eul_wid: tro-ae

Scholia-Prometheus Bound
Σχόλια εἰς Προμηθέα Δεσμώτην

Aeschylus Scholia Scholia Prometheus Bound PDF

The Scholia on Prometheus Bound is an extensive collection of 842 explanatory notes, or scholia, composed in Greek as a commentary on Aeschylus's tragedy. It is not a unified work by a single author but a stratified compilation, with its foundational material deriving from the scholarship of the Hellenistic period between the 3rd and 1st centuries BCE. This core received successive layers of addition and condensation throughout the Byzantine era. The scholia function as a line-by-line exegetical apparatus, offering glosses on obscure vocabulary, elucidations of grammatical constructions and mythological references, records of textual variants, and sporadic literary analysis. Compiled primarily as an aid for students, teachers, and scribes grappling with the play's archaic and complex language, it served as a crucial educational tool. These marginal annotations were copied, abbreviated, and transmitted over centuries within the manuscript tradition. The complete corpus survives chiefly in a single 10th-century Byzantine codex, the Codex Mediceus Laurentianus, though the more expansive and detailed Hellenistic commentaries from which these notes were distilled are largely lost. For contemporary scholarship, the scholia constitute an indispensable resource for the critical editing of Aeschylus's text and for tracing the history of the play's interpretation from antiquity through the medieval period.

vita t VITA AESCHYLI secundum Commentarium A Αἰσχύλος ὁ τραγικὸς γένει μὲν ἦν Ἀθηναῖος, Ἐλευσίνιος τὸν δῆμον, υἱὸς Εὐφορίωνος, Κυναιγείρου ἀδελφὸς καὶ Ἀμεινίου, ἐξ εὐπατριδῶν τὴν φύσιν.
vita 2 [5] νέος δὲ ἤρξατο τῶν τραγῳδιῶν, καὶ πολὺ τοὺς πρὸ αὐτοῦ ὑπερῇρε κατὰ τὴν ποίησιν καὶ τὴν διάθεσιν τῆς σκηνῆς, τήν τε λαμπρότητα τῆς χορηγίας καὶ τὴν σκευὴν τῶν ὑποκριτῶν, τήν τε τοῦ χοροῦ σεμνότητα· ὡς καὶ Ἀριστοφάνης· «ἀλλ’ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνά, καὶ κοσμήσας τραγικὸν κλῆρον». συνεχρόνισε δὲ Πινδάρῳ, γεγονὼς κατὰ τὴν μʹ Ὀλυμπιάδα.
vita 4 γενναῖον δὲ αὐτόν φασι, καὶ μετασχεῖν ὁμολογοῦσι τῆς ἐν Μαραθῶνι μάχης σὺν τῷ ἀδελφῷ Κυναιγείρῳ, τῆς τε ἐν Σαλαμῖνι ναυμαχίας. κατὰ δὲ τὴν σύνθεσιν τῆς ποιήσεως ζηλοῖ τὸ ἁδρὸν ἀεὶ πλάσμα, ὀνοματοποιΐαις τε καὶ ἐπιθέτοις, ἔτι δὲ καὶ μεταφοραῖς, καὶ πᾶσι τοῖς δυναμένοις ὄγκον τῇ φράσει περιθεῖναι, χρώμενος.
vita 5 [5] αἵ τε διαθέσεις τῶν δραμάτων οὐ πολλὰς αὐτῷ περιπετείας καὶ πλοκὰς ἔχουσιν, ὡς παρὰ τοῖς νεωτέροις· μόνον γὰρ ζηλοῖ τὸ βάρος τοῖς προσώποις, ἀρχαῖον εἶναι κρίνων τοῦτο τὸ μέρος μεγαλοπρεπές τε καὶ ἡρωικόν, τὸ δὲ πανοῦργον κομψοπρεπές τε καὶ γνωμολογικὸν ἀλλότριον τῆς τραγῳδίας ἡγούμενος· ὥστε διὰ τὸ πλεονάζειν τῷ βάρει τῶν προσώπων κωμῳδεῖται παρὰ Ἀριστοφάνους. ἐν μὲν γὰρ τῇ Νιόβῃ ἕως τρίτης ἡμέρας ἐπικαθημένη τῷ τάφῳ τῶν παίδων οὐδὲν φθέγγεται ἐγκεκαλυμμένη· ἐν δὲ τοῖς τοῦ Ἕκτορος Λουτροῖς ἐγκεκαλυμμένος ὁμοίως ὁ Ἀχιλλεὺς οὐ φθέγγεται, πλὴν ἐν ἀρχαῖς ὀλίγα πρὸς Ἑρμῆν ἀμοιβαῖα.
vita 7 [5] διὸ ἐκλογαὶ μὲν παρ’ αὐτῷ τῇ κατασκευῇ διαφέρουσαι πάμπολλαι ἂν εὑρεθεῖεν, γνῶμαι δὲ ἢ συμπάθειαι ἢ ἄλλο τι τῶν δυναμένων εἰς δάκρυον ἀπαγαγεῖν οὐ πάνυ· ταῖς τε γὰρ ὄψεσι καὶ τοῖς μύθοις πρὸς ἔκπληξιν τερατώδη μᾶλλον ἢ πρὸς ἀπάτην κέχρηται. ἀπῆρε δὲ εἰς Ἱέρωνα τὸν Σικελίας τύραννον, κατά τινας μὲν ὑπὸ Ἀθηναίων κατασπουδασθεὶς καὶ ἡσσηθεὶς νέῳ ὄντι τῷ Σοφοκλεῖ, κατὰ δὲ ἐνίους ἐν τῷ εἰς τοὺς ἐν Μαραθῶνι τεθνηκότας ἐλεγείῳ ἡσσηθεὶς Σιμωνίδῃ· τὸ γὰρ ἐλεγεῖον πολὺ τῆς περὶ τὸ συμπαθὲς λεπτότητος μετέχειν θέλει, ὃ τοῦ Αἰσχύλου, ὡς ἔφαμεν, ἐστὶν ἀλλότριον.
vita 9 [5] τινὲς δέ φασιν ἐν τῇ ἐπιδείξει τῶν Εὐμενίδων σποράδην εἰσαγαγόντα τὸν χορὸν τοσοῦτον ἐκπλῆξαι τὸν δῆμον ὥστε τὰ μὲν νήπια ἐκψῦξαι, τὰ δὲ ἔμβρυα ἐξαμβλωθῆναι. ἐλθὼν τοίνυν εἰς Σικελίαν, Ἱέρωνος τότε τὴν Αἴτνην κτίζοντος, ἐπεδείξατο τὰς Αἴτνας, οἰωνιζόμενος βίον ἀγαθὸν τοῖς συνοικοῦσι τὴν πόλιν. καὶ σφόδρα τῷ τυράννῳ Ἱέρωνι καὶ τοῖς Γελῴοις τιμηθείς, ἐπιζήσας τρίτον ἔτος τοῦτον ἐτελεύτα τὸν τρόπον· ἀετὸς χελώνην ἁρπάσας, ὡς ἐγκρατὴς γενέσθαι τῆς χελώνης τῆς οὐρᾶς οὐκ ἴσχυεν, ἀφίησι κατὰ πετρῶν, αὐτῆς συνθλάσσων τὸ δέρμα· ἡ δὲ ἐνεχθεῖσα κατὰ τοῦ ποιητοῦ φονεύει αὐτόν.
vita 10 [5] χρησμὸς δὲ ἦν αὐτῷ δοθεὶς οὕτως· «οὐράνιόν σε βέλος κατακτανεῖ». ἀποθανόντα δὲ Γελῷοι πολυτελῶς ἐν τοῖς δημοσίοις μνήμασι θάψαντες ἐτίμησαν μεγαλοπρεπῶς, ἐπιγράψαντες τούτῳ· «Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυραφόροιο πέλας· ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι, καὶ βαθυχαιτήεις Μῆδος ἐπιστάμενος».
vita 11 εἰς τὸ μνῆμα δὲ φοιτῶντες ὅσοις ἐν τραγῳδίαις ἦν ὁ βίος ἐνήγιζόν τε καὶ τὰ δράματα ὑπεκρίνοντο. Ἀθηναῖοι δὲ τοσοῦτον ἠγάπησαν Αἰσχύλον ὡς ψηφίσασθαι μετὰ θάνατον αὐτοῦ τὸν βουλόμενον διδάσκειν τὰ Αἰσχύλου χορὸν λαμβάνειν.
vita 13 [5] ἐβίωσε δὲ ἔτη ξγʹ, ἐν οἷς ἐποίησε δράματα οʹ, καὶ ἐπὶ τούτοις σατυρικὰ ἀμφὶ τὰ εʹ. νίκας δὲ τὰς πάσας εἰλήφει ιγʹ· οὐκ ὀλίγας δὲ μετὰ τελευτὴν νίκας ἀπηνέγκατο. Supplementum (a) πρῶτος Αἰσχύλος πάθεσι γενικωτάτοις τὴν τραγῳδίαν ηὔξησε, τήν τε σκηνὴν ἐκόσμησε καὶ τὴν ὄψιν τῶν θεωμένων κατέπληξε τῇ λαμπρότητι, γραφαῖς καὶ μηχαναῖς, βωμοῖς τε καὶ τάφοις, σάλπιγξιν, εἰδώλοις, Ἐριννύσι, τούς τε ὑποκριτὰς †χειρὶ σκεπάσας καὶ τῷ σύρματι ἐξογκώσας, μείζοσί τε τοῖς κοθόρνοις μετεωρίσας.
suppl vit 15 ἐχρήσατο δὲ ὑποκριτῇ πρῶτα μὲν Κλεάνδρῳ, ἔπειτα δὲ καθὸ δεύτερον αὐτῷ προσῆψε Μυωνίσκον τὸν Χαλκιδέα· τὸ δὲ τρίτον ὑποκριτὴν αὐτὸς ἐφεῦρεν, ὡς καὶ Δικαίαρχος ὁ Μεσήνιος, Σοφοκλῆς. τὸ δὲ ἁπλοῦν τῆς δραματοποιΐας εἰ μέν τις πρὸς τοὺς μετ’ αὐτὸν λογίζοιτο, φαῦλον † μὲν ὑπολαμβάνοιο †καὶ ἀπραγμάτευτον· εἰ δὲ πρὸς τοὺς ἀνωτέρω, θαυμάσειε τῆς ἐπινοίας τὸν ποιητὴν καὶ τῆς εὑρέσεως.
suppl vit 16 [5] †οὕτω δὲ δοκεῖ τελεωτέρας τραγῳδίας ποιητὴς ὁ Σοφοκλῆς γεγονέναι, ὀρθῶς μὲν δοκεῖ· λογιζέσθω δὲ ὅτι πολλῷ χαλεπώτερον ἦν ἐπὶ Θέσπιδι, Φρυνίχῳ τε καὶ Χοιρίλῳ ἐς τοσόνδε μεγέθους τὴν τραγῳδίαν προσαγαγεῖν ἢ †ἐπὶ Αἰσχύλου εἰπόντος† ἐς τὴν τοῦ Σοφοκλέους ἐλθεῖν τελειότητα. Supplementum (b) ἐπίγραμμα γραφὲν εἰς τὸν τάφον Αἰσχύλου· «ἀετοῦ ἐξ ὀνύχων βρέγμα τυπεὶς ἔθανεν».
suppl vit t3 Supplementum (c) : codices Mediceus, La, O φασὶν ὑπὸ Ἱέρωνος ἀξιωθέντα ἀναδιδάξαι τοὺς Πέρσας ἐν Σικελίᾳ καὶ λίαν εὐδοκιμεῖν.
suppl vit t4 [5] Supplementum (d) : codices Mediceus, D, La, O, V: ΕΚ ΤΗΣ ΜΟΥΣΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ταύτῃ καὶ ἄριστος εἰς τραγῳδίαν Αἰσχύλος κρίνεται, ὅτι εἰσάγει πρόσωπα μεγάλα καὶ ἀξιόχρεα.
suppl vit 18 (4) [5] καί τινες ἤδη τῶν τραγῳδιῶν αὐτοῦ διὰ μόνων οἰκονομοῦνται θεῶν, καθάπερ οἱ Προμηθεῖς· τὰ γὰρ δράματα συμπληροῦσιν οἱ πρεσβύτατοι τῶν θεῶν, καὶ ἔστι τὰ ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας θεῖα πάντα πρόσωπα. Supplementum (e) : codices Mediceus, B, O, V, X τῶν ποιημάτων ἃ μέν ἐστι διεξοδικὰ καὶ διηγηματικὰ καὶ ἀπαγγελτικά, ἃ δὲ δραματικὰ καὶ μιμητικά, ἃ δὲ ἐξ ἀμφοῖν, ἃ δὲ μόνον δραματικά· αὐτὰ γὰρ ἐνεργεῖ καὶ λέγει ἅμα τὰ πρόσωπα, καὶ αὐτὰ τὸ κῦρος ἔχει.
suppl vit 19 [10] διὰ τοῦτο αἱ τῶν δραμάτων ἐπιγραφαὶ προγράφονται τοῦ ποιητοῦ· «Νιόβη Αἰσχύλου». «Ὁμήρου» δὲ «Ἰλιάς»· μικταὶ γάρ εἰσιν αἱ ποιήσεις †αὐτῶν. Supplementum (f) : codex W τί ἔστι δρᾶμα; μίμησις τῶν προγεγονότων πραγμάτων.
suppl vit 19 (9) πόθεν δρᾶμα; ἐπὶ τοῦ μεμελημένως δρᾶσθαι ἐν θεάτροις. PROLEGOMENA AD PROMETHEUM secundum Commentarium A ΥΠΟΘΕΣΙΣ: Προμηθέως ἐν Σκυθίᾳ δεδεμένου διὰ τὸ κεκλοφέναι τὸ πῦρ πυνθάνεται Ἰὼ πλανωμένη, κατ’ Αἴγυπτον γενομένη ὅτι ἐκ τῆς ἐπαφήσεως τοῦ Διὸς τέξεται τὸν Ἔπαφον.
arg a [10] Ἑρμῆς τε παράγεται ἀπειλῶν αὐτῷ κεραυνωθήσεσθαι, ἐὰν μὴ εἴπῃ τὰ μέλλοντα ἔσεσθαι τῷ Διί. καὶ τέλος βροντῆς γενομένης ἀφανὴς γίνεται ὁ Προμηθεύς. κεῖται δὲ ἡ μυθοποιΐα ἐν παρεκβάσει παρὰ Σοφοκλεῖ ἐν Κόλχοις· παρὰ δ’ Εὐριπίδῃ ὅλως οὐ κεῖται. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Σκυθίᾳ ἐπὶ τὸ Καυκάσιον ὄρος· ὁ δὲ χορὸς συνέστηκεν ἐξ Ὠκεανίδων γυναικῶν νυμφῶν. τὸ δὲ κεφάλαιον αὐτοῦ ἐστι Προμηθέως δέσις. Correctio Argumenti : ἰστέον ὅτι οὐ κατὰ τὸν κοινὸν λόγον ἐν Καυκάσῳ φησὶ δεδέσθαι τὸν Προμηθέα, ἀλλὰ πρὸς τοῖς Εὐρωπαίοις τέρμασι τοῦ Ὠκεανοῦ, ὡς ἀπὸ τῶν πρὸς τὴν Ἰὼ λεγομένων ἔστι συμβαλεῖν.
arg c ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ: Κράτος καὶ Βία· Ἥφαιστος· χορὸς Ὠκεανίδων· Προμηθεύς· Ὠκεανός· Γῆ· Ἡρακλῆς· Ἑρμῆς· Ἰὼ Ἰνάχου. codices BCD: τὸ Κράτος καὶ ἡ Βία προλογίζει.
sch 1a χθονὸς μὲν ἐς τηλουρὸν: Διὰ τὸ πολὺ τοῦ ὄρους ἐκάλεσεν αὐτὸ τηλουρόν· τὸ ἐπιπολὺ διῆκον καὶ ἕλκον τὰ οἰκεῖα ὅρια μακράν. ἢ διὰ τὸ ὕψος· ἀφ’ οὗ πόρρω τις ὁρᾶν δύναται. A. Ἰστέον δὲ ὅτι ἐν τῷ Καυκάσῳ φασὶ δεδέσθαι τὸν Προμηθέα, ἀλλὰ πρὸς τοῖς Εὐρωπαίοις μέρεσι τοῦ Ὠκεανοῦ, ὡς ἀπὸ τῶν πρὸς Ἰὼ λεγομένων ἔστι συνιδεῖν.
sch 1b A (contuli et DW). Mediceus gl: τηλουρὸν] Εἰς τὸν Καύκασον.
sch 1d Mediceus: Ἰστέον ὅτι οὐ κατὰ τὸν κοινὸν λόγον ἐν Καυκάσῳ φησὶ δεδέσθαι τὸν Προμηθέα, ἀλλὰ πρὸς τοῖς Εὐρωπαίοις τέρμασι τοῦ Ὠκεανοῦ, ὡς ἀπὸ τῶν πρὸς τὴν Ἰὼ λεγομένων ἔστι συμβαλεῖν. P * (ante 1a): τηλουρόν: Τὸ τῆλε καὶ μακρὰν τῶν ὁρίων ἡμῶν.
sch 1e ἢ παρὰ τὸ τῆλε ὁρᾶν διὰ τὸ ὕψος. ἢ τηλουρόν, τὸ ἐπιπολὺ διῆκον. CPPdVW (continuatur cum 1b): ἌΛΛΩΣ· τηλουρὸν εἶπεν εἰς τὸ ἀπαραμύθητον τοῦ δεθησομένου.
sch 1f καὶ Σοφοκλῆς τὸ αὐτὸ περὶ Φιλοκτήτου λέγει. CPPdW: Εἰς τὸ τηλοῦ τὸν ὅρον ἔχον, ὅ ἐστι πόρρω· τουτέστι τὸ μακρὰν ᾠκισμένον.
sch 1h [5] (1—4) BBbWZf: νοῦς τοιοῦτος· «Ἰδοὺ ἤλθομεν ἡ Βία καὶ τὸ Κράτος εἰς τὸν οἶμον τὸν ἄβατον, ὦ Ἥφαιστε, περάσαντες τὴν γῆν τὴν μακρὰν τῆς Καυκάσου ὄρους χθονὸς εἰς τὴν οἶμον τὴν Σκυθικήν.» καὶ γὰρ παρὰ τὰ Εὐρωπαῖα μέρη ἀνεσκολοπίσθη ὁ Προμηθεύς. «οὐκ ἐνδέχεται οὖν βραδύνειν σε, ὦ Ἥφαιστε, ἀλλὰ πληροῦν τὰς ἐπιτολὰς ἅς σοι ὁ πατὴρ ἐκέλευε Ζεύς.» ἢ οὕτως· «ὦ Ἥφαιστε, χρὴ φροντίζειν τῶν ἐπιτολῶν τοῦ Διός.» Σκύθην ἐς οἶμον: Τὴν Σκυθικὴν ὁδόν· ἵνα γὰρ ἀπαραμύθητος εἴη ὁ Προμηθεύς, διὰ τοῦτο αὐτὸν ἐκεῖσε ἄγουσιν.
sch 2a [5] καὶ Σοφοκλῆς τὸ αὐτὸ περὶ Φιλοκτήτου λέγει. ἢ διὰ τοῦτο «Σκυθικὴν ὁδὸν» εἶπε, διότι Σκύθαι κατῴκουν τὸν Καύκασον. ἢ διὰ τὸ ἄγριον καὶ ἀπάνθρωπον τοῦ τόπου· ὅτι δὲ τοιοῦτος ὁ τόπος ἐκεῖνος, δῆλον ἀπὸ τοῦ «ἄβατον εἰς ἐρημίαν.» A (om. C; contuli et DW). Mediceus: Τοῦτο εἰς τὸ ἀπαραμύθητον τοῦ δεθησομένου.
sch 2b καὶ Σοφοκλῆς τὸ αὐτὸ περὶ Φιλοκτήτου λέγει. Mediceus et D: ἐπιστολάς: Διχῶς φασὶν Ἀθηναῖοι, ἐπιστολὰς καὶ ἐντολάς.
sch 3b [5] P * Xc: ἐπιστολάς] ἐπιτέλλειν τὸ προστάσσειν καὶ ἐντέλλεσθαι· ἐξ αὐτοῦ δέ, προσθέσει τοῦ ς , ἐπιστολὴ ἡ ἐντολή. τὸν λεωργόν: Τὸν Προμηθέα λέγει, τὸν ὀφείλοντα γενέσθαι ἔργον λάων (ἤτοι λίθων), οἱονεὶ τὸν ἄξιον λευσθῆναι· ἢ τὸν ἔργον ἔχοντα τοῖς λαοῖς ἀπαγγέλλειν τὰ τῶν θεῶν ἔργα καὶ βουλεύματα· ἢ τὸν τοὺς λαοὺς ἐργασάμενον (ἤγουν τὸ τῶν ἀνθρώπων πλῆθος)· οὗτος γὰρ μυθεύεται πλάσαι τὸν ἄνθρωπον.
sch 5a A. Mediceus: Λαῶν ἔργον ὀφείλοντα γενέσθαι.
sch 6 [5] P * WXcYa: ἐν ἀρρήκτοις πέτραις: Τοῦτο δηλοῖ τὸ ἐκ δευτέρου εἰρημένον «πέτραις»· οὐ μόνον ταῖς πέτραις οὔσαις ὑψηλοκρήμνοις, ἀλλὰ καὶ πέτραις ἐμπέδοις καὶ στερεαῖς. εἰσὶ γὰρ ἐν ὄρεσι πέτραι εὔθραυστοι καὶ σομφώδεις. (7—9) τὸ σὸν γὰρ ἄνθος: Ταῦτα πρὸς ἐρεθισμὸν τοῦ Ἡφαίστου φασὶ τὸ Κράτος καὶ ἡ Βία, ἵνα σπουδαῖον αὐτὸν ἀπεργάσωνται πρὸς τὴν τοῦ Προμηθέως ἀνασκολόπισιν· ἴσον δὲ τοῦτο ὡς εἰ ἔλεγον ὅτι «τὸν σὸν κόσμον καὶ καλλωπισμὸν ἀφείλετο.
sch 7a [5] » ὁ γὰρ Προμηθεὺς κλέψας τὸ πῦρ ἀπὸ τοῦ Διός, ἄγνωστον ὂν πρὶν τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο δυσπορίστους αὐτοῖς τὰς τέχνας ποιοῦν, δέδωκε τοῖς ἀνθρώποις, ὡς ἂν δι’ αὐτοῦ τὰ πάντα ἐργάζωνται. «τῆς τοιαύτης γοῦν ἁμαρτίας ἐνδέχεται αὐτὸν δοῦναι δίκην.» A (1—3 tantum habet Cc; contuli et DW). Mediceus: Ταῦτα ἐρεθίζων Ἥφαιστόν φησιν, ὡς εἰ ἔλεγεν «τὸν σὸν κόσμον.
sch 7b » Mediceus (in altero margine): Καὶ παρὰ τὸ Ὁμήρου· «αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλόξ.
sch 7c » PPd (in his continuatur cum 7a): Ἄνθος δὲ λέγει τὸ πῦρ, διὰ τὸ ἐν τῷ ἀνάπτειν οἷον ἀνθεῖν, ἔπειτα δὲ μαραίνεσθαι.
sch 9a Mediceus: Τὸ χ διὰ τὸ «σφε». D (collocatur post 45a): θεοῖς δοῦναι δίκην: Ἀπορητικός ἐστιν ὁ λόγος .
sch 9b .. περὶ τοῦ πταίσαντος. PPdSjW (in hoc inter Prolegomena, fol.
sch 10 [5] 65v.) Xc: τὴν Διὸς τυραννίδα: Σημείωσαι ὅτι τὸ «τύραννος» ὄνομα βασιλικὸν ἦν τοῖς παλαιοῖς, νῦν δὲ βλασφημεῖται· ὥσπερ καὶ τὸ «χυδαῖοι» ἀντὶ τοῦ πεπληθυσμένοι πάλαι λεγόμενον, νῦν δὲ ἀντὶ τοῦ οὐδαμινοί. «πολλοστὸς» οὐχ ὡς πάλαι ὁ πολύς, ὁ ἔνδοξος, ἀλλ’ ὁ μηδὲν ὤν· «ὠμὸς» οὐχ ὁ στερρός, ἀλλ’ ὁ φαυλότατος νῦν· «ἐξαίσιον» τὸ ἔξω τοῦ αἰσίου ἤγουν τοῦ δικαίου, νῦν δὲ ἀντὶ τοῦ μέγα καὶ ξένον. (12—17) Κράτος Βία τε: Ἡ μὲν παρὰ τοῦ Διὸς βουλὴ ἡ δι’ ὑμῶν ἀγγελθεῖσά μοι, φησὶν Ἥφαιστος, ἔχει ἤδη τέλος, καὶ οὐδέν ἐστιν ἐμποδὼν τοῦ γενέσθαι καὶ πληρωθῆναι αὐτήν· ἐγὼ δὲ ἀπρόθυμός εἰμι τὸν Προμηθέα δῆσαι καὶ ἀνασκολοπίσαι ἐν τῷ δυσχειμέρῳ τούτῳ ὄρει (τὰ γὰρ ὑψηλόκρημνα ὄρη δυσχείμερά εἰσιν).
sch 12a ὅμως ἀναγκαῖόν ἐστι τοῦτο ποιῆσαι· τὸ γὰρ ἔξω ὤρας καὶ φροντίδος τίθεσθαι τὰς τοῦ πατρὸς Διὸς προστάξεις (τοῦτο γάρ ἐστι τὸ ἐξωριάζειν πατρὸς λόγους, ἤτοι παραβλέπεσθαι), χαλεπὸν καὶ ἐπικίνδυνον. A (om. C; contuli et DW). Medicceus: ἐντολὴ Διὸς] Ἡ μὲν παρὰ τοῦ Διὸς ἐντολὴ ἡ δι’ ὑμῶν ἀγγελθεῖσά μοι ἔχει ἤδη τέλος, καὶ οὐδέν ἐστιν ἐμποδὼν τοῦ γενέσθαι· ἄκων δὲ ἐπιχειρήσω τῷ δεσμεύειν.
sch 12c Mediceus: Ἐν παραχορηγήματι αὐτῷ εἰδωλοποιηθεῖσα Βία. παρὰ Ἀθηναίοις Αἰδὼς τιθηνὸς Ἀθηνᾶς· Τόλμης τε καὶ Ἀναιδείας τεμένη παρ’ αὐτοῖς. Mediceus: συγγενῆ θεόν] Τὸν ἀπὸ μιᾶς ὁρμώμενον τέχνης.
sch 15 Mediceus: δυσχειμέρῳ] Ἄνω «ἄβατον» καὶ «ὑψηλόκρημνον» αὐτὴν εἶπεν, ὧδε προσανεπλήρωσε τὸ «δυσχειμέρῳ». (16—17) D: Πάντως ἀνάγκη δέ μοί ἐστιν ἔχειν τόλμην τῶνδε· εἰ (?) τὸ πᾶν τοῦτό ἐστι, τὸ πράττειν τὰ τοῦ Διὸς βουλεύματα· βαρὺ γάρ ἐστι τὸ ἐξωριάζειν τοὺς λόγους τοῦ Διός, ἤγουν ἔξω φροντίδος τιθέναι.
sch 17 Mediceus: ἐξωριάζειν] ἔξω ὤρας καὶ φροντίδος ποιεῖσθαι. τῆς ὀρθοβούλου Θέμιδος: Πρὸς τὸν Προμηθέα ἀποστρέφει ὁ Ἥφαιστος τὸν λόγον· Θέμιδος δὲ παῖδα αὐτὸν εἶπε, τῆς Δικαιοσύνης τῆς ὀρθὰ καὶ δίκαια βουλευομένης.
sch 18a A (om. Pd). Mediceus: τῆς ὀρθοβούλου Θέμιδος] Ἀποστροφὴ πρὸς τὸν Προμηθέα.
sch 18b Θέμιδος δὲ τὸν Προμηθέα φησὶ καὶ οὐ Κλυμένης. N: ὀρθοβούλου] Τῆς ὀρθὰ βουλευομένης.
sch 18c οἱ μὲν (?) Ἰαπετοῦ καὶ Ἀσώπης ἢ Κλυμένης παῖδα τοῦτόν φασιν· οὗτος δὲ Θέμιδος. ἌΛΛΩΣ· (sequitur tum 18a). DW (continuatur cum 18a): Καλῶς δὲ εἶπεν ἔχειν τὸν Προμηθέα συγγένειαν μετὰ τῆς Θέμιδος· ἐπεὶ γὰρ Προμηθεύς ἐστι, προνοεῖ τὰ δίκαια.
sch 18e CNcW (in hoc inter Prolegomena, fol. 65v.) WaXc: αἰπυμῆτα: Ὑψηλὰ βουλευόμενε· ἢ ἀντὶ τοῦ χαλεπὰ καὶ στρεβλὰ καὶ δόλια. πρὸς γὰρ τὸ «ὀρθοβούλου» καὶ τὸ «αἰπυμῆτα» εἴρηκεν. Pd * (in margine superiore): Ἀλλὰ δὴ βουλευόμενε· ἢ χαλεπὰ καὶ στρεβλὰ καὶ τῆς σῆς μητρὸς ἐναντίως.
sch 18f ἔστι δὲ τὸ σχῆμα ἀποστροφή. gll.
sch 20 in PPd: ἀπανθρώπῳ] Τῷ ἀπὸ καὶ μακρὰν τῶν ἀνθρώπων· ἢ τῷ ἔχοντι ἀνθρώπους ἀπανθρώπους. P * : ἵνα: Τὸ ὡς ἀντὶ τοῦ ἵνα καὶ ἀντὶ τοῦ καθά· τὸ ᾗ καὶ ἀντὶ τοῦ καθὰ καὶ ἀντὶ τοῦ 〈ἵνα〉.
sch 21 εὑρίσκεται γοῦν τὸ ἵνα, 〈ὁμοίωσ〉 τῷ ᾗ, ἀντὶ τοῦ ὅπου, καὶ λαμβάνεται καὶ ἀντ’ αὐτοῦ. σταθευτὸς] Ὀπτώμενος, φλογιζόμενος· σταθεύειν γάρ φασιν Ἀττικοὶ τὸ κατ’ ὀλίγον ὀπτᾶν.
sch 22a Glossema in A (om. V, breviat X). Mediceus: σταθευτὸς] Φλογιζόμενος· σταθεύειν γὰρ τὸ κατ’ ὀλίγον ὀπτᾶν φασὶν Ἀττικοί.
sch 22c P: σταθευτός: Ἀττικὴ ἡ λέξις, ἤγουν τὰ κατ’ ὀλίγον πεφρυγμένα· καθὰ παρὰ τοῖς κοινοῖς ἑψητά. P * Pd marg: Σταθευτός, ἀπὸ τοῦ ἵστημι στήσω καὶ τοῦ εὕω τὸ φλογίζω· ὁ ἐν τῷ ἵστασθαι φλογιζόμενος.
sch 23a Mediceus: χροιᾶς] Χροιᾶς καὶ στοιᾶς φασὶν Ἀθηναῖοι. Pgl Pd marg: ἀσμένῳ] Διὰ τὸ μὴ καίεσθαι τῷ ἡλίῳ.
sch 24a Mediceus: ποικιλείμων: Ἡ ὡς λειμὼν τοῖς ἄστροις πεποικιλμένη. gll.
sch 24b in BNX: ποικιλείμων] Ἡ καλλωπιζομένη τοῖς ἄστροις ὥσπερ λειμών. Cgl: ποικιλείμων] Ὡς ἱμάτιον ἐνδεδυμένη τὰ ἄστρα, καλλωπιζομένη τοῖς ἄστροις.
sch 24c ἤγουν ἀποσκεδάσει καὶ διασκορπίσει ὥσπερ λειμών· ὡς δὲ Σοφοκλῆς, μέλαιναν. Pgl: Ποικιλολείμων τις οὖσα καὶ ποικιλείμων· ἢ ἡ ἔχουσα ποικίλα εἵματα καὶ ἱμάτια.
sch 24e Pgl (alterum): Ἡ ποικίλα ἱμάτια ἔχουσα ἤγουν ἄστρα. Pmarg: Διὰ τὰ ἄστρα· ὡς δὲ Σοφοκλῆς, μέλαιναν.
sch 24g Mediceus: φάος] τοῦ ἡλίου. πάχνην δ’ ἑῴαν: Ἐν νυκτὶ ἴσμεν ὅτι γίνεται ἡ πάχνη· ταύτην οὖν, φησίν, ὑπὸ τὸν ὄρθρον ἀνατέλλων ὁ ἥλιος ἀποσκεδάσει σοι καὶ διασκορπίσει.
sch 25a [5] ἑῴαν δέ, τὴν ὑπὸ τὴν ἕω γινομένην, ἤτοι τὴν πρωινήν. δηλοῖ δὲ ὅτι οὐδὲ νὺξ οὐδὲ ἡμέρα ἔσται αὐτῷ μετὰ περιχαρείας. A (om. BX; om. et D; W contuli). Mediceus: Πάλιν ἐκ διαδοχῆς μετὰ τὴν νύκτα σκεδάσει.
sch 25b [5] ἐν νυκτὶ δὲ ἴσμεν ὅτι γίνεται ἡ πάχνη· ταύτην, φησίν, ὑπὸ τὸν ὄρθρον ἀνατέλλων ὁ ἥλιος ἀποσκεδάσει σοι. ἑῴαν δέ, τὴν ὑπὸ τὴν ἕω γινομένην. δηλοῖ δὲ ὅτι οὐδὲ ἡ νὺξ ἀσμένη αὐτῷ ἔσται. Mediceus: ὁ λωφήσων] ὁ ποιήσων σε λωφῆσαι Ἡρακλῆς.
sch 27b [10] CNcPPdVW: Φασὶ μετὰ ταῦτα γενόμενον τὸν Ἡρακλέα πρὸς τὸ καθᾶραι τῶν κακούργων καὶ λῃστῶν τὴν γῆν, ἀφ’ ἑαυτοῦ στελλόμενον καὶ παρὰ πᾶν μέρος τῆς γῆς πορευόμενον, παραγενέσθαι καὶ ἐπὶ τὴν χώραν καθ’ ἣν ὁ Προμηθεὺς ἐδέδετο, ἰδόντα δὲ αὐτὸν ταῖς πέτραις προσηλωμένον καὶ ὑπὸ γυπὸς τὸ ἧπαρ κειρόμενον, ὑπεραλγῆσαί τε αὐτοῦ καί, βέλει τὸν γῦπα διωσάμενον, ἐλευθερῶσαι τὸν Προμηθέα τοῦ ἐκ τοῦ ἀποκείρεσθαι τὸ ἧπαρ ἄλγους, καὶ μέντοι καὶ ἀπολῦσαι. ἐνταῦθα οὖν τὸν Ἡρακλέα αἰνιττόμενος λέγει ὅτι οὔπω γεγένηται ὁ παύσων σε τῆς ταλαιπωρίας. (28—30) τοιαῦτ’ ἀπηύρω: Τοιούτων, φησίν, ἐπέτυχες φιλάνθρωπος γενόμενος.
sch 28a [5] ἐν ἤθει δὲ ὁ λόγος· οἷον τὰ τῆς φιλανθρωπίας ἐπίχειρα τοιαῦτά σοι ἐγένοντο, καὶ τοιούτων ἐπέτυχες ἀγαθῶν, ὅτι τοῖς ἀνθρώποις δέδωκας τὴν τοῦ πυρὸς χρῆσιν, τιμῶν αὐτούς, τῶν δὲ μεγίστων θεῶν τὴν ὀργὴν μὴ πτοούμενος. A (om. C; contuli et DW). Mediceus: Τοιούτων, φησίν, ἐπέτυχες φιλάνθρωπος γενόμενος.
sch 28b ἐν ἤθει δὲ ὁ λόγος· οἷον τὰ ἐπίχειρα τῆς φιλανθρωπίας ταῦτά σοι ἐγένετο. (31—32) ἀνθ’ ὧν ἀτερπῆ: Τοῦτό φησιν, ὅτι ἀνθ’ ὧν ἔπραξας τολμηρῶς, φρουρήσεις καὶ φυλάξεις καὶ τηρήσεις ταύτην τὴν ἀτερπῆ πέτραν, ὀρθὸς ἱστάμενος, ἄυπνος, οὐδέποτε καθήμενος.
sch 31a A (om. C; om et W; D contuli). Mediceus: ἀτερπῆ] Τινές, ἣν οὐ δυνήσῃ παρατραπῆναι.
sch 31b ἀτερπῆ διὰ τὰ ἐπαγόμενα. gll.
sch 31c in CW: ἀτερπῆ] Ἣν οὐ δυνήσῃ παρατραπῆναι καὶ παρελθεῖν· ἢ τὴν ἐστερημένην τέρψεως. Mediceus: πολλοὺς δ’ ὀδυρμοὺς] Προαναφωνεῖ τὰς μονῳδίας αὐτοῦ.
sch 34a [5] (34—35) Διὸς γὰρ δυσπαραίτητοι φρένες: Χαλεπαί εἰσι καὶ ἀκαταφρόνητοι αἱ τοῦ Διὸς προσταγαί, καὶ εἰ παραιτηθεῖεν κακοῦ πρόξενοι γίνονται. ἢ ἀμετάτρεπτοι καὶ ἀμετάκλιτοί εἰσιν οἱ τοῦ Διὸς λογισμοὶ καθ’ ὧν ὀργισθῇ· πᾶς δὲ νεωστὶ κρατήσας περισσῶς χρᾶται τῇ ἐξουσίᾳ ἵνα φοβερὸς δόξῃ τοῖς ὑπὸ χεῖρα· καὶ ὁ Ζεὺς νεωστὶ ἐπέβη τῆς βασιλείας. A (om. C; contuli et DW). P * : δυσπαραίτητοι] Παραιτοῦμαι τὸ συγγνώμην αἰτῶ, ὡς Ἀριστείδης· «παραιτεῖσθαι μὲν οὐκ οἶδα.
sch 34b » δυσπαραίτητος δὲ κριτής, ὁ εἰς συγγνώμην δύσκολος. Mediceus: ἅπας δὲ τραχὺς ὅστις ἂν νεοκρατῇ: «Χαλεπαὶ δέ τ’ ἀνάκτων εἰσὶν ἀπειλαὶ» τῶν νέων.
sch 35 ταῦτα δέ φησιν ὡς νεωστὶ τοῦ Διὸς ἐκβάλλοντος. BOPPdSjWXc: Τὸ «εἶεν» Ἀττικόν ἐστιν ὁμοῦ καὶ ῥητορικόν.
sch 36a [5] χρῶνται γὰρ τούτῳ οἱ ῥήτορες ἐν σχήματι ὑπογραφῆς ὁμοῦ καὶ ἐπιγραφῆς. ὅταν γὰρ μέλλωσι δύο τινὰς ὑποθέσεις εἰπεῖν ἀλληλενδέτους καὶ συνεχεῖς, πληρώσωσι δὲ τὴν μίαν ὑπόθεσιν καὶ τῆς ἑτέρας κατάρξασθαι μέλλωσι, τιθέασι τὸ «εἶεν», ὡς ἐν σχήματι ὑπογραφῆς ὁμοῦ καὶ ἐπιγραφῆς τῆς πρώτης καὶ δευτέρας συνεχοῦς ὑποθέσεως. PPd (in his continuatur cum 36a): Κεῖται δὲ τὸ «εἶεν» ἀντὶ τοῦ «καὶ ταῦτα μὲν οὕτως ἐχέτωσαν.
sch 36b » BOSjWXc (in his continuatur cum 36a): Κεῖται δὲ τὸ «εἶεν» οὕτως· τὰ δὲ ἐπιόντα καὶ διηγεῖσθαι κατάρχεται.
sch 36c [10] ἌΛΛΩΣ· τὸ «εἶεν» (τοῦτό φασιν οἱ παλαιοὶ σχολιογράφοι) καλεῖται ἀπόθεσις. ἐγὼ δὲ παραπληρωματικὸν σύνδεσμον τοῦτο λέγω, εἰς ἐπικόσμησιν τιθέμενον τοῦ λόγου τῆς φράσεως, ἀντὶ τοῦ «ἄγε, φέρε, ὑπαρχέτωσαν.» οὕτως ἐγὼ παραπληρωματικὸν σύνδεσμον τοῦτο λέγω· ἀπόθεσις δέ ἐστι τὸ ἀπὸ ἐννοίας εἰς ἔννοιαν μεταβαίνοντα λέγειν· «ἀλλὰ ταῦτα μὲν οὕτως ἐχέτωσαν, εἴποιμεν δὲ περὶ τῶνδε·» ἢ· «ἐατέον ταυτί· μεταβατέον.» (39—41) τὸ συγγενές τοι δεινόν: Ὁ Ἥφαιστός φησιν ὅτι ἰσχυρὸν καὶ βίαιον ἡ ξυγγένεια καὶ ἡ ἔκπαλαι συνήθεια καὶ ὁμιλία καὶ συναναστροφή.
sch 39a [5] ταῦτα δέ φησι πρὸς τὸ Κράτος εἰπὸν πρὸς αὐτὸν «διὰ τί κατοικτίζῃ τὸν Προμηθέα»; τὸ δέ φησι πρὸς τὸν Ἥφαιστον ὅτι «ἀληθῶς λέγεις ταῦτα· τὸ δὲ ἀνηκουστεῖν τῶν τοῦ πατρὸς Διὸς κελεύσεων δυνατόν ἐστι πῶς;» A. Mediceus: τὸ συγγενές] Πυρὸς ταμίας γὰρ καὶ αὐτός.
sch 41a [5] P * : οἷόν τε πῶς;] Σημείωσαι ὅτι τὸ «οἷον» τὸ δυνατὸν χωρὶς τοῦ «τε» συλλαβῆς οὐ γράφεται. VVa: οἷόν τε πῶς;] Ἐρώτησις ἔχουσα τὸ ἄλυτον· «οἷόν τε πῶς ἐστιν οὕτω νοηθῆναι;» καὶ οὕτως, κατ’ ἐρώτησιν ἁπλῆν δοκοῦσαν εἶναι, τὸ ἄλυτον· ὡς καὶ ἐν τῷ «πῶς ἂν ἔπειτα Ὀδυσσῆος λαθοίμην;» ὡς γὰρ μὴ δυνατὸν ὂν λαθέσθαι, ἠρώτα.
sch 42a αἰεί τοι δὴ νηλὴς σύ: Πρὸς τὸν Δία τοῦτό φησιν, οὐ πρὸς τὸ Κράτος. τὸ γὰρ Κράτος, ἤτοι ἡ τοῦ Διὸς ἐξουσία, αὐτός ἐστιν ὁ Ζεύς· πρὸς αὐτὸν οὖν τὸν λόγον ποιεῖται· εἰ γὰρ πρὸς τὸ Κράτος ἔλεγεν, ὤφειλεν οὐδετέρως τὸν λόγον ἀποδοῦναι. A (om. C; contuli et DW). Mediceus: Πρὸς τὸν Δία, οὐ πρὸς τὸ Θράσος· ὤφειλε γὰρ οὐδετέρως ἀποδοῦναι.
sch 43 Pgl. ἄκος γὰρ οὐδὲν] Αὕτη ἡ ἔννοια γέγραπται καὶ ἐν Σοφοκλεῖ. (45—47) ὦ πολλὰ μισηθεῖσα: Ἐνταῦθα μὴ δυνάμενος ὁ Ἥφαιστος ἀντειπεῖν, πρὸς τὴν ἑαυτοῦ τέχνην τὴν χαλκευτικὴν ἀνάγει τὴν ἀράν· καὶ μισητὴν αὐτὴν ἀποκαλεῖ, διότι μέλλει προσηλῶσαι τὸν Προμηθέα.
sch 45a [5] τὸ δὲ Κράτος, βουλόμενον δηλῶσαι ὅτι οὐχ ἡ αὐτοῦ τέχνη ἦν αἰτία τοῦ δῆσαι τὸν Προμηθέα, ἀλλ’ ἡ πρὸς τὸν Δία ὑποταγή, φησί· «τί τὴν σὴν τέχνην μισητὴν ἀποκαλεῖς; οὐ γὰρ αὕτη ἡ σὴ τέχνη αἰτία τῶν παρόντων πόνων, ἤτοι τῆς δέσεως τοῦ Προμηθέως, ὡς ἁπλῶς διὰ λόγου ἔστιν εἰπεῖν.» A. COPPdVWY: χειρωναξία: Ἡ διὰ χειρῶν ἐργασία· καὶ χειρῶναξ ὁ διὰ χειρῶν ἐργαζόμενος.
sch 45b ᾐνίξατο δὲ ὅτι τὴν αἰτίαν τοῦ Διὸς εἰς τὴν τέχνην μετήγαγεν. Mediceus: χειρωναξία: Ἡ διὰ χειρῶν ἐργασία.
sch 47 Mediceus: οὐδὲν αἰτία τέχνη] ᾘνίξατο ὅτι τὴν αἰτίαν Διὸς εἰς τὴν τέχνην μετήγαγεν. Y: ἅπαντ’ ἐπράθη (?): Ἅπαντα κατὰ τ (tum decem fere litterae evanidae) τοῖς (?) ἀνθρώποις· τὸ δὲ 〈βασι〉λεύειν ἐδόθη μόνον τοῖς θεοῖς.
sch 49a ἅπαντα, φησίν, κ.τ.λ. (sequitur deinde 49b). (49—53) ἅπαντ’ ἐπράχθη: Ἅπαντα, φησίν, ἐτυπώθησαν καὶ ὡρίσθησαν ὑπὸ τῶν Μοιρῶν, πλὴν τοῦ κοιρανεῖν τῶν θεῶν, (ἤγουν ἄρχειν αὐτῶν).
sch 49b [10] ἢ τὸ «πλὴν» ἀντὶ τοῦ ὅμως, καὶ ἔστιν οὕτως· πάντα ὑπὸ τῶν Μοιρῶν μὲν ὁρίζονται· ὅμως δὲ οἱ θεοὶ ἄρχουσι καὶ ὁρίζουσι τὴν τούτων ἔχειν πρᾶξιν· ἐλεύθερος δέ (ἤτοι μὴ ἀγόμενος ὑπ’ ἄλλων) οὔτις ἐστὶ χωρὶς τοῦ Διός. τοῦτο δὲ λέγει, ὅτι καὶ οἱ λοιποὶ θεοὶ ἄρχουσιν, ἀλλ’ ἄνευ τῆς τοῦ Διὸς βουλῆς οὐδεὶς δύναταί τι ποιῆσαι. οἷς συγκαταθέμενος ὁ Ἥφαιστός φησιν· «ἔγνων ὅτι οὕτως ἔχει τὰ τῶν θεῶν, καὶ οὐκ ἀντιλέγω». πρὸς ὃν τὸ Κράτος φησίν· «οὐ σπεύδεις λοιπὸν δεσμῆσαι τὸν Προμηθέα, ἵνα μὴ ὁ πατὴρ ἴδῃ σε βραδύνοντα, καὶ ἀμελοῦντα τῶν αὐτοῦ πράξεων;» A (contuli et DW). P * : Ἅπαντα, φησί, τοῖς θεοῖς πέπρακται καὶ τετέλεσται καὶ τέλειά εἰσι, πλὴν τῆς κοιρανίας· αὕτη γὰρ ἄδηλος τοῖς θεοῖς πλὴν τοῦ Διός.
sch 49c [5] ἢ οὕτως, ὃ καὶ κρεῖττον· ἅπαντα τοῖς θεοῖς δέδοται τὰ καλά, πλὴν καὶ χωρὶς τοῦ ἄρχειν ἑαυτῶν καὶ μὴ ἔχειν τινὰ τὸν δεσπόζοντα. διὸ ἐπάγει ὡς οὐδεὶς ἐλεύθερος εἰ μὴ Ζεύς. Mediceus: ἐπράχθη] Ὥρισται· ἐτυπώθη.
sch 49d τινὲς δέ, πάντα ἐκ Μοιρῶν δέδοται τοῖς θεοῖς πλὴν τοῦ ἄρχειν. Bgl (similia in Cgl, alio ordine): ἐπράχθη] Ταῖς Μοίραις δηλονότι ἅπαντα ἐτυπώθη, ἀπεκυρώθη, ἐπράχθη.
sch 49f Pgl: ἐπράχθη] Ἐτυπώθη, ἀφωρίσθη, δηλονότι ὑπὸ τῶν Μοιρῶν. DglPgl (alterum): Ὅλα αἱ Μοῖραι ἐρρύθμισαν καὶ ἐτάξαν πλὴν τοῦ κοιρανεῖν τῶν θεῶν.
sch 49h Cgl: κοιρανεῖν] Βασιλεύειν τοῦ Διός. CPPdWXc: Ἐλιννύω, ἀπὸ τοῦ ἑλίσσω καὶ τοῦ ἀνύω· εἰώθασι γὰρ οἱ μέλλοντες ἀνύσαι τι ἀνασκοπεῖν πρῶτον, καὶ οἷον ἐμβραδύνειν.
sch 53b Mediceus gl: ἐλινύοντα] Χρονίζοντα. Mediceus: Ψάλιά ἐστι κυρίως τὰ περιστόμια τῶν ἵππων.
sch 54b Cgl: ψάλια] Δεσμά· κυρίως τὰ τῶν ἵππων περιστόμια. WXc: πρόχειρα ψάλια: Ψάλλια κυρίως τὰ περιστόμια τῶν ἵππων, χαλινά· νῦν δὲ δεσμὰ τὰ πρὸς ἐποχὴν ἐπιτήδεια, ἤτοι δεσμά τινα περὶ τὰς χεῖρας.
sch 54d PPdWXc: Ψάλια, οὐχὶ ἧλοι, ἀλλ’ ἕτερά τινα σιδήρια, εἶδος ἔχοντα τοιοῦτον ὥστε ἁρμόσαι τῇ μασχάλῃ καὶ εἰς ἄλλο μέρος τοῦ σώματος. λέγονται δὲ ψάλια κυρίως τὰ χαλινὰ τῶν ἵππων. Mediceus: «Νιν» πληθυντικῶς, τὰ ψάλια.
sch 57a περαίνεται δή: Ἀρξάμενος δεσμεῖν τὸν Προμηθέα, φησίν· ἰδού, πράττω τὸ προστεταγμένον, καὶ οὐκ ἀναβάλλεταί μοι τόδε τὸ ἔργον· ἢ ὅτι ἀσφαλῶς καὶ οὐ μάτην εἴργασταί μοι ἡ δέσις. A (om. C; contuli et DW). Mediceus: οὐ ματᾷ] οὐ μάτην γίνεται.
sch 59a PPdWXcY: δεινὸς γάρ: Δεινὸς ὢν εἰς τὸ νοῆσαι φαίνῃ, καὶ παντοίας εὕρησαι μηχανάς. ἢ μηχανικὸς ὢν ὁ Προμηθεύς, εἰ μὴ στερρῶς προσηλωθῇ, λύσεως μηχανὴν εὑρήσει. marg.
sch 59b in PPd: Τοῦτο καὶ πρὸς τὸν Προμηθέα καὶ πρὸς τὸν Ἥφαιστον δύναται νοηθῆναι. (60—63) ἄραρεν ἥδε γ’ ὠλένη: Ὁ Ἥφαιστός φησιν ὅτι «οὗτος ὁ σιδηροῦς δεσμὸς ἀσφαλῶς ἡρμόσθη καὶ ἐνεπάγη».
sch 60a [5] τὸ δὲ τοῦ Διὸς Κράτος φησὶ πρὸς αὐτόν· «καὶ ταύτην τὴν σιδηρᾶν ὠλένην (ἤγουν τὸν κρίκον) περόνησον ἀσφαλῶς· ἵνα, δεινὸς ὢν εἰς τὸ νοῆσαι καὶ ἐφευρεῖν τὰς τέχνας, νοήσῃ καὶ μάθῃ ἐλάττων καὶ ἐπιδεέστερος εἶναι τοῦ Διός». εἶτα, ὡσανεὶ βεβαιῶν ὁ Ἥφαιστος ὅτι ἀσφαλῶς αὐτὸν προσέδησε, φησίν· «πλήν, ἕνεκα τούτου οὐδεὶς ἂν μέμψαιτό μοι δικαίως ὡς μὴ καλῶς αὐτὸν προσηλώσαντι». A (om. C; contuli et DW). BWXcY: Ἀρῶ τὸ ἁρμόζω .
sch 60b .. καὶ ἄραρεν. PPdWXc: καὶ τήνδε νῦν πόρπασον: «Πόρπαξ» οὐχ ὁ ἧλος, ἀλλ’ ἄλλο τι σίδηρον κατεσκευασμένον.
sch 63a Mediceus: πλὴν τοῦδ’] πλὴν τοῦ Προμηθέως. Cgl: Κατ’ εἰρωνείαν· πλὴν τοῦ Προμηθέως.
sch 63c gll. in PPd: Ὅμως, ἕνεκα τοῦδε· ἢ πλὴν καὶ χωρὶς τοῦδε τοῦ Προμηθέως. ἀδαμαντίνου νῦν σφηνός: Στερεοῦ ἥλου σιδηροῦ.
sch 64a A. Mediceus et W: ἀδαμαντίνου κ.
sch 64b τ.λ.] Ἥλῳ σιδηρῷ τὰ στήθη αὐτοῦ διαπαττάλευε, ἐπεὶ ἐντεῦθεν αὐτῷ ἡ ἀγχίνοια. Mediceus (in altero margine): γνάθον] Ἥλου σιδηροῦ ἄκρον, τὴν ὀξύτητα.
sch 64d [5] (64—65) αὐθάδη γνάθον: Ἤτοι ἐξοχήν, περόνην. «διόλου τῶν στέρνων αὐτοῦ βάλε περόνην, δεσμεῖ ἀσφαλῶς. ἢ τὴν ἀναιδῆ καὶ στώμυλον αὐτοῦ γνάθον καὶ παρειὰν μέχρι καὶ τοῦ στήθους διάπειρον». τουτέστιν ἕως αὐτῶν τῶν στέρνων κατελθέτω ἡ περόνη. «κατὰ τῶν στέρνων δέ», φησί, «διαπερόνα αὐτόν, ὅτι ἐνταῦθα αὐτῷ ἡ ἀγχίνοια καὶ ἡ βουλὴ ἔγκειται, περὶ τοὺς τῆς καρδίας τόπους». A. Mediceus: κατοκνεῖς] Ὀκνεῖς τέλεον ἀποδεῖν.
sch 68 Mediceus: ὅπως] Λείπει «σκόπει». (69—74) ὁρᾷς θέαμα: Λίαν ἀσφαλῶς ὁ Ἥφαιστος πεδῶν τὸν Προμηθέα, φησίν· «ὁρᾷς θέαμα ὀδυνηρὸν καὶ ὀφθαλμοῖς οὐκ ἀνεκτὸν θεαθῆναι.
sch 69 [5] » τὸ δὲ Κράτος φησίν· «ὁρῶ τοῦτον, τὸν Προμηθέα, ἀπολαύοντα ὧν ἐστιν ἄξιος· ἀλλὰ βάλε καὶ περὶ τὰς πλευρὰς αὐτοῦ μασχαλιστῆρας, διαζώστρας, ἤτοι δεσμά.» 〈.....〉 «ἀναγκαῖόν ἐστι ποιῆσαι τοῦτο (ἤτοι τὸ βαλεῖν μασχαλιστῆρας)· σὺ οὖν μὴ πρόστασσέ μοι συνεχῶς καὶ λίαν.» τὸ δέ φησι πρὸς αὐτόν· «ὄντως δὴ καὶ κελεύσω σοι τοῦτο, καὶ σὺν τῷ κελεῦσαι καὶ κραυγάσω· ἐν βάθει τὸν κρίκον περόνησον.» A (om. C; contuli et DW). Mediceus: μασχαλιστῆρας] Δεσμά· ἀντὶ τοῦ, δέσμευε αὐτὸν καὶ παρὰ τὰ πλευρά.
sch 74a Mediceus et gll. in PPd: Διὰ τὸ «χώρει κάτω» τὸ μέγεθος ἐνέφηνε τοῦ δεσμευομένου θεοῦ. Dgl: Τοῦτο εἰπὼν δηλοῖ ὅτι παμμεγέθης ἦν ὁ Προμηθεύς.
sch 74c [5] Mediceus: κίρκωσον] Ἀντὶ τοῦ κρίκωσον. (75—76) ἐρρωμένως νῦν θεῖνε: Τοῦ Ἡφαίστου εἰπόντος ὅτι καλῶς ἤδη πέπρακται τὸ ἔργον ἅπαν, καὶ ὁ Προμηθεὺς ἀσφαλῶς διεπερονήθη, φησὶ τὸ τοῦ Διὸς Κράτος πρὸς αὐτόν· «ἐπειδὴ ἀρκούντως τῷ βάθει τοὺς κρίκους ἐνέβαλες, νῦν τύπτε ἰσχυρῶς τὰς διατόρους πέδας, τὰς διαπειρούσας καὶ τιτρωσκούσας· ἤτοι τοὺς δεσμοὺς τοὺς σιδηροῦς.
sch 76a » A (om. C). Mediceus: διατόρους] Διατιτρωσκούσας· ἢ διατετορνευμένας.
sch 76c Pgl: Καὶ διαπεπερασμένας καὶ διατιτρωσκούσας· ἢ διατετορευμένας. Pdgl: Διατιτρωσκούσας ἢ διατετορευμένας· διαπεπερασμένας.
sch 77a [5] (76—80) ὡς οὑπιτιμητής: «Καλῶς», φησί, «καὶ στερεῶς τύπτε τὰς πέδας τοῦ Προμηθέως· ὁ γὰρ προστάξας τοῦτο τὸ ἔργον (ἤγουν ὁ Ζεύς) δεινός ἐστι καὶ βαρύς· ἢ ὁ τοῦ ἔργου ἐπιστάτης· ἢ ὁ ζημιωτὴς καὶ εὐθυντής.» ταῦτα δὲ λέγοντος τοῦ Κράτους, φησὶ πρὸς αὐτὸ Ἥφαιστος, ὡς εὐτραπέλου πεποιημένου τοῦ προσώπου αὐτοῦ καὶ ἀναιδοῦς, ὅτι «ἁρμόζει τῇ μορφῇ σου καὶ προσήκοντα ταύτῃ τυγχάνει τὰ τραχέα ῥήματά σου.» τὸ δὲ πρὸς αὐτόν· «σὺ γίνου μαλθακὸς καὶ χαῦνος, ἐμὲ δὲ ἕνεκα τῆς αὐθαδίας μὴ ὀνείδιζε.» A. Mediceus: οὑπιτιμητής] Ὁ ἐπιτιμᾶν μέλλων σοι, εἴ γε ἀμελήσοις, ὁ Ζεύς.
sch 77c Pgl: Ἐπιτιμητὴς λέγεται ὁ ἐπιστάτης ἢ ἐπὶ καλοῦ ἢ ἐπὶ κακοῦ. Mediceus: Ὡς ἐκτραπέλου πεποιημένου τοῦ προσώπου αὐτοῦ.
sch 78a «ἁρμόζει τῇ μορφῇ σου τὰ τραχέα σου ῥήματα.» B * WXcY: ὅμοια μορφῇ· Ἀπηνῆ καὶ ἀνηλεῆ, ἐκ τῶν τῆς μορφῆς χαρακτηρισμάτων.
sch 78b λέγει ὅτι ἡ διάνοιά σου ὁμοία ἐστὶ τῇ μορφῇ· ἐκ τούτου γὰρ καὶ τὰ ἐντὸς διανοούμενα ἡ γλῶσσά σου φωνεῖ. Mediceus: τὴν δ’ ἐμὴν κ.
sch 79 τ.λ.] Τὰ ἐκ φύσεως προσόντα μὴ ὀνείδιζέ μοι. PPdXc: στείχωμεν: Βαδίζωμεν, ὑποχωρῶμεν· συμβουλευτικόν.
sch 81a ἐπεὶ ποσὶ καὶ χερσὶ τὰ δεσμὰ ἔχει (τουτέστιν, ἅπαν τὸ σῶμα προσήλωται), ἀναχωρῆσαι χρεία. Mediceus: κώλοισιν] Ἐν ποσὶ καὶ χερσὶ τὰ δεσμὰ ἔχει.
sch 81c [5] Pmarg.: Κυρίως δὲ κῶλα αἱ χεῖρες καὶ οἱ πόδες. (82—87) ἐνταῦθα νῦν ὕβριζε: Ἰδὸν τὸ Κράτος ἀσφαλῶς δεσμηθέντα τὸν Προμηθέα, φησὶ πρὸς αὐτόν· «νῦν ὕβριζε καὶ καταφρόνει τοῦ Διὸς ἐνταῦθα, καὶ κλέπτων τὴν τιμὴν τοῦ Διὸς δίδου τοῖς ἀνθρώποις· τί δύνανταί σε οἱ ἄνθρωποι ἐλευθερῶσαι τῶν δεσμῶν; ψευδῶς δὲ ὀνομάζουσί σε οἱ θεοὶ Προμηθέα.
sch 82a [10] χρεία γάρ σοι ἑτέρου Προμηθέως, δυναμένου σοι σαφηνίσαι ποίῳ τρόπῳ ἐλευθερωθήσῃ τούτων τῶν δεσμῶν.» ἀπὸ τοῦ οἰκείου δὲ ὀνόματος διαβάλλει αὐτόν, ὅτι προνοητὴς ὢν τῶν μελλόντων (τοῦτο γὰρ δηλοῖ τὸ Προμηθέως ὄνομα) οὐκ ἐνόησε τὰ μέλλοντα αὐτῷ συμβῆναι, οὔτε δύναται ἑαυτὸν ἐλευθερῶσαι ἀπὸ τῶν δεσμῶν. A. gll.
sch 82b in DP: ἐνταῦθα κ.τ.λ.] Τὸ Κράτος πρὸς τὸν Προμηθέα· κατ’ εἰρωνείαν δὲ τὸ σχῆμα. DglP * : Ἐφήμεροι κυρίως λέγονται οἱ κώνωπες, οἵτινες ὄντες ἔσωθεν τοῦ πίθου, ζῶσιν· ἀποσκεπάσαντος δὲ τὸν πίθον καὶ ἰδόντας αὐτοὺς τὸ φῶς, οὐκέτι ζῶσιν· ἐξ αὐτῶν δὲ ἐκλήθησαν καὶ οἱ ἄνθρωποι «ἐφήμεροι».
sch 85a Mediceus: Εὐφυῶς ἀπὸ τοῦ ὀνόματος ἔλαβε τὸ διανόημα· «Προμηθεὺς» γάρ ἐστιν ὁ προορῶν τὰ μήδεα· καὶ τροπῇ τοῦ δ εἰς τὸ θ . P * PdW: Πάνυ εὐφυῶς ἐτυμολογεῖται τὸ Προμηθέως ὄνομα.
sch 85b [5] «Προμηθεὺς» γάρ ἐστιν ὁ προορῶν τὰ μήδεα καὶ τὰ βουλεύματα· καὶ τροπῇ τοῦ δ εἰς θ , Προμηθεύς. PglW (in hoc continuatur cum 85b): Φησὶ γὰρ ὅτι ψευδῶς «προγνώστης» ὀνομάζῃ, ὁ μᾶλλον προγνώστου δεόμενος ὧτινι τρόπῳ τῶν παρόντων ἐλευθερωθήσῃ δεσμῶν· ὥστε ἀπὸ τοῦ οἰκείου ὀνόματος διαβάλλει αὐτόν.
sch 86 PPdW: αὐτὸν γάρ σε κ.τ.λ.] Χρεία γάρ σοι ἀνθρώπου συμβουλευομένου τίνι τρόπῳ ἐκβληθῇς τοῦ τεχνηέντως κατεσκευασμένου δεσμοῦ. WY: ἐκκυλισθήσῃ: «Κυλίνδειν» λέγεται τὸ ἀπὸ τῶν ὑψηλοτέρων εἰς τὰ χθαμαλώτερα κατάγεσθαι, ὥσπερ καὶ τὸ †ἀνὼ πάλιν† τὸ ὠθεῖν ἀπὸ τῶν χθαμαλωτέρων ἐπὶ τὰ ὑψηλότερα.
sch 87b Mediceus: τέχνης] Τῶν δεσμῶν. marg.
sch 87c [5] in PPd: τέχνης] Τοῦ δεσμοῦ, ὅτι μετὰ τέχνης ἐποίησε ταῦτα τὰ δεσμὰ ὁ Ἥφαιστος. (88—97) ὦ δῖος αἰθήρ: Ἁρμοζόντως φησὶν ὁ ποιητὴς μὴ εὐθὺς ἀντειπεῖν τὸν Προμηθέα, ἵνα μὴ δόξῃ ἄφρων καὶ αὐθάδης· μετὰ δὲ τὸ ὑποχωρῆσαι τοὺς κολαστὰς προσμαρτύρεται τὸν αἰθέρα καὶ τοὺς ἀνέμους, ἤτοι τὰ ἀέρια στοιχεῖα· τοὺς ποταμοὺς καὶ τὰς πηγάς, τὴν ὑγρὰν φύσιν· καὶ τὴν γῆν, τὴν ξηρὰν φύσιν· καὶ τὸν ἥλιον, τὴν θερμὴν φύσιν.
sch 88a [10] καὶ λέγει αὐτοῖς· «θεάσασθέ με οἷα πάσχω κακὰ παρὰ τῶν θεῶν, καὶ ἐγὼ θεὸς ὤν.» ἀλλάσσει δὲ αὖθις τὴν λέξιν, καί φησιν· «δέρχθητε (ἀντὶ τοῦ ἴδετε) οἵαις τιμωρίαις διακοπτόμενος κακοπαθήσω εἰς τὸν διηνεκῆ χρόνον· τοιοῦτον γὰρ δεσμὸν ἐξεῦρεν ἐπ’ ἐμοὶ ὁ νέος ἡγεμὼν τῶν θεῶν (ἤγουν ὁ Ζεύς).» A (contuli et DW). Mediceus: Τεχνικὸν τὸ μὴ εὐθὺς εἰσάγειν λαλοῦν τὸ συνεκτικὸν πρόσωπον, πρὸς ἐρεθισμὸν τοῦ ἀκροατοῦ.
sch 88b μεγαλοφυῶς δὲ τὰ δʹ στοιχεῖα ἐπικαλεῖται. μονῳδεῖ δὲ πάντων ἀποστάντων. PPdWXcY: αἰθὴρ καὶ ταχύπτεροι πνοαί: Οἱ ἄνεμοι κατὰ μὲν Ἀναξαγόραν ἐκ τῆς γῆς γίνονται, καθ’ Ὅμηρον δὲ «πατρὸς Διὸς ἐκ νεφελάων».
sch 88c [10] ἀλλ’ ὁ μὲν Ἀναξαγόρας τὸ ὑλικόν φησιν αἴτιον τῶν ἀνέμων, Ὅμηρος δὲ τὸ ποιητικόν, μᾶλλον δὲ ἀμφότερα, τό τε ὑλικὸν καὶ τὸ ποιητικόν· ἐκ μὲν γὰρ τοῦ λέγειν ἐνιαχοῦ τοὺς ἀνέμους «ἰκμένους,» ἤτοι ἰκμώδεις καὶ καθύγρους, τὸ ὑλικὸν αὐτῶν αἴτιον λέγει, τὴν ἰκμάδα καὶ δρόσον· ἐκ δὲ τοῦ λέγειν αὐτοὺς ὁρμᾶν «πατρὸς Διὸς ἐκ νεφελάων» τὸ ποιητικόν φησιν αἴτιον. ἰκμὰς γὰρ λεπτυνθεῖσα ἀὴρ γίνεται· ἀὴρ δὲ ἔτι ἀναχθεὶς καὶ λεπτυνθείς, πνεῦμα. gll.
sch 88d in PPd ad 88—89: αἰθὴρ] πῦρ. πνοαί] ἀὴρ ἄνεμοι. ποταμῶν] ὕδωρ. γέλασμα· Καλῶς εἶπε τὸ «γέλασμα», χῦμα· ἐκ μεταφορᾶς τῶν γελώντων καὶ διαχεομένων.
sch 90a [5] ὥσπερ γὰρ ἐκεῖσε εὐφραινομένης τῆς καρδίας γελῶσι, γελῶντες δὲ διαχέονται καὶ εὐρύτητα ποιοῦνται τῶν στομάτων αὐτῶν· ὥσπερ πάλιν οἱ λυπούμενοι συστέλλονται, τοῦ ἐν αὐτοῖς ἐμφύτου καὶ θερμοῦ αἵματος συστελλομένου· οὕτω καὶ τὸ κῦμα ὡσανεῖ γελᾷ καὶ διαχέεται, συχνὸν ἐρχόμενον καὶ ἀλλεπάλληλον. A (om. BX, et D; contuli et W). Mediceus: γέλασμα] Διάχυμα.
sch 90c P * : Γελᾷ γαλήν’ ἡ θάλασσα, ἐγέλασε τὸ ἔαρ. Pgl: Ἡ γὰρ θάλασσα γαληνιῶσα πάντα τὰ προσπελάζοντα γαλήνης πληροῖ.
sch 90e Pgl (alterum), Pdgl: γέλασμα] Διάχυμα· πλάτος· ἅπλωμα. Mediceus: καὶ τὸν πανόπτην] Ἤλλαξεν τὴν φράσιν.
sch 94a Mediceus: μυριετῆ] Πολυετῆ· ἐν γὰρ τῷ Πυρφόρῳ γʹ μυριάδας φησὶ δεδέσθαι αὐτόν. Wgl: Τὸν πολυετῆ, τὸν μυριάριθμον· τρεῖς γὰρ μυριάδας φασὶ δεδέσθαι αὐτόν.
sch 94c gll. in NP et (alterum) W: Τρεῖς γὰρ μυριάδας φασὶ δεδέσθαι αὐτόν. gll.
sch 94d in BC et (alterum) P: μυριετῆ] Ἀναρίθμητον. (98—99) Φεῦ φεῦ· στενάζω καὶ τὸ παρὸν καὶ τὸ ἐπερχόμενον πῆμα.
sch 98a A (om. BC; habent DWgl). Cgl: τό τ’ ἐπερχόμενον] Διὰ τὴν τιμὴν τοῦ ἀετοῦ.
sch 100a Τὸ «ἐπιτεῖλαι» ἀντὶ τοῦ τελεσθῆναι, ὡς τὸ «νόστον, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη», ἀντὶ τοῦ ἀπετέλεσε. A (om. C; habent DW marg.; iterum praebet in marg. P). Mediceus: ἐπιτεῖλαι: Ἀντὶ τοῦ ἐπιτελεσθήσεσθαι, «ὃν ἐκ Τροίας ἐπετέλλετο Παλλὰς Ἀθήνη.
sch 100b » Mediceus (in altero margine) ἐπιτεῖλαι] Ἀντὶ τοῦ ἐπιτελέσαι.
sch 100d BNcWmargYYa (in his continuatur cum 100a): Ἕτεροι δὲ τὸ «ἐπιτεῖλαι» ἀντὶ τοῦ ἐπίλαμψαι. Bgl: ἐπιτεῖλαι] Καὶ καταντῆσαι ἢ λάμψαι.
sch 101 [15] (101—110) καίτοι τί φημι; πάντα προυξεπίσταμαι: Ἀποδυρόμενος ὁ Προμηθεὺς, καὶ ὡσανεὶ ἄγνοιαν προβαλλόμενος τῆς τελευτῆς τῶν συμβάντων αὐτῷ κακῶν, ἐρωτᾷ πότε ἥξει αὐτῷ ἐλευθερία τῶν δεσμῶν. εἶτα γνοὺς ὡς αὐτός ἐστι Προμηθεὺς καὶ οὐ μόνον τὰ αὐτῷ συμβησόμενα ἐπίσταται, ἀλλὰ καὶ τὰ ἑτέροις, φησί· «τί φημι; ἐγὼ τὰ πάντα ἐπίσταμαι ἀκριβῶς, τὰ μέλλοντα δέ μοι νεωστὶ συμβήσεσθαι οὐδεμίαν βλάβην κομίσουσί μοι· χρὴ δὲ ἑκάστῳ ὑπομένειν τὴν λαχοῦσαν αὐτῷ τύχην καὶ μοῖραν, ὥσπερ κἀμοί. ὑπομένω δὲ ὡς λίαν γινώσκων ὅτι τὸ τῆς ἀνάγκης σθένος, ἤγουν ἡ δύναμις τῆς εἱμαρμένης, ἀκαταμάχητός ἐστι καὶ ἀήττητος. ἀλλ’ ὅμως οὔτε σιγᾶν δύναμαι τὰς τύχας, ἀλγῶ γάρ· οὔτε μὴ σιγᾶν (ἤτοι λαλεῖν), εὐλαβοῦμαι γὰρ τὸν Δία. ἐγὼ γὰρ παρασχὼν τοῖς ἀνθρώποις τιμήν—τὴν διὰ τοῦ πυρὸς λέγω—ἐνεπάγην ταύταις ταῖς συμφοραῖς. θηρῶμαι δὲ καὶ σφετερίζομαι καὶ παρέχω τοῖς ἀνθρώποις πηγὴν πυρὸς κλοπαίαν, τῷ νάρθηκι (ἤγουν ἔσω νάρθηκος) αὐτὴν βαλών.» «πηγὴν» δὲ «πυρὸς» εἶπεν, ὅτι πᾶσα οὐσία μείωσιν πάσχει· τὸ δὲ πῦρ, κἂν τὸ τυχὸν εὑρεθῇ (ἤτοι μικρότατος σπινθήρ), ὑποτεθῇ δὲ ὕλῃ τινί, πάλιν αὔξεται. διὰ τοῦτο δὲ εἶπε «πηγὴν πυρός», ὅτι ἐκ τοῦ μικροῦ αὔξεται. A (13 θηρῶμαι—17 tantum habet C, quasi scholium ad Prom. 109). Mediceus gl: σκεθρῶς] Ἀκριβῶς.
sch 102b CWa: Ἀσφαλῶς· ἀπὸ μεταφορᾶς τοῦ ζυγοῦ, ὅταν οὐχὶ σκάζῃ καὶ ῥέπῃ ἑνὶ μέρει, ἀλλ’ ἔστιν ἐπὶ ἰσότητι. Mediceus: ποταίνιον] Πρόσφατον, ἀπροόρατόν μοι.
sch 102d P * : Ποταίνιον, τὸ ἀπροόρατον, ἀπὸ τοῦ «προ» προθέσεως καὶ τοῦ «αἶνος» ὁ λόγος· ἤγουν τὸ μὴ γενόμενον εἰς ἐμὲ καὶ δεύτερον καὶ ἄλλο· διότι ἐγὼ προγινώσκω τὰ πάντα. CNP * VWY: ἀλλ’ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν: Οὐ δύναμαι ταύτας τὰς λύπας σιγῆσαι οὔτε μὴ σιγῆσαι.
sch 106a [5] ἐὰν γὰρ ταύτας σιγήσω, λύπην τῇ ψυχῇ μου φέρω (οὐ τοσοῦτον γάρ τις λυπεῖται, εἰ καὶ ἐν θλίψεσιν ἐστίν, ὅσον χαίρει ὅταν ἔκδηλα ποιῇ, καὶ πρὸς ἑτέρους λέγει, τὰ λυποῦντα αὐτόν)· ἐὰν δὲ μὴ σιγήσω, ἤτοι ἐὰν λαλήσω καὶ εἴπω τὰ λυποῦντά με, τὸν Δία παροτρυνῶ εἰς ὀργὴν ἐμήν, ἀπὸ τοῦ λέγειν πολλά. Mediceus: ἀλλ’ οὔτε σιγᾶν] Οὔτε σιγᾶν δύναμαι, ἀλγῶ γάρ· οὔτε ἐλέγχειν, εὐλαβοῦμαι γὰρ τὸν Δία.
sch 108 Mediceus: Ὃ ὁρῶν ὁ Ζεὺς οὐκ ἐπιλήσεται τῆς εἰς ἐμὲ ὀργῆς. Mediceus et (partim) PPd: πηγὴν κλοπαίαν: Πᾶσα οὐσία μείωσιν πάσχει· τὸ δὲ πῦρ ἐν ὅσῳ κἂν τὸ τυχὸν ἔχῃ πάλιν αὔξεται.
sch 110 [5] ὃ εἰδὼς πρῶτος ὁ ποιητὴς εἶπεν «σπέρμα πυρός»· καὶ τὸ σπέρμα γὰρ ἐξ ἐλαχίστου αὔξεται. πρὸς τοῦτο οὖν ἀντεμηχανήσατο Αἰσχύλος «πηγὴν» εἰπών· καὶ αὐτὴ γὰρ ἐκ τοῦ τυχόντος αὔξεται. gll.
sch 114a in BCPX: ἆ ἆ ἔα ἔα] Ἐπίρρημα ἐκπληκτικὸν Ἀττικόν· ἰδιοπεποιημένη ἡ φωνή. gll.
sch 114b in PPd: Ἐκπλήξεως ἐπίρρημα. Mediceus: Ἐκπλήξεως ἐπιρρήματα.
sch 115a τίς ἀχώ, τίς ὀδμά: Ἴσως αἱ Ὠκεανίδες εὐωδίας ἔπνεον. αἰσθητὴ δὲ ἡ ὀδμή, οὐχ ὁρατή· διὸ καὶ «ἀφεγγῆ» ταύτην φησίν, ὡς ἀθεώρητον οὖσαν. διὰ δὲ τῆς ὀδμῆς προνοεῖ τὴν τῶν Ὠκεανίδων ἄφιξιν. A. Mediceus: τίς ἀχώ, τίς ὀδμὰ] Ἴσως, ὡς Ὠκεανίδες, εὐωδίας ἔπνεον.
sch 115b αἰσθητὴ δὲ ἡ ὀσμή, οὐχὶ ὁρατή· διὸ «ἀφεγγής» φησι. SjVWY: κεκραμένη: Ἥρωες, βροτοὶ μὲν ὄντες, θεῶν δὲ τυγχάνοντες σύγγονοι.
sch 116b Pgl: κεκραμένη] Ἐξ ἡμιθέων ἡρώων, ἤγουν ἀπὸ τῶν ἡρώων τε καὶ ἀνθρώπων. Mediceus gl: κεκραμένη] Ἡμιθέων.
sch 117a ἵκετο τερμόνιον ἐπὶ πάγον: Ἐπὶ τὸ τελευταῖον μέρος τῆς γῆς ἦλθεν, ἐπειδὴ τέλος τῆς οἰκουμένης ὁ Καύκασος. ἤ, οὗ ἐγὼ πρὸς τὸ πέρας εἰμὶ δεδεμένος· ἐπὶ γὰρ ἄκρου προσδέδεμαι. A. Mediceus: ἵκετο τερμόνιον] ἐπεὶ τέλος τῆς οἰκουμένης ὁ Καύκασος.
sch 117b ἤ, οὐκ ἐγὼ πέραν εἰμὶ δεδεμένος· ἐπὶ γὰρ ἄκρου προσδέδεται. PPd: ἵκετο τερμόνιον] Ἐπὶ τέλει τοῦ Ὠκεανοῦ ὁ Καύκασος.
sch 117c «πάγος» δὲ παρὰ τὸ πήσσεσθαι ἐν αὐτῷ τὰ ὕδατα· ἢ διὰ τὸ τὰς πηγὰς ἐξ ἄκρων τῶν ὀρῶν κατέρχεσθαι. P * : Ἡ «ἐπί», ὅταν στάσιν, μετὰ γενικῆς· ὅταν δὲ κίνησιν, μετὰ αἰτιατικῆς.
sch 118 PPdWY: τί δὴ θέλων: Ἢ «τί ἕτερον θέλων», ἢ πρὸς τὸ σημαινόμενον ἀντὶ τοῦ «θέλουσα». καί ἐστι τὸ σχῆμα Ἀττικόν, τὸ λεγόμενον καινοπρεπές· οἱ γὰρ Ἀττικοὶ πρὸς τὸ σημαινόμενον καὶ τὸν νοῦν ἀφορῶσι τῆς λέξεως. Mediceus: δεσμώτην] Διὰ τοῦτο «Δεσμώτης» ἐπιγέγραπται.
sch 120a τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς: Πάντες οἱ θεοὶ ὠργίζοντο τῷ Προμηθεῖ διὰ τὸ πῦρ· ἐκ γὰρ τούτου πάντα ῥᾷστα εἶχον οἱ ἄνθρωποι, καὶ οὐκέτι ἔθυον συνεχῶς. A (om. C; contuli et DW). Mediceus: τὸν πᾶσι θεοῖς] Καὶ αὐτοὶ γὰρ ὠργίζοντο Προμηθεῖ διὰ τὸ πῦρ· ἐκ γὰρ τούτου πάντα ῥᾷστα τὸ λοιπὸν εἶχον ἄνθρωποι, καὶ οὐκέτι ἔθυον συνεχῶς.
sch 120c [10] P * VWXcY: Φασὶ τὸν Προμηθέα κεκλοφέναι ἀπὸ τοῦ Διὸς τὸ πῦρ, βαλεῖν τε νάρθηκι καὶ τοῖς ἀνθρώποις καταγαγεῖν. τοῦτο δὲ μυθῶδες, τὸ δ’ ἀληθὲς οὕτως ἔχει· «πῦρ» καλεῖται ἡ γνῶσις διὰ τὸ δραστήριον· «Προμηθεὺς» δὲ καλεῖται ἡ προμήθεια καὶ ἡ πρόγνωσις καὶ ἡ πρωτόπλασις, ἣν δέδωκεν ὁ θεὸς τῷ ἀνθρώπῳ ἔχειν καὶ φυλάττειν, καὶ μή τινος φροντίζειν. ὁ δὲ ταύτην λαβὼν οὐκ ἐφύλαξεν, ἀλλ’ ἤρξατο φροντίζειν καὶ προβουλεύεσθαι, καὶ οἷον κλέπτειν τὴν τοιαύτην προμήθειαν. ὅτι δὲ νάρθηκι ἔβαλε τὸ πῦρ, καὶ αὐτὸ προσφόρως· ἀπὸ γὰρ τῆς οἰκείας σαθρότητος τοῦ νοὸς ἤρξατο φροντίζειν καὶ προλέγειν τὰ μὴ δέοντα. SjWXcY (in hoc continuatur cum 120c): Ὁ Προμηθεὺς οὗτος, ὡς ἀληθὴς ἔχει λόγος, ἄνθρωπος ἦν· σοφὸς δὲ ὢν εἰς παιδείαν μετέπλασε τοὺς ἀνθρώπους ἀπὸ τῆς ἄγαν ἰδιωτείας εἰς γνῶσιν ἄκραν.
sch 120d [5] ὅθεν καὶ μεμύθευται τοῖς Ἕλλησι πλάττειν τοὺς ἀνθρώπους· ἀλλὰ καὶ Πλάτων ἐν τῇ παλαιᾷ κωμῳδίᾳ φησὶν ἐν Σοφισταῖς· «Προμηθεὺς γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς.» P * : εἰσοιχνεῦσι] Ἀπὸ τοῦ «οἴχω», οἰχνῶ· ὥσπερ καὶ ἵκω, ἱκνῶ.
sch 124a [5] (124—132) φεῦ φεῦ: Πλησιέστερον γενομένης τῆς τῶν Ὠκεανίδων πληθύος, ἤδη καὶ τῆς τῶν πτερύγων ἠχῆς αὐτῶν αἰσθάνεται, καί φησι· «τί δή ἐστι τὸ κίνημα τῶν ὀρνέων, ὅπερ ἀκούω πλησίον; ὑποσυρίζει γὰρ ὁ αἰθὴρ ἐν εὐδιειναῖς πνοαῖς πτερύγων». φησὶν οὖν πρὸς αὐτὸν ὁ χορὸς τῶν Ὠκεανίδων· «μηδαμῶς φοβηθῇς, Προμηθεῦ· προσέβη γὰρ ἐνταῦθα πληθὺς φίλη ἐν ταχυτάτῃ κινήσει τῶν πτερύγων, μόλις πείσασα τὴν τοῦ πατρὸς ἡμῶν, Ὠκεανοῦ, διάνοιαν». A. Mediceus: κινάθισμα] Κίνημα.
sch 125 gll. in DP: οἰωνῶν] Λείπει τὸ «ὡς». διὰ τὸ εἶναι πτερωτάς. Mediceus, et (1—8) Sj, et (1—3) Ya, et (3—8) WXcY: μηδὲν φοβηθῇς] Ὁ ῥυθμὸς Ἀνακρεόντειός ἐστι κεκλασμένος πρὸς τὸ θρηνητικόν.
sch 128a [10] ἐπεδήμησε γὰρ τῇ Ἀττικῇ Κριτίου ἐρῶν, καὶ ἠράσθη λίαν τοῖς μέλεσι τοῦ τραγικοῦ. ἐχρῶντο δὲ αὐτοῖς οὐκ ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν τοῖς θρηνητικοῖς, ὡς καὶ Σοφοκλῆς Τυροῖ βʹ. ἔστι δὲ ταῦτα ὅμοια τῷ «οὐδ’ αὖ μ’ ἐάσεις μεθύοντ’ οἴκαδ’ ἀπελθεῖν». ταῦτα δέ φασιν διὰ μηχανῆς ἀεροδονούμεναι· ἄτοπον γὰρ κάτωθεν διαλέγεσθαι τῷ ἐφ’ ὕψους. ἐν ὅσῳ δὲ Ὠκεανῷ προσλαλεῖ, κατίασιν ἐπὶ γῆς. CPPdVWY: φιλία γὰρ ἥδε· Αὕτη ἡ φάλαγξ, ἡ συστοιχία, ἀντὶ τοῦ «ἡμεῖς».
sch 128b [5] ταῦτά φασιν ἀεροδρομοῦσαι· ἄτοπον γὰρ κάτωθεν διαλέγεσθαι τῷ Προμηθεῖ ἐφ’ ὕψους κρεμαμένῳ. ἐν ὅσῳ δὲ Ὠκεανῷ προσλαλεῖ ὁ Προμηθεύς, κατίασιν αὗται ἐπὶ τῆς γῆς. (132—135) κραιπνοφόροι: «Ἐκόμισαν δὲ ἐμὲ ἐνταῦθα αἱ ταχύταται πνοαὶ τῶν ἀνέμων.
sch 132a [5] ἡνίκα γὰρ ἐπασσαλεύου τῇ πέτρᾳ προσηλούμενος, ὁ κτύπος τοῦ Χαλυβικοῦ σιδήρου διῆλθεν εἰς τὸν ἐσώτατον τόπον τῶν ἡμετέρων οἰκημάτων». τοῦτο δὲ δηλοῖ, ὅτι καὶ μέχρι τοῦ Ὠκεανοῦ ὁ κτύπος ἀφίκετο. «ἀποσεῖσαι δέ με πεποίηκε καὶ ἀπορρίψαι τὴν πολλὴν θερμὴν αἰδῶ (ἤγουν τὴν καλλίστην, τὴν ἐξ ἀναδόσεως αἵματος γενομένην), καὶ τολμηρότερον ἐνταῦθα παρεῖναι· ἦλθον δὲ καὶ ὥρμησα ἀπέδιλος ὄχῳ πτερωτῷ (ἤγουν τῇ δι’ ἀέρος πτήσει)». διὰ τοῦτο δὲ δηλοῖ ὅτι σπουδαίως παρεγένοντο, ὥστε οὐδὲ τὰ οἰκεῖα πέδιλα δυνηθῆναι βαλεῖν. A. DglP * PdY: κραιπνοφόροι] Κραιπνὸν τὸ ταχύ, ἀπὸ τοῦ τὸ κάρα πνεῖν.
sch 133a Mediceus: κτύπου κ.τ.λ.] Ἡνίκα ἐπασσαλεύετο. Mediceus: διῇξεν κ.
sch 133b τ.λ.] Ὑπερβολὴ τοῦ φόβου, εἰ καὶ μέχρι τοῦ Ὠκεανοῦ ἔφθασεν. P * : χάλυβος] Χάλυψ· ἔθνος ἔνθα ὁ σίδηρος ἐγίνετο.
sch 133c ὅτε δὲ προσεκαρφοῦτο, ὁ κτύπος τοῦ σιδήρου ἠκούετο ἐκεῖ. τὴν θερμερῶπιν αἰδῶ: Τὴν ἐπικειμένην θερμότητα τῷ προσώπῳ μου, ἤγουν τὴν ἐρυθρότητα, ἣν οὐκ ἔξεστιν ἐν ἀνδρὶ βλέπειν.
sch 134a [5] καὶ γὰρ ἡ παρθένος ἐρύθημα ἔχει ἐν τῷ ἑαυτῆς προσώπῳ· οὔπω γὰρ συνεζεύχθη ἀνδρί, ὥστε τρέφειν διὰ τοῦ αἵματος ἑαυτῆς τὸ παιδίον, οὔτε καταμήνια βλέπει, δι’ ὧν τρέφεται τὸ ἔμβρυον· καὶ διὰ τοῦτο τὸ αἷμα διὰ τοῦ προσώπου αὐτῆς ἐξέρχεται. ἡ δὲ γαμηθεῖσα, ἐκείνη χλωρίζουσα τὴν ὄψιν ἐστίν, ὡς ἀπολείποντος τοῦ αἵματος αὐτῆς καὶ τρέφοντος τὸ ἔμβρυον· ἐκεῖ γὰρ κατέρχεται ἅπαν τὸ αἷμα αὐτῆς, καὶ αὐτὴ μένει χλωρά, βλέπουσα καὶ καταμήνια δι’ ὧν τρέφεται τὸ παιδίον. A (contuli et DW). Mediceus: Ἀπεσείσατό μου τὴν αἰδῶ· οἷον «τολμηρότερον ἐφρόνησα ἐνθάδε παρεῖναι».
sch 134c Mediceus: θεμερῶπιν] Θερμήν· ἐκ δὲ τούτου τὴν καλλίστην φησί. Mediceus: ἀπέδιλος] «Γείτονες ἄζωστοι ἔκιον».
sch 135b Mediceus (in altero margine): ὄχῳ πτερωτῷ] Ταῖς πτέρυξιν δι’ ὧν ἐπωχοῦντο οἱ ἱπτάμενοι. (136—140) αἶ, αἶ· Ὦ τέκνα τῆς πολυγόνου Τηθύος (ἤγουν τῆς γῆς) καὶ τοῦ Ὠκεανοῦ τοῦ περικυκλοῦντος πᾶσαν τὴν γῆν ἐν πολυκοιμήτῳ ῥεύματι, ἤτοι πολυησύχῳ.
sch 136a [5] τὸ γὰρ α κατ’ ἐπίτασιν κεῖται· εἰ γὰρ ἦν ταραχῶδες τὸ τοῦ Ὠκεανοῦ ῥεῦμα κυκλοῦντος πᾶσαν τὴν γῆν, ἀνάγκη ἦν καὶ τὴν γῆν κυμαίνεσθαι, ὡς ἐν αὐτῷ ἀναπεπταμένην. ἄλλως τε οὐδὲ ἔπαινος τὸ τοιοῦτον, ἀλλὰ ψόγος. ὑδάτων δὲ ἀρεταὶ τέσσαρες· τὸ ψυχρόν, τὸ λευκόν, τὸ ἡδύ, καὶ τὸ ἠρεμαῖον τῆς ῥεύσεως. A. PPd: αἶ αἶ αἶ αἶ] Τὰ εἰς αι λήγοντα ἐπιρρήματα θρηνητικὰ περισπῶνται, πλὴν τοῦ «βαβαί» καὶ «οὐαί».
sch 136b [5] τὸ δὲ «αἴ» ἀντὶ τοῦ «ἄνποτε» (ἐξ οὗ καὶ τὸ «αἴθε»), ὡς εὐκτικόν, ὀξύνεται. OPPdWY: Τηθύος: Ὠκεανὸς τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς υἱὸς ὁ πρῶτος, γήμας Τηθὺν τὴν ἀδελφήν, τάδε γεννᾷ τὰ τέκνα· τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς οὔσας ἐν τῷ κόσμῳ· ὧν καὶ Πλουτὼ καὶ Περσηὶς καὶ Μῆτις καὶ Ἀσία, καὶ Στὺξ ὁμοῦ καὶ Καλυψώ· τὰς δ’ ἄλλας ἐατέον.
sch 139a Mediceus: ἀκοιμήτῳ] Πολυκοιμήτῳ, ἠρεμαίῳ, ἵνα τὸν «ἀκαλαρρείτην» δηλώσῃ. τέσσαρα δὲ ὑδάτων ἐγκώμια· τὸ ψυχρόν, τὸ λευκόν, τὸ ἡδύ, τὸ ἠρεμαῖον τῆς ῥεύσεως. Mediceus gl: ἀκοιμήτῳ] Γαληνώδει.
sch 139c WYa (in his continuatur cum 136a): Ποιότητες δὲ ὑδάτων γλυκύ, ἁλμυρόν, καὶ μέσον. γλυκὺ μὲν τὸ τῶν πηγῶν· ἁλμυρὸν δὲ τὸ τῶν θαλασσῶν· καὶ μέσον τὸ τῶν λιμνῶν. (141—143) Φεῦ· ἴδετέ με οἵῳ δεσμῷ προσηλωμένος τῆς ἐξοχῆς ταύτης τοῦ ὄρους κακὴν τήρησιν βαστάζω.
sch 141 A? (om. CPd, sed habet P * ). Mediceus: ἄζηλον] Χαλεπήν, κακόζηλον φυλακὴν βαστάσω· ὅ ἐστι «φρουρήσω τὴν πέτραν.
sch 143 » (144—150) λεύσσω, Προμηθεῦ: «Βλέπω, ὦ Προμηθεῦ, ἃ πάσχεις φοβερά (ἤγουν φόβου ἄξια).
sch 144a [5] εἰσῆλθε δὲ τοῖς ἐμοῖς ὀφθαλμοῖς νεφέλη πλήρης δακρύων, εἰσιδούσῃ τὸ σὸν σῶμα πρὸς τῇ πέτρᾳ ξηραινόμενον καὶ κατατηκόμενον ταῖς τοῦ δεσμοῦ τοῦ σιδηρείου βλάβαις. νέοι γὰρ βασιλεῖς κρατοῦσι τοῦ Ὀλύμπου». λέγει δὲ τοῦτο διὰ τὸν Δία· ἤδη γὰρ ἔρριψε τὸν ἑαυτοῦ πατέρα Κρόνον τῆς βασιλείας. «καὶ νέοις νόμοις καὶ ἀσυνήθεσι τὰ πάντα διεξάγει ἀδίκως». «οἰακονόμοι» δὲ λέγονται οἱ κυβερνῆται τῶν νηῶν· ὥσπερ γὰρ ἐκεῖνοι τρέπουσι τὴν ναῦν ἔνθα βούλονται, οὕτω καὶ ὁ βασιλεὺς ποιεῖ ὃ βούλεται. A (om. C; contuli et DW). P * Ya: φοβερὰ] Ἢ στικτέον εἰς τὸ «φοβερά», ἵν’ ᾖ ἡ σύνταξις οὕτως· «ὦ Προμηθεῦ, λεύσσω καὶ βλέπω ἃ πάσχεις φοβερὰ καὶ ἄξια φόβου».
sch 144b [5] τὸ δὲ «δὲ» ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως· «εἰσῆλθε γὰρ τοῖς ἐμοῖς ὀφθαλμοῖς νεφέλη πλήρης δακρύων». gll.
sch 144c in BC: ἐμοῖσιν ὄσσοις] Προσχηματισμός. VWY: ὁμίχλη: Ταύτην τροπικὴν ἀπὸ τοῦ νέφους καὶ τῆς ὁμίχλης· ἐκ τούτων γὰρ τὸ ὕδωρ καταρρήγνυται.
sch 145 οὕτω δὴ καὶ ἐνταῦθα· νέφους ἐπιγεγονότος ἐκ θλίψεως, τότε δάκρυον καταχέουσιν ἄνθρωποι. Mediceus: προσαυαινόμενον] Ξηρόμενον.
sch 148 Mediceus: ἀδαμαντοδέτοις] Ἰσχυροδέτοις. Mediceus: οἰακονόμοι] Κυβερνῆται, τροπικῶς.
sch 150 Mediceus gl: νεοχμοῖς] Νέοις, προσφάτοις. Mediceus: πελώρια] Τοὺς Τιτᾶνας καὶ τοὺς τούτων νόμους.
sch 151b [5] CP * PdVWY: Πελώριος πόθεν ἐτυμολογεῖται; ἀπὸ τοῦ «πέλω» τὸ πλησιάζω καὶ τοῦ «ὤρα»· τῶν γὰρ μεγάλων πάντες φροντίζουσιν. ἌΛΛΩΣ· «πελώρια» λέγει τοὺς Γίγαντας. πρὶν γάρ, ὡς λέγουσί τινες, οἱ Γίγαντες ἐβασίλευον· ἐλθὼν δὲ ὁ Ζεὺς καὶ καταβαλὼν τούτους, ἐβασίλευσεν. Pgl: πελώρια] Ἔθη τὰ μεγάλα· θαυμαστά, λαμπρά· ἢ διὰ τοὺς Τιτᾶνας.
sch 152a [5] (152—159) εἰ γάρ μ’ ὑπὸ γῆν: Εἴθε, φησίν, οὕτως ἀπηνῶς ὑπολαβών με ὁ Ζεὺς τοιούτοις ἀλύτοις δεσμοῖς ἔπεμψεν ἂν ὑπὸ τὴν γῆν, κάτωθεν τοῦ τοὺς νεκροὺς δεχομένου Ἅιδου (λέγει δὲ εἰς τὸν ἀκατανόητον καὶ ἀμέτρητον Τάρταρον· ἐπεὶ καὶ ἐν τῷ Ἅιδῃ θεοί εἰσιν· ὁ Πλούτων, ἡ Περσεφόνη, καὶ ἄλλοι), ὅπως μὴ ἐπέχαιρέ τις οἷς πάσχω κακοῖς ὁρῶν με, μήτε τις θεὸς μήτε τις ἄλλος. νῦν δὲ πέπονθα ὁ τάλας κίνυγμα, ὡσανεὶ κρέμασμα αἰθέριον (ἤγουν εἴδωλον), ἐπίχαρμα τοῖς ἄλλοις θεοῖς τοῖς ἐμοῖς ἐχθροῖς. A. Mediceus: εἰ γὰρ] Ἀντὶ τοῦ «εἴθε».
sch 156a Mediceus et O: μήτε τις ἄλλος] Καλῶς οὐκ ἐπήνεγκεν «μήτε τις ἄνθρωπος»· οὐ γὰρ ἂν ἐπέχαιρον οὗτοι αὐτῷ, ἀλλὰ καὶ συνέπασχον. gll.
sch 156b in PPd: μήτε τις ἄλλος] Ἢ ἥρως ἢ ἄνθρωπος. Mediceus: κίνυγμα] Ὥσπερ εἴδωλον κρεμάμενον ὑπὸ τὸν ἀέρα, ἐπίχαρτα πεπονθὼς τοῖς ἐχθροῖς.
sch 158b [5] Mediceus gl: κίνυγμα] Εἴδωλον. CD (partim) PPdV (partim) WY: κίνυγμα: Τὸ κίνημα· καὶ ἔστι πρωτότυπον τὸ «κινῶ», ἐξ οὗ κινύω καὶ κίνυμι (τὸ δὲ κίνυγμα, ποιὰ φωνὴ ἐν τῷ ἀέρι μετὰ ῥάβδου γινομένη)· οὗ χρῆσις ἐν τῷ «κεκίνυντο φάλαγγες»· καὶ κινύμενος, ὅ ἐστι κατὰ νοῦν κινούμενος καὶ διαλογιζόμενος.
sch 158c [5] ἐκ δὲ τοῦ «κινύω» παράγεται τὸ κινύσσω· ἀφ’ οὗ καὶ κίνυγμα, τὸ ἀέριον εἴδωλον· κατὰ τὸ «αἰθύσσω», αἴθυγμα· «πτύσσω», πτύγμα· «νύσσω», νύγμα· ἐξ οὗ καὶ ἡ νυγμή, ὡς πτύγμα, πτυγμή (καὶ ἀποβολῇ τοῦ τ , πυγμή), καὶ ξύσμα, ξυσμή. (160—167) τίς ὧδε τλησικάρδιος: Ὁ χορός φησι πρὸς τὸν Προμηθέα· «τίς ἀπὸ τῶν θεῶν οὕτως ὑπάρχει λιθοκάρδιος, ᾧτινι ἐπιχαρῆ (ἤγουν χαρᾶς πρόξενα) ὑπάρχουσι ταῦτα ἃ πάσχεις; τίς οὐ συμπάσχει καὶ συναλγεῖ τοῖς σοῖς κακοῖς, χωρὶς μόνου τοῦ Διός; οὗτος γὰρ θέμενος, καὶ οἱονεὶ σχών, ἀκαμπῆ ψυχήν, ἐπικότως καὶ ὀργίλως δάμναται καὶ δαμάζει τὴν οὐρανίαν γένναν (ἤγουν τὸ γένος τῶν θεῶν)· οὐδὲ παυθήσεται τοῦ τυραννεῖν, ἕως οὗ λάβῃ κόρον τῆς τυραννίδος καὶ ἐπιθέσεως, ἢ ἐν δυνάμει ἰσχυρᾷ ἀφέληταί τις τὴν ἀρχὴν καὶ βασιλείαν αὐτοῦ, τὴν δυσάλωτον καὶ δυσκόλως ἀφαιρεθησομένην διὰ τὸ ἀνδρεῖον αὐτοῦ».
sch 160 [10] A (om. C, habent DW). Mediceus: δίχα] Πλὴν Διός.
sch 164 Mediceus: οὐρανίαν] Τὴν Τιτανικήν· τὴν ἐξ Οὐρανοῦ. Mediceus: ἢ παλάμᾳ κ.
sch 166a τ.λ.] Ἢ αὐτὸν καθέλῃ τις τῆς βασιλείας. DglPmarg: δυσάλωτον] Ἢ ὅτι βιαστικῶς ἐδράξατο αὐτῆς, ἢ διὰ τὸ μὴ δύνασθαί τινα .
sch 166b ....εῖν αὐτήν (?). (167—177) ἦ μὴν ἔτ’ ἐμοῦ: Ὄντως δὴ ἀκμὴν ἐμοῦ χρείαν ἕξει ὁ πρύτανις καὶ διοικητὴς καὶ ἡγεμὼν τῶν θεῶν Ζεύς, καίτοι αἰκιζόμενός με (ἤγουν δεσμῶν) ἐν ἰσχυραῖς γυιοπέδαις, ἢ δεσμοῖς τῶν μελῶν.
sch 167 [15] καὶ αἰκιζομένου ἐμοῦ παρ’ ἐκείνου, ἕξει δὴ χρείαν ἐμοῦ δεῖξαι αὐτῷ τὸν νεωστὶ ἀποσυλήσαντα τὴν ἐξουσίαν αὐτοῦ, καὶ εἰπεῖν αὐτῷ βούλευμα ὑφ’ οὗ τὴν ἀρχὴν μέλλει ἀφαιρεθῆναι. λέγει δὲ τὸν ἔρωτα τῆς Θέτιδος, ὃν ἔσχεν ὁ Ζεύς. οὗτος γὰρ ἐρασθεὶς αὐτῆς, ἐδίωκεν αὐτὴν ἐν τῷ Καυκάσῳ ὄρει ὅπως συγγένηται αὐτῇ· ἐκωλύθη δὲ ὑπὸ Προμηθέως εἰπόντος αὐτῷ ὅτι ὁ μέλλων γεννηθῆναι ἐξ αὐτῆς ἔσται κρείττων καταπολὺ τοῦ οἰκείου πατρός. φοβηθεὶς οὖν ὁ Ζεὺς περὶ τῆς βασιλείας, ἀπέσχετο τῆς πρὸς Θέτιδα συνουσίας. φησὶν οὖν ὁ Προμηθεὺς ὅτι ἕξει ποτε χρείαν ἐμοῦ ὁ πρῶτος τῶν θεῶν δεῖξαι αὐτῷ τὸν ὑφ’ οὗ ἀφαιρεθήσεται τὴν βουλευτικὴν πρόνοιαν, τὴν ἐξουσίαν, τὰς τιμάς. οὐδαμῶς δέ με τοῖς μειλιχίοις καὶ πραέσι καὶ γλυκέσι ῥήμασι τῆς οἰκείας πείθους θέλξει (ἤγουν ἀπατήσει)· οὔτε μὴν δι’ ἀπειλῶν πτήξει με εἰπεῖν αὐτῷ πρὶν ἂν λύσῃ με τούτων τῶν ἀγρίων δεσμῶν, βουληθῇ τε δοῦναι ἐμοὶ ἀντεκτίσεις καὶ ἀνταποδόσεις ταύτης τῆς τιμωρίας ἣν ἐτιμωρήσατό με. A. Mediceus: δεῖξαι τὸ νέον] Περὶ τοῦ ἔρωτος τῆς Θέτιδος φησί.
sch 170b Mediceus: τὸ νέον βούλευμα] τὸ νεωστὶ μηχανώμενον κατ’ αὐτοῦ. Mediceus: ἀποσυλᾶται] Ἀποσυληθήσεται.
sch 172 Mediceus: καί μ’ οὔτοι κ.τ.λ.] Πειθοῖ γὰρ ἢ βίᾳ πείθομεν, ὡς ὁ ποιητής· «πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ’ ἀρειῇ». Mediceus: πρὶν ἂν ἐξ ἀγρίων κ.
sch 175 [5] τ.λ.] Τοῦτο τῆς μεγαλοφυΐας Αἰσχύλου καὶ Προμηθέως ἄξιον, τὸ μετὰ τὴν λύσιν ποινὰς αἰτεῖν τὸν Δία. (178—185) σὺ μὲν θρασύς τε: Σὺ μέν, ὦ Προμηθεῦ, εὔτολμος καὶ ἀναιδὴς γίνῃ, καὶ οὐδαμῶς ἐπικάμπτῃ ταῖς πικραῖς ταύταις αἰκίαις καταπονούμενος καὶ πιεζόμενος· ἐγὼ δὲ λίαν φοβοῦμαι περὶ ταῖς σαῖς τύχαις, καὶ λογίζομαι ποῖ ποτε παύσονται καὶ ἐλλιμενισθήσονται (ἀπὸ μεταφορᾶς τῶν προσορμιζομένων νηῶν), ἤγουν τί δεῖ σε τέρμα καὶ τέλος ἰδεῖν τῶνδε τῶν πόνων.
sch 178 ἀκαμπῆ γὰρ καὶ σκληρὰν ψυχὴν ἔχει ὁ Ζεύς. ἌΛΛΩΣ· ἐγώ, φησίν, ἀπορῶ εἰ ὅλως σε ὁ Ζεὺς ἀπολύσει τῶν δεσμῶν· σὺ δὲ καὶ ἀντίποινα λαβεῖν ἀξιοῖς. τὸ δὲ «κέλσαντα» ἀντὶ τοῦ παυσάμενον, ἐκ μεταφορᾶς τῶν προσορμιζομένων νηῶν. A. Mediceus: ἐλευθεροστομεῖς] Παρρησιάζῃ.
sch 181 Mediceus: διάτορος φόβος] Ὁ διατορεῖν δυνάμενος καὶ τιτρώσκειν. Mediceus: δέδια κ.
sch 182 τ.λ.] Ἐγὼ ἀπορῶ, φησίν, εἰ ὅλως σε λύσει τῶν δεσμῶν· σὺ δὲ καὶ ποινὰς λαβεῖν ἀξιοῖς, ὡς ἀγνοῶν τὸν Διὸς τρόπον. Mediceus: κέλσαντ’] Παυσάμενον· ἡ μεταφορὰ ἀπὸ τῶν προσορμιζομένων νεῶν.
sch 183b CP * W: «Κέλσαι» κυρίως τὸ τὴν ναῦν προσορμίσαι τινὶ εὐγαλήνῳ καὶ εὐλιμένῳ τόπῳ· «ἐξοκεῖλαι» δὲ τὸ τὴν ναῦν ἐκβληθῆναι ὑπ’ ἀνέμου ἔξω τοῦ λιμένος. X: Οἱ μὲν ποιηταὶ «κέλλειν» τὸ ἐλλιμενίζειν εἶπον· ἐξ οὗ καὶ «κόλπος», εἰς ὃν αἱ νῆες κέλλουσιν· ἡμεῖς δὲ μετὰ τοῦ ο φαμέν, «ὀκέλλειν».
sch 183c καὶ «προσκέλλειν» τὸ ἐντὸς λιμένος γίνεσθαι, «ἐξοκέλλειν» δὲ τὸ ἐξοριάζεσθαι. P * (continuatur cum sch.
sch 183d 178): κέλσαντ’] δύναται δὲ συνταχθῆναι καὶ οὐδετέρως, «κέλσαν». Cgl: ἀκίχητα] Ἀκατάληπτα· ἃ οὐδεὶς δύναται καταλαβεῖν καὶ νοῆσαι.
sch 184b gll. in DP: ἀκίχητα] Ἀκατάληπτα, ἀμετάτρεπτα· ἀκίχητα κυρίως ἐπὶ τῶν κυνῶν. Mediceus: οὐ παράμυθον] Οὐ μύθῳ παραγόμενον καὶ πειθόμενον.
sch 185b Mediceus (in altero margine): Παρὰ τὸ «ὅ τοι σθένος οὐκ ἐπιεικτόν.» WXc (similia in PPd): οὐ παράμυθον: Οὐ μύθῳ παραγόμενον καὶ πειθόμενον τὸ τοῦ Διὸς κέαρ.
sch 186a [5] (186—192) οἶδ’ ὅτι θρασύς τε: Οἶδα, φησὶν ὁ Προμηθεύς, ὅτι ἀμείλικτός ἐστιν ὁ Ζεύς, καὶ τὸ δόξαν αὐτῷ δίκαιον δοκεῖ εἶναι· καὶ αὐτὸς ἑαυτῷ ἀρέσκων, τὸ βουλητὸν αὐτῷ δίκαιον νομίζει εἶναι. ἀλλ’ ὅμως ἔσται πραΰς, ὅταν τοῦτον τὸν τρόπον ῥωσθῇ καὶ κρατυνθῇ τὰ ἐπιέναι μέλλοντα αὐτῷ· τὴν δὲ σκληρὰν καὶ ἀκατάπαυστον αὐτοῦ ὀργὴν καταπραΰνας, ἥξει καὶ συνέλθῃ ἐμοὶ εἰς φιλίαν καὶ συντυχίαν, ἀναγκαζόμενος ἀναγκαζομένῳ· ἢ ποθῶν μαθεῖν τὰ περὶ ἑαυτοῦ, συνέλθῃ ἐμοὶ ποθοῦντι λυθῆναι τῶν δεσμῶν. A (contuli et DW). Mediceus et NcVWXcY: καὶ παρ’ ἑαυτῷ τὸ δίκαιον ἔχων: Πάντα δικαίως οἰόμενος ποιεῖν· αὐτὸς ἑαυτῷ ἀρέσκων· καὶ δίκαιον νομίζων εἶναι ὅπερ ἂν βούληται πράττειν.
sch 189a CPPdVY: ῥαισθῇ: Ὅταν οὕτω τυφθῇ ὑπὸ τοῦ ἀναγκαίου ὥσπερ ὑπὸ ῥαιστῆρος, μαλακογνώμων ἔσται· εἴρηται δὲ ἐκ μεταφορᾶς τοῦ σιδήρου. P * : Γράφεται ῥεχθῇ, ἤγουν «ὅταν πραχθῶσι τὰ πράγματα οὕτως ὡς λέγω.
sch 189b » P * (alterum scholium): ταύτῃ ῥεχθῇ: Ὅταν τυπωθῇ ὑπὸ τῶν Μοιρῶν καὶ ἑδραιωθῇ οὕτως γενέσθαι.
sch 189d gll. in PPd: Γράφεται ῥεχθῇ, ἀντὶ τοῦ «πραχθῇ». PglPdmarg.
sch 189e : Ἤγουν ὅταν καταβιβασθῇ ἀπὸ τοῦ θρόνου καὶ τῆς βασιλείας. gll.
sch 189f in CXa: ῥαισθῇ] Κρατηθῇ ὑπὸ τῆς Θέμιδος. Mediceus gl: ἀρθμὸν] Φιλίαν.
sch 191b [5] P * : ἀριθμόν: Γράφεται ἀρθμόν, ἤτοι φιλίαν. Ὅμηρος· «οἱ δ’ ἡμῖν ἄρθμιοι ἦσαν», ἀντὶ τοῦ «φίλοι»· καὶ «διέτμαγον ἀρθμήσαντες», ἀντὶ τοῦ «εἰς φιλίαν ἐλθόντες». καὶ ὁ Ἄρατος· «καὶ δή που πόλεμον, καὶ δὴ καὶ ἀνάρθμιον αἷμα». (193—196) πάντ’ ἐκκάλυψον: Καὶ φανέρωσον· καὶ εἰπὲ ἡμῖν πᾶσαν αἰτίαν, καὶ τὸν τρόπον, ἐν ποίῳ πταίσματι λαβών σε ὁ Ζεὺς αἰκίζεται καὶ τιμωρεῖ οὕτως ἀτίμως καὶ ὀδυνηρῶς.
sch 193a [5] δίδαξον ἡμᾶς τόδε, εἰ μὴ βλάπτῃ καὶ ὡσανεὶ αἰσχύνῃ τῷ λόγῳ καὶ τῇ φανερώσει. βουλόμενος τοίνυν ὁ ποιητὴς διδάξαι τὴν ὑπόθεσιν προσεποιήσατο ἐρωτώσας τὸν Προμηθέα τὰς Ὠκεανίδας. A (om. C). Mediceus: πάντ’ ἐκκάλυψον] Τὴν ὑπόθεσιν βουλόμενος διδάξαι, τὸ περίεργον τοῦ γυναικώδους ἤθους προσέλαβεν.
sch 193b οὐκ ἂν γὰρ ὁ Ὠκεανὸς ἠξίωσεν ἐρωτῆσαι, εἰδώς. (197—198) ἀλγεινὰ μέν μοι: Ἄλγους μὲν αἴτια ὑπάρχουσί μοι ἐν τῷ λέγειν ταῦτα· λύπη δὲ πάλιν ἐστὶ σιγᾶν τινα τὰς οἰκείας λύπας καὶ τοὺς ἑαυτοῦ πόνους· εἰ γάρ τις ἐκκαλύψει πρός τινα τὴν ἑαυτοῦ θλῖψιν, δέχεται παρηγορίαν τινὰ παραμυθούμενος παρ’ ἐκείνου.
sch 197 [5] πανταχόθεν δέ μοι δυστυχία ἐπῆλθε· καὶ λεγόμενα ταῦτα λυπηρά εἰσι, καὶ σιωπώμενα ἀλγεινά. A (om. C). (199—206, et breviarium versuum 199—241) ἐπεὶ τάχιστ’ ἤρξαντο: Ἐπεί, φησίν, ἔρις καὶ στάσις τοῖς θεοῖς ἐγένετο, τοῖς μὲν ἐθέλουσιν ἐκβαλεῖν τῆς βασιλείας τὸν Κρόνον, τοῖς δὲ μή, ἐγὼ συνεβούλευον τούτοις τὰ ἀγαθά· ἀλλὰ πείθειν οὐκ εἶχον.
sch 199a [5] ἀπὸ τούτων δὲ ἄρχεται τῆς διηγήσεως· προλέγει δέ τινας εὐργεσίας γενομένας τῷ Διὶ παρ’ αὐτοῦ, ἵνα ἀχάριστον καὶ ἀγνώμονα αὐτὸν ἀποδείξῃ. A. Mediceus: ἤρξαντο δαίμονες] Τοῦτο συναπτέον 〈τῷ〉 «οἱ μὲν θέλοντες.
sch 199b » marg.
sch 199c in DP: ἐπεὶ τάχιστ’ κ.τ.λ.] Σχῆμα ῥητορικὸν τὸ λεγόμενον διηγηματικόν. gll.
sch 202a in BP: δῆθεν] Ἀληθῶς. Bgl (alterum), Cgl: δῆθεν] Αἰτιολογικόν.
sch 202c Pgl (alterum): δῆθεν] Ἐπὶ βεβαιώσεως τοῦτο λέγουσι. PPdYa: Αἱμύλος λέγεται ὁ δι’ ὑποκρίσεως αἵματος (ἤγουν συγγενείας) ἀπατῶν τινα.
sch 206a οὗτος δὲ λέγεται παρὰ Λατίνοις «πέλαξ». PYa: Αἱμύλον κυρίως ἐπὶ τῆς γυναικὸς τῆς δυναμένης ἀπὸ τοῦ ἐρυθήματος ἀπατῆσαι· ἐνταῦθα δὲ αἱμύλας ἐκάλεσε τὰς φρονίμους.
sch 206c Mediceus: αἱμύλας] Συνετάς· «τὰς ἐμὰς» δῆλον ὅτι. CPPdVWXc: ἐμοὶ δὲ μήτηρ: Ἐμοί, φησὶν ὁ Προμηθεύς, ἡ μήτηρ προεῖπε τὰ μέλλοντα γενέσθαι.
sch 209a τὸ δὲ «οὐχ ἅπαξ μόνον Θέμις» οὕτω νοητέον· (sequitur 209b, nullo intervallo). (209—211) Ἐὰν δὲ ἡ ἐμὴ μήτηρ καὶ Θέμις καὶ Γαῖα λέγεται, οὐ καινόν· καὶ γὰρ μίαν μορφὴν ἔχουσιν οἱ θεοί, πολλοῖς δὲ ὀνόμασι καταμερίζονται.
sch 209b [10] ἌΛΛΩΣ· τὸ γὰρ θεῖον φύσει μέν ἐστιν ἕν, ὀνόμασι δὲ πολυμερές. ἢ οὕτως· ἐμοὶ δὲ ἡ Θέμις ἡ μήτηρ τὸ μέλλον προεῖπε καθὼς τελεσθήσεται. τὸ δὲ “πολλῶν ὀνομάτων μορφὴ μία„· λέγει ὅτι τὴν μητέρα αὐτοῦ καὶ Γῆν καὶ Θέμιν ὠνόμασεν. ἌΛΛΩΣ· ἐμοὶ δὲ προεῖπε τὸ μέλλον ὥσπερ γενήσεται ἡ μήτηρ, ἡ οὐ καθόλου μόνον Θέμις λεγομένη ἐλλειπτικῶς κατὰ Ἀττικὴν συνήθειαν, ἀλλὰ καὶ Γῆ, καὶ τοῦτο ἐλλειπτικῶς· ᾗ μορφὴ πρόσεστι μία, πολλῶν δὲ ὀνομάτων μετέχει· λέγεται γὰρ καὶ ζείδωρος καὶ βότειρα καὶ βωτιάνειρα. A. Mediceus: πολλῶν ὀνομάτων] Τὸ γὰρ θεῖον φύσει μὲν ἕν ἐστιν, ὀνομασίᾳ δὲ πολυμερές.
sch 211 Mediceus gl: ᾗ] Καθό. (212—213) P * VWXc: ὡς οὐ κατ’ ἰσχύν: Ὡς οὐ μετὰ δυνάμεως ἢ μετὰ καρτερότητος, παρὸ μετὰ δόλου ἐνδέχεται κρατεῖν τοὺς ὑπερέχοντας.
sch 214 (214—18) τοιαῦτ’ ἐμοῦ: Τοιαῦτ’ ἐμοῦ λέγοντος, οὐδὲ ἄξιον ἔκριναν προσβλέψαι μοι· κρεῖττον δέ μοι τῶν παρόντων τότε ἐδόκει τὸ προσλαβεῖν τὴν μητέρα καὶ συμπαρίστασθαι καὶ βοηθεῖν τῷ Διί, ἐμοὶ θέλοντι καὶ ἐκείνῳ. A. Mediceus: προσλαβόντι] Συναιρομένῳ τῇ μητρί.
sch 219 (219—223) ἐμαῖς δὲ βουλαῖς: Διὰ δὲ τῶν ἐμῶν βουλῶν, φησί, καλύπτει καὶ κατέχει ὁ κατώτατος τόπος τοῦ Ἅιδου, ὁ σκοτεινότατος, τὸν ἀρχαιότατον Κρόνον, σὺν τοῖς αὐτοῦ συμμάχοις Τιτᾶσι. τοιαῦτα δὲ ὠφεληθεὶς ὁ τῶν θεῶν τύραννος ὑπ’ ἐμοῦ, ἠμείψατό με ταῖσδε ταῖς κακαῖς ποιναῖς. A. marg.
sch 221 in DP: αὐτοῖσι κ.τ.λ.] Σχῆμα κατὰ ῥήτορας λεγόμενον βαρύτης. Mediceus: τύραννος] Ὅτι οἶδεν τὸ ὄνομα τῆς τυραννίδος· πρὸ αὐτοῦ δὲ καὶ Ἀρχίλοχος· «μεγάλης δ’ οὐκ ἐρῶ τυραννίδος».
sch 224 [5] (224—225) ἔνεστι γάρ πως: Φυσικῶς πρόσεστι τοῖς τυραννοῦσι τὸ ἐπιλανθάνεσθαι τῶν οἰκείων φίλων, καὶ τιμωρεῖν ἐκείνους ὡς ὑπόπτους. τὸ δὲ τῆς τυραννίδος ὄνομα τοῖς μὲν παλαιοτάτοις ἄγνωστον ἦν· οὗτος δὲ ὁ ποιητὴς οἶδεν αὐτό, πρὸ αὐτοῦ δὲ καὶ ὁ Ἀρχίλοχος, λέγων· «μεγάλης δ’ οὐκ ἐρῶ τυραννίδος». A (om. C; contuli et DW). Mediceus: τοῖς φίλοισι μὴ πεποιθέναι] Τὸ ἀμνημονεῖν τῶν φίλων.
sch 226a (226—227) ὃ δ’ οὖν ἐρωτᾶτε: Ὅπερ δὴ ἐρωτᾶτέ με, ἤγουν δι’ ἣν αἰτίαν κολάζει με ὁ Ζεύς, λέξω. ἌΛΛΩΣ· κατ’ ἐρώτησιν ἑρμηνευτέον· «ἐρωτᾶτέ με» (πρὸς τὰς Ὠκεανίδας φησί) «καθ’ ἣν αἰτίαν, δι’ ὃν τρόπον, ὅδε καὶ οὗτος ὁ Ζεὺς τιμωρεῖ με; τοῦτο ἐρῶ ὑμῖν». A. Mediceus: ὃ δ’ οὖν κ.
sch 226b τ.λ.] Ὅπερ δὲ ἐρωτᾶτε, δι’ ἣν αἰτίαν κολάζομαι, λέξω. (228—231) ὅπως τάχιστα: Τὸ «ὅπως» ἀντὶ τοῦ παραυτίκα.
sch 228a [5] ἡνίκα ἐνιδρύνθη τῷ τοῦ πατρὸς αὐτοῦ θρόνῳ (ἤγουν ἐδράξατο ὁ Ζεὺς τῆς τοῦ πατρὸς αὐτοῦ Κρόνου ἐξουσίας), τηνικαῦτα μερίζει καὶ διανέμει τοῖς θεοῖς γέρα, ἤγουν ἐξουσίας, τιμάς, δυνάμεις, ἄλλῳ ἄλλας καὶ ἄλλῳ ἄλλας· καὶ διεστοιχίζετο (ἤγουν ἀφώριζε, ἠσφαλίζετο, ἡδραίου) τὴν ἑαυτοῦ βασιλείαν· καὶ τὰς τάξεις ἔνεμε τῆς ἀρχῆς. A. CPPdVW (continuatur cum 228a): Ἢ τὸ «ὅπως» ἀντὶ τοῦ ἐπειδή.
sch 229 pgl: καθίζετ’ (sic, sed ε supra ι scriptum)] Ἰωνικῶς διὰ τοῦ ι , ἐκαθίζετο. Mediceus: διεστοιχίζετο] Διῄρει.
sch 231a [10] (231—241) βροτῶν δὲ τῶν ταλαιπώρων: Τῶν δὲ τληπαθῶν ἀνθρώπων οὐδένα ἔσχε λόγον, ἀλλ’ ἤθελε τὸ πᾶν γένος αὐτῶν τὸ τότε ὂν ἀφανίσαι, καὶ ἄλλο γεννῆσαι καὶ πλάσαι νέον. καὶ τούτοις τοῖς βουλεύμασι καὶ τοῖς λόγοις τοῦ Διὸς οὐκ ἄλλος οὐδεὶς ἀνθίστατο καὶ ἠναντιοῦτο· ἐγὼ δὲ ὁ τόλμης καὶ ὁ τολμηρὸς ἐλυτρωσάμην καὶ ἐξέβαλον τοὺς ἀνθρώπους τοῦ μὴ φθαρέντας αὐτοὺς εἰς τὸν Ἅιδην παραγενέσθαι. διὰ τοῦτο καταπονοῦμαι καὶ δαμάζομαι τοιαύταις βλάβαις, ἀλγειναῖς μὲν οὔσαις τοῖς πάσχουσι ταύτας, ἐλέους δὲ ἀξίαις τοῖς βλέπουσι. τοὺς βροτοὺς δὲ οἰκτισάμενος, αὐτὸς οἴκτου οὐκ ἠξιώθην· ἀλλ’ ἀπηνῶς ἐρρύθμισμαι (ἤγουν ἐσταύρωμαι καὶ ἐκτέταμαι). ἡ δὲ μεταφορὰ τοῦ ῥυθμίζειν ἀπὸ τῶν χορδῶν. A (om. C; contuli et DW). Mediceus: βροτῶν δὲ τῶν ταλαιπώρων] Μισοπονήρως καὶ φιλανθρώπως τὸ «ταλαιπώρων» προσέθηκεν.
sch 235a Mediceus: δὲ τόλμης’ (sic)] Τινὲς «ἐτόλμησα.» καὶ τὸ ἑξῆς μετὰ ἤθους. δύναται καὶ «τολμῆς» εἶναι, ὡς «τιμῆς, τιμήεις». gll.
sch 235b in CWY: τόλμης] Τολμηρός. Pgl: τόλμας (η supra α scriptum)] Ἢ τόλμης καὶ ὁ τολμηρός, ἢ διὰ τόλμης.
sch 235d Pgl (alterum): τόλμας] Βαβαί, ἢ φεῦ. Pmarg.
sch 235e : Ἢ «ὦ ἕνεκα τῆς τόλμης καὶ τοῦ ἐπιχειρήματος τοῦ Διός». Mediceus: τῷ ταῖς (τοι recte suprascr.
sch 237 diorthotes) τοιαῖσδε] Δύναται 〈ἢ σύνδεσμος εἶναι, ἢ〉 ἀντωνυμία ἐν συμπαθείᾳ κειμένη ἡ «τοι», ὡς «μή μοι μίμνε, φίλον.» Mediceus: ἐρρύθμισμαι] Ἐσταυρωμένος, ἐκτεταμένος.
sch 241 τῶν δὲ μέσων τὸ «ῥυθμίζειν». ἡ μεταφορὰ ἀπὸ τῶν χορδῶν. (242—245) σιδηρόφρων τε: Ὁ τῶν Ὠκεανίδων γυναικῶν χορός, ἰδὼν τὸν Προμηθέα κακῶς καὶ ἀθλίως πάσχοντα, φησὶ πρὸς αὐτόν· «ὡς ἄγαν σκληρόψυχος καὶ ἀμείλικτος ὅστις οὐ συναλγεῖ τοῖς σοῖς κακοῖς.
sch 242 [5] ἐγὼ γὰρ οὔτε εἰσιδεῖν ἤθελον ταῦτα, εἰσιδοῦσά τε ἠνιάθην τὴν ψυχήν». A (om. C: contuli et DW). (breviarium versuum 234—241 et paraphrasis versuum 247—250) μή πού τι προὔβης: Ἐπεὶ προδιηγήσατο ὁ Προμηθεὺς καὶ εἶπεν «διότι ἀντέλεγον τῷ Διὶ καὶ οὐκ εἴασα τοὺς ἀνθρώπους διαφθαρῆναι, διὰ τοῦτό με ἐτιμώρησεν ὁ Ζεὺς οὕτως», ἐρωτᾷ πάλιν αὐτὸν ὁ χορός· «μὴ γὰρ ἕτερόν τι ἥμαρτες ἁμάρτημα»; ὁ δέ φησιν· «ἐποίησα τοὺς ἀνθρώπους μὴ πρὸ ὀφθαλμῶν ἔχειν τὸν θάνατον, κατοικίσας ἐν αὐτοῖς ἐλπίδας τυφλάς, ἐπεὶ ἐν αὐτοῖς ἐποίησα τὸ μὴ νομίζειν σήμερον ἢ αὔριον θανεῖν, ἢ τόνδε ἢ τόνδε τὸν καιρόν, καὶ οὕτως διόλου κοπιᾶν καὶ ζῆν».
sch 247a [5] A (contuli et DW). Mediceus: μή πού τι προύβης] ἐρωτηματικῶς· «μὴ ἕτερον ἥμαρτες ἁμάρτημα;» θνητούς γ’ ἔπαυσα: Πρῶτον, φησίν, οἱ ἄνθρωποι πρὸ ὀφθαλμῶν ἔχοντες τὸν θάνατον οὐκ ἐξήρχοντο εἰς τὸ ἐργάζεσθαι ἢ ναυτίλλεσθαι ἢ ἄλλο τι ποιεῖν, φοβούμενοι τὸν θάνατον, μὴ τηνικαῦτα ὑπέλθοι αὐτοῖς· ἐγὼ δὲ αὐτὸν ποιήσας ἀπρόοπτον, καὶ ἐλπίδας αὐτοῖς ἐνθεὶς τοῦ ζῆν, καὶ μὴ γινώσκειν πότε μέλλει αὐτοῖς ἐπελθεῖν ὁ θάνατος, εἰς ἔργα παρώτρυνα.
sch 248a A (contuli et DW). P * : Ἀπὸ τοῦ λέγειν «θνητούς τ’ ἔπαυσα μὴ προδέρκεσθαι μόρον» παρεμφαίνει καὶ ἑτέραν εὐεργεσίαν ἀφανῆ οὖσαν.
sch 248b [5] οἱ γὰρ ἄνθρωποι πρώην τὸν μόρον καθ’ ἑκάστην ἐλπίζοντες οὐδόλως εἰργάζοντο· εἶτα λαβόντες ἀπὸ τοῦ Προμηθέως ἐλπίδας κενάς, ἤγουν τυφλωθέντες ἣν πρὶν εἶχον ἐλπίδα θανάτου, ὥστε μὴ προβλέπειν αὐτόν, διόλου εἰργάζοντο, ἔχοντες καὶ τὸ πῦρ. P * : τυφλάς] Ἵνα τυχὸν ἐλπίζωσιν ὅτι σήμερον μέλλομεν ἀποθανεῖν ἢ ἄλλο τι παθεῖν, ἢ αὔριον, ἢ μετὰ πολύ, ἢ οὔ.
sch 250b Pgl: τυφλάς] Ἀπράκτους, ἀδήλους, ἀφανεῖς· ἃς οὐκ ἐπίσταταί τις εἰ γενήσονται. (252—254) πρὸς τοῖσδε μέντοι: «Πρὸς τούτοις οἷς εἶπον ἐγώ», φησίν, «αὐτοῖς, τοῖς ἀνθρώποις, παρέσχον καὶ ἔδωκα τὸ πῦρ».
sch 252 εἶτα ἔφη ὁ χορὸς ὅτι «καὶ νῦν ἔχουσιν οἱ ἄνθρωποι τὸ φλόγας ἐκπέμπον πῦρ;» ὁ δέ φησιν· «ἀφ’ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας». A (contuli et DW). CP * VWXcY: φλογωπόν: Δύο εἰσὶν ὀνόματα τῷ πυρί, τὸ στοιχειακὸν καὶ τὸ διακονικόν.
sch 253a [5] καὶ στοιχειακὸν μὲν πῦρ, αὐτὸ τὸ στοιχεῖον ὁ αἰθήρ· διακονικὸν δέ, αὐτὸ τὸ πρὸς ὑπηρεσίαν ἡμετέραν χρησιμεῦον, ὅπερ «φλογωπὸν» ὁ Αἰσχύλος φησὶ παρὰ τὸ ὑποκεῖσθαι τῇ ὀπωπῇ καὶ λάμπειν· τὸ γὰρ αἰθέριον οὐχ ὑποπίπτει τῇ ὁράσει. P * Pdgl: «Φλογωπὸν» τὸ διακονικὸν πῦρ παρὰ τὸ ὑποκεῖσθαι τῇ ἐπωπῇ καὶ λάμπειν· τὸ γὰρ στοιχειακόν, οἷον τὸ αἰθέριον, οὐχ ὁρᾶται.
sch 253c [20] CWa (in his collocatur post 253a): Σημείωσαι ὅτι δόξα Ἑλληνικὴ ἦν ὅτι τὰ σώματα προϋπῆρχον, ὕστερον δὲ αἱ ψυχαὶ γεγονυῖαι καὶ †ὀργισθεῖσαι παρὰ τοῦ θεοῦ. ἐνέβαλε ταύτας ἐν τοῖς σώμασιν οἱονεὶ ἐν φρουρᾷ τινι, καὶ κατείχοντο ὑπὸ τῶν σωμάτων, ἐφοβοῦντο δὲ μεταχειρίσασθαί τι πρὸς ὠφέλειαν αὐτῶν· ἐνόμιζον γὰρ ὅτι, ἡνίκα προσεγγίσωσί τι, θάνατος ἀποβῇ αὐτοῖς ἐξ ἐκείνου τοῦ πράγματος οὗ προσψαύσωσι. καὶ οὕτως ἐφθείροντο ποτὲ μὲν ὑπὸ τοῦ ψύχους, ποτὲ δὲ ὑπὸ τῆς πείνης, ἄλλοτε δὲ ἐπὶ ἄλλοις συμβάμασι. κατελθόντος οὖν ποτὲ τῶν καιρῶν ἐκ τοῦ οὐρανοῦ πυρὸς ἐπὶ τῶν δένδρων, †καὶ κατακαφθὲν πνέοντες οἱ κάρβωνες†, μόλις ἐκεῖσε παραγενόμενοι οἱ ὄντες τότε ᾔσθοντο τοῦ πυρός. καὶ σχόντες μικρὰν προμήθειαν (ἤτοι μικρὰν φρόνησιν), ἔλαβον ἐκ τούτου τοῦ πυρὸς καὶ ἐφύλαττον. κατὰ μικρὸν δὲ αὐξανομένης τῆς προμηθείας (ἤτοι τῆς φρονήσεως), ᾐσθάνθησαν ὅτι οὐκ ἄν ποτε θάνωσιν, ὁποίου ἂν προσψαύσωσι πράγματος· οὐδὲ γνῶσίς τις, πότε τὸ τέλος τῆς ζωῆς αὐτοῦ ἔσεται. διὰ τοῦτο φησὶν ὅτι «ἔπαυσα τοὺς βροτοὺς μὴ βλέπειν τὸν θάνατον, ἐγκατοικίσας ἐν αὐτοῖς τυφλὰς ἐλπίδας, ἤτοι μὴ γινώσκειν τινὰ ὅτε μέλλει συμβῆναι αὐτῷ θάνατος». Mediceus: φλογωπὸν] Λαμπρόν.
sch 254 [5] PglVXcY: ἀφ’ οὗ γε] Τοῦτο δέ ἐστι μέθοδος σύντομος. δέον γὰρ εἰπεῖν «ναὶ» καὶ παύσασθαι, ὁ δὲ προλαμβάνει τὴν ἑξῆς ἐρώτησιν, ἀφ’ ἧς νοεῖται καὶ τὸ «ναὶ» τὸ σιωπηθέν. (255—262): τοιοῖσδε δή σε: Ἐρωτᾷ ὁ χορὸς τὸν Προμηθέα, οἰκτείρων αὐτὸν ὡς ἐπὶ οὐδαμινοῖς πταίσμασιν αἰτιώμενον καὶ τιμωρούμενον, ὅτι «ἐπὶ τοιούτοις ἁμαρτήμασι τιμωρεῖταί σε ὁ Ζεύς, καὶ οὐ παύσεται τῆς ὀργῆς, οὐδ’ ἐστὶ τέλος τοῦ δεσμοῦ σοι προκείμενον;» ὁ δὲ Προμηθεὺς ἀνταποκρίνεται πρὸς τὸν χορὸν καί φησιν ὅτι «οὐδὲν ἄλλο μοι τέρμα τῆς δέσεως καὶ τῆς κακοπαθείας ταύτης προκεῖται, ἢ ὅπερ δόξει ἀρεστὸν ἐκείνῳ».
sch 255 [10] εἶτα πάλιν ὁ χορὸς πρὸς τὸν Προμηθέα λέγει· «πῶς δὲ δόξει τῷ Διὶ ἀπολῦσαί σε τοῦ δεσμοῦ; τίς ἡ περὶ τούτου ἐλπίς; οὐ νοεῖς ὅτι ἥμαρτες; ὅτι δὲ ἥμαρτες, οὔτε ἐμοὶ ἀποδεκτὸν λέγειν πρός σε καὶ ὀνειδίζειν σε, σοί τε λυπηρόν ἐστι τοῦτο. ἀλλὰ ταῦτα μὲν ἐάσωμεν· ἐλευθερίαν δὲ ἐκζήτει τοῦ δεσμοῦ καὶ τῆς κακοπαθείας ἣν ἔχεις.» A (8—9 ὅτι ... τοῦτο nihil amplius habet C). Mediceus: χαλᾷ] Συνήθης αὐτῷ ἡ «χαλᾷ» φωνή.
sch 260 CWa (in his continuatur cum sch. 255. 9) P * Ya: ἐμοὶ λέγειν: Λύπης γάρ εἰσι ταῦτα αἴτια ἐμοί· σοὶ δὲ τῷ ἀκούοντι πλεῖστον ἄλγος γενήσεται. Mediceus: ἀλλὰ ταῦτα μὲν] «Ἀλλὰ ταῦτα μὲν προτετύχθαι ἐάσομεν».
sch 263a (261—263) PPdWXa: ἐλαφρόν: Ἐπεὶ ὁ χορὸς ὡς δῆθεν παραινῶν ἔφη πρὸς τὸν Προμηθέα «τἄλλα λιπὼν ζήτει τῶν δεσμῶν ἀπαλλαγήν», φησὶν ὁ Προμηθεὺς «παντὶ τῷ ἔξω κ.τ.λ.» (sequitur 263b, nullo intervallo). (263—265) ἐλαφρὸν ὅστις: Τῷ ἔξω τῶν κακῶν ὄντι, καὶ μὴ ἐμπεσόντι εἰς βλάβας, δυνατόν ἐστι νουθετεῖν τοὺς κακῶς πάσχοντας.
sch 263b A (om. C; contuli et DW). Mediceus: ταῦτ’ ἅπαντ’ (sic) ἠπιστάμην] Τιμωρηθησόμενος.
sch 266 [5] Pmarg.: ἑκὼν] Ἑκουσίως· τὸ ὄνομα ἀντὶ τοῦ ἐπιρρήματος. (268—70) οὐ μήν τι ποίναις: «Ὅτι μέν», φησίν, «ἥμαρτον, οἶδα καὶ αὐτός· οὐ μὴν δὲ ὑπελάμβανον τοιαύταις τιμωρίαις τιμωρηθῆναί με, καὶ κατισχανεῖσθαι (ἤγουν κρατεῖσθαι καὶ δεσμεῖσθαι) ἐν πέτραις πεδαρσίοις καὶ ὑπεραιρομέναις τῆς γῆς (ἤγουν ὑψηλαῖς), ἐπιτυχόντα τοῦ πάγου καὶ τοῦ τόπου τοῦ ἐρήμου τούτου, τοῦ μὴ κατοίκους ἔχοντος».
sch 268 A. Pgl: κατισχανεῖσθαι (sic)] Κατακεκρατῆσθαι· ἢ ξηραίνεσθαι· ἤγουν κρατεῖσθαι καὶ δεσμεῖσθαι.
sch 269b Bmarg., Y (in hoc continuatur cum sch. 268): Πεδαρσίοις ἀπὸ τοῦ «πέδον», ἡ γῆ, καὶ τοῦ «ἀείρω», τὸ ἐπαίρω. P * Y (partim) Ya: ἀγείτονος πάγου: Τοῦ κακογείτονος· ἢ τοῦ ἐρημητικοῦ, τοῦ μὴ ἔχοντος γείτονας· ἐν ᾧ τις οὐ γειτνιάζει (ἤγουν προσεγγίζει).
sch 271a (271—273) καί μοι τὰ μὲν παρόντα: μὴ ὀδύρεσθε ἃ νῦν πάσχω κακά· πρὸς τὴν γῆν δὲ βᾶσαι καὶ πορευθεῖσαι (ἀέριαι γὰρ ἐφέροντο), ἀκούσατε ἅπαν τὸ ἐμόν. A (om. C; contuli et DW). (271—273?) Mediceus: vide 275e, cum adn.
sch 272a Mediceus: τύχας] Γρ. «βλάβας.» βούλεται γὰρ στῆσαι τὸν χορόν, ὅπως τὸ στάσιμον ᾄσῃ. P * Ya: πεδοῖ δὲ βᾶσαι: βούλεται στῆσαι τὸν χορόν, ὅπως τὸ στάσιμον ᾄσῃ.
sch 272c [5] P * : πεδοῖ δὲ βᾶσαι: Ἐπειδὴ ἐν τῷ ἀέρι ἐκρέμαντο, διὰ τοῦτο λέγει «πεδοῖ δὲ βᾶσαι (ἤτοι κατελθοῦσαι πρὸς τὴν γῆν) ἀκούσατε πάντα, ὅπως βεβαίως μάθητε τὸ πᾶν». οὐ γὰρ ἠδύνατο προσφωνεῖν ἐκείνας εἰς ὕψος πετομένας. P * Pd (in his antecedit 275b 6—9) Ya: ταῦτά τοι] Ἢ στικτέον εἰς τὸ «μογοῦντι», τὸ δὲ «ταῦτα» τῷ ἑξῆς συναπτέον, ἵν’ ᾖ· ἡ περὶ τὰ αὐτὰ κ.
sch 275a τ.λ. (vide 275b). (275—276) CNP * PdV(?)WXa: ταῦτά τοι πλανωμένη: Ἡ Περὶ τὰ αὐτὰ περιερχομένη πημονὴ (ἤγουν βλάβη) ἄλλοτ’ ἐπ’ ἄλλον προσιζάνει.
sch 275b [5] ἌΛΛΩΣ· οὐκ ἐπιμένει μοι περὶ ἑνὸς ἱσταμένη ἡ λύπη, ἤτοι οὐκ ἐφ’ ἑνὶ κακῷ ἀνιῶμαι ἀλλ’ ἐπὶ διαφόροις ἀσχάλλω· καὶ τὰ πάντα ὑμῖν ἀφηγήσασθαι βούλομαι. ἌΛΛΩΣ· τὸ «ταῦτα» ἀντὶ τοῦ «αὕτη ἡ βλάβη οὐκ ἐπ’ ἐμοὶ μόνῳ ἐγένετο, ἀλλὰ περιερχομένη (τοῦτο γάρ ἐστι τὸ πλανωμένη) ἄλλοτε πρὸς ἄλλον καὶ ἄλλον ἐπέρχεται.» Pgl: ταῦτα] Πρός.
sch 275c ἢ ταύτῃ καὶ οὕτως. αὕτη ἡ πημονή. διὰ τοῦτο. Mediceus: ταῦτά τοι] Ἡ περὶ τὰ αὐτὰ πλανωμένη ἡ πημονὴ ἄλλοτ’ ἐπ’ ἄλλοις προσιζάνει.
sch 275e Mediceus: Οὐ γὰρ ἐπιμένει μοι ἡ λύπη ἐφ’ ἑνί, ἀλλ’ ἐπὶ διαφόροις ἀσχάλλω. καὶ τὰ πάντα ὑμῖν ἀφηγήσασθαι βούλομαι. (277—278) οὐκ ἀκούσαις: Οὐχὶ μὴ βουλομέναις ἡμῖν τοῦτο εἶπας, τὸ «ἔλθετε καὶ ἀκούσατε, ἵνα μάθητε ἅπαν τὸ κατ’ ἐμέ·» ἀλλὰ θέλομεν καὶ ἡμεῖς τοῦτο.
sch 277 [5] A. (278—283) καὶ νῦν ἐλαφρῷ ποδί: «Καὶ νῦν», φησὶν ὁ χορός, «ἐπεὶ καλεῖς πρὸς αὑτὸν ἐμέ, ἐν ταχυτάτῳ ποδί (τῇ ἀερίᾳ πτήσει) τὸν κραιπνόσσυτον (τὸν ταχινῶς κινούμενον) θρόνον αἰθέρα τε ἁγνὸν πόρον τῶν οἰωνῶν (ἤτοι τὸν ἀέρα, ἐν ᾧ τὴν πορείαν ποιοῦνται τὰ ὄρνεα) λιποῦσα, προσπελάζω ταύτῃ τῇ τραχείᾳ γῇ·» λέγει δὲ τοῦτο διὰ τὸν Καύκασον· οὐ γὰρ πᾶσα γῆ σκληρὰ καὶ τραχεῖα· «τοὺς σοὺς δὲ πόνους θέλω ὅλους ἀκοῦσαι».
sch 278a A. Mediceus: Ἡ μεταφορὰ ἀπὸ τῶν κυνηγῶν.
sch 279a PPdW: κραιπνόσσυτον: «Κραιπνόσσυτον θᾶκον» δὲ τὸν αἰθέρα φησίν· ἐπ’ ἐκεῖνον γὰρ οἷον καθήμεναι ἐπιστηρίζονται. NcPmarg.
sch 279b (partim) SjWXc: «Κραιπνὸν» δὲ τοῦτόν φησιν ἐπὶ τὸ καταπολὺ διαχεῖσθαι· κεχυμένη γὰρ ἡ τῶν ἀνέμων φύσις. Mediceus: τῇδε] Προσέθηκε «τῇδε» διὰ τὸν Καύκασον· οὐ γὰρ πᾶσα γῆ σκληρά.
sch 281b [5] Mediceus (in margine altero): πελῶ] Ἐπέλασα. (284—287) ἥκω δολιχῆς: Ὁ Ὠκεανὸς ἐλθών φησι πρὸς τὸν Προμηθέα· «ἥκω πρός σε διαμειψάμενος καὶ διελθὼν τὸ τέρμα καὶ τὸ τέλος τῆς δολιχῆς καὶ μακρᾶς ὁδοῦ, τὸν πτερυγωκῆ οἰωνὸν τόνδε (ἤγουν τοῦτον), τὸν ἐν τοῖς πτεροῖς ταχύτατον οἰωνὸν τὸν γρῦπα, διευθύνων καὶ ἄγων γνώμῃ καὶ θελήσει οἰκείᾳ, χωρὶς χαλινῶν (ἤτοι αὐθαίρετον)».
sch 284a ἐπὶ γρυπὸς γὰρ τετρασκελοῦς ὀχεῖται ὁ Ὠκεανός. A. Mediceus: ἥκω κ.
sch 284b [5] τ.λ.] Καιρὸν δίδωσι τῷ χορῷ καθήκασθαι τῆς μηχανῆς Ὠκεανὸς ἐλθών. ὑπερβολῇ δὲ ἐχρήσατο, ὅπου γε Ὅμηρος οὐκ εἰσήγαγεν Ὠκεανὸν εἰς τὸν σύλλογον τῶν θεῶν. ἐπὶ γρυπὸς δὲ τετρασκελοῦς ὀχεῖται. Mediceus: πτερυγωκῆ] Τὸν ταχὺν διὰ τῶν πτερῶν.
sch 287 Mediceus: στομίων ἄτερ] Οἷον χωρὶς ἡνίων, αὐθαίρετον, οὐ βίᾳ. (288—292) ταῖς σαῖς δὲ τύχαις: «Ταῖς σαῖς», φησί, «κακοπαθείαις, γίνωσκε, ἀνιῶμαι· ἡ γὰρ συγγένειά με ἀναγκάζει λυπεῖσθαι, καὶ χωρὶς τοῦ εἶναί με σοῦ συγγενῆ οὐκ ἔστιν εὑρεθῆναι ᾧ ἂν πλείονα παρέχοιμι φιλίαν παρὸ σοί».
sch 288a [5] ὑπερβολῇ δὲ ἐχρήσατο· ὁ γὰρ Ὅμηρος οὐκ εἰσήγαγεν Ὠκεανὸν εἰς σύλλογον τῶν θεῶν. A. P * Ya: ἴσθι, συναλγῶ (?)] Σημείωσαι ὅτι οἱ Ἀττικοὶ πῇ μὲν τιθέασιν ὡς παρέλκον τὸ «ὅτι», πῇ δὲ ἐκλείπουσι παντελῶς.
sch 291 Mediceus: μοῖραν: Λείπει «φιλίας». (293—297) γνώσῃ δὲ τάδ’: «Νοήσεις δέ», φησί, «τὴν πρός σέ μου διάθεσιν ἀληθῆ, καὶ ὡς οὐ μάτην σοι διὰ λόγου χαρίζομαι.
sch 293 φέρε γάρ, εἰπὲ τί σοι πρέπει συμπράττειν· οὐ γάρ ποτε λέγεις ὡς ἄλλος τις φίλος ἔσται σοι βεβαιότερος παρ’ ἐμὲ τὸν Ὠκεανόν». A. Mediceus: χαριτογλωσσεῖν] Μέχρι γλώσσης χαρίζεσθαί σοι, καὶ οὐκ ἔργοις.
sch 298a [10] (298—306) ἔα τί χρῆμα: Δυσχεραίνει ὁ Προμηθεὺς εἴ πως τὸ ἴδιον ἀξίωμα οὐκ ἐτήρησεν ὁ Ὠκεανός, φησὶ δέ, «τί τοῦτο τὸ πρᾶγμα; καὶ σὺ ἥκεις ἰδεῖν τοὺς ἐμοὺς πόνους; πῶς ἐκαρτέρησας, καταλείψας τὸ ἐπώνυμόν τε ῥεῦμα (τὸ ὀνομαζόμενον Ὠκεάνειον) καὶ τὰ αὐτόκτιστα ἄντρα (τὰ αὐτοκατασκεύαστα) καὶ πετρηρεφῆ (τὰ πέτραις ἐστεγασμένα), ἐλθεῖν εἰς τὴν γῆν τὴν σιδηρομήτορα (τὴν γεννῶσαν τὸν σίδηρον);» λέγει δὲ τὴν Σκυθίαν· οἱ γὰρ Χάλυβες Σκυθικὸν ἔθνος, καὶ πολὺς ἐν Σκυθίᾳ χαλκός. «ἦ παρεγένου», φησί, «θεωρήσων τὰς ἐμὰς δυστυχίας καὶ συλλυπούμενος τοῖς ἐμοῖς κακοῖς; ἴδε οὖν θέαμα (ἤτοι παράδοξον τέρας), τόνδε ἐμὲ τὸν φίλον τοῦ Διός, τὸν τὴν τυραννίδα καὶ τὴν βασιλείαν οἰκονομήσαντα καὶ συνεργήσαντα τούτῳ εἰς ταύτην, ποίαις βλάβαις ὑπ’ αὐτοῦ, τοῦ Διός, δαμάζομαι». A (C om. 9—12, ἴδε ... δαμάζομαι; contuli et D). Mediceus: ἔα τί χρῆμα κ.
sch 298b τ.λ.] Δυσχεραίνει εἴ πως τὸ ἴδιον ἀξίωμα μὴ ἐτήρησεν ὁ Ὠκεανός. Mediceus: τὴν σιδηρομήτορα] Τὴν Σκυθίαν· οἱ γὰρ Χάλυβες Σκυθικὸν ἔθνος.
sch 301b [5] Pmarg.: σιδηρομήτορα] Ἀλίβας καὶ χάληβος ὁ νεκρός, ἀπὸ τοῦ χαλᾶν τὴν ἥβην. (307—314) ὁρῶ, Προμηθεῦ: Εἰπόντος τοῦ Προμηθέως πρὸς τὸν Ὠκεανόν «ἴδε οἷα πάσχω καὶ οἵαις βλάβαις ὑπὸ τοῦ Διὸς δαμάζομαι», φησὶν ὁ Ὠκεανὸς πρὸς αὐτόν· «ὁρῶ οἷα πάσχεις, καὶ παραινέσαι σοι θέλω τὰ ἀγαθὰ καίπερ φρονίμῳ ὄντι· γνῶθι σαυτόν, καὶ νόησον ὅτι ἐλάττων εἶ τοῦ Διός, καὶ ἄλλαξον τοὺς τρόπους καὶ κτῆσαι ἑτέρους νέους, ἐπεὶ καὶ τύραννος ἐν θεοῖς νέος.
sch 307a [10] εἰ δὲ οὕτω τραχεῖς (καὶ σκληροὺς καὶ ἀναιδεῖς) λόγους καὶ τεθηγμένους (ἤγουν δυναμένους λυπῆσαι) ῥίψεις (ἀντὶ τοῦ ἐκπέμψεις ἐκ τοῦ στόματός σου), τάχ’ ἂν καὶ μακράν σου καθήμενος ὁ Ζεὺς ἀκούοι· ὥστε τὴν νῦν προσοῦσάν σοι ὀργὴν αὐτοῦ παίγνιον εἶναι δοκήσεις, ἄλλα δὲ χαλεπώτερα πάθῃς». A. Mediceus: Σκόπησον τὰ τῶν ῥητόρων καλά, παρὰ πρῶτοις εὑρεθέντα τοῖς τραγικοῖς.
sch 308 Mediceus, et gll. in CVXY: ποικίλῳ] Συνετῷ. Mediceus: γίνωσκε σαυτὸν] Γνῶθι σαυτόν, ὡς ὁ ποιητής· «φράζεο, Τυδεΐδη, καὶ χάζεο».
sch 309a γνῶθι σαυτὸν ὅτι ἥττων εἶ τοῦ Διός. PPdYaΞa (in hoc ad v.
sch 309b [15] 289): μεθάρμοσον: τυχὸν ἁρμονία τίς ἐστιν ἐν τοῖς τῆς ψυχῆς ἤθεσι· «μεθαρμόζει» δέ τις ἑαυτὸν ὅταν ἐκ τοῦ θυμοῦ γίνεται χαροπός, καὶ ἐκ τῆς σκληρότητος ἱλαρὸς καὶ εὐμάλακτος, καὶ αὖ πάλιν τοὐναντίον. λέγει οὖν ὁ Ὠκεανὸς ἐνταῦθα τῷ Προμηθεῖ ὅτι «μεθάρμοσον τρόπους, ἤγουν μεταλλάχθητι ἐκ τοῦ σκληροῦ εἰς τὸ μαλακόν, καὶ ὕπειξον τῷ Διί». ἔστι δὲ ὁ Ὠκεανὸς συγγενὴς τοῦ Προμηθέως, ὡς εἴρηται, λόγῳ τοιῷδε ἀλληγορίας· ἀλληγορεῖται γὰρ ὁ Ὠκεανὸς εἰς τὸν νοῦν ἐτυμολογούμενος, ἀπὸ τοῦ «ὠκέως» (ἤγουν ταχέως) «νάειν» τοὺς λογισμοὺς καὶ τὰ διανοήματα. ἡ δὲ προμήθεια καὶ ἡ πρόγνωσίς ἐστι μέρος τοῦ λογισμοῦ, καὶ δοκεῖ πως συγγενικῶς διακεῖσθαι τοῖς ἀπὸ τοῦ νοὸς ναομένοις ῥεύμασιν, ἤτοι λογισμοῖς καὶ διανοήμασι. P * : ῥίψεις] «Ῥίπτειν» κυρίως ἐπὶ τῶν ἀφελῶν λόγων, τὸ δὲ «βάλλειν» ἐπὶ τῶν ἰσχυρῶν.
sch 313 [5] P * XcYa: ὥστε κ.τ.λ.] Ὥστε τὸν νῦν παρόντα χόλον τῶν μόχθων καὶ τῶν κακώσεων παίγνιον εἶναί σοι δόξειν· ἤτοι, οὐ σωφρονοῦντι βαρύτερα κακά σοι ἐπέλθωσι παρὰ τοῦ Διός, καὶ ταῦτά σοι τὰ κακὰ παίγνιον δόξει εἶναι. Mediceus: παιδιὰν κ.
sch 314 τ.λ.] Πείσῃ γὰρ χαλεπώτερα. NPPdVXc: ἀρχαῖα ἴσως σοι: «Ἀρχαῖα» λέγονται τὰ μωρά, διότι οἱ ἀρχαῖοι τοιοῦτοι ἦσαν, ἁπλούστατοι καὶ εὐηθεῖς· ἢ οἱ γέροντες καὶ οἱ ἔξωροι τοιοῦτοί εἰσιν.
sch 318a [10] (318—329) τοιαῦτα μέντοι: Τοιαῦτα, ὦ Προμηθεῦ, τῆς μεγαλορρημονούσης γλώσσης τὰ ἐπιτίμια, οἷα πάσχεις αὐτός, ἀντιλέγων πρὶν τῷ Διί, σὺ δὲ καὶ τοιαῦτα πάσχων οὐκέτι ταπεινὸς εἶ οὐδ’ ὑποτάσσῃ· σὺν οἷς δὲ πάσχεις κακοῖς θέλεις λαβεῖν καὶ ἕτερα. ἀλλ’ ἐάν μοι πεισθῇς, οὐ βλάψεις σεαυτὸν πρὸς κέντρα τὸν πόδα ἐκτείνων, ὁρῶν ὅτι κυριεύει πάντων χαλεπὸς καὶ ὀργίλος θεὸς ὁ Ζεύς, ὅστις μόνος ἄρχει τῶν ἄλλων πάντων, οὐδ’ ἐστὶν ὑπεύθυνος (ἤτοι ἐξουσιαζόμενος παρά τινος· ἢ ὃν οὐ δύναταί τις τιμωρήσασθαι). καὶ νῦν μὲν ἐγὼ ἀπέρχομαι πρὸς αὐτόν, καὶ πειράσομαι ἐὰν τέως ἰσχύσω ἀπολῦσαί σε τῶν δεσμῶν. σὺ δὲ μὴ μεγαλορρημόνει, μηδ’ ὑπέρογκα καὶ αὐθάδη λάλει. ἢ φρόνιμος ὢν οὐκ οἶδας ὅτι βλάπτεταί τις ἐκ γλώσσης ἀκολάστου καὶ φλυάρου; A (om. C; contuli et D). Mediceus: τοιαῦτα μέντοι] Ἃ πάσχεις νῦν.
sch 318b γνωμικῶς δέ φησι. Mediceus: ταπεινὸς] Λείπει «θέλεις εἶναι».
sch 322 Mediceus: οὔκουν ἔμοιγε] Ἐάν μοι μὴ πεισθῇς, βλάψεις σεαυτόν. P * VXcYa: πρὸς κέντρα κῶλον: Πρὸς κέντρα τὸ κῶλον ἐκτείνει ὁ βοῦς· λακτίζει γὰρ κεντούμενος ὑπὸ κέντρου, καὶ τὸ κῶλον αἱμάσσει.
sch 323a [5] ὁ γὰρ πρὸς κέντρα λακτίζων, κατὰ τὴν ἐντεῦθεν παροιμίαν, τοὺς ἰδίους πόδας αἱμάσσει. gll.
sch 323b in BX: πρὸς κέντρα] Παροιμία ἐπὶ τῶν τοῖς ἰσχυροῖς ἀντιβαινόντων. Bgl: προστρίβεται] Προσκολλᾶται· μεταφορικὴ ἡ λέξις.
sch 329b Bmarg.: Ἡ μεταφορὰ ἀπὸ τῶν συμμιγνυμένων ἱματίων καὶ λαμβανόντων ῥύπον. (330—334) ζηλῶ ς’ ὅθ’ οὕνεκα: Θαυμάζω σε πῶς ὑπάρχεις ἐκτὸς αἰτίας καὶ μέμψεως παρὰ τῷ Διί, καὶ οὐδὲν ὑπ’ αὐτοῦ δεινὸν πέπονθας ἐμοὶ συναλγῶν.
sch 330a [5] ἌΛΛΩΣ· ἐπαινῶ σε, φησίν, ὅτι ἐκτὸς ὑπάρχεις μέμψεως ὡς ὅπερ ἦν σοι δυνατὸν ἐπ’ ἐμοὶ ποιήσας καὶ συναλγήσας ἐφ’ οἷς πάσχω κακοῖς. καὶ νῦν ἄφες τὸ προσελθεῖν τῷ Διὶ δυσωπήσων αὐτὸν ὑπὲρ ἐμοῦ, ἵνα ἀπολύσῃ με τῶν δεσμῶν. πάντως γὰρ οὐ καταπείσεις αὐτόν· σκληρὸς γάρ ἐστι καὶ ἀκαμπής· σὺ δ’ ἐπιτήρει καὶ περίβλεπε μή τι ἐν τῇ ὁδῷ βλαβήσῃ. A (contuli et D). (330—333) Mediceus: ζηλῶ ς’ κ.
sch 330b [5] τ.λ.] Θαυμάζω σε πῶς οὐδὲν πέπονθας ὑπὸ Διὸς συναλγῶν μοι. ἌΛΛΩΣ· ζηλῶ σε, φησίν, ὅτι καὶ τὰ περὶ σαυτοῦ ποιήσας κεκόμισαι χάριν ἐξ ἐμοῦ, καὶ οὐκ ἐάσω σε προσκροῦσαι Διὶ ὑπὲρ ἐμοῦ. προγινώσκων δὲ ὅτι οὐ πείσει τὸν Δία ἀπείργει αὐτόν. (330—331) X * : Ζηλῶ σε ὅτι, μετασχὼν πάντων τῶν κακῶν ἐμοὶ τολμηρῶς, ὑπάρχεις ἐκτὸς αἰτίας τοῦ Διός.
sch 330d PPd haec praebent post ἐμοῦ 33oa:5 Οὐ γὰρ ἂν πείσῃς αὐτόν· σὺ δὲ πρόσεχε μή τι βλαβῇς ἐν τῇ ὁδῷ. Glossemata in πάντων μετασχὼν: — B: Τῶν κακῶν ὧν ἔχω μεταλαβών.
sch 331 [5] C: Ὧν πάσχω μεταλαβὼν καὶ κοινωνήσας. V: Τῶν δεινῶν. X: Τῶν παθημάτων μου. (332—339) πολλῷ γ’ ἀμείνων· Εἰπόντος τοῦ Προμηθέως πρὸς τὸν Ὠκεανὸν ὅτι «ἄφες τὸ προσελθεῖν τῷ Διὶ ἱκετεύσων αὐτὸν ὑπὲρ ἐμοῦ· οὐ γὰρ πείσεις αὐτόν· σὺ δὲ πρόσεχε μή τι βλαβῇς ἐν τῇ ὁδῷ», φησὶν ὁ Ὠκεανὸς πρὸς αὐτὸν, «κατὰ πολὺ ἐγεννήθης κρείττων καὶ βελτίων εἰς τὸ φρονίμους ποιεῖν καὶ σωφρονίζειν ἑτέρους παρὸ σεαυτόν.
sch 335 [10] τοῦτο δὲ ἐξ ἔργων αὐτῶν νοῶ ἀληθῶς, καὶ οὐκ ἀπὸ τοῦ λόγου· σεαυτὸν γὰρ μὴ σωφρονίσας ὥστε ὑπείκειν τῷ Διί, σωφρονίζεις ἑτέρους. ἐμὲ δὲ προθυμούμενον ἀπελθεῖν πρὸς τὸν Δία μηδαμῶς κωλύσῃς· θαρρῶ γὰρ ταύτην τὴν δωρεὰν (ἤτοι τὸ ἀπολῦσαί σε τῶν δεσμῶν) ἐμοὶ δοῦναι αὐτόν». A. (340—343) τὰ μέν ς’ ἐπαινῶ: «Εἰς ταῦτα μέν σε ἐπαινῶ», ὁ Προμηθεύς φησὶ πρὸς τὸν Ὠκεανόν, «ὅτι πᾶσαν προθυμίαν καὶ σπουδὴν δεικνύεις ὑπὲρ ἐμοῦ· καὶ οὐδὲ παυθήσομαί ποτε τοῦ ἐπαινεῖν σε.
sch 340 [5] καὶ μηδὲν πόνει ὑπὲρ ἐμοῦ· εἴ τι γὰρ ἂν καὶ πράξῃς πρὸς ὠφελίαν ἐμὴν σπεύδων, μάτην ποιήσεις». προγινώσκει γὰρ ὅτι οὐ πείσει τὸν Δία. A (om. C; contuli et DW). (345—6) ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ· «Ἐγώ», φησί, «καὶ ἐὰν δυστυχῶ τοιαύτας βλάβας πάσχων, ἀλλ’ οὐχὶ διὰ τοῦτο, ἵνα καὶ ἄλλοι τὰ ὅμοια ἐμοὶ πάσχωσι, θέλω ἐπιτυχεῖν ἐκείνους τῆς ὁμοίας βλάβης».
sch 345a A. Mediceus: ἐγὼ γὰρ οὐκ κ.
sch 345b τ.λ.] Προμηθικῶς· οὐ γὰρ κατὰ τὸν ἀνθρώπινον λογισμὸν πολλοὺς αὐτῷ συνατυχεῖν βούλεται ὁ Προμηθεύς. (347—50) οὐ δῆτ’, ἐπεί με καὶ κασιγνήτου τύχαι· Ἰαπετὸς ὁ τοῦ Κρόνου ἀδελφὸς ἐκ θυγατρὸς τοῦ Ὠκεανοῦ Κλυμένης λεγομένης ἔσχεν Ἄτλαντα καὶ Μενοίτιον καὶ Προμηθέα.
sch 347a [10] καὶ τὸν μὲν Προμηθέα προσήλωσεν ὁ Ζεὺς εἰς τὸ Καυκάσιον ὄρος, ἐπίβουλον αὐτῷ καὶ ἐχθρὸν φανέντα, ὡς καὶ τοὺς λοιποὺς ἀδελφούς· τὸν δὲ Ἄτλαντα ἐποίησεν βαστάζειν ἐπ’ ὤμων τὸν οὐρανόν· τὸν δὲ Μενοίτιον ἐκεραύνωσε. φησὶν οὖν ὁ Ὠκεανὸς πρὸς τὸν Προμηθέα· «δαμάζουσί με καὶ ἀνιῶσιν αἱ δυστυχίαι τοῦ ἀδελφοῦ σου τοῦ Ἄτλαντος, ὅστις πρὸς τοὺς δυτικοὺς τόπους ἵσταται, ἐν ὤμοις βαστάζων τοὺς οὐρανοῦ καὶ τῆς γῆς κίονας, βάρος δυσμεταχείριστον καὶ οὐ ῥᾳδίως βασταζόμενον». A. gll.
sch 347b in CW(?)X: οὐ δῆτ’] Ποιήσεις ἐμὲ τοῦ μὴ ἀπελθεῖν εἰς τὸν Δία. P * Ya: Τί ἔστιν ἄξων; διάμετρος τοῦ κόσμου εὐθεῖα ἐκ τῶν πόλων ἐπεζευγμένη, μέσην μὲν ἔχουσα τὴν γῆν, τοὺς δὲ δύο πόλους πέρατα· καὶ περὶ ταύτην μένουσα ἡ σφαῖρα στρέφεται.
sch 349b [5] P * Ya: Τὸν ἄξονα συμβέβηκε νοεῖσθαι εὐθεῖάν τινα καὶ ἀσώματον γραμμήν, ἀπὸ τοῦ βορείου πόλου μέχρι τοῦ νοτίου, καὶ διὰ μέσης πεφυκυῖαν τῆς γῆς· ἣν συμβέβηκε κέντρον εἶναι τοῦ κόσμου τῇ ἰδίᾳ φύσει, καθ’ ἣν ἀμετακίνητός ἐστι καὶ ἀσάλευτον αὐτοῦ μετέχει τὴν θέσιν. τὰ δὲ πέρατα τοῦ οὐρανοῦ ἃ δὴ παρὰ τοῖς ἄκροις τοῦ ἄξονος ἐξ ἑκατέρων τῶν μερῶν νοοῦνται, «πόλοι» καλοῦνται. P * Ya: Τί ἔστιν οὐρανός; ὁ περιέχων τὰ πάντα πλὴν αὑτοῦ.
sch 350 Mediceus: οὐκ εὐάγκαλον] Δυσμεταχείριστον. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα· Μυθεύεται ὅτι οἱ Τιτᾶνες, τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς παῖδες ὄντες, ἀντῇραν πόλεμον τῷ Διί, καὶ ἀντέστησαν αὐτῷ.
sch 351a [20] ἐπεὶ δὲ δεκαετῶς ἐμάχοντο, καὶ λύσις τοῦ πολέμου οὐκ ἦν, ἀλλ’ ἴσος ἦν τοῖς θεοῖς καὶ τοῖς Τιτᾶσιν ὁ πόλεμος, ὁ Ζεὺς συνεργοὺς πρὸς τὴν μάχην λαβὼν τοὺς τρεῖς μονοφθάλμους Κύκλωπας, τὸν Βρόντην, τὸν Στερόπην, καὶ τὸν Ἄργον, καὶ τοὺς τρεῖς Ἑκατόγχειρας, τὸν Κόττον, τὸν Βριάρεων, καὶ τὸν Γύγην (οἵτινες καὶ οὗτοι παῖδες τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς ἐχρημάτιζον), καὶ νέκταρ κεράσας, ηὔφρανε καὶ πρὸς τὴν μάχην προέτρεψε. καὶ πόλεμον συναράξας μετὰ μεγάλου κρότου τοὺς Τιτᾶνας κατετροπώσατο καὶ τῇ γῇ προσέδησε καὶ κατεταρτάρωσε. μετὰ δὲ ταῦτα ἡ Γῆ πρὸς εὐνὴν τραπεῖσα τῷ Ταρτάρῳ τὸν ἑκατοντακέφαλον Τυφῶνα ἐγέννησεν, ἅπαντα θηρίων ἀγρίων ἔχοντα κεφαλάς, καὶ τέρας δεινὸν καὶ παμμιγὲς χρηματίζοντα· καὶ ἐξ ὀφθαλμῶν σέλας καταπληκτικὸν ἀπαστράπτοντα. οὗτος πάλιν τῷ Διὶ ἑτέραν μάχην συνῆψε. κεραυνωθεὶς δὲ καὶ αὐτὸς ἐν Σικελίᾳ παρὰ τὴν Αἴτνην τῷ Ταρτάρῳ ἐκρύβη· ἐξ οὗ μυθολογεῖται πάντας τοὺς ἀνέμους σφοδροὺς κυίσκεσθαι, χωρὶς Ζεφύρου καὶ Βορρᾶ· θεογενεῖς γὰρ οὗτοι. Ἰστέον δὲ ὅτι ὁ Τυφὼς ἐν Κιλικίᾳ ἐγεννήθη, ἐκολάσθη δὲ ἐν Σικελίᾳ. καὶ Ἡσίοδος· «τόν ποτε Κιλίκιον θρέψαι πολυώνυμον ἄντρον». A (contuli et DW). (351—364) Φησὶν οὖν ὁ Ὠκεανός· «ᾠκτείρησα καὶ τὸν Τυφῶνα τὸν οἰκήτορα τῶν Κιλικίων σπηλαίων, τὸν ἑκατὸν κεφαλὰς ἔχοντα, τὸν ὁρμητικὸν πρὸς πόλεμον, ὃς πᾶσι τοῖς θεοῖς ἀντέστη, καταπληκτικαῖς σιαγόσιν ἠχῶν φόνον· ἐξ ὀφθαλμῶν δὲ ἤστραπτε σέλας καταληκτικόν.
sch 351b [10] ἀλλ’ ἦλθε τὸ τοῦ Διὸς βέλος, ὁ κεραυνός, καὶ ἔπαυσεν αὐτὸν τῶν κενοδόξων καὶ μεγαλαύχων κομπασμάτων. εἰς αὐτὰς γὰρ τὰς φρένας πληγεὶς ὑπὸ τοῦ κεραυνοῦ κατεκάη· καὶ νῦν κεῖται πλησίον τοῦ Σικελικοῦ πορθμοῦ, μεταξὺ Σικελίας καὶ Ἰταλίας, δέμας ἀχρεῖον καὶ παρήορον (ἤγουν ἔκλυτον καὶ ἡπλωμένον).» Γράφεται δὲ καὶ «πανάωρον», ἀντὶ τοῦ παντελῶς ἀφρόντιστον καὶ μηδεμιᾶς φροντίδος ἄξιον. Σημείωσαι δὲ ὅτι τὸ «δέμας» ἐπὶ τοῦ ἀψύχου λαμβάνει οὗτος ὁ ποιητής. A (om. C; contuli et DW). Mediceus: Κιλικίων] Κιλίκων.
sch 351d Mediceus (in altero margine): Οἰκήσαντα μὲν ἐν Κιλικίᾳ, κολασθέντα δὲ ἐν Σικελίᾳ. Ἡσίοδος δέ· «τόν ποτε Κιλίκιον θρέψαι πολυώνυμον ἄντρον». CP * PdglVY: σμερδναῖσι: καὶ ἐκπληκτικαῖς, παρὰ τὸ «μερίζειν», τὸ δονεῖν καὶ ταράσσειν.
sch 355a τὸ γὰρ καταπληκτικὸν ποιεῖ τὸν δειλὸν μερίζεσθαι εἰς φόβους καὶ ἄλλας καὶ ἄλλας ἐννοίας. Mediceus: Οὐ μὲν ἐλεητὸς ὁ τοιοῦτος· ἀλλ’ ὁ ποιητὴς φύσει τοῖς τεραστίοις ἐξαιρόμενος οὐ λεπτολογεῖται τὰ πράγματα.
sch 358a [5] CPPdVY: ἄγρυπνον βέλος: Τὸ πῦρ τὸ ποιοῦν τοὺς ἀνθρώπους ἀγρυπνεῖν καὶ ἀσχολεῖσθαι περὶ τὸ ἐργάζεσθαι· ἢ πρὸς τὸ θεᾶσθαι αὐτὸ συγκαλούμενον τοὺς ἀνθρώπους νυκτός, ποιοῦν αὐτοὺς ἀγρυπνεῖν. λέγουσι γὰρ ὅτι ἐν τῇ Αἴτνῃ ἡμέρας μὲν ἀναθρώσκει καπνός, νυκτὸς δὲ φλόξ. Mediceus: ἄγρυπνον] Ἄπαυστον, ἄσβεστον.
sch 359 [10] PPdSj (in hoc post 1058a) VYYa: καταιβάτης κεραυνὸς] Πέντε εἴδη κεραυνῶν· πρηστήρ, ὁ καὶ πυρόεις καλούμενος, ὃς καταφερομένου τοῦ πνεύματος καὶ ἐκπυρωθέντος καὶ λεπτυνθέντος γίνεται· σκηπτός, ὁ καὶ καταιβάτης, ὁ κάτω φερόμενος καὶ καταπληκτικὸς καὶ αἰφνίδιος, ὃς γίνεται παχυνθέντος τοῦ ἀέρος καὶ τοῦ πυρώδους πνεύματος· καὶ ἀργής, ὃς διὰ τὴν πάνυ λεπτότητα οὐ φλέγει, μελαίνει δέ· ψολόεις, ὁ ἐν τῇ ψαύσει ὀλλύων· ἑλικίας, ὁ συστροφὰς καὶ ἕλικας ποιῶν διὰ μέσην παχύτητα καὶ ὑγρότητα τῇ πυκνότητι τοῦ ἀέρος ἀντωθούμενος. Mediceus: ἐφεψαλώθη] Κατεκάη· φέψαλος γὰρ ὁ σπινθήρ.
sch 362b Xc (partim), Y: ἐφεψαλώθη: Κατεκάη· φέψαλος λέγεται ὁ μικρὸς σπινθὴρ καὶ ἡ σποδιά, ἀπὸ τοῦ φάειν ἐν τῷ ἅψασθαι. Y: Φέψαλος ἡ σποδιά, ἀπὸ τοῦ φεψάλλειν, ἢ ἀπὸ τοῦ †φεύγειν, ἢ ἀπὸ τοῦ ψαύειν (ἤτοι προσεγγίζειν).
sch 362c φέψαλος κυρίως ὁ κεραυνός· φέψαλος καλεῖται καὶ ὁ μικρὸς σπινθήρ· κυρίως ἡ ἀσβόλη καὶ ἡ σκωρία. Mediceus: κἀξεβροντήθη] Ἐξησθένησε τὴν δύναμιν· ὃν τρόπον οἱ ἐμβρόντητοι· οἱ δὲ βροντῆς ξηρᾶς ἀκούοντες ἐκπλήττονται.
sch 362e PPdVY: ἐξεβροντήθη: ἤτοι ἐξησθένησε καὶ ἀφῆκε τὴν δύναμιν, ὃν τρόπον καὶ οἱ ἐμβρόντητοι· οἱ γὰρ βροντῆς ξηρᾶς ἀκούοντες ἐκπλήττονται. Mediceus gl.
sch 363a : παράωρον (sic)] Ἐκλελυμένον. Pgl: παρήορον] Γρ.
sch 363b παράωρον, ἤγουν ἠμελημένον, ἠφανισμένον· ἤγουν ἔκλυτον καὶ ἡπλωμένον. Mediceus: στενωποῦ] Τοῦ Σικελικοῦ πορθμοῦ τοῦ †διρ υ μετὰ Σικελίαν καὶ Ἰταλίαν.
sch 364b gll. in BDX: στενωποῦ] Τοῦ Σικελικοῦ πορθμοῦ· τουτέστι, μεταξὺ Σικελίας καὶ Ἰταλίας. Y: ἰπνούμενος: Καιόμενος, φλογιζόμενος· ἐκ μεταφορᾶς τοῦ ἴπνου.
sch 365a γράφεται κ.τ.λ. (vide 365b). Xc, Y (in hoc continuatur cum 365a), et marg.
sch 365b in PPd: ἰπνούμενος] Γράφεται ἰπούμενος ἢ σφιγγόμενος, ἤτοι παγιδευόμενος· ἶπος γὰρ ἡ παγὶς τῶν μυῶν, ἀπὸ τοῦ «ἴπτω» τὸ βλάπτω. gll.
sch 365c in PPd: ἰπνούμενος] Φλογιζόμενος· ἰπνὸς γὰρ τὸ μαγειρεῖον ἢ ἐσχάρα ἢ φοῦρνος ἐν ᾧ τίθεται τὸ πῦρ· γρ. δὲ καὶ ἰπούμενος ἀντὶ τοῦ βαρυνόμενος, συσφιγγόμενος. Mediceus: μυδροκτυπεῖ] Χαλκεύει· μύδρος γὰρ ὁ πεπυρωμένος σίδηρος.
sch 366b gll. in DPPdWXY: μυδροκτυπεῖ] Χαλκεύει. PPdVWY: Μύδρος καλεῖται ὁ πεπυρακτωμένος σίδηρος, παρὰ τὸ «μὴ» καὶ τὸ «ὕδωρ»· ὁ γὰρ πεπυρακτωμένος σίδηρος οὐδόλως ὑγρότητος μετέχει, ἀλλὰ μόνης ξηρότητος.
sch 366c [5] ὁ ἰὸς δὲ τοῦ σιδήρου ἐξ ὑγρότητος γίνεται. (367—371) ἔνθεν ἐκραγήσονταί ποτε.
sch 367a [10] Κατὰ τὴν Σικελίαν ἔστιν ὄρος τὸ καλούμενον Αἴτνη, ἐξ οὗ πῦρ πολὺ ἀναδίδοται ἐκρέον ποταμηδόν. «ἐκ τούτου οὖν», φησί, «ποτὲ ἐκχυθήσονται ποταμοὶ πυρὸς κατεσθίοντες πᾶσαν γῆν τῆς καλλικάρπου Σικελίας.» τοῦτο δὲ ἀκούομεν πάλαι γενέσθαι κατὰ τοὺς τοῦ Ἱέρωνος χρόνους· τότε γὰρ κατὰ τὸ μέσον ἐκρυέντες οὗτοι οἱ τοῦ πυρὸς ποταμοὶ πολλὰ χωρία διέφθειραν. «τοιοῦτον οὖν», φησίν, «ὁ Τυφὼς ἀναζέσει χόλον ἐν βέλεσι καὶ ῥιπαῖς θερμῆς ἀπλήστου πυρπνόου ζάλης». «ζάλην» δὲ «πυρίπνοον» λέγει τὴν ἀνάδοσιν καὶ ἀνακάχλασιν τοῦ Αἰτναίου πυρός· «θερμὴν» δὲ αὐτὴν καλεῖ, διὰ τὸ ἐκεῖσε καυθῆναι τὸν Τυφῶνα· «ἄπληστον» δέ, διότι τὸ πῦρ ὕλης δραξάμενον οὐ κορέννυται, ἀλλὰ μᾶλλον ἐπὶ πλέον καταφλέγει τὰ προστυχόντα, καὶ οὐχ ἵσταται. A. gll.
sch 367b in BDP: ἔνθεν ἐκραγήσονταί κ.τ.λ.] Ἀναχρονισμός. Bmarg.
sch 367c : Ἱστορεῖ Ἱέρων ὅτι ἐξῆλθεν ἀπὸ τῆς Αἴτνης πῦρ, καὶ κατέκαυσε τὰ παρακείμενα πεδία. Mediceus: ποταμοὶ πυρὸς δάπτοντες] Ἔνθεν ὁ Καλλίμαχος «πυρίδειπνόν» φησι.
sch 368 [5] «ποταμοὺς» δὲ «πυρὸς» τοὺς κατὰ Σικελίαν ῥύακάς φησι, περὶ ὧν ἠκούομεν πάλαι. καὶ κατὰ τοὺς Ἱέρωνος χρόνους κατὰ τὸ μέσον ῥυέντες πολλὰ διέφθειραν χωρία. ὅθεν τό τε θεῖον καὶ τὰ πυρεῖα. γῆ γάρ ἐστι παρακείμενον ἔχουσα πῦρ, ὅ ἐστι κατὰ παράθεσιν τῆς γῆς. ἄλλο δέ ἐστι πῦρ τὸ κατὰ κρᾶσιν τοῦ ὕδατος, ὃ «ποταμοὺς πυρὸς» ὁ Πίνδαρος καὶ ὁ Αἰσχύλος φησί. PPdXcYa: τῆς καλλικάρπου Σικελίας] Ἰστέον δὲ ὅτι φασὶν εἶναι Σικελίαν ἑτέραν, μικρὰν νῆσον μεταξὺ Χαλκίδος καὶ Αὐλίδος, καὶ ταύτην εἰρῆσθαι ἄκαρπον, παραβαλλομένην τῇ μεγάλῃ νήσῳ Σικελίᾳ, ἥτις ἐστὶ πολύκαρπος.
sch 369b Sj: «Καλλίκαρπον» ταύτην λέγει πρὸς ἀντιδιαστολὴν τῆς μικρᾶς Σικελίας τῆς νήσου, ἥτις μεταξὺ Χαλκίδος καὶ Αὐλίδος οὖσα ἄκαρπός ἐστιν. Mediceus gl: λευροὺς] Τοὺς πλατεῖς.
sch 377a [5] (375—378) οὔκουν, Προμηθεῦ: Εἰπόντος τοῦ Προμηθέως ὅτι «ἐγὼ τὴν παροῦσαν ὑπομενῶ τύχην, ἕως οὗ ὁ νοῦς τοῦ Διὸς παυθήσεται τῆς ὀργῆς», φησὶν Ὠκεανὸς πρὸς αὐτόν· «οὐδὲ τοῦτο γινώσκεις, ὦ Προμηθεῦ, ὅτι οἱ λόγοι οἱ παρακλητικοὶ θεραπεύουσι τὴν ὀργὴν ἀγριαίνουσαν καὶ ἐπαιρομένην;» «λόγος γὰρ ἀνθρώποισιν ἰᾶται νόσους· ψυχῆς γὰρ μόνος οὗτος ἔχει θελκτήρια». A (contuli et DW). Mediceus: «Λόγος γὰρ ἀνθρώποισιν ἰᾶται νόσου· ψυχῆς γὰρ οὗτος μόνος ἔχει θελκτήρια».
sch 377b Ὅμηρος· «ἧστό τε καὶ τὸν ἔτερπε λόγοις». (379—380) ἐάν τις ἐν καιρῷ γε· Τοῦτό φησιν ὁ Προμηθεύς· «ἐάν τις τὸν λυπούμενον καὶ θυμούμενον οὐκ ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ θυμοῦ, ἀλλὰ μετὰ τὸ παυθῆναι καὶ οἱονεὶ μικρόν τι ἡμερωθῆναι, μειλίσσῃ καὶ λόγοις παρακλητικοῖς χρᾶται πρὸς αὐτόν, ἀναγκαίως πείθει αὐτόν.
sch 379a [5] νῦν δὲ ἐν ἀκμῇ ἐστιν ὁ τοῦ Διὸς χόλος, καὶ οὐ πείσεται, εἰ μὴ ὥριμος γένηται ἡ ὀργὴ καὶ οἱονεὶ μαλακισθῇ». τοῦτο δὲ καὶ Ἱπποκράτης φησί· «πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμά». A (contuli et DW). Mediceus: μαλθάσσῃ] Ἀγαθύνῃ, καταπραΰνῃ.
sch 380 Mediceus: Τοῦτο καὶ Ἱπποκράτης φησί· «πέπονα φαρμακεύειν μὴ ὠμά.» νῦν οὖν ἐν ἀκμῇ τοῦ θυμοῦ ἐστι Ζεύς, καὶ οὐ πείσεται. (381—382) ἐν τῷ προθυμεῖσθαι· Ἐν τῷ προνοεῖσθαί μέ σου καὶ πειρᾶσθαι τὸν Δία πείθειν, τίνα βλάβην ἐνυπάρχουσαν νοεῖς; εἰπέ μοι.
sch 381a A (om. C; contuli et DW). Mediceus: Ἐν τῷ προνοεῖσθαι καὶ πειρᾶσθαι τὸν Δία πείθειν.
sch 383 gll. in Mediceo et in BCNX: κουφόνουν] Ἄχρηστον. (384—385) ἔα με τῇδε τῇ νόσῳ: «Ἄφες», φησίν, «ἐμὲ παρακινδυνεύειν ὑπὲρ σοῦ καὶ δοκεῖν τοῖς πολλοῖς ἄφρονα εἴναι· ἐπεὶ ἄμεινόν μοι ἐστί, καλὰ φρονοῦντα καὶ σοὶ ὠφέλιμα, δοκεῖν μὴ εὔφρονα τοῖς πολλοῖς.
sch 384a » A (contuli et DW). Mediceus: Ἔα με παρακινδυνεύειν ὑπὲρ σοῦ· ἄμεινόν μοι ἐστίν, εὖ φρονοῦντα σοί, δοκεῖν τοῖς ἔξωθεν ἀφρονεῖν.
sch 388 Mediceus gl: θρῆνος] Ὁ οἶκτος. Mediceus: διδάσκαλος] Τοῦ μὴ λυπεῖν τὸν Δία.
sch 392a στέλλου κομίζου: Πορεύου εἰς τὸν σὸν οἶκον, καὶ φύλαττε τὸν παρόντα νοῦν, ἤγουν τὸ νῦν δόξαν ἀγαθὸν καὶ νοηθὲν ἐν ἡμῖν· τουτέστι τὸ μὴ ἀπελθεῖν εἰς τὸν Δία. A (contuli et DW). Mediceus: στέλλου] Ἀντὶ τοῦ «εὐλαβήθητι.
sch 392b » (393—396) ὁρμωμένῳ μοι: Ἄτοπον ἦν τὸν πάντων γένεσιν ἔχοντα χρονίζειν ἀπὸ τῆς κινήσεως· εἰ καί τις Ἥλιον εἰσαγαγὼν ἐπὶ πολὺ τὸν κόσμον ἀνήλιον εἴασεν.
sch 393a [5] δεῖ οὖν μεμετρημένως τὰ τοιαῦτα ποιεῖσθαι. τοῦτο δέ φησιν ὁ Ὠκεανὸς πρὸς τὸν Προμηθέα, ὅτι «οὐκ ἀκαίρως μοι εἶπας, ἄπελθε· ἀλλὰ καὶ ἐμοὶ θέλοντι τοῦτο ποιῆσαι. ὁ γὰρ τετρασκελὴς οἰωνὸς (ὁ γρὺψ ᾧ ἐποχοῦμαι) διακόπτει τὴν ὁμαλὴν ὁδὸν τοῦ αἰθέρος ἐν τοῖς οἰκείοις πτεροῖς (ἤτοι ἄρχεται πέτεσθαι). εἴθε δὲ ἄσμενος καὶ χαρίεις ἐν τοῖς οἰκείοις τόποις σταθήσεται.» A (contuli et D; om. W). Mediceus: ὁρμωμένῳ κ.
sch 393b τ.λ.] Ἄτοπον ἦν τὴν «πάντων γένεσιν» χρονίζειν ἐπὶ τῆς κινήσεως· εἰ καί τις Ἥλιον εἰσαγαγὼν ἐπὶ πολὺ τὸν κόσμον ἀνήλιον εἴασεν. δεῖ οὖν μεμετρημένως ταῦτα ποιεῖσθαι. Ψαύει πτεροῖς: Γράφεται καὶ «ψαίρει.
sch 394a » κυρίως δὲ ἡ λέξις ἐπὶ λαιφῶν λέγεται τῶν χωρὶς ἀνέμων κινουμένων· καταχρηστικῶς δὲ καὶ ἐνταῦθα ἡ λέξις A (om. CD; contuli W). Nc, P * (in hoc signis appictis continuatur cum 394a), Sj: Λέγεται δὲ καὶ ἐπὶ τῶν ῥαθύμως καὶ ἀνειμένως διαγόντων.
sch 394b [5] λέγουσι γὰρ οἱ ναῦται «ψαίρει τὸ ἄρμενον», ὅταν μὴ πολὺς ὁ ἄνεμος πνέῃ, ἀλλὰ προσψαύῃ· οὗ παραγωγὸν τὸ «ψαύω.» gll.
sch 394c in PPd: Γρ. «ψαίρει»· ἤγουν ἐπαναβαίνει καὶ κινεῖται. (397—401) στένω σε: Τὸ στάσιμον ᾄδει ὁ χορὸς τῶν Ὠκεανίδων νυμφῶν ἐπὶ τῆς γῆς κατεληλυθώς.
sch 397a [5] ἌΛΛΩΣ· ὁ χορὸς ἐπὶ τῆς γῆς κατεληλυθὼς λέγει πρὸς τὸν Προμηθέα· «στενάζω σε καὶ κλαίω σε, ὦ Προμηθεῦ, ἕνεκα τῆς ὀλεθρίας τύχης ἧς πάσχεις· ἀπὸ δὲ τῶν ὀφθαλμῶν δακρυσίστακτον στάζουσα ῥεῦμα τὴν ἐμὴν παρειὰν ἔβρεξα ὑγραῖς πηγαῖς, ἤτοι δάκρυσιν.» A (contuli et DW). Mediceus: Τὸ στάσιμον ᾄδει ὁ χορὸς ἐπὶ τῆς γῆς κατεληλυθώς.
sch 397c Mediceus: τᾶς οὐλομένας τύχας] Λείπει τὸ «ἕνεκα». Xc: Τετραχῶς χρῶνται τῷ χορῷ οἱ δραματοποιοί· δι’ ἀγγελίαν τῶν ἐρχομένων, δι’ ἀναπλήρωσιν τοῦ χωρίου, διὰ καταλλαγὴν τῶν ἐχθρωδῶς διακειμένων προσώπων, καὶ διὰ παρηγορίαν τῶν λυπουμένων.
sch 400a Y: ῥαδινῶν] Ῥαδινὸς λέγεται τοὺς ὀφθαλμούς· ἢ ῥᾷον δινομένους, ἤτοι συστρεφομένους. Pgl: ῥαδινῶν] Γρ.
sch 400b ῥαδινόν· εὐκίνητον, λεπτόν. Cgl: ῥαδινῶν] Εὐκινήτων, λεπτῶν.
sch 400d Mediceus: ῥέος: Ῥεῦμα· παρὰ τὸ «ῥέω» ῥέος, ὡς «κλέπτω» κλέπος· «οἴχεται τὸ κλέπος αὐτὸς ἔχων». Ya: Ῥέος τὸ ῥεῦμα· ὡς τὸ κλέπτω κλέπτης οἴχεται τὸ κλέπτος· οἱονεὶ ἔχον αὐτῶ τὸν κεκλεμμένον· ὡς τὸ ῥέος, οὕτω καὶ τὸ βλέπος.
sch 402a [10] (402—410) ἀμέγαρτα γάρ: Καὶ ἀφθόνητα κακά, ἃ οὐδεὶς ζηλώσει, δείκνυσιν ὁ Ζεὺς ἡμῖν τοῖς πρώην θεοῖς, ἰδίοις νόμοις ἰσχυροποιῶν τὴν ὑπερήφανον ἀρχὴν καὶ τὴν βίαν· ὥσπερ Πίνδαρος «αἰχμητὰν κεραυνὸν» τὸν βίαιον λέγει. ἅπασα δὲ χώρα ἤδη λέλακε καὶ ἠχεῖ ἤχημα στονόεν (ἤγουν στεναγμοῦ γέμον καὶ οἰκτρόν), στενάζουσα τὴν μεγάλου τε καὶ περιφανοῦς σχήματος οὖσαν τιμὴν τὴν σὴν καὶ τῶν σῶν ξυνομαιμόνων, ἤτοι τῶν ἀδελφῶν σοῦ, τοῦ Ἄτλαντος καὶ τοῦ Μενοιτίου· ὧν τὸν μὲν Ἄτλαντα ἐποίησε βαστάζειν τὸν οὐρανόν, τὸν δὲ ἐκεραύνωσε, σὲ δὲ δεσμεῖ ἐνταῦθα εἰς τὸ Καυκάσιον ὄρος. οὗτοι δὲ παῖδες ἦσαν τοῦ Ἰαπετοῦ, ὃς ἦν ἀδελφὸς τοῦ Κρόνου τοῦ πατρὸς τοῦ Διός. A (contuli et DW). XcY: ἀμέγαρτα: Ἀφθόνητα· ἐκεῖνον γὰρ φθονεῖ τις, τὸν καλῶς καὶ πλουσίως ἔχοντα· τὸν δὲ κακῶς καὶ ἐλεεινῶς οὐ φθονεῖ τις, ἀλλὰ μᾶλλον ἐλεεῖ.
sch 405a Mediceus: αἰχμήν] Τὴν βίαν· καὶ Πίνδαρος «αἰχματὰν κεραυνὸν» τὸν βίαιον λέγει. Cgl: αἰχμήν] καὶ τὴν ἀρχήν, τὴν ἐξουσίαν, τὴν βίαν.
sch 406 [5] B * NcP * XY: πρόπασα: Εἰ καὶ εἶπε «πρόπασα χώρα», ἀλλ’ οὖν τοὺς ἀνθρώπους ἐδήλωσε· οὐ γὰρ ἡ χώρα θρηνεῖ· πῶς γάρ, ἄψυχος οὖσα; τοῦτο δὲ τὸ σχῆμα λέγεται καινοπρεπές· καὶ διὰ τοῦτο εἶπε τὸ «στένουσιν», ἤγουν οἱ ἄνθρωποι τῆς χώρας. Mediceus: μεγαλοσχήμονα] Μεγάλου σχήματος οὖσαν.
sch 411a (411—414) ὁπόσοι τ’ ἔποικον: Ὅσοι τε ἄνθρωποι κατοικοῦσι τὸ ἔδαφος καὶ τὸν χῶρον τῆς καθαρᾶς Ἀσίας, συγκάμνουσιν ἡμῖν καὶ συνανιῶνται ταῖς σαῖς βλάβαις ταῖς μετεχούσαις μεγάλων στεναγμῶν. A (om. C; contuli et D V). Mediceus et NcPglWgl: ὁπόσοι τ’ ἔποικον] Ἀναχρονισμός· οὔπω γὰρ ἦν ἐποικισθεῖσα τοῖς Ἕλλησιν ἡ Ἀσία.
sch 411c CNPPdV: ἁγνᾶς Ἀσίας ἕδος: «Ἁγνὴν» λέγει τὴν Ἀσίαν διὰ τὸ προφερεστέραν εἶναι πασῶν, καὶ διὰ τὸ μεγάλας πόλεις καὶ πλουσίας ἔχειν· ἔχει δὲ μετὰ πασῶν καὶ τὴν ἐξευροῦσαν πάντα τὰ χρηστὰ Αἰθιοπίαν. B: «Ἁγνᾶς» Ἀσίας, ὅτι καὶ τὰς πόλεις «ἱερὰς» ἐκάλουν.
sch 411d τοῦτο δὲ ἀναχρονισμός· οὔπω γὰρ ἦν ἐποικισθεῖσα τοῖς Ἕλλησιν ἡ Ἀσία. Y: Ἀναχρονισμός· οὔπω γὰρ ἦν ἐποικισθεῖσα ἡ Ἀσία τοῖς Ἕλλησιν.
sch 411e «ἁγνὴν» δὲ εἶπεν, ὅτι τοὺς ποταμοὺς καὶ τὰς πόλεις «ἱερὰς» ἐκάλουν. Bgl: ἁγνᾶς] Ἑωφανοῦς· πᾶν γὰρ τὸ καθαρὸν καὶ λαμπρόν.
sch 414 [5] Mediceus: συγκάμνουσι] Σὺν ἡμῖν κάμνουσιν. (415—424) Κολχίδος τε γᾶς: Αἱ παρθένοι τε αἱ ἐγκάτοικοι τῆς Κολχίδος γῆς (ἤγουν αἱ Ἀμαζόνες), αἱ ἄτρεστοι καὶ ἄφοβοι ἐν ταῖς μάχαις, ἀνιῶνται τοῖς σοῖς κακοῖς· καὶ ὁ Σκυθικὸς ὅμιλος, οἵτινες κατοικοῦσι τὸν ἔσχατον πόρον τῆς γῆς περὶ τὴν Μαιῶτιν λίμνην· τὸ ἄρειόν τε καὶ πολεμικὸν γένος τῆς Ἀραβίας (λέγει δὲ τοὺς Τρωγλοδύτας), οἵτινές τε πλησίον τοῦ Καυκάσου νέμονται, καὶ οἰκοῦσι πόλιν ὑψίκρημνον, στρατὸς πολεμικὸς βρέμων καὶ ἠχῶν ἐν αἰχμαῖς (καὶ κονταρίοις) ὀξείας ἄκρας ἐχούσαις, ἤγουν οἱ Κόλχοι.
sch 415 A (C om. 1—5 Ἀραβίας; Contuli et DW). Mediceus: παρθένοι] Αἱ Ἀμαζόνες.
sch 417 Pmarg.: Σκύθης] Τὸ θετικὸν ἀντὶ τοῦ κτητικοῦ. Mediceus: Ἀραβίας] «Πῶς τὴν Ἀραβίαν Καυκάσῳ συνῴκισεν;» ἢ ἐπεὶ Στράβων φησὶ Τρωγλοδύτας οἰκεῖν μεταξὺ Μαιώτιδος καὶ Κασπίας, οἵ εἰσιν Ἄραβες.
sch 420b CNP * PdmargVXc: Ἀραβίας τ’ ἄρειον: «Πῶς τὴν Ἀραβίαν Καυκάσῳ συνῴκισε;» διότι, ὡς ὁ Στράβων φησίν, οἱ Τρωγλοδύται μεταξὺ οἰκοῦσι Μαιώτιδος καὶ Κασπίας, οἵ εἰσι καὶ Ἄραβες. Mediceus: ἄρειον] Τὸ «ἀρήϊον».
sch 421 Mediceus: ὑψίκρημνόν θ’ (sic) οἱ πόλισμα] Λείπει ὁ «καί». Mediceus: νέμουσι (sic in textu)] Νέμονται οἱ Κόλχοι.
sch 425a [5] (425—435) μόνον δὴ πρόσθεν: Μόνον, φησί, πρὸ σοῦ ἢ πρὸ τῶν ἄλλων θεῶν Τιτᾶνα Ἄτλαντα εἶδον δαμασθέντα ἐν πόνοις, ἐν βλάβαις, ἀκαμαντοδέτοις (ἤγουν ἰσχυραῖς καὶ μηδέποτε δαπανωμέναις)· ὅστις διόλου βαστάζει ἐν τοῖς νώτοις ὑπείροχον καὶ μέγα βάρος, τὸν κραταιὸν οὐράνιόν τε πόλον. βοᾷ δὲ καὶ στενάζει διὰ τοῦτο ἡ θάλασσα, καὶ ὁ μέλας τόπος τῆς γῆς τοῦ Ἅιδου ὑποβρέμει (καὶ ὑποστενάζει, ἢ μετὰ στεναγμοῦ ἦχον ἐκφέρει). αἱ πηγαί τε τῶν καθαρῶν ὑδάτων στένουσιν ἄλγος πικρόν. A (contuli et DW). PPdYYa: Ἄτλας δὲ ἀλληγορικώτερον ὁ ἄξων ἐστὶν ὁ ὁρίζων καὶ διακρίνων τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἡμισφαίριον· Ἰαπετοῦ δέ, ἤγουν τῆς κινήσεως τοῦ οὐρανοῦ, παῖς ἦν.
sch 425b [10] κατ’ ἀρχὰς δὲ συγκεχυμένου τοῦ παντὸς κοσμικοῦ σώματος, συνέβη καθ’ Ἕλληνας τὸν ἀέρα (ἤγουν τὸν Δία) σφοδροτέρας κινήσεως τετυχηκέναι, καὶ οὕτω διορίσαι τὸ ἄνω καὶ κάτω ἡμισφαίριον καὶ διαρθρῶσαι τὸ πᾶν, ὥστε νοηθῆναι καὶ τὸν ἄξονα. κίονας δὲ οὓς ὁ ἄξων οὗτος κατέχει, ὁ βόρειος πόλος ἐστὶ καὶ ὁ νότιος, «οἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι» καθ’ Ὅμηρον. Y (continuatur cum 425b): Γέγονε δὲ καί τις ἀνὴρ Λίβυς μαθηματικώτερος, Ἄτλας τὴν κλῆσιν.
sch 425c [5] τὰ δὲ πέρατα τοῦ οὐρανοῦ, ἃ δὴ παρὰ τοῖς ἄκροις τοῦ ἄξονος καὶ ἐξ ἑκατέρων τῶν μερῶν νοοῦνται, πόλοι καλοῦνται. P * PaYa (in his continuatur cum 425b): Γέγονε δὲ καί τις Λίβυς ἀνὴρ μαθηματικώτατος, Ἄτλας τὴν κλῆσιν, ὃς ἐμυθεύετο τὸν οὐρανὸν ἔχειν, διὰ τὸ ἀρίστως ἀστρολογεῖν καὶ περὶ τῶν οὐρανίων ἀκριβέστερα διδάσκειν.
sch 427a gll. in PPd: «Τιτᾶνες» ἐλέγοντο πάντες ὅσοι ἐξ Οὐρανοῦ καὶ Γῆς ἐγεννήθησαν. Cgl: Τιτᾶνα] Τὸν καταχθόνιον δαίμονα πρὸς τὸν Τυφῶνα.
sch 428a Ya: Ἔστι μῦθος παλαιὸς ὅτι φέρει ὁ Ἄτλας ἐν τοῖς αὐτοῦ ὤμοις τὸν οὐρανόν, κ.τ.λ. Στίχοι.
sch 428b [10] Ἄτλανθ’ ὃς αἰέν: Μῦθος παλαιὸς ὡς Ἄτλας νώτοις φέρει τὸν οὐρανὸν κάτωθεν ἐκ γῆς ἀνέχων. σὺ γοῦν ἀκούων γνῶθι ταῦτ’ ἀλληγόρως· ὄρος γὰρ Ἄτλας Λιβύης ἐν ἐσχάτοις, οὗ τὴν κορυφὴν ἐκ νεφῶν κεκρυμμένην εἶναι δοκοῦσιν οὐρανῷ συνημμένην. ἐντεῦθεν οὖν Ἕλλησιν ἡ μυθουργία Ἄτλαντα νώτοις εἰσαεὶ πόλον φέρειν. A (om. Pd; lemma tantum habet X; contuli et DW). Mediceus: πόλον] Πόλος κυρίως τὸ τοῦ ἄξονος ἄκρον.
sch 429b Mediceus (in altero margine): Λείπει «ἔχων». ἢ μετὰ στεναγμοῦ φέρει. gll.
sch 430 in BCPPdW: ὑποστενάζει] Μετὰ στεναγμοῦ βαστάζει. Mediceus: βοᾷ] Τῇ βοῇ.
sch 432a DglPmargWmargYgl: ξυμπίτνων] Συγκρούων· ὁ γὰρ κλύδων (ἤγουν τὸ ῥεῦμα) τότε ἠχεῖ, ὁπόταν ὑπαντᾷ ἕτερον τῷ ἑτέρῳ. marg.
sch 432b in PPd: ξυμπίτνων] Συγκρούων εἰς τοὺς πρόποδας τοῦ ὄρους τούτου. ἢ συγκρούων διὰ τὸν πρὸς ἄλληλα τῶν κυμάτων συγκρουσμόν. Mediceus: στένει] Ἀπ’ εὐθείας τῆς «τὸ στένος».
sch 434 Mediceus: ἁγνορύτων] Καθαρὸν ῥεῦμα ἐχόντων. (436—438) μή τοι χλιδῇ: Σιωπῶσι παρὰ τοῖς ποιηταῖς τὰ πρόσωπα ἢ δι’ αὐθάδειαν, ὡς Ἀχιλλεὺς ἐν τοῖς Φρυξὶ Σοφοκλέους, ἢ διὰ συμφοράν, ὡς ἡ Νιόβη παρὰ Αἰσχύλῳ, ἢ διὰ περίσκεψιν, ὡς ὁ Ζεὺς παρὰ τῷ ποιητῇ πρὸς τὴν τῆς Θέτιδος αἴτησιν.
sch 436a [5] τοῦτο δέ φησιν ὁ Προμηθεὺς πρὸς τὸν χορόν· «μή τί με δοκεῖτε σιγᾶν ἢ ἐν ὑπερηφανίᾳ ἢ αὐθαδείᾳ (ἤτοι ἐκ κενοδοξίας) μὴ συνομιλοῦντα ὑμῖν καὶ καταλέγοντα τὰ ἐμά· ἐν συννοίᾳ δὲ κόπτομαι τὴν ψυχήν, βλέπων ἐμαυτὸν οὕτως ὑβριζόμενον»· τοῦτο γὰρ δηλοῖ τὸ «προσελούμενον». ὅθεν καὶ οἱ Ἀρκάδες πρόσελοι· ὕβρισται δὲ ὁ Προμηθεὺς μέμψιν ἀνθρώπων ἔχων. A (contuli et DW). Mediceus: μή τοι χλιδῇ] Σιωπῶσι γὰρ παρὰ τοῖς ποιηταῖς τὰ πρόσωπα ἢ δι’ αὐθάδειαν, ὡς Ἀχιλλεὺς ἐν τοῖς Φρυξὶ Σοφοκλέους, ἢ διὰ συμφοράν, ὡς Νιόβη παρ’ Αἰσχύλῳ, ἢ διὰ περίσκεψιν ὡς ὁ Ζεὺς παρὰ τῷ ποιητῇ πρὸς τὴν Θέτιδος αἴτησιν.
sch 437a [5] B * NcP * SjWXcYa: σιγᾶν: Ἡ σιγὴ ἔχει μεθόδους πολλάς· οἷον συννοούμενος καθ’ αὑτὸν σιγῶ· καὶ ἄλλως, ὡς ἡ Νιόβη διὰ τὴν ὑπερβάλλουσαν λύπην ἐσίγα· καὶ ἄλλως, οἷον δι’ ὀργὴν βασιλέως φοβοῦμαι καὶ σιγῶ· καὶ οἷον τὸ τοῦ Ἀχιλλέως· ὅταν ἐστάλησαν πρὸς ἐκεῖνον ὁ Ταλθύβιος καὶ Εὐρυβάτης καλοῦντες εἰς μάχην, ἐσίγησαν. Xc (partim), Ya, et marg.
sch 437b in PPdW: δάπτομαι: Καὶ κατὰ ἀναδιπλασμὸν «δαδάπτομαι», καὶ πλεονασμῷ τοῦ ρ «δαρδάπτομαι». PPdW: Κέαρ παρὰ τὸ «κεκρᾶσθαι» ἐκ ψυχροῦ καὶ ὑγροῦ, ἢ κατά τινας ἐκ τῶν δʹ στοιχείων.
sch 437c [5] ἢ ἀπὸ τοῦ «καίω», τὸ ἐντόσθιον πῦρ. ἢ παρὰ τὸ «ἔαρ», ὃ σημαίνει κατά τινας μὲν τὸ αἷμα καθ’ ἑτέρους δὲ τὸ πνεῦμα· ἔαρ, ἆρ, καὶ κῆρ. Mediceus: προση ε λούμενον (sic)] Ὑβριζόμενον· ὅθεν καὶ Ἀρκάδες προσέληνοι· ὑβρισταὶ γάρ.
sch 438a μέμψιν ἀνθρώπων ἔχων. P * : Προσελούμενον ἀντὶ τοῦ «ὑβριζόμενον».
sch 438b ἐξ οὗ λέγονται καὶ πρόσελοι οἱ Ἀρκάδες, ὡς ὑβρισταί. P * : Πρόσελοι ἄνδρες ὑβρισταί· λέγουσι δὲ εἶναι τοὺς Ἀρκάδας.
sch 438c ἐξ ὧν χρῆσις «προσελούμενον». ὕβρισται δὲ ὁ Προμηθεὺς μέμψιν ἀνθρώπων ἔχων. P * Ya: Πρόσελοι οἱ Ἀρκάδες.
sch 438d [10] λέγονται δὲ καὶ «προσέληνοι»· ἐτρέφοντο γὰρ πρὸ συνόδου τῆς σελήνης, βαλάνους ὀπτῶντες. ἢ ὅτι «προσέληνοι» οἱ ὑβρισταί· «προσελεῖν» γὰρ τὸ ὑβρίζειν. ἄλλοι δὲ αὐτοὺς ὡς μωροὺς διαβάλλουσιν, ὡς ἀρχαιοτέρους εἶναι τῆς σελήνης (ἤγουν παλαιοτέρους). τὸ δὲ ἀλληγορικώτερον οὕτως ἔχει· ἀστρολογίαν γάρ, ἐνιαυτόν, μῆνας, ἰσημερίας καὶ τὰ τοιαῦτα 〈......〉 Ἀρκάδων βασιλεὺς ἢ Ἄτλας Λίβυς εὗρεν, ὕστερον δὲ Θαλῆς. ἄλλοι δέ φασιν ὅτι οἱ Ἀρκάδες θύειν τοῖς θεοῖς κατέδειξαν· πρῶτον δρῦν, δεύτερον ἵππον λευκόν, τρίτον δρυὸς φύλλα· ὅθεν καὶ ἡ Πυθώ· «πολλοὶ ἐν Ἀρκαδίᾳ βαλανηφόροι ἄνδρες ἔασιν». Fragmentum commentarii cuiusdam in Prom.
sch 438e [5] , apud Et. Magn. 690. II: προσέληνοι: «Προυσελεῖν» λέγουσι τὸ ὑβρίζειν· καὶ οἱ Ἀρκάδες ἴσως, ἐπειδὴ λοιδορητικοί εἰσιν. οὕτως ἐν ὑπομνήματι Προμηθέως Δεσμώτου. (439—460) καίτοι θεοῖσι: «Καίτοι τίς» φησίν, «ἄλλος διώρισε τιμὰς τοῖς νέοις τούτοις θεοῖς;» τοῦτο δὲ λέγει πρὸς τὸν Δία τὸν λόγον ἀποτεινόμενος, διὰ τὸ συμβαλέσθαι αὐτῷ κατὰ τῶν Τιτάνων· ἢ ὅτι εἰ καὶ ὁ Ζεὺς ἀπένειμεν ἑκάστῳ θεῷ τιμήν, ἀλλὰ σχεδὸν οὐ Διὸς ἀλλὰ τοῦ Προμηθέως τὸ κατόρθωμα· οὗτος γὰρ τὸ προσῆκον ἀξίωμα διετάξατο ἑκάστῳ.
sch 439a [20] «ἀλλὰ ταῦτα μὲν σιωπῶ», φησιν· «ἐν γινωσκούσαις γὰρ ὑμῖν λέγειν τοιαῦτα περισσόν· τὰς ἐν ἀνθρώποις δὲ βλάβας ἃς εἶχον πρώην διὰ τὸ μηδὲν τῶν συμφερόντων εἰδέναι, μάθετε, ὅτι αὐτοὺς μωροὺς ὄντας τὸ πρὶν φρονίμους ἐποίησα καὶ γνώσεως παντοίας μετέχοντας. λέξω δὲ ταῦτα οὐχὶ μεμφόμενος τοὺς ἀνθρώπους, ἀλλὰ διηγούμενος ὅσα ἀγαθὰ δέδωκα αὐτοῖς· οἵτινες πρῶτα μὲν βλέποντες οὐκ ἔβλεπον, καὶ ἀκούοντες οὐκ ἤκουον, διότι νοῦν καὶ φρόνησιν οὐκ εἶχον («νοῦς γὰρ ὁρᾷ καὶ νοῦς ἀκούει»), ἀλλὰ διήρχοντο πάντα τὸν καιρὸν τῆς ζωῆς ὅμοιοι ὀνείροις καὶ φαντάσμασιν (ἤτοι μηδὲν ὄντες). καὶ οὔτε τοὺς διὰ πλίνθων κατεσκευασμένους οἴκους ἔκτισαν ἢ ἔγνωσαν προσείλους (ἤτοι θέρμην ἔχοντας· ἢ προσηλωμένους, ἀντὶ τοῦ ἥλοις πεπαγιωμένους), οὔτε τὴν διὰ ξύλων κατασκευήν· ὑποκάτω δὲ τῆς γῆς κατῴκουν ἐν ἐνδοτάτοις τόποις σπηλαίων, ὥσπερ οἱ ἀεὶ συρόμενοι ἢ οἱ ἀεὶ ἕρποντες μύρμηκες. ἦν δὲ αὐτοῖς οὐδὲν σημεῖον καὶ δεῖγμα οὔτε χειμῶνος οὔτε τοῦ ἄνθη ἔχοντος ἔαρος οὔτε τοῦ θέρους, ἀλλὰ χωρὶς νοὸς καὶ φρονήσεως ἐποίουν πάντα, ἕως οὗ σφὶν (καὶ αὐτοῖς) τὰς ἀνατολὰς τῶν ἄστρων ἔδειξα καὶ τὰς δυσγνώστους δύσεις· οἷον ὁ Ὠρίων τὸ ἄστρον ὅταν δύνῃ, χειμῶνα ποιεῖ. «καὶ δὴ καὶ μηχανήματα ἐξεῦρον αὐτοῖς, καὶ γραμμάτων συνθέσεις ἐδίδαξα». A. gll.
sch 439b in PPd: θεοῖσι τοῖς νέοις τούτοις] Οἷον τῷ Διί· ἐφοβεῖτο γὰρ ὀνομακλήδην εἰπεῖν. ἤγουν τῷ Διί· ἐφοβεῖτο γὰρ ἐξονομαστικῶς εἰπεῖν τὸν Δία. Mediceus: Διὰ τὸ συμβαλέσθαι Διὶ κατὰ τῶν Τιτάνων.
sch 440 εἰ δὲ Ζεὺς ἀπένειμεν ἑκάστῳ θεῷ τιμὴν, σχεδὸν οὐ Διὸς ἀλλὰ Προμηθέως τὸ κατόρθωμα. Mediceus: τἀν βροτοῖς δὲ πήματα] Ἃ εἶχον πήματα πρώην, διὰ τὸ μηδὲν τῶν συμφερόντων εἰδέναι.
sch 444a Mediceus gl: ἔννους] Ἔμφρονας. mediceus gl: ἐπηβόλους] Ἐπιτευκτικούς, ἐπιτυχεῖς.
sch 447 Mediceus: οἳ πρῶτα μὲν βλέποντες κ.τ.λ.] Τὸ παροιμιῶδες ἐξηγεῖται· «νοῦς ὁρῇ καὶ νοῦς ἀκούει.» Mediceus: ἔφυρον κ.
sch 450a τ.λ.] Ἐν ταραχῇ ἔζων. P * VXa: ἔφυρον εἰκῆ πάντα: Πάνυ εὐφυὲς τὸ «ἔφυρον», ἐκ μεταφορᾶς τῆς γυναικὸς τῆς ὅταν μέλλῃ ζυμῶσαι μιγνυούσης ἄλευρον, ὕδωρ, ἅλας, καὶ ποιούσης τὸν ἄρτον.
sch 450b [5] μὴ οὖν γινώσκοντες ἐκεῖνοι τὸ ποῦ συντελεῖ τὸ καθ’ ἕν, ἔμισγον ὁμοῦ πάντα. διά τοι τοῦτο λέγει τὸ «ἔφυρον.» gll.
sch 450c in PPW: πλινθυφεῖς] Ἐκ πλίνθων ὑφαινομένους καὶ κατεσκευασμένους. Mediceus: προσή ει λους (sic)] Πρὸς ἥλιον ὁρῶντας.
sch 451a καὶ Εὔπολις· «αὐλὴ πρόσειλος». P * XcYa: προσείλους: Ἀντὶ τοῦ θέρμην ποιοῦντας ἐν χειμῶνι, ἐν δὲ τῷ θέρει τῆς θέρμης καὶ τοῦ ἡλίου κωλυτικούς.
sch 451b γράφεται καὶ η , ἵν’ ᾖ «κεκαρφωμένους». Mediceus: ᾖσαν: Τοῦ «ᾔδεσαν» συγκοπή.
sch 451d Mediceus gl: οὐ ξυλουργίαν] Οὐ ξύλων ἐργασίαν. Mediceus: ἀήσυροι] Οἱ πτερωτοί, ἢ κοῦφοι.
sch 452b Dgl (partim), Pmarg.: ὥστ’ ἀείσυροι (sic)] Γρ. «ὥστ’ ἀήσυροι». ἢ ἐν αἴῃ συρόμενοι, ἢ οἱ ἀεὶ συρόμενοι· ἤγουν ἐν ταῖς ἀήταις συρόμενοι· πᾶν γὰρ λεπτὸν σύρεται ἐν τοῖς ἀνέμοις. Xc (partim) W: ἀείσυροι] 〈Ἀείσ〉υροι ἐκ τοῦ ἀεὶ σύρεσθαι, καὶ γρ.
sch 452c διὰ τοῦ 〈 ει 〉. γρ. δὲ καὶ διὰ τοῦ η , καὶ γίνεται ἐκ τοῦ «ἄω» τὸ πνέω, ἤγουν τῇ τυχούσῃ πνοῇ τοῦ ἀνέμου συρόμενοι. Mediceus: Οὐ διεγίγνωσκον διὰ τῶν ἄστρων τοὺς καιρούς.
sch 456 Pgl: θέρους βέβαιον] Οὐκ ἐγίνωσκον τὰς τέσσαρας ὥρας ὡς ἂν ἐν ἑκάστῃ τούτων τὰ δέοντα ποιεῖν. Mediceus: ἔστε δή σφιν ἀντολὰς] Τούτων τὴν εὕρεσιν καὶ Παλαμήδῃ προσῆψεν· ἴσως δὲ κἀκείνῳ Προμηθέως.
sch 458a [10] PPdVW, et partim in CXY: δυσκρίτους· Δυσκαταλήπτους, δυσγνώστους· οἷον ὁ Ὠρίων ὅταν δύνῃ χειμῶνα ποιεῖ. ταύτην τὴν εὕρεσιν καὶ Παλαμήδης προσῆψεν· ἴσως δὲ κἀκεῖνος ὑπὸ Προμηθέως ἔμαθε ταῦτα. οἷον καὶ ἐπὶ Πλειάδων· ὅταν γὰρ αὗται ἀνατέλλωσι τὴν ἑώαν ἀνατολὴν τῷ πρωὶ κατὰ τὸν Μάιον μῆνα εἰς τὰς ιβʹ καὶ εἰς τὰς ιγʹ, τότε δεῖ ἄρχεσθαι τοῦ ἀμήτου (ἤγουν τοῦ θέρους)· καὶ πάλιν ὅταν μέλλωσι δῦναι (ἤγουν κρυβῆναι) τὴν ἑσπερίαν δύσιν κατὰ τὸν Ὀκτώβριον καὶ Νοέμβριον, ποιεῖσθαι χρὴ τὴν τοῦ ἀρότου ἀρχὴν (ἤγουν τοῦ σπείρειν). Mediceus: δυσκρίτους: Δυσκαταλήπτους, δυσγνώστους· οἷον Ὠρίων ὅτι δύνων χειμῶνα ποιεῖ.
sch 459a καὶ μὴν ἀριθμὸν ἔξοχον σοφισμάτων: Γράφεται καὶ «νοσφισμάτων»· καὶ γάρ τις μέτρον γινώσκων τῶν πραγμάτων αὐτοῦ οὔποτε τοῦ εἰκότος ἐκπέσοι. A (om. CX; contuli et DW). Pgl: καὶ μὴν ἀριθμὸν κ.
sch 459b τ.λ.] Καὶ μὴν ταύτην τὴν εὕρεσιν Παλαμήδης προσῆψεν· ἴσως δὲ κἀκεῖνος ὑπὸ τοῦ Προμηθέως ἔμαθε ταῦτα. (461—468) μνήμην θ’ ἁπάντων: «Ἐγώ» φησί, «καὶ μνήμην, ἁπάντων λόγων μητέρα, τοὺς ἀνθρώπους ἐδίδαξα· καὶ ἔζευξα πρῶτος ἐν ζυγοῖς κνώδαλα (καὶ βόας) δουλεύοντα καὶ ἐν ζεύγλαις καὶ ἐν σώμασιν, ὅπως τοῖς ἀνθρώποις τυγχάνωσι κουφισταὶ τῶν πολλῶν πόνων.
sch 461a [5] καὶ ὑφ’ ἅρματα ἤγαγον τοὺς ἡνίαις ὑποτασσομένους ἵππους, ὅπερ καλλώπισμα τῆς ὑπερπλούτου τρυφῆς. καὶ τὰ ἐν θαλάσσῃ δὲ πλανώμενα καὶ πορευόμενα ὀχήματα καὶ ἅρματα τῶν ναυτίλων (ἤγουν τὰς ναῦς), τὰ λινόπτερα, τὰ ἔχοντα τὰ ἄρμενα ὡς πτερά, οὐδεὶς ἄλλος ἐφεῦρε χωρὶς ἐμοῦ.» A. Cgl (partim) Pmarg: μνήμην κ.
sch 461b τ.λ.] Ὁ Ζεὺς συμμιγεὶς τῇ Μνημοσύνῃ ἔτεκε τὰς Μούσας, τὰς μητέρας τῶν λόγων. PPdQ: Καλῶς εἶπε τὴν μνήμην «μητέρα τῶν Μουσῶν».
sch 461c ἂν γὰρ ἔνι τις πολυμαθὴς καὶ οὐκ ἔχῃ τὸ μνημονευτικόν, οὐ δύναται γράψαι εὐμαρῶς καὶ εὐκόλως. CP * PdVY: «Κνώδαλα» κυρίως οἱ νέβροι καὶ οἱ λαγωοὶ καὶ ὅσα θηρευόμενα, ὡς ἀπὸ τῆς ἐτυμολογίας «τὰ ὑπὸ τῶν κυνῶν ἁλισκόμενα».
sch 462 [5] ἐνταῦθα δὲ ἐχρήσατο τῇ λέξει καὶ ἐπὶ τοῖς βουσί, λέγεται δὲ καὶ ἐπὶ τῶν θαλασσίων ζῴων, παρὰ τὸ «κινεῖσθαι ἐν τῇ ἁλί». Mediceus: ἄγαλμα κ.
sch 466a τ.λ.] Τὸ γὰρ ἐποχεῖσθαι ἵπποις πλουσίων ἐστίν. Y: ἵππους, ἄγαλμα: Οἷς ἵπποις ἐντρυφῶσιν οἱ πλούσιοι· πλούτῳ γὰρ τὰ τοιαῦτα πρέπει.
sch 468 [5] Mediceus: Τὰς ναῦς. (469—471) τοιαῦτα μηχανήματα: Προειπὼν καὶ ἀπαριθμησάμενος ὅσα καλὰ καὶ ἀγαθὰ μηχανήματα καὶ τέχνας εἰσήγαγεν εἰς τὸ γένος τῶν ἀνθρώπων, νῦν συνελὼν τὰ πάντα φησί· «τοιαῦτα ἐξεῦρον τοῖς ἀνθρώποις μηχανήματα· ἐγὼ δὲ οὐκ ἔχω μηχάνημα δι’ οὗ τῆς παρούσης βλάβης (ἤγουν τοῦ δεσμοῦ) ἀπαλλαγῶ».
sch 469a A (om. C, D; contuli et W). gll.
sch 469b in CDPWX: τοιαῦτα κ.τ.λ.] Ἀπόθεσις. (472—475) πέπονθας ἀεικὲς πῆμα: Ὁ χορὸς ἀκούσας τῆς ἀφηγήσεως τοῦ Προμηθέως τῆς ἄνωθεν λεγομένης φησὶ πρὸς αὐτόν· ἔπαθες βλάβος ἀπρεπὲς μὴ καλῶς φρονῶν, ἀλλ’ ἀφρόνως ἀντιλέγων τῷ Διὶ καὶ ἀνθιστάμενος αὐτῷ.
sch 472a [5] ἢ ἔπαθες βλάβην ἀπρεπῆ· πλανᾷ τῶν φρενῶν ἀποσφαλείς· ἤγουν οὐχ εὑρίσκεις ἐν φρονήσει μηχάνημα δι’ οὗ ἂν ἀπαλλαγῇς, ὥσπερ δέ τις ἄτεχνος ἰατρὸς εἰς νόσον πεσών, ἀθυμεῖς, καὶ οὐκ ἔχεις εὑρεῖν ποίοις μηχανήμασι θεραπεύσεις ἑαυτόν. A (contuli et DW). Mediceus, et NcPPdVXc (in his continuatur cum 472a), et N (in hoc post 459a): πέπονθας κ.
sch 472b [5] τ.λ.] Τοῦτο διὰ τὸ φιλονεικῆσαι Διί. μεσολαβοῦσι δὲ αἱ τοῦ χοροῦ τὴν ἔκθεσιν τῶν κατορθωμάτων, διαναπαύουσαι τὸν ὑποκριτὴν Αἰσχύλου. Mediceus gl: πλανᾷ] Τὸν νοῦν.
sch 476 [30] (476—492) τὰ λοιπά μοι κλύουσα: Τὰ ἄλλα μου σοφίσματα ἀκούουσα πλέον θαυμάσεις, οἵας τε τέχνας καὶ μηχανὰς ἐβουλευσάμην. τὸ μὲν μέγιστον, εἴ τις ἀρρωστήσοι, οὐκ ἦν οὐδὲν βοήθημα θεραπείας, οὔτε διὰ βρώσεως προσφερόμενον οὔτε δι’ ἐπιχρίσεως ἔξωθεν οὔτε διὰ πόσεως (τοῦτο δὲ δηλοῖ τὸ «πιστόν», ἀπὸ τοῦ πίω πίσω ῥήματος)· ἀλλὰ πάντες διεφθείροντο τῇ χρείᾳ τῶν φαρμάκων, πρὶν ἂν ἐγὼ ἔδειξα αὐτοῖς συγκεράσματα θεραπειῶν τῶν πραυνουσῶν τὰς νόσους· αἷς θεραπείαις πάσας ἀποδιώκουσι βλάβας τῶν νόσων. τρόπους δὲ πολλοὺς τῆς μαντικῆς ἐκόσμησα καὶ διεταξάμην· καὶ ἔκρινα πρῶτος αὐτὸς τίνας τῶν ὀνείρων χρὴ εἰς ἔργον ἐξελθεῖν καὶ φανερῶς γενέσθαι καὶ τίνας μή. μαντείας δὲ δυσκόλους εἰς κατάληψιν καὶ γνῶσιν ἐγνώρις’ αὐτοῖς (ἤγουν τοῖς ἀνθρώποις), τὰ κατὰ τὴν ὁδὸν γινόμενα σημεῖα καὶ τεκμήρια. καὶ ἀκριβῶς ἐδίδαξα καὶ ἡρμήνευσα τὴν πτῆσιν τῶν ὀρνέων τῶν ἐπικαμπεῖς ὄνυχας ἐχόντων, οἵτινές τε δεξιοὶ καὶ οἵτινες εὐώνυμοι (ἤτοι τὴν δεξιάν τε καὶ τὴν ἀριστερὰν πτῆσιν τῶν οἰωνῶν), καὶ τὴν διαγωγὴν ἥντινα ἔχουσιν ἕκαστοι, καὶ τίνες πρὸς ἀλλήλους εἰσὶν ἔχθραι καὶ μίση καὶ φιλίαι καὶ συνελεύσεις. τὸ γὰρ συνδιάγειν ὁμοῦ τοὺς οἰωνοὺς καὶ τὸ ἔχθραν ἔχειν πρὸς ἀλλήλους ἢ καὶ φιλίαν, σημαντικὰ μαντειῶν καὶ ἀδήλων τεκμήρια παρὰ τοῖς μάντεσι πέφυκεν. ἰστέον δὲ ὅτι πολλὰ καὶ διάφορα εἴδη μαντειῶν καθεστήκασιν· ἐνταῦθα δὲ περὶ τούτων μόνων διαλαμβάνει, περὶ τοῦ ὀνειροκριτικοῦ, τοῦ οἰωνιστικοῦ, τοῦ ἡπατικοῦ, καὶ τοῦ θυτικοῦ· ἤγουν τοῦ κρίνειν ἀπὸ τῶν ὀνείρων τὰ μέλλοντα γενέσθαι, καὶ ἀπὸ τῆς πτήσεως τῶν οἰωνῶν τῆς τοιᾶσδε ἢ τοιᾶσδε ὃ μέλλει συμβῆναι τεκμαίρεσθαι· καὶ ἀπὸ τῆς ἀνατομῆς τῶν ζῴων τὰ ὅμοια νοεῖν. σχίζοντες γὰρ μέσον τὰ ἱερεῖα ἔβλεπον τὴν θέσιν τῶν ἐντοσθίων πάντων, καὶ ἐκ τούτου ἐτεκμαίροντο τὰ μέλλοντα γενέσθαι. ὁμοίως δὲ καὶ ἀπὸ τῶν θυμάτων· οἷον τῆς χολῆς ἐμβληθείσης τῷ πυρὶ καὶ ἀνατιναγείσης πρὸς τὸ τῶν πολεμίων μέρος, ἧτταν τούτων ἐσήμαινεν. A. gll.
sch 477 in DP: ἐμησάμην: Ἐφεῦρον· ἀπὸ τοῦ «μήδω», ὁ μέλλων «μήσω». καλῶς δὲ εἶπεν αὐτό, ἐπεὶ Προμηθεὺς ἦν. Mediceus: πιστόν] Τὸ διὰ πόσεως, παρὰ τὸ πίω καὶ πίσω ῥῆμα.
sch 481 Mediceus: κατεσκέλλοντο] Κατεσκελεύοντο, κατεφθίνοντο. B (partim), P * Xc, Y (partim): Ἡπίων ἀκεσμάτων: ἐπεὶ αἱ νόσοι σπεύδουσιν ὀλέσαι, τὰ δὲ ἥπια φάρμακα ἐξαμείβονται τὰς νόσους (ἤγουν ὀλλύουσιν).
sch 482 [5] ἃ γὰρ αἱ νόσοι ἀπειλοῦσι, ταῦτα τὰ φάρμακα εἰς αὐτὰς μεταμείβονται. τὸ δὲ «ἥπιον» γίνεται ἀπὸ τοῦ «ἥδω» τὸ εὐφραίνομαι, ἢ ἀπὸ τοῦ «ἀπὸ ἰοῦ εἶναι.» Mediceus et XcY: ἐστοίχισα] Κατὰ στοῖχον ἔδειξα, πολλὰ γὰρ εἴδη μαντικῆς· εἰκαστικόν, ἐπιπνευστικόν, ἀστρονομικόν.
sch 484b [Start of a diagram] DP * : Ἡ μαντικὴ διαιρεῖται εἰς ὀνειροκριτικόν εἰς οἰωνοσκοπητικόν εἰς ἡπατικόν καὶ εἰς θυτικόν. [End of a diagram] Mediceus: κἄκρινα κ.
sch 485 τ.λ.] Ὅσα ἀληθῆ καὶ ὅσα οὔ. P * Xa: «Κληδὼν» λέγεται ἡ μαντεία ἀπὸ τοῦ τινὰς μὲν κλείειν, τινὰς δὲ δοκεῖν.
sch 486b Mediceus gl: δυσκρίτους] Δυσνοήτους. Mediceus: ἐνοδίους] Τοὺς ἐξ ὑπαντήσεως.
sch 489 P * Ya: δεξιοὶ φύσιν] Ἀγαθοὶ κατὰ τὴν φύσιν· ἢ τὴν δεξιὰν καὶ ἀριστερὰν πτῆσιν, δι’ ἧς ἂν τεκμήραιντο τὰ καθ’ ὁδὸν συναντήματα. Mediceus gl: συνεδρίαι] Ὁμόνοιαι.
sch 493 Mediceus: σπλάγχνων κ.τ.λ.] Τὴν διὰ σπλάγχνων σκέψιν. Mediceus: δαίμοσιν πρὸς ἡδονὴν] Εὐπρόσδεκτα θεοῖς.
sch 495a gll. in PPd: λοβοῦ] Λοβὸς τὸ ἄκρον τοῦ ἥπατος. Pgl: εὐμορφίαν] Εὐθεσίαν.
sch 496a [5] (496—499) κνίσῃ τε κῶλα: «Τὰ τῶν μηρῶν τε ὀστᾶ συγκεκαλυμμένα κνίσῃ (τῷ ἄνωθεν ἐπιτεθειμένῳ αὐτῶν λίπει), καὶ τὴν μακρὰν ὀσφῦν (γαστέρα, κοιλίαν) πυρώσας καὶ εἰς πῦρ ἐμβαλών, ὡδήγησα τοὺς ἀνθρώπους εἰς τέχνην δυσκόλως νοουμένην», ἤτοι τὴν θυτικὴν μαντείαν. εὐκίνητος γὰρ οὖσα καὶ σπέρματα ἔχουσα ἡ γαστήρ, θύεται θεοῖς· ἀφ’ οὗ καὶ «κλονὶς» ὀνομάζεται διὰ τὸ ἀεικίνητον. «καὶ τὰ φλογωπὰ σήματα, ἤτοι τὰς διὰ πυρὸς μαντείας, τυφλὰς οὔσας πρὶν καὶ οὐ φαινομένας διὰ τὸ μὴ γινώσκεσθαι, βλέψαι ἐποίησα καὶ εἰς τὸ ἐμφανὲς ἤγαγον καὶ πᾶσιν ὑπέδειξα». A. Mediceus: κνίσῃ] Τὰ μηρία πῶς δεῖ καλύπτειν.
sch 496c P * : Κῶλον τὸ λεγόμενον ἱερὸν ὀστοῦν, ὃ καὶ «κλὼν» ὀνομάζεται διὰ τὸ ἀεικίνητον. Mediceus: ὀσφῦν] Εὐκίνητος γὰρ οὖσα καὶ σπέρματα ἔχουσα θύεται τοῖς θεοῖς· ἀφ’ οὗ καὶ «κλονὶς» ὀνομάζεται διὰ τὸ ἀεικίνητον.
sch 498 Mediceus: ὥδωσα: Εἰς γνῶσιν καὶ ὁδὸν ἤγαγον. Mediceus gl: ἐξωμμάτωσα] Ἐξελάμπρυνα.
sch 499b Mediceus: ἐξωμμάτωσα κ.τ.λ.] Τὰς διὰ πυρὸς μαντείας τυφλὰς οὔσας καὶ οὐ φαινομένας βλέψαι ἐποίησα καὶ ἐφανέρωσα. «ἐπάργεμα» δὲ κυρίως τὰ λευκωματισθέντα, παρὰ τὸ «ἀργόν». NcPPdVW: ἐπάργεμα: Τυφλά· γίνεται δὲ ἐκ τοῦ «ἀργὸν» τὸ λευκόν.
sch 499c [5] λεύκωμα γὰρ νόσος γίνεται περὶ τὸν ὀφθαλμόν, ὅπερ ἀβλεψίαν ποιεῖ. διὰ τοῦτο γοῦν τὰ σκοτεινὰ φησὶν «ἐπάργεμα» κατὰ ἀντίφρασιν. ἀργὸν γὰρ τὸ λευκόν. Mediceus gl: ἐπάργεμα] Τυφλά.
sch 500 [5] (500—506) τοιαῦτα μὲν δὴ ταῦτα: Ταῦτα μέν, φησίν, ὅσα εἶπον, οὕτως ἔχουσι· τίς δὲ εἴποι ἄλλον τινὰ πρὸ ἐμοῦ ἐφευρεῖν τοῖς ἀνθρώποις ὠφελήματα κεκρυμμένα ὑποκάτω τῆς γῆς, χρυσόν, ἄργυρον, χαλκόν, σίδηρον καὶ ἄλλα τινά; οὐδεὶς εἴποι τοῦτο, σαφῶς γινώσκω, ἐὰν μὴ μάτην θέλῃ φλυαρῆσαι. ἐν ὀλίγῳ δὲ λόγῳ συλλήβδην μάθε, ὅτι πάσας τέχνας ἐγὼ ἐφεῦρον. A (om. C; contuli et W). P * XcYa: φλῦσαι] Κατὰ παράχρησιν τὸ «φλῦσαι».
sch 504 [5] κυρίως δὲ «φλύω» ἐστὶν ἐπὶ σιδήρου παφλάζοντος. ἢ καὶ ἌΛΛΩΣ· ποιὰ λέξις τῶν λοπαδίων τὸ «φλῦ φλῦ» ὅταν βράζωσιν. (507—510) μὴ νῦν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα: Μὴ νῦν, φησί, τοὺς ἀνθρώπους ὠφέλει μακρὰν τοῦ προσήκοντος, σαυτοῦ δὲ ἀφροντίστει κακῶς πάσχοντος· ὡς λίαν ἐγὼ ἐλπίζω τοῖς λόγοις οἷς λέγεις (τοῦτο γὰρ δηλοῖ τὸ «εὔελπίς εἰμι τῶνδε», ἀντὶ τοῦ «ἀπὸ τούτων ὧν λέγεις») ὡς καὶ λυθήσῃ τῶν δεσμῶν, καὶ πλέον τοῦ Διὸς ἰσχύσεις.
sch 507a A. Mediceus: καιροῦ πέρα] Τοῦ δέοντος πέρα.
sch 508 [5] (508—510) Mediceus: ὡς ἐγὼ κ.τ.λ.] Ἀφ’ ὧν λέγεις, καὶ λυθήσῃ καὶ πλέον Διὸς ἰσχύσεις. (511—514) οὐ ταῦτα ταύτῃ: Οὐ ταῦτα ταύτῃ καὶ οὕτως ἔχουσιν, ἡ Μοῖρα δὲ τελεσφόρος καὶ πληρωτικὴ τούτων, ἣ ταχέως τὰ κατ’ ἐμὲ κρανεῖ καὶ πληρώσει· ὅ ἐστιν, οὔπω με λυθῆναι μεμοίραται· πολλαῖς δὲ βλάβαις καὶ κακοπαθείαις δαμασθείς, οὕτως ἀπολυθήσομαι· ἡ ἐμὴ δὲ σοφία καταπολὺ ἀσθενεστέρα τῆς εἱμαρμένης.
sch 511a A (om. Pd; contuli et DW). Mediceus, et CVWWaXc Ya (in his continuatur cum 511a): ἌΛΛΩΣ· οὐ ταῦτα οὕτως πέπρωται ἵνα ἡ τελεσφόρος Μοῖρα ταχέως τὰ κατ’ ἐμὲ κράνῃ καὶ πληρώσῃ· ὅ ἐστιν, οὔπω μοι λυθῆναι μεμοίραται.
sch 511b [5] ἐν γὰρ τῷ ἑξῆς δράματι λύεται, ὅπερ ἐμφαίνει Αἰσχύλος. Pgl: πέπρωται] Μεμοίρασται· ὡρίσθη.
sch 515a [10] (514—518) τίς οὖν ἀνάγκης: Εἰπόντος τοῦ Προμηθέως ὅτι «ἡ ἐμὴ σοφία τῆς εἱμαρμένης ἥττηται», φησὶν ὁ χορός· «τίς οὖν ἐστὶν οἰακοστρόφος καὶ κυβερνήτης τῆς ἀνάγκης; ἤτοι τίς ἐστιν ὁ τῆς ἀνάγκης ἐξουσιαστής;» τοῦτο ὁ χορός φησιν· καὶ λέγει ὁ Προμηθεὺς ὅτι «αἱ τρεῖς Μοῖραι, ἡ Κλωθώ, ἡ Ἄτροπος, καὶ ἡ Λάχεσις, καὶ αἱ Ἐριννύες, ἥ τε Τισιφόνη, ἡ Μέγαιρα, καὶ ἡ Ἀληκτώ.» καὶ πάλιν ὁ χορός φησι πρὸς αὐτόν· «ἆρα ὁ Ζεὺς ἀσθενέστερός ἐστι τῶν Μοιρῶν; οὐ δύναταί σε λῦσαι κρατούμενον, ὡς φῄς, ὑπὸ τῆς ἀνάγκης, οἷον εἰ θελήσει σε ὁ Ζεὺς πρὸ τῆς μοίρας λῦσαι, οὐ δύναται τοῦτο ποιῆσαι;» ὁ δὲ λέγει· «οὔκουν ἂν οὐδ’ αὐτὸς ἐκφύγῃ τὴν πεπρωμένην». A. (517—518) NcP * SjVWXc (in his continuatur cum 515a): ἌΛΛΩΣ· «εἰ θελήσει σε Ζεὺς πρὸς τῆς μοίρας λῦσαι, δύναται τοῦτο ποιῆσαι»; λέγει τὸ «ναί 〈.
sch 515b [5] ....〉.» Ἀνάγκην δὲ ἢ τὴν Μοῖραν ἤ τινα τῶν θεῶν νοῆσαι δεῖ, ἥτις ἀσθενεστέρα τῶν Μοιρῶν καὶ Ἐριννύων· αἳ δουλεύτριαι τῆς Ἀνάγκης. Mediceus: Τίς τῆς ἀνάγκης κρατεῖ καὶ δεσπόζει; PglPdmargYa: Δουλεύτριαι τῶν Μοιρῶν εἰσὶν αἱ Ἐριννύεις, Τισιφόνη, Μέγαιρα, καὶ Ἀληκτώ· «μνήμονας» δὲ ταύτας εἴρηκε, δηλῶν τὸ ταμιευτικὸν τῆς κακίας.
sch 516b DmargP * Ya: Ἐριννύς, ἀπὸ τοῦ «ἐρι» τοῦ σημαίνοντος τὸ ἄγαν, καὶ τοῦ «νύσσω» τὸ τιμωρῶ· ἢ καὶ ἀπὸ τοῦ «ἐν τῇ ἔρᾳ ναίειν». gll.
sch 516c in NX: τρίμορφοι] Τρισώνυμοι. Mediceus: τούτων ἄρα Ζεύς] Εἰ θέλει σε πρὸ μοίρας λῦσαι, οὐ δύναται ὁ Ζεὺς τοῦτο ποιῆσαι; Mediceus: οὔκουν ἂν] Προαναφωνεῖ τὸν ἔρωτα Θέτιδος.
sch 518b Q: Καὶ γὰρ τὸ ἐρασθῆναι αὐτὸν τῆς Ἰοῦς, καὶ διὰ τοῦτο τὸ πεπρωμένον ἐκφυγεῖν οὐκ ἠδύνατο ... καὶ διὰ τὸν τῆς Θέτιδος ἔρωτα. (519—20) τί γὰρ πέπρωται Ζηνί: «Τί οὖν ἀπόκειται τῷ Διί; οὐδὲν ἄλλο ἢ τὸ ἀεὶ ἄρχειν».
sch 519 φησὶν οὖν ὁ Προμηθεὺς ὡς «εἴτε κρατήσειεν ἀεὶ εἴτε μή, οὐδαμῶς μάθῃς ἂν ἐξ ἐμοῦ, μηδὲ παρακάλει με ὑπὲρ τούτου». προαναφωνεῖ δὲ λεληθότως τὸν τῆς Θέτιδος ἔρωτα. A. Mediceus: Εἰ κρατήσει εἴτε μή.
sch 521a P * WXc: ἦ πού τι σεμνόν: Ὄντως σεβάσμιόν ἐστι καὶ μυστηριῶδες ὃ κρύπτεις ἐν ἑαυτῷ, καὶ οὐκ ἐμφαίνεις ἡμῖν. Mediceus: ξυναμπέχεις] Ἐν σαυτῷ κρύπτεις.
sch 522 Mediceus: ἄλλου λόγου] Τῷ ἑξῆς δράματι φυλάττει τοὺς λόγους. Mediceus gl: ὅσον μάλιστα] ὅσον δυνατόν.
sch 526a [5] (526—535) μηδάμ’ ὁ πάντα νέμων: Ὁ πάντα κρατῶν, φησίν, καὶ διοικῶν Ζεὺς μηδαμῶς ποτε ἀντίπαλον κράτος καὶ οἱονεὶ ἐχθρὸν ποιήσειε τῇ ἐμῇ γνώμῃ (ἤγουν μηδέποτε ἐναντίος μοι γένοιτο)· μηδὲ βραδύναιμι νισσομένα καὶ πορευομένη πρὸς τοὺς θεοὺς ἱεραῖς θοίναις καὶ θυσίαις βουφόνοις, ταῖς μεγάλους ποιούσαις φόνους καὶ σφαγὰς τῶν ἱερείων· ἤτοι μηδέποτε παυσαίμην τοῦ τιμᾶν τοὺς θεοὺς καὶ θυσίας τούτοις προσάγειν παρὰ τὸν τοῦ Ὠκεανοῦ πόρον· μηδὲ διὰ λόγων εἰς αὐτούς ποτε τοὺς θεοὺς ἁμαρτήσαιμι. ἀλλά μοι τόδε (τουτέστι τὸ τιμᾶν αὐτούς) εἴη διὰ παντός, καὶ μηδέποτε πληρωθείη. A. PPdVXc (in his continuatur cum 526a), Y (post 540a): Ἐκ μεταφορᾶς τοῦ κηροῦ· τὸ γὰρ «τήκεσθαι» κυρίως ἐπὶ κηροῦ καὶ τῆς χιόνος λέγεται.
sch 526c Mediceus: μηδάμ’ ὁ πάντα νέμων] Ὁ πάντα διοικῶν Ζεὺς μηδέποτε ἀντίπαλον κράτος ποιοῖτο τῇ ἐμῇ γνώμῃ· ἀντὶ τοῦ «μηδέποτε ἐναντίος μοι γένοιτο». Mediceus gl: ἐλινύσαιμι] Παυσαίμην.
sch 530 Mediceus: θοίναις] Θυσίαις, ἑορταῖς. Mediceus: τόδ’] Τὸ τιμᾶν θεούς.
sch 536a (536—539) ἡδύ τι θαρσαλέαις· Εὐφραντὸν ἐλπίσι θαρσαλέαις τὸν μακρὸν τείνειν βίον ἐν εὐφροσύναις φανεραῖς τρέφουσαν τὴν ψυχὴν ἐμέ. ἌΛΛΩΣ· καλὸν τὸ ἀπὸ ἀγαθοῦ συνειδότος ἀγαθὸν ἐλπίζειν πείσεσθαι ὑπὸ τῶν θεῶν. A. Mediceus: Καλὸν τὸ ἀπὸ ἀγαθοῦ συνειδότος ἀγαθὸν ἐλπίζειν πείσεσθαι ὑπὸ θεῶν.
sch 536c P * Ya: ἡδύ] Τοῦτο πρὸς τὸν κεκρυμμένον λόγον τοῦ Προμηθέως, εἰς ὃν ἐκκρεμῆ τὴν ἐλπίδα ἔχει, φαίνεται λεχθῆναι. εἴρηκε γὰρ ἄνω· «τόνδε γὰρ σῴζων ἐγὼ δεσμοὺς ἀεικεῖς καὶ βίαν ἐκφυγγάνω». Mediceus gl: ἀλδαίνουσαν] Αὔξουσαν.
sch 540a (540—544) φρίσσω δέ σε: Δειλιῶ καὶ τρέμω βλέπουσά σε διακοπτόμενον μυρίοις πόνοις· τὸν Δία γὰρ οὐ φοβούμενος, ἐν ἰδίᾳ γνώμῃ (καὶ αὐθαιρέτως) ἄγαν ὑπερβολικῶς σέβῃ καὶ τιμᾷς τοὺς ἀνθρώπους. A (om. C). Mediceus: φρίσσω δὲ] Ὁ δὲ ἀντὶ τοῦ γάρ.
sch 543 [5] Mediceus: σέβῃ θνατοὺς] Φιλάνθρωπος εἶ. (545—549) CNPPdV: φέρ’ ὅπως χάρις: Φέρε σκόπησον ὅτι ἡ χάρις ἣν ἐχαρίσω τοῖς ἀνθρώποις ἄχαρις ἦν καὶ ἀμείψασθαί σε μὴ δυναμένη· πῶς γὰρ θεῷ βοηθήσει ἄνθρωπος; οὐδὲ προεσκόπησας ἀσθενέσι χαριζόμενος; τὸ δὲ «ἰσόνειρον» ὅτι σκιαῖς ὀνείρων οἱ ἄνθρωποι παρεμφερεῖς κατὰ Πίνδαρον.
sch 545b Mediceus: φέρ’ ὅπως] Δεῦρο δὴ καὶ σκόπησον ὅτι ἡ χάρις ἣν ἐχαρίσω τοῖς ἀνθρώποις ἄχαρις ἦν καὶ ἀμείψασθαί σε μὴ δυναμένη· πῶς γὰρ θεῷ βοηθήσει ἄνθρωπος; Mediceus gl: ὅπως χάρις ἄχαρις] Λείπει «ἐγένετο».
sch 547 Mediceus: οὐδ’ ἐδέρχθης] Οὐ προεσκόπησας ἀσθενέσι χαριζόμενος; Mediceus: ἰσόνειρον] Σκιᾶς ὄνειρον ἄνθρωποι κατὰ Πίνδαρον.
sch 550a Mediceus: ἀλαὸν γένος· ἀντὶ τοῦ «ἀπροόρατον τοῦ μέλλοντος». Mediceus: ἐμπεποδισμένον] Λείπει «ἔστιν»· ἢ «ἐμπεπόδισται.
sch 550b » οὔποτε τὰν Διός: Ὑψηλῶς καὶ τραγικῶς τὸ τῆς εἱμαρμένης ὄνομα Διὸς ἁρμονίαν εἶπεν, ἀλλ’ οὐ τὴν εἱμαρμένην.
sch 550c [5] φησὶ δὲ ὅτι οὔποτε αἱ τῶν ἀνθρώπων βουλαὶ διαφεύγουσι τὴν μοῖραν, ἀλλ’ ὃ αἱ Μοῖραι βούλονται τοῦτο καὶ ποιοῦσιν. «ἔμαθον ταῦτα οὕτως ἔχειν τὰς σὰς ὀλεθρίας τύχας ἰδοῦσα, ὦ Προμηθεῦ». A. Mediceus: Διὸς ἁρμονίαν] Τὴν εἱμαρμένην.
sch 551b Mediceus (in margine altero): Ὑψηλῶς καὶ τραγικῶς τὸ τῆς εἱμαρμένης ὄνομα Διὸς ἁρμονίαν εἶπεν. Pgl: Διὸς ἁρμονίαν] Τὴν πρόσταξιν, τὴν ἰσχύν, ἤγουν τὴν μοῖραν τὴν ἁρμόζουσαν πάντα.
sch 551d GaP * Ya: παρεξίασι] Εἶμι τὸ πορεύομαι ... καὶ τὸ Ἰωνικόν, ἀφιέασιν. (555—560) τὸ διαμφίδιον δέ μοι μέλος: Τοῦτό φησιν, ὅτι ἐπεγένετο καὶ ἐπῆλθέ μοι τὸ δισσὸν μέλος· τοῦτο ὃ νῦν θρηνῶ ἐπὶ τῷ σῷ πάθει, καὶ ἐκεῖνο ὅπερ ἐτραγῴδουν περὶ τὸν καιρὸν τοῦ σοῦ γάμου, ὅτε τὴν Ἡσιόνην πρὸς γάμον ἤγαγες.
sch 555a [10] οὐ γὰρ μόνη καθαρά μοι ἡ ἡδονὴ ἐκείνη καθέστηκεν, ἀλλ’ ἔχει ἐν ταὐτῷ καὶ τὸ λυπηρόν (τουτέστιν, ὁμοῦ προσεγένετό μοι καὶ ἡ ἡδονὴ καὶ ἡ θλῖψις διὰ σέ). ἌΛΛΩΣ· τὸ δισσὸν μέλος ἐπῆλθε τόδε (καὶ τοῦτο) ὃ νῦν τραγῳδῶ ἐπὶ τῷ σῷ πάθει, ἐκεῖνό τε ὅπερ ἐτραγῴδουν περὶ τὰ λοετρὰ καὶ τὴν κοίτην ἐν ἰότητι γάμων (τουτέστιν, ἐν συνόδῳ καὶ ἐν συνελεύσει, παρὰ τὸ «ἰέναι» πρὸς συνουσίαν), ὅτε ἤγαγες δάμαρτα (καὶ γυναῖκα) ὁμόλεκτρον τὴν ὁμοπάτριον ἡμῖν Ἡσιόνην, ἕδνοις καταπείσας. ἕδνα δέ εἰσι τὰ ἐπὶ προικὶ διδόμενα πράγματα. A (6—11 ἄλλως ... πράγματα om. C; eadem post sch. 619 collocat V). Mediceus: τὸ διαμφίδιον: Διαπαντὸς κεχωρισμένον, ἐναντίον τοῖς νῦν.
sch 555b τότε γὰρ γαμοῦντι σοι τὸν ὑμέναιον ᾔδομεν, νῦν δὲ δυστυχοῦντί σοι θρῆνον. Pmarg: διαμφίδιον: Τὸ διπλοῦν· τὸ ἄμφω ἔχον, τὸ γοερὸν καὶ ἡδύτατον· ἤγουν τὸ ἐναντίον τοῖς νῦν.
sch 555c τότε γὰρ γαμοῦντί σοι τὸν ὑμέναιον ᾔδομεν, νῦν δὲ δυστυχοῦντι θρῆνον. Mediceus: ἰότατι] Πορείᾳ, παρὰ τὸ «ἰέναι»· τῇ συνόδῳ.
sch 558b gll. in PPd: ἰότητι] Καὶ ἐν τῇ βουλῇ· «ἰότης» ἡ βουλή, καὶ τὸ τόξον. (559—560) CPmargW: ὅτε τὰν ὁμοπάτριον] Ἢ ὅταν τὴν ὁμοπάτριον ἐμοὶ Ἡσιόνην ἤγαγες, πείθων τὴν ἑαυτῆς μητέρα ἐν ἕδνοις (ἤτοι προικίοις) ἔχειν ἐκείνην ὁμόλεκτρον.
sch 559a Ἡσιόνη δὲ θυγάτηρ ἦν Ὠκεανοῦ καὶ Τηθύος. P * : ὅτε τὰν ὁμοπάτριον] Ὅταν γὰρ συνεζεύχθης τῇ Ἡσιόνῃ, εἴχομεν χαράν· τανῦν δὲ ὁρῶσαί σε οὕτως πικρῶς προσαυαινόμενον, λυπούμεθα.
sch 559c Dgl P * Ya: Ἕδνα ἀπὸ τοῦ «δεῖν τὴν εὐνήν»· ἢ τὸ ἴδιον ἐκ νέου ἐν προιξί. Mediceus: πείθων δάμαρτα: Ἕδνοις πείθων τὴν ἐσομένην σοι δάμαρτα κοινόλεκτρον.
sch 560a ἢ τὴν κοινόλεκτρον τοῦ Ὠκεανοῦ, Τηθύν, πείσας. PglPdmarg: πιθὼν] Καταπείσας ἐκείνην, ἢ τὴν μητέρα αὐτῆς, ἐν ἕδνοις ὥστε εἶναί σοι ὁμόκοιτον τὴν Ἡσιόνην.
sch 560b [5] ἦν δὲ τοῦ Ὠκεανοῦ καὶ τῆς Τηθύος θυγάτηρ. (breviarium versuum 561—886) τίς γῆ, τί γένος: Τὸ τῆς Ἰοῦς πρόσωπον μονῳδεῖ μέν, ἔχει δὲ προσυποκείμενον συναφὲς ὅτι μαντεύεται αὐτῇ Προμηθεὺς τὰ μέλλοντα γενέσθαι, καὶ ὡς ἀπ’ αὐτῆς ἔσται τρισκαιδέκατος κατὰ γενεὰν ὃς αὐτῷ ὕστερον τῷ χρόνῳ ποτε ἐπαμυνεῖ· ἄλλως τε καὶ αὐτὴ ὑπὸ Διός φησιν ἠδικῆσθαι, καὶ διὰ τοῦτο παραμυθεῖται τὸν Προμηθέα.
sch 561a A (contuli et W; om. D). CNcPPdVW (in his continuatur cum 561a): Λέγει δὲ περὶ Ἡρακλέος· οὗτος γὰρ ἔλυσεν αὐτὸν ἀπὸ τῶν δεσμῶν.
sch 561c [5] Mediceus: τίς γῆ: Τὸ τῆς Ἰοῦς ἐπεισόδιον μονῳδεῖ μέν, ἔχει δὲ πρὸς τὸ ὑποκείμενον συναφὲς ὅτι μαντεύεται αὐτῇ ὁ Προμηθεὺς ὅτι ἀπ’ αὐτῆς ἔσται ιγʹ, ὃς αὐτῷ χρόνῳ ἐπαμυνεῖ· ἄλλως τε καὶ αὐτὴ ὑπὸ Διός φησιν ἠδικῆσθαι, καὶ διὰ τοῦτο παραμυθεῖται τὸν Προμηθέα. Ἡ δὲ ἱστορία τοιαύτη· Ἰὼ ἡ τοῦ Ἰνάχου θυγάτηρ, ἐρασθεῖσα παρὰ τοῦ Διός, ἐπεὶ τοῦτο ἔγνω ἡ Ἥρα καὶ ἔμελλε καταλαμβάνεσθαι παρ’ αὐτῆς, μετεβλήθη παρὰ τοῦ Διὸς εἰς βοῦν, ἵνα μὴ γνωσθῇ τίς εἴη.
sch 561d [5] ἡ Ἥρα δὲ προσελθοῦσα τῷ Διὶ ἐζήτησε ταύτην καὶ ἔλαβε δῶρον παρ’ αὐτοῦ, καὶ δέδωκεν Ἄργῳ τῷ πανόπτῃ φυλάττειν αὐτήν. ὁ δὲ Ζεὺς πάλιν ἐρασθεὶς αὐτῆς ἔπεμψε τὸν Ἑρμῆν ἀφελέσθαι ταύτην τοῦ Ἄργου καὶ διακομίσαι αὐτῷ. καὶ ἐπεὶ ἄλλως λαθεῖν Ἄργον τὸν πανόπτην οὐκ ἦν, διὰ βολῆς λιθείας τοῦτον ἀνῄρηκεν· οὗ τὸ φάσμα ἡ Ἥρα τῇ Ἰοῖ καὶ μετὰ τὸν αὐτοῦ θάνατον παρεδείκνυεν ἐπὶ τῷ μάλιστα ἐκφοβεῖν αὐτήν. ἡ δὲ πολλὰ πλανηθεῖσα κατὰ διαφόρους τόπους, τελευταῖον ἀπῆρε καὶ πρὸς τὸν Καύκασον ὀψομένη τὸν Προμηθέα. A. C (partim) PPdW: ἕτερον εἰς αὐτό: Ἡ Ἰνὼ κατὰ χόλον τῆς Ἥρας μεταβληθεῖσα εἰς βοῦν καὶ οἰστρηλατουμένη, ἐλθοῦσα καὶ εἰς ἑτέρους διαφόρους τόπους, κατήντησε καὶ ἔνθα ὁ Προμηθεὺς δεδεμένος πρὸς τοῖς Εὐρωπαίοις μέρεσι τοῦ Καυκάσου, καὶ ὁρᾷ αὐτὸν ἐκεῖσε προσηλωμένον ἐν ταῖς πέτραις τοῦ ὄρους.
sch 561f [5] (561—565) τίς γῆ, τί γένος: «Τίς», φησίν, «ἐστὶν ἡ γῆ αὕτη; ποία γενεά; τίνα εἴπω βλέπειν τοῦτον τὸν κακοπαθοῦντα ἐν δεσμοῖς πετρίνοις ὀρείοις;» εἶτα πρὸς τὸν Προμηθέα λέγει· «ὑπὲρ ποινῆς ποίας ἁμαρτίας φθείρῃ; εἰπέ μοι ποῖ πεπλάνημαι, καὶ ἐν ποίᾳ γῇ εἰμί». A (om. V; contuli et DW). Mediceus gl: πετρίνοισι] Τοῖς ὀρείοις.
sch 566a Mediceus: ἆ ἆ κ.τ.λ.] Ἐμμανὴς οὖσα ὑπὸ τοῦ οἴστρου φαντάζεται. NcPPdXc: ἆ ἆ] Τὸ «ἆ» κλητικὸν ἐπίρρημά ἐστιν, ἢ μᾶλλον προσφωνηματικόν.
sch 566b [5] διαφέρει δὲ τῆς διὰ τοῦ «ὦ» προσφωνήσεως ὅτι τοῦτο μὲν ψυχῆς ἀπαθοῦς, τὸ δὲ «ἆ» πάθος ταραχῶδες δηλοῖ ψυχικόν· οἷον ἢ σχετλιασμὸν ἢ ὄνειδος ἢ ἀγανάκτησιν. χρίει τίς αὖ με: Ἤτοι, κεντᾷ με τίς τὴν ἀθλίαν οἶστρος; A (om.
sch 566c CN; contuli et DW). Mediceus: χρίει] Κεντρίζει.
sch 566e B: «Οἶστρος» ἐκ τοῦ «οἰδῶ» τὸ ἐξογκῶ. εἴδωλον Ἄργου: Τινὲς οὕτω φασίν, «ἄλευ ἆ δᾶ», ἀντὶ τοῦ ἀναχώρει καὶ ἔκκλινε· τοῦτο γὰρ δηλοῖ τὸ «ἄλευ»· τὸ δὲ «ἆ δᾶ», ἀντὶ τοῦ «ὦ γῆ» Δωρικῶς.
sch 567a [5] οἱ γὰρ Δωριεῖς τὴν γῆν «δᾶν» φασί, καὶ τὸν γνόφον «δνόφον». ἄλλοι δὲ γράφουσιν «Ἀλευάδα», πατρωνυμικὸν ἀπὸ τῆς «Ἀλεύας» εὐθείας· ἤτοι «φοβοῦμαι τὸ εἴδωλον Ἄργου τοῦ Ἀλευάδα καὶ τοῦ υἱοῦ τοῦ Ἀλεύα»· ὁ γὰρ Ἀλεύας πατὴρ ἦν τοῦ πανόπτου. ἤ, «ὃν δεῖ φυλάξασθαι καὶ ἐκκλῖναι». θαυμάζει γὰρ αὐτὸν καὶ μετὰ θάνατον πτοουμένη. A (contuli et DW). DX: εἴδωλον Ἄργου: Ὥσπερ οἱ λυσσόδηκτοι ἐπικύπτοντες ὕδατι ἐοίκασι βλέπειν τὴν σκιὰν τοῦ δήξαντος κυνός, οὕτω καὶ ἡ Ἰὼ ὑπὸ τῆς μανίας πληττομένη ἔοικε φαντάζεσθαι τὸ τοῦ Ἄργου εἴδωλον.
sch 567c [5] Mediceus: ἄλευ ἆ δᾶ] Γρ. «Ἀλευάδα» πατρωνυμικῶς ἀπὸ τοῦ «Ἀλεύας.» ἤ, «ὃν δεῖ φυλάξασθαι.» τινὲς οὕτως, «ἄλευ ἆ δᾶ.» «ἄλευ», ἀναχώρει, ἔκκλινε· τὸ δὲ «ἆ δᾶ», ὦ γῆ. οἱ γὰρ Δωριεῖς τὴν γῆν «δῆν» καὶ «δᾶν» φασιν, καὶ τὸν γνόφον «δνόφον.» τὸν μυριωπόν: Τὸν πολυόφθαλμον.
sch 568a πολλοὺς γὰρ ὀφθαλμοὺς εἶχεν ὁ Ἄργος, ὡς μυθεύεται· ὅθεν καὶ «πανόπτης» ἐλέγετο. «βούταν» δὲ αὐτὸν καλεῖ (ἤτοι βουκόλον) διὰ τὸ αὐτῆς τῆς Ἰοῦς ἐπιστατεῖν μεταμειφθείσης εἰς βοῦν. A (om. CD; contuli W). Mediceus et Xc: τὸν .
sch 568b .. βούταν] Φαντάζεται γὰρ αὐτὸν καὶ μετὰ θάνατον πτοουμένη. (570—573): ὃν οὐδὲ κατθανόντα: Ὅντινα, τὸν Ἄργον, οὐδὲ θανόντα ἡ γῆ κατέχει· ἀλλὰ ἐκ τῶν νεκρῶν ἀνερχόμενος ἐμὲ τὴν ἀθλίαν ὀπίσω καταδιώκει, καὶ ποιεῖ πλανᾶσθαι νῆστιν.
sch 570a A. CNcPPdVW (in his continuatur cum 570a): ἌΛΛΩΣ· τὸ γὰρ φάσμα τοῦ Ἄργου, καὶ μετὰ τὸ ἀναιρεθῆναι παρὰ τοῦ Ἑρμοῦ αὐτὸν διὰ λίθου, παρεδείκνυεν ἡ Ἥρα τῇ Ἰοῖ ἐπὶ τῷ μάλιστα ἐκφοβεῖν αὐτήν.
sch 574a Mediceus: Σοφοκλῆς ἐν Ἰνάχῳ καὶ ᾄδοντα αὐτὸν εἰσάγει. εἰπὼν δὲ αὐτὸν «βούταν», ἐνέμεινε τῇ τροπῇ· αὐλοῦσι γὰρ ἑπόμενοι τοῖς ποιμνίοις οἱ βουκόλοι. VWXc: κηρόπλαστος: Προσπελάσων ἐμοὶ μοῖραν θανατηφόρον καὶ κῆρα· ἢ ὅτι μετὰ κηροῦ ἦν πεπλασμένος ὁ δόναξ.
sch 574c Mediceus gl: ὀτοβεῖ] Ἀντὶ τοῦ «ἠχεῖ». Mediceus gl: δόναξ] Ἡ σῦριγξ.
sch 575a [5] ὑπνοδόταν νόμον: «Ἑσπέρα», φησίν, «ἐστὶν ἤδη καὶ ἡ σῦριγξ ἠχεῖ». τοῦτο γὰρ δηλοῖ τὸ «δόναξ»· τὸ δὲ «ἀχέτας» ἀντὶ τοῦ πολυήχητος· ὃς πρὸς ἑσπέραν ἐστὶν αὐλούμενος τοῖς ποιμέσι διὰ τὴν τῶν ποιμνίων εἰσαγωγὴν καὶ πρὸς τὴν μάνδραν αὐτῶν εἰσέλευσιν. «ἑσπέρα» οὖν «ἐστί, κἀγὼ νῆστις οὖσα ἐλαύνομαι». τοῦτο γὰρ δηλοῖ τὸ «ὑπνοδόταν νόμον», ἀντὶ τοῦ κατὰ τὸν καιρὸν τοῦ ὕπνου, ἤτοι καιρὸν τὸν διδόντα τὸν ὕπνον, τουτέστι τὴν νύκτα. A (om. C; contuli et DW). Mediceus: Ἀλλ’ οὐκ ἐμοὶ διὰ τὸ νηστεύειν.
sch 575c Mediceus et (post 575e) C, et (post sch. 594) N, et (ad finem scholii 575a) PPdV: Ἴσως ὑπνοποιόν τι μέλος πρὸς ἑσπέραν αὐλούμενον. φησὶ δὲ ὅτι «ἑσπέρα ἐστὶν ἤδη· ἐγὼ δὲ νῆστις οὖσα ἐλαύνομαι». Y (post 575a): ἌΛΛΩΣ· «νόμον», ᾠδήν· ὅθεν καὶ τὸ νόμιον μέλος.
sch 575e [5] C (ante 575c), VWaY: ὑπνοδόταν νόμον: Τοιαύτην ᾠδὴν ᾄδει οἵαν ᾄδουσιν οἱ ποιμένες, ὁπότε τὰ θρέμματα ἐπὶ τὰς μάνδρας κατάγουσι κοιμηθησόμενα· οὐ μὴν δὲ οἵαν ὁπότε εἰς νομὴν αὐτὰ ἐξάγουσιν. ὑποδεικνύει δὲ τάχα· «οὐδόλως ἐᾷ με σταθῆναι καὶ βοσκηθῆναι.» Mediceus: εὑρὼν] Παρὰ τὸ «ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ».
sch 578 οὐ δι’ ἀκοῆς τι μαθὼν φαῦλον περὶ ἐμοῦ. Pgl: ἓ ἕ] Ἐπιφώνημα.
sch 579 πλεονασμός. Mediceus: παράκοπον] Παρακεκομμένην μέρος τοῦ νοῦ.
sch 585 Mediceus gl: ἄδην] Ἱκανῶς. Mediceus gl: γεγυμνάκασιν] Παρήλασαν.
sch 588 [5] CPPdVW: παρθένου: Παρθένον λέγει ταύτην οὐχ ὡς οὖσαν παρθένον· ὁ Ζεὺς γὰρ ἔφθειρεν αὐτήν· ἀλλ’ ὅτι ἔθος ἐστι τοῖς τραγικοῖς τὰς μοιχευθείσας βιαίως καὶ μὴ κατὰ τὴν ἰδίαν προαίρεσιν καλεῖν καὶ αὐτὰς παρθένους. τῆς Ἰναχείας: Διὰ τοῦτο ὁ Προμηθεὺς τὸ ὄνομα τοῦ πατρὸς τῆς Ἰοῦς, Ἰνάχου, ἐνέφηνεν, Ἰναχείαν κόρην καλέσας αὐτήν, ἵνα δείξῃ εὐθὺς ὅτι μάντις ἐστίν, ὡς καὶ παρ’ Ὁμήρῳ ὁ Τειρεσίας· «νόστον δίζηαι μελιηδέα, φαίδιμ’ Ὀδυσσεῦ».
sch 590a A. Mediceus: τῆς Ἰναχείας] Διὰ τοῦ τὸν πατέρα αὐτῆς ὀνομάσαι ἐνέφηνε τὸν μάντιν, ὡς καὶ παρ’ Ὁμήρῳ ὁ Τειρεσίας· «νόστον δίζηαι μελιηδέα, φαίδιμ’ Ὀδυσσεῦ».
sch 591 P: Ἔρως μέθη ζῆλός τε καὶ δαίμων ἴσα. Mediceus: στυγητὸς] Διὰ τὸν ζῆλον στυγητή.
sch 592b [5] CPPdVW: Ἥρᾳ στυγητός: Διὰ τὸν ζῆλον. τὸ δὲ ἰδίωμα Ἀττικόν· εἰώθασι γὰρ ἐκεῖνοι τὰ εἰς η λήγοντα θηλυκὰ διὰ τοῦ ος ἐκφέρειν, ὡς τὸ «κλυτὸς Ἱπποδάμεια.» (594—597) εἰπέ μοι τᾷ μογερᾷ: Εἰπέ μοι τῇ ἀθλίᾳ τίς ὢν σὺ οὕτως ἀληθῶς προσφωνεῖς καὶ ὀνομάζεις ἐμέ, τὴν ἐκ θεᾶς τε τῆς Ἥρας ἐπελθοῦσάν μοι νόσον εἴρηκας (λέγει δὲ τὸν τῆς πλάνης οἶστρον), ἥτις μαραίνει καὶ καίει με, κεντοῦσα βέλεσι φοιταλέοις, τοῖς ποιοῦσιν ἐμὲ ἁπανταχοῦ πορεύεσθαι πλανωμένην.
sch 594 A (om. C; contuli et D). Mediceus gl: ἔτυμα προσθροεῖς] ἐτύμως προσφωνεῖς.
sch 596 Mediceus: θεόσσυτόν τε νόσον] Τὸν Διὸς ἔρωτα. Mediceus gl: φοιταλέοισιν] Μανικοῖς.
sch 599a [5] (599—602) σκιρτημάτων δὲ νήστισιν αἰκίαις: Ἐν μάστιξι δὲ σκιρτημάτων (τῶν ἀπὸ τοῦ οἴστρου κινήσεων καὶ πλανῶν) νήστισιν (ἤγουν ταῖς ποιούσαις ἐμὲ ἀσιτεῖν) παρεγενόμην λαβρόσσυτος καὶ ταχεῖα καὶ ἄγαν ὁρμητική, δαμασθεῖσα μήδεσι καὶ βουλεύμασι τῆς Ἥρας, ἐπικότοις καὶ ὀργίλοις καὶ μανικοῖς. Γράφεται δὲ καὶ «νήστησιν» διὰ τοῦ η , ἤγουν ποιούσαις ἐμὲ μὴ ἵστασθαι, ἀλλὰ πλανᾶσθαι τῇδε κἀκεῖσε, ἀπὸ τοῦ «νη» στερητικοῦ μορίου καὶ τοῦ «στάσις.» A. Mediceus: νήστισιν (corr.
sch 599b ut videtur e νίστησιν)] Νηστευτικαῖς. Mediceus: ἐπικότοισι μήδεσι] Τοῖς τῆς Ἥρας.
sch 601b ἐπικότοισι μήδεσι] Hic gll. in «A» (exceptis VY) varia, sed omnia ad Iunonem pertinentia. Exempli gratia: Τῆς Ἥρας BX, βουλεύμασι τῆς Ἥρας C. Cf. Mediceum 601a, et 599a 4—5. Mediceus (in altero margine): δυσδαιμόνων δὲ τίνες] Τίνες ὅλως τῶν δυσδαιμόνων μογοῦσιν οἷα ἐγώ; τινὲς οὕτως· «〈δυσδαιμόνων〉 δέ τινες,» ἵνα λείπῃ τὸ «παῖδες.
sch 601c » PPd: δυσδαιμόνων: Ἀπὸ τῶν δυσδαιμόνων εἰσὶν οἵτινες τοιαῦτα μογοῦσιν οἷα ἐγώ; V, et marg.
sch 601e in PPd: Οἵτινες ὅλως τῶν δυσδαιμόνων τοιαῦτα μογοῦσιν οἷα ἐγώ, λέξω σοι. (609—611) λέξω τορῶς σοι: Φανερῶς καὶ διαδήλως εἴπω σοι, οὐκ ἐμπλέκων λόγους ψευδεῖς τῷ πιθανῷ, ὥστε τούτους δοκεῖν ἀληθεῖς· ἀλλ’ ἁπλῷ λόγῳ καὶ ἀψευδεῖ ταῦτα φράσαιμι, ὥσπερ πρέπει τοὺς φίλους ἀνοίγειν τὸ στόμα πρὸς φίλους (ἤτοι λαλεῖν).
sch 609 A. οὐκ ἐμπλέκων αἰνίγματα: Οἱ γὰρ παλαιοὶ τὰ ποιήματα αὐτῶν πρῶτον ἐν προοιμίοις καὶ αἰνίγμασιν γεγράφασιν· ὕστερον δὲ καὶ καθόλου φανερῷ ἐχρῶντο τῷ λόγῳ.
sch 610 A (om. Pd, posterius inseruit P * ). Mediceus: δοτῆρ’] Δεῖ προσθεῖναι τὸ α , τὸ «δοτῆρα», διὰ τὴν τομήν.
sch 613 (613—614) ὦ κοινὸν ὠφέλημα: Ὦ κοινὴ ὠφέλεια γεγονὼς ὅλου τοῦ γένους τῶν ἀνθρώπων, ἄθλιε Προμηθεῦ, χάριν τίνος (καὶ ὑπὲρ ποίου ἁμαρτήματος) ἀνταποδίδως ταύτην τὴν τιμωρίαν; A. Mediceus: τοῦ δίκην κ.
sch 614 τ.λ.] Τίνος ἕνεκα τιμωρῇ; PPdVXcYa: ἁρμοῖ: Νεωστί· ἀπὸ μεταφορᾶς τῶν ἁρμάτων τῶν συντιθεμένων καὶ ἁρμοζόντων τῷ νέῳ.
sch 615a ἢ παρὰ τὸ ἁρμόζειν καὶ τῷ μέλλοντι καὶ τῷ ἐνεστῶτι· ἅμα γὰρ εἶπον καὶ ἅμα παρῆλθεν. P * Ya: ἁρμοῖ: Νεωστί· μεταφορικῶς ἀπὸ τῶν ἁρμάτων τῶν νεωστὶ συντεθειμένων.
sch 615b ἔστι δὲ τὸ «ἁρμοῖ» τοπικὸν κυρίως, ἐνταῦθα δὲ χρονικόν· καὶ γὰρ πρὸ ὀλίγου τὰ αὐτὰ κακὰ ἔλεγε πρὸς τὰς νύμφας. Wmarg: ἁρμοῖ] Σημείωσαι· δʹ εἰσὶν ἐπιρρήματα διὰ τοῦ οι διφθόγγου προφερόμενα· ἐνδοῖ, ἁρμοῖ, πεδοῖ, ἐνταυθοῖ.
sch 616a CNPPdV: οὔκουν πόροις ἄν: Οὔκουν παράσχοις ἐμοί, φησί, τήνδε τὴν δωρεάν, ἤτοι τὸ ἀναδιδάξαι με τίς ὁ δεσμεύσας σε ἐν τῷ Καυκάσῳ; τήνδε δωρεὰν ἐμοί: Τὸ «δωρεὰ» ἐπὶ συμφορᾶς λαμβάνεται (καὶ ἐπὶ κακοῦ).
sch 616b καὶ Ἀρχίλοχος· «κρύπτομεν ἀνιαρὰ Ποσειδῶνος ἄνακτος δῶρα». A (contuli et D). Mediceus: Δωρεά, ἐπὶ συμφορᾶς.
sch 616c καὶ Ἀρχίλοχος· «κρύπτομεν ἀνιηρὰ Ποσειδῶνα ἄνακτα δῶρα». VYa: ὤχμασεν: Ἐποίησεν ἀναβασταχθῆναι.
sch 618a «ὀχμὴ» δὲ λέγεται τὸ μέσον ἐχόμενον. ἢ παρὰ τὸ «ἔχειν», ἔχεμα, καὶ ἔχμα κατὰ συγκοπήν. Mediceus: ὤχμασεν] Ἔδησεν· παρὰ τὸ ἔχειν, ἔχεμα, ἔχμα.
sch 619 [5] (618—619) βούλευμα μὲν τὸ Δῖον: Πρὸς τὴν τῆς Ἰοῦς ἐρώτησιν ἀποκριθεὶς ὁ Προμηθεὺς εἰπούσης «τίς σε ὤχμασε καὶ προσέδησεν ἐν τῷ ὄρει», φησὶν ὅτι «τὸ Δῖον βούλευμα, ἤτοι ἡ βουλὴ μὲν τοῦ Διός· ἡ χεὶρ δὲ τοῦ Ἡφαίστου, ὑπουργήσασα αὐτῷ πρὸς τὴν ἐμὴν δέσιν». A (contuli et D). Mediceus: τοσοῦτον κ.
sch 621 τ.λ.] Διὰ τὸ μὴ ταυτολογῆσαι. καὶ πρός γε τούτοις: Καὶ σὺν τούτοις δίδαξόν με ποῖος χρόνος γενήσεται πλήρωμα τῆς ἐμῆς πλάνης· ἀντὶ τοῦ, ἐν ποίῳ καιρῷ τοῦ πλανᾶσθαι παυθήσομαι; A (om.
sch 622 C; contuli et D). Mediceus: τίς ἔσται κ.
sch 623 τ.λ.] Τίς χρόνος εἰς τὸ πέρα ἔσται; (624—625) τὸ μὴ μαθεῖν σε κρεῖσσον ἢ μαθεῖν τάδε: Ὁ Προμηθεύς φησι πρὸς αὐτὴν ὅτι «κρεῖσσόν ἐστι μὴ μαθεῖν ταῦτα παρὸ μαθεῖν».
sch 624a ἡ δὲ πάλιν πρὸς αὐτόν· «μηδαμῶς ἀποκρύψῃς ὅπερ μέλλω παθεῖν.» A (om. C; contuli et D). τὸ μὴ μαθεῖν σοι κρεῖσσον: Ἐπικούρειόν ἐστι τοῦτο τὸ δόγμα, ἀναιροῦν τὴν μαντικήν.
sch 624b [5] «εἱμαρμένης γάρ», φησί, «πάντων κρατούσης, πρὸ καιροῦ λελύπηκας †εἰπὼν τὴν συμφορὰν ἢ χρηστόν† τὴν ἡδονὴν ἐξέλυσας». λέγουσι δὲ καὶ τὸ «ἃ δεῖ γενέσθαι, ταῦτα καὶ γενήσεται». A (Om. CPd, posterius addidit P * ; contuli et DNc). Mediceus: τὸ μὴ μαθεῖν σοι κρεῖσσον: Ἐπικούρειόν ἐστι δόγμα, ἀναιροῦν τὴν μαντικήν.
sch 624c [5] «εἱμαρμένης γάρ», φησί, «πάντα κρατούσης, πρὸ καιροῦ λελύπηκας 〈.....〉· ἢ χρηστόν τι εἰπών, τὴν ἡδονὴν ἐξέλυσας». λέγουσι δὲ ὅτι καὶ τὸ «ἃ δεῖ γενέσθαι, ταῦτα καὶ γενήσεται». Q: τὸ μὴ μαθεῖν κ.
sch 624d τ.λ.] Εἰπεῖν τὸ τοῦ Δημοκρίτου· «ἂν μὲν δεῖ μαθεῖν καὶ μὴ παθεῖν, καλὸν τὸ μαθεῖν· εἰ δὲ μαθεῖν δεῖ τὸ παθεῖν, τί δεῖ μαθεῖν; παθεῖν γὰρ δεῖ καὶ μετὰ τὸ μαθεῖν». (626—629) ἀλλ’ οὐ μεγαίρω: «Ἀλλ’ οὐ φθονῶ σοι», φησί, «τούτου τοῦ δωρήματος, δηλονότι τοῦ μαθεῖν σε ἀπ’ ἐμοῦ τὰς σὰς συμφοράς, καὶ ἃ μέλλεις παθεῖν».
sch 626 [10] τοῦτο δὲ εἰπόντος τοῦ Προμηθέως, φησὶν ἡ Ἰὼ πρὸς αὐτόν· «διὰ τί οὖν βραδύνεις καὶ ἀργεῖς μὴ οὐ γεγωνίσκειν (καὶ βοᾶν καὶ λέγειν) ἐμοὶ ἅπαν ὃ μέλλω παθεῖν;» εἶτα πάλιν πρὸς αὐτὴν ἀποκριθεὶς ὁ Προμηθεὺς λέγει· «οὐχὶ διὰ φθόνον τοῦτο ποιῶ, τὸ μὴ ἀναδιδάξαι σε πάντα ἃ μέλλεις παθεῖν, ἀλλὰ διότι δειλιῶ ταράξαι τὸν σὸν λογισμόν· ἡ γὰρ τούτων διήγησις ταραγμὸν ἐμποιήσει σοι.» πρὸς τοῦτο δὲ ἀντιλέγει ἡ Ἰώ, «μὴ παρὸ δεῖ, καὶ πλέον ἤπερ αὐτὴ ἑαυτὴν ἐλεῶ, φρόντιζέ μου· ὅτι ἐμοὶ λίαν εὐφραντὸν τὸ ἀκούειν τὰς ἐμὰς συμφοράς». τοῦτο δὲ ἔξωθεν λαμβάνεται. A. Mediceus gl: θράξαι] Ταράξαι.
sch 628b PPd: θράξαι: Ἤγουν ταράξαι, τροπῇ τοῦ τ εἰς θ καὶ ἐκβολῇ τοῦ α . Dgl, PPd: μᾶσσον: τὸ μακρότερον, τὸ μὴ ἆσσον.
sch 629b gll. in PPd: μᾶσσον] Μεῖζον Δωρικῶς. Mediceus: ἐμοὶ γλυκύ] τὸ ἀκούειν.
sch 630 Bgl: ἐπεὶ προθυμῇ] Τὸ «ἐπεὶ» σχῆμα γρεγότητος (?) καὶ τροχαιστικόν. (631—634) μήπω γε: Ὁ χορὸς λέγει· «μήπω εἴπῃς τὰ τῆς Ἰοῦς, ἀλλὰ δὸς κἀμοὶ μερίδα ἡδονῆς ἔχειν, τὸ ἀκοῦσαι τῶν ταύτης παθημάτων· ἀπ’ αὐτῆς δὲ πρῶτον λεγούσης τὰς πολυφθόρους ἑαυτῆς τύχας μάθωμεν καὶ ἀκούσωμεν τὴν αὐτῆς νόσον.
sch 631a [5] τὰ ἐπίλοιπα δὲ τῶν ἄθλων καὶ τῶν πόνων καὶ τῶν κακοπαθειῶν αὐτῆς, ὧν μέλλει ἔτι παθεῖν, διδαχθήτω αὐτὴ παρὰ σοῦ». A (contuli et D). Mediceus: Τοῦτο ἅμα καὶ σαφηνίζων τῷ ἀκροατῇ τὰ πράγματα 〈καὶ〉 διὰ τῶν τῆς Ἰοῦς Προμηθέα παραμυθούμενος· ὅπως τε μεταξὺ τὰ τῆς Ἰοῦς ῥηθείη, εἶτα πάλιν τὰ παρ’ αὐτοῦ, καὶ ἡ ἐξαλλαγὴ τῆς τάξεως νεαροποιήσει τοὺς ἀκούοντας.
sch 631c X * : μήπω γε κ.τ.λ.] Ὁ χορὸς κωλύων τὸν 〈Προμηθέα〉 τοῦ λέγειν τὰ πάθη τῆς Ἰοῦς, [καὶ] λέγει· παράσχες μοι μοῖραν ἡδονῆς, ὡς ἂν μάθωμεν τὰς αὐτῆς δυστυχίας. BNNcP * VXXcY: σὸν ἔργον, Ἰοῖ: Τοῦτο ἅμα σαφηνίζων τῷ ἀκροατῇ τὰ πράγματα διὰ τῶν τῆς Ἰοῦς Προμηθεὺς παραμυθούμενος, ὅπως ἐν τῷ μεταξὺ τά τε τῆς Ἰοῦς ῥηθείη, εἶτα πάλιν τὰ παρ’ αὐτοῦ.
sch 635 [5] ἡ ἐξαλλαγὴ τῆς τάξεως νεαροποιήση τοὺς ἀκούοντας. καὶ κασιγνήταις πατρός: Ὠκεανοῦ καὶ Τηθύος υἱὸς μὲν Ἴναχος, θυγατέρες δὲ αἱ Ὠκεανίδες νύμφαι λεγόμεναι· τοῦ δὲ Ἰνάχου θυγάτηρ Ἰώ.
sch 636a διὰ τοῦτο οὖν τὰς Ὠκεανίδας ἀδελφὰς τοῦ Ἰνάχου φησίν. A (om. V; contuli et D). CDVYa (in his continuatur cum 636a): Εἰκότως φησὶ τὸν Ἴναχον ποταμὸν ἀδελφὸν εἶναι τῶν Νηρηίδων, ἐπεὶ φασὶ τὸν Ὠκεανὸν πατέρα εἶναι πάσης ὑγρᾶς οὐσίας.
sch 636b [5] καὶ ταῦτα μὲν μυθικῶς· τὸ δ’ ἀληθὲς οὕτως ἔχει· Ἴναχος κ.τ.λ. (vide 636c). CDVYa (in his continuatur cum 636b), et PPd: Ἴναχος ἦν βασιλεὺς ἔχων θυγατέρα Ἰὼ ἀκόλαστον οὖσαν καὶ πρὸς συνουσίαν ἀρρένων ἐπιρρεπῆ.
sch 636c [5] βλέπων οὖν αὐτὴν ὁ πατὴρ οὕτως κακῶς πράττουσαν, ἀπεδίωξε τῆς πατρίδος· ἡ δὲ πᾶσαν χώραν διήρχετο μαινομένη, καὶ οἷον ὑπὸ οἴστρου κεντουμένη ὑπὸ τῆς ἀκολασίας καὶ ἀσελγείας. (637—639) ὡς ἀποκλαῦσαι: Τοῦτο τοιοῦτόν ἐστιν, ὅτι πᾶς ὅστις μέλλει οἴσεσθαι δάκρυ καὶ οἰκτειρηθῆναι παρὰ τῶν ἀκουόντων ἀξίαν τριβὴν καὶ ἐπιμονὴν τῆς διηγήσεως ἔχει ἐκεῖ.
sch 637 [5] ἡ σύνταξις· ἐνταῦθα ὅπου μέλλει τις οἰκτειρηθῆναι παρὰ τῶν ἀκουόντων (ἤγουν ὅπου εἰσὶν ἀκροαταὶ συμπαθεῖς καὶ οἰκτίρμονες) ἀξίαν καὶ πρέπουσαν σχολὴν ἔχει ἀποκλαῦσαι καὶ θρηνῆσαι τὰς οἰκείας τύχας. A (contuli et D). Mediceus: ἀξίαν τριβὴν ἔχει] Διαγωγὴν διήγησιν ἀξίαν ἔχειν τὸ εἰπεῖν.
sch 640 [15] (640—644) οὐκ οἶδ’ ὅπως: Ἡ Ἰώ φησι πρὸς τὸν χορὸν ὅτι «οὐκ οἶδα πῶς ἀπειθήσω ὑμῖν θελούσαις μαθεῖν τὰ περὶ ἐμοῦ, ἐν λόγῳ δὲ ἀληθεῖ μαθήσεσθε ἅπαν ὅπερ θέλετε, καίτοι καὶ εἰς δάκρυα ἐμβάλλομαι διηγουμένη τὴν ἐκ θεῶν ἐπελθοῦσάν μοι ζάλην καὶ τὸν κλύδωνα τῶν συμφορῶν καὶ τὴν ἀλλοίωσιν τῆς ἐμῆς μορφῆς, ὅθεν μοι ἐπῆλθεν.» (Breviarium versuum 645—681): εἶτα ἀφηγεῖται τὴν πᾶσαν ὑπόθεσιν· τὸν τοῦ Διὸς ἔρωτα πρὸς αὐτήν, τὴν τοῦ πατρὸς Ἰνάχου πρὸς τὴν Πυθὼ ἀποστολήν, τὴν τοῦ Ἀπόλλωνος μαντείαν, καὶ τὴν ἑαυτῆς ἐκδίωξιν ἀπὸ τοῦ οἴκου τοῦ πατρός, καὶ μεταβολὴν εἰς βοῦν, καὶ τὴν τοῦ Ἄργου τοῦ πανόπτου φυλακήν. (645—654): καὶ λέγει· «ἀεὶ ὄψεις νυκτεριναὶ ἤτοι ὄνειροι ἀναστρεφόμενοι εἰς τοὺς ἐμοὺς οἴκους ἔλεγον ἐν λόγοις ὁμαλοῖς πρὸς ἐμέ· Ὦ μεγάλως εὐτυχεστάτη κόρη, τί παρθένος μένεις ἐπιπολύ, δυνατοῦ σοι ὄντος γάμου μεγίστου τυχεῖν; ὁ γὰρ Ζεὺς κατακαίεται βέλει τοῦ σοῦ ἔρωτος, καὶ θέλει συμβοηθῆσαι αὐτῷ καὶ τὴν Ἀφροδίτην· σὺ δὲ μὴ ἀπορρίψῃς τὴν τοῦ Διὸς συνουσίαν, ἀλλ’ ἔξελθε πρὸς τὴν Λέρνην τὴν πηγήν, ἵνα ὁ Ζεὺς παυθῇ τοῦ ἔρωτος.» A. Mediceus: ὀδύρομαι] Γρ.
sch 642a «αἰσχύνομαι». gll.
sch 642b in PPd: Γρ. «λέγους’ αἰσχύνομαι». Mediceus: διαφθορὰν / μορφῆς] Ὃ μάλιστα λυπεῖ γυναῖκα, τὸ τῆς ἀμορφίας.
sch 643b gll. in DP: Ὅτι μετεβλήθη εἰς βοῦν, ὃ μάλιστα γυναῖκα καλεῖ. Bgl: πολεύμεναι] Αἰολικόν.
sch 645b gll. in DPX: Δωρικόν. Mediceus: λείοισι μύθοις] Λείπει «τάδε λέγουσαι».
sch 650a Mediceus: συναίρεσθαι Κύπριν] Συνουσιάσαι. P * Ya: ξυναίρεσθαι] Γρ.
sch 650b ξυνᾴρασθαι. «συναιρόμαι» τὸ συλλαμβάνομαι καὶ τὸ συμβοηθῶ. Mediceus: μὴ ’πολακτίσῃς] Ὡς ἀπὸ τῶν ἀλόγων ζῴων.
sch 651b DglPmarg: Ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζῴων. Ya: Ἴναχος Ἀργείων βασιλεὺς κτίζει πόλιν .
sch 651c .... ἔλεγον «ἰώ, ἰώ». Ya: Μῆκος (lege Πῖκος) ὁ καὶ Ζεύς .
sch 651d .... Πῆκος (sic) ὁ Ζεύς. Mediceus: ἀλλ’ ἔξελθε] Παρὰ τὸ «ἀλλ’ ἴομεν πλυνέουσαι».
sch 652b Pgl: Λέρνης] Πηγὴ τοῦ Ἄργους, ἔνθα ἦν Ἴναχος. XcYa: «Λειμὼν» γὰρ λέγεται ὁ λιβαδιαῖος τόπος παρὰ τοῖς ἀρχαίοις, ὡς καὶ ἐνταῦθα· λέγεται δὲ διὰ τὸ καταλείβεσθαι ὑπὸ τῶν ὑδάτων.
sch 654 Ya: Δῖον ὄμμα: Καλῶς δὲ εἶπε τὸ ὄμμα· διὰ τοῦ ὄμματος γὰρ εἰσέρχεται ὁ ἔρως ἐν τῇ καρδίᾳ. καὶ ἔρως ἐτυμολογεῖται, οἱονεὶ ὁ ἀπὸ τῆς ὁράσεως (ἤτοι τοῦ ὄμματος καὶ τοῦ ὀφθαλμοῦ) γινόμενος. (655—668) τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι: Τοιούτοις ὀνείροις συνειχόμην ἡ ἀθλία κατὰ πᾶσαν νύκτα, ἔστε (καὶ ἕως οὗ) ὑπέμεινα ταῦτα ἀναγγεῖλαι καὶ εἰπεῖν τῷ πατρί μου.
sch 655 [10] ὁ δέ (ὁ πατήρ μου) εἰς τὴν Πυθὼ καὶ εἰς τὴν γῆν τῆς Δωδώνης, εἰς τὰ τοῦ Ἀπόλλωνος μαντεῖα, ἔπεμψε πολλοὺς θεοπρόπους (ἤγουν θεωρούς, μηνυτὰς τῶν μαντειῶν), ἵνα μάθῃ τί ποιήσει ἢ εἴπῃ προσφιλὲς τοῖς θεοῖς. ὑπέστρεψαν δὲ καὶ ἦλθον οἱ ἀποσταλέντες παρ’ ἐκείνου, ἀναγγέλλοντες καὶ μηνύοντες μαντείας ποικίλας καὶ αἰνιγματώδεις καὶ ἀσαφεῖς. (τοῦτο γὰρ δηλοῖ τὸ «ἀσήμους», ἀντὶ τοῦ οὐ φανερούς. τὸ δὲ «δυσκρίτως τ’ εἰρημένους» ἀντὶ τοῦ αἰνιγματωδῶς καὶ λόξως λεχθέντας). ὕστερον δὲ ἦλθε τῷ Ἰνάχῳ μαντεία φανερά, λέγουσα καὶ παραινοῦσα ἐκβάλλειν ἐμὲ τῶν τε οἴκων πόρρω καὶ τῆς πατρίδος ἀπόλυτον πλανᾶσθαι ἕως ἐσχάτου τῆς γῆς, ἐὰν οὐ θέλῃ ἐπελθεῖν εἰς αὐτὸν τὸν πυρίνην ὄψιν ἔχοντα κεραυνὸν τοῦ Διός, ὃς πᾶν τὸ γένος αὐτοῦ ἀφανίσει. A (contuli et D). Pgl: Δωδώνην (corr.
sch 658a in –ης)] Γρ. Δωδώνης· ἤγουν ἐπὶ τὴν γῆν τῆς Δωδώνης. Ya: Δωδώνη πόλις ἐν τῇ Θεσπρωτίδι Πελασγίᾳ .
sch 658b .. ἄναρθροί εἰσι. Pgl: θεοπρόπους] Θεωρούς, μηνυτὰς τῶν μαντειῶν· Ὁμηρικὴ ἡ λέξις.
sch 661 Ya: αἰολοστόμους: Ποικίλους, συνετούς, πολλούς· διὰ τὸ αἰνιγματῶδες καὶ σκοτεινόν· ποικίλως ῥηθέντας. Ya: τέλος δ’ κ.
sch 663 τ.λ.] Σχῆμα τὸ σιωπώμενον καὶ παρεπιγραφή· ὅπερ οὐδὲν ἐκφέρει ἄνωθεν δηλοῦν, παρακατιὼν διασαφηνίζων. gll.
sch 664a in Mediceo et CP: ἐπισκήπτουσα] Ἐντελλομένη. Pgl: Ἐπίσκηψις ἡ ἐκ μείζονος προσώπου πρὸς ἔλαττον προσταγή.
sch 669a [10] (669—677) τοιοῖσδε πεισθείς: Τοιαύταις μαντείαις τοῦ Ἀπόλλωνος πεισθεὶς ὁ πατήρ μου Ἴναχος, ἐξεδίωξέ με ἀπὸ τῶν οἴκων ἄκουσαν ἄκων (μήτε ἐκεῖνος θέλων μήτε ἐμὲ θέλουσαν)· ἀλλ’ ἐβίαζεν αὐτὸν κατὰ ἀνάγκην ταῦτα ποιεῖν ὁ τοῦ Διὸς χαλινός (τὸ βούλημα τοῦ Διός, αὐτὸς ὁ Ζεύς). τηνικαῦτα δὲ μετάμειψις καὶ ἀλλοίωσις γέγονε τῆς ἐμῆς μορφῆς. μετεβλήθην γὰρ εἰς βοῦν, καὶ αἱ φρένες διεστραμμέναι ἦσαν ἐμοί· οὐ γὰρ εἶχον ἐφρενῶσθαι ἀνθρωπίνως. κεραστὶς δὲ (ἤτοι βοῦς κέρατα ἔχουσα) γενομένη, ὡς βλέπετε, τρωθεῖσα μύωπι ὀξυστόμῳ (τῷ οἴστρῳ τῷ ὀξέως δάκνοντι) μανικῶς ὥρμων καὶ ἐκινούμην πρός τε τὸν ῥοῦν τῆς Κέγχρης (ἥτις πηγή ἐστιν Ἄργους) καὶ πρὸς τὴν Λέρνην τὴν πηγήν. A. Mediceus et gll.
sch 669b in DY: Λοξίου μαντεύμασιν] Ἀνεχρόνισεν· οὔπω γὰρ ἦν τὸ μαντεῖον. gll.
sch 674a in PPd: ἦσαν] Ἐγένοντο. ἀντιχρονισμός. Mediceus: ὀξυστόμῳ] Ὀξέως δάκνοντι.
sch 674b μόνον δὲ τὴν ὄψιν μετεβλήθη εἰς βοῦν. CDPPdXc: μύωπι χρισθεῖς’ ἐμμανεῖ σκιρτήματι: Πάνυ ἐπιτηδείως ὁ Αἰσχύλος ἐχρήσατο τῷ λόγῳ τοῦ κέντρου, διὰ τὸ παριστᾶν τὴν Ἰὼ βοόμορφον.
sch 675 εἰώθασι γὰρ οἱ βόες κέντροις πρὸς ἐργασίαν νύττεσθαι. Mediceus: Κερχνείας ῥέος] Κέρχνη κρήνη Ἄργους.
sch 676a τὸ ἀπὸ Κέρχνης κατιόν, ὅ ἐστιν ὄρος. καὶ ἡ «ἄκρα» δὲ ὄρος. gll.
sch 676b [5] in PW: Κέγχρη (sic) κρήνη Ἄργους. (677—682) βουκόλος δὲ γηγενής] Βουκόλος δὲ ἀπηνὴς καὶ ἀνήμερος (λέγει δὲ τὸν Ἄργον τὸν πανόπτην, ὃν «βουκόλον» καλεῖ διὰ τὸ ἐπιστατεῖν αὐτῆς μεταβληθείσης εἰς βοῦν) ὡμάρτει καὶ συνηκολούθει μοι ἐν πυκνοῖς ὀφθαλμοῖς (πολυόφθαλμος γὰρ ἦν, ὡς προείρηται) δεδορκὼς καὶ ἐπιτηρῶν καὶ βλέπων τὰς ἐμὰς ὁδούς.
sch 677 ἀνέλπιστος δὲ θάνατος αὐτὸν τῆς ζωῆς ἀπεστέρησεν (ὁ γὰρ Ἑρμῆς, πεμφθεὶς ὑπὸ τοῦ Διὸς ἐπὶ τῷ ἀναλαβέσθαι τὴν Ἰὼ ἐξ αὐτοῦ, ἀνεῖλεν αὐτὸν διὰ λιθείας βολῆς)· ἐγὼ δὲ ὑπὸ τοῦ οἴστρου πεπληγμένη γῆς πρὸς γῆν ἐλαύνομαι (ἀντὶ τοῦ, ἀφ’ ἑτέρας γῆς εἰς ἑτέραν πορεύομαι πλανωμένη). A (om. V; contuli et D). CDPmargV: «Ἄκρατος» ὁ μηδὲν ἡμερότητος ἐν ἑαυτῷ φέρων, ἀλλ’ ἄκρατος ὢν τὴν ὀργήν· ἤτοι ἀκαταπόνητος, μὴ κρατούμενος.
sch 680 B * : ἀπροσδόκητος] Οὔτε τὸ πῶς εἰς βοῦν μετημείφθη οἶδεν, οὔτε τὸ πῶς ἐφονεύθη ὁ Ἄργος, ὡς γυνή. Pgl: ἀπεστέρησεν] Καὶ γὰρ Ἑρμῆς λίθῳ αὐτὸν ἀνῄρηκεν.
sch 681b DPPdV: «Οἰστροπλὴξ» ὁ πλήσσων οἶστρος· «οἰστρόπληξ» δὲ ὁ ὑπὸ τοῦ οἴστρου πλησσόμενος. καὶ «βουπλὴξ» ὁ τὸν βοῦν πλήσσων· «βούπληξ» δὲ ὁ ὑπὸ τοῦ βοὸς πλησσόμενος. (683—686) κλύεις τὰ πραχθέντα: Καταλέξασα καὶ προειποῦσα ἃ πέπονθε, νῦν φησὶ πρὸς τὸν Προμηθέα· «ἤκουσας ἃ πέπονθα (ἀντὶ τοῦ, ταῦτα εἰσὶν ἃ εἶπόν σοι τὰ ἐμὰ παθήματα)· εἰ δὲ καὶ ἄλλο τι ἔχεις σὺ εἰπεῖν ἐπίλοιπον τῶν ἐμῶν πόνων, σήμαινε (δείκνυε, λέγε) μοι.
sch 683a [5] μηδέ μ’ οἰκτίσας ξύνθαλπε λόγοις ψευδέσιν· οἱονεί, μή με αἰδούμενος μηδὲ ἐλεῶν παρηγόρει λόγοις ψευδέσιν (ὡς τὸ «μηδέ τί με αἰδούμενος μειλίσσεο, μηδὲ ἐλεαίρων, ἀλλ’ εὖ μοι κατάλεξον»). νόσημα γὰρ κάκιστόν φημι τοὺς ψευδεῖς καὶ μὴ τὴν ἀλήθειαν ἐμφανῶς λέγοντας λόγους». A (contuli et D). gll.
sch 683b in BCPPd: κλύεις κ.τ.λ.] Ἀποστροφὴ πρὸς τὸν Προμηθέα. Mediceus: μηδέ μ’ οἰκτίσας] «Μηδέ τί μ’ αἰδόμενος μειλίσσεο μηδ’ ἐλεαίρων, ἀλλ’ εὖ μοι κατάλεξον.
sch 684 » Mediceus, et gll.
sch 686a in A (excepto Y; contuli et D): συνθέτους] Τοὺς ψευδεῖς. Cgl: συνθέτους] Ψευδεῖς· ἤγουν τὸ παρὰ τὸ ὂν συντεθέν.
sch 686c Pgl: συνθέτους] Τοὺς ψευδεῖς· ὥσπερ ἁπλοῦς ὁ ἀληθής. Mediceus gl: ἄπεχε] Σιώπα.
sch 687b gll. in PPd: ἄπεχε] Ἀποχώρει. Cgl: ἄπεχε] Πόρρω ἀπ’ ἐμοῦ ταῦτα ἔστωσαν.
sch 688 [5] (688—693) οὔποτ’ οὔποτ’ ηὔχουν: Ὁ χορὸς ἀκούσας τῶν τῆς Ἰοῦς τληπαθημάτων φησί· «φεῦ· οὐδέποτε ἔλεγον (προσεδόκουν, ἐκαυχώμην) εἰς τὴν ἐμὴν ἀκοὴν ἐλθεῖν λόγους παραδόξους· οὐδ’ οὕτως ᾠόμην τὰ δυσθέατα (καὶ κάκιστα) καὶ δύσοιστα (καὶ ἃ δυσκόλως τις ὑπομένει) πήματα (ἤτοι βλάβας) ἐν ἀμφήκει κέντρῳ τὴν ἐμὴν τιτρώσκειν ψυχήν». A (contuli et D). Mediceus: οὐδ’ ὧδε δυσθέατα κ.
sch 690a τ.λ.] Ἀπὸ κοινοῦ τὸ «ηὔχουν.» Mediceus gl: δυσθέατα] Διότι βοῦς ἦν.
sch 691a DPPdXaYa: λύματα: Ἢ ὀλέθρια (παρὰ τὸ «λυμαίνω»), ἢ καθάρσεως δεόμενα ὡς ἀποτρόπαια. διὸ καὶ «ἄπεχε» εἶπεν· εἰσὶ μὲν οὖν πήματα τῇ Ἰοῖ, λύματα δὲ τῷ ἀκούοντι χορῷ δεομένῳ καθάρσεως. Mediceus: ἀμφήκει] Ὀξεῖ ἐξ ἑκατέρου μέρους, τροπικῶς.
sch 691c Xc: ἀμφήκει] Ἀμφιστόμῳ· τὸ μὲν διὰ τὰ λεγόμενα παρὰ τῆς Ἰοῦς, τὸ δὲ διὰ τὴν ἰδέαν τοῦ Προμηθέως. (694—695) BNXVY: ἰὼ ἰώ] Φεῦ φεῦ· ὦ μοῖρα, πέφρικα εἰσιδοῦσα τὴν κακοπάθειαν τῆς Ἰοῦς.
sch 695 gll. in BPPd: εἰσιδοῦσα] Ἀκούσασα· αἴσθησις ἀντ’ αἰσθήσεως. (696—697) πρό γε στενάζεις: Ἤτοι πρὶν ἢ μάθῃς καὶ τὰ λοιπά, δυσφορεῖς καὶ θαυμάζεις ταῦτα, καὶ περίφοβος εἶ.
sch 696a καρτέρησον, ἕως οὗ καὶ τὰ λοιπὰ μάθῃς. A. Mediceus: πρῷ (hoc accentu; corr.
sch 696b in πρό) γε στενάζεις] Πρὶν ἤ σε μαθεῖν τὰ λοιπά, δυσφορεῖς καὶ θαυμάζεις ταῦτα. (698—699) C (continuatur cum 696a), V (cum lemmate πρό γε στενάζεις), WaXc: Ἔστι δὲ τοῖς κακῶς πάσχουσιν εὐφραντὸν προγινώσκειν καὶ εἴ τι ἄλλο λυπηρὸν μέλλουσι παθεῖν.
sch 700 τὴν πρίν γε χρείαν: Ὑμεῖς μὲν οὗ ἐχρῄζετε ἐτύχετε, καὶ ἤδη τὸ παρ’ ὑμῶν ζητούμενον ἤνυσται· τοῦτο δὲ ἦν τὸ μαθεῖν τὰ τῆς Ἰοῦς καὶ ὅσα πέπονθε, πλὴν ἐξ αὐτῆς καὶ μὴ παρ’ ἄλλου τινός. A (contuli et D). Mediceus: σύ τ’, Ἰνάχειον σπέρμα] Ἀποστρέφει τὸν λόγον πρὸς αὐτήν.
sch 705b Pmarg: Ἀποστρέφει τὸν λόγον πρὸς τὴν Ἰώ. Pgl: Ἀποστροφὴ πρὸς τὴν Ἰώ.
sch 705c πρόσωπον πρὸς πρόωπον. Mediceus et DNV et (post sch.
sch 707a 694 et rursus post sch. 700) Ya: πρῶτον μὲν ἐνθένδ’] Ἀποφέρεται συνήθως εἰς τὸ διαγράφειν ὄρη, ποταμούς, καὶ τὰ τοιαῦτα γνωστὰ ἄγνωστα. Bmarg: ἀνατολάς] Ἀνατολή ἄρκτος μεσημβρία δύσις.
sch 707b [5] ὁ δὲ Προμηθεὺς ἦν ἐσταυρωμένος πρὸς τὸ ἀρκτῷον μέρος. B marg: Ἀνατολὴ ἐπὶ τοῦ ἡλίου· ἐπιτολὴ ἐπὶ τῶν ἄστρων.
sch 708 X * : ἀνηρότους· Ἤτοι νόει σὺ ὅτι ἐν μὲν τῷ εἰπεῖν «ἀνηρότους» ἐδήλωσεν ὅτι ἐστὶν ὁ τόπος ἄοικος (?)· «ἐπήρωτον (?)» δὲ νόει τὸ οἰκούμενον. P marg: Σκύθας κ.
sch 709a [5] τ.λ.] Οὗτοι γὰρ σίτους οὐκ ἔχουσι. (709—711) οἳ πλεκτὰς: Οἵτινες οἱ Σκύθαι ναίουσι καὶ κατοικοῦσι πλεκτὰς δηλονότι στέγας, πεδάρσιοι καὶ ἀπὸ τῆς γῆς ἐπαιρόμενοι καὶ ὑψούμενοι· καὶ γὰρ ἐν ταῖς ἁμάξαις ἄνωθεν (τοῦτο γὰρ δηλοῖ τὸ «ἐπ’ εὐκύκλοις ὄχοις», ἤτοι ἁμάξαις) τὰς σκηνὰς ἑαυτῶν οἱ Σκύθαι ποιοῦνται, τόξα ἔχοντες.
sch 709b A (contuli et D). Pmarg: πεδάρσιοι] Ἤγουν μετάρσιοι, Δωρικόν, ὥσπερ καὶ ὁ Πίνδαρος «πεδήμειψαν» ἀντὶ τοῦ μετήμειψαν.
sch 710b Mediceus: ἐπ’ εὐκύκλοις ὄχοις] Ἐν ταῖς εὐτρόχοις ἁμάξαις. Mediceus: ἐξηρτημένοι] Τοὺς ὤμους δηλονότι.
sch 711b Bgl ἐξηρτημένοι] Γενικῇ καὶ αἰτιατικῇ· καὶ γενικῇ μὲν ὡς ὅταν λέγῃς «ἐξαρτῶμαι τοῦ δεῖνος», αἰτιατικῇ δὲ ὡς ὅταν λέγῃς «οὗτος ἐξαρτᾷ πάντας πρὸς ἀγάπην αὐτοῦ». gll.
sch 711c in PPd: ἐξηρτημένοι] Καθωπλισμένοι. Xgl: ἐξηρτημένοι] Τοῖς ὅπλοις ἐξαρτῶντες τὰς ἐλπίδας· θαρροῦντες.
sch 712a [10] (712—713) οἷς μὴ πελάζειν: Οἷστισι, τοῖς Σκύθαις, μὴ προσπέλαζε (καὶ πλησίαζε), διότι ἀναιρέται τῶν ξένων εἰσίν, ἀλλὰ χρίμπτουσα καὶ προσεγγίζουσα ταῖς ῥαχίαις (καὶ ταῖς θαλασσίαις πέτραις) ταῖς ἁλιστόνοις (καὶ ὑπὸ τῆς ἁλὸς στεναζούσαις καὶ ἠχούσαις) ἐκπέρα τὴν χθόνα καὶ τὴν γῆν τῶν Γυπόδων. τὴν γὰρ αἰτιατικὴν τὸ «Γύποδας» ἀντὶ γενικῆς νόει κατὰ ἀντίπτωσιν. Γύποδες δὲ ὄνομα ἔθνους. ἕτεροι δὲ τοῦ «γύποδας» τὸ «γυ» ποιοῦντες «γε», καὶ τὸν τόνον καταβιβάζοντες, λέγουσιν οὕτως· «ἁλιστόνοις γε πόδας χρίμπτουσα ῥαχίαισιν», ἤτοι προσεγγίζουσα τοὺς πόδας τὰς ῥαχίαις πέτραις, ἤγουν διὰ τῶν οἰκείων ποδῶν περῶσα. ἄλλοι δὲ «γυμνόποδας», ἀντὶ τοῦ «γυμνούς σου πόδας», κατὰ συγκοπήν. A (contuli et D). Mediceus: ἁλιστόνοις] Ὑπὸ ἁλὸς τινασσομένας.
sch 712b «μὴ δι’ ὀρεινῶν», φησί, «τόπων πορεύου, ἀλλὰ δι’ ἐναλίων». Ya: Τὴν γῆν τῶν Γυπόδων· τὴν γὰρ αἰτιατικὴν τὸ «Γύποδας» ἀντὶ γενικῆς, κατὰ ἀντίπτωσιν.
sch 713c [5] Γύποδες δὲ ἔθνος εἰσίν. ἕτεροι δὲ ... κατὰ συγκοπήν (= 712a 7—11, q.v.). ἌΛΛΩΣ· συγκρουομένας ... ὁ πόντος (= cod. C; vide adn. ad 712a 4). τῶν Γυπόδων, ἤτοι τοῦτο, Γύποδας. Manus recentior in Mediceo: Γύποδας (corr.
sch 713d [5] in –ων) ἔθνος. ἀντὶ γενικῆς. τινὲς γυμνόποδας. (714—716) λαιᾶς δὲ χειρός: Ἐν τοῖς ἀριστεροῖς δέ, φησί, μέρεσι κατοικοῦσιν οἱ τὸν σίδηρον ἐργαζόμενοι Χάλυβες· οὓς πρέπει σοι φυλάξασθαι (ἤγουν ἀποφυγεῖν, καὶ μὴ προσελθεῖν αὐτοῖς), διότι ἀνήμεροί εἰσιν, οὐδὲ τοῖς ξένοις πλησιαζόμενοι (ἤτοι ὑπὸ τῶν ξένων)· βλάπτονται γὰρ παρ’ αὐτῶν οἱ ἐκεῖσε ἀφικόμενοι.
sch 714 A (om. C; contuli et D). Mediceus: πρόσπλαστοι] Προσπελαστοί· ἀδικοῦνται γὰρ οἱ ἐκεῖσε ἀφικνούμενοι.
sch 717a [5] (717—719) ἥξεις δ’ ὑβριστήν: Ὑβριστὴν ποταμὸν τὸν Ἄραξίν φησι. Ἄραξις δὲ λέγεται παρὰ τὸ «ἀράσσειν» καὶ ἠχεῖν τὰ κύματα αὐτοῦ· τῷ γὰρ ὀνόματι τούτου καὶ ἡ πρᾶξίς ἐστι συνᾴδουσα. τοῦτο γὰρ δηλοῖ τὸ «οὐ ψευδώνυμον·» ἤτοι «οὐ μάτην λέγεται Ἄραξις». ὃν μὴ περάσῃς (δύσκολος γὰρ καὶ οὐκ εὔβατός ἐστι περᾶσθαι) πρὶν ἂν μόλῃς καὶ παραγενήσῃ πρὸς αὐτὸν τὸν Καύκασον, ἤτοι πρὸς τὸ ἕτερον μέρος τοῦ Καυκάσου· ὁ γὰρ Προμηθεὺς ἔν τινι μέρει καὶ ἀκρωρείᾳ τοῦ Καυκάσου ἐσταυρώθη· ὁ δὲ Καύκασος ὄρος ἀπέραντον. A. P * Ya: ὑβριστὴν] «Ὕβρισε τὰς ἀρούρας», ἤτοι κατέλυσε καὶ ἠρήμωσεν.
sch 717b [5] «ἀφύβρισε δὲ πέλαγος» παρὰ Συνεσίῳ, ἀντὶ τοῦ ἔπαυσε. καὶ «ἀφυβρικὼς βοῦς» παρὰ Θεσσαλονίκῃ, ἤτοι γηραιὸς καὶ τοῖς ἀφροδισίοις μὴ κάτοχος. Bmarg: ὑβριστὴν] Ὡς «ὑβρίζει» ἡ θάλασσα, ἤγουν ἀγριοῦται· καὶ «ἀφυβρίζει», ἤγουν ἠρεμεῖ.
sch 717d Mediceus: ὑβριστὴν ποταμὸν] Τὸν Ἀράξην, παρὰ τὸ «ἀράσσειν» καὶ ἠχεῖν τὰ κύματα αὐτοῦ. Mediceus: ὀρῶν] Τῶν ἄκρων.
sch 721a PPdYa: κροτάφων] Τοὺς ποταμοὺς οἱ παλαιοὶ βουκράνους ἱστοροῦσιν· ὅθεν Αἰσχύλος ἔφησεν ἐνταῦθα τὸ «κροτάφων». Pmarg: κροτάφων] Τῶν ὑψηλοτάτων· μεταφορικῶς, ἀπὸ ἐμψύχου εἰς ἄψυχον.
sch 721c DglPmarg: ἀστρογείτονας] Ὑπερβολικῶς· τὰς πλησιαζούσας τοῖς ἄστροις. Mediceus: κορυφὰς] Τὰς τοῦ Καυκάσου.
sch 723a [5] CDPPdVYa: ἔνθ’ Ἀμαζόνων: Τὸ σχῆμα ἀναχρονισμός· τὸ γὰρ πρὸ πολλῶν χρόνων γενόμενον ὡς γενησόμενον λέγει. καὶ γὰρ πρὸ τοῦ Αἰσχύλου αἱ Ἀμαζόνες, ἀφεῖσαι τὴν ἰδίαν πατρίδα, κατῴκησαν εἰς Θεμίσκυραν πλησίον τοῦ Θερμώδοντος ποταμοῦ. (723—727) ἔνθ’ Ἀμαζόνων: Ὅπου καταλάβῃς τὸν στυγάνορα (καὶ τὸν τοὺς ἄνδρας στυγοῦντα) στρατὸν τῶν Ἀμαζόνων· αἵτινες αἱ Ἀμαζονίδες κατοικήσουσι ποτὲ τὴν Θεμίσκυραν πόλιν περὶ τὸν Θερμώδοντα ποταμόν, ὅπου ἐστὶν ἡ τραχεῖα τῆς θαλάσσης γνάθος (ἤγουν ὀξύτης, ἢ ἡ σιαγών) ἡ Σαλμυδησσία, ἡ ἐχθρόξενος τοῖς ναύταις μητρυιὰ νεῶν.
sch 723b «γνάθον» οὖν εἶπε διότι ἡ Σαλμυδησσία θάλασσα τοιοῦτον σχῆμα ἔχει οἷον καὶ ἡ τοῦ ὄνου γνάθος. τὸ δὲ «ἐχθρόξενος μητρυιὰ νεῶν» τροπικῶς εἴρηκεν ἐκ μεταφορᾶς τῶν μητρυιῶν τῶν κακῶς καὶ ἀπεχθῶς διακειμένων πρὸς τοὺς προγόνους αὐτῶν· οἱ γὰρ ἐκεῖσε διαπλέοντες καταποντίζονται. A (contuli et D). Mediceus: Ἀμαζόνων στρατὸν] Ὡς τὸ πρῶτον τῶν Ἀμαζόνων ἐν Σκυθίᾳ οἰκουσῶν.
sch 723d [5] V (continuatur cum 723a): Ὡς τὸ πρότερον τῶν Ἀμαζόνων ἐν Σκυθίᾳ οἰκουσῶν. DVXaYa: ἌΛΛΩΣ· ἔνθ’ Ἀμαζόνων: 〈Λέγονται δὲ〉 Ἀμαζόνες ἢ 〈ὅτι〉 μάζαις καὶ ἄρτοις οὐκ ἐχρῶντο, ἢ ὅτι ἔκαιον τοὺς μαζούς, ἢ ὅτι οὐδόλως εἶχον μαζούς· ἢ ὅτι μαζὸν οὐκ ἐθήλαζον, ἀλλὰ φοράδων γάλα ἤσθιον οὖσαι νεογναί.
sch 726 Mediceus: Σαλμυδησσία γνάθος] Ὡς τὸ «πολέμου στόμα», διὰ τὸ πᾶν τὸ εἰς αὐτὴν ἐμπῖπτον καταναλίσκειν. Mediceus: αὗται κ.
sch 728a τ.λ.] Αἱ Ἀμαζόνες ὡς γυναῖκες γυναῖκά σε ὁδηγήσουσιν. Ya: Αἱ Ἀμαζόνες ὡς γυναῖκες οὖσαι ὡς γυναῖκα οὖσάν σε ὁδηγήσουσι χαριέντως.
sch 729a (729—730) ἰσθμὸν δ’ ἐπ’ αὐταῖς: Ἥξεις δὲ εἰς τὸν ἰσθμὸν τὸν Κιμμερικὸν ἐπ’ αὐταῖς ταῖς στενοπόροις πύλαις τῆς λίμνης, δηλαδὴ τῆς Μαιώτιδος. λέγει δὲ τὸν Κιμμερικὸν Βόσπορον, ὅς ἐστι πλήρωμα τῆς Μαιώτιδος λίμνης. A. D: Ἰσθμὸς λέγεται ἡ μεταξὺ δύο ὑδάτων θαλασσίων ἢ ποταμίων γῆ· πορθμὸς δὲ ἡ ἀναμεταξὺ δύο γαιῶν θάλασσα ἢ καὶ ποταμός.
sch 730a [5] Mediceus: Τὸν Κιμμερικὸν Βόσπορόν φησιν, ὅς ἐστι πλήρωμα τῆς Μαιώτιδος λίμνης. DP * VYYa: Τοὺς Κιμμερίους οἱ πολλοὶ ἔθνος φασὶν ὑπάρχειν περὶ τὸν Ταῦρον τῶν Σκυθῶν καὶ τὴν Μαιῶτιν λίμνην, οἵπερ ἀφώτιστοί εἰσιν, ἥλιον οὐχ ὁρῶντες, ἐν σκότῳ δὲ διάγουσιν ἔν τε νυκτὶ βαθείᾳ ἡμέρας τεσσαράκοντα· καιρὸς δ’ αὐτοῖς τοῦ σκότους, ὅταν ἐν Αἰγοκέρωτι ὁ ἥλιος ὑπάρχῃ.
sch 730b [15] ἄλλας δὲ τεσσαράκοντα ὁλόφωτοι τελοῦσιν. Ὅμηρος δὲ τὴν Κίμμερον περ’ Ἰταλίαν λέγει, καὶ ἀφωτίστους εἰσαεὶ τούτους φησιν ὑπάρχειν. εἰσὶ δὲ οἱ Κιμμέριοι μέρος βραχὺ καὶ δῆμος ἔθνους τινὸς Ἰταλικοῦ· αἱ δὲ οἰκήσεις τούτων ἐν φάραγξι καὶ κοίλοις δὲ καὶ καταδένδροις τόποις· καὶ οὕτως ἥλιος αὐτοῖς οὐδόλως ἐπιλάμπει. ἐκεῖ καὶ λίμνη τίς ἐστι, Σιάχα καλουμένη, ᾗ καὶ τὰ φύλλα πίπτοντα βυθίζεται τῶν δένδρων. (730—731) BDNXVY: ὃν θρασυσπλάγχνως: Ὅντινα Κιμμερικὸν Βόσπορον λιποῦσάν σε καρτερικῶς χρὴ ἐκπεράσαι εἰς τὸν αὐλῶνα τὸν Μαιωτικόν.
sch 731 Mediceus: αὐλῶν’] Φάραγγα. (732—735) ἔσται δὲ θνητοῖς· Γενήσεται δὲ τοῖς ἀνθρώποις μεγάλη φήμη τῆς σῆς πορείας· «Βόσπορος» γὰρ ὀνομασθήσεται ἀεὶ ὁ τόπος ὁ θαλάσσιος ὃν σὺ περάσεις βοῦς οὖσα.
sch 732 καταλείψασα δὲ τὴν Εὐρώπην ἔλθῃς εἰς τὴν γῆν τῆς Ἀσίας. A. Mediceus: Σημείωσαι περὶ τοῦ Βοσπόρου.
sch 735a [5] (735—741) ἆρ’ ὑμῖν δοκεῖ: «Ἀληθῶς ὑμῖν ὑποπτεύεται» (πρὸς τὸν χορὸν τοῦτό φησιν ὁ Προμηθεύς) «ὁ τῶν θεῶν τύραννος καὶ ἐξουσιαστὴς Ζεὺς ὁμοίως εἰς πάντας εἶναι βαρὺς καὶ βίαιος; καὶ ταύτῃ γάρ, ἤτοι τῇ Ἰοῖ, ὁ Ζεὺς θέλων συμμιγῆναι τὰς τοιαύτας πλάνας ἐπέθηκεν». εἶτα στρέφει τὸν λόγον πρὸς τὴν Ἰώ, καί φησι· «σὺ δέ, ὦ παρθένε, πικροῦ μνηστῆρος ἐπέτυχες· ὅσα γὰρ ἀκήκοας νῦν, δόκει ὡσεὶ προοιμίων τούτων ἀκούειν· ἢ μηδὲ προοιμίων πεπληρωμένων». A (contuli et D). BXY (in his continuatur cum 735a), DNW (ad 743), Pgl (ad 740): ἌΛΛΩΣ· ἀποκλαίεται ὁ Προμηθεὺς βλέπων Ἰὼ κακῶς πάσχουσαν ὑπὸ τοῦ Διός.
sch 741a Mediceus: μὴδ’ ἐπῶν προοιμίοις] Ὅσα ἤκουσας, ὡς προοίμιον ἀκούειν σε χρή. ἤ, μηδ’ ὅλον τὸ προοίμιον δι’ αὐτῶν πεπληρῶσθαι. μηδ’ ἐπῶν προοιμίοις: Διττόν ἐστι τοῦτο.
sch 741b [5] «ταῦτα ἃ εἶπον ἀληθῆ λίαν νόμιζε καὶ μηδὲ ψευδῆ». καὶ γὰρ οἱ σοφοὶ ἐν τοῖς προοιμίοις τῶν λόγων αὐτῶν ἔλεγον ψευδῆ· ἡνίκα δὲ περὶ τῶν πραγμάτων αὐτῶν γυμνῶν ἔλεγον, γυμνῇ τῇ ἀληθείᾳ ἐχρῶντο. καί ἐστιν ὡς ἀπὸ τούτου. ἢ ὅτι «οὐδὲ χώραν ταῦτα ἔχουσι προοιμίου· ἃ γὰρ εἶπον, μικρά εἰσι πρὸς τὰ ἄλλα». A (contuli et D). PPd (continuatur cum 741b): Ὁ τὴν προλεχθεῖσαν οὖν δεχόμενος ἔννοιαν συντασσέτω καὶ «προοιμίους», ἤγουν ψευδεῖς, κατὰ πτῶσιν αἰτιατικήν.
sch 742 Mediceus: ἰώ μοί μοι] Ἐπὶ τοῖς ῥηθησομένοις δυσχεραίνει ἡ Ἰώ. DNV: σὺ δ’ αὖ κέκραγας κ.
sch 743a τ.λ. (743—744) PPd: σὺ δ’ αὖ κέκραγας· Σὺ δὲ κλαίεις καὶ στενάζεις· τί ποιήσεις ἐὰν καὶ τἄλλα μάθῃς κακά; Mediceus et gll.
sch 743c in PW: κἀναμυχθίζῃ] Ποιᾶς φωνῆς καὶ στεναγμοῦ εἶδος. Pgl (alterum), Pdgl: κἀναμυχθίζῃ] Γρ.
sch 743d [5] «ἀναμοχθίζῃ», ἀντὶ τοῦ «ἐκ δευτέρου θρηνεῖς». μινυρίζεις, κλαίεις, λυπῇ· ἐκ τῶν μυκτήρων ἐκπέμπῃ φωνήν· σπαράττῃ (?). (743—746) ἦ γάρ τι λοιπόν: Ὁ χορὸς ἀκούσας τοῦ Προμηθέως εἰπόντος πρὸς τὴν Ἰώ, «σὺ δὲ κλαίεις ἐπὶ τούτοις οἷς ἤκουσας· τί ποιήσεις λοιπὸν ἐὰν μάθῃς καὶ ἃ μέλλεις ἔτι παθεῖν,» φησὶ πρὸς αὐτὸν κατ’ ἐρώτησιν· «ἆρα λέξεις τι ἐπίλοιπον τῶν βλαβῶν ταύτῃ;» ἀντὶ τοῦ, ἄλλο τι λυπηρὸν εἴπῃς ταύτῃ; ὁ δὲ Προμηθεὺς ἀποκριθεὶς λέγει· «τὸ δυσχείμερόν γε πέλαγος τῆς ἀτηρᾶς (καὶ βλαβερᾶς) δύης (καὶ κακοπαθείας) εἴποιμι»· ἤτοι τὸ πλῆθος τῶν ἐσομένων αὐτῇ κακῶν.
sch 745 τὸ δὲ «δυσχείμερον» πρὸς τὴν τῶν κακῶν αὐτῆς ποιότητα ἔφησεν. A (om. C; contuli et D). Mediceus: «Πέλαγός» ἐστι πλῆθος τῶν ἐσομένων αὐτῇ κακῶν· τὸ δὲ «δυσχείμερον» πρὸς τὴν ποιότητα.
sch 747 [5] (747—751) τί δῆτ’ ἐμοὶ κέρδος: Ἀκούσασα ἡ Ἰὼ τοῦ Προμηθέως εἰπόντος ὅτι καὶ ἄλλα πολλὰ κακὰ μέλλει παθεῖν αὕτη, φησί· «ποία μοι ὠφέλεια τοῦ ζῆν, ἀλλ’ οὐ ταχέως ἔρριψα ἐμαυτὴν ἀπὸ ταύτης τῆς τραχείας πέτρας καὶ ὑψηλῆς», ὅπου ἦν ἐσταυρωμένος ὁ Προμηθεύς, «ὡς ἂν εἰς τὴν γῆν καταπεσοῦσα (ἤτοι φονευθεῖσα) ἀπηλλάγην τῶν πολλῶν πόνων; κρεῖσσον γὰρ καὶ βέλτιον ἅπαξ ἀποθανεῖν παρὸ ζῆν καὶ τὰς ὅλας ἡμέρας κακοπαθεῖν.» A (contuli et D). (752—756) ἦ δυσπετῶς ἄν: Ὁ Προμηθεὺς ἰδὼν τὴν Ἰὼ λυπουμένην δι’ ἃ πάσχει κακά, φησὶ πρὸς αὐτήν· «ὄντως ἂν δυσχερῶς τὰς ἐμὰς κακοπαθείας ὑπέμεινας καὶ ἐκαρτέρησας»· τὸ γὰρ «φέροις» ἀντὶ τοῦ «ἔφερες».
sch 752 [5] τοῦτο δὲ Ἀττικόν, τὸ τοὺς εὐκτικοὺς ἐνεστῶτας ἀντὶ τῶν παρῳχημένων λαμβάνειν. «ᾧτινι, ἐμοί, οὐκ ἔστι πεπρωμένον ἀποθανεῖν, οἷα θεῷ· τοῦτο γὰρ ἂν (ἤτοι τὸ θανεῖν) ἦν μοι ἐλευθερία τῶν δεινῶν· νῦν δὲ οὐκ ἄλλο τι πρόκειται τέλος τῶν ἐμῶν κακοπαθειῶν, πρὶν ἂν ὁ Ζεὺς ἐκβληθῇ τῆς βασιλείας». A (om. C; contuli et D). P * : αὕτη] Πρὸς τὸ ἐπιφερόμενον «ἀπαλλαγή».
sch 754 καὶ γὰρ οὐδέτερον ἔμελλε πρὸς τὸ «πεπρωμένον»· ἀλλ’ εἶπε πρὸς τὸ «ἀπαλλαγὴ» θετικὸν τὸ «αὕτη». Mediceus: Ὡς ἀπιστοῦσα ἐρωτᾷ.
sch 757b Dgl et V: Ὡς ἀπιστοῦσα ἐρωτᾷ τῷ μέλλειν πεσεῖν τὸν Δία τῆς βασιλείας. Xgl: Ἔνι ποτὲ ἐκπεσεῖν τὸν Δία τῆς ἀρχῆς; Cgl: ἥδοιμ’ ἄν] Εὐφραινοίμην.
sch 758b V: τήνδ’ ἰδοῦσα συμφοράν] Ταύτην τὴν συμφορὰν ἰδοῦσα, ἤγουν τὸ ἐκπεσεῖν τὸν Δία τῆς βασιλείας τῶν θεῶν. «συμφορὰν» λέγει τὴν σύμβασιν. Dmarg et V: Πῶς δ’ οὐκ ἂν εὐφράνθην ἐγώ, ἥτις ἐξ αὐτοῦ πολλὰ κακὰ καὶ ἐπαχθῆ πάσχω; ὡς τοίνυν ὄντων τῶνδε: Ἤτοι, ὡς βεβαίων καὶ ἀληθινῶν καὶ ἡδρασμένων καὶ ἐνεστώτων τούτων ὄντων, πάρεστί σοι μαθεῖν.
sch 760 A. gll.
sch 761 in PPd: τύραννα] Γρ. τυράννου. καὶ τυραννικά· τὸ ἁπλοῦν ἀντὶ τοῦ κτητικοῦ. Cgl: αὐτὸς πρὸς αὐτοῦ] Ὑπέρβατον.
sch 762b Mediceus: Οὐκ εἰδὼς γὰρ λήψεται Θέτιν, ἥτις τέξεται τὸν ἐκβάλλοντα αὐτὸν τῆς ἀρχῆς. Mediceus: εἰ μή τις βλάβη] Σοὶ τῷ λέγοντι καὶ ἐμοί.
sch 764a γαμεῖ γάμον τοιοῦτον: Ἤτοι· οὐκ εἰδὼς γάρ, φησί, λήψεται τὴν Θέτιν, ἥτις τέξεται τὸν μέλλοντα ἐκβαλεῖν αὐτὸν ἀπὸ τῆς ἀρχῆς. A. Cgl: γαμεῖ γάμον] Τῶν Ἀττικῶν· ἔνθα λήγει τὸ ῥῆμα, ἄρχεται τὸ ὄνομα.
sch 765a [5] (765—768) θέορτον ἢ βρότειον: Ζηλοτυποῦσα ἐρωτᾷ ἡ Ἰὼ τὸν Προμηθέα ὅτι «ὁ γάμος ὃν μέλλει γαμῆσαι ὁ Ζεὺς θέορτος ἔσται (ἤτοι θεᾶς τινος) ἢ ἀνθρώπου; εἰπέ μοι, ἐὰν ἔστι σοι δυνατὸν ῥηθῆναι τοῦτο». ὁ δέ φησι πρὸς αὐτήν, «τί δ’ ὅντινα (ἀντὶ τοῦ, διὰ τί ἐρωτᾷς ὅντινα καὶ ποῖον γάμον γαμήσει ὁ Ζεύς); οὐ γὰρ πρέπει λέγεσθαι τοῦτο.» εἶτα πάλιν ἐρωτᾷ ἡ Ἰώ, «ἆρα παρὰ τῆς γυναικὸς αὐτοῦ, Ἥρας, ἐκβληθήσεται τῆς βασιλείας;» ὁ δὲ Προμηθεὺς ἀξυμφανῶς φησιν, «ἥτις τέξεται παῖδα κρείττονα τοῦ πατρὸς αὐτοῦ, ἐκείνη καταβιβάσει τῆς βασιλείας αὐτόν». A (om. C; contuli et D). Mediceus: θέορτον κ.
sch 765b τ.λ.] Ἅμα ζηλοῦσα ἐρωτᾷ. V: θέορτον: Ἀπὸ τοῦ θεοῦ κινηθέντα· ἐκ τοῦ «ὄρω» τὸ διεγείρω, καὶ τοῦ «θεός».
sch 768a Mediceus: ἣ τέξεταί κ.τ.λ.] Οὐχ ἡ Ἥρα. gll.
sch 768b in DPW: Οὐχ ἡ Ἥρα, ἀλλ’ ἥτις τέξεται παῖδα ἰσχυρότερον. VXa (in hoc ad 764): οὐδ’ ἔστιν αὐτῷ: Τῷ Διί τις ἀποδίωξις τῆς τοιαύτης τύχης, ἤγουν τοῦ μὴ συνελθεῖν τοιούτῳ γάμῳ.
sch 771 V: Τίς οὖν ἔνι ὅστις μέλλει λῦσαί σε ἀπὸ τῶν δεσμῶν, μὴ βουλομένου τοῦ Διὸς καὶ θέλοντος; V: Πρέπει εἶναι αὐτόν, τὸν μέλλοντά με λῦσαι τοῦ τοιούτου δεσμοῦ, ἕνα, φημί, τῶν σῶν ἐγγόνων.
sch 772a [5] (αἰνιγματωδῶς λέγει τὸν Ἡρακλέα). εἰ μὴ κἀκεῖνος ἥξει, οὐκ ἂν ἐλευθερωθήσομαι κἀγώ πώποτε τοῦ δεσμοῦ καὶ τῆς τληπαθείας ᾗ ἀεὶ κατέχομαι. Cgl: Τὸν Ἡρακλέα αἰνίττεται.
sch 772c Ya: Ἀποκείμενόν ἐστιν εἶναι αὐτόν, τὸν λύσοντά με ἀπὸ τῶν δεσμῶν, ἕνα τῶν σῶν ἐκγόνων. αἰνίττεται δὲ τὸν Ἡρακλέα. CDPPdV: τρίτος γε γένναν πρὸς δέκ’ ἄλλαισι: «Τρισκαιδέκατος», φησίν, «ἔσται ἀπὸ σοῦ κατὰ γενεὰν ὁ μέλλων λῦσαί με τῶν δεσμῶν».
sch 774a [5] λέγει δὲ τὸν Ἡρακλέα· οὗτος γὰρ τρισκαιδέκατος ἀπὸ τῆς Ἰοῦς, οὕτως· (tum 774b, nullo intervallo). Πρώτη ἡ Ιώ.
sch 774b [5] ἀφ’ ἧς Ἔπαφος· οὗ Αἴγυπτος καὶ Δαναός· οὗ ἡ θυγάτηρ Ὑπερμήστρα, ἡ φυλάξασα τὸν ἄνδρα ἑαυτῆς Λυγκέα, τὸν υἱὸν Αἰγύπτου, καὶ μὴ ἀνελοῦσα ὡς αἱ λοιπαὶ ἀδελφαί· ἧς Ἄβας· οὗ Προῖτος· οὗ Ἀκρίσιος· οὗ Δανάη· ἧς Περσεύς· οὗ Ἀλκαῖος· οὗ Ἠλεκτρύων· οὗ Ἀλκμήνη· ἀφ’ ἧς καὶ Ἀμφιτρύωνος (ἢ Διός) τρισκαιδέκατος ὁ Ἡρακλῆς. A (contuli et D). P * : Τρισκαιδέκατος γόνος εὑρεθείη ὁ Ἡρακλῆς, εἰ οὕτως ἀριθμοίη καὶ γενεαλογοίη ὁ ἐρευνῶν, ἀπὸ τοῦ Ἐπάφου τοῦ πρώτου γόνου τοῦ γεννηθέντος ἐκ τῆς Ἰοῦς ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· ἐκ τῆς Ἰοῦς Ἔπαφος· οὗ Λιβύη· ἧς Βῆλος· οὗ Δαναός· οὗ Ὑπερμήστρα, ἡ μὴ κτείνασα τὸν ὁμόζυγον· ἧς Ἄβας· οὗ Προῖτος· οὗ Ἀκρίσιος· οὗ Δανάη· ἧς Περσεύς· οὗ Ἠλεκτρύων· οὗ Ἀλκμήνη· ἧς Ἡρακλῆς CDPPdV (in his continuatur cum 774b): Ὡς μὴ νοήσασα τὸ ῥηθὲν τοῦτο, λέγει ἡ Ἰώ· «αὕτη ἡ χρησμῳδία, οὗτος ὁ λόγος ὃν λέγεις, οὐδαμῶς ἐστὶν εὐκόλως καὶ καλῶς νοούμενος».
sch 775b Mediceus: οὐκέτ’ εὐξύμβλητος] Ἐμοὶ οὐ νοητή. CDPPdYa: μή μοι προτείνων: Λέγων τὰ πρὸς ἡδονὴν καὶ ὠφέλειαν, καὶ εἰς μέσον ταῦτα προθείς, εἶτα μὴ ἀφαίρει τὴν ἐκ τούτων ἡδονήν, καταλέγων μοι ἅπαντα.
sch 778a [5] (778—781) δυοῖν λόγοιν σε: Ἤτοι, «ἐκ δύο τινῶν λόγων καὶ ὑποθέσεων σοι τὸ ἕτερον δωρήσομαι τούτων». εἶτά φησιν ἡ Ἰώ, «ποίοιν λόγοιν εἶπας; αὐτὸς πρόδειξον, καὶ οὕτως ἐμοὶ αἵρεσιν δίδου ποῖον ἐκ τούτων λάβοιμι». εἶτα πρὸς αὐτὴν λέγει ὁ Προμηθεύς, «ἰδού, δίδωμί σοι αἵρεσιν· πρόκρινε γάρ, ἢ τὰ ἐπίλοιπα τῶν σῶν πόνων λέξω σαφῶς, ἢ τὸν μέλλοντα λῦσαι ἐμὲ ἀπὸ τῶν δεσμῶν». A (contuli et D). Mediceus: Τῷ ἑτέρῳ τῶν δύο σοι χάριν δώσω.
sch 782 [20] (780—791) τούτων σὺ τὴν μὲν τῇδε: Ἀκούσας ὁ χορὸς τοῦ Προμηθέως εἰπόντος πρὸς τὴν Ἰὼ ὅτι «ἑλοῦ δυοῖν θάτερον, ἢ τὰ ἐπίλοιπα τῶν σῶν πόνων εἴπω, ἢ τὸν λύσοντά με τῶν δεσμῶν μαθεῖν», φησὶ πρὸς αὐτὸν ὁ χορός· «τὴν μὲν μίαν χάριν θέλησον πληρῶσαι τῇ Ἰοῖ, ἤτοι τὸ εἰπεῖν αὐτῇ τὴν λοιπὴν πᾶσαν πλάνην ἣν ἔτι μέλλει πλανηθῆναι· ἐμοὶ δὲ τὴν ἑτέραν δὸς χάριν, ἤτοι εἰπεῖν μοι καὶ ἀναδιδάξαι με τίς ὁ μέλλων λῦσαί σε· τοῦτο γὰρ θέλω μαθεῖν». εἶτα κοινῶς πρός τε τὸν χορὸν καὶ τὴν Ἰώ φησιν ὁ Προμηθεύς· «ἐπεὶ θέλετε καὶ προθυμεῖσθε μαθεῖν, οὐκ ἀντιστῶ ὑμῖν εἰς τὸ μὴ εἰπεῖν καὶ σαφηνίσαι πᾶν ὅσον θέλετε μαθεῖν. καὶ πρῶτόν σοι, τῇ Ἰοῖ, εἴπω τὴν πολύστροφον πλάνην, ἥντινα ἐγγράφου σὺ ἐν ταῖς δέλτοις καὶ ταῖς βίβλοις τῆς διανοίας σου, ταῖς μνήμοσι καὶ ταῖς μνημονευτικαῖς». τοῦτο δὲ καὶ Πίνδαρός φησι, λέγων «ποτὶ φρένας ἐμὰς γέγραπται», τὴν ἀκριβῆ κατάληψιν αἰνιττόμενος. «τότε δὲ», φησίν, «ἐγγράφου ταῖς σαῖς διανοίαις τὴν σὴν πολύστροφον πλάνην, ὅταν περάσῃς τὸν ποταμὸν τὸν Τάναιν.» τοῦτον γὰρ λέγει ὅρον (καὶ ὁρισμὸν καὶ διαχώρισμα) τῶν ἠπείρων, ἤτοι τῶν δύο γαιῶν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας, ὡς ὁ περιηγητής φησιν· «Εὐρώπην δ’ Ἀσίης Τάναις διὰ μέσον ὁρίζει». ὁ δὲ Νεῖλος τὴν Ἀσίαν καὶ τὴν Λιβύην. «πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς», ἤγουν πρὸς τὴν ἀνατολήν, ἔνθα βαδίζει ὁ ἥλιος. A (contuli et D). Mediceus: μνήμοσιν δέλτοις φρενῶν] Καὶ Πίνδαρος· «ποτιφρένας ἐμὰς γέγραπται».
sch 790 Mediceus: ῥεῖθρον] Τὸν Τάναιν ποταμόν· «Εὐρώπην δ’ Ἀσίης Τάναις διὰ μέσον ὁρίζει». Cgl: ἡλιοστιβεῖς] Ἤγουν περιπατουμένας ὑπὸ τοῦ ἡλίου.
sch 792 Hic textus Aeschyleus valde incertus; glossemata igitur trado paene omnia quae in nostris inveni, si forte inter ea veritas lateat. gll.
sch 792a in BCN: πόντου (BC) vel πόντον (N?)] Ἔσω δηλονότι. Pgl: πόντον (–ου suprascr.
sch 792b )] Εὐξείνου εἴσω. gll.
sch 792c in DPdW: πόντον (DW) vel πόντου (Pd)] Λείπει τὸ «ἔσῃ». gll.
sch 792d in CNPPd: περῶσα] Διερχομένη. gll.
sch 792e [5] ad φλοῖσβον] Ἀφρώδη Mediceus et B, Nc, Xc. Τὸν Εὐφράτην C. Ἡ ταραχὴ ἡ γινομένη ἀπὸ τῶν κυμάτων P. πρὸς Γοργόνεια πεδία: Ἡ Κισθήνη πόλις ἐστὶ Λιβύης ἢ Αἰθιοπίας· περὶ τὰ μέρη δὲ αὐτῆς κατοικοῦσιν αἱ Φορκίδες καὶ αἱ Γοργόνες, γυναῖκες οὕτω καλούμεναι, αἱ θυγατέρες Φόρκυνος τοῦ υἱοῦ τοῦ Πόντου καὶ τῆς Γῆς, καὶ Κητοῦς τῆς αὐτοῦ ἀδελφῆς· αὐτῇ γὰρ συμμιγεὶς ταύτας ἀπέτεκε.
sch 793a [10] καὶ αἱ μὲν Φορκίδες ἦσαν τρεῖς· ἡ Ἐνυώ, ἡ Πεφριδῴ, καὶ ἡ Δεινώ. καὶ εἶχον εἶδος κύκνων· ἦσαν δὲ καὶ μονόδοντες· εἶχον δὲ καὶ αἱ τρεῖς ὀφθαλμὸν ἕνα, καὶ ἑτέρα παρ’ ἑτέρας λαμβάνουσα τὸν ὀφθαλμὸν ὅτε ἤθελεν, ἔβλεπε, καὶ πάλιν ἀπεδίδου τῇ ἑτέρᾳ. αἱ δὲ Γοργόνες ἦσαν ἡ Σθενὼ καὶ ἡ Εὐρυάλεια καὶ ἡ Μέδουσα· εἶχον δὲ καὶ αὗται ἕνα ὀφθαλμόν, ὥσπερ καὶ αἱ Φορκίδες· ἦσαν δὲ πτερωταὶ καὶ τρίχας δράκοντος ἔχουσαι· ἃς εἴ τις εἶδεν ἄνθρωπος, εὐθὺς ἐτελεύτα. A (contuli et D). DPPdV (continuatur cum 793a): Εἶχον δὲ καὶ συῶν μεγάλων ὀδόντας, χεῖρας χαλκᾶς, καὶ πτέρυγας αἷς ἐπέτοντο.
sch 793c Mediceus: πρὸς Γοργόνεια κ.τ.λ.] Τερατεύεται. Mediceus (in altero margine): Κισθήνη πόλις Λιβύης ἢ Αἰθιοπίας.
sch 793e Pgl: Κισθίνης (sic in textu poetico)] Γρ. Κισθήνης· ἔστι δὲ πόλις ἢ Λιβύης ἢ Αἰθιοπίας. Mediceus gl et Bgl: δηναιαὶ] Αἱ γραῖαι.
sch 795a Dgl et PPd: κυκνόμορφοι] Ἃς καὶ «κυκνομόρφους» φησίν, ἢ διὰ τὸ εἶναι αὐτὰς λευκάς, ἢ διὰ τὸ ἔχειν τραχήλους μακρούς. Mediceus: κοινὸν ὄμμ’ ἐκτημέναι] Τοῦτο κατὰ διαδοχὴν εἰς χεῖρα λαμβάνουσαι ἐφύλασσον.
sch 797a gll. in PPd: Κάτω γὰρ κατῴκουν τῆς γῆς. Pmarg: Διὰ τὸ κατοικεῖν αὐ〈τὰσ〉 εἰς κατώρυχ〈ασ〉.
sch 801a [5] (801—806) τοιοῦτον μέν σοι: Τοιοῦτον μέν σοι λέγω τοῦτο ἄξιον φυλάξασθαι. ἄλλην δὲ μάθε δυσχερῆ καὶ κακίστην ὄψιν· φύλαξαι δὲ καὶ πρόσσχες μήπως ἀπέλθῃς ἔνθα εἰσὶν οἱ ἀκραγεῖς κύνες, ἤγουν οἱ γρῦπες, οἱ ἀεὶ κρώζοντες λίαν, ἢ κράζοντες· περὶ ὧν Ἡσίοδος πρῶτος ἐτερατεύσατο. φύλαξαι δὲ καὶ τὸν μουνῶπα στρατόν (ἤτοι τὸν μονόφθαλμον) τὸν Ἀριμασπόν, τὸν ἐν τοῖς ἵπποις βαίνοντα (ἤτοι τὸν πολεμικόν), οἵτινες οἰκοῦσι περὶ τὸ νᾶμα τοῦ πόρου (καὶ τοῦ ὁρισμοῦ) τοῦ Πλούτωνος. Πλούτων δέ ἐστι ποταμὸς Αἰθιοπίας· οὕτω δὲ λέγεται ἀπὸ τοῦ πολὺν ἐκεῖσε καταρρεῖν τὸν χρυσόν. A (contuli et D). Pmarg et (partim) Pdgl: τοιοῦτο κ.
sch 801b τ.λ.] Ἀπόθεσις τὸ σχῆμα. Mediceus: τοιοῦτο] Ὅ σε δεῖ φυλάξαι.
sch 801d Cgl: Τοιαύτην φυλακήν σοι λέγω. ἀσφάλειαν. Mediceus (in altero margine) et gll.
sch 801e in PPdY: φρούριον] Καταγωγήν, ἣν ὀφείλεις φυλάξασθαι. Pgl: ἄκουσον] Μάθε.
sch 802b Pgl (alterum) ἄκουσον] Αἴσθησιν ἀντ’ αἰσθήσεως. Mediceus: ὀξυστόμους κ.
sch 803a τ.λ.] Πρῶτος Ἡσίοδος ἐτερατεύσατο τοὺς γρῦπας. CWaXa: ἀκραγεῖς κύνας: Εἰ μὲν «ἀκραγεῖς» γράφεις, λέγει τοὺς πολλὰ κρέα ἄγοντας, ἤτοι τοὺς ἁρπακτικοὺς καὶ οἱονεὶ ὠμηστάς· τὸ γὰρ α ἐπὶ πολλοῦ λαμβάνεται.
sch 803b [10] εἰ δὲ γράφεις «ἀκρατεῖς» (?), λέγει τοὺς εἰς ἄκρον καὶ ὕψος ἀνάγοντας ἑαυτούς, καὶ οἱονεὶ ἀκραναεῖς (?) τινὰς ὄντας· ἢ τοὺς ἐν ἄκροις τῶν ὀρῶν τὰς νεοσσιὰς πηγνύντας, καὶ εἰς ὕψος πετομένους. ἢ τοὺς «ἀκραγγεῖς», παρὰ τὸ ἀεὶ κράζειν (ἤτοι βοᾶν)· πολυφθόγγους δὲ διὰ τὸ ἀναιδὲς τοῦ Ζηνὸς λέγει τούτους, διὰ τὸ εἶναι ἰσχυροὺς καὶ μεγάλους. Cgl: μουνῶπα] Τὸν μονόφθαλμον, ἤγουν τὸν Σκυθικόν.
sch 804b [5] N: μουνῶπα: Ὁ μονόφθαλμος· οὐχ ὅτι εἰσὶ μονόφθαλμοι (οὐ γὰρ ἡ φύσις ἐποίησε τὸ τερατωδέστερον), ἀλλ’ ὅτι εἰσὶ τοξόται καὶ οὕτως, τοξεύοντες, ἔμυον τὸν ἕνα ὀφθαλμόν. ἢ ἐκ πατρός· εἶχον γὰρ οὗτοι πατέρα κεκτημένον τὸν ἕνα ὀφθαλμὸν μικρότερον. ἢ ὅτι περὶ Σκύθας «ἀριμασπὸς» λέγεται ὁ μονόφθαλμος· ἐκεῖνοι γὰρ λέγουσι τὸ «ἀρὶ» ἕν, καὶ τὸ «μασπὸν» ὀφθαλμόν. Pgl: μουνῶπα στρατόν] Ἔθνος οἱ Κυνοκέφαλοι.
sch 805a marg. in BX: Ἀριμασπὸν] «Ἀρι» γὰρ λέγουσι κατὰ οἰκείαν διάλεκτον οἱ ἐκεῖσε οἰκοῦντες τὸ ἕν, «μασπον» δὲ τὸν ὀφθαλμόν· ἐν τῷ τοξεύειν γὰρ οὗτοι μύουσι τὸν ἕνα ὀφθαλμόν. C, Wamarg, Xa: Ἀριμασπὸς ἐτυμολογεῖται ἀπὸ τοῦ «ἐν τῷ Ἄρει μαίνεσθαι»; τινὲς δὲ ἀπὸ τοῦ «ἐν τῷ Ἄρει» καὶ τοῦ «μασπῶ» τὸ μετὰ αὐθαδείας κινεῖσθαι.
sch 805c D: Διὰ τὸ μύειν τὸν ὀφθαλμὸν τοξεύοντας, διὰ τὸ εὐστόχως βάλλειν. Q et gll.
sch 805d in PPd: Ἀριμασπὸς λέγεται ὁ μονόφθαλμος Αἰγυπτιακῶς, ἐκ τοῦ «ἀρι» ὃ δηλοῖ τὸ ἓν καὶ τοῦ «μασπὸς» ὁ ὀφθαλμός. Dgl: ἀμφὶ νᾶμα κ.
sch 806a τ.λ.] Περὶ τὸν Νεῖλον. Mediceus: Πλούτωνος] Τοῦ πλουσίου ποταμοῦ Αἰθιοπίας, οὕτως λεγομένου ἀπὸ τοῦ πολὺν εἶναι ἐκεῖ χρυσόν.
sch 806c Cgl: Τοῦ Πακτωλοῦ, ἤγουν τοῦ πλουτοποιοῦ. Wgl: Ἤγουν τοῦ Νείλου· τοῦ Πακτωλοῦ.
sch 806e Xgl: Ἤγουν τοῦ Πακτωλοῦ. (807—812) τούτοις σὺ μὴ πέλαζε: «Τούτοις», φησίν, «οἷς εἶπον Ἀριμασποῖς μὴ πλησιάσῃς· εἰς μακρὰν δὲ γῆν ἔλθῃς, εἰς τὸ κελαινὸν φῦλον, ἤτοι εἰς τὸ μέλαν γένος», (λέγει δὲ τοὺς Αἰθίοπας) «οἵτινες κατοικοῦσι πρὸς ταῖς πηγαῖς τοῦ ἡλίου, ἔνθα ἐστὶ καὶ ὁ ποταμὸς ὁ λεγόμενος Αἰθίοψ.
sch 807a [5] καὶ παρὰ τὰς ὄχθας τούτου ἕρπε καὶ βάδιζε, ἕως ἂν ἐξέλθῃς τὸν καταβασμόν·» ὁ δὲ καταβασμὸς ὄρος ἐστὶ διαχωρίζον Λιβύην καὶ Αἴγυπτον· «ὅπου, εἰς τὸ ὄρος, ἐκπέμπει ὁ Νεῖλος γλυκὺ ῥεῦμα τίμιον τοῖς ἐκεῖ, ἀπὸ τῶν ὀρῶν τῶν Βυβλίνων». ἡ δὲ Βύβλος πόλις ἐστὶν Αἰγύπτου. ἀπὸ τῆς γινομένης ἐν τοῖς ὄρεσι τούτοις βύβλου βοτάνης τὰ Βύβλινα ὄρη ὁ ποιητὴς ἐπλάσατο. A. CWa (continuatur cum 807a): Βύβλινα ὄρη ἐκλήθησαν ἀπὸ τῶν δένδρων τῶν βυβλίνων τῶν ὄντων ἐν αὐτοῖς· ἀφ’ ὧν τῶν δένδρων ἐλάμβανον οἱ ἄνθρωποι τὰ δέρματα αὐτῶν καὶ ἔγραφον, πρὸ τοῦ εὑρεθῆναι τὰς νῦν χάρτας.
sch 807b ἀφ’ ὧν καὶ «βιβλία» τὰ νῦν γραφόμενα καλοῦμεν, ὡς ἀπὸ τοῦ ὀνόματος τούτων τῶν δένδρων. Cgl: κελαινὸν φῦλον] Ἤγουν τοὺς Σαρακηνούς.
sch 809a gll. in PPd: πηγαῖς] Καὶ ἐν ταῖς ἀρχαῖς, ἤγουν εἰς τὸν Ὠκεανόν. Mediceus gl: Αἰθίοψ] Ὁ Νεῖλος.
sch 809c gll. in CPPdWX: Ὁ Γάγγης. Mediceus: Καταβασμὸς ὄρος διορίζον Λιβύην καὶ Αἴγυπτον.
sch 811b Mediceus (in altero margine): Βιβλίνων ὀρῶν] Ἀπὸ τῆς γινομένης παρ’ αὐτοῖς βύβλου ἔπλασεν τὰ Βίβλινα ὄρη. Bgl: Βυβλίνων] Σεληναίων.
sch 813a [10] (813—814) οὗτός ς’ ὁδώσει: «Οὗτος», φησίν, «ὁ καταβασμὸς ὁδηγήσει σε καὶ ἄξει εἰς τὴν γῆν τὴν Νειλῶτιν, ἤγουν τὴν Αἰγυπτίαν, τὴν τρίγωνον». διὰ τοῦτο δὲ λέγεται «τρίγωνος» αὕτη, ὅτι ἐν Αἰγύπτῳ ὁ Νεῖλος ἐξερχόμενος κατὰ καιρὸν τὰ τῆς Αἰγύπτου πάντα πεδία κατήρδευεν. ἔνθα καὶ ἦν ἰδεῖν ἔριν πρὸς ἀλλήλους τῶν Αἰγυπτίων φιλονεικούντων, ὡς τοῦ μὲν τὴν γῆν πλεῖον, τοῦ δὲ ὀλίγον ἢ οὐδέν τι κατήρδευσε. ταῦτ’ ἄρα καὶ οἱ Αἰγύπτιοι, ὅρους ταῖς αὐτῶν γαῖς ἐπιθεῖναι σπουδάζοντες, σχηματογραφοῦντες αὐτὰς ἐνεχάρασσον, τὴν μὲν τρίγωνον, ἑτέραν δὲ τετράγωνον σχηματίζοντες· ἀφ’ ὧν καὶ τοῖς φιλοσόφοις τὰ γραμμικὰ σχήματα ἐφευρέθησαν. A (contuli et DNcSjWaXcYa). Cgl: τὴν τρίγωνον ἐς χθόνα] Τὴν Αἴγυπτον, ἢ τὴν Ἀλεξάνδρειαν.
sch 813c [5] Ya et marg. in DW: τὴν τρίγωνον ἐς χθόνα] Figura triangularis, cum inscriptionibus: Σχῆμα τῆς Αἰγύπτου, D; Τοιοῦτόν ἐστι τὸ σχῆμα τῆς Αἰγύπτου, δελτωτόν WYa. PPdQYa: «Ἀποικία» ἐλέγετο παρὰ τοῖς παλαιοῖς ὅταν ἐπλήθυναν οἱ ἄνθρωποι ἐν οἵᾳ δή τινι χώρᾳ, καὶ ἐξέβαλον ἀπ’ αὐτῶν τινας, καὶ οἱ ἐκβληθέντες ἐν ἄλλῃ χώρᾳ κατῴκησαν· μετὰ ταῦτα δὲ ἐκαλεῖτο ἡ χώρα ἐκείνη, ἧς ἐξῆλθον, τούτων μητρόπολις.
sch 815 Mediceus: κτίσαι] Ἀντὶ τοῦ οἰκῆσαι. Mediceus: ψελλόν] Ἄσημον, ἄναρθρον.
sch 816b [5] (816—817) DNPPdV: ψελλόν τε καὶ δυσεύρετον: Ἀπὸ τούτων ὧν σοι εἶπον, εἴ τι δύσγνωστον καὶ ἀσαφές ἐστιν (ἀπὸ μεταφορᾶς τῶν ψελλιζόντων παιδίων, καὶ ἄγνωστον ποιούντων τὸ λαληθέν), πάλιν ἐρώτησον, καὶ διασαφηνίσω σοι τοῦτο. Mediceus et gll.
sch 817 in BPPd: ἐπαναδίπλαζε] Ἐπανερώτα. Mediceus gl: ἢ θέλω] Ἤπερ θέλω.
sch 819a [5] (819—822) CDNPPdV: εἰ μέν τι τῇδε λοιπόν: Ὁ χορὸς πρὸς τὸν Προμηθέα φησίν· «εἰ μέν τι καὶ ἕτερον μέλλεις εἰπεῖν τῇ Ἰοῖ, καὶ οὐκ ἔφθης εἰπεῖν ἐπὶ τῷ παραδραμεῖν τὸν σὸν λογισμὸν καὶ οἷον ἐκφυγεῖν (ἢ παρειμένον ἀντὶ τοῦ, ὃ μέλλων εἰπεῖν παρῆκας διά τι παρεμπεσόν), πάλιν εἰπὲ αὐτῇ καὶ τοῦτο. εἰ δὲ πάντα εἶπας, πλήρωσον καὶ ἡμῖν τὴν χάριν ἥν σε ζητοῦμεν· μέμνησαι δέ που τίς ἐστιν αὕτη». λέγει δὲ τὸ εἰπεῖν τίς ἐστιν ὁ μέλλων λῦσαι αὐτὸν τοῦ δεσμοῦ. Mediceus: παρειμένον] Ὃ παρῆκας.
sch 821a Mediceus: Φιλανθρώπως αἱ Ὠκεανίδες ἡγοῦνται χάριν ἰδίαν τοῦ ἀκοῦσαι τῆς λύσεως αὐτοῦ. Ya et gll.
sch 821b [5] in PPd: Φιλανθρώπως αἱ Ὠκεανίδες χάριν ἰδίαν ἡγοῦνται τὸ ἀκοῦσαι τὸν λύσοντα τὸν Προμηθέα. (823—828) τὸ πᾶν πορείας: Ὁ Προμηθεύς φησι πρὸς τὸν χορὸν ὅτι «ἡ Ἰὼ ἅπαν τὸ πλήρωμα τῆς ἑαυτῆς πλάνης μεμάθηκεν· ἵνα δὲ γνῷ καὶ μάθῃ ὅτι οὐ ψευδῶς ταῦτα εἶπον αὐτῇ, φράσω καὶ διηγήσομαι καὶ ἃ ἐκακοπάθησε πρὸ τοῦ ἐλθεῖν ἐνταῦθα, δοὺς τεκμήριον καὶ σημεῖον τῶν ἐμῶν λόγων ὅτι ἀληθεῖς εἰσι τοῦτο, τὸ εἰπεῖν τὰ προγεγονότα εἰς αὐτήν.
sch 823 τοὺς μὲν οὖν πολλοὺς λόγους ἐάσω· πρὸς αὐτὸ δὲ τὸ κεφάλαιον τῶν σῶν πλανημάτων πορεύσομαι». A (contuli et D). Bgl P * : εἰδῇ] Εἴδημι· καὶ ὁ παρατατικὸς «εἴδω» .
sch 824 ... ἐὰν εἰδῇ. P * : «Τέρμα» λέγεται ἡ κεφαλὴ καὶ τὸ ἄκρον· ἐνταῦθα δὲ τὴν κεφαλήν φησιν.
sch 829a [10] (829—841) ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ δάπεδα: «Ἐπεῖ γὰρ ἦλθες πρὸς τὴν γῆν τῶν Μολοσσῶν καὶ περὶ τὴν Δωδώνην, τὸ ὄρος τὸ αἰπύνωτον καὶ ὑψηλόν, ὅπου μαντεῖα εἰσὶ καὶ θῶκος καὶ θρόνος τοῦ Θεσπρωτοῦ Διός, καὶ ὅπου εἰσὶ τὸ σημεῖον τὸ ἄπιστον, αἱ προσαγορεύουσαι καὶ μαντευόμεναι δρύες»· ἄπιστον γὰρ τέρας τὸ δρῦς ἐκπέμπειν φωνάς· «ὑφ’ ὧν μαντειῶν (καὶ τῶν μαντικῶν δρυῶν) ἐλέχθη σοι φανερῶς καὶ οὐκ αἰνιγματωδῶς ὅτι μέλλεις γενέσθαι γυνὴ τοῦ Διός· ἐντεῦθεν (καὶ ἀπὸ τούτου) βοῦς γενομένη τὴν παραθαλασσίαν ὁδὸν ἐβαδίσας πρὸς τὸν μέγαν κόλπον τῆς Ῥέας». λέγει δὲ τὸν νῦν καλούμενον Ἰόνιον· πρώην γὰρ οὗτος Ῥέας κόλπος ἐλέγετο. «ἀφ’ οὗ κλυδωνίζῃ ἐν πλανωμένοις δρόμοις· εἰς τὸν μετὰ τοῦτο δὲ καιρὸν (ἀντὶ τοῦ, ὕστερον) ὁ θαλάσσιος τόπος δι’ οὗ ἐπεραιώθης Ἰόνιον πέλαγος ὀνομασθήσεται ἀπὸ σοῦ, μνημόνευμα τῆς σῆς πλάνης». A (om. C; contuli et D). P * Ya: Μολοσσὰ δάπεδα: Τὰ μαντικά· ἢ εἰς τὰ Θεσσαλικά, ἀπὸ ἔθνους τινὸς Μολοσσῶν λεγομένου.
sch 829c Pmarg: Μολοσσὰ] Ἀπὸ τοῦ «μολεῖν» ἐκεῖσε τὴν «ὄσσαν» καὶ τὴν μαντείαν. Mediceus: τὴν αἰπύνωτόν τ’] Τὴν ὑψηλόνωτον, ἢ τὴν τραχεῖαν, παρὰ τὸ «αἶπος».
sch 830b P * : Δωδώνη ὄρος, ἐξ οὗ καὶ ἡ Δωδώνη πόλις. gll.
sch 830c in BPPd: Δωδώνην] Τὴν νῦν Βόντιτζαν. CWa: Λέγουσι δὲ τὴν Ἰὼ πλανωμένην ἐλθεῖν καὶ πρὸς τὴν Δωδώνην, ἔνθα εἰσὶν αἱ μαντευόμεναι δρύες, κἀκεῖθεν ἀκοῦσαι παρὰ τῶν δρυῶν φανερῶς εἰπουσῶν, «αὕτη ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσα ἔσεσθαι».
sch 832 Mediceus: αἱ προσήγοροι] Αἱ ἔμφωνοι. Mediceus: ὑφ’ ὧν] Τῶν δρυῶν.
sch 835a Pmarg: Τῶνδε] Ἀπὸ τῶν μαντευμάτων ὧν ἐμαντεύθης ἀπὸ τοῦ Φοίβου καὶ ἀπὸ τῆς δρυός. Mediceus: προσαίνει] Ὑπομιμνήσκει σε.
sch 835c CV: Εἰς μνήμην σου ἔρχεται καὶ εὐφραίνει σε διὰ τὸ εἶναι ἀληθές. C (continuatur cum 835c): Καὶ ὑπομιμνήσκει τὰ παρὰ σοῦ πραχθέντα πρώην.
sch 835e V (continuatur cum 835c): Τῶνδε προσσαίνει: ἀφ’ ὧν εἴρηκα ὑπομιμνήσκει· διὰ τὶ χαίρεις γὰρ ὀνομασθεῖσα γυνὴ τοῦ Διός. P * : Εἰς μνήμην ἔρχεται καὶ εὐφραίνει σε διὰ τὸ εἶναι ἀληθῶς δάμαρτα Διός· χαίρεις γὰρ ὀνομασθεῖσα γυνὴ τοῦ Διός.
sch 837a Mediceus et (partim) Ya: κόλπον Ῥέας] Καὶ Ἀπολλώνιος «Κρονίην ἅλα» τὸν Ἰόνιόν φησι· οὕτω γὰρ ἐκαλεῖτο. Mediceus (in altero margine): Ὅτι Ῥέας κόλπος ὁ Ἰόνιος πρώην ἐκαλεῖτο.
sch 837c VYa et Cgl: Ὅτι Ῥέας κόλπος ἐκαλεῖτο ὁ Ἰόνιος κόλπος. P * : Ὅτι ὁ Ἰόνιος κόλπος πρώην κόλπος Ῥέας ἐκαλεῖτο, ὕστερον δὲ Ἰόνιος ἀπὸ τῆς Ἰοῦς.
sch 839a Mediceus: Ὅθεν ὁ Ἰόνιος κόλπος οὕτω προσηγορεύθη. gll.
sch 839b in DPW, ad finem huius versus scripta: Ἀναχρονισμός. (842—843) σημεῖά σοι τάδ’ ἐστί: Ταῦτά σοί ἐστι σημεῖα καὶ ὑποδείγματα τῆς ἐμῆς διανοίας, ὅτι μαντική ἐστι καὶ προορᾷ πλέον τι τοῦ γενομένου καὶ φαινομένου· ἀντὶ τοῦ, ἀπὸ τούτων πιστώθητι ὅτι ὅσα σοι εἶπον ὅτι μέλλεις παθεῖν ἀληθῆ εἰσί.
sch 842 A. Mediceus: τοῦ πεφασμένου] Τοῦ φανεροῦ· ἀντὶ τοῦ «καὶ τὰ κρυπτὰ εἶδεν ἡ ἐμὴ φρήν».
sch 843b Ya (continuatur cum sch. 842): ἌΛΛΩΣ· ἤτοι τοῦ προδήλου, τοῦ φανεροῦ· ἀντὶ τοῦ «καὶ τὰ κρυπτὰ εἶδεν ἡ ἐμὴ φρήν». GaP * Ya: Φαίνω, φανῶ, πέφαγκα, πέφαμμαι· καὶ τροπῇ Δωρικῇ τοῦ μ εἰς τὸ ς , πέφασμαι.
sch 844a [10] (844—852) τὰ λοιπὰ δ’ ὑμῖν: Κοινὸν ποιεῖται τὸν λόγον ἐνταῦθα ὁ Προμηθεὺς πρός τε τὸν χορὸν καὶ τὴν Ἰώ, καί φησιν ὅτι «τὰ ἐπίλοιπα κοινῶς εἴπω ὑμῖν καὶ ταύτῃ (τῇ Ἰοῖ), τῆς πρώην ἁψάμενος διηγήσεως». εἶτα ἀναλαμβάνει τὰ προειρημένα καὶ οἱονεὶ ἀναγνωρισμὸν ποιεῖται τῆς Αἰγύπτου, καὶ λέγει πρὸς τὴν Ἰὼ ὅτι «πόλις ἐστι λεγομένη Κάνωβος ἐν αὐτῷ τῷ χείλει τοῦ Νείλου καὶ τῷ προσχώματι (οἱονεὶ τῷ ἀναχωματισμῷ)· ἐνταῦθά σε ὁ Ζεὺς πάλιν ποιήσει ἄνθρωπον, ἀφόβῳ χειρὶ ἐφαψάμενός σου· τέξεις δὲ καὶ παῖδα Ἔπαφον ὀνομαζόμενον, ἐπώνυμον τῆς ἐπαφήσεως τοῦ Διός, ὃς κυριεύσει πάσης τῆς γῆς ὅσην ἀρδεύει Νεῖλος ὁ ποταμός (ἤγουν πάσης τῆς Αἰγύπτου).» A. PPd (post 844a) et Ya (iuxta Prom.
sch 844b [5] 852): Ἰστέον δὲ ὅτι ὅπερ ὁ Νεῖλος ἐν τῇ Αἰγύπτῳ ποιεῖ, τοῦτο καὶ ὁ ἐν τῇ Ἰνδίᾳ ῥέων ποταμός. ἄρδει γὰρ καὶ οὗτος τὰ ἐκεῖσε πεδία, διαφέρει δέ τι τοῦ Νείλου· μετὰ δὲ τὸ ἀρδεῦσαι τοῦτον τὰ ἐκεῖσε χωράφια, συνελθόντες οἱ ἐν τῇ Ἰνδίᾳ οἰκοῦντες φωνὰς εὐχαριστηρίους μετὰ κυμβάλων καὶ ἤχων ὀργάνων τούτῳ τῷ ποταμῷ ἀναπέμπουσι. τέλος δὲ ποιήσαντες μέδιμνον χρυσοῦν, ἐμβάλλουσιν εἰς αὐτὸν ὥσπερ ἀνάθημά τι εὐχαριστήριον. Mediceus: Τῆς νυκτός.
sch 846b Mediceus: ἔστιν πόλις Κάνωβος] Ἀναχρονισμός. V: ἔστι πόλις Κάνωβος: Τὸ σχῆμα διηγηματικόν.
sch 846c τῆς τῶν Αἰγυπτίων χθονός, οὐχὶ πάσης. gll.
sch 846d in BC: ἔστι πόλις Κάνωβος] Οἱονεὶ ἀναγνωρισμὸν ποιεῖται τῆς Αἰγύπτου. Mediceus: προσχώματι: Τῷ ὑπὸ τοῦ ποταμοῦ ἐτησίῳ προσθήματι τοῦ χώματος.
sch 847a φθόνων δὲ σωμάτων. Mediceus: προσχώματι] Ἐν ὑψηλῷ γάρ ἐστιν.
sch 847c [5] DNQV et (insertum in medio 844a) PPd: Προσχώματι· σημείωσαι ὅτι προσχώματα λέγονται οἱ ἀναχωματισμοὶ καὶ οἱονεὶ ὑπερανεστηκότες τόποι. λέγεται δὲ πρόσχωμα κἀκεῖνο ἔνθα καταρρέον ὕδωρ ἰλὺν περιττὴν καὶ ψαμμὸν σωρηδὸν ἐπιτίθησιν. Mediceus et gll.
sch 848 in PPdY: ἔμφρονα] Ἀνθρωπόμορφον. Mediceus gl et Bgl: ἀταρβεῖ] Ἀφοβοποιῷ.
sch 850 Mediceus: γεννημάτων] Ἢ τῶν ἐκ Διὸς γεννηθέντων· ἢ τῆς Διὸς ἐπαφήσεως. Mediceus: κελαινὸν] Μελάντεροι γάρ εἰσιν οἱ Αἰγύπτιοι.
sch 851b Cgl: Μελάντεροι γὰρ οἱ ἐν τῷ Νείλῳ Αἰθίοπες. (853—856) πέμπτη δ’ ἀπ’ αὐτοῦ: «Πέμπτη δέ», φησί, «γέννα ἀπὸ τοῦ Ἐπάφου, πεντήκοντα παῖδας ἔχουσα, πάλιν μὴ θέλουσα παραγενήσεται εἰς τὸ Ἄργος, φεύγουσα τὸν συγγενικὸν γάμον τῶν ἀνεψιῶν».
sch 853a [30] πέμπτην δὲ γενεὰν λέγει ἀπὸ τοῦ Ἐπάφου τὰς πεντήκοντα τοῦ Δαναοῦ θυγατέρας. πῶς δὲ πέμπτη γενεὰ ἦσαν αὗται ἀπὸ τοῦ Ἐπάφου, μάνθανε. πρώτη γενεὰ Ἔπαφος· οὗ Λιβύη· ἧς Βῆλος· οὗ Δαναός· οὗ αἱ πεντήκοντα θυγατέρες, ἃς ὁ ποιητὴς πέμπτην γενεὰν ἀπὸ τοῦ Ἐπάφου ὠνόμασεν. ἱστορεῖται δὲ ἀδελφοὺς εἶναι Αἴγυπτον καὶ Δαναόν, παῖδας δὲ Ἀγχινόης καὶ Βήλου υἱοῦ Ποσειδῶνος καὶ Λιβύης, ἀφ’ ἧς καὶ ἡ χώρα Λιβύη ὠνόμασται. ὃς Βῆλος τὸν μὲν ἕνα παῖδα αὐτοῦ Δαναὸν ἐν Λιβύῃ κατῴκισε, τὸν δὲ ἕτερον, ἤγουν τὸν Αἴγυπτον, ἐν Ἀραβίᾳ· ὅστις τοὺς Μελάμποδας χειρωσάμενος ἀφ’ ἑαυτοῦ τὴν χώραν αὐτῶν ὠνόμασεν Αἴγυπτον. γίνονται δὲ ἐκ πολλῶν γυναικῶν Αἰγύπτῳ μὲν πεντήκοντα παῖδες, Δαναῷ δὲ θυγατέρες πεντήκοντα. ἐπεὶ δὲ μέσον αὐτῶν φιλονεικία ἐγένετο, ἑκάστου τὸν τῆς ἀρχῆς ὄγκον ἐφέλκοντος πρὸς ἑαυτόν, φοβηθεὶς ὁ Δαναὸς μήπως ἀναιρεθήσεται ὑπὸ τῶν υἱῶν Αἰγύπτου (ἦν γὰρ χρησμὸς αὐτῷ δοθεὶς πάλαι περὶ τούτου) ναῦν κατεσκεύασε τὴν κληθεῖσαν πεντηκόντορον ὡς ἀπὸ τοῦ ἀριθμοῦ ὧν ἐγέννησε θυγατέρων. ᾗ τὰς οἰκείας κόρας ἐνθέμενος εἰς τὸ Ἄργος ἀπῄει, φυγὼν τὸν ἀδελφὸν αὐτοῦ Αἴγυπτον ὅς, ὡς εἴπομεν ἄνωθεν, πεντήκοντα εἶχεν υἱούς· οἳ τὰς τοῦ Δαναοῦ θυγατέρας ἐζήτουν ἐπὶ τῷ συνοικῆσαι αὐταῖς. καὶ τὸ μὲν ἀληθὲς τῆς ἱστορίας οὕτως ἔχει· ὁ δὲ παρὼν ποιητής φησιν ὅτι διὰ τοῦτο ἐλεύσεται εἰς τὸ Ἄργος ἡ θηλύσπορος γέννα, ἡ πέμπτη ἀπὸ τοῦ Ἐπάφου, ἤγουν αἱ πεντήκοντα θυγατέρες τοῦ Δαναοῦ, διὰ τὸ μὴ θέλειν συνελθεῖν εἰς γάμον τοῖς ἐξαδέλφοις αὐτῶν. τέως οὖν ὕστερον, σπεισαμένων τοῦ τε Δαναοῦ καὶ τοῦ Αἰγύπτου, ἔδωκεν ὁ Δαναὸς τὰς οἰκείας θυγατέρας εἰς γάμον τοῖς υἱοῖς Αἰγύπτου· ἐπεὶ δ’ ἐπτοεῖτο κατὰ τὸν χρησμὸν ὅτι ἀναιρεθήσεται ὑπὸ ἑνὸς ἐκείνων, παρήγγειλε ταῖς θυγατράσιν αὐτοῦ ἀνελεῖν νυκτὸς τοὺς νυμφίους. καὶ αἱ μὲν ἄλλαι πᾶσαι οὕτως ἐποίησαν, μία δὲ θελχθεῖσα ὑπὸ τοῦ ἔρωτος οὐκ ἀνεῖλε τὸν ἑαυτῆς νυμφίον, ἀλλ’ εἴασε ζῆν· περὶ ἧς καὶ ὁ ποιητὴς οὗτός φησι. A. Mediceus: Αἱ Δαναοῦ θυγατέρες.
sch 853b πέμπτη δὲ οὕτως· Ἐπάφου Λιβύη· ἧς Βῆλος· οὗ Δαναός· οὗ αἱ νʹ θυγατέρες. Mediceus gl: πεντηκοντόπαις] Ὁ Δαναός.
sch 856a ἀνεψιῶν] Τῶν ἐξαδέλφων. Glossema in A (om. V; contuli et D). Pmarg: Σημείωσαι ὅτι τὸν ἐξάδελφον «ἀνεψιὸν» λέγει, τὸν δὲ ἀνεψιὸν «ἀδελφιδῆν.
sch 856b » Pgl: ἐπτοημένοι] Ἠσθενηκότες· ἐκκρεμεῖς ὑπάρχοντες ἐν τῷ καιρῷ τῆς συνουσίας.
sch 856d marg. in PPd: Ἠσχολημένοι περὶ τὸν ἔρωτα· ἢ ἠσθενηκότες τὰς φρένας ὅσον πρὸς τὸν ἔρωτα. gll.
sch 857a [5] in PPd: κίρκοι] Ἱέρακες οἱ νυμφίοι, δηλονότι διὰ τὸ ἁρπακτικόν. DPPdV: κίρκοι πελειῶν: Πελείας τὰς νύμφας φησίν, ἤτοι τὰς τοῦ Δαναοῦ θυγατέρας (ἀφροδισιακὸν γὰρ τὸ ὄρνεον τοῦτο, ἡ περιστερά)· κίρκους δέ, ἤτοι ἀετούς, τοὺς νυμφίους, ἤγουν τοὺς υἱοὺς τοῦ Αἰγύπτου, διὰ τὸ ἁρπακτικόν.
sch 857c Mediceus: Πελείας τὰς νύμφας φησί (ἀφροδισιακὸν γὰρ τὸ ὄρνεον)· τοὺς δὲ νυμφίους κίρκους, διὰ τὸ ἁρπακτικόν. marg.
sch 857d in DW: λελειμμένοι] Γρ. «ἐλελιμμένοι», ἀπὸ τοῦ «λίπτω» τὸ ἐπιθυμῶ. gll.
sch 858 in PPd: οὐ θηρασίμους] Ἤγουν τοὺς διὰ τὸν φόνον αὐτῶν οὐκ ἀξίους θηρεύσεως. Mediceus: φθόνον δὲ σωμάτων] Αὐτοῖς τοῖς σώμασι τιμωρηθήσονται, θεῶν νεμεσησάντων αὐτούς.
sch 859b DPPdVYa: φθόνον δὲ σωμάτων: Ἀλλὰ τῶν σωμάτων αὐτῶν· τουτέστιν, αὐτοῖς τοῖς σώμασι τιμωρηθήσονται, θεῶν νεμεσησάντων αὐτοῖς. Pgl: φθόνον] Ἢ φόβον.
sch 859c καὶ τὴν ἰσχύν. Pdgl: φθόνον] Τὴν ἰσχύν.
sch 859d γρ. φόνον. PPd: ἕξει δὲ θεός: Ὑπὲρ τῶν σωμάτων τῶν θυγατέρων, φειδὼ καὶ ἔλεον.
sch 859e ἢ μέμψιν κατὰ τῶν ἀρσένων. Pgl: ἕξει θεός] Φέρει, ἐπάξει ἡ εἱμαρμένη.
sch 859g PglYa: θεός] Ἢ ὁ Ἄρης, ἢ ἡ Ἥρα· ἡ Ἀφροδίτη ἢ ὁ Ἔρως. ἢ καὶ ἌΛΛΩΣ· φθόνον δὲ ἕξει σωμάτων ὁ θεός, ἤτοι ὁ Ἄρης, ἀντὶ τοῦ φθονήσει τοῖς τῶν νυμφίων σώμασι. gll.
sch 860a in PPd: Πελασγία] Ἡ Λάρισσα. gll.
sch 860b in BCDPWY: δέξεται] Τὰ σώματα αὐτῶν. Mediceus et P (bis: et in scholiis et in margine) PdVXc: νυκτιφρουρήτῳ: Τῷ νυκτὸς ἐπιτηρήσαντι· νυκτὸς γὰρ αὐτοὺς εἷλον.
sch 861b Cgl: Νυκτὸς γὰρ ἐπιτηρήσαντες αὐτοὺς ἀνεῖλον. gll.
sch 863 in DPPdW: σφαγαῖσι] Τοῖς τόποις τοῦ σώματος ἐν αἷς καίριαι καὶ θανάσιμοι πληγαὶ γίνονται. DPPdVXc: τοιάδ’ ἐπ’ ἐχθρούς: Ἡ Ἀφροδίτη ἐπιστάτις τῶν ἀφροδισίων ἐστίν· αὕτη γὰρ γάμων ἔφορος, ἡδείας τὰς συνουσίας ποιοῦσα.
sch 864 [5] νῦν δὲ λέγει ὁ Προμηθεὺς ὅτι «αἰτία θανάτου γένοιτο Ἀφροδίτη τοῖς ἐμοῖς ἐχθροῖς (ἤγουν τοῖς τοῦ Αἰγύπτου υἱοῖς)». ἐχθροὺς δὲ καλεῖ αὐτοῦ τούτους, ὡς καταγομένους ἀπὸ τοῦ Διός. εἴποι δ’ ἄν τις τοῦτο λεχθῆναι καὶ διὰ τὸν Δία· οὗτος γὰρ ἐλύπει τότε τὸν Προμηθέα. gll.
sch 866a in BDPPdY: σύνευνον] Τὸν Λυγγέα. Pgl: ἀπαμβλυθήσεται] Χαυνωθῇ, ἀπὸ μεταφορᾶς τοῦ σιδήρου.
sch 866c Pgl (alterum): Γρ. ἀπαμβληθήσεται, ἤγουν ἐκκοπήσεται τοῦ φόνου. gll.
sch 866d in PPd: Καὶ ἀσθενὴς μείνῃ ὑπὸ τοῦ ἔρωτος. Mediceus et gll.
sch 869 in BDPPdY (in hoc ad 866): βασιλικὸν γένος] Ἄβαντα. PglYa: σπορᾶς κ.
sch 871 τ.λ.] Ἀπὸ τῶν ἐγγόνων τοῦ Ἄβαντος μέλλει γενήσεσθαι ὁ Ἡρακλῆς. κλεινός] Ὁ Ἡρακλῆς.
sch 872 Glossema in A (om. V; habent DW). gll.
sch 874a in BC: Τιτανὶς] Ἡ μία τῶν Τιτάνων. Pgl: Τιτᾶνες ἐκαλοῦντο οἱ ἀπὸ τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς γεννηθέντες.
sch 875a Mediceus et Sj: Ὅπως δὲ ἔχω τύχης καὶ δι’ ἣν αἰτίαν λυθήσομαι, πολλοῦ λόγου ἂν εἴη τοῦτο. (875—876) DPPdVXc: ὅπως δὲ χὤπη: Ὅπως δὲ λυθήσομαι καὶ πῶς καὶ δι’ ἣν αἰτίαν μακροῦ καὶ πολλοῦ λόγου ἐστὶν εἰπεῖν.
sch 877a Mediceus et gll. in BCDPPdW: ἐλελελελελεῦ] Θρηνῶδες ἐπίφθεγμα. gll.
sch 877b in PPdW: Τοῦτο λόγος θρηνητικός· λέγει δὲ αὐτόν τις στενοχωρούμενος καὶ ἐπικαλῶν τινὰ ἐλθεῖν εἰς ἔλεον. Mediceus et gll.
sch 878a [5] in BCW: σφάκελος] Σπασμὸς τοῦ ἐγκεφάλου. PPd et Wmarg: σφάκελος: Ἰστέον ὅτι ὁ ἐγκέφαλος ἀεικίνητός ἐστιν· ὅταν δὲ εἰς αὐτὸν γένηται πλείων θόρυβος ἢ κτύπος, τότε πάσχει σπασμόν· καὶ ἐξ αὐτοῦ λέγεται καὶ ὁ σφάκελος, οἱονεὶ «σπάκελός» τις ὤν, ἀπὸ τοῦ «σπῶ».
sch 878c P * : «Τῷ σφακέλῳ τῶν γραμμάτων ἠνώχλησα», ἤγουν ἐπιστημόνως εἶδον, ἠρεύνησα. P * SjXY: Σφάκελος νόσος· καὶ σφακελίζω· καὶ σφακελισμὸς ἡ παραπληξία καὶ ἡ σῆψις τῶν μυελῶν.
sch 878d [5] γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ σφάκελος καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος. λέγεται δὲ καὶ ὁ σφυγμός, καὶ ὁ παλμός. σφάκελον δ’ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων, καὶ σφακελίσαι τὸ κατασαπῆναι καὶ ἀπονεκρωθῆναι. φάκελος δὲ ἡ συλλογὴ τῶν ξύλων. [D: φρενοβλαβεῖς (sic).
sch 878e Fortasse huc spectat scholium codicis D 88Id, ubi vide adn.] Mediceus: ἄρδις] Ἡ ἀκμὴ τοῦ πάθους.
sch 879b P * : Ἄρδις τὸ ξίφος, τὸ «ἄρας» καὶ βλάβας «διδοῦν». gll.
sch 879c in PPd: ἄρδις] Ξίφος. βέλος. ἡ ἀκμὴ τοῦ πάθους. ὁρμή. Mediceus: ἄπυρος] Ἡ πολύπυρος, διὰ τὸ σφοδρὸν πάθος.
sch 880a ἤ, πῦρ μὴ ἔχουσα. CDPPdV et Wgl: ἄπυρος: Πολύπυρος, διὰ τὸ σφοδρὸν τοῦ πάθους καὶ πολύ· ἢ ἄπυρος, ἡ δίκην πυρὸς ἐμπιμπρῶσα καὶ κατακαίουσα, πῦρ δὲ μὴ ἔχουσα.
sch 880c gll. in DPPdW: ἄπυρος] Οὐ χαλκευθεῖσα πυρί. Mediceus: καρδία (sic) δὲ φόβῳ] Ἀντὶ τοῦ, παράφρων γίνεται ὑπὸ τοῦ φόβου.
sch 881b [5] CDPPdVYa: καρδία δὲ φόβῳ: Ἀντὶ τοῦ, παράφρων γίνεται ἀπὸ τοῦ φόβου. ἡ καρδία μου διαπαντὸς ἐκ τοῦ φόβου λακτίζει, σφύζει, καὶ πάλλεται καὶ λακτίζει τὴν φρένα μου· περὶ γὰρ τὴν καρδίαν αἱ φρένες εἰσί. τινὲς δὲ τὸ «λακτίζειν φρένας» φασὶν ἀντὶ τοῦ παραφρονεῖν ὑπὸ τοῦ πάθους. PPdYa (in his continuatur cum 88Ib): Φρὴν δέ ἐστιν ὑμήν τις διήκων ἀπὸ τοῦ φάρυγγος μέχρι τῶν ὑπογαστρίων μερῶν· διερχόμενος οὖν ἔνθεν κἀκεῖθεν, ὥσπερ τι ζῶσμα γίνεται, ὃ καὶ διάφραγμα καλεῖται.
sch 881c [10] ἔστι δὲ μέσον τῶν ἀναπνευστικῶν καὶ τῶν θεραπευτικῶν. ἀναπνευστικὰ δέ εἰσι πνεύμων, καρδία· θεραπευτικὰ δὲ σπλῆν, ἧπαρ. μέχρις ἂν οὖν σῴζηται ὁ ὑμὴν οὗτος, ὑγιαίνει τὸ ζῷον· ὅταν δὲ πάθῃ κοπήν, τότε παραφρονεῖ, καὶ συμβαίνει ἡ φρενῖτις νόσος. ἐξ αὐτοῦ καὶ «μετάφρενα» τὰ τῆς ῥάχεως ὄπισθεν λέγονται. D: Φρήν ἐστί τις ὑμὴν διήκων ἀπὸ τοῦ ἀνθερεῶνος μέχρι καὶ τοῦ ζωστῆρος· ἐνταῦθα δὲ περικυκλεῖ μέχρι τῶν μεταφρένων, διαιρούμενος ὁ ὑμὴν εἰς δύο, διαχωρίζων τά τε ἀναπνευστικὰ καὶ τὰ θρεπτικά.
sch 881d [5] ἐπὰν δὲ παρασπασθῇ τι καὶ μεταπέσῃ, οὗτος τότε λέγεται ὁ ἄνθρωπος «φρενοβλαβής». gll.
sch 882 in PPdW: τροχοδινεῖται] Δίκην τροχοῦ συστρέφεται. Mediceus: Οὐκ εἰμὶ ἐν τῷ καθεστῶτι.
sch 883b Mediceus et gll. in PPdWY: δρόμου: Τῆς ὀρθῆς ὁδοῦ. gll.
sch 883c in DPPdW: δρόμου] Τοῦ καθήκοντος. Mediceus: γλώσσης ἀκρατής] Ὑπὸ τῆς μανίας μὴ κατέχουσα τῆς γλώττης, ἀλλὰ παίουσα.
sch 884b DPPdV: γλώσσης ἀκρατής: Ἤτοι ὑπὸ τῆς μανίας μὴ κατέχουσα τὴν γλῶτταν καὶ κυριεύουσα ταύτης, ἀλλὰ παραπαίουσα, λάλος εἰμί. (885—886) Mediceus: Τεταραγμένοι δὲ λόγοι ὡς ἔτυχε προσπταίουσι τῷ τῶν κακῶν κλύδωνι· τουτέστιν, ὑπὸ ὀδύνης πολλὰ λαλῶ.
sch 885b [5] (885—886) DPPdV: θολεροὶ δέ: Λόγοι δὲ θολεροί, καὶ ὑβριστικοὶ καὶ λυπηροὶ καὶ μάρανσιν ἐμποιοῦντες τῷ ἀκούοντι καὶ τῆξιν σαρκός, παίουσι, καὶ ὁρμῶσι καὶ μετὰ ῥύμης ἐκπέμπονται, πρὸς κύμασι τῆς ἐμῆς ἄτης (ἤτοι τῷ κλύδωνι καὶ τῇ τρικυμίᾳ τῶν ἐμῶν κακῶν). PPd: παίους’] Παίουσι τὸν ἀέρα, ἢ ἐκρίπτονται.
sch 887a [5] (887—893) ἦ σοφὸς ἦ σοφὸς ἦν: Ὁ χορός φησι τοῦτο· «ὄντως σοφὸς ἦν ὅστις πρῶτος ἐν διανοίᾳ ἐβάστασε καὶ ἐν γλώσσῃ διεμυθολόγησε, καὶ εἶπεν, ὅτι καταπολὺ κάλλιστόν ἐστι τὸ τινὰ γυναῖκα συνελθεῖν νυμφίῳ ὁμοίῳ αὐτῇ (ἤγουν, ἐὰν ᾖ πένησσα καὶ εὐτελής, ἵνα συνέλθῃ ἀνδρὶ ὁμοίῳ), ἢ καὶ τὸ ἕκαστον ἄνδρα συνελθεῖν γυναικὶ ὁμοίᾳ ἐκείνῳ κατὰ τὸν βίον καὶ τὴν διαγωγήν». τοῦτο δὲ λέγει ὁ χορὸς διὰ τὴν Ἰώ, ἰδὼν αὐτὴν πάσχουσαν μυρία κακὰ διὰ τὸ σχεῖν ἐραστὴν τὸν πρώτιστον τῶν θεῶν Δία, ἄνθρωπον οὖσαν φθαρτήν. «καλὸν οὖν», φησίν, «ἕκαστον τῶν ἀνθρώπων κηδεῦσαι καθ’ ἑαυτὸν (ἤτοι ὁμοίως ἑαυτῷ), καὶ κατὰ τὴν αὐτοῦ εὐτέλειαν εἰς γάμον συνελθεῖν· καὶ μήτε τὸν ὄντα χερνήταν (ἤτοι ταπεινὸν καὶ ἄσημον καὶ τῶν κάτω) ἐπιθυμῆσαι γάμων τῶν θρυπτομένων καὶ τρυφώντων τῷ πλούτῳ, μήτε μεγαλαυχούντων τῷ γένει». A (contuli et D). (887—890) CDPSjVXc: ἌΛΛΩΣ· τὸν Πιττακὸν λέγει· ὅν ποτε τις βιαζόμενος ὑπὸ δύο γυναικῶν, τῆς μὲν μιᾶς οὔσης πλουσίας καὶ ὑπὲρ αὐτοῦ γένους ἀξίας, τῆς δ’ ἑτέρας πενεστέρας καὶ τοῦ γένους αὐτοῦ ἀξίας, καὶ ἀπορῶν ποίας ἂν κληθείη ἀνήρ, ἠρώτησε ποίᾳ χρήσεται γυναικί.
sch 887b [15] τοῦ δὲ εἰπόντος «μέτιθι πρὸς τοὺς παῖδας τοὺς πλησίον ἡμῶν τοὺς βέμβικας παίζοντας (ὅ ἐστι τὰς στρόμβας), καὶ ἀπ’ αὐτῶν μαθήσῃ ποίᾳ ἂν χρήσαιο γυναικί», [καὶ] ἀπελθὼν ἐκεῖνος ἠκροάσατο τῶν παίδων λεγόντων πρὸς τὴν οἰκείαν στρόμβαν, «τὴν καθ’ ἑαυτὸν ἔλαυνε»· καὶ αἰσθόμενος τοῦ λόγου τῶν παίδων τὴν μὲν πλουσιωτέραν ἀφῆκε, τῇ δὲ πενεστέρᾳ ἐχρήσατο γυναικί, τῇ καὶ τοῦ γένους αὐτοῦ ἀξίᾳ. τοῦτο οὖν ὁ χορὸς ἐνθυμούμενος λέγει ὅτι σοφὸς ἦν ἐκεῖνος ὁ εἰπὼν τὸ ἐπὶ μακρῷ χρόνῳ καὶ ἀριστεύειν καὶ εὐημερεῖν αὐτούς, τοὺς τοῖς ἀξίοις τοῦ γένους αὐτῶν ἐπιγαμβρεύοντας. ἐὰν γὰρ καὶ ἡ Ἰὼ συνεμίγη τινὶ ἀνδρὶ ἀξίῳ ὄντι τοῦ γένους αὐτῆς, καὶ πόρρω ἦν τῆς μίξεως τοῦ Διός, οὐκ ἂν νῦν ἐπλανᾶτο. PPd haec substituunt pro 887a 10—12 καὶ μήτε .
sch 887c [5] .. τῷ γένει:—καὶ μήτε γάμων τῶν θρυπτομένων καὶ τρυφώντων τῷ πλούτῳ ἐπιθυμῆσαι τὸν ὄντα χερνήτην (ἤγουν τὸν ταπεινὸν καὶ εὐτελῆ καὶ ἄσημον καὶ τῶν κάτω), μήτε τῶν μεγαλαυχούντων τῷ γένει (ἤτοι τῶν εὐγενῶν). ἢν γὰρ καὶ ἡ Ἰνὼ πόρρω τῆς μίξεως ἦν τοῦ Διός, οὐκ ἂν νῦν τοσαῦτα δεινὰ ἔπασχεν. gll.
sch 888a in BPPd: ὃς πρῶτος] Ἤγουν ὁ Πιττακός. Bgl: ὃς πρῶτος] Ἀναχρονισμός.
sch 888c Mediceus: ἐβάστασε] Ἐδοκίμασεν· «ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ». gll.
sch 888d in P et (partim) Pd: Ἐνεκυμόνησεν· ἀντὶ τοῦ «εἶπεν»· ἐνόησεν· ἀντὶ τοῦ «διέγνω». Mediceus: ὡς τὸ κηδεῦσαι] Καὶ Πίνδαρος· «χρὴ δὲ καθ’ ἑαυτὸν παντὸς ὁρᾶν μέτρον· εὐναὶ δὲ παράτροποι· ἐς κακότητά τε ἀθρόαν ἔβαλον.
sch 890a » Mediceus (in altero margine) καθ’ ἑαυτὸν] Κατὰ τὰ ἴδια μέτρα.
sch 891 Mediceus gl et Bgl: διαθρυπτομένων] Ἐντρυφώντων. χερνήταν: Εὐτελῆ· ἔστι δὲ τροπικὸν ἀπὸ τῶν ἀπόρων γυναικῶν, αἵπερ οἰκείαις μογοῦσαι χερσὶ καὶ νήθουσαι ἔρια ἢ λίνον, ἑαυταῖς ἐκ τούτων κομίζονται τροφήν.
sch 893a A. V (continuatur cum 893a): ἌΛΛΩΣ· κυρίως δὲ ἐπὶ γυναικὶ ἣ νήθουσα ταῖς χερσὶ τὰ πρὸς τροφὴν κομίζεται.
sch 893c P * : Τὸν εὐτελῆ καὶ διὰ τῶν χειρῶν νήθοντα, ὅ ἐστιν ἐργαζόμενον. Pgl: Ταπεινὸν καὶ εὐτελῆ καὶ ἄσημον, πτωχόν, χειροτέχνην.
sch 894a [10] (894—900, 902—903) μήποτ’ ὦ Μοῖραι: Ὁ χορός φησι, βλέπων τὴν Ἰὼ κακῶς πάσχουσαν διὰ τὸ ἐρασθῆναι αὐτῆς τὸν Δία· «εἴθε, ὦ Μοῖραι, μὴ ἴδοιτέ με ποτὲ ὑπάρχουσαν εὐνάτειραν, καὶ σύγκοιτον, τοῦ Διός (ἤτοι μὴ ἐρασθείη μου ὁ Ζεύς ποτε)· μηδὲ πλασθείην, καὶ προσπελάσω καὶ προσεγγίσω, ἔν τινι γαμέτῃ τῶν ἐξ οὐρανοῦ (ἤτοι τινὶ οὐρανίωνι θεῷ ἔχοντι γυναῖκα· τοῦτο γάρ ἐστι τὸ «γαμέτᾳ»). ἤ, μηδὲ δι’ ἔχθρας γενοίμην τινὶ ὁμευνέτιδι τινὸς τῶν οὐρανίων. φοβοῦμαι γὰρ βλέπουσα τὴν τῆς Ἰοῦς παρθενίαν τὴν ἀστεργάνορα (ἣν οὐ στέργει ὁ ἀνὴρ αὐτῆς γενόμενος· ἤ, τὴν ὑπὸ ἀρσένων λίαν στεργομένην) τῷ γάμῳ τῷ τοῦ Διὸς δαπτομένην καὶ δακνομένην, ἐν ἀλητείαις καὶ πλάναις πόνων δυσπλάγχνοις Ἥρας (ἤτοι ἀφορήτοις, ἃς οὔτις ὑπενεγκεῖν ἐν τοῖς ἑαυτοῦ σπλάγχνοις ὑποίσειε). μηδὲ ὁ ἔρως τῶν κρειττόνων θεῶν ἐπίδοι με». εἶτα παρακατιών, ἐφερμηνεύων τὸ «ἔρως», φησὶν ὅτι «τὸ ὄμμα φημὶ θεῶν ἄφυκτον, οὗ καὶ πολλὰ μηχανησαμένη οὐκ ἐκφεύξομαι». A (contuli et D). Pgl: Ἢ «Μοῖραι λεχέων» ἀντὶ τοῦ ἔφοροι συνουσιῶν· ἢ «εὐνάτειραν τῶν λεχέων τοῦ Διός».
sch 898a Mediceus: ἀστεργάνορα] Ἣν οὐ στέργει ὁ γενόμενος αὐτῆς ἀνήρ· ἢ τὴν ὑπὸ ἀρσένων στεργομένην. DXc(continuatur cum 894a): ἌΛΛΩΣ· ἣν οὐ στέργει ὁ γενόμενος αὐτῆς ἀνήρ· ἢ τὴν ὑπὸ ἀρσένων στεργομένην· ἢ τὴν μὴ στέργουσαν καὶ ἀγαπῶσαν τοὺς ἄνδρας.
sch 899a Mediceus: γάμῳ δαπτομέναν] Ἅμα τῷ γάμῳ. λείπει γὰρ τὸ «ἅμα». gll.
sch 899b ad γάμῳ δαπτομέναν] Κινδυνεύουσαν B; Μεριζομένην C; Γρ. δαπανομέναν (sic), δαμαζομέναν P; Δαμαζομέναν V. Mediceus: ὁμαλὸς] Ἴσος.
sch 902a Pgl: οὐ δέδια] Καὶ φοβοῦμαι τοῦτο ὅτε οὐδὲ μέλλω ποτὲ ποιῆσαι τοῦτο 〈τὸ〉 ἔθος παλαιῶν σοφῶν. Mediceus: μηδὲ κρεισσόνων] Μηδὲ ἐπίδοι με ὁ ἔρως κρεισσόνων θεῶν, ὅς ἐστιν ἄφυκτον ὄμμα.
sch 902c Xmarg: Εἴθε μὴ δὲ προσβλέψ〈αι〉 με ὄμμα ἄφυκτον καὶ ἔρως κρειττόνων θεῶν. Mediceus: ἀπόλεμος] Ὁ πρὸς κρείσσονας πόλεμος ἀκαταμάχητος.
sch 904b ἄπορα πόριμος: Οἷον, οὗτος ὁ πόλεμος ὁ ἐρωτικὸς πόριμός ἐστι (καὶ πόρον διδούς) καὶ εἰς τὰ ἄπορα, καὶ οἷον εἰπεῖν καὶ τοῖς ἀδυνάτοις ἐπιχειρῶν. «ψαύουσι γὰρ καὶ τῶν ἀψαύστων οἷς λίχνοι οἱ ὀφθαλμοί». A (contuli et DNc). Mediceus: ἄπορα πόριμος] Πόριμος αὐτοῖς.
sch 904d CDPPd (in his continuatur cum 904b): ἌΛΛΩΣ· ἰσχυρὸς εἰς τὸ ποιεῖν τοὺς ἀνθρώπους ἀπόρους καὶ μὴ δυναμένους μηχανήν τινα εὑρῆσαι τοῦ ἀπαλλαγῆναι τοῦ κακοῦ, ἤγουν τῆς ἐρωτοληψίας. D (post 904f) et PPd (in his continuatur cum 904d): ἌΛΛΩΣ· πολυπόλεμος οὗτός ἐστιν ὁ ἔρως καὶ πόριμος ἀπόρων, τουτέστι χαλεπῶν καὶ μεγάλων κακῶν, ἐν οἷς οὐκ ἔστι πόρον εὑρεῖν.
sch 904f D (post 904d) et P (in hoc continuatur cum 904e): ἌΛΛΩΣ· ἄπορος πρὸς ἀπορίαν, ὅ ἐστι πολλὴν ἔχων ἀπορίαν. ὅτι ὁ πρὸς κρείσσονας πόλεμος ἀκαταμάχητος. Bgl: ἄπορα .
sch 904g .. (905) γενοίμαν] Ὡς ἐπὶ τοῦ θεοῦ ἔφη τις σοφὸς ὡς οὐ νοοῦμεν ἄλλο τι εἰ μὴ μόνον ἀκαταληψίαν καὶ ἀπειρίαν. (907—925) ἦ μὴν ἔτι Ζεύς: Ὅπερ προείρηκεν ὁ Προμηθεὺς ἐν οἷς ἔλεγεν ὅτι ὁ Ζεὺς ἐκβληθήσεται τῆς βασιλείας εἰς γάμον συνελθὼν τῇ Θέτιδι, τοῦτο καὶ ἐνταῦθα πάλιν φησί.
sch 907 [20] λέγει οὖν ὅτι ὄντως δὴ ὁ Ζεύς, καίπερ αὐθάδης καὶ ἐπηρμένος ὢν καὶ ὑπέρογκος, ἔσται ταπεινός· ἑτοιμάζεται γὰρ γάμον γαμεῖν ὃς αὐτὸν τῆς βασιλείας ῥίψει· καὶ τότε πληρωθήσεται ἡ τοῦ Κρόνου κατάρα, ἣν εἶπεν ἐπ’ αὐτῷ τῷ Διὶ ἐκπίπτων τῶν μακροχρονίων καὶ παλαιῶν θρόνων τῆς βασιλείας. ἀποτροπὴν δέ, καὶ ἐκφυγὴν καὶ φύλαξιν, τῶν ἀπὸ τοῦ εἰρημένου γάμου κακοπαθειῶν μελλουσῶν ἐπελθεῖν αὐτῷ οὐδεὶς τῶν θεῶν ἰσχύσει ἀποδεῖξαι χωρὶς ἐμοῦ· ἐγὼ ταῦτα γινώσκω, καὶ ποίῳ τρόπῳ γενήσεται. πρὸς ταῦτα νῦν καθήσθω ἐν τοῖς ὑψηλοῖς καὶ τῆς γῆς ὑπεραιρομένοις τόποις (ἤγουν ἐν τῷ ὑψηλῷ Ὀλύμπῳ) πιστὸς καὶ θαρρῶν (ἢ «πυστός», ἤγουν περίπυστος καὶ διάδηλος καὶ ἔντιμος ἐν βρονταῖς, ἤγουν διὰ τὸ ποιεῖν βροντὰς μεγαλυνόμενος) καὶ ἐκπέμπων βέλος πύρπνοον, καὶ πυρὸς πνέον (λέγει δὲ τὸν κεραυνόν). οὐδὲν γὰρ ταῦτα αὐτῷ βοηθήσει εἰς τὸ μὴ καταπεσεῖν πτώματα ἀνυπομόνητα καὶ ἀφόρητα· τοιοῦτον ἀντίπαλον νῦν εὐτρεπίζει αὐτὸς ἑαυτῷ, ὅστις καὶ ὑπὲρ κεραυνὸν καταφλέξει αὐτόν, καὶ τὸν γενναῖον κτύπον τῆς βροντῆς, καὶ τὴν τρίαιναν, αἰχμὴν τοῦ Ποσειδῶνος, δι’ ἣν σαλεύει τὴν γῆν, διασκεδάσει καὶ ἀφανίσει καὶ διαλύσει. λέγει δὲ ὃν ἔμελλε γεννῆσαι ὁ Ζεὺς συμμιγεὶς τῇ Θέτιδι. A (contuli et D). gll.
sch 909 in DPWX: γάμον γαμεῖν] Ἀττικισμός. Mediceus: χᾧ (sic) τρόπῳ] Καὶ ᾧ τρόπῳ.
sch 916a B * P * : Καθήσθω· κανόνισον· ἕζω ... τὸ τρίτον ἥσθω καὶ καθήσθω. Mediceus: πεδαρσίοις κτύποις] Τῇ βροντῇ καὶ τῷ κεραυνῷ.
sch 916c marg. in PPd: Τῇ βροντῇ καὶ τῷ κεραυνῷ· ἢ τοῖς ἐμοῖς δεσμοῖς. gl.
sch 916d manu recentiore insertum in Mediceo: πεδαρσίοις] Ὑψηλοῖς τόποις. Mediceus et gll.
sch 919 in BCDPPdWY: οὐκ ἀνασχετά] Μὴ δυνάμενα ἐπανορθωθῆναι. gll.
sch 921a in DPPdW: ἐπ’ αὐτὸς αὑτῷ] Ἀττικόν. Cgl: Ὑπέρβατον κατὰ λέξιν.
sch 921c [5] P * Ya: Σημείωσαι ὅτι διαφέρει τὸ καθ’ ὑπέρθεσιν ὑπέρβατον τοῦ κατὰ παρένθεσιν, ὅτι τὸ μὲν καθ’ ὑπέρθεσιν κατ’ αὐτὸ τὸ ἄρθρον ἐστὶν ἢ τὴν πρόθεσιν, ὡς ἐνταῦθα· τὸ δέ γε κατὰ παρένθεσιν (ὅπερ καὶ μεσεμβόλημα λέγεται), τὸ διὰ μέσου λεγόμενον. Mediceus: δυσμαχώτατον τέρας] Τὸν τεχθησόμενον ἐξ αὐτοῦ.
sch 922 [20] (922—925) CDPPdVXaYa: ὃς δὴ κεραυνοῦ: Ταῦτα αἰνιγματωδῶς φησί, καὶ διὰ τοὺς Κύκλωπας τὸν Βρόντην καὶ τὸν Στερόπην, οἳ ἀδελφοὶ ἦσαν τοῦ Κρόνου, τοῦ πατρὸς τοῦ Διός. εἶχον δὲ πρὸς ἕνα μόνον ὀφθαλμὸν τοῖς μετώποις. οὓς ὁ Κρόνος μὲν τῷ Ταρτάρῳ προσέδησεν, ὡς ἐπιβούλους πτοούμενος, ὁ δὲ Ζεὺς τῆς βασιλείας κρατήσας τὸν μὲν πατέρα Κρόνον εἰς Τάρταρον κατάγει, τοὺς δὲ εἰρημένους ἀνάγει καὶ συνεργοὺς τοῦ κράτους ἐσχήκει, τὸν μὲν βροντὴν μηχανώμενον αὐτῷ, τὸν δὲ ἀστραπήν, εἰς ἐκφόβησιν τῶν ἑτέρων πάντων θεῶν. φησὶν οὖν ὁ Προμηθεὺς ὅτι ὁ μέλλων γεννηθῆναι ἀπὸ τοῦ Διὸς συνευνασθέντος τῇ Θέτιδι καὶ ὑπὲρ τὸν Στερόπην καὶ τὸν Βρόντην ἔσται. ἐπεὶ δὲ ᾤετο καὶ τὸν Ποσειδῶνα βοηθῆσαι αὐτῷ τῷ Διί, ὡς ἀδελφὸν αὐτοῦ ὄντα, φησὶν ὅτι «οὐδὲ ἡ τὴν γῆν σαλεύουσα τρίαινα τοῦ Ποσειδῶνος ἔσται τῷ Διὶ εἰς βοήθειαν». τρίαιναν δὲ λέγουσι κρατεῖν τὸν Ποσειδῶνα, ἢ διὰ τὸ τρίτον στοιχεῖον εἶναι αὐτόν, ἢ διὰ τὸ εἰς τρία διαιρεῖσθαι τὸ ὕδωρ· εἰς ποτάμιον, εἰς θαλάσσιον, καὶ εἰς λιμναῖον. Pgl: τρίαιναν] Ἀλληγορικῶς· τὴν τρικυμίαν.
sch 925b Wmarg.: Τῷ γὰρ Ποσειδῶνι ἀνατίθησιν ἐν ταῖς χερσὶ τρίαιναν, δι’ ἧς σείει τὴν γῆν. gll.
sch 926a in BCPPdWY: πταίσας] Προσκρούσας. P marg: «Προσέπτατο τῷ λίθῳ», ἤγουν «πρὸς τῷ λίθῳ ἔπταισε».
sch 928a [5] (928—931) σύ θην ἃ χρῄζεις: Ὁ χορὸς ἀκούων τοῦ Προμηθέως κακὰ προλέγοντος περὶ τοῦ Διός, φησὶ πρὸς αὐτόν· «σὺ δή, ὦ Προμηθεῦ, ταῦτα ἐπιγλωσσᾷ (ἤτοι λέγεις καὶ στρέφεις ἐν γλώττῃ) ἃ θέλεις καὶ ἀποδέχῃ». ὁ δὲ Προμηθεύς φησι πρὸς τὸν χορόν· «ταῦτα λέγω ἅπερ μέλλει γενέσθαι· σὺν τούτοις καὶ ἃ βούλομαι παθεῖν αὐτὸν τὸν Δία». ὁ δὲ χορός φησι· «καὶ ἐνδέχεταί ποτε προσδοκήσειν τινὰ δεσπόσειν τοῦ Διός;» ὁ δὲ πρὸς αὐτόν· «οὐ μόνον ἄλλοι κυριεύσουσιν αὐτοῦ, ἀλλὰ καὶ ἄλλους πόνους ἕξει δυσχερεστέρους καὶ χαλεπωτέρους». A (contuli et D). Mediceus: σύ θην κ.
sch 928b τ.λ.] Κατὰ ἐρώτησιν. Mediceus: ἐπιγλωσσᾷ] Τῇ γλώττῃ κατηγορεῖς· ἐποιωνίζῃ κατὰ τοῦ Διὸς ἃ βούλει γενέσθαι αὐτῷ.
sch 931 [5] DPPdVW * : «Λόφος» ὁ ἄνω τένων, ἤτοι ὁ περὶ τὸν τράχηλον ἄνωθεν· ὅθεν καὶ τὸ «καταλοφάδια» ἐν Ὀδυσσείᾳ, καὶ παρὰ Σοφοκλεῖ τὸ «ὑπὸ ζυγῷ νῶτον εὐλόφως φέρειν», ὡς λόφου ἐν τοῖς ζῴοις ὄντος τοῦ κατὰ τὸν τράχηλον μέρους, ᾧ ἐπίκειται ὁ ζυγός. (932—933) DPPdV: πῶς οὐχὶ ταρβεῖς: «Πῶς οὐχὶ φοβῇ τοιαῦτα ὑβριστικὰ λόγια κατὰ τοῦ Διὸς πέμπων τῆς ἰδίας γλώττης»; ὁ δὲ Προμηθεύς φησι· «διὰ τί φοβοίμην ἐγώ, ᾧ οὐ πεπρωμένον ἐστιν ἀποθανεῖν»; CDPPdV: ἀλλ’ ἆθλον αὖ σοι: Ἀλλὰ καὶ εἰ μή ἐστι σοὶ πεπρωμένον ἀποθανεῖν, πόροι καὶ παράσχοι καὶ δώσει σοι πόνον ἀλγίω καὶ ἀλγεινότερον καὶ λυπηρότερον τούτου οὗ νῦν πάσχεις.
sch 934 [5] ὥσπερ δὲ ὁ βελτίων τοῦ βελτίονος κλίνεται, καὶ ὁ καλλίων τοῦ καλλίονος, ἔχουσι δὲ τὰς αἰτιατικὰς βελτίω καὶ καλλίω, οὕτω καὶ τὸ «ἀλγίω» αἰτιατική ἐστιν ἀπὸ τῆς ἀλγίων εὐθείας. Mediceus: ὁ δ’ οὖν ποιείτω] Οὕτως ὑπερηφάνως καὶ ἀφόβως εἶπεν.
sch 936a CDP * VYa: τὴν Ἀδράστειαν: Ἢ τὴν Δίκην τὴν Ἄδραστον τιμωρήσασαν· θεὰ γὰρ ἦν τοὺς ὑπερηφάνους τιμωροῦσα. CDPPdV: Ἀδράστεια ἡ Νέμεσις.
sch 936b παραινεῖ δὲ πτοεῖσθαι μή ποτέ τις νεμεσήσῃ αὐτῷ δικαίως, ὡς τὸν Δία ὑβρίζοντι. P * et (partim) Ya: Τὴν τύχην, ἣν οὐκ ἐκφεύγει τις· ἢ τὴν τύχην τὴν μὴ ἐῶσαν ἡμᾶς δρᾶν τὸ θελητόν.
sch 936c ὁ Λουκιανὸς δηλαδὴ καὶ ἕτεροι σοφοί. V (post 977b): οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν: Οἱ σέβοντες, οἱ τιμῶντες, τὴν Ἀδράστειαν, ἤτοι τὴν τύχην τὴν μὴ ἐῶσαν ἡμᾶς δρᾶν τὸ θελητόν.
sch 936d [5] ὁ Λουκιανὸς δηλαδὴ καὶ ἕτεροι σοφοί. Ἀδράστειαν· θεὰ παρὰ τοῖς Ἕλλησι τοῖς καυχωμένοις νεμεσῶσα. B: Ἄδραστος ὁ βασιλεὺς τοῦ Ἄργους ἐστράτευσε δὶς κατὰ τῶν Ἀθηναίων.
sch 936e καὶ τὴν μὲν πρώτην ἐνίκησε, τὴν δὲ δευτέραν νενίκηται καταπολύ· διὰ τοῦτο τὴν Νέμεσιν, ἣν ἔμελλέ τις ἐκείνῳ ἐπάξαι, ἐκάλεσαν Ἀδράστειαν. (937—943) σέβου προσεύχου: «Σὺ σέβου καὶ κολάκευε καὶ θέλγε τὸν Δία τὸν ἀεὶ κρατοῦντα».
sch 937a [5] τοῦτο δὲ κατ’ εἰρωνείαν φησίν· ἐλπίζει γὰρ ὅσον οὔπω τῆς βασιλείας ἐκπεσεῖν αὐτόν. «ἐμοὶ δὲ μικρὸν ἢ οὐδόλως φροντίς ἐστι τοῦ Διός. τοῦτον τὸν καιρὸν δράτω (καὶ πραττέτω) ἃ βούλεται, καὶ βασιλευέτω· ἐπιπολὺ γὰρ οὐκ ἄρξει καὶ βασιλεύσει τοῖς θεοῖς. ἀλλὰ βλέπω τοῦτον τὸν ἄγγελον τοῦ Διός, τὸν ὑπηρέτην τοῦ νέου τυράννου (ἤτοι τοῦ Διός· λέγει δὲ τὸν Ἑρμῆν). πάντως τι νέον ἦλθε μηνύσων ἡμῖν». A (contuli et D). Mediceus gl et g ll.
sch 937b in PPd: θῶπτε] Θώπευε. Mediceus: τρόχιν] Ἄγγελον, ἀπὸ τοῦ «τρέχειν».
sch 941b DglP * VWmargYa: τρόχιν] Ἄγγελον, ἀπὸ τοῦ «τρέχειν». δηλοῖ δὲ τὸν σπουδαῖον οἰκέτην, τὸν σπουδαίως πράττοντα τὰ προστάγματα τοῦ κυρίου αὐτοῦ. Ya: Τοῦτον υἱὸν Διὸς λέγουσι καὶ Μαίας .
sch 944a .. ὡς τοῖς ὅπλοις ὑποταττομένων τῶν ἀνθρώπων. gll.
sch 944b in PPd: τὸν σοφιστήν] Τὸν ἀπατεῶνα, τὸν κλέπτην, τὸν σοφίαν ὑποκρινόμενον. Mediceus: τὸν ἡμέροις (sic)] Τοῖς ἀνθρώποις.
sch 945b V: τὸν ἐφημέροις: Γράφεται «ἡμέροις», ἤγουν τοῖς ἀνθρώποις· ἢ «τοῖς ἡμέροις» πρὸς ἀντιδιαστολὴν τῶν ἀγρίων ζῴων· ἢ «τοῖς ἐφημέροις». Pgl: τὸν ἡμέροις] Γρ.
sch 945c «τὸν ἐφημέροις». ἀνθρώποις. P marg: τὸν ἡμέροις] Ἢ «τοῖς ἡμέροις», πρὸς ἀντιδιαστολὴν τῶν ἀγρίων.
sch 947 [5] (947—952) Ὁ Ζεὺς ὁ πατὴρ τῶν θεῶν κελεύει σοι εἰπεῖν οὕστινας λέγεις γάμους, καὶ τοὺς ἀνθρώπους, παρ’ ὧν ἐκεῖνος τῆς βασιλείας ἐκβληθῇ· καὶ ταῦτα μέντοι λέγε μηδόλως αἰνιγματωδῶς, ἀλλ’ αὐτὰ ἐκεῖνα ἕκαστα φανερά. μηδ’ ἐμοί, ὦ Προμηθεῦ, προξενήσῃς καὶ δώσεις διπλᾶς ὁδούς (ἤτοι, μὴ ποιήσῃς ἀπελθεῖν με κενόν, καὶ πάλιν πεμφθῆναι πρὸς σέ)· βλέπεις γὰρ ὅτι τοῖς τοιούτοις ὁ Ζεὺς οὐ καταπραύνεται. A (contuli et W). Mediceus: μηδέ μοι διπλᾶς] Ὅ ἐστι, μὴ κάματόν μοι διπλοῦν προξενήσῃς, δεύτερόν με ποιῶν ὑποστρέψαι.
sch 950b [5] V: μηδ’ ἐμοὶ διπλᾶς: Μὴ κάματόν μοι διπλοῦν προξενήσῃς. τί γὰρ αἰνίττεται διὰ τοῦ λόγου· μὴ βούλοιο αὖθις ἀπελθεῖν με κενὸν πρὸς τὸν Δία. ἤγουν, ἅπερ εἶπας κατὰ τοῦ Διὸς 〈μὴ〉 κρύψῃς, 〈ἵνα μὴ〉 κἀκεῖνος πάλιν με πρὸς σὲ ἀντιστρέψῃ. Mediceus: τοῖς τοιούτοις] Τοῖς μὴ πειθομένοις αὐτῷ.
sch 952b V: Τοῖς μὴ πειθομένοις αὐτῷ, ἢ τοῖς ψευδέσι λόγοις χρωμένοις, οὐ κάμπτεται οὔτε μειλίσσεται, ἀλλ’ ἐπὶ πολὺ θυμοῦται καὶ ἀμείλικτος γίνεται τοῖς μὴ πειθομένοις τῷ Διί. (953—954) σεμνόστομός γε: Κατ’ εἰρωνείαν ὁ Προμηθεύς φησιν· «ὁ μῦθος καὶ ὁ λόγος οὗτος προσήκων ἐστὶ καὶ καλῶς εἰρημένος, καὶ φρονήσεως γέμων, ὡς ῥηθεὶς ὑπὸ ὑπηρέτου τῶν θεῶν τοῦ Ἑρμοῦ».
sch 953a [5] ταῦτα δὲ λέγει καταγελῶν αὐτοῦ. ἢ τὸ «σεμνόστομος» ἀντὶ τοῦ κενοδόξως καὶ ἐπηρμένως εἰρημένος μῦθος, καὶ γέμων οἰήσεως. A (contuli et DW). gll.
sch 953b [5] in DPW: σεμνόστομος] Τὸ «σεμνὸν» ἐνταῦθα ἐπὶ τοῦ σοβαροῦ. (955—963) νέον νέοι κρατεῖτε: Νῦν νέοι θεοὶ βασιλεύετε, καὶ νομίζετε χωρὶς πένθους ἀεὶ κατοικεῖν τὰ τοῦ Ὀλύμπου ἀκρωτήρια καὶ μέρη· ἐκ τούτων δὲ τῶν τοῦ Ὀλύμπου μερῶν καὶ ἀκρωτηρίων κατενόησα καὶ εἶδον δύο τυράννους ἐκπεσόντας καὶ ἐκβληθέντας τῆς βασιλείας (λέγει δὲ τὸν Ὀφίωνα καὶ τὴν Εὐρυνόμην, καὶ τὸν Κρόνον, ὃν ἔρριψεν ὁ Ζεύς), τρίτον δὲ τὸν νῦν τυραννοῦντα Δία θεάσομαι ἐκπεσόντα καὶ κακῶς καὶ ἐφυβρίστως καὶ συντόμως.
sch 955 [10] μὴ δοκῶ σοι φοβεῖσθαι τοὺς νέους θεούς; ἐγὼ δὲ πολλοῦ ἐλλείπω τοῦ φοβεῖσθαι αὐτούς. σὺ δὲ τὴν ὁδὸν ἣν ἐβάδισας ἐρχόμενος ἐνταῦθα πάλιν βάδιζε· οὐδὲν γὰρ εἴπω σοι ὧν ἐμὲ ἐρωτᾷς. A (contuli et DW). Mediceus: ναίειν κ.
sch 956 τ.λ.] Πρώτους τοὺς περὶ Ὀφίωνα καὶ Εὐρυνόμην, δεύτερον τοὺς περὶ Κρόνον. «πέργαμα» δέ, ἁπλῶς τὰς οὐρανοῦ ἀκρωρείας· κατεχρήσατο δέ. gll.
sch 957 in PPD: δισσοὺς] Πρῶτον τὸν Ὀφίωνα καὶ τὴν Εὐρυνόμην· καὶ δεύτερον τὸν Κρόνον καὶ τὴν Ῥέαν. DPPdVYa: τρίτον: Ἐβασίλευσε πρῶτον μὲν ὁ Ὀφίων καὶ Εὐρυνόμη, ἔπειτα Κρόνος καὶ Ῥέα, μετὰ ταῦτα δὲ Ζεὺς καὶ Ἥρα.
sch 961 Mediceus: πολλοῦ δὲ (sic)] Πολλοῦ με δεῖ πρὸς τὸ ταρβεῖν, μᾶλλον δὲ τοῦ παντός. ση(μείωσαι) τὸ «πολλοῦ γε καὶ δεῖ· πολλῷ γε καὶ δέω.» gll.
sch 962 in PPd: ἐγκόνει] Μετὰ σπουδῆς δίελθε, σπουδαίως βάδιζε κόνιν ἐγείρων. (964—965) τοιοῖσδε μέντοι: Ἐν ταύταις κενοδοξίαις καὶ ὑπερηφανίαις καὶ πρὶν σαυτὸν εἰσήγαγες καὶ ἐνέδησας εἰς τὰς βλάβας ἃς πάσχεις νῦν.
sch 964 A (contuli et D). (966—967) τῆς σῆς λατρείας: Τοῦτό φησιν ὁ Προμηθεὺς πρὸς τὸν Ἑρμῆν· «σαφῶς γίνωσκε ὅτι οὐκ ἂν ἀλλάξαιμι τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν».
sch 966 [5] ἤγουν· «οὐ προτιμήσομαι τὸ λατρεύειν τῷ Διί, καὶ ὑπηρετεῖν αὐτῷ, καὶ εἶναι ἄγγελος αὐτοῦ ὥσπερ σύ, τοῦ πάσχειν οὕτως κακῶς». A. Pgl: οὕτως ὑβρίζειν κ.
sch 970 τ.λ.] Ἀνακεφαλαίωσις τοῦ λόγου. (968—9, 971—2) χλιδᾶν ἔοικας: Ἀκούσας ὁ Ἑρμῆς τοῦ Προμηθέως εἰπόντος ὅτι «κρεῖσσον ἡγοῦμαι τὸ προσηλῶσθαι τῇδε τῇ πέτρᾳ παρὸ ἀγγελιαφόρον εἶναι ἐμὲ τοῦ Διός», φησὶ πρὸς αὐτὸν ὅτι «ἔοικας τρυφᾶν καὶ χαίρειν τοῖς κακοῖς οἷς πάσχεις.
sch 971a [5] » ἀποκριθεὶς δὲ ὁ Προμηθεύς φησι πρὸς αὐτόν· «τρυφῶ καὶ χαίρω τοιαῦτα πάσχων κακά; οὕτως εἴθε τοὺς ἐμοὺς ἐχθροὺς ἴδοιμι τρυφῶντας, καὶ σὲ μετὰ τούτων». A (contuli et DW). Mediceus: χλιδᾶν] Τρυφᾶν, ἀνίεσθαι.
sch 974 (974—976) Ya: ἦ κἀμὲ] «Κἀμὲ ἐπὶ ταῖς σαῖς βλάβαις ἃς πάσχεις ἐπαιτιᾷ καὶ μέμφῃ καὶ αἴτιον προβάλλεις;» ὁ δέ φησι· «τοὺς πάντας θεοὺς ἁπλῶς μισῶ καὶ ἐχθαίρομαι, ὅσοι ἔπαθον ἐξ ἐμοῦ καλῶς καὶ τὰ νῦν ἀδίκως κακοῦσί με». Mediceus: Συνῆλθεν γὰρ αὐτοῖς κατὰ τῶν Τιτάνων.
sch 977a [5] (977—978) κλύω ς’ ἐγώ: «Νοῶ σε», φησίν, «ἐγὼ μεμηνότα καὶ παραφρονοῦντα καὶ πάσχοντα νόσον κακήν». ὁ Ἑρμῆς ταῦτα λέγει πρὸς τὸν Προμηθέα· ὁ δὲ πρὸς αὐτόν· «ἔστω νοσεῖν με κατὰ σὲ κριτήν, ἐὰν νόσημά ἐστι καὶ παραφροσύνη καὶ μανία τὸ μισεῖν τοὺς ἐμοὺς ἐχθρούς». A (contuli et DW). DV (in his continuatur cum 977a): ἌΛΛΩΣ· οὐχ «ὁρῶ» φησίν, ἀλλὰ «κλύω»· οὐ γὰρ δι’ ἔργων ὕβριζεν ὁ Προμηθεὺς τοὺς θεούς, ἀλλὰ διὰ λόγων.
sch 977c Mediceus: κλύω] Ἐξ ὧν λέγεις. P * : εἰ πράσσοις καλῶς] Καὶ εἶχες καλῶς κατὰ τὰς φρένας, οὐκ ἂν ὑπέμεινας ταῦτα ἅπερ πάσχεις, ἀλλὰ δηλονότι νὰ ἐβόας.
sch 979b Pgl: φορητὸς] Καὶ ὑπομονητός· ἀλλὰ δηλονότι νὰ ἐβόας. Mediceus: τόδε .
sch 980a .. τοὔπος] Τὸ «οἴμοι» λέγειν. (980—981) V: Τοῦτο τὸ ἔπος, τὸ λέγειν «ὤμοι», ὁ Ζεὺς οὐ μεμάθηκεν.
sch 980b καὶ μήν με ὁ χρόνος ἐπαίδευσε καὶ σωφρονεῖν ἐποίησε. Dgl: οὐκ ἐπίσταται] Ὡς ἀεὶ ἐν χαρᾷ ὤν.
sch 981a ἀλλ’ ἐκδιδάσκει: Ὁ μακρὸς χρόνος διδάσκει ἡμᾶς ἃ οὐ γινώσκομεν· καὶ τὸν Δία γοῦν ὁ χρόνος διδάξει τὸ στενάζειν. A (contuli et DW). Mediceus: Κἀκεῖνος οὖν τῷ χρόνῳ μαθήσεται τὸ στενάζειν.
sch 982a καὶ μὴν σύ γ’ οὔπω: Καὶ μὴν σὲ οὐδὲ ὁ χρόνος ἐδίδαξε σωφρονεῖν. A. Mediceus: Σὺ δὲ οὐδὲ ὑπὸ τοῦ χρόνου παιδεύῃ.
sch 983a σε γὰρ προσηύδων: Καλῶς λέγεις με μὴ σωφρονεῖν· εἰ γὰρ ἐγὼ ἐσωφρόνουν, οὐκ ἂν προσεφώνουν σοὶ καὶ διελεγόμην ὑπηρέτῃ ὄντι. A (contuli et DW). Mediceus: σὲ γὰρ] Ὁ νοῦς· καλῶς λέγεις με μὴ φρονεῖν· εἰ γὰρ ἐγὼ ἐφρόνουν, ὑπηρέτῃ σοι ὄντι οὐκ ἂν διελέχθην.
sch 985a Mediceus: Τοῦτο ἐν εἰρωνείᾳ. gll.
sch 985b in BCPPd: Κατ’ εἰρωνείαν. P * : τίνοιμ’] Τίνοιμι καὶ ἀποδώσω αὐτῷ χάριν ὑπὲρ ὧν ἐποίησεν εἰς ἐμέ, ὥσπερ χρεωστῶν αὐτῷ.
sch 985c τοῦτο δὲ κατ’ εἰρωνείαν λέγει. ἐκερτόμησας δῆθεν ὡς παῖδα: Ὕβρισας ὡσανεὶ δοῦλον.
sch 986 «παῖς» γὰρ λέγεται καὶ ὁ νέος, «παῖς» δὲ καὶ ὁ δοῦλος· ὡς τὸ «ὀφθαλμοὶ παιδίσκης (ἤγουν δούλης) εἰς χεῖρας τῆς κυρίας αὐτῆς.» A (contuli et DNcW). (992—996) πρὸς ταῦτα ῥιπτέσθω μέν: Πρὸς ταῦτα καταφερέσθω μὲν ἄνωθεν ἀστραπὴ καὶ κεραυνός· ἐν νιφάδι δὲ καὶ χιόνι λευκοπτέρῳ (καὶ λευκῇ, κατερχομένῃ ἀπὸ τοῦ οὐρανοῦ) καὶ ἐν βρονταῖς ταραττέτω πάντα.
sch 992a [5] οὐδὲν γὰρ ἀπὸ τούτων κάμψει καὶ πείσει ἵνα εἴπω πρὸς τίνος ἀπόκειται τὸν Δία ἐκβληθῆναι τῆς τυραννίδος. A (om. C; contuli et DW). Mediceus: αἰθάλουσα (sic)] Γρ.
sch 992b αἰθεροῦσσα. Mediceus gl: λευκοπτέρῳ] Λευκῇ καὶ ταχείᾳ.
sch 993b gll. in PPdW: Λευκῇ καὶ ταχείᾳ· ἤγουν «ἀργῆτι κεραυνῷ». PPdYa: βροντήμασι χθονίοις: Αἱ γὰρ βρονταὶ καὶ οἱ σεισμοὶ καὶ αἱ νιφάδες χθονός εἰσιν, ἤτοι τῶν βροτῶν καταπληκτικά, τοῖς δὲ θεοῖς οὔ.
sch 993c (γρ. ἡμῖν δὲ τοῖς θεοῖς, οὔ). (997—998) ὅρα νῦν: Ὁ Ἑρμῆς φησι πρὸς τὸν Προμηθέα· «βλέπε καὶ πρόσεχε ἐάν εἰσί σοι ταῦτα ὠφέλιμα καὶ δυνάμενα λῦσαι τοῦ δεσμοῦ.
sch 997 » ὁ δὲ Προμηθεὺς πρὸς αὐτόν· «ταῦτα ἔκπαλαι ἐμελετήθησαν καὶ ἐβουλεύθησαν». A (contuli et DW). Mediceus; ὦ παῖ (sic)] Τεθεώρηται.
sch 1001a [5] (1001—1006) τὸ δέ, ὀχλεῖς μάτην με: «Μάτην με», φησί, «βιάζῃ, ὥσπερ εἰς κῦμα λαλῶν (ἤγουν ἀναισθήτῳ προσδιαλεγόμενος)». τὸ δέ, εἰσελθέτω· «μήποτε», φησί, «εἰσελθέτω ἔννοια ὡς ἐγὼ φοβηθεὶς τὴν ἀπηνῆ γνώμην τοῦ Διὸς μαλακισθήσομαι καὶ θηλύνους γενήσομαι (ἤτοι θῆλυς καὶ ἄνανδρος τὸν νοῦν), καὶ παρακαλέσω τὸν μεγάλως ἐμοὶ μισούμενον Δία λῦσαί με ἀπὸ τῶν δεσμῶν τούτων ἐν ὑπτιάσμασι καὶ ἐκτάσεσι χειρῶν ἀσθενέσι». A (contuli et DW). C: κῦμ’ ὅπως] Παροιμία· λέγεται ἐπὶ τῶν ἀπαραμυθήτων.
sch 1001c Dmarg, W: Λέγων ὡς εἰς κῦμα κωφόν. ἐπὶ τῶν λεγόντων εἴς τινα μωρὸν καὶ μὴ ἀκούοντα αὐτὸν ῥηθείη ἂν ὡς «εἰς κῦμα κωφὸν λαλεῖ». gll.
sch 1001d in PPd: Ὥσπερ εἰς κῦμα κωφὸν λέγων. P * Pdmarg: γνώμην] Γράφεται «γνώμη», καὶ συντάσσεται οὕτως· μὴ εἰσελθέτω σε γνώμη καὶ ἐνθύμησίς ποτε ὅτι ἐγὼ φοβηθεὶς ἕνεκα τοῦ Διὸς θηλύνους (ἤτοι θῆλυς καὶ ἄνανδρος τὸν νοῦν) γενήσομαι.
sch 1004 Ya et gll. in PPdW: λιπαρήσω] Λιπαρῶ τὸ παρακαλῶ, οὐχ ἁπλῶς, ἀλλὰ μετ’ ἐπιμελείας καὶ σπουδῆς καὶ ἐμμόνως. Mediceus: τοῦ παντὸς δέω] Εἰς τὸ ποιῆσαι τοῦτο.
sch 1006b Gll. in PPd: Τοῦ παντὸς ἐλλείπω εἰς τὸ ποιῆσαι τοῦτο. (1007—1011) λέγων ἔοικα: «Πολλά», φησί, «λέγω, καὶ ἔοικα ταῦτα λέγειν μάτην.
sch 1007a [5] οὐδὲν γὰρ μαλθάσσῃ καὶ πραΰνῃ καὶ τέγγῃ καὶ ἐνδίδως τῆς ἐνστάσεως· ὥσπερ δὲ ὁ νεωστὶ ἀχθεὶς εἰς ζυγὸν πῶλος, δακὼν τὸν χαλινόν, βιάζῃ σὺ καὶ ἀνθίστασαι, καὶ πρὸς τοὺς χαλινοὺς ἀντιμάχῃ· καὶ σφοδρύνῃ καὶ θρασύνῃ ἐν οὐδαμινῷ σοφίσματι», ᾧ εἶπε περὶ τοῦ Διός. A. Mediceus: καὶ μάτην ἐρεῖν] Γρ.
sch 1007b ἀλλ’ ἐρεῖν μάτην. Mediceus et gll.
sch 1013 in DPW: οὐδενὸς μεῖζον σθένει] Ἴσον ἐστὶ τῷ μηδενί. (1014—1021) σκέψαι δέ: Καὶ σκόπησον ποταπὸς χειμὼν καὶ ζάλη τῶν ἀθλίων καὶ τῶν κακῶν τρικυμία ἄφυκτος (ἣν οὐ δυνήσῃ ἐκφυγεῖν) ἔπεισι καὶ ἐπέρχεται ἐπὶ σέ.
sch 1014 [5] πρῶτον μὲν τὴν ὀκρίδα φάραγγα (τὴν τραχεῖαν δὲ λέγει φάραγγα τὸ ὄρος τὸν Καύκασον) βροντῇ καὶ κεραυνῷ διασχίσει ὁ Ζεύς, καὶ ἔνδον ταύτης καλύψει τὸ σῶμα· ἡ πετραία δὲ ἀγκάλη καὶ κοιλότης σε βαστάσει καὶ δέξεται· πολὺ δὲ μῆκος χρόνου τελειώσας, ἄψορρον καὶ ὀπισθόρμητον ἥξεις εἰς φῶς. A (contuli et W). Mediceus: ἀγκάλη] Τὸ ἀπόρρηγμα καὶ κοίλωμα τῆς πέτρας.
sch 1019b Mediceus (in altero margine): Χάσματος γενομένου μετέωρος ἔσῃ, κρεμάμενος τῶν χειρῶν. BCP * VWXYa: πετραία δ’ ἀγκάλη σε: Ἀγκάλη λέγεται τὸ ἀπόρρηγμα καὶ κοίλωμα τῆς πέτρας.
sch 1019c [5] τοῦτο γοῦν φησιν, ὅτι χάσματος γενομένου μετέωρος ἔσῃ, κρεμάμενος τῶν χειρῶν. πτηνὸς κύων δαφοινός: Μυθεύεται ὅτι ὁ Ζεὺς εἰς ὄρος τὸ Καυκάσιον προσηλώσας τὸν Προμηθέα μέσον κίονος ἐποίησεν ἀετὸν κατέρχεσθαι καὶ ἐσθίειν καθ’ ἡμέραν τὸ ἧπαρ αὐτοῦ, διὰ πάσης μὲν ἡμέρας βιβρωσκόμενον, νυκτὸς δὲ πάλιν ἀναπληρούμενον καὶ οἷον ἀνακαινιζόμενον· ἕως οὗ ὁ Ἡρακλῆς τοξεύσας τὸν ἀετὸν ἀπέκτεινε, τὸν Προμηθέα δὲ κακῆς μερίμνης ἀπέλυσε.
sch 1022a [5] ταῦτα δὲ ἦν πάσχων ὁ Προμηθεὺς διὰ δύο αἰτίας· μίαν μὲν ὅτι τὸ πῦρ κεκρυμμένον ὂν παρὰ τοῦ Διὸς δολίως ἀποκλέψας οὗτος ἐν νάρθηκι κατήγαγε, καὶ τοῖς ἀνθρώποις ἐδωρήσατο τοῦτο, δι’ οὗ αἱ τέχναι πᾶσαι ἀνύονται· ἑτέραν δὲ ὅτι βοῦν μέγαν θύσαντες οἱ θεοὶ περὶ Σικυῶνα τὴν πόλιν τὸν Προμηθέα μεριστὴν τῶν κρεάτων ἐποίησαν· οὗτος δ’ ὀστᾶ μόνα τῇ πιμελῇ δολίως συγκαλύψας εἰς μὲν τὰς τῶν ἑτέρων θεῶν μοίρας ἔγκατα καὶ σάρκας παρέθετο, τῷ δὲ Διὶ μόνα τὰ ὀστᾶ πρὸς εὐωχίαν παρέθετο. ὁ δὲ ὀργισθεὶς κατ’ αὐτοῦ οὕτως αὐτὸν ἐτιμώρησεν. A (contuli et DW). (1022—1029) ἌΛΛΩΣ· τοῦτό φησιν, ὅτι ὁ τοῦ Διὸς κύων ἀετὸς (τῷ Διὶ γὰρ ὁ ἀετὸς ἀνατίθεται ὡς ζῷον βασιλικόν) διακόψει μέγα ῥάκος τοῦ σώματος (τουτέστι μέρος καὶ ἀπόκομμα), ἀκάλεστος ἐρχόμενος εὐωχητής· ἐκθοινήσεται δέ, καὶ φάγῃ, τὸ ἧπαρ τὸ ἐκ τῆς βρώσεως μελαινόμενον.
sch 1022b τοῦ τοιούτου δὲ δεσμοῦ, καὶ τῆς τοιαύτης κακοπαθείας, μηδέν τι προσδόκα τέλος πρὶν ἄν τις τῶν θεῶν διάδοχος φανῇ τῶν σῶν πόνων, καὶ εἰς τὸν σκοτεινὸν Ἅιδην θελήσῃ παραγενέσθαι καὶ εἰς τὸν Τάρταρον· ὡς τοῦ βοηθοῦντος αὐτῷ ταῦτα πεισομένου: A (contuli et DW). PPdV * Wmarg: διαρταμήσει: Διακόψει.
sch 1023a «ἀρταμὸς» δὲ κυρίως ὁ δαιτρός· γίνεται δὲ ἀπὸ τοῦ «ἄρτιον» τὸ ὁλόκληρον, καὶ τοῦ «τέμνω»· ὁ τὰ ἄρτια (ἤγουν τὰ ὁλόκληρα καὶ ἀκέραια) τεμαχίζων. Mediceus et gll.
sch 1023b in BCDPPdWY: ῥάκος] Τὸ δέρμα. Mediceus: ἄκλητος] Ἄκλειστος.
sch 1025a Mediceus: κελαινόβρωτον] Τὸ μελαινόμενον ἐκ τῆς βρώσεως. PPdWgl: κελαινόβρωτον: Τὸ μελαινόμενον ὑπὸ τῆς βρώσεως· διὰ τὸ αἷμα δὲ τοῦτο λέγει.
sch 1027a Mediceus: Ὡς τοῦ βοηθοῦντος ταῦτα πεισομένου. gll.
sch 1027b in PPd: Ὡς τοῦ βοηθοῦντός σοι ταῦτα πεισομένου ἃ σύ. Pgl: θεῶν τις] Ἤγουν ὁ Ἡρακλῆς.
sch 1029 DPglVWmargYa: Ἅιδην κνεφαῖα: Τοῦτο λέγει, ὅτι ὁ μέλλων βοηθῆσαί σοι, καὶ ἀπολυτρῶσαι τοῦ πόνου τούτου, εἰς τὸν Ἅιδην ἥξει καὶ ταρταρωθήσεται (1030—1035) πρὸς ταῦτα βούλευε: Πρὸς ταῦτα βουλεύου καὶ σκόπει τὸ προσῆκον· ὅτι ταῦτα ἅ σοι λέγω οὐκ εἰσὶ πεπλασμένα καὶ ψευδῆ, ἀλλὰ καὶ λίαν ἀληθῆ.
sch 1030 [5] τὸ γὰρ Δῖον στόμα (ἤτοι τὸ τοῦ Διός) οὐκ ἐπίσταται ψευδηγορεῖν, ἀλλὰ πᾶν ὃ εἴπῃ καὶ εἰς τέλος καὶ πλήρωμα ἄγει. σὺ δὲ ἐπιτήρει καὶ πρόσεχε, μηδὲ τὴν ἀναίδειαν ἡγήσῃ ποτὲ κρείττονα τῆς εὐβουλίας. A (om C; contuli et DW). gll.
sch 1031a in BCDWX: λίαν εἰρημένος] Τουτέστιν ἀληθὴς πάνυ. gll.
sch 1031b varia ad λίαν εἰρημένος] Ἀληθῶς P; Κεκυρωμένος P (alterum); Λίαν ἀληθῶς Pd; Ἀληθινός V (?) et Y. Mediceus et gll.
sch 1039 in BCDPWXY: σοφῷ γὰρ κ.τ.λ.] Γνώμη. Mediceus: πάσχειν δὲ κ.
sch 1041 τ.λ.] Ση(μείωσαι). ὡραῖον. (1043—1051) πρὸς ταῦτ’ ἐπ’ ἐμοί: «Πρὸς ταῦτα ῥιπτέσθω μὲν ἐπ’ ἐμοὶ ἡ ἑλικοειδὴς τοῦ πυρὸς καταφορά».
sch 1043 [10] ἀμφήκης δέ ἐστιν ὁ ὀξύς. «ὁ αἰθὴρ δὲ καὶ ὁ ἀὴρ ἐρεθιζέσθω καὶ κινείσθω ἐν βροντῇ σφακέλῳ τε ἀγρίων ἀνέμων»· τουτέστι, συντόνῳ κινήσει· σφάκελος δὲ κυρίως ἡ σῆψις τοῦ ἐγκεφάλου. «τὴν γῆν δὲ ἐκ τῶν πυθμένων, καὶ τῶν κατωτάτων τόπων, σὺν αὐτοῖς τοῖς θεμελίοις κραδαίνοι καὶ κινοίη καὶ σαλεύοι ὁ ἄνεμος· τὸ κῦμα δὲ τῆς θαλάσσης ἐν τραχεῖ ῥεύματι συγχώσειεν ἐμέ· τὸ δέμας τε καὶ τὸ σῶμα τὸ ἐμὸν ἀναρρίψειεν εἰς τὰς διόδους τῶν οὐρανίων ἄστρων (ἤτοι εἰς τὸν οὐρανόν, ὅπου τὰ ἄστρα εἰσίν), ἢ εἰς τὸν μέλανα Ἅιδην». A (contuli et DW). Mediceus: βόστρυχος] Ἡ ἑλικοειδὴς τοῦ πυρὸς καταφορά.
sch 1044a «ἀμφήκης» δὲ ὀξύς. Pgl: Ἀμφήκης, ὁ δυνάμενος ἀμφοτέρωθεν καῦσαί με.
sch 1044b δίστομος· ὀξύς. Pgl: βόστρυχος] Ἑλικοειδὴς καὶ συνεστραμμένη τοῦ πυρὸς καταφορά· ἤγουν κεραυνός.
sch 1044d PglPdmargVWmargYa: Βόστρυχον λέγει τὸν κεραυνόν, διὰ τὸ ἑλίγδην (ἤτοι συνεστραμμένως) κατέρχεσθαι, ὡς ὁ βόστρυχος. αἰθέρα δὲ ἐνταῦθα τὸν ἀέρα λέγει. Mediceus: σφακέλῳ] Σπασμῷ· συντόνῳ κινήσει.
sch 1045b [10] CDPPdVWYa: Σφάκελος νόσος; καὶ σφακελίζω· καὶ σφακελισμός, ἡ παραπληξία, ἢ ἡ σῆψις τῶν μυελῶν. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ «σφάκελος» καὶ ὁ μέσος τῆς χειρὸς δάκτυλος. λέγεται δὲ καὶ ὁ σφυγμός, καὶ ὁ παλμός. «σφάκελον» δ’ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων, καὶ «σφακελίσαι» τὸ κατασαπῆναι καὶ ἀπονεκρωθῆναι. «φάκελος» καὶ ἡ συλλογὴ τῶν ξύλων. διαφέρει δὲ σφάκελος φακέλου. σφάκελος μὲν γάρ ἐστιν ὁ σπασμὸς τῆς κεφαλῆς, φάκελος δὲ ὁ δεσμός· ἀφ’ οὗ καὶ «φακιόλιον». †φάκαι γὰρ παρὰ Ῥωμαίοις τὰ δεσμά. Mediceus gl: συγχώσειεν] Συγκαλύψειεν.
sch 1049b PglPdmargWgl: τῶν τ’ οὐρανίων κ.τ.λ.] Ἤτοι ὑψούσθω ἡ θάλασσα μέχρι καὶ αὐτῶν τῶν ἄστρων. gll.
sch 1052 [5] in DPW supra verba ἀνάγκης στερραῖς δίναις] Τῆς Μοίρας ἐπικλωσάσης μοι τὸ μὴ θανεῖν. (1053—1057) τοιάδε μέντοι: Ἀκούσας ὁ Ἑρμῆς τοῦ Προμηθέως εἰπόντος ὅτι «εἴ τι βούλεται ὁ Ζεὺς ἐπ’ ἐμοὶ ποιησάτω· ἐμὲ γὰρ οὐ θανατώσει», φησὶ πρὸς τὰς Ὠκεανίδας· «τοιαῦτα μέντοι τῶν φρενοπλήκτων (καὶ τῶν εἰς νοῦν βεβλαμμένων καὶ παραφρονούντων) τὰ βουλεύματα καὶ λόγια ἔστιν ἀκοῦσαι· τί γὰρ ἐλλείπει πρὸς τὸ μὴ παραφρονεῖν αὐτόν, ὦ Ὠκεανίδες; ἢ διὰ τί χαλᾷ καὶ ἐνδίδωσι τῶν μανιῶν, εἰ τὰ τοῦδ’ εὐτυχῶς ἔχουσιν;» A (contuli et DW).
sch 1054b gll. in BP: Πρὸς τὸν χορόν. V: Τῷ λέγειν τὸν Προμηθέα ὅτι μέλλει ὁ Ζεὺς ἐκπεσεῖν τῆς βασιλείας.
sch 1056 Mediceus: μὴ παραπαίειν] Μὴ παραφρονεῖν. DPPdV: εἰ τάδ’ εὐτυχῆ, τί χαλᾷ μανιῶν: Ἔνι δὲ ὁ λόγος ὅλος τοῦ Ἑρμοῦ.
sch 1057a ἡ ἔννοια δὲ τοιαύτη· εἰ ταῦτα εὐτυχῆ δοκῶσι τῷ Προμηθεῖ, τί διαφέρει τοῦ μαινομένου; D (post 1054a) et P * (post 1057a): Γρ.
sch 1057b [5] εἰ τὰ τοῦδ’ εὐτυχῆ, τί χαλᾷ μανιῶν; (1058—1062): ἀλλ’ οὖν ὑμεῖς γε: Πρὸς τὰς Ὠκεανίδας φησὶν ὁ Ἑρμῆς· ἀλλ’ οὖν ὑμεῖς, ὦ γυναῖκες συλλυπούμεναι καὶ συγκακοπαθοῦσαι ταῖς τοῦ Προμηθέως βλάβαις, ὑποχωρεῖτε ταχυτάτως ἐκ τῶν ἐνταῦθα τόπων, μὴ τὰς φρένας ὑμῶν ματαιώσῃ, καὶ μωρὰς καὶ παραπλῆγας ποιήσῃ, τὸ ἤχημα τῆς τοῦ Διὸς βροντῆς τὸ ἀτέραμνον καὶ σκληρὸν καὶ μέγα.
sch 1058a A (contuli et DW). Mediceus: ὑμεῖς] Ὦ Ὠκεανίδες.
sch 1061 Mediceus: ἠλιθιώσῃ] Ματαιώσῃ, παραπλῆγας ποιήσῃ. (1063—1066) ἄλλο τι φώνει: Ἄλλο τι λέγε καὶ παραμυθοῦ καὶ παραλογίζου καὶ ἀπάτα ἐμὲ εἰς ὅπερ καὶ πείσεις καταλεῖψαι τὸν Προμηθέα.
sch 1063a [5] οὐ γὰρ τοῦτο τὸ ἔπος (δηλαδὴ τὸ «μὴ ἠλιθιώσῃ τὰς φρένας ὑμῶν τὸ τῆς βροντῆς ἤχημα») τλητὸν καὶ καρτερητὸν παρέρριψας καὶ παρήγαγες εἰς τὸ καταλεῖψαι τὸν Προμηθέα. A (contuli et DW). DPPdW (in his continuatur cum 1063a) et VYa (in his separatim, quasi scholium ad 1066): Πῶς με κελεύεις κακίαν ἀγαπᾶν καὶ μισεῖν τοῦτον; Mediceus: Παρήγαγες εἰς τὸ καταλεῖψαι τὸν Προμηθέα.
sch 1065b gll. in PPdW: παρέσυρας] Παρὰ τὸ πρέπον εἶπας. Mediceus et gll.
sch 1067 in DPPdW: μετὰ τοῦδ’ κ.τ.λ.] Συμπάσχειν αὐτῷ οὐ παραιτοῦμαι. CDPPdVYa: τοὺς προδότας γάρ: Διά τινα Ἰφικράτην στρατηγόν· λαβὼν γὰρ δῶρα προὔδωκε τὸν οἰκεῖον στρατὸν τοῖς ἐναντίοις.
sch 1068b DPPdV (in his continuatur cum 1068a): ἌΛΛΩΣ· τοὺς προδότας μισῶ· καὶ πῶς προδώσω τὸν ἐμοὶ φίλον, καὶ οὐ τούτῳ συμπονήσω; (1071—1079) ἀλλ’ οὖν μέμνησθ’ ἅτ’ ἐγώ: Ἀλλ’ οὖν μέμνησθε ἅπερ προλέγω ὑμῖν· μηδὲ παρ’ ἄτης θηραθεῖσαι, ἤγουν εἰς βλάβην ἐμπεσοῦσαι, μέμψησθε τὴν δυστυχίαν ἣν μέλλετε παθεῖν· μηδέ ποτε εἴπητε ὅτι ὁ Ζεὺς ὑμᾶς εἰς ἀνέλπιστον καὶ αἰφνίδιον βλάβος εἰσέβαλε.
sch 1071 [5] μηδαμῶς εἴπητε τοῦτο· αὐταὶ δὲ ὑμᾶς αὐτὰς αἰτιᾶσθε· εἰδυῖαι γάρ, καὶ ἐπιστάμεναι καὶ οὐκ ἀγνοοῦσαι, οὐδὲ ἐξαίφνης καὶ λαθραίως, ἐμπλεχθήσεσθε εἰς τὸ δίκτυον τῆς βλάβης τὸ ἀπέραντον, οὗ τέλος οὐχ εὑρήσετε. A (contuli et DW). Mediceus: αὐταὶ δ’ ὑμᾶς αὑτάς (sic)] Λείπει τὸ «αἰτιᾶσθε».
sch 1075b [5] αὐταὶ δ’ ὑμᾶς αὐτάς] Αἰτιᾶσθε. Glossema in A. (1080—1090) καὶ μὴν ἔργῳ: Καὶ δὴ ἐν ἔργοις αὐτοῖς, καὶ οὐκ ἐν μύθῳ (ὡς ἐμοῦ ἁπλῶς λέγοντος ὅτι μέλλει γενέσθαι τάδε) ἡ γῆ σεσάλευται· ἡ τῆς βροντῆς δὲ φωνὴ ἡ βρύχουσα παραμυκᾶται καὶ ἠχεῖ καὶ βοᾷ· ἐκλάμπουσι δὲ αἱ πολύπυροι ἕλικες τῆς στεροπῆς (ἤτοι αἱ ἑλικοειδεῖς κατὰ τὰ νέφη τῶν ἀστραπῶν κινήσεις)· οἱ στρόμβοι δὲ καὶ αἱ ἑλίξεις τῶν ἀνέμων ἑλίσσουσι καὶ συστρέφουσι τὴν κόνιν· σκιρτᾷ δὲ τῶν ἀνέμων πάντων τὰ πνεύματα, ἀποδεικνύντα πρὸς ἄλληλα στάσιν ἀντίπνουν (ἤγουν τῇ ἐναντίᾳ ἀλλήλων πνοῇ πρὸς ἄλληλα ἀνθιστάμενα)· τετάρακται δὲ ὁ ἀὴρ σὺν τῇ θαλάσσῃ.
sch 1080 [10] τοιαύτη ἐπ’ ἐμοὶ ἐπέρχεται καὶ κινεῖται ῥιπή, καὶ κίνησις καὶ ζάλη καὶ τρικυμία, ἀπὸ τοῦ Διός, κατασκευάζουσά μοι φόβον. A (contuli et DW). Mediceus: ἕλικες] Αἱ ἑλικοειδεῖς κατὰ τὰ νέφη τῶν ἀστραπῶν κινήσεις.
sch 1087 Mediceus: ἀποδεικνύμενα] Ἀποδεικνύντα. Cgl: αἰθὴρ πόντῳ] Στοιχεῖον ἀντὶ στοιχείου.
sch 1091a CDPPdVW: ὦ μητρὸς ἐμῆς: Περιφραστικῶς· «ὦ μῆτερ ἐμὴ Γῆ, ὦ Θέμις». Mediceus: «Ὦ Γῆ», ἢ «ὦ Θέμι».
sch 1092a gll. in DPPd: αἰθὴρ] Ἀήρ. gll.
sch 1092b in PPd: αἰθὴρ] Οὐρανέ. Pgl: κοινὸν φάος] Τὸν ἥλιον.
sch 1092d [5] gll. in PPd (et fortasse W, sed paene evanidum): κοινὸν φάος ἑλίσσων] Ὁ φωτίζων τὰ πάντα. Ἀνθ’ ὧν τὸ πῦρ δέδωκας ἀνθρώπων γένει τρύχῃ βίᾳ φάραγγι προσπεπηγμένος· τὸ πῦρ, Προμηθεῦ, ὃ βροτοῖς ἐχαρίσω ὕλη πρὸς ἀκάματον εὑρέθη φλόγα, ὀργῆς κατὰ σοῦ πρὸς θεῶν πυρσουμένης.
epigr 1a [10] Αἰσχύλε, τί φῄς; τοὺς θεούς σου προσφέρεις πάσχοντας αἰσχρῶς ἐκ θεῶν ὁμοτρόπων; καὶ πῶς ἄρα λέληθας σαυτὸν εἰς τέλος θεοὺς σεβάζων τοὺς παθητοὺς τὴν φύσιν, καὶ μὴ δυνατοὺς ἐκφυγεῖν τιμωρίας; Οὐαί, Προμηθεῦ, κρᾶξον, οὐαί σοι μέγα· χάριν βροτῶν γὰρ ἠπατήσας τὸν Δία.
epigr 1b [5] καὶ λάθρα τούτου πως τὸ πῦρ ἐκεκλόφεις, εἶτ’ οὐδ’ ἐπείσθης ὤν περ ἐσταυρωμένος τὸν ἐκβαλοῦντα τῶν θρόνων εἰπεῖν Δία. τῷ τοι κεραυνὸς ἐκ πόλου κατηγμένος ἔργον τίθησι συντριβῆς σε τὸν τάλαν. αἴαζε τοίνυν· τοῦτο γὰρ πάρεστί σοι. Κλέψας τὸ πῦρ παρέσχε τοῖς θνητοῖς γέρα καὶ κάμπτεται μάστιξι ταῖς Διὸς τάλας· ψευδωνύμως ἔλαχε τὴν κλῆσιν μόνον· προμηθίας δεῖται γὰρ ἡ προβουλία.
epigr 2 (t) [10] Στίχοι εἰς τὸ Αἰτναῖον πῦρ. Αἴτνη τίς ἐστιν Ἰταλῶν ὄρος μέγα, ἐξ ἧς καταρρεῖ παμφάγου πυρὸς νᾶμα μέχρι πολίχνης Κατάνης λεγομένης· ῥοιβδεῖ δὲ δεινῶς ὡς ποταμὸς ἐκρέον· πνεῦμα γὰρ ἐν γῆς ἐμπεσὸν ταῖς κοιλάσι κισσήρεως νάφθης τε πεπληρωμένης, χωροῦν σοβαρῶς ἐκπυροῦται τῇ βίᾳ· εὑρὸν δὲ ταῖς σήραγξιν ὕδωρ ἐκρέον τὸ πνεῦμα παντάπασιν ἠραιωμένον ἀναφλογωθὲν ἐξανάπτει πῦρ ῥέον.