Scholia-IliadΣχόλια εἰς Ἰλιάδα
Homer Commentary Scholia Iliad PDF
Overview
The Scholia Iliad (Σχόλια εἰς Ἰλιάδα) constitute a vast corpus of ancient and Byzantine marginal and interlinear commentary on Homer’s epic. This compilation preserves exegetical material from many centuries, synthesizing the work of Alexandrian, Pergamene, and later grammarians. The scholia address textual criticism, literary analysis, linguistic glosses, mythology, and grammar.
Content
- Textual Criticism: Discussion of variant readings and editorial judgments by Hellenistic scholars.
- Literary Analysis: Notes on Homeric style, rhetoric, and narrative technique.
- Linguistic Exegesis: Explanations of archaic words, dialect, and syntax.
- Mythological and Historical Commentary: Identification of characters and stories, often reconciling Homeric narrative with later traditions.
Transmission
The scholia survive in a complex manuscript tradition, most notably in the 10th-century Venetus A (Marcianus Graecus 454), which contains the richest collection of "A-scholia" derived from Aristarchus of Samothrace. The original full commentaries are lost; what remains are medieval compilations transmitted fragmentarily in various corpora.
Significance
These scholia are foundational for the history of classical scholarship and philology, providing direct insight into ancient interpretive methods. They are an indispensable resource for modern editors of Homer, preserving otherwise lost variant readings and critical judgments, and serve as a crucial repository of cultural and linguistic knowledge.
| book 59.1 | [Ἀτρείδη, νῦν ἄμμε] 〈μετὰ τὸ Ἀτρείδη δεῖ στ〉ίζ〈ειν, ἡ δὲ |
| book 59.2 | σύν〉ταξίς ἐστιν αὕτη· Ἀτρείδη, ἐὰν δὴ ὁ πόλεμός 〈τε〉 καὶ 〈ὁ λοιμὸς |
| book 59.3 | τοὺς Ἀχαιοὺσ〉 δαμάσῃ. |
| book 59bis.1 | * [Ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας] οἱ νεώτεροι ποιηταὶ |
| book 59bis.2 | ἐντεῦθεν—ὑφηγήσασθαι τοῦ ἐπὶ Ἴλιον πλοῦ. |
| book 59bis.3 | [παλιμπλαγχθέντας] τὰ δὲ περὶ Μυσίαν ἀγνοεῖ ὁ Ὅμηρος. |
| book 59-60.1 | [παλιμπλαγχθέντας—ἀπονοστήσειν] εἰς τοὐπίσω |
| book 59-60.2 | πλανηθέντας ὑπολαμβάνω μάτην εἰς τὰ οἰκεῖα ἐπανακάμψειν. |
| book 62.1 | [μάντιν] τρεῖς Πορφύριος ἀποδέχεται μάν〈τεις· μάντιν, τὸν διὰ |
| book 62.2 | οἰωνῶν〉 ἢ σημείων ἢ τεράτων μαντευόμενον· ἱερέα, τὸν διὰ τῶν |
| book 62.3 | θυσιῶν· ὀνειροπόλον δὲ, τὸν δι’ ὀνείρων. |
| book 63 | [ὀνειροπόλον] ἵνα περὶ τοῦ λοιμ〈οῦ μετὰ τῶν ὀνειροκρι〉τῶν |
| book 63 | θεάσηται· γένοιτο γὰρ ἄν τις 〈αὐτῷ〉 καὶ παρὰ τοῦ Διὸς ὄνειρος. |
| book 62-64.1 | ἰστέον ὅτι τρία εἴδη τῶν μαντέων· οἱ μὲν ἐκ τῆς τῶν ὀρνέων |
| book 62-64.2 | πτήσεως τὰ μέλλοντα 〈ἔλεγον, οὓσ〉 καὶ μάντεις ἰδίως καλεῖ, οἱ δὲ 〈ἐξ |
| book 62-64.3 | ἐν〉 τόμων, οὓς ἱερῆας καλεῖ, οἱ δὲ 〈ἐξ〉 ὀνείρων, οὓς καὶ ὀνειροπόλους |
| book 62-64.4 | καλεῖ, τὰ μέλλοντα ἔλεγον ἐρωτηθέντες. |
| book 62-64.5.1 | ὀνείρους βλέποντες ἔλεγον ψευδ..... οὗτοι γὰρ ὀνειροκρίται. ἵνα δὲ ..... |
| book 62-64.5.2 | ὡς πάντες οἱ ὄνειροι ἐκ θεοῦ φησιν καὶ ἐκ θε..... |
| book 65.1 | * [εὐχωλῆς] ὡς παύσω παυσωλή, θάλπω θαλπωρή, 〈ἀλέω〉 |
| book 65.2 | ἀλεωρή, οὕτως καὶ εὔχω εὐχωλή. |
| book 67 | ἀντιάσας] παλινῳδίαν ᾄσας. |
| book 69.1 | ἄριστος] ἐκ τοῦ Ἄρης, ὃ σημαίνει τὸν πόλεμον, γίνεται Ἄρευς |
| book 69.2 | Ἄρεος καὶ ἀρείων καὶ ἄριστος· κυρίως ὁ ἐν τῷ πολέμῳ ἀριστεύων, |
| book 69.3 | καταχρηστικῶς δὲ καὶ ὁ ἐν πᾶσι πράγμασιν. |
| book 72 | * [πόρε] πόρω ἔπορον, Ἰωνικῶς καὶ ποιητικῶς πόρε. |
| book 73 | * [ὅ σφιν ἐϋφρονέων] δι’ ἑνὸς ς. |
| book 80.1 | [κρείσσων γὰρ βασιλεὺς] προθεραπεύει ὁ Κάλχας τὸν βασιλέα, |
| book 80.2 | μέλλων αὐτὸν αἴτιον λέγειν τῆς συμφορᾶς. τινὲς δὲ ἐν ὑπερβατῷ |
| book 80.3 | λέγουσιν 〈εἶναι τὸν στίχον〉 τοῦτον, γράφοντες «κρείσσω» δίχα τοῦ ν |
| book 80.4 | ἵνα ᾖ· ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον ἐν στήθεσσιν, ὄφρα τελέσσῃ |
| book 80.5 | κρείσσω 〈τὴν ὀργὴν〉, τουτέ〈στι〉 κρείσσονα τὴν ὀργὴν ἐκτελέσει. |
| book 81.1 | * [καταπέψῃ] 〈ἡ μεταφορὰ—κατεχομένων σιτίων〉 |
| book 81.2 | διὰ τὴν πέψιν τὴν ἐν αὐτῇ γινομένην. ἐκ τοῦ πέπτω, |
| book 81.3 | ἐξ οὗ ἐν συνθέσει ἀπεπτῶ, γίνεται Αἰολικῇ τροπῇ τοῦ πτ εἰς δύο ς |
| book 81.4 | πέσσω. |
| book 81.5 | * θεοπρόπιον] τὸ ἐκ θεοῦ προλεγόμενον. τὸ δὲ αὐτὸ σημαινόμενον |
| book 81.1 | ὅταν λέγῃ· «Κάλχας δ’ αὐτίκ’ 〈ἔπειτα〉 θεοπροπέων ἀγόρευε» (Il. II, |
| book 81.2 | 322.) καὶ θηλυκῶς «θεοπροπίας 〈ἀναφαίνεισ»〉 (v. 87.) οὗτοι γὰρ ὡς |
| book 81.3 | πάντα ἐπιστάμενοι λέγουσι τὰ τοῖς ἀνθρώποις ἠγνοημένα. |
| book 85 | [θαρσήσας] ἄλλο θάρσος καὶ ἄλλο θράσος. |
| book 85bis.1 | [εἰπὲ] σεσημείωνται τρία, τὸ εἰπέ 〈καὶ τὸ ἐλθέ καὶ τὸ εὑρέ |
| book 85bis.2 | ὀξυνόμενα〉, ὅτι 〈παραλήγονται〉 μακρᾷ· 〈τὰ〉 γὰρ βρα〈χείᾳ〉 πα‐ |
| book 85bis.3 | 〈ραληγόμενα〉 βαρύνονται. 〈Ἀττικὸν δὲ〉 τὸ ἰδέ καὶ 〈λαβέ〉. |
| book 86.1 | [οὐ μὰ γὰρ Ἀπόλλωνα] ἡ οὔ ἀπωμοτικῶς, πεπλεόνακε δὲ κατὰ |
| book 86.2 | Ἀττικὴν συνήθειαν. |
| book 90.1 | [οὐδ’ ἢν Ἀγαμέμνονα] οὐχ ὑβριστικῶς εἴρηται, ἀλλὰ φιλοφρό‐ |
| book 90.2 | νως, ὡς ἂν ἐπιτρέποντος τοῦ Ἀγαμέμνονος τοιαύτην ποιεῖσθαι τῆς |
| book 90.3 | 〈ἀσφαλείασ〉 ἐγγύ〈ην〉 τὴν παρρησίαν, ἅμα δὲ καὶ οἴεται ἀληθὴς εἶναι, |
| book 90.4 | καὶ τῇ ὑπερβολῇ θεραπεύει τὸν Ἀγαμέμνονα. |
| book 91.1 | [ὃς νῦν—εὔχεται εἶναι] τοῦτο εἶπε θεραπεύων τὸν |
| book 91.2 | Ἀγαμέμνονα. |
| book 92.1 | ἀμύμων] ὁ μὴ ἔχων μῶμον, ἄμωμός τις, καὶ τρέπεται τὸ ω εἰς υ, |
| book 92.2 | ὡς τὸ χελώνη χελύνη. |
| book 98.1 | [δόμεναι] Αἰολικῶς. |
| book 98.2 | * [ἑλικώπιδα] ἕλι τὸ μέλαν. |
| book 99.1 | * [ἀπριάτην] 〈ἐπιρρηματι〉κῶς αὐτὸ ἀκούει 〈Ἀπολλώνιοσ〉 ἀντὶ |
| book 99.2 | τοῦ ἀπρι〈άδην〉. .... ὁμαρτήτην ....μα. |
| book 99.3 | * [ἀπριάτην] ἀπρίατος ἐκ τοῦ πριῶ πριατός καὶ ἀπρίατος, τὸ θηλυ‐ |
| book 99.4 | κὸν κοινῶς ἀπρίατος, ὁμοφώνως τῷ ἀρσενικῷ· τὰ γὰρ εἰς ος σύνθετα |
| book 99.5.1 | κοινά εἰσι τῷ γένει, οἷον ὁ ἀθάνατος καὶ ἡ ἀθάνατος, ὁ παρθένος καὶ |
| book 99.5.2 | ἡ παρθένος, τὰ δὲ εἰς ος ἁπλᾶ, εἰ μὲν καθαριεύουσι, εἰς α ποιοῦσι |
| book 99.5.3 | τὸ θηλυκόν· ἅγιος ἁγία, χωρὶς εἰ μὴ τῷ ο παραλήγονται· τότε γὰρ |
| book 99.5.4 | εἰς η ποιεῖ τὸ θηλυκόν· ὄγδους ὀγδόη, ὀλοός ὀλοή, χωρὶς τοῦ ἀθρόος |
| book 99.5.5 | ἀθρόα· εἰ δὲ μὴ καθαριεύουσιν, εἰς η, χωρὶς τῶν ἐχόντων τὸ ρ· ἰσχυ‐ |
| book 99.10.1 | ρός ἰσχυρά. οἱ δὲ Ἀττικοὶ ἐναντίως ἐπὶ μὲν τῶν ἁπλῶν ὁμοφώνως τῷ |
| book 99.10.2 | ἀρσενικῷ· ὁ θεός καὶ ἡ θεός· ἐπὶ δὲ τῶν συνθέτων, εἰς η· ἀθάνατος |
| book 99.10.3 | ἀθανάτη. |
| book 99.10.4 | * [ἱερήν] Ἀττικῶς. |
| book 100.1 | [πεπίθοιμεν] 〈εἴωθε τοὺς δευτέ〉ρους ἀορίστους 〈οὕτως ἀναδι‐ |
| book 100.2 | πλα〉σιάζειν. |
| book 103.1 | * [φρένες ἀμφιμέλαιναι] συνεταί, 〈ἀπὸ τῆς τῶν ὑδάτων με〉‐ |
| book 103.2 | ταφορᾶς· 〈τὰ γὰρ ὕδατα〉 μέλαν 〈τὸ χρῶμα〉 κέκτηνται 〈εἰ μέγα |
| book 103.3 | ἔχουσι〉 τὸ βάθος. |
| book 103bis | * [ἀμφιμέλαιναι] τεταραγμέναι κατὰ τὴν ὀργήν. |
| book 104.1 | [ὄσσε] 〈ἀντὶ τοῦ ὄσσ〉ω, ὄσσε, ... 〈τῶν〉 δυϊκῶν. τὸ 〈δὲ |
| book 104.2 | ὄσσος παρὰ τὸ ὄσσω, τοῦτο δὲ〉 ἀπὸ 〈τοῦ ὄπτω〉. |
| book 106.1 | [μάντι κακῶν] δυσκαταπαύστως ἔχουσι πρὸς τὰς κατηγορίας |
| book 106.2 | οἱ ὀργιζόμενοι, καὶ τὰ αὐτὰ ἐπαναπολοῦσιν, ὡς μὴ κατ’ ἀξίαν εἰρηκότες. |
| book 106bis | [κρήγυον] οἱονεὶ 〈τῷ〉 κῆρι ἡδὺ ὄν. |
| book 108.1 | [οὐδέτι—οὐδ’ ἐτέλεσσας] 〈λοιδορεῖ αὐτὸν ὅτι χρηστά |
| book 108.2 | τινα〉 εἰπὼν, 〈οὐκ εἰς ἀγαθὸν〉 τελευτᾷ. |
| book 108.3 | Κάλχας ὁ μάντις ἐξεφώνησε μὴ δύνασθαι—τῷ γράψαντι |
| book 108.4 | τὰ Τρωϊκά. |
| book 194 | [κολεοῖο] παρὰ τὸ κοῖλος εἶναι. |
| book 195.1 | * 〈ὡσ〉 ἐκ τοῦ οὐρανοῦ, φησὶν, παρεγένετο—ἐξέθο‐ |
| book 195.2 | ρεν ἡ θεὸς σὺν ὅπλοις |
| book 197.1 | * [οὐρανόθεν] τὰ εἰς θεν ἐπιρρήματα, τὰ 〈τῷ〉 ο παραληγό‐ |
| book 197.2 | μενα, παροξύνονται, οἷον ἡλιόθεν αἰνόθεν, πλὴν τοῦ ἔκτοθεν πάντοθεν |
| book 197.3 | ἄλλοθεν ἑκάστοθεν οἴκοθεν, καὶ τῶν ἀπὸ προθέσεων, ὡς τὸ ἔνδοθεν |
| book 197.4 | ἄποθεν, οἷς συνέδραμε τὸ πάροιθεν ἐκ τοῦ πάρος. |
| book 197bis | [ξανθῆς] διὰ τοῦ ξανθῆς τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος |
| book 197bis | παρίστησιν· οἱ γὰρ ξανθόκομοι τοιοῦτοι. |
| book 198.1 | οἴῳ φαινομένη] τοὺς γὰρ—ὁρώντων διὰ τοῦτο μόνῳ |
| book 198.2 | τῷ Ἀχιλλεῖ φαίνεται. |
| book 198bis.1 | * [φαινομένη] οἱ μὲν 〈ἀντὶ τοῦ〉 φανησομένη, οἱ δὲ ἐν ὑπερβατῷ, |
| book 198bis.2 | καὶ γράφουσι φαινομένην. πολλὴ δὲ ἡ φαντασία ὅτι καὶ ἐνεργείας |
| book 198bis.3 | ἐδέησε τῇ θεῷ. |
| book 198ter.1 | * [οἴῳ φαινομένη] ὅτι ἐν ὅλῳ τῷ γένει τῶν ἀνθρώπων μόνοι |
| book 198ter.2 | οὗτοι ἐκέχρηντο ἐν συντυχίᾳ τῷ οἰκείῳ δαίμονι Ἀχιλλεὺς καὶ Σωκράτης |
| book 198ter.3 | οὕτως ὡς ὅτι καὶ ὁ Σωκράτης ἔλεγεν· «εἶπέ μοι τὸ δαιμόνιον.» |
| book 198quat | οὔτις ὁρῆτο] Δωρικὸν, οὐκ Ἰωνικόν. |
| book 199.1 | * [ἔγνω] ἀπὸ τοῦ γνώω· οὐ γὰρ εὕρηται ἐν χρήσει τῶν εἰς μι |
| book 199.2 | τὰ τῆς γ συζυγίας, πλῆν τοῦ δίδωμι· ὁ δεύτερος ἀόριστος ἔγνων. |
| book 200.1 | * [φάανθεν] Αἰολικῶς ἀντὶ τοῦ ἐφάνθησαν ἐφαάνθησαν, πλεο‐ |
| book 200.2 | νασμῷ τοῦ α, καὶ φάανθεν, Ἰωνικῶς κατὰ τὴν ἄρχουσαν καὶ Αἰολικῶς |
| book 200.3 | κατὰ τὴν λήγουσαν. |
| book 202.1 | * [αἰγιόχοιο] ἀπὸ τοῦ αἰγίς καὶ τοῦ ἔχω. αἰγίς δὲ ἀπὸ τοῦ |
| book 202.2 | ἀΐσσω τοῦ ὁρμῶ· ἀπὸ γὰρ τοῦ συστροφὴν ἀνέμων ποιεῖν κινουμένη |
| book 202.3 | εἴρηται. καὶ καταιγίδες αἱ τῶν ἀνέμων σφοδραὶ πνοιαί. |
| book 203.1 | [ἢ ἵνα ὕβριν ἴδῃ] ὑψοῖ διὰ τοῦτο τὴν ὕβριν, 〈ὡς καὶ〉 θεοὺς |
| book 203.2 | κινήσασαν εἰς θέαν. |
| book 205 | * [τάχ’ ἂν] πρὸ τῶν λόγων ἐνδέδωκε τῇ παρουσίᾳ αὐτῆς. |
| book 207-211.1 | * ὅτι Ὅμηρος κεφαλαιωδῶς 〈πρῶτον〉 λέγων, ἔπειτα κατὰ |
| book 207-211.2 | μέρος ἔρχεται, καὶ ὅτι δεῖ κατὰ μέρος ἰᾶσθαι τοὺς θυμαίνοντας. |
| book 211.1 | [ἔπεσιν μὲν ὀνείδισον] ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδωσιν, |
| book 211.2 | οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέπειν τὸ ὀλίγον συγχωρεῖ, ὡς 〈καὶ〉 |
| book 211.1 | Ἡσίοδος· «〈τοῦ τε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοισ〉» (Opera 33) |
| book 211.2 | ἢ τῷ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, φησὶ, ὡς ἀχάριστον αἰτιῶ. |
| book 212.1 | [τὸ δὲ καὶ τετελεσμένον ἔσται] ὁ μὲν ὡς ἄνθρωπος «ὀΐω» φη‐ |
| book 212.2 | σὶν (v. 204), ἡ δὲ ὡς θεὰ διαβεβαιοῦται. |
| book 213.1 | ἀναφώνησις ὁ τρόπος. περισσὸς 〈ὁ «δέ»〉. |
| book 213.2 | [καὶ ποτέ τοι τρὶς τόσσα] 〈τουτέστι πολλά·〉 οὐ γὰρ τριπλάσιον |
| book 213.3 | 〈τῷ Ἀχιλλεῖ〉 παρεσχέθη παρ’ Ἀγαμέμνονος, ἀλλὰ σὺν τῇ Βρισηΐδι |
| book 213.4 | πολλὰ ἄλλα, ὡς αὐτός φησιν ἐν τῇ ῥαψῳδίᾳ |
| book 213.5.1 | [τρὶς] ἐπίρρημα ἀριθμητικόν. γράφεται δὲ διὰ τοῦ 〈ι· τὰ γὰρ〉 εἰς |
| book 213.5.2 | ις ἐπιρρήματα διὰ τοῦ ι γράφεται, οἷον δίς τρίς, ἐν δὲ τῇ συνθέσει |
| book 213.5.3 | ἀποβάλλει τὸ ς· τρίμηνος, τριπλάσιος, πλὴν τοῦ τρίσφ〈υλλοσ〉. ὁ δὲ |
| book 213.5.4 | τρεῖς ἀριθμὸς γράφεται διὰ διφθόγγου, 〈φησὶν〉 Ἡρωδιανὸς, ἵνα μὴ |
| book 213.5.5 | συνεμπέσῃ τῷ ἐπιρρήματι. ἀλλ’ οὐ καλῶς λέγει· πολλὰ γάρ ἐστι τὰ |
| book 213.10.1 | συνεμπίπτοντα. ἔστιν οὖν εἰπεῖν 〈ὅτι〉 πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων |
| book 213.10.2 | ἔχει στοιχεῖόν 〈τι〉 τῶν ἐντὸς τῆς δεκάδος· ὁ εἷς ἔχει τὸ ε, ὁ δύο τὸ δ, |
| book 213.10.3 | ὁ τέτταρες τὸ ε. καὶ τούτῳ ὁ ὀκτὼ δοκεῖ ἀν〈τιλέγειν〉, ἀλλ’ ἔστιν εἰπεῖν |
| book 213.10.4 | ὅτι δυνάμει ἔχει ἐντὸς τῆς δεκάδος στοιχεῖον ἀπὸ τοῦ δύο ἄγειν· ὀκτὼ |
| book 213.10.5 | γὰρ γίνεται παρὰ τὸ δύο 〈ἄγειν〉· δύο γὰρ τετράδας ἄγει. τὸ δὲ ἄγω |
| book 213.15.1 | δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος. ἐν δὲ τῇ συνθέσει ἀπο‐ |
| book 213.15.2 | βάλλει τὸ ε· τρισκαιδέκατος· ἐπειδὴ οὐδέποτε 〈τὰ〉 τὸ στοιχεῖον κ ἐν |
| book 213.15.3 | συλλαβῇ 〈ἔχ〉οντα ἔχουσι τὴν ει δίφθογγον πρότερον, οἷον βασιλίσκος |
| book 213.15.4 | 〈Ἡρακλ〉ίσκος. |
| book 216 | * χρὴ] τὸ χρὴ ὀξυτονούμενον μὲν 〈καὶ〉 ἐν τῇ συντάξει βαρυ‐ |
| book 216 | νόμενον—τούτῳ τί χρή». |
| book 222.1 | * [μετὰ δαίμονας ἄλλους] ἤτοι δαήμονας· ἔμπειροι γὰρ— |
| book 222.2 | θνητῶν ἀνθρώπων. |
| book 223.1 | ἀταρτηροῖς] ἀπὸ τοῦ ἀτηρός, καὶ πλεονασμῷ τοῦ ταρ, ὡς τὸ |
| book 223.2 | ἐπιτάρροθος, 〈ἀταρτηρόσ〉. |
| book 225.1 | κραδίην] καρδίαν· τὸ δὲ πάθος τῆς λέξεως μετάθεσις. καὶ |
| book 225.2 | κραδίη δὲ ἐλέχθη ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τὸ τῆς |
| book 225.3 | καρδίας σπλάγχνον. |
| book 225bis.1 | * [ἐλάφοιο] λέγεται ἡ ἔλαφος χολὴν οὐκ ἔχειν τῷ ἥπατι περι‐ |
| book 225bis.2 | κειμένην. |
| book 227 | * ἰέναι] τρία σημαίνει· τὸ πέμπω τὸ πορεύομαι καὶ τὸ ἐφίεμαι. |
| book 228.1 | * [τὸ δέ τοι κὴρ εἴδεται εἶναι] τοῦτο, φησὶ, τὸ ἐν πολέμῳ ἢ λόχῳ |
| book 228.2 | εὑρεθῆναι, ὡς θάνατος μισητόν σοι φαίνεται. |
| book 229.1 | * [ἦ] περισπᾶται ὡς ἀρκτικὸν καὶ ἀντὶ τοῦ δή— |
| book 229.2 | εὐρύν. |
| book 229-230.1 | * Ἀχαιῶν δῶρ’ ἀποαιρεῖσθαι] ἃ δωροῦνται οἱ Ἀχαιοί, |
| book 229-230.2 | 〈ὡς τὸ〉 «δόσαν δέ μοι υἷες Ἀχαιῶν» (v. 162) |
| book 231.1 | * [δημοβόρος βασιλεὺς] κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη |
| book 231.2 | γὰρ—τὰ κοινά. |
| book 231.3 | * [δημοβόρος βασιλεὺς] θέλει κινῆσαι κατ’ αὐτοῦ τὸ πλῆθος. |
| book 231bis.1 | [οὐτιδανοῖσιν] παρασύνθετα οὐτιδανός οὐτιδανή, μηδαμινός |
| book 231bis.2 | μηδαμινή· γέγονε δὲ παρὰ τὸ οὔτις οὔτιδος, συγκείμενον ἀπὸ τῆς οὔ |
| book 231bis.3 | καὶ τοῦ τίς. τὸ δὲ μηδαμινός ἀπὸ τοῦ μηδαμός, ὅπερ σύγκειται ἀπὸ τῆς |
| book 231bis.4 | μή ἀπαγορεύσεως καὶ τοῦ δαμός. |
| book 232 | [νῦν ὕστατα λωβήσαιο] ὑστάτην ἂν ταύτην τὴν ὕβριν εἰργάσω |
| book 232 | φονευθεὶς ἐν αὐτῇ. |
| book 233.1 | [ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπόμνυσθαί ἐστι τὸ ὑπισχνούμενον |
| book 233.2 | ὀμόσαι, ἀπομνύναι δὲ, τὸ ἀποφάσκειν. |
| book 233bis.1 | [ὅρκος] παρὰ τὸ εἵργω τὸ κωλύω ὅργος καὶ ὅρκος· ἐπιθετικὸς γὰρ |
| book 233bis.2 | τῶν παραβαινόντων· ἢ παρὰ τὸ ἐπαρκεῖν καὶ βοηθεῖν· ὡς γὰρ βοηθή‐ |
| book 233bis.3 | ματι αὐτῷ χρῶνται οἱ δικαζόμενοι· ἄρκος καὶ ὅρκος, καὶ ὅρκιος· ἢ παρὰ |
| book 233bis.4 | τὸ ὅρος, πλεονασμῷ τοῦ κ, ὅρκος· οἱ γὰρ ὀμνύντες ὁρίζονται καὶ ὁμο‐ |
| book 233bis.5 | λογοῦσι. δασύνεται 〈δὲ〉 ἐν τῇ συναλοιφῇ. |
| book 234.1 | [ναὶ μὰ τόδε σκῆπτρον] ἰστέον ὅτι διὰ τοῦ σκήπτρου— |
| book 234.2 | θεόν. |
| book 234.3 | διὰ τί ὁ Ἀχιλλεὺς σκῆπτρον ἔχει; λέγομεν ὅτι εἰ καὶ πάντων Ἑλλή‐ |
| book 234.4 | νων οὐκ ἐβασίλευε, τῶν μέντοι Μυρμιδόνων ἦρχεν. |
| book 234.5.1 | [ὁ δὲ] κἀνθάδε δύο μέρη λόγου εἰσὶν ὡς κἂν τῷ· «ὁ δέ τοι νημερτὲς |
| book 234.5.2 | ἐνίψει» (Od. XI, 148) «ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω» (Od. XI, 149) |
| book 242.1 | * διὰ τί τὸν Ἕκτορα—ἐκ τούτου δὲ λέγει περὶ τοῦ |
| book 242.2 | Ἕκτορος· «ὑφ’ Ἕκτορος ἀνδροφόνοιο.» |
| book 242.3 | [ἀνδροφόνοιο] πρὸς ἔκπληξιν τοῦ Ἀγαμέμνονος ἀνδροφόνον καλεῖ τὸν |
| book 242.4 | Ἕκτορα. |
| book 242.5.1 | * [ἀνδροφόνοιο] ἐν ᾧ δέ τις μέγας, ἐκ τούτου ἐπαινεῖ καὶ ἐκ τοῦ |
| book 242.5.2 | ἐναντίου ψέγει, ὡς ὅταν καὶ τὴν Πατροκλέους θηλύτητα, ἐν κακῷ δὲ |
| book 242.5.3 | ἀγριότητα. |
| book 242.5.4 | * [ἀνδροφόνοιο] εἴωθε γὰρ τηρεῖν τὰ ἐπίθετα εὐστόχως. |
| book 243.1 | [θνήσκοντες] ἐκ τοῦ θνῶ, θνήσω θνήσκω· ἔχει δὲ καὶ τὸ ι |
| book 243.2 | προσγεγραμμένον ἀλόγως. |
| book 245.1 | [ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ] προσέρρηξε τῇ γῇ διὰ τὴν ὀργήν. |
| book 245.2 | * [γαίῃ] ἡ διάλεκτος Δωριέων. |
| book 246 | * [χρυσείοις ἥλοισι] κόσμου χάριν χρυσοῖ ἧλοι. |
| book 248.1 | [ἀνόρουσεν] πῶς τῷ ἀνόρουσεν ἐπὶ τοῦ Νέστορος ὁ ποιητὴς |
| book 248.2 | τοῦ ἤδη 〈γεγηρακότος ἐχρ〉ήσατο· ἐπὶ νέων γὰρ εἰκὸς τὸ τοιοῦτον |
| book 248.3 | λέγεσθαι; καὶ ῥητέον ὅτι τὸ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ |
| book 248.4 | περιτίθησι κίνησιν. καὶ ἄλλως ῥητέον ὅτι εἴωθεν—πρὸς τὰ |
| book 248.5 | λεγόμενα. De καὶ ῥητέον à κίνησιν |
| book 249 | [ῥέεν αὐδή] διὰ τὸ «ῥέεν» τὸ ῥητορικὸν ἐμφαίνει τοῦ Νέστορος. |
| book 250.1 | * [δύο μὲν γενεαὶ] ἰστέον ὅτι οἱ παλαιοὶ τὰς γενεὰς ἐψήφιζον |
| book 250.2 | ἕως ἐτῶν λ· δύο οὖν γενεαὶ ἑξήκοντα ἔτη· τελεία γὰρ ἡ λ πρὸς γένε‐ |
| book 250.3 | σιν ἡλικία. οἱ μὲν 〈οὖν〉 συντεχθέντες αὐτῷ—σύνεστι τῇ |
| book 250.4 | γυναικί. |
| book 250.5.1 | [μερόπων ἀνθρώπων] τῶν μεριζομένην εἰς συλλαβὰς ἐχόντων τὴν |
| book 250.5.2 | φωνὴν καὶ ἔναρθρον. |
| book 250.5.3 | * [μερόπων] ἀπὸ Μέροπος—ἐχόντων |
| book 251 | [ἅμα] τὸ ἅμα ἐπὶ καιροῦ λαμβάνεται, τὸ δὲ ὁμοῦ ἐπὶ τοῦ τόπου. |
| book 254.1 | [ὢ πόποι] τὸ ὢ πόποι εἰ μέν ἐστι σχετλιαστικὸν, ὅ ἐστι 〈λυπῆσ〉 |
| book 254.2 | δηλωτικὸν, βαρύνεται, 〈εἰ δὲ〉 περισπᾶται, σημαίνει τοὺς θεούς· πόποι |
| book 254.3 | γὰρ παρὰ τοῖς Πέρ〈σ〉αις ἐλέγοντο οἱ θεοί· |
| book 254.4 | [ὢ πόποι] λειπόμενοι οἱ γέροντες δυνάμει τῷ σχετλιάζειν ἐμφαίνουσι |
| book 254.5.1 | τὴν ἑαυτῶν προθυμίαν, καὶ μονονουχὶ τὴν Ἑλλάδα πᾶσαν ἐν αὑτοῖς |
| book 254.5.2 | ἐλεεῖν φασιν. |
| book 254bis | [ὢ πόποι] ὅταν τὸ πρᾶγμα—ἀρξάμενος |
| book 257.1 | [μαρναμένοιιν] ἀποβολῇ νοῦ ς· ἔστι δὲ παρὰ τὸ μαραίνω. τὸ |
| book 257.2 | δὲ ῥῆμα ποιητικὸν, καὶ οὐ δεῖ βιάζεσθαι τὴν κίνησιν αὐτοῦ. |
| book 259 | * [ἀλλὰ πίθεσθ’ ἄμφω—ἐμεῖο] πιθανῶς πρὸ τῆς |
| book 259.1 | ἐμπειρίας τὸν χρόνον προβάλλεται ἀνεπίφθονον καὶ προσακτικὸν ὄντα· |
| book 259.2 | προσδοκῶν γάρ τις γηρᾶν πείσεται γέρουσι· δεῖ οὖν πεισθῆναι τὸν |
| book 259.3 | Ἀχιλλέα Ἀγαμέμνονι ὡς νεώτερον. |
| book 259.5.1 | * [νεωτέρω] δυϊκοῦ ἀριθμοῦ. οὐκ ἔστι δὲ συγκριτικὸν, ἀλλὰ 〈τοῦ〉 |
| book 259.5.2 | τύπου συγκριτικοῦ. ἔστι δὲ παρὰ τὸ νέος, τοῦτο παρὰ τὸ νέω τὸ πορεύ‐ |
| book 259.5.3 | ομαι. |
| book 260.1 | [ἤδη] 〈τοῦτο〉 ἀορίστως τὸν χρόνον δηλοῖ· 〈ἐπὶ〉 μὲν γὰρ |
| book 260.2 | παρῳχημένου· «ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν»· ἐπὶ δὲ ἐνεστῶτος· «ἤδη |
| book 260.3 | γάρ μοι τόδ’ 〈ἐει〉κοστὸν ἔτος ἐστὶ» (Il. XXIV, 765): ἐπὶ δὲ μέλλοντος· |
| book 260.4 | «ἤδη λοίγια ἔργα τάδ’ ἔσσεται» (Il. I, 573). |
| book 260bis | * ἀρείοσιν] ἐκ τοῦ Ἀρεύς Ἀρέος ἄρειος καὶ ἀρείων. |
| book 261.1 | * [ὡμίλησα] τοῦτο ἀορίστου πρώτου· ὁμιλῶ 〈ἐκ〉 τοῦ ὅμιλος, |
| book 261.2 | τοῦτο δὲ παρὰ τὸ ὁμοῦ εἰ〈λεῖ〉σθαι, καὶ ὤφειλε γράφεσθαι διὰ διφθόγ‐ |
| book 261.3 | γου, ἀλλ’ ἐπειδὴ τὰ διὰ τοῦ 〈ιλοσ〉 ἀρσενικὰ, μὴ ὄντα 〈ἀπὸ ὀνομάτων |
| book 261.4 | ἐχόντων τὴν ει δίφθογγον, διὰ τοῦ ι βραχέος γράφεται, οἷον Τρωΐλος, |
| book 261.5.1 | Ζωΐλος, χωρὶς τοῦ Νεῖλοσ〉, ἀπὸ δὲ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον |
| book 261.5.2 | γιν〈όμενα, διὰ ταύτης γρά〈φονται, ὡς δειλός, κροκόδειλος, 〈χεῖ〉λος, |
| book 261.5.3 | ἀγκυλόχειλος, τὸ ὅμιλος, 〈ἀπὸ τοῦ εἰλεῖσθαι ῥήματος γινόμενον〉, τὸ ι |
| book 261.5.4 | μακρὸν ἔχει. |
| book 261bis.1 | [ἀθέριζον] ἐφιλονείκουν. ἀθερίζω παρὰ τοὺς ἀθέρας τῶν 〈στα‐ |
| book 261bis.2 | χύ〉ων, οἳ οὐδὲν συντελοῦντες ἐν τῷ ἀνέμῳ δίδονται. |
| book 264.1 | * [Ἐξάδιον] τὸ ε δὲ πρὸ τοῦ ξ 〈δα〉σύνεται, ἀλλ’ ἐψιλώθη, |
| book 264.2 | 〈ἐπ〉εὶ διαφόρως τὸ ὄνομα λέγεται· 〈Ξά〉διος καὶ Ἐξάδιος, ὡς Ὀβρια‐ |
| book 264.3 | ρέως καὶ Βριαρέως, καὶ Ὀϊλεύς καὶ Ἰλεύς. |
| book 268.1 | * φηρσὶν] Ἀττικῶς θηρσίν, κατὰ με〈ταβολ〉ὴν τοῦ θ εἰς φ, ὡς |
| book 268.2 | τὸ θλᾶν φλᾶν. κυρίως δὲ θῆρες λέγονται οἱ λέοντες καὶ οἱ σύ〈αγρ〉οι, |
| book 268.3 | καὶ οἱ τούτους λαμβάνοντες λέγονται θηρευτῆρες, καταχρηστικῶς δὲ καὶ |
| book 268 | ἐπὶ τῶν λοιπῶν. |
| book 268bis.1 | * [φηρσὶν] Ἰξίων ὁ Φλεγύου παῖς—ἐπὶ τροχοῦ |
| book 268bis.2 | σιδηροῦ. |
| book 268ter.1 | [ἀπόλεσσαν] οὗτοι ἀπώλεσαν 〈τὰ〉 θηρία, ἢ αὐτοὺς ἀπώλεσαν |
| book 268ter.2 | 〈ἐκεῖνα〉. Αἰολικῶς δὲ τὸ φηρσίν. |
| book 272.1 | * [βροτοί] παρὰ τὸ μείρω τὸ μερίζω μορτός, καὶ ὑπερβιβασμῷ |
| book 272.2 | τοῦ ρ μροτός, καὶ ἐπειδὴ οὐδέποτε τὸ μ τοῦ ρ προηγεῖται, οὔτε κατὰ |
| book 272.3 | σύλληψιν οὔτε κατὰ διάστασιν, πλεονάζει τὸ β, καὶ γίνεται βροτός. |
| book 273 | * [ξύνιεν] Αἰολικῶς ξυνίεσαν. |
| book 275.1 | * [μήτε σὺ τόνδ’ ἀγαθός περ ἐών] προκαταστέλλει τὸν θυμὸν |
| book 275.2 | —σαυτοῦ ποιεῖν |
| book 276.1 | [πρῶτα] 〈πρῶτα καὶ πρῶτον〉 ἐπιρρήμα〈τα〉, τὸ δὲ πρώτως ἐπὶ |
| book 276.2 | τοῦ ἐξόχως. |
| book 277.1 | [ἤθελε] οὐδέποτε παρὰ τῷ ποιητῇ εὕρηται δισύλλαβος 〈ἡ〉 τοῦ |
| book 277.2 | θέλω κλίσις, ὥστε ἐπὶ τοῦ «μήτε σὺ 〈Πη〉λείδ’ ἤθελε», τῷ λό〈γῳ〉 |
| book 277.3 | τῆς συναλοιφῆς, εἰς τὸ η τίθεμεν τὴν ὀξ〈εῖαν〉. |
| book 279.1 | [σκηπτοῦχος βασιλεύς] ἔστι δὲ ὁ τρόπος ἀντι〈σή〉κωσις. συν‐ |
| book 279.2 | τέμνει 〈δὲ τὴν παραίνεσιν. ἐθὰσ〉 δὲ ἦν καὶ ἀπ’ αὐτοῦ ἄρ〈χειν〉. |
| book 279.3 | * πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν· —καταθύμιος θεῷ, οὐδὲ |
| book 279.4 | ὁ βιαζόμενος τὴν ἀρχὴν θελητὸς θεῷ, ὡς παραχρώμενος— |
| book 279.5 | καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου. |
| book 280.1 | * [καρτερός] τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, 〈οἷον〉 |
| book 280.2 | σφέτεροσ〉 πρότερος κύντερος—ἡ παραγωγὴ, οὐ διὰ τοῦ |
| book 280 | τερος. |
| book 286.1 | * [μοῖραν] μοῖρα ἀπὸ τοῦ μείρω, τὸ μερίζω. σημαίνει δὲ ἡ λέξις |
| book 286.2 | τρία· τό τε προσῆκον καὶ τὸ εἱμαρμένον καὶ τὰ ἐπὶ τῆς διανεμήσεως. |
| book 289.1 | [πᾶσι δὲ σημαίνειν] 〈ἴδι〉ον τῶν θυμουμένων— |
| book 289.2 | ἀρχὰς πλείους ἀποφαινόμενον. |
| book 289.3 | [ὑποβλήδην] σύμβολον θυμοῦ τὸ μὴ—κατηγορίας. |
| book 293.1 | [δειλός τε καὶ οὐτιδανὸς] μέγιστον δὲ ὄνειδος οἴεται τὴν δειλίαν. |
| book 293.2 | τὸ δὲ οὐτιδανός ἀπὸ τοῦ οὔτις οὔτι. |
| book 298.1 | [χερσὶ μὲν] ἵνα μὴ δόξῃ ἀκρατὴς 〈εἶν〉αι, τῶν μὲν ἄλλων |
| book 298.2 | χρη〈μάτων〉 οὔ φησι παραχω〈ρήσειν〉, τὴν δὲ γυναῖκα ἀποδοῦναι. τὸ |
| book 298.3 | δὲ «μαχήσομαι» ὁ Ἀρίσταρχος μαχήσομαι γράφει, ὁ Ἡρα〈κλέων δὲ〉 |
| book 298.4 | μαχέσσομαι. |
| book 299.1 | [οὔτε τῳ] τὸ τω σημαίνει πέντε—τῷ σε καὶ οὐ |
| book 299.2 | δύναμαι·» ἔστι γὰρ 〈ἀντὶ τοῦ〉 διό· ὅταν μέντοι ἄρθρον σημαίνῃ ἑνικὸν, |
| book 299.3 | μόνης δοτικῆς ἐστι πτώσεως καὶ περισπᾶται, δυϊκὸν δὲ καὶ εὐθείας καὶ |
| book 299.4 | αἰτιατικῆς βαρύνεται· «τὼ Αἴαντε». |
| book 301.1 | * [ἀέκοντος] μετοχή· παρὰ τὸ ἕκω τὸ θέλω, ἡ μετοχὴ ἑκών |
| book 301.2 | ὀξυνομένη, καὶ σεσημείωται ἐν τῇ συνθέσει ἀναβιβάζουσα τὸν τόνον |
| book 301.3 | τὸν ὀφειλόμενον ἀέκων, καὶ κατὰ κρᾶσιν ἄκων. |
| book 302 | [εἰ δ’ ἄγε μὴν πείρησαι] εἰ δὲ βούλει, ἄγε μὴν, δοκίμασον. |
| book 304 | * [ὣς τώγ’] ὁ τρόπος παραγραφή—χρῆται |
| book 305.1 | [ἀνστήτην] ἀναστήτην, καὶ συγκοπῇ ἀνστήτην, ὡς τὸ ἀνασχε‐ |
| book 305.2 | θέειν ἀνσχεθέειν |
| book 306 | [ἐΐσας] τὰς πορευτικὰς, παρὰ τὸ ἴω. |
| book 307 | [σύν τε Μενοιτιάδῃ] κεχώρικε τὸν Πάτροκλον τῶν ἄλλων αὑτοῦ |
| book 307.1 | φίλων κατ’ ἐξοχήν. |
| book 307.2 | * [ὑγρὰ κέλευθα] ἰστέον ὅτι τὰ «ὑγρὰ κέλευθα» κατὰ μεταπλασμὸν |
| book 307.3 | γένους ἐστίν· ἀντὶ γὰρ θηλυκῶν τὰ οὐδέτερα εἶπεν· γίνεται γὰρ— |
| book 307.5 | καὶ τὸ «ὑγρὰ κέλευθα» |
| book 314.1 | * [λύματα] 〈φύσει γὰρ〉 τὸ ὕδωρ τῆς θαλάσσης καθάρσιόν |
| book 314.2 | ἐστιν. |
| book 314.3 | [βάλλον] 〈Ἰα〉κῶς τὸ βάλλον. |
| book 317.1 | [κνίση δ’ οὐρανὸν ἷκεν] κνίσσα τέσσαρα σημαίνει· τὸ λίπος τὸ |
| book 317.2 | ἐπίπλουν τὸ κρέας καὶ τὴν ἀναθυμίασιν. παρὰ τὸ κνίσω. ὑπ’ ὄψιν |
| book 317.3 | δ’ ἤγαγεν—«κνίση δ’ οὐρανὸν ἷκεν ἑλισσομένη». |
| book 318.1 | * [πένοντο] παρατατικοῦ τρίτον πρόσωπον τῶν πληθυντικῶν, |
| book 318.2 | Ἰωνικῶς καὶ ποιητικῶς. τὸ θέμα πένω, τὸ δηλοῦν τὸ ἐνεργῶ καὶ κάμνω, |
| book 318.3 | ἀφ’ οὗ πόνος, καὶ πλεονασμῷ τοῦ τ πόντος, καθὸ πεπόνηται τὸ τῶν ἀν‐ |
| book 318.4 | θρώπων γένος περὶ τὸν πλοῦν· πόνῳ οὖν ἐπώνυμος καλεῖται ὁ πόντος. |
| book 318.5.1 | οὕτως Φιλόξενος. ὁ δὲ Ἡρωδιανὸς λέγει ὅταν παρὰ τὸ πνέω πνόντος, καὶ |
| book 318.5.2 | ἐκβολῇ τοῦ ἑνὸς ν πόντος, ἀφ’ οὗ αἱ πνοαί. |
| book 321.1 | [ὀτρηρὼ] ὀτρηρὸς ὁ μὴ ἀναμένων παρά τινος ὀτρυνθῆναι, ἀλλὰ |
| book 321.2 | δι’ ἑαυτοῦ παροτρυνόμενος ἅπαντα ποιεῖν. γέγονε 〈δὲ〉 παρὰ τὸ τρέω, |
| book 321.3 | ὃ σημαίνει τὸ φοβοῦμαι, ὄνομα ῥηματικὸν τρεερός· ὡς φαίνω φανερός, |
| book 321.4 | καὶ τήκω τακερός, σφάλλω σφαλερός, οὕτω καὶ παρὰ τὸ τρέω τρεερός, |
| book 321.5.1 | καὶ κράσει τῶν βʹ ε εἰς η τρηρός, ὁ δειλός, οὗ παρώνυμον τρήρων, |
| book 321.5.2 | καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, τουτέστιν ὁ δραστικός. |
| book 324-325 | * οὕτως συντακτέον· 〈εἰ〉 δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐ‐ |
| book 324-325 | τὸς ἕλωμαι σὺν πλεόνεσσιν, ὅπερ αὐτῷ φρικτὸν ἔσται. |
| book 329 | [νηῒ μελαίνῃ] διὰ τῆς μελαίνης—δηλοῖ. |
| book 330 | [τὼ μὲν] ὁ Ταλθύβιος καὶ ὁ Εὐρυβάτης. |
| book 331.1 | * αἰδομένω] παρὰ τὸ αἴδω. οἶδε δὲ καὶ τὸ αἰδῶ· «ἀλλήλους |
| book 331.2 | τ’ αἰδεῖσθε» (Il. V, 550) «οὐδέ τί ς’ αἰδέσεται» (Il. XXIV, 234) «ἄλλους |
| book 331.3 | τ’ αἰδέσθητε» (Od. II, 65), καὶ τὸ ὄνομα αἰδήμων. |
| book 331.4 | * [αἰδομένω] τὸ αἰδῶ παρὰ τὸ αἴδω, τοῦτο παρὰ τὸ ἴδω, καὶ 〈μετὰ〉 |
| book 331.5 | τοῦ στερητικοῦ α ἀΐδω, καὶ κατὰ συναίρεσιν αἴδω. |
| book 332.1 | [μιν] ἐγώ σύ ἴ, καὶ πλεονασμῷ τοῦ μ μί, ἐπεὶ δὲ τὸ ν ἐφελ‐ |
| book 332.2 | κυστικόν ἐστιν ἐν τοῖς τρίτοις προσώποις, προσθέσει τοῦ ν μίν. |
| book 334.1 | Διὸς ἄγγελοι] οἱ κήρυκες, ἢ ὅτι τὰς ἑορτὰς—βεβλη‐ |
| book 334.2 | μένου λίθου. |
| book 335.1 | * [ὔμμες] ψιλωτέον τὸ «ὔμμες» ὡς Αἰολικόν· «αἴ κ’ ὔμμιν ὑπέρ‐ |
| book 335.2 | σχῃ». (Il. VI, 247) |
| book 337.1 | [Πατρόκλεις] Πατροκλῆς ἡ εὐθεία. |
| book 337.2 | [διογενὲς Πατρόκλεις] ἐξαίρει πάλιν—πιστεύειν τὰς γυ‐ |
| book 337.3 | ναῖκας. |
| book 338.1 | [μάρτυροι] Ἰακῶς τὸ «μάρτυροι». |
| book 338.2 | ἀπὸ] ἄποθεν. |
| book 341.1 | * [χρειὼ] ὡς Κλειώ· «καὶ 〈γὰρ〉 χρειοῖ ἀναγκαίῃ» (Il. VIII, 57) |
| book 341.2 | χρέω χρειῶ χρειᾷς χρειᾷ χρεία, |
| book 343.1 | πρόσσω 〈καὶ ὀπίσσω〉] δεῖ γὰρ 〈τὸν ὅλως ἔχοντα γνῶσιν〉 μὴ |
| book 343.2 | τὰ παρόντα μόνα σκοπεῖν, ἀλλὰ καὶ τὰ μέλλοντα· λείπει οὖν τοῖς ἐπιρρή‐ |
| book 343.3 | μασι τὸ τά. μέγιστον δὲ τοῦτο καὶ οὐδαμινῷ ἀνθρώπῳ πρὸς κατηγορίαν |
| book 343.4 | ἡ ἀπρονοησία, ὥς πού φησι· «νήπιοι—φρονέοντες». (Od. XXI, |
| book 343.5 | 85) |
| book 343.1 | * [νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω] τὸ παρὸν καὶ τὸ μέλλον τὴν |
| book 343.2 | ἀρχὴν καὶ τὴν ἔκ〈βασ〉ιν τοῦ πράγματος ἢ τῆς στρατείας προσκοπῆσαι |
| book 343.3 | καὶ ἐπινοῆσαι. |
| book 348.1 | * ἀέκουσα] ἔστι γὰρ φίλανδρος, ὡς τὸ πρόσωπον αὐτῆς δηλοῖ |
| book 348.2 | —καταλέλοιπεν. |
| book 349.1 | * ἄφαρ] ἐπίρρημα μεσότητος. |
| book 349.2 | * δακρύσας] φιλότιμος ὢν ἀνιᾶται ἐπὶ τῇ Βρισηΐδι· παλαιᾶς τε 〈γὰρ〉 |
| book 349.3 | στέρεται συνηθείας καὶ τὸ γύναιον ἴσως αἰχμαλωτιζόμενον ἐλεεῖ. |
| book 350 | πολιῆς] ἀπὸ μεταφορᾶς. τῆς πολιᾶς, κατὰ τρόπον τοῦ α εἰς η. |
| book 351.1 | * [χεῖρας ὀρεγνύς] καὶ ἐπὶ Πολυφήμου—τινὲς δὲ |
| book 351.2 | γράφουσιν «ἀνασχών». |
| book 355 | * [εὐρυκρείων] ποιητικὸν ἐπίθετον. |
| book 366.1 | * ᾠχόμεθα] ὁ τρόπος ἀνακεφαλαίωσις—καλέσασαν |
| book 366.2 | τὸν ἑκατόγχειρον. |
| book 366.3 | * [Θήβην] ἰστέον ὅτι τρεῖς Θῆβαί εἰσιν· αἱ Ὑποπλάκιοι— |
| book 366.4 | ἐν τῇ I. |
| book 383 | οὐ πάντα σαφῶς ἀπαγγέλλει, ἵνα μὴ ἑαυτὸν ὑπαίτιον τιθῇ. |
| book 395.1 | [πολλάκι—ἄκουσα] ἐπεὶ ἐν τῇ θαλάσσῃ ὁ Πηλεὺς |
| book 395.2 | οὐκ ἐδύνατο κατοικεῖν. |
| book 396-397.1 | * ὅτι διαθρύπτονται πρὸς τοὺς ἄνδρας αἱ γυναῖκες 〈ἐάν τι〉 |
| book 396-397.2 | πράξωσι θαυμαστὸν, καὶ ὅτι 〈οὐ〉 κατέλειψεν Ἀχιλλέα. |
| book 397 | [κελαινεφέϊ] παρὰ τὸ μελαίνοντα τὸν ἀέρα νείφειν αὐτόν. |
| book 399.1 | Ζεὺς μὲν οὖν ἐστιν ἡ ἄκρατος θερμασία, ἡ τοῦ ζῆν καὶ εἶναι |
| book 399.2 | ἡμᾶς αἰτία, Ποσειδῶν δὲ τὸ ὕδωρ, Ἥρα δὲ ὁ ἀὴρ, Ἀθηνῆ δὲ ἡ γῆ, |
| book 399.3 | Βριάρεως δὲ ὁ ἥλιος. τοῦ ἡλίου τοίνυν—ἐξυγραίνεσθαι |
| book 399.4 | πλέον. τῆς χειμερινῆς οὖν καταστάσεως κατακρατησάσης, συμβαίνει τὸ |
| book 399.5.1 | ψυχρὸν ἐπικρατέστερον εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ θεία πρόνοια, ἣ Θέ‐ |
| book 399.5.2 | τις ἐστὶ, ἐπανάγουσα πάλιν τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥσ‐ |
| book 399.5.3 | περ βοηθοῦσα τῷ Διί. ἑκατόγχειρον δὲ τοῦτόν φησιν, ὅτι πάντα |
| book 399.5.4 | τρέφει καὶ αὔξει. ἔστι δὲ καὶ τοῦ πατρὸς αὐτοῦ ἀμείνων, τοῦ Διός. |
| book 403 | * [ὃν Βριάρεων] τῶν διωνύμων—Σκάμανδρον. |
| book 407 | [παρέζεο] ἕζεο διαλύσει. |
| book 407bis.1 | [καὶ λαβὲ γούνων] κεφαλῆς μὲν ἐπιλαμβανόμεθα, ἐπεὶ ἡγεμο‐ |
| book 407bis.2 | νικόν· τῆς δεξιᾶς δὲ, ὅτι πρακτικόν· γονάτων δὲ, ὅτι δι’ αὐτῶν ἐπικλᾶται |
| book 407bis.3 | τὸ σῶμα, ἐπικλᾶν οἰωνιζόμενοι τὴν ψυχὴν τοῖς λόγοις. |
| book 414.1 | [ὤ μοι] οὐκ εὐθὺς τὴν διακονίαν ὑπισχνεῖται, προολοφύρεται δὲ |
| book 414.2 | εἰδυῖα πρόξενον αὐτῷ θανάτου εἶναι τὴν αἴτησιν. |
| book 417 | * λέγεται τὴν Θέτιν—μία τῶν Κυκλάδων νήσων. |
| book 417bis.1 | [ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων] εἰ ταῦτα ὁ ποιητής φησι |
| book 417bis.2 | περὶ Ἀχιλλέως, περὶ τῶν ἄλλων τί ἂν εἴποιμεν; |
| book 420.1 | * [ἀγάννιφον] τινὲς ἐπὶ τοῦ οὐρανοῦ, τοῦ ἄγαν νίφοντος, ὡς βριή‐ |
| book 420.2 | πυον· τὰ ὄρη γὰρ νιφόεντα καλεῖ, ὡς Τήλεφος. |
| book 420.3 | * [αἴ κε πίθηται] διὰ τὸ ἄδικα μέλλειν αὐτὴν αἰτεῖν. |
| book 421.1 | [νῦν] τὸ νῦν ἀντὶ τοῦ δή—οὐκ εὖ. καλῶς δὲ λόγῳ |
| book 421.2 | μὲν χαρίζεται αὐτῷ, ἔργῳ δὲ ἀναβάλλεται. |
| book 423 | ἐς Ὠκεανὸν] ἡ εἰς ἀντὶ τοῦ πρός. |
| book 423.1 | * [ἀμύμονας Αἰθιοπῆας]. εὐσεβῶς δέ φησι 〈μηδὲ τῶν〉 πόρρω ἀν‐ |
| book 423.2 | θρώπων ἀμελεῖν τοὺς θεούς· δισσοὶ δέ εἰσιν οἱ Αἰθίοπες— |
| book 423.3 | Αἰθιοπῆας. 〈ἔθνοσ〉 δὲ τοῦτο. ἔστι δὲ 〈«Αἰθιοπῆασ»〉 ὡς «ἡνιοχῆας» |
| book 427 | [ὀΐω] ὡς ἀμφίβολον—τὸ ἀντιπαθὲς τῆς Ἥρας. |
| book 428.1 | * ἀπεβήσατο] παρατατικοῦ παθητικοῦ τῶν εἰς μι 〈δευτέρας συ‐ |
| book 428.2 | ζυγίασ〉· τὸ θέμα βῶ, βίβημι παραγωγόν· ὁ μέλλων βήσω, καὶ τῇ |
| book 428.3 | τῶν χρόνων ἐναλλαγῇ μέλλοντος εἰς ἐνεστῶτα βήσομαι, καὶ τὸ τρίτον |
| book 428.4 | τοῦ παρατατικοῦ ἐβήσετο. |
| book 432.1 | * [λιμένος πολυβενθέος] λιμὴν μὲν τὸ πᾶν, ὅρμος δὲ 〈τὸ〉 πρὸς |
| book 432.2 | τῇ γῇ. |
| book 432.3 | * [ὑφέντες] οὕτως γὰρ γράφει Ζηνόδοτος, οἱ δὲ ἄλλοι ἐφέντες. |
| book 436.1 | * [ἐκ δ’ εὐνὰς] λέγει τὰ σίδηρα—ἔμμεναι εὐνάς». |
| book 436.2 | πολλὴν δὲ ἔχει ἡδονὴν—τὸ δὲ σχῆμα ἐπα‐ |
| book 436.3 | νάληψις |
| book 443.1 | * Φοίβῳ τε] ...... |
| book 443.2 | * [παῖδά τε σοὶ ἀγέμεν] ὡς ἀντιδιαστελλόμενον—καὶ διὰ |
| book 443.3 | τὸν «τέ». |
| book 445 | * [πολύστονα] στένω στόνος πολύστονος. |
| book 448.1 | * [ἑξείης] τῷ ἑξείης οἶμαι τὴν εἰ δίφθογγον πεπλεονακέναι, ὡς |
| book 448.2 | ἐν τῷ φατειός, ἀδελφειός. |
| book 449.1 | [χερνίψαντο] ἰστέον δὲ ὅτι πρὸ τοῦ δείπνου τὰς χεῖρας ἔνιπτον, |
| book 449.2 | ἐπεὶ θύειν ἔμελλον, μετὰ δὲ τὸ δεῖπνον οὐκέτι, διὰ τὸ ἅψασθαι τῶν |
| book 449.3 | θυσιῶν. |
| book 449.4 | * [χερνίψαντο] δεῖ γὰρ τὸν προσιόντα—αὑτὸν θεῷ· ἀπὸ |
| book 449.5 | δὲ χερός γενικῆς. |
| book 449bis.1 | [οὐλοχύτας] οὐλαί κριθαί εἰσι μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέ‐ |
| book 449bis.2 | χεον τοῖς ἱερουργουμένοις ζῴοις πρὸ τοῦ θύεσθαι, ἤτοι πολυπληθείας |
| book 449bis.3 | χάριν, 〈ἢ〉 μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· ὡς γάρ φησιν ὁ |
| book 449bis.4 | Θεόφραστος, πρὶν ἢ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν Δημητριακὸν |
| book 449bis.5.1 | καρπὸν, οὕτως αὐτὰς ὁλοκλήρους ἤσθιον πρώην· ὅθεν καὶ οὔλας αὐτάς |
| book 449bis.5.2 | φησιν Ὅμηρος. |
| book 459.1 | [αὐέρυσαν] εἰς τοὐπίσω—κάτω εἰς γῆν. |
| book 459.2 | * [αὐέρυσαν] τὸ αὖ τὸ πάλιν δηλοῖ .... ἀέρυσαν, καὶ πλεονασ‐ |
| book 459.3 | μῷ τοῦ υ αὐέρυσαν. |
| book 464.1 | [μῆρα] τὰ μῆρα ἀπὸ τοῦ μηρία κατὰ συγκοπήν. ἐγεύοντο δὲ |
| book 464.2 | τῶν ἐντοσθίων δηλοῦντες ὡς ἐκ ψυχικῆς σπουδῆς ἐποίουν τὰς θυσίας. |
| book 465.1 | [τἄλλα] τὸ «τἄλλα» τινὲς μὲν κατὰ συναλοιφὴν λέγουσιν, ὡς |
| book 465.2 | τἄργα. Ἡρωδιανὸς δὲ τὸν τέ—Ὁμηρικῷ ἔθει. |
| book 466.1 | * [ὤπτησάν τε περιφραδέως] ὅτι καὶ ἐμπειρίας δεῖ τοῖς ὀπτῶσιν· |
| book 466.2 | ὀπτᾶν γὰρ εἴρηται διὰ τὸ πυκνότερον τὸν ὀπτῶντα ἐποπτεύειν. |
| book 469.1 | * [ἐξ ἔρον ἕντο] τὸ μὲν ἔρος ὡς Αἰολικὸν—ἕμην |
| book 469.2 | ἔσο ἕντο, καὶ ταῦτα μὲν καὶ πλεονασμὸν ὑπομένουσι τοῦ ι. λέγουσι δὲ |
| book 469.3 | τὸ μὲν ἔρος ἐπὶ πάντων λέγεσθαι, τὸ δὲ ἔρως ἐπὶ μόνων τῶν ἀφροδισίων, |
| book 469 | ὅ ἐστιν ἀπίθανον· Πίνδαρος γοῦν· «καὶ γὰρ ἑτέροις ἑτέρων 〈ἔρωσ〉 |
| book 469.5 | ἔκνιζε φρένας» (Pyth. X, 60). |
| book 469bis.1 | * [ἐδητύος] ἐδῶ, τὸ σημαινόμενον τὸ τρώγω, πρώτης συζυγίας |
| book 469bis.2 | τῶν περισπωμένων, ἐδέσω καὶ ἐδήσω κατ’ ἔκτασιν, ἤδεκα ἤδεσμαι, |
| book 469bis.3 | ὅθεν ἔδεσμα, ἐδηστύς ἐκτάσει, καὶ ἐκθλίψει ἐδητύς ἐδητύος. |
| book 473.1 | [παιήονα] παιήων ὕμνος ἐπὶ καταπαύσει λοιμοῦ ᾀδόμενος παρὰ |
| book 473.2 | τὸ παύω. |
| book 473bis.1 | * [καλὸν ἀείδοντες παιήονα] πέντε αἱ παρὰ τοῖς ἥρωσιν ᾠδαί |
| book 473bis.2 | —οἷον Ἀχιλλεὺς εὕρηται ᾄδων· «ἄειδε δ’ ἄρα κλέα |
| book 473bis.3 | ἀνδρῶν» (Il. IX, 189). —θρηνητικὸν, ὅπερ ἐπὶ γυναικῶν |
| book 473bis.4 | μᾶλλον τάσσεται· «ἀπ’ αἰῶνος νέος ὤλεο» (Il. XXIV. 725), 〈καὶ〉 |
| book 473bis.5 | ὑπορχηματικὸν ....... |
| book 477.1 | * ῥοδοδάκτυλος] συνεκδοχή. ἀπὸ μέρους τὸ ὅλον. ῥοδοδάκτυλος |
| book 477.2 | δὲ ἡ πολὺ τοῦ φωτὸς ἔχουσα, κροκόπεπλος δὲ ἡ πολὺ τοῦ σκότους |
| book 477.3 | ἔχουσα. |
| book 479.1 | [ἴκμενον] ἀπὸ τοῦ ἰκμάς· ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης |
| book 479.2 | ἄνεμος γίνεται. διὸ ψιλωτέον—ὁ ἄνεμος. |
| book 482.1 | [στείρης] στεῖρα ἡ τρόπις, παρὰ τὸ στερεὰ εἶναι μᾶλλον τῶν |
| book 482.2 | ἄλλων σανίδων, ἢ παρὰ τὸ στερεοῦν τὰ ἄλλα ξύλα. |
| book 486.1 | [ἕρματα] δασύνεται· τὰ γὰρ βραχέα πρὸ τοῦ ρ ἐπαγόμενα |
| book 486.2 | τὸ μ δασύνεται, πλὴν τοῦ ἄρμενος. |
| book 490 | [ποθέεσκε] ἡ γὰρ ἀργία τοῖς πρακτικοῖς φθορά ἐστιν. |
| book 497 | [Ὄλυμπον] Ὄλυμπος ὁ οὐρανὸς, ὁλολαμπής τις ὤν. |
| book 497bis.1 | ἠερίη] διδάσκει διὰ τούτου ὁ ποιητὴς τὸν τῶν ἐντεύξεων καιρόν· |
| book 497bis.2 | ἥσυχος γὰρ καὶ νηφάλιος ὁ ἑωθινὸς καιρός. |
| book 498 | εὐρύοπα] ἢ τὸν μεγαλόφωνον, ἢ τὸν βροντοποιὸν, ἢ τὸν μεγα‐ |
| book 498 | λόφθαλμον, ἤτοι τὸν πάντα ἐφορῶντα. |
| book 499 | [πολυδειράδος] ἀρσενικὸν τὸ «πολυδειράδος.» |
| book 501.1 | [ἀνθερεῶνος] ἀνθερεών ἐστιν ὁ ὑπὸ τὸ γένειον τόπος, παρὰ τὴν |
| book 501.2 | ἐξάνθησιν τῶν τριχῶν. |
| book 511.1 | [τὴν δ’ οὔ τι προσέφη] διδάσκει ἐνταῦθα ὅτι μετ’ ἐπισκέψεως |
| book 511.2 | δεῖ τὰς ὑποσχέσεις καὶ τὰς ἀποκρίσεις ποιεῖσθαι, ὅπου καὶ ὁ Ζεὺς |
| book 511.3 | σκέπτεται. |
| book 511.4 | * [νεφεληγερέτα] τὰ εἰς ετης γίνονται 〈ἀπὸ〉 ῥημάτων καὶ παροξύ‐ |
| book 511.5.1 | τονά 〈ἐστιν〉· ἀπὸ τοῦ γείνω γενέτης, ἀγείρω ἀγερέτης καὶ νεφεληγε‐ |
| book 511.5.2 | ρέτης. |
| book 515.1 | [ἐπεὶ οὔ τοι ἔπι δέος] τουτέστιν ἐπειδὴ οὐ φοβῇ τῶν θεῶν τινα |
| book 515.2 | 〈ἀρνήσασθαι καὶ συγκαταθέσθαι〉. τοῦτο δὲ δυσωπητικὸν— |
| book 515.3 | χαριεῖται. |
| book 518-519.1 | * [ἐχθοδοπῆσαι] ἔχθος ὄχθος ὀχθῶ. τὸ δὲ ὅλον· ὁπόταν με |
| book 518-519.2 | ἡ Ἥρα, ὑπονοήσασά σοι χάριν παρέχειν βουλόμενον, παροξύνῃ χρωμένη |
| book 518-519.3 | λόγοις ἐριστικοῖς. |
| book 518.1 | * [Ἥρῃ] Ἀρίσταρχος κατ’ εὐθεῖαν, οὐ δοτικὴν, ἵν’ ᾖ· «ὅταν μ’ |
| book 518.2 | ἐρέθῃσιν Ἥρη, ἐχθοδοπῆσαί μ’ ἐφήσεις». |
| book 518bis.1 | [Ἥρῃ] τὸ Ἥρη, 〈εἰ〉 μὲν ἄνω ἡ στιγμὴ, σὺν τῷ ι 〈γράφεται〉, |
| book 518bis.2 | εἰ δὲ τοῖς ἑξῆς 〈συνάπτεται〉, χωρὶς τοῦ ι. |
| book 522.1 | [μή σε] αἱ πᾶσαι «μή τι», ὡς· «μή τι φόβονδ’ ἀγόρευε» (Il. V, 252) |
| book 522.2 | «μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε». (Il. VII, 235). |
| book 524.1 | κεφαλῇ κατανεύσομαι] τὸ λογιστικὸν ἐν τῇ κεφαλῇ— |
| book 524.2 | ἐπιθυμητικὸν περὶ ἧπαρ. |
| book 526.1 | [οὐ γὰρ ἐμὸν παλινάγρετον] τρεῖς αἰτίαι δι’ ἃς οὐ πληροῖ τις |
| book 526.2 | τὰς ὑποσχέσεις· ἢ γὰρ μετανοήσας, ὃ δηλοῖ τὸ «παλινάγρετον», ἢ πα‐ |
| book 526.3 | ραλογισάμενος, ὃ δηλοῖ τὸ «οὐδ’ ἀπατηλόν», ἢ θελήσας μὲν, μὴ δυνη‐ |
| book 526 | θεὶς δὲ, ὃ δηλοῖ τὸ «ἀτελεύτητον». |
| book 526-527.1 | * [οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύ‐ |
| book 526-527.2 | τητον] εἰς τὸ τέκμωρ στίζουσιν οἱ πολλοὶ συνάπτοντες τοῖς ἄνω, ἔνιοι δὲ |
| book 526-527.3 | ἐφεξῆς ἀναγιγνώσκουσι στίζοντες εἰς τὸ «μέγιστον», καὶ ἀνάγνωσμα |
| book 526-527.4 | ποιοῦσιν οὐχ Ὁμηρικὸν μὲν, ἀναγκαῖον δὲ, ἐπειδὴ τὸ ἐμὸν κτητικόν ἐστιν, |
| book 526-527.5 | αἱ δὲ κτητικαὶ ἀντωνυμίαι μετὰ τῶν κτημάτων συνάπτονται. |
| book 528.1 | * [ὀφρύσι] συνεκδοχικῶς καὶ ἀπὸ μέρους φησὶ τὴν κεφαλήν· εὐθὺς |
| book 528.2 | γὰρ ἐπάγει, «ἀμβρόσιαι δ’ ἄρα—κρατὸς ἀπ’ ἀθανάτοιο». |
| book 532.1 | * [ἆλτο] τὸ ἆλτο ψιλοῦται· τὸ γὰρ α—ψιλοῦται· πρὸς |
| book 532.2 | τὴν θάλασσαν δὲ κατῄει, οὐ πρὸς τὸν παῖδα, ἵνα μὴ ὑπόνοιαν δοίη τῇ |
| book 532.3 | Ἥρᾳ. |
| book 537 | * [συμφράσσατο] φράζω τὸ γινώσκω καὶ διανοοῦμαι. |
| book 538 | [ἀργυρόπεζα] ἀπὸ μέρους ὅλη καλή· πέζα γὰρ ὁ ποῦς. |
| book 539.1 | [αὐτίκα κερτομίοισι] γυναικεῖα ἀμφότερα, τό τε 〈ὑπο〉νοῆσαν |
| book 539.2 | καὶ τὸ μὴ ἐπισχεῖν τὸν χόλον. |
| book 539.3 | [κερτομίοισι] νῦν τοῖς τὸ κέαρ, τουτέστι τὴν ψυχὴν, τέμνουσι καὶ λυ‐ |
| book 539.4 | ποῦσιν, ἵν’ ᾖ λυπηροῖς. |
| book 540.1 | [δολομῆτα] τὰ εἰς ης βαρύτονα τῷ η παραληγόμενα καὶ εἰς α |
| book 540.2 | τὴν κλητικὴν ἔχοντα προπερισπᾶται· ἀγκυλομῆτα δολομῆτα πεδῆτα· |
| book 540.3 | πλὴν τοῦ ἀκάκητα. |
| book 541.1 | [ἀπὸ νόσφιν ἐόντα] συνήθης ἡ φράσις ἀπὸ δοτικῆς εἰς αἰτιατι‐ |
| book 541.2 | κὴν ἔρχεσθαι, ὡς τὸ «σφῶϊν μέν τ’ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας» |
| book 541.3 | (Il. IV, 341), ἀντὶ τοῦ ἐοῦσιν. |
| book 542 | * [οὐδέ τι πώ μοι] δυσχεραίνουσιν αἱ γυναῖκες—οἱ ἄνδρες. |
| book 546.1 | [χαλεποί] Ἰωνικῶς χαλέπτω τὸ κακῶ, καὶ χαλεπτός 〈καὶ χαλε‐ |
| book 546.2 | πόσ〉. ἐνιότε δὲ καὶ ἀντὶ τοῦ «χαλεπὰ τὰ καλά», 〈ἀδύνατα τὰ καλά κεῖ‐ |
| book 546.1 | ται. ἡ δὲ παροιμία ἀπὸ Περιάνδρου τοῦ Κορινθίου δημοτικοῦ πρότερον |
| book 546.2 | ὄντος, ὕστερον δὲ τυραννήσαντος, ὃ πυθόμενοσ〉 ὁ Σόλων ἔφη· «χαλε‐ |
| book 546.5 | πὰ τὰ καλά». μέμνηται καὶ ὁ Πλάτων. |
| book 552.1 | [ποῖον τὸν μῦθον ἔειπες;] Ἀττικῶς προσελθόντος τοῦ ἄρθρου |
| book 552.2 | τῷ πύσματι. |
| book 554.1 | [ἅσς’ ἐθέλῃσθα] τὸ ἄττα ὅταν μὲν δηλοῖ τὸ τινά, ὥσπερ καὶ |
| book 554.2 | τὸ ἄσσα ὅταν δηλοῖ τὸ ὅσα, ψιλοῦται καὶ διὰ δύο τ ἐκφέρεται, ὅταν |
| book 554.3 | δὲ δηλοῖ τὸ ἅτινα, δασύνεται καὶ δι’ ἑνὸς τ, ὡς δύο μέρη λόγου. |
| book 554bis.1 | [εὔκηλος] ἡ ευ πρὸ συμφώνου ψιλοῦται, πλὴν τοῦ εὕδω, εὕρω· |
| book 554bis.2 | τὸ γὰρ εὗσεν ἐκ τοῦ εὕω. |
| book 557.1 | * [ἠερίη] οἱ 〈ὁποιασ〉δηποτοῦν τυχεῖν χρείας ἐλπίζοντες ἐν ὄρ‐ |
| book 557.2 | θρῳ τελοῦσι τὴν ὁδὸν διὰ τὸ ἄγνωστον ἢ διὰ τὸ εὐέλπιστον. |
| book 561 | οἴεαι] ἀπὸ τοῦ οἴῃ· δύο διαιρέσεις. |
| book 563.1 | * ῥίγιον ἔσται] ἡ γὰρ ἄγνοια—τὰ ἀποθύμια γινώσ‐ |
| book 563.2 | κειν. |
| book 567 | [ἀάπτους] τὰς ἰσχυρὰς, ὧν οὐδεὶς ἅψασθαι δύναται. |
| book 567bis.1 | * [ἰόνθ’] ἐκ τοῦ ἴω. |
| book 567bis.2 | * [ἀάπτους] Ἡρωδιανὸς παρὰ τὸ ἰάπτω, κατὰ παράλειψιν τοῦ ι ἄπ‐ |
| book 567bis.3 | τους, καὶ 〈πλεονασμῷ τοῦ α〉, ἀάπτους, ἢ ἃς οὐδεὶς βλάψαι δύναται, ἢ |
| book 567bis.4 | τὰς μεγάλως βλάπτουσας. οἱ δὲ, ἀπτοήτους· αἱ πᾶσαι δὲ ἀέπτους εἶχον. |
| book 569.1 | [καθῆστο] 〈παρὰ τὸ ἕζω〉 τὸ κάθημαι· ὁ παρακείμενος παθη‐ |
| book 569.2 | τικὸς ἧσμαι, ὁ ὑπερσυντελικὸς ἥσμην ἧσο καὶ ἧστο καὶ καθῆστο· οἱ |
| book 569.3 | γὰρ δισύλλαβοι παρακείμενοι καὶ ὑπερσυντελικοὶ ἐν τῇ συνθέσει φυ‐ |
| book 569 | λάττουσι τὸν τόνον, ὡς τὸ ἦγμαι, κατῆγμαι. |
| book 570 | διασταλτέον ἐπὶ τὸ «Διός». |
| book 572 | * [λευκωλένῳ Ἥρῃ] ἄμεινον· «τετιημένῃ ἦτορ». |
| book 575.1 | κολῳὸν] ἀπὸ τοῦ κολοιός. |
| book 575.2 | * [κολῳὸν] Φιλόξενος 〈παρὰ τὸ〉 κλῶ, ὅθεν τὸ κλάζω, κατὰ παραγω‐ |
| book 575.3 | γὴν, καὶ οὐ προσγράφει το ι. |
| book 576.1 | * [ἦδος] Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ φησὶν ὅτι «τὸ ἦδος βού‐ |
| book 576.2 | λονταί τινες δασύνειν· ἐκρίναμεν δὲ ὥστε μᾶλλον ψιλοῦν, ἐπεὶ τὰ εἰς |
| book 576.3 | ος λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσει μακρᾶς, θέλει |
| book 576.4 | ψιλοῦσθαι, οἷον αἶσχος εὖχος εἶδος οὔδε». |
| book 576bis.1 | * ἦδος] ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόντων. |
| book 576bis.2 | * [ἦδος] ἦδος δὲ ἐκ τοῦ ἥδω τοῦ εὐφραίνομαι, ἡδύς, ἡδύνω. |
| book 576bis.3 | * [ἦδος] κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος· τὸ ἡδονὴ γὰρ δασυνό‐ |
| book 576bis.4 | μενον μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὥσπερ τὸ ἡμέρα εἰς |
| book 576bis.5.1 | 〈τὸ〉 ἦμαρ ψιλούμενον. καὶ τὸ ἅμα δασύνομεν, τὸ δὲ ἄμυδις ψιλοῦμεν. |
| book 576bis.5.2 | οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ. |
| book 577.1 | * [παράφημι] 〈τὸ φημί〉 καὶ τὸ εἰμί καὶ τὸ εἶμι ἐν τῇ συνθέσει |
| book 577.2 | τὸν τόνον ἀναπέμπουσιν. |
| book 584.1 | [ἀναΐξας] γέλωτα κινεῖ—τιθέμενον. |
| book 584.2 | [δέπας] δέπας δὲ τὸ ποτήριον, οἱονεὶ δέχας τι ὄν. |
| book 586.1 | * [τέτλαθι μῆτερ ἐμὴ] ὅτε κατεπράϋνε τὸν θυμὸν, τότε τὴν πα‐ |
| book 586.2 | ραίνεσιν ἐπάγει. |
| book 590 | [ἤδη γάρ με] 〈εἰσ〉 ἀπόδειξιν—λέγει. |
| book 591.1 | * [βηλοῦ] ἀπὸ τοῦ βεβηκέναι τοὺς θεοὺς ἐπ’ αὐτῷ καὶ τοὺς |
| book 591.2 | ἀστέρας 〈κεῖθι βαίνειν〉. |
| book 591.3 | * [βηλοῦ] τινὲς δὲ κατὰ Χαλδαίους—βατῆρα λέγειν. |
| book 591 | ἐκ τοῦ βῶ βήσω βηλός. |
| book 596 | κύπελλον] οἱονεὶ χύπελλον, ὅθι ὁ πηλὸς ἤτοι ὁ οἶνος χεῖται. |
| book 600 | [Ἥφαιστον] δασύνεται τὸ Ἥφαιστος, ἀπὸ τοῦ ἅπτω γινόμενον |
| book 603.1 | τέσσαρες τέχναι τοῦ Ἀπόλλωνος· τοξικὴ μουσικὴ ἰατρικὴ μαν‐ |
| book 603.2 | τική. |
| book 603bis | * ὁ λόγος· ὥσπερ τῆς εὐωχίας—παρὰ μέρος ᾖδον. |
| book 606.1 | * [οἱ μὲν κακκείοντες ἔβαν] πρῶτος Ὅμηρος—ἴδιον |
| book 606.2 | οἶκον ἔχειν. ὅ ἐστι τῶν ἀστέρων· θεοὶ γὰρ καὶ |
| book 606.3 | αὐτοὶ διὰ τὸ θέον καὶ ὀξὺ τῆς ἐνεργείας αὐτῶν. |
| book 607 | [ἧχι] χωρὶς τοῦ ι κελεύει γράφειν ὁ Διονύσιος. |
| book 607bis.1 | * [ἀμφιγυήεις] ἀμφιγυήεις ἀμφιγυήεντος· τὰ εἰς εις λήγοντα ἀρ‐ |
| book 607bis.2 | σενικὰ διὰ τοῦ εντος κλίνεται, οἷον ἐρώεις ἐρώεντος, φθογγήεις φθογ‐ |
| book 607bis.3 | γήεντος. εἴρηται δὲ ἀπὸ τοῦ γῶ γύω γῦον γῦς ἀμφιγῦς, 〈καὶ〉 κατὰ |
| book 607bis.4 | παραγωγὴν ἀμφιγυήεις. |
| book 611.1 | [ἔνθα καθεῦδ’ ἀναβάς] ἔνθ’ ἀνέβη καθευδήσων. διδάσκει 〈δὲ〉 |
| book 611.2 | διὰ τούτου ὁ ποιητὴς μὴ χωρίζεσθαι—ἐν κοίτῃ. |
| book 611.3 | [καθεῦδε] 〈προ〉περισπαστέον τὸ «καθεῦδε», ὥστε μὴ προστακτι‐ |
| book 611.4 | κὸν εἶναι, ἀλλ’ ὁριστικὸν ἐνεργητικόν. ἐφύλαξεν ἡ σύνθεσις τὸν τόνον. |
| book 611.5.1 | [χρυσόθρονος Ἥρη] χρυσόθρονος δὲ Ἥρα· τὰ γὰρ πρὸς τῷ αἰθέρι |
| book 611.5.2 | μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐστίν· καὶ μὴν καὶ ὁ ποιη‐ |
| book 611 | τὴς ἀλληγορῶν τὸν χρυσὸν λαμβάνει ἀντὶ τοῦ πυρός. |
| book 1.1 | * [ῥα] ἔστι σύνδεσμος ἀναπληρωματικός. |
| book 1.2 | * [ἄλλοι] τινὲς «ὦλλοι» γράφουσιν ὡς Ζηνόδοτος· ἐλλείπει δὲ τοῖς ἄρ‐ |
| book 1.3 | θροις ὁ ποιητής. διδάσκει δὲ ὅτι καὶ θεοῖς—τὰς ὑποσχέσεις |
| book 1.4 | πληροῦν. |
| book 2.1 | * Ζητεῖται διὰ ποίαν αἰτίαν ἐν τῇ Α φησίν· «ἔνθα καθεῦδ’ ἀνα‐ |
| book 2.2 | βάς» (611), ἐν δὲ 〈τῇ〉 Β· «Δία ῥ’ οὐκ ἔχε νήδυμος ὕπνος». ῥητέον |
| book 2.3 | οὖν 〈ὅτι〉 οὐ πάντως ἐκοιμᾶτο, ἀλλὰ κατὰ τὸ σιωπώμενον ἀνεπαύετο, |
| book 2.4 | ἢ ὅτι ἐπ’ ὀλίγον ἐκοιμήθη, καὶ οὐ διὰ πάσης 〈τῆσ〉 νυκτὸς ὡς οἱ ἄλλοι, |
| book 2.5.1 | μεριμνῶν· Θέτις γὰρ αὐτὸν παρεκέλευσεν ὑπὲρ τοῦ υἱοῦ λέγουσα· «Ζεῦ |
| book 2.5.2 | πάτερ, εἴποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα» (Il. I, 503), καὶ τὰ ἑξῆς. |
| book 2bis.1 | [νήδυμος] ἀνώδυνός τις ὢν, ἢ ὁ μὴ δύνων. εἰ τάχα δὲ καὶ ἐν τῇ |
| book 2bis.2 | Α εἶπε κοιμᾶσθαι τὸν Δία, ἐνταῦθα δ’ οὔ· ἀλλ’ ἐκάθευδε μὲν, φησὶν, |
| book 2bis.3 | ἐπ’ ὀλίγον 〈δέ〉. διδάσκει δὲ καὶ τοὺς βασιλέας καὶ τοὺς ἄρχοντας |
| book 2bis.4 | καὶ ἐν ταῖς νυξὶ φροντίζειν τοῦ λαοῦ τοῦ ὑπ’ αὐτούς. |
| book 2bis.5.1 | * νήδυμος] οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ—ἢ ὁ ἀνώδυνος· |
| book 2bis.5.2 | τούτου χάριν εἴρητο νήδυμος. ὅτι δὲ καὶ μετὰ τοῦ ν φησί· «νήδυμος |
| book 2bis.5.3 | ἀμφιχυθείς». |
| book 3.1 | * μερμήριζε] εἰς μέρη ἐμερίζετο καὶ εἰς διανοίας. διάνοια μέν |
| book 3.2 | ἐστιν ἡ ἑδραία, μέριμνα δὲ ἡ μεριζομένη. |
| book 4.1 | * [τιμήσειε] τοῦτο εὐκτικὸν, τὸ δὲ ἑξῆς ὑποτακτικὸν— |
| book 4.2 | μέχρι τῶν νηῶν. |
| book 6.1 | Ὄνειρε] Ὄνειρος, ὅραμα, φάσμα, χρησμός, ἐνύπνιον· ὄνειρος |
| book 6.2 | μὲν ὁ ἄλλως 〈μέν〉 πως ὁρασθείς, ἄλλως δέ πως συμβάς· ὅραμα δὲ τὸ |
| book 6.3 | συμβὰν ὡς ἑωράθη· φάσμα δὲ ὅπερ εἴωθε συμβαίνειν τοῖς φροντί‐ |
| book 6.4 | ζουσι· χρησμὸς δὲ ἡ θεία φημή· ἐνύπνιον δὲ τὸ ἀλλόκοτά τινα ὁρᾶν. |
| book 7.1 | [μιν] ἐπὶ μὲν τοῦ αὐτόν, καθὼς ἐνταῦθα, ἐπὶ δὲ τοῦ αὐτήν· «καί |
| book 7.2 | μιν ἔτις’ ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη» (Od. VII, 67), τὴν Ἀρήτην, |
| book 7.3 | ἐπὶ δὲ τοῦ αὐτό· «νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι» |
| book 7.4 | (Il. I. 237), τὸ σκῆπτρον. |
| book 8 | [βάσκ’ ἴθι] ταυτολογία· ἄπιθι, πορεύθητι. |
| book 9 | * ἀσύνδετος καὶ βασιλικὸς ὁ λόγος. |
| book 10.1 | πάντα μάλ’ ἀτρεκέως] διδάσκει τοὺς ἀγγέλους μὴ πλείονα λέ‐ |
| book 10.2 | γειν καὶ περιεργάζεσθαι τῶν ἀκουομένων. |
| book 12.1 | ζητεῖται διὰ ποίαν αἰτίαν ψευδόμενον 〈τὸν Δία〉 εἰσάγει ὁ ποιη‐ |
| book 12.2 | τὴς κατὰ τὴν 〈ἐπαγγε〉λίαν τῆς Ἰλίου πορθήσεως. τὸν Δία φαμὲν ὅτι |
| book 12.3 | οὐ ψεύδεται, ἀλλ’ Ἀγαμέμνων πεπλάνηται· ὁ μὲν γὰρ ἔφη· «θωρῆξαί |
| book 12.4 | ἑ κέλευε καρηκομόωντας Ἀχαιοὺς πανσυδίῃ», ὁ δὲ τὸ μέγιστον μέρος |
| book 12.5.1 | παραλιπὼν, τὴν Ἀχιλλέως συμμαχίαν, εἰκότως τῆς ἐλπίδος ἐσφάλη, |
| book 12.5.2 | μὴ νοήσας τὰς τοῦ θεοῦ φωνάς. |
| book 12bis.1 | οὐ ψευδὴς ὁ ὄνειρος· ὁ μὲν γὰρ πανσυδίῃ κελεύει ἐξιέναι εἰς τὸν |
| book 12bis.2 | πόλεμον, ὁ δὲ Ἀχιλλεὺς μετὰ τῶν ὑπ’ αὐτὸν οὐκ ἐξῄει, ὥστε οὐ πάν‐ |
| book 12bis | τες ἐξῄεσαν. |
| book 12ter.1 | * [πανσυδίῃ] ἐν δοτικῇ. διὰ τοῦ ν, ὡς ἀνστήτην, κατὰ Ἀρί‐ |
| book 12ter.2 | σταρχον. |
| book 12ter.3 | * πανσυδίῃ] Δωρικῶς. |
| book 12ter.4 | * [νῦν] τὸ νῦν λαμβάνεται καὶ ἐπὶ ἀκαριαίου καιροῦ καὶ ἐπὶ πλείστου. |
| book 12ter.5.1 | * τὸ νῦν 〈τοὺσ〉 γʹ χρόνους δηλοῖ—ἀνάξει.» ἀληθεύει |
| book 12ter.5.2 | δηλονότι 〈ὁ〉 Ὄνειρος. |
| book 12ter.5.3 | * [εὐρυάγυιαν] εὐρυάγυια. |
| book 20.1 | * ζητεῖται διὰ ποίαν αἰτίαν ὁ Ὄνειρος μάλιστα τῷ Νέστορι ὁμοι‐ |
| book 20.2 | οῦται. ἐροῦμεν ὅτι μάλιστα αὐτὸν ἐτίμα ὁ Ἀγαμέμνων· φησὶ γοῦν· |
| book 20.3 | «τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν» (Il. II. 372). ἢ ὅτι |
| book 20.4 | σύμβουλος ἦν τῶν Ἑλλήνων. ἵνα οὖν ταχέως πείσῃ τὸν Ἀγαμέμνονα |
| book 20.5 | τούτῳ αὑτὸν εἴκασεν. |
| book 27.1 | * [σοῦ] ἀντιδιαστολὴ πρὸς Ἀχιλλέα, ἢ ὅτι πρόκειται τοῦ ῥήμα‐ |
| book 27.2 | τος ἡ ἀντωνυμία. |
| book 34 | * [ὕπνος ἀνήῃ] διαίρεσις. καὶ Πλάτων—ὁ ὕπνος. |
| book 41.1 | [ὀμφὴ] θεία φήμη, οἱονεὶ ἡ τὸ ὂν φαίνουσα. |
| book 41.2 | * [ἀμφέχυτο] ἐμφαντικὸν δὲ τὸ «ἀμφέχυτο» πρὸς τὸ μηδὲν αὐτῆς |
| book 41.3 | ἐπιλελῆσθαι. |
| book 41.4 | * [θείη δέ μιν ἀμφέχυτ’ ὀμφή] λέγει ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνεί‐ |
| book 41.5 | ρου φωνήν. |
| book 42.1 | [χιτῶνα] χιτών παρὰ τὸ περικεχύσθαι ὅλῳ τῷ σώματι. ἰστέον |
| book 42.2 | δὲ ὅτι—πέπλον. |
| book 43.1 | νηγάτεον] οἱονεὶ νεήγατον, νεωστὶ γεγονότα. |
| book 43.2 | * νηγάτεον] ὥσπερ παρὰ τὸ τείνομαι τατός γίνεται, οὕτως καὶ παρὰ |
| book 43.3 | τὸ γείνομαι γατός, καὶ νεήγατος, καὶ ὑπερθέσει τοῦ ε νηγάτεος. νηγά‐ |
| book 43.4 | τεον δὲ ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον τὸ νεωστὶ γεγονός. δηλοῖ δὲ |
| book 43.5 | ὁ χιτὼν παρ’ αὐτῷ καὶ τὸν σιδηροῦν. |
| book 43.1 | [μέγα βάλλετο φᾶρος] μέγα δὲ ἱμάτιον ὅτι μέγας ἦν. πρεπώδης δὲ |
| book 43.2 | 〈ἡ〉 στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι· ἡνίκα δὲ ἐπὶ πόλεμον, ὄμματα καὶ κε‐ |
| book 43.3 | φαλήν· ἡνίκα δ’ ἐπὶ ἐπισκοπὴν, τὴν λεοντῆν. τὸ δὲ φᾶρος καὶ ἐπὶ γυ‐ |
| book 43.4 | ναικῶν. |
| book 44.1 | * [πέδιλα] παρὰ τὸ—περιτίθεσθαι, ἢ παρὰ τὴν |
| book 44.2 | ἕλην—θερμαίνοντα. |
| book 45.1 | * [ξίφος] σπάθη, παρὰ τὸ σπᾶσθαι αὐτὴν τῆς θήκης. |
| book 45.2 | * [προσεβήσετο] ἀπὸ μέλλοντος μετήχθη εἰς παρεληλυθότα· ἔστι |
| book 45.3 | παρατατικὸς παθητικός. |
| book 45.4 | * [Ὄλυμπον] αἱ γὰρ ἀκρώρειαι πρῶτον φωτίζονται. |
| book 53.1 | * [ἵζε] τὸ ἵζε ἡ κοινὴ συστέλλει—βασιλεῖς λέγων. |
| book 53.2 | γέγονε δὲ τοῦτο παρὰ τὸ ἕζω ἵζω. τὸ ἕζω παρὰ |
| book 53.3 | τὸ ἕω τὸ κάθημαι. |
| book 53.4 | [γερόντων] γέροντας τοὺς γερασμίους ἐνταῦθά φησι διδάσκων ὅτι |
| book 53.5 | δεῖ—τοῖς ἤθεσιν. |
| book 56 | [ἐνύπνιον] τὸ ἐνύπνιον ἐπίρρημα ἀντὶ τοῦ ἐνυπνίως. |
| book 58 | * [φυήν τ’ ἄγχιστα] ἴσως τὸ ἐξ εἴδους καὶ ψυχῆς φυὴν καλεῖ. |
| book 73 | * [πειρήσομαι] ἀπόπειραν—ἢ ἀνάγκῃ. |
| book 74.1 | [πολυκλήϊσι] τὰ ἔχοντα τὸ η εἰς ι μακροκατάληκτα ἐν τῇ συν‐ |
| book 74.2 | θέσει ἀναδίδωσι τὸν τόνον. |
| book 74.3 | * ἐξ οὗ πολυκώποις—καθέδραι. |
| book 74 | * διὰ τί ἀστρατηγικῶς φεύγειν τοῖς ὄχλοις προστάσσει Ἀγαμέμνων; |
| book 74.5.1 | ῥητέον ὅτι τῇ μεταγωγῇ τῶν πραγμάτων νεωτέρας τὰς ψυχὰς ποιῆσαι |
| book 74.5.2 | ἐβουλήθη, ὅπως ἐπιθυμίᾳ τῶν πατρίδων ἐπιτέμωνται τὸν χρόνον τοῦ |
| book 74.5.3 | πολέμου. |
| book 75.1 | * [ὑμεῖς—ἐρητύειν ἐπέεσσιν] μισεῖ γὰρ τοὺς ῥιψο‐ |
| book 75.2 | κινδύνους στρατηγοὺς ὁ στρατός. |
| book 76 | * [τοῖσι δ’ ἀνέστη] ἔθος ἦν τὸ παλαιὸν ὀρθοὺς δημηγορεῖν. |
| book 80-82.1 | * διὰ τί κόλακα τὸν Νέστορα παρεισάγει Ἀγαμέμνονος λέ‐ |
| book 80-82.2 | γοντα· «εἰ μέν τις τὸν ὄνειρον—εὔχεται εἶναι»; ῥητέον |
| book 80-82.3 | οὖν ὅτι φιλοσοφικῷ ἐνθυμήματι χρῆται πιστεύσας τῷ ὀνείρῳ, ὁποῖόν τι |
| book 80-82.4 | Μένανδρος ἐπεφώνησεν εἰπών· |
| book 80-82.5.1 | ἃ γὰρ μεθ’ ἡμέραν τις ὑπερεσπούδασεν, |
| book 80-82.5.2 | καὶ ταῦτα νύκτωρ 〈εἶδεν〉. |
| book 80-82.5.3 | εἰδὼς δὲ ἐνθυμούμενον τὰ τοῦ πολέμου τὸν Ἀγαμέμνονα εἰκότως εἴ‐ |
| book 80-82.5.4 | ρηκεν ἀληθῆ τὸν ὄνειρον εἶναι. |
| book 82.1 | * [νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος] ἀληθῆ γὰρ δοκεῖ ὅσα θεοὶ, φη‐ |
| book 82.2 | σὶ, ἀξιολόγους ἄνδρας διδάσκουσι λέγειν. |
| book 82.3 | * οἷς γὰρ οἰκεῖον τὸ μεριμνᾶν, τούτοις—οὐκ ἂν ψεύ‐ |
| book 82.4 | σαιτο. |
| book 86.1 | [σκηπτοῦχοι βασιλῆες] καὶ γέροντες γὰρ καὶ ἱερεῖς ἐσκηπτρο‐ |
| book 86.2 | φόρουν. |
| book 96 | * [ἐννέα δὲ—κήρυκες] οἱ τῶν ἐννέα γερόντων— |
| book 96 | Στέντωρ. |
| book 101.1 | [τὸ μὲν Ἥφαιστος κάμε τεύχων] ὅπερ ὁ Ἥφαιστος ἔτευξε κα‐ |
| book 101.2 | μών. ἔστι δὲ ἀντιστροφή. |
| book 102 | * [Ἥφαιστος μὲν] ὁ τρόπος κλίμαξ. |
| book 104.1 | * Ἑρμείας] ἀλόγως διὰ τῆς ει διφθόγγου γράφεται· γίνονται |
| book 104.2 | γὰρ τοιαῦται παραγωγαὶ διὰ τοῦ ιας καὶ εας. καὶ εἰ μὲν διὰ τοῦ ιας, |
| book 104.3 | διὰ τοῦ ι μόνου γράφεται, εἰ δὲ εὑρεθῇ ἔχοντα τὴν ει δίφθογγον, |
| book 104.4 | κατὰ πλεονασμὸν τοῦ ι ἐστὶ, πλὴν τοῦ παρείας· ἐκ γὰρ τοῦ παρειά |
| book 104.5.1 | ἔχει τὴν ει δίφθογγον· γέγονεν οὖν ἀπὸ 〈τοῦ〉 ἐρέω Ἑρέας καὶ Ἑρμέας |
| book 104.5.2 | πλεονασμῷ τοῦ μ, ὡς ἐν τῷ μάλευρον, μοχλός, χερμάδιον, τέκμωρ, |
| book 104.5.3 | ἀχυρμίαι, μεῖραξ, μία, ἀκμή, 〈καὶ〉 ἐρίζω ἐριζαίνω ἐριδαίνω καὶ |
| book 104.5.4 | ἐριδμαίνω, καὶ 〈σκύζω σκυζαίνω σκυδαίνω καὶ〉 σκυδμαίνω· «Ἥρη, |
| book 104.5.5 | μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν» (Il. XXIV, 65), 〈καὶ〉 ἀμβροσίη. |
| book 104.10.1 | διὰ δὲ τοῦ α παρὰ τῷ ποιητῇ 〈Ἑρμείας καὶ〉 Αἰνείας καὶ Αὐγείας. |
| book 104.10.2 | * [ἄναξ] ἀντὶ τοῦ θεός. |
| book 104.10.3 | * [Θυέστ’] ἀντὶ τοῦ Θυέστης ἢ ἀντὶ τοῦ Θυέστα, ἵνα ᾖ Θυέστα ἡ |
| book 104.10.4 | εὐθεῖα. μεταπλασμὸς δὲ τοῦτο καλεῖται ὡς τὸ «μητίετα Ζεύς.» |
| book 104.10.5 | χρῶνται δὲ αὐτῷ κατ’ ἐξουσίαν οἱ ποιηταί. καίτοι τὸ α οὐκ ἔστι κατα‐ |
| book 104.15.1 | ληκτικὸν ἀρσενικοῦ ὀνόματος. ἢ νοήσωμεν ὅτι κτητικὴν ἀντὶ εὐθείας |
| book 104.15.2 | εἶπε; πολλάκις γὰρ καὶ τοῦτο ποιεῖ. |
| book 107.1 | * [λεῖπε φορῆναι] μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυχρόνιος |
| book 107.2 | καὶ παλαιὸν τροφῆς ἀξίωμα. |
| book 114 | * [κακὴν ἀπάτην] ἔστι γὰρ—βουλεύεσθαι. |
| book 117 | * [πολλάων πολίων] ἄδηλον εἴτε καθολικῶς—δεῖξαι |
| book 117 | τοῦ θεοῦ. |
| book 118.1 | * [τοῦ γὰρ κράτος] Πυθαγόρας φησὶ—τίς οὖν ἂν |
| book 118.2 | εἴην ἐγὼ; |
| book 122.1 | * [ἀνδράσι παυροτέροισι] οἱ μὲν γὰρ Τρῶες—δεκα‐ |
| book 122.2 | τέσσαρας. |
| book 125 | λέξασθαι] ἀπὸ κοινοῦ τὸ «ἐθέλοιμεν». |
| book 129 | * [πλέας] ἀπὸ τῆς πλέες εὐθείας. |
| book 131.1 | * [ἐγχέσπαλοι] ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μήποτ’ ἄρα |
| book 131.2 | εἶεν κλασθέντα. οἱ τὰ δόρατα |
| book 131.3 | πάλλοντες. |
| book 132.1 | * [οἵ με μέγα πλάζουσι] ἀπείργουσι τῆς πολλῆς— |
| book 132.2 | τὸ κοινόν. |
| book 132.3 | [οὐκ εἰῶσι] ἡ δὲ διάλεκτος τοῦ «οὐκ εἰῶσι» Ἰάς. |
| book 132.4 | * [ποτιδέγμεναι] προσθεὶς δὲ τὸ «ποτιδέγμεναι», ὀρθῶς καὶ κατ’ ἐπι‐ |
| book 132.5 | κράτησιν τοῦ θηλυκοῦ πεπλεόνακεν εἰπὼν οὕτως καὶ οὐ ποτιδέγμενοι. |
| book 144.1 | * [κύματα μακρὰ] παραβολὴ τὸ σχῆμα—ἐναργεσ‐ |
| book 144.2 | τέραν. |
| book 145.1 | * [πόντου Ἰκαρίοιο] κεκλημένου οὕτως ἀπὸ Ἰκάρου— |
| book 145.2 | Καλλίμαχος ἐν Αἰτίοις |
| book 157.1 | * [αἰγιόχοιο] αἰγίς—Εὐφορίων |
| book 157.2 | * [αἰγιόχοιο] 〈παρὰ δὲ τὸ αἴξ καὶ τὸ ὀχή. ὀχὴ δὲ τὸ εὐωχία〉 |
| book 157.3 | ἐλλείψει τοῦ ε ὡς πολλάκις, καὶ δίχα τοῦ υ ὡς τέχνη, 〈καὶ συστολῇ |
| book 157 | τοῦ ω〉. |
| book 159.1 | * [νῶτα θαλάσσης] ἰστέον ὅτι οὐδετέρως—τὸν νῶ‐ |
| book 159.2 | τον. |
| book 158-159.1 | [οὕτω δὴ—φεύξονται] οὕτως ἀδόξως εἰς φυγὴν |
| book 158-159.2 | τραπήσονται. ἐκ τοῦ φεύγω. |
| book 161.1 | * [Ἀργείην] ἐκ τοῦ Ἄργος Ἀργεία καὶ Ἰωνικῶς 〈Ἀργείη〉. |
| book 161.2 | Ἀργείην τὴν Πελοποννησιακήν. |
| book 163.1 | * [ἀλλ’ ἴθι νῦν] οὐκ ἄτοπος καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπη‐ |
| book 163.2 | ρεσία. |
| book 164 | ἀγανοῖς] πρᾳοῖς καὶ ὑπάγεσθαι δυναμένοις. |
| book 170 | [ἐϋσσέλμοιο] σέλματα αἱ σανίδες. |
| book 171 | [ἐπεί μιν ἄχος] ἄχος ἐστὶν ἡ ἄφωνος ἀνία. |
| book 173 | * [διογενὲς Λαερτιάδη] τὸ σχῆμα—προσαγορεύεται. |
| book 175 | πεσόντες] οὐκ ἐμβάντες, 〈ὅ ἐστι σύμβολον〉 ἀτάκτου φυγῆς. |
| book 181.1 | [ἀμφιελίσσας] ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνομένας ἢ εἰς |
| book 181.2 | ἑκάτερα μέρη στρεφομένας. |
| book 183.1 | [βῆ δὲ θέειν] ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. |
| book 183.2 | [ἀπὸ δὲ χλαῖναν βάλε] ἀπεδύσατο τὴν χλανίδα διὰ τὸ μὴ ἐμποδί‐ |
| book 183.3 | ζεσθαι ἐν τῷ τρέχειν, ἢ ἵνα μὴ δοκῇ ἐναντίος εἶναι τῷ βασιλεῖ τὸ |
| book 183.4 | σκῆπτρον φέρων καὶ τὴν στολὴν ἐφειμένος. λαμβάνει δὲ τὸ σκῆπτρον, |
| book 183.5 | ἵνα δοκῇ σὺν τῇ τοῦ βασιλέως γνώμῃ τούτους κωλύειν. |
| book 184.1 | [κῆρυξ Εὐρυβάτης] ἕτερος δὲ ἦν οὗτος ὁ Εὐρυβάτης καὶ ἕτε‐ |
| book 184.2 | ρος ὁ ἄνωθεν εἰρημένος τοῦ Ἀγαμέμνονος· οὗτος γὰρ δοῦλος ἦν αὐτῷ. |
| book 184.3 | Ἰθακήσιος] ἕκαστος γὰρ τῶν βασιλέων εἶχεν ἰδίους κήρυκας. |
| book 186.1 | * [ἄφθιτον αἰεί] ποιητικῶς τοῦτο πέπλασται· τὸ μὲν ἀθάνατον |
| book 186.2 | ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων. |
| book 190.1 | * [δαιμόνιε] τὸ δαιμόνιε ποτὲ μὲν δηλοῖ τὸν ἀγαθὸν, ποτὲ δὲ |
| book 190.2 | τὸν φαῦλον. |
| book 190.3 | * αὕτη ἡ λέξις τῶν μέσων ἐστὶ—ἀνθρώπου. |
| book 191 | * αὐτός] ἀντὶ τοῦ σύ. |
| book 194.1 | * [ἐν βουλῇ δ’ οὐ πάντες] μετρίως ἵνα μὴ καταισχύνῃ— |
| book 194.2 | μὴ οὐκ ἠκούσαμεν; |
| book 195 | * [μήτι] τὸ δὲ «μήτι» διστακτικόν ἐστιν. |
| book 196.1 | * [θυμός] ὁ θυμὸς παρὰ τῷ ποιητῇ σημαίνει εʹ· τὴν ὀργὴν, ὡς |
| book 196.2 | τὸ «θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων», ἢ τὴν ψυχὴν, ὡς |
| book 196.3 | ὅταν εἴπῃ· «μελιηδέα θυμὸν ἀπηύρα» (Il. X. 495. Od. XI. 203): τὴν |
| book 196.4 | ἐπιθυμίαν, ὡς τὸ «ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ» (Od. V. 126): |
| book 196.5.1 | τὸ ἐπιλογισμὸν, ὡς τὸ «ἕτερος δέ με θυμὸς ἀνῆκε» (Od. IX. 302), καὶ |
| book 196.5.2 | τὴν ὁμόνοιαν, ὡς τὸ «ἀλλ’ ἕνα θυμὸν ἔχοντες νόῳ καὶ ἐπίφρονα βουλήν». |
| book 196.5.3 | (Od. III. 128.) |
| book 199.1 | * [τῷ σκήπτρῳ ἐλάσασκε] οἱ γὰρ θρασεῖς κολακευόμενοι ἐπαί‐ |
| book 199.2 | ρονται. πῶς οὖν δημοχαριστὴς 〈κατὰ τοὺς τραγικοὺσ〉 Ὀδυσσεύς; |
| book 200.1 | * [ἀτρέμας—ἄκουε] ἵνα ἐκεῖνοι τούτων ἀκούοιεν καὶ |
| book 200.2 | ἔκδηλος ἡ βουλὴ γένηται. |
| book 201 | * [σέο] ὀρθοτονητέον τὴν «σέο.» |
| book 204.1 | * [οὐκ ἀγαθὸν] οὕτως γοῦν ἡ Περσῶν ἀρχὴ—ἀφ’ |
| book 204.2 | οὗ φθορά. |
| book 205 | [ἀγκυλομήτεω] τρία δηλοῖ τὸ ἀγκύλον παρὰ τῷ ποιητῇ· τὸ |
| book 205.1 | σκολιόν—ὡς τὸ «ἀγκύλον ἅρμα.» |
| book 205.2 | * ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη—ὥς φησι καὶ ἡ Δη‐ |
| book 205.3 | μώ, ἢ ὁ ἐν τοῖς σκολιοῖς πράγμασιν εὐμήχανος. |
| book 212 | * [Θερσίτης] Οἰνεὺς καὶ Ἄγριος—Δία. |
| book 215.1 | * [ἀλλ’ ὅ, τι οἱ εἴσαιτο γελοίϊον] ἀναφορικὸν τὸ «ὅτι». Ἀττικοὶ |
| book 215.2 | δὲ γράφουσι γελοῖος. |
| book 216.1 | [ἔμμεναι] Ἀττικὸν τὸ «ἔμμεναι»· οἱ γὰρ Ἀττικοὶ τὰ εἰς ναι ἀπα‐ |
| book 216.2 | ρέμφατα διὰ τοῦ μεναι προφέρουσιν, οἷον θεῖναι, θέμεναι, δοῦναι |
| book 216.3 | δόμεναι. |
| book 217 | φολκὸς] ὁ στραβός, οἷον φαολκός, ὁ τὰ φάη εἱλκυσμένος. |
| book 219.1 | φοξὸς] ὁ ὀξυκέφαλος· εἴρηται δὲ ἀπὸ τῶν κεραμικῶν ἀγγείων |
| book 219.2 | —ἀπωξυμμένων. |
| book 220.1 | «ζητεῖ τοι συνετὸς συνετὸν φίλον, ἄφρονα δ’ ἄφρων.» |
| book 220.2 | * [ἔχθιστος δ’ Ἀχιλῆι] ἰστέον ὅτι ὁ Ἀχιλλεὺς—ἐνεχθέν‐ |
| book 220.3 | των χαμαί· ἦλθον γὰρ καὶ αὗται συμμαχεῖν τοῖς Τρωσὶ μετὰ τὸν |
| book 220.4 | Ἕκτορος θάνατον. |
| book 226.1 | * [πλεῖαι] οὐκ ἀπὸ τοῦ πλείων, ἀλλ’ ἀπὸ τοῦ πλεῖος, ἀφ’ οὗ |
| book 226.2 | παρ’ αὐτῷ· «πλεῖοι μέλανος θανάτοιο» (Od. XII. 92) καὶ τοῦτο. |
| book 226.3 | [χαλκοῦ] τὸν χαλκὸν προετίμησεν, ἐπειδὴ τοῖς ἀρχαίοις σφόδρα τί‐ |
| book 226.4 | μιος ἦν ὁ χαλκός. |
| book 229.1 | [ἢ ἔτι καὶ χρυσοῦ] τὸ «ἔτι» τὴν παράτασιν 〈τῆς ἀπληστίασ〉 |
| book 229.2 | τοῦ Ἀγαμέμνονος δηλοῖ. |
| book 230 | [Ἰλίου υἷος ἄποινα] ἔξωθεν τὸ «ὑπέρ», ἵν’ ᾖ ὑπὲρ τοῦ υἱοῦ. |
| book 235.1 | πέπονες] ποτὲ μὲν οἱ ἥδιστοι καὶ θαυμαστοί, ποτὲ δὲ οἱ ἀσθε‐ |
| book 235.2 | νεῖς, ἀπὸ μεταφορᾶς τῶν ἀκμαίων πεπόνων, οἳ τῇ μὲν γεύσει εἰσὶν ἡδεῖς, |
| book 235 | τῇ δὲ ἁφῇ μαλακοὶ καὶ εὐένδοτοι. |
| book 237.1 | γέρα πεσσέμεν] ἤτοι τὰς τιμὰς κατέχειν—δυνά‐ |
| book 237.2 | μεως οὐ πέπτεται. |
| book 239 | * [ἕο] ἐμοῦ, σοῦ, οὗ καὶ διαλύσει Ἰωνικῇ εἰς ε καὶ ο ἕο. |
| book 241 | [μεθήμων] ἔκλυτος, ἀφ’ οὗ καὶ μέθη. |
| book 246.1 | * [ἀκριτόμυθε] ἢ ἐν τῷ λέγειν ἄκραν μὴ ἔχων, ἢ ὁ κόρον μύ‐ |
| book 246.2 | θου φέρων μηδόλως. |
| book 247 | [μηδ’ ἔθελε] ἀεὶ ἐθέλω φησὶν ὁ ποιητής. |
| book 248.1 | * [βροτὸν] βρότος παροξυτόνως τὸ μετὰ κόνεως μιγὲν ἀνθρώ‐ |
| book 248.2 | που αἷμα. |
| book 249.1 | * [Ἀτρείδῃς’] οὗτοι δὲ ἦσαν κατὰ μὲν τὸ σύνηθες— |
| book 249.2 | παῖδες ἐκλήθησαν. |
| book 252.1 | [οὐδέ τί πω σάφα ἴδμεν] ἐντέχνως πρὸς τὸν Θερσίτην λέγων |
| book 252.2 | κοινῶς πρὸς τοὺς Ἕλληνας ἀποτείνεται. |
| book 258.1 | * [εἴκ’ ἔτι ς’ ἀφραίνοντα] ὁριστικὴν ἔχει τὴν σύνταξιν τὸ «εἴκ’ |
| book 258.2 | ἔτι ς’ ἀφραίνοντα κιχήσομαι», ὥστε συναπτικός ἐστιν ὁ «κέ»· σημαίνει |
| book 258.3 | γὰρ τὸ «εἰ ἔτι σε κιχήσομαι». |
| book 260.1 | * [μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην] ἀντὶ τοῦ τελευ‐ |
| book 260.2 | τήσαντος τοῦ Τηλεμάχου· τὴν γὰρ δευτέραν ἀρὰν κατ’ αὐτοῦ τοῦ |
| book 260.3 | παιδὸς ἐποιήσατο. |
| book 266 | [πλῆξεν] νῦν μὲν ἁπλῶς ἔπληξε, μετὰ δὲ ταῦτα ἀποδύσας. |
| book 267 | [μεταφρένου] ὑποκάτω τοῦ ἰνίου τόπος. |
| book 267bis.1 | [ἐξυπανέστη] διὰ μὲν τῆς ἐξ τὴν 〈εἰσ〉 εὐθύ, διὰ δὲ τῆς ὑπό |
| book 267bis.2 | τὴν κατ’ ὀλίγον, διὰ δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. |
| book 269 | [ἀχρεῖον] χρῶ ῥῆμα ὃ δηλοῖ τὸ ἅπτομαι, οὗ παραγωγὸν χραύω, |
| book 269 | καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρεῖον ἤτοι ἀσθενές. |
| book 269bis.1 | τὸ σχόλιον τοῦτο ἰαμβικόν· |
| book 269bis.2 | ὡς αἰσχρόν ἐστιν μὴ καλῶν ἀπ’ ὀμμάτων |
| book 269bis.3 | κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν. |
| book 269bis.4 | [δάκρυ] κατὰ ἀποκοπὴν τοῦ δάκρυον. |
| book 270.1 | στικτέον μετὰ τὸ «ἀχνύμενοί περ,» —ἐχρήσατο ὁ |
| book 270.2 | ποιητής. |
| book 271 | * [ὧδε] κατὰ Ἀρίσταρχον—ἐκ προχείρου. |
| book 277 | [παρὰ δὲ γλαυκῶπις Ἀθήνη] ἐπεὶ ἔδει κήρυκος τῷ δημηγοροῦντι. |
| book 283.1 | * [ὅ σφιν] τρία εἴδη ῥητορικῆς· συμβουλευτικὸν— |
| book 283.2 | «ὦ μάκαρ Ἀτρείδη.» |
| book 289.1 | * [ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες] οἱ μὲν γὰρ εὐθὺς |
| book 289.2 | —φυλάσσονται μὴ κεκτημέναι. |
| book 293.1 | [ὅνπερ ἄελλαι] ὑπ’ ὄψιν αὐτοῖς ἄγει τὸ δυσχερὲς τῆς ἀνακομι‐ |
| book 293.2 | δῆς. |
| book 303.1 | * [χθιζά τε] κατεσμίκρυνε δὲ τὸν ἐννεαετῆ—τοὺς |
| book 303.2 | Ἕλληνας |
| book 303.3 | * [ἐς Αὐλίδα] Αὐλὶς ἐκλήθη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι, ὅ ἐστιν |
| book 303.4 | ἀθροισθῆναι, τὸν Ἑλληνικὸν στρατόν. |
| book 305.1 | [ἀμφὶ περὶ] οὐ διὰ τὸ μέτρον—συναγωγὴν διὰ |
| book 305.2 | τούτων ἐσήμανεν. |
| book 307.1 | * [πλατανίστῳ] τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ |
| book 307.2 | [ὅθεν ῥέει ἀγλαὸν ὕδωρ] διυδατίζεσθαι γὰρ ἀγαπᾷ ἡ πλάτανος. |
| book 308 | [δράκων] ὁ δράκων ἱερὸς τῆς Ἀθηνᾶς. οἱ στρουθοὶ διὰ τὸ |
| book 308.1 | πτηνοὶ εἶναι τὸν χρόνον δηλοῦσιν. ὁ λίθος, διὰ τὸ ἀκίνητον τὸ μὴ ὑπο‐ |
| book 308.2 | στραφῆναι τοὺς Ἕλληνας, ἀλλὰ τοὺς μὲν ἐκεῖ σφαγῆναι, τοὺς δὲ ἐν |
| book 308.3 | τῇ ὑποστροφῇ. τὸ δ’ ἐφ’ ὕψους κεῖσθαι, τὴν νεοσσιὰν τὴν ἠνεμόεσσαν |
| book 308.5.1 | Ἴλιον. τὸ 〈δὲ〉 δαφοινὸν τοῦ δράκοντος, τὸ ἐκ πολλῶν πόλεων συναθροι‐ |
| book 308.5.2 | σθῆναι τοὺς Ἕλληνας. ἡ δὲ τοῦ δράκοντος δι’ ὕδατος πορεία, τὴν δι’ |
| book 308.5.3 | ὕδατος ἄφιξιν τῶν Ἑλλήνων. τὸ δὲ ἀφεθῆναι τὴν νεοσσιὰν, τὸ μὴ |
| book 308.5.4 | παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. οἱ δὲ |
| book 308.5.5 | στρουθοὶ, καὶ τοὺς Τρῶας διὰ τὸ ἀσθενές. ἐλελιξάμενος δὲ ὁ δράκων |
| book 308.10.1 | καὶ τῆς μητρὸς ἐπελάβετο· οὐ γὰρ εὐθέως οἱ Ἕλληνες τῆς Τροίας |
| book 308.10.2 | ἐκράτησαν ἀλλ’ ἀναχθέντες ἀπὸ τῆς Τροίας 〈εἶτα〉 ὑποστρέψαντες. |
| book 308.10.3 | οὐκ ἐπεξηγεῖται δὲ τελείως τὴν μάντειαν, ἵνα μὴ λυπήσῃ τοὺς Ἕλλη‐ |
| book 308.10.4 | νας μὴ ὑποστρέψειν μαθόντας. |
| book 308.10.5 | [δράκων] οὗτινος δράκοντος τὸ ὄνομα ὁ Πορφύριος—ἐν |
| book 308.15 | τῇ εʹ τῶν ἀπόρων. |
| book 316.1 | * [ἐλελιξάμενος] ποιητικῶς καὶ Ἰωνικῶς γέγονεν ὁ ἀναδιπλα‐ |
| book 316.2 | σιασμὸς ἐκ τοῦ ἐλίσσω ἐλίξω καὶ ἠλιξάμην. |
| book 316bis.1 | * [πτερύγος] παροξυτόνως. ὁ μὲν κανὼν—γραμμα‐ |
| book 316bis.2 | τικῷ. |
| book 318 | [ἀρίδηλον] τροπῇ τοῦ ζ εἰς δ. |
| book 323.1 | [ἄνεῳ] ἐνταῦθα μετὰ τοῦ ι τὸ ἄνεῳ, ἐπὶ δὲ τοῦ «οἱ δ’ ἄνεω |
| book 323.2 | δὴν ἦσαν» (Od. XXIII, 93.), δίχα τοῦ ι. |
| book 325.1 | * [ὅου] τὰ ἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαι πλεονάζουσι |
| book 325.2 | τῷ ε. |
| book 328.1 | * [τοσσαῦτ’ ἔτεα πτολεμίζομεν] πολεμοῦμεν τοσαῦτα ἔτη. ἢ |
| book 328.2 | ὅτι τέλειος χρόνος ὁ ἐνιαυτός, ἢ ὅτι τρεῖς εἰσι χρόνοι δι’ ὧν πᾶς αἰὼν |
| book 328.3 | —ἐνιαυτούς. |
| book 328bis.1 | * τὸ σχόλιον τούτου τοῦ στίχου ἐστί· τοσαῦτα ἔτη 〈πολεμήσομεν |
| book 328bis.2 | αὐτόθι〉. |
| book 329 | [τῷ δεκάτῳ] ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν. |
| book 330.1 | [κεῖνός θ’ ὣς] ὁ τέ ἐστὶ κατὰ συναλοιφήν· κακῶς γὰρ ὅσοι |
| book 330.2 | ἐκδέχονται τὸ τώς μόριον βουλόμενοι αὐτὸ ἀνταποδοτικὸν εἶναι. ὁ μὲν |
| book 330.3 | Ἡρωδιανὸς ὡς «τὼς δέ ς’ ἀπεχθήρω» (Il. III, 415.), ὁ δὲ Ἀρίσταρ‐ |
| book 330.4 | χος· «κεῖνός θ’ ὣς ἀγόρευε» |
| book 330bis.1 | * [νῦν πάντα τελεῖται] τὸ νῦν πρὸς τὸ «χθιζά τε» φησὶ, καὶ τὸ |
| book 330bis.2 | τελεῖται ἀντὶ τοῦ τελεσθήσεται |
| book 334 | [κονάβησαν] ἴδιος ἦχος τῶν πεπληγότων ξύλων κόναβος. |
| book 336 | [Νέστωρ] παρρησιαστικὸς διὰ τὸ γῆρας ὁ Νέστωρ |
| book 339.1 | * [πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν] ἐν δισταγμῷ· |
| book 339.2 | «ποῦ ἄρα τελευτήσει τὰ τῶν ὅρκων ἡμῖν.» ἀπολύτως δὲ προενεκτέον |
| book 339.3 | 〈τὸ «ἡμῖν»〉. |
| book 339.4 | [πῇ δὴ] ἐκ τοῦ ποῦ, τροπῇ τοῦ ο εἰς η καὶ τοῦ υ εἰς ι. |
| book 340.1 | * [ἐν πυρὶ δὴ βουλαί τε γενοίατο] οὐκέτι βουλῶν— |
| book 340.2 | τὸ ὠφελοῦν. |
| book 346 | * [ἕνα καὶ δύο] εὐφυέστερον—τοιοῦτον. |
| book 347.1 | [ἄνυσις] ψιλοῦται· τὸ γὰρ α—ἡ τοῦ Διὸς ὑπόσχεσις. |
| book 347.2 | * ἀμφίβολος ὁ λόγος—εὑρέσθαι τοῦ πολέμου |
| book 348 | * [πρὶν .... πρὶν] τὸ δεύτερον «πρίν» ἕως ἂν σημαίνει. |
| book 349.1 | * [γνώμεναι] ὥστε πρὸ τοῦ δέοντος—πρὶν γνῶμεν |
| book 349.2 | τὴν Διὸς γνώμην. |
| book 353.1 | * ἀστράπτων] καὶ Εὐριπίδης 〈ἐν〉 Παλαμήδει· «Πάλαι δή 〈σ’〉 |
| book 353.2 | ἐξερωτῆσαι θέλων σχολή μ’ ἀπεῖργεν.» |
| book 355.1 | [πρίν τινα] μέγιστον γὰρ πρὸς κόλασιν οἱ παλαιοὶ ᾤοντο τὸ τὰς |
| book 355.2 | γυναῖκας τῶν πολεμίων ἑλέσθαι. |
| book 356.1 | [τίσασθαι δ’ Ἑλένης ὁρμήματα] ἀνθ’ ὧν ὑπέμεινε φροντίδων |
| book 356.2 | καὶ στεναγμῶν ἁρπαγεῖσα· κατὰ γὰρ τὸν ποιητὴν ἐνταῦθα ἄκουσα |
| book 356.3 | ἡρπάγη. |
| book 355-356.1 | * [πρίν τινα—τίσασθαι δ’ Ἑλένης ὁρμήματά |
| book 355-356.2 | τε στοναχάς τε.] μὴ πρὶν ἡμᾶς τιμωρίαν λαβεῖν ἀντὶ τῶν γενομένων |
| book 355-356.3 | ἡμῖν δι’ Ἑλένην στεναγμῶν καὶ κακῶν, τιμωρῆσαι δὲ καὶ βοηθῆσαι |
| book 355-356.4 | τῇ Ἑλένῃ καὶ ἀμύνεσθαι ὑπὲρ αὐτῆς ἀνθ’ ὧν ὑπέμεινε φροντίδων. |
| book 359.1 | * [πρόσθ’ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ] ἵνα εὐθὺς πρὸ |
| book 359.2 | πάντων—τὴν εἱμαρμένην. |
| book 360.1 | * [ἀλλὰ, ἄναξ] ἀποστρέφει δὲ τὸν λόγον—ἀπο‐ |
| book 360.2 | στροφή. |
| book 360.3 | [ἄναξ] ἄνακτα νῦν καλεῖ τὸν Ἀγαμέμνονα, οὐκ Ἀτρείδην, φοβερώ‐ |
| book 360.4 | τερον αὐτὸν καθιστῶν. |
| book 360bis | * [αὐτός τ’ εὖ μήδεο] ἀρίστου γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον. |
| book 360ter.1 | [οὔτοι ἀπόβλητον ἔπος] διδάσκει τοὺς βασιλεῖς μὴ ἀποβαλέσθαι |
| book 360ter.2 | τὸ παρ’ ἑτέρων τὰ λῴονα διδάσκεσθαι. |
| book 362.1 | * ζητεῖται διὰ τί ταύτην τὴν τάξιν—διάταξιν εἰσ‐ |
| book 362.2 | άγει. |
| book 363 | * [φρήτρη] παρὰ τὸ φράζω φράτρη, φράτρα, φρήτρη. φρή‐ |
| book 363.1 | τρας τὰς τριττῦς, ὅ ἐστι τρίτον τῆς φυλῆς. |
| book 363.2 | [ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ] τοῦτο δὲ ἵνα μήτε περιορῷεν τὴν |
| book 363.3 | συγγένειαν μήτε ἑαυτούς. |
| book 366.1 | * [κατὰ σφέας γὰρ μαχέονται] οὕτω γὰρ ἂν προθύμως καὶ |
| book 366.2 | κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος μαχήσεται. |
| book 370.1 | * [αἰ γάρ] ἐντεῦθέν τινες νοοῦσι γεγονέναι τὸν ποιητὴν Ἀθη‐ |
| book 370.2 | ναῖον· τὸ γὰρ «Ἀθηναίη» Ἀττικὸν, καὶ ἴδιον εἶναι τὸν ὅρκον τῶν |
| book 370.3 | Ἀθηναίων. |
| book 372.1 | * [τοιοῦτοι δέκα μοι συμφράδμονες] Εὐριπίδης· «σοφὸν γὰρ |
| book 372.2 | —πλεῖστον κακόν». |
| book 377 | * [εἵνεκα] ἕνεκα καὶ κατὰ πλεονασμὸν 〈τοῦ ι εἵνεκα. |
| book 379.1 | [εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν] πῶς οὐ παρακαλεῖ τὸν |
| book 379.2 | Ἀχιλλέα; ἢ αἰδεῖται χωρὶς ἀνάγκης, ἢ τῷ ὀνείρῳ θαρρεῖ. |
| book 381.1 | [δεῖπνον] ἄριστον τὸ πρόγευμα, τὸ πρωϊνόν· δεῖπνον παρὰ τοῖς |
| book 381.2 | ἀρχαίοις τὸ παρ’ ἡμῖν γεῦμα, μεθ’ ὃ δεῖ πονεῖν· δόρπον ἡ ἑσπερινὴ |
| book 381.3 | τροφὴ, δόροπόν τι οὖσα μετὰ τὴν παῦσιν τῶν δοράτων γενομένη. |
| book 381.4 | [Ἄρηα] τετραχῶς ὁ Ἄρης παρὰ τῷ ποιητῇ· ἐνταῦθα ὁ πόλεμος, |
| book 381.5.1 | καὶ σίδηρος, ὡς τὸ «αἵματος ἆσαι Ἄρηα ταλαύρινον» (Il. V, 289): |
| book 381.5.2 | ὁ θεός, ὡς τὸ «Ἆρες Ἄρες βροτολοιγέ» (Il. V, 31 et 455), καὶ ἡ πληγή, |
| book 381.5.3 | ὡς τὸ «ἔνθα μάλιστα γίνετ’ Ἄρης ἀλεγεινός» (Il. VIII, 568—569). |
| book 385.1 | * [κρινώμεθ’ Ἄρηι] καλὸν δυσχερῆ ἐλπίζειν· ἢ γὰρ ἀποβάν‐ |
| book 385.2 | των—ἐχάρημεν |
| book 388 | [τελαμὼν] ὁ πλατὺς λῶρος, ἀφ’ οὗ ἤρτηται ἡ ἀσπίς. |
| book 389 | [ἀμφιβρότης] ἡ πανταχόθεν τὸν βροτὸν σκέπουσα ἀσπίς· |
| book 389 | ἀνδρομηκέσι γὰρ—παλαιοί. |
| book 389bis.1 | * [ἀμφιβρότης] ἐν τῇ συνθέσει προλαμβάνει τὸ μ τὸ βροτός |
| book 389bis.2 | —ἴσως δὲ διὰ 〈τὸ〉 προϊέναι. |
| book 393.1 | * [ἐσσεῖται] Ἀττικόν ἐστι, καὶ ἔσεται καὶ ἔσσεται. ὁ δὲ λόγος· |
| book 393.2 | τῷ δὲ θέλοντι φυγεῖν—διασπασθῆναι. |
| book 395.1 | [ἀκτῇ] ἀκτὴ ὁ παραθαλάσσιος—ὅ ἐστι ῥήσσεσθαι |
| book 395.2 | τὰ κύματα. |
| book 397 | * [γένωνται] Ἴωνες τὸ εἶναι γενέσθαι φασίν. |
| book 398 | * [ἀνστάντες] συγκοπὴ τοῦ ἀναστάντες. |
| book 400.1 | * [ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων] καὶ Πίνδαρος· |
| book 400.2 | «ἄλλα δ’ ἄλλοισιν νόμιμα, σφετέραν δ’ αἰνεῖ δίκαν ἕκαστος.» |
| book 400.3 | τὸ γὰρ θεῖον φύσει μὲν ἓν, θέσει δὲ πολύ. |
| book 400.4 | —Ἑλληνικὸν δὲ ἐπὶ τοὺς θεοὺς ἔχειν τὴν ἐλπίδα, ὃ οὐ |
| book 400.5 | ποιοῦσιν οἱ Τρῶες. |
| book 400-402.1 | δεικνύει ὅτι πολύκλητοι ἦσαν· ἕκαστος γὰρ τοῖς πατρίοις |
| book 400-402.2 | θύει. ἀλλὰ τοῖς μὲν ἄλλοις ἤρκει τὸ ζῆν καὶ μόνον εὔχεσθαι, τῷ δὲ |
| book 400-402.3 | βασιλεῖ τὸ εὐκλεῶς ζῆν· διὸ καὶ εὔχεται τὴν Ἴλιον ἑλεῖν. καλῶς δὲ ὁ |
| book 400-402.4 | βασιλεῦς τῷ βασιλεῖ τῶν θεῶν θύει καὶ τελειοτάτῳ τὸ μέγιστον τῶν |
| book 400-402.5 | ζῴων. |
| book 406.1 | * [Τυδέος] ἐκ τοῦ τυτθός, ὃ σημαίνει μικρόν· μικρὸς γὰρ ἦν τῇ |
| book 406.2 | ἡλικίᾳ. |
| book 408 | [βοὴν ἀγαθὸς] ἡ γὰρ δειλία—φωνήν |
| book 416-417 | * [χιτῶνα ..... ῥωγαλέον] ὡς τὸ κατερρωγότα ἱμάτια. |
| book 418 | * [ὀδὰξ] δάκω, δάξω, δάξ, 〈ὀδάξ〉. τοῦτο δὲ συμβαίνει τοῖς |
| book 418.1 | ὀδυνωμένοις. |
| book 418.2 | * [γαῖαν] τὸ δὲ «γαῖαν» ἀντὶ τοῦ γαίης. |
| book 435-436.1 | * [μηδ’ ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον] στρατηγικὴ |
| book 435-436.2 | διδασκαλία χρόνου φείδεσθαι—εἶπεν. |
| book 449.1 | [ἑκατόμβοιος] ἑκατὸν βοῶν ἄξιος τιμῆς ἤτοι νομισμάτων· οἱ γὰρ |
| book 449.2 | ἀρχαῖοι, ὑπερτιμῶντες τὸν βοῦν ὡς ἱερὸν, ἐνεχάραττον τῷ ἑνὶ μέρει τοῦ |
| book 449.3 | νομίσματος βοῦν, τῷ δὲ ἑτέρῳ τὸ τοῦ βασιλέως πρόσωπον. |
| book 461.1 | * [Ἀσίω] τὸ «Ἀσίω» γενικῆς πτώσεως—ἐν τῇ ὀρθο‐ |
| book 461.2 | γραφίᾳ. |
| book 461.3 | * ἡ εὐθεῖα Ἀσίας, ὡς εὐμελίας. |
| book 461.4 | οἱ μὲν ἆσιν ἔχοντι, ἀλλὰ πιστότερον τὸ κύριον αὐτῷ περιτιθέ‐ |
| book 461.5.1 | ναι ὄνομα ὡς 〈καὶ〉 τῷ ποταμῷ· ἔστιν οὖν ἀπ’ Ἀσίου ὃς ἦρξε Λυδίας. |
| book 461.5.2 | 〈ἐν γενικῇ δὲ αὐτὸ ἐκληπτέον〉 καὶ 〈χωρὶς τοῦ ι〉 ὁμοίως τῷ «ἐϋμελίω», |
| book 461.5.3 | ὡς Ἡρωδιανὸς ἐν τῇ καθόλου καὶ Πτολεμαῖος—ὀρνέων. |
| book 461.5.4 | [κλαγγηδὸν προκαθιζόντων] τὰ συναγελαστικὰ—ὑστε‐ |
| book 461.5.5 | ροῦντα. |
| book 467.1 | [Σκαμανδρίῳ] Σκαμάνδριον δὲ τὸ τῷ Σκαμάνδρῳ— |
| book 467.2 | πεδίον. |
| book 469-471.1 | * ἐπὶ τὸ «δεύει» ὑποστίζομεν τῆς ἀνταποδιδομένης— |
| book 469-471.2 | «ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην» (Il. VIII, 555), |
| book 469-471.3 | εἶτα ἐπιφέρει· «τόσσα μεσηγὺ νεῶν.» (Ib. v. 560) |
| book 469-471.4 | [ἠΰτε μυάων] πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος ἡ παραβολή. |
| book 470 | [ἠλάσκουσιν] καλῶς τὸ «ἠλάσκουσιν»· οὐ γὰρ διατέταται— |
| book 470 | εἰσιν. |
| book 471.1 | * [ὥρῃ ἐν εἰαρινῇ] τοῦτο γάρ φησι κατ’ ἐξοχὴν τῶν ἄλλων |
| book 471.2 | ὡρῶν |
| book 474.1 | [αἰπόλια] αἰπόλιον μὲν τὸ τῶν αἰγῶν πλῆθος, ποίμνιον δὲ 〈τὸ〉 |
| book 474.2 | τῶν προβάτων—τὸ τῶν ἵππων. |
| book 474.3 | πλατέα] ἐπειδὴ ἐν πλάτει πλείονι καὶ διαστήματι νέμονται αἱ αἶγες. |
| book 475.1 | [ἐπεί κε νόμῳ μιγέωσιν] ἐπὰν γὰρ πρὸς ἑσπέραν αἰπόλια πολλὰ |
| book 475.2 | ἀναμιχθῶσιν, οἱ αἰπόλοι—αἰπόλιον |
| book 478.1 | * [ἴκελος Διὶ] ἰστέον ὅτι τὸ ὅμοιος καὶ τὸ ἴσος καὶ τὸ ἴκελος δο‐ |
| book 478.2 | τικῇ συντάσσεται μόνα τῶν πρός τι. |
| book 480 | * [ἀγέλῃφι] ἐν τῇ ἀγέλῃ, ἐν τῷ πλήθει. |
| book 480-481.1 | * τὸ δὲ γένος προθεὶς τὸ εἶδος ἐπήνεγκε· γενικὸν μὲν γὰρ |
| book 480-481.2 | ὁ βοῦς ἐστιν, εἰδικὸν δὲ ὁ ταῦρος. |
| book 482.1 | [Ζεὺς ἤματι κείνῳ] ἐπεὶ ἄπιστα τὰ τῆς εἰκόνος τῷ Ἀγαμέμνονι |
| book 482.2 | προσήρμοσε, τῇ τοῦ Διὸς δυνάμει ταύτην πιστοῖ. |
| book 484.1 | [ἔσπετε] τὸ ἔσπετε ψιλοῦται· ἀπὸ γὰρ τοῦ ἔπω, τὸ λέγω. |
| book 484.2 | * [ἔσπετε νῦν μοι Μοῦσαι] ἐπὶ ἐργώδη καὶ θαυμασίαν— |
| book 484.3 | ὑμῶν γάρ ἐστι τὸ ἔργον. |
| book 484bis.1 | * ζητοῦσί τινες διὰ ποίαν αἰτίαν—πρὸς ἁπάσας τὰς |
| book 484bis.2 | Μούσας τὸν λόγον ποιεῖται καὶ γὰρ Ἡσίοδος Καλλι‐ |
| book 484bis.3 | όπην κυριωτέραν φησὶν οὕτως· «Καλλιόπη 〈θ’ ἣ〉 δὴ προφερεστάτη |
| book 484bis.4 | ἐστὶν ἁπασῶν». (Theog. v. 79) |
| book 490.1 | * [φωνὴ δ’ ἄρρηκτος] διὰ τοῦτο δηλοῖ ὅτι σῶμά 〈ἐστιν〉 ἡ |
| book 490.2 | φωνή. |
| book 490bis | * [φωνὴ] παρὰ τὸ ῥῶ τὸ λέγω. |
| book 1.1 | * [αὐτὰρ] ὁ δὲ αὐτὰρ σύνδεσμος συμπλεκτικὸς ἰσοδυναμῶν τῷ |
| book 1.2 | δέ· ταύτῃ δὲ διαφέρει αὐτοῦ ὅτι ὁ μὲν αὐτὰρ προτάσσεται, ὁ δὲ δέ ὑπο‐ |
| book 1.3 | τάσσεται. |
| book 1bis.1 | * Αὐτὰρ] ἐν τῇ συντάξει ζητοῦμεν εἰ στικτέον ἐπὶ τῶν τοιούτων· |
| book 1bis.2 | ὑποτελεία γάρ ἐστιν ἐπὶ τοῦ «δινήεντος», ἥτις τρίχρονος δύναται εἶναι· |
| book 1bis.3 | ἡ γὰρ κατὰ στοιχεῖα διαίρεσις γραμματικῶν ἐστι. ὁ μέντοι ποιητὴς |
| book 1bis.4 | 〈καὶ〉 ἡ τῶν πραγμάτων φύσις ἑνοῖ τὸ σωμάτιον καὶ τὰ ἔπη ἐν εἱρμῷ· |
| book 1bis.5.1 | ἐπιφέρει γοῦν ὁ ποιητὴς συνδεσμὸν τὸν «αὐτάρ» συνδήσας τοῖς προ‐ |
| book 1bis.5.2 | κειμένοις, καὶ τοῦτο ληπτέον εἰς τὸ μὴ κατὰ ῥαψῳδίας γεγραφέναι. ἐπὶ |
| book 1bis.5.3 | μέντοι τοῦ τέλους τοῦ σωματίου περισσὸν τὸ στίζειν· σιωπὴ γὰρ αὐτὸ |
| book 1bis.5.4 | ἐκδέχεται, οὐ στιγμή. |
| book 1bis.5.5 | * [κόσμηθεν] Δωρικὸν τὸ «κόσμηθεν». δηλοῖ δὲ ὅτι μετ’ εὐταξίας |
| book 1bis.10.1 | μάλιστα ὁ πόλεμος κατορθοῦται, δηλοῖ δὲ καὶ τὸ τῶν Ἑλλήνων εὔτακτον. |
| book 1bis.10.2 | * [κόσμηθεν] ὁ τρόπος μεταφορὰ—Πυθαγόρου εἴρηται |
| book 1bis.10.3 | εὐταξίᾳ δὲ πόλεμος κατορθοῦται. |
| book 1bis.10.4 | * [κλαγγῇ] ἐκ τοῦ κλῶ κλάζω, κλαγή, καὶ πλεονασμῷ τοῦ γ |
| book 1bis | κλαγγή. προσληπτέον δὲ τὸ σύν, ἵν’ ᾖ· σὺν κλαγγῇ καὶ ἐνοπῇ. |
| book 2.1 | * [ἐνοπῇ] ἐνοπῇ δὲ τῇ εἰς ὀπὴν ὤτων δυναμένῃ φέρεσθαι. |
| book 2.2 | * ὄρνιθες ὣς] ἀναστροφὴ ὁ τρόπος. |
| book 4 | * [χειμῶνα] τὴν Θρᾴκην λέγει χειμερίαν οὖσαν. |
| book 4bis.1 | * [ὄμβρον] τὰ ὑγρὰ κλίματά φησιν· οὐ γὰρ ἐν ὕδατι αἱ γέρανοι |
| book 4bis.2 | τρέφονται. |
| book 4bis.3 | * [Ὠκεανοῖο] τινὲς μέντοι ἐνόμιζον Ὠκεανὸν νῦν λέγεσθαι τὸν Νεῖλον. |
| book 4bis.4 | * [ῥοάων] διαίρεσις καὶ μετάθεσις τοῦ τόνου. |
| book 6.1 | * [Πυγμαίοισι] Πυγμαῖοι λέγονται ἢ ἀπὸ Πυγμαίου βασιλέως ἄρ‐ |
| book 6.2 | ξαντος τῆς χώρας, ἢ ὅτι εἰς μέτρον πυγμῆς συνεσταλμένοι εἰσί. πυγμὴ |
| book 6.3 | δέ ἐστιν ὁ πῆχυς, τὸ ἀπὸ ἀγκῶνος—μέρη τῆς Αἰγύπτου κατοι‐ |
| book 6.4 | κούντων. πλησίον τοῦ Ὠκεανοῦ— |
| book 6.5 | ποιούσαις τῇ χώρᾳ que Gen. II a ajoutée. |
| book 11.1 | * [ποιμέσιν] οὐ βουκόλοις—οἴστρους. |
| book 11.2 | * [νυκτὸς ἀμείνω] σημείωσαι· ἡ νὺξ τοῖς ποιμέσιν οὐ βλάβην φέρει· |
| book 11.3 | ἐν ἀσφαλεῖ γὰρ αὐτοῖς τὰ βοσκήματα φυλάσσεται· ἡ δὲ ὀμίχλη καὶ |
| book 11.4 | λίαν ἐπιβλαβής· ἐσκέδασται γὰρ αὐτοῖς ταῦτα ἐπὶ τὰς νομὰς ἐν τῇ |
| book 11.5.1 | ἡμέρᾳ, ὅθεν ὁπόταν ἐξαίφνης ἡ ὀμίχλη ἐπέλθῃ, εὐκόλως αὐτὰ ἀφαι‐ |
| book 11.5.2 | ροῦνται οἱ κλέπται· ὅθεν εἰκότως τὴν ὀμίχλην ἀμείνω τῆς νυκτός φησι |
| book 11.5.3 | τοῖς κλέπταις. |
| book 13.1 | * [κονίσαλος] ἡ παραγωγὴ παρὰ μέλλοντος· ὥσπερ γὰρ ἀπὸ τοῦ |
| book 13.2 | ἵξω ἴξαλος, οὕτως καὶ ἀπὸ τοῦ κονίσω κονίσαλος. τὸ δὲ «ἀελλής» ὡς τὸ |
| book 13.3 | ἀδεής καὶ 〈τὸ〉 ἀζαής· ὡς γὰρ παρὰ τὸ ἔλπω ἀελπτής, οὕτω παρὰ τὸ |
| book 13.4 | ἔλλω ἀελλής. |
| book 13.5.1 | * [κονίσαλος] Ἀριστοφάνης γράφει «κονισάλου». |
| book 13.5.2 | * ἄριστος κριτὴς ὁμοιοτήτων—τοῖς ὄμμασιν. |
| book 13.5.3 | * ἐκ τοῦ κόνις, τοῦτο 〈δὲ〉 παρὰ τὸ χέω· χόνις καὶ κόνις. |
| book 16.1 | * Τρῶσιν] ταῖς δοτικαῖς—ποιητής. |
| book 16.2 | διὰ τὴν συγγένειαν τῶν πτώσεων ὡς τὸ «Τρωσὶ μὲν προμάχιζεν» καὶ |
| book 16.3 | τὸ «Μυρμιδόνεσσιν ἄνασσε» (Il. I, 180) καὶ τὸ «πάντεσσι δ’ ἀνάσσειν» |
| book 16.4 | (Il. I, 288). Gen. II ajoute: ἀντὶ τοῦ πάντων. |
| book 19-20.1 | * ζητεῖται πῶς ὁ Ἀλέξανδρος—προσοφλήσῃ τὴν |
| book 19-20.2 | μέμψιν. |
| book 20.1 | * [δηϊοτῆτι] παρὰ τὸ δῃοῦσθαι—διακόπτεσθαι. |
| book 20.2 | ἐκ τοῦ δαίω δαΐω δήϊος δηϊοτής. |
| book 22.1 | [κεραὸν] 〈εὔκερων ἄρρενα· αἱ γὰρ θήλειαι〉 ἔλαφοι οὐ κερα〈το‐ |
| book 22.2 | φοροῦσι .....〉 τοῦτο. καὶ ἀρ〈σενικῶς .....〉 τὸν αἶγα· ἔλαφος |
| book 22.3 | δὲ 〈εἴρηται〉 παρὰ τὸ ἑλεῖν τοὺς ὄφεις· αἱ γὰρ ἔλαφοι, ὅτε ἀφανεῖς ὦσιν |
| book 22.4 | οἱ ὄφεις, τὸ κέρας αὐτῶν προστρίβουσι τῇ πέτρᾳ, ὃ θερμαινόμενον ποιεῖ |
| book 22.5 | ἀναθυμίασιν, ἧς μεταλαμβανόμενοι οἱ ὄφεις τῶν φωλεῶν ἐξίασιν. |
| book 24-25.1 | * ὥσπερ λέοντα παροξύνει λιμὸς—ἀγῶνα προτρέ‐ |
| book 24-25.2 | πεται. |
| book 29.1 | * [χαμᾶζε] προπερισπωμένως· οὐ γὰρ ἀπὸ ὀνόματος γέγονεν ὡς |
| book 29.2 | Ἀθήναζε, ἀλλ’ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ δὲ μέταζε χρονικὸν |
| book 29.3 | παρὰ πρόθεσιν παρῆκται. |
| book 35.1 | [ὦχρος] ὡς ὦμος· τὰ γὰρ εἰς ος λήγοντα μονογενῆ δισύλλαβα |
| book 35.2 | παραληγόμενα τῷ ω προπερισπᾶται μὴ συγγραφομένου τοῦ ι. 〈πρόσ‐ |
| book 35.3 | κειται 〈δὲ〉 μὴ συγγραφομένου τοῦ ι〉 διὰ τὸ ᾠδός, μονογενῆ 〈δὲ〉 διὰ |
| book 35.4 | τὸ ὠμός, ὠχρός. |
| book 35.5.1 | * [παρειὰς] φησὶν ἀπὸ μέρους τὸ ὅλον πρόσωπον. |
| book 35.5.2 | παρειὰς] ὀξυτόνως Ἀρίσταρχος καὶ μετὰ τοῦ ς. ἐὰν μέντοι καὶ οὐδέ‐ |
| book 35.5.3 | τερον ᾖ, ὁμοτονήσει τῷ θηλυκῷ, ὡς «οἰκία καὶ χοροί εἰσι» (Odys. XII, 4) |
| book 35.1 | καὶ «ἠνία σιγαλόεντα». |
| book 35.2 | [παρειὰς] τὸ παρειά καὶ τὸ νεῦρα οὐκ ἔχει τὸ αὐτὸ σημαινόμενον |
| book 35.10.1 | 〈τῷ παρειαί καὶ τῷ νευραί〉 |
| book 35.10.2 | * [παρειὰς] Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. ὁ δὲ Σιδώ‐ |
| book 35.10.3 | νιος—φυλάσσει τὸν αὐτὸν τόνον. |
| book 36.1 | * [ἔδυ Τρώων ἀγερώχων] ἀπὸ τοῦ ἄγαν ἐπὶ τοῦ γέρους ὀχεῖσθαι. |
| book 36.2 | [ἔδυ] ἐκ μεταφορᾶς 〈τῶν ἑρπετῶν〉, τῶν εἰς τοὺς φωλεοὺς καταδυο‐ |
| book 36.3 | μένων. |
| book 39.1 | * [Δύσπαρι] καὶ Ἀλκμάν φησι· «Δύσπαρις—βωτι‐ |
| book 39.2 | ανείρῃ». |
| book 43 | * [καγχαλόωσι] ὅ ἐστι ἐν χαλάσματι ποιοῦσι τὴν ψυχήν. |
| book 45.1 | * [οὐκ ἔστι βίη φρεσὶν] τουτέστιν οὐκ εἶ ἔμψυχος— |
| book 45.2 | δύναμιν. |
| book 45.3 | * εἶδος ἔπ’ ἄλλ’ οὐκ ἔστι—ἀλκή] ἐὰν στίζῃς μετὰ τὸ |
| book 45.4 | «ἔπι», τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίζῃς, 〈ὃ〉 καὶ |
| book 45.5 | ἄμεινον, ἀπὸ κοινοῦ τὸ «φάντες», ὅτι καλὸς μὲν, γύννις δέ. |
| book 46.1 | * [τοιόσδε ἐὼν] τουτέστιν ἐπονείδιστος οἷόν σε νῦν ὁρῶμεν. τινὲς |
| book 46.2 | κατὰ πεῦσιν καὶ θαυμασμὸν, τινὲς δὲ οὔ. εἶτα ἀπὸ ἄλλης ἀρχῆς |
| book 46.3 | —δικαιολογίαν ἔχον. τὸ «τοιόσδε» |
| book 46.4 | ἐν παραγωγῇ. |
| book 47.1 | * [ἐρίηρας] ἄγαν εὐαρμόστους καὶ ἐπεράστους φίλους. |
| book 47.2 | * [ἐρίηρας ἀγείρας] τουτέστιν αὐτῷ ὁμοίους φίλους καὶ ἅρπαγας |
| book 47.3 | συναθροίσας. ἢ παρὰ τὸ ἐρι καὶ τὸ ἀρῶ, ὃ σημαίνει τὸ ἁρμόζω, ἢ τὸ |
| book 47 | ἦρα, ὃ σημαίνει τὴν χάριν. |
| book 49.1 | * [ἐξ ἀπίης] ἐκ τῆς ἀλλοδαποῦ καὶ μακρὰν ἐχούσης γῆς, ἢ |
| book 49.2 | Ἀπίης τῆς Πελοποννήσου οὕτω λεγομένης ἀπὸ Ἄπιδος τοῦ Φορωνέως. |
| book 49bis.1 | * [νυὸν ἀνδρῶν αἰχμητάων] πάντες γὰρ οἱ τῶν Ἑλλήνων ἄριστοι |
| book 49bis.2 | τὴν Ἑλένην ἐμνηστεύσαντο, Μενελάου δὲ γέγονε παράκοιτις. |
| book 49ter.1 | * [νυὸν] νυοὶ λέγονται αἱ τῶν υἱῶν γυναῖκες παρὰ τῶν πατέρων |
| book 49ter.2 | τῶν ἀνδρῶν καὶ παρὰ τοῦ οἴκου ὅλου τοῦ γεγαμηκότος. |
| book 51.1 | * [κατηφείην] οἱ γὰρ αἰσχυνόμενοι κατηφεῖς εἰσιν. |
| book 51.2 | * κατηφείην] φάος καταφαής, συγκοπῇ κταφαής καὶ ὑπερθέσει καὶ |
| book 51.3 | ἐκτάσει κατηφής. |
| book 53.1 | * [γνοίης χ’ οἵου φωτὸς] ἀσύνδετα τὰ ἔπη προφέρει τὸ θυμωδὲς |
| book 53.2 | τοῦ Ἕκτορος παριστῶν. |
| book 54 | * [τά τε δῶρ’ Ἀφροδίτης] ἤτοι Ἑλένη, ἢ ὅπερ ἔχεις κάλλος. |
| book 55 | * [ὅτ’ ἐν κονίῃσι μιγείης] ὅταν ἀναιρεθῇς—οἱ παλαιοί. |
| book 56.1 | * [δειλήμονες] δειλοὶ καὶ ἄνανδροι ὡς πρὸς ἡμᾶς τοὺς βασιλεῖς. |
| book 56.2 | δειλήμονες ἀπὸ τοῦ δειλῶ δειλήσω. |
| book 57 | * [λάϊνον ἕσσο χιτῶνα] λιθόλευστος ἂν ἐγεγόνεις. |
| book 59.1 | * [Ἕκτορ] οὐ κασίγνητόν φησι οὔτ’ ἠθεῖον, ἀλλ’ Ἕκτορα· πᾶσαν |
| book 59.2 | γὰρ προσηγορίαν εὐνοϊκὴν ἐξέκοψεν ὁ θυμός. |
| book 60.1 | * [πέλεκυς ὣς ἀτειρὴς] ἠκονημένος μὲν ὁ σίδηρος αὔξει τὴν ὁρ‐ |
| book 60.2 | μὴν τοῦ ἀνδρὸς, ἀμβλὺς δὲ πάλιν ταύτην ἀμβλύνει μᾶλλον. |
| book 64.1 | * [χρυσέης Ἀφροδίτης] Ἑστιαία δὲ ἡ γραμματική φησιν ὅτι |
| book 64.2 | πεδίον—χρυσῆν Ἀφροδίτην. |
| book 65-66.1 | * τὰ ἐκ θεοῦ γὰρ δῶρα καὶ βουλόμενός τις οὐκ ἂν λάβοι θεοῦ |
| book 65-66.2 | μὴ διδόντος. ἑκὼν οὖν οὐκ ἄν τις λάβοι ταῦτα, ἂν μὴ διδοῖ ὁ θεός. |
| book 69-70 | * βαρβαρικὸν τὸ μονομαχεῖν. |
| book 75 | * [Ἀχαιίδα καλλιγύναικα] τῷ ἔρωτι τῆς Ἑλένης πᾶσαν τὴν |
| book 75 | Ἑλλάδα καλλιγύναικα εἶναι μαντεύεται. |
| book 79.1 | * [τῷ δ’ ἐπετοξάζοντο] τῷ Ἕκτορι ἐπιτοξάζονται, πληροῦν τούτῳ |
| book 79.2 | οἰόμενοι τὸν πόλεμον, Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον. |
| book 80.1 | * [ἰοῖσίν τε τιτυσκόμενοι] ἀπὸ μετοχῆς εἰς ῥῆμα—ἐτό‐ |
| book 80.2 | ξαζον. |
| book 95.1 | * [ἀκὴν] ἀκὴ ἡ ὀξύτης. |
| book 95.2 | * [ὣς ἔφατο] οὐδὲν νῦν Ἀγαμέμνων φησί· φιλάδελφος γάρ 〈ἐστι〉 |
| book 95.3 | καὶ οὐ βούλεται τὸν ἀδελφὸν κινδυνεῦσαι. |
| book 98.1 | * [φρονέω δὲ διακρινθήμεναι ἤδη] διὰ τί ὑποσχομένου— |
| book 98.2 | οὐ μάχεσθαι. |
| book 99.1 | * [πέποσθε] ἐκ τοῦ πήθω πανθάνω, ἢ ἐκ τοῦ πεπόνησθε κατὰ |
| book 99.2 | συγκοπὴν, ἢ ἐκ τοῦ πέπασθε κατὰ μεταβολήν. |
| book 103-104.1 | * οἱ μὲν Τρῶες τῷ ἡλίῳ καὶ τῇ γῇ θύουσιν, ὅτι περὶ γῆς |
| book 103-104.2 | καὶ σωτηρίας ἐκινδύνευον, οἱ δὲ Ἕλληνες τῷ Διὶ ὡς Ξενίῳ· παρὰ τὴν |
| book 103-104.3 | ξενίαν γὰρ ἠδίκηνται. πρὸς δὲ οἰκεῖα τὰ θύματα τοῖς θεοῖς· τῷ μὲν |
| book 103-104.4 | γὰρ ἡλίῳ λαμπρῷ ὄντι ἄρρην καὶ λευκὸς ἱερουργεῖται ἀρνειὸς, τῇ δὲ |
| book 103-104.5 | γῇ μέλας καὶ θῆλυς, ἐπεὶ τοιαύτη ἡ θεός. |
| book 103 | * [οἴσετε] τὸ «οἴσετε» ἀπὸ τοῦ οἶσε, ὡς τὸ ἄξετε ἀπὸ τοῦ ἄξε. |
| book 105.1 | * ἄξετε δὲ Πριάμοιο βίην] ὁ ἄξω μέλλων ἀνέδραμεν εἰς ἐνεστῶτα. |
| book 105.2 | ὡς τὸ «ἐπιβήσετο» (Il. VIII, 44. alias) παρατατικῶς, οὕτως καὶ 〈τὸ〉 |
| book 105.3 | «ἄξετε» ἀντὶ τοῦ ἄγετε, οὕτω καὶ τὸ «κείνη που κεφαλὴ τῇ νίσσεται» |
| book 105.4 | (Arat. Phaenom. 61): νίω 〈γὰρ〉 ὁ ἐνεστὼς καὶ νίσω ὁ μέλλων, 〈ὃσ〉 καὶ |
| book 105.5 | μετῆλθεν εἰς ἐνεστῶτα· δηλοῖ γὰρ τὸ ἐκεῖ πορεύεται οὐχὶ πορεύσεται. |
| book 106 | * [ὑπερφίαλοι] παραβαίνοντες τὰς διὰ φιάλων γενομένας σπονδάς |
| book 112.1 | * [ὀϊζυροῦ] οἶ σχετλιαστικὸν ἐπίρρημα, ἐξ οὗ οἴμοι, ἀφ’ οὗ οἰ‐ |
| book 112.2 | μώζω καὶ ῥηματικὸν ὄνομα οἰμωγή, καὶ ἐκ τοῦ οἶ οἴζω, διαλύσει ὀΐζω, |
| book 112 | ὀϊζύω ὀϊζυρός. |
| book 121.1 | [Ἶρις] σημαίνει δύο· αὐτὴν τὴν σωματοειδῆ θεὰν— |
| book 121.2 | μερόπων ἀνθρώπων. |
| book 122.1 | * [δάμαρτι] δάμαρ ἡ γυνὴ, ἀπὸ τοῦ δεδμῆσθαι καὶ ὑποτετάχ‐ |
| book 122.2 | θαι τῷ ἀνδρί. |
| book 122.3 | * [γαλόῳ] γάλως ὡς Ἄθως, καὶ γαλόῳ κατὰ διαίρεσιν. γάλως δέ ἐστιν |
| book 122.4 | ἀνδρὸς ἀδελφή. |
| book 123.1 | * [τὴν] δέον εἰπεῖν ἣν, ἔλαβε 〈τὸν〉 ἄρθρον προτακτικὸν ἀντὶ |
| book 123.2 | 〈τοῦ〉 ὑποτακτικοῦ. |
| book 125.1 | * [ἐν μεγάρῳ] ἐν μεγάρῳ μὲν αἱ ὕπανδροι, ἐν ὑπερῴῳ δὲ αἱ |
| book 125.2 | παρθένοι καὶ αἱ χῆραι. |
| book 126.1 | * [ἐνέπασσεν] ὅθεν καὶ τὰ ποικίλα παραπετάσματα παστοὶ κα‐ |
| book 126.2 | λοῦνται. |
| book 126.3 | [ἀέθλους] λέγει δὲ τοὺς κατὰ τὸν πόλεμον πόνους. |
| book 128.1 | * [ἑθεν] ἐγκλιτικὸν, τὸ δὲ ἐμέθεν καὶ σέθεν ὀρθοτονοῦνται παρ’ |
| book 128.2 | αὐτῷ. |
| book 130.1 | * [Νύμφα] Ἰωνικὰ νύμφα τόλμα κούρα τῆθα. |
| book 130.2 | [θέσκελα] θέσκελα δὲ τὰ θεῖα ὡς τὸ θέσφατα· θεοίκελα καὶ ἐν συγ‐ |
| book 130.3 | κοπῇ, εἶτα καὶ πλεονασμῷ, θέσκελα. |
| book 132.1 | * [οἳ] τοῦτο τὸ «οἵ» ὑποτακτικόν ἐστιν ἄρθρον, τουτέστι τὸ οἵτι‐ |
| book 132.2 | νες, τὸ δὲ ἑξῆς ἀντωνυμικόν. |
| book 132.3 | * [ἐπὶ] ἡ «ἐπί» πρὸς τὸ «φέρον» συντάσσεται. |
| book 134 | * [ἕαται] τὸ ἕω πολλὰ σημαίνει· τὸ καθέζομαι, ἀφ’ οὗ ἕζω καὶ |
| book 134.1 | ἑῶ ἕημι ἕεμαι καὶ Ἀττικῶς ἧμαι, κράσει τῶν δύο ε, καὶ κάθημαι· τὸ |
| book 134.2 | πληρῶ .... τὸ φορῶ, ἀφ’ οὗ ἑννύω καὶ ἀμφιεννύω καὶ ἀμφιέζω, ἐξ οὗ |
| book 134.3 | ἀμφίεσμα, ὃ ἐν τῇ συνηθείᾳ διὰ τοῦ α λέγομεν ἀμφιάζω, ἀμφιάστωρ |
| book 134.5.1 | καὶ ἀμφιῶ ἀμφιᾷς ἀμφίασις. |
| book 134.5.2 | * [ἕαται] ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέαται, Ἰακῶς. |
| book 141.1 | * [ὀθόνῃσιν] ὀθόνη ἁπλῶς πᾶν τὸ καλὸν, οὗ τις ἐπιμέλειαν ποι‐ |
| book 141.2 | εῖται. παρὰ τὸ ὄθομαι τὸ ἐπιστροφὴν ποιοῦμαι. ὀθόνη δὲ λέγεται ἡ |
| book 141.3 | ἐρέα διὰ τὴν λεπτότητα, ὡς καὶ ἐνταῦθα «ὀθόνῃσιν» καὶ ἐν τῷ «ὀθο‐ |
| book 141.4 | νέων ἀπολείβεται ὑγρὸν ἔλαιον» (Od. VII, 107) ἐρίων φησί. |
| book 142 | * [δάκρυ χέουσα] διαίρεσις, οὐ σύνθεσις. |
| book 145.1 | [Σκαιαὶ] ἢ ἐν τῷ ἀριστερῷ μέρει τῆς Ἰλίου οἱκοδομηθεῖσαι, ἢ |
| book 145.2 | ὑπὸ Σκαιοῦ τινος οὕτω καλουμένου κατασκευασθεῖσαι. |
| book 148.1 | * [Οὐκαλέγων καὶ Ἀντήνωρ] Ἀττικόν ἐστι τὸ ἀπὸ αἰτιατικῆς εἰς |
| book 148.2 | εὐθεῖαν μεταβαίνειν. |
| book 150 | * [γήραϊ] γράφεται καὶ γήρεϊ ὡς οὔδεϊ. |
| book 151.1 | * [τεττίγεσσιν] .... 〈μετέβαλεν αὐτὸν〉 εἰς ἡδύφωνον ζῷον |
| book 151.2 | καὶ μουσικὸν, ὅπως τῆς φωνῆς αὐτοῦ ἀκούουσα τέρποιτο. |
| book 151.3 | * [τεττίγεσσιν] ὅτι οἱ ἄρρενες τῶν τεττίγων ᾄδουσιν. |
| book 155.1 | * [ἦκα] ἐκ τοῦ ἀκή ὑπερθέσει ἦκα. |
| book 155.2 | * [ἦκα πρὸς ἀλλήλους] ᾐσχύνοντο γὰρ ἐν τοιούτῳ καιρῷ περὶ κάλλους |
| book 155.3 | γυναικὸς λέγειν. |
| book 156.1 | * [οὐ νέμεσις Τρῶας] τρίγωνον ἐπίγραμμα—ἀδιά‐ |
| book 156.2 | φορον. |
| book 159 | * [ὣς] περισπωμένως· ἀντὶ τοῦ ὅμως γάρ. |
| book 163 | * [πηούς] πηοὶ οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ πάσασθαι. |
| book 164-165 | * φιλότεκνος ὁ Πρίαμος οὐ τὸν Ἀλέξανδρον αἰτιᾶται. |
| book 168.1 | * κεφαλῇ καὶ μείζονες ἄλλοι] καὶ πῶς φησι· «κεφαλὴν ἴκελος |
| book 168.2 | Διί» (Il. II, 478); φαμὲν οὖν κατὰ τὸ ἡγεμονικὸν 〈αὐτὸν〉 ἐκεῖ λέγειν |
| book 168.3 | ὁμοιὸν τῷ Διὶ τὸν Ἀγαμέμνονα. |
| book 172.1 | * [αἰδοῖος] ὅσον τῆς ὄψεως Θερσίτου χείρων ὁ λόγος, τοσοῦτον |
| book 172.2 | ἡδίων 〈ὁ〉 Ἑλένης· τὸ γὰρ τῆς δυσαρεστήσεως ἰάσατο, φάσκουσα τὰ |
| book 172.3 | μὲν αἰδεῖσθαι, τὰ δὲ φοβεῖσθαι—φόβῳ κεῖται. |
| book 172.4 | * [ἑκυρὲ] ἑκυρὸς ἐκαλεῖτο παρὰ τοῖς ἀρχαίοις ὁ τοῦ ἀνδρὸς πατήρ. |
| book 175.1 | * [παῖδά τε τηλυγέτην] τὴν Ἑρμιόνην λέγει. ὁ δὲ Πορφύριος |
| book 175.2 | —καὶ Αἰδιόλας. |
| book 175.3 | * [τηλυγέτην] κυρίως τηλυγέτη λέγεται ἡ ἐν γήρᾳ γεννηθεῖσα καὶ |
| book 175.4 | σπαρεῖσα, οἷον ἡ τηλοῦ τῆς γονῆς οὖσα, ἡ ἐκ γερόντων γονέων γεννη‐ |
| book 175.5 | θεῖσα, ἣ καὶ μᾶλλον ἀγαπᾶται. |
| book 180 | * [δαὴρ αὖτ’ ἐμὸς ἔσκε] ἐμὸς ἦν δαήρ. |
| book 182.1 | * [ὦ μάκαρ] ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν ἔπαινος. |
| book 182.2 | σημείωσαι δὲ ὡς κατὰ πρόοδον συλλαβῆς ηὔξηται ὁ στίχος κλιμακηδόν. |
| book 183.1 | * [δεδμήατο] τὸ δεδμήατο ἔκτασιν ἔχει ποιητικὴν— |
| book 183.2 | ἔκτασιν τοῦ ε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζονται γὰρ |
| book 183.3 | κυρίως ταῦτα. |
| book 185.1 | * [αἰολοπώλους] παρὰ τὸ παύω παῦλος, Ἰωνικῶς πῶλος, ὡς |
| book 185.2 | θαῦμα θῶμα. |
| book 186.1 | * [Ὀτρῆος καὶ Μυγδόνος] Ὀτρεὺς καὶ Μύγδων παραδίδονται |
| book 186.2 | ἡμῖν παῖδες τοῦ Δύμαντος, ἀδελφοὶ τῆς Ἑκάβης, βασιλεῖς Φρυγίας. |
| book 188.1 | * [ἐπίκουροι] σημείωσαι· ἐπίκουροι μέν εἰσιν οἱ τοῖς πολεμουμέ‐ |
| book 188.2 | νοις βοηθοῦντες, σύμμαχοι δὲ, οἱ τοῖς πολεμοῦσιν. |
| book 196 | * ἐπιπωλεῖται] μὴ δόλος τις εἴη—ὅ ἐστι σμʹ 〈ἀν‐ |
| book 196.1 | δρῶν〉. |
| book 196.2 | * κτίλος] οἱονεὶ κίλος. παρὰ τὸ κίειν ἤτοι κινεῖν, ἢ ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ |
| book 196.3 | θρέμματα, οἱονεὶ ἄκτιλός τις ὤν. |
| book 197.1 | * [ἐΐσκω] τὰ εἰς κω ἑνὶ φωνήεντι παραληγόμενα ..... τὸ |
| book 197.2 | ἐΐσκω, τὸ ε πλεονάζει, ὡς ἐν τῷ «παντὸς ἐΐσην». ἄμεινον δέ· εἴδω εἴσω |
| book 197.3 | εἴσκω καὶ ἐΐσκω. |
| book 197.4 | * [πηγεσιμάλλῳ] 〈μελανομάλλῳ〉 οὗτος γὰρ ἐν λευκῷ— |
| book 197.5 | ἔσται. |
| book 197bis.1 | * [πηγεσιμάλλῳ] διὰ τούτου γὰρ ἐπαινεῖ τὸ πρᾷον καὶ ἀτάραχον |
| book 197bis.2 | αὐτοῦ. |
| book 198.1 | * [οἰῶν] παραφυλάξωμεν ὅτι ὁ Ὅμηρος τὴν ὀνοματικὴν ἀεὶ δι‐ |
| book 198.2 | σύλλαβον οἶδε. δύο δὲ τοιαῦτα ἔχομεν παρὰ τοῖς Ἀττικοῖς μονοσύλλαβα· |
| book 198.3 | τὸ οἷς καὶ 〈τὸ〉 φθοῖς. |
| book 201.1 | * [ἐν δήμῳ Ἰθάκης] Ἰθάκη δῆμος Κεφαλληνίας— |
| book 201.2 | καὶ πλῆθος τῶν ἀνδρῶν. |
| book 203.1 | * [Ἀντήνωρ πεπνυμένος] ὁ ἄρχων τὸν ἄρχοντα ἐπαινεῖ, ὡς |
| book 203.2 | ὁ Πρίαμος τὸν Ἀγαμέμνονα, καὶ ὁ ῥήτωρ τὸν ῥήτορα, ὡς ὁ Ἀντήνωρ |
| book 203.3 | τὸν Ὀδυσσέα. |
| book 210.1 | * [ὑπείρεχεν εὐρέας ὤμους] διὰ τούτου δηλοῖ—τὸν |
| book 210.2 | Μενέλαον. |
| book 211 | * [ἄμφω δ’ ἑζομένω] ὡς τὸ «σὺν δὲ δύ’ ἐρχομένω» (Il. X, 224.) |
| book 213.1 | * [ἐπιτροχάδην] ἐκ τοῦ τρέχω· βραχυλόγοι γὰρ— |
| book 213.2 | τουτέστι πυκνὰ καὶ πολλά. |
| book 213.3 | * [ἐπιτροχάδην ἀγόρευε] παρατρέχων τὰ περισσὰ καὶ τὰ καίρια μό‐ |
| book 213.4 | νον λέγων. |
| book 218 | * [σκῆπτρον] σημειωτέον ὅτι ἕκαστος—κατ’ αὐτοῦ. |
| book 219.1 | * [ἀΐδρεϊ] ἄιδρις ἡ εὐθεῖα καὶ ἡ δοτικὴ ἀΐδριϊ, καὶ δι’ εὐφωνί‐ |
| book 219.2 | αν τὸ ἕτερον ι μετατίθεται. |
| book 222.1 | * [νιφάδεσσιν ἐοικότα] ὁ τρόπος μεταφορά· τὸ λευκὸν δὲ τῶν |
| book 222.2 | νιφάδων τὴν σαφήνειαν τῶν λόγων δηλοῖ. |
| book 222.3 | * τὴν γὰρ συνεχῆ καὶ σύντονον—διὰ τὸ πυκνὸν αὐτῶν. |
| book 224.1 | * [οὐ τότε—ἀγασσάμεθα] οὐχ οὕτως, φησὶν, τὸ |
| book 224.2 | εἶδος ἐθαυμάσαμεν τοῦ Ὀδυσσέως ὡς τὸν λόγον. |
| book 228.1 | * [τανύπεπλος] ὁ ἕως τῶν ποδῶν φθάνων χιτὼν πέπλος λέγεται, |
| book 228.2 | καὶ ἔστιν ὁ μὲν τῶν γυναικῶν πέπλος, ἱμάτιον δὲ τὸ ἀνδρεῖον. |
| book 228.3 | [τανύπεπλος] τανυσίπεπλος συγκοπῇ τανύπεπλος. |
| book 232.1 | * [ξείνισσεν] ἐκ τούτου καὶ τοὺς λοιποὺς—παρὰ Με‐ |
| book 232.2 | νελάῳ. |
| book 236.1 | * [οὐ δύναμαι ἰδέειν] ἠγνόει τὰ περὶ αὐτῶν ὡς μὴ συγχωρου‐ |
| book 236.2 | μένη ἴσως ἐντυγχάνειν τοῖς αἰχμαλώτοις. |
| book 236bis.1 | * [ἰδέειν] οὐκ ἔστιν ἐντελὲς—ὥσπερ 〈οἱ περισπώ‐ |
| book 236bis.2 | μενοι ἐνεστῶτεσ〉. |
| book 237.1 | * ἐζήτηται πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπεζήτει ἡ Ἑλένη |
| book 237.2 | —ἐπεμνήσθη. |
| book 237bis.1 | * [πὺξ ἀγαθὸν] οὗτος γὰρ καὶ τὸν ἀφόρητον—Ἀρ‐ |
| book 237bis.2 | γοναυτικῶν. |
| book 238.1 | * [αὐτοκασιγνήτω] τοὺς ἐξ ἀμφοτέρων τῶν γονέων γνησίους |
| book 238.2 | μοι ἀδελφούς. κασίγνητοι γὰρ λέγονται οἱ καθ’ ἕτερον τῶν γονέων |
| book 238.3 | ἀδελφοί. |
| book 240 | * [ἢ δεύρω] Ἰωνικὴ ἐπέκτασις τοῦ ο εἰς ω. |
| book 242.1 | * [καὶ ὀνείδεα] στικτέον εἰς τὸ «ὀνείδεα», εἶτα «πόλλ’ ἅ μοί |
| book 242.2 | ἐστιν». ἑαυτῆς δὲ κατηγοροῦσα ἔλεον ἐπισπᾶται. |
| book 246.1 | * [οἶνον ἐΰφρονα] τὸν οἶνον εὔφρονά φησι· παρὰ γὰρ τὴν ὄνη‐ |
| book 246.2 | σιν ἐτυμολογοῦσιν, ὡς καὶ τὸ «αὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα» (Il. VI, |
| book 246.3 | 260.) |
| book 248.1 | * [κύπελλα] χύπηλά τινα ὄντα, ἐν οἷς ὁ πηλὸς χεῖται ἤτοι ὁ οἶνος, |
| book 248.2 | ἢ κύπτω κύπελλον. |
| book 250.1 | * [ὄρσεο Λαομεδοντιάδη] τελεία ἐστὶ μετὰ τὴν προσαγόρευσιν. |
| book 250.2 | μήτηρ δὲ Πριάμου—Ἑλλανικὸν Στρυμώ. |
| book 250.3 | Σκάμων δὲ |
| book 250.4 | ἐν τῷ περὶ Λέσβου φησὶ Θόωσαν τὴν Τεύκρου. |
| book 262.1 | * [βήσετο] Ἀρίσταρχος βήσετο γράφει. |
| book 262.2 | * δίφρον] δίφορός τις ὢν, παρὰ τὸ δύο φέρειν, τὸν ὁπλίτην καὶ τὸν |
| book 262.3 | ἡνίοχον. |
| book 272.1 | * [κουλεὸν] τὰ εἰς εύω ῥήματα ποιεῖ ὀνόματα διὰ τοῦ εός· κελεύω |
| book 272.2 | κελεός, σωρεύω σωρεός καὶ σωρός, κοίλω κοιλεύω, κουλεύω κατὰ τρο‐ |
| book 272.3 | πὴν, κουλεός. |
| book 272.4 | * [ἄωρτο] Ἡρωδιανὸς ἀπὸ τοῦ ἀρῶ κατὰ πλεονασμὸν τοῦ ω. |
| book 273.1 | * [ἀρνῶν ἐκ κεφαλέων] σημειωτέον ὅτι τῶν ἐναγιζομένων— |
| book 273.2 | τοῦ κάπρου. |
| book 274 | * [νεῖμαν ἀρίστοις] τοῦ οἴνου ἢ τῶν τριχῶν ἅψασθαι. |
| book 276.1 | * [Ἴδηθεν] ἢ ἐξ Ἴδης ὥς τινες· τὸ γὰρ θεν—λαμ‐ |
| book 276.2 | βάνεται |
| book 277 | * [Ἠέλιος] ἀντὶ τοῦ Ἠέλιε· ἔστι γὰρ τὸ σχῆμα ἀντίπτωσις, ὀρθὴ |
| book 277 | ἀντὶ κλητικῆς. Ἀττικὸν δὲ τὸ ἠέλιος. |
| book 278.1 | * [καὶ οἳ ὑπένερθε] ἐκφοβῶν δὲ τοὺς Τρῶας τοὺς οὐρανίους θεοὺς |
| book 278.2 | καὶ ἐπιγείους καὶ ὑπογείους καλεῖ. διδάσκει δὲ δεισιδαιμονεῖν καὶ ὅτι |
| book 278.3 | καὶ μετὰ θάνατον οὐκ ἀπαλλάσσονται οἱ ἄδικοι. |
| book 279.1 | * [τίνυσθον] δυϊκὸν τὸ «τίνυσθον»· πρὸς Πλούτωνα γὰρ καὶ |
| book 279.2 | Περσεφόνην ὁ λόγος. |
| book 280 | * [μάρτυροι] μεταπλασμὸς ὁ τρόπος. |
| book 283 | * [ἡμεῖς δὲ] οὗτος ὁ «δέ» οὐκ ἔχει τὸν μέν. |
| book 284.1 | * [εἰ δέ κ’ Ἀλέξανδρον κτείνῃ] εὔλογον ἀπολογίαν δίδωσι τοῖς |
| book 284.2 | Τρωσὶ τοὺς ὅρκους καταβαίνουσιν «εἰ κτείνῃ» εἰπὼν «ὁ Μενέλαος |
| book 284.3 | τὸν Ἀλέξανδρον»· οὐ γὰρ ἔκτεινεν. |
| book 286.1 | * [τιμὴν] τιμὴ ἐνταῦθα τὸ πρόστιμον. λέγει δὲ τὸ ἥμισυ τῶν ἐν |
| book 286.2 | Τροίᾳ κτημάτων. ἔθος δὲ τοῖς παρακαθημένοις—τὸ ἐπιζή‐ |
| book 286.3 | μιον ὁρίζει. |
| book 294.1 | * [χαλκός] ἤτοι ὁ σίδηρος· λέγει δὲ τὸν σίδηρον χαλκὸν, ἐπεὶ |
| book 294.2 | πρότερος εὑρέθη τοῦ σιδήρου ὁ χαλκός. |
| book 296.1 | * [ἔκχεον] οὐκ εἶπεν ἔσπενδον, ἀλλ’ «ἔκχεον», προειδὼς τὸ ἀτε‐ |
| book 296.2 | λὲς αὐτῶν. |
| book 305-306.1 | * πιθανῶς ὑπεξάγει τὸν πατέρα, ἐπειδὴ παράβασις τῶν ὅρκων |
| book 305-306.2 | ἔμελλε γίνεσθαι. |
| book 310.1 | * [ἦ ῥα καὶ ἐς δίφρον] εἰς τὴν πόλιν ἀποκομίζει τοὺς ἄρνας· οἱ |
| book 310.2 | γὰρ ἐγχώριοι ἔκρυπτον τῇ γῇ τὰ 〈ἐν ὅρκοισ〉 σφαζόμενα, οἱ δὲ ξένοι |
| book 310.3 | θαλάσσῃ—διδάξων. |
| book 314 | * [Πριάμοιο πάϊς] Πορφύριος—καὶ Λυκόφρων. |
| book 315.1 | * [χῶρον μὲν πρῶτον διεμέτρεον] ἀναγκαίως—χωρίον. |
| book 315.2 | * [χῶρον] παρὰ τὸ χῶ τὸ χωρῶ. ἀναγκαίως δὲ διεμέτρουν, ἵνα μὴ |
| book 315.3 | πρὸς τὰ ἑαυτῶν—περιγραφῇ μένωσιν. |
| book 316.1 | * [κλήρους] ψῆφοί τινες ἦσαν οἱ κλῆροι ἐν οἷς ἐσημειοῦντο τὰ ὀνό‐ |
| book 316.2 | ματα ἀμφοτέρων. κλῆρον δὲ νῦν ἐποιήσαντο ὥστε μὴ θόρυβον γενέσθαι |
| book 316.3 | περὶ τοῦ 〈τὸν〉 ὕστερον φθάσαντα ἀναιρεθῆναι. |
| book 316bis | * [χαλκήρεϊ] ἡ διὰ τοῦ ηρης παραγωγὴ—θυμαρέα. |
| book 324.1 | * [κορυθαίολος] ἀπὸ μέρους τὸ πᾶν, ἢ ὁ εὐκίνητος ἀπὸ τοῦ παρε‐ |
| book 324.2 | πομένου· αἰόλλειν γὰρ τὸ κινεῖν σημαίνει. ὁ τρόπος συνεκδοχή. |
| book 325.1 | * [ἂψ ὁρόων· Πάριος δὲ] ἵνα μὴ ἀντιπανουργεῖν δόξῃ. τὸ δὲ |
| book 325.2 | «Πάριος» Ἰωνικόν. |
| book 325bis.1 | * [Πάριος δὲ—ὄρουσεν] δείκνυσιν ὅτι οὐδὲν ὠφελεῖ τὰ |
| book 325bis.2 | τῆς τύχης πρὸς τὸν ἀνεπιτήδειον καὶ ὅτι καὶ πρὸς ἥσσονας ἡ τύχη πολ‐ |
| book 325bis.3 | λάκις ἔρχεται. |
| book 326.1 | * [ᾗχι] ἱναί ἱναίχι, ἀφαιρέσει τοῦ ν καὶ 〈αὐξήσει〉 τοῦ α ᾗχι, καὶ |
| book 326.2 | μένει τὸ ι. |
| book 327.1 | * [ἀερσίποδες] οἱ εἰς ὕψος κινοῦντες τοὺς πόδας. παρὰ τὸ ἀείρω. |
| book 327.2 | * [ἀερσίποδες] παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω, ὡς κέρσω. |
| book 328.1 | * [αὐτὰρ ὅγε] ὡς πρῶτος λαχὼν ὁ Ἀλέξανδρος πρῶτος καὶ |
| book 328.2 | ὁπλίζεται. |
| book 333 | * [ἥρμοσε δ’ αὐτῷ] τοῖς γὰρ ὁμογενέσι—αἱ κατασκευαί. |
| book 334 | * [βάλετο], τὸ «βάλετο» εἶπεν, ἐπειδὴ καὶ τὰς ἀσπίδας διὰ τελα‐ |
| book 334 | μώνων ἐφόρουν ὡς καὶ τὰ ξίφη. |
| book 335.1 | * [σάκος] ἡ ἀσπίς εἴρηται ἐπεὶ πρώτοις—Σάκαι δὲ |
| book 335.2 | οἱ Θρᾷκες. |
| book 336.1 | * [ἔθηκεν] τὸ «ἔθηκεν» Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν, ὡς καὶ τὸ |
| book 336.2 | «τιθήμενον—Μειδίου. |
| book 337.1 | * λόφος] τὸ ἄνωθεν τῆς περικεφαλαίας νεῦον ἀνάστημα πρὸς |
| book 337.2 | φόβον τῶν ἐχθρῶν. |
| book 338.1 | * [παλάμηφιν] ἡ λέξις παράγωγος, ἡ διάλεκτος Αἰολίς· ἐκ γὰρ |
| book 338.2 | τοῦ πάλλω παλάμη καὶ παλάμηφιν. |
| book 339.1 | * ἔντεα] εἴρηνται παρὰ τὸ ἐντὸς περιέχειν—ἔντεα |
| book 339.2 | δαιτός.» |
| book 342 | * [δεινὸν δερκόμενοι] ζῆλος αὐτοὺς ἐρεθίζει. |
| book 346.1 | * [δολιχόσκιον] ἢ μακρὰν καὶ μεγάλην σκιὰν ἀποτελοῦν· οἱ μὲν |
| book 346.2 | παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν. τοῦτο 〈δὲ〉 παρὰ |
| book 346.3 | τὸ σχῶ τὸ κρατῶ. |
| book 347.1 | * [πάντοσε ἴσην] πανταχόθεν ἴσην, κυκλοτερῆ· κατὰ γὰρ τοὺς |
| book 347.2 | γεωμέτρας κύκλου φανέντος ἀρχὴ οὐχ εὑρέθη. |
| book 350 | * [ἐπευξάμενος] Ἑλληνικὸν τὸ μὴ πάντα ἐπιτρέπειν τῇ ῥώμῃ. |
| book 351 | * [ἄνα] ἀποκοπὴ τὸ πάθος. |
| book 353.1 | * [ἐρρίγησι] ῥιγῶ, οὗ ὁ παρατατικὸς ἐρρίγουν—δεδοί‐ |
| book 353.2 | κα. ῥιγῶ ῥιγῷς ἐπὶ τοῦ ψύχους, ῥιγῶ |
| book 353.3 | ῥιγεῖς ἐπὶ τοῦ φόβου. |
| book 354 | * [φιλότητα] ἀπελθόντα γὰρ—καταφρονηθέντι. |
| book 355 | * [ἀμπεπαλὼν] ἀπὸ τοῦ πάλλω, τὸ κινῶ. ὡς τεταγών |
| book 359 | * [ἀντικρύ] διαφέρει—τὸ φανερῶς. |
| book 359bis | * [χιτῶνα] νῦν τὸν θώρακα. |
| book 362.1 | * [κόρυθος φάλον] ἐπιτιθέασι τῇ κόρυθι ἥλους διὰ κάλλος. φαλὸν |
| book 362.2 | δὲ κυρίως τὸ λαμπρὸν, ὅθεν καὶ τὸ φαλακρός, ὁ ἔχων φαλὸν τὸ κάρα |
| book 363.1 | * [διατρυφὲν] τὰ γὰρ ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα εὔθρυπτα. |
| book 363.2 | παρὰ τὸ θρύπτω, ἀφ’ οὗ καὶ ἡ τρυφή. |
| book 365.1 | * [ὀλοώτερος ἄλλων] ῥητέον ὅτι οὐ βλασφημεῖ—σωζο‐ |
| book 365.2 | μένῳ. |
| book 366.1 | * [τίσεσθαι—κακότητος] Ἀττικῶς ὁ στίχος γέγραπται |
| book 366.2 | ὡς τὸ «ἐγραψάμην Φιλῖνον κλοπῆς.» |
| book 366bis.1 | * [τίσεσθαι κακότητος] κακίας, ἀδικίας. «τίσασθαι κακότητος» |
| book 366bis.2 | Ἀττικῶς πέφρασται, ὡς «ἐγραψάμην Φιλῖνον κλοπῆς.» |
| book 367 | * [ἄγη] συνετρίβη. πλεονασμῷ ἐάγῃ. |
| book 371.1 | * [πολύκεστος] πολύρραφος, ποικίλος. ἐντεῦθεν καὶ ὁ τῆς Ἀφρο‐ |
| book 371.2 | δίτης ἱμὰς προσηγορεύθη κεστός. |
| book 371.3 | * [ἁπαλὴν ὑπὸ δειρὴν] ἡ ἁπαλὴ δειρὴ τὸ γυναικῶδες καὶ ἀσθενὲς τοῦ |
| book 371.4 | Ἀλεξάνδρου παριστᾷ. |
| book 372.1 | * [ἀνθερεῶνος] ἀνθερεὼν εἴρηται ὁ ὑπὸ τὸ γένειον τόπος, ἀπὸ |
| book 372.2 | τοῦ ἐκεῖ πρῶτον ἐξανθεῖν τὸ γένειον. |
| book 374.1 | * σημειωτέον ὅτι ὁ μὲν Ἡσίοδος ἐκ 〈τῶν〉 τοῦ Οὐρανοῦ αἰδοίων |
| book 374.2 | καὶ τοῦ τῆς Θαλάσσης ἀφροῦ τὴν Ἀφροδίτην φησὶ γεγενῆσθαι, ὁ δὲ |
| book 374.3 | Ὅμηρος, ἐκ Διὸς καὶ Διώνης. |
| book 375 | * [βοὸς ἶφι κταμένοιο] τοῦ μὲν ἀναιρεθέντος βοὸς τὸ δέρμα ἰσχυ‐ |
| book 375 | ρὸν, τὰ δὲ τῶν θνησιμαίων ἀσθενῆ, ὡς προδιαφθαρέντα διὰ τῆς νόσου. |
| book 376 | * [κεινὴ] Ἰακῶς. δίχα τῆς Ἀλεξάνδρου κεφαλῆς δηλονότι. |
| book 380.1 | * [ἐγχεῒ χαλκῷ] καὶ πῶς φησιν· «ἐκ δέ μοι ἔγχος ἠΐχθη παλά‐ |
| book 380.2 | μηφιν ἐτώσιον»; ἢ οὖν δύο δόρατα ἐβάσταζεν, ἤ τινος τῶν παρόντων |
| book 380.3 | ἥρπασεν, ἢ τὸ ἐμπεπηγὸς σπασάμενος ἐπεδίωκεν. |
| book 382.1 | * [κηώεντι] τῷ πρὸς τὸ κεῖν ἐπιτηδείῳ, ὅ ἐστι κοιμᾶσθαι. |
| book 382.2 | * [ἑανοῦ] ἑανὸς ὁ λεπτὸς χιτὼν, παρὰ τὸ ἕννυσθαι, ὅ ἐστιν ἐνδύεσθαι. |
| book 386 | * [παλαιγενέϊ] τῇ ἐκ πολλοῦ χρόνου γεγενημένῃ. |
| book 387.1 | * [ναιεταώσῃ] ναίω, ἐξ οὗ ναιέτης καὶ ναιετῶ ῥῆμα, ὡς κυνηγέ‐ |
| book 387.2 | της κυνηγετῶ, καὶ διαλύσει ναιετάω. |
| book 387.3 | ναιετάᾳς. καὶ ἔδει μὲν ναιεταούσῃ 〈ὡσ〉 βοαούσῃ, ἀλλ’ ἔστιν ὅμοιον τῷ |
| book 387.4 | «ἱδρῶσαι, ἧγον δὲ.» (Il. XI, 598). |
| book 388.1 | * [ἤσκειν] ἰστέον ὅτι τοῦ εἱστήκειν, ἤσκειν, ἐδεδειπνήκειν, ἤδειν, |
| book 388.2 | τὰ πρῶτα πρόσωπα διαιρούμενα εἰς ε καὶ α παρ’ Ἴωσι γίνεται· εἱστή‐ |
| book 388.3 | κεα, ἤσκεα, ἐδεδειπνήκεα καὶ ἤδεα, καὶ ἀποβάλλουσι τὸ ν διὰ τὴν |
| book 388.4 | τοῦ α κατάληξιν. τὸ οὖν τρίτον πρόσωπον τούτων εἰς ε λῆγον προσέλαβε |
| book 388.5.1 | τὸ ν· εἱστήκεεν, ἤσκεεν. 〈ἐδεδειπνήκεεν, ᾔδεεν〉, ὃ συναιρεθὲν παρὰ |
| book 388.5.2 | τοῖς Ἀττικοῖς φυλάσσει τὸ ν. |
| book 400.1 | * [ἦ] τὸ «ἦ» περισπαστέον—ἀλλ’ ἀόριστον. |
| book 400.2 | τὸ δὲ «ἦ» ἀντὶ τοῦ ὄντως. |
| book 410 | * κεῖσε] ἐκεῖ· τὸ πάθος ἀφαίρεσις. |
| book 410-411.1 | * ἐπιτηδὲς ἐν ταῖς ἀγανακτήσεσιν οὐ παραλλήλως λέγει ὡς |
| book 410-411.2 | τὸ «τίπτε με κεῖνος ἄνωγε μέγας θεός» (Il. XIV, 90). |
| book 414.1 | * [μή μ’ ἔρεθε σχετλίη] τὸ ἀνεξίκακον τῆς θείας— |
| book 414.2 | πυρός» |
| book 414.3 | * [μή—σε μεθείω] μετωνυμικῶς ἀντὶ τοῦ— |
| book 414 | ἐποίησα. |
| book 418.1 | * [ἔδδεισε] διὰ τοῦ «ἔδδεισε» διδάσκει μὴ θρασείας ποιεῖσθαι |
| book 418.2 | πρὸς τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις. |
| book 419 | * [ἀργῆτι φαεινῷ] ἐκ παραλλήλου τὸ αὐτό. |
| book 420.1 | * [λάθεν] ἔλαθεν κατὰ ἀφαίρεσιν τοῦ ε λάθεν. |
| book 420.2 | * [λάθεν] ἀφαίρεσις τὸ λάθεν. |
| book 420.3 | * [δαίμων] ἐκ τοῦ δαίω, ὃ σημαίνει τὸ γιγνώσκω καὶ τὸ καίω καὶ τὸ |
| book 420.4 | διακόπτω. |
| book 425 | * [ἀντία] θέα γὰρ ἐρώτων—ἐρᾶν. |
| book 425bis | * [φέρουσα] ἔλαβεν ἐνεστῶτα ἀντὶ παρεληλυθότος. |
| book 428 | * πλανώμενοί τινες—ἀπόλυτόν φησιν. |
| book 434.1 | * [παύσασθαι κέλομαι] θελγομένη ὑπὸ Ἀφροδίτης— |
| book 434.2 | ἀρηΐφιλον τὸν Μενέλαον λέγει |
| book 439.1 | * [νῦν μὲν γὰρ Μενέλαος] οἷαι αἱ τῶν ἠσχημονηκότων ἀπολογίαι |
| book 439.2 | —τῆς ἀλαζονείας παυόμενος |
| book 443 | * [ἐρατεινῆς] τοῖς γὰρ ἐρῶσι καὶ αἱ πατρίδες—καλαί. |
| book 445.1 | * [νήσῳ δ’ ἐν Κρανάῃ] 〈ταύτην τὴν〉 νῆσόν τινες τὰ Κύθηρα λέ‐ |
| book 445.2 | γουσιν. |
| book 445bis.1 | * [ἐμίγην φιλότητι καὶ εὐνῇ] ἐπὶ τῶν ἀξιοχρέων γάμων— |
| book 445bis.2 | ἐπὶ δὲ τῶν παρανόμων 〈μόνην μῖξιν〉· «πλυνούσῃ τις πρῶτα 〈μίγη〉» |
| book 445bis.3 | (Od. XV, 420). «ἐμισγέσκοντο πάροιθεν» (Od. XX, 7). |
| book 446 | * [ὥς σεο νῦν ἔραμαι] ἐγκλιτέον—ὡς νῦν ἐρῶ σου. |
| book 1.1 | * [πὰρ] ἀποκοπή, οὐ συναλοιφή—ἐπιφερομένου |
| book 1.2 | * [Ζηνὶ] παρεσχημάτισται τὸ Ζεὺς εἰς τὸ Ζήν. |
| book 1.3 | * ἠγορόωντο] συνηθροίζοντο. παρὰ τὸ ἀγορεύειν ἀγορὴ καὶ ἀγορῶ |
| book 1.4 | ῥῆμα, ἠγορῶντο καὶ ἠγορόωντο διαιρέσει. |
| book 2.1 | * [χρυσέῳ ἐν δαπέδῳ] καταχρηστικῶς φησι· κυρίως γὰρ δάπεδον |
| book 2.2 | ἐπὶ γῆς λέγεται. |
| book 2.3 | * [χρυσέῳ ἐν δαπέδῳ] ἰστέον ὅτι ὅταν μὲν στερεὸν τὸν οὐρανόν φησι, |
| book 2.4 | πολύχαλκον λέγει, ὅταν δὲ λαμπρὸν, χρυσοῦν. |
| book 2-3.1 | * [Ἥβη] ἡ Ἥβη κοινὴ οἰνοχόος τῶν θεῶν· αὐτῶν γὰρ μόνων τὸ |
| book 2-3.2 | ἡβᾶν ἀεὶ καὶ ἀκμάζειν. καταχρηστικῶς δὲ εἶπε τὸ «ἐῳνοχόει»· κυρίως |
| book 2-3.3 | γὰρ τὸ οἰνοχοεῖν ἐπὶ οἴνου λέγεται. |
| book 6.1 | * [κερτομίοις] τοῖς τὸ κέαρ τέμνουσιν, ὅ ἐστι τὴν ψυχήν. |
| book 6.2 | * [παραβλήδην] τὸ παραβλήδην ἐπίρρημά ἐστι. λέγεται δὲ ὅταν τις |
| book 6.3 | παραβάλῃ τὴν ἀρχὴν τοῦ λόγου πρὶν ἐκεῖνον ἀποσιωπῆσαι. |
| book 11.1 | * [παρμέμβλωκε] μέλω μελήσω μεμέληκα, καὶ τροπῇ τοῦ η εἰ ως |
| book 11.2 | μεμέλωκα, καὶ ἐκβολῇ τοῦ δευτέρου ε καὶ πλεονασμῷ τοῦ β μέμβλωκα, |
| book 11.3 | καὶ μετὰ τῆς παρά προθέσεως παραμέμβλωκα καὶ παρμέμβλωκα. δύο |
| book 11 | μέρη λόγου. |
| book 20 | * [ἐπέμυξαν] μεμυκόσι τοῖς χείλεσιν—δυνάμενοι. |
| book 22.1 | * [ἀκέων] ἀντὶ τοῦ ἡσύχως. κεῖται δὲ ἀντὶ μεσότητος τῆς ἀκήν· |
| book 22.2 | τίθησι γὰρ αὐτὸ καὶ ἐπὶ πλήθους «ἀλλ’ ἀκέων δαίνυσθε καθήμενοι» |
| book 22.3 | (Od. XXI, 89) |
| book 22.4 | * [οὐκ ἔχαδε] ἔμφασιν δίδωσι τῆς ὑπερεκχεομένης διὰ τοῦ στόματος |
| book 22.5 | ὀργῆς. |
| book 27 | * [καμέτην δέ μοι ἵπποι] Γλαῦκος καὶ Πυρρίας. |
| book 29 | * [ἔρδε] εἰς τὸ μὴ πορθηθῆναι τὴν Ἴλιον. |
| book 29bis.1 | * [οὔ τοι πάντες ἐπαινέομεν] ὃ ἄν τις ἀγαπᾷ, καὶ τοῖς ἄλλοις περι‐ |
| book 29bis.2 | τίθησι. παιδεύει—ἀρέσκεσθαι. |
| book 35 | * [ὠμὸν βεβρώθοις] τὸ ὑπερβάλλον τῆς γυναικείας κακίας ἐμφαίνει. |
| book 37.1 | * [ἔρξον ὅπως ἐθέλεις] τὸ δὲ ὅλον· μὴ, φησὶν, αὕτη ἡ ἔρις μεγά‐ |
| book 37.2 | λης ἔχθρας ἐν ὑστέρῳ ἡμῖν αἰτία γένηται. |
| book 40 | * [ἐξαλαπάξαι] παντελῆ δηλοῦσιν ἀπώλειαν αἱ προθέσεις. |
| book 41 | * [τὴν ἐθέλω] ἔλαβε δὲ ἄρθρον προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. |
| book 43.1 | * [καὶ γὰρ ἐγὼ σοὶ—θυμῷ] πολλοὶ χαριζόμενοί τισι |
| book 43.2 | καὶ παρὰ προαίρεσιν ποιοῦσιν. οὗτοι οὖν ἑκόντες μὲν πράττουσιν, |
| book 43.3 | ἄκοντες δὲ, ὅτι παρὰ τὴν ἰδίαν προαίρεσιν. |
| book 43.4 | * ζητεῖται πῶς ὁ Ζεὺς ἅμα μὲν ἑκὼν λέγει τῇ Ἥρᾳ χαρίσασθαι, |
| book 43.5.1 | ἅμα δὲ ἄκων. ῥητέον δὲ ὅτι ἑκὼν μὲν δίδωσι—ἀπόλλουσι |
| book 43.5.2 | δὲ δι’ ὃν πλέουσιν |
| book 45 | * [ναιετάουσι] παθητικὸν εἶπεν ἀντὶ ἐνεργητικοῦ. |
| book 46 | * [Ἴλιος ἱρή] διὰ παντὸς θηλυκῶς—διὰ βουλάς. |
| book 47 | * [ἐϋμμελίω] μελία εἶδος δένδρου εὐθέτου εἰς δοράτων κατα‐ |
| book 47 | σκευήν. |
| book 53 | * [διαπέρσαι] ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐκπόρθησον. |
| book 54.1 | τὸ ἀλόγιστον τῶν ὀργιζομένων δείκνυσι οἳ πόθῳ— |
| book 54.2 | ἀμελοῦσιν. |
| book 66.1 | * [ὑπερκύδαντας] τὰ εἰς δας ὑπὲρ δύο συλλαβὰς— |
| book 66.2 | ἢ τοῖς ἐπιμερισμοῖς· τοῦτο γὰρ ὁμολογεῖται εἶναι Ἡρωδιανοῦ, οἱ δὲ |
| book 66.3 | ἐπιμερισμοὶ οὐκ εἰσὶ πάντες Ἡρωδιανοῦ, ἀλλ’ εἰσὶ καὶ ψευδεῖς ἀνεπί‐ |
| book 66.4 | γραφοι. |
| book 75.1 | * ἀστέρα] τὸν κομήτην φησὶν, τοὺς δὲ ἀστέρας τούτους διάττοντας |
| book 75.2 | καλοῦσι. δοκοῦσι δὲ ἀπὸ συστροφῆς ἀέρος—ἀέρι λύονται. |
| book 75.3 | διαφέρει δὲ ἀστὴρ ἄστρου· ἀστὴρ μὲν οὖν ἐστιν ἕν τι, ἄστρον δὲ τὸ ἐκ |
| book 75.4 | πολλῶν ἀστέρων, ὃ καὶ ἀστροθέτημα καλεῖται. |
| book 80 | [ἐϋκνήμιδας] ἀπὸ μέρους τοὺς εὐόπλους. |
| book 82.1 | * [ἦ ῥ’ αὖτις πόλεμος] καθὸ μὲν πῦρ εἶδον ὑφορῶσι πόλεμον, |
| book 82.2 | καθὸ δὲ ἐσβέσθη διστάζουσιν. |
| book 88.1 | * [Πάνδαρον ἀντίθεον διζημένη] ἐπειδὴ ἀνθρώπῳ εἰκάσθη εἰκό‐ |
| book 88.2 | τως καὶ 〈τὰ ἀνθρώπων ποιεῖ.〉 ἀντίθεον δὲ τὸν ἴσον τῷ Ἀπόλλωνι κατὰ |
| book 88.3 | τὴν τοξείαν. εἰκότως δὲ τὸν Πάνδαρον ζητεῖ καὶ οὐκ ἄλλον τινὰ τῶν |
| book 88.4 | Τρώων, τὸ μὲν ἵνα μὴ φανῇ ὑπὸ τῶν Τρώων ἡ τῶν ὅρκων παράβασις |
| book 88.5 | 〈γίνεσθαι〉, τὸ δὲ ὅτι αἰσχροκερδὴς ἦν οὗτος καὶ τοὺς ἵππους οἴκοι |
| book 88.1 | καταλιπὼν φειδοῖ τῆς τροφῆς. τοῦτον οὖν ζητεῖ ὡς αἰσχροκερδῆ ἐπὶ |
| book 88.2 | ὑποσχέσει δώρων. καλῶς δὲ καὶ Πάνδαρος κέκληται ὡς πάντων ἀρά. |
| book 88.3 | * [εἴ που ἐφεύροι] οὐκ ἀσεβεῖ δὲ, φασὶν, ὁ Πάνδαρος εἰ Ἀθηνᾶ συμ‐ |
| book 88.4 | βούλευσεν καὶ Ζεὺς ἀπέσταλκεν. ῥητέον οὖν ὅτι ὁ μὲν Ζεὺς εἰδὼς τοὺς |
| book 88.10.1 | ὅρκους κακῶς γεγενημένους· οὐδὲν γὰρ ἕτερον Τρῶες ἢ— |
| book 88.10.2 | οὐχὶ πείθειν. |
| book 93.1 | * [ἦ ῥά νύ μοι] ἱκανὸν εἰς πειθὼ τὸ μὴ κελεύειν, καὶ τὸ ἐκ πατέ‐ |
| book 93.2 | ρων ὀνομάζειν οἰκειότητα ὑπεκφαίνει. |
| book 95.1 | [χάριν καὶ κῦδος ἄροιο] «χάριν» μὲν ὡς τοῦ πολέμου παύσας |
| book 95.2 | αὐτοὺς, «κῦδος» δὲ ὡς βασιλέα ἀναιρήσας. |
| book 96 | * [βασιλῆϊ] πρὸς καιρὸν δὲ ἡ Ἀθηνᾶ—δωρεᾶς. |
| book 99.1 | * πυρῆς] οἱ γὰρ ἀρχαῖοι—ἀποθέμενοι. |
| book 99.2 | [πυρῆς] ὁ τρόπος κατάχρησις. |
| book 100.1 | πῶς οὐ τοξεύει Ἀγαμέμνονα ἢ ἄλλον τινὰ τῶν ἀρίστων ἄοπλον |
| book 100.2 | ὄντα, ἀλλὰ Μενέλαον ὡπλισμένον; ἵνα δόξῃ οὐ Πάνδαρον, ἀλλ’ Ἀλέ‐ |
| book 100.3 | ξανδρον εἶναι τὸν τοξεύσαντα. |
| book 101.1 | * [Λυκηγενέϊ] φασὶ γὰρ ὅτι λαθεῖν—λέγει. |
| book 101.2 | * τεσσάρων δὲ τεχνῶν ἔφορος ὁ θεὸς, τοξικῆς ἰατρικῆς μαντικῆς |
| book 101.3 | μουσικῆς. |
| book 102.1 | [ἀρνῶν πρωτογόνων] ἄρνας θύει διὰ τὸ νεάζειν ἀεὶ τὸ θεῖον. |
| book 102.2 | πρωτόγονοι δὲ οἱ ἐν τῷ ἔαρι γεννηθέντες· πρῶτον γὰρ πάσης ὥρας τὸ |
| book 102.3 | ἔαρ. |
| book 102.4 | [αὐτίκα] «αὐτίκα] εἶπε δηλῶν τὸ αἰσχροκερδὲς τοῦ Πανδάρου. |
| book 105 | [ἰξάλου] ὁρμητικῆς. |
| book 108 | * [βεβλήκειν] ἔβαλεν. ἀπαρέμφατον ἀντὶ ὁριστικοῦ. |
| book 109.1 | [ἑκκαιδεκάδωρα] ἑκκαίδεκα παλαιστῶν· δῶρον γὰρ καλεῖται |
| book 109.2 | ἡ παλαιστὴ, ἥ ἐστιν ἔκτασις τῶν τεσσάρων δακτύλων τῆς χειρός |
| book 109.3 | οἱ δὲ, ἑκκαίδεκα χρόνων· ὧρος γὰρ ὁ χρόνος ἄτοπον. |
| book 110.1 | [τέκτων] τέκτων δὲ νῦν καλεῖται ὁ τοξοποιός, ἢ κοινῶς— |
| book 110.2 | κατασκευάζειν τι. |
| book 111 | [κορώνην] κορώνη δέ ἐστι τὸ ἄκρον εἰς ὃ δέδεται ἡ νευρά. |
| book 117.1 | [ἀβλῆτα] ἀβλὴς ἀβλῆτος. ὁ κανών· τὰ εἰς ς λήγοντα ὀξύτονα |
| book 117.2 | ἀπὸ ῥημάτων γινόμενα μονο〈σύλλαβα τὴν〉 συλλαβὴν φυλάττουσι τοῦ |
| book 117.3 | παρακειμένου, εἴτε εἰς ας, εἶτε εἰς ης, εἴτε εἰς ως· οἷον κεκράτηται κράς |
| book 117.4 | κρατός, βέβληται βλής βλητός, ἐξ οὗ καὶ τὸ ἀβλῆτα, τέτρωται τρώς |
| book 117.5 | ..... μετάγομεν τὴν γενικὴν εἰς εὐθεῖαν. |
| book 118 | κατεκόσμει] διὰ τὸ ἐπικίνδυνον τῆς βολῆς. |
| book 121.1 | [Ζελείης] Ζέλεια ἡ Λυκία ἐκαλεῖτο 〈τὸ〉 πρίν. Ζέλεια δὲ ἐκα‐ |
| book 121.2 | λεῖτο διὰ τὸ τιμᾶσθαι λίαν ἐν αὐτῇ τὸν Ἀπόλλωνα. |
| book 122.1 | [γλυφίδας] γλυφίδες αἱ περὶ τοῖς πτεροῖς ἐντομαὶ, ὅπου ἐντίθεται |
| book 122.2 | ἡ νευρά. |
| book 124-125.1 | οὕτως οὖν ἐνέτεινε τὸ τόξον ὡς κυκλοτερὲς γίγνεσθαι. τὸ δὲ |
| book 124-125.2 | «λίγξε» πεποιημένη φωνὴ, οἵα ἀποτελεῖται ἐκτεινομένου τοῦ βέλους. |
| book 126.1 | [ἐπιπτέσθαι] τὸ μὲν πτέσθαι ἀπὸ τοῦ πτῶ, τὸ δὲ πτάσθαι ἀπὸ |
| book 126.2 | τοῦ πτῆμι. |
| book 130 | [ὡς ὅτε μήτηρ] ἡ μήτηρ—καὶ τὸ ἀσθενὲς τῆς βολῆς. |
| book 132.1 | [ὅθι ζωστῆρος ὀχῆες] εἰς τοῦτο τὸ μέρος ἄγει τὸ βέλος, ἵνα μὴ |
| book 132.2 | χαλεπὴ γένηται ἡ πληγή. |
| book 135.1 | ζητεῖται πῶς τῆς Ἀθηνᾶς τὸ βέλος ἀπειργούσης ὁ Μενέλαος |
| book 135.2 | ἐτρώθη. ῥητέον 〈ὅτι〉 οὐχ ἵνα μὴ τρωθῇ πάρεστι· χωρὶς γὰρ τραύ‐ |
| book 135.3 | ματος οὐκ ἐδύναντο αἱ συνθῆκαι διαλύεσθαι· ἀλλ’ ἵνα 〈μὴ〉 ᾖ κατα‐ |
| book 135.4 | καίριος ἡ πληγή. |
| book 135.5.1 | [ἔρυτο] παρὰ τὸ εἰρύετο, ὅ ἐστιν ἀπὸ τοῦ εἰρύω, παθητικὸς παρατα‐ |
| book 135.5.2 | τικὸς ποιητικῶς ἐκτείνας τὸ υ. τὰ δὲ ὑπείκοντα μαχιμώτερά ἐστιν |
| book 140.1 | [ὠτειλῆς] ὠτειλὴ ἐκ τοῦ οὐτᾶσθαι· ἐπὶ δὲ αὐτοῦ τοῦ τραύ‐ |
| book 140.2 | ματος, οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος. |
| book 141.1 | [ἐλέφαντα—φοίνικι μιήνῃ] σημειωτέον ὅτι ἐπὶ παντὸς |
| book 141.2 | ζῴου τὸ μελάγχροον ἰσχυρότερόν ἐστι διὰ τὸ πλῆθος τοῦ αἵματος. θαυ‐ |
| book 141.3 | μάζεται δὲ παρὰ Λάκωσιν ὁ λευκὸς χρὼς καὶ ἡ ξανθὴ κόμη. |
| book 141bis.1 | * [ἐλέφαντα—φοίνικι μιήνῃ] ἐλέφαντά τινες ὀξυ‐ |
| book 141bis.2 | τονοῦσι κακῶς. ὄψιν δὲ ἡμῖν γραφικὴν—ἐπὶ παντὸς γὰρ |
| book 141bis.3 | ζῴου τὸ μελάγχροον ἰσχυρότερόν ἐστι διὰ τὸ πλῆθος τοῦ αἵματος. |
| book 142.1 | Μῃονὶς] ἔχει τὸ ι ἀπὸ τοῦ Μαιονίς. |
| book 142.2 | [Κάειρα] παρὰ τὸ Καρία. φασί τινες τὸ Καΐρα διῃρῆσθαι. οἱ δὲ, |
| book 142.1 | ὡς ἀπὸ τοῦ φαίνω φαείνω, καὶ ὁ λόγος δὲ τὴν δίφθογγον ἀπαιτεῖ. |
| book 142.2 | παρήϊον] παρὰ τὸ παρειά· τὴν γνάθον γὰρ παρειὰν λέγει. |
| book 142.5 | [ἔμμεναι ἵππων] τὸ δὲ «ἵππων» ἀντὶ ἑνικοῦ, οἱ δὲ δυϊκῶς. |
| book 147.1 | σφυρὰ] τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ. |
| book 147.2 | * [σφυρὰ] μεταφορικῶς ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν. |
| book 148.1 | [ῥίγησεν δ’ ἄρ’ ἔπειτα] ὅρα τοῦ μὲν Ἀγαμέμνονος τὸ φιλάδελ‐ |
| book 148.2 | φον, τοῦ δὲ Μενελάου τὸ καρτερικὸν τῷ στρατῷ χαριζομένου. |
| book 151.1 | [νεῦρόν τε καὶ ὄγκους] ὄγκοι μὲν αἱ ἐξοχαὶ τοῦ βέλους, νεῦρον |
| book 151.2 | δὲ ἐν ᾧ δέδεται τὸ σιδήριον τοῦ βέλους. |
| book 155.1 | [θανατόν νύ τοι ὅρκι’ ἔταμνον] οἳ ἐπὶ σῷ θανάτῳ τοὺς ὅρκους |
| book 155.2 | ἐποιήσαμεν. |
| book 158.1 | [οὐ μέν πως ἅλιον πέλει ὅρκιον] γενναίου στρατηγοῦ τὸ σύμ‐ |
| book 158.2 | πτωμα τῆς τύχης εἰς παραμυθίαν δέχεσθαι, καὶ τὸ εἰς θεὸν ἀνέχειν τὴν |
| book 158.3 | ἐλπίδα, καὶ τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς. |
| book 164 | [ἔσσεται ἦμαρ] διὰ τούτου προτρέπεται τοὺς ἀκούοντας πολεμεῖν. |
| book 166.1 | * [ὑψίζυγος] ἡ μεταφορὰ—ἐρέσσοντες. |
| book 166.2 | [ὑψίζυγος] ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ἑκάστῳ ἀπονέμων τὸ πεπρω‐ |
| book 166.3 | μένον. |
| book 167.1 | * [ἐρεμνὴν] ἐκ τοῦ Ἔρεβος ἐρεβενή καὶ συγκοπῇ ἐρεμνή. ὁ |
| book 167.2 | τρόπος μετωνυμία. |
| book 169.1 | [ὦ Μενέλαε] περιπαθῶς τὸ ὄνομα πάλιν ἀνακαλεῖται τοῦ Με‐ |
| book 169.2 | νελάου. |
| book 171.1 | [πολυδίψιον] τὸ πολλοῖς ἔτεσι διψῆσαν· ἄνυδρον γὰρ ὂν τὸ |
| book 171.2 | Ἄργος πολύυδρον ἐποίησεν ὁ Δαναός. |
| book 178 | [αἴθε] εὐκτικὸν ἐπίρρημα, ἀφ’ οὗ 〈τὸ〉 εἴθε· τοῦτο 〈γὰρ〉, τοῦ |
| book 178 | ε τραπέντος εἰς α, γίνεται αἴ〈θε〉. |
| book 189.1 | [αἲ γὰρ δὴ οὕτως εἴη] εἰκότως θαρσυνθεὶς οὐ μηκύνει τὸν |
| book 189.2 | λόγον ἔτι. |
| book 189.3 | * [αἲ] ἰστέον ὅτι ἐκ τοῦ εἰ, τοῦ εὐκτικοῦ ἐπιρρήματος, γέγονεν· ἔστι |
| book 189.4 | γὰρ καὶ εὐκτικὸν ἐπίρρημα εἰ, ὃ σημαίνει τὸ εἴθε· |
| book 189.5.1 | «οὗτος πατὴρ τῆς παιδός; εἰ γὰρ ὤφελεν» |
| book 189.5.2 | ἀντὶ τοῦ εἴθε, καὶ πάλιν· |
| book 189.5.3 | «εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσιν, |
| book 189.5.4 | καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει» |
| book 189.5.5 | (Euripide, Hécube. 836—837). |
| book 189.10.1 | ἀντὶ τοῦ εἴθε μοι γένοιτο. τοῦτο τὸ εἰ γίνεται αἴ, τοῦ ε τραπέντος εἰς α· |
| book 189.10.2 | «αἲ γὰρ δὴ οὕτως εἴη, φίλος ὦ Μενέλαε» καὶ «αἲ γὰρ ἐγὼν οὕτω κε |
| book 189.10.3 | Διὸς πάϊς αἰγιόχοιο εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη» |
| book 189.10.4 | (Il. XIII, 825—826) ἀντὶ τοῦ αἴθε. |
| book 190-191.1 | [ἐπιμάσσεται—φάρμακα] ὡς νῶ ναίω νάω, |
| book 190-191.2 | οὕτως καὶ μῶ μαίω μάω, ἀφ’ οὗ καὶ μάσταξ εἴρηται. φάρμακον δὲ |
| book 190-191.3 | παρὰ τὸ φέρειν ἄκος. |
| book 191.1 | * [φάρμακα] φάρμακα δὲ κυρίως ἐκεῖνα λέγεται τὰ οἱονεὶ τὸ |
| book 191.2 | ἄκος ἐπιφέροντα, ὅ ἐστι τὴν ἴασιν. τρεῖς δὲ φαρμάκων ἰδέαι· ἐπίπαστα |
| book 191.3 | ὡς ἐπὶ Μενελάου· χριστὰ, «ἰοὺς χρίεσθαι»· πότιμα, ὡς ἐπὶ Ἑλένης. |
| book 191.4 | καὶ τρεῖς βελουλκίας—ὡς ἐπὶ Διομήδους. φάρμακα δὲ τὰ |
| book 191.5 | φέροντα ἄκεσιν. |
| book 193.1 | [Μαχάονα] οὐ μετακαλεῖται ἄμφω, ὅτι ὁ μὲν τραύματα ᾔδει |
| book 193.2 | ἰατρεύειν, ὁ δὲ 〈τὰ〉 ἄλλα νοσήματα. |
| book 194 | [Ἀσκληπιοῦ] Ἀσκληπιὸς παρὰ τὸ ἀσκεῖν τὰ ἤπια. |
| book 200.1 | [παπταίνων] πετῶ πτῶ—παπταίνω, τὸ πανταχόθεν |
| book 200.2 | περιβλέπω. |
| book 202 | [Τρίκης] ἔστι δὲ πόλις Θεσσαλίας. |
| book 218.1 | [αἷμ’ ἐκμυζήσας] διὰ τὸ μὴ ἐμπυῶσαι καὶ ἐμποδίσαι πρὸς τὴν |
| book 218.2 | ἀπούλωσιν. |
| book 219.1 | Χείρων] εἷς τῶν Κενταύρων, υἱὸς Ποσειδῶνος, εὑρέτης τῆς |
| book 219.2 | ἰατρικῆς. |
| book 219.3 | * [Χείρων] διδάσκαλος τοῦ Ἀχιλλέως τὰ κακοήθη τῶν ἑλκῶν |
| book 219.4 | ἰάτρευεν. ἀμέλει ἔστιν ἀκοῦσαι παρὰ τῶν ἰατρῶν μέχρι τοῦ νῦν, ἡνίκα |
| book 219.5.1 | κακόηθές 〈τι〉 θεάσωνται ἕλκος, ὅτι «οὗτος τῆς Χείρωνος δεῖται θερα‐ |
| book 219.5.2 | πείας.» |
| book 219bis.1 | * [Χείρων] 〈τὰ Χειρώνεια λέγεται〉 ὥσπερ τὰ Τηλέφια· ὁ γὰρ |
| book 219bis.2 | Τήλεφος ἀρχαῖον ἑλὼν ἕλκος ἔσχε δυσίατον, καὶ ἐκ τούτου ὠνομάσθη |
| book 219bis.3 | ἕλκος Τηλέφιον, καὶ ἐκ τοῦ Χείρωνος ἡ Χαιρωνεία, ἀπὸ τοῦ τὰ Χειρώ‐ |
| book 219bis.4 | νεια ἰᾶσθαι νοσήματα. |
| book 219bis.5.1 | * [Χείρων] εἷς τῶν Κενταύρων, εὑρέτης ἰατρικῆς καὶ λυρικῆς, υἱὸς |
| book 219bis.5.2 | Κρόνου καὶ Φιλύρας, ἢ ὡς ἔνιοι Ποσειδῶνος. |
| book 222 | ἔδυν] ἐκ τοῦ ἔδυσαν κατὰ συγκοπήν. |
| book 223.1 | βρίζοντα] ἀμελοῦντα· βρίξαι γὰρ κυρίως τὸ μετὰ βάρους τρο‐ |
| book 223.2 | φῆς ἀπονυστάξαι. |
| book 242 | ἰόμωροι] οἱ περὶ ἰοὺς μεμωρηκότες, ὅ ἐστι κάμνοντες. |
| book 243.1 | [νεβροὶ] νεβροὶ δὲ οἱονεὶ νεωστὶ ἐπὶ βορὰν ἰόντες, ἢ νεπόροι οἱ |
| book 243.2 | μήπω πορεύεσθαι δυνάμενοι. δειλοὶ δὲ οἱ ἔλαφοι καὶ πρόσχειροι εἰς φυ‐ |
| book 243.3 | γήν. |
| book 243bis | ἔστητε] μετείληπται τὸ α εἰς τὸ η. |
| book 248.1 | [εὔπρυμνοι] πρύμναι εἰσὶ τὰ ὄπισθεν μέρη τῶν νεῶν. |
| book 248.2 | [πολιῆς] 〈λευκῆσ〉. λευκὴ δέ 〈ἐστι〉 διὰ τὸν ἄφρον. |
| book 251-254.1 | [οὐλαμὸν—φάλαγγας] οὐλαμὸς ἡ συστροφὴ, ἀπὸ |
| book 251-254.2 | τῆς εἰλήσεως. οὐλαμὸς δὲ καὶ ἡ ἐκ τεσσαράκοντα ἀνδρῶν συνε‐ |
| book 251-254.3 | στηκυῖα τάξις, φάλαγξ δὲ ἡ ἀπὸ ἑκατὸν εἴκοσιν ἀνδρῶν. τάξις |
| book 253 | συῒ ἴκελος] διώκειν γὰρ οὐ δύναται ὡς μεσαιπόλιος. |
| book 254 | * φάλαγγας] τὰς τάξεις τῶν στρατιωτῶν—καλοῦμεν. |
| book 272 | * [κῆρ] εὐθεῖα ἀντὶ δοτικῆς. |
| book 274 | * [νέφος] ὁ τρόπος μεταφορὰ ἀπὸ τοῦ πυκνώματος τῶν νεφῶν. |
| book 276.1 | [Ζεφύροιο] Ζέφυρος εἴρηται διὰ τὸ ἀπὸ 〈τοῦ〉 ζόφου πνεῖν, |
| book 276.2 | ζόφον δὲ τὴν δύσιν οἱ παλαιοὶ ἐκάλουν. |
| book 277 | * [μελάντερον] συγκριτικὸν ἀντὶ ὑπερθετικοῦ. |
| book 291.1 | * [ἁλοῦσα] ἐκ τοῦ ἁλῶ, ὅθεν καὶ τὸ ἀλοιᾶν, τὸ τύπτειν καὶ φο‐ |
| book 291.2 | νεύειν, ἐξ οὗ καὶ πατραλοίας· «πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν |
| book 291.3 | ἀλοία. (Il. IX, 568). |
| book 297.1 | [ἱππῆας] τοὺς μὲν ἱππέας ἐπὶ τὸ δεξιὸν μέρος ἔταξε, τοὺς δὲ |
| book 297.2 | πεζοὺς ἐξ εὐωνύμων, τοὺς δὲ ἀσθενεῖς καὶ δειλοὺς κατὰ τὸ μέσον συνέ‐ |
| book 297.3 | κλεισεν· ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ κατὰ βάθος. ὄπισ‐ |
| book 297.4 | θεν μὲν οὖν τὸ εὐώνυμον μέρος δηλοῖ, ἔμπροσθεν δὲ τὸ ἐκ δεξιῶν. |
| book 300.1 | * [ἀναγκαίῃ πολεμίζοι] κατ’ ἀνάγκην πολεμίζοι· «καὶ πολιοί |
| book 300.2 | περ ἐόντες, ἀναγκαῖοι πολεμισταί» (Od. XXIV, 499), ἀντὶ τοῦ κατ’ ἀνάγ‐ |
| book 300 | κην πολεμικοί. |
| book 306.1 | [ὃς δέ κ’ ἀνὴρ—ἵκηται] ὅστις τὸ ἴδιον ἅρμα κατα‐ |
| book 306.2 | λείψας εἰς ἕτερον ἵκηται, ὁ τοιοῦτος μὴ ἡνιοχείτω διὰ τὴν ἀπειρίαν τῶν |
| book 306.3 | ἀλλοτρίων ἵππων, ἀλλ’ ἔγχει πολεμείτω. |
| book 306.4 | * [ὃς δέ κ’ ἀνὴρ—ἵκηται] οἱ δέ φασιν ὅτι ὃς ἂν πολεμίου |
| book 306.5 | —σπουδάζῃ. |
| book 315.1 | [ὁμοίϊον] σημειωτέον ὅτι Ὅμηρος τὸ ὁμοίϊον ἐπὶ τοῦ φαύλου λαμ‐ |
| book 315.2 | βάνει, ὡς τὸ «ἀλλά σε γῆρας τείρει ὁμοίϊον» καὶ «ἄλλ’ ἤτοι θάνατον |
| book 315.3 | —ἀλαλκέμεν» (Od III, 236) καὶ «ὁπότ’ ἂν τέλος ἔλθῃ |
| book 315.4 | ὁμοιΐου πτολέμοιο» |
| book 315.5 | [ὁμοίϊον] «ὁμοίϊον» δὲ τὸ ὁμοίως πᾶσι χαλεπόν. |
| book 323 | «ἀνδρὸς γέροντος ῥάβδος ἡ βακτηρία». |
| book 327.1 | [Πετεῶο] ὀστέον ὅτι τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ |
| book 327.2 | Πετεός τοῦ Πετεοῦ, ὡς ὁ ἐνεός τοῦ ἐνεοῦ, καὶ ἐπεκτάσει Ἀττικῇ τοῦ ε |
| book 327.3 | εἰς ω Πετεώς, ὡς Μενέλαος Μενέλεως, ἡ γενικὴ δὲ Πετεῶ, καὶ κατὰ |
| book 327.4 | πλεονασμὸν τοῦ ο γέγονε Πετεῶο. AD Cf L. ἰστέον ὅτι— |
| book 327.5.1 | ἐστιν et τοῦ ε εἰς ω suppléés par Gen II. Gen. I* ajoute ἢ Πετεὸς Πετεοῦ |
| book 327.5.2 | καὶ Πετεοῖο, καὶ ἐκτάσει Πετεῷο σὺν τῷ ι. |
| book 329 | * Πύλιοι καὶ Ἀρκάδες—ἱστορεῖ Ἀρίαιθος. |
| book 331.1 | [οὐ γάρ πώ σφιν ἀκούετο] οὔπω ᾔδεσαν ὅτι πόλεμος ἦν διὰ τὸ |
| book 331.2 | πόρρω εἶναι. Gen II ajoute εἰ (leg. ὅτε) ὁ πόλεμος κεκίνηται. |
| book 352 | ὀξὺν Ἄρηα] τὸν ταχεῖαν τὴν ἐν τοῖς φόνοις κρίσιν ἔχοντα. |
| book 353 | [καὶ αἴ κέν τοι τὰ μεμήλῃ] καὶ ἐὰν ἐῶσί σε οἱ πολέμιοι περὶ |
| book 353 | τοῦτο ἀσχοληθῆναι. |
| book 378.1 | * [τείχεα Θήβης] περιφραστικῶς τὰς Θήβας. Θῆβαι δέ εἰσιν αἱ |
| book 378.2 | πᾶσαι τρεῖς—ἐν τῇ |
| book 380.1 | παραίσια] τὰ ἐναντία, τὰ παρεκτὸς τοῦ αἰσίου, ὅ ἐστι πᾶσι |
| book 380.2 | χαλεπά. |
| book 385.1 | [Καδμείωνας] τοὺς Θηβαίους· ἀπὸ Κάδμου τοῦ κτίσαντος τὰς |
| book 385.2 | Θήβας. |
| book 383.1 | [λεχεποίην] ἐξ οὗ ἔστι ποιῆσαι λέχος, ὅ ἐστι κοίτην. λέγει δὲ |
| book 383.2 | τοὺς ψιάθους. |
| book 386.1 | [βίης Ἐτεοκλείης] περιφραστικῶς γὰρ ἀπὸ τῆς δυνάμεως αὐτὸν |
| book 386.2 | δηλοῖ. |
| book 389 | [πάντα] τουτέστιν ἐν παντὶ ἀγωνίσματι. |
| book 394 | * [Μαίων] τὸν Μαίονά τινες—ὑβρίζεται. |
| book 396 | [τοῖσιν ἀεικέα πότμον ἐφῆκεν] ἤγουν ἀπέκτεινεν αὐτούς. |
| book 400 | * [ἀγορῇ δὲ] πάνυ γὰρ συνετὸν—νέοις. |
| book 405.1 | * [ἡμεῖς τοι] περὶ αὑτοῦ λέγει Σθένελος καὶ Διομήδους· οὗτοι |
| book 405.2 | γὰρ—στρατευσαμένων οἱ παῖδες. |
| book 407 | [Ἄρειον] ἢ τὸ ὑπὸ τοῦ Ἄρεος φρουρούμενον. |
| book 412.1 | [τέττα] τὸ τέττα προσφώνησις—παλαιότερον. |
| book 412.2 | [ἧσο] οὐκ ἔτρεπε—μετὰ σιωπῆς ἧσο. |
| book 420.1 | [ἔβραχε] πεποιημένη λέξις τὸ «ἔβραχε». χαλκὸς δὲ περιφραστι‐ |
| book 420.2 | κῶς τὰ ὅπλα. |
| book 426.1 | [ἄχνην] ἄχνη ἐστὶ τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα, ὅπερ |
| book 426.2 | καὶ φῦκός φησι. |
| book 433.1 | [πολυπάμονος] πολυπάμων ὁ πολυκτήμων εἴρηται· πάματα γὰρ |
| book 433.2 | —κτήσασθαι, ἐκτεινομένου τοῦ α. |
| book 434.1 | [γάλα λευκόν] λευκὸν δὲ διὰ τὸ μὴ ἀποτελεῖν σκιὰν, ἢ αὐτὴν |
| book 434.2 | τὴν φύσιν εἶπεν. |
| book 435.1 | μεμακυῖαι] αἱ μηκώμεναι· μηκὴ γάρ ἐστιν 〈ἡ〉 αἰγῶν βοὴ, |
| book 435.2 | ὅθεν καὶ «μηκάδες αἶγες», βληχὴ δὲ ἡ τῶν προβάτων. |
| book 440.1 | [ἄμοτον] ἀπλήρωτον—τῆς σαρκός. |
| book 440.2 | ἃ καὶ ἡ συνήθεια μοτάρια καλεῖ. |
| book 447.1 | * [σύν ῥ’ ἔβαλον ῥινοὺς] ὁ ῥά ἀντὶ τοῦ δή. |
| book 447.2 | * [μένε’ ἀνδρῶν] ὁ τρόπος περίφρασις. |
| book 454.1 | [χαράδρης] τῆς ἐγχαράξεως τοῦ ἐδάφους, τῆς γιγνομένης ἀπὸ |
| book 454.2 | τῶν καταφερομένων—ὕδατος. |
| book 457.1 | [πρῶτος δ’ Ἀντίλοχος] ἐν τῇ ἀρχῇ τῆς μάχης οὐχὶ τὸν Αἴαντα, |
| book 457.2 | οὐ τὸν Διομήδη, οὐκ ἄλλον τινὰ τῶν ἀριστέων ἀριστεύοντα δείκνυσιν |
| book 457.3 | Ὅμηρος, ἀπ’ ἐλάσσονος δὲ ἄρχεται, τὸ τῆς τύχης αἰνισσόμενος κ〈ράτοσ〉. |
| book 457.4 | * πῶς οὐκ Αἴας πρῶτος—αἰνισσόμενος κράτος. |
| book 458 | [Ἐχέπωλον] ἔστι δὲ ὄνομα κύριον. |
| book 465.1 | [ἕλκε δ’ ὑπὲκ βελέων] εἷλκεν ἔξωθεν τῶν βελῶν. βέλος δὲ πᾶν |
| book 465.2 | τὸ ἐκ χειρὸς βαλλόμενον. |
| book 464 | [Ἀβάντων] λέγει δὲ τῶν Εὐβοέων· ἔστι δὲ ὄνομα ἔθνους. |
| book 471.1 | [λύκοι] 〈διὰ〉 τὸ ἁρπακτικὸν τοῦ ζῴου. Précédée de οἱ δὲ δίκην |
| book 471.2 | λύκων διὰ transcrit par Gen. II. |
| book 483.1 | [εἱαμένῃ] εἱαμένη ὁ ἔνυδρος καὶ βοτανώδης τόπος, ῥειαμένη τις |
| book 483.2 | οὖσα, ὁ καταρρεόμενος τόπος, κατὰ ἀφαίρεσιν τοῦ ρ, ἢ παρὰ ἕσιν, ὃ |
| book 483.3 | σημαίνει τὴν ἀνάδοσιν τῶν φυτῶν. Gen. II ajoute: |
| book 483 | ὠνομάσθη δὲ—ἀναδόσεως. |
| book 499.1 | [νόθον] σημειωτέον ὅτι αἱ παιδοποιΐαι τετραχῶς παρὰ τῷ ποιητῇ |
| book 499.2 | λέγονται· γνήσιος ὁ ἐκ νομίμων γάμων γεννηθείς· παρθένιος ὁ ἐκ |
| book 499.3 | παρθένου· σκότιος ὁ ἐκ μοιχείας, καὶ νόθος ὁ ἐκ πορνείας. 〈νόθοσ〉 |
| book 499.4 | νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος. |
| book 503.1 | [τὸν δὲ σκότος ὄσσε κάλυψεν] σολοικισμός· ἔδει γὰρ εἰπεῖν «τοῦ |
| book 503.2 | δὲ.» ἀλλ’ ἔστι παράπτωσις. |
| book 509 | [χάρμης] τῆς μάχης κατὰ ἀντίφρασιν· ἐν ᾗ οὐδεὶς χαίρει. |
| book 513 | [πέσσει] ὁ δὲ τρόπος μεταφορὰ ἀπὸ τῶν σιτίων. |
| book 515.1 | [Τριτογένεια] ἡ ἐν Τρίτωνι τῷ ποταμῷ γεννηθεῖσα, ἢ τρεῖν τοὺς |
| book 515.2 | ἀνθρώπους ποιοῦσα ἤγουν φοβεῖσθαι. |
| book 515.3 | [Τριτογένεια] ἣν ἔτρεσαν οἱ θεοὶ γεννηθεῖσαν, ἢ ἡ τὸ τρεῖν τοῖς |
| book 515.4 | ἐχθροῖς διδοῦσα, ἢ ἐπὶ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα. |
| book 515.5.1 | ἢ ἀπὸ τῆς τριτοῦς τοῦ |
| book 515.5.2 | Διὸς, ἤγουν κεφαλῆς, γεννηθεῖσα. |
| book 526.1 | χολάδες] τὰ ἔντερα—νευρώδη πάντα εἰσίν. |
| book 526.2 | G. II ajoute οἱ δὲ ἠτυμολόγησαν παρὰ τὸ χεῖσθαι, οὐ καλῶς. |
| book 533 | [ἀκρόκομοι] ἢ οἱ πολλὰ κομῶντες ἢ οἱ μέσως. |
| book 540.1 | [ἄβλητος καὶ ἀνούτατος] ἄβλητος μὲν ὁ πόρρωθεν διὰ βέλους |
| book 540.2 | 〈μὴ〉 βληθεὶς, ἄτρωτος δὲ ὁ ἐγγὺς διὰ ξίφος 〈μὴ〉 τρωθείς. |
| book 544 | [πρηνέες] ἀπὸ τοῦ πρόσω νενευκέναι. |
| book 1 | ἔνθα] τότε ὅτε οἱ πολλοὶ ἀπώλοντο. |
| book 2.1 | [μένος καὶ θάρσος] μένος μὲν τὸ τοῦ σώματος—ἀμ‐ |
| book 2.2 | φότερα αὐτῷ δέδωκεν· θάτερον γὰρ τούτων θατέρου χωρὶς οὐδὲν |
| book 2.3 | ὠφελεῖ. |
| book 4.1 | [δαῖέ οἱ ἐκ κόρυθος—πῦρ] φαντασίαν πυρὸς—φαί‐ |
| book 4.2 | νεσθαι πρὸς ἔκπληξιν τῶν ἐχθρῶν. |
| book 5.1 | [ἀστέρ’ ὀπωρινῷ] οἱ μὲν τὸν Ἀρκτοῦρόν φασιν, οἱ δὲ τὸν κύνα. |
| book 5.2 | ὀπωρινὸς δὲ καιρός ἐστιν ὁ μεταξὺ τοῦ θέρους καὶ φθινοπώρου. |
| book 6.1 | [Ὠκεανοῖο] Ὠκεανὸς δὲ εἴρηται παρὰ τὸ ὦκα περὶ αὐτὸν ἀνύεσ‐ |
| book 6.2 | θαι τὸν δρόμον 〈τῶν ἄστρων〉. |
| book 7.1 | [ἀπὸ κρατός τε καὶ ὤμων] τῇ γὰρ φρονήσει πάντα κατορθοῦται |
| book 7.2 | καὶ τῇ διὰ τῶν χειρῶν ἐνεργείᾳ, ἃ διὰ τῆς «κρατὸς» καὶ τῶν «ὤμων» |
| book 7.3 | παρίστησιν ὁ Ὅμηρος. |
| book 9.1 | ἀφνειὸς] ἀπενεός τις ὢν, ὁ μὴ πενόμενος. |
| book 9.2 | [ἦν δέ τις] σημείωσαι· τοῦτο τὸ εἶδος διήγησις λέγεται— |
| book 9.3 | καὶ τὴν ἀρετὴν 〈παραστήσασ〉. |
| book 20 | [λιπὼν περικαλλέα δίφρον] τὸ τοῦ Διομήδους φίλιππον εἰδὼς τοὺς |
| book 20.1 | ἵππους κατέλιπεν, ὅπως περὶ αὐτοὺς γένηται, ἢ ὅτι τῷ δεινῷ παρετράπη |
| book 20.2 | τὰς φρένας G I* ajoute: καὶ οὐκ ἐνόησε τὸ συμ‐ |
| book 20.3 | φέρον· αἱ γὰρ φρένες ταραχθεῖσαι παρέπλαγξαν καὶ τὸν σοφόν. |
| book 20.5.1 | * [Ἰδαῖος δ’ ἀπόρουσε] λέγουσί τινες ὅτι λίαν γελοίως— |
| book 20.5.2 | τὸ ἅρμα φεύγειν· δυνατὸν γὰρ μᾶλλον ἐπὶ τοῖς ἵπποις. ἰστέον οὖν ὅτι |
| book 20.5.3 | κατέθορε μὲν—εὐλαβηθεῖς δὲ τοὺς 〈ἐχθρ〉οὺς εἰς φυγὴν |
| book 20.5.4 | ὥρμησεν. |
| book 24 | [ἀκαχήμενος] Αἰολικὸν τὸ «ἀκαχήμενος» ὡς τὸ τιθήμενος. |
| book 25.1 | [ἵππους δ’ ἐξελάσας] ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γὰρ |
| book 25.2 | ἦν, ἱππόβοτον δὲ τὸ Ἄργος. |
| book 26.1 | [κατάγειν] διὰ δὲ τοῦ κατάγειν παριστᾷ ἐν κοιλῷ τόπῳ εἶναι |
| book 26.2 | τὸν ναύσταθμον. |
| book 29 | * [πᾶσιν] ἀντὶ τοῦ πάντων—ὁ ποιητής. |
| book 30 | θοῦρον] τὸν ὁρμητικὸν, τὸν θείως ὀρούοντα. |
| book 31.1 | [Ἆρες Ἄρες] ἐνταῦθα μόνον ἀναδιπλασιάζει τὴν κλητικήν. |
| book 31.2 | * τοῦτο τὸ σχῆμα παλιλλογία καλεῖται. |
| book 31.3 | [τειχεσιπλῆτα] γράφεται δὲ καὶ τειχεσιβλῆτα. |
| book 33.1 | [μάρνασθαι] πυρώδης γὰρ ὁ πόλεμος καὶ μαραίνει τὰ σύμ‐ |
| book 33.2 | παντα. |
| book 34.1 | [Διὸς δ’ ἀλεώμεθα μῆνιν] καίτοι οὔπω ὁ Ζεὺς ἦν παραγγείλας |
| book 34.2 | μηδενὶ βοηθεῖν, ἀλλ’ ἡ τῆς Θέτιδος οὐκ ἐλάνθανεν ἱκετεία. |
| book 38.1 | [πρῶτος—Ἀγαμέμνων] ἄτοπον γὰρ—κλι‐ |
| book 38.2 | νομένων τῶν Τρώων. |
| book 39.1 | [ἀρχὸν Ἁλιζώνων] Ἁλιζώνων δὲ τῶν Παφλαγόνων, διὰ τὸ |
| book 39.2 | ὑπεζῶσθαι τῇ ἁλί. |
| book 43 | [Μῄονος υἱὸν] τουτέστι τοῦ Λυδοῦ· ἔστι δὲ 〈καὶ〉 ὄνομα ἔθνους. |
| book 44 | [Τάρνης] Τάρνη, ἡ νῦν Σάρδεις καλουμένη. |
| book 49.1 | [Σκαμάνδριον] Σκαμάνδριος οἰκεῖον ὄνομα κυνηγοῦ· ποταμοὶ γὰρ |
| book 49.2 | αὐτοῖς καὶ ὗλαι διαγωγή. |
| book 51.1 | [δίδαξε γὰρ Ἄρτεμις] τὰς ἐν ταῖς τέχναις ὑπεροχὰς τοῖς θεοῖς |
| book 51.2 | προσάπτουσιν. |
| book 53.1 | [ἀλλ’ οὔ οἱ τότε χραῖσμε] δείκνυσι διὰ τούτου τὸ τῆς τύχης |
| book 53.2 | ἀπαράβατον. |
| book 60.1 | [Ἁρμονίδεω] οἰκεῖον ὄνομα τέκτονος τὸ Ἁρμονίδης, παρὰ τὸ συναρ‐ |
| book 60.2 | μόζειν. |
| book 62.1 | [νῆας ἐΐσας] τὰς ἴσα ἐχούσας τὰ πλευρὰ κατά τε μέγεθος καὶ |
| book 62.2 | σχῆμα καὶ βάρος. |
| book 64 | [θέσφατα ᾔδη] θέσφατά τινα ὄντα, ἤτοι μαντεύματα. |
| book 73.1 | [κατὰ ἰνίον] ἰνίον—νευρῶδες εἶναι· ἶνες γὰρ τὰ νεῦρα |
| book 73.2 | κέκληται· ἢ 〈τὸ〉 πλατὺ καὶ—ἐπὶ τὸν αὐχένα. κέκλη‐ |
| book 73.3 | ται—τὸν αὐχένα |
| book 75.1 | [ψυχρὸν] ψυχρὸς ὁ σίδηρος, ἢ ψυχροποιὸς διὰ τὸ ἀποψύχεσθαι |
| book 75.2 | τοὺς ἀναιρουμένους ὑπ’ αὐτοῦ. |
| book 81.1 | [ἀπὸ δ’ ἔξεσε χεῖρα] ἀπέξεσεν εἶπε καὶ οὐκ ἀπέκοψε, δεικνὺς |
| book 81.2 | τὸ ῥᾴδιον τῆς ἐκτομῆς. |
| book 83.1 | [ἔλλαβε πορφύρεος θάνατος] οὐχ ἡ ἐκκοπὴ τῆς χειρὸς αἰτία ἐγέ‐ |
| book 83.2 | νετο τοῦ θανάτου, ἀλλ’ ἡ ῥύσις τοῦ αἵματος. |
| book 88.1 | [χειμάρρῳ] χείμαρροί εἰσιν οἱ μὴ ἀέναον ἔχοντες τὸ ὕδωρ, ἀλλ’ |
| book 88.2 | ἐν χειμῶνι μόνῳ πληρούμενοι ὑπὸ τῶν συνεχῶν ὄμβρων. |
| book 98.1 | [καὶ βάλ’ ἀΐσσοντα] καλῶς τὸν Διομήδην ἔτρωσεν· οὐδένα γὰρ |
| book 98.2 | εἰκὸς εἰς ἄκρον εὐτυχοῦντα μὴ καὶ λύπης πειραθῆναι μικρᾶς. |
| book 99.1 | [θώρηκος γύαλον] θώρηκος δὲ γύαλον ἁπλῶς τὸ κῦτος τοῦ θώ‐ |
| book 99.2 | ρακος. |
| book 103.1 | [ἄριστος] οὐ τὸν Διομήδη ἐπαινῶν, ἀλλ’ ἑαυτὸν, ἄριστον αὐτὸν |
| book 103.2 | λέγει τῶν Ἀχαιῶν. |
| book 110 | [ὄφρα μοι] ὅρα τὸ γενναῖον τοῦ ἥρωος· οὐκ ἀναχωρεῖ τρωθεὶς |
| book 110 | οὐδ’ οἰμώζει, ἀλλὰ γενναίως τὴν χρείαν μόνην φησίν. |
| book 112.1 | [βέλος ὠκὺ διαμπερὲς ἐξέρυς’ ὤμου] δυνατῶς ἐξείλκυσε τὸ |
| book 112.2 | βέλος· ἡ γὰρ κατὰ μικρὸν ἐκβολὴ ἐπωδυνωτέρα ἢ εἰ ὁλόκληρον ἐξείλ‐ |
| book 112.3 | κυσε τὸ βέλος. |
| book 117 | [ἐμὲ] 〈ἀντὶ〉 τοῦ ἐμοί. |
| book 124 | [θαρσῶν] τὸ θαρσῶ ἐκ τοῦ θέρω, τὸ θερμαίνω. |
| book 127.1 | [ἀχλὺν—ἕλον] παιδευτικῶς—ἡμῖν πα‐ |
| book 127.2 | ρεστάναι τὸ θεῖον. |
| book 127.3 | πῶς οὖν μετὰ μικρὸν ἀγνοεῖ τὸν Γλαῦκον; φαμὲν δὲ ὅτι πρὸς |
| book 127.4 | καιρὸν ἀφῄρηται τὴν ἀορασίαν, ἵνα τρώσῃ Ἀφροδίτην καὶ Ἄρεα, τρω‐ |
| book 127.5 | θέντων δὲ τούτων πάλιν ἀποδίδοται ἡ οἰκεία ἀχλύς. |
| book 128.1 | [ὄφρ’ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα] «θεὸν» τὸν αὐτο‐ |
| book 128.2 | πρόσωπον, «ἄνδρα» δὲ τὸν μεταβαλλόμενον εἰς ἀνδρὸς ἰδέαν. |
| book 131.1 | [ἄταρ εἴκε] ἡ πρακτικὴ φρόνησις καταφρονεῖν αὐτὸν παρα‐ |
| book 131.2 | σκευάζει τῶν ἡδονῶν· τὴν ἀχλὺν γὰρ ἀφελομένη διδάσκει τά τε φανε‐ |
| book 131.3 | ρῶς ἐπερχόμενα καὶ τὰ κρυφίως βλαβερά. |
| book 140.1 | [ἀλλὰ κατὰ σταθμοὺς] κατὰ μὲν τοὺς σταθμοὺς ἤτοι τὰς ἐπαύ‐ |
| book 140.2 | λεις ὑπεισέρχεται ὁ ποιμὴν, τὰ δὲ πρόβατα ἔρημα καταλειφθέντα τῆς |
| book 140.3 | τοῦ ποιμένος βοηθείας φεύγει. |
| book 143 | [ὣς μεμαὼς Τρώεσσι] οὐκέτι καθ’ ἕνα ἀναιρεῖ, ἀλλὰ σύνδυο. |
| book 146 | κληΐδα] τὴν κατακλεῖδα—καὶ τὸν ὦμον. |
| book 150.1 | [τοῖς οὐκ ἐρχομένοις—ὀνείρους] τούτοις ἔκρινεν ὁ |
| book 150.2 | πατὴρ τοὺς ὀνείρους ὡς οὐκ ἐπανήξειν μέλλουσιν. |
| book 150.3 | * ἔστιν ἕν τι τῶν ἀμφιβόλων· ἤτοι γε ἐμαντεύσατο—αὐτοῖς |
| book 150 | τοὺς ὀνείρους. |
| book 153.1 | [ὁ δὲ τείρετο γήραϊ λυγρῷ] ἐλέγχει τοὺς οἰομένους— |
| book 153.2 | νικᾷ γὰρ ἡ πήρωσις. |
| book 158.1 | χηρωσταὶ] οἱ κατ’ οὐδένα τρόπον προσήκοντες, οἱ κληρονόμοι |
| book 158.2 | τοῦ ἄπαιδος καὶ χήρου. |
| book 166.1 | [ἀλαπάζοντα] ἀλαπάζω τὸ κενῶ· διὸ καὶ Ἀθηναῖοι τὰ τῆς |
| book 166.2 | γαστέρος κενώματα λάπαθα καλοῦσιν. |
| book 168.1 | [Πάνδαρον—διζήμενος] αὐτὸς ἔξω κινδύνων στὰς— |
| book 168.2 | Αἰνείας. |
| book 177.1 | * [εἰ μή τις] πρὸς τὸ ἀμφίβολον—ἐναντιούμενος 〈ἢ |
| book 177.2 | εἰ μή〉 τις θεὸς ἐγκοτῶν τοῖς 〈Τρωσὶ〉 τῷ πολεμίῳ ἀρή〈γει. εἰ〉 ὑγιές. |
| book 182.1 | [αὐλώπιδι] αὐλῶπις ἡ αὐλίσκον ἔχουσα καθ’ ὃν πήγνυται ὁ |
| book 182.2 | λόφος. τρυφάλεια δὲ ἡ φάλους ἔχουσα τρεῖς. φάλοι δὲ οἱ κατὰ τὸ μέ‐ |
| book 182.3 | τωπον—ἀστερίσκοι. κυρίως δὲ αὐλῶπις εἶδος— |
| book 182.4 | ἐχούσης. |
| book 187 | * ὅτι Ζηνόδοτος—παρέτρεψεν. |
| book 191 | * σημείωσαι ὅτι εὐκρινὲς—θεόν. |
| book 193.1 | [ἀλλά που ἐν μεγάροισι] κερτομῶν αὐτοῦ 〈τὸ φι〉λάργυρον ὡς |
| book 193.2 | ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ. |
| book 194 | * ὅτι Ζηνόδοτος—τὰς ἰσοδυναμούσας λέξεις. |
| book 196.1 | [ὀλύρας] ἔστι δὲ εἶδος καρποῦ κριθώδους. |
| book 196.2 | [κρῖ] κατὰ ἀποκοπήν. |
| book 200 | * ἀρχεύειν Τρώεσσι] τῶν Ζέλειαν πόλιν Τροίας κατοικούντων. |
| book 200 | ἰστέον δὲ ὅτι οἱ τὴν Ζέλειαν—ἐλέγοντο. |
| book 203.1 | [ἄδην] Αἰολικόν ἐστι τοῦτο. ὁ μὲν Νικίας διὰ βʹ δ γράφει καὶ |
| book 203.2 | ψιλοῖ, Ἀρίσταρχος δὲ δι’ ἓν δ καὶ δασύνει. |
| book 204.1 | [πεζὸς] ὁ ἐκ ποδῶν μαχόμενος· πέζα γὰρ ὁ ποῦς· διὸ καὶ «ἀργυ‐ |
| book 204.2 | ρόπεζα». |
| book 211.1 | * [Τρώεσσι]. 〈μετὰ τὸ〉 «Τρώεσσι» ἀναπαύσασθαι δεῖ. |
| book 211.2 | ἡγούμην, φησὶ, τῶν Τρώων φέρων χάριν Ἕκτορι δίῳ. τριχῶς δὲ |
| book 211.3 | λέγει· ἤτοι καθολικῶς πάντας τοὺς Τρῶας, ὡς «Τρώων δ’ οἰώθη καὶ |
| book 211.4 | Ἀχαιῶν φύλοπις.» (Il. VI, 1), ἢ καὶ τοὺς ὑφ’ Ἕκτορι τεταγμένους |
| book 211.5.1 | «Τρωσὶ μὲν—Ἕκτωρ.» (Il. II, 816), ἢ καὶ τοὺς ὑπὸ |
| book 211.5.2 | Λυκάονι καὶ Πανδάρῳ «ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο, |
| book 211.5.3 | Τρῶες τῶν αὖτ’ ἦρχε Λυκάονος 〈ἀγλαὸς υἱόσ〉» (ib. 825—826) |
| book 216.1 | [διακλάσσας] διὰ τῆς ἀναδιπλάσεως τοῦ ς τὸν ἀπὸ τῆς συν‐ |
| book 216.2 | τρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο. |
| book 219 | [νώ] ἐνταῦθα μόνον κέχρηται τῷ «νώ» καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ |
| book 222.1 | [οἷοι Τρώϊοι ἵπποι] οἱ ἀπόγονοι τῶν τοῦ Τρωὸς ἵππων. |
| book 222.2 | * [Τρώϊοι] οἱ τῷ Τρωῒ κεχαρισμένοι ἀντὶ τῆς ἁρπαγῆς Γανυμήδους. |
| book 226.1 | [σιγαλόεντα] τὰ σιγὴν ἐκ τοῦ θαύματος ἐπιτιθέντα, οἱονεὶ |
| book 226.2 | σιγηλόεντα καὶ ποικίλως κατεσκευασμένα. |
| book 241.1 | [τοὺς δὲ ἴδε Σθένελος] ὡς ἀπὸ τοῦ δίφρου ὢν ὑψηλότερος ὁ |
| book 241.2 | Σθένελος ἐθεάσατο. |
| book 245.1 | [ἀπέλεθρον] πολλήν. πελέθρον δέ ἐστι μέτρον γῆς— |
| book 245.2 | δίμοιρον. |
| book 253.1 | [οὐ γὰρ—μάχεσθαι] οὐ γάρ μοι γενναῖον μαχομένῳ |
| book 253.2 | ἀλυσκάζειν καὶ φεύγειν· εἴληπται γὰρ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς. |
| book 256.1 | οὐκ ἔα] τὸ «ἔα» συνέσταλται· ἐα 〈γὰρ〉 τὸ τρίτον πρόσωπον |
| book 256.2 | κατὰ ἀποκοπήν· τῆς γὰρ βʹ καὶ γʹ συζυγίας τὰ δεύτερα καὶ τρίτα πρό‐ |
| book 256.3 | σωπα εἰς βʹ α λήγει, 〈καὶ〉 τὸ μὲν πρῶτον συστέλλουσι, τὸ δὲ τελευταῖον |
| book 256.4 | ἐκτείνουσι· ὅθεν τὸ ἔα κατ’ ἀποκοπὴν γενόμενον τοῦ ἐάα συνέσταλται. |
| book 262.1 | [ἐξ ἄντυγος ἡνία τείνας] ἐξάψας τὰς ἡνίας τῆς τοῦ ἅρματος |
| book 262.2 | περιφερείας. ἄντυξ δὲ ὁ κύκλος ὁ τῷ ἅρματι πεπηγὼς πρὸς τὸ ἀντιτεί‐ |
| book 262.3 | νειν τῷ ἐπιβάτῃ. |
| book 263.1 | * [Αἰνείαο] σημείωσαι ὅτι τὰς ἀπὸ τῶν εἰς ας εὐθειῶν γενικὰς |
| book 263.2 | ἰσοσυλλάβως κλινομένας ἐν ἡρωϊκῷ μέτρῳ οἱ ποιηταὶ ἢ διὰ τοῦ εω |
| book 263.3 | προφέρονται, οἷον Αἰνείεω, ἢ διὰ τοῦ ω οἷον Βορέω, ἢ διὰ τοῦ α Δωρι‐ |
| book 263.4 | κῶς, ὡς Ἀπολλώνιος ἐν αʹ «ἢ ζ〈ῴου εὕ〉ροιεν Ὕλα μόρον ἠὲ 〈θανόντοσ〉» |
| book 263.5 | (Apoll. Rhod. Argon. I. v. 1350). |
| book 265.1 | [τῆς γάρ τοι γενεῆς] πόθεν δὲ ὁ Διομήδης ᾔδει τὰ περὶ τῶν |
| book 265.2 | ἵππων; δῆλον ὅτι ἀπὸ τῶν αἰχμαλώτων. |
| book 266.1 | [υἷος] προπερισπᾶται τὸ «υἷος»· ἀπὸ γὰρ τοῦ ὕιος κατὰ κρᾶσιν |
| book 266.2 | γέγονεν. |
| book 267 | [ὑπ’ ἠῶ τ’ ἠέλιόν τε] περιφραστικῶς ὑπὸ τὸ φῶς ὅλου τοῦ κόσμου. |
| book 269.1 | * [θήλεας] ὅτι οἱ περὶ Ἑλλάνικον ἀνέγνωσαν θηλέας, ὡς Δωρι‐ |
| book 269.2 | κῶς συνεσταλκότος τοῦ ποιητοῦ, ὅς ἐστιν Ἡσίοδος. |
| book 284.1 | [κενεῶνα] κενεὼν ὁ τόπος ὑπὸ τὰ πλευρά. κενεὼν δὲ ἀπὸ κενὸς |
| book 284.2 | εἶναι ὀστέων. |
| book 284bis.1 | [βέβληαι κενεῶνα] ἄκρος ἀλαζὼν ὁ Πάνδαρος— |
| book 284bis.2 | ὁρίζεται. |
| book 289.1 | [αἵματος ἆσαι Ἄρηα] αἵματος πληρῶσαι τὸν Ἄρεα ἤτοι τὸν |
| book 289.2 | σίδηρον. |
| book 289 | ταλαύρινον] ἤτοι τὸν πολεμικὸν καὶ καρτερικόν. |
| book 290.1 | [βέλος ἴθυνεν Ἀθήνη] ἢ ἡ Ἀθηνᾶ ἦν ἡ κατευθύνουσα τὸ |
| book 290.2 | βέλος. ἐπεὶ ὁ Διομήδης πεζὸς ἐπολέμει, εἰκὸς ἀπὸ μετεώρου μάχεσθαι |
| book 290.3 | 〈αὐτὸν〉, τὸν δὲ Πάνδαρον, ἐπεὶ μετὰ ἅρματος, ἐν χθαμαλωτέρῳ εἰκὸς |
| book 290.4 | ἵστασθαι. |
| book 291 | * ζητεῖται πῶς—βεβληκέναι. |
| book 291bis | ὅτι δειλωθεὶς τὴν ὁρμὴν τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάθισεν. |
| book 292.1 | [γλῶσσαν πρυμνὴν τάμε] ἐξέκοψεν αὐτοῦ τὴν γλῶσσαν πρυμ‐ |
| book 292.2 | νὴν, ἤγουν ἐσχάτην, ὅτι ἐπιώρκησεν. |
| book 299 | [ἀλκὶ] ὡς ἀπὸ τοῦ ἄλξ. |
| book 305.1 | [κατ’ ἰσχίον] ἰσχίον τὸ ὑπὸ τὴν ὀσφῦν ὀστέον, ὅπερ καὶ γλουτὸς |
| book 305.2 | καλεῖται. κοτύλη δὲ παρὰ τὴν κοιλότητα· κοτύλαι γὰρ αἱ ἐν τοῖς ἰσχίοις |
| book 305.3 | κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται .. |
| book 315.1 | πρόσθε δέ οἱ] οὐχ ὡς ἄτρωτον αὐτῷ περιβάλλει τὸν πέπλον, |
| book 315.2 | ἀλλ’ ἵνα κρύψῃ αὐτόν. |
| book 315.3 | [πτύγμ’ ἐκάλυψεν] «πτύγμα» δὲ ἀντὶ τοῦ διπλῷ τῷ πέπλῳ. |
| book 328.1 | σιγαλόεντα] τὰ λαμπρὰ, τὰ σιγὴν ἐμποιοῦντα τοῖς ὁρῶσι διὰ τὸ |
| book 328.2 | καινοφανές. |
| book 330.1 | [Κύπριν] Κύπρις ἢ ὅτι ἐν τῇ Κύπρῳ τιμᾶται, ἢ ὅτι κυοπόρος |
| book 330.2 | τίς ἐστιν ἢ τὸ κύειν παρέχουσα. οἱ μὲν οὖν τὴν ἐπιθυμίαν φασὶν αὐτὴν |
| book 330.3 | εἶναι, οἱ δὲ τὴν βάρβαρον ἀφροσύνην. |
| book 331 | [θεάων] Βοιωτῶν ἡ διάλεκτος τὸ θεάων θηλυκῶς. |
| book 333 | [Ἐνυὼ] δαίμων τίς ἐστι πολεμικὴ, ἧς οἱ νεώτεροι υἱὸν εἶναι τὸν |
| book 333.1 | Ἄρεα· ὅθεν καὶ Ἐνυάλιον καλεῖσθαι. Ἐνυὼ δὲ παρὰ τὸ ἐναύειν, ὃ |
| book 333.2 | σημαίνει τὸ ἐμφωνεῖν, ἢ παρὰ τὸ ἐνῶ, ὃ σημαίνει τὸ φονεύω, ὅθεν καὶ |
| book 333.3 | αὐτοέντης. |
| book 335-336.1 | [ἔνθ’ ἐπορεξάμενος—ἄκρην οὔτασε χεῖρα με‐ |
| book 335-336.2 | τάλμενος] τὴν χεῖρα ἐτρώθη, ὅτι χειρὶ λαβομένη παρῄνει τῇ Ἑλένῃ. |
| book 335-336.3 | τὸ δ’ «ἐπορεξάμενος» τῆς θεοῦ δηλοῖ τὸ μέγεθος· μόγις γὰρ καὶ ἐπάλ‐ |
| book 335-336.4 | μενος τὴν ἄκραν ἔτρωσε χεῖρα, ὅτι μετέωρος ἦν ἡ θεός. νῦν δὲ ἡ |
| book 335-336.5 | Ἀθηνᾶ οὐκ ἐνεργεῖ· εὐτελὴς γὰρ—καὶ θυμοῦ κρατεῖν. |
| book 337.1 | [εἶθαρ] ἀπὸ τοῦ εὐθύς γίνεται εὖθαρ καὶ τροπῇ τοῦ υ εἰς ι εἶ‐ |
| book 337.2 | θαρ, ὡς τὸ Ἀφροδύτη Ἀφροδίτη. |
| book 339.1 | [ῥέε δ’ ἄμβροτον αἷμα θεοῖο ἰχώρ] ἔρρεε δὲ ἐκ τῆς χειρὸς |
| book 339.2 | τῆς θεοῦ ἰχὼρ ὡς αἷμα· λείπει γὰρ τὸ ὡς. |
| book 340.1 | [ἰχὼρ] ἰχὼρ δὲ οὐχ οἷον ἡμεῖς οἴδαμεν γεγενημένον, ἀλλ’ ἄλλης |
| book 340.2 | —μακάρεσσι θεοῖσιν.» |
| book 341.1 | [οὐ γὰρ σῖτον ἔδουσι] ἀμβροσία δὲ ἡ θεία τροφὴ ἧς βροτοὶ οὐ |
| book 341.2 | μετέχουσιν· ἐκ γὰρ τοῦ α στερητικοῦ μορίου γίνεται καὶ τοῦ βροτός |
| book 341.3 | ἀβροσία καὶ πλεονασμῷ τοῦ μ ἀμβροσία. νέκταρ δὲ τὸ τῶν θεῶν |
| book 341.4 | πόμα, νεοέκταρ τι ὂν τὸ ἐν νεότητι συνέχον ἀεὶ τοὺς θεοὺς, ἣ παρὰ τὸ |
| book 341.5 | νε στερητικὸν μόριον καὶ τὸ κτείνω· οὐ γὰρ κτείνονται οἱ θεοὶ. |
| book 342.1 | [ἀναίμονές εἰσι καὶ ἀθάνατοι] «ἀναίμονες» μὲν ἐπεὶ οὐ |
| book 342.2 | τρέφονται, «ἀθάνατοι» δὲ ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ |
| book 342.3 | θερμοῦ γίνεται. |
| book 353.1 | [χρυσάμπυκας] τοὺς χρυσοχαλινώτους· κυρίως γὰρ ἄμπυξ |
| book 353.2 | ἐκαλεῖτο σειρὰ κατάχρυσος καὶ ἀπὸ μετώπου τεινομένη, ᾗ συνδοῦνται |
| book 353.3 | αἱ τρίχες. |
| book 351.1 | [πύθηαι] ἀκούσῃς, γνῷς. ὁ δὲ λόγος· ἐὰν πάλιν ἔλθῃς εἰς πό‐ |
| book 351.2 | λεμον, τηνικαῦτά σε κακῶς διάθωμαι, ὡς καὶ ἄλλοθί που πόλεμον |
| book 351.3 | ἀκούσασαν εὐλαβηθῆναι. |
| book 352 | [ἀλύουσα] τὸ «ἀλύουσα» ψιλοῦται· 〈παρὰ γὰρ τὴν ἄλην γέγονεν〉. |
| book 352.1 | ἄλη δὲ ἡ πλάνη· οἱ γὰρ ἀδημονοῦντες ἐν πλάνῃ ἔχουσι τὴν ψυχὴν, τὸ |
| book 352.2 | δὲ ἀλύουσα 〈ἀντὶ τοῦ〉 λύσιν οὐχ εὑρίσκουσα τῶν δεινῶν. διὸ οὐδὲ |
| book 352.3 | φθέγγεται. |
| book 356.1 | [ἠέρι δὲ ἔγχος—ἵππω] ἀντὶ τοῦ· ὀμίχλῃ δὲ αὐτοῦ |
| book 356.2 | ἐκεκάλυπτο τὸ δόρυ 〈καὶ οἱ〉 ἵπποι, ὅ ἐστιν ἀόρατος ἦν. |
| book 356bis.1 | * [ἐκέκλιτο] ἀπὸ τοῦ κλίνω· καὶ γὰρ «σάκε’ ὤμοισι κλίναντες» |
| book 356bis.2 | (Il. XI, 593, XIII 488. XXII. 4) καὶ «στήλῃ κεκλιμένος» (Il. XI, 371). |
| book 358.1 | [κόμισαι] κόμισον, ἐπιμελείας καταξίωσον, περίσωσον. ὅθεν |
| book 358.2 | ἱπποκόμοι οἱ ἐπιμελούμενοι τῶν ἵππων. |
| book 368.1 | [Ἶρις] παρὰ τὸ ἔρειν καὶ λέγειν τὰ μέλλοντα. σημαίνει δὲ τὴν |
| book 368.2 | νεφελώδη ζώνην, ὅ ἐστι τὸ τόξον τὸ ἐν τῷ οὐρανῷ φαινόμενον, ὃ σημαί‐ |
| book 368.3 | νει χειμῶνα καὶ εὐδίαν. |
| book 370.1 | [Διώνης] Διώνη γέγονε 〈γα〉μετὴ τοῦ Διός, ὅθεν καὶ ἐτυμολο‐ |
| book 370.2 | γεῖται κατ’ ἔκτασιν τοῦ ο εἰς ω, ἢ παρὰ τὸ διδῶ Διδώνη καὶ Διώνη, ἡ |
| book 370.3 | διδοῦσα τὰς τῆς γεννήσεως ἡδονάς. |
| book 370.4 | [ἡ δ’ ἐν γούνασι πῖπτε Διώνης] βιωτικὰ ταῦτα—ἐμφῆναι |
| book 370.5 | θέλων. |
| book 385.1 | [Ὦτος κρατερός τ’ Ἐφιάλτης] οὗτοι βασιλεῖς τῆς Ἑλλάδος γε‐ |
| book 385.2 | νόμενοι καὶ πολλῆς γῆς ἐπικρατήσαντες κατέπαυσαν τὸν εἰς αὐτοὺς πό‐ |
| book 385.3 | λεμον· μεγάλων γὰρ τῷ κράτει γενομένων οὐδεὶς ἐτόλμα ἆραι αὐτοῖς |
| book 385.4 | πόλεμον, ὅ ἐστιν ἔδοξαν δῆσαι τὸν Ἄρην. |
| book 387.1 | [ἐν κεράμῳ] οἱ Κύπριοι κέραμον καλοῦσι τὸ δεσμωτήριον. |
| book 387.2 | κέραμον δὲ λέγει τὸν πίθον. |
| book 393.1 | [δεξιτερὸν] τὸ «δεξιτερὸν» οὐκ ἔστι συγκριτικόν· ἐβαρύνετο γὰρ |
| book 393.2 | ἄν· τὰ γὰρ εἰς τερος συγκριτικὰ βαρύνονται· τὸ δὲ δεξιτερός καὶ ἀρισ‐ |
| book 393.3 | τερός παρώνυμα, διὸ καὶ ὠξύνθησαν. |
| book 397.1 | [ἐν Πύλῳ] Ἀρίσταρχος τὸν πύλον ἀκούει κατὰ μεταπλασμὸν |
| book 397.2 | ἀντὶ τοῦ τὴν πύλην. |
| book 403 | αἴσυλα] τὰ ἄδικα, ἀαίσυλά τινα ὄντα, ἐστερημένα τῆς αἴσης |
| book 403 | ἤτοι τοῦ καθήκοντος. |
| book 408 | [παππάζουσιν] ἐτυμολογεῖ τὴν τῶν παίδων φωνήν. |
| book 416 | [ἀπ’ ἰχῶ] Ἀττικὸν τὸ «ἰχῶ» κατ’ ἀποκοπήν. |
| book 417.1 | [ἄλθετο χεὶρ] διὰ δὲ τοῦ «ἄλθετο» ἔδειξεν—ἐδέησεν |
| book 417.2 | ἰατροῦ. |
| book 412 | [Αἰγιάλεια] ἡ τοῦ Διομήδους γυνή. |
| book 428 | ὡς τὸ γνῶθι σαυτόν. |
| book 448 | [ἀδύτῳ] ἄδυτον ὁ ναὸς, εἰς ὃν οὐκ ἔξεστι παντὶ εἰσιέναι. |
| book 458 | [Κύπριδα] κυοπόριδά τινα οὖσαν, τὴν τοῦ κύειν αἰτίαν. |
| book 460 | [Περγάμῳ ἄκρῃ] λέγει γὰρ Πέργαμα τὰ βασιλικὰ οἰκήματα. |
| book 468.1 | [Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο] εἰκότως οὐκ Ἀφροδίτης, |
| book 468.2 | ἀλλ’ Ἀγχίσου υἱὸν τὸν Αἰνείαν νῦν λέγει, ἵνα ἐμφανῇ ὅτι συγγενής |
| book 468.3 | ἐστιν αὐτῶν. |
| book 472.1 | [μένος οἴχεται] ἀνεδύετο γὰρ ὁ Ἕκτωρ τὴν μάχην— |
| book 472.2 | τῶν ὅρκων σύγχυσιν. |
| book 473.1 | [φῆς που] τὸ «φῆς» περισπαστέον· παρῳχημένος γάρ ἐστιν ἐκ τοῦ |
| book 473.2 | ἔφης γενόμενον. διὸ καὶ χωρὶς τοῦ ι γράφεται· ὁ γὰρ ἐνεστὼς καὶ σὺν |
| book 473.3 | τῷ ι γράφεται καὶ ὀξύνεται. |
| book 477.1 | [ἔνειμεν] πᾶν ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν |
| book 477.2 | τόνον. |
| book 483-484.1 | [οὔτι μοι—τοῖον οἷόν κ’ ἠὲ φέροιεν—ἤ κεν ἄγοιεν] του‐ |
| book 483-484.2 | τέστιν οὔτε ἔμψυχον, οὔτε ἄψυχον· τὸ γὰρ ἄγω ἐπὶ ἐμψύχου, τὸ δὲ |
| book 483-484.3 | φέρω ἐπὶ ἀψύχου τάττεται. |
| book 486.1 | [ἀμυνέμεναι ὤρεσσι] ὅμοιον τοῦτο τῷ «ἄλοχοι δ’ ἄλλοισι μι‐ |
| book 486.2 | γεῖεν» (Il. III, 301): αὔξει γὰρ τὸν γάμον. |
| book 486.3 | [ὤρεσσι] τοῦτο δὲ ἀπὸ τοῦ ὀαρίζειν, τὸ συνεζεῦχθαι 〈τοῖς ἀν〉δράσι, |
| book 486 | ἐξ οὗ καὶ ξυνω〈ρὶς ἵπ〉πων τὸ συνεζ〈ευγμένον〉 ὄχημα. |
| book 492 | ἐχέμεν] συνέχειν ἢ ἀντέχειν πρὸς τὴν μάχην καὶ μὴ ἐνδιδόναι. |
| book 500.1 | [ξανθὴ Δημήτηρ] ξανθὴν δὲ εἶπε διὰ τὸν καρπόν· πεπαινό‐ |
| book 500.2 | μενος γὰρ ξανθὸς γίνεται. |
| book 502.1 | [ἀχυρμιαί] οἱ τόποι εἰς οὓς χωριζόμενα τὰ ἄχυρα τοῦ σίτου ἐμ‐ |
| book 502.2 | πίπτει. ὀξύτονον δέ· Ἰωνικὸν γάρ ἐστιν ὡς τὸ ἀγυιαί, θαμειαί, ταρφειαί. |
| book 502.3 | καλῶς δὲ τὸ «ὑπολευκαίνονται»· κατ’ ὀλίγον γὰρ ἀλλοιοῦται τὸ χρῶμα |
| book 502.4 | τοῦ ὑποδεχομένου αὐτὰ χωρίου, ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατ’ |
| book 502.5 | ὀλίγον ὁ κονιορτὸς προσεκάθιζεν. |
| book 509.1 | χρυσαόρου] τινὲς χρυσάορον λέγουσι τὸν Ἀπόλλωνα, ὡς 〈τι‐ |
| book 509.2 | μίωσ〉 λαλοῦντα 〈διὰ τὴν〉 λύραν. |
| book 524.1 | ὄφρ’ εὕδῃσι] ἀντὶ τοῦ ἐν ὅσῳ. «εὕδῃσι» ὡς τὸ «παμφαίνῃσιν» |
| book 524.2 | (Il. V, 6.) |
| book 526 | 〈ἀέν〉τες] ὡς τὸ τιθέντες, 〈ἀπὸ τοῦ〉 ἄημι. |
| book 529 | ἀνέρες ἔστε] μὴ προδῶτε τὴν φύσιν. |
| book 530.1 | [ἀλλήλους τ’ αἰδεῖσθε] μὴ ἐμὲ ἀλλὰ ἀλλήλους· κατὰ φῦλα |
| book 530.2 | γὰρ ἦσαν. δείκνυσι δὲ ὅτι οὐ μόνον ἐν εἰρήνῃ χρήσιμον ἡ αἰδὼς, ἀλλὰ |
| book 530.3 | καὶ ἐν πολέμῳ. |
| book 531.1 | [αἰδομένων δ’ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται] ὃς γὰρ τὸ |
| book 531.2 | περὶ ἑαυτοῦ μόνον σκοπεῖ, αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς |
| book 531.3 | ἄλλους χωρίζει. |
| book 543.1 | [ἐνὶ Φηρῇ] περισπᾷ ἡ παράδοσις τό «Φηρῇ» 〈παραλόγωσ〉· τὰ |
| book 543.2 | γὰρ εἰς ρα δισύλλαβα θηλυκὰ μονογενῆ τῷ η παραληγόμενα βαρύ‐ |
| book 543.3 | νονται· πήρα, θήρα, Ἥρα. |
| book 554 | [οἵω τώγε λέοντε] ἡ γὰρ λέαινα δύο τίκτει. |
| book 556 | [ἁρπάζοντε] τὸ ἁρπάζειν ἐπὶ τῶν κωλυομένων λαβεῖν λέγεται. |
| book 556 | διὰ μιᾶς—τὴν βίαν. |
| book 557.1 | [σταθμοὺς] τὰ εἰς μος λήγοντα—τὸ θ, ὀξύνονται· |
| book 557.2 | μηνιθμός, πορθμός, σκαρθμός, ἰσθμός· οὕτως καὶ σταθμός. |
| book 567 | [σφας] συσταλτέον τὸ «σφας» διὰ τὸ μέτρον. |
| book 583.1 | * [ἡνία λεύκ’ ἐλέφαντι] οὕτως λευκὰ ὡς 〈τὰ〉 κεκοσμημένα |
| book 583.2 | τοῖς 〈τοῦ〉 ἐλέφαντος ὀστοῖς. |
| book 584.1 | [ξίφει ἤλασε κόρην] πῶς ἐπὶ τοῦ ἅρματος—κατέκυ‐ |
| book 584.2 | ψεν. |
| book 587.1 | * [ἀμάθοιο] ἄμαθος ἡ κατὰ τὸ πεδίον ἄμμος, ψάμμος δὲ ἡ |
| book 587.2 | κατὰ θάλασσαν κόνις. |
| book 592 | [Ἐνυὼ] ἔστι δὲ πολεμικὴ θεός. |
| book 596 | [ῥίγησε] ἐδειλίασεν ἐπεὶ ἀπείρητο—αὐτῷ πόλεμον. |
| book 605-606.1 | [ἀλλὰ πρὸς Τρῶας—εἴκετε] κατ’ ὀλίγον ὑπο‐ |
| book 605-606.2 | χωρεῖτε ὑποποδίζοντες, μὴ διδόντες νῶτον. διδάσκει δὲ πῶς δεῖ τὰς |
| book 605-606.3 | τροπὰς ποιεῖσθαι. |
| book 613.1 | [πολυλήϊος] διδάσκει τοὺς πλουσίους θνητὰ 〈φρον〉εῖν, καὶ τὸν |
| book 613.2 | θάνατον 〈νομ〉ίζειν μηδὲν ἧττον παρεῖναι. |
| book 626.1 | [ὁ δὲ χασσάμενος πελεμίχθη] ὁ δὲ ἀναχωρήσας «πελεμίχθη», |
| book 626.2 | ἤτοι διετίναξε τὴν ἀσπίδα, ἵνα ἀποβάλῃ τὰ ἐμπεπηγότα δόρατα. |
| book 630.1 | [υἱὸς δ’ υἱωνός τε] πῶς συγγενεῖς ὄντες μάχονται; ὅτι ἱερὸς |
| book 630.2 | ἐδόκει ὁ ἐν πολέμῳ θάνατος. ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν. |
| book 638.1 | [βίην Ἡρακλείην] ἐκ τῆς δυνάμεως περιφραστικῶς αὐτὸν ἐδή‐ |
| book 638.2 | λωσεν. |
| book 646 | τὸ δὲ «οἴομαι» ἀπὸ κοινοῦ. |
| book 649 | [ἀνέρος ἀφραδίῃσιν] ἐξηυτέλισε τὴν δύναμιν Ἡρακλέους, τὴν |
| book 649 | ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων τῆς ἁλώσεως. |
| book 654.1 | [κλυτοπώλῳ] οὗ κλυτή ἐστιν—οἷον ἀκουστή. διὰ |
| book 654.2 | τὰς ἐπὶ τοῖς ἀποθανοῦσιν οἰμωγὰς—τῷ ἱππικῷ. |
| book 656.1 | [ἁμαρτῇ] τὸ «ἁμαρτῇ» ὁ μὲν Ἀρίσταρχος χῶρις τοῦ ι |
| book 656.2 | —ὃ καὶ ἐπεκράτησεν. |
| book 659 | [νὺξ ἐκάλυψεν] τοῦ βρόγχου—ὁ θάνατος ἐπεγένετο. |
| book 661 | [μαιμώωσα] τοῦ «μαιμώωσα» πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα. |
| book 665.1 | ὁ μὲν Τληπόλεμος πρότερος καυχησάμενος—ἐπεὶ |
| book 665.2 | ἀνταλαζονεύεται. |
| book 666.1 | μείλινον] τὸ ἐκ μελίνου ξύλου κατεσκευασμένον. μελία δέ ἐστιν |
| book 666.2 | εἶδος δένδρου. |
| book 668 | [ἐϋκνήμιδες] ἀπὸ μέρους οἱ εὔοπλοι. |
| book 670.1 | μαίμησε δέ οἱ φίλον ἦτορ] ἤτοι συνέπαθεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ |
| book 670.2 | τῷ νεκρῷ. ἐκ τοῦ μαιμάω μαιμῶ, τὸ προθυμοῦμαι. |
| book 671.1 | [μερμήριξε] διδάσκει διὰ τοῦ Ὀδυσσέως ὅτι κἀν τοῖς κινδύ‐ |
| book 671.2 | νοις φρονήσει δεῖ χρῆσθαι. |
| book 678 | εἰσὶ δὲ ὀνόματα κύρια. |
| book 689.1 | [οὔτι προσέφη] πέπονθε γὰρ τῇ ψυχῇ καὶ τῷ λόγῳ— |
| book 689.2 | ὁ καιρός. |
| book 696.1 | [ψυχὴ] ψυχὴν ἐνταῦθα τὸ πνεῦμά φησι. |
| book 696.2 | [ἔλιπε] διὰ τὴν αἱμορραγίαν. |
| book 698.1 | [κεκαφηότα] κάπος τὸ πνεῦμα, ὅθεν καὶ κῆπος, ὁ καταπνεό‐ |
| book 698.2 | μενος τόπος ὑπὸ τῶν ἀνέμων. κεκαφηότα δὲ τὸν ἐκπεπνευκότα. |
| book 700.1 | [οὔτε ποτὲ προτρέποντο] τὸ γὰρ προτροπάδην—χά‐ |
| book 700.2 | ζοντο.» |
| book 704 | [χάλκεος Ἄρης] τουτέστιν ὁ Πόλεμος, ὁ σωματοειδὴς θεός. |
| book 722.1 | οὕτως ἡ Δημὼ φυσιολογεῖ περὶ τοῦ τῆς Ἥρας δίφρου· Ἥραν |
| book 722.2 | μὲν γάρ φησι τὸν ἀέρα, οὗ τὰ μὲν περίγεια μέρη, ἅπερ ἐστὶ ζοφω‐ |
| book 722.3 | δέστερα—ἡμισφαίριον. |
| book 722bis | [κύκλα] κύκλους Ἰωνικῶς, τοὺς τροχούς. |
| book 722ter | [κάμπυλα κύκλα] «κύκλα» μὲν οἱ τροχοί. |
| book 723.1 | [χάλκεα ὀκτάκνημα] κνῆμαι αἱ ἐντὸς τῶν τροχῶν ῥάβδοι ἐμ‐ |
| book 723.2 | πεπηγμέναι πρὸς τῇ χοινικίδι. |
| book 723.3 | [σιδηρέῳ ἄξονι ἀμφίς] ἄξων πᾶν τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον, |
| book 723.4 | τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκατέρωθεν. |
| book 723bis | τὰ μὲν ἐνεργῆ μέρη τοῦ ἅρματος—ταῖς πολυτελέσιν. |
| book 724 | [χρυσέη ἴτυς ἄφθιτος] ἡ δὲ «ἴτυς» ἡ τοῦ τροχοῦ περιφέρεια. |
| book 725.1 | [χάλκε’ ἐπίσσωτρα] «ἐπίσσωτρα» δὲ τὰ ἐπάνω τῶν τροχῶν σίδηρα |
| book 725.2 | ἃ καὶ κατακαλύπτειν ἤτοι ὁ ἔξωθεν συνέχων τοὺς τροχοὺς σίδηρος. |
| book 726.1 | [πλῆμναι] «πλῆμναι» δὲ αἱ χοινικίδες τῶν τροχῶν, ἤτοι αἱ |
| book 726.2 | ὀπαὶ δι’ ὧν ὁ ἄξων στρέφεται. |
| book 726.3 | «πλῆμναι» εἴρηνται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. |
| book 728.1 | [ἄντυγες] 〈«ἄντυγες» δὲ αἱ〉 ἁψῖδες ἐξ ὧν ἡ περιφέρεια τοῦ |
| book 728.2 | ὀχήματος γίνεται. |
| book 729 | 〈ῥυμὸσ〉 ὁ δὲ «ῥυμός» τὸ μεταξὺ τῶν ἵππων ᾧ συνδεῖται ὁ ζυγός. |
| book 730.1 | [ζυγὸν] ζυγὸς δὲ ὁ ἐπιτιθέμενος τῷ τραχήλῳ τῶν ἵππων. |
| book 730.2 | [λέπαδνα] τὰ δὲ «λέπαδνα» οἱ περὶ τὰ στήθη τῶν ἵππων ἱμάντες. |
| book 730.3 | ὡς κόπτω κόπανον, λέπω λέπαδνον. εἰσὶ δὲ τὰ περιτραχήλια |
| book 730.4 | τῶν ἵππων. |
| book 730.5 | [λέπαδνα] λώρους δι’ ὧν τοὺς ἵππους ζευγνύουσιν. |
| book 734 | [πέπλον] πρέπω πρέπαλος πέπαλος πέπλος. |
| book 742.1 | [σμερδνή] ὡς ἀπὸ τοῦ ἀλαπάζω ἀλαπαδνός, οὕτω μερίζω με‐ |
| book 742.2 | ριδνός μερδνός καὶ σμερδνός. |
| book 744.1 | [ἑκατὸν πόλεων πρυλέεσς’ ἀραρυῖαν] ὑποτυποῖ ἡμῖν τὸ μέγεθος |
| book 744.2 | τῆς φερούσης 〈τὸ〉 καὶ αὐτὴν τὴν 〈κόρυθα〉 ἑκατὸν πόλεων ὁπλίτας δύ‐ |
| book 744.3 | νασθαι κατακαλύπτειν· εἶχε γὰρ ἐν ἑαυτῇ ὁπλίτας τετυπωμένους ἑκατὸν |
| book 744.4 | πόλεων. |
| book 745.1 | φλόγεα] τὰ ἅρματά φησι διὰ τὸ ὀξέα εἶναι κατὰ τὴν κίνησιν |
| book 745.2 | ὡς πῦρ. |
| book 749 | [Ὧραι] ἐπεὶ τὴν τῶν οὐρανίων—τὸν ὑπὲρ τὰ νέφη |
| book 749 | φησὶ τόπον. |
| book 750 | [Οὔλυμπος τε] Οὔλυμπον δὲ λέγει τὸν ὑψηλὸν τόπον. |
| book 759.1 | [ἕκηλοι] ἕκηλος δασυντέον—εἴη. σεσημειωμένου |
| book 759.2 | τοῦ ἐκεχειρία. |
| book 760.1 | [τέρπονται] τὸ δὲ «τέρπονταί» φησιν ἵνα δόξῃ μὴ μάτην τετρῶ‐ |
| book 760.2 | σθαι τὴν Ἀφροδίτην. |
| book 770 | οἷον ὅσον ἐπεκτείνεται ὁ ὀφθαλμὸς βλέψαι. |
| book 772 | [ὑψηχέες] ἤτοι εἰς ὕψος αἰρόμενοι μετὰ ἤχου. |
| book 795.1 | [ἕλκος ἀναψύχοντα τό μιν βάλε] οὐ τὸ ἕλκος ἔβαλεν, εἰργάσατο |
| book 795.2 | δὲ ἕλκος βαλών. |
| book 803.1 | [ἐκπαιφάσσειν] παιφάσσω τὸ ἐνθουσιῶ· ἐκ τοῦ φῶ, τὸ φαίνω, |
| book 803.2 | φάσσω, ἀναδιπλασιασμῷ παφάσσω, καὶ πλεονασμῷ τοῦ ι παιφάσσω, |
| book 803.3 | οἱονεὶ τὸ φανερῶ. |
| book 812 | [ἤ νύ σε] ὁ «ἤ» ὀξύνεται—ἐγκλιτικὴν οὖσαν. |
| book 830 | [σχεδίην] μὴ μακρόθεν αὐτὸν τρώσας, ἀλλ’ ἐκ τοῦ σύνεγγυς. |
| book 836 | [ἐμμαπέως] παρὰ τὸ μάρψαι. |
| book 857.1 | [νείατον ἐς κενεῶνα] εἰ ἑπτάπλεθρος ὁ Ἄρης, πῶς φθάνει |
| book 857.2 | —ἀνδρὶ εἴκασται. |
| book 865.1 | [καύματος ἐξ] σημείωσαι· ὅταν γὰρ καυματώδους οὔσης τῆς |
| book 865.2 | ἡμέρας—ὁρμήσαντος δυσαέος. |
| book 874.1 | [ἀλλήλων ἰότητι] χαριζόμενοι τοῖς ἀνθρώποις—οὐχ |
| book 874.2 | ὑπ’ ἀνθρώπων πάσχοντες. |
| book 875.1 | [σοὶ πάντες μαχόμεσθα] ἢ διὰ σὲ μαχόμεθα, ἢ σὺ πᾶσι πολέ‐ |
| book 875.2 | μιος εἶ ἐπιτρέπων ταύτην ἀδεῶς καθ’ ἡμῶν. |
| book 883 | [Κύπριδα μὲν] ῥητορικὸν—ὡμολογημένων. |
| book 883bis | [καρπῷ] λέγει δὲ τὸν κατάξηρον τόπον. |
| book 884.1 | [δαίμονι ἶσος] τοῦτό φησιν ἵνα μὴ ὑπὸ τοῦ τυχόντος δοκῇ τε‐ |
| book 884.2 | τρῶσθαι. |
| book 886.1 | [πήματ’ ἔπασχον] ὄντως δεινὰ 〈ἂν〉 ἔπασχον ἐν τοῖς νεκροῖς |
| book 886.2 | κείμενος, εἴπερ ζῶν ἀσθενὴς ἦν διὰ τὸ τραῦμα. |
| book 887.1 | [ζώς] καὶ ἡ γενικὴ ζωοῦ· ἀπὸ γοῦν τοῦ ζωός ἐστιν ἡ συναίρεσις, |
| book 887.2 | διὸ καὶ ὀξύνεται τὸ «ζώς». |
| book 898.1 | [ἐνέρτερος Οὐρανιώνων] τῶν Τιτάνων. τὸ δὲ «ἐνέρτερος» Ζηνό‐ |
| book 898.2 | δοτος γράφει· νέρτερος γὰρ ὁ Ἀρίσταρχος γράφει. |
| book 907 | [αἱ δ’ αὖτις] καλῶς οὐ παρῆσαν ὅτε ἐνετύγχανεν Ἄρης |
| book 907 | —δοκοῖεν σιωπᾶν. |
| book 1.1 | [φύλοπις] ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα. |
| book 1.2 | μάχεσθαι συνερχομένους |
| book 2 | [ἔνθα καὶ ἔνθα] ἢ ἐν τῷ διώκειν—καὶ ἀριστερά. |
| book 2bis.1 | ἴθυσε μάχη] ἤτοι ἐπ’ εὐθείας ἐφέρετο, ὁτὲ μὲν τῶν Ἑλλήνων |
| book 2bis.2 | τρεπομένων, ὁτὲ δὲ τῶν Τρώων. |
| book 19.1 | [ὑφηνίοχος] πλεονάζει ἡ ὑπὸ πρόθεσις, ὥσπερ τὸ «ὑποδμώς» |
| book 19.2 | (Odyss. IV 386). καὶ τὸ «ἐπαινὴ Περσεφόνεια» (Il. IX, 457. alias.) |
| book 21.1 | [Αἴσηπον καὶ Πήδασον] Αἴσηπος ἀπὸ τοῦ ποταμοῦ, Πήδασος |
| book 21.2 | 〈δὲ〉 παρὰ τὸ πιδύειν. |
| book 22 | [νηῒς] «νηῒς» δὲ παρὰ τὰ νάματα. |
| book 35 | [Πήδασον] πόλις Φρυγίας. |
| book 39.1 | [μυρικίνῳ] ἐπεὶ γὰρ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως πολλαὶ |
| book 39.2 | μυρῖκαι. |
| book 43 | [ἐπὶ στόμα] «στόμα» παρὰ Λάκωσι τὸ πρόσωπον. |
| book 45 | [ἐλίσσετο γούνων] σημείωσαι ὅτι οὐδεὶς τῶν Ἑλλήνων τοῦτο |
| book 45 | ποιεῖ. |
| book 48 | [πολύκμητος] ὁ δυσκατέργαστος. |
| book 53 | [καταξέμεν] ὑψηλὴ γὰρ ἡ Ἴλιος. |
| book 62.1 | [αἴσιμα] μέτριον καὶ ἀόργητον χαρακτηρίζει τοῦ Μενελάου τὸ |
| book 62.2 | ἦθος. |
| book 66 | [μακρὸν] ὡς πρὸς ἑαυτὸν, ἢ ῥώννυται ὑπὸ χαρᾶς. |
| book 70 | [κτείνωμεν] τῷ πόνῳ—δυσωπῶν τοὺς νέους. |
| book 77-78.1 | [ἐπεὶ πόνος ὔμμι—ἄριστοι] ἢ οὕτως· ἐπειδὴ τὸ |
| book 77-78.2 | πολεμικὸν ἔργον μάλιστα ὑμῖν τῶν Τρώων καὶ τῶν Λυκίων ἔγκειται καὶ |
| book 77-78.3 | ἐκκρέμαται, διότι ἄριστοι καὶ φέριστοί 〈ἐστε〉. |
| book 78.1 | [ἐγκέκλιται] ἄλλως· ἀντὶ τοῦ ἐρήρεισται καὶ περικέκλεισται ἡ |
| book 78.2 | σωτηρία τῶν πραγμάτων. |
| book 78bis.1 | [μάχεσθαι—φρονέειν τε] ἀρετὴ τῶν ἡγουμένων |
| book 78bis.2 | βουλεύεσθαι 〈μὲν〉 ἄριστα—βεβουλευμένων. |
| book 80.1 | [στῆτ’ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε] σύλληψις ὁ τρόπος· τῷ μὲν |
| book 80.2 | ἑνὶ κελεύει στῆναι πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φεύγειν, 〈τῷ〉 ἑτέρῳ |
| book 80.3 | δὲ περιιέναι—τῆς φυγῆς παύσασθε. |
| book 87.1 | [γεραιὰς] τὰς ἱερείας, τὰς ἐκ τῶν—δεχομένας, |
| book 87.2 | γεραιράς. |
| book 88 | φασὶ τὸ διοπετὲς—δόρυ. |
| book 90 | διδάσκει ἐκ τῶν καλλιστευόντων τιμᾶν τὸν θεόν. |
| book 97.1 | [μήστωρα] «μήστωρα» δὲ τὸν δυνάμενον μητίσασθαι καὶ μηχα‐ |
| book 97.2 | νήσασθαι τοῖς ἐναντίοις φυγὴν, ὅ ἐστιν ἐργάσασθαι. |
| book 98.1 | [φημὶ γενέσθαι] οὐκ εἶναί φησι, ἀλλὰ «γενέσθαι», ἤτοι νῦν ὑπὸ |
| book 98.2 | Ἀθηνᾶς. |
| book 114.1 | [εἴπω βουλευτῇσι] ἵνα μὴ δοκοῖεν αὐτὸν φεύγειν, ἀλλ’ ὁ μὲν |
| book 114.2 | Ἕλενος πρὸς τὴν μητέρα αὐτὸν ἀπέστελλε, ἵνα συγκαλέσῃ τὰς «γεραιὰς», |
| book 114 | ὁ δὲ Ἕκτωρ τοῦ εὐπρεποῦς—ὑπὲρ τοῦ Διομήδους εὐχήν. |
| book 116.1 | [ἐπέβη—Ἕκτωρ] οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ, ἵνα μὴ |
| book 116.2 | δοκῇ φεύγειν, ἢ ἵνα ὁρῶντες τὸ ἅρμα αὐτοῦ οἱ Τρῶες μὴ δοκοῖεν αὐτὸν |
| book 116.3 | ἀπηλλάχθαι. |
| book 119.1 | [Γλαῦκος δὲ] ἀναπαύει τὸν ἀκροατὴν—παρεμβάλ‐ |
| book 119.2 | λων. ὅ τε στρατὸς—τῶν ἀριστέων ὑποχωρησάντων. |
| book 123.1 | [τίς δὲ σύ ἐσσι] ἐπειδὴ ἄχρι τοῦ τρῶσαι τοὺς θεοὺς ἐγίνωσκεν |
| book 123.2 | «ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα» (Il. V, 128). |
| book 125 | [προβέβηκας] ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων. |
| book 135.1 | [βουπλῆγι] βουπλὴξ ὁ πέλεκυς, ὅτι ἐν αὐτῷ τυπτόμενοι οἱ βόες |
| book 135.2 | —γίνεται. |
| book 150.1 | [εἰ δ’ ἐθέλεις] καὶ πάλιν οὕτως κατὰ τὸ κείμενον· «εἰ δὲ ἐθέλεις |
| book 150.2 | καὶ ταῦτα γνῶναι, ὅπως καλῶς μάθῃς.» |
| book 150.3 | [εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι] στικτέον εἰς τὸ «ἐθέλεις», καὶ τὸ |
| book 150.4 | «δαήμεναι» ἀντὶ τοῦ δάηθι. |
| book 156.1 | [κάλλος τε καὶ ἠνορέην] οὐδὲν κάλλος—ἐρατεινὴν |
| book 156.2 | εἶπεν. |
| book 159.1 | [Ζεὺς γάρ—ἐδάμασσε] ὁ Ζεὺς γὰρ τοὺς Ἀργείους |
| book 159.2 | τῷ Προίτῳ ὑπέταξεν. |
| book 165.1 | [μιγήμεναι οὐκ ἐθελούσῃ] τρεῖς τρόποι μίξεων· ἢ βούλεταί τις |
| book 165.2 | μὴ βουλομένῃ, ἢ μὴ βουλόμενος βουλομένῃ, ἢ βουλόμενος βουλομένῃ· |
| book 165.3 | τέταρτος γὰρ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων ἀκούσῃ μίγνυται. |
| book 179 | [ἀμαιμακέτην] ἀμαιμακέτη ἡ ἄγαν μαιμῶσα, ἡ ἀκαταμάχητος. |
| book 180 | [θεῖον γένος] ὡς τερατῶδες καὶ παρηλλαγμένον. |
| book 183 | [καὶ τὴν μὲν—πιθήσας] ἀπίστου ὄντος πῶς— |
| book 183 | δύναμιν ἐπαγαγών. |
| book 191.1 | [γίνωσκε θεοῦ γόνον] ἐκ τῶν πράξεων ἀξιοῖ κρίνεσθαι τὰς |
| book 191.2 | εὐγενείας ὁ ποιητής. |
| book 192 | [θυγατέρα ἥν] τὴν Ἀλκιμέδουσαν. |
| book 201.1 | τὸ Ἀλήϊον] οἱ μὲν δασύνουσι διὰ τὸ ἅλας ἐκεῖ πήγνυσθαι· |
| book 201.2 | ἄμεινον δὲ ψιλοῦν ἀπὸ τοῦ ἀλῶ, τὸ πλανῶ. διασύρει δὲ τὰ ἀνθρώπινα. |
| book 202.1 | [ὃν θυμὸν κατέδων] οὐχ, ὡς οἱ νεώτεροι, μελαγχολάνας, ἀλλ’ |
| book 202.2 | ὀδυνώμενος—ἀπωλείᾳ. |
| book 204 | [μαρνάμενον Σολύμοισι] ἴσως γηράσαντος τοῦ Βελλεροφόντου. |
| book 208 | [αἰὲν ἀριστεύων] τοῦτο ἀναφέρει—ἁπάντων». |
| book 211.1 | [ταύτης τοι γενεῆς καὶ αἵματος] τὸ γὰρ αἷμα—ἐξέλ‐ |
| book 211.2 | κουσιν. |
| book 220 | [Βελλεροφόντης δὲ] 〈ὁ μὲν〉 ὡς μένοντι, ὁ δὲ ὡς ἐκδημοῦντι. |
| book 219 | [φοίνικι φαεινὸν] λαμπρὸν καὶ στιλπνὸν ἐρυθρῷ βάμματι. |
| book 226.1 | [ἔγχεα δ’ ἀλλήλων] τὰ ἔγχη δὲ ἀλλήλων ἐκκλίνωμεν καίτοι ἐν |
| book 226.2 | πλήθει ὄντες. |
| book 226.3 | [δι’ ὁμίλου] ἢ ἐπὶ παντὸς 〈τοῦ〉 πλήθους, ὅπως γνῶσιν ὅτι ξεῖνοί ἐσμεν, |
| book 226.4 | ἢ καὶ διὰ μάχης πάσης. |
| book 235.1 | [ὃς πρὸς Τυδείδην Διομήδεα] πῶς οὐ δειλιᾷ Διομήδης γυμνού‐ |
| book 235.2 | μενος πρὸ ὀλίγου τῶν Τρώων παρασπονδησάντων; τάχα τὸν ζωστῆρα |
| book 235.3 | μόνον καὶ τὸ ξίφος ἤμειψαν. |
| book 239 | [ἔτας] ψιλωτέον τὸ «ἔτας». |
| book 241 | [πάσας ἑξείης] πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρισιν ἐδίδου. |
| book 241bis | [πολλῇσι δὲ κήδε’ ἐφῆπτο] ἀντὶ τοῦ· πολλαὶ δὲ αὐτῶν ἐν κακώσει |
| book 241bis | ἐγένοντο. |
| book 243.1 | [ξεστῇς αἰθούσῃσι] ταῖς ὑπὸ τοῦ ἡλίου αὐγαῖς αἰθομέναις |
| book 243.2 | 〈στοαῖσ〉. |
| book 248.1 | [τέγεοι θάλαμοι] ἐπὶ τοῦ τέγους ᾠκοδομημένοι· τοιοῦτοι γὰρ |
| book 248.2 | —ἀνδράσιν. |
| book 251 | [ἠπιόδωρος] δῶρον—εἶναι ἤπια. |
| book 252.1 | [Λαοδίκην εἰσάγουσα] εἴσεισι δὲ πρὸς τὴν Λαοδίκην ἡ Ἑκάβη |
| book 252.2 | πευσομένη δι’ ἣν αἰτίαν εἰς τὸ τεῖχος τὴν Ἑλένην ἐξήγαγεν· ταύτῃ γὰρ |
| book 252.3 | ἡ Ἶρις ἀπεικάσθῃ. |
| book 260-265.1 | ἡ μὲν μήτηρ διψῆν αὐτὸν οἰομένη ἀπὸ τῆς κινήσεως τοῦ |
| book 260-265.2 | πολέμου, ἀξιοῖ πίνειν. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ τὸ «σπείσῃς» |
| book 260-265.3 | εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς καὶ πραΰνει. ὁ δέ, ἐπεὶ βούλεται |
| book 260-265.4 | ἄγριος εἶναι πρὸς τοὺς πολεμίους, παραιτεῖται—ὥς φησι Λύ‐ |
| book 260-265.5.1 | κος, ἢ ὅτι στρατιώταις μὲν—ὑπεκλύει. ἢ τοῖς ἀποκαμοῦσιν |
| book 260-265.5.2 | 〈ὠφελεῖ μόνοισ〉, ὁ δὲ ἔτι ἰσχύει. |
| book 260-265.5.3 | ἄλλως· ἐν ὑπερβατῷ· χερσὶ δ’ ἀνίπτοισι Διὶ λείβειν ἅζομαι μή μ’ |
| book 260-265.5.4 | ἀπογυιώσῃς. ἢ ὅτι ὁ μὲν μετὰ πόνου οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπι‐ |
| book 260-265.5.5 | βλαβής. |
| book 265 | * ζητεῖται πῶς ποτε ἐναντία—τῶν λεγόντων νοεῖται. |
| book 284.1 | [εἰ κεῖνόν γε] εἰ ἐκεῖνον ἴδοιμι τελευτήσαντα, εἴποιμι ἂν τὴν ἐμὴν |
| book 284.2 | φρένα πάσης ἀτέρπου κακοπαθείας ἐπιλησθῆναι. |
| book 291 | [ἐπιπλὼς] ἐπιπλεύσας· ἀποκοπὴ, οὐ συγκοπή. |
| book 291.1 | [ἤγαγε Σιδονίηθεν] κλέψας γὰρ τὴν Ἑλένην οὐκ εὐθὺς πρὸς τὴν |
| book 291.2 | Ἴλιον ἦλθεν, ἵνα μὴ διωχθεὶς καταληφθῇ, ἀλλ’ ἔπλευσε διὰ τῆς Αἰγύ‐ |
| book 291.3 | πτου καὶ Φοινίκης. |
| book 295 | [νείατος ἄλλων] ὧν γὰρ ἡ χρῆσις συνεχὴς, ταῦτα πρόχειρα. |
| book 300.1 | [τὴν γὰρ Τρῶες] τοὺς ἱερεῖς οὔτε κληρωτοὺς οὔτε ἐκ γένους |
| book 300.2 | εἶναι βούλεται, οὔτε ψήφῳ ἑνὸς, ἀλλ’ οὓς πλῆθος ἕλοιτο. |
| book 304.1 | [εὐχομένη οὐδ’ ἠρᾶτο] τὴν Θεανὼ Ἑκάβης παρισταμένης ποιεῖ |
| book 304.2 | εὐχομένην, ὅτι περὶ τῶν κοινῶν τὸν ἱερέα εὔχεσθαι δεῖ. |
| book 305.1 | [ἐρυσίπτολι] πλεονασμὸς τοῦ ε· παρὰ Καλλιμάχῳ· ῥυσίπτολις |
| book 305.2 | γὰρ ἡ ῥυομένη τὰς πόλεις. |
| book 307.1 | [πρηνέα δὸς πεσέειν] ἕτερα παρὰ τὴν πρόσταξιν εὔχεται· διὸ |
| book 307.2 | ἡ Ἀθηνᾶ ἀνανεύει. |
| book 311.1 | [ἀνένευε] 〈ἐπὶ μόνῃ〉 δὲ τῇ ἀναιρέσει, ἐπεί τοι παύει— |
| book 311.2 | πρὸς Ἕκτορα μονομαχίας. |
| book 314.1 | [αὐτὸς ἔτευξε] ὡς περὶ ἁβροδιαίτου—ἰδίᾳ οἴκησιν |
| book 314.2 | ἐδείματο. |
| book 315 | [τέκτονες] τέκτονας δὲ τοὺς λαοξόους φησίν. |
| book 316.1 | [οἵ οἱ ἐποίησαν—αὐλὴν] οἵτινες αὐτῷ ἐποίησαν δῶμα |
| book 316.2 | ἐν ᾧ ἦν θάλαμος καὶ αὐλή. ἢ «δῶμα» τὸν ἀνδρῶνά φησιν. |
| book 320.1 | [περὶ δὲ—πόρκης] περιεῖχε, φησὶν, χρυσοῦς πόρκης |
| book 320.2 | τὸ δόρυ. |
| book 320bis.1 | [πόρκης] ὁ τῆς ἐπιδορατίδος—τὸ δόρυ δι’ αὐτοῦ· |
| book 320bis.2 | οὗτος γὰρ συνέχει τὸν σίδηρον πρὸς τὸ ξύλον. |
| book 326.1 | [οὐ μὲν καλὰ χόλον] οὐ καλῶς νῦν ὀργίζῃ ἡγούμενος τοὺς Τρῶας |
| book 326.2 | ἀγανακτεῖν κατὰ σοῦ, ἢ ὅτι τῷ Μενελάῳ ἀποδοῦναι ἠβούλοντο ἅπερ |
| book 326 | ἔλαβες. |
| book 336.1 | [ἥμην] τινὲς δὲ τὸ «ἥμην» δασύνουσιν. |
| book 336.2 | [ἄχεϊ προτραπέσθαι] ἔθελον μὲν διὰ τὴν ἀθυμίαν ὀλίγον ἀποτρα‐ |
| book 336.3 | πῆναι τῆς μάχης, ἔθελον δὲ παρατροπήν τινα καὶ παραμυθίαν δοῦναι |
| book 336.4 | τῇ λύπῃ τῇ ἐκ τῆς ἥττης. |
| book 343.1 | [προσηύδα μειλιχίοισι] προσάγεται αὐτὸν διὰ λόγων μειλιχίων· |
| book 343.2 | ξυνίησι γὰρ ὅτι—παρῆκεν. |
| book 344.1 | [δᾶερ ἐμεῖο κυνός] ἐπεὶ δὲ δι’ αὐτὴν δυστυχοῦσι Τρῶες, προ‐ |
| book 344.2 | αναστέλλει—αὐτῶν ἐπισπᾶται. |
| book 348.1 | [ἀπόερσε] ψιλωτέον τὸ ἔρσε—τοῦ ς ψιλοῦται. γί‐ |
| book 348.2 | νεται δὲ ἀπὸ τοῦ ἔρρω. |
| book 350.1 | [ἀνδρὸς ἔπειτ’ ὤφελλον ἀμείνονος] διδάσκει ὁ ποιητὴς τὰς ἐπι‐ |
| book 350.2 | γαμίας—γεγενῆσθαι γυνή. |
| book 353.1 | [τῷ καί μιν—ὀΐω] πιθανῶς παρέδραμε τὴν αἰσχύ‐ |
| book 353.2 | νην τῶν εἰργασμένων. |
| book 355 | [δᾶερ] τὸ δὲ «δᾶερ» ἕνεκεν φιλοφροσύνης ἐπαναλαμβάνει. |
| book 365.1 | [οἰκῆας] οὐκ ἀπῆλθεν πρῶτον εἰς τὸν ἑαυτοῦ δόμον προκρίνων |
| book 365.2 | τὰ ἀναγκαῖα τῶν ἡδέων. |
| book 378.1 | γαλόων] ἀνδρῶν ἀδελφῶν, αἳ παρ’ ἡμῖν λέγονται ἀνδραδελφαί. |
| book 378.2 | εἰνατέρες δὲ καλοῦνται αἱ τῶν ἀνδρῶν γυναῖκες, αἱ παρ’ ἡμῖν λεγόμεναι |
| book 378.3 | σύνοικοι. |
| book 389 | [μαινομένῃ εἰκυῖα] ἵνα δοκῇ ἐκβεβακχεῦσθαι τῷ προόδῳ. |
| book 394.1 | πολύδωρος] ὡς πολλὰ ἐνεγκαμένη δῶρα τῷ οἴκῳ τοῦ ἀνδρὸς |
| book 394.2 | εἰς προῖκα. |
| book 398 | [τοῦπερ δὴ θυγάτηρ—Ἕκτορι] ἤτοι ἐδεδάμαστο |
| book 398 | εἰς γάμον τῷ Ἕκτορι. |
| book 400.1 | [ἀταλάφρονα] ἀταλάφρων, μὴ δυνάμενος τλῆναι κακοπάθειαν, |
| book 400.2 | ἤτοι ἁπαλάφρων καὶ νήπιος. |
| book 406 | [φῦ χειρί] τὸ δυσαποπάστως—χειρί. |
| book 411 | [σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι] φίλανδρον τὸ ἦθος. |
| book 414.1 | [ἤτοι γὰρ πατέρ’ ἀμὸν] τὸ «ἀμόν» ἐν μὲν τῇ Ἰλιακῇ— |
| book 414.2 | τὸ ε εἰς α μακρόν. |
| book 422.1 | [ἰῷ] τὸ ἴα καὶ μία καὶ ἴον ἐν μὲν τῇ εὐθείᾳ βαρύνει ὁ Ἀρίσταρ‐ |
| book 422.2 | χος, ἐν δὲ δοτικῇ περισπᾷ· ἰᾷ μιᾷ ἰῷ. |
| book 442 | [αἰδέομαι] νόμος γὰρ—ὑποτεταγμένους. |
| book 444.1 | [μάθον ἔμμεναι ἐσθλός] σημείωσαι ὅτι διδακταὶ— |
| book 444.2 | εἴωθα. |
| book 448 | ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν. |
| book 454 | [ὅσσον σεῖο] δεινὸν γὰρ ἡ τῶν γυναικῶν ὕβρις. |
| book 456.1 | πρὸς ἄλλης] ὑπὸ ἄλλης κελευομένη—σύνηθες ὂν |
| book 456.2 | ταῖς ἀρχαίαις. |
| book 457.1 | [Μεσσηΐδος ἢ Ὑπερείης] Μεσσηῒς καὶ Ὑπέρεια κρῆναι Ἄργους. |
| book 457.2 | Gen. ajoute: οἱ δὲ τῆς Λακωνίας. |
| book 458.1 | ἀεκαζομένη] ἄκουσα καὶ μὴ βουλομένη. |
| book 458.2 | [ἀεκαζομένη] οὐχ ἑκοῦσα, ἀλλ’ ἀναγκαζομένη. |
| book 472.1 | [αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο] εὐάλωτος γὰρ καὶ ὁ τραχὺς |
| book 472.2 | τέκνου φιλοστοργίᾳ. |
| book 479 | [εἴποι] γράφεται καὶ «εἴπῃσι». |
| book 480.1 | [ἔναρα βροτόεντα] «ἔναρα» τὰ ἀπὸ τοῦ πολέμου—φο‐ |
| book 480.2 | νεύειν, «βροτόεντα» δὲ τὰ ᾑμαγμένα· βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα. ἢ |
| book 480.3 | ᾑματωμένα. Gen II: |
| book 480.4 | διὰ τοῦτο οἱ νεκροὶ ἔναροι. |
| book 489.1 | [ἐπὴν τὰ πρῶτα γένηται] φαίνεται τὴν μαθηματικὴν πρῶτος |
| book 489.2 | εἰδέναι ἐν οἷς λέγει. |
| book 492.1 | [πόλεμος δὲ] ὅρα τὴν διαφορὰν τῶν προσώπων· ὁ μὲν γὰρ |
| book 492.2 | Ἕκτωρ· «πόλεμος—μελήσει» φησὶν, ὁ δὲ Ἀλέξανδρος |
| book 492.3 | —ἄλοχος». |
| book 496 | [ἐντροπαλιζομένη] ἀπήγαγε μὲν—ἡ εὔνοια. |
| book 500 | [γόον] γόαον καὶ συγκοπῇ γόον. |
| book 503.1 | [οὐδὲ Πάρις δήθυνεν] δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν |
| book 503.2 | Ἕκτωρ ὁμιλῶν τῇ γυναικὶ καὶ οὐ ταχέως διῆλθεν, ἵνα—πρὸς |
| book 503.3 | αὐτούς. |
| book 506.1 | [ἀκοστήσας] ἡσυχάσας, παρὰ τὸ ἀκήν, ἢ ὅτι Θεσσαλοὶ ἀκοστὰς |
| book 506.2 | τὰς κριθάς φασιν. |
| book 507 | [δεσμὸν] δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη. |
| book 509 | [ὑψοῦ δὲ κάρη ἔχει] ἀντὶ τοῦ· ἐφυψοῖ δὲ τὴν κεφαλήν. |
| book 513.1 | ἠλέκτωρ] ἥλιος ἐπιθετικῶς, ὅτι ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμέ‐ |
| book 513.2 | νους ἐκ τῆς κοίτης. Gen ajoute: ἢ ὅτι λαμπρὸς παρὰ τὸ ἤλεκ‐ |
| book 513.3 | τρον |
| book 514 | [καγχαλόων] ὡς ἠγαπημένος—τὸ φθοροποιὸν ἔχων. |
| book 5 | ἐλάτῃσι] ταῖς κώπαις—κατεσκευάζοντο. |
| book 8.1 | πρῶτος ἀριστεύει ὁ Ἀλέξανδρος ἢ ὡς προπετὴς, ἢ ὡς ἀναπαυθεὶς, |
| book 8.2 | ἢ ὡς ἐρεθισθεὶς ὑπὸ τοῦ Ἕκτορος. |
| book 12 | [στεφάνης] στεφάνη εἶδος—ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς. |
| book 22.1 | [φηγῷ] φηγὸς ἢ δρῦς παρὰ τὸ φαγῶ—ἐκ τοῦ πλεῖν |
| book 22.2 | αὐτῇ ἐκέχρηντο. |
| book 26 | [ἑτεραλκέα νίκην] τὴν τοῖς ἑτέροις δύναμιν παρέχουσαν. |
| book 47.1 | [Διὶ μῆτιν ἀτάλαντε] διδάσκει—πόλεως φροντίζειν, |
| book 47.2 | ἀλλὰ καὶ παντὸς κόσμου ὡς καὶ ὁ θεός. |
| book 63.1 | [οἵη δὲ ζεφύροιο] καλῶς τὴν ἠρεμίαν τῶν ὅπλων— |
| book 63.2 | «Ζεφύρου ὑποκινήσαντος». |
| book 85.1 | [ταρχύσωσι] «ταρχύσωσι» δὲ θάψωσι· τάρχεα γὰρ τὰ πρὸς |
| book 85.2 | κηδείαν τοῖς νεκροῖς νενομισμένα. |
| book 86 | χεύωσιν] χώσωσι· τὸ τὴν γῆν ἐπιχέαι τοῖς τεθνεῶσιν, ὅθεν καὶ |
| book 86 | χυτὴ γῆ οὐ πᾶσα, ἀλλ’ ἡ ἐπιχεομένη τοῖς νεκροῖς. |
| book 94.1 | [ὀψὲ] διδάσκει διὰ τοῦ «ὀψέ» μὴ παραχρῆμα ποιεῖσθαι τὰς |
| book 94.2 | ἀποκρίσεις. |
| book 99.1 | [ὕδωρ καὶ γαῖα γένοισθε] τεσσάρων ὄντων στοιχείων, τὸ ὕδωρ |
| book 99.2 | μόνον καὶ τὴν γῆν παρείληφε ὡς φανερώτερα, ὅτι διαλυομένου τοῦ ἀν‐ |
| book 99.3 | θρώπου ταῦτα μόνα ὁρῶνται· οὐδεὶς γὰρ εἰς ὃν ἀέρα ἀναλύεταί τις |
| book 99.4 | καὶ πῦρ ὁρᾶ. ἢ ἐπεὶ ἦν τὰ μὲν ἄλλα κινητὰ, γῆ δὲ καὶ ὕδωρ τῶν ἀκι‐ |
| book 99.5 | νήτων, τὴν ἀκινησίαν αὐτῶν ὀνειδίζων ταῦτα μόνα παρείληφεν. |
| book 107.1 | [αὐτὸς δ’ Ἀτρείδης] διὰ τί τὸν μὲν Ἀλέξανδρον— |
| book 107.2 | ὁ Ἀγαμέμνων τε καὶ οἱ λοιποὶ Ἀχαιοί; ὅτι τὸν μὲν Μενέλαον ὡς ἀδι‐ |
| book 107.3 | κούμενον ἠλέουν, τὸν δὲ Ἀλέξανδρον ὡς ἀδικοῦντα ἐμίσουν. |
| book 109.1 | [ἀφραίνεις] φιλοδόξως γὰρ, οὐ φρονίμως ἔσπευσεν ἐπὶ τὴν μά‐ |
| book 109.2 | χην. |
| book 111 | [μηδ’ ἔθελ’ ἐξ ἔριδος] ὡς τὸ γνῶθι σαυτόν. |
| book 116.1 | [πρόμον] τεχνικῶς ἥττονά φησιν αὐτὸν Ἕκτορος, ὅπως μὴ τῶν |
| book 116.2 | ἄλλων Ἑλλήνων καταφρονεῖν δοκοίη, τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, |
| book 116.3 | τοὺς δὲ κινδυνεύειν προτρεπόμενος. |
| book 117 | [μόθου] μόθος οἷον μότος—τὴν ἐπιθυμίαν. |
| book 125 | [Πηλεὺς] διδάσκει ὅτι δεῖ καὶ ἀπόντας τοὺς γέροντας τιμᾶν. |
| book 131 | [θυμὸν ἀπὸ μελέων] δηλοῖ ὅτι διέσπαρται—μέρει. |
| book 135.1 | [Φειᾶς] Φειὰ πόλις τῆς Ἠλίδος παραθαλάσσιος. οἱ δὲ τῆς |
| book 135.2 | Ἀρκαδίας, παρ’ ἣν ὁ Ἰάρδανος ῥεῖ. |
| book 141 | [κορύνῃ] ἡ κορύνη ῥόπαλόν ἐστιν ἐν ἑνὶ μέρει τὴν ῥοπὴν ἔχον. |
| book 154 | [δῶκε δέ μοι εὖχος Ἀθήνη] ὅτι δεῖ τὰ ἴδια θεοῖς ἀναφέρειν. |
| book 157 | ἐπανάληψις. |
| book 161 | [οἱ δ’ ἐννέα πάντες ἀνέσταν] πλεονάζει τὸ «πάντες». |
| book 171.1 | [κλήρῳ νῦν πεπάλασθε] κλῆρον ποιῆσαι λέγεται ὁ Νέστωρ, ἵνα |
| book 171.2 | μηδενὸς προκριθέντος ὑβρισθῶσιν οἱ λοιποὶ, καὶ ἵνα δείξῃ ὅτι οὐχ ἕνα |
| book 171.3 | μόνον ἔχουσιν ἀξιοχρέων πρὸς αὐτὸν μάχεσθαι, καὶ ἵνα μὴ νικήσας |
| book 171.4 | δοκῇ τὸν ἄριστον νενικηκέναι, ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον. |
| book 171.5 | [πεπάλασθε] τὸ δὲ «πεπάλασθε» ἐκ τοῦ ἀναπάλλεσθαι τοὺς κλήρους. |
| book 185 | [οὐ γιγνώσκοντες] οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν—ὀνόματα. |
| book 189 | [γήθησε δὲ θυμῷ] καλῶς εἶπε μείδησε· τοῦτο γὰρ εἰρωνικόν. |
| book 194.1 | [εὔχεσθαι] Ἑλληνικὸν τὸ πρὸ τῶν κινδύνων εὔχεσθαι. καὶ δείκ‐ |
| book 194.2 | νυσιν ὅτι δεῖ καὶ τὸν ἄριστον ἐπὶ θεοὺς καταφεύγειν. |
| book 195 | [σιγῇ] «σιγῇ» δὲ, ἵνα μὴ δόξωσι τὸν Ἕκτορα δεδοικότες εὔχεσθαι. |
| book 212.1 | [μειδιόων βλοσυροῖσι προσώπασι] οἷον ἥμερόν τι καὶ γενναῖον |
| book 212.2 | ἔχοντος τοῦ προσώπου. τεκμήριον δὲ τοῦτο τῆς τοῦ Αἴαντος γενναιότη‐ |
| book 212.3 | τος· τὸ μὲν γὰρ γελᾶν θρασύτητος ἄφρονος, τὸ δὲ μειδιᾶν γέλωτος μὲν |
| book 212.4 | αὐστηρότερον, σκυθρωπίας δὲ φαιδρότερον. ἐκπλήττει μὲν οὖν Ἕκτορα, |
| book 212.5 | θρασύνει δὲ τοὺς φίλους. |
| book 213 | [μακρὰ βιβὰς] ἡ κίνησις τοῦ σώματος—πόδας ἵζει». |
| book 216.1 | [θυμὸς ἐνὶ στήθεσσι πάτασσεν] τὴν κίνησιν καὶ ἀγωνίαν |
| book 216.2 | —οὐδὲν παρέλαβε· περὶ γὰρ ἀξιοπίστου προσώπου ἐστὶν ὁ |
| book 216.3 | λόγος αὐτοῦ. |
| book 228.1 | ῥηξήνορα] τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τουτέστι τῇ ἀνδρείᾳ, 〈τὸν〉 |
| book 228.2 | ἀνδρεῖον ἢ τὸν ῥέξαι—δυνάμενον. Gen II: |
| book 228 | ἢ τὸν ῥέξαι. |
| book 232 | [ἄρχε] βραδὺς γὰρ—εὐτελίζων αὐτόν φησι. |
| book 235 | [μή τί μευ] συνεῖδεν ὁ Ἕκτωρ—τῆς μάχης. |
| book 252 | [ἠρήρειστο] ἐτράχυνε—δηλῶν. |
| book 269 | [ἐπέρεισε δὲ ἶν’ ἀπέλεθρον] συνεπέδωκεν ὅλον σῶμα τῇ βολῇ. |
| book 303.1 | [δῶκε ξίφος ἀργυρόηλον] ὁ μὲν Ἕκτωρ ἀφρόνως ἄοπλον ἐκδίδω‐ |
| book 303.2 | σιν ἑαυτόν, ὁ δὲ Αἴας ὅμως—οὐδὲν εἰς ἑαυτὸν πλημμελεῖ. |
| book 321.1 | [νώτοισι] διὰ τὸ μὴ δεῖξαι τῷ πολεμίῳ τὰ νῶτα. |
| book 321.2 | Gen II ajoute: διὰ τοῦτο καὶ νώτοις δεξιοῦται τὸν Αἴαντα. |
| book 325.1 | [πρόσθεν ἀρίστη φαίνετο βουλή] Ἀχιλλέα γὰρ ὅσον— |
| book 325.2 | τὰς πατρίδας ἐπέσχεν. |
| book 328.1 | [πολλοὶ γὰρ τεθνᾶσι] προθυμοτέρους—ἀξιοῦσθαι |
| book 328.2 | ταφῆς. |
| book 332 | [κυκλήσομεν] κύκλα οἱ τράχηλοι τῶν ἵππων. |
| book 334 | [ἀπὸ πρὸ] ὁ Ἡρωδιανὸς—κοιμίζει. |
| book 337.1 | [ὦκα] τὸ «ὦκα» ἔφη, ἵνα μὴ ἀπίθανον δοκῇ τὸ ἐν μιᾷ ἡμέρᾳ |
| book 337.2 | τεῖχος γενέσθαι. |
| book 345 | [ἀγορὴ γένετο] ἔδει γὰρ—τῶν ἀναγκαίων. |
| book 362 | [ἀντικρὺ] κατὰ πρόσωπον—ἀδίκως αὐτὴν ἔχειν. |
| book 384 | [ἠπύτα] τὸ «ἠπύτα» ὡς τὸ «ἱππότα» καὶ «ἱππηλάτα». |
| book 393.1 | [ἦ μὴν Τρῶες γε κέλονται] ψεύδεται—Ἀλέξανδρον |
| book 393.2 | ἀποπλεύσωσιν. |
| book 398 | [πάντες ἀκὴν ἐγένοντο] στρατηγικῶς δὲ σιωπᾷ ὁ Ἀγαμέμνων |
| book 398 | —προθυμίᾳ. |
| book 399 | [ὀψὲ δὲ—Διομήδης] ἀνέμενε—ἀνέστη. |
| book 402 | [Τρώεσσιν ὀλέθρου πείρατα] διὰ τὴν παράβασιν. |
| book 407.1 | ὑποκρίνονται] ἤτοι ἀποκρίνονται· ὅθεν καὶ ὑποκριτὴς ὁ πρὸς τὸν |
| book 407.2 | χορὸν ἀποκρινόμενος. |
| book 409.1 | [οὐ γάρ τις φειδὼ νεκύων] οὐ γάρ τις φειδὼ γίνεται— |
| book 409.2 | γλυκεῖα ἡ χάρις. |
| book 417 | [τοὶ δ’ ὡπλίζοντο] οὐκ ἔδει γὰρ λόγων, ἀλλ’ ἔργων. |
| book 421.1 | [προσέβαλλεν] καλῶς τῷ παρατατικῷ—σφαιροειδῆ |
| book 421.2 | οὖσαν. |
| book 426.1 | [δάκρυα θερμὰ χέοντες] βαρβάρων ἴδιον—«ἀχνύ‐ |
| book 426.2 | μενοί» φησιν. |
| book 427.1 | [οὐδ’ εἴα κλαίειν] οὐκ εἴα δὲ ὁ Πρίαμος κλαίειν, ἵνα μὴ κατά‐ |
| book 427.2 | δηλον—μαλακιζόμενοι. |
| book 433.1 | [ἀμφιλύκη νύξ] ὁ βαθὺς ὄρθρος, τὸ μὴ καθ〈αρὸν φῶσ〉, ἀλλ’ |
| book 433.2 | ἔτι σκοτῶδες, παρὰ τὴν λύγην, ὅ ἐστι σκιάν. καὶ λυκόφως τὸ μεταξὺ |
| book 433.3 | σκότους καὶ φωτός. |
| book 434 | κριτὸς] ἐς αὐτὸ τοῦτο—ἐκπονῆσαι. |
| book 455 | [ἐννοσίγαι’ εὐρυσθενὲς] κατὰ γὰρ Θαλῆν ὕδατι ὀχεῖται ἡ γῆ. |
| book 474.1 | [αὐτῇσι βόεσσιν] ὁπόταν περὶ πλήθους—προφέρονται |
| book 474.2 | οἱ βόες. |
| book 479 | [χλωρὸν] ἀντὶ τοῦ χλωροποιόν. σημαίνει δὲ καὶ τὸ νέον. |
| book 1.1 | [κροκόπεπλος] «κροκόπεπλος» μὲν λέγεται ὅταν σκότος μὲν πολὺ |
| book 1.2 | ἔχῃ, ὀλίγον δὲ φῶς, «ῥοδοδάκτυλος» δὲ ἡ ἐναντίως ἔχουσα. |
| book 1.3 | ἐκίδνατο] ἐν παρατάσει—φωτίζεται. |
| book 2.1 | [Ζεὺς δὲ θεῶν ἀγορὴν] εἰκότως νῦν—τοῖς Ἕλλησιν. |
| book 2.2 | [τερπικέραυνος] ὁ τοῖς κεραυνοῖς τρέπων τοὺς ἐναντίους. Gen. II |
| book 2.3 | ajoute: ὅ ἐστι καταγωνιζόμενος. |
| book 5.1 | [κέκλυτέ μευ—θέαιναι] 〈τὸ «θέαιναι»〉 διὰ τὴν Ἥραν |
| book 5.2 | καὶ τὴν Ἀθηνᾶν. κοινοποιεῖται δὲ τὴν βουλὴν, ἵνα μὴ λυπήσῃ τοὺς |
| book 5.3 | Ἀχαιϊκοὺς θεούς. |
| book 8.1 | διακέρσαι] διακόψαι· ἐξ οὗ καὶ τὸ κέρμα, τὸ εἰς μικρὰ διακεκομ‐ |
| book 8.2 | μένον. |
| book 9 | [τάχιστα] σπεύδει γὰρ—τιμῆσαι τὸν Ἀχιλλέα. |
| book 13.1 | Τάρταρον] διὰ τὸ τεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν αὐτῷ |
| book 13.2 | πάντα. |
| book 26 | δείκνυσιν ὅτι—μετέωρος. |
| book 30 | [ὀψὲ δὲ δὴ μετέειπε] πιθανῶς οὐχ Ἥρα—μετριώ‐ |
| book 30 | τερον. |
| book 34 | [κακὸν οἶκτον] εἰς οἶκτον διὰ τούτου κινεῖ τὸν Δία. |
| book 39.1 | [Τριτογένεια] ἐπειδὴ 〈τῷ〉 Τρίτωνι ποταμῷ δέδωκεν αὐτὴν ὁ |
| book 39.2 | Ζεὺς ἀνατρέφειν. Δημόκριτος δὲ ἐτυμολογῶν τὸ ὄνομα, φησὶν ὅτι ἀπὸ τῆς |
| book 39.3 | φρονήσεως τρία ταῦτα συμβαίνει· τὸ εὖ λογίζεσθαι, τὸ εὖ λέγειν καὶ τὸ |
| book 39.4 | πράττειν ἃ δεῖ. |
| book 42 | ἐθείρῃσιν] ταῖς θριξὶ, ταῖς ἐξ ἔθους ἐπιμελείας ἀξιουμέναις. |
| book 55.1 | [Τρῶες δ’ αὖθ’ ἑτέρωθεν—ὡπλίζοντο] καὶ πῶς φησι· |
| book 55.2 | «πολλέων ἐκ πολίων»; ἀλλὰ νῦν τοὺς ἰθαγενεῖς μόνους φησί. |
| book 66.1 | [ἱερὸν ἦμαρ] τὸ πρὸ τῆς μεσημβρίας, διὰ τὸ ἐν τούτῳ τοῖς θεοῖς |
| book 66.2 | θύεσθαι· τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις νέμεται. |
| book 69 | [τάλαντα] διττὸν τὸ τῆς Μοίρας—οὗ Ζεὺς κρατεῖ. |
| book 70.1 | [κῆρε] κῆρ δὲ παρὰ τὸ κῆαι· διὰ πυρὸς γὰρ ἔθαπτον· ἢ παρὰ |
| book 70.2 | τὸ κηρός· ἐντετυπῶσθαι γὰρ ἐν αὐτῇ φησι τὰ πράγματα καθάπερ ἐν |
| book 70.3 | κηρῷ. |
| book 75.1 | [δαιόμενον δὲ σέλας] βουλόμενος εἰπεῖν ὡς οὐκ ἦν— |
| book 75.2 | τὸ δαιόμενον. |
| book 78.1 | [ἔνθ’ οὔτ’ Ἰδομενεὺς] ὡς φιλέλλην ὁ Ὅμηρος παρατρέχει τὰ |
| book 78.2 | δυσχερῆ ἐπ’ ὀλίγα πρόσωπα τὴν ἧσσαν φέρων. |
| book 81-82.1 | [τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος] καὶ οὐκ ἄνδρα βάλλει, ἀλλ’ |
| book 81-82.2 | ἵππον γέροντος. |
| book 87.1 | [παρηορίας ἀπέτεμνεν] διὰ τοῦ «ἀπέτεμνεν» τὸ νωθρὸν τοῦ γήρως |
| book 87.2 | δηλοῖ. |
| book 91.1 | [Διομήδης] εἰκότως ὁ Διομήδης ὁρᾷ τὸν Νέστορα κινδυνεύοντα |
| book 91.2 | ὡς ἀναχωρῶν—πειρᾶται πολεμεῖν. |
| book 92.1 | [ἐποτρύνων Ὀδυσῆα] ἐν σχήματι ἐδήλωσεν—μὴ |
| book 92.2 | μνησθεὶς αὐτοῦ. |
| book 94.1 | [κακὸς ὣς ἐν ὁμίλῳ] οὐ δειλὸν αὐτὸν καλεῖ, ἀλλὰ δειλοῦ ἀνδρὸς |
| book 94.2 | ποιοῦντα 〈ἔργα〉 φησὶν οὖν· «ποῦ φεύγεις καὶ σὺ ἐν ὁμίλῳ, ἤτοι μετὰ |
| book 94.3 | τοῦ πλήθους, στρέψας τὰ νῶτα;» |
| book 97 | * ἐζήτηται πότερον—τὸ φιλοκίνδυνον δεικνύων. |
| book 103 | [λέλυται] πέπηγε γὰρ—θάνατος. |
| book 104 | [ἠπεδανὸς] ὁ μὴ δυνάμενος—ἀσθενές. |
| book 105.1 | [ἀλλ’ ἄγ’ ἐμῶν ὀχέων] ὑπογράφων ἄνω—διὰ τοῦ |
| book 105.2 | τάχους. |
| book 111.1 | [ἢ καὶ ἐμόν] διὰ τὸν Ἀχιλλέα φησὶ ταῦτα, ἢ διὰ τὸν Αἴαντα, |
| book 111.2 | τὸν αὐτῷ μονομαχήσαντα. τὸ δὲ «ἤ» ἀντὶ τοῦ |
| book 111.3 | ἐάν, ἢ ἀντὶ τοῦ ὡς, ὡς τὸ «ἣ θέμις». |
| book 112 | [οὐδ’ ἀπίθησε] τῷ καιρῷ πειθόμενος πάντα σιωπῇ πράττει. |
| book 113.1 | [Νεστορέας μὲν ἔπειθ’ ἵππους] ἀδιαφόρως τοὺς ἵππους καὶ ἀρσε‐ |
| book 113.2 | νικῶς καὶ θηλυκῶς φησιν· τοὺς γὰρ ἵππους τοῦ Νέστορος ἐν τῷ ἐπιτα‐ |
| book 113.3 | φίῳ ἀρσενικῶς φησιν. |
| book 115.1 | [τὼ δ’ εἰς ἀμφοτέρω] οἰκονομικῶς δὲ ἀναβιβάζει τὸν Νέστορα |
| book 115.2 | ἐπὶ τὸ ἅρμα, ἵν’ ὑπ’ αὐτοῦ πεισθῇ φεύγειν καὶ εἴκειν Διομήδης· Σθενε‐ |
| book 115.3 | λάῳ γὰρ οὐκ ἂν ἐπείσθη. |
| book 131 | σήκασθεν] ὡς εἰς σηκὸν—ἀγάλματα |
| book 131bis.1 | [καί νύ κε—ἠΰτε ἄρνας] καὶ τὴν Διομήδους ἀρετὴν |
| book 131bis.2 | —τούτων τελείων, ἀλλὰ ἀρνῶν. |
| book 137 | [ἐκ χειρῶν φύγε ἡνία] παρατηρεῖ—ἐπιδέξια» ἢ οὐχ |
| book 137 | ὑπὸ δέους τὰς ἡνίας—τὸ δὲ «φύγον» διὰ τοῦ ο. |
| book 139.1 | [φόβον δ’ ἔχε] ἡ εὔκαιρος φυγὴ οὐκ αἰσχύνην ἔχει. καὶ Ἀγα‐ |
| book 139.2 | μέμνων· «βέλτερον ὃς φεύγων προφύγῃ κακόν» νῦν γὰρ |
| book 139.3 | ὁ Ζεὺς ἐναντιοῦται. |
| book 141.1 | [νῦν μὲν—σήμερον] «νῦν» ἤτοι «σήμερον», ὅτι |
| book 141.2 | πρὸς ὀλίγον—φοβερὸν λέγει, ἀλλὰ τὸν Δία. |
| book 142.1 | [ὕστερον αὖτε καὶ ἡμῖν] χρηστὰς αὐτῷ—τὴν ἧτταν |
| book 142.2 | δυνάμενος. |
| book 143 | [εἰρύσσαιτο] λείπει ἡ μετά—μεταθείη. |
| book 150 | [τότε μοι χάνοι] κρεῖσσον ἡγεῖται θάνατον ψόγου. |
| book 64.1 | [ἐπιδημίου] ἐπιδήμιος πόλεμος ὁ ἐμφύλιος. |
| book 64.2 | * αἰνιττόμενος τὸν Ἀχιλλέα τοῦτό φησι. |
| book 67 | [τείχεος ἐκτός] ἵνα ὁρώμενοι—ἀσφαλῶς ἔχωσιν. |
| book 70.1 | [δαίνυ—ἀεικές] διότι ἡ ὁμοτράπεζος κοινωνία πάντας |
| book 70.2 | —ἐπικρίνουσιν. |
| book 74.1 | [τῷ πείσεαι ὅς κεν ἀρίστην] διδάσκει τὸν στρατηγὸν πολλῶν |
| book 74.2 | μὲν ἀκούειν, ἐκλέγειν δὲ τὸ κράτιστον. |
| book 77.1 | προσληπτέον ἔξωθεν τὸ ἰδών, ἵν’ ᾖ· «τίς ἂν ταῦτα ἰδὼν χαρείη, |
| book 77.2 | βλέπων ταῦτα πρασσόμενα». |
| book 88.1 | [πῦρ κείαντο] ἐπὶ μὲν τῶν κατεπτηχότων ψιλὴ καὶ ἡ τοῦ δεί‐ |
| book 88.2 | πνου παρασκευή· ἑνικῶς γάρ φησι πῦρ· ἐπὶ δὲ—εὐωχίας πο‐ |
| book 88.3 | λυτελῶς· «ἐκ πόλιος» γὰρ, φησὶ, «ἄξαντο βόας καὶ ἴφια μῆλα». |
| book 91 | ὀνείατα] τὰ βρώματα, παρὰ τὸ φέρειν ὄνησιν. |
| book 93 | [πάμπρωτος] ὅτε παρῄνει—τῆς πρὸς Ἀχιλλέα ὀργῆς. |
| book 97 | [ἐν σοὶ μὲν λήξω] σύ μοι ἔσῃ ἀρχὴ καὶ τέλος τῶν λόγων. |
| book 97bis.1 | σκῆπτρον μὲν διὰ τὸ κράτος, θέμισται δὲ διὰ τὸ δίκαιον· οὔπω |
| book 97bis.2 | γὰρ ἦσαν νόμοι γραπτοὶ, ἀλλὰ τὸ πᾶν ἦν ἐν τοῖς κρατοῦσιν. |
| book 100 | [φάσθαι ἔπος ἠδ’ ἐπακοῦσαι] ἵνα ἐκ πάντων αἱροῖτο τὸ χρήσι‐ |
| book 100 | μον. |
| book 102.1 | ὃ δήποτε—ἐκ σοῦ γίνεται, καὶ ἐν τῇ σῇ ἐξουσίᾳ |
| book 102.2 | —δοκιμάσαι. Jusqu’ à γίνεται |
| book 106 | Διογενεῦς] ἀπὸ τοῦ Διογενέος κατὰ συναίρεσιν «Διογενεῦς.» |
| book 109 | [σὺ δὲ] δεξιῶς—καὶ τὸ προπετὲς εἶξαι λέγων. |
| book 113 | μειλιχίοισι] τουτέστι δεητικοῖς—τὸν θυμόν. |
| book 120.1 | ἀπερείσια] ἵνα μὴ—τὸν στρατὸν ἀποστερεῖν τῆς |
| book 120.2 | συμμαχίας. |
| book 122.1 | [ἕπτ’ ἀπύρους τρίποδας] διῄρηνται αἱ δόσεις, ἵν’ εἰ μὲν φιλό‐ |
| book 122.2 | τιμος ὁ Ἀχιλλεὺς, διὰ τῶν ἵππων ἀχθῇ, εἰ δὲ φιλοχρήματος, διὰ τοῦ |
| book 122.3 | πολλοῦ χρυσοῦ, εἰ δὲ φιλογύνης, διὰ τῆς Ἀγαμέμνονος θυγατρός. |
| book 122.4 | [ἀπύρους] ἄπυροι οἱ μὴ πρὸς τὸ πῦρ ἐπιτήδειοι, ἀλλ’ ἐν τῷ οἴκῳ |
| book 122.5.1 | χάριν κόσμου τιθέμενοι. |
| book 122.5.2 | [αἴθωνας] «αἴθωνας» δὲ τοὺς πρὸς 〈τὸ〉 πῦρ ἐπιτηδείους. |
| book 125.1 | ἀλήϊος] ὁ ἐνδεὴς βοσκημάτων ἢ λαφύρων· λεία γὰρ κυρίως ἡ |
| book 125.2 | τῶν τετραπόδων κτῆσις. |
| book 132 | [κούρη] διὰ τοῦ ὅρκου—τὴν Βρισηΐδα. |
| book 137 | σημείωσαι ὅτι πολύχρυσοι ἐξ ἀρχῆς οἱ βάρβαροι. |
| book 139 | [αὐτὸς ἑλέσθω] τὴν δωρεὰν ἡ ἐκλογὴ μείζω ποιεῖ. |
| book 143.1 | τηλύγετος] ὁ Ὀρέστης, ἐπειδὴ μόνος ἄρσην ἐγένετο τῷ Ἀγα‐ |
| book 143.2 | μέμνονι ἐκ Κλυταιμνήστρας. θαλία δὲ παρὰ τὸ θάλλειν ἐν αὐτῇ τοὺς |
| book 143.3 | εὐωχουμένους. |
| book 145 | οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν |
| book 145.1 | ἀρχήν· νόμος ὀρθὸς, ὃν δηλοῖ ἡ Χρυσόθεμις, ἔπειτα κρίσις, ὅ ἐστιν |
| book 145.2 | ἡ Λαοδίκη, καὶ τελευταῖον ἡ ἰσχὺς, ἥτις παραδηλοῦται διὰ τῆς Ἰφι‐ |
| book 145.3 | ανάσσης. |
| book 146.1 | διὰ δὲ τῆς ἐπιγαμβρίας πιστοῦται—κολακεύειν καὶ |
| book 146.2 | ὑπούλως ἔχειν. |
| book 146.3 | [ἀνάεδνον] ἕδνα τὰ ἀπὸ τῶν γαμβρῶν τοῖς νυμφίοις διδόμενα λόγῳ |
| book 146.4 | ἀρραβῶνος. |
| book 153.1 | [νέαται] οἰκοῦνται· ἀπὸ τοῦ νῶ, οὗ παράγωγον τὸ ναίω. τοῦτο |
| book 153.2 | δέ φησι, ἵνα καὶ τῶν 〈ἐκ〉 τῆς θαλάσσης ἔχῃ ἀπολαύειν ἀγαθῶν, παρα‐ |
| book 153.3 | λίων οὐσῶν. |
| book 155 | [θεὸν ὣς] τὰς τῶν ὄντων προσάγοντες ἀπαρχάς. |
| book 156.1 | τὸ γὰρ κρίνειν ὀρθῶς εὐδαιμονίαν φέρει. ἄρξει οὖν, φησὶν, οὐ |
| book 156.2 | στασιαζόντων ἀνδρῶν, ἀλλὰ πειθομένων. |
| book 165 | [τάχιστα] διὰ τὸν ἐπείγοντα τῆς νυκτὸς καιρόν. |
| book 168.1 | Νέστωρ οὐ παραγίνεται, ἢ διὰ τὸ γῆρας, ἢ διὰ τὸ εἰπεῖν ἐν |
| book 168.2 | τῇ πρὸς ἀλλήλους μάχῃ· «τούσδε δ’ ἔα φθινύθειν». (Il. II 346) ἀπὸ |
| book 168.3 | τῆς Ἀχιλλέως δὲ σκηνῆς δεῖ νοεῖν ἥκειν τὸν Φοίνικα ὡς ἐπὶ θέαν τῆς |
| book 168.4 | μάχης, κἀντεῦθεν συσχεθῆναι ὑπὸ τῶν ἀριστέων—Ἀχιλ‐ |
| book 168.5.1 | λέως. οὐχ ὡς πρεσβευτὴς οὖν πέμπεται ὁ Φοῖνιξ, ἀλλ’ ὡς ἐκεῖθεν ἥκων |
| book 168.5.2 | καὶ πάλιν μέλλων ἀναχωρεῖν. |
| book 167.1 | * ἐζήτηται πῶς μᾶλλον—λοιδορήσας πρὸς τὸν Ἀγα‐ |
| book 167.2 | μέμνονα αὐτόν. |
| book 183.1 | [γαιηόχῳ] γαιήοχος ὁ Ποσειδῶν, ὁ ὀχούμενος τῇ γῇ· ἡ γὰρ |
| book 183.2 | γῆ ἐπὶ θαλάσσης ἐπιβέβηκεν. |
| book 183.3 | ἀπορία· τῷ Ποσειδῶνι εὔχονται, ὅτι Νηρηΐδος παῖς—βα‐ |
| book 183.4 | σιλεύς. |
| book 186 | [τερπόμενοι φόρμιγγι] παραμυθία γὰρ τοῦτο λύπης καὶ θυμοῦ. |
| book 186.1 | φιλόμουσος δέ ἐστιν ὡς νέος, καὶ οὐ θηλυδριώδη μέλη ᾄδει, ἀλλὰ «κλέα |
| book 186.2 | ἀνδρῶν», ἢ οἰόμενος ἥξειν αὐτοὺς σοβαρεύεται. οὐκ ἤθελε δὲ— |
| book 186.3 | ἀλλ’ ἡτοίμαζεν ἑαυτὸν πρὸς πράξεις. |
| book 187.1 | ζυγὸν] τὸν πῆχυν τῆς κιθάρας, ᾧ ἔγκεινται—κεκολ‐ |
| book 187.2 | λῆσθαι. |
| book 189.1 | ἄειδε δὲ κλέα ἀνδρῶν] ἐπειδὴ ἀειμνήστους δεῖ εἶναι τοὺς ἀγα‐ |
| book 189.2 | θούς. |
| book 190.1 | [Πάτροκλος δέ οἱ οἶος] ἐν ἡσυχίᾳ γὰρ δεῖ ἀκροᾶσθαι τῆς μου‐ |
| book 190.2 | σικῆς. |
| book 192 | [προτέρω] προσωτέρω κατὰ συγκοπήν. |
| book 193.1 | [ταφὼν δ’ ἀνόρουσεν] ἐξεπλάγη Ἀχιλλεὺς διὰ τὸ νυκτὸς αὐτοὺς |
| book 193.2 | παρεῖναι. |
| book 194.1 | 〈ὧδε στικτέον〉· ὑπὸ γὰρ φιλοσοφροσύνης σὺν αὐτῇ τῇ φόρμιγγι |
| book 194.2 | συναντᾷ 〈αὐτοῖσ〉. τοῦ δὲ «ταφών» ἡ μεταφορὰ ἐκ τῶν τάφων· ἡμεῖς |
| book 194.3 | γὰρ ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα. |
| book 203 | [ζωρότερον] θερμότερον παρὰ τὴν ζέσιν, ἢ ἀκρατότερον. |
| book 209.1 | [τῷ δ’] τούτῳ δὲ, τῷ Ἀχιλλεῖ, ὑπηρέτει ὁ Αὐτομέδων καὶ ὑπεῖ‐ |
| book 209.2 | χεν τὰ κρέα, ὁ δὲ Ἀχιλλεὺς ἔτεμεν. |
| book 214.1 | [πάσσε δ’ ἁλὸς θείοιο] θείους τοὺς ἅλας φησὶ διὰ τὸ ἄσηπτα |
| book 214.2 | τηρεῖν τὰ πασσόμενα. |
| book 214.3 | [κρατευτάων] «κρατευτάων» δὲ τῶν ἁλοθηκῶν ἐν αἷς οἱ ἅλες εἰσίν. |
| book 215 | ἐλεοῖσιν] ἐπιμηκέσι τραπεζίοις ἐξ ἑλείων ῥάβδων πεπλεγμένοις. |
| book 218.1 | [ἀντίον ἷζεν Ὀδυσσῆος] ὡς διαλεξόμενος· ᾔδει γὰρ ὅτι— |
| book 218.2 | πεπίστευται. |
| book 222 | [ἐδητύος ἐξ ἔρον ἕντο] εἰς ἔνδειξιν τοῦ ἥδεσθαι τῇ παρ’ αὐτῷ |
| book 222 | ἑστιάσει· δεδειπνήκασι γὰρ πρῶτον παρ’ Ἀγαμέμνονι. |
| book 223.1 | ἔνευσε τῷ Φοίνικι] οὐχ ἵνα εἴπῃ, ἀλλ’ εἰ καιρός ἐστιν· Φοῖνιξ |
| book 223.2 | μὲν γὰρ οὐ λέγει ὅπως μὴ ὡς οἰκείῳ—λόγον, Αἴας δὲ ὅτι |
| book 223.3 | βραδύς ἐστι καὶ μεμψίμοιρος. |
| book 231.1 | [νῆας ἐϋσσέλμους] ἀπὸ τοῦ τῶν νεῶν ἄρχεται κινδύνου· τοῦτο |
| book 231.2 | γὰρ καὶ τῷ Ἀχιλλεῖ δέος παρεῖχεν. |
| book 232 | [αὖλιν ἔθεντο] ὡς ἐπὶ ἀγρίων—ἀριστεύει. |
| book 236 | [Ζεὺς δέ] θεραπεύων—συνωργίσθη. |
| book 241.1 | [ἄκρα κόρυμβα] ἢ ὡς ἀναθήσων αὐτὰ τρόπαια τῆς κατὰ τῶν |
| book 241.2 | Ἑλλήνων νίκης, ἢ ὅπως καὶ αὐτὰ μὴ συγκαύσει ταῖς ναυσὶ διὰ τὸ |
| book 241.3 | ἐντετυπωμένους ἔχειν θεούς. |
| book 243 | [ὀρινομένους ὑπὸ καπνοῦ] σφηκῶν δίκην. |
| book 251 | [Δαναοῖσιν] οὐκ Ἀγαμέμνονι. |
| book 252.1 | [ἦ μὲν σοί γε πατὴρ] ἵνα μὴ ἐπαχθὴς δόξῃ, οὐκ ἰδίας ὑπο‐ |
| book 252.2 | θήκας εἰσάγει, ἀλλὰ τοῦ πατρὸς ὑπομιμνήσκει. |
| book 256.1 | [ἐν στήθεσσι] ἤτοι ἐν τῇ καρδίᾳ· αὕτη γὰρ ἐν τῷ στήθει |
| book 256.2 | κεῖται, ὡς καὶ ὁ τοῦ θυμοῦ ὅρος δηλοῖ· θυμὸς γάρ ἐστι ζέσις τοῦ περι‐ |
| book 256.3 | καρδίου αἵματος. |
| book 259 | [λήθεαι] πρᾴως—συγγνώμης ἀξιούμενον. |
| book 304.1 | [νῦν] καλῶς εἶπε τὸ «νῦν» 〈ὡς πρώην〉 αὐτοῦ πτώσσοντος |
| book 304.2 | —κατὰ τῶν πολεμίων. |
| book 309.1 | ἔδει πρῶτον δικαιολογεῖσθαι, εἶθ’ οὕτως τὴν ἀπόφασιν ἐπα‐ |
| book 309.2 | γαγεῖν. ὁ δὲ—πειθοῦς, ὥστε καὶ τῶν λόγων— |
| book 309.3 | παρήμενοι» λέγων. πάντες 〈δὲ〉 οἱ ἐν θυμῷ ἀπειλοῦντες— |
| book 309.4 | οἱ δὲ ἀποδείξει, οἱ δὲ—ποιεῖ. |
| book 309.5.1 | [ἀπηλεγέως] συντόμως· φιλοσύντομος γὰρ—ἐλπίδας. |
| book 309.5.2 | [ἀπηλεγέως] παρὰ τὸ ἀλέγειν. |
| book 311.1 | αὐθαδῶς ἐπισκώπτει—ὑπὸ Ἀγαμέμνονος. τὸ δὲ |
| book 311.2 | «τρύζητε», ἢ τρύχητε τὴν ἀκοὴν, ἢ τονθορύζητε, παρὰ τὸ τρυγών. |
| book 323.1 | ἀπορία. εἰκότως οὐδὲν τῶν τετραπόδων λαμβάνει εἰς τέκνων |
| book 323.2 | φιλοστοργίαν· ταῦτα γὰρ—τρεφομένων· εἰ γὰρ μὴ ἀμελ‐ |
| book 323.3 | χθείη, ἀνιᾶται ἡ δὲ ὄρνις—πέλει αὐτῇ». τοσοῦτον δὲ τῶν |
| book 323.4 | Ἑλλήνων προὔχειν φάσκει ὅσον μήτηρ νεοσσῶν. |
| book 327.1 | «ὀάρων» μὲν τῶν αἰχμαλωτίδων γυναικῶν, παρὰ τὸ ἄορ, ὃ |
| book 327.2 | δηλοῖ τὸ ξίφος, ὅτι διὰ πολέμου καὶ ξίφους ἐληΐζοντο, «ὠρέων» δὲ |
| book 327.3 | τῶν συμβίων, παρὰ τὸ συνωρεῖν, ὅθεν καὶ συνωρίδας τὰς συζυγίας |
| book 327.4 | τῶν ἵππων φαμέν. |
| book 329 | [κατὰ Τροίην] ἴσας τῇ Τροίᾳ, ἢ κατὰ τὴν Τροίαν κειμένας. |
| book 333.1 | [δεξάμενος—ἔχεσκεν] ἀμφοτέρωθεν ηὔξηται ἡ |
| book 333.2 | ἀχαριστία τοῦ βασιλέως, ὅτι τοιαῦτα—καὶ τοῦτο ἀφῄρηται. |
| book 336 | «ἄλοχον» εἰπὼν ηὔξησε τὴν ὕβριν αὐτοῦ. |
| book 344.1 | [νῦν δ’ ἐπεὶ] ἴσως ὑπέσχετο αὐτὸν ἐντίμως ἀποπέμψαι εἰς τὴν |
| book 344.2 | αὐτοῦ πατρίδα. |
| book 346.1 | [ἀλλ’ Ὀδυσεῦ σὺν σοὶ] τοῦτό φησι πρὸς τὸ «παρ’ ἔμοι γε καὶ |
| book 346.2 | ἄλλοι». (Il. I. 174). |
| book 348 | [μάλα πολλά] εἰρωνικὸς—αὔξομεν. |
| book 359.1 | ἀπορία. πῶς οὐκ ἠδύνατο Ὀδυσσεὺς ὁρᾶν τὴν ὑποχώρησιν |
| book 359.2 | τοῦ Ἀχιλλέως; εἰρωνικῶς οὖν τοῦτό φησιν ὅτι «αὔριον, τῶν Τρώων ἐπι‐ |
| book 359.3 | κειμένων καὶ καταπονουμένων ὑμῶν, οὐκ οἴομαι σὲ τὴν ἐμὴν ἰδεῖν ἀνα‐ |
| book 359.4 | χώρησιν.» |
| book 360.1 | [Ἑλλήσποντον] σημείωσαι ὅτι ὁ Ἑλλήσποντος καὶ ὁ Εὔξεινος |
| book 360.2 | καὶ ὁ Βόσπορος ἰχθυόεντες. |
| book 365 | [ἄλλον δ’ ἐνθένδε χρυσὸν] διὰ τὸ «νῆα ἅλις χρυσοῦ». |
| book 366.1 | [γυναῖκας] τοῦτο διὰ τὸ «Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν». |
| book 366.2 | [πολιόν] πολιὸς δὲ ὁ σίδηρος, διότι ἔντιμός ἐστι διὰ τὴν σπουδήν. |
| book 369.1 | [τῷ πάντ’ ἀγορευέμεν] πιθανῶς τοῦτο εἴρηκεν, ἵνα μὴ Ἀγαμέμ‐ |
| book 369.2 | νονα—εἰρημένων. ἔστι δὲ χαρακτηριστικὸν— |
| book 369.3 | τοῖς ἐχθροῖς διακομίζειν. |
| book 376 | [ἐξαπάφοιτ’] ἀπὸ τῶν ταῖς ἁφαῖς φιλοφρονημάτων. |
| book 378 | ὅμοιον τῷ «ἶσον γὰρ—οἱ δὲ κάρα τὸν φθεῖρά φασιν. |
| book 381.1 | [Θήβας] ἐν ταύτῃ γὰρ ἦν πρότερον τὰ βασίλεια τῆς Αἰγύπτου |
| book 381.2 | εἰς ἃ πολλοὺς ἔφερον φόρους Λίβυες, Αἰγύπτιοι, Αἰθίοπες. |
| book 385.1 | [ψάμαθος] σημείωσαι· ψάμμος μέν ἐστιν ἡ παραθαλασσία, |
| book 385.2 | ἄμμος δὲ ἡ τῆς πεδιάδος. |
| book 389-390.1 | δύο οἶδεν ἀρετὰς γυναικὸς, 〈τὸ〉 κάλλος καὶ τὸ πρὸς ἔργα |
| book 389-390.2 | ἐπιτήδειον «καλή τε καὶ ἀγλαὰ ἔργ’ εἰδυῖα» (Od. XV, 418), ἀνδρὸς |
| book 389-390.3 | δὲ «μύθων τε ῥητῆρ’ ἔμμεναι πρηκτῆρά τε ἔργων». (Il. IX, 443). |
| book 394.1 | [Πηλεύς θήν μοι] φιλοπάτωρ καὶ σώφρων ὁ Ἀχιλλεὺς ἐκεῖνον |
| book 394.2 | θέλων τὸν γάμον ὃν 〈ἂν〉 ὁ πάτηρ ἕλοιτο. |
| book 395.1 | σχόλιον. περὶ Ἑλλάδος τῆς πόλεως τῆς Θεσσαλικῆς νῦν εἴρηται, |
| book 395.2 | οὐ τῆς χώρας. |
| book 396.1 | [ἀριστήων] ἀνανδρίαν ὀνειδίζει τῷ Ἀγαμέμνονι γενναίων κη‐ |
| book 396.2 | δεστῶν λέγων δεῖσθαι, καὶ οὐ τοιούτων. |
| book 399.1 | [μνηστὴν] τὴν γὰρ Ἀγαμέμνονος οὐχ ἡγεῖται μνηστὴν, ἐπεὶ |
| book 399.2 | δῶρον λαμβάνει. |
| book 404.1 | ἀφήτορος] τοῦ Ἀπόλλωνος· ἤτοι ὁμοφήτορος, ὁμοίως— |
| book 404.2 | ἀφέσεως, ἢ τοῦ τῆς Πυθίας στροφέως. |
| book 409.1 | [ἐπεὶ ἄρ κεν] ἐπὰν ἅπαξ—πνεῦμα. |
| book 409.2 | [ἀμείψεται] ἐνταῦθά τινες τῶν ἀρχαίων φασὶν ὅτι ἐκλαμβάνουσι τὸ |
| book 409.3 | «ἀμείψεται» ἀντὶ τοῦ ἀνάψῃ καὶ δήσῃ· ἡ γὰρ ψυχὴ τοῦ σώματος |
| book 409.4 | χωριζομένη δεσμεῖ καὶ φράττει τὰ χείλη. οὕτω δεῖ λέγειν. |
| book 405.1 | [Πυθοῖ] Πυθὼ πόλις Φωκίδος, παρὰ τὸ πυνθάνεσθαι τοὺς μαν‐ |
| book 405.2 | τευομένους, ἢ ἀπὸ—σαπῆναι. |
| book 425 | [ἑτοίμη] ἐπεὶ τό γε τεῖχος νῦν οὐδὲν ἐπήμυνεν αὐτοῖς. |
| book 427 | [Φοῖνιξ δ’ αὖθι] τοῦτο πρὸς πίστιν τοῦ «ἦρι» ἀποπλεῦσαί φησιν. |
| book 429.1 | [ἀνάγκῃ δ’ οὔτι μιν ἄξω] πῶς γὰρ βιάζεσθαι— |
| book 429.2 | ἐκέλευεν; |
| book 432.1 | τὸ «ὀψέ» ὡς πάντων ἀπορησάντων. φρονίμως δὲ οὐκ εὐθέως |
| book 432.2 | —τοὺς ἑαυτοῦ ὑποβάλλει, ἀλλ’ ἀντειπεῖν—ἐγ‐ |
| book 432.3 | χέαι τὸν θυμόν. δακρύσας δὲ προσοχὴν καὶ ἔλεον ἐπισπᾶται. |
| book 436.1 | [χόλος ἔμπεσε θυμῷ] διὰ γὰρ θυμὸν οὐ κρατεῖ τοῦ δικαίου, |
| book 436.2 | οὗ δεῖ τὸν πεπαιδευμένον κρατεῖν. |
| book 438 | [σοὶ δέ μ’ ἔπεμπε] ἔδει—διδασκαλίαν. |
| book 442.1 | [διδασκέμεναι] εἰ οὖν σύμβουλος ἐπέμφθην σοι, πῶς νῦν οὐ |
| book 442.2 | πείθῃ μοι; |
| book 443 | σημείωσαι ὅτι διδακτὴν εἶναι λέγει τὴν ἀρετήν. |
| book 449.1 | [παλλακίδος] οἰκεῖα ταῦτα πρὸς τὸν ἕνεκα τῆς Βρισηΐδος— |
| book 449.2 | συγγνώμης ἠξιώθη παρὰ Πηλέως. |
| book 452.1 | [ἵν’ ἐχθήρειε] ῥᾷστα γὰρ ἀφίσταται γέροντος γυνὴ νέα πειρα‐ |
| book 452.2 | θεῖσα ἀνδρὸς νέου. |
| book 453.1 | [τῇ πιθόμην] τάχα λέγει ὅτι οὐ πάντως πειστέον μητρί· Θέτις |
| book 453.2 | γὰρ ἔλεγε «ἀλλὰ 〈σὺ〉 μὲν νῦν—μήνιε» (Il. I, 421), |
| book 453.3 | ἀλλὰ μᾶλλον τῷ πατρὶ λέγοντι «φιλοφροσύνη γὰρ ἄμεινον. (Il. XI, 256) |
| book 454 | [Ἐρινῦς] τρεῖς αἱ Ἐριννύες· Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. |
| book 454 | παρὰ τὸ ἐκ τῆς ἔρας, ἤτοι τῆς γῆς, εἶναι. |
| book 456 | [θεοὶ δ’ ἐτέλειον ἐπαράς] ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς. |
| book 457.1 | [Ζεύς τε] ἀπορία. πῶς ὁ μὲν ταῖς Ἐρινύσιν εὔχεται, τὰς δὲ |
| book 457.2 | εὐχὰς—παρέχοντα. «ἐπαινὴ» δὲ ἡ δεινὴ καὶ αἰνὴ, ἢ κατὰ |
| book 457.3 | ἀντίφρασιν ἣν οὐδεὶς ἐπαινέσει. |
| book 463.1 | [κατὰ μέγαρα στροφάασθαι] ἐν γὰρ ταῖς ἀδιαλλάκτοις ἔχθραις |
| book 463.2 | κρεῖττον τὸ φεύγειν. |
| book 466.1 | [εἰλίποδας] εἰλήσει ὅμοια πάσχοντας· κεχαλάσθαι γὰρ αὐτῶν |
| book 466.2 | τὰ νεῦρα ὁ Ἱπποκράτης φησίν. |
| book 472.1 | [αἰθούσῃ] θάλαμος μὲν ὁ ἔσω—πρόδομος, αἴθουσα |
| book 472.2 | δὲ ἡ πρὸς ἥλιον τετραμμένη στοά. παρὰ τὸ αἴθεσθαι. |
| book 482 | δυσωπεῖ τὸν Ἀχιλλέα μὴ ἀτιμάσαι τοῦτον ὃν ὁ πατὴρ ἐτίμησε. |
| book 482bis.1 | [μοῦνον, τηλύγετον] μᾶλλον γὰρ οἱ μονογενεῖς φιλοῦνται— |
| book 482bis.2 | φιλοστοργίας, καὶ μᾶλλον εἰ τηλύγετος, ὅ ἐστι ὁ τῆς γονῆς τέλος— |
| book 482bis.3 | γίνεται. |
| book 486.1 | [οὐκ ἐθέλεσκες ἅμ’ ἄλλῳ] οὐκ οἶδε παρὰ τῷ Χείρωνι τραφῆναι |
| book 486.2 | αὐτόν. δεινὸν οὖν φησὶ τὸν ἐν τῇ πρώτῃ—τελειωθέντα. |
| book 499.1 | [θυέεσσι] ἕτοιμον αὐτὸν ποιεῖ πρὸς τὴν τῶν 〈δώρων〉 λῆψιν διὰ |
| book 499.2 | τούτων. |
| book 502 | [Διὸς κοῦραι] παρόσον ὁ Ζεὺς «πατὴρ ἀνδρῶν τε θεῶν τε». |
| book 503.1 | [χωλαί—παραβλῶπες] χωλαὶ μὲν— |
| book 503.2 | ὕστερον, ἀπὸ δὲ τῶν συμβαινόντων τοῖς ἱκετεύουσι παθημάτων τὰς |
| book 503 | Λιτὰς διετύπωσεν. |
| book 504.1 | [καὶ μετόπισθε] ἁμαρτόντες γὰρ—παρακαλοῦμεν. |
| book 504.2 | φροντίζομεν οὖν τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων. |
| book 512 | [ἵνα βλαφθεὶς ἀποτίσῃ] ἵνα καὶ—καταφύγῃ. |
| book 514 | [ἥ τ’ ἄλλων περ] καὶ ἄλλοι—λιτάς. |
| book 516.1 | [ἐπιζαφελῶς] ἐκ τοῦ ζα ἐπιτατικοῦ μορίου καὶ τοῦ ὀφέλλω, τὸ |
| book 516.2 | αὔξω, ζαφελῶς, ἤγουν πάνυ ηὐξημένως. |
| book 518 | [χατέουσί περ ἔμπης] ὅτι καὶ—ἀνάγκην. |
| book 521.1 | [κρινάμενος κατὰ λαόν] ὁ μὲν γὰρ ἰσχύϊ διαφέρει, ὁ δὲ συνέσει, |
| book 521.2 | οἷς καὶ δίχα Ἀγαμέμνονος ὀφείλεις σὺ πείθεσθαι. |
| book 528 | ἐπειδὴ γὰρ κατὰ τοῦ Ἀχιλλέως—λόγος. |
| book 529.1 | Κουρῆτες] οἱ τὴν Πλευρῶνα οἰκοῦντες ἄποικοι 〈τῶν〉 Εὐβοέων |
| book 529.2 | —ὄρους, ἢ ἀπὸ Κουρέως, ἢ ἐπεὶ κόμας καὶ στολὰς κορῶν |
| book 529.3 | εἶχον. Gen II ajoute: ἢ ἀπὸ τοῦ κείρεσθαι τὰς κάρας. |
| book 529.4 | [Αἰτωλοὶ] διχῆ διῄρηται ἡ Αἰτωλία, εἰς Καλυδωνίαν καὶ Πλευρονί‐ |
| book 529.5 | αν. καὶ τῆς μὲν—ὁ Θέστιος. |
| book 533.1 | ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος Ἀπόλλωνος καὶ τῷ Μελεάγρῳ |
| book 533.2 | Ἀρτέμιδος ὀργή, 〈καὶ〉 Ἀχιλλεῖ Βρισηΐδος ὕβρις, Μελέαγρον δὲ Ἀτα‐ |
| book 533.3 | λάντης. τὸν 〈δὲ〉 Μελέαγρον ἐποίησαν ἡ γυνὴ ἐξελθεῖν εἰς πόλεμον καὶ |
| book 533.4 | ὁ Πάτροκλος τὸν Ἀχιλλέα. |
| book 537.1 | [ἢ λάθετ’ ἢ οὐκ ἐνόησε] ἤτοι ἢ ἑκὼν παρεπέμψατο, ἢ οὐκ ἔλα‐ |
| book 537.2 | βεν εἰς νοῦν. |
| book 541 | [προθέλυμνα] τὰ συνεχῆ, τὰ ἄλλα ἐπ’ ἄλλοις προτιθέμενα. |
| book 542 | [μήλων] ἐξ ἑνὸς καρποῦ πάντας ἐδήλωσεν. |
| book 548.1 | [ἀμφὶ συὸς κεφαλῇ] δείκνυσιν ὅτι—οὐδενὸς ἀξίων |
| book 548.2 | τὴν μάχην τίθενται. |
| book 557.1 | [καλλισφύρου] ὡς ἐπίπαν γὰρ κάτωθεν ἀπὸ τῶν σφυρῶν ὁρᾶται |
| book 557.2 | τὸ θῆλυ γένος· σημεῖον γάρ ἐστι ταῦτα συμμετρίας σώματος· παχεῖαι |
| book 557 | γὰρ ὡς ἐπὶ τὸ πλεῖστον 〈τὰ κάτω〉 αἱ γυναῖκες. |
| book 559.1 | «τῶν τότε» εἶπεν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προ‐ |
| book 559.2 | τιθέναι. |
| book 560 | [νύμφης] τῆς Μαρπήσσης. Gen II ajoute: καλεῖται ἀπὸ μέρους. |
| book 561 | [τὴν δὲ τότε] τὴν Κλεοπάτραν. |
| book 563 | [ἀλκυόνος] ἀλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν. |
| book 564 | [μιν] τὴν Μάρπησσαν. |
| book 569.1 | [κικλήσκους’ Ἀΐδην] ἀπορία· πῶς δὲ Ἅιδην ἐπικαλεῖται, ἡ δὲ |
| book 569.2 | Ἐρινὺς ἔρχεται; δηλονότι ὡς ὑπηρέτις. |
| book 571.1 | ἠερεφοῖτις] ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως |
| book 571.2 | ἔρχονται. |
| book 573 | [ὅμαδος] παρὰ τὸ πάντας ὁμοῦ ᾄδειν. |
| book 579 | [πεντηκοντόγυον] γύα μέτρον ἐστὶ γῆς. |
| book 590.1 | [παράκοιτις] ἀπορία· καὶ πῶς—πείθεσθαι; ἢ δῆλον |
| book 590.2 | ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ἡ γυνή. |
| book 598 | εἴξας] πάλαι—ἐπιλογισμόν. |
| book 602.1 | [ἐπὶ δώροις] ἐλέγχει ὅτι καὶ ἄκων—ἐπικουρήσει. |
| book 602.2 | [ἀλλ’ ἐπὶ δώροις] ἤτοι μετὰ δώρων, λαβὼν δῶρα. |
| book 605 | τιμῇς] τιμήεις, διὸ περισπᾶται. |
| book 607 | [ἄττα] τροφεῦ· Θετταλῶν ἡ φωνή. |
| book 607-608.1 | [οὔτι με ταύτης χρεὼ τιμῆς] οὐ χρείαν ἔχω τῆς τοῦ Ἀγα‐ |
| book 607-608.2 | μέμνονος τιμῆς. ἔστι δὲ σολοικισμὸς παρὰ τὰς λέξεις. |
| book 616.1 | [ἶσον—τιμῆς] κοινὰ γὰρ τὰ τῶν φίλων, ἅμα δὲ καὶ |
| book 616.2 | ἀντὶ τῆς χάριτος ἣν λαβεῖν 〈ἐβούλετο〉 ὁ Φοῖνιξ—ἀποκρουό‐ |
| book 616.3 | μενος αὐτοῦ. |
| book 619 | [φρασσόμεθ’ ἤ κε] ἴδιον ὀργῆς τὸ μὴ—τὸ συμφέρον |
| book 638 | [οἴης] ἢ ὁποίας εἰρωνικῶς, ἢ μιᾶς. |
| book 645 | ἅπαντά μοι καθηκόντως ἔδοξας εἰρηκέναι. |
| book 647.1 | [ἀσύφηλον—ἔρεξεν] οἱονεὶ βλαπτικῶς διέθηκεν. |
| book 647.2 | [ἀσύφηλον—ἔρεξεν] οἷον μετὰ ἄτης ἔβλαψεν. |
| book 647.3 | [ἀσύφηλον] παρὰ τὸ ἆσαι καὶ τὸ φηλῶσαι. |
| book 650.1 | [πολέμοιο μεδήσομαι] τῷ μὲν Ὀδυσσεῖ (ἔτι γὰρ αὐτὸν ἐξέμαι‐ |
| book 650.2 | νεν ἡ ὀργή) ἀποπλεῦσαι φησι, τῷ δὲ Φοίνικι ἤδη πραϋνόμενος |
| book 650.3 | σκέψασθαι περὶ τοῦ μένειν—ἐπαμυνεῖν φησὶν, ἡνίκα ἂν |
| book 650.4 | πλησίον γένωνται οἱ πολέμιοι, οὔτε ἀνέλπιστον τὴν συμμαχίαν κατα‐ |
| book 650.5 | στῆσαι θέλων, οὔτε ἕτοιμον. |
| book 653.1 | [σμύξαι] ἔστι τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι |
| book 653.2 | καλεῖται. |
| book 656 | Πάτροκλος νῦν σιωπᾷ, ἵνα μὴ—μὴ πείσῃ. |
| book 660-661.1 | οἰκεῖον «λέχος» τῷ γέροντι, καὶ Νέστωρ καθεύδει «εὐνῇ |
| book 660-661.2 | ἐνὶ μαλακῇ» (Il. X, 75), οἱ δὲ Διομήδους ἑταῖροι «ὑπὸ κρασὶν ἔχον |
| book 660-661.3 | ἀσπίδας» (Ib. 152). «ῥῆγος» δὲ βαπτὸν περιβόλαιον, ῥῆξαι δὲ τὸ βάψαι. |
| book 671.1 | [ἀνασταδὸν ἔκ τ’ ἐρέοντο] ἀνέστησαν προσδοκῶντες χρηστόν τι |
| book 671.2 | ἀκούειν. |
| book 674 | ἐμιμήσατο—μαθεῖν. |
| book 677.1 | ὁ Ὀδυσσεὺς τὰ πρὸς αὑτὸν μόνον φησὶν, οὐχὶ καὶ τὰ πρὸς |
| book 677.2 | Αἴαντα, ὅπως μὴ—κατορθώσαντος. |
| book 690.1 | [Φοῖνιξ δὲ] οὐχ ὡς τοῦ Φοίνικος συμπρεσβεύσαντος, ἀλλ’ εἰς |
| book 690.2 | πίστιν τοῦτο προφέρει ὅτι ἀποπλευσεῖται. |
| book 699 | [μυρία δῶρα διδοὺς] ἐπαινεῖ τὴν προαίρεσιν Ἀγαμέμνονος ὡς |
| book 699 | ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ δόντος. |
| book 56.1 | σχόλιον. ἱερὸν τέλος] ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοιπῶν |
| book 56.2 | ἔργων. «τέλος» δὲ νῦν τὸ τάγμα. σημαίνει δὲ πλείονα— |
| book 56.3 | καὶ τέλος προσάψομεν». |
| book 56.4 | * [τέλος] πόσα σημαίνει τὸ «τέλος»; ἕξ· τὸ τάγμα, τὸ πεπληρω‐ |
| book 56.5 | μένον ἔργον, τὴν πρόσοδον, τὸ ἀξίωμα, τὴν ἑορτὴν, τὸ δαπάνημα. |
| book 67.1 | [ἐγρηρόρθαι] τὰ εἰς θαι λήγοντα—παροξύνεται, οἷον |
| book 67.2 | κεκάρθαι, τετίλθαι, ἐσπάρθαι. ἀλλ’ ἐπεὶ τὰ παραληγόμενα τῇ ορ |
| book 67.3 | συλλαβῇ Αἰολικά ἐστιν, ὡς τὸ 〈τέτορθαι〉 ἔφθορθαι, μέμορθαι, προ‐ |
| book 67.4 | παροξύνονται. |
| book 67.5 | [φθέγγεο] τεχνικῶς—ἔρχεο». |
| book 68.1 | [πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ—δηλοῖ, τὸ δὲ |
| book 68.2 | «διογενὲς» τὸν ἄρχοντα τοῦ γένους. |
| book 72.1 | [εὖ ἐπιτείλας] ἐπισημαίνεται τοὺς λόγους—στρατη‐ |
| book 72.2 | γικῶς. |
| book 77.1 | [πὰρ δὲ ζωστήρ] σημείωσαι ὅτι ζῶμα μὲν καλεῖται τὸ συνα‐ |
| book 77.2 | πτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν θώρακα, ζωστὴρ δὲ τὸ ἔξωθεν συνδέον πάντα. |
| book 80 | λείπει δὲ τὸ καί, ἵν’ ἦ· καὶ κεφαλὴν ἐπαείρας. |
| book 96 | [οὐδέ σέ γ’ ὕπνος ἱκάνει] ἵνα μὴ δόξῃ—γέροντι. |
| book 101.1 | [καὶ διὰ νύκτα] τοῦτο πρὸς καιρὸν εἴρηκεν—πολε‐ |
| book 101.2 | μεῖν. |
| book 104.1 | [οὔ θην Ἕκτορα πάντα] αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μετα‐ |
| book 104.2 | βολὰς ποιοῦσι, καὶ νῦν μὲν πιθανῶς παραθαρσύνει τὸν Ἀγαμέμνονα |
| book 104.3 | ὡς πεφοβημένον, ὅπως μὴ τῷ δέει ἐκπλήττοιτο, τὸν δὲ Διομήδην καθεύ‐ |
| book 104.4 | δοντα φοβεῖ λέγων· «οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται» |
| book 104.5 | (160—161) |
| book 134.1 | [διπλῆν, ἐκταδίην] οἰκεία στολὴ ἡ ἐξηπλωμένη τῷ γέροντι |
| book 134.2 | —νύκτα. |
| book 149.1 | [ἀμφ’ ὤμοισι σάκος θέτο] σιωπωμένῃ τῇ ἀποκρίσει— |
| book 149.2 | τῶν μαχομένων ἐστὶ καὶ τῶν μενόντων. ὅτι δὲ ἐχρῶντο— |
| book 149.3 | ἀποκρίσεως οἱ παλαιοὶ δι’ ὑποδείγματος δηλώσω. ἐστασίαζον— |
| book 149.4 | αὐτάρκειαν. μενόντων |
| book 153.1 | [σαυρωτῆρος] σαυρωτὴρ τὸ ἀπολῆγον μέρος τοῦ δόρατος |
| book 153.2 | —αἰχμῇ. |
| book 156.1 | [τάπης] ἀναγκαίως σκληρᾶς—προσκεφάλαιόν ἐστιν |
| book 156.2 | ἁπαλόν. ὅρα δὲ ὅτι «τάπης» μὲν ὑπὸ τῷ βασιλεῖ ὑποκεῖται, τοῖς δὲ στρα‐ |
| book 156.3 | τιώταις ἀσπίς. |
| book 160.1 | [ἐπὶ θρωσμῷ] οἱ μὲν τῷ ὑψηλῷ, οἱ δὲ τῷ πλατεῖ, οἱ δὲ τῷ ἀντι‐ |
| book 160.2 | κρύ. |
| book 167.1 | [ἀμήχανος] ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανήσασθαί |
| book 167.2 | τι δύναται. |
| book 173.1 | [ἐπὶ ξυροῦ ἵσταται ἀκμῇ] τὰ πράγματα—ἐν ἐσχάτῳ |
| book 173.2 | ὑπάρχει κινδύνῳ. |
| book 173.3 | ἢ ἐπὶ ὀξύτητι κινδύνου. |
| book 182.1 | καλῶς οὔτε κατακλίνονται, ἵνα μὴ κατανεχθῶσιν εἰς ὕπνον, οὔτε |
| book 182.2 | —ἵνα μὴ προκάμωσι τῆς χρείας. |
| book 183 | ὀξυήκοοι γὰρ οἱ κύνες καὶ ταῦτα οἱ ποιμενικοί. |
| book 186.1 | [ὄλωλεν] καλῶς τὸ «ὄλωλε»· θορύβου γὰρ ἐμπεσόντος κἂν |
| book 186.2 | —βουληθεῖεν αὐτῶν ὑπνωσόντων. |
| book 194.1 | ὑπὲρ γεροντικὴν—δυσωπῶν αὐτούς. |
| book 194.2 | ἀπορία. διὰ τί δὲ μὴ—ἀλλ’ ἐν τῷ στρατεύματι; |
| book 194.3 | ἐπειδὴ ἄτοπον ἦν—τῶν πυλῶν. ἐπιθαρρύνοντες οὖν τοὺς |
| book 194.4 | μέλλοντας ἐκπέμπεσθαι τοῦτο ποιοῦσιν, ἢ δι’ εὐθυμίαν τῶν κατασκό‐ |
| book 194.5 | πων. |
| book 199 | [ἐν καθαρῷ] ἤγουν ἔξω, ἀφ’ οὗ διέβησαν τὴν τάφρον. |
| book 204.1 | [οὐκ ἂν δή τις] ἐξ αὐτοῦ τοῦ πράγματος—καιρῷ. |
| book 204.2 | εὖ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· ἐλύπει γὰρ τοὺς λοιπούς· εὖ δὲ καὶ |
| book 204.3 | τὸ αὐθαίρετον· «πεπίθοιτο γὰρ οὐκ ἐμοὶ, ἀλλὰ τῷ ἑαυτοῦ θυμῷ». |
| book 211 | πανταχόθεν—τῷ εὐκλεεῖ. |
| book 216.1 | ἀπορία. διὰ τί «μέλαιναν» καὶ διὰ τί «ὑπόρρηνον»; 〈ῥητέον〉 |
| book 216.2 | ὅτι μέλαιναν μὲν, ὅτι νυκτὸς ἐπορεύοντο, ὑπόρρηνον δὲ, ἵν’ ἔγκαρπος |
| book 216.3 | αὐτοῖς ἡ πορεία γένηται. |
| book 218.1 | [ἀκὴν ἐγένοντο] Ἑλληνικὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς |
| book 218.2 | κινδύνους. |
| book 221 | [ἐγγὺς ἐόντα] ἵνα δείξῃ ὅτι μέγαν κίνδυνον ἀναδέχεται. |
| book 226.1 | βράσσων] ἀντὶ τοῦ βραδύτερος, ἢ ἐλάσσων, ἢ ταρασσόμενος |
| book 226.2 | καὶ ἀκαταστατῶν μεταφορικῶς εἴρηται. |
| book 228 | [οἱ δ’ ἔθελον] προτρέπει—τοὺς συγκινδυνεύοντας. |
| book 235.1 | [τὸν ἄριστον] ἐπιτηδείως παραιτεῖται τὸν Μενέλαον· οὐ γὰρ |
| book 235.2 | ἄριστος οὗτος πάντων. καὶ ἰδίᾳ μὲν ὤκνησεν ὑπὲρ τοῦ ἀδελφοῦ εἰπεῖν |
| book 235.3 | —δοκῇ, ὅθεν πάντων τὸν ἄριστον ἑλέσθαι λέγει. |
| book 237 | [αἰδόμενος] διδάσκει—τοῦ συμφέροντος. |
| book 237bis | τοὺς πρὸς ἔργα—οὐ τοὺς πλουσίους ἢ εὐγενεῖς. |
| book 249.1 | ἐντεῦθεν Χίλων τὸ «μηδὲν ἄγαν» φησίν. |
| book 249.2 | περισσὸς γὰρ ὁ μεταξὺ φίλων ἔπαινος. |
| book 252.1 | [ἄστρα] τὰ τίνα ὄντα; τρεῖς 〈εἰσι〉 φυλακαὶ τῆς νυκτὸς κατὰ |
| book 252.2 | δ’ ὥρας πληρουμένης ἑκάστης, ὡς εἶναι ιβʹ τὰς πάσας. φησὶν οὖν· |
| book 252.3 | «τὰ ἄστρα μὲν τῶν δύο μοιρῶν προβέβηκε» καθ’ ὑπερβατὸν, ἤτοι «αἱ |
| book 252.4 | ὀκτὼ ὧραι», εἶτα τὸ «τριτάτη δ’ ἔτι μοῖρα λέλειπται», ἤγουν «αἱ |
| book 252.5 | δ’ ὧραι». |
| book 255.1 | [Τυδείδῃ μὲν δῶκε] ἐξ ἀλλοτρίων ὁπλίζονται ἵνα μὴ ἀπιόντες |
| book 255.2 | εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. |
| book 258.1 | ὁ φάλος ὀμφαλὸς—τοῦ ἡλίου. ἄλοφον μὲν οὖν πρὸς |
| book 258.2 | τὸ λανθάνειν, ἄφαλον δὲ ἀναγκαίως· ἐκ γὰρ τῶν φάλων εἰώθασιν ἐκ‐ |
| book 258.3 | δεῖσθαι οἱ λόφοι. «καταῖτυξ» δὲ παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ |
| book 258.4 | οὐκ ἔχει. |
| book 260 | [βιὸν] ὡς Κρητικὸς δίδωσι βιὸν, ἵνα βάλλων λανθάνῃ. |
| book 270.1 | [φορῆναι] φόρημι, καὶ τὸ ἀπαρέμφατον φορέναι, καὶ ἐκτάσει |
| book 270.2 | φορῆναι, ὡς τὸ εἶναι. |
| book 274.1 | [ἐρωδιὸν] ἐρωδιὸς ἐν ἑλώδει τόπῳ τρέφεται καὶ ὑδατῶδές ἐστιν |
| book 274.2 | ὄρνεον· ὅθεν καὶ παρὰ τῷ Σκαμάνδρῳ φαίνεται. ἐδήλου οὖν τὴν ἐπὶ |
| book 274.3 | τὰς ναῦς ὑποστροφήν. καὶ νυκτὸς δὲ ἀγρεύει καὶ ἁρπακτικόν ἐστι. |
| book 274.4 | ἐδήλου οὖν ὅτι οὐχ ὁραθήσονται. |
| book 278.1 | οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ τῶν ἔργων ἐπικαλοῦνται, ὁ |
| book 278.2 | δὲ βάρβαρος Δόλων οὐκέτι εὔχεται. |
| book 288 | [μειλίχιον μῦθον φέρε] ἀπῄει γὰρ προκηρυκευσόμενος περὶ δια‐ |
| book 288 | λύσεως καὶ εἰρήνης. |
| book 290 | πρόφρασσα] ἀντὶ τοῦ πρόφρων—τὸ μέλλον. |
| book 292 | [σοὶ δ’ αὖ ἐγὼ ῥέξω] ἐπεὶ εἰς αὐτὸν—ὑπισχνεῖται. |
| book 292bis | ἦνιν] ἐνιαύσιον. |
| book 314 | [ἦν δέ τις] ταχέως πάντα ἐδήλωσε—τὴν ὠκύτητα. |
| book 315.1 | πρόφασιν παρέχει τοῦ ληφθῆναι διὰ 〈τοῦ〉 «κήρυκος»· ἄπει‐ |
| book 315.2 | ροι γὰρ πολέμων οἱ κήρυκες ὡς δὲ ἐν πλούτῳ τεθραμμένος, καὶ ἄναν‐ |
| book 315.3 | δρος ἦν. |
| book 315.4 | [πολύχρυσος πολύχαλκος] ἵνα εὔελπις ᾖ ὡς εἰ ληφθείη, διὰ τούτων |
| book 315.5 | λυτρωθήσεται. |
| book 317.1 | [μετὰ πέντε κασιγνήτῃσιν] ὡς γυναικοτραφὴς— |
| book 317.2 | ῥιψοκίνδυνος. |
| book 319.1 | [Ἕκτορ, ἔμ’ ὀτρύνει] ὁ μὲν Διομήδης καλῶς συνεργὸν προσ‐ |
| book 319.2 | λαβέσθαι ἔσπευδε διὰ τὸ ἐπικίνδυνον τοῦ πράγματος, ὁ δὲ ἀνοήτως |
| book 319.3 | 〈μόνοσ〉 ὁρμᾷ. καὶ ὁ μὲν οὐδὲ δόσεως μέμνηται, ὁ δὲ καὶ δι’ ὅρκων |
| book 319.4 | τὴν δόσιν βεβαιοῖ. ὁρμᾷ |
| book 321.1 | παριστᾷ δὲ ὁ ποιητὴς τὸ τῶν βαρβάρων ἄπιστον, ὅτι τὰς |
| book 321.2 | πίστεις ὅρκοις, οὐ τρόποις βεβαιοῦσιν. |
| book 324.1 | οὐκ ἄποθεν τῆς οἰήσεως ἣν ἔχεις περὶ ἐμοῦ, ἢ ὅτι οὐχὶ αὐτὸς |
| book 324.2 | ἐξ ὑπολήψεως—μαθών. |
| book 334.1 | [πολιοῖο λύκοιο] ἄφρων ὁ Δόλων· κατάφωρος γὰρ διὰ τοῦ λευ‐ |
| book 334.2 | κοῦ ῥινοῦ μᾶλλον ἐγίνετο. ὁ δὲ Ἀριστοφάνης πολιὸν τὸν τεφρώδη φησίν. |
| book 339.1 | πῶς τὸν ἐρωδιὸν οὐκ ἰδόντες νῦν ὁρῶσι τὸν Δόλωνα; ἴσως οὖν |
| book 339.2 | ἀνέσχεν ἡ σελήνη. |
| book 348 | [ἔγχει ἐπαΐσσων] ἵνα—τράποιτο. |
| book 350 | [κλινθήτην] ἵνα καὶ αὐτοὶ δόξωσιν εἶναι νεκροί. |
| book 351 | ὅτε δὴ] ὁπότε, φησὶ, τηλικοῦτον—ἀρότρῳ. |
| book 356 | στικτέον—Ἕκτορος αὐτὸν ὑποστρέφειν. |
| book 351bis.1 | ὅσον ἀροτριῶσα ἡμίονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, |
| book 351bis.2 | ὅ ἐστι πλέθρον. |
| book 361.1 | [ἐμμενὲς] τοῦτο γάρ ἐστι κυνῶν ἀρετή· ταῦτα γὰρ τὰ ζῷα |
| book 361.2 | φύσει μέν ἐστι ταχέα—κύνες τὸ ἐναντίον. |
| book 369.1 | [δουρὶ δ’ ἐπαΐσσων] ὁ Ὀδυσσεὺς 〈γὰρ οὐκ ἂν〉 ἐφόνευσεν. |
| book 369.2 | ὁ Ὀδυσσεὺς οὐ τοξεύει· ἢ γὰρ 〈ἂν〉 ἐφόνευσεν, ἢ προπεπηγὸς |
| book 369.3 | —διὰ τὴν βραχύτητα. |
| book 370.1 | [δουρὶ κιχήσομαι] καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφίησιν; ἢ ὅτι ὀξυ‐ |
| book 370.2 | λαβείας 〈ἔδει〉, ἢ οὐκ ἐπίστευσεν ὡς ἀπειλῇ μόνῃ πεισθήσεται, καὶ ὑπό‐ |
| book 370.3 | νοιαν αὐτῷ δίδωσιν ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς |
| book 370.4 | τὴν ἀνάκρισιν. |
| book 375.1 | [διὰ στόμα] ἐνήλλακται δὲ ἡ πτῶσις, ἵνα ᾖ διὰ στόματος. |
| book 375.2 | βαμβαίνων] ὀνοματοποιΐα ὁ τρόπος· ἢ ἀσαφῆ φωνὴν προιέμενος ὑπὸ |
| book 375.3 | τοῦ φόβου, ἢ τοὺς ὀδόντας κινῶν μετὰ δέους. |
| book 378 | βαρβαρικὸν διαλέγεσθαι. |
| book 383.1 | [θάρσει] ἐμφρόνως τὸ «θάρσει» φησὶν, ἵνα δελεασθεὶς |
| book 383.2 | —σωτηρίας. |
| book 387.1 | ἐπίτηδες τὸ ἐνδόσιμον αὐτῷ δίδωσι πρὸς τὸ ψεύσασθαι, ὅπως |
| book 387.2 | τοὺς λόγους αὐτοῦ δοκιμάσῃ· τί γὰρ—σκυλεῦσαι ἤθελεν; |
| book 387.3 | ἵνα εἰ ἄσμενος—ἀπιστοῖτο. ἤθελεν |
| book 390 | οἱ τοιοῦτοι, οἱ κατὰ τὸν Δόλωνα, θρασύδειλοι ὀνομάζονται. |
| book 391.1 | [πολλῇσίν μ’ ἄτῃσι] ἄτας ἐνταῦθα φησὶ τὰς ἐπὶ κακῷ— |
| book 391.2 | θηρώμενος. |
| book 394.1 | καὶ διὰ τοῦ «ἠνώγει» συγγνώμην αἰτεῖ· δοκεῖ γὰρ ἄρχοντι |
| book 394.2 | πείθεσθαι. θοὴ δὲ ἡ νὺξ ἐπεὶ—ἥττονα αὐτὴν ἡγούμεθα |
| book 394.3 | τῆς ἡμέρας, ἢ ὅτι ὀξεῖα—θοὸν γὰρ τὸ ὀξύ. δείκνυται δὲ |
| book 394.4 | ὅτι ὁ ἥλιος μείζων τῆς γῆς ἐστιν· οὐ δύναται γὰρ—ὄντος. |
| book 406.1 | [ποῦ—λίπες Ἕκτορα] ἵνα ἐγρηγορότος μὲν τοῦ Ἕ‐ |
| book 406.2 | κτορος καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, εἰ δὲ καθεύδοι, ἐπιχειρή‐ |
| book 406.3 | σειαν καὶ αὐτὸν ἀνελεῖν. |
| book 409 | [ἅσσα] ψιλωτέον τὸ «ἄσσα»· ἰσοδυναμεῖ γὰρ τῷ τίνα. |
| book 415.1 | καλῶς τὸν τόπον τοῦτον ἐπελέξατο μέσον ὄντα Ἰλίου, ἵνα μὴ |
| book 415.2 | —λάθοιεν αὐτόν. |
| book 417.1 | [οὔτις κεκριμένη] ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι φυλάττειν |
| book 417.2 | ἑκουσίως, —ἀσθενήσωσιν. |
| book 418.1 | [ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι] ἤτοι ὅσαι εἰσὶ Τρώων |
| book 418.2 | ἑστίαι καὶ οἰκίαι. οἷον ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες, οὗτοι φυλάσσουσι. τὸ |
| book 418.3 | δὲ «οἷσιν ἀνάγκη» διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ κίνδυνος. |
| book 428.1 | [πρὸς μὲν ἁλὸς Κᾶρες] προσυπακουστέον δὲ τὸ μέρος οἷον «πρὸς |
| book 428.2 | τὸ μέρος τῆς θαλάσσης». |
| book 435.1 | Ῥῆσος] υἱὸς ἦν Στρυμόνος τοῦ ποταμοῦ Θρᾴκης καὶ Εὐτέρπης |
| book 435.2 | 〈τῆσ〉 Μούσης. |
| book 437.1 | δύο ὑπερβολὰς—ὁμοιώσεως· χιόνος μὲν γὰρ |
| book 437.2 | —οὐδέν. λευκοὺς δὲ τούτους φησὶν, ἵνα ὁρῶνται νυκτὸς |
| book 437.3 | οὔσης. |
| book 437.4 | ἀπορία. πόθεν δὲ ᾔδει ὅτι ταχεῖς ἦσαν; ἢ ὡς ἀκούσας— |
| book 437.5 | ἐπανάστασιν. |
| book 443.1 | [ἠέ με δήσαντες] θρασύδειλος ὁ Δόλων καὶ τὸν δεσμὸν ὀλοφύ‐ |
| book 443.2 | ρεται. |
| book 445 | «ἠὲ κατ’ αἶσαν» δεῖ γράφειν χωρὶς τοῦ ῥά. |
| book 447 | [Δόλων] καὶ πῶς ᾔδεσαν—ἀρίστους.» (Il. X, 300) |
| book 449.1 | τὸ μὲν «ἀπολύσομεν» ὡς λύτρα λαβόντες, «μεθῶμεν» δὲ ὡς |
| book 449.2 | δίχα λύτρων. |
| book 460.1 | [καὶ τά γ’ Ἀθηναίῃ] διδάσκει τῶν κατορθουμένων αἴτιον εἶναι |
| book 460.2 | τὸν θεόν. καὶ τὸ ἐπίθετον δὲ—εἰλημμένον. |
| book 463 | [ἐπιδωσόμεθα] ἤτοι ἐπιδόσεων—συμμαχίαν |
| book 473 | [τριστοιχί] ἵν’ ὦσι τρία—Ῥῆσον. |
| book 480 | δηλοῖ—ὀφείλει. |
| book 483 | [στόνος] ὡς ἐν ὕπνῳ—ἐγίνετο. |
| book 485 | [ὡς δὲ λέων] οἰκεία—ἐστέρηνται. |
| book 493.1 | [ἀήθεσσον] πόθεν ᾔδει ὅτι ἀήθεις ἦσαν οἱ ἵπποι τῶν νεκρῶν; |
| book 493.2 | ὅτι—νεήλυδες.» |
| book 496 | τὸ φίλοινον—αἰσθέσθαι. |
| book 499.1 | [σὺν δ’ ἤειρεν ἱμᾶσι] ὡς μὴ κατ’ ἰδίαν τῶν ἵππων ἡνιοχεῖσθαι |
| book 499.2 | δυναμένων, συνέζευξεν αὐτοὺς τοῖς ἱμᾶσι, τουτέστι συνημμένους καὶ |
| book 499.3 | οὐ καθ’ ἕνα ἐξέφερεν. ἐπέπληττε δὲ τόξῳ· ἡ γὰρ νευρὰ— |
| book 499.4 | δίδωσι. |
| book 502.1 | ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν ἐμιμήσατο ὑπὲρ τοῦ μηδένα |
| book 502.2 | —τοὺς ἵππους. |
| book 504-506 | ἢ ἑλκύσαι τὸν δίφρον ἢ βαστάσαι. διαπορητικὸς δὲ ὁ «ἦ», |
| book 504-506 | διὸ καὶ περισπᾶται. |
| book 509.1 | [νόστου δὴ μνῆσαι] ὅτι δεῖ μάλιστα—καὶ μὴ |
| book 509.2 | ἀπλήστως ταύταις χρῆσθαι. |
| book 515 | ἀπορία. πῶς οὐκ ἀλαὸς ἦν τοσούτων—παραινέσαι. |
| book 532.1 | ἀπορία. εἰκότως ὁ Νέστωρ πρῶτος ἀκούει τοῦ κτύπου· τῶν γὰρ |
| book 532.2 | φρονιμωτέρων—προσεῖχεν αὐτός. |
| book 537 | [ἄφαρ] τὸ «ἄφαρ» ἀπιστοῦντος—πεπράχασιν. |
| book 563.1 | [ἀγαυοί] τὸ «ἀγαυοί» νῦν ἐν εἰρωνείας μέρει κεῖται· οὐ γὰρ |
| book 563.2 | ἐπαινεῖν πρέπει τοὺς ἐναντίους. |
| book 576 | [ἀσαμίνθους] ἀσάμινθος παρὰ τὸ—μινύθειν καὶ |
| book 576 | μειοῦν. |
| book 1.1 | [Τιθωνοῖο] ὁ Τιθωνὸς υἱὸς μὲν ἦν Λαομέδοντος, ἀδελφὸς δὲ Πρι‐ |
| book 1.2 | άμου, σύνευνος δὲ τῆς Ἡμέρας. τὸ ὅλον δὲ τοῦτο—ὑπὲρ |
| book 1.3 | γῆν ὄντος. |
| book 1.4 | ὡς φιλέλλην—συνελάσας οὐκ εὐθέως τειχομαχίαν ἐποίη‐ |
| book 1.5.1 | σεν οὐδὲ τὴν ναυμαχίαν. πρότερον δὲ τοῦ Ἀγαμέμνονος καὶ τῶν λοι‐ |
| book 1.5.2 | πῶν Ἑλλήνων τὴν ἀριστείαν διέγραψεν, εἶτα, ἐπειδὴ τούτους τρωθέντας |
| book 1.5.3 | ἐποίησε, τότε τὸ λοιπὸν ἡττωμένους παρεισάγει τοὺς Ἕλληνας. |
| book 1.5.4 | * «ἠὼς» Ἴωνες, ἕως Ἀθηναῖοι, ἄως Δωριεῖς, αὔως Αἰολεῖς. |
| book 1.5.5 | [ἀθανάτοισι] ἀθανάτους νῦν οὐχὶ—ζῷα καὶ ἀέρια. |
| book 20 | [Κινύρης] Κύπρου βασιλεύς. |
| book 24 | [οἶμοι] νῦν αἱ ῥάβδοι, ἢ ὡς ἐζωσμέναι—πρὸς κόσμον. |
| book 27.1 | τρεῖς 〈ἑκάτερθ’ ἴρισσιν ἐοικότεσ〉] ταῖς ἐν οὐρανῷ ἴρισιν φαινο‐ |
| book 27.2 | μέναις. ἶρις δέ ἐστι—ἀκτῖνος. |
| book 28.1 | [στήριζε] διὰ τοῦ «στήριζε» διδάσκεται ὅτι καὶ περὶ τῶν διατρε‐ |
| book 28.2 | χόντων οὐκ αὐτόματα εἶναι ἡγητέον, ἀλλ’ ὑπὸ θεῶν γεγενῆσθαι. |
| book 36 | [Γοργὼ] γοργότης τις καὶ κατάπληξις τῶν ὁρώντων καὶ φυγή. |
| book 56 | [θρωσμῷ] θρωσμὸς τόπος ὑψηλὸς, ἀφ’ οὗ ἦν καταθορεῖν. |
| book 62 | [οὔλιος ἀστὴρ] τὸν κύνα λέγει—βρότοισιν». |
| book 84.1 | ἱερὸν ἦμαρ] φησὶ τὸ ἕως ἕκτης ὥρας, ὅτε αἱ θυσίαι γίνονται καὶ |
| book 84.2 | τὰ πρακτικὰ πάντα. |
| book 86.1 | [ἦμος δὲ δρυτόμος] ὅτε ὁ δρυτόμος ἐπὶ τὸ ἐωθινὸν ἔρχεται ἄριστον. |
| book 86.2 | δεικνύσι δὲ τὴν τῶν Ἑλλήνων ἀρετὴν ὅτι—πεφυκότι. ἰστέ‐ |
| book 86.3 | ον δὲ ὅτι ὥραις οὔπω ἦν μετρητὴ ἡ ἡμέρα. |
| book 87.1 | [ἐπεί τ’ ἐκορέσσατο χεῖρας] διδάσκει ὅτι μετὰ τοὺς πόνους δεῖ |
| book 87.2 | τῶν σιτίων ἐμφορεῖσθαι διὰ τὸ εὐόρεκτον. |
| book 91 | κεκλόμενοι ἑτάροισι] διδάσκει—ἀλλήλοισιν». |
| book 92.1 | [πρῶτος ὄρουσε] ἀποτυχὼν τοῦ Ἀχιλλέως ὁ Ἀγαμέμνων λαμ‐ |
| book 92.2 | πρὸς εἶναι θέλει ἢ εὐκλεῶς ἀποθανεῖν. |
| book 98.1 | [πεπάλακτο] τὸν ἐγκέφαλόν φησιν ἐμπεπλῆσθαι—εἰρ‐ |
| book 98.2 | γόμενον. |
| book 113.1 | [ὡς δὲ λέων ἐλάφοιο] ἐμφερεστάτη ἡ παραβολή· νεβροὶ γὰρ |
| book 113.2 | —κατεπτηχότες δέ. λέων δὲ παρείληπται διὰ τὸ βασιλικὸν |
| book 113.3 | τοῦ Ἀγαμέμνονος. ἰστέον δὲ ὅτι 〈Ἀριστοτέλης δύο τίκ〉τειν φησὶ τὴν |
| book 113.4 | ἔλαφον. Ἀγαμέμνονος. |
| book 115 | [ἁπαλόν τέ σφ’ ἦτορ] Ἀντίπατρος—ψυχήν. |
| book 127.1 | [ὁμοῦ δ’ ἔχον ὠκέας ἵππους] ὁμοῦ τῷ Ἀγαμέμνονι· συμπλέ‐ |
| book 127.2 | κονται γὰρ τῷ βασιλεῖ, ὅπως καὶ λόγον προέμενοι διδ〈άξωσι τὴν ἀλή‐〉 |
| book 127 | θειαν περὶ τοῦ πατρός. βασιλεῖ |
| book 130 | δωδεκασύλλαβος—ἀλλήλοιιν» |
| book 140 | [ἀγγελίην ἐλθόντα] μετ’ ὀνόματος—ἐπεχείρησεν. |
| book 141 | [ἕμεν] τὸ δὲ «ἕμεν» δασυντέον—τὸ θεῖναι θέμεναι. |
| book 146 | οἰκεία ἡ κόλασις—ὄνθου τὸ στόμα πληροῦται. |
| book 147.1 | [ὅλμον] ὁ κυλινδρώδης λίθος οὕτω καλεῖται. |
| book 147.2 | G II ajoute: εἰς ὃν κόπτεται ὄσπρια καὶ ἄλλα τινά |
| book 151 | [ὦρτο κονίη] ὅτι ὁ κονιορτὸς κόνις ἐστὶν ὡρμημένη. |
| book 153.1 | [χαλκῷ δηϊόωντες] «ἱππεῖς δ’ ἱππῆας χαλκῷ δηϊόωντες», διὰ |
| book 153.2 | μέσου δὲ τὸ «ὑπὸ δέ σφιν ὦρτο κονίη». |
| book 154.1 | [Ἀργείοισι κελεύων] οὐ μόνον ἀριστεύοντα αὐτὸν— |
| book 154.2 | γινόμενον. |
| book 155.1 | [ἀξύλῳ ... ὕλῃ] ἀφ’ ἧς—ξύλων. |
| book 155.2 | G II ajoute: τὸ γὰρ α νῦν οὐ κατὰ στέρησιν, ἀλλὰ κατ’ ἐπίτασιν. |
| book 156 | [εἰλυφόων] μετὰ ἑλίξεως ἐπιών. |
| book 173.1 | [ἐν νυκτὸς ἀμολγῷ] ἀμολίτῳ καὶ ἀπροΐτῳ καιρῷ, ἐν ᾧ οὐδεὶς |
| book 173.2 | μολίσκει οὐδὲ πρόεισι, ὅ ἐστι τὸ μεσονύκτιον. ἕτεροι δὲ ἐν τῷ καιρῷ, ἐν |
| book 173.3 | ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ πρόβατα. |
| book 174.1 | [τῇ δέ τ’ ἰῇ—ὄλεθρος] ὡς γὰρ λέων— |
| book 174.2 | ἐπιχειρεῖν. |
| book 186 | [ταχεῖα] ταχέως, ἐπίρρημα. |
| book 192.1 | [ἄλεται] ψιλωτέον τὸ «ἄλεται» εἴτε ἐπὶ τοῦ ἐκκλίνειν, εἴτε ἐπὶ |
| book 192.2 | τοῦ συστρέφεσθαι. τὸ δὲ «ἄλεται» ἀντὶ τοῦ ἀλῆται. |
| book 194 | [κνέφας ἱερὸν] ἐπειδὴ—κνέφας. |
| book 201.1 | [τεῒν] τὸ «τεΐν» Δωρική ἐστιν ἀντωνυμία κατὰ πλεονασμὸν τοῦ |
| book 201.2 | ε γεγενημένη. |
| book 212.1 | [πάλλων—ὀξέα δοῦρα] ὑπόνοιαν διδοῖ τοῖς Τρωσὶν |
| book 212.2 | ὡς καὶ αὐτὸς μάχεται πάλλων τὰ δόρατα· οὐ γὰρ ἔδει λάθρα ὑπο‐ |
| book 212.3 | χωρεῖν. |
| book 216.1 | [ἐκ δ’ Ἀγαμέμνων πρῶτος ὄρουσεν] ὡσανεὶ παροξυνθεὶς |
| book 216.2 | —προθυμίᾳ. |
| book 217.1 | [ἔθελε—ἁπάντων] ἵνα καὶ τοὺς ἄλλους— |
| book 217.2 | προτρέψηται. |
| book 223.1 | * [Κισσῆς] περισπωμένως· τὸ γὰρ ἐντελὲς Κισσέας, ὡς Ἀπελ‐ |
| book 223.2 | λέας Ἀπελλῆς. |
| book 227.1 | [μετὰ κλέος ἵκετ’ Ἀχαιῶν] ὡς νέος—ἐμπείρων δέ |
| book 227.2 | τις ταρβεῖ». |
| book 234 | [κατὰ ζώνην] οὐ τὸν θώρακα λέγει—θωρακοζώνην. |
| book 239 | [ἕλκ’ ἐπὶ οἷ] ὥστε μὴ χρήσασθαι—ἔτι τὴν τρῶσιν. |
| book 242.1 | [ἀστοῖσιν] ἀστοὺς τοὺς Τρῶας φησὶ ἐπεὶ Ἀντήνορος ἦν παῖς. |
| book 242.2 | τινὲς δὲ ἔθνος Θρᾳκικόν. |
| book 247 | [τεύχεα καλά] ἔοικε—παρέχεται αὐτά. |
| book 251.1 | [στῆ δ’ εὐρὰξ] διδάσκει ὁ ποιητὴς ὡς τέλεια τὰ τῆς ῥώμης |
| book 251.2 | ἅμα καὶ τύχης· ὁ μὲν γὰρ Ἀγαμέμνων ἀριστεύων ὑπό τινος εὐτελοῦς |
| book 251.3 | ἐκ πλαγίας τιτρώσκεται, καὶ τῆς οἰκείας σκηνῆς δυστυχῶς ἐπιβαίνει, |
| book 251.4 | ὁ δὲ Μενέλαος, μαλθακὸς ὢν αἰχμητὴς, εὐκλεεῖ τινι βάλλεται καὶ γεν‐ |
| book 251.5 | ναίῳ. |
| book 256.1 | [ἀνεμοτρεφὲς] τὸ στερεὸν τὸ ὑπὸ τῶν ἀνέμων γεγυμνασμένον |
| book 256.2 | τὰς ἶνας ἢ καὶ ὑπὸ τῶν ἀνέμων τραφέν. τὸ ἐναντίον δὲ— |
| book 256 | τὸ ἀνέμοις ἀντιτασσόμενον. |
| book 257.1 | [ὄπατρον] τὸ ὄπατρος ψιλωτέον· τὸ γὰρ ο πρὸ τοῦ π ψιλοῦται, εἰ |
| book 257.2 | μὴ κατὰ ἀναφορὰν εἴη, σεσημειωμένου τοῦ ὁπλή καὶ ὅπλον καὶ τῶν |
| book 257.3 | παρ’ αὐτά. |
| book 267 | αὐτὰρ ἐπεὶ—αἷμα] ἰατρικῶς—τὰ ἕλκη. |
| book 268 | [δῦνον μένος] διὰ δὲ τοῦ «δῦνον μένοσ»—ἐσήμανεν. |
| book 270.1 | [μογοστόκοι Εἰλείθυιαι] 〈αἱ〉 ἐπὶ τῶν μόγις τικτουσῶν τεταγ‐ |
| book 270.2 | μέναι, ὡς 〈ξένιοσ〉 Ζεὺς ὁ ἐπὶ τῶν ξένων. |
| book 282.1 | [ἄφρεον] τὸν γὰρ τῶν ἵππων 〈ἄφρον〉 μέχρι τῶν στηθῶν ἰδεῖν |
| book 282.2 | ἔστι καταφερόμενον. |
| book 301.1 | Ἀσαῖον] προπερισπᾶται· παρὰ γὰρ τὸ αἶσα—θη‐ |
| book 301.2 | λυκῶν 〈καὶ〉 μακρᾷ παραληγομένων 〈προπερισπῶνται〉. |
| book 314 | [δὴ γὰρ ἔλεγχος] οὐ τοῦ θανάτου φροντίζει, ἀλλὰ τῆς αἰσχύνης. |
| book 326.1 | [πάλιν ὀρμένω] Ἀρίσταρχος ὑφ’ ἓν ἀναγινώσκει τὸ «παλινορ‐ |
| book 326.2 | μένω» ὡς τὸ «παλίνορσος» καὶ τὸ «εὐρυκρείων». |
| book 331-332.1 | [τὼ δέ οἱ οὔτι πειθέσθην] οὔτε πατρὶ ἀπειθεῖν— |
| book 331-332.2 | κολάζων. |
| book 334 | [κεκαδὼν] χωρίσας παρὰ τὸ χάζω. |
| book 346 | [ἐγγὺς ἐόντα] οὐκ ἀφίστανται—κατορθωμάτων. |
| book 354.1 | [ἀπέλεθρον] πέλεθρον μέτρον γῆς. θέλει δὲ εἰπεῖν ὅτι ὑπὸ τοῦ |
| book 354.2 | δέους ὑπὲρ δύναμιν ἐπήδησεν. |
| book 358.1 | καταείσατο] ἐφάνη 〈παρὰ τὸ εἴδω〉 τὸ δηλοῦν, 〈ἢ κατήχθη〉 |
| book 358.2 | παρὰ τὸ εἴω τὸ πορεύομαι, ἐΐω καὶ κράσει εἴω ψιλωτέον δέ· ἀπὸ γὰρ |
| book 358.3 | τοῦ εἴδω ἐστὶ βαρυτόνου. |
| book 362 | [ἐξ αὖ νῦν ἔφυγες] εἰκότως—γλήνη. |
| book 365 | [ἐξανύω] ἐργάσομαι, διαχρήσομαι, ἐπὶ τέλος ἄξω. |
| book 368 | [ἐξενάριζεν] μετὰ τοῦ ζ· οὐ γὰρ ἐτέλεσεν. |
| book 369.1 | [Ἀλέξανδρος] τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι—ἀκού‐ |
| book 369.2 | οντας. |
| book 371.1 | [στήλῃ κεκλιμένος] τὴν ἐπὶ τοῦ τάφου—δειλὸς καὶ |
| book 371.2 | γυναιμανής. |
| book 371bis.1 | [ἀνδροκμήτῳ] ὑφ’ ᾧ ἀνὴρ κεκμηκὼς ἔκειτο, ἢ ὑπὸ ἀνδρὸς κα‐ |
| book 371bis.2 | τεσκευασμένῳ, ἢ ἐπὶ ἀνδρὶ τεθνηκότι κατεσκευασμένῳ. |
| book 371bis.3 | G II écrit ὅ ἐστι νεκρός au dessus de κεκμηκὼς. |
| book 375.1 | [τόξου πῆχυν] τὸ τόξον—τὸ τόξον. |
| book 375.2 | μετεχειρίζετο—τόξον |
| book 385.1 | [τοξότα λωβητήρ] οὐχ ὅτι τοξότης—τὸ «λωβητήρ». τὸ |
| book 385.2 | δὲ «κέρᾳ ἀγλαέ», ἢ τῇ τριχὶ, παρὰ τὸ κείρεσθαι, ἢ τῷ τόξῳ σεμνύμενε· |
| book 385.3 | οὕτως γὰρ ὁ Ἀριστοτέλης. |
| book 385.4 | ὡς δειλὸν αὐτὸν ὀνειδίζει μὴ ἐκ τοῦ σύνεγγυς βουλόμενον μά‐ |
| book 385.5.1 | χεσθαι, κέρα δὲ ἢ τὰ τόξα ἢ τὰς τρίχας σημαίνει. |
| book 385.5.2 | [κέρᾳ] τὸ «κέρᾳ» σὺν τῷ ι ἡ παράδοσις ἔλαβε δοτικήν. τινὲς δὲ |
| book 385.5.3 | αἰτιατικὴν τοῦ πληθυντικοῦ χωρὶς τοῦ ι. |
| book 403 | [εἶπεν] διδάσκει ὅτι οὐ μανικῶς δεῖ ὁρμᾶν πρὸς τὰ δεινά. |
| book 405 | [αἴ κεν ἁλώω μοῦνος] ζωγρηθῶ—πέπονθεν. |
| book 413.1 | [ἔλσαν ἐν μέσσοισι] ψιλωτέον τὸ «ἔλσαν»· Αἰολικὴ γὰρ ἡ κλί‐ |
| book 413.2 | σις—συγκοπή. |
| book 417 | [κόμπος ὀδόντων] εἰκότως ὁ «κόμπος»· κενοὶ γάρ εἰσιν. |
| book 421 | [ὦμον ὕπερθεν] ἐκ τοῦ ἄνωθεν μέρους—ἐπιφάνειαν. |
| book 424.1 | [πρότμησιν] τὸν κατὰ τὸν λαγόνα τόπον, παρὰ τὸν ὀμφαλὸν διὰ |
| book 424.2 | —τὰ τεχθέντα παιδία. |
| book 425 | [ἀγοστῷ] τῇ δρακί—τῇ ἀγκάλῃ. |
| book 438 | [ἔγκασι] ὡς τὸ τέρασιν. |
| book 442 | [ἐπὶ Τρώεσσι] περισσὴ ἡ «ἐπί.» |
| book 446 | [φύγαδε] ἀπὸ τοῦ φύξ. |
| book 451.1 | [φθῆ σε τέλος] εἰ καὶ ἔφυγες, ἀλλ’ οὖν ἔφθη σε τὸ τέλος τοῦ |
| book 451.2 | θανάτου κιχήμενον. |
| book 454 | ἐρύουσιν] ἐνεστὼς ἀντὶ μέλλοντος. |
| book 459 | [αἷμ’ Ὀδυσσέως] καλῶς ἄρα Λυκοῦργος—ὁμόχρουν. |
| book 462.1 | [ὅσον κεφαλὴ χάδε φωτός] μεγαλόφωνος παραδίδοται ὁ Ὀδυσ‐ |
| book 462.2 | σεὺς «ἀλλ’ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος». (Il. III 221.) |
| book 463.1 | [τρὶς δ’ ἄϊεν—Μενέλαος] ἀκούει ὁ Μενέλαος ὡς αἴτιος τῆς μά‐ |
| book 463.2 | χης, 〈ἢ〉 ὡς νῦν προσεκτικὸς διὰ τὴν ἀπουσίαν τοῦ Ἀγαμέμνονος. |
| book 480.1 | [ἐν νέμεϊ] νέμος σκιερὸς τόπος καὶ σύμφυτος εἰς νομὴν πεποιη‐ |
| book 480.2 | μένος. |
| book 484.1 | [ἀΐσσων] οὐ πρὸς Τρωσὶν ἀΐσσων (ἄπιστον γὰρ τοῦτο), ἀλλὰ |
| book 484.2 | πρὸς τὸ ἐκφοβῆσαι μόνον. |
| book 488.1 | θεράπων] ὁ τοῦ Μενελάου—Μενέλαον 〈εἰπεῖν «ἀλλ’ |
| book 488.2 | ἄγ’ ἐμῶν ὀχέων ἐπιβήσεο〉». (Il. VIII 105). |
| book 489 | [Αἴας] ὕστερος ἀριστεύει ὁ Αἴας ὡς νωθής. |
| book 490 | [νόθον υἱὸν] περισσὸν τὸ «υἱὸν»—ἐμπεριέχεται. |
| book 494.1 | [δρῦς ἀζαλέας] ἢ τὰς μὴ παρὰ τὸν ποταμὸν—οὔσας, |
| book 494.2 | ἢ ἃς ὁ δρυτόμος τίθησι πρὸς τὸ ξηρανθῆναι. |
| book 499 | [ἐπ’ ἀριστερὰ] σημείωσαι ὅτι ἀριστερὸς τοῦ ναυστάθμου ἐστὶν |
| book 499 | ὁ Σκάμανδρος. |
| book 501 | κατακωμῳδεῖ—ἑαυτὸν ἐκδίδωσιν. |
| book 509.1 | [μετακλιθέντες] τὸ «μετακλιθέντες Ἀχαιοὶ» ἀντὶ τοῦ κλίσιν |
| book 509.2 | λαβόντες, τουτέστι τροπὴν, τῶν ἐναντίων ἐπικρατεστέρων γενομένων |
| book 519 | [μάστιξε] ἐμάστιξεν—ἐλαύνων. |
| book 520 | [τῇ γὰρ φίλον] τοῖς ἵπποις διὰ τὰς φάτνας. |
| book 524 | [ἐσχατίῃ πολέμοιο] ἔφη γὰρ μάχης—παρουσία. |
| book 536.1 | [ἃς ἄρ’—ἔβαλλον] ἃς ἔβαλλον—ἀπήν‐ |
| book 536.2 | τησεν. |
| book 536.3 | [ἐφ’ ὁμίλου] ἀντίπτωσις. |
| book 546.1 | [τρέσσε δὲ—ἐοικὼς] τρέσας ἐπάπτηνε ὡς θὴρ ὑπὸ |
| book 546.2 | πολλῶν περισχόμενος. |
| book 547 | [ἐντροπαλιζόμενος] εἰς ἑκάτερον—ὁρμᾶν. |
| book 548 | [ἀπὸ μεσαύλοιο] μέσαυλον—θύραν. |
| book 551.1 | [πάννυχοι ἐγρήσσοντος] ηὔξησε—φυλακῇ τῶν βου‐ |
| book 551.2 | κόλων. |
| book 554 | [καιόμεναί τε δεταὶ] ἐπειδὴ γὰρ πολὺ—τικτόμενος. |
| book 559 | νωθής] ὁ ἐστερημένος τοῦ θεῖν, ὡς 〈νωθρὸσ〉 τοῦ θορεῖν. |
| book 569.1 | [πάντας δὲ προέεργε] ὁ λόγος· πάντας τοὺς Τρῶας ἐπὶ τὰς ναῦς |
| book 569.2 | ὁρμῶντας Αἴας ἀντιτασσόμενος ἐκώλυεν. |
| book 574 | [χροὸς ἆσαι] ἐνεργητικὸν—πληρωθῆναι. |
| book 579 | [πραπίδων] ἔστι τι σπλάγχνον πραπίδες καλούμενον· οὐ γὰρ |
| book 579.1 | αἷς νοοῦμεν. |
| book 579.2 | [ἧπαρ] τὸ ἧπαρ ἔτρωσε κάτω—καρδία καὶ φλεβῶν |
| book 579.3 | ἧπαρ. |
| book 584.1 | [δόναξ] ἐκ γὰρ ξύλων ἦσαν καὶ καλάμων—θεοῖο» |
| book 584.2 | φησίν. |
| book 581-584.1 | ὅρα τοῦ Ἀλεξάνδρου τὴν δειλίαν, ὅστις οὐδὲ ἐν τροπῇ τῶν |
| book 581-584.2 | Ἀχαιῶν προελθεῖν τεθάρρηκεν—τοξεύει. |
| book 586 | [ἤϋσε δὲ] εἰκότως δὲ βοᾷ· μακρὰν γάρ εἰσιν οἱ Ἕλληνες. |
| book 589-590.1 | [οὐδέ ἑ φημι φεύξεσθαι] οὐ φεύξεσθαί φησι τὸν Αἴαντα |
| book 589-590.2 | ἀλλὰ μενεῖν. |
| book 591 | ἵστασθε] ἄντην τῶν ἐχθρῶν. |
| book 596 | [πυρὸς αἰθομένοιο] λείπει—αἰθόμενον. |
| book 597.1 | [Νηλήϊαι ἵπποι] οὐ τοῦ Νηλέως· ἄτοπον γὰρ τοὺς τοῦ Νηλέως |
| book 597.2 | ἵππους ζῆν ἔτι· ἀλλ’ ἐκ τῆς Νηλέως ἀγέλης. |
| book 600 | τὸ φιλοπόλεμον—Ἀχιλλέως. |
| book 614 | [τῷ Ἀσκληπιάδῃ] ἢ ὡς πλησιοχώρου—Χείρωνι. |
| book 617.1 | [βῆ δὲ θέειν] συνορῶν—Ἀχιλλέως σπεύδει συγ‐ |
| book 617.2 | χαίρων τοῖς Ἕλλησιν. |
| book 624.1 | [τεῦχε κυκειῶ] οὐ πρὸς θεραπείαν, ἀλλὰ πρὸς ἀνάψυξιν ἐδίδοτο |
| book 624.2 | τὸ πόμα |
| book 624.3 | ἡ ῥύσις τοῦ αἵματος λειποθυμίαν ἐργάζεται. ὁ οὖν μέλας οἶνος |
| book 624.4 | παχύνων τοὺς χυμοὺς τὴν ἐπίρρυσιν τοῦ αἵματος συστέλλει, ὥστε οὐκ |
| book 624.5.1 | ἀδόκιμον τὸ ποτόν. |
| book 624.5.2 | [κυκειῶ] ἔστι δὲ ὁ κυκεὼν δίψους ἴαμα. συσκευάζεται δὲ ἐκ |
| book 624 | διαφόρων εἰδῶν. |
| book 629.1 | [κυανόπεζαν] τὴν ἀπὸ κυανοῦ ἔχουσαν οὐ τὸν πόδα, ἀλλὰ τὸν |
| book 629.2 | κύκλον τὸν ἔξωθεν. |
| book 630.1 | κρόμυον ποτῷ ὄψον] ποτικὸν ὄψον—ὄψον καλεῖται. |
| book 630.2 | ἔστι δὲ τὸ κρόμυον—ἀλεξιφάρμακον. |
| book 631.1 | σχόλιον· ἀλφίτου ἱεροῦ ἀκτὴν] ἤτοι ἄλφιτα περιφραστικῶς, ἢ |
| book 631.2 | ἄρτον—ὁτὲ δὲ 〈τὸν〉 αἰγιαλὸν, ἀπὸ τοῦ ἄγνυσθαι αὐτῷ τὰ |
| book 631.3 | 〈κύματα〉. |
| book 631bis | [ἀλφίτου ἱεροῦ] τὰ ἄλφιτα ἱερά φησιν ἐπειδὴ ὑπὸ θεοῦ ἐδόθησαν. |
| book 634 | ὡς εἶναι ὀκτὼ τὰς πελειάδας. |
| book 635.1 | [δύο δ’ ὑπὸ πυθμένες ἦσαν] ἢ ὅτι ἦν ἀμφίθετον, ὅπερ καὶ δικύμ‐ |
| book 635.2 | βαλόν φασι καὶ ἀμφικύπελλον. |
| book 636.1 | σχόλιον· ἄλλος μὲν μογέων] προσληπτέον τὸ πρεσβύτης, ἵνα ᾖ· |
| book 636.2 | οὐ ῥᾳδίως τις ἐκίνει τῆς τραπέζης τῶν λοιπῶν γερόντων— |
| book 636.3 | ἐτέτρωτο. |
| book 639.1 | σχόλιον· Πραμνείῳ] τῷ πραΰνοντι—ἀναδενδράδων |
| book 639.2 | εἶπον. ἐκ τοῦ πρέμνου. ἄλλοι δὲ ἀπὸ Πράμνης ὄρους τῆς Καρίας οἰνο‐ |
| book 639.3 | φόρου. |
| book 647 | [ἀναίνετο] εἴρηται παρὰ τὸ ἀνανεύειν. |
| book 659.1 | [βεβλημένοι οὐτάμενοί τε] βλῆσις λέγεται ἡ ἀπὸ μηκόθεν, |
| book 659.2 | τρῶσις δὲ ἡ ἐκ τοῦ σύνεγγυς. |
| book 660 | [ὁ Τυδείδης] ἴσως πρῶτον καταλέγει τὸν Διομήδη ὡς πολέμιον. |
| book 661.1 | [ἠδ’ Ἀγαμέμνων] οὐ λέγει ἐπίθετον τοῦ Ἀγαμέμνονος, ὡς |
| book 661.2 | 〈Ἀχιλλεῖ〉 ἀπεχθανομένου. |
| book 665.1 | καταλείπει τὸν Ἀγαμέμνονα καὶ τοὺς Ἕλληνας προβάλλεται |
| book 665.2 | ὡς ἐλεεινούς. |
| book 674 | [ῥύσια] ἅπερ ἀντὶ τῶν ἡρπασμένων ἁρπάζομεν. |
| book 684.1 | τύχε] περιγέγονε· τὸ γὰρ τῆς τύχης ὄνομα—οὐκ |
| book 684.2 | οἶδεν ὁ ποιητής. |
| book 686.1 | [χρέος] ἐπεὶ καὶ οἱ ὀφείλοντες—ἁρπάσαντες κατα‐ |
| book 686.2 | βάλλειν ὀφείλουσιν. |
| book 687 | [οἱ δὲ συναγρόμενοι] συνηθροισμένων—ἐμέριζον |
| book 688 | πολλοῖς γὰρ Ἐπειοὶ χρεῖος ὄφελλον]. |
| book 689 | ὣς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν]. |
| book 699.1 | [τέσσαρες] αἱ δύο ξυνωρίδες, ὅ ἐστι ζεύγη, ὅπερ καὶ τέτρωρον, |
| book 699.2 | ὅ ἐστι τετράϊππον, καλεῖται. |
| book 703.1 | [ἐπέων κεχολωμένος] ὡς καὶ βλάσφημά τινα εἰρηκότος αὐτοῦ εἰς |
| book 703.2 | τὸν Νηλέα. |
| book 704 | τὰ δ’ ἄλλ’ 〈ἐς δῆμον〉 ἔδωκε] τοῖς δανείσασι μερίζεσθαι. |
| book 705 | ἴσης] τῶν ἀποδοτέων, οὐ πᾶσιν ἴσης. |
| book 709.1 | [Μολίονε] ἀπὸ τῆς κατὰ μάχην μολήσεως. |
| book 709.2 | μετὰ δέ σφι Μολίονε] Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσει‐ |
| book 709.3 | δῶνος καὶ Μολιόνης τῆς Μόλου, ἐπίκλην δὲ Ἄκτορες. οὗτοι παρηλ‐ |
| book 709.4 | λαγμένην—καὶ πόδας ὁμοίως. ἓν δὲ τὸ σῶμα— |
| book 709.5 | ἐπόρθησε τὴν Ἤλιδα. Φερεκύδους ἡ ἱστορία. |
| book 710 | [οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς] καὶ πῶς καυχᾶται— |
| book 710 | —εἶχον. |
| book 719.1 | [οὐ γάρ πω] πῶς οὖν πρώην ἐνίκησεν; ὅτι ἐκεῖ ἡ μάχη πρὸς |
| book 719.2 | ἀγροίκους ἦν, νῦν δὲ πρὸς ἐμπείρους ἔμελλε γίνεσθαι. |
| book 723 | [Ἀρήνης] πόλις τῆς Πύλου. |
| book 728 | [ταῦρον] βίαιος γὰρ τοῖς κέρασιν ὁ ταῦρος. |
| book 734 | [προπάροιθε] πρὸ τοῦ ἁλῶναι τὴν αὐτῶν πόλιν. |
| book 738 | [πρῶτος—ἵππους] ὅτι πάντα προθυμίᾳ κατορθοῦται. |
| book 741.1 | [ἣ τόσα φάρμακα ᾔδει] καὶ τοῦτο πρὸς αὔξησιν τῆς τοῦ Νέστο‐ |
| book 741.2 | ρος ἀρετῆς—πολλά. |
| book 750.1 | [Ἀκτορίωνε Μολίονε] Ἄκτορος καὶ Μολιόνης παῖδας, Κτέατον |
| book 750.2 | καὶ Εὔρυτον—ἀπὸ γὰρ μητρὸς ὁ Ὅμηρος οὐδένα σέβεται. |
| book 754.1 | ἀσπιδέος] κυκλοτεροῦς—ὁρῶμεν. ἢ ἐν ᾧ τῶν ἀνῃ‐ |
| book 754.2 | ρημένων—τὸ πλῆθος αὐτῶν δηλώσῃ. |
| book 757.1 | [Ἀλισίου .... κολώνη] τάφος τοῦ Ἀλεισίου. οὗτος δὲ ἦν εἷς τῶν |
| book 757.2 | μνηστήρων Ἱπποδαμείας. |
| book 766-767.1 | ἠρέμα διδάσκει αὐτὸν ὡς ἀφ’ ἑαυτοῦ σύμμαχος τῷ Ἀγα‐ |
| book 766-767.2 | μέμνονι—τῆς συμμαχίας τοῦ Ἀχιλλέως, ὅθεν πείθεσθαι δεῖ |
| book 766-767.3 | μᾶλλον τῷ Ἀγαμέμνονι ἢ τῷ Ἀχιλλεῖ. |
| book 774.1 | [ἐν χόρτῳ] χόρτοι γὰρ λέγονται οἱ τριγχοὶ—ἐν |
| book 774.2 | Ἀνδρομάχῃ ὁμοίως. |
| book 790 | [σὺ δὲ λήθεαι] εὐπρεπῶς—ὠνόμασεν. |
| book 793 | [ἀγαθὴ δὲ—ἑταίρου] λείπει τὸ ἀγαθοῦ. |
| book 798 | [καί τοι τεύχεα καλὰ δότω] οἶδε—ἀναδράμῃ |
| book 810-811.1 | [κατὰ μηρὸν οἰστῷ, σκάζων] ὁ μὲν Μαχάων καίτοι τὸν |
| book 810-811.2 | ὦμον τρωθεὶς ὑπὸ ἄλλου βαστάζεται, ὅτι ηὐτύχει τότε ὁ στρατὸς, ὁ δὲ |
| book 810-811.3 | Εὐρύπυλος μόνος ἔρχεται ὡς δυστυχοῦντος τότε τοῦ στρατοῦ. ἢ χρησί‐ |
| book 810-811 | μως ᾠκονόμηται, ὡς ἂν ἴδῃ τοῦτον ὁ Πάτροκλος κακῶς ἔχοντα. |
| book 811.1 | [κατὰ νότιος δὲ ῥέεν ἱδρὼς] «νότιος» δὲ «ἱδρὼς» ἐκ τοῦ νοσεῖν |
| book 811.2 | τὸ σῶμα γινόμενος. |
| book 813.1 | [νόος γε μὲν ἔμπεδος ἦεν] οἰκονομικῶς καὶ τοῦτο, ἵνα εὐσταθῶς |
| book 813.2 | ὁμιλῇ Πατρόκλῳ τὸν νοῦν ἐρρωμένος. |
| book 830.1 | [ὕδατι λιαρῷ] θερμῷ—ἀλγηδόνας. «θερμῷ» δὲ μέσῳ· |
| book 830.2 | τὸ μὲν γὰρ ἄγαν θερμὸν αἵματος ἀγωγὸν, τὸ δὲ ψυχρὸν ἐμποιεῖ φρίκην. |
| book 846.1 | [ἐπὶ δὲ ῥίζαν βάλε πικρήν] ἀριστολοχίαν ταύτην καλοῦσιν. |
| book 846.2 | ἔστι δὲ ἴσχαιμος. συμπεριέφερε δὲ ταύτην ἀπὸ τῆς σκηνῆς, εἰδὼς ὡς |
| book 846 | ἐντύχῃ τινὶ φίλῳ τραυματίᾳ. ἴσχαιμος |
| book 3.1 | ὁμιλαδόν] καθ’ ὁμίλους—ἐγίνετο συμβολή· συντέμνει |
| book 3.2 | γὰρ τὴν μάχην. συμβολή |
| book 5 | [νεῶν ὕπερ] ἢ ὑπὲρ τῶν νηῶν. |
| book 13 | [κατά] Ἰακὴ ἡ διαίρεσις. |
| book 17 | [δὴ τότε] Μιλησίων ἡ ἀναστροφή. |
| book 22 | βοάγρια] βόεια γέρρα, ὅ ἐστι δέρρα. |
| book 23 | [ἡμιθέων] πρὸς αὔξησιν τοῦ πάθους ἡμιθέους νῦν αὐτοὺς καλεῖ. |
| book 28 | [κύμασι] εἰς κύματα. |
| book 33.1 | [ἴεν] ψιλωτέον τὸ «ἴεν» καὶ ἑνικῶς ἐκδεκτέον—ἐὰν |
| book 33.2 | δὲ δασύνῃς τὸ «ἵεν», ἀντὶ τοῦ ἵεσαν. |
| book 55.1 | [ἕστασαν] τοῦτο μὲν δασυντέον, τὸ δὲ ἑξῆς ψιλωτέον (λέγω δὴ |
| book 55.2 | τὸ «τοὺς ἔστασαν υἷες Ἀχαιῶν» v. 56): συστολὴ γάρ ἐστιν ἐκ τοῦ ἔστη‐ |
| book 55.3 | σαν. |
| book 57.1 | [πυκνοὺς καὶ μεγάλους] «πυκνοὺς» εἰς τὸ μὴ—ὑπερ‐ |
| book 57.2 | βαίνειν. |
| book 59 | ὅρα τὴν ἀποπληξίαν τοῦ Ἕκτορος. |
| book 64 | [ἑστᾶσιν] ἀπὸ κοινοῦ τὸ «ἑστᾶσιν». |
| book 66.1 | προπερισπαστέον τὸ «στεῖνος»· οὐδέτερον γάρ. τὸ δυσχερὲς δὲ |
| book 66.2 | δηλοῖ τοῦ τόπου. «τρώσεσθαι» δὲ ἀντὶ τοῦ τραπήσεσθαι· τρώματα |
| book 66.3 | γὰρ τὰς τροπὰς οἱ Ἴωνες καλοῦσιν. |
| book 72 | [ἐνὶ πλήξωμεν] ἑκουσίως ἐμπέσωμεν. |
| book 74 | [ἑλιχθέντων] ἡμῶν ἑλιχθέντων ὑπὸ τῶν Ἀχαιῶν. |
| book 77 | [σὺν τεύχεσι] ἡ «σύν» ἀντὶ τῆς ἐν. |
| book 81 | [αὐτίκα] εἰκότως—τῆς ἐπείξεως σημαντικόν. |
| book 88 | τὸ οὖν «Ἕκτορι—τεταγμένων φησίν. |
| book 95-96.1 | [τρίτος δ’ ἦν Ἄσιος ἥρως, Ἄσιος Ὑρτακίδης] κατὰ μετά‐ |
| book 95-96.2 | φρασιν ἓν ὄνομα, κατὰ δὲ Ὅμηρον ἐκ δευτέρου· κατὰ μὲν μετάφρασιν, |
| book 95-96.3 | ἵν’ ἦ «τρίτος δὲ ἦν ὁ ἡμίθεος Ἄσιος, υἱὸς Ὑρτάκου», κατὰ δὲ τὸν |
| book 95-96.4 | στίχον, «τρίτος δὲ ἦν ὁ ἡμίθεος Ἄσιος, ὁ Ἄσιος υἱὸς τοῦ Ὑρτάκου». |
| book 96 | [Ὑρτακίδης—ἵπποι] μέλλων—πατρός. |
| book 104.1 | [καὶ διὰ πάντων] περισσὸς ὁ «καὶ» σύνδεσμος. τὸ δὲ «διὰ |
| book 104.2 | πάντων» ἀντὶ τοῦ ὑπὲρ πάντων. |
| book 108.1 | [ἐπίκουροι] διαφέρουσιν ἐπίκουροι καὶ σύμμαχοι· ἐπίκουροι |
| book 108.2 | μὲν οἱ πολεμουμένοις ἥκοντες βοηθοὶ, σύμμαχοι δὲ οἱ σὺν τοῖς πολεμί‐ |
| book 108.3 | οις ἐπιόντες. |
| book 116 | [δυσώνυμος] ἢ κακὸν ὄνομα ἔχουσα τὸν θάνατον. |
| book 118 | [εἴσατο] ἀπὸ τοῦ εἶμι, διὸ καὶ ψιλοῦται. |
| book 118bis.1 | * σημαίνει τὸ «εἴσατο» καὶ τὸ ὥρμησε, ὡς ἐνταῦθα, καὶ τὸ |
| book 118bis.2 | ἐφάνη· «εἴσατο δ’ ὡς ὅτε ῥινόν» (Od. V, 281), καὶ τὸ ἔγνω· «εἴσομαι |
| book 118bis.3 | αἴ κέ μ’ ὁ Τυδείδης» (Il VIII, 532). |
| book 125.1 | [κεκλήγοντες] κεκλήγω ἐνεστὼς βαρύτονος Συρακούσιος. ἡ με‐ |
| book 125.2 | τοχὴ κεκλήγων βαρύτονος. |
| book 132 | [δρύες] μάλιστα γὰρ αὗται βαθύρριζοι—ἀνέμοις. |
| book 137 | [αὔας] μονῆρες—ἢ μόνον τὸ αὖος. |
| book 145.1 | [ἐκ δὲ τὼ ἀΐξαντε] περισσὸς ὁ «δέ». εἰς δὲ τὸ «ἀΐξαντε» |
| book 145.2 | ὑποστιγμὴν θετέον. |
| book 147.1 | [δέχαται] δεδέχαται δέχαται, δεδαίαται δαίαται. κολοσυρτὸς |
| book 147.2 | δὲ παρὰ τὸ τὰ κῶλα σύρειν, ἢ—τὸν κολῳὸν καὶ συριγμόν. |
| book 148.1 | [δοχμώ] ὀξυτονητέον δὲ τὸ «δοχμώ»· δυϊκὸν γάρ ἐστι· ἤτοι |
| book 148.2 | δόχμιοι, πλάγιοι—οἱ ὀδόντες. |
| book 160.1 | ἀμφ’ αὖον ἀΰτευν] δύο μέρη—αὖον, ἀΰτευν. κατε‐ |
| book 160.2 | χρήσατο δὲ ἐπὶ ἀψύχων θεὶς «ἀΰτευν». |
| book 161 | [ὀμφαλόεσσαι] αἱ πολλοὺς ὀμφαλοὺς ἔχουσαι. |
| book 167.1 | ἀξιόπιστος—ἀξιώματος διὰ τῆς τοῦ ζῴου σμικρό‐ |
| book 167.2 | τητος. |
| book 167.3 | τὸ δὲ «μέσον αἰόλοι» ἤτοι εὐκίνητοι—ἐντομήν. |
| book 170.1 | [ἀμύνονται περὶ τέκνων] συλληπτικῶς εἶπε τὸ «ἀμύνονται»· |
| book 170.2 | τοῦτο γὰρ σφηκῶν τὸ ὑπὲρ τέκνων ἀμύνεσθαι, μελισσῶν δὲ τὸ ὑπὲρ |
| book 170.3 | τοῦ μέλιτος. τὸ δὲ «ἄνδρας θηρητῆρας» ἀμφοτέρων δύναται εἶναι. |
| book 170.4 | μέλιτος |
| book 172 | ἁλῶναι] ἤτοι κριθῆναι θανάτου. |
| book 175.1 | ἀθετεῖ Ἀρίσταρχος 〈διὰ〉 τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέ‐ |
| book 175.2 | σκει γὰρ αὐτῷ μίαν εἶναι πύλην, τὴν ἐν τῷ τείχει. φασὶν οὖν μίαν |
| book 175.3 | μὲν εἶναι, τὴν ἱππήλατον πύλην, 〈τὸν δὲ ποιητὴν λέγειν ὅτι Ἄσιος μὲν |
| book 175.4 | ἐμάχετο περὶ ταύτην τὴν πύλην〉, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς |
| book 175.5.1 | μικράς· τῷ γὰρ ἄλλας μικρὰς εἶναι πύλας οὐδ’ αὐτὸς Ἀρίσταρχος |
| book 175.5.2 | ἀντιλέγει. |
| book 177.1 | λιθίνου τοῦ τείχους—πανταχόθεν τοῦ τείχους. «θεσ‐ |
| book 177.2 | πιδαὲς» δὲ τὸ ὑπὸ θείου δαιόμενον, ἢ τὸ ὑπὸ θεῶν ἀναπτόμενον. |
| book 177.3 | τείχους |
| book 180.1 | [ἐπιτάρροθοι] ἐπιτάρροθος. ἡ ταρ πλεονάζει ὡς ἐν τῷ ἀταρ‐ |
| book 180.2 | τηρός. |
| book 181.1 | [σὺν δ’ ἔβαλον] ἐπὶ τοῦ παρόντος πλεονεκτεῖν ποιεῖ τοὺς Ἕλλη‐ |
| book 181.2 | νας—ἐπὶ τὸν Ἕκτορα. |
| book 200-201.1 | ὁ ὄρνις ἐπ’ ἀριστερὰ μέρη «ἐέργων» καὶ ἀφορίζων τὸν |
| book 200-201.2 | Τρωϊκὸν λαὸν, τοὺς δὲ Ἕλληνας 〈ἐπὶ〉 δεξιὰ, τὴν πρὸς καιρὸν νίκην |
| book 200-201.3 | τῶν Τρώων σημαίνει. |
| book 203.1 | οὔπω λήθετο χάρμης] ὁ δράκων. πιθανῶς δὲ— |
| book 203.2 | «φοινήεντα» δὲ 〈τὸν〉 πεφοινιγμένον ὑπὸ τοῦ ἰδίου αἵματος. τὸ δὲ «κό‐ |
| book 203.3 | ψε» τὸ ταχὺ τῆς πληγῆς ἐσήμανε, τὸ δὲ «ἰδνωθεὶς» τὸ ὑγρὸν τοῦ |
| book 203.4 | δράκοντος. |
| book 206.1 | [μέσῳ δ’ ἐνὶ κάββαλ’ ὁμίλῳ] τῷ μεταιχμίῳ πρὸς τὸ μὴ διαβῆναι· |
| book 206.2 | ὡς γὰρ ὁ ἀετὸς [ἐπὶ τὰ ξένα ἑαυτοῦ] τέλος ἠστόχησεν, οὕτως καὶ οἱ |
| book 206.3 | Τρῶες. |
| book 208.1 | μείουρος ὁ στίχος κέκληται, ἀκέφαλος δὲ· «ἐπειδὴ νῆάς τε |
| book 208.2 | καὶ Ἑλλήσποντον ἵκοντο» (Il. XXIII, 2). ἐνεχώρει οὖν εἰπεῖν· «ὅπως |
| book 208.3 | ὄφιν αἰόλον εἶδον», ἀλλὰ τὴν κατάπληξιν τῶν Τρώων καὶ τὸν φόβον |
| book 208.4 | παρίστησι τῷ τάχει τοῦ στίχου, συσταλῆναι δηλῶν τοὺς Τρῶας τῷ φόβῳ. |
| book 212-213 | [οὐδὲ μὲν οὐδὲ] τὸ «μέν» ἀντὶ τοῦ μήν. περισσὴ δὲ ἡ |
| book 212-213 | μία ἀπόφασις «οὐδέ». τὸ δὲ «παρέξ» παρὰ τὸ δέον. |
| book 218.1 | ἀποροῦσι τινὲς πῶς τοῖς βαρβάροις βοηθῶν ὁ Ζεὺς τὸν οἰωνὸν |
| book 218.2 | ἐπιπέμπει. καὶ ῥητέον ὅτι τὴν μὲν διάβασιν ἤθελε γενέσθαι πρὸς τὸ |
| book 218.3 | ἀναστῆσαι Ἀχιλλέα, ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ. εἰκό‐ |
| book 218.4 | τως δὲ τῷ ποικίλῳ ὄφει εἰκάζονται· οὗτος γὰρ καταπονούμενος ἑαυτὸν |
| book 218.5.1 | συνειλήσας τὸν ὀλλύοντα ἔκοψε περὶ τὴν δειρήν· οὕτω δὲ καὶ οἱ Ἕλλη‐ |
| book 218.5.2 | νες τοὺς Τρῶας ὕστερον ἐνίκησαν. |
| book 237.1 | [τύνη δ’ οἰωνοῖσι] ὁ φρόνιμος καὶ θέον τιμήσει καὶ οἰωνοῖς πει‐ |
| book 237.2 | σθῇ. |
| book 243.1 | [εἷς οἰωνός] ἐκεῖνος μόνος—φιλοπάτριδας εἶναι. |
| book 243.2 | ἀμύνεσθαι] τοὺς ἐχθροὺς, ὑπὲρ πάτρης μαχομένους. |
| book 258-259.1 | κρόσσαι αἱ πολεμικαὶ κλίμακες. λείπει δὲ ἡ κατά· τὰς δὲ |
| book 258-259.2 | «κρόσσας» κατὰ τῶν πύργων ἔρυον. «ἔρειπον» δὲ «τὰς ἐπάλξεις» |
| book 258-259.3 | ἐπὶ τῷ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπ’ αὐτὰς Ἑλλήνων. στῆ‐ |
| book 258-259.4 | λαι δέ εἰσιν οἱ θεμέλιοι παρὰ τὸ ἐπ’ αὐτῶν ἵστασθαι τὸ τεῖχος. |
| book 262 | κελεύθου] τῆς ἐπὶ τὰς ναῦς φερούσης. |
| book 263.1 | [ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις] τὰ διάκενα— |
| book 263.2 | προσαναπληροῦται. |
| book 271.1 | [νῦν ἔπλετο ἔργον ἅπασι] πάντες γὰρ νῦν χρήσιμοι, ἀπὸ τοῦ |
| book 271.2 | τείχους—ποιοῦσιν. |
| book 276.1 | [δίεσθαι] προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν ἀπὸ τοῦ |
| book 276.2 | δίω, δίημι. |
| book 283 | [πεδία λωτεῦντα] τὰ ποτὲ μὲν ἀνθοῦντα, οὐκ ἐν χειμῶνι δέ. |
| book 285.1 | ἐρύκεται] ἐρύκει τῆς ὁρμῆς τὴν χιόνα ἢ διὰ τὸ— |
| book 285.2 | ἐρύκεται. |
| book 286 | [εἰλύαται] τινὲς εἰλῦται, ἵνα ἐκ τοῦ εἰλύαται συναλοιφὴ ὑπάρχῃ |
| book 286 | ἢ τοῦ εἰλύεται, ὡς ἐκ τοῦ ῥύεσθαι ῥῦσθαι, καὶ τοῦ νέκυας νέκυς. |
| book 291.1 | [ὀχῆα] ὀχεὺς σημαίνει γʹ· ὁ συνέχων καὶ σφίγγων τὴν περι‐ |
| book 291.2 | κεφαλαίαν ἱμὰς, ὁ τῆς θύρας μοχλὸς καὶ ἡ τοῦ θώρακος ζώνη, ὡς τὸ |
| book 291.3 | «ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον». (Il. IV, 132, 133. XX, 414—415). |
| book 297 | [περὶ κύκλον] ὡς δύο, ἵν’ ᾖ· περὶ τὸν τῆς ἀσπίδος κύκλον. |
| book 298 | [δύο δοῦρε] ἕτερον ἐν τῇ ἀσπίδι καὶ ἕτερον ἐν τῇ δεξιᾷ. |
| book 302.1 | [βώτορας] βῶ βόσω βότωρ βότωρος, ὑπερβιβασμῷ χρόνου |
| book 302.2 | βώτορος. |
| book 303 | περισσὴ ἡ «περί» πρόθεσις. |
| book 308.1 | [ἐπάλξεις] τοὺς μέσους τόπους τῶν ἐπάλξεων· προεῖπε γὰρ ῥι‐ |
| book 308.2 | νοῖσι φράξασθαι τὰς ἐπάλξεις. (v. 263.) |
| book 316 | καυστείρης] τῆς πυρούσης τὰ σώματα. |
| book 319 | [ἔδουσί τε] σημείωσαι ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασιλεῖς. |
| book 320 | [οἰνόν τ’ ἔξαιτον] λείπει τὸ πίνουσιν. |
| book 336 | [νέον] χθὲς γὰρ ὑπὸ Ἕκτορος ἐτρώθη. |
| book 337.1 | [γεγωνεῖν] ὁ μὲν Ἀσκαλωνίτης «γεγώνειν» φησὶ βαρυτόνως, ὁ |
| book 337.2 | δὲ Ἀρίσταρχος περισπᾷ· «ἐγεγώνεον» γὰρ καὶ «γεγωνέμεν». |
| book 343 | [Αἴαντα κάλεσσον] φίλος γὰρ ἦν αὐτοῦ ὡς Σαλαμίνιος. |
| book 356 | [μίνυνθά περ] ἐπιτηδειότητος ἀγγέλων σημεῖον—τὴν βοήθειαν. |
| book 368.1 | [αὐτὰρ ἐγὼ κεῖς’ εἶμι] ὁ μὲν Ζηνόδοτος κεῖθι γράφει· τοῦτο δὲ |
| book 368.2 | σημαίνει ἐν τούτῳ τῷ τόπῳ, τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν τόπον. |
| book 371 | [ὄπατρος] εἰ ὄπατρος ὁ Τεῦκρος, οὐ νόθος καθ’ Ὅμηρον. |
| book 379.1 | [Σαρπήδοντος] ὡς Χαλκώδοντος· οὐ δύναται γὰρ εἶναι Σαρ‐ |
| book 379.2 | πηδόντος διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν |
| book 379.3 | διὰ τοῦ ντ κλίσιν. ὅθεν καὶ τὸ ἑκών μετοχή ἐστιν. |
| book 385 | [ἀρνευτῆρι] παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν. |
| book 385bis | * ἄλλως· ἢ δύτῃ, τουτέστι κολυμβητῇ. κυβιστὴς δὲ ὁ δι’ ὀρχή‐ |
| book 385bis | σεως ἐπὶ κεφαλὴν ἑαυτὸν ἐπερείδων πρὸς γῆν πρὸς θέαν τῶν ὁρώντων. |
| book 386.1 | [λίπε δ’ ὀστέα θυμός] δοκεῖ αὐτῷ—ψυχῆς. καὶ ὁ |
| book 386.2 | Πλάτων μὲν ἐν ταῖς τοῦ θερμοῦ ῥίζαις φησὶν εἶναι τοὺς δεσμοὺς αὐτῆς |
| book 389 | ἀρίστου τοξότου τὸ μὴ τὰ ἐσκεπασμένα βαλεῖν. |
| book 391.1 | [ἀθρήσειε] ψιλωτέον—ψιλοῦται. σεσημειωμένου τοῦ |
| book 391.2 | ἅθρους πρὸς διάφορα σημαινόμενα. |
| book 421 | [ἀμφ’ οὔροισι δύ’ ἀνέρε δηριάασθον] περὶ ὅρων ἁμιλλῶνται. |
| book 422.1 | [μέτρα] «μέτρα» δὲ τὰς ἀκαίνας φησὶ, ὡς καὶ οὗτοι τὰ δόρατα. |
| book 422.2 | «ἐπιξύνῳ» δὲ κοινοὺς ὅρους ἐχούσῃ. |
| book 426 | [λαισήϊα] ἐξ ἀκατεργάστων πτερῶν ἢ τῇ λαιᾷ παλλόμενα. |
| book 428 | [στρεφθέντι] οὐ πρὸς φυγὴν, ἀλλὰ δι’ ἄλλο τι. |
| book 431 | [ἐρράδατο] ἀπὸ τοῦ ῥάζω. |
| book 433.1 | χερνῆτις] ἡ ἀπὸ τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα, ὅ ἐστι |
| book 433.2 | μισθοῦ, ἄλλοις ἐργαζομένη. |
| book 433bis.1 | [χερνῆτις] ἡ ταῖς χερσὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα τοῖς παισί. |
| book 433bis.2 | τάλαντον δὲ παρὰ τὸ ταλαὸν, ὃ σημαίνει τὸ ὑπομονητικὸν τοῦ βάρους· |
| book 433bis.3 | ὥσπερ γυνὴ ταλαντεύουσα τὸ ἔργον ὃ παρέλαβεν. |
| book 434 | [ἀμφὶς] ἵνα μὴ τοῦ προσήκοντος μισθοῦ στερηθῇ. |
| book 434bis.1 | [ἀμφίς] ἤτοι ἑκατέρωθεν· μήποτε παριδοῦσα ἀποστερηθῇ τοῦ |
| book 434bis.2 | ἀξίου μισθοῦ. |
| book 441.1 | [καὶ νηυσίν] βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν, πρὶν πα‐ |
| book 441.2 | ρέλθῃ τὸ τεῖχος. |
| book 451 | ἄρσενος] ὅτι τραχύτερος, ἢ ὅτι ῥυπωδέστερος, ἢ ὅτι μέγας. |
| book 455 | [δικλίδας] κλειομένας δυσὶ κλεισίν. |
| book 456-459.1 | [ἐπημοιβοί] εἰς μέσον συνάπτοντες. ὀχῆας δέ τινες τὰ κλεῖ‐ |
| book 456-459.2 | θρα, «θαιροὺς» δὲ τοὺς ἄνω καὶ κάτω 〈στρόφιγγασ〉, διὰ τὸ 〈δι’〉 αὐ‐ |
| book 456-459.3 | τῶν θεῖν τὰς πύλας. |
| book 462 | σημαντικὰ πάντα τῆς αὐτοῦ θρασύτητος. |
| book 471.1 | τὸ μὲν «ὅμαδος» δασυντέον· ἀπὸ γὰρ τοῦ ὁμοῦ· τὸ δὲ «ἀλί‐ |
| book 471.2 | αστος» ψιλοῦται· κατὰ στέρησιν γὰρ τὸ α· λιαστὸς γὰρ ἦν. τοῦτο ἀπὸ |
| book 471 | τοῦ λιάζω. |
| book 1 | διὰ τοῦτο δείκνυσι οὐ Τρώων εἶναι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός. |
| book 1bis.1 | * κεχώρικε—Ἀριστοδήμῳ. |
| book 1bis.2 | * [ἐπεὶ οὖν] τὸ «ἐπεὶ» δηλοῖ τέτταρα· τὸ ὅτι, τὸ ὅτε, τὸ ἐπειδή καὶ |
| book 1bis.3 | τὸ ἀφ’ οὗ. |
| book 3 | * τὸ πάλιν—δηλοῖ «ὄσσε πάλιν κλίνασα» οἱ δέ, —ἐρέει. |
| book 4 | * [ἱπποπόλων] περὶ ἵππους πολευόντων ἢ πολεμικῶν. |
| book 5.1 | Μυσοὺς τοὺς Μακεδόνας φησί. ἀγαυοὺς δὲ τινὲς μὲν λαμπροὺς, |
| book 5.2 | τινὲς δὲ ὄνομα ἔθνους ἵππους ἀμέλγοντος καὶ τῷ γάλακτι τούτων τρε‐ |
| book 5.3 | φομένου. Ἀβίους δὲ τοὺς Σκύθας, ἢ ὡς ἅμα βιοῖς πορευομένους, ἢ ὅτι |
| book 5.4 | ἄοικοι, ἢ ὅτι μακρόβιοι. δικαιοτάτους δὲ τούτους φησὶ διὰ τὸ ἀνεπίμικτον, |
| book 5.5.1 | ἢ ὅτι οὐκ ἠθέλησαν Ἀμαζόσι συστρατεῦσαι εἰς Ἀσίαν, ἢ ὅτι κοινὰ |
| book 5.5.2 | ἔχουσι πάντα, παῖδας καὶ γυναῖκας. |
| book 13 | Σάμιοι—Ἀπολλοδώρῳ. |
| book 12-13.1 | * [Σάμου—Θρηϊκίης] τῆς Σαμοθρᾴκης. τὸ μέντοι ἐν αὐτῇ |
| book 12-13.2 | ὄρος Σαώκη καλεῖται. |
| book 17 | [παιπαλόεντος] ἐκτροπὰς ἔχοντος ὥστε πλανᾶσθαι. |
| book 20 | ὑπερφυῶς τρισὶ βήμασι τοσαύτην θάλασσαν καὶ ἔθνη παρῆλθεν. |
| book 20bis.1 | τίνος ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι παρὸν ἐν Τροίᾳ εὐθὺς γενέσ‐ |
| book 20bis.2 | θαι; ἴσως ἐκεῖ ἄπεισι τὸ ξίφος ληψόμενος πρὸς κατάπληξιν τῶν Τρώων, |
| book 20bis.3 | ἢ ἵνα ὁπλιεῖται ὡς οὐκ ἀνεξομένου Διὸς, ἢ ὅπως μὴ ὑπόνοιαν δῷ τοῖς |
| book 20bis.4 | Τρωικοῖς θεοῖς. |
| book 20bis.5 | * Αἰγαὶ πόλις Ἀχαιῶν ἐν Πελοποννήσῳ—Εὐφορίωνι. |
| book 23 | [τιτύσκετο] ὑποζευγνὺς τοὺς ἵππους τοῖς ἅρμασιν ηὐτρέπιζεν. |
| book 28.1 | [κευθμῶν] οἱ μὲν συγκοπήν, οἱ δὲ κευθμὸς ὡς τεθμὸς, Ἰακῶς, |
| book 28.2 | ὡς βαθύλειμος βαθυλείμων. |
| book 31 | [ἐΰσκαρθμοι] εὐσκαίροντες—ὀνομάζουσιν, |
| book 32 | [σπέος.] ἀφώτιστον, παρὰ τὴν σβέσιν. |
| book 33 | * [Τενέδοιο καὶ Ἴμβρου] νῆσοι—κόλπῳ. |
| book 34.1 | [ἵππους ἔστησε] ἀπέβη τῶν ἵππων· ἄτοπον γὰρ θεῖον ἔχειν ἅρμα |
| book 34.2 | τὸν ὁμοιωθησόμενον τῷ Κάλχαντι. |
| book 36 | [πέδας] παρὰ τὸ πιέζειν τοὺς πόδας. |
| book 37.1 | [ἀρρήκτους ἀλύτους] διχῶς—ἢ λύσει. ἄμφω οὖν |
| book 37.2 | περιέλαβεν εἰπὼν «ἀρρήκτους» καὶ «ἀλύτους». |
| book 41.1 | [ἄβρομοι αὐίαχοι] τὸν μὲν βρόμον ἔλαβε παρὰ τοῦ πυρός, «αὐ‐ |
| book 41.2 | ίαχοι» δὲ παρὰ τὸ αὔειν καὶ ἰάχειν, ἢ αἴαχοι κατ’ ἐπέκτασιν τοῦ α, |
| book 41.3 | εἶτα πλεονασμῷ τοῦ υ. |
| book 43.1 | * [γαιήοχος εἰνοσίγαιος] τὰ ἐναντία τέθεικεν· δι’ οὗ μὲν γὰρ |
| book 43.2 | ἐπιθέτου δηλοῦται ὁ τὴν γῆν συνέχων, δι’ οὗ δ’ ὁ κινῶν αὐτήν· καὶ γὰρ |
| book 43.3 | περὶ ἰατρῶν δύο ἐστὶν ὧν χρὴ προΐστασθαι, τά τε νοσερὰ πρὸς διόρ‐ |
| book 43.4 | θωσιν καὶ τὰ ὑγιεινὰ πρὸς φυλακήν. |
| book 45 | [εἰσάμενος] εἴδω τὸ γινώσκω, εἴσομαι εἴσῃ εἴσεται. ἐκ τούτου |
| book 45.1 | περισπωμένως εἰδῶ εἰδήσω τὸ μανθάνω καὶ εἴδω τὸ ὁρμῶ, ὡς τὸ «εἴσατο |
| book 45.2 | γὰρ νηῶν ἐπ’ ἀριστερὰν» (Il. XII, 118) 〈καὶ〉 εἴδω τὸ πηδῶ «εἴσατο |
| book 45.3 | γὰρ λίμνην». |
| book 49.1 | [ἄλλῃ μὲν γὰρ] κατ’ ἄλλην τάξιν· πένταχα γὰρ ἦσαν κοσμη‐ |
| book 49.2 | θέντες. |
| book 52.1 | [περιδείδια] ἐν ταύτῃ δὲ τῇ τάξει περισσῶς δείδια. ἡ δὲ «περί» |
| book 52.2 | οὐκ ἀναστρέφεται ὅτε τὸ περισσῶς δηλοῖ. |
| book 53 | [λυσσώδης] λύσσα παρὰ τὸ λελύσθαι τὰς φρένας. |
| book 54.1 | φησὶ γὰρ «τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων». (Il. VIII, |
| book 54.2 | 540). |
| book 59 | [σκηπανίῳ] σημείωσαι ὅτι ἐσκηπτροφόρουν οἱ μάντεις. |
| book 60 | [κεκοφώς] γράφεται καὶ κεκοπὼς, ὡς πεπληγώς. |
| book 63.1 | [περιμηκέος] τὰ εἰς ης σύνθετα παρ’ οὐδέτερα γινόμενα τῷ η |
| book 63.2 | παραληγόμενα βαρύνεσθαι θέλει· μεγακήτης, κακοήθης, Διομήδης. |
| book 63.3 | διὸ τὰ λαθικηδής, οἰνοπληθής, ἀπὸ τῶν κήδω καὶ πλήθω ῥημάτων |
| book 63.4 | φαμέν. |
| book 65 | θέλει—γίνωνται. |
| book 66.1 | [ἔγνω πρόσθεν Ὀϊλῆος] ὡς ἰδίαν δύναμιν ἔχων ὁ Τελαμώνιος |
| book 66.2 | οὐ ταχέως—ὁ Λοκρὸς «ἔγνω» ταχὺ, ἢ ὅτι νωθὴς ὁ Τελα‐ |
| book 66.3 | μώνιος, ὁ δὲ ὀξύτερος. |
| book 66.4 | * Ὀϊ〈λῆος ταχὺς Αἴας] Αἴασ〉 Λοκρὸς μὲν ἦν τὸ γένος ἀπὸ πόλεως |
| book 66.5 | 〈Ὀποῦντοσ〉, πατρὸς δὲ—παχυμερῶς. |
| book 70.1 | * πῶς Ποσειδῶν, φασὶν, οὐκ ἔλαθε τὸν Αἴαντα; ῥητέον— |
| book 70.2 | ἑαυτοῦ. |
| book 71.1 | [ἴχνια] ἴχνιον· παρὰ τὸ ἴξω, ἶγμαι ἴγνιον καὶ ἴχνιον. οὐκ ἔστι δὲ |
| book 71.2 | ὑποκοριστικὸν, διὸ καὶ προπαροξύνεται. |
| book 71 | * ἄλλως· ἴχνια ὁμοτόνως τῷ παίγνια—αὐτοῦ. |
| book 82.1 | * [χάρμῃ γηθόσυνοι] ἔστιν ὅτε δηλοῖ ἡ λέξις—αἰεὶ |
| book 82.2 | λέγει οὐδετέρως χάρμα. |
| book 85-86.1 | [καί σφιν ἄχος] ὁ μὲν κάματος τὸ σῶμα ἐδάμαζε, τὸ δὲ |
| book 85-86.2 | «ἄχος» τὴν ψυχήν. |
| book 91 | ὡς νεώτεροι γὰρ οὗτοι πρόθυμοι ἦσαν. |
| book 96 | * [ἁμάς] τὸ ἁμάς—κατέληγεν. |
| book 103.1 | [ἤϊα] τὰ τοῦ εἶναι αἴτια, ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες λάθρα |
| book 103.2 | 〈τὰ〉 γυῖα βαρύνονται. |
| book 103.3 | * κυρίως δὲ τὰ ἐν τῇ ὁδῷ ἢ ἐν τῷ πλῷ ἐπιτήδεια, ἐφόδια, οὐ |
| book 103.4 | τὰ ἐν οἴκῳ ἐσθιόμενα· «δεῦτε φίλοι ἤϊα φερώμεθα» (Od. II, 410) |
| book 103.5.1 | —φέρεται. |
| book 103.5.2 | * [θώων] οἱ θῶες ζῷον ἄλκιμον καὶ εὐκίνητον. ἔνιοι δὲ τὸ παραπλή‐ |
| book 103.5.3 | σιον ὑαίνῃ. καὶ ἔνιοι περισπῶσιν, ἵνα ὁμοτονῇ τῷ θηρῶν καὶ κυνῶν. |
| book 103.5.4 | οὕτως δὲ καὶ Ἀρίσταρχός φησι προφέρεσθαι. Διοκλῆς δὲ καὶ ὁ Θρᾷξ |
| book 103.5.5 | Διονύσιος ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσι. Κάσ‐ |
| book 103.10 | σιος δὲ ἀπολογούμενος—ἀναλογίαν. |
| book 115.1 | [ἀκεώμεθα] θεραπεύσωμεν ἢ τὴν τοῦ Ἀχιλλέως μῆνιν, ἢ τὴν |
| book 115.2 | ἀμέλειαν ἣν αὐτοῖς ὀνειδίζει. ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρ‐ |
| book 115 | τηθὲν τοῖς ἐναρέτοις ἀνδράσιν. |
| book 122.1 | [αἰδῶ καὶ νέμεσιν] τὴν αἰδῶ καὶ τὴν ἐξ ἄλλων ἀκολουθοῦσαν |
| book 122.2 | μέμψιν. |
| book 125.1 | [γαιήοχος] ἢ ἐπὶ γῆς ὀχούμενος, ἢ ὁ τὴν γῆν ὀχῶν ἤτοι ἡνιοχῶν, |
| book 125.2 | ἢ ὁ συνέχων καὶ βαστάζων τὴν γῆν· φασὶ γὰρ ἐπὶ ὕδατος αὐτὴν ἐστη‐ |
| book 125.3 | ρίχθαι. ἐννοσίγαιος δὲ ὁ κινῶν—ὁ σεισμός. |
| book 128.1 | [λαοσσόος] ἡ ὁρμητικὴ, ἢ σώζουσα τοὺς συμμάχους ἢ σοβοῦσα |
| book 128.2 | τοὺς ἐναντίους. |
| book 130 | * [προθελύμνῳ]. Ἀνδρόμαχος—καθυλομανεῖν. |
| book 135-137.1 | [ἰθὺς φρόνεον] ὥστε εὐθεῖαν πρὸς 〈τοὺσ〉 Τρῶας χωρεῖν. |
| book 135-137.2 | «προὔτυψαν» δὲ ἤτοι προενέσεισαν ἀθρόοι διὰ τὴν εὐημερίαν, «ὀλο‐ |
| book 135-137.3 | οίτροχος» δὲ ὅλος τροχοειδὴς, ἢ ὀλοὸς ἐν τῷ τρέχειν, ἤτοι δεινός. κα‐ |
| book 135-137.4 | λῶς δὲ βάρβαρον ὁρμὴν καὶ ἄλογον ἀψύχῳ βάρει εἴκασεν. |
| book 137 | * [ὀλοοίτροχος] Δημήτριος ὁ γονύπεσος—καλεῖ. |
| book 138.1 | [στεφάνης] στεφανοειδοῦς 〈οὔσησ〉 τῆς ἐν πλάτει ἐξοχῆς. ἡ δὲ |
| book 138.2 | «κατά» ἀντὶ τῆς ἔξ. |
| book 139 | πέτεται] ταχέως φέρεται. |
| book 140 | * τὸ «ὕψι» ὡς «οἴκοθι»—τινὲς δὲ ὀξυτόνως «ὑψί». |
| book 141 | [ἀσφαλέως] ἀνεμποδίστως, μὴ σφαλλόμενος. |
| book 142 | ἰσόπεδον] τὸ ὁμαλόν. |
| book 146 | [μάλ’ ἐγχριμφθείς] λίαν ταῖς φάλαγξιν ἐμπελασθείς. |
| book 147 | [ἀμφιγύοισιν] ἀμφοτέρωθεν τὰ γυῖα βλάπτουσιν. |
| book 149 | * [διαπρύσιον] διὰ παντὸς—σημαντικόν. |
| book 152 | * [πυργηδὸν] δίκην πύργου—σφαιρηδόν. |
| book 158.1 | κοῦφα καὶ μετέωρα βαίνων καὶ ἀκροβηματίζων. τὸ δὲ «ὑπα‐ |
| book 158.2 | σπίδια προποδίζων» οἷον οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς ἀσπίδος, ἀλλ’ |
| book 158 | ἑαυτὸν ἐπικρύπτων τῇ ἀσπίδι. |
| book 162.1 | [ἐν καυλῷ] καυλὸς δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον τοῦ δόρατος |
| book 162.2 | τὸ δὲ «ἐν καυλῷ» ἀντὶ τοῦ κατὰ τὸν καυλόν. |
| book 166 | [ὅ] ὅ τι, ὡς τὸ «ὅ μοι γέρας ἔρχεται ἄλλῃ». |
| book 168.1 | διὰ τί δὲ αὐτὸς ἀπῄει; ὅτι ἐν τῷ θορύβῳ—οἱ πεμ‐ |
| book 168.2 | πόμενοι οὐ τοσοῦτον ταχύνουσιν. |
| book 178 | σημείωσαι ὅτι ἡ μελία ἐν πεδίῳ οὐ γίνεται, ἀλλ’ ἐν ὄρει. |
| book 181.1 | * [βράχε] ὠνοματοποίηται ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων καὶ τοῦ |
| book 181.2 | βρέχειν. ὁ δὲ λόγος· τὰ δὲ περὶ αὐτῷ τεύχεα ἔβραχεν. |
| book 191.1 | λείπει ἡ διά, ἵν’ ᾖ· διὰ τοῦ χροὸς εἴσατο καὶ ἐπορεύθη. ἔστι |
| book 191.2 | δὲ ἡ εὐθεῖα χροῦς, ὥς φησιν ὁ Τυραννίων. |
| book 198.1 | [δύ’ αἶγα λέοντε] Ζηνόδοτος δύο αἶγε· οὐ γὰρ συμμαχοῦσιν |
| book 198.2 | ἀλλήλοις οἱ λέοντες. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι τοῦ ἑνὸς ἁρπάσαντος ὁ ἕτερος |
| book 198.3 | ἀπαντώμενος συναρπάζει. |
| book 199.1 | [ῥωπήϊα] τόποι ἐν οἷς ῥῶπες φύονται. ῥῶπες δέ εἰσιν ὑλώδη |
| book 199.2 | φυτὰ, δρυμοὶ, φρύγανα. ἔστι δὲ ἀπὸ τοῦ ῥέπω, ῥέψω, ῥόψ, καὶ αὐξή‐ |
| book 199.3 | σει ῥώψ. |
| book 202.1 | συλήτην] ἀπήγαγον, ἵνα συλήσωσιν. ἔστι δὲ Δώριον, ἢ ἀπὸ τοῦ |
| book 202.2 | συλησάτην. |
| book 204 | [ἧκε δέ μιν—δι’ ὁμίλου] συστρέψας—βολῆς. |
| book 212.1 | [κατ’ ἰγνύην] ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος— |
| book 212.2 | ἀπηνέχθη. |
| book 214 | [ἤϊεν ἐς κλισίην] ὁπλισόμενος δηλονότι. |
| book 218 | * [Αἰτωλοῖσιν] Αἰτωλὸς—προσηγορεύθησαν. |
| book 227 | [νωνύμους] τινὲς—φησιν. |
| book 237.1 | συμφορητικόν τί ἐστιν ἡ ἀρετή· οὐ μόνον γὰρ οἱ γενναῖοι ἐν πο‐ |
| book 237.2 | λέμῳ γενναῖοι, ἀλλὰ καὶ εἰς τοὺς ἀσθενεῖς ἡ τῆς ἀρετῆς ἀνδρεία φέρεται. |
| book 249.1 | * δι’ ἑνὸς στίχου καὶ τῆς συγγενείας ὑπέμνησε, καὶ τὴν τῶν |
| book 249.2 | ποδῶν ῥώμην ἐμαρτύρησε, καὶ τὸ ὑπερβάλλον εἰς αὐτὸν τῆς φιλοστορ‐ |
| book 249.3 | γίας ἐνεδείξατο. |
| book 257.1 | * [κατεάξαμεν ὃ πρὶν ἔχεσκον] ἐπιφερόμενον τῷ πληθυντικῷ |
| book 257.2 | ἑνικὸν σχῆμα ποιεῖ Αἰολικῶς. καὶ ἐν τῷ Εὐριπίδου Ἴωνι· «κωλυό‐ |
| book 257.3 | μεθα μὴ μαθεῖν ὃ βούλομαι» |
| book 261.1 | * [προσενώπια παμφανόωντα] ἵν’ ᾖ «δούρατα παμφανόωντα» |
| book 261.2 | διασταλτέον. καὶ ἐν τῇ Θ· «ἅρματα δ’ ἔκλιναν πρὸς ἐνώπια παμφανό‐ |
| book 261.3 | ωντα». |
| book 276.1 | λεγοίμεθα] ἀριθμοίμεθα· ἐν μὲν γὰρ τοῖς πολέμοις οἴδαμεν |
| book 276.2 | πρὸς πόσους καὶ ποίους μαχόμεθα, ἐν δὲ τοῖς λόχοις τὰ τοιαῦτα ἄδηλά |
| book 276.3 | ἐστιν. |
| book 276bis.1 | * ἄλλως· εἰ γὰρ δὴ παρὰ ναυσὶ λεγοίμεθα εἰς λόχον— |
| book 276bis.2 | μένος.» τὰ δὲ λοιπὰ διὰ μέσου—τὴν ἐνέδραν. |
| book 281.1 | [μετοκλάζει] ἐξηγεῖται τὸ «μετοκλάζει» διὰ τοῦ «ἐπ’ ἀμφοτέρους |
| book 281.2 | πόδας ἵζει»· ὀκλάζων γὰρ μετακάθηται ὁ δειλός· ἐὰν γὰρ ὁ θυμὸς |
| book 281.3 | μετοκλάζῃ, συμμεταβάλλεται καὶ τὸ σῶμα. |
| book 287 | [τεόν γε] ὁ θαρσαλέος δηλονότι. |
| book 291.1 | [ὀαριστύν] ὀαριστὺς ἡ μάχη μεταφορικῶς· ὀαριστὺς γάρ ἐστι |
| book 291.2 | κυρίως τὸ διδόναι τι καὶ λαμβάνειν, ἀντικαταλλάσσονται δὲ σφαγὰς |
| book 291.3 | οἱ πολεμοῦντες. |
| book 299.1 | τῷ δὲ Ἄρει ἅμα ἕσπετο ὁ φίλος υἱὸς αὐτοῦ, ὁ Φόβος δηλονότι. |
| book 299.2 | ταλάφρων 〈δὲ〉 ἀπὸ τοῦ τάλω, ὅθεν ταλάσσω. |
| book 301.1 | * [Ἐφύρους μέτα] ἐπὶ τοὺς Ἐφύρους πάλαι καλουμένους, νῦν |
| book 301.2 | δὲ Κραννωνίους. ἰστέον δὲ—Ἀπολλόδωρος ἱστορεῖ. |
| book 301.3 | partie. |
| book 302 | * [Φλεγύας] τοὺς ἀθέους καλουμένους Γορτυνίους, τοὺς ἐν τῇ |
| book 302 | Φωκίδι, οἳ ἐνέπρησαν τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. |
| book 307 | [Δευκαλίδη] ἀπὸ τοῦ Δευκαλιωνίδη κατὰ συγκοπήν. |
| book 309.1 | ἐπεὶ οὔ ποθι] 〈οὐδαμοῦ φησὶν〉 τοὺς Ἀχαιοὺς τοσοῦτον ἐνδεεῖς |
| book 309.2 | εἶναι τῶν βοηθησόντων ὅσον—καὶ ὁ Ἕκτωρ «μάχης ἐπ’ |
| book 309.3 | ἀριστερὰ μάρνατο πάσης». (Il. XI. 498) |
| book 314 | [σταδίῃ] καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς στάδιον. |
| book 315 | [ἄδην] παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή. |
| book 315-317.1 | τὸ «ἐσσεῖται» ἐὰν μέν ἐστι Δώριον, παροξύνεται, ἐὰν δὲ |
| book 315-317.2 | Ἀττικὸν, προπερισπᾶται. τὸ δὲ «ἐσσύμενον» ἀντὶ τοῦ ἐφιέμενον. |
| book 322.1 | [ἔδοι] ἐπεὶ καὶ θεοὶ ἀνθρώποις πολλάκις ὁμοιοῦνται, προσέθηκε |
| book 322.2 | τὸ «καὶ ἔδοι Δημήτερος ἀκτήν». ἀκτὴ δὲ τὸ προηγμένον καὶ προτιμώ‐ |
| book 322.3 | μενον τῶν ἄλλων. |
| book 326 | ὧδε] οὕτως ὡς ἔχεις ὁρμῆς. τὸ δὲ «ἔχε» ἀντὶ τοῦ πορεύου. |
| book 327.1 | ὄφρα εἴδομεν] σημείωσαι ὅτι οὐδέποτε τὸ περισπώμενον ὑπο‐ |
| book 327.2 | τακτικὸν συστέλλει. |
| book 333 | [πρύμνῃσι νέεσσιν] ἐσχάταις ναυσίν. |
| book 334.1 | λιγέων] τῶν ἐτησίων· οὗτοι γὰρ—ἐστίν. λιγεῖς δὲ εἴρηνται |
| book 334.2 | ὅτι κατὰ λεπτοῦ τοῦ ἀέρος πνέοντες ὑποσυρίττουσιν. |
| book 345 | [ἀμφὶς φρονέοντε] κεχωρισμένως, ἀμφισβητοῦντες. |
| book 358 | * ὁ δὲ Ζεὺς καὶ ὁ Ποσειδῶν—βοηθείας. |
| book 363 | [Καβησόθεν] Κάβησος πόλις Θρᾴκης. |
| book 365 | [ἀνάεδνον] δίχα τοῦ δοῦναι ἕδνα, οὐχὶ τοῦ λαβεῖν. |
| book 371 | [ὕψι βιβάντα] ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ τῷ θώρακι. |
| book 374.1 | σαρκασμοῦ πλέων, οὐ κενοδοξίας τὸ «αἰνίζομαι». τοῦτο δὲ ἢ τὸ |
| book 374.2 | ἐπαινῶ ἢ τὸ φοβοῦμαι δηλοῖ. |
| book 382 | [ἑεδνωταὶ] οἱ πενθεροὶ, οἱ τὰ ἕδνα λαμβάνοντες. |
| book 389.1 | [ἀχερωΐς] ἡ λευκή· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ Ἀχέ‐ |
| book 389.2 | ροντος. |
| book 390 | [βλωθρή] ἢ ἁπαλὴ κατὰ Ἀρκάδας. |
| book 394 | [ἐκ δέ—πλήγη] ἐξεπλάγη τὰς φρένας. |
| book 424.1 | τὸ «Ἰδομενεύς» τινὲς περισπῶσιν ὡς γενικήν· μένος τοῦ Ἰδο‐ |
| book 424.2 | μενεῦς· ἔστι δὲ «μένος» ἀντὶ τοῦ μένους. |
| book 428 | Ἑλληνικὸν τὸ ὑπὲρ φίλων αὑτὸν διδόναι. |
| book 430 | [περὶ κηρί] ὑπὲρ τὸ τῆς φύσεως μέτρον. |
| book 441 | αὖον] τὸ ὀξύ· ἔστι γὰρ ἀκοῦσαι—ψόφον. |
| book 443 | [οὐρίαχον] οὐρίαχος ἡ ἐπιδορατίς. ἔδειξε δὲ—καρδίας. |
| book 444.1 | [ἀφίει μένος ὄβριμος Ἄρης] τὴν εἰς τοὔμπροσθεν— |
| book 444.2 | καρδίας. |
| book 446-447.1 | ὄντως πολλῷ μεῖζον καὶ τριπλάσιον νομίζομεν τὸ τοὺς τρεῖς |
| book 446-447.2 | τούτους ἀντὶ ἑνὸς πεφονεῦσθαι. |
| book 458.1 | [δοάσσατο] δοκῶ, δοκήσω, κατὰ παραγωγὴν δοκάσσατο, 〈καὶ |
| book 458.2 | ἀποβολῇ τοῦ κ δοάσσατο〉. |
| book 459.1 | * [βῆναι ἐπ’ Αἰνείαν] Τροίας ἁλούσης—πόλιν |
| book 459.2 | Ῥώμην. |
| book 464 | [γαμβρῷ] ἀδελφῆς ἀνδρί. |
| book 468.1 | [θυμὸν—ὄρινεν] τοῦ γὰρ παλμῶν αἰτία ἡ θερμὴ |
| book 468.2 | τοῦ περὶ καρδίαν αἵματος. |
| book 470.1 | [φόβος λάβε τηλύγετον ὥς] καὶ πῶς φησι· «δείδια δ’ αἰνῶς Αἰ‐ |
| book 470.2 | νείαν ἐπιόντα»; (481.) ἢ φόβον τὴν φυγὴν νοητέον. «τηλύγετον» δὲ |
| book 470.3 | τὸν μικρὸν, τὸν τέλος τῆς γενέσεως ἔχοντα, μεθ’ ὃν ἄλλος οὐκ ἐτέχθη, |
| book 470.4 | ἢ τὸν γέροντα, τὸν τηλοῦ τῆς ἡλικίας ἐλθόντα. |
| book 476 | [ὣς μένεν] τὸ μὲν μεῖναι—ἀσφαλοῦς. |
| book 478 | * [Ἀσκάλαφον] Ἀσκάλαφος παρὰ τὸ ἀσκελὲς τῇ ἁφῇ, ὁ λίαν |
| book 478 | σκληρός. |
| book 521 | * [οὐδ’ ἄρα πω] ἐζήτηται πῶς—πάθεσιν. |
| book 527 | [πήληκα] πήληξ παρὰ τὸ πάλλεσθαι. |
| book 543.1 | [ἐάφθη] ἐπηκολούθησε, παρὰ τὸ ἕπω, ὃ σημαίνει τὸ ἀκολουθῶ, |
| book 543.2 | εἵφθη καὶ ἑάφθη. |
| book 543.3 | ἄλλως· δασυνόμενον. ἅπτω, ὁ ἀόριστος ἥφθη, 〈κατὰ πρόσοδον |
| book 543.4 | τοῦ ε ἑάφθη〉. |
| book 553 | [τέρενα χρόα] τὸν εἴσω χρόα, τὸν ἁπαλόν. |
| book 554-555.1 | ἢ ὅτι πρόγονος ἦν αὐτοῦ, ἢ ὅτι ὡς υἱοῦ Νέστορος ἀνδρὸς |
| book 554-555.2 | θεοφιλοῦς ἐφρόντιζε. |
| book 564.1 | * [σκῶλος] ἢ σκόλοψ, ἢ ἀκάνθης εἶδος ἣ πυρωθεῖσα εὐτονωτέρα |
| book 564.2 | γίνεται. |
| book 588.1 | * [πτυόφιν] τῇ φῖ παραγωγῇ ὁ ποιητὴς κατὰ τριῶν κέχρηται |
| book 588.2 | πτώσεων, ἐπὶ γενικῆς, δοτικῆς καὶ αἰτιατικῆς. 〈ἐπὶ〉 γενικῆς μὲν οὕτως «ὡς |
| book 588.3 | δ’ ὅτ’ ἀπὸ 〈πλατέοσ〉 πτυόφιν»· ἔστι γὰρ ἀπὸ τοῦ πτύου. ἐπὶ δὲ δοτι‐ |
| book 588.4 | κῆς· «Ἕκτωρ ἧφι βίηφι» (Il. XXII, 107.)· ἔστι γὰρ τῇ ἑαυτοῦ. ἐπὶ |
| book 588.5.1 | δὲ αἰτιατικῆς· «ἣ ἐπὶ δεξιόφιν» (Il. XXIII, 308.)· ἔστι γὰρ ἐπὶ τὰ |
| book 588.5.2 | δεξιά. καὶ ἐπ’ εὐθείας Ἡσίοδος «ὁδὸς δ’ ἑτέρηφι μετελθεῖν» (O. 214.)· |
| book 588.5.3 | ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελοποιὸς οὕτως· «Μῶσα |
| book 588.5.4 | Διὸς θύγατερ ὠρανίαφι λίγ’ ἀείσομαι»· ἔστι γὰρ οὐρανία. |
| book 589.1 | περιφερεῖς γὰρ—τῶν πυρῶν ἀφάλλονται. τοὺς δὲ |
| book 589.2 | κυάμους τὸ παλαιὸν οὐκ ἤσθιον οἱ ἱερεῖς ὡς μέλανας, ἢ ὅτι ἄρτος ἦν |
| book 589.3 | τοῖς ἀνθρώποις τὸ παλαιὸν, ἵνα μηδ’ ὅλως ἐκείνων μνήμη φυλαχθῇ. |
| book 589.4 | Jusqu’ à ἀφάλλονται |
| book 599 | [οἰὸς ἀώτῳ] ἐξ ἐρίων γὰρ πάλαι συνέστρεφον τὰ κῶλα— |
| book 599 | νεύροις. |
| book 608.1 | [ἔσχεθε] ἤτοι ἐπέσχε—καυλῷ δὲ 〈τῷ〉 τῆς ἐπιδορα‐ |
| book 608.2 | τίδος ἐν ᾧ ἐνίεται τὸ ξύλον. |
| book 611.1 | ὑπ’ ἀσπίδος] τὴν ὑπὸ τὴν ἀσπίδα—ἔφερον γὰρ καὶ |
| book 611.2 | ταῦτα πρὸς τὸ κατασχίσαι τὰς ναῦς. |
| book 612.1 | ἐλαΐνῳ] ἀπὸ τοῦ ἐλαία Ἀττικῶς ἐλαΐνος. πέλεκκον δέ φησι |
| book 612.2 | τὸν στειλειόν. |
| book 620.1 | [λείψετέ θην] ἤτοι οὐκέτι παρέσεσθε πολεμήσοντες περὶ τὰς |
| book 620.2 | νῆας τῶν Ἀχαιῶν. |
| book 623.1 | [κακαὶ κύνες] κύνας αὐτούς φησι ὡς κατωφερεῖς διὰ τὸν Ἀλέ‐ |
| book 623.2 | ξανδρον. |
| book 626.1 | [καὶ κτήματα πάντα] μετὰ γὰρ πολυτελοῦς—ἥκου‐ |
| book 626.2 | σα, ἥρπασται ἡ Ἑλένη. |
| book 638.1 | [τῶν κέν τις] τούτων μὲν πάντες ἐρῶσιν ἐμπλησθῆναι, πολέμου |
| book 638.2 | δὲ οὐδείς. |
| book 643.1 | [Πυλαιμένεος] οὐχ οὗτός ἐστιν ὁ ὑπὸ Διομήδους καὶ Ὀδυσσέως |
| book 643.2 | ἀναιρεθεὶς ἀρχὸς Παφλαγόνων «ἔνθα,» φησὶν, «Πυλαιμένεα ἑλέτην |
| book 643.3 | ἀτάλαντον Ἄρηϊ» (Il. V, 576.), ἀλλ’ ἐκεῖνος μὲν ἦν ὁ ἄρχων, οὗτος δὲ |
| book 643.4 | ὁ βασιλεύς. |
| book 654.1 | [θυμὸν ἀποπνείων] ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή. ἀκινη‐ |
| book 654.2 | τεῖ δὲ ὁ σκώληξ, ἤν τις αὐτοῦ ἅψηται. |
| book 657 | [ἀνέσαντες] ἤτοι καθίσαντες. |
| book 658 | ζητεῖται πῶς—λείβων. |
| book 659.1 | * [ποινὴ—τεθνηῶτος] ἐπεὶ ὁ Ἀλέξανδρος χαλεπήνας ὑπὲρ |
| book 659.2 | τοῦ ἀνῃρημένου Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ. |
| book 671.1 | [γναθμοῖο] γνάθον φασὶ, τὸν ὑπὸ τὸ οὖς τόπον, οἱ δὲ τὴν σια‐ |
| book 671.2 | γόνα. |
| book 677 | [τοῖος] ἤτοι μετὰ τοσαύτης προθυμίας. |
| book 678.1 | [πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν] οὐ πᾶν ἦν τοῦ θεοῦ, ἀλλὰ σὺν |
| book 678.2 | τῷ σθένει αὐτῶν καὶ αὐτὸς ἤμυνεν. |
| book 684 | [ζαχρηεῖς] λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν. |
| book 686 | Ἐπειοί] ὧν ἦρχεν ὁ Μέγης. |
| book 705.1 | πρυμνοῖσι] τοῖς περὶ τὴν σάρκα. συμπαθεῖν δὲ τοῖς ποσὶ τὰ κέ‐ |
| book 705.2 | ρατά φησιν ὁ Ἀριστοτέλης διὰ τὴν διάτασιν τῶν νεύρων· διὸ μετὰ κά‐ |
| book 705.3 | ματον ἀλείφεσθαι τὰ κέρατα αὐτῶν κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ. |
| book 707 | [τέλσον] τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς. |
| book 719 | [οἱ μὲν] ὁ Σαλαμίνιοι. |
| book 741 | ἔνθεν] ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον. |
| book 742.1 | [ἤ κεν] καθόλου ἑτέρας γνώμης ἐστὶν ὁ Πολυδάμας, ἀλλ’ οὐκ |
| book 742.2 | αὐτὴν ἐκφέρει· ἠπίστατο γὰρ τὸν Ἕκτορα μὴ δεξόμενον. |
| book 745.1 | δέδοικα μὴ ὥσπερ ἐν σταθμῷ ἀποδῶσιν ὥσπερ χρέος ἡμῖν τὴν |
| book 745.2 | χθὲς ἡμῶν νίκην καὶ εὐημερίαν, μήπως χθὲς ἡττωμένοι σήμερον νι‐ |
| book 745.3 | κήσωσιν. |
| book 748.1 | [ἅδε δ’ Ἕκτορι μῦθος] διδάσκει πείθεσθαι τοῖς καιροῖς· ἰδοὺ |
| book 748.2 | γὰρ πρότερον ἀπειθῶν ὁ Ἕκτωρ, νῦν διὰ τὸν καιρὸν πείθεται. |
| book 750 | [ἐρύκακε] μὴ ἔα χωρίζεσθαι. |
| book 756 | [ἀγαπήνορα] ἀγαπήνωρ ὁ διὰ τὴν ἀνδρείαν ἀγαπώμενος. |
| book 764.1 | [βεβλημένοι οὐτάμενοί τε] ἐβέβλητο μὲν Ἕλενος, οὔταστο δὲ |
| book 764.2 | Δηΐφοβος. |
| book 773 | σῶς] ἢ ἰσχυρὸς, ἢ σωζόμενος. |
| book 786 | αὐξήσω γὰρ τὴν ἀλκὴν ὅση δύναμις. |
| book 793.1 | [ἀμοιβοί] ἢ πεζοὶ ἢ ἀμειβόμενοι—ἐπεκούρησε Φρυξὶν, |
| book 793.2 | ἢ διάδοχοι τῶν προκαμόντων. |
| book 795 | [οἳ δ’ ἴσαν] οἱ περὶ τὸν Ἕκτορα. |
| book 796.1 | [ὑπὸ βροντῆς] μετὰ βροντῆς ἰοῦσα· ἐπιφέρεται μὲν γὰρ ὡς |
| book 796.2 | ἐπὶ τὸ πέδον, ἐπισκήπτει δὲ εἰς θάλασσαν. ἔστι δὲ σκηπτός. |
| book 798.1 | παφλάζοντα] ἐν τῷ ἀναζεῖν ἠχοῦντα. «παφλάζοντα» δὲ πρὸς |
| book 798.2 | τὸν ἦχον. |
| book 806 | [προποδίζων] ἠρέμα—τιθείς. |
| book 807 | [ὑπασπίδια βιβῶντι] μετ’ ἀσφαλείας βαίνοντι, ἀπὸ τοῦ βιβῶ. |
| book 814 | ἄφαρ] ῥᾳδίως. |
| book 1.1 | [Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχή] σφόδρα συνετῶς—γίνεται. |
| book 1.2 | τὸ «ἔλαθε» δὲ σημαίνει καὶ τὸ ἐκ προαιρέσεως—«καὶ |
| book 1.3 | τότ’ ἐγὼ Κίρκης λαθόμην» (Od. XII, 226). ζητεῖται δὲ πῶς ὁ |
| book 1.4 | Νέστωρ—ποιοῦντα. |
| book 11 | [ὅδ’ ἔχ’—ἑοῖο] πιθανῶς—αὐτήν. |
| book 15.1 | [ἐρέριπτο] κατεβέβλητο. ἔστι τὸ ῥῆμα ἐρείπω κατὰ πλεονασμὸν |
| book 15.2 | τοῦ τ 〈σημαῖνον τὸ πίπτω〉. σημαίνει δὲ καὶ τὸ καταβάλλω. |
| book 25.1 | λάκε] οἱ μὲν ἠλλάχθαι τὸν χρόνον, οἱ δὲ ἀντὶ τοῦ ἐλήκει ἐν‐ |
| book 25.2 | δείᾳ τοῦ ι· «ἄνοον κραδίην 〈ἔχες» (Il. XXI, 441) ἀντὶ τοῦ〉 ἔχεις, |
| book 25 | καὶ Ἰωνικῇ συστολῇ 〈τοῦ η〉. ὠνοματοποίηται δέ. ὅθεν καὶ ἡ λακίς. |
| book 35 | [κρόσσας] κρόσσαι καλοῦνται αἱ τειχομάχοι κλίμακες. |
| book 36.1 | [ὅσσον συνεέργαθον ἄκραι] ὅσον ἦν διάστημα, ὅσον συνέκλειον |
| book 36.2 | καὶ συνεδέσμουν αἱ τοῦ Ἑλλησπόντου ἄκραι, τὸ Ῥοίτειον καὶ τὸ Σίγειον. |
| book 36.3 | καὶ συνεδέσμουν supplément de Gen II*. |
| book 37.1 | [ὀψείοντες] ἰδεῖν θέλοντες. αὕτη ἡ παραγωγὴ ἡ διὰ τοῦ εἴω |
| book 37.2 | —μέχρι τοῦ παρατατικοῦ. |
| book 40.1 | [πτῆξε] τὸ εὔρωστον καὶ εὔρυθμον τῆς ἑκάστου ψυχῆς εἰς δέος |
| book 40.2 | ἤγαγε. γράφεται δὲ καὶ «πῆξεν» ἵν’ ᾖ ἀκίνητον ἐποίησεν. |
| book 61.1 | [ἔσται] τὸ «ἔσται» διαφέρει τοῦ γενήσεται—γενήσεται |
| book 61.2 | παῖς». |
| book 75 | ἐζήτηται πῶς—σωτηρίας. |
| book 77 | [ὕψι] τὸ γὰρ ὑγρὸν—προσόρμισις. |
| book 78.1 | ἀβρότη] ἐν ᾗ βροτὸς οὐκ ἀναστρέφεται, τουτέστιν ἐν ᾗ φόνος οὐ |
| book 78.2 | γίνεται. |
| book 83.1 | [ἕρκος ὀδόντων] περιφραστικῶς οἱ ὀδόντες, ἢ τροπικῶς αὐτὰ τὰ |
| book 83.2 | χείλη. |
| book 86.1 | [τολυπεύειν] κατεργάζεσθαι μεταφορικῶς· ἰδίως γὰρ τολύπη |
| book 86.2 | καλεῖται τὸ κατεργασμένον ἔριον. |
| book 108.1 | [ἀσμένῳ] ἀπὸ τῆς ἡσμένος—ὄνομα γέγονε. διὸ |
| book 108.2 | ἤμειψε τὸ πνεῦμα. |
| book 110 | [ἐγγὺς ἀνήρ] ἐζήτηται δὲ διὰ τί—λόγους. |
| book 120 | εὐσχημόνως—παρὰ Φερεκύδῃ. |
| book 120bis | διὰ τί νῦν—πείσωνται. |
| book 123.1 | [ὄρχατοι] ὀρύχατοι. ἢ παρὰ τὸ ἕρκει ἠσφαλίσθαι. ὄρχος ὄρ‐ |
| book 123.2 | χατος, ὡς μέσατος πάχετος. |
| book 124 | [πρόβατα] «πρόβατα» ἐκάλουν—ἀνθρώποις. |
| book 128.1 | [οὐτάμενοι] 〈εἴπερ εἴα〉 τὸ σημαινόμενον, ἦν 〈ἂν〉 ἀπὸ τοῦ |
| book 128.2 | οὔτημι ἐνεστῶτος. ἔστιν οὖν ἀπὸ τοῦ οὐτασμένος, ὡς ἐληλασμένος ἐλη‐ |
| book 128.3 | λαμένος. |
| book 142 | [σιφλώσειεν] τυφλώσειεν—εἰδεχθῆ. |
| book 145 | [κονίσσουσι] κόνεως—κόνιν. |
| book 147 | πῶς δὲ ὁ Ποσειδῶν—ἐνεδείκνυτο. |
| book 155 | [ποιπνύοντα] πονῶ, πονύω, πνύω, ποιπνύω, ἀναδίπλωσις. |
| book 158.1 | [στυγερός] μισητὸς ἢ στυγνοποιός· τὸ γὰρ μὴ κεχαρισμένον |
| book 158.2 | αὐτῇ ἐποίει. |
| book 163.1 | [παραδραθέειν] παρακατακλιθῆναι· Ἀττικοὶ ἀποδαρθεῖν φασιν |
| book 163.2 | αὐτὸ, ἐπεὶ τότε ἀποτιθέμεθα τὸ δρᾶν, ὅ ἐστι πράσσειν. |
| book 167.1 | [σταθμοῖσιν ἐπῆρσεν] παραστάσι ταῖς ἐπὶ τῶν θυρῶν· νῦν γὰρ |
| book 167.2 | τοῦτ’ αἰνίττεται, καὶ οὐ τὰς ἐπαύλεις ἐν αἷς ἵστανται τὰ θρέμματα. |
| book 168 | [κληῖδι κρυπτῇ] οὕτω καλοῦνται κληΐδες κρυπταὶ ...... |
| book 170.1 | κατὰ τοῦτο ὁ Ὅμηρος εὖ ἀνεστράφη μὴ προσαγαγὼν κομμω‐ |
| book 170.2 | τρίαν ἑτέραν, ὃ ἂν ἦν τι ἐπιμέμψιμον. |
| book 172 | [ἑδανῷ] εὐωδεῖ. οἱ δὲ ἡδεῖ, ἵν’ ᾖ αἴσθησις ἀντὶ αἰσθήσεως, |
| book 172.1 | ὡς παρὰ Καλλιμάχῳ· «λίχνος εἰμὶ καὶ τὸ πυθέσθαι». δασύνεται δὲ |
| book 172.2 | τὸ ἑδανός· παρὰ γὰρ τὸ ἥδω ἡδανός ἦν, καὶ κατὰ μεταβολὴν ἑδανός· |
| book 172.3 | τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖαν θέλει ἔχειν τὴν ἄρχουσαν· |
| book 172.5 | πιθανός, τραγανός. |
| book 178.1 | [ἑανὸν] νῦν πέπλον, παρὰ τὸ—τοῦ εὐδιαχύτου |
| book 178.2 | λέγει καὶ ἁπαλοῦ. |
| book 178.3 | [ἑανὸν ἕσατο] παρονομασία—πέπλον. |
| book 180.1 | [ἐνετῇσι] ἀντὶ τοῦ ἐνίεσθαι τοῖς ἱμαντίοις, ὅ ἐστιν ἐμπορ‐ |
| book 180.2 | πᾶσθαι. |
| book 181 | [θυσάνοις] παρὰ τὸ θύεσθαι, ὅ ἐστι κινεῖσθαι. |
| book 182.1 | [λοβοῖσιν] τοῖς ἀκροῖς τῶν ὠτίων, τοῖς ἁπαλοῖς. παρὰ τὸ λαμ‐ |
| book 182.2 | βάνειν καὶ δέχεσθαι λάβος ἦν. |
| book 183.1 | [τρίγληνα] πολλῆς θείας ἄξια—ἐκεχάνδει.» |
| book 183.2 | μορόεντα] μετὰ μόρου καὶ κακοπαθείας εἰργασμένα, περὶ ἃ ἐμό‐ |
| book 183.3 | ρησεν ὁ τεχνίτης, τουτέστιν ἔκαμε κατασκευάζων αὐτά. |
| book 185.1 | [νηγατέῳ] παρὰ τὸ τείνομαι τατὸς, γείνομαι γατὸς καὶ νεήγατος |
| book 185.2 | καὶ ὑπερθέσει τοῦ ε νηγάτεος. |
| book 201 | [θεῶν γένεσιν] θεῶν πατέρα—πάντων. |
| book 203.1 | [εὐρύοπα] τὸν μεγαλόφωνον. οἱ δὲ μεγαλόφθαλμον, τὸν πάντα |
| book 203.2 | ἐποπτεύοντα. |
| book 217.1 | [ἐν δ’ ὀαριστὺς πάρφασις] ἔνεστι δὲ καὶ ὁμιλία παραλογιστική. |
| book 217.2 | AT p. |
| book 217.3 | συναπτέον—δηλοῖ. |
| book 219.1 | κατάκρυψον τῷ ἰδίῳ κόλπῳ, φησὶ, διὰ τὴν πρὸς Δία ἐπι‐ |
| book 219.2 | βουλήν. |
| book 225 | [ῥίον] παρὰ τὸ ῥαίζειν καὶ καταλήγειν εἰς ὀξύ. |
| book 226.1 | [Πιερίην] χώρα ἐπὶ τῆς Μακεδονίας, οἱ δὲ ὄρος. Μακεδὼν ὁ |
| book 226.2 | Δίος—Μουσῶν. |
| book 227 | Θρῃκῶν ὄρεα] τὸν Ἄθων λέγει. |
| book 229.1 | [ἐξ Ἀθόω] Ἄθως ὅρος ἐν Θρᾴκῃ—παρὰ Ἡροδότῳ. |
| book 229.2 | Ἄθως ἀπὸ τοῦ Γίγαντος Ἄθω 〈ᾧ〉 Ποσειδῶν τὸ ὄρος ἐπέθηκε. |
| book 229.3 | τοῦτο δὲ διώρυξεν ὁ Ξέρξης καταπλῆξαι τοὺς Ἕλληνας θέλων. |
| book 229bis | [ἐξ Ἄθοω] προπαροξυτόνως· πλεονασμὸς γάρ ἐστι τὸ ο. |
| book 230.1 | [Λῆμνον δ’ εἰσαφίκανε] διὰ ποίαν αἰτίαν—παρέ‐ |
| book 230.2 | πεται. |
| book 235.1 | [εἰδέω] ἐκ τοῦ ἰδεῖν. Ἀττικῶς ἀντὶ τοῦ ὀφλῆσαι, ὡς Εὐριπί‐ |
| book 235.2 | δης· «ὦ παρθέν’—χάριν». |
| book 236.1 | [κοίμησον] ἀντὶ τοῦ κοίμισον. Αἰολικῶς ὡς τὸ 〈ψιμύθιον〉 ψη‐ |
| book 236.2 | μύθιον, ἢ ἐνήλλακται πρὸς τῆς διαθέσεως. |
| book 240.1 | [θρῆνυν] ἀρσενικῶς· «θρῆνυν ἐφ’ ἑπταπόδην» (II. XV, 729): |
| book 240.2 | οὐ γάρ ἐστιν οὐδέτερον εἰς υν λῆγον. εἴρηται δὲ παρὰ τὸ θρᾶνον, ὅ |
| book 240.3 | ἐστι μικρὸν ὑποπόδιον. |
| book 246 | [Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι] ἐπεὶ ἐξ ὑδάτων—φησιν. |
| book 249.1 | [ἄλλο τεῇ] νῦν ἄλλοτε, ἵν’ ᾖ ἐπίρρημα χρόνου δηλωτικόν. 〈καὶ |
| book 249.2 | ἀναγνωστέον〉 «ἤδη γάρ 〈με〉 καὶ ἄλλο τε〈ῇ κ. τ. λ.〉» ἵν’ ᾖ· «καὶ |
| book 249.3 | κατὰ ἄλλο ἐσωφρόνισέ 〈με τῇ σῇ〉 ἐντολῇ». καὶ λείπει ἡ κατά. |
| book 249 | [ἐφετμῇ] ἐντολῇ. νῦν δὲ τῇ ἀπειλῇ. |
| book 255.1 | [Κόωνδ’] εἰς τὴν Κῶν νῆσον—αἰτιατικήν. |
| book 255.2 | Ἡρακλῆς δὲ ἀνακομιζόμενος—παρὰ Φερεκύδῃ. |
| book 256.1 | [χαλέπαινεν ῥιπτάζων] ἀντιστροφὴ—ἔρριπτε. μή‐ |
| book 256.2 | ποτ’ οὖν τις ἀφ’ ἑτέρας ἀρχῆς ἀναγινώσκοι τὸ «ῥιπτάζων». |
| book 257 | [ῥιπτάζων] ἀπὸ τοῦ ῥίπτω, ὡς ἠλασκάζω, ἀλυσκάζω. |
| book 258 | [καί κέ μ’ ἄϊστον] καὶ ἂν ἰδών με—θάλασσαν. |
| book 259.1 | [δμήτειρα] ἡ δαμαστρία, ὅ ἐστιν ἄρχουσα. |
| book 259.2 | [θοῇ] ἢ ὅτι διὰ τὸν ὕπνον δοκεῖ θᾶττον ὡς πρὸς τὴν ἡμέραν παριέ‐ |
| book 259.3 | ναι, ἢ ὅτι θεία. |
| book 261 | [ἔρδοι] πράσσοι, ἐκ τοῦ ῥέζω, Βοιωτοὶ ῥέδω, ὑπερθέσει ἔρδω. |
| book 271.1 | [ἀάατον] ἄατον. ἀβλαβὲς μὲν—ἐπιόρκοις. ἀῶ |
| book 271.2 | ἀῶμαι ἀᾶται ἀασάμην· «ἀάσατο μέγα θυμῷ». (Il. IX, 537. XI 340) |
| book 271.3 | ἀατός ὡς περατός, καὶ ἀάατος ὡς ἀπέρατος. |
| book 272 | [χειρὶ δὲ τῇ ἑτέρῃ] τὰ βαρύτατα τῶν στοιχείων—ὑγρόν. |
| book 274.1 | [θεοὶ Κρόνον ἀμφὶς ἐόντες] τοὺς Τιτᾶνας λέγει· οὗτοι δέ εἰσιν |
| book 274.2 | —Κοῖος. Κρόνος ἐκ τοῦ χρόνου. |
| book 282 | [ἠέρα] ἐκ τοῦ ἀήρ. |
| book 283.1 | [Ἴδην—μητέρα θηρῶν] θηροτρόφος γὰρ ἡ Ἴδη διὰ τὸ πολὺ |
| book 283.2 | τῆς ὕλης. |
| book 291.1 | [Χαλκίδα—κύμινδιν] χαλκὶς ὄρνεον ἥτις καλεῖται καὶ κύ‐ |
| book 291.2 | μινδις ἀπὸ τῆς φωνῆς. ὁ κύμινδις οἰκεῖ μὲν—θηλυκῶς λέ‐ |
| book 291.3 | γεται. εὐεπίφορον δὲ καὶ εὔυπνον τὸ ὄρνεον, ἀεὶ δὲ τὴν κεφαλὴν ὑπὸ |
| book 291.4 | τοὺς κλάδους κρύπτει· ἐκ τούτου δὲ καὶ κύμινδις καλεῖται, παρὰ τὸ |
| book 291.5 | κοιμᾶσθαι· εὐεπίφορον γὰρ πρὸς ὕπνον, καθὼς εἴρηται. |
| book 296.1 | οἷον ὅτε—εἰς εὐνήν] Ἥραν τρεφομένην—Εὐφορίωνι. |
| book 296.2 | καὶ Ἀπολλόδωρος ἱστορεῖ κρύφα τὸν Δία τῇ Ἥρᾳ συγκεκαθευ‐ |
| book 296.3 | δηκέναι |
| book 307 | [πρυμνωρείῃ] πρυμνωρείας καλοῦσι τὰ κατώτατα τῶν ὀρῶν. |
| book 317 | [Ἰξιονίης] τῆς Ἰξιόνου γυναικὸς—ἐζεύχθη. |
| book 319.1 | [καλλισφύρου] ὁ τρόπος συνεκδοχή. |
| book 319.2 | [Δανάης] Δανάη Ἀκρισίου θυγάτηρ—Περσεύς. |
| book 321.1 | Φοίνικος κούρης] θυγατρὸς λέγει, τῆς Εὐρώπης. ἔνιοι δὲ— |
| book 321.2 | Σαρπηδόνος. |
| book 323.1 | [Σεμέλης] Σεμέλης τῆς Κάδμου θυγατρὸς—παρ’ Εὐριπίδῃ |
| book 323.2 | ἐν Βάκχαις. |
| book 323bis.1 | [Ἀλκμήνης] Ἀλκμήνης τῆς Ἠλεκτρύονος—Ἀμ‐ |
| book 323bis.2 | φιτρύωνος. |
| book 325 | [χάρμα βροτοῖσιν] διὰ τὸ εὑρεῖν συκῆν καὶ ἄμπελον. |
| book 326 | [καλλιπλοκάμοιο] ἀλληγορικῶς πλοκάμους—στά‐ |
| book 326 | χυσιν. |
| book 340.1 | [ἔνθ’ ἴομεν—εὔαδεν] ὅτι εἰς τόπον τὸ «ἔνθα». τοῦ δὲ |
| book 340.2 | «εὔαδε»—δασυντέον. |
| book 351.1 | [στιλπναί] παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός 〈παρὰ |
| book 351.2 | τὸ στίλβω στιλπνόσ〉. |
| book 351.3 | [ἔερσαι] τὸ «ἔερσαι» προπαροξύτονον· ἡ γὰρ εὐθεῖα ἔερσα καὶ |
| book 351.4 | μεταβολῇ τοῦ α εἰς η ἐέρση, ὡς ἀέλλα ἀέλλη. |
| book 372.1 | [παναίθῃσιν] βαρυτονητέον τὸ «παναίθῃσι»—ἀνα‐ |
| book 372.2 | λόγως βαρύνεται, τὸ δὲ ἀναρρόη βαρυνόμενον παρ’ αὐτοῖς σημειωτέον. |
| book 376 | [ὀλίγον] ποσότης ἀντὶ πηλικότητος. |
| book 387.1 | [δαΐ] δαίω, δαίσω, δαΐς, δηΐς, ὅθεν δήϊος, —εἴτε |
| book 387.2 | συγκέκοπται. |
| book 396.1 | [βρόμος] ἐκ τοῦ βρέμω βρόμος, ὅθεν καὶ τὸν Διόνυσον ὄντα |
| book 396.2 | ἔφορον τοῦ πυρὸς καὶ αὐτὸν Βρόμον καλοῦσι· «Βοιωτὸν, βρόμιον, βακ‐ |
| book 396.3 | χεύτορα, βοτρυοχαίτην» (Anthol. Pal. IX, 524, 2.)· ἀντὶ τοῦ τὸν ἐπὶ |
| book 396.4 | τοῦ πυρός—πυρογενής ἐστιν. |
| book 396.5.1 | οὔτε πυρὸς τόσσός γε πέλει βρόμος] Ἀρίσταρχος μίαν ὀξεῖαν ποιεῖ, |
| book 396.5.2 | ὁ δὲ Ἀσκαλωνίτης καὶ τὴν σος ὀξύνει, οὐκ εὖ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει |
| book 396.5.3 | 〈τὸν〉 τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων· ἡ γὰρ 〈διὰ τοῦ〉 γέ ἐπέκτασις |
| book 396.5.4 | τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· ἔμοιγε, ἔγωγε. |
| book 406.1 | διὰ τούτων παραδίδωσιν τρωτὸν αὐτὸν ὁ ποιητὴς, καὶ οὐχ ὡς |
| book 406.2 | οἱ νεώτεροι αὐτὸν ἱστοροῦσιν ἄτρωτον. |
| book 413 | [στρόμβον] ὡς ῥόμβον περιφερῆ—πλήξας. |
| book 419 | [ἑάφθη] ἀπὸ τοῦ ἕπω, ἕψω, εἷφα, εἷμμαι, εἵφθη καὶ ἥφθη καὶ |
| book 419 | ἑάφθη. |
| book 465.1 | [ἐν συνεοχμῷ] ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ. |
| book 465.2 | [συνεοχμῷ] ἐοχμός· ἔχω, ἐχμός καὶ διπλώσει ὡς ἐέλδωρ ἐοχμός, ὡς |
| book 465.3 | πλεγμός. ἔστι δὲ καθὸ συνδέδεται ὁ τράχηλος τῇ κεφαλῇ. |
| book 466.1 | [ἀστράγαλον] «ἀστράγαλον» νῦν φησι τὸν σφόνδυλον τὸν ἐν τῷ |
| book 466.2 | ἰνίῳ. |
| book 466.3 | [ἀστράγαλον] εἴρηται ἀστράγαλος κατὰ ἀντίφρασιν· πολύστρεπτος |
| book 466.4 | γάρ ἐστιν. |
| book 471.1 | [ἦ ῥ’ οὐχ—Προθοήνορος ἀντὶ πεφάσθαι] ἀντὶ τοῦ |
| book 471.2 | Προθοήνορος πεφονεῦσθαι. ἀναστροφὴ ὁ τρόπος. |
| book 499.1 | [ὃ δὲ φῆ] Ἀρίσταρχος τὸ «φῆ» ῥῆμα ἐκδέχεται καὶ ἀθετεῖ |
| book 499.2 | τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι ὡς τὸ «τοῖσι δὲ καὶ μετέ‐ |
| book 499.3 | ειπε Γερήνιος ἱππότα Νέστωρ, ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέ‐ |
| book 499.4 | ειπεν» καὶ «ἔπος—διεσήμαινεν. πρὸς δὲ Ζηνόδοτόν φα‐ |
| book 499.5.1 | μεν ὡς οὐδέποτε παρὰ τῷ ποιητῇ τὸ φῆ ἀντὶ τοῦ ὡς παραλαμβάνεται. |
| book 499.5.2 | [ὃ δὲ φῆ κώδειαν ἀνασχών] λείπει δὲ τὸ ὡς, ἵν’ ἧ· «ὡς κώδειαν ἀνα‐ |
| book 499.5.3 | τείνας». κώδεια δέ ἐστιν ἡ τῆς μήκωνος κεφαλὴ, ἥ ἐστιν εἶδος βοτάνης. |
| book 499 | οὕτως οὖν εἶπε· «φησὶ τὴν κεφαλὴν ἀνατείνας». |
| book 2-3.1 | ὑποστικτέον ἐπὶ τὸ «χερσίν»· ἡ γὰρ ἀνταπόδοσις· «οἱ μὲν |
| book 2-3.2 | δὴ ὄχεσφιν». |
| book 4.1 | [ὑπαὶ δείους] τὸ «ὑπαὶ δείους» δύναται 〈καὶ τοῖς ἑξῆς συνά‐ |
| book 4.2 | πτεσθαι καὶ τοῖς ἡγουμένοισ〉. ἢ «χλωροὶ ὑπαὶ δείους», ἢ πεφοβημένοι |
| book 4.3 | ὑπαὶ δείους. |
| book 4.4 | [δείους] ὅτι Ἰωνικῶς συναιρεῖ Ὅμηρος τὰς γενικὰς τῶν οὐδετέρων. |
| book 4.5.1 | [δείους] εἴωθεν Ἰωνικῶς—καὶ ἐν τῷ «ἥ ῥα κατὰ |
| book 4.5.2 | σπείους.» (Od. XVII 405). |
| book 10.1 | [εἴατο] Ἀρίσταρχος ψιλῶς ἀπὸ τοῦ εἰμὶ ἐκδεχόμενος 〈ἀντὶ τοῦ〉 |
| book 10.2 | ὑπῆρχον· «ἔνθ’ ἄρα οἱ μύλαι εἴατο» (Od. XX, 106). ὁ δὲ Ἡρωδιανὸς |
| book 10.3 | δασύνει ἀπὸ τοῦ ἧμαι, τοῦ δηλοῦντος τὸ κάθημαι. καὶ ἔστιν ἀντὶ τοῦ |
| book 10.4 | διέτριβον· «ὡς ἧμαι ἐν Τροίῃ σέ τε κήδων» (Il. XXIV, 542). καὶ |
| book 10.5 | λέγομεν ὅτι παρακάθηται τὴν πόλιν ὁ στρατὸς, ἀντὶ τοῦ προσεδρεύει. |
| book 10 | Jusqu’ à τὸ κάθημαι |
| book 10bis.1 | [ἀπινύσσων] Ἀρίσταρχος διὰ δύο ς, Ἀριστοφάνης «ἀπινύσκων». |
| book 10bis.2 | βαρύνεται δὲ ὡς μείρω ἀμείρω. |
| book 17 | [ἐπαύρηαι] προπαροξυτόνως· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. |
| book 17bis.1 | ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω] καὶ ἔμπροσθεν—τῶν |
| book 17bis.2 | ὑγρῶν. |
| book 18 | τοὺς τῆς Ἥρας δεσμοὺς—συνδεδέσθαι. |
| book 37 | [Στυγὸς ὕδωρ] ἐπεὶ ἡ Στὺξ—Διός. |
| book 53 | [καὶ ἀτρεκέως] δὶς τὸ αὐτό φησιν ἐπιτάσεως χάριν. |
| book 80.1 | [ὡς δ’ ὅτ’—ἀνέρος] ὥσπερ δὲ νοῦς— |
| book 80.2 | Ὄλυμπον. |
| book 82.1 | σημείωσαι· τὸ «εἴην»—ἐπιλογιζομένου. οἷον πορευ‐ |
| book 82.2 | οίμην—πορευοίμην. |
| book 87 | [Θέμιστι] Θέμις μία τῶν Τιτάνων. |
| book 99 | [εὔφρων] εὐφραινόμενος, ἐκ τοῦ φρῶ, τὸ προιῶ. |
| book 101 | [ἐγέλασσε] οὗτος ὁ γέλως—θεούς. |
| book 116 | οὗτός ἐστιν ὁ ἀλλοπροσάλληλος—ἀδικήματος. |
| book 121 | μείζων] τοῦ ἐν τῇ Α πρὸς Ἀθηνᾶν καὶ Ἥραν καὶ Ποσειδῶνα. |
| book 138.1 | [ἑῆος] Ἀπολλώνιός φησιν ἐν τῷ περὶ ἐπιρρημάτων· «ἠΰς καὶ |
| book 138.2 | γενικὴ ἠέος καὶ ὑπερθέσει τοῦ ε ἐῆος». |
| book 141 | [γενέην τε τόκον τε] τοὺς γονεῖς—ῥύεσθαι. |
| book 150 | [πετέσθην] ὑπερβολικῶς—πτερωτός. |
| book 189 | φυσικὴ φαίνεται—ἀπωλείας. |
| book 193.1 | κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται καὶ |
| book 193.2 | τὰ λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ—κέκτηται στοιχείων. |
| book 194.1 | τῶ ῥα καὶ οὔτι Διὸς] διὸ οὐδαμῶς τοῦ Διὸς ἐπιστροφὴν ποιοῦμαι, |
| book 194.2 | οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι. Δημήτριος δὲ ἀποβήσομαι, |
| book 194.3 | εἴξω—βέῃ», ἢ οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον. |
| book 196.1 | χερσὶ δὲ μή τί με] μηδὲ ὡς χερσὶ κακὸν ὄντα— |
| book 196.2 | ὑπερέχων. |
| book 226.1 | [οἷ αὐτῷ] καθόλου ἡ «οἷ», ὁπότε προηγεῖται τῆς αὐτός ἀντω‐ |
| book 226.2 | νυμίας, κατὰ δοτικὴν πτῶσιν ὀρθοτονεῖται, εἴτε εἰς ἁπλῆν ἡ μετάληψις, |
| book 226.3 | εἴτε εἰς σύνθετον. μεμπτέον 〈οὖν〉 ἐκείνην τὴν ἀνάγνωσιν· «ἀλλ’ οἱ |
| book 226.4 | αὐτῷ Ζεὺς ὀλέσειε βίην» (Od. IV, 667—668). |
| book 229.1 | ἀλλὰ σύ γ’ ἐν χείρεσσιν ἄγε] Κρόνος χρησμὸν λαβὼν— |
| book 229.2 | προσαγορευθῆναι |
| book 238 | [φασσοφόνῳ] τῷ τὰς φάσσας φονεύοντι. |
| book 240 | [ἐσαγείρετο θυμόν] συνῆγε τὴν ψυχήν. |
| book 245.1 | [που] 〈τὸ〉 παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τυχόν, ἴσως· «ἴσως ἂν |
| book 245.2 | ἀμφιγνοίης.» |
| book 246 | [ὀλιγοδρανέων] δραίνειν τὸ ἰσχύειν. |
| book 252 | [ἐπεὶ φίλον ἄϊον ἦτορ] ἐπεὶ ἠσθόμην—τὸ ἠσθόμην. |
| book 256.1 | [χρυσάορον] τὸν χρυσοῦν ἀορτῆρα τῆς φαρέτρας ἢ τῆς κιθά‐ |
| book 256.2 | ρας ἔχοντα, οὐκέτι δὲ 〈τοῦ〉 ξίφους· ἁγνὸς γὰρ ὁ θεός. Jusqu’ à ἔχοντα |
| book 256.3 | Ἑρμῆς ὁ Διὸς—ἀορτῆρος. |
| book 273.1 | [ἠλίβατος] ἧς ἄν τις διαμάρτοι τῆς ἐπιβάσεως διὰ τὸ πολὺ |
| book 273.2 | ὕψος· ἀλιτεῖν γὰρ τὸ διαμαρτεῖν. |
| book 317.1 | [λιλαιόμενα] ἔστι λῶ, λαίω, λιλαίω, ὡς κερῶ κεραίω· «ζωρό‐ |
| book 317.2 | τερον δὲ κέραιε». (Il. IX, 203) |
| book 320.1 | [κατένωπα] Ἀρίσταρχος ὡς «ἰῶκά τε δακρυόεσσαν» (Il. XI, |
| book 320.2 | 601) περισπωμένως, ὡς μεταπλασμὸν τοῦ ἐνωπήν. τινὲς δὲ προπα‐ |
| book 320.3 | ροξυτόνως, ὡς ἔναντα, ἀντὶ τοῦ ἐξ ἐναντίας. οἱ δὲ ἐκ φανεροῦ πρώην |
| book 320.4 | γὰρ αὐτὴν εἶχεν· «εἵμενος ὤμοιιν νεφέλην» (v. 308). |
| book 341.1 | Πάρις] εἴρηται ὅτι Ἑκάβη κυοφοροῦσα Ἀλέξανδρον— |
| book 341.2 | ἐξέθετο εἰς Ἴδην. ὁ δὲ εὑρὼν αὐτὸν ποιμὴν διὰ τὸ μὴ— |
| book 341.3 | Πάρις. ἡ ἱστορία παρ’ Εὐφορίωνι. |
| book 365 | ἤϊε] ἔστιν ἐπίθετον Ἀπόλλωνος—παραδίδωσιν. |
| book 410.1 | [στάθμη] ἐργαλεῖον τεκτονικὸν—μέλανι χρώματι |
| book 410.2 | κεχρισμένον. |
| book 412 | [εὖ εἰδῇ σοφίης] τὸ γὰρ παλαιὸν—καὶ ἄπταιστον |
| book 412 | τῆς ἐπιστήμης, ἥτις ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων. |
| book 412bis.1 | [ὑποθημοσύνῃσιν] ἤτοι ταῖς σοφίσεσι καὶ ὑποθήκαις καὶ διδα‐ |
| book 412bis.2 | σκαλίαις. |
| book 431 | [Κυθήριον] Κύθηρα δὲ νησίδιον—τὴν θεόν. |
| book 467.1 | πᾶσαν δὴ τὴν εἰς τὸν πόλεμον ἡμῶν προθυμίαν θεός τις κωλύει |
| book 467.2 | καὶ παρασπᾶται |
| book 498 | κλῆρος] χωρικὴ—διενέμοντο. |
| book 511 | βέλτιον πρὸς βραχὺ—ταλαιπωρεῖν καὶ καταπονεῖσθαι. |
| book 518 | [Κυλλήνιον] Ἀρκάδα—ὁμώνυμος. |
| book 520.1 | ὕπαιθα] τὴν πυρωτικὴν καὶ ὀξεῖαν ὁρμὴν ἐκείνου οὗτος ἐξέ‐ |
| book 520.2 | κλινεν. |
| book 531.1 | [ἤγαγεν] ἀντὶ τοῦ ἐκόμισε· φέρεται γὰρ ὡς αὐτοκίνητον τὸ ἔμ‐ |
| book 531.2 | ψυχον, κομίζεται δὲ τὸ ἄψυχον. |
| book 536.1 | [κύμβαχον] τὸ κατ’ ἄκρον κενὸν τῆς περικεφαλαίας, ᾧ ἐμβάλ‐ |
| book 536.2 | λεται ὁ λόφος. λόφος δὲ αὐτὸ τὸ ἐπανάστημά φησιν. |
| book 545.1 | [κασιγνήτοισι] νῦν πᾶσι τοῖς συγγενέσι· σημειοῦται γὰρ ὅτι |
| book 545.2 | τοὺς ἀνεψιοὺς—ὁ δὲ Πηλέως. |
| book 561.1 | [καὶ αἰδῶ θέσθε] καὶ αἰδεῖσθε, ἵνα μὴ πρὸς τοὺς ἄλλους ἀν‐ |
| book 561.2 | θρώπους κακὸς διαδοθῇ περὶ ὑμῶν λόγος. |
| book 625.1 | [ἀνεμοτρεφές] ὑπὸ ἀνέμου ηὐξημένου—Πλούταρχος |
| book 625.2 | ἐν μελέταις Ὁμηρικαῖς. |
| book 628.1 | [τυτθὸν γὰρ ὑπ’ ἐκ θανάτοιο φέρονται] ὀλίγον δὲ ἀπέχουσι τοῦ |
| book 628.2 | θανάτου. πρῶτος δὲ εἶπε—τοῦ θανάτου. |
| book 634.1 | [πρώτῃσι καὶ ὑστατίῃσι] ὁ «καὶ» σύνδεσμος ἀντὶ τοῦ ἤ κεῖται |
| book 634.2 | διαζευκτικοῦ. 〈ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραισ〉, ὅπερ |
| book 634 | ἄμεινον, ἵν’ ᾖ· ταῖς πρώταις καὶ ὑστάταις. |
| book 639 | [Κοπρῆος] οὗτος δὲ ὁ Κοπρεὺς—εἰσελθεῖν. |
| book 679.1 | [κελητίζειν εὖ εἰδώς] ἵππον κέλητα ἐλαύνειν ἐπιστάμενος. κέλης |
| book 679.2 | ὁ μονάμπυξ, ὁ νῦν λεγόμενος σελλάριος, ἐπεὶ τὸ παλαιὸν ὡς ἐπὶ πᾶν |
| book 679.3 | τοῖς ἅρμασιν ἐχρῶντο. |
| book 679bis.1 | [κελητίζειν] ἀζυγεῖ ἵππῳ ἐποχεῖσθαι καὶ ἑνὶ μόνῳ ἱππάζεσθαι· |
| book 679bis.2 | κέλης γὰρ λέγεται ὁ μόνος ἵππος. |
| book 705.1 | [ὠκυάλου] τῆς ταχέως πλεούσης. ἐψιλώθη δὲ ἕνεκα τῶν πα‐ |
| book 705.2 | λαιῶν γραμματικῶν· παραγωγὴν γὰρ ἐδέξαντο καὶ οὐ σύνθεσιν τῆς |
| book 705.3 | ἁλός ἵππαλος, μίκκαλος σίμαλος, πεισθέντες κἀκ τοῦ «ὠκυάλοις πο‐ |
| book 705.4 | δῶν ἀναρρήγμασιν», ἀντὶ τοῦ ὠκέσιν· ἡ γὰρ ἁλός ἐπὶ μὲν κυρίων |
| book 705.5.1 | ψιλοῦται· Εὐρύαλος, Ἀμφίαλος· ἐπὶ δὲ ἐπιθέτων δασύνεται· «ἀμ‐ |
| book 705.5.2 | φιάλῳ Ἰθάκῃ» (Od. I. 386 et alias). ὥστε ἐλέγχεται τὸ ὠκύαλος ψι‐ |
| book 705.5.3 | λωθέν, ὡς τὸ «ταλαύρινον πολεμιστήν». (Il. 5, 289). |
| book 705.5.4 | ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν μόνην τὴν τοῦ Πρωτεσιλάου παρέ‐ |
| book 705.5.5 | δωκε ναῦν καιομένην; ῥητέον ὅτι διὰ τὴν ἱστορίαν, 〈ἢ ὅτι〉 ᾐδέσθη |
| book 705.10.1 | τῶν ζώντων τινὸς ἐμπρῆσαι Ὅμηρος, μήπως ἀνανδρίαν αὐτοῦ τινι |
| book 705.10.2 | δόξῃ καταγιγνώσκειν. |
| book 717 | [ἄφλαστον] τὸ λεγόμενον—ὑπάρχει. |
| book 719 | [νῦν] ἀρτίως, ἀντὶ πάντων τῶν τολμηθέντων—ναῦς. |
| book 729 | [θρῆνυν] ὑποπόδιον. βέλτιον δὲ «θρῆνυν» καλεῖσθαι ὑπὸ Ὁμή‐ |
| book 729.1 | ρου τὰς καθέδρας τῶν ἐρετῶν· ἀναθορὼν γὰρ ἐπὶ τῆς νεὼς κατὰ |
| book 729.2 | τῶν στρωμάτων ἐπὶ ταύτας ἀφικνεῖται—ἀπὸ νεὼς ἐπὶ νῆα. |
| book 741.1 | [μειλιχίῃ] Ἀρίσταρχος κατὰ δοτικὴν, ἵν’ ἦ ὁ λόγος· φῶς ἡμῖν |
| book 741.2 | ἐν ταῖς χερσίν ἐστιν, οὐκ ἐν τῇ μειλιχίᾳ τοῦ πολέμου. ὁ δὲ Θρᾷξ φη‐ |
| book 741.3 | σιν· «οὐκ ἔστι προσήνεια πολέμου, ἀλλ’ εἰρήνης». |
| book 741.4 | [τῷ ἐν χερσὶ φόως—μειλιχίῃ] οὐ γὰρ ἐν τῷ μειλιχίους ἡμᾶς |
| book 741.5.1 | καὶ πρᾴους εἶναι τοῖς πολεμίοις, ὅ ἐστιν 〈ἐν τῇ〉 περὶ τὸν πόλεμον φιλαν‐ |
| book 741.5.2 | θρωπίᾳ, 〈ἀλλ’ ἐν ταῖς χερσὶν ἡμῶν καὶ τῷ μάχεσθαι ἡ σωτηρία〉. |
| book 741.5.3 | [τῷ ἐν χερσὶ φόως—μειλιχίῃ]. τὸ δὲ ἑξῆς φησιν· οὐχ |
| book 741.5.4 | ἡ προσήνεια τοῦ πολέμου οἰκεία, ἀλλ’ εἰρήνης. ἢ ἐπὶ δοτικῆς πτώσεως· |
| book 741.5.5 | οὐκ ἐν τῷ προσηνῶς πολεμεῖν ἐστιν ἡ ἐπιφάνεια, ἐν ταῖς χερσὶ δέ· |
| book 742 | [μαιμώων] μανιωδῶς καὶ ἀκατασχέτως ὁρμῶν. |
| book 742 | [μαιμώων] παρὰ τὸ μῶ τὸ ζητῶ. |
| book 1.1 | Δραματικὴ ἡ πῖ ῥαψωδία· Πατρόκλου μὲν γὰρ ἔξοδος ἐπὶ τὸν |
| book 1.2 | πόλεμον καὶ ἀριστεία πολλὴ, καὶ μετὰ τὴν ἀριστείαν θάνατος. |
| book 3 | [μελάνυδρος] βαθεῖα—καταυγάζεται. |
| book 12 | [ἦ] περισπῶνται οἱ σύνδεσμοι ὡς ἐρωτηματικοί. |
| book 13.1 | [ἔξ] βραχὺ διάστημα μετὰ τὴν πρόθεσιν, ἵνα μὴ σύνθετον |
| book 13.2 | νομισθῇ τὸ «ἒξ ἔκλυες». |
| book 14 | [Μενοίτιον] Αἰακὸς—Φιλοστεφάνῳ |
| book 25 | ζητεῖται πῶς Πάτροκλος—ἠγωνία. |
| book 26.1 | [δουρίκλυτος] τὸ κλυτός συντιθέμενος μετὰ πτωτικῶν βαρύνεται· |
| book 26.2 | «τοξόκλυτος». παρὰ δὲ ἀπτώτοις ὀξύνεται· «ἀγακλυτός». σημειῶδες τὸ |
| book 26.3 | «ναυσικλυτός.» ὅτι δὲ συντέθειται μαρτυρεῖ τὸ ναυσί. τὸ δὲ «δουρὶ |
| book 26.4 | κλυτός» ἐν παραθέσει. |
| book 37 | Θέτις καταναγκασθεῖσα—παρὰ Λυκόφρονι. |
| book 42 | ἴσκοντες] ἀπὸ τοῦ εἴδω τὸ ε ἀπέβαλε διὰ τὴν εἰς σκω παραγω‐ |
| book 42 | γήν. |
| book 57.1 | πόλιν] νῦν τὸ πλῆθος τῶν Τρώων· πόλις γὰρ διχῶς λέγεται, |
| book 57.2 | ἥ τε κατασκευὴ τῶν οἰκοδομημάτων καὶ τὸ κατοικοῦν πλῆθος. |
| book 66 | [εἰ δή] εἰ δὴ 〈τὸ〉 τῶν Τρώων—πλῆθος. |
| book 70 | [οὐ γὰρ—μέτωπον] οὐχ ὁρῶσι γὰρ ἐμὲ μαχόμενον. |
| book 72-73.1 | [εἴ μοι κρείων Ἀγαμέμνων ἤπια εἰδείη] εἰ προσηνής μοι |
| book 72-73.2 | καὶ εὔνους ὑπάρχοι ὁ Ἀγαμέμνων. |
| book 95.1 | [πάλιν τρωπᾶσθαι] κατὰ διάλυσιν, ἐπεὶ τὸ «πάλιν» τοῖς ῥή‐ |
| book 95.2 | μασι κατὰ διάλυσιν προστίθεται. |
| book 99.1 | [ἐκδύμεν] ἀπαρέμφατόν ἐστιν, ἵνα ᾖ· ἡμῖν τὸν ὄλεθρον ἐκ‐ |
| book 99.2 | δῦναι γένοιτο· τοῦτο γὰρ λείπει. |
| book 100.1 | [κρήδεμνα] ἰδίως κρήδεμνον καλεῖται τὸ τῆς κεφαλῆς κάλυμ‐ |
| book 100.2 | μα τὸ γυναικεῖον. |
| book 106.1 | [καπφάλαρα] «φάλαρα» δέ ἐστι τὰ κατὰ τὸ μέσον— |
| book 106.2 | ἐντίθεται. |
| book 120.1 | [μάχης ἐπὶ μήδεα κείρει] ἀντὶ τοῦ 〈τὰ〉 τῶν μαχομένων ἐν‐ |
| book 120.2 | θυμήματα ἐλαττοῖ, κατὰ μεταφορὰν τῶν τειρομένων. |
| book 126.1 | [ἱπποκέλευθε] ἐφ’ ἵππων ποιούμενε τὴν κέλευθον, οἷον ταχύ‐ |
| book 126.2 | τατε ἱππικὲ, οἱονεὶ παραπλησίαν ὁρμὴν ἵπποις ἔχων. |
| book 126.3 | κέλευθον |
| book 140.1 | [ἔγχος δ’ οὐχ ἕλετο] προκατεσκεύακε μόνον αὐτὸ—ποιή‐ |
| book 140.2 | σαντι. |
| book 150 | [Ἅρπυια] ἤτοι ἀνέμου εἶδος—ἐχούσης. |
| book 160 | [ἀγεληδόν] ἐπίρρημα παραβολῆς δηλωτικόν. |
| book 161.1 | [λάψοντες] πεποίηται ἡ λέξις ἀπὸ τῆς τῶν κυνῶν γλώττης, |
| book 161.2 | ὅταν πίνωσιν, καὶ ἔστιν ὀνοματοποιΐα ὁ τρόπος. |
| book 174 | [Σπερχειοῖο] Σπερχειὸς ποταμὸς Θεσσαλίας. |
| book 174 | [διιπετέος] ἤτοι ἀπὸ τοῦ Διὸς πεπτωκότος—διαφανοῦς. |
| book 175 | [Πολυδώρη] ἐκ τίνος Πηλεὺς—τῆς Ἀλκμαίωνος. |
| book 180 | [παρθένιος] ὁ ἐκ νομιζομένης—φθαρείσης λαθραίως. |
| book 183 | [κελαδεινῆς] κυνηγετικῆς—ἀϋτήν. |
| book 185.1 | [ἀκάκητα] ὁ μὴ δυνάμενος κακωθῆναι ὑπὸ ἑτέρου, μήτε δὲ |
| book 185.2 | κακῶσαι ἀρετήν, ὅθεν καὶ «δοτὴρ ἐάων», τουτέστιν ἀγαθῶν. |
| book 187.1 | [μογοστόκος] μογοῦσα καὶ πονουμένη περὶ τοὺς τόκους, οἷον |
| book 187.2 | λοχευτρία. |
| book 188.1 | [πρὸ φόωσδε] εἰς τὸ φῶς, εἰς τὸ φανερόν. περισσεύει δὲ ἡ |
| book 188.2 | «πρό» πρόθεσις. |
| book 224 | [οὔλων] μαλακῶν καὶ τρυφερῶν, ἢ κροκυδιστῶν, καθαρῶν. |
| book 233.1 | Δωδωναῖε] Δευκαλίων μετὰ τὸν ἐπ’ αὐτοῦ—καὶ |
| book 233.2 | Ἀκεστοδώρῳ. |
| book 233bis.1 | Πελασγικέ] Θεσσαλικέ· Πελασγία γὰρ πρότερον ἡ Θεσσαλία |
| book 233bis.2 | ἐκαλεῖτο. ἐξ οὗ θαυμαστὸς 〈ὡσ〉 καὶ ὑπὸ Πελασγῶν τιμώμενος, ἐπεὶ |
| book 233bis.3 | Πελασγοὶ κατῴκησαν τὴν Δωδώνην ἐκβληθέντες ἀπὸ Βοιωτίας ὑπὸ |
| book 233bis.4 | Αἰολέων. |
| book 233bis.5 | [Πελασγικέ] ἐξ Ἄρνης τῆς Φθιώτιδος. ἡ μέντοι πόλις Πελασγία. |
| book 234.1 | [Σελλοί] ἔθνος—Σελλήεντος. Πίνδαρος δὲ Ἑλλοὺς |
| book 234.2 | αὐτοὺς κληθῆναι χωρὶς τοῦ σ—τὸ μαντεῖον. |
| book 234.3 | Σελλήεντος |
| book 235.1 | ὑποφῆται] οἱ μάντεις, ἱερεῖς χρησμῳδοί, θεολόγοι— |
| book 235.2 | ἐκφέροντας. ἤγουν τῶν προρρηθέντων χρηστηρίων ὑποφήτης εἴρηται |
| book 235.3 | ὁ χρησμοῦ καὶ προγνώσεως ἠξιωμένος. |
| book 235.4 | ἀνιπτόποδες] ἐὰν μὲν ψιλῶς, ποδονίπτροις μὴ χρώμενοι διὰ τὸ κα‐ |
| book 235.5.1 | θαρὸν καὶ ἁγνὸν καὶ διὰ τὸ μὴ ἐξιέναι τοῦ σηκοῦ, ἐὰν δὲ δασέως, οἱ |
| book 235.5.2 | ἀναπηδῶντες καὶ δίκην πτηνῶν ἀναπετόμενοι ἐν τῷ ἐνθουσιασμῷ. |
| book 248.1 | [ξὺν πᾶσι] κατὰ παράθεσιν καὶ διὰ τοῦ ν ἡ γραφή, ἐν δὲ |
| book 248.2 | τῷ «σύμπασι Πυλίοισιν» (Od. III, 59) προπαροξυτόνως ἀνεγνώσθη, |
| book 248.3 | καὶ διὰ τοῦ μ ἡ γραφή. |
| book 264.1 | [οἳ δ’ ἄλκιμον ἦτορ ἔχοντες] ἀκόλουθον ἦν εἰρηκέναι «τῶν |
| book 264.2 | δ’ ἄλκιμον ἦτορ ἐχόντων». |
| book 266.1 | πρόσω πᾶς πέτεται] τουτέστι προθύμως εἰς τὸ ἔμπροσθεν ἔβαι‐ |
| book 266.2 | νον, ἀπὸ μεταφορᾶς τοῦ πέτεσθαι. |
| book 300.1 | [ὑπερράγη] αἴφνης διέλαμψεν—αἰθέρος ἀστέρες |
| book 300.2 | νεφέλης ῥαγείσης. |
| book 324.1 | [ἀπὸ δ’ ὀστέον ἄχρις ἄραξεν] ἄχρις τοῦ ὀστέου ἀπέσχισε τὴν |
| book 324.2 | σάρκα. |
| book 365 | πῶς αἰθέρος; τὰ γὰρ πάθη—αἰθέρι. |
| book 369 | [ἀέκοντας] ἐν σχήματι—ὃν ἀέκοντα. |
| book 390.1 | [κλιτύς] ἐχρῆν τὸ «κλιτύς» περισπᾶν, ἀνεγνώσθη δὲ κατ’ |
| book 390.2 | ὀξεῖαν τάσιν, ὡς καὶ τὸ «γραπτὺς ἀλεείνων» (Od. XXIV, 228). ἀμφό‐ |
| book 390.3 | τερα δὲ 〈καὶ〉 περισπᾶται. |
| book 392.1 | [ἐπὶ κὰρ] ἤτοι ἄνωθεν—κάταντες. τὸ δὲ «κάρ» |
| book 392.2 | εἰ ἔστιν ἀποκοπὴ, τοῦ κάρη ἐστὶν ἀποκοπὴ, οὐ τοῦ κάρα· οὐ λέγει |
| book 392.3 | γὰρ ὁ ποιητής ποτε κάρα—πληθυντικά. |
| book 407 | [ἱερὸν ἰχθὺν] ἤτοι μέγαν—λιμοῦ. |
| book 428.1 | [γαμψώνυχες] ἐπικαμπεῖς ὄνυχας ἔχοντες, «ἀγκυλοχεῖλαι» δὲ |
| book 428.2 | ἐπικαμπῆ τὰ ῥάμφη ἔχοντες. |
| book 481.1 | [ἔνθ’ ἄρα τε φρένες ἔρχαται ἀμφ’ ἀδινὸν κῆρ] ἔνθα αἱ φρένες |
| book 481.2 | εἰσὶ περὶ τὸ φύσει λαμπρὸν καὶ ἡδὺ μέρος τῆς ψυχῆς. |
| book 502.1 | [τέλος θανάτοιο] ὁ δὲ θάνατος—οὔτε φρένας ἔχου‐ |
| book 502.2 | σιν. |
| book 507.1 | [λίπεν] διὰ τοῦ ε ἡ γραφὴ, ἵν’ ᾖ ὅμοιον τῷ «κόσμηθεν». |
| book 507.2 | (Il. III, 1). καὶ ὁ νοῦς Ὁμηρικός· τὰ ἅρματα περιελείφθησαν. |
| book 515.1 | [δύνασαι δὲ σὺ πάντος’ ἀκούειν] δύνασαι πανταχόθεν εἰς |
| book 515.2 | εὐχὴν παραγενέσθαι λυπουμένου ἀνδρός. |
| book 558.1 | [ἐσήλατο] ἀντὶ τοῦ διεσάλευσεν, ἐπήρωσεν, εἰσελθὼν τὸ τεῖχος |
| book 558.2 | τῶν Ἑλλήνων. |
| book 595.1 | [Ἑλλάδι οἰκία ναίων] Ἑλλὰς πόλις Θεσσαλίας—καὶ |
| book 595.2 | Ἀχαιοί. |
| book 628-629.1 | [οὔτοι Τρῶες—χωρήσουσι] οὐ γὰρ ὀνειδιζό‐ |
| book 628-629.2 | μενοι οὐδὲ κακολογούμενοι οἱ Τρῶες ὑπείξουσι τοῦ πολέμου |
| book 630.1 | [ἐν γὰρ χερσὶ τέλος πολέμου] ὁ πόλεμος γὰρ χειρῶν δεῖται |
| book 630.2 | πρὸς κατόρθωσιν, βουλὴ δὲ καὶ ἐκκλησία λόγων. |
| book 673 | [πίονι δήμῳ] ἐν πολλῷ καὶ εὐδαίμονι ὄχλῳ. |
| book 699.1 | [περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν] περὶ γὰρ τοὺς ἄλλους καθ’ ὑπερ‐ |
| book 699.2 | βολὴν καὶ ἐνθουσιωδῶς ὥρμα, ὅ ἐστι μαχόμενος ἐμμανῶς σὺν τῷ |
| book 699.3 | δόρατι. |
| book 708.1 | [ἀγερώχων] ἄγαν ἐντίμων πολεμικῶν. σημαίνει δὲ ἀλλαχοῦ τὸ |
| book 708.2 | αὐθαδῶν καὶ ὑβριστῶν. |
| book 738 | [ἐρεισάμενος] πᾶσαν δύναμιν εἰσενεγκάμενος καὶ ἐπιπεσὼν. |
| book 739 | [μετώπιον] τὸ τῆς περικεφαλαίας μέρος, τὸ κατὰ μέτωπον κεί‐ |
| book 739 | μενον. |
| book 105.1 | [κακῶν δέ κε φέρτατον εἴη] τῶν δὲ παρόντων— |
| book 105.2 | γένοιτο. |
| book 110 | [δίωνται] διώξουσιν. ἀπὸ τοῦ δίημι ἡ κλίσις. |
| book 160 | [εἰ δ’ οὗτος] ὁ «δὲ» ἀντὶ τοῦ γὰρ. |
| book 174.1 | [ὅς τέ μέ φῃς] ἐνεστῶτός ἐστι χρόνου, διὸ καὶ μετὰ τοῦ ι γρά‐ |
| book 174.2 | φεται καὶ ἐγκλίνεται. |
| book 197.1 | γηράς] ἀντὶ τοῦ γηράσας. «γηράς» δὲ εἴρηται ὡς «ὑποφθάς» καὶ |
| book 197.2 | «ἐπιπλώς». καὶ Κόριννα· «βροντάς» ἀντὶ τοῦ βροντήσας. ἔστι δὲ περι‐ |
| book 197.3 | παθὲς καὶ ἡδύ. |
| book 220 | φῦλα] ἔθνη, γένη. |
| book 279.1 | Αἴας] παρὰ τὸ ἀΐσσω Αἴας, ὃς καὶ εὐμορφίᾳ καὶ τοῖς λοιποῖς |
| book 279.2 | ἔργοις διέφερε τῶν λοιπῶν Ἑλλήνων μετὰ τὸν Ἀχιλλῆα. |
| book 327.1 | [ὑπὲρ θεὸν] ὁ νοῦς· πῶς ἂν καὶ παρὰ τὴν θείαν βουλὴν ῥύ‐ |
| book 327.2 | σαισθε τὴν πόλιν, ὅτε 〈καὶ〉 τοῦ Διὸς συμπράττοντος ἡμῖν διὰ τὴν |
| book 327.3 | ἰδίαν ἀσθένειαν λείπεσθε. |
| book 330.1 | πλήθεϊ δὲ σφετέρῳ καὶ ὑπερδέα] τῷ πλήθει τοῦ λαοῦ καίπερ |
| book 330.2 | ἐλαττουμένους, ἀλλὰ περιόντας τῶν πολεμίων διὰ τὴν ἀνδρείαν. |
| book 366-367.1 | [οὐδέ κε φαίης οὔτε ποτ’ ἠέλιον] εἴποι δ’ ἄν τις ἀμφότερα |
| book 366-367.2 | τὰ στοιχεῖα, ἥλιόν τε καὶ σελήνην, ἐκλείψειν ὑπὸ τῆς πολλῆς ἀχλύος. |
| book 447.1 | [ὅσσά τε γαῖαν ἐπιπνείει] ὅσα τε ζῷα ἐπὶ τῆς γῆς ἕρπει καὶ |
| book 447.2 | κινεῖται βαδίζοντα. |
| book 481.1 | [βοηθόον] ἐν πολέμῳ ταχύν. σύνθετόν ἐστι· τινὲς δὲ κατὰ πα‐ |
| book 481.2 | ράθεσιν, οὐ μέντοι ἐπείσθη ἡ παράδοσις. εἴρηται δὲ παρὰ τὴν βοήν, |
| book 481.3 | ὅ ἐστι τὴν μάχην, καὶ τὸ θοόν, ὅ ἐστι τὸ ταχύ. |
| book 522 | [ἶνα τάμῃ διὰ πᾶσαν] ἀποτέμῃ τὴν νωτιαίαν φλέβα ἅπασαν. |
| book 538-539.1 | μικρὸν δὴ τῆς ἐπὶ Πατρόκλῳ λύπης κεκούφισμαι τὴν ψυ‐ |
| book 538-539.2 | χήν. |
| book 547.1 | [πορφυρέην] νῦν ποικίλην. Ἶριν δὲ λέγει νῦν τὸ γινόμενον |
| book 547.2 | περὶ τὸν ἀέρα πάθος, ᾗ τί ἐστι νέφος ὑγρὸν κατὰ 〈τὸ〉 ἔμπαλιν ἡλίου |
| book 547.3 | ποικιλλόμενον. ἔστι δὲ καὶ χωρίου ὄνομα. |
| book 551.1 | [ἓ] τὴν ἕ ἀντωνυμίαν κατ’ ἰδίαν· οὐ γὰρ ἐπίσταται ὁ ποιητὴς |
| book 551.2 | σύνθετον ἀντωνυμίαν. |
| book 599 | [ἐπιλίγδην] τὸ «ἐπιλίγδην» μεσότητός ἐστιν· ἐπιψαύδην— |
| book 599 | ὠμοπλάτη ἀσαρκοτάτη. |
| book 274-276.1 | διὰ νυκτὸς βουλευσόμεθα, 〈ἢ〉 κρατερῶς μὲν τῇ ἀθροίσει τὴν |
| book 274-276.2 | φυλακὴν ἕξομεν ἐφεδρεύοντες καὶ ἐγρηγοροῦντες, οἱ δὲ πύργοι τὸ |
| book 274-276.3 | ἄστυ φυλάξουσιν. |
| book 292.1 | [κτήματα περνάμεν’ ἵκει.] τὰ πιπρασκόμενα κτήματα. ὡς τῶν |
| book 292.2 | Φρυγῶν καὶ Μῃόνων—ἀντιφορτιζομένων. |
| book 488 | [αὐτοῦ] ἀντὶ τοῦ περὶ τὸν αὐτὸν τόπον, ὡς μὴ καταδυομένη. |
| book 501.1 | [ἐπὶ ἵστορι] ἀπὸ τοῦ εἴδω εἴσω ἵστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ |
| book 501.2 | τῷ ι τὸ ς 〈καὶ〉 τὸ τ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῷ ἱστίον ἵστημι, ὅθεν καὶ |
| book 501.3 | δασύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ στ δασύνεται μόνου. πρόσκειται τὸ «μόνου» |
| book 501.4 | ἐπεὶ τὸ Ἴστρος ψιλοῦται |
| book 505.1 | σημείωσαι· τί ἔστι φωνή; φωνή ἐστιν ἀὴρ πεπληγμένος, ὡς |
| book 505.2 | Ἀπολλώνιός φησιν. |
| book 521.1 | [ἀρδμός] ἐκτέταται τὸ α, ἐπεὶ καὶ τὸ ἄρδω 〈ἔχει ἐκτεινόμε‐ |
| book 521.2 | νον τὸ α· «τὸν νοῦν ἵν’ ἄρδω, καὶ λέγω τι δεξιόν» (Arist. Equit 96)〉. |
| book 521.3 | οὐχ ὅσα μέντοι—συστέλλει τὸ α. παρὰ τὸ ἀρῶμαι ἐκτεινόμενον |
| book 521.4 | ὄνομα Ἄρης. |
| book 570 | ἤτοι τὸν λίνον—πρώτην ᾀσθεῖσαν. |
| book 47.1 | [σκάζοντε] συλληπτικῶς πέφρακε· μόνος γὰρ ὁ Διομήδης ὤφειλε |
| book 47.2 | σκάζειν κατὰ τοῦ ταρσοῦ τετρωμένος, ὁ μέντοι Ὀδυσσεὺς τὴν πλευ‐ |
| book 47.3 | ράν. εἰ μή τι κατὰ συμπάθειαν τῶν μερῶν δόξαιμεν αὐτὸν τοῦτο |
| book 47.4 | πεπονθέναι. |
| book 56 | τὸ δὲ—ἄρειον] ἐν ἤθει καθ’ ὑπερώτησιν ἀναγνω‐ |
| book 56 | στέον· θέλει γὰρ εἰπεῖν ὅτι παρ’ ἀμφοτέροις ὁμονοεῖν ὑπάρχει. |
| book 137.1 | [ἐκ πάτου] ἔξω τῆς κοινῆς ὁδοῦ, τουτέστι συναναστροφῆς. |
| book 137.2 | [ἐκ πάτου ἐς σκοπιήν] ἐκ τῆς πεπατημένης ὁδοῦ εἰς τόπον σκοπιὰν |
| book 137.3 | ἔχοντα, τὸ Ἡρακλέους χῶμα. |
| book 145.1 | [τεῖχος ἐς ἀμφίχυτον] τὸ πάντοθεν περικεχωσμένον κύκλῳ |
| book 145.2 | πολλῷ τῷ χώματι εἰς ὕψος, τὸ καὶ χωστὸν λεγόμενον, ὃ κατεσκεύασαν |
| book 145.3 | οἱ Τρῶες. |
| book 170.1 | τῇ οὐρᾷ μαστίζει ἑαυτὸν, φησὶν, ὁ λέων, οὕτως εἰωθώς. ἔχει |
| book 170.2 | δέ τι ἐν οὐρᾷ ἀνὰ μέσον τῶν τριχῶν κεντρίον, ὑφ’ οὗ νυττόμενος πλέον |
| book 170.3 | ἀγριοῦται ἐκ τῆς ὀδύνης. ἔχει |
| book 181.1 | [τιμῆς τῆς Πριάμου] βασιλείας τῆς Πριάμου· ἀντεπιφέρει γὰρ |
| book 181.2 | «οὔτοι τοὔνεκα 〈κ. τ. ἑ.〉». |
| book 211 | ὑπερβολικῶς εἴρηκε τὸ «σήμερον»—ἀναιρεθέντα. |
| book 215.1 | Δάρδανος ὁ Διὸς καὶ Ἠλέκτρας—παρὰ Λυκόφρονι. |
| book 215.2 | [Δαρδάνου αὖ πρῶτον τέκετο—Ζεὺς] τοῦ Δαρδάνου δῆλον |
| book 215.3 | ὅτι γένους πρῶτον αὐτὸν ἐποίησεν ὁ Ζεύς. |
| book 274.1 | τῇ ῥ’ ἔσχετο] ἐν δὲ τῇ τρίτῃ ἐπεσχέθη. πῶς, φησὶν, ἄτρω‐ |
| book 274.2 | τον—οὐ τρῶσις. |
| book 331.1 | πῶς, φησὶν, τὸν Αἰνείαν οὐκ Ἀπόλλων ῥύεται, ἀλλὰ Ποσει‐ |
| book 331.2 | δῶν; ὁ ποιητὴς ἐνδείκνυται ὡς ἡ ἄλλη περὶ τοὺς θεοὺς εὐσέβειά ἐστι |
| book 331.3 | δυσωποῦσα καὶ τοὺς δι’ ἔχθρας ὄντας. |
| book 404.1 | [Ἑλικώνιον] τὸν Ποσειδῶνα, ἤτοι ὅτι καὶ ἐν Ἑλικῶνι ὄρει τῆς |
| book 404.2 | Βοιωτίας τιμᾶται, ἢ ἐν Ἑλίκῃ. μᾶλλον οὖν παρὰ τὸν ἐν Ἑλίκῃ θεόν· |
| book 404.3 | διαφέρει γὰρ Ἑλικὼν καὶ Ἑλίκη ὅτι Ἑλικὼν μὲν Βοιωτίας ὄρος, Ἑλίκη |
| book 404.4 | δὲ νῆσος τῆς Ἀχαΐας, ἱερὰ Ποσειδῶνος. ἡ δὲ ἱστορία αὕτη· Νηλεὺς |
| book 404.5.1 | ὁ Κόδρου χρησμὸν λαβὼν—προσηγόρευσε. δοκεῖ δ’ ἐπὰν θύωσι |
| book 404.5.2 | τῷ θεῷ, βοησάντων μὲν 〈τῶν〉 βοῶν, προσδέχεσθαι τὸν θεὸν τὴν |
| book 404.5.3 | θυσίαν, σιγώντων δὲ λυποῦντα, μηνίειν νομίζοντες. ἡ ἱστορία παρὰ |
| book 404.5.4 | Κλειτοφῶντι. τὸν Ποσειδῶνα |
| book 501.1 | [ἃς—ἔβαλλον] ἃς ἀποπίπτουσαι τῶν ἱππείων ὁπλῶν, ὅ ἐστιν |
| book 501.2 | ὀνύχων, αἱ ῥανίδες ἔβαλλον. |
| book 503 | [λύθρῳ] λύθρος ὁ ἐκ πολεμικῆς—αἷμα. |
| book 165.1 | ὅτι ἐν ἐπιφανείᾳ χρυσέη πτύχη. |
| book 165.2 | Ἀριστόνικος ὅτι ἄτρωτα τὰ ἡφαιστότευκτα ὅπλα. ἡ δὲ ἀναφορὰ |
| book 165.3 | πρὸς τοὺς ἠθετημένους στίχους. |
| book 169.1 | [ἰθυπτίωνα] ἐπ’ εὐθείας φερομένην ὑπὸ τῆς εὐστοχίας τοῦ |
| book 169.2 | Ἀχιλλέως οἱ δὲ γράφοντες «ἰθυκτίωνα», φασὶ κτηδόνας καλεῖσθαι |
| book 169.3 | τὰς κατ’ εὐθὺ διαφύσεις τῶν ξύλων, οἷον ἶνας. «ἰθυπτίωνα» δὲ λέγει |
| book 169.4 | τὴν ἐπ’ εὐθείας πετομένην καὶ πορευομένην. |
| book 169.5.1 | ὅτι Ζηνόδοτος γράφει «ἰθυκτίωνα», καὶ Καλλίστρατος. |
| book 169.5.2 | [ἰθυπτίωνα]. Ἑρμαπίας περισπᾷ τὴν παρέσχατον· «ἰθυπτιῶνα», |
| book 169.5.3 | ὡς Ἑλικῶνα. |
| book 169bis.1 | Ἀριστόνικος ὅτι Ζηνόδοτος γράφει «ἰθυκτίωνα» διὰ τὸ κτηδόνας |
| book 169bis.2 | λέγεσθαι τῶν ξύλων τὰς γραμματοειδεῖς διαφύσεις. παρέλκει δὲ νῦν |
| book 169bis.3 | τὸ περὶ τῆς τοῦ ξύλου φύσεως εἰπεῖν· τὸ μὲν γὰρ «ἰθυπτίωνα» εἰς εὐθὺ |
| book 169bis | τεταμένην ἀναφερομένου τοῦ ἐπαίνου εἰς τὸν ἀκοντίζοντα· «καὶ δ’ |
| book 169bis.5 | ἄλλως τοῦ γ’ ἰθὺ βέλος πέτεται». (Il. XX, 99) |
| book 173.1 | Πηλείδης δ’ ἄορ] Ἀριστόνικος ὅτι ὡς περὶ ἑτέρου λέγει· εἴρηκε |
| book 173.2 | γὰρ· «δεύτερος αὖτ’ Ἀχιλλεύς». (v. 169) |
| book 174.1 | [ἆλτ’ ἐπὶ οἷ μεμαώς] Πτολεμαῖος ὁ Ἀσκαλωνίτης τὸ «ἐπί» βαρύ‐ |
| book 174.2 | νει ...... ἔστι γὰρ ψιλοῦν αὐτό. |
| book 194.1 | τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει] Ἡρακλῆς εἰς Ἅιδου |
| book 194.2 | —τὴν ἀδελφὴν Δηϊάνειραν ἐπανελθὼν εἰς φῶς—Οἰνέα. |
| book 194.3 | μνηστευομένην δὲ καταλαβὼν τὴν κόρην Ἀχελῴῳ τῷ πλησίον ποτα‐ |
| book 194.4 | μῷ—φασὶ δὲ αὐτὸν τὸν Ἀχελῷον—ἡ ἱστορία παρὰ Πινδάρῳ. |
| book 194.5.1 | «Ἀχελῷος» λέγεται διὰ τὴν τοῦ ι ἐκφώνησιν. καὶ «Ἀχελωός» ὀξυ‐ |
| book 194.5.2 | τόνως ἄνευ τοῦ ι γράφεται, παρὰ τὴν τοῦ α ἐπίτασιν καὶ 〈τοῦ ο μετα‐ |
| book 194.5.3 | θεσίν τε καὶ ἔκτασιν, ἀπὸ〉 τοῦ ὅλος χέεσθαι, ἢ «Ἀχελήϊος». |
| book 195.1 | ὅτι Ζηνόδοτος τοῦτον ἠθέτηκεν ἄρας. |
| book 195.2 | οὐδὲ βαθυρρείταο] τοῦτον οὐ γράφει Μεγακλείδης· φησὶ γὰρ ἐν |
| book 195.3 | τῇ αʹ περὶ Ὁμήρου· «ποῖον ῥεῖθρον μεῖζον Ἀχελῴου, ἐξ οὗπερ πάντες |
| book 195.4 | ποταμοί; ὥστε παρέλιπον τὸν περὶ τοῦ Ὠκεανοῦ». Κράτης δὲ ἐν βʹ |
| book 195.5.1 | τῶν Ὁμηρικῶν δεικνὺς ὅτι Ὠκεανὸς Μεγάλη θάλασσά 〈ἐστιν〉· |
| book 195.5.2 | «ταῦτα γὰρ ἂν μόνως ἁρμόττοι ῥηθῆναι περὶ τῆς ἐκτὸς θαλάσσης, |
| book 195.5.3 | ἣν ἔτι καὶ νῦν οἱ μὲν Μεγάλην θάλατταν, οἱ δὲ Ἀτλαντικὸν προσαγο‐ |
| book 195.5.4 | ρεύουσι. ποταμὸς δὲ ποῖος ἂν δύναιτο ταύτην ἔχειν τὴν δύναμιν; καί‐ |
| book 195.5.5 | τοι γ’ ἔνιοι, ἐξαιροῦντες τὸν περὶ τοῦ Ὠκεανοῦ στίχον, τῷ Ἀχελῴῳ |
| book 195.10.1 | περιτιθέασι ταῦτα, ὃς οὐχ ὅτι τῆς θαλάσσης μείων ἐστὶ, ἀλλὰ καὶ |
| book 195.10.2 | τῶν ἐν αὐτῇ κόλπων, λέγω δὴ Τυρρηνικοῦ καὶ Ἰονίου. Εἶπε δ’ 〈ἐν〉 |
| book 195.10.3 | τῷ γʹ, φησὶν, ὅ, τι καὶ οἱ μετὰ ταῦτα φυσικοὶ συνεφώνησαν· τὸ περι‐ |
| book 195.10.4 | έχον τὴν γῆν κατὰ τὸ πλεῖστον μέρος ὕδωρ Ὠκεανὸν εἶναι, ἐξ οὗπερ |
| book 195.10.5 | 〈καὶ〉 τὸ πότιμον· τὰ γὰρ ὕδατα πάντα ἐκ τῆς θαλάσσης ἐστίν. Ἵπ‐ |
| book 195.15.1 | πων 〈γοῦν〉 ἐν τῷ περὶ ὑδάτων· ««θάλασσά ἐστιν ἐξ ἧς θαλάσσης τὸ |
| book 195.15.2 | γὰρ δήπως τὰ φρέατα βαθύτερα ἦν, οὐκ 〈ἂν〉 ἐκ τῆς θαλάσσης τὸ |
| book 195.15.3 | ὕδωρ εἴη, ἄλλ’ ἄλλοθέν ποθεν, νῦν δὲ ἡ θάλασσα βαθυτέρα ἐστίν· |
| book 195.15.4 | ὅσα οὖν καθυπέρτερα τῆς θαλάσσης ἐστὶ, πάντα ἀπ’ αὐτῆς ἐστιν.»» |
| book 195.15.5 | οὕτως τὰ αὐτὰ εἴρηκεν Ὅμηρος». |
| book 195bis.1 | Ἀριστόνικος ὅτι Ζηνόδοτος οὐ γράφει τὸν στίχον· γίνεται δὲ |
| book 195bis.2 | Ἀχελῷος πηγὴ τῶν ἄλλων πάντων. |
| book 195bis.3 | ὅτι καθ’ Ὅμηρον Ὠκεανός ἐστιν 〈ὁ〉 ἐπιδιδοὺς πᾶσι τὰ ῥεύματα. |
| book 195bis.4 | διὸ καὶ κατὰ τιμήν· «οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο» |
| book 195bis.5 | (XX, 7). |
| book 196.1 | ἐξ οὗπερ πάντες] Ξενοφάνης ἐν τῷ περὶ φύσεως· |
| book 196.2 | πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· |
| book 196.3 | οὔτε γὰρ ἂν νέφε’ ἦεν ἄνευ πόντου μεγάλοιο |
| book 196.4 | οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ〈θέροσ〉 ὄμβριον ὕδωρ· |
| book 196.5.1 | ἀλλὰ μέγας πόντος γενέτωρ νεφελῶν ἀνέμων τε |
| book 196.5.2 | καὶ ποταμῶν. |
| book 196.5.3 | ὡς Ὅμηρος· «ἐξ οὗπερ πάντες ποταμοί». |
| book 214.1 | ἔντεχνος εὑρεῖν πρέποντας ποταμῷ λόγους μεταξὺ ὀργῆς καὶ |
| book 214.2 | περὶ ἀπολείας ἀνδρῶν ἐλέους. |
| book 215.1 | ἀφῄρηταί τι αὐτοῦ τοῦ φρονήματος, ὡς οὐ δι’ ἀνδρείαν πάντα |
| book 215.2 | ποιοῦντος καὶ κατορθοῦντος. |
| book 217.1 | ἐξ ἐμέθεν γ’ ἐλάσας] ἀπὸ τῶν ἐμῶν ῥείθρων ἐλάσας· τοῦτο |
| book 217.2 | λέγει ἐνεδρεύων, ὅπως ἐναλόμενος πρὸς τὸ ἐξελάσαι τοὺς Τρῶας εἰς τὸ |
| book 217.3 | πεδίον διαφθαρῇ. ὁ δὲ Ἀχιλλεὺς οὐ συνεισήλατο. |
| book 217.4 | τὸν τόπον παραιτεῖται οὐ κωλύσων τὸν φόνον, 〈ἀλλ’〉 ἵν’ ᾖ κατὰ 〈τὸ〉 |
| book 217.5 | πεδίον. |
| book 218 | ἐρατεινὰ] πρὸς τὰ καλὰ, ἔρωτος ἄξια. |
| book 232.1 | [δείελος] ἡ δείλη. «δείελος» δὲ εἴρηται ὡς ἑσπέρα ἕσπερος, |
| book 232.2 | ὠνή ὦνος, χολή χόλος. εἰσὶ μέντοι οἳ καὶ τὸ ε ἐδάσυναν προσέχοντες |
| book 232.3 | τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ἐνδεῖν τῆς ἕλης. οὐκ ἐπείσθη δὲ αὐτοῖς |
| book 232.4 | ἡ παράδοσις. |
| book 252.1 | [μέλανος] οὕτως, εἶτα ἀπ’ ἄλλης ἀρχῆς· «τοῦ θηρητῆρος». |
| book 252.2 | τινὲς δὲ «μελανόστου» ὑφ’ ἓν ἀναγιγνώσκουσι, τοῦ μέλανα ὀστᾶ ἔχοντος. |
| book 252.3 | [μέλανος τοῦ] «μελανόστου» Ἀριστοτέλης ἐν συνδέσει κατὰ βαρεῖαν |
| book 252.4 | τάσιν, ὡς Ὀρέστου· φησὶ γὰρ τοὺς ἀετοὺς μέλανα τὰ ὀστᾶ ἔχειν. |
| book 252.5.1 | τινὲς δὲ γράφουσι «μελανόσσου», τοῦ μέλανας ὀφθαλμοὺς ἔχοντος. |
| book 252.5.2 | Ἀρίσταρχος δὲ παρατίθεται ..... ἀορίστως ἀνεγνωκότα «μέλανός |
| book 252.5.3 | του», ὡς εἶναι μέλανός τινος· τὸ δὲ τοῦ, εἴτε πύσμα ἐστὶν εἴτε ἀόριστον, |
| book 252.5.4 | ἀγνοεῖ ὁ ποιητής· τεῦ γὰρ αὐτὸ λέγει καὶ τέο· ἄμεινον οὖν ἐκδέχεσθαι |
| book 252.5.5 | τὸ τοῦ ἄρθρον. |
| book 255 | [ὕπαιθα] ἀντὶ τοῦ ἔμπροσθεν. |
| book 256.1 | φεῦγ’ ὄπισθε ῥέων] Ζωΐλος αἰτιᾶται ὅτι ἀθανάτους ἵππους |
| book 256.2 | ἔχων ἐν τῷ ἀντικειμένῳ καιρῷ οὐ χρᾶται. |
| book 257.1 | ὡς δ’ ὅτ’ ἀνὴρ] τῇ ἑρμηνείᾳ ἐνέθηκε γλαφυρὸν πλάσμα. Δοῦ‐ |
| book 257.2 | ρις δ’ αἰτιᾶται τὴν εἰκόνα ὡς τοῦ ὀρυμαγδοῦ καὶ τῆς ἀπειλῆς ἐνδεεστέ‐ |
| book 257.3 | ραν καί φησι· «ταῦτα διὰ 〈τὸ〉 τὴν ἐν τοῖς κήποις ὑδραγωγίαν ἐκμι‐ |
| book 257.4 | μεῖσθαι λανθάνει πως τοὺς ἀναγιγνώσκοντας, ὥστε μηδεμίαν ἔννοιαν |
| book 257.5 | λαμβάνειν πρὸς ὃ πεποίηκε». ἀλλὰ τοῦτο συνέθηκεν οὗτος ἀγαθὸς |
| book 257 | ὢν καινοτομῆσαι τὴν ἐν τοῖς ποιήμασιν ἔννοιαν. |
| book 259.1 | [χερσὶ μάκελλαν ἔχων] Ἡλιόδωρος γράφει· «χερσὶ δίκελλαν |
| book 259.2 | ἔχων. |
| book 259.3 | [ἀμάρης] ἀμάρα τὸ ὑδραγώγημα διὰ τὸ μὴ μαραίνεσθαι τὰ παρα‐ |
| book 259.4 | πεφυκότα. Παρμενίων ὁ Βυζάντιος· «Θεσσαλοὶ τὸν ὀχετὸν ἀμάρην, |
| book 259.5.1 | Ἀμβρακιῶται δὲ καλαρύαν». ἐν τῷ 〈πρὸσ〉 Δημήτριον· διὰ τοῦτ’ ἔγρα‐ |
| book 259.5.2 | ψα. |
| book 260.1 | τοῦ μέν τε] οὐχ ὑφ’ Ὁμήρου αἱ ψηφίδες πεποίηνται, ἀλλ’ ἔστιν |
| book 260.2 | ἡ λέξις Ἀττική· οὕτως γὰρ καὶ ἐν τοῖς ἄξοσιν. |
| book 262.1 | φθάνει δέ τε] Λυσανίας γράφει «φθανέει», καὶ Δοῦρις. |
| book 262.2 | [χώρῳ ἔνι προαλεῖ] Παρμενίων 〈ὁ〉 Βυζάντιος· «Κύπριοι καὶ Ἀρ‐ |
| book 262.3 | κάδες καὶ Λακεδαιμόνιοι πρόαλες 〈τὸ〉 κάταντες. Πτολεμαῖος ὁ Ἀσκα‐ |
| book 262.4 | λωνίτης 〈ψιλοῖ〉 τὸ προαλές· ἔστι γὰρ 〈τὸ〉 καταφερές, ἀφ’ οὗ ἀλὲς καὶ |
| book 262.5 | ἄθρουν καταφέρεσθαι δύναται τὸ ὕδωρ. ἔνιοι 〈δὲ〉 δασύνοντες λέγουσι |
| book 262 | σημαίνεσθαι τὸ προαλέσθαι. |
| book 280.1 | [ἀγαθὸν δέ κεν ἐξενάριξεν] διὸ δὴ γενναῖος μὲν καὶ ἀνδρεῖος |
| book 280.2 | ἐφόνευσε καὶ γενναῖον ἐσκύλευσεν. |
| book 281 | [λευγαλέῳ] χαλεπῷ, ἀδόξῳ, ὀλεθρίῳ. |
| book 282 | [ἑρχθέντα] πνιγέντα. |
| book 282bis.1 | [ἐρχθέντα] ψιλῶς· παρὰ τὸ εἴργω εἴρχθην παθητικὸν 〈καὶ〉 |
| book 282bis.2 | εἰρχθείς. Ἀττικοὶ δὲ τὸ εἵρχθην δασύνουσιν. |
| book 282bis.3 | [ἐρχθέντ’ ἐν μεγάλῳ] ὅτι ἔν τισιν· «ἐρχθέντες μεγάλῳ». |
| book 282bis.4 | [ἑρχθέντα] Πτολεμαῖος ὁ Ἀσκαλωνίτης «ἑρχθέντα» δασέως· ἀπὸ |
| book 282bis.5.1 | γὰρ τῆς ἕρσης. Κράτης· «εἱλθέντ’ ἐν μεγάλῳ»· ἴλλειν γάρ φησιν |
| book 282bis.5.2 | εἶναι τὸ εἴργειν, ὥστε τὴν κωλύσεως δίκην «ἐξούλης» καλεῖσθαι. |
| book 282bis.5.3 | καὶ παρατίθεται Σόλωνος ἐν νεάτῳ ἄξονι· |
| book 282bis.5.4 | «ἐξούλης· ἐάν τις ἐξίλλῃ ὧν ἄν τις δίκῃ νικήσῃ, οὗ ἂν ἄξιον ᾖ, καὶ |
| book 282bis.5.5 | 〈τῷ〉 δημοσίῳ ὀφλανεῖ καὶ τῷ ἰδιώτῃ, ἑκατέροις». |
| book 282bis.10.1 | ὁ δὲ Σοφοκλῆς ἐν Δαιδάλῳ. |
| book 282bis.10.2 | εἱλήσομέν σε τῇδ’ ἀχαλκεύτῳ πέδῃ. |
| book 282ter.1 | Ἀριστόνικος ὅτι «ἐρχθέντα» ἀποπνιγέντα, καὶ ἐν ἄλλοις· «ἔν‐ |
| book 282ter.2 | θα με κῦμ’ ἀπόερσε». |
| book 282ter.3 | Ἀλεξίων ὁ χωλός φησι· «δεῖ γράφειν «ἐρθέντα» χωρὶς τοῦ χ· οὐ |
| book 282ter | γὰρ παρὰ τὸ εἰρχθῆναι, ἀλλὰ παρὰ τὸ ἔρσαι, ὅ ἐστι πνῖξαι· ὅθεν καὶ ἐν |
| book 282ter.5.1 | ἄλλοις (Il. XXI, 283) φησὶν ὁ ποιητής· ««ὅν ῥά τ’ ἔναυλος 〈ἀποέρσῃ»». |
| book 282ter.5.2 | καὶ ἐν ἄλλοις· ««μή μιν〉 ἀποέρσειε μέγας ποταμός»» (Il. XXI, 329). |
| book 282ter.5.3 | ἐπεὶ οὖν ἐπὶ τῶν δύο τόπων χωρὶς τοῦ χ, κἀνθάδε γράφωμεν ««ἐρθέν‐ |
| book 282ter.5.4 | τα»». ἔνιοι δασύνουσιν ἑρθέντα παρὰ 〈τὴν ἕρσην. τουτέστι〉 τὴν δρόσον». |
| book 288.1 | ἀνάνδρως πρὸς τοὺς κινδύνους τούτους ἔχειν, ἐφ’ οἷς σφοδρῶς |
| book 288.2 | οὕτως γίνεται τρόμος, πρὸς πάντα δὲ τὰ ἀπὸ τῆς τυχῆς συμβαίνοντα |
| book 288.3 | τὸν ἀνδρεῖον εὐρώστως διακεῖσθαι προσήκει, διότι καὶ αὐτὴν τὴν |
| book 288.4 | ἀπὸ τῶν ἀρρωστιῶν γινομένην καταστροφὴν φοβούμενοί τινες οὕτως ὡς |
| book 288.5.1 | καὶ τρέμειν λέγοιεν ἂν ὅτι δεινόν ἐστιν ἀποθανεῖν, ὡς ἂν παιδίον ἢ γύ‐ |
| book 288.5.2 | ναιον τὸ τυχόν. |
| book 288bis.1 | Ζηνόδοτός φησιν ὅτι οὐ τὸ θανεῖν ἡγεῖται 〈λευγαλέον〉, ἀλλὰ τὸ |
| book 288bis.2 | ἀδόξως, καὶ οὐ γέγραπται «τρέμε», ἀλλὰ «τρέε», ὅ ἐστιν εὐλαβοῦ. |
| book 319.1 | χέραδος] Ἀπολλόδωρος· «τὸ πλῆθος τῶν θαλαττίων καὶ ποτα‐ |
| book 319.2 | μίων λίθων, οὓς ἡμεῖς τροχάλους. οἱ δὲ χερμάδια καλοῦσιν ὄντας χει‐ |
| book 319.3 | ροπληθεῖς». ἔστι δὲ ἡ λέξις παρὰ Ἀλκαίῳ· |
| book 319.4 | οἴδημαν χέραδος μὴ βεβαὼς ἐργάσιμον λίθον |
| book 319.5.1 | κινεῖς καὶ κενὶς ὣς τὰν κεφαλὰν ἀργαλέαν ἔχοι. |
| book 319.5.2 | τινὲς γράφουσι 〈διὰ〉 δύο ς «ἅλις σχέραδος», ἐπεὶ Εὐφορίων ἐν Θρᾳκί· |
| book 319.5.3 | τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο. |
| book 319.1 | Ἀπολλόδωρος δέ φησι περισσὸν τὸ ς παρ’ αὐτῷ εἶναι, ὡς παρ’ Ὁμήρῳ |
| book 319.2 | «γαῖα φερέσβιος» (Hymn. Ap. 343). καὶ Σοφοκλῆς ἐν ἀρχῇ Λαρισ‐ |
| book 319.10.1 | σαίων· |
| book 319.10.2 | Λάρισσα μήτηρ προσγόνων Πελασγιδῶν |
| book 319.10.3 | ἀντὶ τοῦ προγόνων. |
| book 319.10.4 | La phrase τὸ πλῆθος—λίθων |
| book 320.1 | [ἐπιστήσονται] ἀντὶ τοῦ δυνήσονται. καὶ ἐπὶ τῆς μελίας· «ἀλλά |
| book 320.2 | μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς» (Il. XVI, 142). ἀντὶ τοῦ ἐδύνατο. |
| book 325.1 | [μορμύρων] Ἡρακλείδης Μιλήσιος· «μορμύρων, θηριούμενος, |
| book 325.2 | ὅτι τὸ μορμώ τάσσεται ἐπὶ τοῦ θηριώδους». |
| book 331.1 | [Κυλλοποδῖον] τινὲς ὅτι 〈ὡσ〉 Χαλκῶδον εἴρηται, τινὲς δὲ ὡς |
| book 331.2 | σύνθετον βαρυτονοῦσιν. Ἑρμαπίας «Κυλλοποδῖον» περισπῶν τὴν παρα‐ |
| book 331.3 | τέλευτον ἀναγινώσκει. Ἀλεξίων ὁ χωλὸς χρῆται παραδείγματι τούτῳ· |
| book 331.4 | «τὰ εἰς ων λήγοντα ὀνόματα, φησὶ, καὶ τὴν παρέσχατον ἔχοντα 〈μα‐ |
| book 331.5.1 | κρὰν〉, ὅταν κατὰ κλητικὴν ἐκφέρηται πτῶσιν, περισπᾶται κατ’ αὐτὴν, |
| book 331.5.2 | οἷον Πανδίων Πανδῖον, Ἰάσων Ἰᾶσον, Ἀμφίων Ἀμφῖον· εἰ 〈ἄρα τούτων |
| book 331.5.3 | ἐστὶ〉 Κυλλοποδίων, καὶ Κυλλοποδῖον ὀφείλει ἐπὶ κλητικῆς περισπᾶσθαι |
| book 331.5.4 | κατὰ τὴν παρατέλευτον. |
| book 331bis.1 | [Κυλλοποδῖον] Ἀριστόνικος ὅτι ἄκαιρον τὸ ἐπίθετον· ἡ γὰρ |
| book 331bis.2 | φιλανθρωπευομένη καὶ λέγουσα «ἐμὸν τέκος» οὐκ ὤφειλεν ἀπὸ τοῦ |
| book 331bis.3 | ἐλασσώματος προσφωνεῖν. |
| book 338 | καὶ αὐτὸν δὲ, τὸν Ξάνθον, περιέβαλλε πολλῇ φλογί. |
| book 363.1 | [κνίσην μελδόμενος] τὴν κνίσσαν τήκων. καὶ Καλλίστρατος |
| book 363.2 | ἐξηγεῖται· «τὴν πιμελὴν τήκων ἁπαλοῦ συός». Κωμανὸς ὁ Ναυκρατί‐ |
| book 363.3 | της σὺν τῷ ν «κνίσην μελδόμενος», ὅπως κέηται 〈τὸ〉 παθητικὸν ἀντὶ |
| book 363.4 | τοῦ ἐνεργητικοῦ, τοῦ μέλδων τὴν κνίσσαν, καίων. Πεισίστρατος |
| book 363.5.1 | ὁ Ἐφέσιος καὶ Ἑρμογένης ἐν τῷ περὶ προβλημάτων· «ἐγέγραπτο μελ‐ |
| book 363.5.2 | δόμενο, καὶ δέον ἦν 〈τὸ υ〉 προσθεῖναι, κακῶς δέ τις τὸ ς προσέρραψεν· |
| book 363.5.3 | ὁ γὰρ νοῦς· τῇ κνίσσῃ τηκομένου τοῦ συός. ὁ μὲν ποιητὴς μέλδεσθαί |
| book 363.5.4 | φησι τὰ ἑψόμενα, οἱ δὲ πεποιήκασι τὸν λέβητα τηκόμενον. ἡ δὲ αἰτία |
| book 363.5.5 | γέγονεν ἐν τῷ μὴ τοὺς ἀρχαίους προστιθέναι τῷ ο τὸ υ, ἀλλ’ ὅταν τὴν |
| book 363.10.1 | συλλαβὴν ταύτην βούλωνται γράφειν ου, τὸ ἓν γράμμα σημειοῦσθαι |
| book 363.10.2 | μόνον. γεγραμμένου δὴ οὕτως· ««κνίσῃ μελδόμενο»», καὶ οὐ προσκειμένου |
| book 363.10.3 | τοῦ υ, ὁ μεταγράφων εἰς τὴν νῦν γραμματικὴν οὐκ ἐνόησεν ὅτι μελδο‐ |
| book 363.10.4 | μένου ἦν, ἀλλ’ ἄνευ τοῦ υ ἀναγινώσκων ἀδιανόητον ἡγεῖτο καὶ ἡμαρ‐ |
| book 363.10.5 | τημένον εἶναι, διόπερ προσέθηκε ἀντὶ τοῦ υ τὸ ς ««μελδόμενος»» ποιήσας. |
| book 363.15.1 | γράφεται οὖν ὁ λέβης τηκόμενος ἀντὶ τοῦ ««ἁπαλοτρεφέος σιάλοιο»». εἰ δέ |
| book 363.15.2 | τις τὸ τηκόμενος φήσει ἴσον εἶναι τῷ τήκων, παραθεὶς ὅτι καὶ ὁ λοιδο‐ |
| book 363.15.3 | ρῶν λοιδορούμενος λέγεται, ἢ πεπληγυῖα 〈ἀντὶ τοῦ τύπτουσα〉 καὶ ««πέ‐ |
| book 363.15.4 | πληγον δὲ χόρον»» (Od. VIII, 264) ἀντὶ 〈τοῦ〉 ἔτυπτον, κατανοείτω τὴν |
| book 363.15.5 | ἀνομοιότητα· βιάσεται γὰρ λέγειν· ««ὡς δὲ λέβης πυρὶ πολλῷ |
| book 363.20.1 | τήκων»», κωλυούσης τῆς ἐπιφερομένης λέξεως· ἔσται γὰρ ἀσύνετον τὸ |
| book 363.20.2 | »«σιάλοιο»». φανερὸν οὖν ὅτι λέγεται τηκομένου σιάλοιο ζεῖν τὸν λέβητα, |
| book 363.20.3 | οὐ προφαινομένου δὲ πρότερον τοῦ υ, ὁ μεταγράφων, ὅπερ ἔφην, ἐλλεί‐ |
| book 363 | πειν νομίσας τὴν λέξιν προσέθηκε τὸ ς». |
| book 363bis.1 | [κνίσῃ] ἤτοι τὰ κνίση τήκων, ἢ τῇ κνίσῃ. |
| book 363bis.2 | [μελδόμενος] Ἀριστόνικος ὅτι ἀντὶ τοῦ μέλδων, τήκων. |
| book 363bis.3 | δίχα δέ σφιν] διχῶς δὲ αὐτῶν ὡρμήθη ἡ ψυχὴ, τουτέστι διάφορον |
| book 363bis.4 | ἔσχον τὴν γνώμην. |
| book 386.1 | ἄητο] εἴληπται μὲν ἀπὸ τοῦ αὔειν, ὅ ἐστι πνεῖν, σημαίνει δὲ |
| book 386.2 | νῦν τὸ μεγάλως παρώρμητο. |
| book 388.1 | ἀμφὶ δ’ ἐσάλπιζεν] ὅτι ἐκ τοῦ ἰδίου προσώπου οἶδε σαλπιγκτὰς, |
| book 388.2 | τοὺς μέντοι ἥρωας οὐκ εἰσάγει χρωμένους. |
| book 388.3 | Ἀριστόνικος ὅτι καὶ αὐτὸς οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας |
| book 388.4 | οὐκ εἰσάγει. |
| book 390.1 | γηθοσύνῃ] Ἀριστοτέλης ἐν ἀπορήμασι ζητεῖ πῶς τῷ Ἄρει ἐπι‐ |
| book 390.2 | πλήξας ὅτι αὐτῷ «ἔρις φίλον πόλεμοί τε» (Il. V, 891), αὐτὸς γέγηθεν |
| book 390.3 | ἐπὶ τούτοις. φησὶ δέ· «ὀρθῶς ἐπιτιμᾷ τῷ Ἄρει· οὐ γὰρ ὅστις χαίρει |
| book 390.4 | οἴνῳ, ἀλλ’ ὅστις αἰεὶ καὶ σφόδρα, οἰνόφλυξ, οὐδὲ φιλόμαχος 〈ἦν ὁ |
| book 390.5 | Ἄρης ὅτι τῷ πολεμεῖν〉 ἔχαιρεν, ἀλλ’ ὅτι αἰεί.» |
| book 390.1 | Χαμαιλέων ἐν αʹ περὶ τῆς Ἰλιάδος μέμφεται τὸ ἐθελόκακον τοῦ Διὸς |
| book 390.2 | καί φησιν «ὥσπερ εἴ τι καλὸν ἑώρα, ἀλλ’ οὐ τὴν μεγίστην ἀτοπίαν.» |
| book 390.3 | ῥητέον οὖν ὅτι περὶ ἀρετῆς ἡμιλλῶντο· οὐ γὰρ ἦσαν θνητοὶ ἵνα κινδυ‐ |
| book 390.4 | νεύσωσιν. |
| book 393.1 | καὶ ὀνείδειον φάτο μῦθον] ὡς Ὁμήρειον. Τυραννίων ὡς ἀχρεῖ‐ |
| book 393.2 | ον περισπᾷ· διαίρεσιν γὰρ, φησὶν, ἐπιδέχεται ὀνειδεΐον ..... διὸ καὶ |
| book 393.3 | ἐν ηʹ γράφεται· «ὡς τέλος τέλειον, ἕλος ἕλειον, οὕτως 〈καὶ〉 ὄνειδος ὀνεί‐ |
| book 393.4 | δειον· διὰ τῆς εἰ διφθόγγου ἡ παραγωγὴ, καὶ προπαροξύνεται. |
| book 394.1 | Τίπτ’ αὖτ’ ὦ κυνάμυια]. Νεοπτόλεμος ὁ Παριανὸς γράφει |
| book 394.2 | «κινάμυια». φησὶ δὲ ἐν γʹ περὶ γλωσσῶν Ὁμήρου· «κυνάμυια συ‐ |
| book 394.3 | νήχθη ἀπὸ κυνός τε, 〈τουτέστι〉 θρασέος, καὶ μυίης. ἀλλ’ οὐ γραπ‐ |
| book 394.4 | τέον οὕτως, ««κινάμυια»» δέ ἐστι, τὸ ι ἀντὶ τοῦ υ. μὴ οὖν τὴν σύνθεσιν |
| book 394.5.1 | ἀπὸ τοῦ κινεῖν τὴν μύσιν τῶν βλεφάρων καὶ μὴ ἀτενίζειν, ὡς ἂν ὁ σώ‐ |
| book 394.5.2 | φρων τε καὶ κόσμιος. διὸ καὶ λέγομεν ἀναιδοφθάλμους καὶ κυνοφθάλ‐ |
| book 394.5.3 | μους, 〈ὃ καὶ〉 λίρους φωνεῖται, ἀπὸ τοῦ λίην, 〈ἢ〉 διὰ τὸ λελίσθαι εἰς |
| book 394.5.4 | ἀναίδειαν». |
| book 394bis.1 | φασὶν ὅτι δεῖ γράφειν «κυνόμυια»· ὅταν γὰρ ἐπιφέρηται ἀμφο‐ |
| book 394bis.2 | τέρως τὰ παρὰ τὸν κύνα, ο γραπτέον, οἷον κυνοπρόσωπος, κυνοκέφαλος. |
| book 394bis.3 | μήποτε οὖν ἐστιν ἡ κυνάμυια καὶ μυῖα, ὡς παρὰ Σώφρονι κυνάπαιδες |
| book 394bis | καὶ κυνάγχη. |
| book 394bis.5.1 | Ἀριστόνικος ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τῆς κυνός καὶ τῆς |
| book 394bis.5.2 | μυίας· ὁ μὲν γὰρ κύων ἀναιδὴς, ἡ δὲ μυῖα θρασεῖα. |
| book 424.1 | καί ῥ’ ἐπιεισαμένη] Δημήτριος Ἰξίων ἐν γʹ πρὸς Ἀρίσταρχον |
| book 424.2 | προφέρεται ««καί ῥ’ ἐπερεισαμένη»», .... κατὰ τοὺς Ἰταλιώτας ὀρε‐ |
| book 424.3 | ξαμένη· τὸ ὅλον οὖν ἐπορεξαμένη». |
| book 424.4 | [πρὸς στήθεα] ὅπου ἡ ἀφροσύνη οἰκεῖ. |
| book 424.5.1 | [χειρὶ παχείῃ] πρέπει τῇ παρθένῳ «χειρὶ βαρείῃ», οὐ «παχείῃ» |
| book 424.5.2 | γυμνῇ δὲ χειρὶ, ἵνα μὴ τὴν ἄνοπλον ὅπλῳ νικᾷ. |
| book 424.5.3 | Ἀριστόνικος ὅτι «ἐπιεισαμένη» ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς καὶ τὸ |
| book 424.5.4 | «ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα». (Od. XIX, 69). |
| book 431.1 | [ἦλθεν Ἄρῃ ἐπίκουρος] διὰ τί αὐτὸν οὐ πλήσσει; ὅτι ἡ Ἀθηνᾶ |
| book 431.2 | τῷ Ἄρει ἀντιτέτακται, ὡς ἔχῃ βοηθεῖν. |
| book 444.1 | θητεύσαμεν] ἐπὶ μισθῷ ἐδουλεύσαμεν. Ζητεῖται διὰ τί ἐθή‐ |
| book 444.2 | τευσαν. Ἑλλάνικός φησι πειράζοντες Λαομέδοντα. γράφει δὲ ἐν αʹ |
| book 444.3 | τῶν Τρωϊκῶν· «Μετὰ δὲ ταῦτα λέγεται Ποσειδῶ καὶ Ἀπόλλωνα δου‐ |
| book 444.4 | λεῦσαι Λαομέδοντι ὅτι ὑβριστὴς ἦν. πειρώμενοι οὖν ἀνδράσιν εἰδό‐ |
| book 444.5.1 | μενοι ἐπὶ μισθῷ εἴτε ἄρα ἀποδώσει εἴτε καὶ οὔ, τεῖχος λάϊνον ἐν τῷ |
| book 444.5.2 | Ἰλίῳ ἐπ’ ἀκροτάτου τῶν κολωνῶν ἐτείχισαν, ὅ, τι νῦν Πέργαμος καλεῖ‐ |
| book 444.5.3 | ται»· Μητρόδωρος ἐν Τρωϊκοῖς· «Μετὰ ταῦτα λέγουσι παρ’ αὐτὸν |
| book 444.5.4 | ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ οἵτινες οὐδεὶς ἔχει εἰπεῖν ἀτρε‐ |
| book 444.5.5 | κέως, ἐλθόντας δὲ εἰπεῖν ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι |
| book 444.10 | ἀκρόπολιν ἐν τῇ πόλει, ἐν ᾗ αὐτὸν οἰκεῖν πρέποι· ἡμεῖς οὖν σοὶ θέλομεν |
| book 444 | τειχίον κτίσαι καὶ ἐπιστατῆσαι». |
| book 446.1 | ἤτοι ἐγὼ Τρώεσσι] Ἀριδίκης προφέρεται «ἤτοι μὲν γὰρ ἐγὼ |
| book 446.2 | πόλεως περὶ τεῖχος ἔδειμα». Νικίας· «πόλιν πέρι», ἵνα ᾖ περὶ πόλιν. |
| book 446.3 | ἀγνοεῖ δὲ ὅτι «περιέδειμά» ἐστιν. |
| book 446.4 | Ἀριστόνικος πρὸς τοὺς ἐν τῇ Η τῆς Ἰλιάδος· «ἐκεῖ γὰρ, φησὶ, |
| book 446.5.1 | ὅτ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων». (v. 442). |
| book 446.5.2 | πρὸς τὴν ἀθέτησιν τὴν ἐν τῇ Η ὅτι ὁ Ποσειδῶν μόνος ᾠκοδόμησε |
| book 446.5.3 | τὸ τεῖχος. |
| book 447.1 | Φοῖβε σὺ δ’ εἰλίποδας] Ἀπολλόδωρος ἐν γʹ περὶ θεῶν· «ἐφό‐ |
| book 447.2 | σον γὰρ τῷ Ποσειδῶνι προσήκειν ἡγεῖτο τὰ κατὰ τὴν τειχοδομίαν, ὃν |
| book 447.3 | ἡμεῖς μὲν Ἀσφάλιον καὶ Θεμέλιον, οὐχ ὃν δὲ αὐτὸς Ἐνοσίχθονα καὶ |
| book 447.4 | Γαιήοχον καλεῖν εἴωθεν, ἐπὶ τοσοῦτον καὶ 〈τὰ〉 κατὰ τὰς νομὰς τῷ |
| book 447.5.1 | Νομίῳ Ἀπόλλωνι. διὸ καὶ περὶ τῶν Εὐμήλου πεποίηκεν ἵππων· ««τὰς |
| book 447.5.2 | ἐν Πιερίῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων»». (Il. II, 766). |
| book 447bis.1 | εὐρύ τε καὶ μάλα καλόν] Ζωΐλος γράφει· «εὐρύ τε καὶ μάλα |
| book 447bis.2 | μακρόν». |
| book 452 | Λαομέδων〈—ἀπέπεμπε〉] διχῶς 〈καὶ〉 «ἀπέβλεψε.» |
| book 454.1 | Πτολεμαῖος· «δήσειν καὶ περάαν νήσων ἐπὶ τηλεδαπάων». |
| book 454.2 | Ζωΐλος ζητεῖ πῶς ὁ Ποσειδῶν τὸν Αἰνείαν μεταθεὶς ἐξ ὅλου τοῦ στρα‐ |
| book 454.3 | τεύματος αὐτὸς κινδυνεύει πραθῆναι. |
| book 472.1 | [ἑκάεργε] Φανόδικος· ἀπὸ ἑκαέργης. Ἀπολλόδωρος ἐν ιγʹ· «κα‐ |
| book 472.2 | λεῖται δ’ οὕτως ἀπὸ τῆς τριβῆς, ὡς ἂν ἕκαθεν εἴργων, ἢ ἕκαθεν τὸ ἴδιον |
| book 472.3 | ἔργον ἐπιτελῶν». |
| book 474 | Ἀριδίκης· «νηπύτιε τί νυ τόξον ἔχεις καὶ τειρέας οἰστούς». |
| book 474.1 | φησὶ δὲ κακῶς φέρεσθαι «ἀτειρέας»· οὐδὲν γὰρ εἶναι βέλος ἀτειρές. |
| book 474.2 | ἀθειρέας οὖν 〈ἄν〉 τις, ὁμοίους ἀθέρι· ὡς γὰρ ὁ ἀθὴρ καταψώμενος |
| book 474.3 | λεῖός ἐστι, ἀνάπαλιν δὲ τραχὺς, οὕτως τὰ Κρητικὰ βέλη ἐμπήσσεσθαι |
| book 474.5.1 | μὲν τῇ σαρκὶ ἀκωλύτως, ἐξέρχεσθαι δὲ δυσχερῶς διὰ τὰς ἀπαγκι‐ |
| book 474.5.2 | στρώσεις. |
| book 479 | Ἀριστόνικος ὅτι ἀπὸ κοινοῦ ἐστιν ἀκουστέον τὸ «προσέφη». |
| book 481-488.1 | Δοῦρις· ὅτι πικρῶς διάκειται ἡ μητρυιὰ, διὸ ἐπεγέλα τὸ |
| book 481-488.2 | σαρδόνιον. |
| book 483.1 | Χρύσιππος ἐν τῷ περὶ ἀρχαίας φυσικῆς, δεικνὺς ὅτι σελήνη |
| book 483.2 | ἡ Ἄρτεμις καὶ τὰ περὶ τόκους δὲ εἰς ταύτην 〈ἀναφέρων, λέγει ἐν〉 ταῖς |
| book 483.3 | πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, ἀλλὰ γίγνε‐ |
| book 483.4 | σθαι 〈ῥᾳδίως τὰ ζῷα〉 πάντα. καὶ Ἀλκαῖος ἐπὶ τῶν βελῶν τῆς Ἀρτέ‐ |
| book 483.5.1 | μιδος λέγει. |
| book 483.5.2 | μὴ φόνος κέχυται γυναικῶν. |
| book 485.1 | Ἀριστόνικος ὅτι «ἐναίρειν» καταχρηστικῶς· θῆρες γὰρ οὐκ |
| book 485.2 | ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι. |
| book 487 | [δαήμεναι] Ἀριστόνικος ὅτι 〈ἀντὶ τοῦ〉 δάηθι |
| book 491.1 | αὐτοῖσιν δ’ ἄρα] κατηγοροῦσιν Ὁμήρου ὡς ἐνησεβηκότος τῇ |
| book 491.2 | Ἀρτέμιδι. Δημήτριος ὁ Ἰξίων φησί· «πάνυ νέαν παρθένον εἰσάγει καὶ |
| book 491.3 | παίδων τρόπον κλαίουσαν καὶ τοῖς κόλποις τοῦ πατρὸς ἐπικλινομένην, |
| book 491.4 | 〈καὶ〉 ἀκολουθῶν τῇ ἡλικίᾳ μεμύκευθεν». Ῥητέον ὅτι οὐ μαίνεται, ἀλλ’ |
| book 491.5 | ἀνθ’ ὧν στασιώδη εἴρηκεν ὡς μήτηρ νουθετεῖ παιδικῇ ἑρμηνείᾳ. |
| book 492.1 | ἐντροπαλιζομένη] βέλτιον «ἐντροπαλιζομένην». |
| book 492.2 | διὰ τί ἐντροπαλίζεται; ἐξ ὑποστροφῆς ἀνθιστανομένη. αἰτιατικὴ |
| book 492.3 | δέ ἐστιν. |
| book 492.4 | ἐν τῇ Χίᾳ καὶ Κυπρίᾳ ἀναξίως· «πολλὰ λισσομένης». Πτολε‐ |
| book 492.5 | μαῖος· «ἐντροπαλιζομένης». |
| book 493.1 | δακρυόεσσα ὕπαιθα θεὰ φύγεν ὥστε πέλεια] ἐπεὶ «τίλλε |
| book 493.2 | πέλειαν ἔχων» (Od. XV, 527), καὶ «εἶδε τρήρωνα πέλειαν» (Il. XXIII, |
| book 493.3 | 874) |
| book 495.1 | χηραμόν] κατάδυσιν ὄφεως. Ἀριστόνικος ὅτι αὐτὸς ἐξηγεῖται |
| book 495.2 | τί ἐστι χηραμός, ὅτι κοίλη πέτρη, καὶ ὅτι γενικὸν τὸ πέτρη καὶ εἰδικὸν |
| book 495.3 | τὸ χηραμός. πέτρη, |
| book 495.4 | κατάδυσιν ὄφεως. |
| book 497.1 | Λητὼ δὲ προσέειπε] Τυραννίων περισπᾷ, ἐπεὶ οἱ Δωριεῖς διαί‐ |
| book 497.2 | ρουσι Λητόα λέγοντες. |
| book 498.1 | Λητοῖ ἐγὼ δέ τοι οὔτι 〈μαχήσομαι〉] ἄτοπον γὰρ ἦν τὸν λόγον |
| book 498.2 | τοῖς ὅπλοις κρίνεσθαι. διὰ τοῦτο ἄχειροι 〈οἱ〉 γραμματικοὶ νομίζονται. |
| book 498.3 | Jusqu’ à κρίνεσθαι |
| book 498bis.1 | ὅτι διὰ τὸ εἰρηνικὸς εἶναι θεὸς οὐ μάχεται ὁ Ἑρμῆς. τοῦτο δὲ |
| book 498bis.2 | εἴπερ ἤθελεν εἰπεῖν ὁ ποιητὴς, εἰρηκέναι ἂν· «ἀργαλέον 〈δὲ〉 κήρυκ’ |
| book 498bis.3 | ὄντα». ὁ δὲ ἑτέραν εἴρηκεν αἰτίαν, ὅτι ταῖς τοῦ Διὸς γενομέναις γυναι‐ |
| book 498bis.4 | ξὶν οὐ πρέπον αὐτὸν πληκτίζεσθαι· ὁ γὰρ Ἑρμῆς αἰτίαν ἔχει φιλογυ‐ |
| book 498bis.5.1 | νίας καὶ ἐρωτικὸς νομίζεται. διὸ ἐξ αὐτοῦ καὶ τῆς Ἀφροδίτης συνέθε‐ |
| book 498bis.5.2 | σαν τὸν Ἑρμαφρόδιτον. λέγει δὲ Πυθαγόρας ὅτι καὶ τὸν Πελασγικὸν |
| book 498bis.5.3 | οἶδεν Ὅμηρος μῦθον, οἵτινες ἐντεταμένον αὐτὸν ἱδρύουσιν· ὅτε γοῦν |
| book 498bis.5.4 | κατείληπτο ἡ Ἀφροδίτη σὺν Ἄρει, οὕτως εἰς ἐπιθυμίαν ἐκκέχυται, |
| book 498bis.5.5 | ὥστε εὔχεσθαι σὺν πλείοσι δεσμοῖς παρακεκλίσθαι τῇ Ἀφροδίτῃ. |
| book 498bis.10 | ταύτην οὖν τὴν ὑπόνοιαν φυλάσσεται. |
| book 499.1 | ἐπεὶ συνέζευκτο θεῷ καὶ Διὶ κεκοινωνηκυῖα κοίτης ἦν. Δοῦρις δὲ |
| book 499.2 | ἐν αʹ προβλημάτων Ὁμηρικῶν γράφει· «εἰκότως τοῦτο ποιεῖ· ὁ γὰρ |
| book 499.3 | Ἑρμῆς οὐ πολέμου αὐξητικὸς, ἀλλ’ εἰρήνης. οὐκ ἤθελεν οὖν ἰσχυρὸν |
| book 499.4 | ποιεῖν τὸν ἐν τοῖς ὅπλοις ἄγωνα, ἢ διότι καταφρονητὴς ἦν πολέμου· ὁ |
| book 499.5 | μὲν γὰρ πόλεμος ἄλλων, τὸ δὲ Ἑρμοῦ κηρύκιον τὸν πόλεμον κατα‐ |
| book 499 | στρέφεται. καὶ 〈ὁ〉 αὐτὸς ἐν τῷ αὐτῷ περὶ τὰ τελευταῖα ....... |
| book 1 | φύζα φυζῶ, ὡς κίσσα κισσῶ, καὶ πέφυζα ὁ μέσος παρακείμενος. |
| book 2.1 | [ἀκέοντο] κυρίως ἀκεῖσθαι τὸ ἄχος ἰᾶσθαι καὶ τὸ οἱωσδήποτε |
| book 2.2 | θεραπεύειν· ὅθεν—Ἀθηναῖοι ἀκεστρίαν λέγουσιν. |
| book 44.1 | εὖνιν] ἔρημον, χῆρον, ἐστερημένον. |
| book 44.2 | εὖνιν] ὅ ἐστι εὐναζόμενον, ἐξ οὗ εὖνις ὁ μεμονωμένος. |
| book 45 | περνὰς] πιπράσκων. |
| book 51.1 | [ὀνομάκλυτος] ὁ ἔνδοξος, ἀναγνωστέον δὲ ὑφ’ ἓν, ὡς «τοξόκλυτος,» |
| book 51.2 | ἐν δὲ τῇ Ὀδυσσείᾳ «ἐμοὶ δ’ ὄνομα κλυτὸν Αἴθων» (XIX, 183) κατὰ |
| book 51.3 | παράθεσιν· συστῆσαι γὰρ αὐτοῦ—κρεμάμενος ὁ λόγος. |
| book 67.1 | ὠμηστής, ὡς ὀρχηστὴς, παραγωγὸν, οὐ σύνθετον. ὠμηστὴς δὲ |
| book 67.2 | λέγεται καὶ ὁ ἄπιστος· 〈«ὠμηστὴς καὶ ἄπιστοσ»〉. Il. XXIV, 207. |
| book 69 | [πυλαωροὺς] τινὲς «θυραωρούς»· πύλας γὰρ—τοὺς |
| book 69 | ξένους. |
| book 70.1 | [ἀλύσσοντες] ὑπὸ πλησμονῆς ἀλύοντες—ἄγαν λυσ‐ |
| book 70.2 | σῶντες. |
| book 70.3 | [ἀλύσσοντες] 〈ἄγαν λυσσῶντεσ〉· τοῦτο γὰρ τοῖς κατοικιδίοις συμβαί‐ |
| book 70.4 | νει κυσὶν, εἰ γεύονται σώματος. οἱ δὲ ἐν ἄλῃ ὄντες, ὡς τὸ «ἡ δ’ ἀλύ‐ |
| book 70.5 | ουσα». οἱ δὲ παρὰ τὴν ἄλην, ὅ ἐστι πλάνην. |
| book 71.1 | πᾶν δὲ ὃ ἂν ἀποθανὼν φανείη πάσχων ὁ νέος, τοῦτο καλόν ἐστιν. |
| book 71.2 | ἢ ἀποθανόντι δὲ τῷ νέῳ καὶ τραυματίᾳ ὄντι πάντα καλὰ φαίνεται καὶ |
| book 71.3 | τοῖς θεωμένοις. |
| book 95.1 | [δέδορκεν] βλέπει—δεδορκέναι· τὸ γὰρ βλέμμα |
| book 95.2 | δεινὸν ἔχει. φασὶ δὲ αὐτὸν ἐσθίοντα μύρμηκας καὶ κανθαρίδας μετὰ |
| book 95.3 | τὴν φώλευσιν ἰοῦ πληροῦσθαι καὶ ἐρεθίζεσθαι καὶ λυσσᾶν ποῦ ἐναπο‐ |
| book 95.4 | μάξεται τὸν ἐνοχλοῦντα ἰόν. δεδορκέναι |
| book 106 | ἔθος γὰρ τοῖς χείροσι—κακολογεῖσθαι. |
| book 132 | [ἶσος] τινὲς διὰ τῆς ει—ὁμοιωθείς. |
| book 133.1 | οὗτος ὁ στίχος μετατιθέμενος Ἰωνικὸς γίνεται ἀπὸ μείζονος— |
| book 133.2 | ὦμον». ἀλλ’ ἡ σύνθεσις 〈καὶ τὸν ἄρρενα τόνον τεθήλυκεν〉. |
| book 146 | ἡ ἐξ πρόθεσις—ἐδίωκον. |
| book 190.1 | διά τ’ ἄγκεα καὶ διὰ βήσσας] ἀντὶ τοῦ διὰ ἀγκέων καὶ βησσῶν. |
| book 190.2 | οὕτω δὲ καλοῦνται οἱ κοῖλοι καὶ βάσιμοι τῶν ὀρῶν τόποι, ὡς 〈τὸ «διά |
| book 190.3 | τ’ ἔντεα〉 καὶ μέλαν αἷμα». (Il. X, 298). τοῦ δὲ ὄρους τὰ μὲν— |
| book 190 | πρῶνες, 〈τὰ δὲ κεκλιμένα〉 κλίματα, τὰ βάσιμα βῆσσαι— |
| book 190.5 | πρυμνώρειαι, αἱ δὲ παρ’ αὐταῖς 〈πεδιάδεσ〉 παρόρια. |
| book 202.1 | πῶς δὲ, φησὶν, ὁ Ἕκτωρ ἠδύνατο διαφυγεῖν τὸν Ἀχιλλέα, εἰ |
| book 202.2 | μὴ ὑστάτην βοήθειαν παρέχων αὐτῷ ὁ Ἀπόλλων ποδώκη ἐποίησεν; |
| book 262.1 | 〈μή μοι〉 συνημοσύνασ〈—ἀγόρευε〉] ἀντὶ τοῦ μή μοι περὶ |
| book 262.2 | συνθηκῶν διαλέγου. |
| book 262.3 | συνημοσύνας] παρὰ τὸν ἥσω μέλλοντα. σημαίνει δὲ τὰς συνθήκας, |
| book 262.4 | παρὰ τὸ εἰς ταὐτὸ ἀφικνεῖσθαι τὰ τῆς διανοίας. οὕτως ἔχει καὶ τὸ με‐ |
| book 262.5 | θημοσύνη. |
| book 263 | παροιμία· 〈ὡσ〉 λύκοι ἄρνα φιλοῦσιν, ὣς νέον ἐρασταί. |
| book 293 | κατηφήσας] οἱονεὶ ὁ κάτω τὰ φάη ἔχων ἤτοι τοὺς ὀφθαλμούς. |
| book 310.1 | [ἀμαλήν] τινὲς «ἀμαλὴν» ἁπαλὴν, τρυφερὰν, νηπίαν, κατὰ |
| book 310.2 | συγγένειαν τῶν στοιχείων, οἱ δὲ ἅμα τῇ μητρὶ ἀλωμένην, οἱ δὲ μὴ |
| book 310.3 | ἔχουσαν μάλας, ὅ ἐστι τὸ ἰσχυρόν. |
| book 332 | [σῶς] τινὲς ἐκ τοῦ σόος—συναλείφει. |
| book 336.1 | αἰκῶς] περισπαστέον. ἀπὸ τοῦ αἰκέως πεπονθός, ὅπερ ἐστὶ |
| book 336.2 | χαλεπῶς, αἰκιστικῶς. |
| book 397 | διὰ τί Ἀχιλλεὺς—τοῦτο ποιῆσαι. |
| book 431.1 | [τέκνον—βείομαι] ἀντὶ τοῦ τί ἔτι βιώσω, ὅ ἐστι |
| book 431.2 | ζήσω. |
| book 454 | [αἲ γὰρ] ἀντὶ τοῦ εἴθε. καὶ ἔστιν ἐπίρρημα εὐχῆς σημαντικόν. |
| book 466.1 | πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ—ἐπε‐ |
| book 466.2 | κράτησεν. |
| book 491 | [ὑπεμνήμυκε] καταμέμυκε—τοῦ πατρὸς. |
| book 494 | [κοτύλην] νῦν εἶδος ποτηρίου. οὕτως δὲ λέγεται καὶ τὸ τοῦ |
| book 494 | ἰσχίου ὀστοῦν καὶ πᾶν τὸ κοῖλον. |
| book 92 | Διόνυσος—ὀστᾶ. ἡ ἱστορία παρὰ Στησιχόρῳ. |
| book 111.1 | [ἀξέμεν ὕλην] κόπτειν ὕλην. ἢ παρὰ τὸ ἄξαι, ὅ ἐστι φέρειν· |
| book 111.2 | ἄγεται γὰρ τὸ ζῷον. |
| book 121 | ποσσὶ δατεῦντο] ἐμέριζον—τιθεμένων. |
| book 132 | [παραιβάται] οἱ ἐπὶ τῶν ἁρμάτων—ἁρμάτων. |
| book 135.1 | [καταείνυον] δασέως, ἀπὸ τοῦ εἱνύω. 〈τοῦτο δὲ παρὰ τὸ ἕω〉 |
| book 135.2 | δασυνόμενον. |
| book 142 | Σπερχειὸς ποταμὸς Θεσσαλίας. |
| book 160 | [ταγοὶ] ἀπὸ τοῦ τάσσω ταγός. |
| book 253.1 | [ἄλλεγον] ἐκ τοῦ λέγω. σημαίνει δὲ καὶ τὸ φροντίζω, ἐξ οὗ |
| book 253.2 | μετὰ τοῦ 〈α〉 ἐπιτατικοῦ ἄλεγος καὶ ἄλγος, καὶ τὸ ἀριθμῶ «Τρῶας |
| book 253.3 | μὲν λέξασθαι». (Il. II, 125), 〈καὶ〉 τὸ ἐπιτυγχάνω, ἐξ οὗ καὶ τὸ λε‐ |
| book 253.4 | λοχώς, καὶ τὸ ὁρίζω, ἐξ οὗ καὶ λόγος καὶ ὁρισμός, καὶ τὸ συλλέγω |
| book 253.5.1 | «ἔξωθεν δή τοι λέγομεν λεύκ’ ὀστέ’ Ἀχιλλεῦ» (Odys. XXIV, 72), |
| book 253.5.2 | ἀντὶ τοῦ συλλέγομεν, καὶ τὸ οἰκοδομῶ «αἱμασίας τε λέγων» (OdXVIII |
| book 253.5.3 | 359), ἀντὶ τοῦ οἰκοδομῶν, καὶ τὸ ἐξάγω «εἰ γὰρ νῦν παρὰ νηυσὶ λε‐ |
| book 253.5.4 | γοίμεθα» (Il. XIII, 276), οἱονεί τις τοὺς ἀρίστους εἰς μάχην διαλέγοιτο, |
| book 253.5.5 | τουτέστι ἐξαγάγοιτο. |
| book 254.1 | ἑανῷ λιτί] ἁπαλῶ καὶ λιτῷ ἱματίῳ. «λιτί» ὀξυτόνως· μετα‐ |
| book 254.2 | πλασμὸς γάρ ἐστι τοῦ λιτῷ. τὸ δὲ λῖτα αἰτιατική ἐστι μεταπλασθεῖσα |
| book 254.3 | ἀπὸ τοῦ λιτόν, ἐπεὶ οὐδεμία αἰτιατικὴ εἰς α λήγουσα ὠξύνθη, εἰ μὴ |
| book 254.4 | ἡ τινά ἀόριστος οὖσα πρὸς τὴν τίνα πευστικήν. |
| book 281.1 | [ὑγρὸν ἔλαιον] ἤτοι τὸ σωμάτων χαλαστικὸν, ἤτοι τὸ ἐν ὑγρό‐ |
| book 281.2 | τητι—θερμόν. |
| book 301 | [ἐΰτριχας] καλοὺς ἀπὸ μέρους. |
| book 338 | τῷ καμπτῆρι—ἀκριβῶς. |
| book 340 | κύκλου] τροχοῦ. διὰ τοῦτο καὶ «ποιητοῖο». |
| book 361.1 | [ὡς μεμνέῳτο] ὅπως ἐπισκοποίη καὶ ἐπιμελοῖτο τὸν δρόμον, |
| book 361.2 | μή τις περὶ τὸν καμπτῆρα πανουργήσοι. προπαροξύτονον καὶ μετὰ τοῦ |
| book 361.3 | ι. Ξενοφῶν δὲ «μέμνωτο» ἄνευ τοῦ ι. Κρατῖνος δὲ «μεμνοῖτο». τὸ δὲ |
| book 361.4 | ἀνάλογον «μέμνῃτο» διὰ τοῦ η, προσκειμένου τοῦ ι, Ἀριστοφάνης |
| book 361.5.1 | 〈ἐν〉 Πλούτῳ (v. 992)· «ἵνα—μου». Πίνδαρος δὲ Δωρικώτε‐ |
| book 361.5.2 | ρον διὰ τῆς αι διφθόγγου ἐν προσῳδίαις «μεμναίατ’ ἀοιδᾶς.» |
| book 361.5.3 | προπαροξύτονον—ι |
| book 403 | αὐτοὺς ἡμᾶς ἐπείγετε πρὸς τὸν δρόμον καὶ μὴ ἀπολιμπάνεσθε. |
| book 419.1 | [στεῖνος] βαρυντέον τὸ στεῖνος, στένωμα τόπου, ὡς τὸ μάκρος |
| book 419.2 | παρ’ Ἀριστοφάνει· «ὦ Πόσειδον τοῦ μάκρους». (An. 1131) |
| book 420 | [ῥωχμός] ῥῆξις. ἔστι δὲ τόπος κεχαραγμένος ὑπὸ ὄμβρου. |
| book 451.1 | [περιωπῇ] τόπος ὑψηλὸς ἀφ’ οὗ ἔστι περιβλέψασθαι καὶ ἰδεῖν |
| book 451.2 | πάντα. |
| book 440 | ἔτυμόν γέ φαμεν] παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν Ἰωνικός. |
| book 463 | [οὔπω] γράφε «οὔπω»· τὸ γὰρ «οὔπη» ἐστὶν εἴς τινα τόπον, |
| book 463 | ὅπερ οὐχ ἁρμόζει. |
| book 475.1 | [δίενται] διώκονται. ἀπὸ βαρυτόνου τοῦ δίω, παρ’ ὃ τὸ ἑνι‐ |
| book 475.2 | κὸν 〈δίοιτο· «κνώδαλον ὅττι δίοιτο» (Od. XVII. 317)〉. ἔστι δὲ καὶ περι‐ |
| book 475.3 | σπώμενον; ἔνθεν τὸ δίημι 〈παρ’ ὃ τὰ πληθυντικὰ δίενται «ἵπποι ἀερ‐ |
| book 475.4 | σίποδες πολέος πεδίοιο»〉, δίενται καὶ δίεσαν· «αὕτως ἐνδίεσαν.» (Il. |
| book 475.5 | XVIII, 584.) |
| book 478.1 | [λαβραγόρην] προπετῆ ἐν τοῖς λόγοις, τουτέστι λάβρον καὶ |
| book 478.2 | θρασύν. |
| book 484.1 | [δεύεαι] καὶ ἐν τοῖς λοιποῖς ἔργοις ἀπολείπῃ τῶν Ἑλλήνων, |
| book 484.2 | σκαιὸς τὸν τρόπον ὑπάρχων. |
| book 485.1 | [δεῦρό νυν] ἢ εἰς τοῦτον τὸν τόπον, ἢ «δεῦρό νυν» ἐγκελευ‐ |
| book 485.2 | στικῶς. συσταλτέον δὲ ἐνθάδε τὸ «νῦν» διὰ τὸ μέτρον. |
| book 523 | καίτοι πρότερον δίσκου βολῆς διαστήματι ἀπολελείμμενος. |
| book 531.1 | [ἤκιστος] πάντων ἡττωμένος, ἀσθενής, ἢ ἄτεχνος. ἤκιστος |
| book 531.2 | ψιλῶς καὶ σημαίνει ἐλάσσων. παρὰ τὸ ἦκα, ὁ δηλοῖ τὸ ἡσυχῆ, ἀφ’ οὗ |
| book 531.3 | καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τοῦ μάλιστα. οἱ δὲ παρὰ τὸ ἔχω, ὅ |
| book 531.4 | ἐστιν ἐπέχω. τινὲς δὲ ἀπὸ τοῦ ἥσσων, ἀμαθῶς. |
| book 538 | [πρόσσοθεν] συσταλτέον τὸ ω. |
| book 540.1 | διὰ τὴν ἐπιφορὰν τῶν συμφώνων ἀφῃρέθη τὸ ν, ὡς ἐν τῷ «κά‐ |
| book 540.2 | κτανε Βελλεροφόντην». (Il. VI, 164). |
| book 604.1 | [νεοίη] νεότης. νῦν δὲ τὸν νοῦν σου ἐξενίκησεν ἡ νεότης. «νε‐ |
| book 604.2 | οίη», ὡς ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον νεόειαν λέγουσιν. |
| book 661 | καμμονίην] Φόρβας—κυκλικοῖς. |
| book 764 | ἐπέβαινεν αὐτοῦ τοῖς ἴχνεσι πρὸ τοῦ κονιορτωθῆναι. |
| book 765.1 | [ἀϋτμένα] παρὰ τὸ αὔω τὸ φωνῶ, φωνῆς δὲ γένεσις πνοὴ καὶ |
| book 765.2 | ἀήρ. θηλυκῶς δὲ ἀϋτμή ἡ πνοή. |
| book 726 | ἔκρουσεν αὐτῷ, φησὶν, ἐπιτυχὼν ὄπιθεν τὴν ἰγνύην— |
| book 726 | περιπλέκεται. |
| book 1 | λῦτο] εἰ μέν ἐστι 〈μέσοσ〉 δεύτερος ἀόριστος—«βλῆτο». |
| book 8.1 | πείρων] βαρύτονον τὸ «πείρων»· φησὶ γοῦν «καὶ ἠῶ πεῖρε κέ‐ |
| book 8.2 | λευθον» (Od. II, 434)—πορμός καὶ πορθμός. |
| book 47.1 | [κασίγνητον ὁμογάστριον] φαίνεται—τὴν ἐκ μητρὸς ἀδελφό‐ |
| book 47.2 | τητα. |
| book 73 | ἔξωθεν τὸ 〈ὡσ〉· ὡς μήτηρ παραμένει φυλάττων. |
| book 79.1 | [μείλανι πόντῳ] μέλανι. τῷ καὶ ἔτι νῦν καλουμένῳ Μέλανι κόλ‐ |
| book 79.2 | πῳ. ἔστι δὲ τὸ σχῆμα παρένθεσις |
| book 80.1 | [μολυβδαίνῃ] μολυβδίνῃ ὁρμιᾷ. μόλυβδος δὲ ἐπίκειται τῷ ἀγ‐ |
| book 80.2 | κίστρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσκωσι τὴν ὁρμιὰν, ἀλλ’ ἵνα καθέλ‐ |
| book 80.3 | κῃ αὐτὴν τῷ βάρει κάτω. |
| book 81.1 | βοὸς κέρας] οἱ μὲν κυρίως, οἱ δὲ τὴν τρίχα· ἄμεινον δὲ νοεῖν |
| book 81.2 | κεράτιόν τι προσκεῖσθαι τῷ ἀγκίστρῳ, ἵνα μὴ οἱ ἰχθύες ἀποβιβρώσ‐ |
| book 81 | κωσι τὴν ὁρμιάν. |
| book 262.1 | [ἐπιδήμιοι ἁρπακτῆρες] τὰ τῶν πολιτῶν ἁρπάζοντες καὶ οὐ τὰ |
| book 262.2 | τῶν πολεμίων. |
| book 267.1 | [πρωτοπαγέα] πρωτοπαγῆ. πρώτως παγεῖσαν, πρῶτον πεπη‐ |
| book 267.2 | γυῖαν, ὅ ἐστι καινήν· ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος. πρῶτον |
| book 267.3 | τάξεως, πρώτως ποιότητος. |
| book 272.1 | [πέζῃ] ἐπὶ τῷ τέρματι, ὅ ἐστι τῇ ἀρχῇ τοῦ ῥυμοῦ, ὅθεν καὶ |
| book 272.2 | πέζα ἡ ᾤα καλεῖται. |
| book 316.1 | μόρφνον] ἤτοι περὶ φόνους μεμωρηκότα, φόνιον ἢ μέλανα ἢ |
| book 316.2 | ἅρπαγα. οἱ δὲ ἀετοῦ εἶδος. |
| book 316.3 | περκνὸν] τὸν αὐτὸν τῷ προειρημένῳ, μέλανα, ἀφ’ οὗ καὶ τὸν μελαι‐ |
| book 316.4 | νόμενον καρπὸν περκάζειν λέγομεν. |
| book 348.1 | [πρῶτον ὑπηνήτῃ] ἀρχομένῳ γενειάζειν. ὑπήνη δὲ καλεῖται |
| book 348.2 | αἱ τρίχες αἱ περὶ τὰ χείλη, ὁ μύσταξ ἄρτι φυόμενος. οἱ δὲ κοινῶς εἶπον |
| book 348.3 | τὸ γένειον. |
| book 349 | ἔλασσαν] παρήλασαν τὸν Ἴλου τόπον ἢ τάφον. |
| book 354.1 | [φραδέος νόου] συνετοῦ νοῦ καὶ ἄριστα δυναμένου ὁ παρὼν |
| book 354.2 | 〈καιρὸσ〉 δεῖται. |
| book 429.1 | ἄλεισον] νῦν ποτήριον. κυρίως δὲ τὸ τετορνευμένον, ὅπερ λέ‐ |
| book 429.2 | γομεν καυκάλιον. |
| book 439 | οὐδεὶς 〈ἄν〉 σοι μαχεσθείη καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος. |
| book 451.1 | [λαχνήεντα] δασύν—εἶδος καλάμου, ἀπὸ τοῦ πρὸς |
| book 451.2 | ὀροφὴν ἐπιτήδειος εἶναι. |
| book 454 | [εἰλάτινος] ἐλάτη εἶδος δένδρου. |
| book 476.1 | 〈ἀθετεῖται〉· φασὶ γὰρ παρὰ τοῖς παλαιοῖς μὴ ὅλως αἴρεσθαι |
| book 476.2 | τὴν τράπεζαν. εἰ μὴ διὰ τὴν Πατρόκλου λύπην. |
| book 615 | Σίπυλος ὄρος τῆς ἐν Λυδίᾳ Μαγνησίας. |
| book 616 | [αἵ τ’ ἀμφ’ Ἀχελώϊον] αἵτινες—εἰς τὴν τῶν Σμυρ‐ |
| book 616 | ναίων γῆν. |
| book 617.1 | τὰς ἐκ τῶν θεῶν αὐτῇ ἐπιφερομένας συμφορὰς ἐν ἑαυτῷ ἐ〈φύ‐ |
| book 617.2 | λασσεν〉. |
| book 671 | ἐζήτηται πῶς ὁ Ἀχιλλεὺς—συμβολῶν. |
| book 671-672 | ἐδεξιώσατο τὸν γέροντα. |