eul_wid: cto-af
DOI 10.5281/zenodo.20335421

Glosses on Euripides' Rhesus (Long) by Scholia on Euripides

The Glosses on Euripides' Rhesus are prose notes on that tragedy. The first note explains the watchmen in the form of a chorus, and compares a line with Homer. They are scholia on Euripides, not a lost glossary by a grammarian named Xenophon.

οἱ φύλακες ἐν χοροῦ σχήματι παρακελεύονται ἑαυτοῖς λείπει τὸ παρʼ ἡμῶν παρὰ τὸ Ὁμηρικόν «ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας» τὰς ἐκ φύλλων ἐστρωμένας καθαρῶς νέαν ἐμφαίνοντες γνώμην ὁ διὰ τῶν νεῶν πορευθεὶς στόλος ἀκολούθως καὶ εὐκαίρως ἦλθες, εἰ καὶ φόβον ἀγγέλλεις πλοίῳ ἀποδημεῖν λείπει τὸ ὡς ὁμοῦ ἄρδην δύντες ἐπέσχον ὁρμῇ φορᾷ τὰς συμβουλίας καὶ μαντείας ἐν νυκτὶ ὁ φεύγων μέγα ἰσχύει τρωθείς τὰς εἰς τὰς ναῦς ἀναγούσας σανίδας ἐκ τοῦ ληίζω ληφθέντες γεωργεῖν σαφῶς ἀσφαλῶς φοβερὸν, ὃ οὐκ ἄν τις θαρσήσειε ἐν φυγῇ σύντομος τί πρᾶγμα, διὰ τί κατὰ τὴν νύκτα προκινδυνεύσας. ἀπὸ τῶν κύβων ἡ μεταφορά ἐτυμολογεῖται τὸ ὄνομα γελοῖον τὸ οἴεσθαι ὅτι βασιλείαν αἰτήσει σύνθου. λείπει τὸ διδόναι ἀνατίθει ὥστε σε τοῦ δικαίου τῆς ἀμοιβῆς τυχεῖν τὰ δῶρα περιβαλοῦμαι τῆς συνήθους ὡς σφαγή, ὀξυτόνως. Ἡρωδιανός τῶν κλεπτῶν πρὶν ἡμέραν γενέσθαι ἀπὸ τῶν Τρωικῶν χωρῶν τὰ ὀνόματα καὶ Λύκιε κατὰ κρᾶσιν διία γὰρ ἡ νὺξ ἐγένετο δία· ὦ ἀπὸ τοῦ Διὸς κεφαλή σύμπραξον τὰ ναύσταθμα τοὺς βωμούς ἐπὶ τὴν ἑστίαν περὶ Ἴλου φησὶν ὡς Ὅμηρος «Ἴλου παλαιοῦ». πατρός ἀντὶ τοῦ προγόνου τοῦ Ἕκτορος ἀντὶ τοῦ ὑπέρ ἐκπλήττομαι χειμῶδες καὶ ζοφῶδες κινῆται οὐκ ἀκριβῶς εἴρηκεν. οὐ γὰρ Ἀγαμέμνων τῇ Ἑλένῃ γαμβρός μωρὰ καὶ ἀπαίδευτα ἀπὸ γενικῆς τῆς δόρεος καὶ δόρεα καὶ δόρη ὡς βέλεα βέλη πολλοῦ καὶ μεγάλου κυρίως ὀργάδες εἰσὶν οἱ ἱεροὶ τῶν θεῶν τόποι διʼ ἧς αἱ ἅμαξαι πορεύονται οὐ ῥᾴδιον. λείπει διὰ τῶν συνήθων πεδίων κατὰ τὸ ἀκρωτήριον τῆς Ἴδης σπήλαιον οὐκ ἀπὸ χειρὸς γενόμενον, ἐπεὶ ἐν πέτραις εἰσὶ καὶ οἰκοῦσιν τοὺς ἔμπροσθεν, τοὺς προερευνῶντας τὴν ὁδόν ἠρώτησα τινὲς τὸν ζυγόν φασι· περὶ δὲ τὸ μέσαβον συνέδησε τὸν αὐχένα τῶν ἵππων τῶν βελῶν ἐναντιωθείς παρʼ ἡμῖν μετὰ τὴν κατεπείγουσαν χρείαν μὴ φθονήσειεν ἡ Ἀδράστεια ἐπὶ τοῖς λεχθεῖσι παρὰ τοῦ Ἕκτορος. ἢ ἐπὶ τοῖς μέλλουσι λεχθῆναι, ὃ καὶ ἄμεινον ἥκεις ἐπεὶ ἀπεστάλης ὑπὸ τῶν γονέων ἀσπίδα κουφίζων, ἐκ τοῦ πέδου αἴρων τὸν τὰ δύο μέρη ἠκονημένον ἀνακρούων. οἱ γὰρ πολεμοῦντες κινοῦσι τοὺς πόδας τὸ ἑξῆς· καλὸν ἰδεῖν χρυσοκόσμητον ἐν γὰρ τοῖς πόρπαξιν εἶχεν κώδωνας παλαιὸν ἐχούσῃ διάλειμμα. λείπει δὲ τὸ ὁρῶν κατὰ τὸ σὸν μέρος ἐφρόντισας ἄγγελος πρεσβεία τῶν ἐντίμων ἠξίωσεν ἐνετείλατο ὁμόφυλος ὁμόχωρος ὅρος Θρᾴκης Παιόνες ἔθνος Θρᾴκης ἐξ ἐναντίας τῆς μάχης. κατʼ ὄψιν ἔσχισα τὸ ὅπλον τῶν πολεμίων τῷ δόρατι ἐμφαντικώτερον ἀντὶ τοῦ πατήσας τὸ θέρος ὅτι κατάξηρον τὴν συνεχῆ πόσιν γείτων ὅμορος ἐνέχυρα λαβὼν τῆς εἰρήνης τὰ τέκνα αὐτῶν Ὅμηρος ποινήν τὰ ἕως Τροίας οὐχ ὡς σὺ ὀνειδίζων λέγεις τὰς φιάλας τὰ πνεύματα τῶν ἀνέμων ἐπεβάρει ἔβλαπτεν πολεμεῖς ἀνωμάλως διατιθέμενος, ἀπὸ τῆς τῶν κυβευτῶν μεταφορᾶς ἡμέρα μία τῇ ἑξῆς ἡμέρᾳ χειρώσομαι κωλύσω τὸν ἀκαταμάχητον φθόνον ἡ ναῦς ἐν ᾧ ἀποκτείνειας τοὺς Ἕλληνας εἰσπράξαιο τιμωρήσαιο τῷ σῷ δόρατι τῇ Νεμέσει κατὰ διαδοχήν ἀπατητικόν ἀγύρτης ἀπὸ τοῦ συνάγειν καὶ ἀγείρειν τροφήν ἐπαίτης μερίμνης ἄξια κατέχων λέγει Ὀδυσσεὺς ὑποκρίνεται εἶναι Τρωικός ἀνίστασο ὡς ἀνατετακότων αὐτῶν τὰ ἀμυντήρια ὁ Αἴας ἐκ τῶν Σποράδων νήσων ποῖός ἐστιν αὐτῷ πάτριος θεός κατʼ ἐρώτησιν· οὔπω γὰρ ᾔδει τὸ ἡμιχόριον τοῦ Ῥήσου τὴν ἀναίρεσιν ἐμφαντικῶς τοῦτο περὶ τοῦ Ὀδυσσέως λέγουσιν τροφὴν αἰτῶν τὴν ἔχουσαν διερρωγυίας τρίχας πολύρρυπον τί λέγων βλασφημῶν. ἢ ὀργιζόμενος καὶ λοιδορῶν τοὺς λῃστὰς λέγων ἐφʼ ἡμῶν περᾶσαι καὶ διεληλυθέναι οἱ ὀφθαλμοί τὸν ὑπὸ τῆς ἀσπίδος τῶν φροντιστῶν καὶ ἐπιστατῶν οὐκ ἀδήλως οὐδὲ ἀσαφῶς τὸ αἰσχίστως ἀποθανεῖν τὸ θανεῖν ἀκλεῶς λυπρὸν οἶμαι ἀσκόπως περιφραστικῶς ὁ Ἕκτωρ αἱ μάστιγες ἁπλῶς, ὡς ἔτυχεν φροντιζούσῃ τὸ ἑξῆς· πώλοισι χόρτον ἀφθόνῳ μετρῶ χειρί ἐβόησα λείπει τὸ ἔλεγον ὄνειρος τοὺς ἵππους· κεῖται γὰρ ἑξῆς ἡ πρόθεσις τῆς βύρσης ἀπαλεξῆσαι τοὺς θῆρας ἀπὸ τῶν πώλων ἐπιμεμφόμενος δικαιότερον τὴν τοῦ Μενελάου ἵδρυσο ᾔδεισαν ἐγίνωσκον πανουργεῖς, ὦ Ἕκτορ καὶ ταῦτα, φησὶν, Ὀδυσσεὺς ἔδρασεν· τίς γὰρ ἄλλος τῶν Ἀργείων οὕστινας πρὸς τὰ κεχωρισμένα τῆς λεωφόρου τῷ εὐθὺς γενομένῳ θρήνῳ