On Self-Submissive and NSubmissiveΠερὶ αὐθυποτάκτων καὶ ἀνυποτάκτων
Herodian of Alexandria On Self Submissive and NSubmissive PDF
On Self-Submissive and Nonsubmissive is a lost grammatical treatise by the second-century CE scholar Aelius Herodianus. Composed in technical Attic Greek prose, the work examines a specialized area of syntax, analyzing words categorized as either "self-submissive," meaning they are autonomously governed, or "nonsubmissive," meaning they are not governed by standard syntactic relationships. It represents a detailed, rule-based approach characteristic of the Alexandrian grammatical tradition. Herodian, the son of the grammarian Apollonius Dyscolus, worked in Rome under Emperor Marcus Aurelius. Modern scholarship interprets this treatise as part of his extensive project to systematize the rules of classical Greek, serving both advanced pedagogy and the Atticist cultural movement, which prized linguistic purity. The text does not survive independently but is known only through later references. Its reported structure, consisting of three passages, likely derives from excerpts preserved in Byzantine grammatical compilations and lexica. Despite its loss, Herodian's authoritative analyses on such technical points influenced Greek grammatical theory for centuries.
| 1086 (19) [35] | Τῶν ῥημάτων τὰ μὲν αὐθυπότακτα καλεῖται, τὰ δὲ ἀνυπότακτα. καὶ τῶν αὐθυποτάκτων τὰ μὲν ἐνεργητικῶς, τὰ δὲ παθητικῶς προφέρονται· ὡςαύτως καὶ τὰ ἀνυπότακτα. Εἰσὶ δὲ αὐθυπότακτα ἐνεργητικά, ὧν τὸ ῥῆμα βαρύνεται καὶ ἡ μετοχὴ ὀξύνεται καὶ τὸ ἀπαρέμφατον περισπᾶται. τούτων τὰ ἑνικὰ δεύτερα καὶ τρίτα πρόςωπα καὶ τὰ πληθυντικὰ πρῶτα αὐθυπότακτά εἰσιν, οἷον δάκω δακών δακεῖν δάκῃς δάκῃ δάκωμεν, δράμω δραμών δραμεῖν δράμῃς δράμῃ δράμωμεν, λάθω λαθών λαθεῖν λάθῃς λάθῃ λάθωμεν, πάθω παθών παθεῖν πάθῃς πάθῃ πάθωμεν, πίω πιών πιεῖν πίῃς πίῃ πίωμεν, τύχω τυχών τυχεῖν τύχῃς τύχῃ τύχωμεν. καὶ τὰ συντιθέμενα ἀπὸ τοῦ σχῶ, ἀνάσχω ἀνασχών ἀνασχεῖν ἀνάσχῃς ἀνάσχῃ ἀνάσχωμεν, ἐπίσχω ἐπισχών ἐπισχεῖν ἐπίσχῃς ἐπίσχῃ ἐπίσχωμεν, κατάσχω κατασχών κατασχεῖν κατάσχῃς κατάσχῃ κατάσχωμεν, παράσχω παρασχών παρασχεῖν παράσχῃς παράσχῃ παράσχωμεν. καὶ ταῦτά εἰσιν αὐθυπότακτα ἐνεργητικά. Εἰοὶ δὲ παθητικὰ ἀνάσχωμαι, ἀντίσχωμαι, ἀπόσχωμαι, ἀφέωμαι, οὗ τὸ τρίτον τῶν πληθυντικῶν ἀφέωνται, ἀφέλωμαι, ἀφίκωμαι, γένωμαι, ἐπιλάθωμαι, πρίωμαι ἀντὶ τοῦ ἀγοράσω, καὶ πρόωμαι ἀντὶ τοῦ προπέμψω. Μαθὼν δὲ περὶ τῶν αὐθυποτάκτων, μάθε καὶ περὶ τῶν ἀνυποτάκτων. |
| 1087 [35] | ἁμαρτήσω ἁμαρτήσεις ἁμαρτήσει ἁμαρτήσομεν, ἀνήσω (ἀντὶ τοῦ καταλείψω) ἀνήσεις ἀνήσει ἀνήσομεν, ἀφήσω ἀφήσεις ἀφήσει ἀφήσομεν, δώσω δώσεις δώσει δώσομεν, ἐνήσω (ἀντὶ τοῦ ἐμβαλῶ) ἐνήσεις ἐνήσει ἐνήσομεν, εὑρήσω εὑρήσεις εὑρήσει εὑρήσομεν, θήσω θήσεις θήσει θήσομεν, παρήσω (ἀντὶ τοῦ παραλείψω) παρήσεις παρήσει παρήσομεν. Διὰ τί οὐχ ὑποτάσσονται ταῦτα; Διότι ἐν οἷς ῥήμασιν ὁ ἀόριστος τῶν ὁριστικῶν ἐνεργητικῶν ἔχει τὸ σύμφωνον τοῦ μέλλοντος, ἐν ἐκείνοις γίνονται καὶ ἀόριστοι πρῶτοι ὑποτακτικοί· ἐν τούτοις δὲ οἱ ἀόριστοι τῶν ἐνεργητικῶν, μὴ ἔχοντες τὸ σύμφωνον τοῦ μέλλοντος, οὐδὲ ὑποτακτικοὺς ἀορίστους ποιοῦσιν. Ἀνυπότακτά εἰσι καὶ τὸ ἕξω ἕξεις ἕξει ἕξομεν, ἥξω (ἀντὶ τοῦ ἔλθω) ἥξεις ἥξει ἥξομεν, λήσω (ἀντὶ τοῦ λάθω) λήσεις λήσει λήσομεν, οἴσω (ἀντὶ τοῦ κομίσω) οἴσεις οἴσει οἴσομεν. οὐχ ὑποτάσσονται δὲ οὐδὲ ταῦτα, διότι οἱ ἀόριστοι ἐν τοῖς ὁριστικοῖς ἐνεργητικοῖς ἐπὶ τῶν ῥημάτων τούτων ἐξέλιπον, τούτων δὲ ἐκλιπόντων ἐξέλιπον καὶ οἱ ὑποτακτικοὶ οἱ πρῶτοι. Κατὰ δὲ αὐτὸ τοῦτο, τὸ ἐκλείπειν δηλαδὴ τοὺς ὁριστικοὺς ἐνεργητικοὺς ἀορίστους πρώτους καὶ τοὺς παθητικοὺς μέσους ἀορίστους πρώτους, οὐχ ὑποτάσσονται οὐδὲ οἱ ῥηθησόμενοι παθητικοὶ μέσοι μέλλοντες πρῶτοι, αἱρῶ τὸ βούλομαι αἱρήσω αἱρήσομαι, ἀφίξομαι, βήσομαι, ἐξ οὗ καὶ τὸ ἀναβήσομαι καὶ ἀποβήσομαι, βουλήσομαι, γενήσομαι, εἴδω τὸ γινώσκω εἴσω εἴσομαι, ἐρήσομαι ἀντὶ τοῦ ἐρωτήσω, λήψομαι ἀντὶ τοῦ λάβω, οἰήσομαι ἀντὶ τοῦ ὑπολάβω, ὄψομαι ἀντὶ τοῦ θεάσομαι, πείσομαι ἀντὶ τοῦ πάθω, προήσομαι ἀντὶ τοῦ προπέμψω καὶ προςήσω ἀντὶ τοῦ προσδέξομαι. Οὐχ ὑποτάσσονται οὐδὲ οἱ μέλλοντες δεύτεροι τῶν αὐτῶν ὁριστικῶν παθητικῶν, οἷον τυφθήσομαι, πλεχθήσομαι—τυπήσομαι, πλακήσομαι. Οὐχ ὑποτάσσονται οὐδὲ οἱ μέσοι μέλλοντες δεύτεροι τῶν βαρυτόνων ῥημάτων, τυπεῖται, πλακεῖται. Οἱ Ἀττικοὶ μέλλοντες τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων οὐχ ὑποτάσσονται, οἷον ἀφανίζω ἀφανίσω ἀφανιῶ ἀφανιεῖς ἀφανιεῖ, γνωρίζω γνωρίσω γνωριῶ γνωριεῖς γνωριεῖ, ἐγχειρίσω ἐγχειριῶ ἐγχειριεῖς ἐγχειριεῖ, μερίσω μεριῶ μεριεῖς μεριεῖ, ὀνειδίσω ὀνειδιῶ ὀνειδιεῖς ὀνειδιεῖ, ὑβρίσω ὑβριῶ ὑβριεῖς ὑβριεῖ. Οὐχ ὑποτάσσονται οὐδὲ οἱ Ἀττικοὶ μέλλοντες πρῶτοι τῆς αὐτῆς τετάρτης συζυγίας τῶν βαρυτόνων, οἷον ἀγωνιεῖται, βαδιεῖται, καθιεῖται ἀντὶ τοῦ καθίσει. Εὑρίσκονται σὺν τούτοις καὶ ἀπ’ ἄλλων συζυγιῶν μέσοι μέλλοντες πρῶτοι μὴ ὑποτασσόμενοι μηδὲ αὐτοί, πεσεῖται ἀντὶ τοῦ πέσῃ. |
| 1088 [30] | Οἱ πρῶτοι μέλλοντες τῶν ὁριστικῶν ἐνεργητικῶν τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων οὐχ ὑποτάσσονται, οἷον βαλῶ βαλεῖς βαλεῖ, δεμῶ (ἀντὶ τοῦ κτίσω) δεμεῖς δεμεῖ, μενῶ μενεῖς μενεῖ, ἐρῶ (ἀντὶ τοῦ λέξω) ἐρεῖς ἐρεῖ, καὶ τὰ ὅμοια ἀκολούθως τούτοις. Οὐδὲ οἱ μέσοι μέλλοντες πρῶτοι τῶν παθητικῶν τῆς αὐτῆς συζυγίας ὑποτάσσονται, ἐντελοῦμαι ἐντελῇ ἐντελεῖται, ὀλοῦμαι ὀλῇ ὀλεῖται, φανοῦμαι φανῇ φανεῖται. Οἱ παρῳχημένοι πάντες οὐχ ὑποτάσσονται, ἐτετύφεις, ἐτετύπεις. παρῳχημένοι δὲ πάντες εἰσὶ καὶ οἱ παρατατικοὶ τῆς συζυγίας τῶν περισπωμένων, οἷον ἐγνωσιμάχεις ἠμφισβήτεις. Καὶ τὰ προςτακτικὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὐχ ὑποτάσσονται, οἷον μὴ ἀδίκει, μὴ ὀλιγώρει. Καὶ οἱ μονοσύλλαβοι ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὐχ ὑποτάσσονται, οἷον ζεῖς ζεῖ ἀπὸ τοῦ ζῶ τὸ βράζω, θεῖς θεῖ, πλεῖς πλεῖ, ῥεῖς ῥεῖ, χεῖς χεῖ· ἐὰν θέῃς καὶ ἐὰν πλέῃς πλέῃ ὑποτάσσονται. Δέον μαθεῖν καὶ περὶ τῶν ὑποτακτικῶν μορίων, καὶ πόσα μόρια ὑποτάσσουσιν, οἷον ἵνα, ὄφρα, ὅπως, ἐάν, ἄν, μή. πολλάκις δὲ καὶ ὁ ἡνίκα καὶ ὁ ἕως, ἡνίκα ἔχουσιν ἑτέρους συνδέσμους, ὡς ἐν τῷ εἴπερ γάρ τε χόλον καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλ’ ὅγε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ. ὥσπερ δὲ τὸ ἄν ὑποτάσσει, οὕτω καὶ ὅσα σύγκειται ἐξ αὐτοῦ, οἷον κἄν, οὐκ ἄν, ἐπάν, ἐπειδάν, ὅταν, ὁπόταν. Καὶ οὕτω μέν, ὡς εἴρηται, τὸ ὅπως καὶ τὸ ἵνα τὰ ὑποτακτικὰ μόρια ὑποτάσσουσιν· ὅτε δὲ τὸ ὅπως ἐκλαμβάνεται ἀντὶ τοῦ πῇ καὶ τὸ ἵνα ἀντὶ τοῦ ὅπου, οὐχ ὑποτάσσουσιν. ἀλλ’ οὐδὲ τὸ ἵνα τί, ἀντὶ τοῦ διὰ τί, ὑποτάσσει. Καὶ τὸ μή ὑποτάσσει, ὅτε λέγει τις ὡς προςτάσσων μὴ ἐλεήσῃς ὑπεύθυνο ν . ὑποτάσσει δὲ τὸ μή καὶ ὅτε ἔχει προκείμενον αὐτοῦ τὸ οὔ, ὡς τὸ ἑπόμενος ἐμοὶ οὐ μὴ ἐκτοπίσῃ ς . ὅτε δὲ τὸ μή ἐρωτηματικόν ἐστιν, οὐχ ὑποτάσσει, μὴ μάτην διδάσκομε ν ; Καὶ τὸ ἕως, ὅτε κεῖται μόνον, οὐχ ὑποτάσσει· ὅτε δὲ κεῖται μετὰ τοῦ οὗ, ὑποτάσσει. |