ἑβδόμαις πύλαις· ἑπτάπυλος γὰρ ἡ χώρα αὕτη.
τὸν ἕβδομον τὸν τεταγμένον. Ξ
τόνδʼ τὸν ταχθέντα.
λέξω εἴπω.
αὐτοῦ ἐκ παραλλήλου.
κασίγνητον τὸν Πολυνείκην.
κασίγνητον ἀδελφόν.
οἷα μεγάλα. Ξ
ἀρᾶται καταρᾶται.
ἀρᾶται καθʼ ἡμῶν.
ἀρᾶται ἐκ παραλλήλου.
τύχας δυστυχίας.
ἐπεμβὰς ἐπελθών. θ
οἷον ἐμβοήσας ὡς· ἐγώ εἰμι ὁ τῆς πόλεως ταύτης πορθητὴς ἢ πολέμιος ἤ τι τοιοῦτον.
κἀπικηρυχθεὶς βασιλεύς.
κἀπικηρυχθεὶς ἀναγορευθεὶς ἄρχων παρὰ τῶν Ἀργείων. θ
χθονὶ τῇ πόλει.
ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας· καὶ βοήσας καὶ ἀλαλάξας παιᾶνα καὶ ὕμνον ἁλώσιμον καὶ ἐπινίκιον, τουτέστιν τὸν ἐπὶ τῇ ἁλώσει τῶν Θηβῶν. ἴακχος δέ ἐστιν ὕμνος ὃν ἔλεγον κατʼ ἀρχὰς οἱ μυούμενοι ἐπὶ τῷ Διονύσῳ. τοῦτο δὲ ἦν εὐχόμενος ὁ Πολυνείκης· ἢ συμπολεμῆσαι μετὰ σοῦ καὶ φονεύσαντά σε φονευθῆναι καὶ ἐκεῖνον, ἢ σὲ τὸν ἀτιμαστῆρα ἐκείνου τὸν ἀνδρηλάτην καὶ τὸν ἐξελάσαντα ἐκεῖνον ἀπὸ τῆς ἰδίας πατρίδος ζῶντα τίσασθαι καὶ τιμωρῆσαι κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, τοῦτό ἐστιν ὥσπερ σὺ ἐδίωξας ἐκεῖνον ἀπὸ τῆς πατρίδος, τὸν αὐτὸν τρόπον διώξει καὶ ἐκεῖνος σέ.
ἐπινίκιον παιᾶνα ἐπεξαλαλάξας μετὰ ἰαχῆς· οὕτως καὶ ὁ ἴακχος λέγεται παρὰ τὰς ἰαχὰς τῶν μυουμένων.
τὸ ἐπινίκιον ὃ ἐπὶ τῇ ἁλώσει τῆς πόλεως ἀνακρούσεται μετὰ ἰακχῆς, τουτέστι βοῆς· οὕτως καὶ ὁ ἴακχος λέγεται παρὰ τὰς ἰαχὰς τῶν μυουμένων.
ἁλώσιμον παιᾶνʼ τὸν ἐπὶ τῇ ἁλώσει τῆς πόλεως ὕμνον.
ἁλώσιμον παιᾶνʼ ἐπινίκιον.
ἁλώσιμον παιᾶνʼ ταὐτὸν εἰπεῖν παιᾶνα νικητήριον. Ξ
ἁλώσιμον πορθητικόν.
ἁλώσιμον πορθήσιμον.
ἁλώσιμον τὸν ἐπὶ πορθήσει γινόμενον. θ
ἁλώσιμον ἐπὶ τῇ ἁλώσει. Ξ
παιᾶνʼ ὕμνον.
παιᾶνʼ ὕμνος ἐπὶ ἀφέσει παντὸς δεινοῦ. Ξ
ἐπεξιακχάσας ἐκβοήσας.
ἐπεξιακχάσας βοήσας.
ἀπαξιονκαχάσας μετὰ γέλωτος εἰπών.
ἐπεξιακχάσας βοήσας καὶ ἀλαλάξας.
ἐπεξιακχάσας ὑμνήσας.
ἐπεξιακχάσας ᾄσας. θ
ἐπεξιακχάσας πρὸς θεοὺς ὕμνον.
ἐπεξιακχάσας μετὰ χαρᾶς ᾄσας καὶ καυχασμοῦ.
ἐπεξιακχάσας ὑμνήσας· ὕμνος γὰρ ἐπὶ Διονύσῳ ὁ ἴακχος. Ξ
ηὔχετο Πολυνείκης συμπαρατάττεσθαι Ἐτεοκλεῖ καὶ φονεύσας τοῦτον θανεῖν καὶ αὐτὸς πλησίον αὐτοῦ, ἢ ὥσπερ αὐτὸς περὶ τοῦτον ἐποίησε πρώην ἐξελάσας τῆς πόλεως, οὕτω νῦν καὶ οὗτος περὶ αὐτὸν ποιήσειε, βουλὴν ἔχων πρὸ τῆς συμπαρατάξεως τοιαύτην, πλησιάσαι τοῖς τείχεσι καὶ παρὰ τῶν οἰκείων βασιλεὺς τῆς χθονὸς ἀναγορευθῆναι καὶ πρὸς τοὺς θεοὺς ὕμνον καὶ εὐχὴν ᾆσαι τοιαύτην· δοίητε μοι θεοὶ πορθῆσαι τὰς Θήβας δικαίως στρατευομένῳ. ἔστι δὲ τὸ τὼς καὶ τὸν αὐτὸν τρόπον ἐκ παραλλήλου. θ
συστῆναί σοι καὶ φονεῦσαι ἀποθανὼν ἐγγύς.
συμφέρεσθαι συμμάχεσθαι.
συμφέρεσθαι συστῆναι, ἀντιφέρεσθαι.
συμφέρεσθαι συμπολεμεῖν.
συμφέρεσθαι συμπολεμῆσαι.
συμφέρεσθαι συμπαρατάττεσθαι. θ
συμφέρεσθαι συνέρχεσθαι καὶ συναντᾶν. Ξ
κτανὼν φονεύσας σε.
κτανὼν σέ.
θανεῖν ἐκεῖνον.
πέλας σοῦ.
πέλας πλησίον.
ζῶν δηλαδὴ καὶ ἐκεῖνος ἵνα λέγῃ ὅτι ἢ κτανὼν συνθανεῖν ἢ ζῶν ζῶντα σὲ τοιῶσδε τίσασθαι.
ζῶντʼ σέ.
ἀτιμαστῆρα σὲ τὸν ἐκείνου ὑβριστήν.
ἀτιμαστῆρα ὑβριστήν.
ἀτιμαστῆρα ἐκείνου.
ἀτιμαστῆρα τὸν ἀτιμάσαντα αὐτὸν πρώην. θ
τὼς ὡσαύτως, οὕτως ὡς σὺ ἐκεῖνον.
τὼς οὕτως ὥσπερ σὺ ἐκεῖνον ἐδίωξας.
ἀνδρηλάτην τὸν ἐξελάσαντα ἐκεῖνον ἀπὸ τῆς ἰδίας πατρίδος.
τὸν αὐτὸν—τρόπον κατὰ τὸν ὅμοιον τοῦτον τρόπον.
τὸν αὐτὸν τὸν ὅμοιον.
τὸν αὐτὸν ὅνπερ σὺ αὐτόν. θ
τίσασθαι ἀποδοῦναι.
τίσασθαι ἤγουν τιμωρήσασθαι διʼ ἐξελάσεως.
τίσασθαι τιμωρήσασθαι.
τίσασθαι τιμωρῆσαι.
τοιαῦτʼ ἀυτεῖ καὶ βοᾷ ὁ Πολυνείκης καὶ καλεῖ τοὺς θεοὺς τοὺς γενεθλίους τῆς πατρικῆς χώρας γενέσθαι παντελῶς ἐποπτῆρας καὶ ἐπιτηρητὰς τῶν εὐχῶν καὶ τῶν παρακλήσεων αὐτοῦ, ἤγουν βοηθοὺς γενέσθαι αὐτῷ ἐπακούσαντας τῶν εὐχῶν αὐτοῦ.
τοιαῦτα φωνεῖ ἡ βία τοῦ Πολυνείκους, ἤτοι αὐτὸς ὁ Πολυνείκης περιφραστικῶς, καὶ τοὺς θεοὺς τοὺς γενεθλίους τῆς πατρικῆς γῆς καλεῖ γενέσθαι ἐποπτῆρας τῶν λιτῶν τῶν ἰδίων.
τὸ ἑξῆς οὕτως· τοιαῦτʼ ἀυτεῖ Πολυνείκους βία.
ἀυτεῖ φωνεῖ.
ἀυτεῖ βοᾷ.
γενεθλίους τοὺς ἐφόρους τῆς αὐτοῦ γεννήσεως.
γενεθλίους πατρῴους. θ
ταῦτα οὖν ἀυτῶν βοηθοὺς γενέσθαι τοὺς θεοὺς ἐπεύχεται παντελῶς τῇ βίᾳ αὐτοῦ ὁ Πολυνείκης.
καλεῖ ἐπικαλεῖται.
καλεῖ ἐπιβοᾶται καὶ καλεῖται. Ξ
πατρῴας τοὺς πατρικούς. Ξ
ἐποπτῆρας ἐπιτηρητάς.
ἐποπτῆρας ἐπακουστὰς καὶ πληρωτάς. θ
ἐποπτῆρας ἐπόπτας καὶ πληρωτάς.
λιτῶν τῶν παρακλήσεων.
λιτῶν εὐχῶν.
ὧν τῶν ἰδίων.
πάγχυ παντελῶς.
πάγχυ διόλου.
πάγχυ λίαν.
Πολυνείκους βία ἤγουν ὁ Πολυνείκης.
ἔχει δὲ καινοπηγές· ἔχει δέ, φησίν, ὁ Πολυνείκης ἀσπίδα παραδόξως κατεσκευασμένην εὔκυκλον, καὶ ἐν αὐτῇ ἔχει σημεῖον κατεσκευασμένον διπλοῦν, ἤτοι ἄνδρα χρυσῷ κατεσκευασμένον στρατιώτην καὶ γυναῖκα ἔμπροσθεν ἐκείνου πορευομένην σωφρόνως· διʼ ὧν δὲ ἄνωθεν ἑαυτῆς ἐπιφέρει γραμμάτων ἡ γυνὴ αὕτη λέγει· ἐγώ εἰμι ἡ Δίκη, ἤτοι ἡ δικαιοσύνη, καὶ κατάγω καὶ εἰσάξω τοῦτον τὸν ἄνδρα εἰς τὴν ἑαυτοῦ πατρίδα· ἵσταται γὰρ ἐπὶ τῆς ἀσπίδος ἐζωγραφημένος ὁ Πολυνείκης.
καὶ ἔμπροσθεν ἐκείνου ἦν εἰκονισμένη γυνὴ σωφρόνως πορευομένη καὶ οὐκ ἀσχημόνως. αὕτη δὲ ἡ Δίκη εἶχεν ἄνωθεν ἑαυτῆς γράμματα λέγοντα ὅτι· ἐγώ εἰμι ἡ δικαιοσύνη, καὶ ἐπεὶ ἀδίκως ἐξῶσεν ὁ Ἐτεοκλῆς τὸν Πολυνείκην ἀπὸ τῆς ἑαυτοῦ πατρίδος, πάλιν ἐγὼ κατάξω τοῦτον τὸν Πολυνείκην εἰς τὴν ἑαυτοῦ πατρίδα καὶ βασιλέα ταύτης ποιήσω.
καινοπηγὲς νεωστὶ παγέν.
καινοπηγὲς παραδόξως κατασκευασθέν.
καινοπηγὲς καὶ νέον.
καινοπηγὲς νεωστὶ κατεσκευασμένον.
καινοπηγὲς παραδόξως κατασκευασμένον.
καινοπηγὲς νεωστὶ ἢ παραδόξως κατεσκευασμένον. θ
καινοπηγὲς νεοκατασκεύαστον. Ξ
γράφεται εὔθετον ἵνʼ ᾖ εὐβάστακτον. θεῖναι γὰρ τὸ ἀναλαβεῖν λέγουσιν Ἀττικοί, καὶ ὅπλα ἔθεντο ἀντὶ τοῦ ἀνέλαβον.
εὔκυκλον σάκος· γράφεται καὶ εὔθετον ἀντὶ τοῦ εὐβάστακτον. θεῖναι γὰρ τὸ ἐναγκαλίζεσθαι λέγουσιν Ἀττικοί, ὡς τὸ ὅπλα ἔθεντο ἀντὶ τοῦ ἔλαβον.
εὔκυκλον στρογγύλον.
εὔκυκλον κυκλοτερές.
σάκος ἀσπίδα.
διπλοῦν τε σῆμα τὴν γυναῖκα καὶ τὸν ἄνδρα, ἤγουν τὴν Δίκην καὶ αὐτὸν τὸν Πολυνείκην. Ξ
σῆμα σημεῖον.
προσμεμηχανημένον ἐζωγραφημένον.
προσμεμηχανημένον κατεσκευασμένον.
προσμεμηχανευμένον ἐκ μηχανῆς πεποιημένον. θ
προσμεμηχανευμένον δείκνυται δὲ καὶ ἀπὸ τῆς κατασκευῆς. Ξ
χρυσήλατον χρυσῷ κατεσκευασμένον.
χρυσήλατον ἐληλασμένον ἀπὸ χρυσοῦ.
χρυσήλατον ἐκ χρυσοῦ κατεσκευασμένον.
τευχηστὴν ὁπλίτην.
τευχηστὴν στρατιώτην, ὁπλίτην.
τευχηστὴν στρατιώτην.
τευχηστὴν ὡπλισμένον.
θαυμασίως τὸ ἰδεῖν· οὐ γὰρ καὶ τῇ ἀληθείᾳ.
ἰδεῖν ὥστε ἰδεῖν αὐτόν τινα.
ἄγει κομίζει ἕλκουσα αὐτὸν ἀπὸ τῆς χειρός.
γυνή τις ἤγουν ἡ δίκη.
σωφρόνως κοσμίως.
σωφρόνως σεμνῶς καὶ εὐτάκτως.
σωφρόνως εὐτάκτως.
ἡγουμένη προηγουμένη.
ἡγουμένη ἔμπροσθεν ὁδεύουσα.
ἡγουμένη προοδοποιοῦσα.
ἡγουμένη προπορευομένη.
ἡγουμένη ὁδηγοῦσα. Ξ
ἡμέτερον· ἐπειδὴ Πολυνείκης ἀδίκως ᾤετο τῆς πατρίδος ἀπελαθῆναι καὶ τοῦ τῆς ἀρχῆς ἀνήκοντος αὐτῷ μέρους, ἔγραψεν ἑαυτόν τε καὶ τὴν Δίκην ἐν τῇ ἀσπίδι, κατέχουσαν αὐτὸν τῆς χειρὸς καὶ εἰς τὴν ἐπὶ τῇ ἀσπίδι γεγραμμένην πόλιν εἰσάγουσαν. εἰκὸς γὰρ ἦν καὶ πόλιν ἐν αὐτῇ γεγράφθαι, κἂν ἐνταῦθα οὐ δείκνυται. τρόπον γάρ τινα διὰ τούτων ἐβόα ὅτι· ὥσπερ τοῦτο τὸ σημεῖον ὁρᾶτε, οὕτω κἀμὲ ἡ θεὸς Δίκη εἰσάξει καὶ παραδώσει τὴν πόλιν ὑμῶν καὶ τὴν ταύτης ἀρχήν· ἀδίκως γάρ με ταύτης ἐξώσατε.
δίκη δικαιοσύνη.
φησιν λέγω· ἐγώ εἰμι ἡ δίκη.
φησιν ἐκείνη ἡ γυνή.
φησιν λέγει.
τὰ γράμματα ἤγουν ἡ ἐπιγραφή.
τὰ γράμματα τὰ ἐπάνω αὐτῆς γεγραμμένα.
κατάξω ὡς ἐπὶ φυγάδος ἡ λέξις.
κατάξω κατάγω.
κατάξω εἰσάξω.
κατάξω φέρω.
κατάξω καταβιβάσω.
κατάξω εἰσάξω εἰς τὴν πόλιν.
ἄνδρα φησιν ἀπὸ κοινοῦ.
τόνδε ὃν ἄγω.
ἕξει λάβῃ.
ἕξει καθέξει, κρατήσει.
πατρῴων πατρικῶν.
δωμάτων οἴκων.
ἐπιστροφάς οἰκονομίας.
ἐπιστροφάς φροντίδας.
ἐπιστροφάς ἐπιμελείας.
ἐπιστροφάς διατριβάς. θ
ἐπιστροφάς ἀναστροφάς, διατριβάς.
ἐπιστροφὴ ἡ μέριμνα καὶ ἡ φροντίς. Ξ
τἀξευρήματα αἱ μηχαναί.
τἀξευρήματα τὰ μηχανήματα.
τἀξευρήματα αὐθάδη. Ξ
γνῶθι νόησον.
γνῶθι διάγνωθι. Ξ
δοκεῖς λογίζῃ.
ἀνδρὶ τῷδε ἀντὶ ἐμοὶ ὧν ἀπήγγειλα.
τῷδε ἤγουν ἐμοὶ ὧν ἀπήγγειλα.
ἀνδρὶ τῷδε ἀντὶ τοῦ ἐμοὶ μέμψῃ ἕνεκα ὧν ἀπήγγειλα.
ἀνδρὶ τῷδε ἤγουν ἐμοί.
τῶνδε ἕνεκα δῆλον τῶν λόγων οὓς λέγω.
τῶνδε γράφεται τῷδε, ἤγουν ἐμοὶ δεικτικῶς.
τῷδε ἤγουν ἐμοὶ τῷ μηνύσαντι. Ξ
κηρυκευμάτων μηνυμάτων ὧν ἀπήγγειλα.
κηρυκευμάτων μηνυμάτων.
κηρυκευμάτων τῶν ἀγγελιῶν.
κηρυκευμάτων ὧν ἀπήγγειλα.
κηρυκευμάτων κηρυγμάτων.
γνῶθι σκέψαι.
γνῶθι νόει, σκόπει.
γνῶθι γνῶσιν λαβέ. Ξ
ναυκληρεῖν περιέπειν, πεφροντικέναι.
ναυκληρεῖν κυβερνᾶν.
ναυκληρεῖν περιέπειν τροπικῶς.
ναυκληρεῖν περιέπειν.
ναυκληρεῖν τροπικῶς.
ναυκληρεῖν σώζειν. θ
ναυκληρεῖν διεξάγειν. Ξ
ὦ θεομανές τε· ὦ θεοῖς ἐπιμαινόμενε· ἐπιστρατεύῃ γὰρ πατρίδι καὶ πατρῴοις θεοῖς, καὶ ὦ μέγα στύγος καὶ μῖσος τῶν θεῶν, ὦ πολλῶν δακρύων ἄξιε ἀδελφέ· λέγει δὲ ταῦτα ὁ Ἐτεοκλῆς πρὸς τὸν Πολυνείκην· φεῦ μοι, αἱ τοῦ πατρός, ἤτοι τοῦ Οἰδίποδος, κατάραι νῦν τέλος φέρουσιν ἑαυτῶν· κατηράσατο γὰρ ὁ Οἰδίπους διὰ σιδήρου καὶ αἵματος γενέσθαι αὐτοῖς τὴν διανομὴν τῶν χρημάτων.
ὦ θεοῖς ἐπιμαινόμενε· ἐπιστρατεύῃ γὰρ πατρίδι καὶ πατρῴοις θεοῖς.
θεομανές θεοῖς ἐπιμαινόμενε.
θεομανές μισητὸν τοῖς θεοῖς.
θεομανές θεόργητον. θ
θεομανές κατὰ θεῶν μανὲν ἢ παρὰ θεῶν.
στύγος μῖσος.
στύγος μίσημα.
ἀποστροφὴ πρὸς τὸ γένος αὐτοῦ.
πανδάκρυτον πάντων δακρύων ἄξιον.
πανδάκρυτον πολύ.
πανδάκρυτον πολλῶν δακρύων ἄξιε ἀδελφέ.
πανδάκρυτον πολυπενθές. θ
πατρὸς τοῦ Οἰδίποδος.
ἀραὶ αἱ κατάραι.
τελεσφόροι τέλος ἔχουσαι τῶν οἰκείων κακῶν.
τελεσφόροι πληρωτικαί.
τελεσφόροι τέλειοι ὑπάρχουσιν.
τελεσφόροι τέλειοι καὶ τέλος λαβοῦσαι.
τελεσφόροι τέλος φέρουσιν καὶ λαμβάνουσι. ἢ τελεσφόροι ἀντὶ τοῦ εἰς τέλος εἰσὶ φερόμεναι.
τελεσφόροι τετελεσμέναι ἔσονται.
ἀλλʼ οὔτε κλαίειν· ὁ Ἐτεοκλῆς εἰς θρῆνον τραπεὶς διὰ τὰς τοῦ πατρὸς ἀρὰς καὶ διὰ τὴν πρὸς τὸν ἀδελφὸν μάχην, ἵνα μὴ ὑπὸ θρήνου ταράξῃ τοὺς πολίτας, πάλιν μεταφέρει ἑαυτὸν καί φησιν· ἀλλʼ οὔτε κλαίειν οὔτε ὀδύρεσθαι πρέπει νῦν, ἵνα μὴ καὶ ἀφόρητος γόος καὶ χαλεπὸς τεκνωθῇ, ἤγουν αὐξηθῇ ἐν τῇ πόλει.
οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι κλαίειν ἐστὶ τὸ στάζειν δάκρυα, ὀδύρεσθαι δὲ τὸ μετὰ στεναγμοῦ βοᾶν.
κλαίειν θρηνεῖν.
ὀδύρεσθαι θρηνεῖν.
πρέπει ἁρμόζει ἐμοί.
τεκνωθῇ αὐξηθῇ.
τεκνωθῇ γεννηθῇ.
τεκνωθῇ παρὰ τῆς πόλεως ἀναφυῇ. θ
δυσφορώτατος ἀφόρητος, χαλεπός.
δυσφορώτατος δυσκόλως καρτερούμενος.
δυσφορώτερος δυσχερέστατος· τίς γὰρ ἰδὼν τὸν βασιλέα θρηνοῦντα οὐ μᾶλλον τότε ἢ πρώην θρηνεῖν ἐθελήσειεν; θ
δυσφορώτερος δυσχερέστερος.
γόος θρῆνος.
ἐπωνύμῳ δὲ κάρτα· τοῦτό φησιν ὅτι ταχέως γνώσομεν τὰ ἐπὶ τῆς ἀσπίδος ἐπίσημα ποῦ τελεσθήσεται καὶ εἰς τί καταντήσει τῷ Πολυνείκει τῷ ἐπωνύμῳ· πάνυ γὰρ τὸ ἐπώνυμον τῇ φιλονεικίᾳ συμφωνεῖ. ἐτυμολογεῖται γὰρ τὸ ὄνομα ἀπὸ τοῦ πολὺ καὶ τοῦ νεῖκος ἡ φιλονεικία.
διὰ τὸ πολέμους ἐγεῖραι· πάνυ γὰρ τὸ Πολυνείκης ἐπώνυμον τῇ φιλονεικίᾳ.
ἐπωνύμῳ τῷ τὴν φιλονεικίαν δηλοῦντι διὰ τοῦ ὀνόματος.
ἐπωνύμῳ φερωνύμῳ.
ἐπωνύμῳ τῷ κατʼ ἐπωνυμίαν φιλονείκῳ. θ
τάχʼ ταχέως.
τάχʼ ἴσως.
τάχʼ τοῦτο κατʼ εἰρωνείαν. θ
εἰσόμεθα γνώσομεν.
εἰσόμεθα γνωσόμεθα.
εἰσόμεθα γνωρίσομεν.
εἰσόμεθα γνωρισόμεθα.
τοὐπίσημʼ σημεῖα.
τοὐπίσημʼ τὸ ἐπὶ τῆς ἀσπίδος σημεῖον.
τοὐπίσημʼ τὸ σημεῖον.
τελεῖ τελεσθήσεται.
τελεῖ ἄγει, φέρει. θ
τελεῖ ἤγουν ὅπου τελεσθήσεται· ὁ ἐνεστὼς ἀντὶ μέλλοντος.
εἴ νιν κατάξει· ἐπεὶ ἄνωθεν εἶπεν ὅτι ἐπὶ τῆς οἰκείας ἀσπίδος ἔχει ὁ Πολυνείκης ἐζωγραφημένον ἄνδρα στρατιώτην, ἄγει δὲ ἐκεῖνον γυνὴ ἔμπροσθεν πορευομένη μετὰ σωφροσύνης καὶ λέγουσα· ἐγώ εἰμι ἡ Δίκη καὶ εἰς τὴν πατρίδα ἑαυτοῦ κατάγω καὶ ἐγκατοικίσω τοῦτον τὸν ἄνδρα, ἤγουν τὸν Πολυνείκην, νῦν φησι περὶ αὐτοῦ ὁ Ἐτεοκλῆς συντόμως νοήσομεν εἰς τί τέλος καταντήσει ἃ ἐπὶ τῆς ἀσπίδος ἔχει σημεῖα ὁ Πολυνείκης, ἐὰν αὐτὸν κατάγῃ τὰ χρυσότευκτα γράμματα φλυαροῦντα αὐτοῦ ἐπὶ τῆς ἀσπίδος σὺν φοίτῳ καὶ μανίᾳ φρενῶν, ἤτοι μαινομένῃ διανοίᾳ.
νιν αὐτόν.
κατάξει καταγάγῃ.
κατάξει κατάξωσι.
κατάξει φέρουσι.
κατάξει εἰς τὴν πατρίδα. θ
οὐκ εἶπεν θεὸς ἢ ἄνθρωπος, ἀλλὰ τὰ χρυσᾶ γράμματα.
χρυσότευκτα γράμματα τὰ διὰ χρυσοῦ γεγραμμένα. Ξ
χρυσότευκτα τὰ ἐκ χρυσοῦ κατασκευασθέντα.
φλύοντα φλυαροῦντα.
σὺν φοίτῳ· μανίᾳ. καὶ Σοφοκλῆς· φοιτῶντʼ ἄνδρα, καὶ φοιταλέος παρʼ Εὐριπίδῃ μανικός. γράφεται δὲ καὶ συμφύτῳ φρενί.
φοίτῳ μανίᾳ.
ἀπὸ τοῦ φοιτᾶν εἰς τὸν οἶτον καὶ εἰς τὸν θάνατον.
φοίτῳ φοῖτος ἡ μανία ἀπὸ τοῦ φοιτῶ τὸ παραγίνομαι.
φρενῶν τοῦ ποιήσαντος.
εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν· ἐὰν δʼ ἡ παρθένος παῖς τοῦ Διός—ἡ Δίκη τοῦ Διὸς γὰρ θυγάτηρ λέγεται—αὕτη παρῆν τοῖς ἔργοις ἐκείνου καὶ ταῖς φρεσίν, τουτέστιν ἐὰν τὴν Δίκην εἶχεν ὁ Πολυνείκης συμπαροῦσαν καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ ἐνθυμήμασιν αὐτοῦ καὶ οὐ κατὰ πάντα ἦν ἄδικος, τάχʼ ἂν ὑπῆρχεν τοῦτο, ἤγουν τὸ τὴν δίκην βοηθῆσαι αὐτῷ καὶ εἰσάξαι εἰς τὴν πατρίδα καὶ νικῆσαι ἡμᾶς.
τὸ τῆς δίκης ὄνομα ἔκρυψε. ῥητορικὸν παράγγελμα τὸ κρύπτειν … φέλαια τὰ ἀσύμφορα, ὅπερ λέγεται καὶ μετάληψις παρὰ ῥήτορσιν· ἀντὶ τῆς δίκης γὰρ μετέλαβε τὰ γράμματα.
παῖς θυγάτηρ.
παρθένος ἀντὶ τοῦ εἰπεῖν θυγάτηρ λέγει παρθένος.
φρεσὶ ἤτοι τῷ λογισμῷ, τοῖς βουλεύμασιν.
τόδʼ τὸ νικῆσαι ἐκεῖνον.
τόδʼ τὸ παρεῖναι καὶ νῦν αὐτῷ ταύτην.
τόδʼ τὸ τῆς καταγωγῆς. θ
ἡμέτερον· διὰ τούτων πάντων βούλεται παριστᾶν καὶ ἐλέγχειν αὐτὸν ὡς ἄδικον. πάσας γὰρ διελθὼν ἡλικίας ἐν οὐδεμιᾷ δίκαιόν τι εὑρέθη διαπραξάμενος. ἐπεὶ τοίνυν ἐν ταύταις ταῖς ἡλικίαις οὐ συνῆν τούτῳ ἡ Δίκη, οὐδὲ νῦν ἐν τῇ τῆς πατρίδος πορθήσει συνέσεται.
ἄλλʼ οὔτε νιν· ἀλλά νιν καὶ αὐτὸν τὸν Πολυνείκην οὐχὶ ἡ Δίκη λόγου ἄξιον ἔκρινεν οὔτε φυγόντα μητρόθεν σκότον, ἤγουν γεννηθέντα, οὔτε ἀνατρεφόμενον οὔτε ἀκμάσαντα οὔτε εἰς ἀνδρὸς ἡλικίαν καταστάντα, ἀντὶ τοῦ ἐν οὐδεμιᾷ ἡλικίᾳ ἔπραξέ τι δίκαιον, ἀλλʼ ἀεὶ ἄδικος καὶ ἄνομος ἦν· οὐδὲ νῦν οὖν ὑπολαμβάνω παραστατεῖν καὶ συνεῖναι αὐτῷ πλησίον νιν καὶ αὐτὴν τὴν Δίκην ἐπὶ κακώσει καὶ βλάβῃ τῆς πατρῴας γῆς.
νιν τὸν Πολυνείκην.
νιν αὐτόν.
φυγόντα—σκότον γεννηθέντα.
φυγόντα—σκότον εἰς φῶς ἐξελθόντα ἀπὸ τῆς γαστρός.
φυγόντα ἐξελθόντα.
φυγόντα ἤτοι ἐκπεσόντα τῆς μητρικῆς γαστρὸς καὶ εἰς φῶς ἐλθόντα· βούλεται δὲ διὰ τούτων πάντων παριστᾶν καὶ ἐλέγχειν αὐτὸν ὡς ἄδικον. θ
μητρόθεν ἀπὸ μητρὸς γεννηθέντα αὐτόν. Ξ
αἱ τοῦ ἀνδρὸς ἀνηλικιώσεις οὕτως· λέγεται βρέφος ἀπὸ γεννήσεως ἕως ἐτῶν δʹ, παῖς ἀπὸ τῶν εʹ ἕως τῶν ιδʹ μειράκιον ἀπὸ τῶν ιεʹ ἕως τῶν κβʹ, νεανίσκος ἀπὸ τῶν κγʹ ἕως τῶν μδʹ, ἀνὴρ ἀπὸ τῶν μεʹ ἕως τῶν νζʹ, γηραιὸς ἀπὸ τῶν νηʹ ἕως τῶν ξηʹ, πρεσβύτης ἀπὸ τῶν ξθʹ ἕως τῶν τοῦ τέλους τῆς ζωῆς αὐτοῦ· τὴν τῶν ἑπτὰ αἰώνων παράτασιν ἡ τοῦ ἀνθρώπου ἡλικία καὶ παραλλοίωσις τῆς ζωῆς πάσης ἀπεικάζεται.
τροφαῖσιν ἀνατροφαῖς.
τροφαῖσιν ὅτε ἀνετρέφετο παῖς ὤν.
τροφαῖσιν ἀνατρεφόμενον.
ἐφηβήσαντα ἐνηλικιωθέντα.
ἐφηβήσαντα ἀκμάσαντα.
ἐφηβήσαντα εἰς ἥβην ἐλθόντα καὶ νεανίσκον γενόμενον. θ
οὐ γὰρ ἀθρόως φύεται, ἀλλὰ κατʼ ὀλίγον· ἡ δὲ ἔννοια ὅλη τοιαύτη ὅτι οὐδὲ ἐν μιᾷ ἡλικίᾳ ἔπραξέ τι δίκαιον.
οὐ γὰρ ἀθρόως φύεται, ἀλλὰ συλλέγεται κατʼ ὀλίγον.
καλῶς ἐχρήσατο τῇ συλλογῇ· οὐ γὰρ ἀθρόως φύεται ἅπασα, ἀλλὰ κατʼ ὀλίγον συλλέγεται.
συλλογῇ συναθροίσει.
συλλογῇ συνάξει.
συλλογῇ τῇ κατὰ μικρὸν ἐκφύσει· οὐ γὰρ ἀθρόως αἱ τοῦ γενείου φύονται τρίχες.
συλλογῇ ἐν τῇ ἐξανθήσει τῶν τριχῶν τοῦ γενείου. Ξ
εἶδεν αὐτὸν καὶ ἐφίλησεν· ἀντὶ τοῦ οὐδὲ ἐν μιᾷ ἡλικίᾳ ἔπραξέ τι δίκαιον.
Δίκη ἡ δικαιοσύνη.
προσεῖπε ἐχαιρέτισε.
προσεῖπε ἠσπάσατο. θ
κατηξιώσατο ἐφιλιώθη.
κατηξιώσατο ἄξιον ἔκρινε.
κατηξιώσατο ἐτίμησε. θ
καὶ μὴν δὴ οὐδὲ ἐπὶ κακώσει τῆς πατρῴας χώρας ἐγγὺς αὐτοῦ ἔσται ἡ Δίκη.
οὔτʼ λοιπόν.
πατρῴας πατρικῆς.
χθονὸς γῆς.
κακουχίᾳ πολέμῳ.
κακουχίᾳ κακοποιήσει.
κακουχίᾳ κακώσει, καποποιήσει.
κακουχίᾳ κακώσει.
κακουχίᾳ τῇ πορθήσει.
κακουχίᾳ ὀλέθρῳ. θ
οἶμαι ὑπολαμβάνω.
νιν αὐτὴν τὴν Δίκην.
νιν αὐτήν.
αὐτῷ τῷ Πολυνείκει.
παραστατεῖν βοηθεῖν.
παραστατεῖν συνεῖναι.
παραστατεῖν ἐκ παραλλήλου.
παραστατεῖν συνυπάρχειν. Ξ
πέλας πλησίον.
ἦ δῆτʼ ἂν εἴη· ἀπὸ τοῦ νῦν, φησί, ἡ Δίκη πάντη δικαίως ἔσται ψευδώνυμος, οὐ προσηκόντως ὀνομαζομένη Δίκη, ἐὰν συνυπάρχῃ ἀνδρὶ πάντα τολμῶντι καὶ πράττοντι καὶ μὴ πτοουμένῳ τοὺς θεούς.
πανδίκως δικαίως.
πανδίκως πανδικαίως.
ψευδώνυμος ψευδῶς ὀνομαζομένη δίκη.
ψευδώνυμος ψευδῶς ἔχουσα τὸ ὄνομα. …
ψευδώνυμος ψευδομένη τῷ ὀνόματι ἡ δίκη.
ψευδώνυμος ψευδῶς ὠνομασμένη.
ψευδώνυμος κληθῇ ἂν ψευδώνυμος. Ξ
Δίκη ἡ δικαιοσύνη.
ξυνοῦσα συνυπάρχουσα.
ξυνοῦσα ὁμιλοῦσα.
ξυνοῦσα γράφεται ξενοῦσα ἤγουν φιλιουμένη.
φωτὶ ἀνδρί.
παντόλμῳ φρένας πάντα τὰ ἄθεσμα τολμῶντι κατὰ νοῦν.
παντόλμῳ ἀδίκῳ.
παντόλμῳ θρασυτάτῳ καὶ ἀδικωτάτῳ. θ
τούτοις πεποιθώς· τούτοις, φησὶν ὁ Ἐτεοκλῆς, θαρρῶν, ὅτι ἄδικός ἐστιν ὁ Πολυνείκης καὶ ἐχθρὸς τῶν θεῶν καὶ ὅτι κατὰ τῆς πατρίδος ἐστράτευσε καὶ διὰ τοῦτο ἡττηθήσεται, ἔρχομαι ἐγὼ καὶ ἀντιστήσομαι καὶ πολεμήσω αὐτῷ βασιλεὺς βασιλεῖ καὶ ἀδελφὸς ἀδελφῷ· τίς γὰρ ἄλλος δικαιότερος ἀντιστῆναι αὐτῷ ἢ ἐγώ·
τούτοις τοῖς λόγοις.
τούτοις οἷς εἶπον.
τούτοις τοῖς λογισμοῖς. Ξ
πεποιθὼς θαρρῶν.
πεποιθὼς ὅτι οὐ βοηθήσει αὐτῷ ἡ Δίκη.
εἶμι πορεύσομαι.
εἶμι πορεύομαι.
εἶμι ἐλεύσομαι.
ξυστήσομαι ἀντιμαχέσομαι.
ξυστήσομαι ἀντιστήσομαι.
ξυστήσομαι μαχέσομαι.
ξυστήσομαι ἐναντιωθήσομαι.
ξυστήσομαι συμπαρατάξομαι. θ
αὐτὸς ἐγώ.
ἄλλος τῷ Πολυνείκει.
μᾶλλον ἐμοῦ.
μᾶλλον περισσοτέρως.
ἐνδικώτερος ἀξιώτερος.
ἐνδικώτερος δίκαιος, ἄξιος ἀντιμαχέσασθαι.
ἐνδικώτερος δικαιότερος.
ἐνδικώτερος ἢ ἐγώ. θ
ἄρχοντι βασιλεῖ.
ἄρχοντι ἡγεμόνι ἐκείνῳ.
ἄρχων βασιλεύς.
ἄρχων ἡγεμὼν ἐγώ.
ἄρχων συστήσομαι ἐγώ.
κασιγνήτῳ ἀδελφῷ.
κασιγνήτῳ ὄντι ἐκείνῳ.
κάσις ἀδελφός.
κάσις ἐγώ.
ἐχθρὸς ἐγώ.
στήσομαι ἐναντιωθῶ.
φέρʼ κόμιζε. …
φέρʼ πρός τινα τῶν οἰκείων ὁ λόγος.
τάχος λίαν ταχέως.
κνημῖδας τὰ τοῖς ποσὶ καὶ τοῖς σκέλεσι περιβαλλόμενα πρὸς φυλακήν.
ἢ κνημῖδας τὰ σκουτάρια· καὶ ταῦτα περιπεφραγμένος ἐντέχνως καὶ περικαλυψάμενος φυλάσσει ὅλῳ τῷ ἑαυτοῦ σώματι, καὶ οὐ προσβολαὶ καὶ ῥίψεις συνεχεῖς τῶν βελῶν καθάπτονται καὶ ἐμβέβληνται τῷ αὐτοῦ σώματι ὡς περιτετειχισμένῳ καὶ καλῶς ὡπλισμένῳ.
κνημῖδας κάλτζας.
γράφεται αἰχμὴν ἵνʼ ᾖ οὕτως· φέρε ὡς τάχος καὶ ταχέως τὰς κνημῖδας καὶ τὴν αἰχμὴν καὶ ἕνεκα τῶν πέτρων τὰ προβλήματα, ἤτοι τὰ σκουτάρια.
πέτρων προβλήματα· τὴν περικεφαλαίαν, τὴν ἀσπίδα.
προβλήματα τὰ προσκρούσματα.
προβλήματα σκουτάρια.
προβλήματα τὴν ἀσπίδα.
προβλήματα τὰ ἄρματα.
τὰ προβλήματα τῆς αἰχμῆς, ἤτοι τὴν αἰχμὴν περιφραστικῶς ἣν προβαλλόμεθα εἰς μάχην. γράφεται δὲ καὶ πτερῶν καὶ πέτρων, καὶ τὸ μὲν πέτρων εἴποις οὕτως· τὰ προβλήματα τῶν πέτρων, ἤτοι τὴν ἀσπίδα ἣν προβαλλόμεθα τοῦ σώματος καὶ διʼ ἧς τοὺς ἐκ πολεμίων ἡμῖν ἐπιόντας λιθασμοὺς δεχόμεθα. τὸ δὲ πτερῶν προβλήματα τοὺς ὀιστοὺς νόει, ἢ τὸ πτερῶν καὶ διὰ τὴν ἀσπίδα νοητέον τὴν ὥσπερ πτερὸν προσοῦσαν τῷ φέροντι. θ
τὰ προβλήματα τῶν πέτρων. ἤτοι τὴν ἀσπίδα ἣν προβαλλόμεθα τοῦ σώματος καὶ διʼ ἧς τοὺς ἐκ πολεμίων ἡμῖν ἐπιόντας λιθασμοὺς δεχόμεθα καὶ ἀποτρεπόμεθα.
μή, φίλτατʼ ἀνδρῶν· ὁ χορὸς ἰδὼν τὸν Ἐτεοκλῆν ὁρμῶντα ἐξελθεῖν πρὸς τὸν πόλεμον, φησὶ πρὸς αὐτόν· ὦ φίλτατʼ ἀνδρῶν, τέκος καὶ τέκνον τοῦ Οἰδίποδος, μὴ γένῃ σὺ ὅμοιος κατὰ τὸν θυμὸν καὶ τὴν ὀργὴν ἀνδρὶ ὀργίλῳ τῷ ὑπὸ σοῦ ἀποδεδιωγμένῳ καὶ ὑβριζομένῳ διὰ τὴν ὀργήν, ἢ μὴ γένῃ ὅμοιος τῷ ἀδελφῷ σου τῷ κακῶς λεγομένῳ καὶ λοιδορουμένῳ καὶ ὀνειδιζομένῳ ὑπὸ σοῦ.
τέκος γέννημα.
τέκος τέκνον.
τέκος ἤγουν Ἐτεόκλες.
ὀργήν· ὅμοιος τὸν τρόπον, τῷ ἀδελφῷ συμβλασφημούμενος.
ὀργὴν τὸν τρόπον τῷ ἀδελφῷ σου βλασφημουμένῳ.
ὀργὴν κατὰ θυμόν.
ὁμοῖος· ἀρχαϊσμὸς τὸ σχῆμα.
τῷ κάκιστʼ αὐδωμένῳ τῷ κακῶς λεγομένῳ καὶ λοιδορουμένῳ παρὰ σοῦ.
τῷ κάκιστʼ αὐδωμένῳ τῷ κακωνύμῳ. θ
κάκιστʼ κακίστως.
κάκιστʼ κακῶς.
αὐδωμένῳ ὑπὸ σοῦ.
αὐδωμένῳ ἤγουν τῷ Πολυνείκει.
αὐδωμένῳ λεγομένῳ.
αὐδωμένῳ φημιζομένῳ.
αὐδωμένῳ ὑβριζομένῳ.
αὐδωμένῳ τῷ φημιζομένῳ κακῷ.
ἀλλʼ ἄνδρας· ἀλλʼ ἅλις καὶ αὐτάρκως ἔχει τοὺς Καδμείους, ἤτοι τοὺς Θηβαίους, ἐλθεῖν εἰς χεῖρας τοῖς Ἀργείοις, ἀντὶ τοῦ ἀρκοῦσι καὶ δύνανται οἱ Θηβαῖοι συγκροτῆσαι πόλεμον μετὰ τῶν Ἀργείων.
ἄνδρας ἐνταῦθα τὸ Καδμείους σύναπτε.
ἄνδρας ἄνδρας τινὰς Καδμείους. Ξ
Καδμείους Θηβαίους.
ἅλις αὐτάρκως ἔχει.
ἅλις ἀρκούντως.
ἅλις ἀρκετόν ἐστιν. θ
ἐς χέρας ἐλθεῖν πολεμίους ἀνελεῖν.
ἐς χεῖρας ἐλθεῖν ἤτοι πολεμῆσαι.
ἐς χεῖρας ἐλθεῖν εἰς πόλεμον.
τὸ ἐς χεῖρας ἦλθε τοῦ δεῖνος ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ λαμβάνεται, τὸ δʼ ἐς χεῖρας ἦλθε τῷ δεῖνι ἀεὶ ἐπὶ κακοῦ.
ἐς χεῖρας ἤγουν εἰς μάχην. θ
καθαρὸν τὸ αἷμα τῶν ἀλληλοκτονούντων ξένων ἐν πολέμοις, τὸ δʼ ἀδελφοκτονεῖν ἄντικρυς φονέων ἔργον· ὑπερβατὸν δέ ἐστιν, ἵνʼ ᾖ· αἷμα γὰρ τοῦτο καθάρσιον οὐκ ἐπιδέχεται, ὅταν ἀδελφοὶ αὐτοκτόνοι γένωνται καὶ οὕτως αὐτῶν ὁ θάνατος γένηται.
αἷμα γὰρ καθάρσιον· τοῦτό φησιν ὅτι καθαρόν ἐστι τὸ αἷμα τῶν ἐν πολέμοις ἀλληλοκτονούντων· τὸ δὲ ἀδελφοκτονεῖν ἄντικρυς φονέων ἔργον· ἢ ὅτι αἷμα καθάρσιον ἀντὶ τοῦ πᾶς ἄλλος φόνος καθαίρεται, τὸ αἷμα δὲ τοῦτο καθάρσιον οὐκ ἐπιδέχεται, ὅταν οἱ ἀδελφοὶ αὐτοκτόνοι γένωνται καὶ οὕτως αὐτοῖς ὁ θάνατος γένηται.
αἷμα γὰρ καθάρσιον· τί δὲ αἰνιττόμενος διὰ τούτου τοῦ λόγου φησίν; ὅτι πᾶς ἄλλος φόνος καθαίρεται· ὁ γὰρ τῶν ἀλλοτρίων καὶ πολεμίων γινόμενος φόνος κάθαρσιν ἐπιδέχεται, ἡ δὲ μισητὴ ἀδελφοκτονία οὐδέπω καθαίρεται.
αἷμα γὰρ καθάρσιον πᾶς γὰρ ἄλλος φόνος καθαρτικός.
αἷμα γὰρ καθάρσιον ὁ φόνος καθαρός.
αἷμα γὰρ καθάρσιον ὁ τούτων πρὸς ἀλλήλους φόνος ἀνεύθυνός ἐστι καὶ καθαρὸς μιάσματος. θ
αἷμα τῶν ἀλληλοκτονούντων.
αἷμα ὁ φόνος τούτων.
κάθαρμα, καθάρσιον καὶ κάθαρσις διαφέρει· καθάρσιον τὸ καθαῖρον, κάθαρσις αὐτὴ ἡ ἐνέργεια τῆς καθάρσεως, κάθαρμα δὲ αὐτὸ τὸ εἰς κάθαρσιν διδόμενον, οἷον λιμοῦ συμβάντος παρʼ Ἕλλησιν ἤ τινος ἄλλου τῶν ἀπευκτῶν, λαμβάνοντες τὸν ἀηδέστατον καὶ παρὰ τῆς φύσεως ἐπιβεβουλευμένον πηρόν, χωλόν, τοὺς τοιούτους, τοῦτον ἔθυον εἰς ἀπαλλαγὴν τοῦ ἐνοχλοῦντος δεινοῦ. ἐνταῦθα δὲ καθάρσιον αἷμα λέγει τὸ καθαρὸν καὶ ἐλεύθερον μιάσματος. θ
καθάρσιον λείπει τό γʼ οὐκ ἐπιδέχεται.
καθάρσιον καθαρὸς καὶ ἄμεμπτος ὑπάρχει. Ξ
ὁμαίμοιν ἀδελφοῖν.
αὐτοκτόνος αὐτοχειρίᾳ γενόμενος.
διαπαντὸς αἰσθήσεται τὸ μίασμα τοῦτο.
οὐκ ἔστι εὑρεῖν.
τέλος, ἀφανισμός. δέον δὲ εἰπεῖν ὡς οὐδέποτε εἰς λήθην ὁ τῶν ἀδελφῶν θάνατος ἔρχεται, ὁ δὲ ποιήσας ἐπανάληψιν πρὸς γενικὴν ἔτρεψεν εἰπών· οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος, ἤγουν οὐδέποτε ἐξαλείφεται τοῦ γένους καὶ τῆς πόλεως ἡ τοιαύτη παρανομία. τὸ δὲ ὧδʼ αὐτοκτόνος ἀντὶ τοῦ ὑπʼ αὐτῶν τῶν ἀδελφῶν πραχθεὶς ὁ θάνατος καὶ οὐχ ὑπʼ ἄλλων. δέον δὲ εἰπεῖν αὐτοκτόνοιν πρὸς τὸ ἀνδροῖν, αὐτοκτόνος εἶπε πρὸς τὸ θάνατος. ἔστι δὲ οὐκ ἄλλη τις ἡ ἐπανάληψις ἢ τὸ τοῦδε· τὰς δὲ τοιαύτας ἐπαναλήψεις καὶ πολλαχοῦ τῶν λογοποιῶν εὕροι τις. θ
οὐδέποτε καθαίρεται τὸ μίασμα τόδε. Ξ
γῆρας ἔλλειψις.
πέρας τέλος.
γῆρας ἤτοι φθορά.
πέρας γράφεται καὶ γῆρας ἤγουν ἔλλειψις.
μιάσματος τοῦ ἀδελφοκτονῆσαι.
μιάσματος τοῦ φόνου.
μιάσματος τῆς παρανομίας.
εἰ ὅλως τις ἀτυχεῖ, καλὸν τὸ δίχα αἰσχύνης· τοῦτο γὰρ μόνον κέρδος θανόντι τινί, ἡ εὔκλεια καὶ τὸ ἑαυτὸν τυχὸν ἐκδικῆσαι, τὸ δʼ ἄλλως θανεῖν ἀκλεές.
εἴπερ κακὸν φέροι· εἰ ὅλως τις ἀτυχεῖ, καλὸν τὸ δίχα αἰσχύνης.
εἴπερ ὅλως τις ἀτυχεῖ, καλὸν τὸ δίχα αἰσχύνης τοῦτο παθεῖν.
ἤγουν εἰ συμβαίη τεθνάναι με ἔξω τοῦ νομισθῆναι, ὡς τὸν ἀδελφὸν δεδιὼς ἐφιλοψύχησα, τουτέστι τὸ χωρὶς αἰσχύνης τεθνάναι. θ
φέροι ὑπομένει.
αἰσχύνης ἄτερ· τοῦτό φησι τὸ εὐκλεῶς ἀποθανεῖν διὰ τὸ τιμωρῆσαι τοὺς ἐχθρούς. ὁ γὰρ ἀντικρὺ καὶ ἀντιπρόσωπον τῶν πολεμίων ἀνθιστάμενος καὶ ἀντιπολεμούμενος καὶ μὴ ἀντιστρέψας καὶ νῶτα διδοὺς τοῖς ἐχθροῖς, ἐκεῖνος, φημί, τὸν θάνατον ἐπιδέχεται ἐντίμως καὶ εὐκλεῶς καὶ ἀεὶ ἐπαινεῖται καὶ μακαρίζεται.
αἰσχύνης δειλίας.
αἰσχύνης ἀποθανεῖν δηλονότι.
ἔστω λείπει τὸ καλόν.
μόνον γὰρ κέρδος· ἡ εὔκλεια· ἓν κέρδος τὸ αὑτὸν ἐκδικῆσαι ἀδικούμενον· ἐὰν δὲ ἀνεκδίκητος ἀποθάνῃ, ἕνεκά γε τῶν εἰς αὐτὸν γενομένων κακῶν καὶ αἰσχρῶν ἄδοξος.
μόνον γὰρ κέρδος· ἕν ἐστι κέρδος τῷ τεθνηκότι, τὸ ἑαυτὸν ἐκδικῆσαι ἀδικούμενον καὶ χωρὶς αἰσχύνης καὶ μετʼ εὐκλείας θανεῖν· ἐὰν δὲ ἀνεκδίκητος ἀποθάνῃ, ἕνεκά γε τῶν εἰς αὐτὸν γενομένων κακῶν καὶ αἰσχρῶν ἄδοξός ἐστι καὶ ἀκλεής.
μόνον γὰρ κέρδος τὸ εὐκλεῶς ἀποθανεῖν διὰ τὸ τιμωρῆσαι τοὺς ἐχθρούς.
μόνον γὰρ κέρδος τὸ ἀμύνασθαι τὸν λυποῦντα.
μόνον γὰρ κέρδος τουτέστι τὸ χωρὶς αἰσχύνης τεθνάναι.
μόνον γὰρ κέρδος τὸ χωρὶς αἰσχύνης ἀποθανεῖν τινα.
κέρδος εὔκλεια.
κέρδος τὸ ἀποκτεῖναι δῆλον τὸν ἐχθρόν. Ξ
τεθνηκόσιν ἀποθανοῦσιν.
ἐὰν δὲ ἀνεκδίκητος ἀποθάνῃ, χάριν τῶν εἰς αὐτὸν γενομένων κακῶν ἄδοξός ἐστιν.
κακῶν δειλῶν.
αἰσχρῶν ἀνδρῶν.
αἰσχρῶν ἤγουν τῶν ἀτίμων ἀνθρώπων. Ξ
αὐτὰ καθʼ ἑαυτὰ οὐκ ἔστι καλά· τὸ δὲ χωρὶς αἰσχύνης ταῦθʼ ὑπομένειν, τουτὶ δὲ μόνον ἐν κέρδει. θ
εὔκλειαν δόξαν.
ἐρεῖς εἴποις.
ἐρεῖς λέγεις.
στίχοι νεʹ.
ἀντισπαστικὰ κῶλα γʹ. τὰ δύο τρίμετρα βραχυκατάληκτα ὅμοια τοῖς πρὸς αὐτῶν, τὸ δὲ τρίτον ἡμιόλιον, ἔοικε δὲ στροφῇ· ἰσόμετρα δέ εἰσι τοῖς προρρηθεῖσι εἰ καὶ πλείους συλλαβὰς ἔχει.
στροφὴ κώλων γʹ.
ἡμέτερα ἐκμέμονας· τὰ τοιαῦτα εἴδη καλεῖται ὡς εἴρηται ἀλλοιόστροφα. εἰσὶ δὲ τὰ παρόντα κατὰ σχέσιν· τῆς στροφῆς οὖν ταύτης τὰ κῶλα γʹ. τὸ πρῶτον χοριαμβικὸν τρίμετρον ἀκατάληκτον ἐκ χοριάμβου, ἐπιτρίτου τετάρτου καὶ διιάμβου. τὸ βʹ ὅμοιον ἐκ χοριάμβου, ἀντισπάστου καὶ διιάμβου. τὸ γʹ ὅμοιον δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ κατὰ τὸ σύνηθες.
τί μέμηνας τέκνον· ὁ χορὸς βλέπων τὸν Ἐτεοκλῆν σπεύδοντα πρὸς πόλεμον ἐξελθεῖν, φησὶ πρὸς αὐτόν· τί μέμηνας καὶ ἐμάνης καὶ ὀργίζῃ; μὴ φερέτω καὶ κινείτω σέ τις ἄτα καὶ βλάβη θυμοῦ γέμουσα καὶ πόλεμον μαινομένη· τοῦτο γὰρ τὸ δορίμαργος, ἤτοι τῷ δορὶ ἀφʼ οὗ δηλοῖ τὸν πόλεμον μαινομένη.
μέμηνας ἐμάνης.
μέμηνας ὀργίζῃ.
μέμηνας μαίνῃ.
γράφεται καὶ μέμονας καὶ μέμηνας· καὶ τὸ μὲν μέμηνας ἀντὶ τοῦ ἐκμαίνῃ, τὸ δὲ μέμονας ἀντὶ τοῦ προθυμῇ ἐπὶ ταύτην τὴν γνώμην καὶ οὐκ ἀφίστασαι· μένος γὰρ ἡ προθυμία. θ
ἐκμέμονας χρὴ γράφειν, οὐχὶ τί μέμηνας ἢ μέμονας· οὕτω γὰρ ἔχει μᾶλλον πρὸς τὸ μέτρον ὀρθῶς καὶ πρὸς τὸ τῆς ἀντιστροφῆς κῶλον οἰκείως.
ἐκμέμονας μέσος παρακείμενος.
ἐκμέμονας ἐκμαίνῃ.
θυμοπληθὴς θυμοῦ γέμουσα.
θυμοπληθὴς γεγεμισμένη τοῦ θυμοῦ.
θυμοπληθὴς πλήθουσα θυμοῦ.
θυμοπληθὺς πλήρης θυμοῦ. θ
τὸ θυμοπληθὴς σύνθετον ὄνομα ἀπὸ τοῦ πλῆθος καὶ τοῦ θυμὸς ἡ ψυχή. Ξ
δορίμαργος πολεμική.
δορίμαργος πρὸς πόλεμον ὁρμῶσα καὶ μαινομένη.
δορίμαργος πρὸς πολέμησιν ὁρμῶσα.
δορίμαργος μανικὴ πρὸς πόλεμον. θ
δορίμαργος καὶ πρὸς πόλεμον ὁρμοῦσα. Ξ
ἄτα φερέτω βλάβη κινείτω.
ἄτα βλάβη.
ἄτα βλάβη, ἔχθρα.
φερέτω νικάτω.
φερέτω κινείτω.
φερέτω παρακινείτω.
κακοῦ—ἔρωτος τοῦ ἀντιτάξασθαι τῷ ἀδελφῷ σου.
κακοῦ—ἔρωτος ἤγουν τῆς πρὸς τὸν ἀδελφὸν μονομαχίας. θ
ἔκβαλʼ ἀπόρριψον.
ἀρχάν τὴν σὴν ἐξουσίαν.
ἀρχάν τὴν ὁρμήν.
ἀρχάν τὴν γνώμην, τὴν ὁρμήν. θ
ἰαμβικοὶ στίχοι γʹ.
κατὰ περικοπὴν ἴαμβοι γʹ, εἶτα παράγραφος.
ἐπεὶ τὸ πρᾶγμα· ἐπεὶ βούλημά ἐστι τοῦ θεοῦ, τοῦ Ἀπόλλωνος, τὸ ἡμᾶς ἀποθανεῖν καὶ αὐτὸς ἐπισπεύδει καὶ βιάζει τοῦτο, ἐλθέτω πρὸς τὸν Ἅιδην ἅπαν τὸ τοῦ Λαΐου γένος, ἤγουν ἡμεῖς οἱ ἀπὸ τοῦ Λαΐου καταγόμενοι. ἐλθέτω οὖν, φησί, κατʼ εὐθεῖαν τὸ τοῦ Κωκυτοῦ κῦμα— οὗτος δὲ ποταμὸς εἰς Ἅιδου οὗ πορθμεὺς ὁ Χάρων—, ἐπειδὴ πᾶν τὸ τοῦ Λαΐου γένος κεκλήρωται τούτῳ τῷ Ἀπόλλωνι μισηθέν· ἐπεὶ γὰρ ὁ θεὸς καθαρὸς καὶ ἀμίαντος ὢν παρήγγειλε τῷ Λαΐῳ μὴ κοινωνεῖν τῇ γυναικὶ μηδὲ συνουσιάζειν αὐτῇ, οὗτος δὲ παρήκουσεν αὐτοῦ καὶ ἐγένετο ἀνόμως πατήρ, διὰ τοῦτο ἐμίσησεν ἅπαν τὸ γένος αὐτοῦ.
τὸ πρᾶγμα τὸ ἡμᾶς ἀποθανεῖν.
τὸ πρᾶγμα τὸν ἡμέτερον ἀφανισμόν. θ
ἐπισπέρχει σπουδάζει.
ἐπισπέρχει κινεῖ.
ἐπισπέρχει σπεύδει.
ἐπισπέρχει βιάζει.
ἐπισπέρχει ἐπισπεύδει.
θεὸς ἡ τύχη.
θεὸς ὁ Ἀπόλλων.
θεὸς ἡ τύχη ἢ ὁ Ἀπόλλων. θ
ἴτω κατʼ οὖρον· ἀπίτω καθʼ εὐθεῖαν τοῦ Κωκυτοῦ κῦμα—οὗτος δὲ ποταμὸς εἰς Ἅιδου οὗ πορθμεὺς ὁ Χάρων—, ἐπειδὴ πᾶν τὸ γένος τὸ Λαΐου κεκλήρωται τούτῳ, ὑπὸ τοῦ Ἀπόλλωνος μισηθέν. Ἀπόλλωνος δὲ εἶπεν ἐπειδὴ αὐτὸς μέν ἐστι καθαρὸς καὶ ἀμίαντος καὶ μὴ κοινωνεῖν τῇ γυναικὶ παρήγγειλεν, οὗτοι δὲ παρήκουσαν καὶ συνεγένοντο ἀνόμως.
ἀπίτω, φησί, κατὰ τὸ κῦμα τοῦ Κωκυτοῦ, περιφραστικῶς εἰς τὸν Κωκυτόν, ὅς ἐστι ποταμὸς Ἅιδου οὗ πορθμεὺς ὁ Χάρων, ἐπειδὴ πᾶν τὸ γένος τοῦ Λαΐου κεκλήρωται τούτῳ ὑπὸ τοῦ Ἀπόλλωνος μισηθέν. ἐπειδὴ αὐτὸς μέν ἐστιν καθαρὸς καὶ ἀμίαντος καὶ μὴ κοινωνεῖν τῇ γυναικὶ παρήγγειλεν, οὗτοι δὲ παρήκουσαν καὶ ἐγένοντο ἄνομοι.
ἴτω οἷον εὐστόχως χειμαζέσθω.
ἴτω ἐλθέτω.
ἴτω πορευέσθω.
κατʼ οὖρον κατʼ εὐθεῖαν.
κατʼ οὖρον καθʼ ὁρμήν, κατʼ εὐθεῖαν.
κατʼ οὖρον καθʼ ὁρμήν, καθʼ ὁδόν. θ
Κωκυτοῦ οὗτος ποταμὸς Ἅιδου.
Κωκυτοῦ τοῦ Ἅιδου.
Κωκυτοῦ ποταμοῦ.
Κωκυτοῦ ὄνομα ποταμοῦ.
Κωκυτοῦ ἤγουν ἀπώλειαν καὶ φθοράν. θ
λαχὸν εὑρόν.
λαχὸν κληρονομῆσαν.
λαχὸν κληρωσάμενον.
Φοίβῳ τῷ Ἀπόλλωνι.
στυγηθὲν μισηθέν.
Λαΐου γένος ὡς παραβεβηκότες τὰ ἐκείνου θεσπίσματα. θ
ὠμοδακής σʼ ἄγαν· ἡ ἄλογος ἄγαν ἐπιθυμία παρορμᾷ ἡ πικρὸν τὸν καρπὸν ἔχουσα εἰς τὸ αὐτοκτονεῖν τοὺς ἄνδρας ἀδίκου ἕνεκεν αἵματος, ἵνʼ ᾖ ὅτι μέλλουσιν οἱ ἀδελφοὶ ἀλλήλους ἀναιρεῖν.
ὠμοδακής σʼ ἄγαν· ἄλογος ἄγαν ἐπιθυμία παρορμᾷ καὶ κινεῖ σε τελεῖν καὶ ποιεῖν ἀνδροκτασίαν πικρὸν καρπὸν καὶ κέρδος ἔχουσαν ἕνεκεν αἵματος καὶ φόνου οὐ δικαίου· τουτέστι ὅτι μέλλουσιν οἱ ἀδελφοὶ ἀλλήλους ἀναιρεῖν.
ἀντισπαστικὰ κῶλα γʹ ἰσόμετρα τοῖς ἄνω.
ἀντιστροφὴ κώλων γʹ.
ἡμέτερα· ὠμοδακὴς ἄγαν· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχὴ ἐκμέμονας. κώλων γάρ ἐστι καὶ αὕτη ὁμοίων ἐκείνῃ τριῶν. τὸ μέντοι πρῶτον κῶλον τὸν δεύτερον ἔχει πόδα διίαμβον. οὕτω γὰρ χρὴ τοῦτο γράφειν ὡς διωρθώθη παρʼ ἡμῶν, ἵνʼ οἰκείως ἔχῃ πρὸς τὸ μέτρον. ἐπὶ τῷ τέλει μόνη παράγραφος.
ὠμοδακὴς—ἵμερος ἄλογος ἐπιθυμία.
ὠμοδακὴς—ἵμερος θηριώδης θυμός.
ὠμοδακὴς—ἵμερος θηριώδης καὶ ἀπηνῶς δάκνων ἤτοι ἄλογος ἐπιθυμία.
ὠμοδακὴς χαλεπῶς καὶ ἀπηνῶς δάκνων.
ὠμοδακὴς ἄλογος.
ὠμοδακὴς ἀπηνής.
ὠμοδακὴς ἀπηνής, ἄγριος. θ
ἵμερος ἐπιθυμία.
θυμὸς ὀργή.
ἐποτρύνει κινεῖ.
ἐποτρύνει διεγείρει.
ἐποτρύνει παρακινεῖ.
ἐποτρύνει ἐπεγείρει.
πικρόκαρπον οὗ πικρὸς καρπὸς ἤτοι τέλος· θάνατος γάρ.
πικρόκαρπον ἤγουν πικρὸν καὶ λυπηρὸν καρπὸν καὶ τέλος ἔχουσαν.
πικρόκαρπον πικρὸν καρπὸν ἔχουσαν.
πικρόκαρπον τὴν λυπηρὸν τέλος ἔχουσαν.
πικρόκαρπον πικρὸν κέρδος ἔχουσαν. θ
ἀνδροκτασίαν φόνον ἀνδρός.
ἀνδροκτασίαν φόνον.
ἀνδροκτασίαν διαχείρησιν φόνου. θ
τελεῖν ποιεῖν.
τελεῖν πράττειν.
τελεῖν πληρεῖν.
τελεῖν πληρῶσαι.
οἱ γράφοντες αἵματος οὐ θεμιτοῦ ἀμαθῶς μὲν γράφουσιν, οὐκ ἔξω δὲ λόγου. εὕρηται γὰρ οὐ μόνον βακχεῖος ἐν τῷ διμέτρῳ χοριαμβικῷ κώλῳ, ἀλλὰ καὶ ἀνάπαιστος, πλὴν ἴστωσαν ὡς ἐπειδὴ οὐ μόνον θεμιτὸς εὕρηται, ἀλλὰ καὶ θεμιστὸς καὶ θεμιστεύω καὶ θέμιστες, οὐκ ἔστιν ἀπᾷδον τὸ θεμιστοῦ, ἀλλὰ καὶ μᾶλλον οἰκεῖον πρὸς τὸ τῆς στροφῆς κῶλον.
αἵματος φόνου.
οὐ θεμιτοῦ οὐ δικαίως γινομένου.
οὐ θεμιτοῦ οὐ δικαίου.
οὐ θεμιτοῦ ἀνοσίου διὰ τὴν συγγένειαν. θ
θεμιτοῦ ἀλλὰ ἀδίκου δῆλον. Ξ
θεμιστοῦ διὰ τὸ μέτρον.
ἰαμβικοὶ στίχοι γʹ.
κατὰ περικοπὴν ἴαμβοι γʹ, εἶτα παράγραφος.
πρὸς μὲν τὸ πατρὸς τὸ φίλου ὡς γεννήσαντα ἐκεῖνον, τὸ δὲ ἐχθρὰ ὡς πρὸς τὴν κατάρα· καὶ ἔστι τὸ σχῆμα τοῦτο χιαστόν. Ξ
φίλου ἐνταῦθα τὸ πατρός.
ἐχθρά κακή.
ἐχθρά ἡ μισητή. Ξ
γράφεται τελεῖʼ ἀρὰ ξηροῖς ἀκλαύτοις· δηλοῖ δὲ ὅτι οὐδόλως ἡ ἀρὰ … ένηται ἐπὶ τῷ ἐλπιζομένῳ. μ … οὕτως καὶ ἐν τοῖς ἔμπροσθεν οἶκτος οὔτις ἦν διὰ στόμα, πλὴν ἐκεῖνοι κατέλειβον δάκρυ, οὗτος δὲ καὶ ἀδάκρυτός ἐστιν.
τέλειʼ ἀρά γράφεται τελεῖ ἀρὰ ἀντὶ τοῦ τελειοῦται.
τελεῖ τελειοῦται.
τελεῖ πληροῖ.
τελεία τελεσθῆναι δυναμένη. Ξ
ἀρά κατάρα.
ἀδακρύτοις, ἀναλγήτοις διὰ τὸ τυφλοὺς εἶναι τοὺς ὀφθαλμοὺς τοῦ Οἰδίποδος καὶ μὴ δυναμένους διὰ τὴν πήρωσιν κατάγειν δάκρυα.
ἀκαμπέσι καὶ ἀσυμπαθέσιν ὀφθαλμοῖς προσιζάνει καὶ προσκάθηται καὶ ἐφορᾷ ἡμᾶς καὶ οὐδαμῶς ὑφίεται τῶν κακῶν, ἀλλʼ ἐπισπεύδει τὸν ἡμῶν θάνατον. θ
ξηροῖς ἀκλαύτοις τοῖς ἀναλγήτοις καὶ ἀδακρύτοις διὰ τὴν πήρωσιν.
ξηροῖς ἀσυμπαθέσι, ἀναλγήτοις.
ξηροῖς ἀδακρύτοις.
ξηροῖς τυφλοῖς.
ξηροῖς ἀσυμπαθέσι.
ξηροῖς ἀκαμπέσι.
ξηροῖς ἐκ παραλλήλου.
ξηροῖς ἀνύδροις, τοῖς ἀδακρύτοις, τοῖς ἀσυμπαθέσι. Ξ
ἀκλαύστοις ἀναλγήτοις.
ἀκλαύστοις πολυκλαύστοις.
προσιζάνει προσκάθηται.
προσιζάνει κάθηται.
προσιζάνει προσμένει.
προσιζάνει ἐπέρχεται.
λέγουσα κέρδος· κέρδος μοι ὑποτιθεμένη τὸ προτερῆσαι ἀποκτείναντα ἢ ὑστερῆσαι.
λέγουσα κέρδος· κέρδος μοι ὑποτιθεμένη τὸ προτερῆσαι ἀποκτείναντα ἢ ὑστερῆσαι, ὅτι κρεῖττον τὸ προφθάσαι καὶ ἀναιρῆσαι τὸν πολέμιον ἢ ὕστερον ἀναιρεθῆναι ὑπʼ ἐκείνου.
λέγουσα κέρδος· ὑποτιθεμένη ἐμοὶ κερδίσαι τὴν βασιλείαν, ἐὰν προλαβὼν ἀπέλθω κατὰ τοῦ ἀδελφοῦ μου.
λέγουσα ἡ ἀρὰ κέρδος εἶναι τὸν πρότερον μόρον τοῦ ὑστέρου μόρου. κέρδος γάρ ἐστι εἰ … στερον ὁ πρότερος θάνατος.
λέγουσα ὑποτιθεμένη ἐμοί.
λέγουσα ἐνθυμίζουσα. Ξ
κέρδος πρότερον τὸ φθάσαι καὶ ἀναιρῆσαι πρότερον τὸν πολέμιον ἢ ὕστερον ὑπʼ ἐκείνου ἀναιρεθῆναι.
κέρδος τὸ νῦν τεθνάναι. θ
πρότερον τοῦ ἀδελφοῦ.
πρότερον τὸ ποιῆσαι.
πρότερον προτιμώτερον.
πρότερον τιμιώτερον. θ
μόρου θανάτου.
ἀλλὰ σὺ μὴ ʼποτρύνου· καλῶς γὰρ πράξας οὐ νομισθήσῃ φαῦλος· οὐ γὰρ ἡ τὴν φοβερὰν ἔχουσα αἰγίδα Ἐρινὺς εἰς τὸν οἶκον ἐκείνου εἴσεισιν, οὗ οἱ θεοὶ θυσίας προσδέχονται, ἀντὶ τοῦ καθαρὰς τὰς χεῖρας ἔχοντος.
ἀλλὰ σύ· ἀλλὰ σὺ μὴ ʼποτρύνου· καλῶς γὰρ καὶ ἐναρέτως ζήσας πρὸς τοὺς θεοὺς καὶ τὸν βίον εὖ διάξας οὐκ ὀνομασθήσῃ φαῦλος, οὐδὲ ἡ τὴν φοβερὰν καὶ μέλαιναν αἰγίδα ἔχουσα Ἐριννὺς εἶσι καὶ εἰσέρχεται ἐπὶ τὸν οἶκον ἐκείνου τοῦ ἀνθρώπου, οὗ ἂν ἐκ τῶν χειρῶν θεοὶ θυσίαν παραδέχωνται, ἀντὶ τοῦ καθαρὰς τὰς χεῖρας ἔχοντος.
ἀντισπαστικὰ κῶλα δʹ. τὰ γʹ τρίμετρα βραχυκατάληκτα, τὸ δʹ ἡμιόλιον. ἔοικε δὲ ἑτέρᾳ στροφῇ.
στροφὴ ἑτέρα κώλων δʹ.
ἡμέτερον· ἀλλὰ σύ· ἡ βʹ αὕτη στροφὴ κώλων ἐστὶ δʹ χοριαμβικῶν, ὧν τὰ τρία τρίμετρα ἀκατάληκτα ὅμοια τοῖς τῆς αʹ στροφῆς, τὸ δὲ δʹ δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει ἡ συνήθης παράγραφος καὶ αἱ διπλαῖ.
ʼποτρύνου εἰς τὸ πληροῦν τὰ τῆς ἀρᾶς.
ʼποτρύνου διεγείρου.
ʼποτρύνου εἰς μάχην.
ʼποτρύνου παρακινοῦ.
ʼποτρύνου ὅρμα. θ
ʼποτρύνου κατὰ τοῦ ἀδελφοῦ ὀτρύνου. Ξ
εἰ τὸ μετʼ ἀδελφοῦ μάχεσθαι ἐάσεις, οὐκ ἄνομος ἔσῃ, ὅθεν τὴν Ἐριννὺν μὴ δέδιθι· τοὺς γὰρ ἀνόμους αὐτὴ τιμωρεῖται. τοῦτο δὲ λέγει ὁ χορὸς ἵνα εἰς φόβον αὐτὸν ἐμβαλὼν τῷ τῆς Ἐριννύος ὀνόματι τῆς ὁρμῆς ἐπισχήσει. θ
κακὸς οὐ κεκλήσῃ οὐ κεκλήσῃ δειλός.
κακὸς δειλός.
κακὸς φαῦλος.
κεκλήσῃ κληθήσῃ.
κεκλήσῃ ὀνομασθήσῃ.
κεκλήσῃ κληθῇς.
βίον εὖ κυρήσας τὴν ζωὴν καλῶς διάξας.
βίον εὖ κυρήσας ἤγουν καλῶς βιώσας. Ξ
βίον ζωήν.
εὖ κυρήσας εὐτυχήσας, εὖ πράξας.
εὖ κυρήσας ἤγουν καλῶς οἰκονομήσας.
εὖ κυρήσας εὐτυχήσας. θ
κυρήσας διάξας.
κυρήσας τελέσας.
καλῶς ἡ ἀρὰ πατρὸς καλεῖται Ἐριννὺς παρʼ αὐτοῦ. ἀρὰ μελαναιγὶς διὰ τὸ … ἐπέρχεσθαι τοὺς ἁμαρτάνοντας.
μελαναιγὶς ἡ τὴν μέλαιναν καὶ φοβερὰν αἰγίδα ἔχουσα.
μελαναιγὶς θανατηρά.
μελαναιγὶς μέλαιναν αἰγίδα φοροῦσα.
μελαναιγὶς ἡ μελαίνας καταιγίδας ἐμποιοῦσα. Ξ
εἶσι εἰσέρχεται.
εἶσι εἰσελεύσεται. θ
ἡμέτερον· οὐ χρὴ πρὸς τὸ εἶσι τὸ δόμον συντάσσειν καὶ σμικρύνειν τὸ μον—οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ οὕτως—, ἀλλὰ πρὸς τὸ Ἐριννὺς καὶ μεγεθύνειν καὶ συντάσσειν οὕτως· ἡ Ἐριννὺς γὰρ τῶν δόμων ἡ μελαναιγὶς οὐκ εἶσι καὶ ἐπελεύσεταί τινι, ὅταν δέχωνται οἱ θεοὶ θυσίαν ἐκ χειρῶν αὐτοῦ. οὕτω καὶ τὸ ὅταν λέγε, μηδὲ οὗτʼ ἂν γράφε· οὐ γὰρ οἰκεῖον τῷ μέτρῳ.
εἶσι πορεύεται.
κατὰ τῶν δόμων τοῦ ὁσίου ἀνδρός.
δόμον ἐκείνου τοῦ ἀνθρώπου.
δόμον τὸν σόν. θ
Ἐριννὺς ἡ κατάρα.
Ἐριννὺς ἡ τῶν οἴκων φθορά, ἤγουν ἡ τοὺς οἴκους φθείρουσα.
Ἐριννὺς γίνεται ἀπὸ τοῦ ἔρρειν τὸ φθείρειν καὶ τοῦ νοῦς, ἢ ἀπὸ τοῦ ερι ἐπιτατικοῦ μορίου καὶ τοῦ ἀνύω τὸ τελεῖν. Ξ
ὁσίου ἀνδρὸς οὗ οἱ θεοὶ τὰς θυσίας δέχονται.
οὗ καθαρὰς τὰς χεῖρας ἔχοντος.
οὗ τοῦ ἀνθρώπου ἐκείνου τοῦ καθαρὰς τὰς χεῖρας ἔχοντος.
οὗ τοῦ ἀνθρώπου.
χερῶν ἁγνῶν δηλονότι.
οὗ γὰρ ἡ θυσία εὐπρόσδεκτος, οὗτος ἔννομος καὶ θεῶν οὐ δέδιε κόλασιν. θ
θεοὶ συνίζησις.
ἤγουν ὅταν τις τοῖς θεοῖς θύῃ, οὐ δέδοικε τὰς Ἐρινῦς.
θεοῖς μὲν ἤδη· τοῖς μὲν θεοῖς, φησί, ἄρτι καταπεφρονήμεθα· ἀγαθοεργία δέ τις ἀφʼ ἡμῶν θαυμάζεται ὀλομένων, ἤτοι ἀποθανόντων ἡμῶν· ὃ δὲ λέγει τοιοῦτόν ἐστι· μετὰ θάνατον αἱ πράξεις τῶν ἀνθρώπων θαυμάζονται· τί οὐχὶ γενναῖόν τι πράξαντες εὐκλεῶς ἀποθανούμεθα τὸν Πολυνείκην ὡς ἀσεβῆ ἀνελόντες, ἀλλὰ κολακεύομεν τὸν θάνατον, καὶ οὐχὶ χωροῦμεν πρὸς αὐτὸν ἀδεῶς;
εἰπόντος τοῦ χοροῦ ὡς δειλὸς οὐ κεκλήσῃ τὴν οἰκείαν ζωὴν φυλάξας, φησὶν ὡς οὐ δεῖ τὸ ζῆν ἡμᾶς διώκειν· παρωράθημεν γὰρ τοῖς θεοῖς καὶ οὐδεμίαν ἡμῶν φροντίδα ποιοῦνται, πως· λίαν. ἀποθανόντων δὲ ἡμῶν γενναίως θαυμάζεται χάρις, τουτέστι τιμὴ μετὰ θάνατον ἡμῖν ἐστι καὶ εὔκλεια. τί οὖν οὐχὶ καὶ ἡμεῖς τὸ ζῆν ἀφέντες ὡς ἀπηχθημένοι θεοῖς ὡς εὐκλεᾶ τὸν θάνατον μεταδιώξομεν ὑπὲρ τῆς πατρίδος ἀγωνισάμενοι; ἢ οὕτως· ἐπειδὴ τοῖς θεοῖς ἀπηχθήμεθα, θαυμάζεται ἀφʼ ἡμῶν χάρις ὀλομένων, ἤγουν κάλλιστον δοκεῖ ἀπολέσθαι καὶ μὴ δυστυχῶς προσορᾶν τὸν ἥλιον· κατʼ Εὐριπίδην γὰρ τὸ ζῆν μὴ καλῶς μέγας πόνος. ὅτι δὲ τοῦτο μᾶλλον δοκεῖ ἢ ἐκεῖνο δῆλον ἐκ τοῦ ἐπαγομένου, τί οὖν σαίνοιμεν καὶ κολακεύοιμεν καὶ παρασύροιμεν ὀλέθριον μόρον καὶ οὐ προθυμίᾳ πρὸς τοῦτον χρώμεθα ὡς εὐεργέτην καὶ τῶν κακῶν ἀπαλλαγήν, εἰ καὶ ὀλέθριος δοκεῖ τῷ τῶν ἀδελφῶν αἵματι. θ
ἰαμβικοὶ στίχοι γʹ.
κατὰ περικοπὴν ἴαμβοι γʹ, εἶτα παράγραφος.
πως παρέλκον.
πως κατά τινα τρόπον.
πως ἴσως.
τὸ πως ἐνταῦθα ἢ ἀντὶ τοῦ καταπολὺ ἢ ἀντὶ τοῦ κατά τινα τρόπον. θ
πως καταπολύ. θ
παρημελήμεθα καταπεφρονήμεθα.
παρημελήμεθα οὐ φροντιζόμεθα.
παρημελήμεθα παρεωράθημεν.
παρημελήμεθα κατεφρονήθημεν.
χάρις δʼ ἀφʼ ἡμῶν· τὴν ἀπώλειαν ἡμῶν ἐν χάριτος μοίρᾳ λαμβάνουσιν· ἢ μετὰ θάνατον ἴσως εὐκλείας τευξόμεθα. ἄλλως· μετὰ θάνατον, φησίν, αἱ πράξεις τῶν ἀνθρώπων θαυμάζονται. τί οὖν οὐχὶ γενναῖόν τι δράσαντες ἀποθανούμεθα τὸν Πολυνείκη ὡς ἀσεβῆ ἀνελόντες, ἀλλὰ κολακεύομεν τὸν θάνατον, καὶ οὐχὶ χωροῦμεν πρὸς αὐτόν;
μετὰ θάνατον, φησίν, αἱ πράξεις θαυμάζονται· τί οὖν οὐχὶ γενναῖόν τι πράξαντες ἀποθανούμεθα τὸν Πολυνείκην ὡς ἀσεβῆ ἀνελόντες, ἀλλὰ φύγοιμεν τὸν θάνατον, μὴ χαρισάμενοι τῇ πατρίδι ὡς μετὰ θάνατον ἴσως εὐκλείας τευξόμενοι;
ἀγαθοεργία δέ τις ἡμῶν μετὰ τὸ ἀποθανεῖν ἡμᾶς ἐπαινεῖται.
ἀγαθοεργία δέ τις ἡμῶν ἀποθανόντων ἐπαινεῖται.
ἤγουν θαυμαστὸν τὸ ἀπολωλέναι νομίζομεν καὶ ὥσπερ τινὰ λογιζόμεθα χάριν.
χάρις ἀγαθοεργία.
χάρις ἡ τῶν ἀγαθῶν πρᾶξις. Ξ
ὀλομένων ἀποθανόντων.
ὀλομένων φθαρέντων.
ὀλομένων θανόντων.
ὀλομένων φθειρομένων.
θαυμάζεται ἐπαινεῖται.
θαυμάζεται θαυμασθήσεται.
ἔτʼ εἰς τὸ ἑξῆς.
τὸν ἀφανιστὴν θάνατον ἐκφύγοιμεν· ἀπὸ μεταφορᾶς τῶν κυνῶν τῶν σαινόντων τὰς οὐρὰς αὐτῶν, οὓς σαινούρους καλοῦσιν.
σαίνοιμεν καὶ ἐκφύγοιμεν· ἀπὸ μεταφορᾶς τῶν κυνῶν τῶν σαινόντων τὰς οὐρὰς αὐτῶν, ὅτε πρὸς εὐωχίαν οἱ δεσπόται κληθῶσιν· τούτους λέγομεν σαινούρους.
σαίνοιμεν ἐκφεύγοιμεν.
σαίνοιμεν κολακεύοιμεν, ἐκφεύγοιμεν τὸν ἀφανιστὴν θάνατον.
σαίνοιμεν κολακεύοιμεν.
σαίνοιμεν ὥστε ἐκφυγεῖν τὸν θάνατον.
σαίνοιμεν κολακεύοιμεν, μεταχειριζόμεθα, παραπετῶμεν. θ
σαίνοιμεν μεταφορικὴ ἡ λέξις ἀπὸ τῶν κυνῶν. Ξ
ὀλέθριον τὸν ἀφανιστήν.
ὀλέθριον φθαρτικόν.
μόρον τὸν θάνατον.
νῦν ὅτε σοι παρέστακεν· νῦν κολακευτέον τὸν θάνατον ὅτε σοι καὶ οὗτος παρέστακε καὶ ἐπῆλθέ σοι, ἐπεὶ ὁ θυμὸς χρόνια καὶ βραδέως ποτὲ ἴσως ἂν ἔλθοι μετηλλαγμένος ἐν ἀνατροπῇ καὶ μεταλλοιώσει τοῦ φρονήματος ἐν θαλερωτέρῳ καὶ ἀσθενεστέρῳ καὶ ἀναπεπτωκότι πνεύματι· νῦν δὲ ἀκμὴν ἀναβράζει ὁ θυμός. τοῦτο δὲ λέγει ὅτι· ὑπολαμβάνω ὅτι ἴσως ὀψέ ποτε ἀναπέσῃς καὶ ῥαθυμήσῃς καὶ τὸν θυμὸν καταστείλῃς καὶ οὐ θελήσῃς ἀποθανεῖν.
ἀντισπαστικὰ κῶλα δʹ ἰσόμετρα τοῖς ἄνω τοῦ χοροῦ κώλοις.
ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχή· ἀλλὰ σὺ μὴ ʼποτρύνου· καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων δʹ· ἐπὶ τῷ τελευταίῳ κώλῳ διπλαῖ δύο ἔξω νενευκυῖαι, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος.
νῦν κολάκευε τὸν μόρον ὅτε ἐγγύς σοι ἕστακεν.
νῦν νῦν κολάκευε μᾶλλον τὸν θάνατον ὅτε πλησίον σοῦ ἐστιν.
νῦν ἔκφυγε τὸν θάνατον.
νῦν ἔκφυγε.
νῦν νῦν κολάκευε τὸν θάνατον ὅτι πλησίον ἐστίν.
νῦν κολακευτέον τὸν θάνατον.
νῦν σαῖνε. θ
παρέστακεν ὁ θάνατος.
παρέστακεν ἐπῆλθε.
παρέστακεν ἐπλησίασεν.
παρέστακεν ὁ μόρος.
ἴσως ἂν ἔλθῃ τύχη τις ἀγαθὴ χρόνῳ ποτὲ ἀνατρέπουσα τὸ νῦν θράσος καὶ μεταλλάσσουσα καὶ ἐπιπνεύσῃ σοὶ ἠρεμαιοτέρῳ πνεύματι· ὡς νῦν δὲ πάνυ ζεῖ.
ὁ δαίμων ἴσως ἂν ἔλθοι ἐν χαυνοτέρῳ πνεύματι μόλις μεταλλακτὸς ἐν τῇ ἀνατροπῇ τοῦ λήμματος.
δαίμων ἡ τύχη.
δαίμων ὁ θυμός.
δαίμων ὁ θυμὸς ἢ ἡ τύχη.
τὸ δαίμων ἢ ἐπὶ τῆς τύχης νοητέον ἢ ἐπὶ τοῦ θυμοῦ ὃν κατʼ ἀλλήλων ἄμφω τὼ ἀδελφὼ ἔχουσιν. θ
δαίμων δαίμονα ἐνταῦθα λέγει τὸν θυμὸν ἀπὸ τῆς τύχης γεγονότα. Ξ
λήματος φρονήματος.
λήματος λογισμοῦ.
λήματος τοῦ κατὰ σὲ φρονήματος.
λήματος θυμοῦ.
λήματος τοῦ φρονήματος, ἀνδρείας. Ξ
ἀντροπαίᾳ ἀλλοιώσει.
ἀντροπαίᾳ ἀνατροπῇ.
ἀντροπαίᾳ μεταλλαγῇ.
ἀντροπαίᾳ μεταλλαγῇ, ἀνατροπῇ.
ἀντροπαίᾳ μεταβολῇ.
ἀντροπαίᾳ ἡ ἀνατρέπουσα τὰ φρονήματα.
χρονίᾳ μόλις.
χρονίᾳ βραδέως.
χρονίᾳ χρονίως καὶ βραδέως, ὀψὲ μετηλλαγμένος.
χρονίᾳ ποτέ.
χρονίᾳ μετὰ ταῦτα. θ
μεταλλακτὸς μετηλλαγμένος.
μεταλλακτὸς μεταλλακτὸς Ἀττικόν.
μεταλλακτὸς ἐνηλλαγμένος. θ
μεταλλακτὸς διά τινος χρόνου.
μεταλλακτὸς ἴσως ἀλλοιωθείη ἄν. Ξ
ἴσως τάχα.
ἔλθοι ἐλεύσεται.
θαλερωτέρῳ χαυνοτέρῳ.
θαλερωτέρῳ ἀσθενεστέρῳ καὶ ἀναπεπτωκότι.
θαλερωτέρῳ ἀσθενεστέρῳ.
θαλερωτέρῳ ἡσυχωτέρῳ.
θαλερωτέρῳ μαλακωτέρῳ. λέγει δὲ ὡς εἰ μὴ νῦν ἐθελήσεις αὐτὸν ῥῖψαι πρὸς κίνδυνον, τάχα ἂν ἡ τύχη εὐμενέσιν ὑμᾶς προσβλέψῃ τοῖς ὀφθαλμοῖς, εἰ καὶ τὰ μέγιστα νῦν χαλεπαίνει. θ
θαλερωτέρῳ μαλακωτέρῳ.
πνεύματι φυσήματι.
πνεύματι θυμῷ. …
πνεύματι φρονήματι.
πνεύματι ὁρμῇ.
ζεῖ ἀναβράζει ὁ θυμός.
ζεῖ καχλάζει.
ζεῖ βράζει ὁ δαίμων.
ζεῖ βράζει.
ζεῖ ἐκμαίνεται, ἀκμάζει. θ
ἰαμβικοὶ στίχοι ιαʹ ἐν ἐκθέσει τῆς διπλῆς.
κατὰ περικοπὴν ἴαμβοι γʹ, εἶτα παράγραφος.
ἐξέζεσαν σφοδρῶς ἐκινήθησαν.
ἐξέζεσαν εἰς ζέσιν τὸν ἐμὸν θυμὸν ἐξήγειραν.
ἐξέζεσαν ἐξανῆψεν αὐτόν. θ
κατεύγματα αἱ ἀραί.
κατεύγματα αἱ κατάραι.
ἀπὸ τοῦ κατεύχομαι τὸ καταρῶμαι, ἀπὸ τούτου γίνονται καὶ τὰ κατεύγματα. Ξ
ἄγαν δʼ ἀληθεῖς· ὡς τοῦτο ἐν τοῖς ὕπνοις φαντασθείς, ὅτι διʼ αἵματος αὐτῷ ἔσται ἡ τῶν χρημάτων διανομή.
ἄγαν δʼ ἀληθεῖς· ὡς τοῦτο ἐν τοῖς ὀνείροις ἰδὼν ὁ Ἐτεοκλῆς, ὅτι διʼ αἵματος αὐτοῖς ἔσται ἡ τῶν χρημάτων διανομή.
οὐ μόνον Οἰδίπους κατηράσατο τοῖς παισὶ σιδήρῳ τὸ δῶμα διαλαχεῖν, ἀλλὰ καὶ Ἐτεοκλῆς ἔννυχον ὄψιν εἶδε τοῦτο φαντάζουσαν. θ
ἐνυπνίων τῶν καθʼ ὕπνους φαινομένων.
ἐνυπνίων τῶν κατὰ τοὺς ὕπνους φανέντων ἐμοί.
ὄψεις φαντασίαι.
ὄψεις θεωρίαι.
πατρῴων τῶν πατρικῶν.
χρημάτων πραγμάτων.
δατήριοι μερισταί.
δατήριοι μερίστριαι.
δατήριοι μερίστριαι, αἱ δεικνύουσαι τὴν μοιρασίαν τῶν πατρικῶν κτημάτων διὰ ξίφους.
δατήριοι μεριστικοί. Ξ
ἡμέτερον· πείθου γυναιξί· σύστημα κατὰ περικοπὴν ἀμοιβαῖον ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων ηʹ ὧν τελευταῖος· θεῶν διδόντων οὐκ ἂν ἐκφύγοι κακά. ἐπὶ τῷ τέλει κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν.
γυναιξὶ ἤγουν ἡμῖν.
διʼ ἃ εἶπεν ἐν τοῖς ὄπισθεν ὀνειδίζων αὐτόν.
οὐ στέργων οὐχ ὑπομένων τὸ πείθεσθαι.
στέργων ἀποδεχόμενος ταύτας.
ὅμως πείθου.
ὅμως πείσθητι.
λέγετέ τινα ἀνυστά· οὐ γὰρ τοῦ παρόντος μεταβληθείην σκοποῦ.
λέγοιτʼ τὰ πράγματα.
λέγοιτʼ ὑμεῖς.
λέγοιτʼ εἴπατε.
λέγοιτʼ ἃ βούλεσθε εἰπεῖν ταχέως εἴπατέ μοι.
λέγοιτʼ ἐκεῖνα.
λέγοιτʼ λέγετε. Ξ
ὧν ἄνη τις· ἀνύσιμα καὶ τελεσθῆναι δυνάμενα.
ἄνυτις τελείωσις.
ἄνυτις πλήρωσις.
ἄνυτις τέλος.
ἄνυτις οὐ γενήσεται δῆλον. Ξ
χρὴ λέγειν.
χρὴ ὑμᾶς.
χρὴ λέγειν ἤγουν πολυλογεῖν. θ
μακράν περαιτέρω.
μακράν λέγειν ὑμᾶς.
μακράν πόρρω λέγειν τοῦ σκόπου. Ξ
μὴ ἔλθῃς μὴ ἔλθῃς, μὴ πορευθῇς.
μὴ ἔλθῃς μὴ πορευθῇς.
ὁδοὺς τὰς ἀγούσας.
ἐφʼ ἑβδόμαις πύλαις ἔνθα ὁ Πολυνείκης.
ἐφʼ ἑβδόμαις πύλαις ἔνθα ἦν ὁ Πολυνείκης.
τεθηγμένον ἠγριωμένον.
τεθηγμένον παρωτρυνομένον.
τεθηγμένον ὡρμημένον.
τεθηγμένον διεγηγερμένον, ἠκονημένον.
τεθηγμένον ἤγουν ὁρμώμενον οὐκ ἐπίσχοις.
τεθηγμένον ἤγουν ὡρμημένον καὶ πρὸς τοῦτο παρεσκευασμένον εὐψυχῶς. θ
τεθηγμένον παρωξυμμένον. Ξ
οὐκ ἀπαμβλύνεις οὐ χαλάσεις.
ἀπαμβλύνεις χαυνώσεις.
ἀπαμβλύνεις κωλύσεις.
ἀπαμβλύνεις ἐκθηλύνεις καὶ χαυνώσεις.
ἀπαμβλύνεις ἀποστομώσεις.
ἀπαμβλύνεις ἀσθενῆ ποιήσεις.
ἀπαμβλύνεις ὀξέως ἔχοντα πρὸς τὸν πόλεμον οὐκ ἀπαμβλύνεις.
λόγῳ τῷ σῷ.
νίκην γε μέντοι καὶ κακήν· τοῦτο λέγει ὅτι· ὅρα μὴ τὸν ἀδελφόν σου φονεύσας τιμωρίαν ὑπόσχῃς τοῖς θεοῖς· τὴν γὰρ κακὴν νίκην καὶ τὴν ἀνόμως γινομένην τιμωρεῖται ὁ θεός. ἢ κατʼ ἐρώτησιν ἀναγνωστέον ἀντὶ τοῦ· ἀποδέχεται ὁ θεὸς καὶ τιμᾷ τὴν ἐπὶ κακῷ νίκην;
νίκην μέντοι· ἤγουν τιμωρεῖται. ἢ ἐν ἐρωτήσει ὁ λόγος.
νίκην τὴν ἀνόμως γενομένην νίκην. Ξ
κακὴν τὴν κακὴν νίκην.
κακὴν ἐπὶ κακῷ.
κακὴν παράνομον.
τιμᾷ τιμωρεῖ.
τιμᾷ τιμωρεῖται.
τιμᾷ ἀποδέχεται.
οὐκ ἄνδρʼ ὁπλίτην· ἐμὲ ὁπλίτην ὄντα οὐ χρὴ στέργειν τὸ ὑμέτερον ἔπος· οὐ χρὴ γὰρ ζητεῖν περὶ ἀγαθῆς ἢ κακῆς νίκης.
ἐμὲ ὡπλισμένον ὄντα καὶ ἑτοιμασμένον πρὸς τὸ πολεμῆσαι τῷ ἀδελφῷ οὐχὶ ὁ ὑμέτερος ἀνακόψει λόγος. καὶ ἄλλως· οὐ δεῖ ζητεῖν περὶ ἀγαθῆς ἢ κακῆς νίκης.
οὐκ ἄνδρʼ ὁπλίτην· οὐχὶ χρὴ καὶ πρέπει ἐμὲ στέργειν καὶ ἀγαπᾶν τὸ ὑμέτερον λόγιον στρατιώτην ὄντα καὶ σπεύδοντα τιμωρήσασθαι τὸν ἐχθρόν.
οὐκ ἄνδρʼ ὁπλίτην οὐ χρή, φησί, ζητεῖν περὶ ἀγαθῆς καὶ κακῆς νίκης.
ὁπλίτην στρατιώτην.
ὁπλίτην στρατιώτην ὄντα ἐμέ.
ὁπλίτην στρατηγόν.
στέργειν ἀποδέχεσθαι. θ
ἔπος τὸ λόγιον.
ἔπος ὅπερ λέγεις σύ.
ἔπος τὸ ὑμέτερον.
ἔπος λόγον.
ἀλλʼ ἀλλὰ σφάξαι θέλεις τὸν ἀδελφόν σου.
αὐτάδελφον ἀδελφικόν.
δρέψασθαι τρυγῆσαι.
δρέψασθαι θερίσαι.
δρέψασθαι εἶπε διότι, ὥσπερ τὰ ἄνθη εἰσὶν ἐν τῷ ἐαρινῷ καιρῷ εἰς τὰ δένδρα, οὕτω καὶ τὸ αἷμα ἐν τῷ ἀνθρωπίνῳ σώματι.
δρέψασθαι λαβεῖν.
διδόντων παρεχόντων τοῦτο καὶ θελόντων.
διδόντων παρεχόντων.
διδόντων τοῦτο.
διδόντων καὶ συνεργούντων. Ξ
ἐκφύγοι ὁ ἀδελφός μου.
ἐκφύγοι ἐκεῖνος δῆλον.
κατὰ σιωπώμενον ὑπανεχώρησεν ὁ Ἐτεοκλῆς καὶ ὁ ἄγγελος.
οὗτος ὁ χορὸς συνέστηκεν ἐκ κώλων οβʹ ὧν τὰ πρῶτα ιδʹ ἀναπαιστικά· τὰ μὲν δίμετρα βραχυκατάληκτα, τὰ δὲ ἀκατάληκτα, τὰ δὲ καταληκτικά, ἤτοι ἑφθημιμερῆ. τὰ δὲ ἑξῆς πάντα χοριαμβικὰ καὶ ἀντισπαστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ καὶ ἡμιόλια καὶ τρίμετρα βραχυκατάληκτα.
στροφὴ κώλων ζʹ.
ἡμέτερα· πέφρικα τὰν ὀλεσίοικον· τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται. εἰσὶ δὲ τὰ παρόντα στροφῶν εʹ. τῆς πρώτης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς συζυγίας· ἡ μέντοι τροχαϊκὴ συζυγία τρίβραχυν ἔχει τὸν πρῶτον πόδα, ἤτοι χορεῖον· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ διιάμβου, παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ καὶ συλλαβῆς. τὸ βʹ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ τροχαϊκῆς συζυγίας ἢ ἐπιτρίτου δευτέρου· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς τοῦ πρώτου ποδὸς ἀναπαίστου. τὸ γʹ ἰωνικὸν καθαρὸν ἀπʼ ἐλάττονος ἐξ ἰωνικῶν δύο. τὸ δʹ τροχαϊκὸν καθαρὸν δίμετρον ἀκατάληκτον· δύναται δὲ εἶναι καὶ ἰωνικὸν ὅμοιον τῷ γʹ ἐξ ἰωνικοῦ ἀπʼ ἐλάττονος διὰ τὴν κοινὴν συλλαβὴν καὶ διτροχαίου. τὸ εʹ ὅμοιον κατὰ πάντα τῷ γʹ. τὸ ϛʹ ὅμοιον ἰωνικὸν τρίμετρον καταληκτικὸν ἐκ δύο ἰωνικῶν ἀπʼ ἐλάττονος καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ζʹ προσοδιακὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοριάμβου, παίωνος τρίτου ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος, καὶ σπονδείου. ἐπὶ τῷ τέλει ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
πέφρικα τὸν ὀλεσίοικον θεόν, τὴν Ἐριννὺν τὴν τοὺς οἴκους φθείρουσαν, τὴν οὐχ ὁμοίαν θεοῖς—πᾶς γὰρ θεὸς ἀγαθοποιός ἐστιν, αὕτη δὲ κακοποιός, καὶ οὐδὲ μετὰ τῶν θεῶν συνδιάγει—, τὴν ἐπὶ κακοῖς ἀληθεύουσαν—ἃ γὰρ εἶπε νύκτωρ ταῦτα καὶ ἐγένετο—, τὴν εὐκταίαν πατρός, ἣν ὁ Οἰδίπους ἐπηύξατο τοῖς ἑαυτοῦ παισί, πέφρικα ταύτην καὶ φοβοῦμαι τελέσαι καὶ εἰς τέλος ἀγαγεῖν καὶ πληρῶσαι τὰς ὀργίλους κατάρας τοῦ Οἰδίποδος τοῦ βλαβέντος κατὰ φρόνησιν διὰ τὸ παρανόμως συνελθεῖν τῇ μητρί.
φοβοῦμαι τὴν εὐκταίαν Ἐριννὺν τοῦ πατρός, τὴν κακόμαντιν, τὴν φθαρτικὴν θεόν, τὴν οὐχὶ ὁμοίαν τοῖς θεοῖς· ἃ γὰρ κατὰ τὴν νύκτα παρεκελεύσατο, γεγόνασι παναληθῆ.
πέφρικα τὰν ὠλεσίοικον· δέδοικα τὴν τοὺς οἴκους ἀφανίζουσαν θεὸν Ἐρινύν, οὐδὲν ἔχουσαν θεοῖς ὅμοιον· πᾶς γὰρ θεὸς ἀγαθοποιός.
δέδοικα τὴν τοὺς οἴκους ἀφανίζουσαν θεὸν Ἐρινὺν οὐδὲν ὅμοιον ἔχουσαν θεοῖς· πᾶς γὰρ θεὸς ἀγαθοποιός, ὅθεν καὶ Ὅμηρος· θεοὶ δωτῆρες ἐάων. τὸ δὲ ἀκόλουθον οὕτως· πέφρικα τὰν ὀλεσίοικον θεὸν κακόμαντιν Ἐρινύν, τὴν ἐπὶ κακοῖς ἀληθεύουσαν.
πέφρικα φοβοῦμαι.
πέφρικα πτοοῦμαι.
τὰν ὀλεσίοικον τὴν φθείρουσαν τοὺς οἴκους.
τὰν τὴν τύχην.
ὥσπερ ἀπὸ τοῦ παύσω παυσίκακος, οὕτως καὶ ἀπὸ τοῦ ὀλέσω ὀλεσίοικος. Ξ
θεὸν τὴν Ἐριννύν.
οὐ θεοῖς ὁμοίαν θεοὶ γὰρ δωτῆρες ἐάων
οὐ θεοῖς ὁμοίαν τὴν οὐχ ὁμοίαν τοῖς θεοῖς.
οὐ θεοῖς ὁμοίαν οἱ γὰρ θεοὶ εὖ ποιοῦσιν, αὕτη δὲ κακοποιεῖ. θ
ἃ—γέγονε οὐκ ἦν ταῦτα ἐν ἑτέροις.
οἱ προστιθέντες ἐνταῦθα τὸ ἃ γὰρ νύκτωρ παρεκελεύσατο καὶ γέγονεν ἀμαθεῖς εἰσι τῶν μέτρων· διὸ περιττὸν ὂν ἐξεβλήθη παρʼ ἐμοῦ. ἀλλὰ καὶ τὸ ϛʹ κῶλον οὕτω χρὴ γράφειν ὡς διωρθώθη παρʼ ἠμῶν κατάρας Οἰδιπόδα βλαψίφρονος, ἵνʼ οἰκείως ἔχῃ πρὸς τὸ τῆς ἀντιστροφῆς κῶλον.
ἃ ἃ γὰρ καθʼ ὕπνους εἶπε ταῦτα τελεῖται.
νύκτωρ ἐν φαντασίαις.
νύκτωρ κρυφίως.
νύκτωρ κατὰ τὴν νύκτα.
νύκτωρ ἀφανῶς.
παρεκελεύσατο εἶπε.
παρεκελεύσατο ταῦτα.
παρεκελεύσατο ἐδήλωσε τῷ Ἐτεοκλεῖ. θ
γέγονε ἐκεῖνα δῆλον. Ξ
παναληθῆ κακόμαντιν· τὴν ἐπὶ κακοῖς ἀληθεύουσαν· ἃ γὰρ εἶπεν νύκτωρ ταῦτα ἐγένετο.
παναληθῆ τὴν ἐπὶ κακοῖς ἀληθεύουσαν.
παναληθῆ τὴν κακὰ τοῖς ἀνθρώποις μαντευομένην. θ
ἣν ἐπηύξατο Οἰδίπους τελέσαι τὰς ἀράς.
πατρὸς εὐκταίαν ἣν ἐπηύξατο τοῖς παισίν.
πατρὸς τοῦ Οἰδίποδος.
εὐκταίαν τὴν μισητήν.
εὐκταίαν τὴν καταράσιμον.
εὐκταίαν τὴν ἐξ ἀρᾶς κινηθεῖσαν. θ
τελέσαι πληρῶσαι.
τελέσαι πέφρικα ὥστε μή.
τελέσαι εἰς τέλος ἀγαγεῖν.
τελέσαι ἐκπληρῶσαι.
τὰς περιθύμους ὀργίλους.
τὰς περιθύμους τὰς ὀργίλους καὶ μανικάς.
τὰς περιθύμους τὰς ὀργίλους ἢ τὰς περὶ τὸν θυμὸν οὔσας ἀγαπητάς.
τὰς περιθύμους τὰς ἐκ πλείστου θυμοῦ γενομένας. θ
τὰς περιθύμους ὀργίλας, τὰς ἐκ ψυχῆς ῥηθείσας. Ξ
βλαψίφρονος τοῦ τὰς φρένας βεβλαμμένου.
βλαψίφρονος φρενοβλαβοῦς.
βλαψίφρονος τοῦ φρενοβλαβοῦς ἢ ὅτι τοὺς παῖδας κατηράσατο ἢ ὅτι τοὺς ἑαυτοῦ ὀφθαλμοὺς ἐξέκοψε.
βλαψίφρονος βεβλαμμένου τὰς φρένας· οὐ γὰρ ἂν ἠράσατο τοῖς παισίν. θ
παιδολέτωρ δʼ Ἔρις· ταῦτα παρορμᾷ· δῆλον δὲ ὅτι ἐν ταῖς αἰχμαλωσίαις τὰ παιδία ἀναιρεῖται. ὑποκοριστικῶς δὲ τὴν Ἐρινὺν Ἔριν εἶπεν.
ὑποκοριστικῶς Ἔριν εἶπε τὴν Ἐρινύν.
παιδολέτωρ δʼ ἔρις· ὑποκοριστικῶς τὴν Ἐριννὺν Ἔριν εἶπεν· ἡ Ἐριννὺς αὕτη, φησί, ταῦτα παρορμᾷ. δῆλον δὲ ὅτι ἐν ταῖς αἰχμαλωσίαις τὰ παιδία ἀναιρεῖται.
ἡ δὲ σύνταξις οὕτως· ἡ δὲ Ἐριννὺς ἡ παιδολέτωρ ὀτρύνει τὴν κακόμαντιν πατρὸς εὐκταίαν Ἐριννὺν εἰς τὸ πληρῶσαι τὰς τοῦ Οἰδίποδος κατάρας.
ἥδε ἡ ἔρις ἡ παιδολέτωρ διεγείρει ὥστε τελέσαι τὰς περιθύμους κατάρας τοῦ βλαψίφρονος Οἰδίποδος.
παιδολέτωρ ἡ τοὺς παῖδας φθείρουσα.
παιδολέτωρ ἡ τοὺς παῖδας τούτους ὀλοῦσα.
ἔρις φιλονεικία.
ὀτρύνει διεγείρει.
ὀτρύνει βιάζει πληρωθῆναι αὐτάς.
ὀτρύνει διεγείρει τὴν Ἐριννύν.
ὀτρύνει ἐκμαίνει, διεγείρει τοὺς ἀδελφοὺς κατʼ ἀλλήλων. θ
ξένος δὲ κλήροις ἐπινωμᾷ· ποιητικῶς πάνυ ταῦτα ὁ Αἰσχύλος· τὸν γὰρ Χαλυβικὸν καὶ Σκυθικὸν σίδηρον φησὶ ταῦτα πράττειν· σεσωματοποίηκεν γὰρ τὸν σίδηρον, ὅν φησιν οὕτως ταῦτα κινεῖν κατὰ τῶν παίδων τῶν τὰ χρήματα δάσασθαι βουλομένων καὶ διὰ ταῦτα πολεμούντων. οὗτος οὖν, φησίν, μερίζει τοῖς παισὶ τούτοις καὶ ὥσπερ ἀποκληροῖ οὐχὶ πεδία μεγάλα, ἀλλὰ παντελῶς μικρά, δυνάμενα μόνα αὐτῶν τὰ σώματα χωρῆσαι πεπτωκότα. ὅταν μέντοι αὑτοὺς κτάνωσι καὶ ἡ πατρῴα αὐτῶν κόνις πίῃ τὸ αἷμα, τίς ἂν τὸ μύσος αὐτῶν ἀποκαθάρῃ; ἢ ὅταν ὁ ἕτερος ἀποκτείνας αὐτὸς ζήσῃ, τίς αὐτὸν καθάρῃ τοῦ μύσους; ἐάν, φησίν, ἡ πατρία γῆ πίῃ τὸ αὐτῶν αἷμα. ἔνθεν καὶ αὐτόχθονάς φαμεν.
ξένος δὲ κλήροις· ποιητικῶς ταῦτα ὁ Αἰσχύλος φησίν· τὸν γὰρ Χαλυβικὸν καὶ Σκυθικὸν λέγει πράττειν ταῦτα. ἐσωματοποίησε γὰρ τὸν σίδηρον, ὅν φησιν οὕτω ταῦτα κινεῖν κατὰ τῶν παίδων τῶν τὰ χρήματα μερίσαι βουλομένων καὶ διὰ ταῦτα πολεμούντων. οὗτος οὖν ὁ σίδηρος Χάλυβος Σκυθῶν ἄποικος, ὁ ἀπὸ τῆς Χάλυβος πόλεως τῶν Σκυθῶν ἥκων καὶ ἐρχόμενος εἰς ἡμᾶς, ὁ πικρὸς καὶ ἀπηνὴς χρηματοδαίτης τῶν κτεάνων, ἤγουν ὁ μοιραστὴς τῶν χρημάτων, μερίζει τοῖς παισὶ τούτοις τῷ Ἐτεοκλεῖ καὶ τῷ Πολυνείκει καὶ ὥσπερ ἀποκληροῖ οὐχὶ χώρας πολλὰς καὶ μεγάλας, ἀλλὰ γῆν ὅσην δυναμένην χωρῆσαι μόνα τὰ σώματα αὐτῶν πεπτωκότα. τοῦτο γάρ ἐστι τὸ χθόνα ναίειν διαπήλας ἀντὶ τοῦ τάφου μοῖραν ἀπομοιράσας αὐτοῖς καὶ ἀφορίσας κατοικεῖν γῆν τοσαύτην ὁπόσην καὶ τοῖς νεκροῖς ἔξεστι κατέχειν.
ὁ ξένος δὲ Χάλυβος, τῶν Σκυθῶν ὁ ἄποικος, ὁ χρηματοδαίτης τῶν κτεάνων, ὁ πικρὸς ἀπηνὴς σίδηρος ἐπινωμᾷ ἐν τοῖς κλήροις, διαμοιράσας ναίειν χθόνα ὁπόσην ἂν κατέχειν καὶ τοῖς νεκροῖς, ἀμετόχους δὲ τῶν μεγάλων πεδίων. ἄποικον δὲ λέγει τῶν Θηβῶν τὸν σίδηρον καὶ καλῶς εἶπε διότι ὁ σίδηρος ἐν τῇ Σκυθίᾳ ἦν.
ἀντιστροφὴ κώλων ζʹ.
ξένος ὁ σίδηρος.
ξένος φίλος.
ξένος ἀλλότριος.
κλήρους ἤγουν τὴν εἰς κλῆρον αὐτοῖς καταλειφθεῖσαν γῆν. θ
ἡμέτερον· κλῆρον γράφε, ἵνʼ οἰκεῖον ᾖ τῷ μέτρῳ, μὴ κλήρους μεγεθύνων καὶ τὸ ἐπινωμᾷ.
ἐπινωμᾷ διεγείρει, μερίζει.
ἐπινωμᾷ κινεῖ.
ἐπινωμᾷ κινεῖται.
ἐπινωμᾷ μερίζει, ἀποκληροῖ.
ἐπινωμᾷ μερίζει.
ἐπινωμᾷ διαμερίζει.
ἐπινωμᾷ ἐπιμερίζει. θ
ἐπινωμᾷ πάλλει, κινεῖ.
Χάλυβος πόλεως Σκυθικῆς.
Χάλυβος ἀπὸ τῆς Χάλυβος πόλεως Σκυθῶν.
Χάλυβος τοῦ τόπου.
ἐπειδήπερ εἰς τοὺς Χάλυβας εὕρηται ὁ σίδηρος, οἱ δὲ Χάλυβες μέρος τῶν Σκυθῶν—ἐντεῦθεν δὲ πανταχόσε τῆς γῆς μετενήνεκται—, διὰ τοῦτο καλεῖ αὐτὸν ξένον, ἤτοι φίλον, τοῦ Χάλυβος καὶ ἄποικον τῶν Σκυθῶν. δέον δὲ εἰπεῖν Χαλύβων, Χάλυβος εἶπεν. θ
Χάλυβος τοῦ ἔθνους.
ἄποικος ὁ ἀπʼ ἐκείνων ἥκων εἰς ἡμᾶς.
ἄποικος ὁ ἀπὸ τῶν Σκυθῶν μετοικίσας εἰς τὴν Ἑλληνίδα γῆν. Ξ
κτεάνων κτημάτων.
κτεάνων χρημάτων.
κτεάνων τῶν τοῦ Οἰδίποδος κτημάτων. θ
χρηματοδαίτης μεριστής.
χρηματοδαίτης μοιραστής.
χρηματοδαίτης χρημάτων μεριστής.
πικρὸς ἀπηνής.
ὠμόφρων ἀπηνής.
χθόνα ναίειν ἀντὶ τοῦ τάφου μοῖραν ἀπομερίσας αὐτοῖς.
χθόνα γῆν.
ναίειν κατοικεῖν.
ναίειν οἰκεῖν.
ναίειν αὐτούς. θ
τάφου μοῖραν ἀπομερίσας αὐτοῖς.
διαπήλας κινήσας.
διαπήλας ἀπομοιράσας, διακόψας.
διαπήλας διαμερίσας.
διαπήλας ἀπομοιράσας.
διαπήλας διαμοιράσας.
διαπήλας διὰ κλήρου δούς. θ
διαπήλας διακληρώσας.
δέον εἰπεῖν ὁπόση καὶ φθιμένοισιν, ὁπόσην εἶπε πρὸς τὴν ὄπισθεν αἰτιατικήν. μὴ οὖν λάμβανε ἔξωθεν τὸ εἰκός, ὥς τινες, ἀλλʼ οὕτως λέγε· ὁπόσην ἔστι δηλονότι καὶ τοῖς φθιμένοισι κατέχειν. θ
ὁπόσην εἰκός.
φθιμένοισι τοῖς νεκροῖς.
φθιμένοισι τοῖς ἀποθανοῦσι. θ
κατέχειν ἔξεστιν.
τῶν μεγάλων πεδίων ἀμοίρους ἤτοι μέλλουσιν ἀποτυχεῖν τῆς βασιλείας.
τῶν μεγάλων πεδίων τῶν πολλῶν τόπων.
τῶν μεγάλων πεδίων τῆς πολλῆς γῆς.
τῶν μεγάλων πεδίων ἤγουν τῆς πολλῆς γῆς ἣν ἡ ἀρχὴ αὐτῶν περιέχει.
πεδίων τῆς Βοιωτίας.
ἀμοίρους ἀμετόχους.
ἀμοίρους ἤγουν τῆς βασιλείας στερηθέντας.
ἀμοίρους ποιήσας.
ἀμοίρους κοινὴ συλλαβὴ τὸ μοι διὰ τὸ ρ.
ἀμοίρους ἀμετόχους· σύναπτε δὲ πρὸς τὸ ναίειν.
στροφὴ ἑτέρα κώλων ηʹ.
ἡμέτερον· ἐπειδὰν αὐτοκτόνως· τῆς δευτέρας ταύτης στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς ὃ καλεῖται Φερεκράτειον, ἐκ διιάμβου καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου· εἰ δὲ βούλει, περίοδος καταληκτικὴ ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαϊκῆς καταληκτικῆς. τὸ βʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ χοριάμβου καὶ διτροχαίου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς πεντασύλλαβον ἔχει τὸν πρῶτον πόδα. τὸ γʹ ὅμοιον ἐκ χοριάμβου καὶ διιάμβου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς ἐπίτριτον τρίτον ἔχει τὸν πρῶτον πόδα. τὸ δʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διτροχαίου καὶ συλλαβῆς. τὸ εʹ ὅμοιον τῷ πρώτῳ κατὰ πάντα. τὸ ϛʹ ὅμοιον ἀντισπαστικὸν ἡμιόλιον ἐκ διιάμβου καὶ τροχαίου. τὸ ζʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ηʹ ἰαμβικὸν ὅμοιον, ἤτοι δίμετρον ἀκατάληκτον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
ἐπειδὰν αὐτοὶ κτάνωσιν· ὅταν μὲν οὖν αὐτοὶ ἑαυτοὺς φονεύσωσι καὶ θάνωσιν, αὐτοὶ ἑαυτοὺς διακόψαντες, καὶ ἡ πατρῴα γῆ πίῃ τὸ ἐκ τοῦ φόνου αὐτῶν κενωθὲν μέλαν αἷμα, τίς ἂν κάθαρσιν αὐτοῖς παράσχοι; τίς ἂν αὐτοὺς λούσειεν ὡς νόμος ποιεῖν νεκρούς;
αὐτοὶ ἑαυτοὺς φονεύσαντες, τῷ ἑαυτῶν σιδήρῳ ἑαυτοὺς τρώσαντες.
κτάνωσιν φονεύσωσιν.
κτάνωσιν ἑαυτούς.
κτάνωσιν ἀποθάνωσιν.
αὐτοκτόνως ἀλληλοφόνως. θ
αὐτοδάικτοι αὐτοὶ ἑαυτοὺς διακόψαντες.
αὐτοδάικτοι αὐτοφόνευτοι.
αὐτοδάικτοι αὐτοσφαγεῖς. θ
αὐτοδάικτοι αὐτοδαΐκτως. Ξ
χθονία κόνις ἡ γῆ.
χθονία κόνις ἤγουν ἡ γῆ περιφραστικῶς.
χθονία κόνις ἡ πατρικὴ γῆ. Ξ
χθονία γηΐνη.
χθονία πατρῴα.
μελαμπαγὲς τὸ μέλαν.
μελαμπαγὲς τὸ μετὰ τὸ πεπηγέναι μελαινόμενον. θ
μελαμπαγὲς τὸ μεμελανωμένον. Ξ
αἷμα φοίνιον τὸ ἀπὸ τοῦ φόνου χυθέν.
αἷμα φοίνιον τὸ ἐκ τοῦ φόνου αὐτῶν κενωθέν.
φοίνιον φονικόν.
τίς ἂν εὑρεθείη; τίς αὐτοὺς ἐκλύσει τοῦ τοιούτου μιάσματος;
ἔθος γὰρ ἦν τοῖς παλαιοῖς τὸ γενέσθαι τινὰ μιαιφόνον ἐκφεύγειν τῆς πατρίδος καὶ εἰς ἄλλον τόπον ἐπάγειν αὐτὸν ὡς ἂν λάβῃ κάθαρσιν.
τίς δώσει αὐτοῖς καθάρσεις μεμιασμένοις τῷ φόνῳ;
τίς ἂν ποιήσειε κάθαρσιν; Ξ
καθαρμὸν κάθαρσιν.
καθαρμοὺς καθάρσεις.
πόροι παράσχοι.
πόροι παράσχοι αὐτοῖς.
πόροι αὐτοῖς μεμιασμένοις τῷ φόνῳ. θ
πόροι δοίη.
σφε αὐτοὺς ἢ αὐτόν· τυχὸν γὰρ ὁ ἕτερος ζήσεται.
σφε αὐτούς.
λούσειεν ὡς νόμος ποιεῖν νεκρούς.
λούσειεν πλήρεις ὄντας τοῦ αἵματος.
λούσειεν ἀποκαθάρειε. Ξ
ὦ πόνοι νέοι τῶν οἰκημάτων συμμιγεῖς τοῖς παλαιοῖς κακοῖς, ἤγουν τοῦ Λαΐου καὶ τοῦ Οἰδίποδος.
πόνοι συμφοραί.
δόμων οἴκων.
νέοι νεαροί, νεωστὶ γενόμενοι.
νέοι οἱ νῦν γενόμενοι.
παλαιοῖς τοῖς τοῦ Λαΐου. θ
συμμιγεῖς συμμικτοί.
συμμιγεῖς ἡνωμένοι. θ
ἀντιστροφὴ κώλων ηʹ.
παλαιγενῆ γὰρ λέγω· παλαιὰν γὰρ λέγω παραβασίαν, τὴν παρὰ τοῦ Λαΐου γενομένην πάλαι παράβασιν τῶν χρησμῶν τοῦ Ἀπόλλωνος, τὴν ὠκύποινον τὴν ταχέως τιμωρήσασαν καὶ μετελθοῦσαν ἐκεῖνον· μένει δὲ ἀκμὴν εἰς τρίτην γενεάν, Λαΐου, Οἰδίποδος καὶ τῶν τέκνων αὐτοῦ τοῦ Ἐτεοκλέους καὶ Πολυνείκους.
τὴν παλαιὰν παράβασιν· παρέβη γὰρ τὸν χρησμὸν τοῦ Ἀπόλλωνος.
παλαιγενῆ παλαιάν.
παλαιγενῆ ἀρχαίαν.
παλαιγενῆ παλαιάν, πάλαι γεγονυῖαν.
παραιβασίαν τοῦ Λαΐου.
παραιβασίαν τὴν τῶν χρησμῶν τοῦ Ἀπόλλωνος παράβασιν.
παραιβασίαν τὴν παρανομίαν.
παραιβασίαν παράβασιν.
παραιβασίαν ἀντὶ μιᾶς.
ὃν ταχέως ὁ Ἀπόλλων μετῆλθε.
ὠκύποινον τὴν ταχέως τιμωρήσασαν τὸν Λάιον.
ὠκύποινον τὴν ταχέως ἀποδοῦσαν αὐτοῖς ποινήν.
ὠκύποινον τὴν ταχέως τιμωρηθεῖσαν.
εἰς τρίτην γενεάν· Λάιον, Οἰδίποδα καὶ τοὺς ἐξ Οἰδίποδος. τρὶς γὰρ ἀποτρεψαμένου τοῦ Ἀπόλλωνος σπείρειν—ἀνεῖλε γὰρ τῷ Λαΐῳ· μὴ σπεῖρε τέκνων ἄλοκα, ἐπεὶ ἀποκτενεῖ σʼ ὁ φύς —ὁ Λάιος παρακούσας ἀνῃρέθη παρὰ τοῦ παιδὸς Οἰδίποδος.
Λαΐου, Οἰδίποδος, Ἐτεοκλέους.
αἰῶνα ἤγουν εἰς γενεὰν τρίτην· Λάιον, Οἰδίποδα καὶ τοὺς παῖδας τούτου.
αἰῶνα εἰς τρίτην γενεάν.
αἰῶνα γενεάν.
αἰῶνα γενεὰν Λαΐου, Οἰδίποδος, Ἐτεοκλέους καὶ Πολυνείκους. θ
μένει ἡ παραβασία.
μένει ἀκμήν.
μένει ἡ παράβασις ἐξ ἐκείνου τοῦ χρόνου. θ
Ἀπόλλωνος εὖτε Λάιος· τὸ φιλάνθρωπον τοῦ θεοῦ ἐμφαίνεται διὰ τοῦ τρίς· ὅταν, φησίν, ὁ Ἀπόλλων τρὶς εἴπῃ τῷ Λαΐῳ μὴ σπεῖρε τέκνων ἄλοκα, ἐπεὶ κτενεῖ σε ὁ φύς, αὐτὸς δὲ παρωσάμενος τὰς τοῦ θεοῦ ἐντολὰς ὑπὸ τῶν ἡδονῶν αὐτοῦ κατακρατηθεὶς συνῆλθεν τῇ Ἰοκάστη. τὸ δὲ ἑξῆς· εὖτε Λάιος κρατηθεὶς ὑπὸ τῶν αὐτῷ φίλων ἡδονῶν ἢ ἀντὶ τῆς γυναικός· κρείσσω γὰρ τὰ πάθη τῶν λογισμῶν.
τὸ ἑξῆς οὕτως· εὖτε Λάιος κρατηθεὶς ὑπὸ τῶν αὐτῷ φίλων ἡδονῶν ἢ ὑπὸ τῆς γυναικός· κρείσσω γὰρ τὰ πάθη τῶν λογισμῶν.
Ἀπόλλωνος εὖτε Λάιος· ὁπηνίκα ἦλθεν ὁ Λάιος— λείπει δὲ τοῦτο—τοῦ Ἀπόλλωνος εἰπόντος πρὸς αὐτὸν ἐν τοῖς Πυθίοις μαντείοις σῴζειν τὴν πόλιν θνῄσκοντα γέννας ἄτερ, ἤγουν χωρὶς παιδοποιίας, μὴ τεκνοποιήσαντα. διὰ δὲ τοῦ εἰπεῖν, ὅτι τρὶς εἶπεν ὁ θεὸς τῷ Λαΐῳ· μὴ σπεῖρε τέκνων ἄλοκα ἐπεὶ κτενεῖ σε ὁ φύς, τὸ φιλάνθρωπον ἐμφαίνεται καὶ κηδεμονικὸν τοῦ θεοῦ. αὐτὸς δὲ ὁ Λάιος παρωσάμενος τὰς τοῦ θεοῦ ἐντολὰς ὑπὸ τῶν αὐτῷ φίλων ἡδονῶν κρατηθείς, ἢ τῆς γυναικός—κρείσσω γὰρ τὰ πάθη τῶν λογισμῶν—ἢ τῶν συγγενῶν οἷς ἀνεκοινώσατο τὸν χρησμόν, ἐγέννησε μὲν τὸν πατροκτόνον Οἰδίποδα, θάνατον ἑαυτῷ.
Ἀπόλλωνος εὖτε Λάιος· ὁπηνίκα εἰπόντος πρὸς αὐτὸν ἐν τοῖς Πυθικοῖς μαντείοις σῴζειν τὴν πόλιν θνῄσκοντα γέννας ἄτερ, ἤγουν χωρὶς παιδοποιίας, μὴ τεκνοποιήσαντα, ἐγείνατο ἐν βίᾳ ἑαυτῷ θάνατον, ἤγουν τὸν Οἰδίποδα, διʼ οὗ τεθανάτωται κρατηθεὶς ταῖς ἀβουλίαις ταῖς ἐκ τῶν φίλων αὐτῷ ἡδονῶν, ἢ ὑπὸ τοῦ φίλτρου τῆς γυναικός— κρείσσω γὰρ τὰ πάθη τοῦ λογισμοῦ—ἢ τὸ ἐκ τῶν φίλων νοητέον ἀντὶ τῶν συγγενῶν οἷς συνεκοινώσατο τὸν χρησμόν.
Ἀπόλλωνος εἰπόντος.
εὖτε ὁπηνίκα.
εὖτε ἦλθεν.
εὖτε ἐξ ἐκείνου τοῦ χρόνου.
βίᾳ ἐν τῷ βιασθῆναι παρὰ τοῦ Λαΐου.
βίᾳ παρακοῇ. θ
τὸ φιλάνθρωπον τοῦ θεοῦ διὰ τοῦ τρὶς ἐμφαίνει.
διὰ τοῦ εἰπεῖν, ὅτι τρὶς εἶπεν ὁ θεὸς τῷ Λαΐω μὴ σπεῖρε τέκνων ἄλοκα ἐπεὶ κατακτενεῖ σʼ ὁ φύς, τὸ φιλάνθρωπον ἐμφαίνεται καὶ κηδεμονικὸν τοῦ θεοῦ.
τρὶς πολλάκις.
εἰπόντος τοῦ Ἀπόλλωνος.
μεσομφάλοις ἡ γὰρ Πυθία ἐν τῷ μέσῳ ἐστὶ πάσης τῆς γῆς.
μεσομφάλοις ἦλθεν.
μεσομφάλοις ἤγουν ἐν τῷ μέσῳ ὀμφαλῷ τῆς γῆς.
Πυθικοῖς τοῖς μαντικοῖς.
χρηστηρίοις μαντείοις.
χρηστηρίοις μαντεύμασι.
θνῄσκοντα τὸν Λάιον.
γέννας ἄτερ ἄτεκνον, ἄπαιδα.
γέννας παιδός.
γέννας τέκνου. θ
σῴζειν πόλιν σωθήσεται γὰρ οὕτως ἡ πόλις.
σῴζειν πόλιν οὕτως γὰρ ἡ πόλις σωθήσεται.
σῴζειν πόλιν ἀπὸ κοινοῦ τὸ βίᾳ.
στροφὴ ἑτέρα κώλων ηʹ.
ἡμέτερον· κρατηθεὶς δʼ ἐκ φίλων· τῆς τρίτης ταύτης στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐξ ἐπιτρίτου πρώτου, διιάμβου καὶ ἰάμβου. τὸ βʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ, χοριάμβου καὶ συλλαβῆς. τὸ γʹ ὅμοιον δίμετρον ἀκατάληκτον ἐξ ὁμοίων ποδῶν· τὸ μέντοι τῆς ἀντιστροφῆς κῶλον εἰ καὶ δοκεῖ οὐκ ἔχειν τὸν δεύτερον πόδα χορίαμβον, ἀλλὰ ἐπίτριτον, ἀλλʼ οὐκ ἔστιν οὕτως. ὡς γὰρ Ἡφαιστίων φησί, καὶ τὸ μὲν κοινὴν ποιεῖ συλλαβήν, ὥστε χορίαμβον ἔχει καὶ αὐτὸ τὸν δεύτερον πόδα. τὸ δʹ ἰωνικὸν ἡμιόλιον. ἔχει δὲ τὸ μὲν τῆς στροφῆς κῶλον διτρόχαιον ἀντὶ ἰωνικοῦ, τὸ δὲ τῆς ἀντιστροφῆς καθαρὸν τὸν ἰωνικὸν ἀπʼ ἐλάττονος καὶ σπονδεῖον. τὸ εʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου γʹ καὶ χοριάμβου πεντασυλλάβου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς διίαμβον ἔχει τὸν πρῶτον πόδα· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ τρίτου ποδὸς ἐν μὲν τῷ τῆς στροφῆς κώλῳ ἀναπαίστου, ἐν δὲ τῷ τῆς ἀντιστροφῆς δακτύλου. τὸ ϛʹ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Φερεκράτειον, ἐκ διτροχαίου καὶ βακχείου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς ἐπίτριτον τέταρτον ἔχει τὸν πρῶτον πόδα. τὸ ζʹ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς παίωνα δεύτερον ἔχει ἀντὶ ἰωνικοῦ. τὸ ηʹ τροχαϊκὸν καθαρὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
κρατηθεὶς δʼ ἐκ φίλων ἀπατηθεὶς ἐκ τῶν ἡδονῶν τῆς συνουσίας, ἐκ τῆς γυναικός.
κρατηθεὶς νικηθείς.
δύναται δὲ καὶ οὕτως συνταχθῆναι, εἰ λαμβάνεται τὸ δὲ ἀντὶ τοῦ δὴ καὶ τὸ μὲν ἀντὶ τοῦ μήν.
δʼ ἀντὶ τοῦ δή.
τὸ δὲ οὐχ ὡς οἴονταί τινες περιττὸν ἀγνοοῦντες τὴν σύνταξιν· ἔχει γὰρ οὕτως· τὴν παλαιγενῆ γὰρ λέγω παραβασίαν τὴν ὠκύποινον καὶ τὴν ταχέως τιμωρηθεῖσαν, εὖτε καὶ ὁπηνίκα ὁ Λάιος ἐν βίᾳ καὶ παρακοῇ τοῦ Ἀπόλλωνος εἰπόντος αὐτῷ τρὶς καὶ πολλάκις ἐν τοῖς μεσομφάλοις Πυθικοῖς χρηστηρίοις σῴζειν τὴν πόλιν αὐτοῦ καὶ τὸ γένος ἅπαν θνῄσκοντα χωρὶς τέκνου· πρὸς γοῦν τὸ βίᾳ Ἀπόλλωνος ἐστὶ καὶ τὸ κρατηθεὶς δʼ, ἵνʼ ᾖ οὕτως· ἐν βίᾳ καὶ παρακοῇ τοῦ Ἀπόλλωνος, κρατηθεὶς δʼ ἐκ φίλων ἐν ἀβουλίᾳ, τουτέστι καὶ τὸν Ἀπόλλωνα παρακούσας καὶ τῆς γυναικὸς ἡττηθεὶς ἀφρόνως, ἐγείνατο μὲν θάνατον αὑτῷ τὸν Οἰδίποδα. ποιεῖ δὲ τὴν δεινότητα ὁ δὲ σύνδεσμος καὶ τὸ εἰπεῖν «ἐν βίᾳ» καὶ οὐκ ἐπαγαγεῖν παραπλήσιον ὄνομα, ἀλλὰ μετοχήν. ὅτι δὲ ταῦτα οὕτως ἔχει, μαρτύριον ἐν ἄλλοις πολλοῖς ποιηταῖς τε καὶ λογοποιοῖς καὶ ὅπερ ἐν Σωκράτους Ἀπολογίᾳ πεποίηκε Πλάτων λέγων περὶ τῶν ποιητῶν ὅτι οὐκ ἐν σοφίᾳ ποιοῖεν ἃ ποιοῖεν, ἀλλὰ φύσει τινὶ καὶ ἐνθουσιάζοντες· οὐ γὰρ φύσει τινὶ καὶ ἐνθουσιασμῷ εἶπεν ἀλλὰ μετοχὴν ἐπήνεγκεν. ἔχει δέ τι πλέον ἐνταῦθα Αἰσχύλος τὸ μὴ καὶ ἀλλὰ δὲ θεῖναι· εἰ γὰρ ἦν καί, οὐ τοσοῦτον ἂν ἐδόκει τὸ δυσχερές. θ
φίλων οἷς ἐκοινώσατο τὸν χρησμόν.
φίλων τῶν ἡδονῶν ἢ τῆς γυναικός.
φίλων ἤγουν τῇ ἡδονῇ τῆς γυναικός.
φίλων ἡδονῶν.
φίλων τῶν τῆς γυναικὸς φίλτρων. θ
φίλων ἐκ φιλικοῦ πάθους. Ξ
Εὐριπίδης· ὁ δʼ ἡδονῇ δοὺς ἔς τε βακχεῖον πεσών. Ξ
ἀβουλίαις ἐν μωρᾷ βουλῇ.
ἀβουλίαις ἀσυνεσίαις.
ἀβουλίαις ἐν μωρίᾳ.
ἀβουλίαις μωρίαις.
ἀβουλίαις κακῇ βουλῇ.
ἐγείνατο ἐγέννησεν.
μὲν ἀντὶ τοῦ μήν.
μόρον θάνατον.
μόρον τὸν πατροκτόνον.
μόρον θάνατον ἤγουν ὃς αὐτὸν ἐθανάτωσεν.
πατροκτόνον ἤγουν τὸν Οἰδίποδα τὸν φονεύσαντα τὸν ἴδιον πατέρα.
πατροκτόνον ὃς τὸν πατέρα ἀπέκτεινεν.
πατροκτόνον τὸν μετὰ ταῦτα γεγονότα πατροκτόνον. Ξ
ὅς τε μὴ πρὸς ἁγνάν· ὅστις Οἰδίπους ἔτλη καὶ ἐκαρτέρησε σπείρας ῥίζαν αἱματόεσσαν, ἤτοι ἀρχὴν γένους, ἵνα καὶ ὅπου ἐτράφη, ἤγουν εἰς τὴν τῆς μητρὸς αὐτοῦ γαστέρα, οὐχὶ πρὸς ἁγνὰν ἄρουραν, τουτέστιν πρὸς ὁσίαν καὶ νομίμην γυναῖκα· ἡ δὲ ἄνοια συνέμιξε νυμφίους φρενώλεις καὶ τὰς φρένας ἀπολέσαντας, τόν τε Οἰδίπουν καὶ τὴν Ἰοκάστην.
ὅς ὁ Οἰδίπους.
ἁγνὰν καθαράν, νόμιμον.
ἁγνὰν ἤγουν ὁσίαν καὶ νόμιμον γυναῖκα.
ἁγνὰν νομικόν. Ξ
ἄρουραν γαστέρα.
ἄρουραν γῆν, ἤγουν γυναῖκα.
ἵνʼ ἐτράφη ἤγουν εἰς τὴν τῆς μητρὸς γαστέρα.
ἵνʼ ἐτράφη ὅπου σπέρμα καταβληθεὶς ηὐξήθη. θ
ἐτράφη ἐγεννήθη.
ῥίζαν ὑπερβατόν· σπείρας ῥίζαν αἱματόεσσαν.
ῥίζαν ἀρχὴν γένους.
ῥίζαν παῖδα.
ῥίζαν συγγενικὴν σποράν.
ῥίζαν γένος.
ῥίζαν γονήν. θ
ῥίζαν ποιῆσαι. Ξ
αἱματόεσσαν μεμολυσμένην.
αἱματόεσσαν συγγενικήν.
ἔτλα παρʼ ἀνοία· ἔτλη δὲ ἀγνοίᾳ συναγαγεῖν τοὺς γάμους ὁ τὰς φρένας βλαβείς. ἡ δὲ ἄγνοια, φησί, τὰς φρένας ἀπολλύουσα συνήγαγεν.
ἔτλα συναγαγεῖν ῥίζαν αἱματόεσσαν, ἤγουν συμμίξαι σπέρμα τῇ μητρί, ὁ πανώλης νυμφίος. εἰ δὲ γράφεται νυμφίους πανώλεις, ῥητέον οὕτω· μητρὸς σπείρας ἄρουραν, ῥίζαν αἱματόεσσαν, συνήγαγε νυμφίους πανώλεις, ἑαυτὸν δηλαδὴ καὶ τὴν μητέρα ἢ τὸν Πολυνείκην καὶ τὴν Ἀδράστου θυγατέρα.
ἔτλα ὑπέμεινε.
ἔτλα ἐκαρτέρησε.
ἔτλα σπεῖραι.
ἔτλα μετὰ καρτερίας.
ἔτλα ἐτόλμησε ποιῆσαι.
παράνοια ἄνοια.
παράνοια μωρία.
παράνοια μώρανσις. θ
παράνοια παραφροσύνη.
σύναγε ἀγαγεῖν.
σύναγε συνήγαγεν, συνέμιξεν.
σύναγε συνέμιξε.
σύναγε συνῆγε.
σύναγε ἥνωσε.
σύναγε συνῆψε. Ξ
νυμφίους γάμους.
νυμφίους τὸν Οἰδίποδα καὶ τὴν Ἰοκάστην.
νυμφίους μίξεις.
φρενώλεις τοὺς βεβλαμμένους τὰς φρένας.
φρενώλεις πανώλεις.
φρενώλεις τὰς φρένας ἀπολέσαντας.
ἀντιστροφὴ κώλων ηʹ.
κακῶν δʼ ὥσπερ θάλασσα· τὰ κακὰ ὥσπερ θαλάσσῃ ἔοικε· καὶ τὰ μὲν ἐπὶ Λαΐου γέγονε, τὰ δὲ ἐπὶ Οἰδίποδος, τὰ δὲ νῦν ἅτινα βρέμει περὶ τὸ ἄκρον τῆς πόλεως.
τὰ κακά, φησίν, ὥσπερ θαλάσσῃ ἔοικε· καὶ τὰ μὲν ἐπὶ Λαΐου γέγονε, τὰ δὲ ἐπὶ Οἰδίποδος, ἄλλα δὲ νῦν ἃ βρέμει περὶ τὸ ἄκρον τῆς πόλεως.
κακῶν δʼ ὥσπερ· τὰ κακὰ δʼ ὥσπερ θαλάσσῃ ἔοικε· καὶ τὰ μὲν ἐπὶ Λαΐου γέγονε, τὰ δὲ ἐπὶ Οἰδίποδος, τὰ δὲ νῦν ἅτινα βρέμει καὶ ἠχεῖ περὶ τὸ ἄκρον τῆς πόλεως. τοῦτο δὲ λέγει ὅτι τὸ μὲν κακῶν κῦμα πίπτει, τὸ δὲ ἐγείρεται, τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται.
θαλάσσῃ δὲ ἔοικε τὰ κακά.
κῦμʼ συμφοράν. θ
ἄγει ἐπέρχεται.
ἄγει ἄγεται.
ἄγει φέρει.
τὸ μὲν πίτνον· οὕτως λέγει· τὸ μὲν πίπτει, τὸ δὲ διεγείρεται, τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται.
πρὸ μέν τʼ ἄλλα, αὐτὰρ ἐπʼ ἄλλα
Ὅμηρος· πρὸ μέν τʼ ἄλλα, αὐτὰρ ἐπʼ ἄλλα· οὕτω δὲ λέγει· τὸ μὲν πίπτει, τὸ δὲ διεγείρεται, τὸ δὲ περὶ τὴν ναῦν προσρήγνυται.
τὸ μὲν ἀπὸ τῶν κυμάτων.
ἔστι ῥῆμα πέτω καὶ πλεονασμῷ τοῦ ν γίνεται πίτνω, τρεπομένου τοῦ ε εἰς ι, ὡς ἐν τῷ ἔχω ἴσχω καὶ μένω μίμνω, καὶ ἐξ αὐτοῦ πίτνον οὐδετέρως· ἡνίκα γὰρ πλεονάσῃ σύμφωνον συμφώνῳ ἔχοντι παραληγόμενον τὸ ε, τρέπεται τὸ ε εἰς ι.
πίτνον· γίνεται ἐκ τοῦ πέτω καὶ πλεονασμῷ τοῦ ν πίτνω διὰ τὸν κανόνα τὸν λέγοντα· ἡνίκα πλεονάσῃ σύμφωνον συμφώνῳ ἔχοντι παραληγόμενον τὸ ε, τρέπεται τὸ ε εἰς ι, ὡς τὸ ἔχω ἴσχω, μένω μίμνω, πέτω πίτνω καὶ ἀπʼ αὐτοῦ πίτνον.
πίτνον πίπτον.
πίτνον ἡσυχάζον.
πίτνον πίπτον, ἡσυχάζον.
πίτνον προσπίπτον. θ
πίτνον τὸ συντριβέν. Ξ
ἀείρει ἐγείρεται.
ἀείρει ὑψοῖ.
ἀείρει ὑψοῦται.
ἀείρει ἐπαίρει.
ἡ μὲν σύνταξις ἀειρόμενον ἀπῄτει πρὸς τὸ πίτνον, ὁ δὲ ἀείρει πρὸς τὸ θάλασσα εἶπεν. θ
τρίχαλον πολυκλυδώνιστον.
τρίχαλον τρίρροθον.
τρίχαλον γράφεται τροχαλόν, ἢ στρογγύλον.
τρίχαλον κυρτόν.
τρίχαλον· τὴν τρικυμίαν βούλεται εἰπεῖν τὴν ἐκ τριῶν μερῶν ποντίζουσαν τὴν ναῦν, ἢ τρίχαλον ἀπὸ τοῦ τρίχα, ὃ σημαίνει τὰ πολλά, καὶ τοῦ ἃλς ἁλός, ἵνʼ ᾖ πολυκύματον, ἢ ἀπὸ τοῦ θρὶξ καὶ τοῦ ἅλς· λέγομεν ἐπὶ τῆς θαλάσσης φρίσσειν, ὅταν ἄγρια καὶ μεγάλα κύματα ἀνιστᾷ ὡς ἐπὶ χοίρου, ὅταν ὀρθὰς ἔχει τὰς αὐτοῦ τρίχας.
τρίχαλον τριπλοῦν.
τρίχαλον τραχύ.
κἀπὶ οὕτω διὰ τὸ μέτρον.
πρύμναν ἤγουν τὸν βασιλικὸν θρόνον.
περὶ τὸν βασιλικὸν θρόνον· ὅρα πῶς καλῶς ἐχρήσατο ὧδε τῇ τροπῇ.
πρύμναν τὴν ἀρχήν.
πρύμναν ἀκρόπολιν.
πρύμναν ἐπὶ τὸ ἄκρον.
καχλάζει ἠχεῖ.
καχλάζει ἀναβράζει.
καχλάζει ἀνεγείρεται.
καχλάζει βοᾷ.
μεταξὺ δʼ ἀλκά· μεταξὺ δὲ ἡμῶν διʼ ὀλίγου ἐστὶν ἡ τῶν πολεμίων δύναμις τῆς ἡμετέρας, καὶ τὸ διάστημα ὁ πύργος ὁ διείργων ἐστίν.
τὸ μεσολαβοῦν ἡμῖν εἰς ἀλκὴν ὀλίγον ἐστίν· τὸ εὖρος γὰρ τοῦ τείχους …
μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγου· μεταξὺ δὲ ἡμῶν καὶ τῶν πολεμίων τείνει καὶ τείνεται ἀλκὴ καὶ βοήθεια ἡμῶν καὶ ἀποσόβησις τῶν πολεμίων διʼ ὀλίγου· τίς δέ ἐστιν ἡ ἀλκή; ὁ πύργος τῆς πόλεως, τουτέστι μόνον τὸν πύργον τῆς πόλεως ἔχομεν βοηθοῦντα ἡμῖν καὶ τοὺς ἐχθροὺς ἀποσοβοῦντα.
μεταξὺ δὲ ἡμῶν καὶ τῶν ἐναντίων ἐστὶν ἡ ἡμετέρα δύναμις, ὅσον ὁ πύργος διʼ ὀλίγου τείνει ἐν πλάτει.
μεταξὺ μέσον ἡμῶν καὶ τῶν πολεμίων.
μεταξὺ ἡμῶν καὶ τῶν κακῶν. θ
ἀλκὰ βοήθεια.
ἀλκὰ ἀποσόβησις.
ἀλκὰ ἀσφάλεια, βοήθεια. θ
ὀλίγου ὀλίγον γάρ ἐστι τὸ πλάτος τοῦ τείχους.
ὀλίγου διαστήματος. Ξ
τείνει τείνεται.
τείνει φαίνεται.
τείνει παθητικόν.
τείνει διαχωρίζει.
τείνει φέρεται. θ
ἐν πλάτει αὐτοῦ, τουτέστιν ὅσον τόπον καὶ πλάτος ἐπέχει ὁ πύργος, τοσοῦτόν ἐστι τὸ μεταξὺ ἡμῶν καὶ τῶν κακῶν, ὅστις ἐστὶν ἀλκὴ καὶ βοήθεια διʼ ὀλίγου τείνουσα καὶ φέρουσα. θ
ἐν εὔρει ἐν πλάτει, ἐν μεταιχμίῳ.
ἐν εὔρει ἐν πλάτει.
δέδοικα σὺν βασιλεῦσαι· δέδοικα δὲ καὶ φοβοῦμαι μὴ σὺν τῷ Πολυνείκει καὶ τῷ Ἐτεοκλεῖ ἀφανισθῇ καὶ ἡ πόλις.
δέδοικα φοβοῦμαι.
βασιλεῦσι τῷ Ἐτεοκλεῖ καὶ τῷ Πολυνείκει.
δαμασθῇ ἀφανισθῇ.
δαμασθῇ καταβληθῇ.
δαμασθῇ ἁλωθῇ.
στροφὴ ἑτέρα κώλων ϛʹ.
ἡμέτερον· τέλειαι γάρ· τῆς δʹ ταύτης στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ὅμοιον τῷ αʹ τῆς τρίτης στροφῆς. τὸ βʹ ὅμοιον ἐξ ἀντισπάστου, διτροχαίου καὶ ἰάμβου· τὸ μέντοι κῶλον τῆς στροφῆς χορεῖον ἔχει ἀντὶ ἰάμβου. τὸ γʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ παίωνος τετάρτου ἀντὶ ἰωνικοῦ καὶ διιάμβου· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς ἐπίτριτον ἔχει τρίτον· εἰ δὲ βούλει, τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ πρώτου ποδὸς χορείου. τὸ δʹ ἰαμβικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ εʹ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐκ δισπονδείου καὶ συλλαβῆς· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς ἐπίτριτον ἔχει πρῶτον. τὸ ϛʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
τέλεια γὰρ παλαιφάτων· τὸ τέλεια ἀντὶ τοῦ τέλειαι· ὑφῆκεν δὲ τὸ ι διὰ τὸ μέτρον.
τέλεια ἀντὶ τοῦ τέλειαι· ὑφῆκε γὰρ τὸ ι διὰ τὸ μέτρον.
ἐξεβλήθη τὸ ἰῶτα διὰ τὸ μέτρον· ὤφειλε γὰρ γράφειν τέλειαι.
τέλεια τέλειαι ὤφειλεν εἰπεῖν· ἀφῆκε δὲ τὸ ι διὰ τὸ μέτρον.
τέλειαι γὰρ καὶ εἰς τέλος ἐξερχόμεναι καὶ πληρούμεναι αἱ πάλαι ῥηθεῖσαι κατάραι τοῦ Οἰδίποδος ἢ αἱ πάλαι χρησμοδοθεῖσαι τῷ Λαΐῳ.
τέλειαι τέλος λαμβάνουσαι.
τέλειαι πεπληρωμέναι εἰσίν.
παλαίφατοι αἱ πάλαι χρησμοδοθεῖσαι τῷ Λαΐῳ.
παλαίφατοι αἱ πάλαι λεχθεῖσαι.
παλαίφατοι παλαιαί.
παλαίφατοι αἱ πάλαι ποτὲ εἰρημέναι. Ξ
ἀραὶ τοῦ Οἰδίποδος.
ἀραὶ αἱ κατάραι.
δυσχερές ἐστι τὸ διαλυθῆναι αὐτοὺς καὶ φιλιωθῆναι διὰ τὰς ἀράς. τὰ δὲ δεινὰ οὐ παρέρχεται πλησιάζοντα.
ἄλλως· βαρεῖαι· δυσχερές ἐστι, φησί, τὸ φιλιωθῆναι τὸν Ἐτεοκλῆν καὶ τὸν Πολυνείκην διὰ τὰς κατάρας. τὰ δὲ δεινὰ ἡμῖν τελούμενα οὐ παρέρχεται.
βαρεῖαι καταλλαγαί· δυσχερὲς τὸ φιλιωθῆναι αὐτοὺς διὰ τὰς κατάρας.
βαρεῖαι καταλλαγαί· χαλεπαὶ αἱ τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης καταλλαγαὶ καὶ φιλίαι καὶ συνελεύσεις εἰς γάμον.
ἢ διὰ τὸ τοὺς βασιλεῖς μὴ καθέζεσθαι ἐπὶ τῶν βασιλικῶν θρόνων ἐν πολυχρονίᾳ, ἀλλὰ μεταλλαγαὶ τούτων γίνονται συντόμως, διὰ τοῦτο εἶπεν βαρεῖαι καταλλαγαί.
τὸ γὰρ διὰ πολέμου καὶ μάχης αὐτοὺς βούλεσθαι τὸ δῶμα διαλαχεῖν βαρεῖα καταλλαγὴ ἅτε φόνου συμβήσεσθαι μέλλοντος. θ
βαρεῖαι δυσκατόρθωτοι. Ξ
καταλλαγαὶ φιλίαι.
καταλλαγαὶ φιλιώσεις.
καταλλαγαὶ αἱ φιλιώσεις τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης.
τὰ δʼ ὀλοά· τὰ δὲ δεινὰ τελούμενα οὐ παρέρχεται ἡμῶν.
τὰ δʼ ὀλοά· τὰ δὲ δεινὰ καὶ ὀλέθρια οὐ παρέρχεται ψευδῶς καὶ μάτην ἀφʼ ἡμῶν ὅσον οὔπω τελούμενα, ἀντὶ τοῦ τελειούμενα καὶ πληρούμενα.
τὰ ὀλέθρια τελειοῦνται καὶ οὐ παρέρχεται.
ὀλοὰ δεινά.
ὀλοὰ τὰ δεινά, τὰ ὀλέθρια.
ὀλοὰ ὀλέθρια. θ
ὀλοὰ ἀντὶ μιᾶς.
τελόμενʼ ὅσον οὔπω τελειούμενα.
τελόμενʼ γράφεται τελλόμενα, φαινόμενα.
τελόμενʼ πληρούμενα.
τελλόμενʼ δεικνύμεναι, ἐπερχόμεναι. θ
τελόμενʼ τελεσθέντα. Ξ
οὐ παρέρχεται οὐ μάτην ἀφίενται.
οὐ παρέρχεται οὐ φθείρονται.
οὐ παρέρχεται οὐ παρέρχονται. …
οὐ παρέρχεται οὐ παυθήσεται. Ξ
ἔρχεται παύεται. θ
πρόπρυμνα δʼ ἐκβολῶν· ὅταν δὲ παχυνθῶσιν οἱ ἄνδρες τῷ ὄλβῳ, τότε ὅλου τοῦ φόρτου ἐκβολὴν ποιοῦνται. τοῦτο δὲ πρὸς Ἐτεοκλέα. ἐκβολῶν δὲ τῶν ὑβριστῶν, οἷον διʼ ἐκβολῆς ὑβριζόντων.
πρόπρυμνα· ὁ δὲ ὄλβος καὶ ὁ πλοῦτος καὶ ἡ εὐτυχία τῶν ἀνδρῶν τῶν ἀλφηστῶν καὶ τῶν φρονίμων καὶ τῶν ἐφευρετῶν ἀναγκαίων πραγμάτων—τοῦτο δὲ λέγει διὰ τὸν Οἰδίποδα—ἄγαν παχυνθείς, ἤτοι πολὺς καὶ μέγας γενόμενος, ἐκφορεῖται καὶ ἐκβολὴν πάσχει. τοῦτο δὲ λέγει ὅτι ἡ δόξα τοῦ Οἰδίποδος πολλὴ γενομένη καὶ ἄμετρος νῦν ἀφανίζεται καὶ ἐκδιώκεται ἀπὸ τῆς πόλεως, ἐκ μεταφορᾶς τῶν ἐμπόρων, οἵτινες πλοῦτον πολὺν σωρεύσαντες καὶ παχυνθέντες τῷ ὄλβῳ ὕστερον ἐκβολὴν ποιοῦνται τοῦ ἰδίου φόρτου ναυαγοῦντες καὶ κλυδωνιζόμενοι.
πρόπρυμνα διʼ ἐκβολῶν ἐκφέρεται ὁ ὄλβος τῶν ἀνδρῶν τῶν ἀλφηστῶν, ἤτοι τῶν ἐμπόρων τῶν ψηλαφώντων τὸ εὑρεῖν κέρδος· νηῒ γὰρ παρεικάζει τὴν πόλιν, ναύταις τοὺς πολίτας, κυβερνήτῃ τὸν Ἐτεοκλέα, κλύδωνι τὸν πόλεμον. ὥσπερ οἱ νῦν ἐπὶ τῆς θαλάσσης κλυδωνιζόμενοι ναῦται ἐκφέρονται τῆς πρύμνης τὸν φόρτον, οὕτως, φησίν, καὶ ὁ Ἐτεοκλῆς πολὺν ἐπεισάξας τὸν ὄλβον νῦν αὐτὸν ἀπολέσαι κινδυνεύει.
οἱ γὰρ εἰς ἄκρον τοῦ φρονεῖν ἀφιγμένοι, αὐξηθέντες τῇ τύχῃ καὶ μέγιστοι πάντων γενόμενοι, ἀθρόον ἀπέσβησαν, καὶ ἡ περὶ αὐτοὺς τύχη εἰς οὐδὲν χωρεῖ· καὶ μάρτυς Οἰδίπους πρόσθεν τοῖς κλεινοῖς αἰνίγμασιν ὥσπερ τις θεὸς θαυμαζόμενος καὶ νῦν τὸν αἰῶνα διάγων ἀθλίως ἄγαν καὶ δυστυχῶς, ὑφʼ ὅτου τις ἂν εἴποι μισούμενος καὶ σκότον κατʼ Εὐριπίδην ὁρῶν. τοῦτο δὲ εἶπεν ἐκ μεταφορᾶς τῶν ἐμπόρων, οἵτινες πλοῦτον ἐξ ἐμπορίας πλεῖστον συλλέξαντες, εἶτα ναυαγίᾳ χρησάμενοι πάντα τὸν φόρτον ἀπώλεσαν· οἷς κέρδος ἦν συγκαταδῦναι τοῖς κύμασιν. θ
πρόπρυμνα ἀπὸ τῆς πρύμνης.
πρόπρυμνα ὑστέρως.
πρόπρυμνα ἔξω τῆς πρύμνης.
πρόπρυμνα λίαν.
πρόπρυμνα διόλου, ἐσχάτως. θ
ἐκβολὰν ῥῖψιν.
ἐκβολὰν ἐκφόρευσιν.
ἐκβολὰν ἔκπτωσιν. θ
φέρει πάσχει.
φέρει ὑπομένει.
ἀλφηστῶν φρονίμων.
ἀλφηστῶν πλουσίων, ἐφευρετῶν τῶν ἀναγκαίων πραγμάτων.
ἀλφηστῶν φρονίμων, ἐφευρετῶν.
ἀλφηστῶν ψηλαφητῶν, ἐρευνητῶν.
ἀλφηστῶν πλουσίων, ἐφευρετῶν.
ὄλβος δόξα.
ὄλβος πλοῦτος, δόξα.
ὄλβος εὐδαιμονία. θ
παχυνθείς πολὺς γενόμενος.
παχυνθείς πολὺς καὶ μέγας γενόμενος.
παχυνθείς αὐξηθείς.
τίνʼ ἀνδρῶν γάρ· τίνα γὰρ ἀπὸ τῶν ὅλων ἀνδρῶν, φησί, τοσοῦτον ἐθαύμασαν καὶ οἱ θεοὶ καὶ οἱ κάτοικοι τῆς ἡμετέρας πόλεως καὶ ἁπλῶς πάντες οἱ ἄνθρωποι—τοῦτο γὰρ δηλοῖ τὸ πολύβοτος αἰὼν βροτῶν, ἤγουν ἡ ζωὴ καὶ ὁ βίος τῶν ἀνθρώπων ὁ πολύβοτος καὶ ὁ πολλοὺς τρέφων ἢ ὁ ὑπὸ πολλῶν ἐμβατούμενος ἢ ὁ ἐπὶ πολὺ ἐκτεινόμενος—, ὅσον τίον καὶ ἐτίμων καὶ ἐθαύμαζον τότε τὸν Οἰδίποδα ἀφελόντα ἀπὸ τῆς ἡμετέρας πόλεως τὴν κῆρα καὶ τὴν θανατηφόρον μοῖραν, τὴν ἀναρπαξάνδραν, τὴν τοὺς ἄνδρας ἁρπάζουσαν καὶ ἐσθίουσαν. λέγει δὲ τὴν Σφίγγα τὴν ὠμόσιτον.
ἀντιστροφὴ κώλων ϛʹ.
παρὰ τοῦτο τὸ ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ
ἀνδρῶν ἀπὸ τῶν ὅλων ἀνδρῶν.
θαυμαστὸν ἐποίησαν, ἐδόξασαν.
ἐθαύμασαν ὕψωσαν.
ἐθαύμασαν ἐδόξασαν.
ξυνέστιοι οἱ συμπολῖται.
ξυνέστιοι οἱ κάτοικοι.
ξυνέστιοι ἐγκάτοικοι.
ξυνέστιοι σύνοικοι.
πόλεως τῶν Θηβῶν.
πολύβοτος τʼ αἰών· ὁ ὑπὸ πολλῶν ἐμβατευόμενος ἀνδρῶν, ἢ ὁ ἐπὶ πολὺ ἐκτεινόμενος.
πολύβοτος καὶ οἱ ἄλλοι ἄνθρωποι· τοῦτο γὰρ δηλοῖ τὸ πολύβοτος.
πολύβοτος ὁ πολλοὺς τρέφων.
πολύβοτος ὁ πολύτροφος.
πολύβοτος ὁ πολλὰ τρέφων.
πολύβοτος ὁ πολλοὺς βόσκων καὶ τρέφων.
τὸ πολύβοτος ἢ ἀντὶ τοῦ πολυκτήμων λογιστέον ἢ ὁ πολλοὺς βόσκων· καὶ τὸ μὲν δεύτερον πρόδηλον, τὸ δὲ πολυκτήμων οὕτως· τίνα τῶν ἀνδρῶν ἐθαύμασαν καὶ οἱ θεοὶ καὶ οἱ πολῖται καὶ ὁ αἰὼν τῶν βροτῶν ὁ πολύβοτος καὶ πολυκτήμων, τουτέστιν οὐδεὶς πλὴν τοῦ Οἰδίποδος τεθαύμασται καὶ πρὸς ἔσχατα πλούτου ἀφίκετο. θ
πολύβοτος πολυκτήμων ἢ πολλοὺς βόσκων. θ
αἰὼν ἡ ζωή.
αἰὼν βίοτος.
αἰὼν ὁ βίος.
αἰὼν χρόνος.
ὅσον τότʼ Οἰδίπουν τίον· ὅσον θαυμασθῆναι καὶ δοξασθῆναι ἐποίησαν. καὶ Εὐριπίδης· Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ. ἀναρπαξάνδραν δὲ τὴν ἀναρπάξασαν πολλοὺς τῶν ἀνδρῶν κακὴν μοῖραν, κατὰ μεταπλασμὸν τοῦ ἀναρπάξανδρος.
Εὐριπίδης· Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ.
τίον ἐτίμων.
τίον ἐθαύμαζον.
τὴν ἁρπάξασαν πολλοὺς τῶν ἀνδρῶν κακὴν μοῖραν, κατὰ μεταπλασμὸν τοῦ ἀναρπάξανδρος.
ἀναρπαξάνδραν τὴν Σφίγγα.
ἀναρπαξάνδραν τὴν τοὺς ἄνδρας ἁρπάζουσαν.
ἀναρπαξάνδραν τὴν ἀναρπάζουσαν πολλοὺς τῶν ἀνδρῶν καὶ κατεσθίουσαν, ἤγουν τὴν Σφίγγα.
ἀναρπαξάνδραν τὴν ἄνδρας ἁρπάζουσαν Σφίγγα. θ
κῆρʼ τὴν θανατηφόρον μοῖραν.
κῆρʼ τὴν φθοράν.
ἀφελόντα ἐκβαλόντα.
ἀφελόντα ἀπορρίψαντα. Ξ
χώρας ἀπὸ τῆς ἡμετέρας πόλεως.
ἐπεὶ δʼ ἀρτίφρων· ἐπεὶ ἔμφρων ἐγένετο, ἐπεὶ συνῆκεν ὃ ἔπραξεν κατὰ τῆς μητρός· εὐδαίμων γὰρ ἦν κατὰ πάντα πρὶν ἂν μάθῃ τὸ μητρομίξιον. δίδυμα δὲ κακὰ ἔφη τὸ τῶν δύο ὀφθαλμῶν στερηθῆναι· ἓν γὰρ κακὸν τὸ ἑνὸς στερηθῆναι, δύο δὲ τὸ ἀμφοτέρων. ἢ τὸν Ἐτεοκλέα καὶ Πολυνείκη γεννήσας οἳ ἦσαν τῶν ὀφθαλμῶν κρείσσονες· ὀμμάτων δʼ ἐπλάγχθη ἀντὶ τοῦ ἐστερήθη τῶν κρειττόνων ὀμμάτων, λέγει δὲ τῶν περὶ Ἐτεοκλέα καὶ Πολυνείκη.
ἐπεὶ δʼ ἀρτίφρων ἐγένετο· ἐπεὶ δὲ ὁ μέλεος καὶ ὁ ἄθλιος ἐγένετο ἀρτίφρων, ἀντὶ τοῦ αἴσθησιν ἔλαβεν καὶ συνῆκεν ὃ ἔπραξε κατὰ τῆς μητρός—εὐδαίμων γὰρ ἦν κατὰ πάντα πρὶν ἂν μάθῃ τὸ μητρομίξιον—, βαρέως φέρων καὶ ἀνιώμενος ἐπὶ τοῖς παρανόμοις γάμοις, ἐτέλεσε καὶ ἔπραξε δίδυμα κακά, ἤτοι τοὺς δύο ὀφθαλμοὺς αὐτοῦ ἐτύφλωσε, τῇ χειρὶ τῇ καὶ τὸν πατέρα Λάιον φονευσάσῃ, ἐπλάγχθη δὲ καὶ ἐχωρίσθη τῶν τέκνων τῶν κρειττόνων τῶν ὀφθαλμῶν· τὰ γὰρ τέκνα τοῖς γονεῦσι κρείττω τῶν ὀφθαλμῶν νομίζονται. τοῖς τέκνοις δὲ ἐπαφῆκε κατάρας ὀργίλους.
στροφὴ ἑτέρα κώλων ζʹ.
ἡμέτερα· ἐπεὶ δʼ ἀρτίφρων· τῆς εʹ ταύτης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ συλλαβῆς, ὃ καλεῖται δοχμαϊκὸν πενθημιμερές· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς ἐπίτριτον ἔχει τρίτον ἀντὶ τοῦ ἀντισπάστου. τὸ βʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον τοῦ δευτέρου ποδὸς χορείου. τὸ γʹ ὅμοιον καθαρόν. τὸ δʹ χοριαμβικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, ἐκ χοριάμβου καὶ ἀναπαίστου· εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. τὸ εʹ ἰαμβικὸν ἑφθημιμερὲς τοῦ πρώτου καὶ τρίτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐκ προκελευσματικοῦ, παίωνος πρώτου ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος—οἰκεῖοι γὰρ τῷ μέτρῳ—καὶ συλλαβῆς. τὸ ϛʹ ὅμοιον τῷ δʹ. τὸ ζʹ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ χοροιάμβου, διτροχαίου καὶ σπονδείου. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνὶς ἐξιόντος τοῦ χοροῦ.
ἀρτίφρων ἐγένετο νῦν γνοὺς ὃ ἔπραξεν ἀνόμιμα.
ἀρτίφρων ἐγένετο ἀντὶ τοῦ αἴσθησιν ἔλαβε.
ἀρτίφρων ἐγένετο ἤγουν αἴσθησιν ἔσχε.
ἀρτίφρων ἐπιγνώμων.
ἀρτίφρων φρόνιμος.
ἀρτίφρων ἐπιγνώμων, ὑστερόφρων.
ἀρτίφρων ἀρτιμαθής.
ἀρτίφρων ἐπιγνώμων, εἰδήμων. θ
ἀρτίφρων ἐν αἰσθήσει γεγονώς. Ξ
μέλεος ἄθλιος.
ἀθλίων τῶν παρανόμων.
ἀθλίων τῶν ἐμβαλόντων εἰς ἀθλιότητα. Ξ
ἄλγει τῇ παρανομίᾳ. θ
δυσφορῶν βαρέως φέρων.
δυσφορῶν ἀνιώμενος.
δυσφορῶν λυπούμενος.
δυσφορῶν ἀγανακτῶν. θ
δυσφορῶν δυσκόλως φέρων. Ξ
μαινομένᾳ καρδίᾳ λυπουμένῃ, ζεούσῃ τῷ θυμῷ. θ
μαινομένῃ ἐν ὀργίλῳ καὶ μανικῇ.
μαινομένῃ ἐσκοτισμένῃ. Ξ
δίδυμα τοὺς δύο ὀφθαλμοὺς ἑαυτοῦ ἐτύφλωσεν.
δίδυμα διπλᾶ.
δίδυμα διπλᾶ, ἤγουν τὰ τῶν δύο ὀφθαλμῶν. θ
δίδυμα τὴν τύφλωσιν καὶ τὴν ἀράν. Ξ
ἐτέλεσε ἐπλήρωσε.
ἐτέλεσε ἐποίησε. θ
πατροφόνῳ τῇ τὸν πατέρα φονευσάσῃ χειρί.
πατροφόνῳ τῇ τὸν πατέρα Λάιον φονευσάσῃ.
κρεισσοτέκνων τῶν κρειττόνων.
οἱ λέγοντες κρεισσοτέκνων δʼ ἀπʼ ὀμμάτων ἐπλάγχθη ἀγνοοῦσι τὰ μέτρα· διὸ περισσὸν ὂν τὸ ἀπὸ ἐξεβλήθη παρʼ ἐμοῦ, ἵνʼ εἴη τὸ κῶλον ὅμοιον τῷ τῆς ἀντιστροφῆς καὶ πρὸς τὴν σύνταξιν ἔχοι ὀρθῶς.
κρεισσοτέκνων ἕκαστος γὰρ κρείττονα τῶν αὑτοῦ παίδων τὰ οἰκεῖα λογίζεται ὄμματα.
δʼ ἀπʼ ὀμμάτων ἐπλάγχθη· ἀντὶ τοῦ ἐχωρίσθη καὶ ἐστερήθη· οἳ κρείσσονες τῶν ὀφθαλμῶν ἦσαν.
ὀμμάτων ὀφθαλμῶν.
ἐπλάγχθη ἀπεπλανήθη, ἐστερήθη.
ἐπλάγχθη ἐχωρίσθη.
ἐπλάγχθη ἀπεχωρίσθη.
ἐπλάγχθη ἐστερήθη.
ἐπλάγχθη ἐπλανήθη. …
ἐπλάγχθη ἐξέπεσε.
ἀραίας ἀρὰς καταρασίμους.
ἀραίας κατάρας.
ἀραίας καταρασίμους.
ἀντιστροφὴ κώλων ζʹ.
γράφεται ἀφῆκεν ἐπικότους τροφᾶς· στικτέον δὲ εἰς τὸ τροφᾶς. ἡ δὲ σύνταξις τοιαύτη· ἕνεκα δὲ τῆς τροφῆς καὶ τῆς ἀνατροφῆς ἀφῆκε καὶ ἔπεμψε τοῖς τέκνοις ἀραίας καὶ κατάρας ἐπικότους καὶ ὀργίλους καὶ μανικάς, ἀρὰς πικρονόμους ἢ πικρογλώσσους. τὸ δὲ αἶ αἶ διὰ μέσου.
ἐφῆκεν ἔπεμψεν.
ἐπικότους τροφάς· ἐπιβλαβεῖς δὲ ἐντολὰς περὶ τροφῶν ἐφῆκεν αὐτοῖς.
ἐπικότους μανικάς.
ἐπικότους ὀργίλους.
ἐπικότους χολώδεις. Ξ
τροφὰς ἀνατροφάς· ἠράσατο γὰρ αὐτοῖς πάντα τὸν αὐτῶν αἰῶνα ἐκ παιδὸς μάχαις διαγαγεῖν, ἔπειτα ὕστερον καὶ σιδήρῳ τὴν βασιλείαν διαλαχεῖν. θ
τροφὰς ἀνατροφάς.
αἶ αἶ διὰ μέσου.
πικρογλώσσους ἤγουν πικράς.
ἀρὰς κατάρας.
καί σφε σιδαρονόμῳ· καὶ κατηράσατο αὐτούς ποτε λαχεῖν καὶ διαμερίσαι τὴν περιουσίαν ἅπασαν ἐν διαχειρίσει τῇ ἀπὸ σιδήρου γινομένῃ, ἤτοι μετὰ πολέμου καὶ σφαγῆς· νῦν δὲ φοβοῦμαι μὴ εἰς τέλος ἀγάγῃ τὰς ἀρὰς ἐκείνου ἡ Ἐριννὺς ἡ καμψίπους, ἡ κάμπτουσα τῶν κολαζομένων τοὺς πόδας καὶ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν, ἢ ἡ τοὺς ἑαυτῆς πόδας ἐπικλίνουσα καὶ πρὸς πάντας ἐπερχομένη.
καί σφε σιδαρονόμῳ· καὶ τοῦτο ἐπηράσατο διὰ σιδήρου αὐτοὺς τὴν οὐσίαν κτήσασθαι.
καί σφε καὶ αὐτοὺς κατηράσατο.
σιδαρονόμῳ τῇ διὰ σιδήρου γινομένῃ.
σιδαρονόμῳ διὰ σιδήρου τὸν μερισμὸν ποιησάσῃ. θ
διαχειρίᾳ διαχειρήσει.
διαχειρίᾳ σφαγῇ.
διαχειρίᾳ φονεύσει.
διαχειρίᾳ διαχειρήσει ἀλλήλων. θ
διαχειρίᾳ μάχῃ, πολέμῳ.
διαχειρίᾳ οἰκονομίᾳ.
λαχεῖν διαμερίσαι.
λαχεῖν μερίσαι.
λαχεῖν κληρώσασθαι.
κτήματα τὴν περιουσίαν.
τρέω φοβοῦμαι.
μὴ τελέσῃ καμψίπους Ἐριννύς· ἤγουν μὴ εἰς ἔργα ἀγάγῃ καὶ πληρώσῃ τὰς τοῦ Οἰδίποδος ἀρὰς ἡ Ἐριννὺς ἡ καμψίπους καὶ τελεσφόρος, ἡ πάντας πρὸς ἑαυτὴν ἐλκύουσα καὶ ἀντιτιμωροῦσα καὶ κάμπτουσα.
τελέσῃ πληρώσῃ.
τελέσῃ εἰς ἔργον ἀγάγῃ τὰς τοῦ Οἰδίποδος ἀράς.
ἡ κάμπτουσα τῶν κολαζομένων τοὺς πόδας, οἱονεὶ ἡ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν.
καμψίπους ἡ κάμπτουσα τῶν κολαζομένων τοὺς πόδας ἢ ἡ μὴ ἐῶσα τοὺς ἀξίους τιμωρίας φεύγειν.
καμψίπους ἡ εἰς πάντας ἐπερχομένη Ἐριννύς.
καμψίπους ἡ κάμπτουσα τῶν κολαζομένων τοὺς πόδας.
καμψίπους ἡ συμποδίζουσα καὶ μὴ ἐῶσα φυγεῖν οὓς τιμωρεῖται. θ
κῶλα οβʹ.
εἴσθεσις μερικῆς διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λʹ.
ἡμέτερα· θαρσεῖτε παῖδες· ἡ συστηματικὴ αὕτη περίοδος καὶ αἱ ἑξῆς ἀμοιβαῖοι στίχοι ἰαμβικοί εἰσι τρίμετροι ἀκατάληκτοι λʹ ὧν τελευταῖος· πέπτωκεν αἷμα γᾶν ἐπʼ ἀλλήλων φόνῳ. ἐπὶ δὲ τῷ τέλει τοῦ συστήματος παράγραφος, ἐπὶ δὲ τῷ τέλει πάντων κορωνὶς ἐξιόντων τῶν ὑποκριτῶν καὶ εἰσιόντος αὖθις τοῦ χοροῦ.
θαρσεῖτε παῖδες· ἄγγελος ὁ καὶ πρότερον ἀπαγγείλας περὶ τῆς τῶν Ἀργείων ἐφόδου, οὗτος καὶ νῦν ἀπαγγέλλει τὴν ἀδελφοκτονίαν.
θαρσεῖτε παῖδες· ἄγγελος ὁ καὶ πρὶν ἀπαγγείλας περὶ τῆς τῶν Ἀργείων ἐφόδου, οὗτος νῦν ἀπαγγέλλει τὴν ἀδελφοκτονίαν καί φησι πρὸς τὰς τοῦ χοροῦ γυναῖκας· μὴ φοβεῖσθε.
θαρσεῖτε θάρρος ἔχετε.
θαρσεῖτε μὴ φοβεῖσθε.
παῖδες αἱ ὑπὸ μητέρων ἁπλῶς τραφεῖσαι.
παῖδες παρθένοι.
παῖδες παῖδας λέγει τὰς ἀπὸ τοῦ χοροῦ γυναῖκας.
μητέρων τεθραμμέναι συγγενεῖς ἢ δειλαί, ὑπὸ μητέρων ἁπλῶς τραφεῖσαι.
ἀντὶ τοῦ παρθένοι· τοὺς γὰρ ἄρρενας οἱ πατέρες παιδεύουσιν. ἢ δειλαὶ ὑπὸ μητέρων ἁπλῶς τραφεῖσαι.
μητέρων τεθραμμέναι· τὰς ἀπὸ τοῦ χοροῦ φησι γυναῖκας τὰς ἁπλῶς ὑπὸ μητέρων τραφείσας.
τεθραμμέναι ἀνατραφεῖσαι.
τεθραμμέναι τραφεῖσαι.
τεθραμμέναι ἀνατεθραμμέναι.
εἰκότως εἶπε τὸ τεθραμμέναι πρὸς τὸ παῖδες, ἵνα μή τισι δόξῃ πάνυ νεαρὰς εἶναι τὴν ἡλικίαν, ἀλλὰ τεθραμμένας καὶ εἰς τελείαν ἡλικίαν ἐλθούσας· ἡ γὰρ παιδικὴ ἀτελής ἐστιν ἡλικία.
τεθραμμέναι ἀνατεθραμμέναι καὶ εἰς τελείαν ἡλικίαν φθάσασαι.
πόλις πέφευγεν τῆς προσβολῆς καὶ συγκρούσεως τῶν πολεμίων καὶ τῆς ἐκ τούτων ζάλης· τροπικῶς τῷ λόγῳ ἐχρήσατο.
πέφευγεν ἐξέφευγεν.
ἥδε ἡ ἡμετέρα.
δούλειον δουλικόν.
δούλειον δουλικόν, ἤγουν τὸ δουλωθῆναι τοῖς ἐχθροῖς.
πέπτωκεν ἔπεσεν.
πέπτωκεν Πολυνείκους θανόντος. θ
ἀνδρῶν Ἀργείων.
ὀβρίμων ἰσχυρῶν.
ὀβρίμων μεγαλαύχων.
κομπάσματα τὰ παλαιὰ αὐτῶν κομπάσματα.
κομπάσματα ἀλαζονεύματα.
κομπάσματα ἐπάρσεις, κενοδοξίαι.
κομπάσματα ὑψηγορήματα.
πόλις δʼ ἐν εὐδίᾳ τε· ἀλληγορεῖ πάλιν καὶ λέγει ὅτι πολλῶν προσβαλόντων τῇ πόλει οὐδεὶς εἰς αὐτὴν εἰσέπεσεν.
πολλὰ χειμασθεῖσα ἡ πόλις παρὰ τῶν πολεμίων ἀπόρθητος μόλις ἔμενε καὶ ἀβλαβὴς διεσώθη. ἐξέφυγε καὶ ἀπηλλάγη τῆς τοῦ χειμῶνος δριμύτητος, φρουρηθείσης καὶ φυλαχθείσης τῆς πόλεως τῇ τῶν θεῶν ἐπιδρομῇ καὶ βοηθείᾳ, κἀκεῖνοι μὲν εἰς ἀντιπαράταξιν τῇ τῶν πολεμίων μάχῃ ἀντέστησαν καὶ πολλὰς κατʼ ἐκείνων τὰς τιμωρίας ἐπήγαγον καὶ εἰς φυγὴν ὤθησαν καὶ ἔτρεψαν, ὡς μὴ δυναμένων κἀκείνων τοῖς θεοῖς ἀντιμαχεσθῆναι καὶ πολεμήσασθαι· ἀνίκητοι γάρ εἰσιν οἱ θεοὶ καὶ ἀπροσπέλαστοι καὶ οὐδέποτε τρέπονται, ἀλλʼ ὅπῃ νεύσειεν ἀκλινεῖς ἵστανται εἰς ἀντιπαράταξιν.
πολλὰ χειμασθεῖσα ἡ πόλις παρὰ τῶν πολεμίων ἀβλαβὴς διεσώθη.
εὐδίᾳ γαλήνῃ.
εὐδίᾳ ἡσυχίᾳ.
εὐδίᾳ ἤγουν ἐκτὸς ταραχῆς γέγονεν.
κλυδωνίου τῆς προσβολῆς τῶν πολεμίων καὶ τῆς ἐκ τούτων ζάλης. τροπικῶς δὲ τῷ λόγῳ ἐχρήσατο.
κλυδωνίου ταραχῆς.
πληγαῖς ταραχαῖς.
ἄντλον· ναυάγιον, πλημμύρα. ἄντλον δὲ λέγεται τὸ ἀπὸ τοῦ κλύδωνος εἰσερχόμενον ὕδωρ. ἑτοίμως οὖν οἱ ναῦται ἐξαντλοῦσι καὶ χέουσι καὶ ἔξω τὸ ὕδωρ τῆς θαλάσσης ἐκφέρουσιν, ἐξ οὗ καὶ τὸ καλούμενον ἀντλητήριον.
ἄντλον· τοῦ κύματος τὸ ὕδωρ, ἤγουν τὸ κῦμα αὐτό. ἀλληγορεῖ δὲ πάλιν καί φησιν ὅτι πολλῶν προσβαλόντων τῇ πόλει οὐδεὶς αὐτὴν εἰσέπεσεν.
οὐκ ἐδέξατο ἄντλον ἐν ταῖς πολλαῖς πληγαῖς τοῦ κλυδωνίου.
ἤγουν πολλὰ παθοῦσα ὑπὸ τῶν πολεμίων οὐ κατεποντίσθη.
ἄντλον τοῦ κύματος τὸ ὕδωρ.
ἄντλον· …
ἄντλον κίνδυνον. ἄντλον δὲ ἡ πλημμύρα τοῦ ὕδατος.
ἄντλον ναυάγιον, ῥεῦμα.
ἄντλον κῦμα.
ἄντλον ναυάγιον.
ἄντλον κίνδυνον.
ἄντλον ναυάγιον, τὸ ἀπὸ κλύδωνος εἰσερχόμενον ὕδωρ.
ἄντλον κῦμα καὶ ἀπώλειαν. θ
στέγει ἵσταται.
στέγει ὑγιὴς μένει.
στέγει ὑπομένει.
στέγει ἀντέχει καὶ σῶος ἵσταται. θ
φερεγγύοις βεβαίοις, τοῖς φέρουσιν ἐγγύην.
φερεγγύοις ἱκανοῖς.
φερεγγύοις ἀξιομάχοις, ἱκανοῖς πρὸς φυλακήν.
φερεγγύοις ἀξιομάχοις.
φερεγγύοις βεβαίοις.
γράφεται φερεγγύους ἵνʼ ᾖ πρὸς τὸ πύλας· φερεγγύους πύλας τὰς δυναμένας φέρειν τὴν ἐγγύην.
φερεγγύοις ἀποχρῶσιν εἰς φυλακήν. θ
ἐφραξάμεθα κατησφαλισάμεθα.
ἐφραξάμεθα κατησφαλίσαμεν.
ἐφραξάμεθα ἀσφαλισάμεθα. θ
μονομάχοισι ἀντιστάταις. θ
προστάταις στρατιώταις.
προστάταις βοηθοῖς.
προστάταις ἄρχουσιν, ἀντιστάταις.
καλῶς ἔχει εὐημερεῖ, εὐτυχεῖ. Ξ
καλῶς εὐτυχῶς. θ
τὰ πλεῖστʼ ἤγουν τὸ πλεῖστον μέρος δηλονότι.
πυλώμασιν πύλαις.
τὰς δʼ ἑβδόμας· ἀξιοπίστως καὶ τὸν ἀριθμὸν τῶν πυλῶν εἴρηκεν· ἡ γὰρ ἑβδόμη, φησί, πύλη … ἵνα τὰ μαντεύματα τοῦ Ἀπόλλωνος τὰ Λαΐῳ δοθέντα τέλος λάβῃ· ἑβδόμῃ γὰρ ἐγεννήθη Ἀπόλλων. πέπονθεν οὖν οὐχὶ αὕτη ἡ πύλη ἡ ἑβδόμη, ἀλλὰ ὁ φυλάττων αὐτὴν Ἐτεοκλῆς.
τὰς δὲ ἑβδόμας ὁ σεμνός· ἀξιοπίστως καὶ τὸν ἀριθμὸν τῶν πυλῶν ὁ ἄγγελος εἴρηκεν· τὴν δὲ ἑβδόμην, φησί, πύλην προέκρινεν ὁ Ἀπόλλων φυλάττεσθαι τῷ Οἰδίποδος τέκνῳ Ἐτεοκλεῖ, ἵνα τὰ μαντεύματα τοῦ Ἀπόλλωνος τῷ Λαΐῳ δοθέντα πάλαι πέρας λάβοιεν. ἑβδόμῃ δὲ ἡμέρᾳ ἐγεννήθη ὁ Ἀπόλλων· διὸ καὶ ἑβδομαγέτας λέγεται.
τὰς δʼ ἑβδόμας πύλας.
σεμνὸς ἑβδομαγέτας· λέγει δὲ τὸν Ἀπόλλωνα ὅτι ἐν ἑβδόμῃ ἡμέρᾳ τοῦ μηνὸς γεννηθεὶς ἐκλήθη ἑβδομαγέτας.
ὁ σεμνὸς ὁ Ἀπόλλων.
ὁ σεμνὸς ὁ σεβάσμιος.
ἑβδομαγέτας ὁ ἐν ἑβδόμῃ γεννηθείς.
ἑβδομαγέτας ὁ Ἀπόλλων ὅτι ἐγεννήθη ἐν ἑβδόμῃ ἡμέρᾳ.
ἑβδομαγέτας ἤγουν ὁ Ἀπόλλων.
ἑβδομαγέτας διὰ τὸ ἐν ἑβδόμῃ ἡμέρᾳ γεννηθῆναι.
ἑβδομαγέτας ὁ ἐν ταῖς ἑβδόμαις πύλαις ἡγεμονεύων, ἢ ὁ ἐν ἑβδόμῃ γεννηθεὶς καθʼ Ἡσίοδον ἡμέρᾳ· θ
ἐμοὶ ἑβδομαγέτην τὸν Ἀπόλλω λέγειν δοκεῖ ὡς τὴν ἑβδομάδα ἄγοντα· ταῖς γὰρ ἀνατολαῖς αὐτοῦ καὶ δύσεσι τὰς ἡμέρας ποιῶν εἰκότως ἑβδομαγέτης κέκληται· ἑπτὰ γὰρ διαγαγὼν ἡμέρας τὴν ἑβδομάδα ἀποτελεῖ.
ἄναξ θεός.
εἵλετʼ ἔσωσεν.
εἵλετʼ ἐπελέξατο.
εἵλετʼ προέκρινεν ὥστε φυλάττεσθαι.
εἵλετʼ προέκρινεν.
εἵλετʼ Οἰδίπου γένει· ἐνέβαλε, προέκρινεν ὥστε φυλάττεσθαι τῷ Ἐτεοκλεῖ.
εἵλετʼ διεχώρισε.
εἵλετʼ προέκρινε· τοῦτο δὲ λέγει ἐπειδὴ ὁ κατʼ ἀλλήλων τοῖς ἀδελφοῖς γινόμενος πόλεμος Ἀπόλλωνος βουλήσει συνέβη διὰ τὴν Λαΐου παρακοήν. θ
εἵλετʼ καθεῖλεν τοὺς ἐν αὐταῖς μαχομένους παραδούς.
εἵλετʼ κατέσχεν. Ξ
γένει τῷ Ἐτεοκλεῖ.
κραίνων τελειῶν.
κραίνων πληρῶν.
κραίνων τελῶν.
δυσβουλίας παρακοάς.
δυσβουλίας κακοβουλίας.
δυσβουλίας δυσβούλευτα γὰρ ἐποίησεν ὁ Λάιος παρεωραθεὶς τὸν χρησμόν. Ξ
πρᾶγος πρᾶγμα.
νεότοκον νεωστὶ κατεσκευασμένον.
νεότοκον νεωστὶ προσπεσόν.
νεότοκον νέον.
νεόκοτον ἐκ νέας ὀργῆς τῶν θεῶν ἐπελθόν.
νεόκοτον νεοφανές. Ξ
πλέον ὧν ἴσμεν.
σέσωσται ἄκουε τὸ πᾶν.
σέσωσται ἐσώθη.
σέσωσται σεσωσμένη ἐστί.
βασιλέες διὰ τὸ μέτρον.
ὁμοσπόροι οἱ ἀδελφοί.
ὁμοσπόροι αὐτάδελφοι.
ὁμοσπόροι οἱ ἐκ τοῦ αὐτοῦ σπέρματος γεννηθέντες.
οἱ ἐκ τοῦ αὐτοῦ σπέρματος, οἱ τῶν αὐτῶν τυχόντες σπερμάτων καὶ τὰς αὐτὰς ὠδῖνας διαλυσάμενοι. Ξ
ὁμοσπόροι οἱ ὁμογενεῖς. Ξ
τεθνήκασιν ἀπέθανον.
τεθνήκασιν ἀπέθανον διὰ τῶν οἰκείων χειρῶν ἀναιρεθέντες.
αὐτοκτόνων ἀπὸ τῶν οἰκείων.
διὰ τὸ εἶναι μίαν φύσιν τῶν ἀδελφῶν. αὐτοκτόνος ὁ αὑτὸν φονεύσας. Ξ
τίνες ἀπέθανον.
παραφρονῶ μαίνομαι.
παραφρονῶ παράνους γίνομαι.
παραφρονῶ τῶν φρενῶν ἐξίσταμαι· εἰπὼν γὰρ ταῦτα εἰς φόβον ἐνέβαλες. θ
παραφρονῶ ἔξω τῆς φρονήσεως γίνομαι. Ξ
φρονοῦσα μὴ μαίνῃ.
φρονοῦσα ἤγουν συνάξασα τὸν νοῦν σου ἄκουσον.
φρονοῦσα ἤτοι ἔχουσα τὴν φρόνησιν καθεστηκυῖαν καὶ σώαν. Ξ
τὸ ἑξῆς· τὸ γένος τοῦ Οἰδίποδος, ἤγουν οἱ παῖδες τοῦ Οἰδίποδος, ἀναμφιλέκτως εἰσὶν εἰς γῆν κείμενοι· τὸ δὲ οἲ ἐγὼ διὰ μέσου ὡς θαυμάζοντος τοῦ χοροῦ.
γένος ἔθανε.
γένος τεθνᾶσιν, πρὸς τὸ σημαινόμενον.
γένος ὤλετο.
γένος τεθνεός.
γένος τέθνηκεν. θ
τάλαινα ἀθλία.
μάντις εἰμὶ τῶν κακῶν· λαμβάνει κατὰ νοῦν ὁ χορὸς ἃ πρότερον τὸν Ἐτεοκλέα προεῖπε μέλλοντα τῷ ἀδελφῷ συμβαλεῖν καί φησιν· ὡς ἔοικε μάντις εἰμὶ τῶν κακῶν· προεῖπον γὰρ αὐτά.
μάντις εἰμὶ προεῖπον γὰρ αὐτά.
προεῖπε γὰρ ὁ χορὸς ὅτι ἀναιρεθήσονται οἱ ἀδελφοί.
τῶν κακῶν τῶν νῦν· πάλαι γὰρ ὁρῶσα αὐτοὺς εἰς μάχην σπεύδοντας ἐμαντευσάμην ταυτί. θ
οὐδʼ ἀμφιλέκτως· ἤτοι οὐδʼ ἀμφιβόλως καὶ ἀπιθάνως καὶ δυσχερῶς, ἀλλʼ ἀληθῶς καὶ ἀναμφιβόλως εἰσὶ τῇ σποδῷ κεκονιαμένοι, κατακεχωσμένοι, ἀνῃρημένοι.
οὐδʼ ἀμφιλέκτως οὐδʼ ἀμφιβόλως, ἀλλʼ ἀληθῶς.
οὐδʼ ἀμφιλέκτως ἀναμφιβόλως.
ἀμφιλέκτως ἀμφιβόλως.
κατεσποδημένοι οἱ καὶ τῇ σποδῷ καὶ τῷ χοῒ κεκονισμένοι ὡς ἀναιρεθέντες.
κατεσποδημένοι κατακεχωσμένοι τῇ σποδῷ καὶ τῇ κόνει.
κατεσποδημένοι σποδῷ κεκονιαμένοι.
κατεσποδημένοι κεκονιαμένοι.
κατεσποδημένοι πεπτωκότες. θ
κατεσποδημένοι ἐπὶ τῇ σποδῷ τῆς γῆς κείμενοι.
ἐκεῖθι κἦλθον· εἰς τοσοῦτον ἦλθον ὥστε καὶ φονευθῆναι τὸν βασιλέα;
ἐκεῖθι κἦλθον εἰς τοσοῦτον ἦλθον ὥστε φονευθῆναι.
ἐκεῖθι κἦλθον εἰς τὸ φονεῦσαι ἀλλήλους.
ἐκεῖθι κἦλθον εἰς τὸ ἀποκτεῖναι εἷς τὸν ἕτερον.
ἐκεῖθι κἦλθον εἰς τοῦτο ἦλθον, εἰς τὸ ἀποκτεῖναι ἑτέρους.
ἐκεῖθι κἦλθον ἐνταῦθα ἤγουν εἰς τὸ θανεῖν. θ
βαρέα χαλεπὰ μὲν καὶ ἀφόρητα θέλεις εἰπεῖν· ὅμως δʼ οὖν εἰπέ.
βαρέα ἅπερ ἐρεῖς.
φράσον εἰπέ.
οὕτως οὕτως ἐφονεύθησαν ὑπʼ ἀλλήλων οἱ ἀδελφοί.
οὕτως ὠμῶς, ἀγρίως καὶ ἀπηνῶς· τὸ δὲ οὕτως αὐτὸ καθʼ ἑαυτὸ τὴν σύνταξιν ἔχει. Ξ
ἀδελφαῖς ἀδελφικαῖς.
ἠναίροντʼ ἐφονεύθησαν.
ἠναίροντʼ ἐφονεύοντο.
ἄγαν ἤγουν παντελῶς. θ
οὕτως ὡς φῂς ὅτι τεθνήκασι. Ξ
ὁ δαίμων ἡ Ἐριννύς.
ὁ δαίμων ἡ δυστυχία.
ὁ δαίμων ἡ τύχη.
ὁ δαίμων ἡ τοῦ θανάτου εἱμαρμένη. θ
ὁ δαίμων ἤγουν μετάληψις τοῦ φόνου. Ξ
ἅμα ὥστε ἅμα θανεῖν.
ἅμα ἐκ παραλλήλου τὸ κοινὸν καὶ τὸ ἅμα.
αὐτὸς δʼ ἀναλοῖ· ὁ Ἀπόλλων ἀναλίσκει τὸ τοῦ Οἰδίποδος γένος.
αὐτὸς ὁ Ἀπόλλων.
αὐτὸς ὁ δαίμων.
ἀναλοῖ ἀφανίζει.
ἀναλοῖ φθείρει.
ἀναλοῖ ἀναλίσκει.
ἀναλοῖ ἀπόλλυσι. θ
δύσποτμον τὸ δυστυχές.
δύσποτμον ἄθλιον. θ
γένος τοῦ Οἰδίποδος.
τοιαῦτα χαίρειν· τοιαῦτα πάρεστι χαίρειν καὶ δακρύειν· χαίρειν μὲν τὴν πόλιν ὡς εὖ πράσσουσαν ἤτοι σωθεῖσαν, οἱ δὲ τῆς πόλεως ἄρχοντες καὶ βασιλεῖς, οἱ δισσοὶ καὶ δύο στρατηγοί, ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης, διέλαχον καὶ διεμέρισαν τὴν παμπησίαν καὶ τὴν κτῆσιν καὶ τὴν διανομὴν τῶν κτημάτων ἐν τῷ διὰ σφύρας χαλκευομένῳ σιδήρῳ Σκύθῃ, τῷ ἀπὸ Σκυθίας ὄντι· ἐκεῖσε γὰρ γεννᾶται ὁ σίδηρος. σφυρήλατον δὲ σίδηρον τὴν σπάθην καλεῖ.
ἢ καὶ οὕτως· τοιαῦτα, γεγόνασι δηλονότι, ὥστε χαίρειν ἡμᾶς· στικτέον δὲ εἰς τὸ χαίρειν. τὸ δὲ ἑξῆς οὕτως· καὶ πάρα καὶ πάρεστιν, ἡμῖν δηλονότι, δακρύσασθαι καὶ θρηνῆσαι τὴν πόλιν· οἱ δὲ ἐπιστάται τόδε καὶ τόδε.
τοιαῦτα χαίρειν· χαίρειν μὲν ἐπὶ τῷ τὴν πόλιν σωθῆναι· δακρύειν δὲ ἐπὶ τοῖς θανοῦσιν.
τοιαῦτα χαίρειν διὰ τὴν ἧτταν τῶν πολεμίων. θ
δακρύεσθαι δακρῦσαι.
δακρύεσθαι δακρύειν.
δακρύεσθαι διὰ τὸν ὄλεθρον τῶν βασιλέων. θ
πόλιν χαίρειν πάρεστι.
εὖ πράσσουσαν εὐτυχοῦσαν. …
εὖ πράσσουσαν καλῶς ἔχουσαν καὶ μὴ κινδυνεύσασαν.
εὖ πράσσουσαν τῆς πόλεως εὐτυχούσης. Ξ
εὖ καλῶς.
ἐπιστάται οἱ βασιλεῖς.
ἐπιστάται οἱ ἡγεμόνες.
ἐπιστάται οἱ ἄρχοντες.
ἐπιστάται ἄρχοντες ἡμῶν καὶ τῶν πολεμίων Ἐτεοκλῆς καὶ Πολυνείκης. θ
δισσὼ δύο.
δισσὼ οἱ δύο στρατηγοί.
δισσὼ οἱ δύο, Ἐτεοκλῆς καὶ Πολυνείκης.
διέλαχον διεμέρισαν.
διέλαχον ἐκληρώσαντο.
διέλαχον διεμοίρασαν.
διέλαχον διεμερίσαντο.
σφυρηλάτῳ διὰ σφύρας κατασκευασθέντι.
Σκύθῃ τῷ ἀπὸ Σκυθίας ὄντι.
Σκύθῃ Σκυθικῷ.
Σκύθῃ Σκυθικῷ παρόσον οἱ Χάλυβες εὗρον αὐτόν. θ
σιδήρῳ σπάθῃ.
παμπησίαν· περιουσίαν παρὰ τὸ πῶ τὸ κτῶμαι.
παμπησίαν· περιουσίαν, διανομήν, ὁλοκληρίαν ἀπὸ τοῦ πᾶν παντὸς καὶ τοῦ πῶ τὸ κτῶμαι. λέγεται δὲ ἡ πᾶσα περιουσία τοῦ βίου.
παμπησίαν καὶ τὴν περιουσίαν ἀπὸ τοῦ πῶ τὸ κτῶμαι.
παμπησίαν τὴν περιουσίαν.
παμπησίαν διανομήν.
παμπησίαν πᾶσαν τὴν περιουσίαν. θ
παμπησίαν τὸν κλῆρον τὸν πατρικόν. Ξ
ἕξουσι ἣν λάβωσιν· λάβωσι δὲ τοσαύτην γῆν ἕκαστος εἰς οἰκείαν μερίδα, ὅσην ἕξουσιν ἀρκοῦσαν αὐτοῖς πρὸς ταφήν, φερόμενοι καὶ ἀγόμενοι ὥσπερ κατηράσατο αὐτοῖς ὁ πατὴρ Οἰδίπους.
συντακτέον καὶ οὕτως οἱ στίχοι οὗτοι· ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονὸς πατρὸς κατʼ εὐχὰς δυσπότμους φορούμενοι.
ἕξουσι δὲ ἣν τῆς χθονὸς λάβωσιν ἐν ταφῇ, τουτέστιν ἣν γῆν ταφέντες κτήσονται. ἢ τὸ ἣν διὰ τὴν παμπησίαν νόει οὕτως· ἕξουσι δὲ ἐκείνην τὴν περιουσίαν ἣν λάβωσιν ἐν ταφῇ χθονός· καὶ γὰρ καὶ ἡ γῆ εἰς ἣν ἔμελλον ταφήσεσθαι μέρος ἦν τῆς περιουσίας αὐτῶν. θ
ἕξουσι λάβωσι.
ἕξουσι λήψονται.
ἕξουσι κληρονομήσουσι.
ἣν κληρονομίαν, τὴν γῆν ἐκείνην.
ἣν τόσην γῆν.
χθονὸς ὅσον ἐνταφῆναι.
χθονὸς τῆς γῆς.
κατʼ εὐχὰς κατὰ τὴν βούλησιν τῶν εὐχῶν. Ξ
εὐχὰς κατάρας.
δυσπότμους δυστυχεῖς.
δυσπότμως δυστυχῶς.
δυσπότμους δυστυχεῖς ἐπειδήπερ εὐχὰς εἶπεν· τὸ δὲ τῆς εὐχῆς ὄνομα ἐπὶ καλοῦ λαμβάνεται· διὰ τοῦτο εἶπε δυσπότμους. θ
φορούμενοι φερόμενοι.
φορούμενοι ἀγόμενοι.
φορούμενοι κινούμενοι, περιαγόμενοι.
σέσωσται ἐσώθη.
σέσωσται ἐφυλάχθη.
σέσωσται πεφύλακται. Ξ
σώζω τὸ σῶον. τὸ σῶον καὶ ὁλόκληρον καὶ ἀμείωτον καὶ ἀκολόβωτον ποιῶ. Ξ
βασιλέοιν τῶν αὐταδέλφων βασιλέων.
γράφεται καὶ οὕτως ὁ στίχος· πέπωκεν αἷμα γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.
πέπωκεν ἔπιεν.
πέπτωκεν ἔπεσεν.
ὦ μεγάλε Ζεῦ· ὁ χορὸς οὗτος συνίσταται ἐκ κώλων καὶ στίχων μεʹ ὧν τὰ πρῶτα δέκα ἀναπαιστικά. τὰ μὲν πρῶτα δύο δίμετρα ἀκατάληκτα, τὸ γʹ μονόμετρον, τὰ ἑξῆς πέντε δίμετρα ἀκατάληκτα, τὸ ἔννατον μονόμετρον, τὸ δὲ ιʹ δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. εἶτα μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον ἐνήλλαξεν. εἰσὶν οὖν τὰ ἑξῆς δύο κῶλα τροχαϊκά, τὸ πρῶτον δίμετρον ἀκατάληκτον, τὸ δὲ δεύτερον ἑφθημιμερές, ὁ ιγʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατάληκτος, τὰ ἑξῆς βʹ κῶλα τροχαϊκὰ ἑφθημιμερῆ, τὰ ἑξῆς δύο κῶλα ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὰ ἑξῆς γʹ τροχαϊκά, τὸ βʹ δίμετρον ἀκατάληκτον, τὰ δὲ βʹ ἑφθημιμερῆ, ὁ καʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατάληκτος, τὰ ἑξῆς δʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ τροχαϊκὸν ἑφθημιμερές, ὁ κζʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατάληκτος, τὰ ἑξῆς δʹ κῶλα ἰαμβικὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ εʹ τροχαϊκὸν ἑφθημιμερές. εἶτα μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον ἐνήλλαξεν. εἰσὶν οὖν στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι εʹ, ἐν ἐκθέσει δὲ κῶλον ἀναπαιστικὸν ἑφθημιμερὲς ὅμοιον τοῖς ἑξῆς· ἔθος γάρ ἐστι τοῖς ποιηταῖς ἐν ταῖς ἐκθέσεσι τῶν μελῶν τοιαῦτα κῶλα τιθέναι ὅμοια τοῖς ἑξῆς. εἶτα μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον ἐνήλλαξεν αὖθις. καὶ εἰσὶ κῶλα ἀναπαιστικὰ θʹ ὧν τὰ μὲν ἑπτὰ δίμετρα ἀκατάληκτα, τὸ ηʹ μονόμετρον, ὃ καὶ παρατέλευτον ὀνομάζεται· ἔθος γάρ ἐστιν ἐν ταῖς ἐκθέσεσι τῶν μελῶν ὡς ἐπὶ τὸ πλεῖστον τὸ παρατέλευτον κῶλον τιθέναι. τὸ δὲ θʹ κῶλον ἐστὶν ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν· σύνηθες γὰρ τὸ ἑφθημιμερὲς ἐν τῷ τέλει κεῖσθαι τοῦ μέλους.
σύστημα ἐπιφθεγματικὸν κώλων ιʹ.
ἡμέτερον· ὦ μεγάλε Ζεῦ· τὸ παρὸν εἶδος τοῦ χοροῦ ἑτέρως ἐστὶν ἐσχηματισμένον· ἔχει γὰρ πρῶτον ὡς ἐν τάξει προῳδοῦ σύστημα ἐπιφθεγματικὸν ὀνομαζόμενον ἀνομοιομερὲς κώλων ἀναπαιστικῶν ιʹ, εἶτα στροφὴν καὶ ἀντιστροφὴν καὶ ἐπῳδὸν καὶ συστήματα ἕτερα ἁρμόζοντα τῇ χρείᾳ τῆς ὑποθέσεως. εἰσὶ γοῦν τοῦ παρόντος συστήματος τὰ κῶλα, ὡς εἴρηται, ἀναπαιστικά, ὧν τὸ γʹ καὶ θʹ μονόμετρον, ἤτοι ἀναπαιστικὴ βάσις, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα· τὸ δὲ δέκατον δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, ὃ καλεῖται παροιμιακόν. ἐπὶ τῷ τέλει μόνη παράγραφος.
ὦ μεγάλε Ζεῦ καὶ πολισσοῦχοι θεοί· ὦ μέγιστε Ζεῦ καὶ οἱ τὰς πόλεις συνέχοντες θεοί, οἵτινες δὴ ῥύεσθε καὶ φυλάττετε τούτους τοὺς πύργους τοῦ Κάδμου, ἤτοι τῆς πόλεως τῶν Θηβαίων, ἆρα χαίρω καὶ ὑμνήσω καὶ παιανίσω ἐπὶ τῇ τῆς πόλεως σωτηρίᾳ, ἢ θρηνήσω καὶ ἀποκλαύσομαι τοὺς τληπαθεῖς καὶ δυστυχεῖς πολεμάρχους, ἤγουν τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην; φρονίμως δὲ ὁ ποιητὴς μέσην ὁδὸν ἔδραμε καὶ σωθείσης τῆς πόλεως ἄτοπον ἡγεῖται τὸ θρηνεῖν.
ὁ τρόπος ἐξοχή· Ζεῦ ἄλλοι τε θεοί
μεγάλε μέγιστε.
μεγάλε μέγα.
μεγάλε κραταιὲ καὶ ἰσχυρέ. Ξ
πολισσοῦχοι οἱ τὰς πόλεις συνέχοντες.
πολισσοῦχοι φυλακτικοὶ τῆς πόλεως.
πολισοῦχοι διὰ τὸ μέτρον.
πολισσοῦχοι φύλακες τῆς πόλεως. Ξ
δαίμονες θεοί.
πύργους ἤτοι τὰς Θήβας.
πύργους ἤγουν τὴν πόλιν.
τούσδε ῥύεσθε μονόμετρον.
ῥύεσθε φυλάσσετε.
πότερον χαίρω· φρονίμως ὁ ποιητὴς μέσην ὁδὸν ἔδραμεν καὶ σωθείσης τῆς πόλεως ἄτοπον ἡγεῖται τὸ θρηνεῖν· καὶ οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι
πότερον ποῖον ἕτερον ποιήσω δηλονότι.
ἀπολολύξω ὑμνήσω.
ἀπολολύξω εὔξομαι.
ἀπολολύξω παιανίσω.
ἀπολολύξω καὶ θαυμάσω καὶ ᾄσω. Ξ
ἀσινεῖ ἀβλαβεῖ.
ἀσινεῖ ἐπὶ τῇ σωτηρίᾳ.
ἀσινεῖ ἀβλαβεῖ· τοῦτο γὰρ τοῦ σωτῆρος ἐπίθετον. θ
σωτῆρι τῇ σωτηρίᾳ τῆς πόλεως.
σωτῆρι ἀποκοπή· σωτηρίᾳ γὰρ ὤφειλε εἰπεῖν.
μογεροὺς τληπαθεῖς.
μογεροὺς ἀθλίους.
δυσδαίμονας δυστυχεῖς.
ἀτέκνους ἐπὶ κακῷ τεχθέντας.
ἀτέκνους· τοὺς ἐπὶ κακῷ τεκνωθέντας, τοὺς μὴ τεκνογονήσαντας.
ἀτέκνους τοὺς ἐπὶ κακῷ τεκνωθέντας.
ἀτέκνους· τοὺς ἐπὶ κακῷ τεχθέντας ἢ ἀτέκνους θανόντας· οἳ δή, φησίν, ὀρθῶς κατʼ ἐπωνυμίαν πολυνεικεῖς ὤλοντο.
ἀτέκνους τοὺς ἐπὶ κακῷ τεκνωθέντας τῷ πατρὶ καὶ τῇ μητρί.
ἀτέκνους τοὺς μὴ τέκνα εἰς διαδοχὴν τοῦ γένους αὐτῶν λιπόντας. θ
ἀτέκνους καὶ κακοπαῖδας, ἤγουν κακοὺς παῖδας ἐπὶ κακῇ μοίρᾳ γεγενημένους. Ξ
κλαύσω θρηνήσω.
πολεμάρχους τὸν Ἐτεοκλῆν καὶ τὸν Πολυνείκην.
πολεμάρχους τοὺς στρατηγούς.
οἳ δῆθʼ ὀρθῶς· ὀρθῶς οὖν καὶ ἐπωνύμως Ἐτεοκλῆς καὶ Πολυνείκης ἐκλήθησαν.
τὸ μὲν οἱ δʼ ὀρθῶς ταὐτὸν τῷ ἐτεοκλεῖς διὰ τὸν Ἐτεοκλῆν ...... πολυνεικεῖς διὰ τὸν Πολυνείκην.
οἵτινες δῆτʼ ὀρθῶς καὶ προσηκόντως Ἐτεοκλῆς καὶ Πολυνείκης ἐκλήθησαν.
ὀρθῶς οἰκείως. θ
ὀρθῶς ἀληθῶς.
σύλληψις τὸ σχῆμα.
πολυνεικεῖς τὸ τοῦ ἑνὸς ὄνομα εἰς ἀμφοτέρους ἐκλαμβάνει· ἀμφότεροι γὰρ ἐφιλονείκουν.
ὤλοντʼ ἐφθάρησαν.
ὤλοντʼ ἀπώλοντο.
ἀσεβεῖ διανοίᾳ κακῇ γνώμῃ.
ἀσεβεῖ διανοίᾳ παρανόμῳ γνώμῃ.
ἀσεβεῖ διανοίᾳ ἀσεβῆ διανοηθέντες. Ξ
στροφὴ κώλων ηʹ.
ἡμέτερον· ὦ μέλαινα· τῆς παρούσης στροφῆς τὰ κῶλα ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ αʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον καθαρόν, τὸ βʹ ὅμοιον δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ πρώτου ποδὸς χορείου. τὸ γʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ δʹ περίοδος καταληκτικὴ ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαϊκῆς καταληκτικῆς· εἰ δὲ βούλει, χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ διιάμβου καὶ δακτύλου. τὸ εʹ ὅμοιον τῷ βʹ τροχαϊκὸν καθαρόν. τὸ ϛʹ καὶ ζʹ ἰαμβικὰ καθαρὰ δίμετρα ἀκατάληκτα. τὸ ηʹ τροχαϊκὸν καθαρὸν ὅμοιον τῷ βʹ. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος μόνη.
ὦ μέλαινα καὶ τελεία· ὦ μέλαινα καὶ τελειουμένη ἐπὶ τῷ γένει τοῦ Οἰδίποδος ἀρά, κρύος καὶ φόβος τις κακὸς καὶ χαλεπὸς περιπίπτει τῇ καρδίᾳ μου, ἢ φόβος κακοῦ ἀντὶ τοῦ κινδύνου.
τροχαϊκὰ βʹ.
μέλαινα ἡ σκοτοποιός.
μέλαινα σκότους καὶ θανάτου αἰτία. θ
μέλαινα καὶ σκοτεινή, ζοφώσεως καὶ λύπης καὶ φθορᾶς αἰτία. Ξ
καὶ τελεία γένεος· καὶ τελουμένη ἐπὶ τῷ γένει τοῦ Οἰδίποδος ἀρά.
τελεία τελειουμένη.
τελεία εἰς τέλος ἐλθοῦσα. θ
γένεος ἤτοι τῶν παίδων. θ
τʼ τὸ τε παρέλκον.
ἀρά κατάρα. …
ἰαμβικὸς τρίμετρος.
καρδίᾳ ὅλον καὶ μέρος. θ
περιπίτνει κρύος περιπίπτει φόβος κακοῦ.
περιπιτνεῖ κρύος φρίσσω, δέδοικα.
περιπιτνεῖ περιπίπτει.
περιπιτνεῖ ἐπέρχεται.
πίτνω γίνεται ἀπὸ τοῦ πέτω καὶ πλεονασμῷ τοῦ ν γίνεται πίτνω διὰ τὸν κανόνα τὸν λέγοντα· ἡνίκα πλεονάσῃ σύμφωνον συμφώνῳ ἔχοντι παραληγόμενον ἔχον τὸ ε, τρέπεται τὸ ε εἰς ι.
κρύος φόβος.
κρύος λύπη, κίνδυνος, φόβημα.
κρύος τρόμος. θ
ἔτευξα τύμβῳ μέλος· ἤτοι κατεσκεύασα καὶ ἐποίησα μέλος ἐπὶ τύμβῳ, ἤγουν θρῆνον ἐπιτύμβιον, ὡς θυὰς καὶ ὡς βάκχη, κλύουσα καὶ ἀκούουσα αὐτοὺς καὶ μαθοῦσα νεκροὺς αἵματι βεβρεγμένους δυσμόρως θανόντας ὑπὸ δορὸς ἀλλήλων.
ἔτευξα τύμβῳ μέλος· τὸ ἑξῆς· κλύουσα αὐτοὺς δυσμόρως θανόντας ὑπὸ δορὸς ἀλλήλων ἐπιτυμβίδιον θρῆνον ἔτευξα ὡς θυιάς.
τροχαϊκὰ βʹ.
ἔτευξα κατεσκεύασα.
ἔτευξα ἐποίησα.
τύμβῳ τῷ τάφῳ.
μέλος θρηνώδημα.
θυὰς ὡς βάκχη.
θυὰς ἐκστᾶσα ἐμαυτῆς. Ξ
αἱματοσταγεῖς τοὺς αἵματι βεβρεγμένους.
αἱματοσταγεῖς ᾑμαγμένους τῷ φόνῳ. θ
αἱματοσταγεῖς τοῦ ἀπὸ τοῦ φόνου γεγονότος. Ξ
κλύουσα ἀκούουσα.
κλύουσα μαθοῦσα.
δυσφόρους δυσμόρους ὑπὸ δορὸς ἀλλήλων.
δυσμόρως δυστυχῶς.
δυσμόρως κακοθανάτως.
θανόντας· ἦ δύσορνις· ὄντως δυσοιώνιστος καὶ οὐ κατὰ σκοπὸν γέγονεν αὐτοῖς ν συμφορὰ καὶ ἡ συνέλευσις τῆς μάχης, ἐπεὶ κακῶς συνῆλθον εἰς μάχην. ἡ δὲ τοῦ Οἰδίποδος κατάρα ἐξέπραξε καὶ εἰς τέλος ἤγαγε τὰ κακὰ οὐδʼ ἀπεῖπεν οὐδʼ ἀπηγόρευσε τὸ ποιῆσαι τὰ δεινά.
ἧ δύσορνις ἅδε· δυσοιώνιστος γέγονεν αὐτοῖς ἡ συμρορὰ τῆς μάχης· ἐπὶ κακῷ συνῆλθον εἰς μάχην.
ἦ δύσορνις· δυσοιώνιστος γέγονεν αὐτοῖς ἡ συμφορὰ τῆς μάχης, ἤγουν ἐπὶ κακῷ συνῆλθον εἰς μάχην. καὶ ἄλλως· ἡ δύσορνις συμφορὰ τῆς μάχης ἐξέπραξε τὸ ἑαυτῆς καὶ εἰς τέλος ἦλθεν.
δύσορνις κακόμαντις ὑπῆρχεν· τίς γὰρ ὁρῶν αὐτοὺς ξυμβαλόντας ἀλλήλοις εἰς μάχην οὐκ ἂν ἅπερ ἔπαθον ἐμαντεύσατο; ξυναυλίαν δὲ δορὸς λέγει τὴν ἕνωσιν καὶ τὴν συμβολὴ τοῦ πολέμου. θ
δύσορνις δυσοιώνιστος.
δύσορνις κακόμαντις.
δύσορνις δυστυχής.
δύσορνις κακομαντευτός. Ξ
ἅδε ξυναυλία δορὸς ἡ συνέλευσις τῆς μάχης.
ξυναυλία συνέλευσις.
ξυναυλία ὁμιλία.
ξυναυλία ἤτοι ἡ τούτων μονομαχία.
ξυναυλία ἕνωσις.
ξυναυλία ἡ ἕνωσις καὶ συμβολὴ τοῦ πολέμου.
ξυναυλία ἡ συνάφεια τοῦ πολέμου. Ξ
δορός τῆς μάχης.
ἀντιστροφὴ κώλων ηʹ.
ἐξέπραξεν εἰς τέλος ἤγαγεν τὰ κακά.
ἐξέπραξεν εἰς τέλος ἐξῆλθεν.
ἐξέπραξεν ἐτελέσθη.
ἐξέπραξεν ἐτελείωσεν.
ἐξέπραξεν ἐτελείωσεν ἑαυτὴν ἢ ἠφάνισεν ἐκείνους. θ
οὐδʼ ἀπεῖπεν· οὐκ ἀπηγόρευσεν τὸ ποιῆσαι τὰ δεινὰ ἡ ἀρὰ Οἰδίποδος.
οὐδʼ ἀπεῖπεν οὐκ ἀπηγόρευε.
ἀπεῖπεν ἀπηγόρευσεν.
ἀπεῖπεν ἀπηγόρευσε τοῦ ποιῆσαι τὰ δεινά.
πατρόθεν ἡ ἀπὸ τοῦ πατρός.
πατρόθεν ἡ πατρική.
εὐκταία φάτις ἡ κατάρα τοῦ Οἰδίποδος.
εὐκταία φάτις ἡ εὐχὴ τοῦ πατρός. Ξ
εὐκταία καταράσιμος.
φάτις φήμη.
φάτις λόγος.
βουλαὶ δʼ ἄπιστοι· αἱ βουλαὶ δὲ τοῦ Λαΐου διῆλθον καὶ διεπληρώθησαν· λέγει δὲ τὰς περὶ τὴν μῖξιν τῆς ἑαυτοῦ γυναικός. ἄπιστοι δέ, ὅτι οὐκ ἐπείσθη τῷ Ἀπόλλωνι εἰπόντι αὐτῷ μὴ συνελθεῖν τῇ γυναικὶ Ἰοκάστῃ.
ἰαμβικὸς τρίμετρος.
βουλαὶ ἤγουν αἱ κατάραι.
βουλαὶ καθʼ ἃς οὐκ ἐπείσθη Ἀπόλλωνι. θ
ἄπιστοι ἐπεὶ οὐκ ἐπείσθη Ἀπόλλωνι.
ἄπιστοι γοῦν ἀντὶ τοῦ δυσπειθεῖς ἀπὸ δυσπειθείας γενόμεναι τῆς τοῦ Λαΐου πρὸς τὸν Ἀπόλλωνα.
ἄπιστοι δυσπειθεῖς.
ἄπιστοι αἱ κακαί. …
ἄπιστοι κακαὶ διὰ τὸ μὴ πιστεῦσαι τῷ θεῷ καὶ ποιῆσαι τὸ νομιζόμενον συμφέρον αὐτοῦ. Ξ
διήρκεσαν ἐτελειώθησαν.
διήρκεσαν διεπληρώθησαν.
διήρκεσαν ἐπληρώθησαν
διήρκεσαν ἐτελέσθησαν.
διήρκεσαν μέχρι τοῦ νῦν ἐπάγουσαι συμφορὰς τὰς ἐξ ἐκείνου. θ
μέριμνα δʼ ἀμφὶ πτόλιν· ἡ δὲ φροντίς, ἣν ἔσχεν ὁ Λάιος περὶ τὴν μῖξιν, καὶ τὰ θεσπίσματα παρὰ τοῦ θεοῦ οὐχ ἡσύχασεν, οὐκ ἀμβλύνεται, φησίν, ἀλλʼ ἐκ τοῦ ἐναντίου ὀξέως τελεῖται.
μέριμνα δʼ ἀμφὶ πόλιν· ἡ μέριμνα δέ, ἤτοι ἡ φροντίς, ἣν ἔσχεν ὁ Λάιος περὶ τὴν μῖξιν, καὶ τὰ θεσπίσματα τοῦ Ἀπόλλωνος οὐκ ἀμβλύνεται καὶ εἰς ἀνυπαρξίαν ἔρχεται, ἀλλʼ ἔργοις τελεῖται.
μέριμνα φροντίς.
μέριμναι φροντίδες.
μέριμνα φροντὶς καὶ ταραχὴ διὰ τὸν τῶν βασιλέων θάνατον. θ
θέσφατʼ τὰ μαντεύματα.
θέσφατʼ τὰ θεσπίσματα τοῦ Ἀπόλλωνος.
θέσφατʼ αἱ τοῦ Ἀπόλλωνος μαντεῖαι διʼ ὧν εἶπεν αὐτῷ, ὡς εἰ τεκνώσει παῖδα, αὐτόν τε καὶ πᾶν ἀιστώσει γένος. θ
θέσφατʼ τὰ τοῦ θεοῦ λόγια. Ξ
οὐκ ἀμβλύνεται ἀλλὰ δηλονότι τελειοῦνται.
ἀμβλύνεται ἐλαττοῦται καὶ παρέρχεται.
ἀμβλύνεται παρέρχεται.
ἀμβλύνεται ἀπρακτοῦσι.
ἀμβλύνεται ἐξασθενεῖ. θ
ἀμβλύνεται ἀσθενῆ γίνονται. Ξ
πολύστονοι ἀποστροφὴ πρὸς τοὺς βασιλεῖς.
πολύστονοι πρὸς τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην.
πολύστονοι πολυστένακτοι.
πολύστονοι πολλῶν στεναγμάτων ἄξιοι.
τόδʼ λείπει τὸ ἔργον.
τόδʼ ὅπερ κατʼ ἀλλήλων ἐδράσατε. θ
τόδʼ τὸ φονευθῆναι ὑπʼ ἀλλήλων. Ξ
εἰργάσασθʼ ἐποιήσατε.
ἄπιστον δύσπιστον.
ἄπιστον ἤγουν μικροῦ δεῖν εἰς ἀπιστίαν πῖπτον. τις γὰρ ἂν πιστεύσειεν ὡς ἀδελφοὶ ἀλλήλους ἀπέκτειναν; θ
ἄπιστον ὃ οὐκ ἄν τις ἐπίστευσεν.
οὐδεὶς γὰρ τῶν ἀκουόντων πιστεύσειε φόνον ἀδελφῶν ὑπʼ αὐτῶν. Ξ
τροχαϊκόν.
αἰακτά· θρηνητικά.
αἰακτὰ θρήνου ἄξια.
αἰακτὰ τὰ ἄξια θρήνου.
αἰακτὰ τὰ θρήνου καὶ κλαυθμοῦ ἄξια. Ξ
πήματʼ βλάβαι, συμφοραί.
οὐ λόγῳ ἀλλʼ ἔργῳ.
οὐ λόγῳ οὐχὶ ἐν λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ.
οὐ λόγῳ ἀλλʼ ἐν πράξει.
ἐπωδὸς κώλων ϛʹ.
ἡμέτερον· τάδʼ αὐτόδηλα· τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλα ϛʹ. τὸ αʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ βʹ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, προσοδιακὸν τρίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ ἀναπαίστου. τὸ γʹ ἰαμβικὸν ἑφθημιμερὲς τοῦ βʹ ποδὸς χορείου. τὸ δʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον τοῦ δευτέρου ποδὸς χορείου. τὸ εʹ ὅμοιον καθαρόν. τὸ ϛʹ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. ἐπὶ τῷ τέλει κορωνίς, εἶτα παράγραφος· ταῦτα γὰρ τοῦ τέλους τῆς ἐπῳδοῦ τὰ σημεῖα, ὡς εἴρηται
ἰαμβικὸς τρίμετρος.
τάδʼ αὐτόδηλα· αὐτὰ δὲ ταῦτα φανερά· ὁρᾷ ὁ χορὸς τὰ σώματα βασταζόμενα.
ταῦτα λέγει ὁ χορὸς ὁρῶν τὰ σώματα βασταζόμενα.
τάδʼ αὐτόδηλα· αὐτὰ τὰ σώματα ὁ χορὸς ὁρᾷ βασταζόμενα.
τάδʼ τὰ πήματα.
αὐτόδηλα φανερά.
αὐτόδηλα φανερὰ καὶ οὐκ ἀμφίβολα. θ
προῦπτος ὁμολογούμενος.
προῦπτος ἐμπρέπων, ὁμολογούμενος.
προῦπτος ἀληθής.
προῦπτος φανερός.
προῦπτος φανερός, ἀληθής.
προῦπτος φανερὸς καὶ διαπρεπὴς καὶ διάδηλός ἐστιν. θ
ἰαμβικὰ δʹ, τὸ δὲ εʹ τροχαϊκόν.
αἱ διπλαῖ καὶ αἱ δύο μέριμναι καὶ φροντίδες, τοῦ τε Ἐτεοκλέους καὶ Πολυνείκους—εἶχον γὰρ μέριμναν καὶ φροντίδα εἰς τὸ φονεῦσαι ἀλλήλους—ἐν τῇ διδύμᾳ ἀνορέᾳ, ἤγουν τῇ τῶν δύο ἀνδρείᾳ, δίμοιρα καὶ διπλᾶ κακὰ αὐτόφονα εἰργάσαντο.
διπλαῖ ἐπειδὴ καὶ οἱ φονευθέντες δύο εἰσίν. θ
διπλαῖ διὰ τὸν Ἐτεοκλέα καὶ Πολυνείκην. Ξ
δίδυμʼ ἀνορέα γράφεται καὶ διδυμανορέα ἤτοι διπλῇ ἀνδρείᾳ.
δίδυμʼ ἀνόρεα τῇ τῶν δύο ἀνδρείᾳ.
διδυμανόρια ἤγουν δύο ἀνδρῶν ἐστιν. θ
δίδυμʼ ἀνόρια ἐκ δύο ἀνδρῶν. Ξ
δίδυμʼ διπλᾶ.
δίδυμʼ ἐν διπλῇ.
ἀνόρεα ἀνδρείᾳ.
κάκʼ αὐτοφόνα· ἀλληλοκτόνοι γὰρ ἐγένοντο.
αὐτοφόνα αὐτόχειρα.
αὐτοφόνα αὐτοσφαγῆ. θ
αὐτοφόνα αὐτόπρακτα. Ξ
δίμοιρα διπλᾶ.
δίμοιρα καὶ διπλᾶ καὶ διπλὴν μοῖραν ἔχοντα. Ξ
τέλεια πεπληρωμένα.
τέλεια ἔσχατα καὶ ὑπερβολὴν οὐκ ἔχοντα. θ
φῶ εἴπω.
φῶ λέξω ἄν.
τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνων· τί δʼ ἄλλο εἴπω ἢ ὅτι πόνοι ἀπὸ πόνων κατὰ διαδοχὴν ἐφέστιοι καὶ ἐγκάτοικοι τούτων τῶν οἴκων; ἀντὶ τοῦ κακὰ ἀπὸ τῶν κακῶν οἰκεῖ ἐν τῇδε τῇ ἑστίᾳ καὶ ἐν τοῖς οἴκοις τούτοις.
τί δʼ ἄλλο τί δὲ ἄλλο εἴπω.
ἄλλο εἴπω.
ἢ ὅτι.
πόνοι πόνων· ἢ τὰ κακὰ ἀπὸ τῶν κακῶν οἰκεῖ ἐν τῇδε τῇ ἑστίᾳ καὶ τοῖς οἴκοις τούτοις.
πόνοι οἱ πόνοι οὗτοι ὅμοιοι τοῖς τοῦ Λαΐου καὶ τοῦ Οἰδίποδος, ἐγκάτοικοι τῶν δόμων τούτων.
πόνων ἐπὶ τῶν παλαιῶν πόνων.
πόνων τῶν τοῦ Λαΐου καὶ Οἰδίποδος. θ
δωμάτων ἐφέστιοι τροχαϊκόν.
δόμων τῶν οἴκων.
δωμάτων οἰκημάτων.
ἐφέστιοι ἐγκάτοικοι.
ἐφέστιοι οἰκεῖοι, συνήθεις, ἐγκάτοικοι. θ
ἰαμβικοὶ τρίμετροι εʹ, τὸ δὲ ϛʹ ἀναπαιστικὸν ἑφθημιμερές.
σύστημα κατὰ περικοπὴν στίχων ϛʹ.
ἡμέτερον· ἀλλὰ γόων, ὦ φίλαι· σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ϛʹ, ὧν οἱ μὲν πέντε στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι—οὕτω γὰρ χρὴ γράφειν τούτους ὡς διωρθώθησαν παρʼ ἡμῶν—τὸ δὲ ἕκτον ἀναπαιστικὸν ἑφθημιμερὲς διὰ τὰ ἑξῆς. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
ἀλλὰ γόων, ὦ φίλαι· ἀλλὰ θρῆνον ἐρέσσετε καὶ κινεῖτε, ἀπὸ μεταφορᾶς τῶν πλεόντων, σὺν τῇ τῆς κρατὸς προοδευούσῃ κρούσει τῶν χειρῶν.
τὸ ἑξῆς· γόου πίτυλον.
γόον θρῆνον.
φίλαι αἱ τοῦ χοροῦ πρὸς ἀλλήλας λέγουσιν.
φίλαι ἐκτείνουσαι τὸν γόον. Ξ
κατʼ οὖρον κατʼ εὐθεῖαν.
κατʼ οὖρον κατʼ εὐθεῖαν γὰρ καὶ ἀκολούθως ἐστὶ τὸ θρηνεῖν τινας νεκρωθέντας.
κατʼ οὖρον κατʼ εὐθεῖαν κινεῖτε.
κατʼ οὖρον ἀκωλύτως.
κατʼ εὐθεῖαν, καθʼ ὁρμήν, κατʼ ἀναλογίαν, ἤγουν πρὸς τοὺς στεναγμούς, ποιῶμεν καὶ τὰς ἐν τῇ κεφαλῇ καὶ στέρνοις πληγάς. ἔχει δὲ λόγον καὶ τὸ γόον μικρογραφεῖσθαι· δέον δὲ εἰπεῖν καὶ πίτυλον, ἀσυνδέτως εἶπεν. θ
οὖρον τοῦτο δηλοῖ τὸ οὖρον, τὸν κατὰ τάξιν θρῆνον. Ξ
αἴρετε ὑψοῦτε.
ψυχρὰ μὲν ἡ τροπή, ὅτι δὲ χερσὶ τύπτουσιν ἑαυτοὺς οἱ θρηνοῦντες, ἐρέταις αὐτοὺς εἰκάζει. πρὸς ὃ ἐπάγει καὶ τὸ κατʼ οὖρον ὃ δηλοῖ τὴν τοῦ θρηνεῖν εὐχέρειαν.
ἐρεσσετʼ κινεῖτε.
ἐρέσσετʼ πλήττετε, ποιεῖτε.
ἐρέσσετʼ κινήσετε.
κρατὶ κεφαλῇ.
πόμπιμον πεμπομένη.
πόμπιμον προπεμπτικόν.
πόμπιμον προπεμπτικόν, ἐπιτήδειον, τὸν μέλλοντα εἰς γόους ἀγαγεῖν ἡμᾶς.
πόμπιμον τὸν ἐν τοῖς ἐξοδίοις πομπαῖς γινόμενον. θ
πόμπιμον προπέμπουσαι γὰρ τοὺς νεκροὺς ἔκλαιον. Ξ
πίτυλον ὃς αἰέν· ὅστις, ὁ γόος, αἰὲν καὶ διὰ παντὸς διέρχεται τὸν Ἀχέροντα, ὅστις ἐστὶ ποταμὸς τοῦ Ἅιδου, κατὰ τὴν πολύστονον ναύστολον θεωρίδα τὴν τοὺς νεκροὺς διάγουσαν πρὸς τὸν Ἅιδην, τὴν ἀστιβῆ Ἀπόλλωνι, εἰς ἣν οὐ στείβει ὁ Ἀπόλλων ἀλλʼ ὁ Χάρων, τὴν σκοτεινήν, ἣν οὐδὲ ὁ ἥλιος ἐφορᾷ, τὴν πάντας δεχομένην τοὺς ἀποθνῄσκοντας, εἰς ἀφανῆ τε χέρσον. ἀπὸ κοινοῦ τὸ ἀμείβεται.
ἐπειδὴ ὁ γόος περὶ τοὺς νεκροὺς γίνεται, οὗτοι δὲ ἐν Ἅιδου ἀπέρχονται, διʼ Ἀχέροντος τοῦτον ἀμείβεται, φασί, διὰ νηὸς εἰς χέρσον ἀνήλιον καὶ σκοτεινήν, τουτέστιν μετὰ νηὸς διὰ τούτου πρὸς τὸν Ἅιδην χωρεῖ· ἣν ναῦν θεωρίδα καλεῖ ἄστονον, ἤτοι κακοστένακτον, ἢ ἄστολον καὶ κακῶς ἐσταλμένον, μελάγκροκον καὶ μέλαν λαῖφος ἔχουσαν· ταῦτα δὲ τὰ ὀνόματα, τό τε ἄστολον καὶ τὸ μελάγκροκον, οἰκεῖα τῇ εἰς Ἅιδην φερούσῃ νηὶ ὡς τῶν ἐν βίῳ ἐναντίως ἐχουσῶν. θεωρίδα δὲ λέγει τὴν τοῦ Χάροντος ναῦν ἐκ μεταφορᾶς τῆς νηὸς τῆς κατʼ ἐνιαυτὸν ἐξ Ἀθηνῶν εἰς Δῆλον ἀγούσης τῷ Ἀπόλλωνι θυσίαν ἣν θεωρίδα ἐκάλουν. δέον δὲ διʼ Ἀχέροντος εἰπεῖν, διʼ Ἀχέροντα εἶπεν ποιητικῷ ἔθει, ὡς ἔχει καὶ τὸ ἱππικῶν τʼ ἀύπνων πηδαλίων διὰ στόμα καὶ πολλὰ ἕτερα. μὴ λάμβανε δὲ καὶ εἰς τὸ θεωρίδα τὸ διὰ ἀπὸ κοινοῦ ὥς τινες λέγουσιν, ἀλλʼ ὥσπερ φαμέν· διέρχομαι διὰ τῶν πυλῶν τὴν αὐτὴν εἰς τὸν οἶκον, οὕτω καὶ τοῦτο· ὃς αἰὲν ἀμείβεται διʼ Ἀχέροντα τὴν τοιάνδε θεωρίδα εἰς τὴν ἀνάλιον πανδόκον καὶ ἀφανῆ χέρσον τὴν ἀστιβῆ τῷ Ἀπόλλωνι. θ
ἡ σύνταξις τῶν δύο στίχων τούτων τοιαύτη· ὃς καὶ ὅστις πίτυλος καὶ κτύπος ἀμείβεται καὶ ἔρχεται αἰὲν καὶ διηνεκῶς διʼ Ἀχέροντα καὶ εἰς τὸν Ἀχέροντα, ὅστις ἐστὶ ποταμὸς Ἅιδου, —ἡ διὰ δὲ ἀντὶ τῆς εἰς προθέσεως—ἀμείβεται δὲ κατὰ τὴν ἄστονον καὶ πολύστονον θεωρίδα καὶ νῆα τὴν μελάγκροκον καὶ μέλαιναν τὴν ναύστολον, ἤγουν τὴν τοὺς νεκροὺς διάγουσαν πρὸς τὸν Ἅιδην.
πίτυλος ὁ θόρυβος ἀπὸ τοῦ πίπτω πίπτυλος καὶ πίτυλος καὶ ἔστιν ὁ ἀπὸ τῶν ἐρεσσομένων κωπίων γενόμενος θόρυβος.
πίτυλος ὁ κτύπος ὡς ἀπὸ τοῦ τύπτω τύπτιλος καὶ ἐκβολῇ τοῦ ἑνὸς τ καὶ μεταθέσει τῶν γραμμάτων πίτυλος· ἔστι δὲ ὁ ἐκ τῶν κωπίων γενόμενος.
πίτυλον κτύπον.
πίτυλον θόρυβον.
πίτυλον κτύπον, κροῦσιν, τύψιν, θόρυβον.
πίτυλον τύψιν.
πίτυλον κροῦσιν.
πίτυλον ἦχον.
ὃς ὁ γόος.
ὃς ὁ πίτυλος.
ὃς ὁ θρῆνος.
διʼ Ἀχέροντʼ εἰς τὸν Ἅιδην.
διʼ Ἀχέροντʼ τὸν ἐν Ἅιδου ποταμόν.
διʼ Ἀχέροντʼ διὰ τοῦ Ἀχέροντος διέρχεται.
Ἀχέροντʼ ποταμόν.
ἀμείβεται διέρχεται.
ἀμείβεται διαβιβάζει.
τὰν ἄστονον τὴν πολύστονον.
ναύστολον θεωρίδα· τὴν τοῦ Χάρωνος ναῦν θεωρίδα εἶπεν· κυρίως δὲ τοῦ Ἀπόλλωνος ἡ εἰς Δῆλον ἀπερχομένη. λέγει δὲ ὅτι ταύτην ὁδὸν θεωρικὴν ὥσπερ ὁδεύει ὁ στόνος τὴν ἐπὶ τὸν Ἀχέροντα, τὴν ἀνάλιον ἣν μηδὲ ἥλιος ὁρᾷ, ἢ τὴν ἀναπνοήν· ἁγνὴ γὰρ ἐκείνη ἡ εἰς Δῆλον ἀπιοῦσα. πανδόκον δὲ ἐπεὶ πάντας δέχεται τοὺς ἀποθνῄσκοντας.
ἰαμβικὸν τρίμετρον.
ἔχουσαν ἱστίον ἐκ μελαίνης κρόκης· πρέπον δὲ τοιοῦτον ἱστίον τῇ εἰς Ἅιδου κατιούσῃ νηί. θεωρίδα δὲ τὴν τοῦ Χάρωνος εἶπε· κυρίως δὲ ἡ τοῦ Ἀπόλλωνος ἡ εἰς Δῆλον ἐρχομένη.
μελάγκροκον θεωρίδα· λέγεται ἢ ὡς κροκόπεπλος ἡ μέσον λευκοῦ καὶ μέλανος ἢ ὡς ῥοδοδάκτυλος. μελάγκροκος δὲ μέλαινα κυρίως.
καὶ ἄλλως· φησὶ θεωρίδα ὅτι οἱ Ἀθηναῖοι ἔστελλον ναῦν ἐστεφανωμένην εἰς τὸν Ἀπόλλωνα διὰ μαντείας. θεωρίδα γοῦν ἐκείνην ἐκάλουν ὡς εἰς τὸν θεὸν ἀπερχομένην καὶ τοῦ θεοῦ θέσφατα πάλιν κομίζουσαν· ἐξ ἐκείνης οὖν καταχρηστικῶς τὴν νῆα θεωρίδα ἐκάλεσαν.
ἀντίπτωσις· ὤφειλε γὰρ εἰπεῖν διὰ μελαγκρόκου θεωρίδος· ἢ ἀπὸ κοινοῦ τὸ ἐρέσσετε.
μελάγκροκον τὴν μέλανα ἔχουσαν ἄρμενα· τὰ γὰρ ἐν Ἅιδῃ σκοτεινά. τὸ δὲ τοῦ Ἀπόλλωνος λευκόκροκον· κρόκον δὲ τὸ ὑφάδιον.
μελάγκροκον τὴν διάγουσαν τοὺς νεκρούς· μελάγκροκος λέγεται, ἤτοι κροκόπεπλος, ἡ μέσον λευκοῦ καὶ μέλανος.
μελάγκροκον τὴν διάγουσαν τοὺς νεκρούς.
μελάγκροκον σκοτεινήν.
μελάγκροκον μέλαιναν.
μελάγκροκον τὴν μέλανα ἔχουσαν τὰ ἄρμενα.
μελάγκροκον τὴν ἔχουσαν μέλαν λαῖφος. θ
μελάγκροκον τὴν ἔχουσαν ἱστίον μέλαν. Ξ
ναύστολον τὴν ὡς ναῦν ἐσταλμένην. θ
ναύστολον ναυστολοῦσαν, τὴν πέμπουσαν τὴν ναῦν. Ξ
θεωρὶς δὲ ἦν ἡ τοῦ Ἀπόλλωνος ναῦς μεθʼ ἧς ἀπήρχετο εἰς τὴν Δῆλον θεωρῶν καὶ ἐρευνῶν τὰ ἐκεῖσε· τοιαύτη γοῦν ἦν καὶ ἡ τοῦ Χάρωνος· διὰ τοῦτο δὲ εἶπε τὴν ἀστιβῆ Ἀπόλλωνι, ἤτοι· οὐ λέγω ἐκείνην τὴν θεωρίδα εἰς ἣν οὐκ εἰσέρχεται ὁ Ἀπόλλων, ἀλλʼ ὁ Χάρων.
θεωρίδα πλοῖον.
θεωρίδα νῆα.
θεωρίδα εἶδος νηός.
θεωρίδα τὴν ναῦν τοῦ Χάρωνος. θ
ἀστιβῆ εἰς ἣν οὐ στείβει ὁ Ἀπόλλων, ἀλλʼ ὁ Χάρων.
ἀστιβῆ ἀδιόδευτον.
ἀστιβῆ ἀπόρευτον. θ
ἀστιβῆ ἀπεριπάτητον.
Ἀπόλλωνι τῷ ἡλίῳ.
ἀνάλιον σκοτεινήν.
ἀνάλιον τὴν σκοτεινήν, ἣν οὐδʼ ὁ ἥλιος ὁρᾷ.
ἀνάλιον εἰς ἣν οὐ διέρχεται ἥλιος.
ἀνάλιον τὴν ἀφώτιστον.
ἀναπαιστικόν.
πανδόκον τὴν πάντας δεχομένην.
πανδόκον πάντας δεχομένη μετὰ θάνατον. θ
εἰς τουτέστιν εἰς τὸν Ἅιδην. Ξ
ἀφανῆ τε χέρσον ἀπὸ κοινοῦ τὸ ἀμείβεται.
ἀφανῆ τε χέρσον ὃς ἀμείβεται ἀπὸ κοινοῦ.
καὶ ὅστις ἀμείβεται δῆλον εἰς τὴν χέρσον τὴν ἀφανῆ, τουτέστιν εἰς τὸν Ἅιδην. Ξ
ἀφανῆ σκοτεινήν. θ
χέρσον τὴν τοῦ Ἅιδου.
χέρσον ἀμείβεται.
ἀναπαιστικὰ θʹ.
σύστημα ἕτερον κώλων θʹ.
ἀλλὰ γὰρ ἥκουσιν· σύστημα ἕτερον κατὰ περικοπὴν ἐν ἐκθέσει κώλων ἀναπαιστικῶν θʹ ὧν τὰ μὲν ζʹ δίμετρα ἀκατάληκτα, τὸ ηʹ μονόμετρον ὃ καὶ παρατέλευτον καλεῖται, τὸ δὲ θʹ δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, ἐπὶ τῷ τέλει κορωνίς.
ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος· ὁ χορὸς ὁρᾷ τὴν Ἀντιγόνην καὶ τὴν Ἰσμήνην ἐρχομένας καί φησιν· ἥκουσιν αὗται, ἡ δεῖνα καὶ ἡ δεῖνα, ἐπὶ πρᾶγος πικρόν, τουτέστιν ἐπὶ τὴν συμφορὰν τῶν ἀδελφῶν αὐτῶν.
ἢ καὶ οὕτως συντακτέον· ἀλλὰ γὰρ ἥκουσι καὶ ἔρχονται αἵδε καὶ αὗται, ἡ Ἀντιγόνη καὶ ἡ Ἰσμήνη, ἐπὶ τὸ πικρὸν πρᾶγος ἀδελφοῖν καὶ τῶν ἀδελφῶν, ὥστε δοῦναι ἐκείνοις θρῆνον. ἢ γράφεται ἀδελφῶν καὶ ἔστιν οὕτως ἡ σύνταξις· ἀλλὰ γὰρ ἥκουσιν αἵδε καὶ αὗται, ἡ Ἀντιγόνη καὶ ἡ Ἰσμήνη, ἐπὶ τὸ πρᾶγος τῶν ἀδελφῶν. τί δέ ἐστι τὸ πρᾶγος τῶν ἀδελφῶν; εἰς πικρὸν θρῆνον. ἤ· ἀλλὰ γὰρ ἥκουσιν αἵδε καὶ αὗται ἐπὶ τὸν θρῆνον τῶν ἀδελφῶν, ἢ ἐπὶ τὸν ἀδελφὸν καὶ τὸν ἀδελφικόν, ἵνʼ ᾖ τὸ φο διὰ τὸ ο μικροῦ γραφόμενον, πρᾶγος καὶ πρᾶγμα πικρὸν καὶ χαλεπόν.
γὰρ ἀργόν. Ξ
ἥκουσʼ ἔρχονται.
αἵδʼ καὶ αὗται, ἡ Ἀντιγόνη λέγω καὶ Ἰσμήνη. Ξ
ἐπὶ τὸ πρᾶγμα, τουτέστιν ἐπὶ τὴν συμφοράν, αἱ ἀδελφαὶ τῶν βασιλέων.
ἤγουν ἐπὶ τὸ πρᾶγμα καὶ τὴν συμφορὰν τὴν πικρὰν διὰ τὸ ἀλληλοκτονῆσαι τοὺς ἀδελφούς.
ἐπὶ πρᾶγος ἐπὶ τὴν συμφορὰν τῶν ἀδελφῶν.
πρᾶγος πρᾶγμα.
πικρὸν τουτέστιν ἄξιον πικρίας.
πικρὸν τὸ πικροποιόν. Ξ
Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη αἱ ἀδελφαὶ αὐτῶν.
θρῆνον ὥστε δοῦναι.
οὐκ ἀμφιβόλως ἀλλὰ ἀληθῶς.
οὐκ ἀμφιβόλως ἀλλὰ βεβαίως.
οὐκ ἀμφιβόλως ἀκριβῶς ἐπίσταμαι. θ
οἶμαι νομίζω αὐτὰς πέμψειν ἄλγος καὶ θρῆνον ἐπάξιον ἀπὸ καρδίας.
οἶμαι ὑπολαμβάνω.
σφʼ αὐτάς.
ἐρατῶν ἐπιθυμητῶν.
ἐρατῶν παρθενικῶν. θ
ἐρατῶν ἐπεράστων. Ξ
ἐκ βαθυκόλπων· ἰστέον ὅτι αἱ γυναῖκες τῷ τότε καιρῷ, παρθένοι μὲν οὖσαι ἐπάνω τῶν ἱματίων ἐζώννυντο, ἐπεὶ δὲ ἀνδράσιν συνεμίγησαν, ὑποκάτω.
βαθυκόλπων τῶν πλουσίων.
βαθυκόλπων τῶν βαθεῖς τοὺς κόλπους ἐξ ἱματίων ἐχόντων. θ
στηθέων συνίζησις.
ἥσειν πέμψειν.
ἥσειν ὑπομεῖναι ἢ πέμψαι.
ἐπάξιον ἁρμόδιον καὶ προσῆκον ἐξ ἀδελφῶν εἰς ἀδελφοὺς γίνεσθαι. θ
ἐπάξιον δίκαιον.
ἡμᾶς δὲ δίκη· ἡμᾶς δὲ δίκαιον πρότερον τῶν παρθένων κατάρχεσθαι τοῦ γόου, ἕνεκα τῆς φημισθείσης φήμης τοῦ θανάτου τῶν βασιλέων ἰαχεῖν τε καὶ βοᾶν τὸν δυσκέλαδον καὶ κακόηχον ὕμνον τῆς Ἐριννύος, ἐπιμέλπειν τε καὶ λέγειν τὸν μισητὸν καὶ κάκιστον παιᾶνα καὶ ὕμνον τοῦ Ἅιδου, ἤγουν τὸν ἐπὶ τῷ θανάτῳ τῶν βασιλέων γινόμενον.
ἡμᾶς δὲ δίκη πρότερον· δίκαιον ἡμᾶς προκατάρχεσθαι τῶν θρήνων ὡς προακουσάσας, ὑπακούειν δὲ ἐκείνας.
ἡμᾶς τὰς παρθένους.
δίκη δίκαιόν ἐστιν.
δίκη δίκαιον καὶ πρέπον ἐστίν.
πρότερον ἤγουν πρὸ τοῦ τῶν παρθένων κλαυθμοῦ.
πρότερον ἤγουν πρὸ τοῦ κλαῦσαι ἐκείνας. θ
φήμης τούτων τῶν παρθένων.
φήμης ἕνεκα τῆς τιμῆς. Ξ
δυσκέλαδον τὸν δυσθρήνητον.
δυσκέλαδον κακόηχον.
δυσκέλαδον κακόφημον. θ
ὕμνον δὲ Ἐρινύος τὸν θρῆνον καλεῖ.
ὕμνον θρῆνον. θ
ἐπεὶ γάρ ἐστιν αὕτη φόνων καὶ θανάτων παρεκτική, εἰκότως καὶ ὁ θρῆνος ὕμνος αὐτῆς λέγοιτʼ ἂν οὐδενὶ ἄλλῳ τοσοῦτον χαιρούσης ὅσον ὀδυρμοῖς καὶ δάκρυσιν, ὃν ὀδυρμὸν καὶ παιᾶνα καλεῖ Ἅιδου. θ
Ἐριννύος τῆς φθορᾶς ἤτοι τοῦ θανάτου.
ἰαχεῖν Ἀίδα παρατέλευτον μονόμετρον.
ἰαχεῖν βοᾶν.
ἰαχεῖν φωνεῖν.
ἰαχεῖν θρηνεῖν.
ἔστι γὰρ καὶ παιὰν ἐπʼ ἀγαθοῖς.
ἐχθρὸν εἶπε παιᾶνα διὰ τὸ εἶναι καὶ παιᾶνα ἐπʼ ἀγαθοῖς.
ἐχθρὸν μισητόν.
ἐχθρὸν κάκιστον.
ἐχθρὸν πᾶσι.
ἐχθρὸν κακὸν παρόσον ὁ παιὰν χαρᾶς αἴτιος. θ
ἐχθρὸν τὸν μεμισημένον πᾶσι. Ξ
παιᾶνʼ ὕμνον.
ἐπιμέλπειν λέγειν.
ἐπιμέλπειν ὑμνεῖν.
ἐπιμέλπειν ᾄδειν.
γράφεται καὶ ἐπιμάπτειν καὶ σημαίνει πάλιν τὸ ἐπιμέλπειν.
τὸ αʹ ἰαμβικὸν μονόμετρον, τὰ δὲ δʹ ἀναπαιστικά.
σύστημα ἐπιφθεγματικὸν κώλων εʹ.
ἡμέτερα· ἰὼ ἰώ· διαιρεῖται ὁ χορὸς καὶ θρήνους ποιεῖται ὑπὲρ τῶν τεθνηκότων, ἐπεὶ καὶ οὗτοι δύο εἰσὶ καὶ αἱ θρηνοῦσαι αὐτοὺς ἀδελφαὶ αὐτῶν. ἔστι γοῦν τὸ παρὸν ἐπιφθεγματικὸν σύστημα κώλων εʹ. τὸ αʹ ἰαμβικὴ βάσις, τὰ ἑξῆς τρία ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα. τὸ δὲ εʹ ὅμοιον δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.
ἰὼ δυσαδελφόταται· ὦ δυσαδελφόταται πασῶν παρθένων αἳ μίτρας κατὰ τὴν φθορὰν λύονται· ἀντὶ δὲ τῆς μίτρας καὶ ζώνης νῦν στρόφον εἶπεν.
δυσαδελφόταται εἰς ἀδελφοὺς δυστυχεῖς. θ
πασῶν γυναικῶν.
ὁπόσαι αἵτινες οὐκ ἔλυσαν τὴν ζώνην τῆς παρθενίας.
νῦν στρόφον τὴν μίτραν καλεῖ ἤγουν τὴν ζώνην διὰ τὸ ἑλίσσεσθαι περὶ τὴν ὀσφύν.
στρόφον στρέψιν.
στρόφον ζώνην.
στρόφον στρέψιν, ζώνην.
στρόφον ζώνην βασιλικήν.
στρόφον ζώνην ἢ τὴν ἰδιωτικῶς λεγομένην κομβοθηλείαν. θ
γράφεται δὲ καὶ στρόφον ἐσθῆτα, ἤγουν ἐζωσμένην. τὸ δὲ περιβάλλονται, εἰ μὲν ἐσθῆτα εἴποις, ἀντὶ τοῦ ἐνδύονται λάβῃς, λέγων· ὁπόσαι περιβάλλονται καὶ ἐνδύονται στρόφον καὶ ἐζωσμένην ἐσθῆτα, εἰ δὲ ἐσθῆσι γράψεις, ἀντὶ τοῦ περιάγουσι νοήσεις οὕτως· ὁπόσαι περιβάλλονται καὶ περιάγουσιν ἐν ταῖς ἐσθῆσι στρόφον καὶ ζώνην. θ
στρόφον γυναικεία στολή. Ξ
ἐσθῆσιν ἱματίοις.
περιβάλλονται ἐνδύονται.
περιβάλλονται περιάγουσιν.
κλαίω θρηνῶ.
στένομαι· ἀντὶ τοῦ στένω Ἀττικῶς· καὶ γὰρ ἰατρεύομαι καὶ ἀλεύομαί φασιν.
στένομαι στενάζω.
στένομαι Ἀττικῶς ἀντὶ τοῦ στένω.
στένομαι στένω.
δόλος μέμψις.
δόλος οὐδεὶς ὅτι οὐκ ἐκ ψυχῆς θρηνῶ.
δόλος οὐδεὶς ἀπάτη οὐδεμία.
δόλος πανουργία. θ
ἐκ φρενὸς ἐκ μέσης ψυχῆς.
ἐκ φρενὸς ἐκ ψυχῆς καὶ γνώμης αὐτῆς.
ὀρθῶς ἀληθῶς. θ Ξ
ὀρθῶς ἀληθῶς καὶ οὐκ ἐπιπλάστως.
λιγαίνειν· κλαίειν. ἀνωτέρω γὰρ ὕμνον Ἐριννύος εἶπε τὸν θρῆνον.
λιγαίνειν θρηνεῖν.
λιγαίνειν ἤγουν λίγα καὶ ὀξέα θρηνεῖν.
λιγαίνειν ὑμνεῖν.
λιγαίνειν βοᾶν.
λιγαίνειν κλαίειν.
λιγαίνειν ὀλολύζειν. θ
λιγαίνειν ἀλαλάζειν.
τροχαϊκὰ τὰ γʹ, τὸ δὲ βʹ ἰαμβικόν.
στροφὴ κώλων δʹ.
ἰὼ ἰὼ δύσφρονες· τὰ παρόντα εἴδη εἰσὶν ὡς εἴρηται ἀλλοιόστροφα. εἰσὶν γοῦν τῆς παρούσης στροφῆς τὰ κῶλα δʹ. τὸ αʹ περίοδος καταληκτικὴ ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκῆς καταληκτικῆς. τὸ βʹ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ γʹ ὅμοιον τῷ αʹ. τὸ δʹ τροχαϊκὸν ἰθυφαλλικόν· ἔχει δέ, εἰ βούλει, συνίζησιν, ἢ τὸν πρῶτον πόδα δάκτυλον. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως, ἡ μὲν ἐν ἀρχῇ τοῦ κώλου ἔξω νενευκυῖα, ἡ δὲ κατὰ τὸ τέλος ἐντός.
πρὸς τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην· οἱ μὴ φυλάξαντες ἐπὶ τοῖς φίλοις πίστιν.
ταῦτα λέγει ὁ χορὸς πρὸς τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην.
ἰὼ ἰὼ δύσφρονες τροχαϊκὸν περιοδικόν.
δύσφρονες κακόφρονες.
δύσφρονες κακὰ φρονοῦντες.
δύσφρονες κακόφρονες οἱ μὴ φυλάξαντες ἀδελφικὰς φιλίας.
δύσφρονες ἐπὶ κακῷ φρονήσαντες.
δύσφρονες κακογνώμονες. θ
ἰαμβικὸς τρίμετρος.
ἢ οὕτως· φίλων ἄπιστοι, φίλους μὴ ἔχουσαι κωλῦσαι ὑμᾶς τοῦ ὀδυρμοῦ.
φίλων ἄπιστοι μὴ τοῖς φίλοις πεισθέντες ὥστε καταλῦσαι τὸν πόλεμον. θ
φίλων ἄπιστοι καὶ μὴ πιστεύοντες τοῖς φίλοις. Ξ
κακῶν ἀτρύμονες ἐν κακοῖς ἀκμῆτες.
κακῶν ἀτρύμονες· οἱ ἀκαταπόνητοι ὑπὸ τῶν κακῶν, ἵνʼ ᾖ ἀποτεινόμενον πρὸς τὰς αὐτῶν ἀδελφάς.
ἀτρύμονες· ἀκμῆτες, τῶν καιρῶν ἀκόρεστοι· ταῦτα λέγει ὁ χορὸς πρὸς τὸν Ἐτεοκλῆν καὶ Πολυνείκην.
ἄλλως· ἀτρύμονες· ἀδάμαστοι, ἀκαταπόνητοι, ὑπὸ τῶν κακῶν μὴ νικηθέντες, ἢ οὓς πολλὰ κακὰ ἐδάμασαν.
ἀτρύμονες ἄγευστοι, ἀδάμαστοι, ἀνίκητοι, πολὺ δαμασθέντες ἐν τοῖς κακοῖς.
ἀτρύμονες ἄκαμπτοι καὶ μὴ φοβούμενοι τὰ κακὰ ὥστε τούτων ἀφίστασθαι. θ
ἀτρύμονες ἀκαταπόνητοι.
ἀτρύμονες πολυδάμαστοι.
ἀτρύμονες ἀκόρεστοι.
ἀτρύμονες πολυπαθεῖς.
ἀτρύμονες ἀδάμαστοι.
ἀτρύμονες συμβουλευόμενοι τὰ λῷστα. Ξ
μέλεοι· ἄθλιοι ἑλόντες καὶ πορθήσαντες καὶ ἐρήμους ποιήσαντες ἐν τῷ πολέμῳ τοὺς πατρικοὺς οἴκους.
λαβόντες ἄθλιοι καὶ οὐκ εὐτυχεῖς· τεθνηκότες γὰρ εἰσῆλθον ἄμφω τὰς Θήβας καὶ πατρῴων μνημάτων τυχεῖν ἔμελλον, εἰ καὶ Πολυνείκης βίᾳ Κρέοντος ἄτιμος ἔρριπτο ὡς κατὰ τῆς πατρίδος ἐστρατευκώς. μελέως δὲ εἰπεῖν ἔδει, ἀλλʼ ἐπήγαγε πρὸς τὸ ἑλόντες—τὸ δὲ σὺν ἀλκῇ ἀντὶ τοῦ σὺν πολέμῳ—, ἢ τὸ ἑλόντες ἀντὶ τοῦ πορθήσαντες καὶ καταβαλόντες· τὸ γὰρ ἀποθανεῖν σφας καταβολή τις ὥσπερ τῶν δόμων ἦν. θ
πατρῴους δόμους ἑλόντες· αἴτιοι τῆς ἁλώσεως γενόμενοι, πορθήσαντες, ἐρήμους ποιήσαντες τῷ ξίφει.
πατρῴους πατρικούς.
δόμους οἴκους.
ἑλόντες μερίσαντες.
ἑλόντες ῥίψαντες.
ἑλόντες ἐρημώσαντες.
ἑλόντες πορθήσαντες.
ἑλόντες οἱ καταβαλόντες. …
ἑλόντες λαβόντες.
ἑλόντες διελόντες. Ξ
μέλεοι ἄθλιοι.
μέλεοι ἄθλιοι καὶ οὐκ εὐτυχεῖς.
μέλεοι συνίζησις.
ἀλκᾷ πολέμῳ.
ἀλκᾷ μάχῃ.
ἀλκᾷ ξίφει.
ἀλκᾷ τῷ κατʼ ἀλλήλων πολέμῳ. θ
ἀλκᾷ οὐ σὺν φιλίᾳ. Ξ
ἀναπαιστικὰ τὰ βʹ.
σύστημα κατὰ περικοπὴν κώλων βʹ.
ἡμέτερα· μέλεοι δῆτα· τὸ παρὸν σύστημα κώλων ἐστὶν ἀναπαιστικῶν βʹ, ὧν τὸ μὲν δίμετρον ἀκατάληκτον, τὸ δὲ καταληκτικόν, ἤτοι ἑφθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.
μέλεοι ἄθλιοι.
μέλεοι ἄθλιοι ἔθανον.
μέλεοι ἀθλίως ἀποθανόντες. Ξ
δῆθʼ κατʼ ἀλήθειαν.
δῆθʼ ἀληθῶς.
μελέους δυστυχεῖς.
μελέους ἀθλίους.
δόμων τῆς πατρῴας ἀρχῆς.
λύμῃ βλάβῃ, φθορᾷ.
λύμῃ βλάβῃ.
ἀμφότεροι γὰρ θανόντες τῶν οἰκείων δόμων καὶ τῆς ἀρχῆς ἐστερήθησαν, Ἐτεοκλῆς μὲν Θηβῶν, Πολυνείκης δὲ ὧν παρὰ τοῦ Ἀδράστου ἔτυχεν εἰς προῖκα. ἢ τὸ δόμων ἀντὶ τοῦ τῆς πατρῴας ἀρχῆς ὡς ἄνωθεν ἔφημεν. θ
λύμῃ βλάβῃ, ἀπωλείᾳ.
ἀντιστροφὴ κώλων δʹ.
ἰὼ ἰώ· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχή· ἰὼ ἰὼ δύσφρονες· κώλων γάρ ἐστι καὶ αὕτη δʹ ὁμοίων ἐκείνοις. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
τροχαϊκὸν περιοδικόν.
ἰαμβικὸς τρίμετρος.
ἐρειψίτοιχοι οἱ καταβάλλοντες.
ἐρειψίτοιχοι καταβολεῖς.
ἐρειψίτοιχοι καταβληταί.
ἐρειψίτοιχοι οἱ ῥίψαντες.
ἐρειψίτοιχοι ὄλεθροι, πορθηταί θ
ἐρειψίτοιχοι ὀλέθριοι.
ἐρειψίτοιχοι καταβληταί, ἀνατραπεῖς. Ξ
πικρὰς μοναρχίας· τουτέστι δυαρχεῖν οὐκ ἠθέλετε καὶ γέγονεν ἡμῖν πικρὰ ἡ τῆς μοναρχίας ἔφεσις. πῶς δὲ πικρά; ὅτι ἀνῃρέθητε ὑπʼ ἀλλήλων.
πικρὰς μοναρχίας ἐπεθύμει γὰρ ἕκαστος ἀποκτείνας τὸν ἕτερον μόνος ἄρχειν, ὥστε ἣν ἐπεθύμουν μοναρχίαν ἰδεῖν, πικρὰ αὐτοῖς ἔδοξε, διʼ ἐκείνην στερηθεῖσι τοῦ ζῆν. θ
μοναρχίας βασιλείας.
περιοδικόν.
ἰδόντες τὴν ἴσην μοῖραν λαχόντες.
ἤδη διήλλαχθε· ἡ διαλλαγὴ ὑμῶν οὐκ ἐπὶ φιλίᾳ γέγονεν, ἀλλʼ ἐπὶ ἀναιρέσει τῇ διὰ σιδήρου.
ἤδη διήλλαχθε σὺν σιδάρῳ· τοῦτό φησιν ὅτι· ἡ διαλλαγὴ ἡμῶν οὐκ ἐπὶ φιλίᾳ γέγονεν, ἀλλʼ ἐπὶ ἀναιρέσει τῇ τοῦ σιδήρου.
διήλλαχθε· κακὴ διαλλαγὴ ἡ διὰ θανάτου· μὴ ὄντες γὰρ οὐδὲ μάχην σχῆτε τὸ ἀπὸ τοῦδε. ἢ διήλλαχθε ἀντὶ τοῦ ἀπαλλάγητε.
τῆς μάχης πέπαυσθε καὶ εἰς ἓν συνήλθετε τῇ κατʼ ἀλλήλων σφαγῇ, σιδήρῳ διαλλακτῇ χρησάμενοι. φεῦ τοιούτου διαλλακτοῦ. σαφηνίζει δὲ τὴν διαλλαγὴν φάσκων οὐκ ἐπὶ φιλίᾳ γεγενῆσθαι, ἀλλʼ ἐπὶ φόνῳ. τὸ δὲ διεκρίθητε ἀντὶ τοῦ κεχώρισθε. θ
τροχαϊκὸν ἰθυφαλλικόν.
διήλλαχθε διηλλάγητε.
διήλλαχθε διηλλάχθητε, ἐφιλιώθητε.
διήλλαχθε φιλιώθητε.
διήλλαχθε διελύθητε τοῦ κατʼ ἀλλήλων μίσους.
διήλλαχθε ἤγουν σιδήρῳ διαλλακτῇ ἐχρήσασθε.
σιδάρῳ ξίφει.
οὐκ—διεκρίθητε τοῦτο οὐχ εὑρέθη ἐν ἑτέροις παλαιοῖς βιβλίοις.
ἡμέτερον· περισσὸν ἦν ἐνταῦθα τὸ οὐκέτʼ ἐπὶ φιλίᾳ, ἀλλʼ ἐπὶ φόνῳ διεκρίθητε καὶ ἄμετρον καὶ κοινόλεκτον· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ.
φόνῳ ἀναιρέσει.
διεκρίθητε διεχωρίσθητε.
διεκρίθητε κατηλλάγητε.
διεκρίθητε κεχώρισθε. θ
κάρτα δʼ ἀληθῆ· τῷ ὄντι ἡ τοῦ Οἰδίποδος Ἐρινὺς ἐτελείωσε τὰς ἐκείνου ἀρὰς κατὰ τῶν παίδων.
κάρτα δʼ ἀληθῆ· κάρτα δὲ καὶ λίαν ἀληθῆ ἐπέκρανε καὶ ἐπλήρωσε τὰ κατεύγματα τοῦ πατρὸς Οἰδίποδος ἡ σεβασμία καὶ τιμία Ἐριννὺς ἐκείνου, τουτέστι τῷ ὄντι ἡ τοῦ Οἰδίποδος Ἐριννὺς ἐτελείωσε τὰς ἐκείνου ἀρὰς κατὰ τῶν παίδων.
ἀναπαιστικὰ βʹ.
σύστημα κατὰ περικοπὴν κώλων βʹ.
κάρτα δʼ ἀληθῆ· σύστημα ἕτερον κώλων ἀναπαιστικῶν δύο ὁμοίων τοῖς ἄνω εἰρημένοις. ἐπὶ τῷ τέλει παράγραφος.
ἀληθῆ τὰ κατεύγματα.
ἀληθῆ τὰς ἀράς.
ἀληθῆ τὰ πράγματα.
πότνιʼ σεβασμία.
πότνιʼ ἡ μεγάλη, ἢ διὰ τὸ ὡς θεὸν αὐτὴν εὐλαβεῖσθαι.
πότνιʼ κατʼ εὐφημισμὸν λέγει τὴν Ἐριννὺν πότνιαν, ὡς καὶ εὐμενίδα φαμέν, ἢ ὡς θεὸν οὖσαν. θ
πότνιʼ ἣν διʼ ἀρᾶς ἐπήγαγε τοῖς παισίν. θ
Ἐριννὺς κατάρα.
Ἐριννὺς ἤγουν ἡ ἀρὰ τοῦ πατρός.
εἰς τέλος ἤγαγε τὰς ἀρὰς κατὰ τῶν παίδων.
ἐπέκρανε ἐτελείωσεν.
ἐπέκρανεν ἐπλήρωσεν.
ἐπέκρανεν εἰς τέλος ἦλθε. Ξ
στροφὴ ἑτέρα κώλων ϛʹ.
διʼ εὐωνύμων τετυμμένοι· τῆς παρούσης στροφῆς τὰ κῶλα ϛʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· κατὰ συνέχειαν γὰρ κεῖνται. τὸ αʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου, διτροχαίου καὶ συλλαβῆς, τὸ τῆς ἀντιστροφῆς δὲ κῶλον ἐπιτρίτους ἔχει ἀντὶ τούτων. τὸ βʹ ὅμοιον δίμετρον καταληκτικὸν ἐκ διιάμβου καὶ δακτύλου. τὸ γʹ ὅμοιον ἐξ ἐπιτρίτου τρίτου καὶ κρητικοῦ. τὸ δʹ καὶ τὸ εʹ ὅμοια ἡμιόλια ἐξ ἐπιτρίτων καὶ ἰάμβων. εἰ δὲ τὰ τῆς ἀντιστροφῆς κῶλα οὐχ ὁμοίους ἔχει πόδας—τὸ μὲν γὰρ ἔχει πρῶτον ἐπίτριτον, τὸ δὲ ἀντίσπαστον καὶ τροχαῖον, εἰ βούλει, ἢ ἴαμβον διὰ τὴν ἀδιάφορον—οὐδὲν θαυμαστόν· τῷ αὐτῷ γάρ εἰσι καὶ οὗτοι οἰκεῖοι μέτρῳ. τὸ ϛʹ ἰωνικὸν ἀπʼ ἐλάττονος μονόμετρον ὑπερκατάληκτον ἐκ παίωνος τρίτου ἀντὶ ἰωνικοῦ καὶ συλλαβῆς· τὸ μέντοι κῶλον τῆς ἀντιστροφῆς πεντασυλλάβους ἔχει τοὺς πόδας. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
ἀντισπαστικὰ γʹ.
διʼ εὐωνύμων τετυμμένοι· τὸ ἑξῆς τοῦ λόγου οὕτως νοητέον· ἤδη διήλλαχθε σὺν σιδάρῳ· οὐκ ἐπὶ φιλίᾳ ἀλλʼ ἐπὶ φόνῳ διεκρίθητε τετυμμένοι καὶ τυφθέντες καὶ τρωθέντες διʼ εὐωνύμων—τοῦτο δὲ συμβαίνει ἐν τοῖς κατὰ τὸ ἐναντίον ἱσταμένοις—, οἷον διαμπὰξ ἀλλήλων τὰς πλευρὰς τρώσαντες· ἑκάτερος γὰρ τῶν μονομαχούντων τὸ ἀριστερὸν πλευρὸν τοῦ ἀντιπάλου τιτρώσκειν βούλεται. οἷον διὰ τῶν πλευρῶν αὐτῶν τεθνήκασιν οἱ ὁμόσπλαγχνοι.
εὐωνύμους τὰ ἀλλήλων χεῖρας καλεῖ ὡς κακῶν ἐργαστρίας καὶ οὐ δεξιὰς ἐκείνας καλεῖ· τῶν γὰρ δεξιῶν ἡ καλὴ ἐργασία. ἢ εὐώνυμα λέγει τὰ πληγώματα αὐτῶν· εὐωνύμως γὰρ ἐπλήγησαν. ἑκάτερος γὰρ τῇ δεξιᾷ χειρὶ τὴν ἑκατέρου εὐώνυμον πλευρὰν ἔπληξαν.
διʼ εὐωνύμων· τὸ ἑξῆς· διήλλαχθε διʼ εὐωνύμων. τοῦτο δὲ συμβαίνει ἐν τοῖς κατὰ τὸ ἐναντίον ἱσταμένοις.
συμβαίνει τοῖς ἀντικαθισταμένοις· κατὰ τῶν ἀριστερῶν γὰρ ἀλλήλους κεντοῦσι πλευρῶν.
ὦ διʼ εὐωνύμων συγγενικῶν πλευρῶν τυπέντες.
κἂν δὲ ἐν δεξιοῖς ἀληθῶς, ἀλλʼ οὖν πρὸς ἕτερον τὸν ἀπεναντίον ἱστάμενον καὶ τὸ δεξιὸν ἀριστερὸν ὥσπερ ἐκείνου ἦν τε καὶ ἐλογίζετο.
διʼ εὐωνύμων πλευρῶν.
τὸ εὐωνύμων πρὸς τὸ ὁμοσπλάγχνων πλευρωμάτων συντακτέον. ἔφη δὲ διὰ μέσου τὸ ἕτερον ἡμιχόριον τὸ τετυμμένοι ὥσπερ συμμαρτυροῦν τῷ προτέρῳ. συμβαίνει δὲ τοῖς μονομαχοῦσι κατὰ τὸ εὐώνυμον μέρος τὰς τρώσεις δέχεσθαι ἱσταμένοις ἐναντίον ἀλλήλων, ὡς ἑκάτερον τῇ δεξιᾷ χειρὶ τὴν ἀριστερὰν ἑκατέρου παίειν πλευράν. μαρτυρεῖ δὲ τοῦτο καὶ τὸ ἀντιφόνων καὶ τὸ διανταίαν.
εὐωνύμων ἀριστερῶν.
τετυμμένοι τετρωμένοι.
τετυμμένοι τυφθέντες.
τετυμμένοι ὦ μέλεοι οἱ τυφθέντες.
τετυμμένοι τρωθέντες· διεκρίθητε κατὰ κοινοῦ. θ
τετυμμένοι τετρωμένοι· διήλλαχθε ἀπὸ κοινοῦ.
τετυμμένοι δῆθʼ διὰ μέσου.
δῆτα ἀληθῶς.
δῆτα καθʼ ἀλήθειαν.
ὁμοσπλάγχνων τε πλευρωμάτων· οἷον διαμπὰξ ἀλλήλων τὰς πλευρὰς τρώσαντες· ἑκάτερος γὰρ τῶν μονομαχούντων τὸ ἀριστερὸν πλευρὸν τοῦ ἀντιπάλου τιτρώσκειν βούλεται. οἷον διὰ τῶν πλευρῶν αὐτῶν καθήκασιν οἱ ὁμόσπλαγχνοι.
ὁμοσπλάγχνων τε πλευρωμάτων τὸ ἑξῆς τοῦ λόγου οὕτως· διʼ εὐωνύμων τετυμμένοι ὁμοσπλάγχνων τε πλευρωμάτων· τοῦ γὰρ ἡμιχορίου ἀρξαμένου λέγειν διʼ εὐωνύμων τετυμμένοι καὶ μέλλοντος εἰπεῖν καὶ τὸ ὁμοσπλάγχνων πλευρωμάτων, ἐν τῷ μέσῳ ἔφησε τὸ ἕτερον ἡμιχόριον συμμαρτυροῦν καὶ συμφωνοῦν ἐκείνῳ ἀληθῶς τετυμμένοι.
ὁμοσπλάγχνων ἀδελφικῶν.
πλευρωμάτων πλευρῶν.
πλευρωμάτων τῶν συγγενικῶν. Ξ
ἀντισπαστικὰ ἡμιόλια βʹ καὶ ἓν μονόμετρον.
δαιμόνιοι ἄθλιοι.
δαιμόνιοι δυστυχεῖς.
ἀντιφόνων ἰσοφόνων.
ἀντιφόνων ἀντὶ τοῦ ἴσων.
ἀντιφόνων τῶν ἐξ ἐναντίας γινομένων. θ
θανάτων ἀραί μονόμετρον.
ἀραί τοῦ Οἰδίποδος.
ἀντιστροφὴ κώλων ϛʹ.
ἀντισπαστικὰ γʹ.
διανταίαν λέγεις πλαγάν· πληγὴν λέγεις διαμπὰξ γενομένην καὶ ἐπὶ τῶν σωμάτων καὶ ἐπὶ τῶν οἴκων· ἄμφω γὰρ ἔχει κακῶς.
διανταίαν λέγεις· πληγὴν λέγεις διαμπὰξ γενομένην καὶ διʼ ἐναντίας ἐρχομένην καὶ ἐπὶ τῶν σωμάτων καὶ τῶν οἴκων· ἄμφω γὰρ ἔχει κακῶς.
διαμπὰξ γεγενημένην καὶ ἐπὶ τῶν σωμάτων καὶ ἐπὶ τῶν οἴκων· ἄμφω γὰρ ἔχουσι κακῶς.
διανταίαν διʼ ἐναντίας ἐρχομένην.
διανταίαν ἰσχυράν.
διανταίαν διπλῆν.
διανταίαν διʼ ἐναντίαν ἐλθοῦσαν.
διανταίαν διόλου.
διανταίαν διπλῆν ἢ ἐξ ἐναντίας.
διανταίαν τὴν ἀλλήλων ἐξ ἐναντίας γινομένην. θ
διανταίαν διʼ ἐναντίας ἐπλήγησαν. Ξ
δόμοισι καὶ σώμασι· εἰπόντος τοῦ ἡμιχορίου αἲ αἲ ἀντιφόνων θανάτων ἀραί, καὶ πρὸς τοῦτο ἀντιφήσαντος τοῦ ἑτέρου ἡμιχορίου ὅτι διανταίαν λέγεις πληγήν, ὥσπερ ἐφερμηνεῦον ἄνωθεν τί εἶπε τὸ πρῶτον ἡμιχόριον, λέγει ὅτι· φημὶ αὐτοὺς στερηθέντας καὶ οἴκων καὶ σωμάτων διὰ τὸ ἀναιρεθῆναι ὑπʼ ἀλλήλων.
τὸ δεύτερον ἡμιχόριον ὥσπερ ἐφερμηνεῦον τὸ τοῦ πρώτου ἡμιχορίου λόγιον τὸ ἀντιφόνων θανάτων φησὶν ὅτι διανταίαν λέγεις πληγήν· πιστευόμενον οὖν τὸ πρῶτον ἡμιχόριον τὸν αὐτοῦ λόγον εἰσαῦθις λέγει ὅτι δώμασι καὶ σώμασι.
σφαγέντες γὰρ αὐτοί τε ἀπολώλασι καὶ τῆς ἀρχῆς διʼ ἣν ἐμάχοντο ἀπεστέρηντο· τοῦτο γάρ ἐστι τὸ δώμασι καὶ σώμασι πεπληγμένους. ἐπλήγησαν δὲ ἐν προθυμίᾳ ψυχῆς οὐχ οἵᾳ τε ῥηθῆναι, καὶ ἐν δυστυχίᾳ ἐκ κατάρας πατρὸς ἐπελθούσῃ διχόφρονι καὶ διπλῇ· κατʼ ἀμφοτέρων γὰρ ἦν. θ
δώμασι οἴκοις.
πεπλαγμένους στερηθέντας.
πεπλαγμένους τετρωμένους.
πεπλαγμένους ἢ πεπληγμένους, ἤγουν τρωθέντας.
ἐννέπω λέγω.
ὅμοια ἡμιόλια γʹ.
ἀναυδάτῳ μένει· ἀνῄρηνται ὑπʼ ἀλλήλων ἰσχύι μεγάλῃ καὶ ἀλαλήτῳ.
ἀναυδάτῳ μένει ἀκαθέκτῳ ὀργῇ.
ἀναυδάτῳ ἀλαλήτῳ.
ἀναυδάτῳ ἀρρήτῳ.
ἀναυδάτῳ ἀφώνῳ.
ἀναυδάτῳ ἡσύχῳ.
ἀναυδάτῳ ἀλόγῳ.
μένει ὀργῇ, ψυχῇ, προθυμίᾳ.
μένει προθυμίᾳ.
μένει ὀργῇ.
μένει θράσει.
ἀραίῳ ἐπικαταράτῳ.
ἀραίῳ καταρασίμῳ.
διχόφρονι οὐχ ὁμονοοῦντες.
διχόφρονι πότμῳ· οὐχ ὁμογνωμονοῦντι, ἀλλὰ διχογνωμονοῦντι.
διχόφρονι διακεχωρισμένῳ.
διχόφρονι διπλῷ.
διχόφρονι διασπαστικῷ. Ξ
πότῳ τύχῃ ἢ θανάτῳ.
πότμῳ θανάτῳ.
πότμῳ δυστυχίᾳ.
ὅμοια ἑφθημιμερῆ δʹ καὶ ἡμιόλια βʹ καὶ πενθημιμερὲς ἕν.
σύστημα κατὰ περικοπὴν κώλων ζʹ.
ἡμέτερα· διήκει δὲ καὶ πόλιν· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ζʹ. τὸ πρῶτον ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ δακτύλου. τὸ βʹ ἰαμβικὸν ἑφθημιμερὲς καθαρόν. τὸ γʹ ὅμοιον κατὰ πάντα. τὸ δʹ ὅμοιον τὸν βʹ καὶ τρίτον ἔχον πόδα χορείους. τὸ εʹ καὶ ϛʹ ἀντισπαστικὰ ἡμιόλια ἐξ ἀντισπάστων καὶ ἰάμβων. τὸ ζʹ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. ἐπὶ τῷ τέλει παράγραφος.
ὁ τούτων στεναγμὸς ἥψατο καὶ τῆς πόλεως.
καὶ πόλιν στόνος· ὁ τούτων στεναγμὸς ἥψατο καὶ τῆς πόλεως.
διήκει διέρχεται.
στόνος στεναγμός.
στένουσι στενάζουσι.
στένει στενάζει.
πέδον φίλανδρον πόλις ἡ φιλοῦσα τοὺς ἄνδρας.
πέδον φίλανδρον τὸ ἀγαπῶν τοὺς ἄνδρας τεῖχος.
πέδον ἡ πόλις ἡ ἡμετέρα.
φίλανδρον τὸ ὑπʼ ἀνδρῶν φιλούμενον. θ
μενεῖ κτέανά τʼ ἐπιγόνοις· τοῦτό φησιν ὅτι τὰ χρήματα, διʼ ὧν, ἀντὶ τοῦ ὧν χάριν, φιλονεικία ἐγένετο καὶ θανάτου τέλος τοῖς αἰνομόροις ἀδελφοῖς, μενεῖ καὶ ἀπομενεῖ καὶ ἐπικτηθήσεται τοῖς ἐπιγόνοις καὶ συγγενέσι ἐκείνων, τουτέστιν ἄλλοι κερδήσουσι τὰ χρήματα διʼ ἃ ἐκεῖνοι ἀπώλοντο. ἢ οὕτως· τὰ κτέανα ταῦτα, οἱονεὶ τὰ ὀνείδη, διήξουσι μέχρι τῶν ἐπιγόνων. κτέανα δὲ εἶπεν ὡς ἐπὶ οὐσίας, οἱονεὶ κληρονόμοι τῶν παθῶν ἐκείνων καὶ τῶν ὀνειδῶν οἱ παῖδες γενήσονται, ὀνειδιζόμενοι τὴν τῶν προγόνων ἀπώλειαν.
ἕτεροι κερδήσουσι τὴν ἀρχὴν διʼ ἣν κακῶς ἀπολώλασιν οὗτοι· ἢ τοῖς ὕστερον ἔσται λόγος, ὁρῶσι πρὸς τὴν τῶν Θηβῶν ἀρχήν, ὡς διὰ ταύτην ἀδελφοῖς συμβέβηκε θάνατος. θ
μενεῖ κτέανά τʼ ἐπιγόνοις· ἄλλοις ἔσται τὰ χρήματα διʼ ἃ ἀπώλοντο. ἢ οὕτως· τὰ κτέανα ταῦτα, οἷον τὰ ὀνείδη, διήξει μέχρι τῶν ἐπιγόνων. κτέανα δὲ εἶπεν ὡς ἐπὶ οὐσίας, οἷον κληρονομήσουσι τῶν παθῶν οἱ παῖδες.
μενεῖ ἀπομενεῖ.
μενεῖ μένουσι.
κτέανα ἢ τὰ κτήματα ἢ τὰ ὀνείδη.
κτέανα κτήματα.
ἐπιγόνοις συγγενέσιν.
ἐπιγόνοις τοῖς ἐπιγενεστέροις.
ἐπιγόνοις τοῖς μεταγενεστέροις.
ἐπιγόνοις τοῖς ὕστερον. θ
ἐπιγόνοις τοῖς ἐξ ἡμῶν γεννηθεῖσι. Ξ
διʼ ὧν τὸ ἑξῆς· διʼ ὧν διʼ ὧν.
διʼ ὧν ἀντὶ τοῦ ὧν χάριν.
διʼ ὧν κτημάτων.
διʼ ὧν κτεάνων.
αἰνομόροις κακοθανάτοις.
αἰνομόροις τοῖς δυστυχέσι καὶ κακῶς θανοῦσι. θ
νεῖκος φιλονεικία ἐγένετο.
νεῖκος μάχη. θ
ἔβα ἦλθεν.
σύστημα ἕτερον κώλων εʹ.
ἐμοιράσαντο· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων εʹ. τὸ αʹ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον καθαρόν. τὸ βʹ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ γʹ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου αʹ καὶ ἰάμβου. τὸ δʹ ὅμοιον ἐξ ἐπιτρίτου τρίτου καὶ ἰάμβου· εἰ δὲ βούλει, ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ εʹ χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου πεντασυλλάβου καὶ σπονδείου ἢ ἰάμβου, εὕρηται γὰρ καὶ μακρὸν καὶ βραχὺ τὸ τοῦ Ἄρεος αʹ, ὃ καὶ κυρίως ἐγώ φημι ὀνομάζεσθαι δίχρονον, καὶ τἄλλα τὰ παραπλήσια. εἰ δὲ βούλει, ἔστω τὸ κῶλον τροχαϊκὸν ἰθυφαλλικὸν τοῦ δευτέρου ποδὸς χορείου. ἐπὶ τῷ τέλει παράγραφος.
ὅμοια. τὸ αʹ τρίμετρον βραχυκατάληκτον, τὸ βʹ ἑφθημιμερές, καὶ τὸ γʹ ἡμιόλιον.
τὸ δὲ ἐμοιράσαντο, τουτέστιν ὀξύθυμοι ὄντες ἐμοιράσαντο καὶ διενείμαντο τὰ κτήματα ὥστε ἴσα λαχεῖν. λέγει δὲ τὰς ταφάς· μόνος γὰρ ὁ τάφος αὐτοῖς ἐξ ἴσου μεμέρισται καὶ τοῦτον μόνον ἐκέρδησαν.
οὕτω διεμοιράσαντο τὴν ἀρχὴν ὥστε αὐτῶν ἕκαστον ἴσον μέρος ταύτης λαχεῖν καὶ μὴ πλέον σχεῖν ἕτερον θατέρου. τὸ δέ ἐστι τὸ ἀμφοτέρους τεθνάναι. εἰ γάρ τις αὐτῶν ἔζη, ὁ μὲν μόνος εἶχεν, ὁ δὲ θανὼν ἀπεστέρητο. εἰ δὲ καὶ ἄμφω ἔζων, ἐπλεονέκτει ἂν ὁ μέν ποτʼ ἐκείνου, ἐκεῖνος δὲ τούτου, καθάπερ καὶ πρόσθεν ἐγένετο. θ
ὀξυκάρδιοι· ὀξύθυμοι ὄντες ἐμοιρήσαντο καὶ διενείμαντο τὰ κτήματα ὥστε ἴσον λαχεῖν· φησὶ δὲ τὰς ταφάς.
ὀξυκάρδιοι ὀξύθυμοι.
ὀξυκάρδιοι θυμώδεις.
ὀξυκάρδιοι ὀξύθυμοι καὶ πρὸς μάχην καὶ φόνον θερμότατοι. θ
ὀξυκάρδιοι τολμηροὶ καὶ ἀκάθεκτοι, ὀξέως καὶ ἀσκέπτως κινούμενοι. Ξ
κτήμαθʼ τὰς ταφὰς λέγει.
ἴσον γὰρ τόπον ἔλαχον εἰς ταφήν.
ἴσον ἐπίσης.
ἴσον ἤγουν τὴν τοῦ τάφου γῆν.
ἴσον τὴν ἰσότητα. Ξ
λαχεῖν μερίσαι.
λαχεῖν κληρώσασθαι.
διαλλακτῆρι δʼ οὐκ ἀμεμφία· μέμφονται δὲ οἱ φίλοι αὐτῶν τὸν διαλλακτῆρα σίδηρον ὡς μηδετέρῳ χαρισάμενον.
τὸ δὲ διαλλακτῆρι δʼ οὐκ ἀμεμφία φίλοις· οὐκ ἀμεμφία δὲ καὶ ἔπαινος καὶ τιμὴ τῷ καταλλάξαντι αὐτοὺς σιδήρῳ καὶ διαλύσαντι τὸ νεῖκος, ἀλλὰ μέμψις καὶ ὄνειδος. οἱονεί· μέμφονται δὲ οἱ φίλοι τὸν διαλλακτῆρα αὐτῶν σίδηρον ὡς οὐδετέρῳ χαρισάμενον, ἀλλʼ ἀνελόντα καὶ τοὺς δύο.
ἐμερίσαντο δὲ ἐν διαλλακτῆρι καὶ τῆς μάχης παυστῆρι, τῷ θανάτῳ δηλονότι, βαρεῖ μὲν τοῖς φίλοις καὶ δυσχερεῖ ἅτε φίλοις, οἱ δὲ ἐχθροὶ τὴν αὐτῶν φύσιν ἠρνήσαντο· οὐ γὰρ ἐπίχαρις αὐτοῖς ἔδοξεν, ἀλλὰ καὶ οὗτοι ἠλέησαν, τοσοῦτόν ἐστι τὸ κατʼ αὐτοὺς δρᾶμα. θ
διαλλακτῆρι τῷ σιδήρῳ.
διαλλακτῆρι τῷ φιλίας καταλλάξαντι.
διαλλακτῆρι τῷ διαλλάξαντι σιδήρῳ.
διαλλακτῆρι τῷ οὕτως αὐτοὺς διαλλάξαντι.
οὐκ ἀμεμφία ἀλλὰ μέμψις.
οὐκ ἀμεμφίᾳ ἀλλʼ ἐπιψόγῳ· ἔστι δὲ ἡ εὐθεῖα ὁ ἀμεμφίας ὡς ὁ κοχλίας. θ
οὐκ ἀμεμφία ἔστιν· ἀλλὰ μέμψις ἐκ φίλων ἔρχεται ὡς κακῶς διαλλάξαντι.
ἀμεμφία ἔπαινος.
ἀμεμφία τιμή.
οὐδʼ ἐπίχαρις ἀλλὰ λυπηρός.
ἐπίχαρις χαρᾶς αἴτιος αὐτοῖς γέγονεν.
ἐπίχαρις εὐφραντός.
ἐπίχαρις ἀποδεκτὸς τοῖς ἐχθροῖς· τῶν γὰρ ἐχθρῶν ἐστι τὸ ἐπιχαίρειν. θ
ἐπίχαρις ἡδύς. Ξ
Ἄρης ὁ σίδηρος.
Ἄρης ἡ μάχη αὐτῶν.
ὅμοια τρίμετρα βραχυκατάληκτα βʹ καὶ ἑφθημιμερῆ βʹ.
στροφὴ ἑτέρα κώλων δʹ.
ἡμέτερα· σιδηρόπληκτοι μέν· ἡ στροφὴ αὕτη κώλων ἐστὶ δʹ. τὸ ἀσυνάρτητον ἐκ δύο ἰαμβικῶν πενθημιμερῶν συγκείμενον. τὸ βʹ ὅμοιον. τὸ γʹ περιοδικὸν καταληκτικὸν ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαϊκῆς καταληκτικῆς. τὸ δʹ ὅμοιον. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.
σιδαρόπληκτοι οἱ φονευθέντες.
σιδηρόπληκτοι οἱ ὑπὸ τοῦ ξίφους πληγέντες.
ἔχουσι ἤγουν τεθνήκασι.
σιδαρόπληκτοι τάφοι.
σιδηρόπληκτοι τοὺς τάφους λέγει οὓς διὰ σιδήρου κατασκευάζουσιν, ὃ καὶ ἐπάγει.
μένουσι ἐκδέχονται. θ
ὡς ἀνοήτως αὐτὸ εἰπούσης ἐρωτᾷ τίνες αὐτοὺς μένουσι. ἐπάγει· αἱ λαχαί, ἤγουν αἱ σκαφαί, τῶν πατρῴων τάφων, ὡς τὸ φυτὸν ἀμφελάχαινε.
τάχʼ ἄν τις εἴποι· ὡς ἀνοήτως αὐτὸ εἰπούσης ἐρωτᾷ τίνες αὐτοὺς μένουσιν.
τὸ δὲ τάχʼ ἄν τις εἴποι τίνες· ὡς ἀνοήτως αὐτῆς εἰπούσης ἐρωτᾷ τίνες αὐτοὺς μένουσιν.
τάχʼ ἄν τις εἴποι· τίνες αὐτοὺς περιμένουσι σιδηρόπληκτοι; τοῦτο δὲ τοῦ ἑνὸς ἡμιχορίου εἰπόντος ἀποκρίνεται τὸ ἕτερον.
τάφων πατρῴων ἤγουν τῶν ὀφθαλμῶν.
πατρῴων πατρικῶν.
λαχαὶ αἱ σκαφαί· ὡς τὸ φυτὸν ἀμφελάχαινεν.
τάφων πατρῴων λαχαί· αἱ λαχαὶ καὶ διωρύξεις, ἀπὸ τοῦ λαχαίνω τὸ διορύσσω, τῶν τάφων τῶν πατρῴων, ἤτοι τῶν ὀμμάτων τῶν τοῦ πατρός· τάφοι γὰρ ἄντικρυς τῷ πατρὶ ἡ στέρησις τῶν ὀμμάτων.
λαχαὶ διορύξεις.
λαχαὶ αἱ διορύξεις, ἀπὸ τοῦ λαχαίνω τὸ σκάπτω.
λαχαὶ διορύξεις τῶν ὀμμάτων.
τὸ λαχαὶ ἢ ἀντὶ τοῦ διορύξεις νόει· λαχαίνω γὰρ τὸ σκάπτω ἐξ οὗ καὶ λάχανον· ἤ, ὃ καὶ κρεῖττον, ἀντὶ τοῦ κληρώσεις, ἤγουν οἱ κεκληρωμένοι αὐτοῖς πατρῷοι τάφοι. θ
λαχαὶ αἱ κληρώσεις.
δόμων μάλʼ ἀχώ· ἀπὸ τῶν δόμων ἠχὴν καὶ βοὴν προπέμπει ἐπʼ αὐτοὺς γόος καὶ θρῆνος δαϊκτὴρ καὶ διακόπτων τὰς φρένας, οὐκ ἐπὶ τοῖς καλοῖς χαίρων, διακόπτων πάντας, αὐτοπήμων, ἤτοι ἀφʼ ἑαυτοῦ ἔχων τὰ κακὰ καὶ πολέμια, ἐκ βάθους θρηνῶν, ἥτις ἠχὼ μινύθει καὶ σμικρύνεται καὶ ἐλαττοῦται ἐμοῦ θρηνούσης καὶ σφοδρότερον ἦχον καὶ μείζονα ποιουμένης.
ὅμοια δίμετρα ἀκατάληκτα ἕξ, τὸ δὲ ζʹ ἑφθημιμερές.
σύστημα κατὰ περικοπὴν κώλων ζʹ.
δόμων μάλʼ ἀχήν· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ζʹ. τὸ αʹ περιοδικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς συζυγίας. τὸ βʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου διὰ τὴν ἀδιάφορον. τὸ γʹ ὅμοιον τῷ αʹ. τὸ δʹ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον ἐκ δύο ἰωνικῶν. τὸ εʹ χοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ δύο χοριάμβων. τὸ ϛʹ ὅμοιον κατὰ πάντα. τὸ ζʹ ὅμοιον δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος.
ἀχὴν βοήν.
ἀχὼ ἦχον.
αὐτοὺς τοὺς ἀδελφούς. θ
προπέμπει λείπει τὸ προπομπά.
προπέμπει προέρχεται.
προπέμπει προφέρει.
δαϊκτὴρ διακόπτων τὰς φρένας.
δαϊκτὴρ πολέμιος.
δαϊκτὴρ μεριστής.
δαϊκτὴρ διαμερίζων τὸν θρηνοῦντα.
γόος θρῆνος.
αὐτόστονος· ἐν ἑαυτῷ τὸν στόνον ἔχοντα. ὁ δὲ γόος, φησίν, αὐτοπήμων ἐστίν, ἀφʼ ἑαυτοῦ τὰ κακὰ ἔχων καὶ τὰ πολέμια. δαΐφρων δέ, δαΐζων τὰς φρένας.
αὐτόστονος αὐτοστένακτος.
αὐτοπήμων ἀφʼ ἑαυτοῦ ἔχων τὰ κακά.
αὐτοπήμων αὐτόκλαυστος.
αὐτοπήμων ἤγουν αὐτοὶ ἀφʼ ἑαυτῶν ἐβλάβησαν.
αὐτοπήμων αὐτοβλαβής.
αὐτοπήμων αὐτῷ πῆμα καὶ βλάβη γενόμενος τῷ ἔχοντι.
λυπηρὸς καὶ διακόπτων τὰς φρένας θρῆνος. πάντα δὲ τὰ τοιαῦται ὀνόματα οἰκεῖα τῷ θρήνῳ· αὐτὸς γάρ ἐστι στεναγμὸς καὶ πῆμα τοῖς ἔχουσι. τὸ δὲ ἐτύμως πρὸς τὸ δαΐφρων καὶ οὐ πρὸς τὸ φιλαγαθὴς συντακτέον· ἀληθῶς γάρ ἐστιν ὁ γόος δαΐφρων. δακρυχέων δὲ ἐκ φρενὸς ἀντὶ τοῦ δάκρυ πέμπων ἐκ τῆς τοῦ ἔχοντος αὐτὸν διανοίας· οὐ γὰρ οἷόν τε γόον εἶναι χωρὶς δακρύων. θ
δαΐφρων τὰς φρένας δαΐζων ὁ γόος.
δαΐφρων διακόπτων τὰς φρένας.
δαΐφρων· ἀφανιστὴς τῶν φρενῶν.
δαΐφρων τὰς φρένας κόπτων.
δαΐφρων πολεμικός.
δαΐφρων πολέμιος ταῖς φρεσίν. θ
ἡμέτερον· οἱ γράφοντες οὐ φιλογαθὴς ἐτύμως οὐ καλῶς γράφουσιν· οὐ γὰρ ἦν ἔν τινι τῶν παλαιῶν. διὸ ἐξεβλήθη παρʼ ἐμοῦ.
οὐκ εἴωθε γεγηθέναι, ἢ οὐκ ἐπὶ τοῖς καλοῖς χαίρων.
οὐ φιλογαθὴς οὐκ ἐπὶ τοῖς καλοῖς χαίρων.
οὐ φιλαγαθὴς οὐ φιλῶν τὸ ἀγαθόν.
οὐ φιλαγαθὴς φιλόγελως· γήθω γὰρ τὸ χαίρω. θ
οὐ φιλαγαθὴς ἀλλὰ μισητός.
ἐτύμως ἀληθῶς.
δακρυχέων ἐκ φρενὸς ἐκ βάθους θρηνῶν.
δακρυχέων κινητικὸς δακρύων. θ
ἐκ φρενὸς ἀπὸ καρδίας.
ἐκ φρενὸς ἐκ ψυχῆς.
ἐκ φρενὸς ἤγουν μετὰ λογισμοῦ καὶ οὐκ ἀλόγως.
ἅτις ἠχὼ μινύθει καὶ ἐλαττοῦται ἐμοῦ θρηνούσης καὶ σφοδρότερον ἦχον καὶ μείζονα ποιουμένης.
ἃ ἡ ἠχώ.
ἃ ἡ φρήν.
ἃ ἡ φρήν μου. θ
κλαιομένας κλαιούσης τοὺς δύο βασιλεῖς.
κλαιομένης κλαιούσης.
κλαιομένας θρηνούσης.
μινύθει ἐλαττοῦται.
μινύθει σμικρύνεται.
μινύθει σμικρύνεται, πάσχει. θ
πάρεστιν εἰπεῖν· πάρεστιν ἐπʼ ἀμφοτέρων τοῦτο εἰπεῖν· ὁ μὲν βασιλικῶς ἐκβαλὼν τὸν ἀδελφόν, ὁ δὲ βασιλικῶς ἐπιστρατεύσας.
πάρεστι δʼ εἰπεῖν· πάρεστιν εἰπεῖν ἐπʼ ἀμφοτέρων, τοῦ Ἐτεοκλέους καὶ Πολυνείκους, ὅτι πολλὰ κακὰ ἔπραξαν τοῖς πολίταις, τοῖς μὲν Θηβαίοις ὁ Ἐτεοκλῆς, τοῖς δὲ Ἀργείοις ὁ Πολυνείκης, μὴ ἐναντίοι γενόμενοι εἴς τε Θηβαίους καὶ Ἀργείους.
ὅμοια ἑφθημιμερῆ εʹ.
ἀντιστροφὴ κώλων δʹ.
ἡμέτερα· πάρεστι δʼ εἰπεῖν· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς ἧς ἡ ἀρχή· σιδηρόπληκτοι μὲν ὧδʼ ἔχουσι. καὶ αὕτη γὰρ κώλων ἐστὶν ὁμοίων ἐκείνοις δʹ. ἐπὶ τῷ τέλει παράγραφος.
εἰπεῖν τὸ ἄναξ.
ἀθλίοισιν νεκροῖς.
ἀντίοι γενόμενοι εἴς τε Θηβαίους καὶ Ἀργείους.
ἔβλαψαν τοὺς ἑαυτῶν πολίτας καὶ τοὺς ξένους καὶ κοινὸν κακὸν ἐγένοντο, ὁ μὲν βασιλικῶς ἐκβαλὼν τὸν ἀδελφόν, ὁ δὲ βασιλικῶς ἐπιστρατεύσας.
ἐπειδή φαμεν «ποιῶ σοι τόδε» καὶ «ποιῶ σὲ ἠτιμωμένον», ἀμφότερα Αἰσχύλος ἐνταῦθα πεποίηκε, λέγων ὡς ἐποίησαν τοῖς πολίταις πολλὰ δεινὰ ἐν τῇ μάχῃ, καὶ τὰς στίχας καὶ τὰς τάξεις τῶν ξένων ἐποίησαν πολυφθόρους, Ἐτεοκλῆς μὲν τοὺς πολίτας, Πολυνείκης δὲ τοὺς σὺν αὐτῷ, ὁ μὲν ἀγαγὼν ἐνταῦθα καὶ ἀπολωλεκώς, Θηβαῖοι δὲ πολιορκίας δεινὰς ὑπομείναντες. θ
ἐρξάτην ἔπραξαν.
ἐρξάτην ἐποίησαν.
πολλὰ δεινά.
πολλὰ δάκρυα.
πολίταις τοῖς Θηβαίοις.
στίχας τάξεις.
πολυφθόρους μετὰ φθορᾶς ἐλθούσας.
πολυφθόρους πολλὰς φθορὰς δεξαμένας.
δαΐ μάχῃ.
δαΐ πολέμῳ.
δαΐ μάχαις.
τὰ μὲν βʹ ὅμοια δίμετρα ἀκατάληκτα, τὸ γʹ χοριαμβικὸν ἑφθημιμερές, τὰ ἑξῆς βʹ τρίμετρα ἀκατάληκτα ὅμοια, τὸ δὲ ϛʹ τρίμετρον καταληκτικόν.
δυσδαίμων σφιν· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ϛʹ. τὸ αʹ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου δʹ καὶ διτροχαίου. τὸ βʹ ὅμοιον ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου. τὸ γʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. τὸ δʹ ὅμοιον τρίμετρον ἀκατάληκτον ἐκ χοριάμβων τριῶν. τὸ εʹ ὅμοιον κατὰ πάντα. τὸ ϛʹ ὅμοιον τρίμετρον καταληκτικὸν ἐξ ὁμοίων ποδῶν καὶ ἀμφιβράχεος. ἐπὶ τῷ τέλει παράγραφος.
δυσδαίμων σφιν ἡ τεκοῦσα· ἡ μήτηρ αὐτῶν δυστυχεστάτη ἀπὸ πασῶν γυναικῶν ὅσαι παῖδας ἐποίησαν, θεμένη καὶ ποιήσασα ἄνδρα αὐτῆς τὸν ἴδιον παῖδα, τουτέστι δυσδαίμων ὅτι ὃν ἔτεκεν ἄνδρα ἔσχεν· λέγει δὲ τὸν Οἰδίποδα ἀφʼ οὗ ἐγεννήθησαν Ἐτεοκλῆς καὶ Πολυνείκης.
δυσδαίμων ὅτι ὃν ἔτεκεν ἄνδρα ἔσχεν.
διότι ἄνδρα ἔσχεν ὃν ἔτεκεν ὡς ἐρεῖ, καὶ ἔσχεν ἐξ ἐκείνου τοιούτους παῖδας.
δυσδαίμων δυστυχεστάτη.
δυσδαίμων κακοδαίμων.
σφιν αὐτοῖς.
σφιν αὐτῶν.
τεκοῦσα ἡ μήτηρ.
τεκοῦσα αὐτούς.
πρὸ πασῶν ἐπέκεινα.
πρὸ πασῶν παρὰ πάσας τὰς γυναῖκας.
πρὸ πασῶν καθόλου πασῶν.
τεκνογόνοι μητέρες.
τεκνογόνοι γεννήσασαι τέκνα.
κέκληνται καλοῦνται.
κέκληνται ὀνομάζονται.
πόσιν ἄνδρα.
θεμένα ποιήσασα.
θεμένα τὸν ἴδιον υἱὸν ἄνδρα ἑαυτῇ ποιήσασα.
θεμένα ποιησαμένη.
τούσδʼ ἔτεχʼ τούτους ἐγέννησε.
ὧδʼ ὡς ὁρῶμεν. θ
ὧδʼ οὕτως ὡς ὁρῶμεν.
ἐτελεύτησαν ἀπέθανον.
ὁμοσπόροισιν ἀδελφικαῖς.
ὁμοσπόροισιν συγγενικῶν
ἀντισπαστικὰ θʹ ἡμιόλια.
σύστημα ἕτερον κώλων ζʹ.
ὁμόσποροι δῆτα· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ζʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ διιάμβου, διτροχαίου καὶ κρητικοῦ. τὸ βʹ ἰωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δʹ ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ κρητικοῦ. τὸ γʹ ὅμοιον ἐκ παίωνος δʹ καὶ ἀναπαίστου. τὸ δʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. τὸ εʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου πρώτου, διιάμβου καὶ συλλαβῆς. τὸ ϛʹ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, διιάμβου καὶ συλλαβῆς. τὸ ζʹ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει παράγραφος.
ὁμόσποροι δῆτα καὶ πανώλεθροι· ἀληθῶς ἀδελφοὶ καὶ πανώλεθροι γεγόνασιν, ἀλλήλους διατεμόντες ἐν μαινομένῃ ἔριδι πρὸς τὸ τέλειον τῆς φιλονεικίας· ἀποθανόντων γὰρ αὐτῶν πέπαυται τὸ ἔχθος. ἐν δὲ τῇ γῇ τῇ ῥανθείσῃ τῷ αἵματι μέμικται ἡ ζωὴ αὐτῶν.
ὁμόσποροι δῆτα καὶ πανώλεθροι· ἀδελφοὶ καὶ πανώλεθροι γεγόνασι, ἀλλήλους διατεμόντες ἐν μαινομένῃ ἔριδι πρὸς τῷ τέλει τῆς φιλονεικίας· ἀποθανόντων γὰρ πέπαυται τὸ ἔχθος.
ὁμόσποροι δῆτα ἀληθῶς καὶ πανωλέθριοι γεγόνασιν, ἀλλήλους διατεμόντες.
ἀπὸ κοινοῦ τὸ ἐτελεύτησαν ἢ προσυπακουστέον τὸ ἦσαν.
ὁμόσποροι ἀδελφοί.
δῆτα ἀληθῶς.
διατομαῖς κόψεσι.
διατομαῖς σφαγαῖς.
διατομαῖς τρώσεσι, σφαγαῖς. θ
οὐ φίλαις ἀντὶ τοῦ ἀνάγνοις.
οὐ φίλαις ἀλλʼ ἐχθραῖς.
ἔριδι φιλονεικίᾳ.
ἔριδι φιλονεικίᾳ, μάχῃ.
μαινομένᾳ μανικῇ.
πρὸς τὸ τέλος δὲ τῆς φιλονεικίας ἀποθεμένους καὶ τὸ μῖσος· πέπαυται γὰρ καὶ τοῦτο θανόντων αὐτῶν.
ἢ καὶ οὕτως· ἐν τῇ τελευτῇ δὲ καὶ ἐν τῷ θανάτῳ πέπαυται τὸ ἔχθος καὶ τὸ μῖσος τοῦ νείκεος καὶ τῆς φιλονεικίας.
νείκεος ἐν τελευτᾷ θανόντες γὰρ πέπαυνται τοῦ φιλονεικεῖν. θ
νείκεος φιλονεικίας.
τελευτᾷ τέλει.
τελευτᾷ πρὸς τὸ τέλος.
πέπαυται ἐπαύθη.
ἔχθος τὸ μῖσος.
ἔχθος τὸ πρὸς ἀλλήλους. θ
ἐν δὲ γαίᾳ ζόα· ἡ ζωὴ αὐτῶν κέχυται ἐν τῇ φονορρύτῳ γῇ.
γαίᾳ τῇ γῇ.
ζωὰ φονορρύτῳ· ἡ ζωὴ αὐτῶν τῇ χεομένῃ τῷ αἵματι· φόνος γὰρ τὸ αἷμα.
ζωὰ αὐτῶν.
ζωὰ τὸ αἷμα.
φονορρύτῳ αἵματι ῥανθείσῃ.
φονορρύτῳ τῇ ῥανθείσῃ τῷ αἵματι.
φονορρύτῳ ἐν ᾗ τὸ αὐτῶν αἷμα ἔρρευσεν. θ
φονορρύτῳ διὰ τὸ μέτρον.
κάρτα δʼ εἴσʼ ὅμαιμοι· ὄντως ἀδελφοί εἰσι, ταῖς προαιρέσεσι τοιοῦτοι ὄντες.
κάρτα δʼ εἴσʼ ὅμαιμοι ἀδελφοί· ὄντως ἀδελφοί εἰσι, ταῖς προαιρέσεσι τοιοῦτοι ὄντες τῇ συμφορᾷ.
κάρτα δʼ εἴσʼ ὅμαιμοι ἤγουν κατὰ πάντα εἰσὶν ἀδελφοί, κατά τε τὸ γένος καὶ τύχην. θ
ὅμαιμοι τῇ συμφορᾷ.
ὅμαιμοι ἀδελφοί.
ὅμαιμοι ἀδελφοί, διότι εἰς τὸν κατʼ ἀλλήλων ὡμονόησαν φόνον.
πικρὸς λυτὴρ νεικέων ὁ πόντιος· χαλεπὸς καὶ πικρίας καὶ ὀδύνης αἴτιος λυτὴρ τῶν νεικέων καὶ τῶν φιλονεικιῶν τοῦ Ἐτεοκλέους καὶ Πολυνείκους ὁ ξένος σίδηρος ὁ πόντιος, ὁ ἐκ πυρὸς συθεὶς καὶ ὁρμηθεὶς θηκτὸς καὶ ἠκονημένος πικρὸς μεριστὴς τῶν χρημάτων. τὸ δὲ ἀρὰν πατρὸς τιθεὶς ἀληθῆ· τοῦτό φησιν ὅτι ἐπηράσατο ὁ Οἰδίπους διὰ ξιφῶν τὴν οὐσίαν αὐτῶν μερίσασθαι αὐτούς· ταύτην δὲ τὴν τοῦ Οἰδίποδος κατάραν ἐξεπλήρωσεν ὁ σίδηρος.
ὅμοια ϛʹ. τὸ αʹ τρίμετρον καταληκτικόν, τὰ δὲ εʹ ἑφθημιμερῆ.
σύστημα ἕτερον κώλωνϛʹ.
ἡμέτερα· πικρὸς λυτήρ· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ϛʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ διιάμβου, διτροχαίου καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον, ἢ δακτυλικὸν ὃ καλεῖται Φαλαίκειον. τὸ βʹ τροχαϊκὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Εὐριπίδειον. τὸ γʹ ἰαμβικὸν ἑφθημιμερές. τὸ δʹ περιοδικὸν δίμετρον καταληκτικὸν ἐξ ἰαμβικῆς συζυγίας καὶ τροχαϊκῆς καταληκτικῆς. τὸ εʹ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν Φερεκράτειον ἐξ ἀντισπάστου καὶ κρητικοῦ. τὸ ϛʹ ὅμοιον τῷ γʹ ἰαμβικόν. ἐπὶ τῷ τέλει παράγραφος.
πικρὸς λυτὴρ νεικέων· πόντιος, ὅτι οἱ Χάλυβες παράλιοί εἰσιν. ἔθνος γὰρ ἐν τῷ Πόντῳ οἱ Χάλυβες ὅθεν ὁ σίδηρος. πυρὸς δὲ συθείς, ὅτι διὰ πυρὸς ἡ κατασκευή.
πικρὸς χαλεπός.
λυτὴρ καταλυτής.
λυτὴρ διαχωριστής.
λυτὴρ διαλυτής.
νεικέων φιλονεικιῶν.
πόντιον δὲ τὸν σίδηρον λέγει, ὅτι οἱ Χάλυβες παράλιοί εἰσιν, ἐν οἷς ὁ σίδηρος γίνεται. ἢ ὅτι ἔθνος ἐν τῷ Πόντῳ οἱ Χάλυβες, ὅθεν ὁ σίδηρος. πυρὸς δὲ συθεὶς εἶπεν, ὅτι διὰ πυρὸς ἡ κατασκευὴ τοῦ σιδήρου.
ὁ πόντιος παραθαλάσσιοι γὰρ οἱ Χάλυβες.
ὁ πόντιος ὁ ἐκ τοῦ Πόντου.
πόντιος εἰ γὰρ οἱ Χάλυβες παράλιοι—ἐκ τούτων δὲ ὁ σίδηρος εὕρηται—καιρὸν ἂν ἔχοι καὶ τοῦτον πόντιον ξεῖνον καλεῖσθαι. θ
ξεῖνος φίλος.
συθεὶς ὁρμηθείς.
συθεὶς τεχνουργηθείς.
συθεὶς ὁρμηθείς, ἤγουν κατασκευασθείς. θ
θηκτὸς ἠκονημένος.
σίδαρος ἤγουν τὸ ξίφος.
κακὸς δατητάς· πικρὸς μεριστὴς ὁ σίδηρος τῶν χρημάτων, ἐπειδὴ ἐπηράσατο διὰ ξιφῶν αὐτοὺς τὴν οὐσίαν νείμασθαι.
δατητὰς μεριστής.
Ἄρης σίδηρος.
ἀρὰν τὴν κατάραν.
πατρὸς τοῦ Οἰδίποδος.
τιθεὶς ποιῶν.
τιθεὶς ποιήσας.
ὅμοια δʹ. τὸ αʹ τρίμετρον καταληκτικόν, τὰ δὲ γʹ ἑφθημιμερῆ.
σύστημα ἕτερον κώλων δʹ.
ἔχουσι μοῖραν· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων δʹ. τὸ αʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ὅμοιον τῷ πρώτῳ τοῦ ἄνω συστήματος ἐκ διιάμβου, ἐπιτρίτου βʹ καὶ ἀναπαίστου. τὸ βʹ ἀντισπαστικὸν ἑφθημιμερὲς ἐκ διιάμβου καὶ ἀναπαίστου. τὸ γʹ ὅμοιον. τὸ δʹ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος.
ἔχουσι μοῖραν εὗρον, φησί, μοῖραν ἴσην ἤτοι τοὺς τάφους· οὗτοι γὰρ αὐτοῖς ἐξ ἴσου εἰς μοῖραν ἐδόθησαν.
ἔχουσι—λαχόντες καὶ θεοὶ γὰρ κρύψαντες ἔχουσιν ἀντὶ τοῦ κεκρύφασιν.
ἔχουσι ἀντὶ τοῦ ἔλαχον.
μοῖραν δυστυχίαν.
μοῖραν τύχην.
λαχόντες κληρωθέντες.
μέλεοι ἄθλιοι.
διοσδότων ἐκ Διὸς δοθέντων. θ
ἀχέων θλίψεων.
γᾶς πλοῦτος ἄβυσσος ἔσται· πολλὴ τῆς γῆς ἀφθονία ὑποκείσεται αὐτοῖς. ἢ οὕτως· ὑπὸ γῆς δὲ ὁ πολὺς πλοῦτος αὐτοῖς κέκρυπται, ἀντὶ τοῦ ἐν ἀφανείᾳ.
ὑπὸ δὲ σώματι γᾶς· πολλὴ τῆς γῆς ἡ ἀφθονία ὑποκείσεται αὐτοῖς. ἢ οὕτως· ὑπὸ γῆν δὲ ὁ πολὺς πλοῦτος αὐτῶν κέκρυπται, ἀντὶ τοῦ ἐν ἀφανείᾳ.
τοῦτο διπλῶς νοητέον· ἢ ὅτι ἔσται αὐτοῖς ὑπὸ τῷ σώματι τῆς γῆς, ἤγουν ὑπὸ τῷ Ἅιδῃ, πλοῦτος πολύς· ἢ ὁ πολὺς πλοῦτος καὶ ἡ εὐδαιμονία, διʼ ἣν οὕτως ἀθλίως ἀπώλοντο, ὑπὸ τῷ Ἅιδῃ ἔσται αὐτοῖς. ἔστι δὲ ἀμφότερα κατʼ εἰρωνείαν. θ
ὑπὸ κευθμῶνι.
ὑπαὶ ἤγουν κάτω, ὑπὸ γῆν.
πλοῦτος αὐτῶν.
ἄβυσσος πολύς.
ἔσται αὐτοῖς. θ
ὅμοια δέκα. τὰ μὲν δίμετρα ἀκατάληκτα, τὰ δὲ ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ, τὰ δὲ ἡμιόλια.
σύστημα ἕτερον κώλων ζʹ.
ἰὼ πολλοῖς· σύστημα ἕτερον κατὰ περικοπὴν κώλων ζʹ. τὸ αʹ ἀντισπαστικὸν δίμετρον ἀκατάλκτον ἐξ ἐπιτρίτων πρώτων δύο. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γʹ ὅμοιον τῷ αʹ ἐξ ἀντισπάστου καὶ διτροχαίου ὃ καλεῖται Γλυκώνειον. τὸ δʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἐκ διιάμβου, διτροχαίου ἢ ἐπιτρίτου βʹ καὶ κρητικοῦ. τὸ εʹ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ϛʹ ὅμοιον τῷ δʹ ἐξ ἐπιτρίτου τρίτου, διιάμβου καὶ κρητικοῦ. τὸ ζʹ ὅμοιον ἐκ διτροχαίου, ἐπιτρίτου τρίτου καὶ βακχείου. ἐπὶ τῷ τέλει παράγραφος.
ἤγουν ὦ Ἐτέοκλες καὶ Πολύνεικες.
εὐφήμως εἶπε τὸ ἐπανθήσαντες· ἔδει γὰρ εἰπεῖν αἰσχύναντες.
ἐπανθήσαντες λαμπρυνθέντες, στέψαντες τὴν γενεάν.
ἐπανθήσαντες κοσμήσαντες.
ἐπανθήσαντες ἀνατραφέντες.
ἐπανθήσαντες λαμπρυνθέντες.
ἐπανθήσαντες ἤγουν ἀνατραφέντες ἐν τοῖς οἴκοις.
ἐπανθήσαντες ἤγουν ἐπὶ τῷ πολλοὺς πόνους ὑπομεῖναι.
πόνοις δυστυχίαις. θ
τελευτᾷ δʼ αἵδʼ ἐπηλάλαξαν· ἐπὶ δὲ τῇ τελευτῇ τούτων ἠλάλαξαν καὶ ἤχησαν κατὰ τὸν ὀξύφωνον καὶ μεγαλόηχον νόμον αἱ ἀραὶ τοῦ Οἰδίποδος, ἀντὶ τοῦ θόρυβον καὶ θρῆνον μέγαν ἐποίησαν αἱ ἀραὶ αἱ ἐπὶ τῷ θανάτῳ τούτων, τοῦ γένους παντὸς τοῦ Οἰδίποδος οὐκέτι φέροντος τὰς συμφοράς, ἀλλʼ ἡττηθέντος αὐτῶν καὶ οἱονεὶ δεδωκότος νῶτα τοῖς κακοῖς. τῆς δὲ βλάβης τρόπαιον ἕστηκεν ἐν αἷς πύλαις ἐθείνοντο καὶ ἐτύπτοντο τοῖς ξίφεσιν οἱ ἀδελφοί—λέγει δὲ τὰς ἑβδόμας πύλας τῆς πόλεως—, καὶ τοὺς δύο ἀπωλέσασα ἡ τύχη ἐπαύθη.
τελευτᾷ δʼ αἵδʼ ἐπηλάλαξαν· ἐπὶ δὲ τῇ τελευτῇ αὐτῶν αἱ ἀραὶ ἐπηλάλαξαν.
οἷον νενικημένον τῇ ἀρᾷ οὐ φέρει τὰς ἄτας τὸ γένος, ἀλλὰ δέδωκε νῶτα τραπὲν εἰς φυγήν. αὗται οὖν ἐπηλάλαξαν καὶ νικήσασαι τρόπαιον ἔστησαν πρὸς ταῖς πύλαις ἐν αἷς οἱ παῖδες ἐμάχοντο.
τελευτᾷ ἐπὶ τῇ τούτων τελευτῇ.
τελευτᾷ ἐν τῷ τέλει.
τελευτᾷ τούτων.
τελευτᾷ ἐν τέλει, ἐν ὑστέρῳ. θ
ὥσπερ ἐν τῷ πολέμῳ, ἐάν τινες ἀλαλαγὴν καὶ φόβον ἐμποιοῦσαν βοὴν πρὸς τοὺς αὐτῶν ἀντιπάλους ποιήσωνται, τούτοις τροπὴν ἐνεργάζονται καὶ δεῖγμα τῆς νίκης ἱστῶσι τρόπαιον, οὕτω καὶ νῦν Αἰσχύλος ποιεῖ. λέγων γὰρ πολλοῖς δεινοῖς τὸν Οἰδίποδος δόμον περιπεσεῖν, εἶθʼ ὥσπερ τινὰ δεινὸν ὁπλίτην εἰσάγει τὴν τούτου ἀράν, ἣν τοῖς παισὶ κατηράσατο, τοσοῦτον ὑπερβαλλομένην τὰ πρόσθεν δυστυχήματα ὡς παντελῆ ἐνεργάσασθαι ὄλεθρον τοῦ γένους αὐτοῦ. τὸ δὲ ἦν Ἐτεοκλῆς καὶ Πολυνείκης, οἱ διʼ αὐτὴν ἀθλίως ἀπολωλότες· τὸ δὲ ἕστακεν ἄτας τρόπαιον ἐν πύλαις διὰ τὴν δυστυχίαν λέγει καὶ τὸν θάνατον τὸν ἐν ταῖς πύλαις συμβάντα αὐτοῖς. θ
αἵδʼ αἱ ἀραί.
ἐπηλάλαξαν ἤχησαν.
ἐπηλάλαξαν ἐφώνησαν.
ἐπηλάλαξαν ἐπληρώθησαν.
θρηνητικός.
τὸν ὀξὺν νόμον τὸν ὄρθιον καὶ εἰς μάχην παρακλητικόν, ᾧ κατὰ τῶν ἀντιπάλων χρῶνται οἱ ἐν πολέμῳ. θ
ὀξὺν μεγαλόηχον.
ὀξὺν ὀξύφωνον.
ὀξὺν πολεμικόν.
ὀξὺν τὸν ὄρθιον.
τετραμμένου ἡττηθέντος, τραπέντος.
τετραμμένου τραπέντος.
τετραμμένου κινηθέντος.
τετραμμένου φυγόντος. θ
παντρόπῳ φυγᾷ γένους· οἷον οὐκέτι φέρει τὰς συμφορὰς τὸ γένος, ἀλλὰ δέδωκεν νῶτα τοῖς κακοῖς, τῆς δὲ ἄτης τρόπαιον ἕστηκεν.
παντρόπῳ πάσης τροπῆς καὶ ἥττης μεστῇ. θ
γένους τοῦ Οἰδίποδος.
ἕστακε ἐστάθη.
ἄτας βλάβης.
ἄτας ἤγουν φόνου.
τρόπαιον ἡ νίκη.
ἐν πύλαις ἐν αἷς ἐμάχοντο.
πύλαις θύραις.
πύλαις ταῖς ἑβδόμαις.
αἷς πύλαις.
ἐθείνοντο ἐτύπτοντο.
ἐθείνοντο ἐσφάττοντο. θ
ἐθίνοντο ἐπολέμουν.
ἡμέτερα· περισσὸν ἦν ἐνταῦθα εἰς τὸ ἐν πύλαις τὸ ἐν αἷς ἐθείνοντο· διὸ καὶ ἐξεβλήθη παρʼ ἐμοῦ. ἀλλὰ καὶ τὰ ἐν ταῖς ἀρχαῖς τοῦ συστήματος κῶλα οὕτω χρὴ γράφεσθαι ὡς διωρθώθη παρʼ ἡμῶν. εὕρηται γὰρ μόλις καὶ ἔν τινι τῶν ἄγαν παλαιῶν ἀντιγράφων οὑτωσὶ κείμενα.
κρατήσας ἀπολέσασα.
κρατήσας ἤγουν καὶ τοὺς δύο καταβαλὼν καὶ νικήσας ἐπαύσατο.
ἔληξε ἔπαυσεν.
ἔληξε ἐπαύσατο.
ὁ δαίμων ἡ τύχη.
ὁ δαίμων ὁ Ἄρης.
ὁ δαίμων ἡ δυστυχία.
τὰ ἑξῆς ταῦτα ἰαμβικὰ εʹ. τὰ αʹ τρίμετρον, τὰ δὲ γʹ δίμετρα· τὰ γὰρ βʹ πρόσωπα ἓν ποιοῦσι κῶλον. τὸ δὲ εʹ ἑφθημιμερές.
σύστημα ἕτερον κώλων ϛʹ.
παισθεὶς ἔπαισας· σύστημα ἕτερον ἀμοιβαῖον κώλων ϛʹ ἰαμβικῶν. τὸ αʹ πενθημιμερές. τὸ βʹ δίμετρον ἀκατάληκτον τοῦ πρώτου ποδὸς χορείου. τὸ γʹ ὅμοιον τοῦ πρώτου ποδὸς ἀναπαίστου, τοῦ δὲ τρίτου χορείου. τὸ δʹ ὅμοιον τοῦ πρώτου καὶ τρίτου ποδὸς χορείου. τὸ εʹ ὅμοιον τοῦ δευτέρου ποδὸς χορείου. τὸ ϛʹ ὅμοιον δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, καθαρόν. ἐπὶ τῷ τέλει παράγραφος.
παισθείς· ἡ Ἀντιγόνη φησὶ πρὸς τὸν Πολυνείκην· τυφθεὶς καὶ πεσὼν ἔτυψας· φιλικῶς γὰρ διέκειτο πρὸς αὐτόν.
ἡ Ἀντιγόνη καὶ ἡ Ἰσμήνη κλαίουσι τοὺς ἀδελφούς.
ὦ ἀδελφέ μου, πατάξας τὸν πατάξαντα ἀδελφόν.
παισθεὶς ἔπαισας παταχθεὶς ἐπάταξας.
παισθεὶς ὦ Πολύνεικες.
παισθεὶς τυφθείς.
παισθεὶς πληγείς.
ἔπαισας ἔτυψας.
σὺ δʼ ἔθανες· ἀνῃρέθησαν οὕτως· ὁ πλήξας ἐπλήγη, ὁ δὲ ἀποθανὼν ἀνελὼν τὸν ἕτερον ἀπέθανεν.
σὺ δʼ ἔθανες κατακτανών· οὕτως ὁ πλήξας ἐπλήγης, ὁ δὲ ἀποθανὼν ἀνελὼν τὸν ἕτερον ἀπέθανες.
σὺ δʼ ἔθανες· φησὶ δὲ πάλιν ἡ Ἰσμήνη· σὺ δέ, ὦ Ἐτέοκλες, ὁ θανατώσας τὸν Πολυνείκην ἔθανες ὑπʼ αὐτοῦ.
ἔθανες ὦ Ἐτέοκλες.
κατακτανὼν φονεύσας.
κατακτανὼν τὸν Πολυνείκην.
ἔκτανες ἐφόνευσας.
ἔθανες ἀπέθανες.
μελεόπονος ἄθλιον πόνον ἀγαγών.
μελεόπονος ἀθλιόπονος.
μελεόπονος ἤγουν μέλεα πονήσας πρὸς τὸν ἀδελφόν. θ
μελεοπαθὴς ἐλεεινὰ παθών.
μελεοπαθὴς ἄθλια παθὼν παρʼ αὐτοῦ. θ
ἴτω γόος ἴτω δάκρυα· ποτὲ πρὸς τοῦτον, ποτὲ πρὸς ἕτερον ἴτω, κοιμάσθω καὶ ὁ ἀνελὼν τὸν ἕτερον καὶ αὐτὸς προκείσεται, τουτέστι τέθνηκεν.
ἴτω γόος ἴτω δάκρυα· ποτὲ πρὸς τοῦτον, ποτὲ πρὸς ἕτερον ἴτω καὶ κοιμάσθω καὶ ὁ ἀνελὼν τὸν ἕτερον καὶ αὐτὸς προκείσεται, τουτέστι τεθνήξεται.
ἴτω ἐλθέτω.
γόος θρῆνος.
ἴτω ἐλθέτω.
προκείσεται κατακτάς δηλονότι νεκρός.
προκείσεται κατακτάς πρόκειται, ἤγουν τέθνηκεν. ἢ ἄλλως· ὁ προκατακτὰς κεῖται, ἤγουν ὁ Ἐτεοκλῆς πρῶτος ἐφόνευσε τὸν Πολυνείκην.
προκείσεται ὁ Πολυνείκης ὁ φονεύσας.
προκείσεται τεθνήξεται.
προκείσεται προτεθήσεται νεκρός. θ
κατακτάς φονεύσας.
κατακτάς φονευθείς.
κατακτάς τὸν ἀδελφόν. θ
στροφὴ ἑτέρα κώλων ιʹ.
ἠὲ ἠὲ· ἡ ἀμοιβαία αὕτη στροφὴ κώλων ἐστὶ ιʹ. τὸ αʹ τροχαϊκὸν μονόμετρον. τὸ βʹ ὅμοιον δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Εὐριπίδειον. τὸ γʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʹ καὶ εʹ ὅμοια καθαρά. τὸ ϛʹ καὶ ϛʹ χοριαμβικὰ ἡμιόλια ἐκ χοριάμβου καὶ πυρριχίου, ἢ ἰάμβου διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει, δακτυλικὰ δίμετρα καθαρά. τὸ ηʹ, τὸ θʹ καὶ τὸ ιʹ ἰαμβικὰ δίμετρα ἀκατάληκτα καθαρά, τὸ μέντοι ιʹ τὸν πρῶτον ἔχει πόδα ἀνάπαιστον. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως.
μονόμετρον.
δίμετρον.
μαίνεται ταράσσεται. θ
γόοισι θρήνοις.
φρήν ἡ διάνοια.
φρήν ὁ νοῦς μου.
ἰαμβικοὶ τρεῖς δίμετροι.
στένει στενάζει.
πανδάκρυτε πολλῶν δακρύων ἄξιε.
πανδάκρυτε Πολύνεικες.
σὺ Ἐτεόκλες.
πρὸς φίλου γʼ ἔφθισο παρὰ ἀδελφοῦ ἐφθάρης.
πρὸς φίλου γʼ ἔφθισο ἤγουν παρὰ τοῦ ἀδελφοῦ σου.
ἔφθισο ἐφθάρης.
φίλον ἀδελφόν.
ἔκτανες ἐφόνευσας.
τροχαϊκοὶ βʹ ἰθυφαλλικοί.
διπλᾶ πάρεστι.
λέγειν πάρεστι.
διπλᾶ πάρεστι.
ὁρᾶν πάρεστι.
ὁρᾶν βλέπειν.
ἰαμβικὰ δίμετρα γʹ.
ἐπειδὴ γὰρ ἔφασαν, ὡς διπλᾶ λέγειν καὶ διπλᾶ ὁρᾶν πάρεστι, διὰ τοῦτό φησιν Ἀντιγόνη καὶ αὖθις, ὅτι τάδε τὰ παρόντα κακὰ πλησίον τοιούτων γόων, τουτέστι, εἰ διπλᾶ, καὶ τοὺς περὶ αὐτῶν γόους διπλοῦς εἶναι δεῖ. εὕρηται δὲ καὶ ἐν παλαιῷ βιβλίῳ ἀχέω τάδʼ ἐγγύθεν, ἤγουν ἐκ τοῦ πλησίου ταῦτα θρηνῶ, ὅπερ ἐστὶ κρεῖττον· μαρτυρεῖ δὲ καὶ τὸ ἐπαγόμενον τὸ πέλας δʼ αἵδε ἀδελφαὶ ἀδελφεῶν. θ
ἀχέων τοίων· τοῖς πάθεσιν ἀγχιστεύοντα.
ἀχέων θλίψεων.
γόων θρήνων.
τοίων μεγάλων.
τοίων διπλῶν. θ
τὰ καθʼ ἡμᾶς ἐγγύς εἰσι τῶν ἀδελφικῶν ἀχέων· διὸ καὶ ἐπάγει· πέλας ἐσμὲν τῶν ἀδελφῶν, οὐ χρόνῳ οὐ τόπῳ ἀλλὰ τῇ ὁμοιότητι τῶν δυστυχιῶν.
τάδʼ ἐγγύθεν ἀντὶ τοῦ οὐκ ἀλλότρια.
τάδʼ ἐγγύθεν· ἀντὶ τοῦ οὐκ ἀλλότρια, ἀλλὰ τοῖς πάθεσιν ἀγχιστεύοντα.
τάδʼ ἐγγύθεν ἅτινα ἐγγύθεν εἰσίν.
τάδʼ τὰ παρόντα κακά. θ
τάδʼ ταῦτα ἅπερ λέγομεν.
ἐγγύθεν πλησίον.
ἐγγύθεν ἐκ τοῦ πλησίον. θ
πέλας δʼ αἵδʼ ἀδελφαί· ἐγγὺς δὲ τῶν κακῶν καὶ ἡμεῖς αἱ ἀδελφαί ἐσμεν ὧν καὶ οἱ ἀδελφοί.
πέλας δʼ αἵδʼ ἀδελφαὶ ἀδελφεῶν· ἐγγὺς δὲ τῶν κακῶν ὧν οἱ ἀδελφοὶ ἔπαθον ἐσμὲν καὶ ἡμεῖς αἱ ἀδελφαί.
πέλας πλησίον.
αἵδʼ ἡμεῖς.
ἀδελφεῶν ἀδελφικῶν κακῶν.
ἀδελφεῶν τῶν ἀδελφῶν.
ἐφύμνιον.
ἰὼ μοῖρα βαρυδότειρα μογερά· φεῦ, ὦ μοῖρα, βαρέα πάθη παρέχουσα, καὶ ὦ σεβασμία Οἰδίπου σκιά, σύ τε, ὦ Ἐριννύς, ὄντως μεγαλοδύναμος καὶ γενναία τις εἶ.
ἐφύμνιον κατὰ περικοπὴν κώλων εʹ.
ἡμέτερα· ἰὼ ἰώ· τὰ τοιαῦτα εἴδη καλεῖται ἐφύμνια ὡς Ἡφαιστίων φησίν. ταύτης δὲ τῆς προσηγορίας ἔτυχεν, ἐπειδὴ ἐφύμνιόν τι εἰώθασιν ἐπάγειν οἱ ποιηταὶ ταῖς στροφαῖς. ἔστι δὲ τὰ παρόντα κατὰ σχέσιν, κώλων δὲ εʹ. τὸ αʹ ἰαμβικὴ βάσις. τὸ βʹ τροχαϊκὸν δίμετρον ἀκατάληκτον τοῦ δευτέρου ποδὸς χορείου, τοῦ δὲ τετάρτου ἀναπαίστου. τὸ γʹ ὅμοιον ἑφθημιμερὲς Εὐριπίδειον τοῦ πρώτου ποδὸς χορείου ἢ δακτύλου. τὸ δʹ ἰαμβικὸν πενθημιμερὲς τοῦ δευτέρου ποδὸς ἀναπαίστου· εἰ δὲ βούλει, ἰωνικὸν ἀπὸ μείζονος ἡμιόλιον ἐκ παίωνος δευτέρου ἀντὶ ἰωνικοῦ, καὶ τροχαίου. τὸ εʹ ὅμοιον τῷ γʹ Εὐριπίδειον καθαρόν. ἐπὶ τῷ τέλει μόνη παράγραφος.
τροχαϊκὰ βʹ.
βαρυδότειρα ἡ βαρέα πάθη παρέχουσα.
βαρυδότειρα βαρέα καὶ δυστυχῆ διδοῦσα. θ
μογερὰ θρηνήσιμε.
μογερὰ ἀθλία.
ἑφθημιμερές.
Οἰδίπου σκιά· ὁ ἀσθενὴς Οἰδίπους, ὅτι δοκεῖ νῦν οὐδὲν ὑπάρχειν.
περιφραστικῶς ὁ Οἰδίπους, ὅτι δοκεῖ νῦν οὐδὲν ὑπάρχειν.
πότνια τʼ Οἰδίπου σκιά· σκιὰν Οἰδίποδος αὐτὸν καλεῖ τὸν Οἰδίποδα· τυφλωθεὶς γὰρ εἴδωλον εἶναι δοκεῖ καὶ οὐ τέλειος ἄνθρωπος.
ἤγουν ὦ Οἰδίπου, διὰ τὸ γῆρας σεβάσμιε. σκιὰν δὲ αὐτὸν καλεῖ διὰ τὴν τύφλωσιν ὥσπερ καὶ Εὐριπίδης αἰθέρος εἴδωλον. τίνος δὲ ἕνεκα τοῦτον ἐνταῦθα καλεῖ, πρῶτον εἰποῦσα βαρυδότειρα μοῖρα, ἔπειτα ὦ μέλαινα Ἐριννύς; διʼ οὐδὲν ἄλλο ἢ ὡς τῶν παρόντων κακῶν αἴτιον γεγονότα, διʼ ὧν τοῖς παισὶ κατηράσατο. θ
πότνια σεβασμία.
πότνια μεγάλη.
σκιὰ τύφλωσις.
σκιὰ κατάρα.
ἰαμβικὸς τρίμετρος ἐν ἄλλῳ.
μέλαινα ἡ μελαίνουσα ταῖς συμφοραῖς τοὺς κολαζομένους ἢ ἡ ἀφανῶς ἐπιοῦσα. θ
μεγασθενὴς μεγαλοδύναμος.
μεγασθενὴς μεγάλα δυναμένη.
μεγασθενὴς οὐδεὶς γὰρ τὸ σὸν ἐξέφυγε κράτος. θ
ἀντιστροφὴ κώλων ιʹ.
ἠὲ ἠέ· ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφής ἧς ἡ ἀρχὴ ἡ αὐτή· κώλων γάρ ἐστι καὶ αὕτη ὁμοίων ἐκείνοις ιʹ. οὕτω δὲ χρὴ γράφειν τὰ κῶλα ὡς διωρθώθη παρʼ ἡμῶν, ἵνʼ οἰκείως ἔχῃ πρὸς τὰ τῆς στροφῆς. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
τροχαϊκὰ γʹ.
ἠὲ ἠὲ δυσθέατα· τοῦτο ὡς πρὸς Πολυνείκη· ἐκ τῆς φυγῆς ἐπανήκοντες ἐμοὶ τῇ ἐνταῦθα μεινάσῃ ἐδείξατε ὀδύνας.
τοῦτο πρὸς τὸν Πολυνείκην ἐκ τῆς φυγῆς ἐπανήκοντα.
ἠὲ ἠέ· φεῦ φεῦ· τοῦτο ὡς πρὸς Πολυνείκην καὶ τοὺς μετʼ αὐτοῦ φησιν, ὅτι ἐκ τῆς φυγῆς ἐπανήκοντες ἐδείξατε βλάβας ἀφορήτους ἐμοὶ τῇ ἐνταῦθα μεινάσῃ.
δίμετρον.
δυσθέατα δυσθεώρητα.
δυσθέατα οὐκ ἀνεκτὰ ὁρᾶσθαι. θ
πήματα βλάβας.
τοῦτο πρὸς μόνον τὸν Πολυνείκην φυγόντα καὶ κατὰ τῆς πατρίδος ἐπενεγκόντα στρατὸν καὶ τῶν παρόντων συμφορῶν γενόμενον αἴτιον. θ
δίμετρον.
ἐκ φυγᾶς ἐκ τῆς τοῦ Πολυνείκους ἐκβολῆς.
ἰαμβικὰ ζʹ.
οὐδʼ ἵκεθʼ ὡς κατέκτανεν· ὁ Ἐτεοκλῆς· πρῶτος γὰρ κατέκτανε τὸν Πολυνείκη.
οὐδʼ ἵκεθʼ ὡς κατέκτανεν· οὐδʼ ἵκετο καὶ ὑπέστρεψε καὶ ὄπισθεν παρεγένετο ὁ Ἐτεοκλῆς ἀφʼ οὗ τὸν Πολυνείκην ἀνῄρηκε· πρῶτος γὰρ οὗτος κατέκτανε τὸν Πολυνείκην.
δίμετρον.
ἵκεθʼ ἦλθεν ὁ Ἐτεοκλῆς.
ἵκεθʼ ὑπέστρεψε.
ἵκεθʼ ὁ Ἐτεοκλῆς.
ἵκεθʼ ὑπέστρεψε ὄπισθεν ὁ Ἐτεοκλῆς καὶ ἐφόνευσε τὸν ἀδελφόν του.
ἵκεθʼ ζῶν ὁ Ἐτεοκλῆς. θ
ὡς ἀφʼ οὗ.
κατέκτανε ἐφόνευσεν.
κατέκτανε τὸν Πολυνείκην.
σωθεὶς δὲ πνεῦμʼ ἀπώλεσεν· σωθεὶς ἀπὸ τῆς φυγῆς ἀπώλεσεν τοῦ Ἐτεοκλέους τὸ πνεῦμα, ἢ τὸ αὐτοῦ, ὃ καὶ μᾶλλον.
ἄλλως· ἡ ἔννοια· σωθεὶς δὲ ἀπὸ τῆς φυγῆς ἀπώλεσε τοῦ Ἐτεοκλέους τὸ πνεῦμα· ὃ καὶ μᾶλλον.
δίμετρον.
σωθεὶς ὁ Ἐτεοκλῆς.
πνεῦμʼ ἀπώλεσεν ἤγουν τὴν ζωὴν ἔφθειρεν.
πνεῦμʼ ἀπώλεσεν ἠφάνισε τὸ πνεῦμα δῆλον.
πνεῦμʼ τὸ ἑαυτοῦ.
πνεῦμʼ τὴν ψυχήν.
τρίμετρος.
τόδʼ τὸ τούτου πνεῦμα.
ἐνόσφισε ἐστέρησε.
ἐνόσφισε ἐστέρησε τῆς ζωῆς.
ἐνόσφισε ἐχώρισε.
ἐνόσφισε ἀπεστέρησε τῆς ζωῆς.
ἐνόσφισε ἀπεστέρησε τοῦ πνεύματος. θ
τάλαν γένος ἄθλιόν ἐστι τὸ γένος τοῦ Οἰδίποδος.
τάλαν τλητικὰ πεπονθός.
τάλαν ἄθλιόν ἐστι.
τάλαν ἄθλια.
πάθον οἱ δύο ὑπʼ ἀλλήλων.
δύστονα κήδεʼ ἔπαθεν δῆλον πάθη κακά.
δύστονα πολυστένακτα.
δύστηνα δυσστένακτα.
κήδεʼ συγγενικά.
κήδεʼ θλίψεις.
κήδεʼ βλάβη.
κήδεʼ πάθη.
κήδεʼ λύπας.
ἀληθῶς γὰρ ὁ εἷς κλέος, ὁ δὲ ἕτερος νείκην ἔφερον ὅτι ὁ Πολυνείκης ἀπὸ τοῦ πολὺ καὶ τοῦ νεῖκος, καὶ ὁ Ἐτεοκλῆς ἀπὸ τοῦ ἐτὸς ὃ δηλοῖ τὸ μάτην καὶ τοῦ κλέος ἐκλήθη.
ὁμώνυμα αὐτάδελφα ἢ πολυνεικῆ.
ὁμώνυμα πολυνεικῆ.
δίυγρα· ζῶντα πήματα χεόμενα καὶ πολλά. τριπάλτων δὲ σφοδρῶς πηδησάντων.
δίμετρον.
δίυγρα νεαρά, ζῶντα.
δίυγρα ζῶντα.
δίυγρα χαλεπά, ἐξ οὗ καὶ λυγρόν.
δίυγρα χαλεπά.
δίυγρα αἱματοσταγῆ. θ
τριπάλτων τῶν πολυτρώτων.
τριπάλτων σφοδρῶς πηδησάντων.
τριπάλτων κατὰ πολὺ πολεμικῶν.
τριπάλτων πολυορμήτων.
πολυορμήτων καὶ πολυκινήτων δυστυχημάτων· οἱ γὰρ μαχόμενοι πολλαῖς ὁρμαῖς χρῶνται πρὸς τοῦτο. τὸ δὲ δύστονα κήδεα ἢ αἰτιατικὴν νοητέον πρὸς τὸ τάλανα καὶ πάθον, ἢ εὐθεῖαν ἵνʼ ἔξωθεν τὸ ὑπάρχει λαμβάνωμεν. θ
διπάλτων πημάτων πολυορμήτων καὶ πολυκινήτων δυστυχημάτων.
πημάτων βλαβῶν.
οὐ μόνον λέγειν ὀλοά, ἀλλὰ καὶ ὁρᾶν. κεῖται γὰρ τὰ σώματα.
ὀλοὰ δʼ ὁρᾶν· οὐ μόνον ἐστὶ ταῦτα λέγειν ὀλέθρια, ἀλλὰ καὶ ὁρᾶσθαι· κινεῖ γὰρ τὰ σώματα νεκρά.
ὀλοὰ λέγειν πάρεστι.
ὀλοὰ ὀλέθρια.
ὀλοὰ θρηνητικά.
ὀλοὰ ὀλέθρια.
ὀλοὰ θρηνητικά.
ὁρᾶν ὁρᾶσθαι.
ὁρᾶν βλέπειν.
τὸ ἐφύμνιον. ταῦτα δὲ λέγει ὡς βαρέως φέρων.
ὅμοια τοῖς ἄνω.
ἐφύμνιον ἕτερον κώλων εʹ.
ἡμέτερα· ἰὼ ἰώ· τὸ παρὸν ἐφύμνιον ὅμοιόν ἐστι κατὰ πάντα τῷ προρρηθέντι ἐφυμνίῳ· τὰ αὐτὰ γάρ εἰσι κῶλα ἅπερ κἀκεῖ. ἐπὶ τῷ τέλει παράγραφος. οὕτως δὲ χρὴ γράφειν ταῦτα ὡς παρʼ ἡμῖν διωρθώθη καὶ μὴ προτιθέναι τοῦ παρόντος ἐφυμνίου τὸ ὀλοὰ λέγειν· ἀμαθεῖς γάρ τινες συνέχεαν ταῦτα μεταθέντες τὰ κῶλα.
βαρυδότειρα βαρέα καὶ δυστυχῆ διδοῦσα.
μογερὰ ἀθλία.
πότνια σεβασμία.
πότνια ἤγουν ὦ Οἰδίπου, διὰ τὸ γῆρας σεβάσμιε.
σκιά τύφλωσις.
μέλαινα ἡ μελαίνουσα ταῖς συμφοραῖς τοὺς κολαζομένους.
μεγασθενής μεγαλοδύναμος.
μεγασθενής οὐδεὶς γὰρ τὸ σὸν ἐξέφυγε κράτος.
ἰαμβικὰ θʹ δίμετρα.
στροφὴ ἑτέρα κώλων εʹ.
ὀλοὰ λέγειν· ἡ ἀμοιβαία αὕτη στροφὴ κώλων ἐστὶ εʹ καὶ ἡ ἀντιστροφὴ τοσούτων· συνεχὴς γάρ ἐστι. τὸ αʹ ἰαμβικὸν δίμετρον ἀκατάληκτον τοῦ πρώτου καὶ τρίτου ποδὸς χορείου. τὸ βʹ ὅμοιον τοῦ τρίτου ποδὸς ἀναπαίστου. τὸ γʹ, δʹ, εʹ ὅμοια καθαρά. τὰ τῆς ἀντιστροφῆς δὲ κῶλα ἔχει διὰ μέσου ἀνάπαιστον καὶ χορεῖον. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.
σὺ τοίνυν· σὺ οἶδας, ὦ Πολύνεικες, τὴν μοῖραν ὅσον δύναται διαβὰς αὐτήν. σὺ δέ, ὦ Ἐτέοκλες, οὐδὲ μετʼ οὐ πολὺ οὐδὲ ὕστερον ἔμαθες ἄντικρυς τὸν ἀδελφόν σου πολεμήσας.
εἰπούσης Ἀντιγόνης πρὸς τὴν Ἐριννύν· ἦ μεγασθενής τις εἶ, φησὶν Ἰσμήνη πρὸς Πολυνείκην· σὺ οἶσθα καὶ γινώσκεις πρῶτος τὸ τῆς Ἐριννύος σθένος διαπερῶν καὶ διερχόμενος καὶ οἱονεὶ ταύτης πειρώμενος— λέγει δὲ Ἐριννὺν τὴν ἐξ ἀρᾶς τοῦ πατρὸς τιμωρησαμένην αὐτοὺς δύναμιν—, εἶτα θέλουσα ἐπαγαγεῖν τὴν αἰτίαν διʼ ἣν τὸ τῆς Ἐριννύος ᾐσθάνετο σθένος—αὕτη δὲ ἦν τὸ ἐπεὶ κατῆλθες· αὐτὸς γὰρ πρῶτος πεπείραται τῶν τοῦ πατρὸς ἀρῶν ἐξελασθεὶς τῆς πόλεως καὶ πάλιν κατελθὼν οὐκ εἰς φιλίαν ἀλλʼ ἐπὶ μάχην—, τοῦτο βουλομένη εἰπεῖν ἐκωλύθη παρʼ Ἀντιγόνης διὰ μέσου εἰπούσης· σὺ δέ, ὦ Ἐτέοκλες, οὐδὲν πρόσθεν τὴν Ἐριννὺν ἐγίνωσκες, εὐτυχῶν καὶ ἄρχων τῆς πόλεως, ἔμαθες δʼ ὕστερον ὅτε συνῆλθες τῷ ἀδελφῷ καὶ κτανὼν αὐτὸν καὶ αὐτὸς ἐξ ἐκείνου πεφόνευσαι. θ
σὺ τοίνυν οἶσθα· σὺ οἶδας, ὦ Ἐτεόκλεις, τὴν μοῖραν ὅσον δύναται διαβὰς αὐτήν.
σύ, ὦ Ἐτεόκλεις, οἶδας τὴν μοῖραν ὅσον δύναται διαβὰς αὐτήν.
σὺ ὦ Πολύνεικες.
σὺ πρὸς τὸν Πολυνείκην.
νιν αὐτὴν τὴν μοῖραν.
οἶσθα πρῶτος τὸ τῆς Ἐριννύος σθένος διερχόμενος καὶ οἱονεὶ ταύτης πειρώμενος. θ
οἶσθα ἔγνως τὸ τῆς Ἐριννύος σθένος διερχόμενος καὶ ἐνταῦθα κατερχόμενος.
οἶσθα οἶδας.
διαπερῶν τὴν μοῖραν.
διαπερῶν διαβὰς αὐτήν.
διαπερῶν διερχόμενος.
σὺ δʼ οὐδὲν ὕστερος· σὺ δὲ οὐ μετʼ οὐ πολὺ οὐδὲ ὕστερον ἔμαθες ἄντικρυς τὸν ἀδελφόν σου πολεμήσας.
σὺ δὲ οὐ μετʼ οὐ πολὺ οὐδὲ ὕστερον ἔμαθες ὅσον ἡ μοῖρα δύναται, ὦ Πολύνεικες, τὸν ἀδελφόν σου πολεμήσας.
δίμετρον.
σὺ Ἐτέοκλες.
ὕστερος ἐγίνωσκες. θ
μαθών τὴν τύχην.
μαθών ὅτε συνῆλθες τῷ ἀδελφῷ. θ
δίμετρον.
κατῆλθες παρεγένου μετὰ στρατοῦ.
δίμετρον.
δορὸς τοῦ πολέμου.
τῷδʼ τῷ Ἐτεοκλεῖ.
τοῦδʼ τοῦ Ἐτεοκλέους.
ἀντηρέτης· ὀρθή ἐστιν· ἀντιστάτης τῷ Ἐτεοκλεῖ.
ἀντηρέτας ἀντίπαλος.
ἀντηρέτας ἀντιστάτας.
ἀντιστροφὴ κώλων εʹ.
ὀλοὰ λέγειν· οὐ μόνον ταῦτα λέγειν ὀλοά, ἀλλὰ καὶ ὁρᾶσθαι. κεῖται γὰρ τὰ σώματα.
ὀλοὰ δʼ ὁρᾶν· οὐ μόνον ἐστὶ ταῦτα λέγειν ὀλέθρια, ἀλλὰ καὶ ὁρᾶσθαι· κεῖνται γὰρ τὰ σώματα νεκρά.
οὐ μόνον ταῦτα λέγειν ὀλοὰ πάρεστιν, ἀλλὰ καὶ ὁρᾶν· κεῖται γὰρ τὰ σώματα τῶν ἀδελφῶν.
ὀλοὰ θρηνητικά.
ὀλοὰ ὀλέθρια.
λέγειν πάρεστιν.
ὀλοὰ θρηνητικά.
ὀλοὰ ὀλέθρια.
ὁρᾶν πάρα.
ὁρᾶν πάρεστι δῆλον.
ὁρᾶν βλέπειν.
δίμετρον.
πόνος ὁ ἐφʼ ἡμῖν ἐξημμένος.
πόνος ὁ ἐν ἡμῖν.
πόνος τῶν ἀδελφῶν. θ
πόνος ὁ μόχθος καὶ ὁ θάνατος ὁ ἐπελθὼν ὑμῖν τοῖς κειμένοις.
ἐξημμένος ἐξηρτημένος καὶ ἐνιστάμενος ἢ ἐξαφθείς. θ
ἡμέτερα· οἱ γράφοντες οὑφʼ ὑμῖν ἐξημμένος ἀγνοοῦσι τὰ περὶ τῶν μέτρων. περισσὸν τοίνυν ὂν τὸ ἐξημμένος ἐξεβλήθη παρʼ ἡμῶν, ἵνʼ οἰκεῖον ᾖ τὸ κῶλον τῷ τῆς στροφῆς.
δίμετρον.
κακὰ ἃ διʼ ὑμᾶς ἔχομεν.
δίμετρον.
χθονὶ τῇ γῇ.
ἐμοὶ κακά.
δίμετρον.
τὸ πρόσω ἔμπροσθεν.
ἰὼ ἰὼ καὶ τὸ πρόσω γʼ ἐμοί· διὰ τὸ εἶναι ἐκείνας παρθένους, διὰ τοῦτο εἶπε τὸ πρόσω, διότι μέλλουσιν παθεῖν αὐταὶ πολλὰ κακά.
τὸ πρόσω τὸ ἐπέκεινα.
τὸ πρόσω τὸ περισσότερον. θ
ἐμοὶ νέα γὰρ ἦν.
κῶλα ιβʹ. τὰ πρῶτα ἰαμβικὴ βάσις, τὰ δὲ δεύτερα τροχαϊκὰ ἑφθημιμερῆ.
σύστημα ἕτερον κώλων ιβʹ.
ἡμέτερον· ἰὼ ἰώ· σύστημα ἕτερον ἀμοιβαῖον κατὰ περικοπὴν ἐν ἐκθέσει κώλων ιβʹ, ὧν τὸ μὲν πρῶτον ἑκάστου προσώπου ἰαμβικὴ βάσις, ἤτοι ἰαμβικὸν μονόμετρον, τὸ δὲ βʹ τροχϊακὸν ἑφθημιμερὲς Εὐριπίδειον· ὅτι τινὰ τῶν κώλων οὐ μόνον διὰ μέσου καὶ χορείους ἔχει, ἀλλὰ καὶ ἰάμβους. καὶ ἔστι δῆλον ἐκ τούτων ὅτι τὸ τροχαϊκὸν μέτρον μετὰ τῶν ἄλλων καὶ ἴαμβον δέχεται, εἰ καί τισιν οὐ δοκεῖ τοῦτο. ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἀμφότεραι ἔξω νενευκυῖαι, ἡ μὲν κατὰ τὴν ἀρχὴν τοῦ κώλου, ἡ δὲ κατὰ τὸ τέλος, δηλοῦσαι ὡς τέλος ἔσχε τὰ συστηματικὰ καὶ ἀλλοιόστροφα εἴδη.
δυστόνων κακῶν αὕτη ἡ γενικὴ πρὸς τὸ ἀρχηγέτα. θ
δυστόνων τῶν κακοὺς στεναγμοὺς ἐχόντων.
κακῶν τῶν νῦν. θ
ἄναξ ἤγουν ὦ Ἐτέοκλες, ἀρχηγέτα τῶν κακῶν.
ἄναξ ἀρχηγέ.
ἀρχηγέτα οὐ γὰρ ἂν τὰ παρόντα συνέβη πήματα, εἰ μὴ τὸν ἀδελφὸν οὗτος ἐξήλασεν. θ
οἱ προστιθέντες ἐνταῦθα τὸ Ἐτεόκλεις ἀρχηγέτα ἀμαθεῖς εἰσι καὶ τῶν μέτρων καὶ τῆς ὀρθῆς τοῦ λόγου συντάξεως· τὸ γὰρ ἄναξ, εἰ μὲν πρὸς τὴν γενικὴν βούλει συνάπτειν, ἀντὶ τοῦ ὦ ἀρχηγὲ τῶν δυστήνων κακῶν ἐρεῖς· οὐ γὰρ ἂν τὰ παρόντα συνέβη κακά, εἰ μὴ πρῶτος οὗτος τὸν ἀδελφὸν ἐξήλασεν. εἰ δὲ ἀντὶ τοῦ ὦ βασιλεῦ ἐρεῖς, ἕνεκα τῶν δυστήνων κακῶν εἴποις. ὡς περισσὸν τοίνυν κείμενον ἐξεβλήθη παρʼ ἐμοῦ.
πάντων ἀνθρώπων.
πολυπονώτατοι ἐπιπονώτατοι· λείπει τὸ ἀδελφοί.
πολλοὺς πόνους πονήσαντες.
πολυπονώτατοι οἱ πολλοὺς πόνους δεξάμενοι.
πολυπονώτατοι πολλοὺς ὑποστάντες πόνους.
δαιμονοῦντες λυσσήσαντες.
δαιμονοῦντες λυσσῶντες.
δαιμονοῦντες μαινόμενοι.
δαιμονοῦντες μαινόμενοι, ἀλόγως ὁρμῶντες κατʼ ἀλλήλων. θ
ἄτᾳ βλάβῃ.
ἄτᾳ βλάβῃ, θανάτῳ.
ἀντὶ τοῦ ἐν ποίῳ μέρει τῆς γῆς θήσομεν αὐτούς.
ποῖ εἰς ποῖον τῆς γῆς τόπον.
σφε αὐτούς.
θήσομεν θάψομεν.
χθονός τῆς γῆς.
ὅπου τιμιώτατον ὅπου τιμιώτατον μέρος.
τιμιώτατον μέρος τῆς γῆς.
τιμιώτατον μέρος δηλαδή.
τιμιώτατον κρεῖττον.
τιμιώτατον ἤγουν ἁγνόν.
τιμιώτατον μέρος ἐστὶ δηλονότι.
ἰὼ ἰὼ πῆμα πατρὶ πάρευνον· ἀπὸ γὰρ τῆς εὐνῆς τῆς τοῦ Οἰδίποδος τὰ κακὰ ταῦτα ἢ βλάβος τῷ πατρὶ προϊὸν τοῖς παισίν. ἄλλως· πάρευνον παρὰ τὴν εὐνὴν τοῦ πατρός, τουτέστι πλησίον τοῦ πατρός.
ἀπὸ τῆς εὐνῆς, ἤγουν τῆς ἀτοπομίξεως τοῦ Οἰδίποδος, ἐπῆλθε τοῖς παισίν.
πῆμα βλάβος.
πατρὶ πάρευνον παρὰ τὴν εὐνὴν τοῦ πατρός.
ἐπειδὴ γὰρ ἡ μὲν ἀρὰ ἐξ αὐτοῦ, τὰ δὲ παρόντα ἐκ ταύτης γέγονεν, εἰκότως τὸ αὐτῶν δυστύχημα πῆμα σύνευνον τῷ πατρὶ καλεῖ, τουτέστιν οἰκεῖον καὶ ἐξ ἐκείνου γενόμενον. θ
πάρευνον πλησίον τοῦ πατρός.
πάρευνον συγκάτοικον.
πάρευνον συγκοιμώμενον.
πάρευνον οἰκεῖον.
πάρευνον σύνοικον, σύγκοιτον.
εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς· οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι μθʹ.
ἡμέτερον· δοκοῦντα καὶ δόξαντα· αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων μθʹ ὧν τελευταῖος· ἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
δοκοῦντα καὶ δόξαντα· ὁ κῆρυξ ἐλθών φησι πρὸς τὴν Ἰσμήνην καὶ τὴν Ἀντιγόνην ὅτι· πρέπει με ἀπαγγεῖλαι ὑμῖν τὰ ἀρέσκοντα τοῖς στρατηγοῖς καὶ τοῖς προέχουσι τῶν Θηβαίων· ταῦτα δέ εἰσι τὸ τὸν μὲν Ἐτεοκλέα ταφῆναι περιφανῶς καὶ ἐντίμως, διότι ὑπὲρ τῆς πόλεως τέθνηκε, τὸν δὲ Πολυνείκην ἄταφον ῥιφέντα βρωθῆναι ὑπὸ τῶν ὀρνέων, διότι ἦλθεν ἀφανίσαι τὴν πόλιν ἡμῶν, ἐὰν οὐχ οἱ θεοὶ διεκώλυσαν.
τὰ δόξαντα τοῖς προβούλοις ἀπαγγεῖλαι με χρή.
δοκοῦντα καὶ δόξαντα τὰ ἀρέσαντα.
δοκοῦντα καὶ δόξαντα τὰ ἀρέσκοντα νῦν καὶ πάλαι.
τίνος χάριν ἔθηκεν ἄμφω τοὺς χρόνους, τὸν ἐνεστῶτά τε καὶ τὸν παρῳχημένον; καὶ φαμὲν τὸν μὲν παρῳχημένον διὰ τὸ ἅπαξ δόξαι αὐτοῖς ὅτε περὶ τούτου ἡ σκέψις ἦν, τὸν δὲ ἐνεστῶτα διὰ τὸ καὶ νῦν ἔτι δοκεῖν. θ
δοκοῦντα ἀρέσκοντα.
δοκοῦντα ἀρεσθέντα, ἀποκυρωθέντα.
δόξαντα τὰ ἀρεστὰ φανέντα.
ἀπαγγέλλειν ὑμῖν.
ἀπαγγέλλειν μηνύειν.
ἀπαγγέλλειν λέγειν.
χρὴ ἐνδέχεται.
χρὴ πρέπει.
δήμου προβούλοις τοῖς προέχουσι τοῦ δήμου.
δήμου προβούλοις τοῖς ἄρχουσι, τοῖς ὑπὲρ τοῦ δήμου βουλευομένοις. θ
δήμου παντὸς τοῦ λαοῦ.
προβούλοις στρατηγοῖς, προέχουσι.
προβούλοις τοῖς στρατηγοῖς.
προβούλοις τοῖς κρείττοσι, τοῖς πρώτοις τῆς βουλῆς.
προβούλοις τοῖς ἐκκρίτοις.
πόλεως συνίζησις.
εὐφήμως τὸν τάφον εὐνὴν εἶπεν. ἔδοξεν οὖν τοῖς προβούλοις τῶν Θηβαίων τὸν Ἐτεοκλέα ἐν τῷ τόπῳ τοῦ τάφου καταθάπτεσθαι· διὰ μέντοι τοῦ θάπτειν Ἐτεοκλέα ἀπαγορεύει καὶ μὴ θάπτεσθαι Πολυνείκην. γῆς δὲ κατασκαφὰς εἶπεν οἷον τὰς κάτω σκαφάς. ὑπὲρ ἱερῶν πατρῴων ὁσίως μαχόμενος ἀπέθανεν ἀμέμπτως.
ἔδοξε τοῖς προβούλοις τῆς πόλεως τὸν Ἐτεοκλέα θάπτειν διὰ τὸ ὑπὲρ τῶν ἱερῶν τῶν πατρῴων καὶ τῆς πόλεως ὁσίως ἀποθανεῖν.
εἰς τὸ ἐπʼ εὐνοίᾳ χθονὸς λάμβανε ἔξωθεν τὸ τελευτήσαντα, ἵνʼ ᾖ οὕτως· τὸν ἐπʼ εὐνοίᾳ χθονὸς τελευτήσαντα Ἐτεοκλέα ἔδοξε θάπτειν ἐν φίλαις καὶ ἐντίμοις κατασκαφαῖς γῆς. ἢ οὕτως· πρέπει ἀπαγγέλλειν με τὰ δόξαντα τοῖς τῆς πόλεως ἄρχουσι· τὰ δὲ ἦν· τὸν μὲν Ἐτεοκλέα θάπτειν ἔδοξεν ἐπʼ εὐνοίᾳ χθονὸς ἐν κατασκαφαῖς καὶ ὀρύξεσι γῆς φίλαις αὐτῷ, τουτέστι τὸ ταφῆναι αὐτὸν ἀγαπητὸν καὶ ἀπόδεκτον ὑπάρχει τῇ γῇ, ὡς ὑπὲρ αὐτῆς μέχρι θανάτου ἠγωνισμένον, ὅπερ ἐστὶ κρεῖττον τοῦ προτέρου. θ
γράφεται καὶ εὐναίᾳ ἵνʼ ᾖ τὴν εὐνήν, ὡς σεληναῖα ἁμαξαῖα καὶ Ἀθηναῖα.
εὐνοίᾳ φιλίᾳ.
εὐνοίᾳ τάφῳ.
εὐνοίᾳ ἕνεκα τῆς εὐνοίας, ἀγάπης.
εὐνοίᾳ τελευτήσαντα.
χθονὸς γῆς.
σκάπτοντας καὶ τάφον ποιοῦντας αὐτῷ φιλίους.
ἔδοξε ἐκυρώθη.
ἔδοξε ἀρεστὸν ἐφάνη.
φίλαις ἐντίμοις καὶ πρεπούσαις καὶ ἀποδεκταῖς ἐκείνῳ· παρήγγειλε γὰρ αὐτὸς Κρέοντι. θ
κατασκαφαῖς ταῖς κάτω ὀρύξεσι.
στυγῶν εἴργων δηλονότι.
στυγῶν μισῶν.
στυγῶν κωλύων. θ
εἵλετʼ προέκρινεν.
εἵλετʼ ἔλαβε.
εἵλετʼ ἐκτήσατο. θ
ἱερῶν λείπει ἡ ὑπέρ· ὑπὲρ ἱερῶν.
ἱερῶν τῶν ναῶν.
ἱερῶν τάφων
τουτέστι τέθνηκε δίκαιος ὤν, χωρὶς μέμψεως ἱερῶν πατρῴων, ἤγουν οὐ μεμπτὸς καὶ ἀσεβὴς δόξας τοῖς πατρῴοις ἱεροῖς ὥσπερ ὁ Πολυνείκης πορθῶν αὐτά. θ
πατρῴων τῶν πατρικῶν.
ὅσιος δίκαιος.
ὅσιος εὐσεβής.
ὅσιος ἄξιος.
μομφῆς μέμψεως.
μομφῆς κατηγορίας.
παρὰ τὸ εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι.
τέθνηκεν εἰς τὴν ἰδίαν πατρίδα.
τέθνηκεν ἀπέθανεν.
οὗπερ ὅπου, ἤγουν ὑπὲρ τῆς πατρίδος.
θνήσκειν καλόν ἤγουν τὸ ἀμέμπτως θνήσκειν. θ
καλόν ἐπαινετόν.
καλόν ἤγουν εἰς τὸ ὑπὲρ τῆς πατρίδος μάχεσθαι ἢ εἰς τὸ ἀμέμπτως θνήσκειν.
ἀμφὶ τοῦδε περὶ τοῦ Ἐτεοκλέους.
ἐπέσταλται ὥρισται.
ἐπέσταλται τέτακται, ὥρισται.
γράφεται τῷδʼ ἐντέταλται, ἤγουν ὥρισται.
τούτου τοῦ Ἐτεοκλέους.
τόνδε τὸ σῶμα.
τόδε δεικτικὸν ὡς ἐκεῖ κείμενον.
νεκρὸν τὸ σῶμα.
ἔξω βαλεῖν ἐντέταλται δηλονότι.
ἔξω βαλεῖν ἔδοξε.
ἔξω τῆς πόλεως.
βαλεῖν ῥῖψαι.
βαλεῖν ἀπορρῖψαι.
βαλεῖν ὥρισταί μοι λέγειν.
ἁρπαγὴν κυσὶν ἤγουν εἰς τὸ διαρπάσαι τοὺς κύνας.
ἁρπαγὴν εἰς διαφθοράν.
ἁρπαγὴν τροφήν.
ἁρπαγὴν βρῶσιν.
ἁρπαγὴν βρῶμα.
ὡς ὄντʼ ἀναστατῆρα· ὡς ὑπάρχοντα ἀφανιστὴν καὶ πορθητὴν τῆς πόλεως τῶν Θηβαίων.
ἀναστατῆρα ἀφανιστήν.
ἀναστατῆρα καὶ πολέμιον καὶ ἀντιστάτην.
ἀναστατῆρα πορθητήν.
ἀναστατῆρα ἀφανιστῆρα.
ἀναστατῆρα ἀφανιστὴν ὅσον τὸ κατʼ ἐκεῖνον.
χθονός τῆς γῆς.
ἐμποδὼν ἐμπόδιον.
ἐμποδὼν πρόσκομμα, ἐμποδών.
ἔστη ἐστάθη.
ἔστη ἀντέστη.
δορὶ τῷ πολέμῳ.
ὄνειδος ἔσται τῷ Πολυνείκει καὶ μετὰ θάνατον τὸ ἐπιστρατεῦσαι κατὰ τῆς πατρίδος καὶ μὴ δυνηθῆναι ἑλεῖν αὐτήν.
ὄνειδος τῷ Πολυνείκει ἔσται … μὴ ἑλεῖν αὐτὸν τὴν πόλιν.
τῷ τοῦδʼ τῷ τοῦ Πολυνείκους.
ἄγος ὄνειδος.
ἄγος μῖσος.
ἄγος μίασμα.
ἄγος ἤγουν μεμισημένος ἔσται τοῖς ἐν Θήβαις θεοῖς. θ
κεκτήσεται λάβῃ.
κεκτήσεται λήψεται.
οὓς τοὺς θεούς.
ἀτιμάσας περιφρονήσας.
ἀτιμάσας ὑβρίσας. …
ἀτιμάσας λοιδορήσας.
ἀτιμάσας εἰς οὐδὲν λογισάμενος. θ
ὅδε ὁ Πολυνείκης.
ἐπακτὸν ξένον.
ἐπακτὸν ἀλλότριον, ὑποβολιμαῖον.
ἐπακτὸν ἀλλότριον.
ἐμβαλὼν ἐπαγαγών.
ἐμβαλὼν ἐπιθείς.
ᾕρει ἐπεχείρει.
ᾕρει κατέβαλλεν.
ᾕρει ἐπόρθει.
ᾕρει ἐκράτει.
ᾕρει ἐκράτει ὅσον κατὰ τὴν οἰκείαν προαίρεσιν.
ᾕρει ἐπολιόρκει. θ
οὕτω πετεινῶν· οὕτως ἀρέσκει τοῖς κρείττοσι τῶν Καδμείων τὸ ῥιφθέντα τοῦτον ἀτίμως ὑπὸ τῶν οἰωνῶν καὶ πετεινῶν λαβεῖν τὸ ἐπιτίμιον.
πετεινῶν τῶν ὀρνέων.
πετεινῶν ὑπὸ κατὰ συνεκδοχήν.
τόνδʼ τὸν Πολυνείκην.
οἰωνῶν ὀρνέων.
δοκεῖ ἀρέσηται.
δοκεῖ ἀρέσκει.
δοκεῖ τοῖς ἄρχουσι. θ
ταφέντʼ ῥιφέντα.
τοὐπιτίμιον τὴν τιμωρίαν.
τοὐπιτίμιον τὸ ἐπίχειρον ὃ ἔπραξεν.
καὶ μήθʼ ὁμαρτεῖν· καὶ μήτε τούτῳ ἐπακολουθῆσαι θύματα τὰ ἐπὶ τοῖς νεκροῖς διὰ χειρῶν ἐργαζόμενα, μήτε μὴν ὀξυτάτοις καὶ ὀξυφώνοις θρήνοις τιμᾶν αὐτόν.
ὁμαρτεῖν τῷ Πολυνείκῃ.
ὁμαρτεῖν ἐπακολουθῆσαι.
ὁμαρτεῖν ἀκολουθεῖν.
τυμβοχόα ἐπιτάφια.
χειρώματα διὰ χειρῶν ἐργαζόμενα.
χειρώματα θύματα τὰ διὰ τῆς χειρὸς γινόμενα. θ
χειρώματα θύματα.
μήτε μὴν ὀξυτάτοις θρήνοις τιμᾶν αὐτόν.
μήτʼ ὀξυμόλποις· μήτε θῦσαι τῷ Πολυνείκει μήτε κλαῦσαι ἐπάνω τοῦ τάφου αὐτοῦ· τιμὴν γὰρ καὶ τοῦτο οἱ παλαιοὶ ὑπελάμβανον, εἴ τις ἐπὶ τῷ τύμβῳ τοῦ τεθνεῶτος ἔθυσε καὶ ἐκόψατο. διὰ τοῦτο καὶ ὁ κῆρυξ, ἵνα μὴ τιμηθῇ ὁ Πολυνείκης, ἐντέλλεται μήτε διὰ θυσιῶν μήτε διʼ οἰμωγμάτων τιμηθῆναι αὐτόν.
ὀξυμόλποις ὀξυτάτοις θρήνοις.
ὀξυμόλποις ὀξυφώνοις.
ὀξυμόλποις λιγυροῖς.
ὀξυμόλποις ἤγουν ὀξέσι.
προσσέβειν τιμᾶν αὐτόν.
οἰμώγμασιν θρήνοις.
οἰμώγμασι θρηνήμασι.
ἄτιμον ἀμέτοχον.
ἐκφορᾶς ἐκβολῆς.
ἐκφορᾶς τῆς ῥίψεως.
ἐκφορᾶς ἐξελεύσεως.
ἐκφορᾶς ἐξοδίου.
ἐκφορᾶς πομπῆς.
ἐκφορᾶς κηδεύματος.
ἐκφορᾶς ἐξοδίου, πομπῆς. θ
φίλων ὕπο ὑπὸ τῶν οἰκείων καὶ συγγενῶν. θ
τοιαῦτʼ ἔδοξε· τοιαῦτα ἤρεσε τούτῳ τῷ τάγματι πάντων τῶν Θηβαίων.
ἔδοξε ἤρεσε.
ἔδοξε τῷ Πολυνείκει.
Καδμείων τῶν Θηβαίων.
τέλει τῷ τάγματι, τῷ πλήθει.
τέλει τοῖς ἄρχουσι.
τὸ τέλος ἑξαχῶς λέγεται· σημαίνει γὰρ καὶ τὸ στρατιωτικὸν σύνταγμα, καὶ τὸ τῶν πραγμάτων πέρας, καὶ τὴν ἐκ τῶν πόλεων φοιτῶσαν πρόσοδον, καὶ τὸ ἀξίωμα, ὡς Εὐριπίδης· τοῖς ἐν τέλει βεβῶσι πείσομαι. δηλοῖ δὲ καὶ τὸ δαπάνημα, ὡς Εὐριπίδης μάτην εἰκοστὸν τόδʼ ἐκβαίνῃ τέλος, καὶ τὴν μυστικὴν καὶ οὕτω τελοποιὸν ἑορτήν, ὅθεν ἡ τελετὴ λέγεται καὶ τελεῖσθαι τὸ μυεῖσθαι καὶ τελούμενοι οἱ τὰ μυστικὰ διδασκόμενοι.
τέλει τῇ ἐξουσίᾳ.
τέλει ἤγουν τοῖς ἐν τέλει οὖσι, τοῖς ἄρχουσιν.
Καδμείων τῶν Θηβαίων.
προστάταις τοῖς ἀρχηγοῖς.
προστάταις τοῖς ἄρχουσιν.
προστάταις τοῖς ἐκκρίτοις, τοῖς πρώτοις.
τόνδε τὸν Πολυνείκην.
σημείωσαι ὅτι τὸ συγκομίζειν καὶ ἀνακομίζειν καὶ ἐκκομίζειν ἐπὶ νεκρῶν λέγεται. καὶ συγκομιδὴ μὲν λέγεται ἡ πρὸ τοῦ τάφου πᾶσα ἐπιμέλεια, ἐκκομιδὴ δὲ ἡ πρὸς τὸν τάφον ἀπαγωγή, ἀνακομιδὴ δὲ ἡ ἐκ τοῦ τάφου εἰς τάφον μετάθεσις.
συνθάπτειν σὺν ἐμοί.
συνθάπτειν σὺν τῷ ἀδελφῷ.
θέλῃ βούλεται.
καὶ βάλω αὐτὸν ἐν τῇ γῇ ὥστε μή τινα κίνδυνον ὑποστῆναι παρά τινος θηρίων.
εἰ δʼ ἔχει βαρεῖαν, λέγει τὸ νὰ ῥίψω ἐμαυτὴν ἀνὰ κίνδυνον θάψασα τὸν ἀδελφόν.
κἀνὰ κίνδυνον· καὶ εἰς κίνδυνον ἐμβαλῶ ἐμαυτὴν διὰ τοῦτον.
κἀνὰ κίνδυνον καὶ εἰς κίνδυνον ἐμβαλῶ.
βάλω ἐμαυτήν.
οὐκ αἰσχύνομαι τοῦτό γε μὴ πειθαρχοῦσα τοῖς ἐν τέλει.
αἰσχύνομαι αἰδοῦμαι.
ἔχουσʼ ἄπιστον· ἀπειθοῦσα τῇ γνώμῃ τῶν πολιτῶν καὶ μὴ πειθομένη τῷ τούτων θελήματι.
ἔχουσα οὐ φροντίζουσα τῶν στρατηγῶν ἢ τῶν συμβούλων.
ἤγουν ἄναρχος δοκοῦσα καὶ μὴ πειθομένη τῇ πόλει τε καὶ τοῖς ἄρχουσιν· οὗτοι μὲν γὰρ ἄταφον βούλονται Πολυνείκην εἶναι, ἐγὼ δὲ τούτων ἀκόντων ταφῇ παραδώσω. θ
ἔχουσα γνωρίσασα.
ἄπιστον πρὸς ἡμᾶς.
ἀναρχίαν ἀπιστίαν.
ἀναρχίαν ἀναρχίαν λέγει τὸ μὴ ἄρχεσθαι ὑπό τινος.
ἀναρχίαν ἤγουν ἄναρχος δοκοῦσα καὶ ἀπειθής.
δεινὸν τὸ κοινόν· χαλεπὴ καὶ βίαιος ἡ φύσις αὕτη ἐξ ἧς γεγόναμεν ἡμεῖς, τουτέστιν ἐπεὶ ἀδελφός μου ἐστίν, οὐκ ἐᾷ με τὸ φίλτρον ἀφεῖναι τοῦτον ἄταφον.
μέγιστόν ἐστιν ἡ συγγένεια καὶ τῶν ἀδυνάτων πεῖσαι κατατολμᾶν, ἧστινος συγγενείας ἐγώ τε καὶ Πολυνείκης πεφύκαμεν, ἐκ πατρὸς καὶ μητρός, τουτέστι ἀδελφοὶ ὄντες ἐκ μιᾶς γαστρὸς καὶ ταὐτοῦ τυχόντες σπέρματος. θ
δεινὸν βίαιον.
δεινὸν μέγα.
δεινὸν βιαστικόν.
δεινὸν χαλεπόν.
τὸ κοινὸν τὸ συγγενικόν.
σπλάγχνον ἤγουν συγγένεια.
πεφύκαμεν ἐγεννήθημεν.
μητρὸς ταλαίνης· ἤτοι τῆς Ἰοκάστης τῆς ἀθλίας ὅτι συνεμίγη τῷ υἱῷ αὐτῆς Οἰδίποδι.
ταλαίνης ἀθλίας ὡς μιγείσης τῷ υἱῷ.
δυστήνου ἀθλίου.
δυστήνου ἀθλίου, δυστυχοῦς.
γράφεται θέλουσʼ ἄκοντι, ἀκουσίῳ τοῖς πολίταις, κακῷ. εἰ δὲ γράφεται κακῶν, λέγοις ἄν· κοινώνει ζῶσα τῷ ἀδελφῷ τῷ θανόντι τῶν κακῶν, ἤγουν συντέθνηκε ἐκεῖ καὶ ἄκοντι, ὅ ἐστι κἂν ἐκεῖ τυχὸν μὴ βούλοιτο. ἢ κακῷ ἀδελφῷ, διʼ ἀνάγκην γενομένῳ κακῷ.
τοιγὰρ θέλουσʼ ἄκοντι· οὐκ ἐγίνωσκε γὰρ ὁ Πολυνείκης ἐπανήκων εὑρήσειν τὸν ἀδελφὸν ἀποδιώκοντα αὐτὸν τῆς ἰδίας πόλεως· πρῶτος γὰρ ὢν τὸν αὑτοῦ χρόνον ἐτελείωσε βασιλεύων ἐν τῇ πόλει, εἶτα ἐξελθὼν καὶ χρονίσας πάλιν ὑπέστρεψε κατὰ τὸ σύνηθες. οὐκ ἐδέχθη δὲ παρὰ τοῦ Ἐτεοκλέους δευτέρου ὄντος ἀδελφοῦ. λοιπὸν ἄκων κατῆλθεν εἰς τὸ Ἄργος καὶ ἐλθὼν ἔθανεν· ἢ ὅτι καὶ ἄκοντα αὐτὸν ὁ Ἐτεοκλῆς προσεκαλέσατο εἰς τὴν μάχην.
τοιγὰρ θέλουσʼ ἄκοντι· οὐκ ἐγίνωσκε γὰρ ὁ Πολυνείκης ἐπανήκων εὑρήσειν τὸν ἀδελφὸν ἀποδιώκοντα τῆς ἰδίας πόλεως, ὥστε ἄκων ἐχθρωδῶς πρὸς τὴν πόλιν διέκειτο, τοῦ Ἐτεοκλέους τούτῳ πταίσαντος διὰ τὸ μὴ παραχωρεῖν αὐτὸν τὴν βασιλείαν λαβεῖν.
τοιγὰρ θέλουσʼ ἄκοντι· διὰ τοῦτο θέλουσα, ὦ ψυχή, κοινώνει τῇ συγγόνῳ φρενί, ἤγουν τῷ Πολυνείκει, τῷ κακῷ γενομένῳ ἄκοντι.
τοιγὰρ διὰ τοῦτο.
θέλουσʼ βουλομένη.
ἄκοντι ἀδελφῷ διʼ ἀνάγκην γεγονότι κακῷ.
ἄκοντι καὶ μὴ βουλομένῳ τῷ νεκρῷ· νεκρὸς γὰρ ἦν, καὶ τί ἐνόει ἐκεῖνος περὶ τῆς ταφῆς;
διὰ τοῦτο εἶπε τὸ ἄκοντι θανόντι, ἐπειδὴ οὐκ εἶχε κατὰ νοῦν Πολυνείκης τὸν αὑτοῦ θάνατον, ἀλλὰ τὸν τοῦ ἀδελφοῦ. θ
ἄκοντι τῷ γεγονότι κακῷ μὴ βουλομένῳ.
ἄκοντι οὐ γὰρ ἑκὼν ἐκεῖνος ἐκοινώνησε τοῦ θανάτου τῷ ἀδελφῷ.
θανόντι ἀδελφῷ.
θανόντι τῷ Πολυνείκει.
ζῶσα—φρενί διεγειρομένη ὑπὸ τῆς ἀδελφικῆς φρενός.
συγγόνῳ ἀδελφικῇ.
φρενί γνώμῃ.
τούτου τοῦ Πολυνείκους.
κοιλογάστορες μεγαλογάστορες.
κοιλογάστορες οἱ κοιλίας ἔχοντες, ἤγουν εὐρείας γαστέρας.
σπάσονται λάβωσι.
σπάσονται φάγωσι.
σπάσονται λάβωσι, φάγωσι.
σπάσονται γεύσονται.
σπάσονται πάσσονται, ἤγουν γεύσονται.
μὴ τοῦτο ἀρεσάτω.
μὴ δοκησάτω μὴ τοῦτο ἀρεσάτω τινί, μηδὲ εἰς δόκησιν ἐλθέτω τινὶ ὅτι γενήσεται.
μὴ δοκησάτω μὴ ὑποληφθείη.
μὴ δοκησάτω μὴ δόξει τοῦτό τινι.
δοκησάτω νομισάτω.
δοκησάτω ἐλπισάτω.
δοκησάτω δοξάτω.
τινί ἀνθρώπῳ.
τινί ἀνθρώπῳ, ὅτι μέλλουσι φαγεῖν αὐτὸν λύκοι.
καὶ ὑπερθετικῶς τὸ καί.
κατασκαφὰς ὀρύγματα.
τῷδε ἐκ παραλλήλου τὸ αὐτῷ τῷδε.
μηχανήσομαι κατασκευάσω.
μηχανήσομαι ἐκ μηχανῆς ποιήσω. θ
τῷ τοῦ βυσσίνου πέπλου κόλπῳ τὴν γῆν παρακομίζουσα, ὡς ἐπιβάλλειν μέλλουσα, διὰ τὸ ὀρύττειν μὴ δύνασθαι.
κόλπῳ φέρουσα· φέρουσα ἐν τῷ κόλπῳ τοῦ βυσσίνου πέπλου. διὰ δὲ τούτου τὴν γῆν αἰνίττεται, ὡς ἐνταφιάσαι τοῦτον τῇ γῇ μέλλουσα. ἄλλως· τῷ τοῦ βυσσίνου πέπλου κόλπῳ τὴν γῆν περικομίζουσα, ὡς ἐπιβάλλειν μέλλουσα χῶμα, διὰ τὸ μὴ δύνασθαι ὀρύττειν.
κόλπῳ φέρουσα βυσσίνου πεπλώματος· τὸ τοῦ βυσσίνου πέπλου χῶμα παρακομίζουσα πρὸς τὸ τοῦτον ἐνταφιάσαι, διὰ τὸ μὴ δύνασθαι ὀρύττειν πρὸς τὸ τοῦτον κατασκάψαι τῇ γῇ.
κόλπῳ φέρουσα τουτέστι κρυφίως θάψω αὐτόν.
φέρουσα λείπει κόνιν.
φέρουσα χοῦν δηλονότι. θ
βυσσίνου κοκκίνου.
βυσσίνου τοῦ βασιλικοῦ.
πεπλώματος ἱματίου.
πεπλώματος πέπλου.
καὐτὴ καὶ ἐγώ.
καλύψω θάψω.
μὴ δόξῃ τινὶ πάλιν, ἤτοι εἰς ἄλλον σκοπόν με τραπῆναι τοῦ παρόντος ὥστε ἐᾶσαι τὸν ἀδελφὸν ἐμοῦ ἄθαπτον.
μηδέ τῳ δόξῃ πάλιν· μηδὲ ἀντεστραμμένως ἐμοί, εἶτʼ οὖν ἐναντίως, τις οἰηθῇ γενέσθαι τουτί, τὸ θάψαι τὸν ἀδελφὸν Πολυνείκην.
δόξῃ νομισθείη.
πάλιν ἐναντίον.
πάλιν ἀνάπαλιν.
πάλιν κατʼ ἄλλον τρόπον.
πάλιν καὶ τὸ ἐναντίον, τὸ μέλλειν λαβεῖν αὐτὸν ἐκβολήν.
θάρσει ὦ ψυχή.
θάρσει θάρρει· πρὸς ἑαυτὴν τοῦτο λέγει ἢ τὸν ἄγγελον.
παρέσται μηχανή· διʼ ἧς αὐτὸν θάψω.
δραστήριος πρακτήριος.
πρακτήριος ἐνεργής.
δραστήριος ἐνεργός, ἐφευρετική, ὅθεν καὶ τοὺς τοιούτους ἄνδρας δραστηρίους καλοῦμεν. θ
δραστήριος πρακτική.
αὐδῶ λέγω.
αὐδῶ ἐπὶ ἀνθρώπῳ λέγεται.
μὴ βιάζεσθαι μὴ κατὰ βίαν πόλεως ταῦτα ποιεῖν.
μὴ βιάζεσθαι ἤγουν μὴ βίᾳ τῆς πόλεως τάδε βούλεσθαι πράττειν.
αὐδῶ λέγω.
περισσὰ ἀνωφελῆ.
περισσὰ μωρά.
περισσὰ πολλά.
περισσὰ πολλὰ καὶ ἀνήνυτα. θ
κηρύσσειν λέγειν.
τραχύς γε μέντοι· τοῦτό φησιν ὁ κῆρυξ, ὅτι ὁ λαὸς τῆς πόλεως ἐλεύθερος τῶν κακῶν γενόμενος, ὡς ἐκποδὼν τῶν πολεμίων γενομένων, τραχὺς καὶ ἀπηνὴς ἔσται κατὰ σοῦ ὡς παρὰ γνώμην αὐτοῦ τὸν Πολυνείκην θελούσης θάψαι. ἡ δὲ Ἀντιγόνη φησὶ πρὸς αὐτόν· τράχυνε, ἀντὶ τοῦ λέγε πολλάκις, ὅτι τραχύς ἐστιν ὁ δῆμος, ἀλλʼ ὅμως οὐκ ἀναστείλῃ με θάψαι τὸν ἀδελφόν.
τραχὺς ἔσται ὁ δῆμος ἐν ἐλευθερίᾳ τοῦ πολέμου γενόμενος.
τραχὺς ἀπηνής.
τραχὺς σκληρός.
τραχὺς αὐθάδης.
τραχὺς ἀλαζονικὸς ὑπάρχει.
τραχὺς ἀναιδής, ὁρμητικός.
δῆμος τὸ πλῆθος.
δῆμος ὁ ὄχλος, ὅταν ἐκφύγῃ τὰ κακά.
ἐκφυγὼν ἐλεύθερος τῶν κακῶν γενόμενος.
κακά τὰ ἐκ πολέμου.
κακά ἤγουν ἐπικείμενον πόλεμον.
λέγε πολλάκις· τραχὺς ἔσται ὁ δῆμος, ἀλλʼ ὅμως οὐκ ἀναστείλῃς με θάψαι.
τράχυνʼ τραχύνου.
τράχυνʼ τραχὺς ὕπαρχε. θ
ἄθαπτος ἄταφος.
οὗτος ὁ Πολυνείκης.
στυγεῖ μισεῖ.
εἰπόντος τοῦ ἀγγέλου πρὸς Ἀντιγόνην· ἀλλʼ ὃν στυγεῖ ἡ πόλις, τοῦτον τιμήσεις αὐτὴ θάψασα; δυσχεραίνουσα αὕτη φησίν· ἤδη καὶ πάλαι οὐ διατετίμηται καὶ οὐ διὰ τιμῆς ἤχθησαν τὰ τοῦδε τοῖς θεοῖς, τουτέστιν ἐκ πολλοῦ ἠμέληται οὗτος παρὰ τῶν θεῶν καὶ οὐδεμίαν αὐτοῦ ἐποιοῦντο φροντίδα—οὐ γὰρ ἂν εἴασαν ἐκπεσεῖν τῆς χθονὸς ὑπὸ τοῦ ἀδελφοῦ ἀδίκως—, ὥστε τί καινὸν εἰ καὶ παρὰ τῶν πολιτῶν νῦν μισεῖται; πρὸς ὃ ἀπολογούμενος οὗτός φησιν· οὔ, τουτέστιν οὐ πρότερον ἠμέληται παρὰ τῶν θεῶν, πρὶν εἰς κίνδυνον καταστῆσαι τήνδε τὴν χώραν. θ
τὰ περὶ τῆς τιμῆς τούτου ὑπὸ θεῶν κέκριται.
οὐκ ἄξιος τῆς πρὸς ταφὴν τιμῆς τυχεῖν ὁ Πολυνείκης παρὰ τῶν θεῶν. καὶ ἄλλως· οὐ τετιμώρηται τοῖς θεοῖς τοῦτο, δηλαδὴ τὸ θανεῖν διὰ τὸ μὴ θαπτέον αὐτόν. ἢ καὶ οὕτως· ὡς βασιλέως ὄντος ἢ ὡς τιμωρίαν δόντος.
ἤδη τὰ τοῦδε· τὰ περὶ τῆς τιμῆς τούτου, τοῦ Πολυνείκους, ὑπὸ θεῶν οὐ κέκριται κακῶς, ἀλλὰ τίμιος καὶ οὗτος παρὰ θεοῖς.
ἤδη διακέκριται, ἡτοίμασται.
ἤδη πάλαι.
οὐ διατετίμηται ἔξω τιμῆς ὑπάρχουσι.
οὐ διατετίμηται ἤγουν οὐ τετιμώρηται.
οὐ διατετίμηται οὐ διακεχώρισται.
οὐ διατετίμηται οὐ διὰ τιμῆς ἤχθη.
νῦν οὐ διατετίμηται ἀλλὰ τότε ἦν τίμιος ὅτε οὔπω ἦλθεν ἐπὶ κινδύνῳ τῆς πατρίδος.
πρίν γε χώραν· εἰπούσης τῆς Ἀντιγόνης, ὅτι τὰ περὶ τῆς τιμῆς τοῦ Πολυνείκους κακῶς οὐ κέκριται παρὰ τοῖς θεοῖς, φησὶν ὁ κῆρυξ πρὸς αὐτήν· οὐδαμῶς τὰ τοῦ Πολυνείκους ἠτιμήθησαν παρὰ τοῖς θεοῖς πρὶν κακῶσαι αὐτὸν τὴν πόλιν, ἀλλὰ μετὰ τὸ τὴν πόλιν βαλεῖν αὐτὸν κακοῖς.
οὔ ἐτίμων τοῦτον οἱ θεοί.
οὔ οὐδαμῶς διατετίμηται τοῖς θεοῖς.
οὔ ἤγουν οὐδὲν ἠτιμάσθη.
πρίν πρὸ τοῦ κακῶσαι αὐτὸν τὴν πόλιν.
παθὼν ἤγουν διωχθείς.
παθὼν ἤγουν ἀδικηθείς.
κακῶς ὑπʼ ἀδελφοῦ. θ
ἀντημείβετο ἐκεῖνον. θ
ἀντημείβετο ἀντεδωρεῖτο.
ὑπὸ μόνου τοῦ Ἐτεοκλέους ἀδικηθεὶς πάντας ἐπολέμησε τοὺς Θηβαίους.
ἀλλʼ εἰς ἅπαντας· ἀλλʼ ἀντὶ τοῦ ἑνός, τοῦ Ἐτεοκλέους δηλονότι—αὐτὸς γὰρ μόνος ἔβλαψεν αὐτόν—, εἰς πάντας τοὺς πολίτας ἦν τὸ ἀμείβεσθαι αὐτοὺς ἐν κακοῖς.
ἅπαντας τοὺς Θηβαίους.
ἅπαντας τοὺς πολίτας. θ
ἑνὸς τοῦ Ἐτεοκλέους.
τόδʼ ἔργον ὁ πόλεμος.
τόδʼ ἔργον ἤγουν ἡ μάχη. θ
οἱ μακροὶ λόγοι εἰς ἔριν καταντῶσιν· ἐγὼ δὲ ποιήσω τοῦτο.
παῦσον πολλά μοι λέγειν· περαίνει γὰρ καὶ τελειοῖ τὸν μῦθον καὶ τὸν λόγον ἔρις ὑστάτη θεῶν, τουτέστι πολλὰ λέγοντες ἐγώ τε καὶ σὺ παυσώμεθα, μή πως ἂν κατασταῖμεν εἰς μάχην· τῶν γὰρ πολλῶν λόγων τὸ τέλος οὐκ ἔσθʼ ἕτερον ἢ μάχη. τὸ δὲ ὑστάτη θεῶν ἀντὶ τοῦ ἐλάττων· πάντες γὰρ οἱ θεοὶ ἀγαθῶν αἴτιοι, τὸ δὲ τῆς ἔριδος χρῆμα πληγὰς καὶ φόνους ἔσθʼ ὅτε παρασκευάζον ἔλαττόν ἐστι καὶ τῆς θεῶν φιλανθρωποτάτης γνώμης ἀποστατεῖ. θ
ἔρις περαίνει ἀπὸ τοῦ νῦν ἡ φιλονεικία ἡμῶν πέρας ἔχει.
ἔρις ἡ φιλονεικία.
περαίνει περαινέτω.
περαίνει τελειοῖ.
περαίνει ἤγουν τελειοῖ εἰς ἔργον.
μῦθον τὸν λόγον.
ὑστάτη τελευταία.
ὑστάτη ἡ χείρων.
ὑστάτη ἡ ἐλάττων.
θάψω ἐνταφιάσω.
τόνδε τὸν Πολυνείκην.
μὴ μακρηγόρει μὴ μακρὰ ἀγόρευε καὶ λέγε.
μακρηγόρει πολυλόγει.
μακρηγόρει ἤγουν πολλοὺς λέγε λόγους.
ἀλλʼ αὐτόβουλος ἴσθι· σῇ γνώμῃ ὃ βούλει πρᾶττε.
ἀλλʼ αὐτόβουλος· διαιρεῖται ὁ χορὸς τῶν γυναικῶν καὶ τῶν μὲν ὑπὲρ Πολυνείκους, τῶν δὲ ὑπὲρ Ἐτεοκλέους οὐσῶν. ὥσπερ δὲ μεμέρισται ὁ χορός, οὕτως καὶ αἱ ἀδελφαί· καὶ ἡ μὲν Ἰσμήνη τῷ Ἐτεοκλεῖ ἀκολουθεῖ καὶ τῇ πόλει, ἡ δὲ Ἀντιγόνη τῷ Πολυνείκει.
ἀλλʼ ἴσθι καὶ γίνωσκε· αὐτόβουλος θάψεις αὐτόν· αὐτοβούλως δὲ ὤφειλεν εἰπεῖν.
αὐτόβουλος αὐτεξούσιος.
τὸ ἦσθα οὐ μόνον ἀντὶ τοῦ ὑπῆρχες, ἀλλὰ καὶ ἀντὶ τοῦ ὑπάρχεις, ὥσπερ φαμὲν καὶ «ἦν» ἀντὶ τοῦ ἐστὶ καὶ ἀντὶ τοῦ ὑπῆρχεν. θ
ἀπεννέπω ἀπαγορεύω.
ἀπεννέπω καὶ ἀπολέγω ἤτοι ἐτελείωσα.
διπλῆ ἐν ἐκθέσει τοῦ δράματος ἀμοιβαίας τὰς περιόδους ἔχουσα. τὰ δὲ κῶλά εἰσιν ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ, καὶ μονόμετρα κϛʹ ὧν τὸ κεʹ μονόμετρον παρατέλευτον ὀνομαζόμενον, τὸ δὲ κϛʹ τὸ κατακλυσθῆναι τὰ μάλιστα ἑφθημιμερές. καὶ ἑξῆς ἡ κορωνὶς ἡ τὸ δρᾶμα ἀποπερατοῦσα.
ἡμέτερον· φεῦ φεῦ· ἡ ἔκθεσις τοῦ δράματος ἐκ συστηματικῶν ἐστι περιόδων. τὰ δὲ κῶλά ἐστιν ἀναπαιστικὰ κϛʹ. τὸ αʹ μονόμετρον βραχυκατάληκτον, τὸ θʹ καὶ τὸ κεʹ μονόμετρα ἀκατάληκτα, τὰ λοιπὰ δίμετρα ἀκατάληκτα. τὸ ιθʹ δὲ καὶ τὸ κϛʹ δίμετρα καταληκτικά, ἤτοι ἑφθημιμερῆ, ἃ καλεῖται παροιμιακά. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει τοῦ δράματος κορωνὶς ἡ τὸ δρᾶμα περατοῦσα καὶ οἷον ἐπισφραγίζουσα. ὅτι δέχονται καὶ ἴαμβον τὰ ἀναπαιστικὰ δῆλον ἐντεῦθεν· ἐν πολλοῖς γὰρ τῶν παρόντων κώλων εὑρήσεις καὶ ἴαμβον.
φεῦ φεῦ· διαιρεῖται ὁ χορός, τῶν μὲν ὑπὲρ Πολυνείκους, τῶν δὲ ὑπὲρ Ἐτεοκλέους οὐσῶν. ὥσπερ δὲ μεμέρισται ὁ χορός, οὕτως καὶ αἱ ἀδελφαί· καὶ ἡ μὲν Ἰσμήνη τῷ Ἐτεοκλεῖ ἀκολουθεῖ καὶ τῇ πόλει, ἡ δὲ Ἀντιγόνη τῷ Πολυνείκει.
διαιρεῖται ὁ χορὸς καὶ αἱ μὲν τὸν Πολυνείκη θρηνοῦσι, αἱ δὲ τὸν Ἐτεοκλέα.
ὥσπερ μεμέρισται ὁ χορός, οὕτως αἱ ἀδελφαί· καὶ ἡ μὲν Ἰσμήνη ἀκολουθεῖ τῷ Ἐτεοκλεῖ καὶ τῇ πόλει, ἡ δὲ Ἀντιγόνη τῷ Πολυνείκει.
φεῦ φεῦ μονόμετρον βραχυκατάληκτον.
μεγάλαυχοι ἀλαζονικαί.
μεγάλαυχοι ὑψηλοί.
μεγάλαυχοι καυχώμενοι.
μεγάλαυχοι μεγαλοδύναμοι.
μεγάλαυχοι ἐπηρμέναι.
φθερσιγενεῖς αἱ ἐπὶ τῷ φθείρειν γεγονυῖαι.
φθερσειγενεῖς αἱ φθείρουσαι τὰ γένη.
φθερσειγενεῖς αἱ φθείρουσαι τὸ γένος.
φθερσειγενεῖς αἱ τὰ γένη φθείρουσαι.
κῆρες ὦ μοῖρα.
κῆρες μοῖραι θανατηραί.
κῆρες θανατοφόροι.
κῆρες φθοραί.
ὠλέσατε ἐφθείρατε.
πρυμνόθεν ῥιζόθεν.
πρυμνόθεν ἀπὸ ῥίζης.
πρυμνόθεν ἀπὸ τῆς πρύμνης.
πρυμνόθεν ἐσχάτως.
πρυμνόθεν ῥιζόθεν, ἤγουν ἐκ βάθους.
πρυμνόθεν ἐσχάτως, ῥιζόθεν.
δρῶ ἵνα ποιήσω.
δρῶ δράσω, πράξω.
μήσομαι βουλεύσομαι.
μήσομαι μηχανήσομαι.
τολμήσω ὑπομείνω.
τολμήσω καρτερήσω.
τολμήσω ὑπομενῶ.
σε ὦ Πολύνεικες.
κλαίειν θρηνεῖν.
προπέμπειν παραπέμπειν.
τύμβῳ τάφῳ.
δέον εἰπεῖν φοβεῖσθαι καὶ ἀποτρέπεσθαι, ὁ δὲ ἄλλως τὴν σύνταξιν ἔτρεψε, φοβοῦμαι καὶ ἀποτρέπομαι εἰπών. θ
κἀποτρέπομαι ἀπαναίνομαι. θ
μονόμετρον.
δεῖμα φόβημα.
δεῖμα ἤγουν τὸν φόβον.
σύ γε μὴν πολλῶν· πρὸς τὸν Ἐτεοκλῆ τοῦτό φησι.
σύ γε μήν· ἐνταῦθα χωρίζονται γυναῖκές τινες συγκλαίουσαι τῇ Ἀντιγόνῃ ἕνεκεν τοῦ Πολυνείκους, αἱ δὲ τῇ Ἰσμήνῃ χάριν τοῦ Ἐτεοκλέους.
ἐνταῦθα χωρίζεται ὁ χορός.
ἕτερον ἡμιχόριον συγκλαίει τῇ Ἰσμήνῃ χάριν τοῦ Ἐτεοκλέους.
σύ Ἐτέοκλες.
πρὸς τὸν Ἐτεοκλέα ὁ λόγος οὗτος.
πενθητήρων θρηνωδῶν.
πενθητήρων θρηνητήρων.
πενθητήρων πενθούντων σε.
τεύξῃ ἐπιτύχῃς.
ὁ τάλας ὁ Πολυνείκης.
ὁ τάλας πρὸς τὸν Πολυνείκην ὁ λόγος οὗτος.
ὁ τάλας ὁ ἄθλιος.
ἄγοος ἐκτὸς γόου.
ἄγοος ἀθρήνητος.
μονόκλαυτον μεμονωμένον.
ἀδελφῆς τῆς Ἀντιγόνης.
εἶσι πορεύσεται.
εἶσι ἔρχεται.
εἶσι εἰς τὸν Ἅιδην.
εἶσι πορεύεται.
εἶσι εἰς Ἅιδου πορεύεται. θ
εἶσι ἐλεύσεται.
τίς ἡμῶν ἐστι ταύτης τῆς γνώμης;
τίς ἂν οὖν ταῦτα πείθοιτο· τίς οὖν πεισθείη τοῖς δόξασι τῇ πόλει καὶ τίς ἡμῶν ἐστι ταύτης τῆς γνώμης;
τίς ἂν ἡμῖν εἰς ταῦτα πεισθῇ, δηλονότι εἰς τὸ θάψαι καὶ κλαῦσαι τὸν Πολυνείκην;
τὰ ἃ λέγουσι. θ
πείθοιτο καταπειθὴς γένοιτο.
πείθοιτο μὴ κλαίειν.
πείθοιτο τοῖς ἄρχουσιν. θ
πείθοιτο καταπεισθείη.
ἕτερον ἡμιχόριον συγκλαίει τῇ Ἀντιγόνῃ χάριν τοῦ Πολυνείκους.
δράτω πόλις· ὃ βούλεται ποιείτω εἰς τοὺς κλαίοντας Πολυνείκη.
δράτω ὃ βούλεται ἡ πόλις ποιείτω εἰς τοὺς κλαίοντος τὸν Πολυνείκην.
δράτω πόλις· λείπει τὸ κακῶς, ἵνʼ ᾖ οὕτως· δράτω καὶ μὴ δράτω κακῶς, ἤγουν κακοποιείτω, ἡ πόλις τοὺς κλαίοντας καὶ διὰ τοῦτο τὸν Πολυνείκην τιμῶντας.
δράτω κακῶς.
μὴ δράτω κακῶς.
ἡμεῖς γὰρ ἴμεν καὶ συνθάψομεν σὺν τῇ Ἀντιγόνῃ τὸν Πολυνείκην· καὶ γὰρ οὐ πάντοτε τῷ δήμῳ καὶ τῇ πόλει τὰ αὐτὰ δοκεῖ.
ἡμεῖς μὲν πορευσόμεθα εἰς τοὺς κλαίοντας τὸν Πολυνείκην καὶ συνθάψομεν.
ἡμεῖς καλῶς λέγεις. θ
ἴμεν πορευθείημεν.
ἴμεν πορευόμεθα.
συνθάψομεν σὺν τῇ Ἀντιγόνῃ.
συνθάψομεν τὸν Πολυνείκην. θ
μερίζεται ὁ χορὸς εἰς δύο, αἱ μὲν ὑπὲρ Πολυνείκους, αἱ δὲ ὑπὲρ Ἐτεοκλέους. θ
αἵδε δεικτικῶς.
αἵδε ἀδελφαί.
προπομποί προακόλουθοι.
προπομποί ἤγουν προπέμπουσαι αὐτόν. θ
γενεᾷ τῶν ἀνθρώπων.
γενεᾷ τῶν γυναικῶν.
κοινὴ ἡ θλῖψις ἐν τῇ ἐμῇ γενεᾷ, ἐπεὶ ἡ πημονὴ πλανωμένη ἄλλοτε προσιζάνει πρὸς ἄλλον
γενεᾷ τῇ ἀνθρωπίνῃ. θ
ἄχος ὁ θάνατος. θ
νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους κολάζουσα· τοιοῦτος γάρ ἐστιν ὁ δῆμος, ὃ πρώην δίκαιον νομίζει, τοῦτο ὕστερον ἄδικον οἰόμενος. θ
ἄλλως οὐ διόλου τὰ αὐτὰ δοκεῖ τῷ δήμῳ.
ἄλλως ἀλλοτρόπως.
ἄλλοτʼ ἐν ἄλλῳ καιρῷ.
ἐπαινεῖ ἀποδέχεται.
ἡμεῖς δʼ ἅμα· ἡμεῖς δʼ ἅμα τῷ Ἐτεοκλεῖ ἐκκομιζομένῳ ἑπόμεθα.
φησὶ τὸ ἕτερον ἡμιχόριον τὸ προσκείμενον τῷ Ἐτεοκλεῖ ὅτι· ἡμεῖς δʼ ἅμα τῷ Ἐτεοκλεῖ ἐκκομιζομένῳ ἑψόμεθα.
ἡμεῖς ἑπόμεθα.
τῷδʼ τῷ Ἐτεοκλεῖ.
δίκαιον δίκαιον γὰρ συμπονεῖν τῷδε ὑπὲρ πατρίδος ἠγωνισμένῳ. θ
μετὰ γὰρ μάκαρας· μετὰ γὰρ τοὺς θεοὺς καὶ τὴν ἑαυτοῦ παρέθηκεν ἰσχὺν ὑπὲρ τῆς πόλεως· καὶ γὰρ ἐνίκησαν οἱ ἡμέτεροι πολῖται, καὶ οὐκ εἴασε τὴν πόλιν ἡμῶν οὕτως ὑπὸ χειμερινοῦ κύματος κατακλυσθῆναι πρὸς τῶν Ἀργείων. ἀκολούθως μέντοι τῷ κύματι καὶ τὸ κατακλυσθῆναι ἐπήνεγκεν.
μετὰ γὰρ μάκαρας· μετὰ γὰρ τοὺς θεοὺς καὶ τὴν ἑαυτοῦ ἰσχὺν ὑπὲρ τῆς πόλεως προέθετο· καὶ γὰρ ἐνίκησαν οἱ ἡμέτεροι πολῖται, καὶ οὐκ εἴασε τὴν πόλιν ἡμῶν οὗτος ὑπὸ χειμερινοῦ κύματος κατακλυσθῆναι· κῦμα δὲ τὴν ἔφοδον εἴρηκε τῶν Ἀργείων. ἀκολούθως μέντοι τῷ κύματι καὶ τὸ κατακλυσθῆναι τροπῇ συνεπήνεγκεν.
ἴσως μάκαρας θεῶν.
μάκαρας θεούς.
ἰσχὺν δύναμιν.
ὅδε ὁ Ἐτεοκλῆς.
Καδμείων τῶν Θηβαίων.
ἤρυξε ἐφύλαξε.
ἤρυξε ἐρύσατο κωλύων.
ἤρυξε ἐκώλυσεν.
ἤρυξε ἐβοήθησεν.
ἤρυξε· τὸ θέμα ἐρύκω τὸ κωλύω.
ἤρυξε ἐκώλυσεν· ἐρύκω γὰρ τὸ κωλύω.
μὴ ἀνατραπῆναι συνίζησις.
ἀνατραπῆναι ἀφανισθῆναι.
ἀνατραπῆναι ἀνάστατον γενέσθαι. θ
ἀλλοδαπῷ ἀλλοτρίῳ.
ἀλλοδαπῷ ξένῳ.
παρατέλευτον μονόμετρον.
κύματι κλύδωνι.
φωτῶν ἀνδρῶν.
φωτῶν Ἀργείων.
κατακλυσθῆναι καταποντισθῆναι.
κατακλυσθῆναι ποντισθῆναι.
κατακλυσθῆναι ἀφανισθῆναι. θ
ἀκολούθως πρὸς τῷ κύματι τὸ κατακλυσθῆναι ἐπήγαγεν. ἔστι δὲ ταῦτα μεταφορικῶς.
τὰ μάλιστα λίαν.