ΠΕΡΙ ΚΑΘΟΛΙΚΗΣ ΠΡΟΣΩΙΔΙΑΣ
Ἀπολλώνιος ὁ Γραμματικός : Ἡρακλείδης ἐπιμερίζων τὰς οὐ δυναμένας λέξεις ὀξεῖαν ἐπιδέξασθαι ἐν τῷ περὶ καθολικῆς προσῳδίας φησὶν ὡς ἀσύστατον εἴη τὸ εἰσὅ ἐπίρρημα ἐν ὀξείᾳ τάσει καταγίνεσθαι, καθὸ τὰ εἰς ο λήγοντα τῶν τοῦ λόγου μερῶν ἀπέστραπται τὴν ἐπὶ τέλους ὀξεῖαν, ὑπεξαιρούμενος τήν τε ἀπό πρόθεσιν καὶ τὴν ὑπό, καθὸ τούτων ἓν ἰδίωμά ἐστιν ἡ ἐπὶ τέλους ὀξεῖα. φαίνεται δʼ ὅτι καὶ ἡ τοῦ αὐτός οὐδετέρα ἀντωνυμία εἰς ο λήξασα εἶχε τὴν τοῦ τόνου ὑποπαραίτησιν, καθὸ συνετονοῦτο τῇ ἀρσενικῇ τάσει. οὐ δὴ οὖν τις ἀφορμὴ περὶ τῆς ἐγγινομένης ὀξείας ἐν τῷ εἰσὅ· οὐδὲ γὰρ ἐκεῖνο πιθανὸν οἰητέον, ὡς παρὰ τὸ ἕως ἐπίρρημα ἐσχημάτισται ἁπάντων τῶν παρεπομένων ἐν ὑπερβάτῳ γενομένων· ὁ γὰρ χρόνος ὁ ἐπὶ τοῦ τέλους μετῄει ἐπὶ τὸ ἄρχον καὶ τὸ ἐπὶ τέλους σ ἐν μεσότητι παρελαμβάνετο καὶ ἡ ἐν ἀρχῇ ὀξεῖα μετὰ τοῦ συνόντος πνεύματος μετετίθετο ἐπὶ τὸ τέλος. ἄμεινον ἐκδέξασθαι, ὡς ἐκ παραθέσεως προθετικῆς καὶ ἀρθρικῆς συντάξεως παρυφίστατο χρονικὴ σύνταξις, τῶν λέξεων κατὰ τὴν συνοῦσαν παράθεσιν τὰ παρεπόμενα αὑταῖς ἀναδεξαμένων.
Ἀπολλώνιος ὁ Γραμματικός : παραθήσομαι καὶ τὸ πρὸς τοῦ Ἡρακλείδου εἰρημένον, ὡς καὶ τὸ ἐπεί χρονικὸν ἐπίρρημα ἐκ τῆς προειρημένης συντάξεως ἐγένετο· ἐκ τοπικοῦ γὰρ ἐπιρρήματος τοῦ οὗ, φησίν, ἀπετελεῖτο Δωρικὴ μετάληψις ἡ εἷ ὁμοίως τῷ ποῦ καὶ πεῖ, αὐτοῦ αὐτεῖ, ᾧ συνῄει πρόθεσις ἡ ἐπί ἡ νῦν ἰσοδυναμοῦσα τῇ ἀπό, καθὸ καὶ ἐν ἑτέροις ἡ ἀπό ἀντὶ τῆς ἐπί. τὸ γὰρ «ἀπομηνίσας» ἐν ἴσῳ τῷ ἐπιμηνίσας.
Ἀπολλώνιος ὁ Γραμματικός : ἠπόρηται δὲ καὶ τὸ αὔτως πῶς ἐγένετο. οὐ γὰρ ἔχει τὴν ἔννοιαν τῆς αὐτός ἀντωνυμίας, καθότι τὸ ἐκεῖνος ὡς πρὸς τὸ ἐκείνως καὶ τὸ οὗτος ὡς πρὸς τὸ οὕτως. πρὸς οἷς καὶ τὰ τοῦ τόνου διελέγχει. Τρύφων περὶ τοῦ σημαίνοντος τὸ οὕτως ἐκδέχεται μετάπτωσιν τοῦ ο εἰς τὸ α γεγενῆσθαι. ἀλλὰ ἐλείπετο καὶ περὶ τοῦ σημαίνοντος τὸ μάτην διαλαβεῖν. ὅθεν ἢ καὶ αὐτὸ δεκτέον θεματικὸν ἢ συγκαταθετέον Ἡρακλείδῃ φαμένῳ, ὡς κατὰ στέρησίν ἐστιν ἐκ τοῦ ἀούτως συναλοιφῆς γενομένης τοῦ α καὶ ο εἰς α μακρόν, ὡς τὸ Μενέλαος Μενέλας, Δορύλαος Δορύλας, Πτερέλαος Πτερέλας. τὰ γὰρ ἐν τῷ δέοντι μὴ γενόμενα ματαίως γίνεται· φαμὲν γὰρ τὰ ἐν τῇ δεούσῃ ποιότητι «ποίησον οὕτως.»
Ἀμμώνιος ὁ Γραμματικός : νῦν καὶ νυνί διαφέρει, φησὶ κατά τινας Ἡρακλείδης ἐν πρώτῃ περὶ καθολικῆς προσῳδίας. τὸ μὲν γὰρ νῦν χρονικὸν ἐπίρρημα τάσσεται ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος παρῳχημένου καὶ μέλλοντος, οἷον ὅτι ἀγὼν νῦν ἐστι, νῦν παρῆλθεν, νῦν ἔσται. τὸ δὲ νυνί ἐπὶ μόνου ἐνεστῶτος. τὸ δὲ νῦν καθʼ Ἡρακλείδην ἐνεστῶτί τε ἁρμόττεται, οἷον νῦν ἐστιν ὁ ἀγών, καὶ παρῳχημένῳ, οἷον νῦν παρῆλθεν ὁ ἀγών, καὶ μέλλοντι, οἷον νῦν ἔσται ὁ ἀγών. τὸ δὲ νυνί ἐπὶ μόνου ἐνεστῶτος. τῶν Ἀττικῶν δὲ ταῦτα.
Ἀμμώνιος ὁ Γραμματικός : ἱκέσθαι καὶ ἀφικέσθαι διαφέρει, ὥς φησιν Ἡρακλείδης. ἱκέσθαι μὲν γάρ ἐστι τὸ ἐλθεῖν· ἀφικέσθαι δὲ τὸ ἐπανελθεῖν. Ὅμηρος τὴν διαφοράν φησιν· «οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν» καὶ «ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην».
Ἀμμώνιος ὁ Γραμματικός : σταφυλήν ὀξυτόνως, ὡς ἀλκήν, καὶ σταφύλην βαρυτόνως, ὡς Μελίτην, διαφέρειν φησὶ Πτολεμαῖος ἐν δευτέρᾳ περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν ... Ἡρακλείδης ὁ ἡμέτερός φησιν· ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς λη ληγόντων θηλυκῶν ὀνομάτων ἀμέτοχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ υ, ὀξυτονεῖται, ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται, οἷον κορδύλη, Δαμύλη, Φαισύλη— δοκεῖ δὲ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον, ἃς ὁ Λυκοῦργος «σεῦε κατʼ ἠγάθεον Νυσήιον»—, ἡδύλη· ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ δʼ ὀξυτονοῦντές φασιν, ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται ἤ, ἐὰν τὰ ἀρσενικὰ ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται, οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή «ἐν ἀργαλέῃσι φονῇσι». καὶ τοὔμπαλιν Δαναός Δανάη. ἐπεὶ οὖν καὶ ἐπὶ τούτου τὸ ἀρσενικόν ἐστι Στάφυλος—οὕτω γὰρ ἐκαλεῖτο ὁ τοῦ Διονύσου υἱός—, τὸ θηλυκὸν σταφυλή ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον· ἰδοὺ κόγχος κόγχη, φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων καλός καλή, σοφός σοφή· καὶ τὰ θηλυκὰ οὐ βαρύνεται ἀλλʼ ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δὲ ὀξυτόνοις τὰ ὀξύτονα. ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλη ὡς ἡδύλη. τινὲς δὲ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται τοῦ σημαινομένου ὁμοτονεῖ, ὅσα δὲ διαλλάσσει τῷ σημαινομένῳ οὐκέτι. τὸ μὲν οὖν φίλος καὶ φίλη καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ, τὰ δὲ διαφέροντα οὐκέτι· καθάπερ γὰρ χόλος χολή καὶ τρόπος τροπή καὶ νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δὲ τῷ σημαινομένῳ, ἡ σταφυλή ὄντως ὀξύνεται. —τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδου παρατήρημα ἰσχυρόν, καθὰ παραγγέλλεται βαρυτονεῖν, οὐ μόνον διὰ τὰ παρακολουθοῦντα τῷ ὀνόματι ἀλλʼ ὅτι καὶ ὑπὲρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα· ὥστε οὐδὲ τὴν ὀπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει· καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις, καθʼ ἣν διαφέρειν φησὶ τοῖς τόνοις τοὔνομα καὶ τῷ σημαινομένῳ. ἰστέον δὲ νῦν καὶ ὅτι Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν εἰπὼν κεῖσθαι τὴν λέξιν ταύτην ἐπὶ τῆς καθιεμένης μολύβδου ... λέγει δὲ ὁ Πτολεμαῖος τοῦτο διὰ τὸ μηδὲ τὴν ὀπώραν τὴν σταφυλήν δεῖν ὀξύνεσθαι ἀλλὰ βαρύνεσθαι, οἷα τῶν τοιούτων εἰς λη θηλυκῶν ἃ παραλήγεται τῷ υ βαρυνομένων καθʼ Ἡρακλείδην φάμενον ἡμαρτῆσθαι παρὰ τοῖς ἑλληνίζουσι τὸ σταφυλή ὀξυνόμενον· ὅσα γὰρ τοιαῦτα παρατελευτῶνται τῷ υ, βαρύνονται· καὶ λέγει καὶ κανόνα τινὰ εἰς τοῦτο ἐκεῖνος.
Αἴλιος Ἡρωδιανός : ἀβλήχρʼ· Ἡρακλείδης ὁ Μιλήσιος βαρύνει ὡς ἄσιτα· λόγῳ δὲ χρῆται τούτῳ ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος· σημαίνει γὰρ τὸ ἀσθενές. βληχρόν· Πίνδαρος μὲν βληχρὸν τὸ ἰσχυρόν «πρόφασις βληχροῦ γίνεται νείκεος» φησί· ... ἔνθεν Ἡρακλείδης ὁ Μιλήσιος κατὰ βαρεῖαν τάσιν τὸ θηλυκὸν ἀνέγνω ἀβλήχρην· ἡγεῖται γὰρ στέρησιν, οὐ πλεονασμόν.
Αἴλιος Ἡρωδιανός, Ἐτυμολογικὸν τὸ Μέγα : ἅπας· ἀμφίβολον, πότερον ἀφαίρεσις ἢ πρόσοδος ... ὁ δὲ Ἡρακλείδης βούλεται ἐκ τοῦ ἅμα πᾶς εἶναι ἐν συγκοπῇ ἅπας. περὶ παθῶν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : ἐν καρὸς αἴσῃ· ... Λυσανίας δὲ ὁ Κυρηναῖος καὶ Ἀριστοφάνης καὶ Ἀρίσταρχος ἐν κηρὸς μοίρᾳ φασὶ λέγειν τὸν ποιητὴν Δωρικῶς μεταβαλόντα τὸ η εἰς α ... Ἡρακλείδης δέ φησιν ὅτι τὰ ἐκ τοῦ η εἰς βραχὺ α μεταγόμενα Ἰωνικά ἐστιν ἀλλʼ οὐ Δωριέων συστολαί.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : ὄρνις δʼ ὡς ἀνόπαια· ὁ μὲν Ἀρίσταρχος ἀνόπαια προπαροξυτόνως ἀναγιγνώσκει ὄνομα ὄρνιθος λέγων ... κακῶς δὲ ὁ Ἡρακλείδης φησὶν ἐν ταῖς ὁμοιότησι μὴ ἐπιφέρεσθαι τῷ ὄρνις τὸ κύριον· ἔλαθε γὰρ αὐτὸν τὸ «ὄρνιθι λιγυρῇ ἐναλίγκιος».
Εὐστάθιος ὁ Θεσσαλονίκης : Μῄονες δὲ λέγονται ἀπό τινος Μῄονος ἢ Μαίονος, τραπέντος μὲν τοῦ α εἰς η, τοῦ δὲ ι μένοντος ἀνεκφωνήτου· λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηίονες ἐκφωνηθέντος τοῦ προσγραφομένου ι. Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ ι γράφει τοὺς ἀπὸ τοῦ Μαίονος κληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν Βοιωτῶν τὴν ὅλην αι δίφθογγον εἰς η καταμόνας μεταβαλλόντων. — ὥς που, καὶ ὁ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων καὶ ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων τὸ ποιούμεναι λεγόμεναι καὶ τὰ τοιαῦτα ποιούμενη λεγόμενη ἐκεῖνοί φασι, οὕτω δὲ καὶ τὰ ὅμοια.
Εὐστάθιος ὁ Θεσσαλονίκης : συλλαλεῖ δὲ τῇ εἰρημένῃ διὰ τοῦ η γραφῇ καὶ ὁ ἀήτης ὃς δηλοῖ ἄνεμον, περὶ οὗ λέγει ὁ Ἡρακλείδης τοιαῦτα· πεποίηται ὁ ἀήτης ὡς ἀπὸ περισπωμένου τοῦ ἀῶ ἀήσω, διὸ ἡμάρτηται κατὰ τὸν τόνον. τὰ γὰρ τοῖς εἰς ω περισπωμένοις ῥήμασι παρασχηματιζόμενα εἰς της ἀρσενικὰ τῷ η παραληγόμενα ὀξύνεται, οἷον ποιῶ ποιήσω ποιητής, ὁμοίως ἠχητής, μιμητής· οὐκοῦν καὶ τὸ ἀῶ ἀήσω τοιοῦτον γεννᾷ, ὁ δὲ ἀήτης οὐχ οὕτως, ἀλλὰ βαρύνεται. λέγει δὲ τοιοῦτον ἁμάρτημα εἶναι καὶ ἐν τῷ χηρῶσται· τοῦ γὰρ ῥήματος ὄντος περισπωμένως χηρῶ, τοὔνομα οὐκ ὀξύνεται ἅμα δὲ τοῦτο καὶ περισσὸν ἔχει τὸ σ.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον ... καὶ ὅτι καθʼ ἡρακλείδην ἄμεινον λέγειν ἀνύω ἤπερ ἄνω, ἵνα μὴ παραλόγως μηκύνηται τὸ α. οὐδέποτε γάρ, φησί, μηκύνεται προηγουμένου τοῦ ν ἐπὶ τῶν εἰς νω.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον δὲ ὅτι τὸ νάω καθʼ Ἡρακλείδην συστέλλει τὸ α κανόνι τοιούτῳ· τὰ εἰς ω καθαρὸν λήγοντα δισύλλαβα καὶ ἔχοντα φωνῆεν βραχὺ παρατέλευτον δίχα τοῦ ο βαρύνονται, εἰ μή που περισπασθέντα ἑτέραν ἔννοιαν ποιήσει ὡς τὸ μυῶ. τὰ δʼ ἄλλα βαρύνονται δίχα ὡς εἴρηται τῶν παραληγομένων τῷ ο, οἷον μύω, κλύω, πλέω, νάω, τίω «τίω δέ μιν ἐν καρὸς αἴσῃ». ὅθεν, φησί, καὶ τὸ ἄω ἤγουν πνέω τῶν βαρυτόνων ἐστὶ καὶ οὐ περισπώμενον. τὸ ἐῶ οὐ συγκρίνεται, φησί, τούτοις δευτέρας ὂν συζυγίας τῶν περισπωμένων. οὕτω δʼ ἐνταῦθα γράψας ὁ Ἡρακλείδης ἑτέρωθι, ἔνθα ἔφη ὅτι τὰ εἰς ω καθαρὸν λήγοντα καὶ τῷ α βραχεῖ παραληγόμενα περισπώμενά τε καὶ βαρύτονα Αἰολικά εἰσι, μόνον περιλείπεσθαι λέγει τὸ ἄω ἀμφισβητούμενον κατὰ τὸν τόνον.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ὅτι δὲ τὸ ὁρῶ κανονικῶς περισπᾶται, Ἡρακλείδης δηλοῖ γράψας οὕτω· τὰ θέματα ἔχοντα μετὰ τὸ προηγούμενον ο ἓν σύμφωνον ἁπλοῦν ἑπόμενον περισπῶνται, νομῶ, σοβῶ, ῥοφῶ, φορῶ. τὸ κόπτω βαρύνεται, ἐπεὶ δύο σύμφωνα ἕπεται αὐτῷ, τὸ δὲ ὄζω καὶ δεσπόζω, ἐπεὶ διπλοῦν. ὅθεν τὸ ὁρῶ εὐλόγως περισπᾶται συμφώνου ἑνὸς ἐπαγομένου ἁπλοῦ.
ΠΕΡΙ ΔΥΣΚΛΙΤΩΝ ΡΗΜΑΤΩΝ
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ «οὐ μέν θην κάμετόν γε» οὕτω μὲν γεγραμμένον σαφῶς ἔχει. ἔστι δὲ καὶ ἑτεροίας ἐκδόσεως γραφὴ ὑποδύσκολος καθʼ Ἡρακλείδην αὕτη «οὐ μέντον κάμετόν γε» ἀντὶ τοῦ οὐ μέντοι. καὶ ἔστι κατʼ αὐτὸν τὸ οὐ μέντον Ἀργείων καὶ Κρητῶν γλώσσης, οἳ πολλάκις ἐξαιροῦντες, φησί, τὸ ι ἐντάττουσι τὸ ν τὴν εἰς πρόθεσιν ἐνς λέγοντες καὶ τὸ τιθείς τιθένς, οἷς ὅμοιον καὶ τὸ σπείδω σπένδω καὶ τὸ οὐ μέντοι οὐ μέντον καὶ τὸ αἰεί αἰέν. Σικελοὶ μέντοι, φησίν, ἔμπαλιν τὸ ι ἀντὶ τοῦ ν τάττουσι τὸ ἔνδον ἔνδοι λέγοντες καὶ Ὅμηρος εἰνάνυχες ἀντὶ τοῦ ἐννεάνυχες. ταῦτα ὁ Ἡρακλείδης. ὅτι δὲ ταὐτὸν λείβειν καὶ σπένδειν δηλοῖ ὁ ποιητὴς ἐν τῷ «μέθυ λεῖψαι» καὶ «ὕδατι σπένδοντες», οὗ πρωτότυπον καθʼ Ἡρακλείδην τὸ σπείδω. Ἀργεῖοι γάρ, φησί, καὶ Κρῆτες ἐξαιροῦντες τὸ ι τάσσουσι τὸ ν τὴν εἰς πρόθεσιν ἐνς λέγοντες καὶ τὸ τιθείς τιθένς, οἷς ὡμοίωται τὸ σπείδω σπένδω. ἡ δὲ διάλεκτος, φησίν, αὕτη ἔτι καὶ νῦν σώζεται παρὰ τοῖς ἀντιγράφοις· τὸ γὰρ αἰεί αἰέν φασι καὶ τὸ οὐ μέντοι οὐ μέντον, οἷον «οὐ μέντον κάμετόν γε μάχην ἀνὰ κυδιάνειραν». ἔμπαλιν δέ, φησί, χρῶνται Σικελοὶ τῷ ι ἀντὶ τοῦ ν τὸ ἔνδον ἔνδοι λέγοντες καὶ Ὅμηρος εἰνάνυχες ἀντὶ τοῦ ἐννεάνυχες. πόθεν τὸ σπένδω; ἐκ τοῦ σπείδω, οὗ ὁ μέλλων σπείσω, ὁ ἀόριστος ἔσπεισα, ἐξ οὗ τὸ παρʼ Ὁμήρῳ «σπείσαντες ἔβαν κλισίηνδε ἕκαστος». ἐκ τοῦ οὖν σπείδω γέγονε κατʼ Ἀργείους καὶ Κρῆτας ἀφαιρέσει τοῦ ι τῆς ει διφθόγγου καὶ προσόδῳ τοῦ ν σπένδω· οὗτοι γὰρ πολλάκις ἐξαιροῦντες τὸ ι τάττουσι τὸ ν καὶ τὴν μὲν εἰς πρόθεσιν ἐνς λέγουσι καὶ τὸ τιθείς τιθένς. οὕτως οὖν καὶ σπείδω σπένδω.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Αἰολικῶς δὲ κατὰ Ἡρακλείδην ἔχει τὸ ὄσσεσθαι. τὰ γὰρ εἰς πτω, φησί, βαρύτονα οἱ Αἰολεῖς εἰς δύο σσ μετατιθέασιν, οἷον πέπτω πέσσω, ὄπτω ὄσσω ... ὅμοιον δὲ τοῖς ῥηθεῖσι καὶ τὸ ἐνίπτω ἐνίσσω καὶ τὸ βλέπτω, ἐξ οὗ, φησί, τὸ ἀβλεπτῶ, βλέσσω, ᾧ παρενείροντες, φησίν, ἰδίῳ ἔθει τὸ υ παρέσει τοῦ β λεύσσω φασίν. ὅτι δὲ τοῦ πέττειν προϋπάρχει τὸ πέπτειν καὶ ὅτι Αἰολικόν ἐστιν, Ἡρακλείδης δηλοῖ φάμενος οὕτως· Αἰολεῖς τὰ εἰς πτω λήγοντα βαρύτονα μετατιθέασιν εἰς δύο σσ, οἷον πέπτω πέσσω, ὄπτω ὄσσω «ὀσσόμενος πατέρʼ ἐσθλόν». ὅτι καθʼ Ἡρακλείδην τοῦ πέσσω τὸ πέπτω προΰπεστιν ὡς καὶ τοῦ ὄσσω τὸ ὄπτω, οἷα τῶν Αἰολέων ἐν τοῖς εἰς πτω λήγουσι ῥήμασι τὸ πτ εἰς δύο σσ τρεπόντων. πόθεν τὸ ὄσσω καὶ πέσσω; παρὰ τὸ ὄπτω καὶ πέπτω. Αἰολικῶς γὰρ ἐτράπη τὸ πτ εἰς δύο σσ καὶ γέγονεν ὄσσω καὶ πέσσω, ἐξ οὗ τὸ «κάκʼ ὀσσόμενος προσέειπεν».
Εὐστάθιος ὁ Θεσσαλονίκης : Ἡρακλείδης δὲ ἀγνοεῖν φησι πολλοὺς ὅτι τὸ λίσσομαι κοινολεκτούμενον Ἀτθίδι διαλέκτῳ γέγονε λίττομαι, παρέσει δὲ τοῦ ἑτέρου τ γεγένηται λίτομαι. ὁ δʼ αὐτὸς καὶ περὶ τοῦ ἀνύτω καὶ ἀρύτω εἰπὼν ἀσυνήθως αὐτὰ ἔχειν, ὡς μηδενὸς εἰς ω λήγοντος βαρυτόνου ἔχοντος τὸ τ ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς· πάντα γάρ, φησί, περισπᾶται, οἷον κρατῶ, αἰτῶ, πατῶ, κροτῶ, φοιτῶ, ἐπάγει ὅτι Κύπριοι δὲ καὶ Ἀττικοὶ παρεντιθέντες ῥήμασι καὶ ὀνόμασι τὸ τ καὶ πτόλιν τὴν πόλιν λέγοντες καὶ πτόλεμον τὸν πόλεμον, ὅθεν καὶ αἱ ἄνακτος καὶ νυκτός γεγόνασι γενικαὶ πλεονάζουσαι τῷ τ, λέγουσιν οὕτω καὶ τὸ ἀρύω ἀνύω ἀρύτω ἀνύτω. ὅτι δὲ ἐν τῷ ἄναξ ἄνακτος ἄνακτι ἐκ πλεονασμοῦ κεῖται τὸ τ, Ἡρακλείδης δηλοῖ, εἰπὼν ὅτι Κύπριοι καὶ Ἀττικοὶ παρεντιθέασι ῥήμασι καὶ ὀνόμασι τὸ τ τὴν πόλιν πτόλιν λέγοντες καὶ τὸν πόλεμον πτόλεμον, τὸ δʼ αὐτὸ καὶ ἐν τῷ ἄνακτος καὶ νυκτός καὶ ἐν τῷ ἀνύω ἀνύτω καὶ ἐν τῷ ἀρύω ἀρύτω. ὁ δὲ πτόλεμος Κυπρίων καὶ Ἀττικῶν λέξις καθʼ Ἡρακλείδην ἐστί, καθὰ καὶ ἡ πτόλις, ὧν ἴδιον παρεντιθέναι ῥήμασι καὶ ὀνόμασι τὸ τ. ἔνθεν, φησί, καὶ ἡ ἄνακτος καὶ νυκτός γενικὴ ἔχει τὸ τ. τῶν αὐτῶν καὶ τὸ ἀνύω ἀνύτω καὶ ἀρύω ἀρύτω. πόθεν τὸ ἀνύτω καὶ ἀρύτω; ἐκ τοῦ ἀνύω καὶ ἀρύω. καὶ κατʼ Ἀττικοὺς καὶ Κυπρίους πλεονάζει τὸ τ καὶ γίνεται ἀνύτω καὶ ἀρύτω. οὕτω γὰρ καὶ ἐπὶ τῶν ὀνομάτων πλεονάζουσι τὸ τ καὶ τὴν μὲν πόλιν πτόλιν λέγουσι καὶ τὸν πόλεμον πτόλεμον.
Εὐστάθιος ὁ Θεσσαλονίκης : παραγωγὴ δὲ τοῦ ἔρρω ... ποικίλη δὲ, εἴ τις φαίη ἐκ τοῦ φθείρω εἶναι αὐτὸ καθʼ Ἡρακλείδην εἰπόντα, ὅτι τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἰώθασιν Ἴωνες καὶ Αἰολεῖς, ἄν τε ἓν ᾖ, οἷον λαιψηρός αἰψηρός, ἄν τε δύο, οἷον τὸ παρὰ πλευρὰν ἑστάναι πλάγιον εἶπεν ἐν ποιότητι Ὅμηρος εὐράξ «στῆ δʼ εὐράξ» ἀντὶ τοῦ πλευράξ. οὕτω καὶ ἡ πλάνη καὶ τὸ πλανᾶσθαι ἀπελεύσει τῶν καταρχόντων δύο συμφώνων ἄλη γίνεται καὶ ἀλᾶσθαι ἀντιθέσει τοῦ ν εἰς λ, ᾧ ἀντιστοιχοῦσι Δωριεῖς ἐν τῷ φίλτατος φίντατος, ἦλθεν ἦνθεν, Φίλτις Φίντις παρὰ Πινδάρῳ, ἕλετο ἕντο καὶ Αἰολικῶς γέντο, κέλετο κέντο παρʼ Ἀλκμᾶνι. τούτων οὕτως ἐχόντων οἱ Αἰολεῖς, φησί, τὰ εἰς ρ βραχύτονα ἔχοντα τὴν ει δίφθογγον παρατέλευτον μετατιθέντες τὸ ι εἰς ἕτερον ρ προφέρονται τὸ κείρω κέρρω λέγοντες καὶ τὸ δείρω δέρρω· οὕτως οὖν καὶ φθείρω φθέρρω καὶ ἄρσει τῶν πρώτων δύο συμφώνων ἔρρω. καὶ οἱ Ἀριστάρχειοι δέ, φησί, συνᾴδουσι τῇ τοιαύτῃ παραγωγῇ· τὸ γὰρ «ἔρρʼ ἐκ νήσου» ἐξηγεῖται «μετὰ φθορᾶς ἄπιθι». ὡς δὲ ἐκ τοῦ φθείρω καὶ τὸ ῥαίω γίνεται κατὰ τὸν αὐτὸν Ἡρακλείδην, ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. ὡς δὲ τὸ πληθυντικὸν τοῦ ἔρρε προστακτικοῦ τὸ ἔρρετε διὰ δύο λ γλῶσσά τίς φησι, Καλλίμαχος δηλοῖ ἐν τῷ «ἔλλετε, βασκανίης ὀλοὸν γένος». ἑρμηνεύουσι δὲ αὐτὸ τὸ ἔρρε οἱ Ἀριστάρχειοι «μετὰ φθορᾶς ἄπιθι» ἐξηγούμενοι ἐκεῖνοι οὕτω καθʼ Ἡρακλείδην, ἐπειδὴ ἐκ τοῦ φθείρω γίνεται τὸ ἔρρω παρέσει τοῦ φ καὶ θ. ἴδιον γὰρ Ἰώνων καὶ Αἰολέων τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν, εἴτε ἓν τύχοι ὄν, οἷον λαιψηρός αἰψηρός, εἴτε δύο, οἷον πλευράξ εὐράξ ἐπίρρημα ποιότητος τὸ παρὰ πλευρὰν ἤτοι πλάγιον. οὕτω γοῦν καὶ φθείρω εἴρω, ἐξ οὗ Αἰολικῶς ἔρρω ὡς κείρω κέρρω, δείρω δέρρω· Αἰολεῖς γάρ, φησί, τῶν τοιούτων θεμάτων τὴν παρατέλευτον δίφθογγον ἀλλοιώσαντες καὶ μεταθέντες τὸ ι εἰς ρ ἴδια ποιοῦσι ῥήματα. παραγαγὼν δὲ Ἡρακλείδης πρὸς ὁμοιότητα τοῦ φθείρω εἴρω καὶ τὸ πλάνη ἄνη καὶ ἀντιθέσει τοῦ ν εἰς λ ἄλη καὶ εἰπὼν ἀντιστοιχεῖν τὸ λ καὶ ν Δωρικῶς καὶ ἐν τῷ φίντατος φίλτατος, ἦνθεν ἦλθεν, ὃ δὴ καὶ ἐν τῷ Φίντις γίνεται παρὰ Πινδάρῳ καὶ παρʼ Ἀττικοῖς δὲ καὶ ἐν τῷ νίτρον λίτρον καὶ πνεύμων πλεύμων, λέγει καὶ ὡς ἐκ τοῦ φθείρω γίνεται κατὰ Δωριεῖς φθαίρω, ἀφʼ οὗ τὸ ἔφθαρκα, καὶ ἐκ τοῦ κτείνω κταίνω Δωρικώτερον παρὰ Ἀλκαίῳ· ὅμοια δὲ καὶ τὸ μεσόγειον μεσόγαιον, καὶ κύπειρον κύπαιρον παρʼ Ἀλκμᾶνι καὶ εἴθε αἴθε καὶ δεινός αἰνός παρέσει τοῦ δ Ἰωνικῇ διαλέκτῳ. καὶ οὕτω μὲν φθείρω φθαίρω Δωρικῶς, ἐξαιρέσει δὲ τῶν πρώτων συμφώνων αἴρω καὶ ὑπερβιβασμῷ κατὰ Ἴωνας ῥαίω, ἐξ οὗ καὶ σφῦραι ὁτὲ μὲν ῥαιστῆρες κοινότερον ὁτὲ δὲ αἶραι, οὗ χρῆσις ἐν τῷ «αἰράων ἔργα διδασκόμενοι». εἰκὸς δὲ καὶ τὸ σπέρμα τὴν αἶραν ἐκ τοῦ τοιούτου φθαίρω αἴρω γενέσθαι· φθορὰ γάρ τις ἡ αἶρα σίτου. ἰστέον δὲ ὅτι καθʼ Ἡρακλείδην διαλέκτου Ἰωνικῆς καὶ Αἰολικῆς ἐστι τὸ εὐράξ. ἡ γὰρ τῶν Ἰώνων καὶ Αἰολέων, φησί, διάλεκτος τὰ πρῶτα σύμφωνα αἴρειν εἴωθεν, ἄν τε ἓν ᾖ ἄν τε καὶ δύο τύχῃ, ἓν μὲν ὡς ἐπὶ τοῦ λαιψηρός αἰψηρός, πήγανον ἤγανον, δεινόν αἰνόν, δύο δὲ ὡς ἐπὶ τοῦ πλάνη· ἀπελθόντων γὰρ τῶν ἐξ ἀρχῆς δύο συμφώνων γίνεται ἄνη καὶ κατὰ ἀντίθεσιν τοῦ ν εἰς τὸ λ ἄλη· οὕτω δὲ καὶ ἐκ τοῦ πλανᾶσθαι, φησί, τὸ ἀλᾶσθαι. καὶ ἐκ τοῦ φθείρω δὲ ἀπελθόντων τῶν ἐν ἀρχῇ κειμένων δασέων τὸ ἔρρω φησὶ γίνεσθαι καθʼ ὁμοιότητα τοῦ κείρω κέρρω Αἰολικοῦ. ὁμοίως οὖν καὶ ἐκ τοῦ πλευράξ ἀφῄρηνται τὰ κατάρχοντα δύο σύμφωνα καὶ λέλειπται τὸ εὐράξ. πόθεν τὸ ἔρρω; ἐκ τοῦ φθείρω γέγονε μὲν εἴρω καὶ ἀποβολῇ τοῦ ι Αἰολικῶς καὶ κατὰ διπλασιασμὸν τοῦ ρ γίνεται ἔρρω, ὡς κείρω κέρρω· οἱ δὲ Αἰολεῖς τὰ εἰς ρω λήγοντα ῥήματα βαρύτονα ἔχοντα τὴν ει δίφθογγον παρατέλευτον μετατιθέντες τὸ ι εἰς ρ προφέρονται, οἷον σπείρω σπέρρω, δείρω δέρρω.
Εὐστάθιος ὁ Θεσσαλονίκης : πεποίηται δὲ ἡ λέξις αὕτη ἐλαύνω κατὰ Ἡρακλείδην διαλέκτοις τρισί· Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω καθὰ καὶ τὸ πεινάω καὶ διψάω καὶ τὰ ὅμοια, Αἰολέων δὲ ἡ προσέλευσις τοῦ υ ὡς καὶ ἐν τῷ ψαύω χραύω αὔω, Δώριος δὲ ὁ πλεονασμὸς τοῦ ν καθὰ καὶ ἐν τῷ δύνω καὶ θύνω. πεποίηται δὲ, φασί, τὸ ἐλαύνειν διαλέκτοις τρισί· Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω διὰ τοῦ α, Αἰολέων δὲ τὸ προστιθέναι τῷ α τὸ υ, ἐλαύω γὰρ λέγουσιν, ἡ δὲ πρόσθεσις τοῦ ν Δώριος, τὸ γὰρ δύω δύνω φασὶ Δωριεῖς καὶ τὸ θύω θύνω· «θῦνε γὰρ ἀμ πεδίον». πόθεν τὸ ἐλαύνω; παρὰ τὸ ἐλῶ δευτέρας συζυγίας τῶν περισπωμένων. καὶ παρὰ Βοιωτοῖς ἐλάω καὶ κατʼ Αἰολεῖς προσθέσει τοῦ υ ἐλαύω καὶ κατὰ Δωριεῖς προσθέσει τοῦ ν ἐλαύνω· οἱ γὰρ Δωριεῖς τὰ εἰς ω καθαρὸν λήγοντα ῥήματα διὰ τοῦ ν προφέρουσιν οἷον δύω δύνω θύω θύνω, ὡς παρʼ Ὁμήρῳ «θῦνε γὰρ ἀμ πεδίον ποταμῷ πλήθοντι ἐοικώς.»
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ ἐρέων καὶ τὸ αὐτοῦ θέμα πρωτότυπά εἰσι τοῦ ἐρευνῶ καὶ ἐρευνῶν. παραγωγὴ δὲ αὐτῶν κατὰ τὸ ἱκνῶ καὶ οἰχνῶ. ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτω ἐρέω ἐρεύω καὶ πλεονασμῷ τοῦ ν Δωρικῶς ἐρευνῶ κατὰ χρῆσιν κοινήν. ἄλλως γὰρ κατὰ Ἡρακλείδην βαρύνεσθαι ὤφειλεν, οὐ μόνον διότι Αἰολικόν, φησί, τὸ ἐρεύω, ἀλλὰ καὶ ὅτι πάντα τὰ πλεονάσαντα τῷ ν ὁμοτονεῖ τοῖς πρωτοτύποις, οἷον ἐλάω ἐλαύω Αἰολικῶς καὶ ἐλαύνω κατὰ Δωριεῖς, θύω θύνω, δύω δύνω. τὸ δὲ ἐξερέῃσιν ἀντὶ τοῦ ἐρωτᾷ ... ἢ μᾶλλον ἀντὶ τοῦ ἐξερευνᾷ· πρωτότυπον γὰρ τὸ ἐρέειν τοῦ ἐρευνᾶν. ἔστι γὰρ ἐρέω, ἐξ οὗ κατʼ ἐπένθεσιν ἐρεύω ὡς χέω χεύω, ἀφʼ οὗ τὸ ἐρευνῶ, ὡς οἴχω οἰχνῶ, ἵκω ἱκνῶ. τὸ δὲ ἐρέων ἐστὶ ποιητικὴ λέξις. ἀπʼ αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ υ καὶ τοῦ ν, ὁποίῳ τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ... ἀχνύμενος· περὶ οὗ ἑτεροῖόν τι παραδιδοὺς ὁ καλὸς Ἡρακλείδης φησίν, ὅτι ἐκ τοῦ δέχω γίνεται δεχύω καὶ Δωρικῶς δεχύνω, ἐξ οὗ καὶ καθʼ ὑπέρβασιν τοῦ ν δέχνυμαι. οὕτω καὶ τοῦ ἄχω ἄχομαι παράγωγον ἀχύω ὡς ἄνω ἀνύω, Δωριεῖς δὲ ἀχύνω φασί· μεταθέσει δὲ ὁμοίᾳ γίνεται ἄχνυμαι, ὡς εἰκὸς δὲ οὕτω καὶ τὰ ὅμοια. δῆλον δʼ ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ Δωρικῇ προσθέσει τοῦ ν τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω … κατὰ τὸ πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασί, καὶ ἄχω ἀχύω καὶ Δωρικῶς ἀχύνω καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι. πόθεν τὸ δέχνυμαι; ἐκ τοῦ δέχω δεχύω, ὡς ἄνω ἀνύω, δέχυμι καὶ πλεονασμῷ τοῦ ν Δωρικῶς δέχνυμι, τὸ παθητικὸν δέχνυμαι, ἐξ οὗ τὸ δέχνυσο.
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ ἥνδανε ... δασύνεται, ὡς δηλοῖ καὶ ἐν τῇ τραγῳδίᾳ τὸ ἀφανδάνοντα. γίνεται δὲ ἐκ τοῦ ἥδω κατὰ παραγωγὴν ἡδάνω καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ ν ἁνδάνω. τὸν ὅμοιον δὲ τρόπον γίνεται καὶ ἐκ τοῦ λήθω τὸ λανθάνω καὶ μήθω μανθάνω καὶ λήχω λαγχάνω καὶ δήκω δαγκάνω, ἐξ οὗ Ἡρακλείδης συγκεκόφθαι φησὶ τὸ δάκνω κατά τινας, οἳ ἔθος φασὶν Αἰολικόν. ἔστι δὲ καὶ Ἀττικὸν βαρύτονα ῥήματα συγκόπτειν, οἷον ἀγείρω ἄγρω «ἀγρόμενος πᾶς δῆμος», ἐγείρω ἔγρω «ἔγρετο δὲ Ζεύς», ὀφείλω ὄφλω, ἵνα εἴη οὕτω καὶ δαγκάνω δάκνω. αὐτὸς μέντοι ἐκ τοῦ δήκω πεποιῆσθαί φησι τοῦτο δυσὶ διαλέκτοις, Δωρίδι καὶ Ἰάδι. οἵ τε γὰρ Δωριεῖς προστιθέασι, φησί, τὸ ν, οἵ τε Ἴωνες βραχύνουσι τὸ η διὰ τοῦ α, ὡς καὶ ἡ μεσαμβρία δηλοῖ καὶ ἡ πάρη ἤγουν ἡ πήρη καὶ τὸ λελακυῖα καὶ μεμακυῖα. περὶ δὲ τοῦ ἁνδάνειν εἴρηται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον δὲ καὶ ἐνταῦθα τὰ τοῦ Ἡρακλείδου. ᾧ δοκεῖ ἀπὸ τοῦ ἅδω γενέσθαι αὐτὸ καθʼ ὁμοιότητα τοῦ λάβω λαμβάνω καὶ τῶν ὁμοίων. οὗ δὴ ἅδω χρῆσις καὶ παρʼ Ὁμήρῳ ἐν τῷ «ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων». εἰπὼν γὰρ ὅτι τὸ δάκνω συγκοπήν τινές φασιν εἶναι τοῦ δαγκάνω, ἐπάγει ὡς τὸ δάκω μάθω λάχω ἅδω φύγω καὶ ὅσα τοιαῦτα ὑποτακτικὰ τρισὶ γράμμασι ὑστερεῖ καὶ μιᾷ συλλαβῇ τῶν ἐξ αὐτῶν ὁριστικῶν, ὧν τὸ α παρατέλευτον· τοιοῦτον γὰρ τὸ φύγω ὑποτακτικὸν πρὸς τὸ φυγγάνω καὶ ἐρύγω πρὸς τὸ ἐρυγγάνω καὶ τὸ δάκω μάθω λάχω ἅδω πρὸς τὸ δαγκάνω μανθάνω λαγχάνω ἁνδάνω. ταύτῃ τοι καὶ τοῦ ἁμαρτάνω ὑποτακτικόν, φησίν, εἶναί φαμεν ἁμάτω δίχα τοῦ ρ, ὅπως καὶ αὐτὸ τρισὶ γράμμασιν ἐκείνου λείπηται. διὸ ἀναλογώτερον τὸ κιγχάνω καὶ ἱγκάνω τοῦ κιχάνω καὶ ἱκάνω, ἵνα καὶ αὐτὰ περισσεύωσι τρισὶ γράμμασι τοῦ κίχω καὶ ἵκω. Ἡρακλείδης δὲ ἐν οἷς λέγει τὸ δάκνω Δωρίδι καὶ Ἰάδι πεποιῆσθαι διαλέκτῳ, Δωριεῖς μὲν γάρ, φησίν, ἐντιθέασι τὸ ν, θύω θύνω, δύω δύνω, Ἴωνες δὲ βραχύνουσι τὸ η διὰ τοῦ α, ἐπάγει οὕτω· μεσημβρία μεσαμβρία, πήρη πάρη, λεληκυῖα λελακυῖα, μεμηκυῖα μεμακυῖα, συλλαλῶν οὕτω καὶ αὐτὸς τῷ Ἀφθονίῳ. πόθεν τὸ δάκνω; παρὰ τὸ δήκω κατʼ Ἴωνας. καὶ συστολῇ τοῦ η εἰς α δάκω ὡς μεσημβρία μεσαμβρία καὶ Πῆρις Πάρις· καὶ κατὰ Δωριεῖς προσθέσει τοῦ ν δάκνω. ἢ παρὰ τὸ δαγκάνω γέγονε κατὰ συγκοπὴν Αἰολικῶς καὶ Ἀττικῶς δάκνω· ἔθος δὲ ἔχουσιν τὰ βαρύτονα τῶν ῥημάτων συγκόπτειν· ἀντὶ γὰρ τοῦ ἀγείρω ἄγρω λέγουσιν, ἀφʼ οὗ καὶ τὸ παρʼ Ὁμήρῳ «ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι», καὶ τὸ ἐγείρω ἔγρω οἷον «ἔγρετο δʼ ἐξ ὕπνου». ὅτι δὲ τὸ ἁδῶ ἁδήσω καὶ αὐτόχρημα τὸ ἥδεσθαι δηλοῖ ποτε, δῆλον ἀπὸ χρήσεως Ἱππώνακτος, ἣν Ἡρακλείδης προφέρει, εἰπόντος «ἅδηκε βουλή».
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ νοῦσος Ἰωνικὴν ἐπένθεσιν ἔχει τοῦ υ. ὡς γὰρ ὁδός οὐδός καὶ βότας βούτας παρʼ Εὐριπίδῃ καὶ κόρος κοῦρος ὁ νέος καὶ ὀλομένη οὐλομένη καὶ ὅρος οὖρος ὁ περιορισμός καὶ γονός γουνός ὁ γόνιμος τόπος, οὕτω καὶ νόσος νοῦσος κατὰ τοὺς Ἴωνας μηκύνοντας τὸ ο προσλήψει τοῦ υ. οὗπερ ἀνάπαλιν οἱ Βοιωτοὶ ποιοῦσι, κατὰ τὴν Ἡρακλείδου παράδοσιν, προστιθέντες αὐτοὶ τῷ υ διχρόνῳ τὸ μικρὸν ο καὶ βραχυνομένου μέν, φησί, βραχύνοντες, μηκυνομένου δὲ μηκύνοντες, τὸ ὕλη οὔλη λέγοντες καὶ τὸ ὕδωρ οὔδωρ. πόθεν τὸ ὀρούω; ἐκ τοῦ ὄρω. καὶ Ἰωνικῶς ἐπλεόνασε τὸ υ καὶ ἐγένετο ὀρύω· οἱ γὰρ Ἴωνες τὰ εἰς ω λήγοντα ῥήματα, εἴτε βαρύνονται εἴτε περισπῶνται, διὰ τοῦ υ βραχυνομένου ἐκφέρουσιν, οἷον ἴδω ἰδύω, κινῶ κινύω, ἐξ οὗ τὸ «πυκναὶ κινύονται φάλαγγες». καὶ Βοιωτικῶς ἐπλεόνασε τὸ ο καὶ ἐγένετο ὀρούω. οἱ γὰρ Βοιωτοὶ προστιθέασι τῷ υ τὸ ο, καὶ βραχυνόμενον μὲν βραχύνουσι, μηκυνόμενον δὲ μηκύνουσι, οἷον ὕλη οὔλη, ὕδωρ οὔδωρ. ὅθεν καὶ ἥμαρτε τὸ ὀρούω ἔχον μακρὰν δίχρονον Βοιωτικῶς. — Ἡρακλείδης δὲ ἐν οἷς περὶ δυσκλίτων ῥημάτων γράφει «ἀρισφαλὲς ἔμμεναι οὖδας» φησὶ γράφεσθαι οὐκ ἄλλως ὑπό τινων.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Ἡρακλείδης δέ φησιν, ὡς τῶν τινες κριτικῶν, ὧν ἐστι καὶ Τισίας, ὑπέρβατον ἔλεγον εἶναι τὸ ἔθων, ἵνα ᾖ ἀντὶ τοῦ καταθέων, κατατρέχων. αὐτὸς δὲ ἐκ τοῦ ἔδω φησὶ γενέσθαι κατὰ Δωριεῖς τὸ ἔθω, οἳ καὶ τὸν μαδόν μασθόν λέγουσι καὶ τὸ ψεῦδος ψύθος. τὸ δὲ ἔθω πρωτότυπον ὁ αὐτὸς εἶναι λέγει τοῦ ἔσθω τοῦ, ὥς φησιν, ἡμαρτημένου· ἐχρῆν γὰρ ὡς ἔχω ἴσχω, ἔπω ἴσπω καὶ ἐνίσπω, οὕτως εἶναι καὶ ἔθω ἴσθω Σικελικῶς κατὰ τὸ ἕζω ἵζω καὶ καθίζω. χρῆσις δὲ τοῦ μαδοῦ ἐν οἷς Ἡρακλείδης εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι Δωρικῶς τροπῇ τοῦ δ εἰς θ, ὡς τὸ «ἔθων Οἰνῆος ἀλωήν», λέγει ὅτι καὶ τὸν μαδόν οὕτω μασθόν λέγουσιν οἱ Δωριεῖς καὶ τὸ ψεῦδος δέ, φησίν, ἄραντες τὸ ε ψύθος φασίν. ἰστέον δὲ ὅτι Σικελῶν κατὰ τὴν Ἡρακλείδου παράδοσιν τὸ ε ᾧ ἕπεται τὸ σ μετατιθέντων εἰς ι, οἷον ἑστία ἱστία, δοκεῖ τὸ ἔσθω ἡμαρτημένον εἶναι, γενόμενον μὲν ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ σ, μὴ τρέψαν δὲ τὸ ε εἰς ι κατὰ τὸ ἔχω ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω, οὗ χρῆσις ἐν τῷ «ἔθων Οἰνῆος ἀλωήν», ἀπὸ τοῦ ἔδω λέγει ὁ Ἡρακλείδης παρῆκται Δωριέων ἔθει, οἵ, φησί, καὶ τὸν μαδόν μασθόν λέγουσι καὶ τὸ ψεῦδος ψύθος ἄραντες τὸ ε. ἰστέον δὲ ὡς αὐτὴ ἡ λέξις τοῦ ἱστίου καθὰ καὶ ἡ ἱστία Σικελῶν εἶναι πρὸ βραχέων ἐρρέθη καθʼ Ἡρακλείδην, ὃς εἰπὼν ὡς Σικελοὶ τὸ ἀρκτικὸν ε ᾧ ἕπεται τὸ σ εἰς ι μετατιθέασιν, ἐπάγει ὅτι οὕτω τὴν τοιαύτην ἀκολουθίαν ἐκεῖνοι σώζουσιν, ὥστε, κἂν μὴ ἕπηται τὸ σ φύσει, ἀλλʼ ἔξωθεν παρεισπέσῃ, ὁμοίως ποιοῦσι· τὸ γοῦν ἔχω ἴσχω φασὶ καὶ τὸ ἔπω ἴσπω καὶ ἐνίσπω, οὕτω δὲ καὶ τὸ ἕζω, ὅθεν τὸ καθέζομαι, ἵζω λέγουσι διὰ τὸ φύσει ἑπόμενον σ τὸ ἀρκτικὸν τῆς συνθέσεως· τὸ γὰρ ζ ἐκ τοῦ σ καὶ δ σύγκειται. ταύτῃ τοι τὸ ἔσθω γραφόμενον, φησί, διὰ τοῦ ε ἁμαρτάνεται, ὡς οἷα ὀφεῖλον ἴσθω εἶναι. πόθεν τὸ καθίζω; ἐκ τοῦ ἕζω τὸ καθέζομαι. καὶ Σικελικῶς ἐτράπη τὸ ε εἰς ι καὶ γέγονεν ἵζω· οὗτοι γὰρ τὸ ἀρκτικὸν ε ᾧ ἕπεται σ εἰς ι μετατιθέασιν, οἷον ἔχω ἴσχω, ἔπω ἴσπω. οὕτως οὖν καὶ ἕζω ἵζω καθίζω· τὸ γὰρ ζ ἐκ τοῦ σ καὶ δ σύγκειται.
Εὐστάθιος ὁ Θεσσαλονίκης : περὶ δὲ τοῦ φράζεσθαι εἰ καὶ προγέγραπται, ὅμως οὐ πάρεργον καὶ ἐκ τῶν Ἡρακλείδου παρασημειώσασθαι ταῦτα. ἀνέκαθεν, φησίν, ἔστι φῶ τὸ λέγω, οὗ μετοχὴ ἀόριστος φάσας, ὡς κλῶ κλάσας, καὶ συγκοπῇ φάς, οἷον «φὰς ἔμεν ἀπτόλεμον», ὥσπερ καὶ κλάς, φησί, παρʼ Ἀνακρέοντι. τὸ δὲ φῶ παραχθὲν εἰς τὸ φάζω, ἐξ οὗ ἡ φάσις, προσλήψει τοῦ ρ γίνεται φράζω, ὅθεν ἡ φράσις. ἄλλως δὲ μεταληφθὲν Μακεδόνων, φησί, διαλέκτῳ καὶ ἐξενεχθὲν διὰ τοῦ β ποιεῖ τὸ βῶ βάζω Σικελικῶς κατὰ τὸ σιγῶ σιγάζω, ἀνιῶ ἀνιάζω, ἀτιμάζω, πελάζω. ἐκ δὲ τοῦ βάζω καὶ ἡ βάξις Δωρικώτερον. καὶ οὕτω μὲν ἐκ τοῦ φῶ Μακεδονικῶς γέγονε τὸ βῶ· οὐδέποτε γάρ, φησί, κατʼ ἀρχὰς λέξεων ἐκεῖνοι τῷ φ χρῶνται, ἀλλʼ ἀντʼ αὐτοῦ δηλαδὴ τῷ β, ὡς καὶ ὁ Βίλιππος δηλοῖ καὶ ἄλλα εἰρημένα ἑτέρωθι. —ἐν δὲ ἑτέρῳ τόπῳ λέγει ὁ αὐτὸς Ἡρακλείδης, τοὺς Παμφυλίους ἄλλως χαίρειν τῷ β προτιθέντας αὐτὸ παντὸς φωνήεντος· τὸ γοῦν φάος φάβος φασὶ καὶ τὸ ἀέλιος ἀβέλιος, οὕτω δέ, φησί, καὶ τὸ ὀρούω ὀρούβω λέγουσι καὶ περισπωμένως δὲ ὀρουβῶ. ὡς δὲ Αἰολεῖς ἄλλως τῷ β χαίρουσι προτιθέντες τοῦ ρ ἐν τῷ ῥάκος βράκος, ῥοτός βροτός, ῥυτήρ βρυτήρ, ἐν ἄλλοις δηλοῦται. —λέγει δὲ Ἡρακλείδης καὶ ὅτι Ταραντίνων τὰ εἰς ζω λήγοντα βαρύτονα ῥήματα, ὧν ὁ παρακείμενος καὶ ὑπερσυντέλικος διὰ τοῦ κ ἐκφέρονται, φραζόντων ἐν δυσὶ σσ οἷον σαλπίζω σαλπίσσω, λακτίζω λακτίσσω, οὕτω δὲ καὶ φράζω φράσσω τὸ λέγω, ἐκεῖθεν Κόριννα ἡ μελοποιὸς φράττω ἔφη ἐν δυσὶ ττ Βοιωτικῶς. ἔτι λέγει ὁ αὐτὸς καὶ ὡς οἱ εἰρημένοι Ταραντῖνοι τὰ παρʼ ἡμῖν διὰ δύο σσ ἔμπαλιν διὰ τοῦ ζ προφέρουσι· τὸ γὰρ πλάσσω πλάζω φασὶ καὶ τὸ ἀνάσσω ἀνάζω. ὡς δὲ Αἰολικὸν ὁ βροτός, δηλοῦσιν οἱ παλαιοὶ φάμενοι ὅτι προστιθέασιν οἱ Αἰολεῖς τὸ β τῷ ρ, ἡνίκα ἡ ἐφεξῆς συλλαβὴ ἔχει ἢ τὸ κ οἷον ῥάκος βράκος ἢ τὸ δ οἷον ῥόδον βρόδον ἢ τὸ ζ οἷον ῥίζα βρίζα ἢ τὸ τ οἷον ῥυτήρ βρυτήρ ὁ χαλινός. οὕτως οὖν καὶ ῥοτός βροτός ὁ ῥευστὸς ἄνθρωπος. ἄλλως δὲ κοινότερον παρὰ τὸ ῥέω γίνεται ῥοτὸς ὁ ῥοῇ ὑποκείμενος καὶ πλεονασμῷ τοῦ β Αἰολικῶς βροτὸς ὁμοίως τῷ ῥᾴδιον βρᾴδιον, ῥάκος βράκος, ῥόδον βρόδον, ῥίζα βρίζα, οὕτω δὲ καὶ ῥυτήρ βρυτήρ ὁ χαλινός. περὶ δὲ τοῦ ἀπονίζεσθαι, ὃ καὶ νίπτεσθαι λέγεται, ὡς δηλοῖ τὸ «νίψεν ἀπὸ χρωτός», φασὶν οἱ παλαιοὶ ὡς οἱ Ταραντῖνοι τὰ εἰς ζω λήγοντα ῥήματα βαρύτονα διὰ δύο σσ προφέρουσιν, οἷον σαλπίζω σαλπίσσω, λακτίζω λακτίσσω, φράζω φράσσω, ὅπερ ἡ Κόριννα φράττω λέγει Βοιωτικῶς. πάλιν δὲ τὰ παρʼ ἡμῖν διὰ δύο σσ αὐτοὶ διὰ τοῦ ζ προφέρουσι τὸ πλάσσω πλάζω λέγοντες καὶ τὸ ἀνάσσω ἀνάζω. καὶ τὸ νίπτω οὖν παρʼ Αἰολεῦσι νίσσω λεγόμενον ὡς πέπτω πέσσω οἱ Ταραντῖνοι μεταθέσει τῶν δύο σσ εἰς τὸ ζ νίζω λέγουσι.
Εὐστάθιος ὁ Θεσσαλονίκης ἔτι λέγει Ἡρακλείδης καὶ ὅτι Αἰολεῖς τῷ α προστιθέντες τὸ υ, ὥς φησιν Ἀρίσταρχος παρατιθεὶς τὸ ἀτάρ αὐτάρ, δαλός δαυλός, ἴαχεν ἴαυχεν, λέγουσιν οὕτω καὶ φάσκω φαύσκω καὶ μετὰ τοῦ ρ φραύσκω. δῆλον δʼ ὅτι ἐκ τοῦ εἰρημένου φαύσκω καὶ τὸ πιφαύσκω γίνεται κατὰ ἀναδιπλασιασμὸν συνήθη τοῖς Ἴωσιν, οἳ τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα διπλάζοντες τὸ πρῶτον σύμφωνον ἐκφέρουσι μιᾷ πλεονάζον συλλαβῇ, οἷον δέξεται δεδέξεται, λάβῃ λελάβῃσι, κάμωσι κεκάμωσι, δάπτω δαδάπτω καὶ πλεονασμῷ τοῦ ρ δαρδάπτω, μύρω μορμύρω, οὕτω καὶ ἀπὸ τοῦ δάσκω διδάσκω καὶ τιτρώσκω ἀπὸ τοῦ τρῶσαι, καὶ ἀπὸ τοῦ πρήσω καὶ πλήσω τὸ πίμπρησι καὶ πίμπλησι. καὶ ἐκ τοῦ φόνος τὸ «ὦ πέπονες» μεταπεσόντος τοῦ φ εἰς π. Δωριεῖς γάρ, φησί, τοὺς ἐπονειδίστους φόνους λέγουσιν ὡς οἱονεὶ ἄξια φόνου δεδρακότας καὶ μετὰ προθέσεως καταφόνους. ἔνθα ἐνθυμητέον καὶ τὸ τοῦ Ἡρακλείδου εἰπόντος ἐν τοῖς περὶ τοῦ πιφαύσκω, ὅτι καὶ τὸ παρʼ Ὁμήρῳ «ὦ πέπονες» κατὰ ἀναδιπλασιασμὸν πεποίηται ὡς ἀπὸ τοῦ φόνου μεταπεσόντος τοῦ φ εἰς τὸ π. οἱ γὰρ Δωριεῖς, φησί, τοὺς ἐπονειδίστους φόνους λέγουσιν οἱονεὶ ἄξια φόνου δεδρακότας καὶ μετὰ προθέσεως δὲ καταφόνας φασί. καὶ οὕτω μὲν Ἡρακλείδης. πόθεν τὸ πιφαύσκω; ἐκ τοῦ φῶ τὸ λέγω. καὶ κατὰ παραγωγὴν Δωρικὴν γίνεται φάζω ὡς βῶ βάζω, καὶ Αἰολικῶς κατὰ πλεονασμὸν τοῦ υ φαύζω· οἱ γὰρ Αἰολεῖς εἰώθασι τῷ α προστιθέναι τὸ υ, ὡς ἀτάρ αὐτάρ. καὶ Σικελικῶς διαλύσει τοῦ ζ εἰς σ καὶ κ γέγονε φαύσκω καὶ κατὰ ἀναδιπλασιασμὸν Ἰωνικὸν γίνεται πιφαύσκω· οἱ γὰρ Ἴωνες τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα ἀναδιπλασιάζουσιν οἷον λελάχωσι, κεκάμωσι, δεδέξεται.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ὡς γάρ φησιν Ἡρακλείδης, καθὰ τελῶ τελίσκω Ἰακῶς καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, ἐξ ὧν τὸ θρώσκω, ἔτι δὲ καὶ τὸ βλώσκω, οὕτω καὶ ἐκ τοῦ νοῶ γίνεται νοΐσκω καὶ κατὰ συναίρεσιν νώσκω καὶ προσθέσει τοῦ γ Αἰολικῶς γνώσκω, ἐπεὶ καὶ τὸ νοῶ γνοῶ φασιν οἱ Αἰολεῖς, ἔνθεν ἡ στέρησις ἀγνοῶ· ἐκ δὲ τοῦ γνώσκω πάντως κατὰ ἀναδιπλασιασμὸν τὸ γιγνώσκω. λέγει δὲ ὁ αὐτὸς καὶ ὡς οἱ Ἠπειρῶται προστιθέασι καὶ αὐτοὶ τὸ γ ταῖς λέξεσιν τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν «ἐρίγδουπος πόσις Ἥρης», καὶ ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος. λέγει δὲ καὶ ἐν τῇ γνώμῃ πλεονάζειν τὸ γ, ὡς ἀπὸ τοῦ νοῶ νοήσω νοήμη νώμη καὶ γνώμη. οὕτω δέ πως καὶ ὁ παρὰ τῷ κωμικῷ γλάμων πλεονασμὸν ἔχει τοῦ γ· λήμη γὰρ καὶ ἐκεῖθεν λήμων ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ πλεονασμῷ τοῦ γ καὶ συστολῇ γλάμων. τὸ γίνωσκον ἡμαρτῆσθαι δοκεῖ μὴ γραφόμενον γίγνωσκον ἐν δυσὶ γ, ὡς Ἡρακλείδης βούλεται. λέγει γὰρ ἐκεῖνος ὅτι, ὥσπερ τελῶ τελίσκω Ἰωνικῶς διὰ τοῦ κ παραληγομένου τῷ σ καὶ τῷ ι, ὁμοίως καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, οὕτω καὶ νοῶ νοΐσκω· ἐκ τούτων δὲ κατὰ κρᾶσιν θρώσκω βλώσκω νώσκω καὶ Αἰολικῶς γνώσκω· Αἰολεῖς γάρ, φησί, τὸ νοῶ γνοῶ φασιν, ὅθεν καὶ τὸ ἀμφιγνοεῖν καὶ ἡ ξύγγνοια καὶ τὸ ἀγνοεῖν καὶ ἡ ἄγνοια. ἐφʼ οἷς παραδοὺς ὁ Ἡρακλείδης ὡς προστιθέασι τὸ γ ταῖς λέξεσι καὶ οἱ Ἠπειρῶται τὸν δοῦπον γδοῦπον λέγοντες, ὅθεν καὶ «ἐρίγδουπος πόσις Ἥρης», προσθεὶς δʼ εἰπεῖν καὶ ὅτι ἀπὸ τοῦ νέφος νόφος καὶ γνόφος Αἰολικὸν ὁ ἄλλως δνόφος, καὶ ὅτι καὶ τὸ ἐν Ἰλιάδι γέντο ἤγουν εἵλετο ἔξωθεν ἔχει τὸ γ, καὶ ὡς ἡ γνώμη πλεονάζει καὶ αὐτὴ τῷ γ γενομένη δηλαδὴ ἐκ τοῦ νοῶ νοήσω νοήμη Δωρικῶς μὲν νώμη Αἰολικῶς δὲ γνώμη, διδάσκει ὡς Ἴωνες, ὅταν ἀναδιπλῶσι ῥήματα, τὸ αὐτὸ ἀρκτικὸν ποιοῦνται πρώτης καὶ δευτέρας συλλαβῆς, λαβέσθαι λελαβέσθαι, κάμω κεκάμω, πιθέσθαι πεπιθέσθαι, δάσκω διδάσκω, τύσκω τιτύσκω, χωρὶς εἰ μὴ μέλλοι δύο δασέα κείσεσθαι παράλληλα. τοίνυν, φησί, τοῦ νοΐσκω συνῃρημένου ὡς εἴρηται εἰς τὸ νώσκω εἴη ἂν ἐπʼ αὐτοῦ Ἰωνικὴ ἀναδίπλωσις νινώσκω διὰ τῶν δύο ν. τοῦ δὲ νώσκω Αἰολικὴ γιγνώσκω διὰ τῶν δύο γ. ... ἔστι γὰρ κἀνταῦθα, ὡς Ἡρακλείδης βούλεται, καθὰ μένω μέμνω κατὰ ἀναδιπλασιασμὸν καὶ μεταθέσει τοῦ ε εἰς ι μίμνω κατὰ Ἴωνας, οὕτω καὶ γένω γέγνω καὶ ἐξ αὐτοῦ γίγνω γίγνομαι καὶ τὰ ἀπʼ αὐτῶν. ἐν τούτοις δὲ περὶ ἀναδιπλώσεως ἀκριβολογούμενος Ἡρακλείδης λέγει ὅτι, ὁπηνίκα μὲν συλλαβῆς ἀναδίπλωσις ᾖ, ὑστερεῖται τὸ ὁλόκληρον μιᾷ συλλαβῇ· τὸ γὰρ λάβω μιᾷ συλλαβῇ οὕτως ὑστερεῖ τοῦ κατὰ ἀναδιπλασιασμὸν λελάβω, τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων· ὅτε δὲ γράμματι ἐνθεωρεῖται ἑνὶ ἡ ἀναδίπλωσις, τότε ἰσοσυλλαβεῖ τῷ ἀναδεδιπλωμένῳ τὸ ὁλόκληρον, οἷον μένω μίμνω, γένω γίγνω, οὕτω δὲ καὶ μέλω μέμλω καὶ πλεονασμῷ τοῦ β μέμβλω, παρεντιθέντος τοῦ β διὰ τὸ μηδέποτε κατὰ μίαν συλλαβὴν τὸ λ ἕπεσθαι τῷ μ, ὡς δῆλον καὶ ἐκ τοῦ ὡς ἐρρέθη μολίσκω βλώσκω καὶ ἐκ τοῦ παραμεμέληκε παραμέμβλωκε. πόθεν τὸ γιγνώσκω; ἐκ τοῦ νοῶ καὶ πλεονασμῷ τοῦ γ Αἰολικῶς γνοῶ, ἐξ οὗ τὸ κατὰ στέρησιν ἀγνοῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν Ἰωνικῶς γιγνώσκω. πόθεν τὸ γέντο; ἐκ τοῦ ἕλω τὸ λαμβάνω, οὗ ὁ παθητικὸς ἐνεστὼς τὸ ἕλομαι, καὶ ὁ παρατατικὸς ἑλόμην, τὸ γʹ ἕλετο καὶ κατὰ συγκοπὴν Αἰολικὴν ἕλτο καὶ κατὰ μετάθεσιν τοῦ λ εἰς ν Δωρικῶς ἕντο καὶ πλεονασμῷ τοῦ γ Αἰολικῶς γέντο.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον δὲ ὅτι τὸ βῆν ἡ μονοσυλλαβία περιέσπασεν, ἄλλως γὰρ τὸ πλῆρες αὐτοῦ ἤγουν τὸ ἔβην βαρύνεται. ἀμήχανον γὰρ κατὰ Ἡρακλείδην ὁριστικὸν εὑρέσθαι εἰς ην λῆγον μὴ πάντως βαρυνόμενον ἐν πρώτῳ προσώπῳ, εἰ μὴ μονοσύλλαβον εἴη· μονοσυλλαβοῦν μέντοι περισπᾶται οἷον βῆν ἔβην, στῆν ἔστην. οὐκοῦν ὡς εἰκὸς καὶ τὸ χρῆν προσλήψει τοῦ ε ἦν ἂν ἔχρην, εἴπερ ἦν ὁριστικὸν ῥῆμα. ἔστι δὲ οὐ τοιοῦτον κατʼ αὐτὸν ἀλλὰ Δωρικὸν ἀπαρέμφατον κατὰ τὸ ζῆν καὶ τὰ ὅμοια. πᾶν γάρ, φησί, ῥῆμα εἰς ην λῆγον καὶ περισπώμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἀπαρέμφατον, καὶ τοῦτο παρὰ Δωριεῦσιν, οἳ φιλῆν καὶ νοῆν διὰ τοῦ η φασίν. οὐκοῦν, φησί, καὶ χρῆν.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἔτι ἰστέον καὶ ὅτι τὸ ὀλίγον ὀλίζον καθʼ Ἡρακλείδην Ἴωνές φασιν οἱ νεώτεροι τῷ ζ ἀντὶ τοῦ γ χρώμενοι, καὶ τὸ μὲν φύγω φύζω λέγοντες, τὸ δὲ πέφυγα καὶ πεφυγώς πέφυζα καὶ πεφυζώς. ἐρεῖ δέ τις, φησίν, οὕτω καὶ ἐκ τοῦ φυγῶ φυγήσω πεφυγηκότες γενέσθαι τὸ πεφυζότες ἐξαιρεθείσης τῆς μέσης συλλαβῆς καὶ τοῦ γ τραπέντος εἰς ζ. ὃ γίνεται καὶ ἐν τῷ φυγή φύζα, ὅθεν φυζινός, φησίν, ὁ δειλός, εἶτα φυζακινός, ὡς λεπτός λεπτινός λεπτακινός. πόθεν τὸ πεφυζότες; ἐκ τοῦ φύγω. καὶ Ἰωνικῶς ἐτράπη τὸ γ εἰς ζ, ὡς ὀλίγον ὀλίζον, καὶ γέγονε φύζω, καὶ ὁ μέσος παρακείμενος πέφυγα καὶ κατὰ τὴν αὐτὴν διάλεκτον τροπῇ τοῦ γ εἰς ζ πέφυζα· ἡ μετοχὴ ὁ πεφυζώς καὶ πεφυζότες.
Εὐστάθιος ὁ Θεσσαλονίκης : εἰλήλουθμεν, ὃ κατὰ τὸν ῥηθέντα Ἡρακλείδην πεποίηται διαλέκτοις τέσσαρσιν, Ἀτθίδι Ἰάδι Βοιωτίᾳ Αἰολίδι. ἐλεύθω γάρ, οὗ μέσος κοινὸς παρακείμενος ἤλευθα καὶ Ἀττικῶς ἐλήλυθα κατὰ τὸ ἤρεικα ἐρήρικα ὅ ἐστιν ἔσχισα, ἤλειφα ἀλήλιφα. ἐπεὶ δὲ ἔθος Βοιώτιον προστιθέναι τῷ υ τὸ ο καὶ Ἰακὸν τῷ ε τὸ ι, γίνεται οὕτως εἰλήλουθα, ὃ βεβοιωτίασται μέν, φησί, κατὰ τὴν παραλήγουσαν, κατὰ δὲ τὴν πρώτην ἰώνισται. τοῦ δὲ τοιούτου εἰλήλουθα πληθυντικὸν εἰληλούθαμεν ἀναλόγῳ προσθέσει τοῦ μεν κατὰ τὸ τέτυφα τετύφαμεν, ὅθεν Αἰολικῶς συγκέκοπται τὸ εἰλήλουθμεν· Αἰολέων γάρ εἰσιν αἱ συγκοπαί. ὅτι δὲ συγκέκοπται τὸ εἰλήλουθμεν, δῆλον οὕτω· πᾶν ῥῆμα πληθυντικὸν πρώτου προσώπου ἑκάστοτε πρὸ τῆς μεν φωνῆεν ἔχει καὶ οὐδέποτε σύμφωνον· τοῦτο δὲ ἔχει πρὸ τοῦ μ τὸ θ, συγκέκοπται ἄρα, ὥσπερ καὶ τὸ ἐπέπιθμεν ἐκ τοῦ ἐπεπίθομεν καὶ τὸ ἴσμεν ἐκ τοῦ ἴσαμεν, οὗ θέμα τὸ ἴσημι. πόθεν τὸ εἰλήλουθμεν; ἐκ τοῦ ἐλεύθω, οὗ ὁ μέσος παρακείμενος ἤλευθα καὶ Ἀττικῶς ἐλήλυθα καὶ Ἰωνικῶς εἰλήλυθα καὶ Βοιωτικῶς εἰλήλουθα· οἱ γὰρ Βοιωτοὶ προστιθέασι τῷ υ τὸ ο. τὸ πρῶτον τῶν πληθυντικῶν εἰληλούθαμεν καὶ κατὰ συγκοπὴν Αἰολικὴν εἰλήλουθμεν.
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ πέπληγον Ἰώνων καὶ Συρακουσίων λέξις· οὗ ἐνεστὼς πεπλήγω ἐκ τοῦ πέπληγα, καθὰ ἐν Ἰλιάδι τὸ «ἐκλέλαθον κιθαριστύν» ἐκ τοῦ λέλαθα λελάθω. Σικελοὶ γὰρ καθʼ Ἡρακλείδην τὸ α τῶν παρακειμένων εἰς ω μετατιθέασιν, οἷον πεποίηκα πεποιήκω. οὕτω δὲ καὶ πέφυγα πεφύγω καὶ κατὰ Ἀλκαῖον πεφύγγω ν. Ἀριστόνικος δὲ οὐ Σικελικὰ ταῦτα ἀλλʼ ἀναδιπλώσεις Ἰακὰς βούλεται εἶναι κατὰ τὸ κεκάμω καὶ λελάβω. τὸ δὲ ἐπέπληγον ἀπὸ ἐνεστῶτος γίνεται τοῦ πεπλήγω, αὐτὸς δὲ ἀπὸ παρακειμένου τοῦ πέπληγα εἰς ἐνεστῶτος ἀρχὴν ἀνέβη. Συρακουσίων δὲ γλώσσης ἡ λέξις ἐστί. πόθεν τὸ «ἐκλέλαθον κιθαριστύν»; ἐκ τοῦ λήθω τὸ λανθάνω· καὶ ὁ μέσος παρακείμενος λέληθα καὶ κατὰ συστολὴν Ἰωνικὴν τοῦ η εἰς α λέλαθα καὶ κατὰ Σικελοὺς τροπῇ τοῦ α εἰς ω λελάθω ἐνεστώς· οὗτοι γὰρ τοὺς παρακειμένους μεταποιοῦσιν εἰς ἐνεστῶτας, οἷον πεποίηκα πεποιήκω. ἀπὸ δὲ τοῦ λελάθω γέγονεν ὁ παρατατικὸς λέλαθον καὶ ἐκλέλαθον.
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ οἶδα Αἰολικῶς πεποιῆσθαι ὁ Ἡρακλείδης φησί, ὡς καὶ τὸ δέδοικα λέλοιπα πέποιθα· τὰ γὰρ κοινὰ τῇ διὰ τοῦ ε καὶ ι διφθόγγῳ παραλήγεσθαι βούλεται. τὸ δὲ πεποιθότες Αἰολικόν ἐστι καθʼ Ἡρακλείδην, ὃς λέγει ὅτι τὸ οἶδα πέποιθα λέλοιπα δέδοικα Αἰολικοί εἰσι παρακείμενοι· χαίρουσι γὰρ Αἰολεῖς τοιαύταις παρατελεύτοις. τὰ δὲ κοινὰ αὐτῶν εἶδα πέπειθα λέλειπα δέδεικα.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἔστι δὲ τὸ μὲν διχθά καθὰ καὶ ἐν Ἰλιάδι τὸ τριχθά καὶ τετραχθά Δωρικόν. Δωριέων γὰρ ἡ τοῦ θ ἐν τούτοις ἐπένθεσις, ὡς καὶ ἐν τῷ πονῶ πονήσω πεπόνηκα πέπονα καὶ πλεονασμῷ πέπονθα. οὕτω δὲ καὶ ἐν τῷ μαλακός μαλθακός καὶ χαμαλή χθαμαλή. τινῶν δὲ εἰπόντων τὸ αὐτὸ γίνεσθαι καὶ ἐν τῷ ἦσθα, ὁ Ἡρακλείδης οὐκ ἀκούει. δοκεῖ δὲ καὶ ἐκ τοῦ ἔχειν ὅπερ ἐστὶν ἐξέχειν κοινῶς μὲν γενέσθαι ἡ Καρυστία Ὄχη, πρὸς διαστολὴν δὲ Δωρικῶς ἡ τοῦ ποταμοῦ ὄχθη καὶ ἐξ αὐτῆς ὄχθος. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἄχος τὸ ἄχθος καὶ τὰ ἐξ αὐτοῦ, καὶ ἐκ τῆς ὀχῆς ὅ ἐστι τροφῆς ὁ παρὰ Ἡσιόδῳ εὐοχθέων.— τὸ δὲ τριχθά καὶ τετραχθά ἐκ τοῦ τρίχα καὶ τέτραχα γίνεται πλεονασμῷ τοῦ θ διὰ τραχυφωνίαν πλείονα, ὃ δὴ γίνεται καὶ ἐπὶ τοῦ ὄχθος καὶ ὄχθη· καὶ ἐν αὐτοῖς γὰρ ἀπὸ τοῦ ἐξέχειν γενομένοις πλεονασμὸς τοῦ θ ἐστίν, ὡς καὶ ἐν τῷ εὐοχθεῖν κατά τινας, ὃ παρʼ Ἡσιόδῳ κεῖται, καὶ ἐν τῷ χθών χθονός. ὀξύνεται δὲ ὡς δηθά. —
Εὐστάθιος ὁ Θεσσαλονίκης : σημείωσαι δὲ ὅτι τε τὸ ἑσταότα εὑρίσκεται γραφόμενον καὶ ἑστεότα, καὶ ὅτι περὶ αὐτοῦ καὶ τῶν κατʼ αὐτὸ Ἡρακλείδης γράφει, ὡς αἱ ὁμοφωνίαι τῶν ῥημάτων διαλανθάνειν ποιοῦσι καὶ θέματα καὶ κλίσεις. οἷον πολλάκις ἑνὸς παρακειμένου πολλοὶ ἐνεστῶτες εὑρίσκονται, ἑνὸς δέ φημι ἐν φωνῇ μόνῃ νοουμένου καὶ μὴ ἐν γραφῇ, καὶ μᾶλλον εἰ καὶ πνεῦμα διάφορον εἴη αὐτῷ. τοῦ γοῦν ῆκα δυσὶ πνεύμασι χρωμένου εἰσὶν ἐνεστῶτες, εἰ μὲν ψιλοῦται, ἔθω οἷον «ἔθων Οἰνῆος ἀλωήν», αἴδω οἷον «αἰδομένων δʼ ἀνδρῶν», αἴθω τὸ καίω, αἴσθω, ᾄδω, ἔδω τὸ ἐσθίω· δασυνομένου δὲ ἐνεστὼς ἂν γένοιτο ἥδω καὶ ἕζω καὶ ἕω, οὗ σύνθετον τὸ ἀφῆκα, καὶ ἥκω, ἔτι δὲ καὶ τὸ ἵημι. καὶ οὕτω μὲν παρακειμένου ἑνὸς πολλοὶ ἐνεστῶτες εὕρηνται. ἑνὸς δὲ αὖθις ἐνεστῶτος παρακείμενοι πολλοὶ ὡς οἷον ἐπὶ τοῦ φιλῶ καὶ γηθῶ. ἀφʼ ὧν εἷς μὲν παρακείμενος ὁλόκληρος πεφίληκα γεγήθηκα, δεύτερος δὲ γέγηθα πέφιλα, τρίτος παρʼ Ἴωσι δίχα τοῦ κ πεφίληα γεγήθηα, οἷς, φησί, καὶ Ὅμηρος χρῆσθαι εἴωθεν ἐφʼ ἑτέρων ῥημάτων, ὡς ὅτε ἐκ τοῦ τετύχηκα τετύχηα λέγει «διαπρύσιον τετυχηώς»· τέταρτος δέ, φησί, παρακείμενος τοῦ φιλῶ πεφίλεια, πρὸς ὃν Ὅμηρος ἔγραψε τὸ «νεκύων κατατεθνειώτων» ἐκ τοῦ τέθνεια παρακειμένου· πέμπτος παρακείμενος ἐκ τοῦ πεφίλεια ὁ πεφίλεα δίχα τοῦ ι, οὗ πρὸς ἀκολουθίαν τὸ «ἑστεότʼ εἰν Ἀίδαο» ἀπὸ τῆς ἑστεώς, φησί, μετοχῆς τοῦ στῶ ῥήματος. πολλάκις δέ, φησί, ὑπαλλάττουσι καὶ ἕκτην διαφορὰν παρακειμένων ἐκ τοῦ ε εἰς τὸ α τὸ γοῦν ἕστεα ἕσταα λέγουσιν, ἀφʼ οὗ μετοχὴ ἑσταώς. τοῦτο δέ, φησίν, ἢ μετάπτωσίς ἐστι τοῦ ε εἰς α Ἰωνικῶς ἢ τοῦ η εἰς α. κατὰ δὲ τὸ ἕσταα ἑσταώς γίνεται καὶ δεδαώς ἐκ παρακειμένου τοῦ δέδαα, οὕτω δὲ καὶ βεβαώς μεμαώς γεγαώς καὶ ἄλλα. ἐν τούτοις δὲ ὁ αὐτὸς Ἡρακλείδης καὶ τὸ πεπαθυῖα διασαφῶν, ὅπερ ἐν τοῖς ἑξῆς που κεῖται παρʼ Ὁμήρῳ, λέγει ὅτι τὰ ὑποτακτικά, ὧν αἱ μετοχαὶ εἰς ων ὀξύτονοι, οἷον τύχω τυχών, εὕρω εὑρών, ὁμοίως τοῖς περισπωμένοις ὁριστικοῖς κατὰ τὸν παρακείμενον κλίνονται, οἷον τετύχηκα εὕρηκα, ἐξ ὧν μετοχαὶ τετυχηκώς εὑρηκώς. οὐκοῦν καὶ τοῦ πάθω παθών κίνησις ὁμοία, πεπάθηκα πεπαθηκώς, θηλυκὸν πεπαθηκυῖα, ὥσπερ δὲ λεληκηκώς λεληκώς, γεγηθηκώς γεγηθώς Ἰωνικῇ συγκοπῇ, οὕτω καὶ πεπαθηκώς πεπαθώς, οὗ θηλυκὸν πεπαθυῖα. τὸ δὲ πεπαθυίῃ ἀσύνηθες εἰς χρῆσιν· διὸ οὐδὲ περιλαληθήσεται, εἰ μὴ μόνον ὅτι ἐκ τοῦ πήθω ἀχρείου ἐνεστῶτος γίνεται, ὃς τὸ παθεῖν δηλοῖ, ὅθεν τὸ πάθω, ἐξ οὗ τὸ παθήσω ὡς τυχήσω, οὗ παρακείμενος πεπαθηκώς καὶ κατὰ πάθος πεπαθώς, ὅθεν ἡ πεπαθυῖα, ὡς Ἡρακλείδης ἐμπλατύνεται.
Εὐστάθιος ὁ Θεσσαλονίκης : παραδίδωσι γὰρ Ἡρακλείδης ὅτι Ἀττικοὶ τοὺς τοιούτους ὑπερσυντελίκους ἐν τῷ η μόνῳ περατοῦσιν ᾔδη λέγοντες καὶ ἐνενοήκη καὶ ἐπεποιήκη· καὶ οὕτω φησὶ Παναίτιος ἔχειν τὰς γραφὰς παρὰ Πλάτωνι· καὶ Θουκυδίδης δὲ κέχρηται τῷ τοιούτῳ Ἀττικῷ ἔθει. καὶ τὰς τμήσεις ἐκ τούτων, φησίν, Ἴωνες οἰκείως προφέρονται ᾔδεα λέγοντες ἀναλύσει τοῦ η εἰς ε καὶ α ἀντὶ τοῦ ἤδη ἤγουν ἠπιστάμην, οἷον «εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσί», καὶ Καλλίμαχος «ᾔδεα μᾶλλον ἐγώ κοτε». οὕτω δὲ καὶ ἐνενοήκη ἐνενοήκεα ὁμοίᾳ Ἰωνικῇ τμήσει ἤτοι διαλύσει καὶ ἐπεποιήκη ἐπεποιήκεα. πολλοὶ δέ, φησί, καὶ σὺν τῷ ν προφέρουσι τὴν εἰρημένην διὰ τοῦ η Ἀττικὴν γραφὴν τῶν ὑπερσυντελίκων ᾔδην λέγοντες καὶ ἐνενοήκην καὶ ἐπεποιήκην. ἀφʼ ὧν καὶ αὐτῶν αἱ τμήσεις γένοιντʼ ἄν, φησίν, ᾔδεα καὶ ἐνενοήκεα καὶ ἐπεποιήκεα κατὰ τὸ Ἀστυάγην Ἀστυάγεα παρὰ Ἡροδότῳ καὶ κατὰ τὸ ἧνται ἕαται καὶ ἦν ἔα.
Εὐστάθιος ὁ Θεσσαλονίκης : Ἡρακλείδης δὲ ἀκριβέστερόν τι τῶν ἐκεῖ γεγραμμένων παραδιδοὺς διὰ καθαροῦ ἐκφέρεσθαι λέγει πληθυντικὰ Ἰωνικὰ κατὰ τὴν παρατέλευτον, τὸ κεκλέαται νενοέαται εἵαται διὰ διφθόγγου καὶ ἥαται διὰ τοῦ η καὶ ὅσα τοιαῦτα· ὅσα δὲ τῇ δα συλλαβῇ παραλήγονται, σύμφωνον πρὸ τοῦ α ἔχειν φησὶν ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος ... λέγει δʼ ἐκεῖνος καὶ ὡς οὐκ ἔστιν ἀπὸ τοῦ ῥαίνω γενέσθαι τὸ ἐρράδαται· ἦν γὰρ ἄν, φησίν, «ἐρράναται τοῖχοι», ἵνα ἦν πρὸ τοῦ ται τὸ ν τὸ ἀρκτικὸν τῆς τελευταίας τοῦ ἐνεστῶτος, ὡς καὶ ἐπὶ τοῦ ἐρηρέδαται.
Εὐστάθιος ὁ Θεσσαλονίκης : οἱ δὲ παλαιοὶ γράφουσι καὶ ὅτι ψιλῶς τὸ εἴατο, ἵνα ᾖ ἀντὶ τοῦ ἦσαν ὡς ἀπὸ τοῦ εἰμί. καὶ ἔστι κρεῖττον τοῦτο ... οὕτω καὶ ἐν Ἰλιάδι τὸ «εἵαται ἐν μεγάροις ποτιδέγμεναι» ψιλῶς κατὰ Ἡρακλείδην προενεκτέον· οὐ γὰρ κάθηνται, φησίν, ἀλλʼ ὑπάρχουσιν. Ἴωνες γὰρ τοῖς παρακειμένοις ἀντὶ ἐνεστώτων χρῶνται οἷον διανενόημαι ἀντὶ τοῦ διανοοῦμαι καὶ τὰ ὅμοια. πλατύνων δὲ Ἡρακλείδης τὸν περὶ τοῦ εἴαται λόγον γράφει τοιαῦτα· ὡς ἠχεῖται ἤχηται, οἰκεῖται ᾤκηται, οὕτως ἀπὸ τῆς ὦ πρώτης συζυγίας τῶν περισπωμένων παθητικοῦ ἐνεστῶτος τρίτον εἶται· οὗ εἴη ἂν παρακείμενος ἦται μεταπεσούσης κἀνταῦθα τῆς ει διφθόγγου εἰς η, πληθυντικὸν δὲ αὐτοῦ προσθέσει τοῦ ν ἀναλόγως ἦνται κατὰ τὸ πεποίηται πεποίηνται καὶ τὰ ὅμοια, εἶτα Ἰωνικῇ τμήσει τοῦ η εἰς ε καὶ α, ὡς νενόηνται νενοέαται, οὕτω καὶ ἦνται ἔαται, Ὅμηρος δὲ κατὰ Ἰάδα προσθεὶς τὸ ι ἔφη «εἴαται ἐν μεγάροις». εἶτα λέγει ὅτι καὶ τὸ δασυνόμενον καὶ διὰ τῶν αὐτῶν στοιχείων ἐκφερόμενον οὕτως ἔχει· τὸ γὰρ ἦνται ἤγουν κάθηνται κατὰ τμῆσιν τῆς ην συλλαβῆς εἰς ε καὶ α ἕαται λέγεται οἷον «οἱ δὴ νῦν ἕαται σιγῇ». τούτοις δὲ ὁ αὐτὸς ἐπάγει καὶ ὅτι ἔνιοι τῶν Ἰώνων, οἷς ἀκολουθεῖ, φησί, καὶ ὁ τὰ Ναξιακὰ γράψας Φιλήτας εἴτε Καλλῖνος μόνον τὸ η ἐν τοῖς τοιούτοις παρακειμένοις εἰς ε καὶ α τέμνοντες τὸ ἑπόμενον ν φυλάττουσι πεποιέανται λέγοντες καὶ γεγενέανται. καὶ ὅ γε Ζηνόδοτος πολλάκις, φησί, παρὰ τῷ ποιητῇ οὕτω γράφει καὶ τὰ ἑνικά, δίχα μέντοι τοῦ ν, τὸ πεποίηται καὶ νενόηται πεποιέαται γράφων καὶ νενοέαται. ἡ μέντοι Ἀριστάρχειος ἔκδοσις οὐκ οἶδεν Ὅμηρον τῇδε τῇ διαλέκτῳ χρώμενον, εἰ καί τισιν ἔδοξεν ὁμοίως τῷ πεποίηται πεποιέαται οὕτω τὸ ἧται ἑνικὸν ἤγουν κάθηται γενέσθαι ἕαται καὶ ληφθῆναι Βοιωτιακῶς ἀντὶ πληθυντικοῦ τοῦ ἧνται ἕαται ἐν τῷ «οἱ δὴ νῦν ἕαται σιγῇ». ὃ δὴ ἀπορραπίζει ὁ Ἡρακλείδης εἰπὼν οὐδέποτε τὸν Ὅμηρον ἑνικοῖς χρῆσθαι ῥήμασι ἀντὶ πληθυντικῶν, καθάπερ ἐνίοις Βοιωτῶν ἔδοξεν.
Εὐστάθιος ὁ Θεσσαλονίκης ὁ δὲ Ἡρακλείδης ὑποβάλλει Βοιώτια νοεῖν καὶ τὸ εἶμι καὶ τὸ εἰμί, ἐν οἷς λέγει ὅτι οὐδὲν τῶν εἰς μι περαιουμένων δίφθογγον ἔχει ἐν τῇ παραληγούσῃ, ὅτι μὴ Βοιωτικὸν καθέστηκεν. ἐπεὶ γάρ, φησί, διʼ ἔθους Βοιωτοῖς μηδέποτε τῷ η χρῆσθαι ἐπὶ τῆς οἰκείας δυνάμεως ἀλλʼ ἑκάστοτε εἰς ει δίφθογγον μετατιθέναι, διὰ τοῦτο καὶ τὰ τοιαῦτα διὰ τοῦ ει προφέρονται, τίθειμι καὶ πάνθʼ ὁμοίως. καὶ τὸ εἰμί γοῦν τῆς αὐτῆς ἔχεται διαλέκτου. ἰστέον δὲ ὅτι τοῦ εἰμί τουτέστιν ὑπάρχω ἄλλως παραγομένου κοινότερον, Ἡρακλείδης λέγει περὶ αὐτοῦ ὡς ἔνιοι τῶν Αἰολέων μετατιθέντες ἐν πρώτῃ καὶ δευτέρᾳ … συζυγίᾳ τῶν περισπωμένων τὸ ω εἰς η ποιοῦσι ῥήματα εἰς μι πλεονασμῷ τῆς μι συλλαβῆς ἐπὶ τέλους· οὕτω φασὶ καὶ ἀπὸ τοῦ φῶ τὸ Αἰολικὸν φημί, διὸ βαρύνων ὁ Τυραννίων φῆμι γράφει βαρυτόνως Αἰολικώτερον οἷον «φῆμι γὰρ οὖν κατανεῦσαι». οὐκοῦν καὶ ἀπὸ τοῦ ὦ ἤγουν ὑπάρχω εἴη ἂν Αἰολικὸν ἠμί καὶ Βοιωτικῇ μεταθέσει τοῦ η εἰς τὴν ει δίφθογγον εἰμί, ἡμαρτημένον ὂν τῷ τόνῳ, καθὰ ἑτέρωθι λέγει αὐτός· τὰ γὰρ Αἰολικὰ δηλονότι βαρύνονται. τοῦ δὲ τοιούτου Βοιωτίου εἰμί τὸ δεύτερον εἴς οἷον «τίς πόθεν εἲς ἀνδρῶν». λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ὅσα τῶν εἰς μι τῇ αι διφθόγγῳ παραλήγονται οἷον τὸ γέλαιμι καὶ τὰ λοιπὰ Αἰολικὰ ὄντα τῆς Λεσβίων ἔχονται διαλέκτου. εἶτα εἰπὼν ἡμαρτῆσθαι καὶ τὸ ἐστίν, ὤφειλε γάρ, φησί, κατὰ τὸ δίδωμι δίδωσι καὶ φημί φησί λέγεσθαι καὶ εἰμί εἰσί, καὶ ἐπικρίνας τοῦτο ἐπάγει ὅτι καὶ ἡμεῖς, ὅτε «εἰσὶν ἐκεῖνοι» εἴπωμεν πληθυντικῶς, Βοιωτίως χρώμεθα ἑνικὸν ῥῆμα κατὰ πλήθους τάσσοντες. εἶτα ἐλέγχων καὶ τοὺς εἰπόντας Δώριον εἶναι τὸ ἐστίν, ὡς γὰρ δίδωσι δίδωτι, τίθησι τίθητι, οὕτω καὶ εἰσί εἰτί καὶ ἀπελεύσει τοῦ ι καὶ ἐνθέσει τοῦ σ ἐστί, λέγει δυνατά, ἐν οἷς καὶ ὅτι Δωριεῖς μὲν τὸ φησί φατί λέγουσιν, Ἴωνες δὲ ἠσί δίχα τοῦ φ.
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ «ἄη Νότος» ἤτοι ἔπνεε πολλὰ μὲν τῶν ἀντιγράφων ἐν τῷ η ἔχει ἀκολούθως τῷ πρώτῳ προσώπῳ τῷ ἄην, οὐκ ὀλίγα δὲ καὶ διὰ διφθόγγου ὁμοίως τῷ «ἀνέμων διάει μένος». δόξοι δʼ ἂν μαρτυρεῖν τῇ διὰ τοῦ η γραφῇ καὶ τὸ «Θρῄκηθεν ἄητον». καὶ ὁ βαθὺς Ἡρακλείδης οὕτω βούλεται, ἵνα ὥσπερ ἐκ τοῦ φιλῶ φίλημι Αἰολικῶς, οὕτως εἴη καὶ ἀπὸ τοῦ ἀῶ ἄημι καὶ ἀκολούθως ὡς φίλη τρίτον ἑνικὸν καὶ δυϊκὸν ἐξ αὐτοῦ φίλητον, οὕτω καὶ ἄη ἄητον.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον δὲ ὡς εἴπερ μὴ ἐγράφετο «κατὰ κλῶθές τε βαρεῖαι» ἀλλὰ «κατακλώθησι βαρεῖα», ἦν ἂν τὸ ῥῆμα Ῥηγίνων διαλέκτου, οἳ καθʼ Ἡρακλείδην τὰ τρίτα τῶν ὁριστικῶν περισπωμένων τῆς πρώτης συζυγίας καὶ τῶν βαρυτόνων δὲ ῥημάτων κατὰ τὸ ἑνικὸν εἰς τὴν σι συλλαβὴν περαιοῦσι τοῦ η παραλήγοντος· τὸ γὰρ φιλεῖ καὶ νοεῖ καὶ λέγει καὶ φέρει φίλησι φασὶ καὶ νόησι καὶ λέγησι καὶ φέρησι. τοιοῦτον δὲ καὶ τὸ «λαμπρὸν παμφαίνησι» παρʼ Ὁμήρῳ ἅπαξ, φησί, χρησαμένῳ τῇ διαλέκτῳ ἐπὶ τούτου. εἰ δή, φησί, καὶ τὸ ὦ τουτέστιν ὑπάρχω πρώτης ἐστὶ συζυγίας κατὰ τὸ φιλῶ καὶ ἔστι τρίτον αὐτοῦ εἶ, δωριζόμενον κατὰ Ῥηγίνους γένοιτʼ ἂν ὁμοίῳ λόγῳ ἐκ τούτου ἦσιν ὁ ἐνεστώς.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον δὲ καὶ ὅτι τὸ εἰμέν ῥῆμα πληθυντικὸν ὑπαρκτικὸν ἀναλογώτερόν ἐστι τοῦ ἐσμέν καθʼ Ἡρακλείδην φάμενον, ὡς οὐδὲν ῥῆμα πληθυντικὸν ἐπὶ τοῦ πρώτου προσώπου σύμφωνον ἔχει πρὸ τοῦ μ ἀλλʼ ἑκάστοτε φωνῆεν· ὡς γοῦν δίδωμι δίδομεν, φημί φαμέν, ἴσημι ἴσαμεν καὶ συγκοπῇ ἴσμεν, ἐξ οὗ τὸ ἴδμεν, οὕτω κατὰ τὸν αὐτὸν λόγον εἰμί ἐμέν, Δωριεῖς δὲ πλεονάζουσι τὸ σ εἰπόντες ἐσμέν. Ὅμηρος δέ, φησίν, ὅταν λέγῃ «ἀπήμονές εἰμεν», προστίθησι τὸ ι, ἵνα οὕτω φωνῆεν εἴη πρὸ τῆς μεν συλλαβῆς. οὕτω δὲ καὶ περὶ τούτων γράψας ἑτέρωθι λέγει Ἡρακλείδης ὅτι τὸ ἐσμέν ἐστέ εἰσίν, εἰ καὶ ἡμάρτηνται ὀξυτονούμενα, ὅμως ἔπαθον τοῦτο διὰ τὰ ἑνικά, οἶς ὀφείλουσιν ὁμοτονεῖν. εἶτα ἐπιφέρων καὶ χρῆσιν τοῦ ἐμέν, ὅθεν γίνεται τὸ ἐσμέν, λέγει ὅτι Ὅμηρος μὲν σὺν τῷ ι ἔφη «ἀπήμονές εἰμεν». τὸ δὲ ἀνάλογον παρὰ Καλλιμάχῳ ἐν τῷ «γρῆές ἐμεν».
Εὐστάθιος ὁ Θεσσαλονίκης : τοῦ δὲ ἐστέ πρωτότυπος κίνησις ἐκ τοῦ εἰμί ἐμέν ἐτέ καὶ ἄλλως μὲν προσθέσει τοῦ ι εἰμέν εἰτέ, Δωρικῶς μέντοι ἐσμέν ἐστέ. ἡμάρτηται δὲ καθʼ Ἡρακλείδην τὸ ἐστέ· ὡς γὰρ οὐ λέγομεν δείκνυστε ἢ φαστέ, οὕτως οὐδὲ ἐτέ ἐστέ. καὶ Ἀρίσταρχος ἁμαρτάνει, φησίν, ἐγκλίνας ἐν Ἰλιάδι τὸ «ὑμεῖς μάρτυροί ἐστε»· οὐ γὰρ ἀνῄρηταί τι μὴ πρότερον ὀξυτονούμενον· εἰ δὲ ἀνῄρηται τὸ ὀξυτονούμενον, ἄτοπος, φησί, καὶ ἡ ἔγκλισις.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον δὲ ὡς δυνατὸν ὂν εἰσοιχνοῦσαν εἰπεῖν κοινότερον ὅμως ὁ ποιητὴς εἵλετο τὸ καινότερον ὡς φίλον αὐτῷ, καθὰ καὶ ἄλλοι προαιροῦνται. οὕτω Δωριεῖς ἐν τῷ λεξεῖται ποιησεῖται ἐσσεῖται μετατιθέντες τὴν παρατέλευτον ει δίφθογγον εἰς τὴν ου παρενθέσει τοῦ ν ποιησοῦντι φασὶ καὶ τελεσοῦντι καὶ ἐσσοῦντι … πᾶς γὰρ μέλλων καθʼ Ἡρακλείδην τοιοῦτος ἐπὶ τρίτου πληθυντικοῦ Δωρικῶς εἰς τὸ τι λήγει τῆς ου διφθόγγου παραληγούσης μετὰ τοῦ ν· οὕτω δὲ καὶ ἐπὶ τοῦ ποιοῦντι ἀντὶ τοῦ ποιοῦσι καὶ ὀρθοῦντι ἀντὶ τοῦ ὀρθοῦσι καὶ τῶν ὁμοίων θεμάτων τῆς πρώτης καὶ τρίτης τῶν περισπωμένων· ἔτι δὲ καὶ τῶν μελλόντων· ποιησοῦντι γὰρ καὶ ὀρθωσοῦντι καὶ τὰ ὅμοια. ἐπὶ μέντοι δευτέρας διὰ τοῦ α μηκυνομένου καὶ τοῦ ν, γελασοῦντι γὰρ καὶ γελᾶντι καὶ βοασοῦντι καὶ βοᾶντι. ἐπὶ δὲ βαρυτόνων ἡ ον συλλαβὴ ἐν τοιούτοις παρατελευτᾷ, οἷον λέγοντι ἀντὶ τοῦ λέγουσι καὶ τὰ ὅμοια. τῶν δʼ αὐτῶν Δωριέων καὶ τὸ φρονοῦσι καὶ νοοῦσι φρονεῦντι λέγειν καὶ νοεῦντι, ἅπερ ἐξάρσει τοῦ ν λεγόμενα Αἰολικά ἐστιν οἷον φρονεῦτι, ἔτι δὲ καὶ εὖντι ἀντὶ τοῦ εἰσίν, ὅπερ ἄλλως ἐντί λέγεται Δώριον ὁμοῦ ὂν καὶ Αἰολικόν, Δώριον μέν, φησί, διὰ τὸ ν καὶ τὸ τ, Αἰολικὸν δὲ διὰ τὴν παράληξιν τοῦ ε· τὰ γὰρ εἰς σι περαιούμενα τρίτα πληθυντικὰ θέματα τῇ ει διφθόγγῳ παραληγόμενα μετατιθέασι τὸ μὲν ι εἰς ν Δωρικῶς τὸ δὲ σ εἰς τ, τιθεῖσι τιθέντι, ἱεῖσιν ἱέντι. οὕτω δὲ καὶ Αἰολικῶς οἴκεντι φίλεντι ἤγουν οἰκοῦσι φιλοῦσι. τοιοῦτον δὲ καὶ τὸ εἰσίν, ὅτε γένοιτο ἐντί. τοιαῦτα ὁ Ἡρακλείδης εἰπὼν εἶτα καὶ ὅτι ἔνιοι ἀκέραιον τὸ εἰσί δωριζόμενον ἐντί γενέσθαι φασίν, ἐπάγει ὡς αἰολικεύοντές τινες αὐτὸ παρατίθενται εἰς πίστιν τὸ τιθεῖσι τιθέντι καὶ τὰ ὅμοια, Αἰολικὰ ὄντα ταῦτα δίχα μυρίων ἄλλων, παρὰ τὸ πολλοὺς χαίρειν ταῖς ξενιζούσαις τῶν λέξεων μᾶλλον ἤπερ ταῖς συνήθεσι.
Εὐστάθιος ὁ Θεσσαλονίκης . Ἡρακλείδης δὲ παραλόγως ὀξύνεσθαι αὐτό φησι καὶ ἡμαρτῆσθαι λογιζόμενος αὐτὸ οὐ μετοχὴν δευτέρου ἀορίστου ἀπὸ θέματος βαρυτόνου τοῦ ἔω ἀλλὰ ἐκ περισπωμένου τοῦ ὦ ἤγουν ὑπάρχω. ἔτι δὲ λέγει σφοδρῶς καὶ ὅτι Ἔγωγε ἄνοιαν καταδικάζω τῶν οἰομένων ἐπέκτασιν τῆς ὤν εἶναι τὴν ἐών μετοχήν· οὐδεμία γάρ, φησίν, εἰς ων λήγουσα μετοχὴ ἐπεκτείνεται διὰ τοῦ ε. εἶτα γράψας τὰ δοκοῦντα, ἐν οἷς καὶ ὅτι πᾶσα μετοχὴ εἰς ων λήγουσα καθαρὸν ὀξύτονος τὸ ι ἔχει παραλῆγον οἷον πιών κιών ἰών, ἐπάγει, ὥστε ἄμεινον ἡμῶν Βοιωτοὶ τὴν ἐών ἰών λέγουσι. μέμφεται δὲ καὶ τὸν Σιδώνιον Διονύσιον εἰπόντα διαλέκτῳ Ἀτθίδι πεποιῆσθαι ὅσα πλεονάζει τὸ ε κατʼ ἀρχάς, ὧν ἐστι καὶ τὸ ἐῳνοχόει καὶ τὸ ἐών· ἀγνοεῖ δέ, φησίν, ἐκεῖνος τὸ ἔργων ἐέργων καὶ τὸ ἔλπων ἐέλπων καὶ τὸ «ἀλλὰ σύ πέρ μοι ἔειπε» ἀντὶ τοῦ εἰπέ. ἰστέον δὲ ὅτι τε τὸ «ἀλλὰ σύ πέρ μοι εἰπέ» ἔειπε γράφεσθαι Ἡρακλείδης φησίν.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ὅτι δὲ Ἰακόν ἐστι τὸ ἐών ἢ Αἰολικὸν ἢ Δωρικόν, πάντες γὰρ αὐτῷ χρῶνται, Ἡρακλείδης ἔγραψέ που, ἔνθα ἔφη καὶ ὅτι ὡς ἐλθών ἐλθέτω καὶ τὰ ὅμοια οὕτως ἐών ἐέτω καὶ ἀναλόγῳ κράσει εἴτω διὰ διφθόγγου, ὡς φιλείτω πλείτω, καὶ Δωρικῶς ἤτω· Δωριεῖς γὰρ οὕτω μεταποιοῦσι τὰς τοιαύτας παραληγούσας τὸ φιλείτω νοείτω φιλήτω καὶ νοήτω λέγοντες. ἰστέον δὲ ὡς Ἡρακλείδης ἡμαρτῆσθαι εἰπὼν τὸ ἴστω γράφει τοιαῦτα. τὰ διὰ τοῦ σ ἐκφερόμενα προστακτικὰ καὶ εἰς ω λήγοντα ἀρκτικὸν ἔχει τοῦ ω τὸ θ οἷον λεγέσθω ποιείσθω καὶ τὰ ὅμοια. ἡμάρτηται οὖν τὸ ἴστω καθὰ καὶ τὸ ἔστω διὰ τοῦ τ λεγόμενα. νοητέον δέ, φησίν, ἡμαρτῆσθαι μᾶλλον αὐτὰ διὰ τὴν πρόσθεσιν τοῦ σ ἤπερ τὴν διὰ τοῦ τ γραφήν. ταῦτα δὲ οὕτως εἰπὼν ἐπάγει μετʼ ὀλίγα ὅτι ἔνιοι ἐν τῷ ἔστω καὶ ἴστω οὔ φασι περιττεύειν τὸ σ, ἐκ τοῦ ἰσέτω δὲ καὶ ἐσέτω κατʼ ἔξαρσιν γενέσθαι τὸ ἴστω καὶ ἔστω· κἂν μὲν ἀοριστώδη χρόνον σημαίνῃ τὸ ἔστω, τὸ α εἶναι ἐξαιρούμενον, ἐπὶ δὲ μέλλοντος τὸ ε λείπειν. ἐφʼ οἷς ἐπικρίνει ὅτι τὸ α λείπει, ἵνα ᾖ ἐσάτω ἔστω ἰσάτω ἴστω· ποιησέτω γὰρ ἢ νυξέτω οὐδεὶς λέγει. εἰ δέ, φησί, καὶ λείπει τὸ ε, ὡς ἐνεστῶτα νοητέον κατὰ τὸ νυσσέτω. ἐν τούτοις δὲ κατασείων καὶ τοὺς τὸ ἔτω, ἀφʼ οὗ τὸ ἔστω, ἤτω λέγοντας ἐκτάσει τοῦ ε εἰς η λέγει ὡς οὐδὲν εἰς τω λῆγον προστακτικὸν ἔχον παρατέλευτον τὸ ε μετατίθησιν αὐτὸ εἰς η· οὐδεὶς γὰρ τὸ φερέτω λεγέτω φερήτω λεγήτω φησίν, οὐκοῦν οὐδὲ ἔτω ἤτω. ὡς δέ, φησί, καὶ τὸ ἔτω ἡμάρτηται διὰ τοῦ ε λεγόμενον, παράπηγμα δείξει τόδε· πᾶσα μετοχὴ εἰς ων ὀξύτονος τὸ τρίτον προστακτικὸν διὰ τοῦ ετω περαιοῖ, ἐλθών ἐλθέτω, σχών σχέτω, σπών σπέτω καὶ μετασπέτω· ταύτῃ τοι καὶ ἀπὸ τοῦ εἰπών εἰπέτω ῥητέον. προστακτικὸν μέντοι ἀορίστου μετοχῆς ἅπαν ληγούσης εἰς σ, ὅτε εἰς τω περαιοῦται ἐπὶ τρίτου προσώπου, τῷ η παραλήγεται οἷον σφαγείς σφαγήτω, δαρείς δαρήτω καὶ ἀπὸ τοῦ θείς οὖν καὶ εἴς θήτω καὶ ἤτω, οὐ μὴν θέτω καὶ ἔτω. ἔνθα ἡμαρτῆσθαι εἰπὼν κατὰ τὸ θέτω καὶ ἔτω ἤγουν ὑπαρχέτω καὶ τὸ ἕτω, ἀφʼ οὗ σύνθετον τὸ ἀφέτω, λέγει καὶ ὅτι τινὲς οὔτε ἔτω φασὶ προστακτικὸν οὔτε ἀπʼ αὐτοῦ τὸ ἤτω ἀλλὰ ἐέτω τρισυλλάβως ἀπὸ τῆς ἐών μετοχῆς, ὅθεν γενέσθαι τὸ εἴτω ἐν διφθόγγῳ καὶ ἐκεῖθεν ἤτω διὰ τοῦ η.
Εὐστάθιος ὁ Θεσσαλονίκης : περὶ δὲ τοῦ εἴην εἴης εἴη γράψας ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης ὡς οὐ γίνεται ἀπὸ τοῦ ὦ τὸ ὑπάρχω, ἦν γὰρ ἄν, φησίν, οἴην οἴης οἴη κατὰ τὸ φρονοίην φρονοίης φρονοίη, φιλοίην φιλοίης φιλοίη καὶ τὰ τοιαῦτα, εἶτα ὑποκαταβὰς μετὰ τὸ εἰπεῖν ὡς ἡμάρτηται γράφει οὕτω· λέγουσιν οἱ Αἰολεῖς ἐκ τοῦ φιλῶ μετοχὴν φίλεις καὶ τοῦ φρονῶ φρόνεις καὶ εὐκτικὰ τούτων φιλείη καὶ φρονείη· οὕτω φαμὲν καὶ τὸ εἰδείη ἀπὸ τῆς εἴδεις … πεποιῆσθαι Αἰολικῆς μετοχῆς, ἧς δηλαδὴ τὸ θέμα εἰδῶ. μήποτε οὖν καὶ τὸ εἴη ῥῆμα Αἰολικόν ἐστιν ἀπὸ τῆς εἴς μετοχῆς, ἧς κλίσιν παρὰ τοῖς ποιηταῖς εἰπὼν φυλάττεσθαι παράγει χρῆσιν ἐξ Ἀλκμᾶνος τὸ «ἔστι παρέντων μνᾶστιν ἐπιθέσθαι», οὐ κατὰ ἔξαρσιν, φησί, τοῦ ο ἀπὸ τοῦ παρεόντων ἀλλʼ ἐκ τοῦ εἴς ἔντος Αἰολικοῦ. ὁ δʼ αὐτὸς Ἡρακλείδης τῆς αὐτῆς ἐών ὀξυτόνου μετοχῆς τὸ εὐκτικὸν κανονίζων λέγει ὅτι, καθὰ τῆς ἐλθών καὶ εἰπών μετοχῆς εὐκτικὰ ἔλθοι καὶ εἴποι, οὕτω δὲ καὶ σχών ἐπίσχοι καὶ ἐπισπών «πότμον ἐπίσποι», οὕτω καὶ ἀπὸ τῆς ἐών ἔοι οὐχὶ εἴη. περὶ δὲ τοῦ εἴη λέγει ὡς πᾶν ῥῆμα εὐκτικὸν ἔχον τὴν ει δίφθογγον παρατέλευτον καὶ τὸ τέλος διὰ τοῦ η ἐκ μετοχῆς πεποίηται ληγούσης εἰς εις οὐ μὴν εἰς ων. καὶ τοῦτο φανερόν, φησίν, ἐκ τῶν Αἰολικῶν μετοχῶν. Αἰολεῖς γὰρ τὸ φιλῶν φιλοίην νοῶν νοοίην φρονῶν φρονοίην καὶ τὰ ὅμοια τὰ παρʼ ἡμῖν φιλείην λέγουσι καὶ νοείην, ἐπειδὴ καὶ τὰς μετοχὰς αὐτῶν εἰς εις προφέρουσι φίλεις καὶ νόεις λέγοντες ἀντὶ τοῦ φιλῶν καὶ νοῶν. κατὰ δὴ τὸ ὅμοιον καὶ ἀπὸ τῆς ὦν πρωτοτύπου μετοχῆς συζυγίας πρώτης τῶν περισπωμένων εἴη ἂν εὐκτικὸν τὸ οἴη καὶ Αἰολικῶς εἴη, ἐπεὶ καὶ ἡ μετοχὴ εἴς. οὕτω δὲ πρῶτον εἰπὼν ὑποκαταβὰς γράφει οὕτως· ἀπὸ τοῦ θείς καὶ βλείς γίνεται θεῖο εὐκτικὸν καὶ βλεῖο, οὗ χρῆσις ἐν Ἰλιάδι. πᾶν δὲ τοιοῦτον εὐκτικὸν παρὰ Σικελοῖς ἀπὸ τῶν παρʼ ἡμῖν εἰς εις ληγουσῶν μετοχῶν μεταβάλλον τὸ ο εἰς ε πληθυντικὸν ποιεῖ προσθέσει τοῦ τ, θεῖο θεῖτε, σφαγεῖο σφαγεῖτε, βληθεῖο βληθεῖτε. εἶτα εἰπὼν ὅτι οὕτω καὶ Ὅμηρος ἀπὸ τοῦ διακρινθείς καὶ τοῦ ἐκεῖθεν Σικελικοῦ διακρινθεῖο ἔφη τὸ «διακρινθεῖτε τάχιστα», καὶ ἀπὸ τῆς εἴς μετοχῆς καὶ τοῦ κατὰ Σικελοὺς εἶο εὐκτικοῦ τὸ εἶτε οἷον «ποῖοί κʼ εἶτʼ Ὀδυσῆι ἀμυνέμεν», καταδέχεται καὶ τοὺς λέγοντας τὰ τοιαῦτα συγκεκόφθαι οἷον τὸ διακρινθεῖτε ἐκ τοῦ διακρινθείητε καὶ τὸ εἶτε ἐκ τοῦ εἴητε, εἰπὼν ὡς οὐ διαφερόμεθα αὐτοῖς· οὐ γὰρ ἄτοπον αὐτὰ κατὰ συγκοπὴν ἐξενηνέχθαι. ἰστέον δὲ ὅτι τὸ ὡς ἐρρέθη «ποῖοί κʼ εἶτε» γραψάντων τινῶν «ποῖοί κʼ εἰτέ» ἀντὶ τοῦ ἐστέ ὡς ἀπὸ τοῦ εἰμέν εἰτέ ὅπερ ἐστὶν ἐσμέν ἐστέ, Ἡρακλείδης τοὺς οὕτως ἀναγινώσκοντας ἁμαρτάνειν φησί, καθότι ὁριστικὸν ῥῆμα τῷ «κε» συνδέσμῳ ὑπάγουσιν, ὃς ἑκάστοτε ὑποτακτικὸν ἀπαιτεῖ ἢ εὐκτικόν. ἐγκρίνει δὲ τὸ εἶτε ἀντὶ τοῦ εἴητε λέγων ὅτι ἡ ἀρχαία Ἀτθὶς τὰ εὐκτικὰ συγκόπτει κατʼ ἔξαρσιν μιᾶς συλλαβῆς τό τε διακοσμηθείημεν καὶ διακριθείημεν ἀκολούθως δὲ καὶ τὸ εἴημεν διακοσμηθεῖμεν καὶ διακριθεῖμεν καὶ εἶμεν λέγοντες καὶ τὰ τούτων δεύτερα διακοσμηθεῖτε καὶ διακριθεῖτε καὶ εἶτε. ἐν οἷς δὲ ταῦτά φησι, λέγει καὶ ὅτι τὸ «εἴπερ γάρ κε βλεῖο πονεύμενος», ὅπερ ἐν Ἰλιάδι κεῖται, εὐκτικόν ἐστι συγκοπὲν ἐκ τοῦ βλείοιο, ἐλέγχων κακῶς νοῆσαι τοὺς εἰπόντας προστακτικὸν εἶναι τὸ βλεῖο.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον δὲ ὅτι τὸ ἔμμεναι ὁ Ἡρακλείδης οὐ κατὰ τὴν δοκοῦσαν τοῖς πλείοσιν ἀκολουθίαν παράγει, ἀλλὰ τὴν προπαραλήγουσαν αὐτοῦ ἀπὸ παραλήγοντος η γενέσθαι βούλεται συστολῇ καὶ διπλασιασμῷ. φησὶ γὰρ οὕτως· μέγιστον τεκμήριον ἐν ἀμφισβητήσει τόνων θεματικῶν τὸ τηνικαῦτα περισπᾶσθαι τὰ ῥήματα, ὅτε τὸ ἀπαρέμφατον διὰ προπαραλήγοντος τοῦ η λέγεται· τὸ γὰρ κυῶ περισπᾶται, ὅτι κυήμεναι τὸ ἀπαρέμφατον· εἰ δὲ ἦν κύω βαρυτόνως, κυέμεναι ἂν ἦν κατὰ τὸ εὑρέμεναι· οὕτω καὶ φιλῶ φιλεῖν φιλήμεναι καὶ νοήμεναι καὶ φρονήμεναι, καὶ τὸ ἀήμεναι δὲ μαρτυρεῖ τῷ ἀῶ περισπωμένῳ. δῆλον οὖν, φησίν, ὡς καὶ τὸ ἤμεναι ἀπὸ τοῦ ὦ περισπωμένου τῆς πρώτης συζυγίας, οὗ καὶ ἡ μετοχὴ περισπᾶται. Αἰολιστί φαμεν ἔμμεναι, καθότι Αἰολεῖς καὶ ἐν θέμασι τὸ προηγούμενον η τοῦ μ εἰς ε μετατιθέντες διπλοῦσι τὸ μ, οἷον πόθημι πόθεμμι, φίλημι φίλεμμι. οὐκοῦν ὁ Ἡρακλείδης φαίνεται εἰδὼς καὶ τὸ ἔμμεναι ἀπὸ τοῦ ἤμεναι γενέσθαι τοῦ προπαραληγομένου τῷ η, οὗ θέμα μὲν τὸ ὦ ἤγουν ὑπάρχω περισπωμένως, παρατατικὸς δὲ ἦν κατὰ τὸ φιλῶ ἐφίλην, νοῶ ἐνόην καὶ τὰ ὅμοια Αἰολικά. — εἰκὸς δὲ καὶ ἄλλως τὸ πεινήμεναι ἀκολούθως ἔχειν τῷ φιλήμεναι νοήμεναι, περὶ ὧν ἐν τῇ αʹ ῥαψῳδίᾳ προγέγραπται, ὅπου κεῖται ἡ τοῦ Ἡρακλείδου γνώμη περὶ τοῦ ἔμμεναι.
Εὐστάθιος ὁ Θεσσαλονίκης . ὁ δὲ Ἀλεξανδρεὺς Ἡρακλείδης καινήν τινα περιεργίαν ἑτεροίαν ὑποβάλλει ἐν οἷς γράφει οὕτως· ὁ ἐνεργητικὸς παρατατικός, ὅτε τὸ θεματικὸν ω εἰς ου δίφθογγον μεταθῇ, πλεονάζει τὸ ν ἐπὶ τέλους οἷον ἠχῶ ἤχουν, οἰκῶ ᾤκουν, ὀκνῶ ὤκνουν. οὐκοῦν ἀπὸ τοῦ ὦ ἐνεργητικοῦ ὑπαρκτικοῦ θέματος εἴη ἂν ὁ ἐνεργητικὸς παρατατικὸς οὖν ἀντὶ τοῦ ὑπῆρχον καὶ παθητικὸς οὔμην. ἐξ ὧν Αἰολικῶς ὁ οὖν γέγονεν ἦν καὶ ὁ οὔμην ἤμην. Αἰολεῖς γάρ, φησί, τὴν ου δίφθογγον παρατέλευτον οὖσαν ἐν τοῖς τοιούτοις εἰς η μετατιθέασιν, οἳ καὶ τὸ ἐκαλούμην καὶ ἐνοούμην καὶ ὅσα ὅμοια τῆς πρώτης συζυγίας τῶν περισπωμένων ἐκαλήμαν καὶ ἐνοήμην λέγουσι καὶ ἐπὶ μετοχῶν καλήμενος καὶ νοήμενος μεταπιπτούσης τῆς ου διφθόγγου εἰς τὸ η. δίδωσιν οὖν ὁ εἰρημένος Ἡρακλείδης καὶ τοῦ ὀνήμενος Αἰολέων διαλέκτῳ ἀρχὴν εἶναι τὸ ὀνούμενος.
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ ἦα κοινότερον μὲν εἰπεῖν πρῶτος ἀόριστος τοῦ ἦον ἐστίν, ὃς Ἰωνικῶς ἔον λέγεται, οὗ μετοχὴ ἐών, περὶ ἧς πολλὰ Ἡρακλείδης βαθυλογεῖ. Ἰάδι δὲ συστολῇ εὕρηται καὶ ἔα, ἀφʼ οὗ κατὰ κρᾶσιν ἦ δίχα τοῦ ν, οὗ τὸ κοινὸν καὶ τετριμμένον ἦν μετὰ τοῦ ν, ὃ πολλὰ λογοπραγήσας Ἡρακλείδης ἐσπάραξεν, ὃς τοιαῦτά τινα περὶ τῶν διειλημμένων γράφει· Ἴωνες τοὺς παρῳχημένους ἀπὸ τῶν αὐτῶν στοιχείων προφέρονται ταῖς μετοχαῖς, οἷον εἰπών εἶπον, λαβών λάβον, οὕτως ἦ καὶ ἔα Ἰακῶς οἷον «εἰ τότε κοῦρος ἔα», ἐπεὶ καὶ ἡ ἐών μετοχὴ ἀπὸ τοῦ ε ἄρχεται. ἡμάρτηται δέ, φησί, τὸ ἔα εἰς α περατούμενον καὶ Ἀσιανῆς ἔχεται φωνῆς καὶ οἱ ἑλληνίζοντες δὲ ἐν Κιλικίᾳ οὕτω προφέρονται· τὰς γὰρ εἰς ων ληγούσας ὀξυτόνους μετοχὰς δέον ἐπὶ τῶν ῥημάτων εἰς ον περαιοῦσθαι βραχυνόμενον κατὰ πρῶτον πρόσωπον οἷον λαβών ἔλαβον, φαγών ἔφαγον καὶ τὰ ὅμοια, αὐτοὶ ἀποβάλλοντες τὸ ν καὶ μετατιθέντες τὸ μικρὸν ο εἰς βραχὺ α προφέρονται ἀπὸ τοῦ λαβών καὶ φαγών ἔλαβα λέγοντες καὶ ἔφαγα, καὶ τρίτα δὲ τούτων πληθυντικὰ εἰς αν λήγοντα λέγουσιν. ὁ οὖν ἀπὸ τῆς ἐών, φησί, μετοχῆς ἔα λέγων ἀντὶ τοῦ ἔον ἁμαρτάνει, ὡς εἰ καὶ ἀπὸ τοῦ λαβών ἔλαβα φαίη· λέγει δὲ ὡς καὶ ἀναλογώτερον τοῦ ἔα τὸ ἦα, γλώσσης μὲν ὂν Ἀσιανῆς, κείμενον δὲ καὶ παρὰ Καλλιμάχῳ· αἱ γὰρ ἀπὸ ψιλουμένου ε δισύλλαβοι μετοχαὶ τὸ ε εἰς η μεταβάλλουσιν ἐν ῥήμασι. λέγει δὲ καὶ χρῆσιν εἶναι τοῦ ἔον παρὰ Ἀλκαίῳ, καὶ ὅτι ὥσπερ φαγόντος ἔφαγον, δραμόντος ἔδραμον ἀπελεύσει τῆς μετοχικῆς ληγούσης, οὕτω καὶ ἐόντος ἔον ῥη καὶ οὐκ ἔα, καὶ ὡς Ἰακώτερον μὲν τὸ ἔον, τὸ δὲ ἦον κοινόν, ὅθεν τὸ ἦες καὶ ἦε. τὸ δὲ ἦον ἐπὶ πρώτου προσώπου ἐξαιρέσει τοῦ ο ἦν γίνεται, ᾧ ὁμόφωνον κατὰ Χαλκιδεῖς τὸ «ἦν ἐκεῖνος», ἀφʼ οὗ Δωρικῶς Ἡσίοδος ἔφη τὸ «τῆς δʼ ἦν τρεῖς κεφαλαί». τὸ δὲ τοιοῦτον Ἡσιόδειον ἦν ποιεῖ, φησί, τὸ ἦσαν προσθέσει τοῦ σ καὶ τοῦ α· ὓ δὴ καὶ οἱ τῇ Ἀσιανῇ χρώμενοι φωνῇ ποιοῦσι τὸ ἔφυγον καὶ ἦλθον παρενθέσει τῆς σα συλλαβῆς ἐφύγοσαν λέγοντες καὶ ἤλθοσαν, οὕτω δὲ καὶ τὰ ὅμοια. παραδίδωσι δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀριστάρχειοι τὸ ἦν ἔα γενέσθαι εἶπον κατὰ τμῆσιν, ὁποία τις γίνεται καὶ ἐν τῷ ἧνται ἕαται καὶ τοῖς ὁμοίοις καὶ ἐν τῷ Ἀστυάγην Ἀστυάγεα, Διομήδην Διομήδεα καὶ ἐν τῷ ᾔδην ᾔδεα καὶ τοῖς λοιποῖς.
Εὐστάθιος ὁ Θεσσαλονίκης : σημείωσαι δὲ ὅτι μὲν ἦν ἀντὶ τοῦ ὑπῆρχον ἐν πρώτῳ προσώπῳ προσφυῶς ἔχει τὸ ν κατὰ συγκοπὴν τοῦ ἦον ὅπερ ἐστὶν ὑπῆρχον. τὸ δὲ τρίτον οὐχ οὕτως ἔχει κατὰ τὸν Ἡρακλείδου λόγον ἔχοντα οὕτως· τοῖς εἰς βραχὺ περαιουμένοις εἶτα συναιρεθεῖσι τοιούτοις προσώποις οὐκέτι μετουσία τοῦ ν ἐστίν, ὥστε ἐν τῷ ἦον ἦες ἦε καὶ συναιρέσει ἦν οὐκ ὀρθῶς ἔχει ἡ προσέλευσις τοῦ ν. καινὸν δέ, φησί, καὶ τὸ «ἤσκειν εἴρια καλά»· διαλυθὲν γὰρ εἰς τὸ ἤσκεε πῶς προσλήψεται τὸ ν, ὅπου γε οὐδεὶς παρατατικὸς εἰς ν περατοῦται ἐν τρίτῳ ἑνικῷ παρʼ Ἕλλησιν; ἑτέρωθι δὲ λέγει ὁ αὐτὸς καὶ ὅτι ὥσπερ τὸ «κνέε τυρόν» εἰς τὸ η συναιρεθὲν οἷον «κνῆ τυρόν» ἐν Ἰλιάδι οὐκέτι σὺν τῷ ν ἐξηνέχθη, οὕτως οὐδὲ τὸ ἦ μετὰ τοῦ ν γραφήσεται, κἂν σημαίνῃ τὸ ὑπῆρχεν. ἔστι δὲ καὶ ἄλλως καὶ μετὰ τοῦ ν νοῆσαι τὸ ἦν Δωρικῶς ἅμα καὶ Ἀττικῶς κατὰ τὸν αὐτὸν Ἡρακλείδην εἰπόντα οὕτω· τὸ παρʼ ἡμῖν ἔπλει καὶ ἔρρει παρὰ μὲν τοῖς Ἴωσιν ἔπλεεν ἔρρεεν, ὡς τῆς ει διφθόγγου τεμνομένης παρʼ αὐτοῖς εἰς ἄμφω ταῦτα, παρὰ δὲ Δωριεῦσιν, ὧν τῇ διαλέκτῳ καὶ ἀρχαῖοι Ἀττικοὶ χρῶνται, τὰ τοιαῦτα δύο εε εἰς η συναιρεῖται, τὸ γὰρ ἔπλεεν ἔρρεεν ἔπλην καὶ ἔρρην παρʼ αὐτοῖς ... ἔτι ἰστέον καὶ ὅτι τὸ εἰρημένον ἦν ἐπὶ τρίτου ἑνικοῦ προσώπου ὁ Ἀλκμὰν ἦς λέγει μετειλημμένου τοῦ ν εἰς σ Δωρικῶς, ὡς ὁ Ἡρακλείδης παραδίδωσιν.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἔνθα ἰστέον ὅτι τὸ ἔσκε δοκοῦν κοινότερον ἀπὸ τοῦ ἔω ἔσω ἔσκω γίνεσθαι Ἡρακλείδης ἄλλως σκευωρεῖ εἰπὼν οὕτως· ὥσπερ φιλῶ ἐφίλουν ἐφίλεις ἐφίλει καὶ ἐπὶ ἄλλων ὁμοίως, οὕτω καὶ ὦ οὖν εἶς εἶ τὰ ὑπαρκτικά. τοῦτο δέ, φησί, πεποίηκε φανερὸν Ὅμηρος διὰ τοῦ ἔσκω Δωρικοῦ ῥήματος· Δωριέων γὰρ τὰ εἰς ει δίφθογγον περαιούμενα ἐν παρατατικῷ χρόνῳ ἐπὶ τρίτου προσώπου κατὰ ἀφαίρεσιν τοῦ ι ἐκφερόντων μετὰ προσθέσεως στοιχείων οἷον ἐφίλει ἐφίλεσκεν ἐνόει ἐνόεσκεν, οὕτω καὶ ἀπὸ τοῦ εἰρημένου εἶ ἔσκε φησὶν ἀφελὼν τὸ ι καὶ τρία στοιχεῖα προσθείς. καὶ οὕτω μὲν ὁ Ἡρακλείδης.
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ ἐφάμην ἐκ τοῦ φημί ὂν ἀναλόγως συστέλλει τὴν παραλήγουσαν· τὰ γὰρ τοιαῦτα εἰς μι βραχύνουσι καθʼ Ἡρακλείδην τὸ παρατέλευτον φωνῆεν, ὃ ἐμήκυνεν ὁ ἐνεστώς· ὡς γὰρ δίδωμι ἐδιδόμην, ἐτιθέμην, ἐκιρνάμην, οὕτω φημί ἐφάμην. τὸ ἤμην, φησίν, οὐ τοιοῦτον· ἐχρῆν γὰρ ἀπὸ τοῦ εἰμί ἔμην εἶναι παραιρεθέντος τοῦ ι οἷα, φησί, τῆς ει χρεωκοπουμένης τῷ ι καὶ μὴ ἄλλως τῶν διφθόγγων βραχυνομένων, εἰ μὴ θάτερον περιαιρεθῇ φωνῆεν. εἶτα καὶ ἄλλως ἡμαρτῆσθαι δείξας τὸ ἤμην καὶ εἰπὼν μὴ χρῆναι τοῦ ἤμην τὸ δεύτερον ἦς εἶναι ἀλλʼ ἦσο καὶ προσθεὶς ὅτι Ὅμηρος τοῦτο εἰδὼς γράφει ἐκεῖθεν προστακτικὸν τὸ ἔσσο διὰ δύο σσ, ἐπιφέρει ὅτι ἐκ περιουσίας ἐστὶ καὶ περὶ τούτου εἰπεῖν ὡς ἡμάρτηται καὶ αὐτό· καὶ γάρ, φησί, τῶν εἰς ο τοιούτων ῥημάτων οὐ διπλάζεται τὸ σ διαλέκτῳ· οὐδεὶς γοῦν μὴ εἴπῃ τὸ φάσο φάσσο οὐδʼ ἄλλο τι τῶν ὁμοίων. οὕτω δὲ πολύνους ὢν ὁ Ἡρακλείδης κατασκευάζει καὶ ὡς οὐκ ἔστι τὸ φήσω ἐκ τοῦ φημί εἶναι, ἀλλʼ ἐκ τοῦ φῶ.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ὁ δὲ βαθὺς Ἡρακλείδης φαίνεται θέλων φύσει τε μακρὰν εἶναι τὴν παραλήγουσαν τοῦ φᾶσθαι καὶ προπερισπᾶσθαι αὐτήν. εἰπὼν γὰρ χρῆναι ἐν τῷ φημί τὸ παθητικὸν εἶναι φαμαί διὰ τοῦ α καὶ ὅμως ἐκλελοιπέναι διὰ τὸ δισυλλαβεῖν, ἐπεὶ οὐδὲν εἰς μαι λῆγον παθητικὸν καὶ τῷ α παραληγόμενον δισυλλαβεῖ, πάντα γὰρ ὑπὲρ δύο συλλαβάς εἰσιν, ὑποκαταβὰς λέγει ὅτι καθὰ ἐκ τοῦ τιθῶ πεποίηται τὸ τίθημι καὶ ἱστῶ ἵστημι, οὕτω καὶ τοῦ φῶ φῶμαι δευτέρας συζυγίας φημί· — οὗ παθητικὸν φαμαί, ἄρρητον δηλαδή. — αὐτοῦ δὲ τὸ ἀπαρέμφατον φᾶσθαι. μετʼ ὀλίγα δὲ λέγει καὶ περὶ τοῦ ὡς ἐρρέθη Ὁμηρικοῦ φάο τοιαῦτα· τὰ ἐπὶ δευτέρου προσώπου κατὰ παρατατικὸν χρόνον εἰς ο λήγοντα ῥήματα παρέσει τῆς παρατατικῆς αὐξήσεως προστακτικὸν ποιεῖ οἷον ἐδείκνυσο δείκνυσο καὶ τὰ ὅμοια. οὐκοῦν καὶ ἀπὸ τοῦ ἐφάμην, εἰ ἔστι τὸ δεύτερον ἔφασο, τὸ προστακτικὸν γενήσεται φάσο ἐνδείᾳ χρόνου ἑνὸς τοῦ κατʼ ἀρχήν, εἶτα φάο κατʼ ἔνδειαν τοῦ σ. ἐν τούτοις δὲ γράψας καὶ ὅτι ἀπὸ τοῦ εἰμί ἐμαί γίνεται τὸ ἤμην οὐ προσλήψει τοῦ ι, προκριτέον γάρ, φησί, τὴν διὰ τοῦ η γραφήν, καὶ ἐπαγαγὼν ὅτι τὰ ἐκ δασυνομένου τοῦ ε θέματα προσλαμβάνει τὸ ι ἐν τῇ κινήσει οἷον ἕρπω εἷρπον, ἕλκω εἷλκον, ἕπομαι εἱπόμην, ἐπιφέρει καὶ τὸ ἔχω εἰχόμην· καὶ γάρ, φησίν, ἐν τῷ ἔχω δασὺ ἦν τὸ ε, ἐψιλώθη δὲ διὰ τὴν ἐπιφορὰν τοῦ χ, διὸ ἐδασύνθη ὁ ἕξω μέλλων διδάσκων ἀπὸ τῶν αὐτῶν τοῖς ἐνεστῶσι πνευμάτων ἄρχεσθαι τοὺς μέλλοντας.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἔνθα ὅρα ὅτι οὐ μόνον τῷ ἔσεται χρᾶται ὁ ποιητὴς ἐντελῶς ἀλλὰ καὶ τῷ ἔσται, οὗ τὴν συγκοπὴν καινὴν κρίνουσιν οἱ παλαιοὶ καὶ ὡς εἰπεῖν μονήρη. θέμα δὲ αὐτῶν κοινότερον μὲν ἔω, ἀφʼ οὗ καὶ τὸ εἰμί καὶ τὰ κατʼ αὐτό. Ἡρακλείδης δὲ πεποιῆσθαι λέγει τὸ ἔσομαι ἀπὸ μονοσυλλάβου τοῦ ὦ ἤγουν ὑπάρχω, ἵνα ᾖ, ὥσπερ καλῶ καλέσω καλέσομαι, οὕτω καὶ τὸ ὦ ἔσω ἔσομαι, ὃ καὶ πλατύνει ἐκεῖνος καινότερον. ἔτι ἰστέον καὶ ὡς τοῦ ἔσεται συγκοπτομένου εἰς τὸ ἔσται λέγει τις παλαιὸς τεχνικὸς ὅτι Δοκεῖ μοι μέμφεσθαι τῇ συνηθείᾳ ἔσται λεγούσῃ· οὐδέποτε γὰρ τὸ τρίτον τῶν τοιούτων μελλόντων χρεωκοπεῖται παραληγομένῳ φωνήεντι, ἵνα τις εἴπῃ τὸ καλέσεται καλέσται ἢ τὸ τελέσεται τελέσται. λέγει δὲ καὶ Σικελικὸν εἶναι τὸ ἔσσεται, οὐ μὴν Αἰολικόν. Σικελοὶ γάρ, φησί, διπλάζουσιν ἐν τοῖς τοιούτοις τὸ σ, Δωριεῖς δὲ τοὺς τοιούτους μέσους παρενθέσει τοῦ ι προφερόμενοι περισπῶσι, πλευσεῖται πορευσεῖται ῥευσεῖται. οὕτω γοῦν καὶ «ἄρκιον ἐσσεῖται φυγέειν». Δίων μέντοι ἔσσειται προπαροξυτόνως φησὶ λέγων ὅτι τὰ εἰς μακρὸν λήγοντα τῷ αὐτῷ λέγεται τόνῳ τοῖς ὁλοκλήροις καὶ ἐν τῇ τοῦ ι παρενθέσει οἷον σφέων σφείων, σπέους σπείους, δέους δείους, ὅθεν εἰ καὶ τὸ ἔσσεται εἰς μακρὸν περαιοῦται, εἰς δίφθογγον γάρ, πάλιν ἐν τῇ τοῦ ι παρενθέσει ἔσσειται γενήσεται ἐν τῷ αὐτῷ τόνῳ. νικῶσι δʼ ὅμως τὸν Δίωνα οἱ προπερισπῶντες τὸ ἐσσεῖται.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ὁδὸς δὲ νῦν ἡ διὰ νεῶν κέλευθος, ἣν οἴδαμεν ἐκ τοῦ ἐλεύθω γενομένην. κατὰ γὰρ τὸν Ἀλεξανδρέα Ἡρακλείδην, ὡς πατῶ πάτος, στείβω στίβος, οὕτω ἐλεύθω ἔλευθος καὶ πλεονασμῷ τοῦ κ κέλευθος· ᾧ λόγῳ καὶ τὴν Αὐλωνίαν Χάραξ Καυλωνίαν φησὶν ἐν Ἰταλικοῖς· οὕτω δέ, φησί, καὶ τὰ ἀνθήλια κανθήλια. δεδήλωται δὲ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὁ τοῦ κ πλεονασμὸς ἐν τῷ κέλευθος καὶ ἐν τῷ Καυλωνία, παρὰ τὸν αὐλῶνα γὰρ ἐκεῖνο λέγεται, καὶ ἐν τῷ ἀνθήλια κανθήλια, ὥς φασιν οἱ παλαιοί.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ὅτι δὲ κοινῶς μὲν διὰ τοῦ η ὁ λέβης, κατὰ δὲ Βοιωτοὺς διὰ διφθόγγου ει καθὰ καὶ ὁ πένης καὶ τὰ κατʼ αὐτά, ὁ Ἡρακλείδης δηλοῖ.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἰστέον δὲ ὅτι ὁ μὲν Λειώκριτος εἴη ἂν τοῦ λεὼ ἔκκριτος κατὰ ἐτυμολογικὴν ἀνάπτυξιν. καὶ ἦν μὲν γράφεσθαι τὴν ἄρχουσαν διὰ τοῦ η καὶ ο κατὰ τὴν αὐτὴν αὐτὴν ἔννοιαν ὡς ἐκ τοῦ ληός ὁ λαός, οὗ μέμνηται Ἡρακλείδης καθʼ ὁμοιότητα τοῦ νηός ναός καὶ πηός παός ὁ ἐξ ἀγχιστείας προσγενής· οὔπω δὲ ἦν ἐπὶ Ὁμήρου ἐν χρήσει τὸ ληός ὁ λαός.
Εὐστάθιος ὁ Θεσσαλονίκης : τὸ δὲ διφθόγγισμα τοῦ πάλαι καὶ παλαιός καὶ τῶν ἐξ αὐτοῦ οὐκ ἔδειξαν οἱ Αἰολεῖς καθʼ Ἡρακλείδην ἐν τῷ πάλαος, ὅθεν τὰ ἄλλα προσλήψει τοῦ ι. — ἰστέον δὲ ὅτι τὸ Ἀχαιός δίχα τοῦ κατὰ τὴν δίφθογγον ι προφέρουσιν οἱ Αἰολεῖς κατὰ τοὺς τεχνικούς, οἳ λέγουσιν ὡς διάλεκτοί τινες ἀποβάλλουσι τὸ ι τῆς αι διφθόγγου, οἷον Ἀθηναῖοι μὲν τὸ κλαίει κλάει λέγουσιν, οὕτω δὲ καὶ καίει κάει, αἰεί ἀεί, αἰετός ἀετός, Αἰολεῖς δὲ τὸ παλαιός καὶ Ἀχαιός καὶ ἑταῖρος πάλαος καὶ Ἄχαος καὶ ἕταρος, Ἴωνες δὲ σὺν Ἀττικοῖς τὸ χρύσειος ἀργύρειος χάλκειος καὶ τὰ ὅμοια χρύσεος φασὶ καὶ ἀργύρεος καὶ χάλκεος. ὡς δὲ οἱ Αἰολεῖς πολλάκις ἐν τοῖς διφθόγγοις οὐκ ἀποβάλλουσι ἀλλʼ ἀρκοῦνται μόνῃ διαστάσει ὡς ἐν τῷ Ἀτρεΐδης Αἰγεΐδης Ἀργέϊος, ἐξ ὦν τὸ Ἀτρείδης Αἰγείδης Ἀργεῖος, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί. — τὸ δέ γε Ἀχαΐδα καὶ Ἀχαϊκὸν ὥσπερ καὶ τὸ Ἀχαΐα παρὰ τοῖς ὕστερον ἀπέλευσιν ἔπαθε τοῦ ι κατὰ ἀκολουθίαν Αἰολέων, οἳ ἀποβάλλουσιν αὐτὸ καὶ ἐν τῷ Ἀχαιός ὡς καὶ ἐν τῷ παλαιός. ... καὶ ὁ Ἀχαιός, ὃς ὅτι καὶ Ἄχαος λέγεται ἐκδρομῇ τοῦ ι ὁμοίως τῷ παλαιός πάλαος, δηλοῦται ἐν τοῖς παλαιοῖς.
Εὐστάθιος ὁ Θεσσαλονίκης : ἔτι ἰστέον ... καὶ ὅτι τῆς ὑστέρας Ἀτθίδος ἐστὶ τὸ ποῖοι· ἡ γὰρ ἀρχαία ἑτεροίαν ἐδίδου παράληξιν τῇ τοιαύτῃ λέξει, ὡς καὶ Ἡρακλείδης δηλοῖ, ἔνθα λέγει τοὺς Ἀττικοὺς τὴν οι δίφθογγον εἰς τὴν ει μεταποιεῖν τὸ δυοῖν λέγοντας δυεῖν καὶ τὸ οἴκοι οἴκει καὶ τὸ ποῖος πεῖος.
Εὐστάθιος ὁ Θεσσαλονίκης : μνεία δὲ τοῦ καθʼ Ὅμηρον κνῆ κείσεταί που καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ὅπερ ὅτι τινὲς τῶν Ἀρισταρχείων ἐκδόσεων «κνέε τυρόν» λέγουσι κατὰ διάλυσιν τοῦ κνῆ ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης φησί.
Εὐστάθιος ὁ Θεσσαλονίκης : συνέσταλται δὲ ἐκ τοῦ ξηροῦ τὸ ξερόν· τοιοῦτον δὲ καὶ τὸ νοσηρόν νοσερόν, εὕρηται γὰρ διχῶς. συνηγοροῖτο δʼ ἂν ἢ καθʼ Ἡρακλείδην εἰπεῖν παρηγοροῖτο τὸ ξερόν καὶ ἀπὸ τοῦ ξέω· εὐφυῶς γὰρ ἔχει πρὸς ξέσιν λείαν τὰ ξηρά.