The phi section of the Suda spans 879 entries ranging from biographical notices to brief glosses. Early entries treat Roman and Carthaginian figures: Fabius Pictor (φ 2), the annalist cited on Roman public-property law; Fabius Maximus (φ 3), whose defeat against the Samnites is recounted in detail; and Fabricius (φ 5), remembered for his dealings with Pyrrhus. Favorinus of Arles (φ 4) receives an extended notice on his hermaphroditic constitution, philosophical training, and rhetorical career.
Among Greek subjects, Philochorus (φ 441) is identified as an Athenian seer and Atthidographer, with chronological notes linking him to Eratosthenes. Shorter entries include lexical glosses such as φαγανθρώπων (φ 6, 'unclean') and φιλοφροσύνη (φ 440, 'cordiality'), alongside Aristotelian philosophical terminology: φ 878 explains the three φυτικαί δυνάμεις of the soul (nutritive, augmentative, generative).
The letter is useful for prosopography of Roman Republican figures as transmitted through Byzantine sources, for fragments of lost Hellenistic scholarship, and for the lexicographical treatment of philosophical and biological vocabulary derived from the Peripatetic tradition.
| φ 1 | Φαβέας, ὁ καὶ Ἀμίλκας, Καρχηδονίων στρατηγός. ζήτει περὶ τούτου ἐν τῷ Ἀμίλκας. |
| φ 2 | Φάβιος Πίκτωρ, συγγραφεὺς Ῥωμαίων. οὗτος λέγει ἄρχοντι Ῥωμαίων μὴ ἐξεῖναι μηδενὶ σφετερίσασθαι ἐκ τοῦ δημοσίου ὁτιοῦν. |
| φ 3 | Φάβιος· ὅτι Φάβιος Μάξιμος, ὕπατος Ῥωμαίων, νεώτερος ὢν καὶ τὸν πρὸς Σαμνίτας πόλεμον ἐγκεχειρισμένος, θρασύτερον ἢ ἀσφα‐ λέστερον τοῦ ἔργου προσαψάμενος ἐσφάλη, τρισχιλίων νεκρῶν ἀπο‐ μάχων τε πλείστων τοῖς Ῥωμαίοις γεγενημένων. ἡ δὲ βουλὴ τοῦτον παραλύει τῆς ἡγεμονίας. ὁ δὲ τούτου πατὴρ ὁμώνυμος τῷ παιδὶ πολλαῖς ἐνηθληκὼς ἀνέκαθεν στρατείαις ἐδεῖτο τῆς βουλῆς ἀνεῖναι τῷ Φαβίῳ τὰ ἐγκλήματα, αὐτὸς ἀναμάχεσθαι τὸ τοῦ παιδὸς πταῖσμα κρείττοσιν ἔργοις ὑφιστάμενος. εἴξασα ἡ βουλὴ αἰδοῖ τοῦ ἀνδρὸς ἐπι‐ τρέπει αὖθις τῷ νέῳ τὴν τοῦ πολέμου ἡγεμονίαν, πρεσβευτὴν αὐτῷ τὸν πατέρα δοῦσα, ὡς ἂν μή τι δι’ ἀπειρίαν σφάλλοιτο. καὶ ὃς ἀφι‐ κόμενος ἐς τὴν πολεμίαν ἀριστεύει καὶ θρίαμβον κατάγει. |
| φ 4 | Φαβωρῖνος, Ἀρλεάτου τῆς ἐν Γαλλίᾳ πόλεως, ἀνὴρ πολυμαθὴς κατὰ πᾶσαν παιδείαν, γεγονὼς δὲ τὴν τοῦ σώματος ἕξιν ἀνδρόγυνος (ὅν φασιν ἑρμαφρόδιτον), φιλοσοφίας μεστός, ῥητορικῇ δὲ μᾶλλον ἐπι‐ θέμενος· γεγονὼς ἐπὶ Τραϊανοῦ τοῦ καίσαρος καὶ παρατείνας μέχρι τῶν Ἀδριανοῦ χρόνων τοῦ βασιλέως. ἀντεφιλοτιμεῖτο γοῦν καὶ ζῆλον εἶχε πρὸς Πλούταρχον τὸν Χαιρωνέα εἰς τὸ τῶν συνταττομένων βιβλίων ἄπειρον. γέγραπται γοῦν αὐτῷ φιλόσοφά τε καὶ ἱστορικά, ὧν πολὺς ἀριθμός. ἔστι δὲ καὶ τῶν βιβλίων αὐτοῦ ταῦτα· Περὶ τῆς Ὁμήρου φιλοσοφίας, Περὶ Σωκράτους καὶ τῆς κατ’ αὐτὸν ἐρωτικῆς τέχνης, Περὶ Πλάτωνος, Περὶ τῆς διαίτης τῶν φιλοσόφων· καὶ ἄλλα. οὗτος ἔγραψε καὶ γνωμολογικά. |
| φ 5 | Φαβρίκιος· ὅτι Φαβρίκιος τῆς ἐπὶ τὸν Πύρρον σταλείσης δυνά‐ μεως ἀποδείκνυται ἡγεμών· ἀνὴρ πάλαι ἐγνωσμένος τῷ βασιλεῖ καὶ τῆς αὐτοῦ μεγαλοφροσύνης ἐναργὲς ἐξενηνοχὼς σύμβολον. ἀντικαθε‐ ζομένων γὰρ ἀλλήλοις τῶν στρατοπέδων, νύκτα φυλάξας ἀνήρ τις, εἴτε ἰατρὸς εἴτε ἕτερος τῶν περὶ τὴν τράπεζαν τοῦ βασιλέως τεταγ‐ μένων, ὡς τὸν Φαβρίκιον ἀφίκετο, δηλητηρίοις φαρμάκοις ἀνελεῖν τὸν Πύρρον ὑφιστάμενος, ἤν οἵ τις δοθείη πρὸς αὐτοῦ χρημάτων ὠφέλεια· ὃν ὁ Φαβρίκιος ἀποστυγήσας τῆς ἐγχειρήσεως ἀποπέμπει τῷ Πύρρῳ δέσμιον. ἀγασθεὶς δὴ οὖν τὸ πραχθὲν ὁ Πύρρος ἀναβοῆσαι λέγεται· οὗτός ἐστι καὶ οὐκ ἄλλος Φαβρίκιος, ὃν δυσχερέστερον ἄν τις παρα‐ τρέψοι τῆς οἰκείας ἀρετῆς ἢ τῆς συνήθους πορείας τὸν ἥλιον. ὁ δὲ Πύρρος τὸν περὶ τοῦ παντὸς ἀναρρίψας κύβον τοῖς ὅλοις ἐσφάλη. |
| φ 6 | Φαγανθρώπων: ἀκαθάρτων. |
| φ 7 | Φαγέδαινα: νόσος λοιμική. καὶ Φαγεδαίνη, εἶδος βοτάνης. |
| φ 8 | Φαγεῖν ζῶν· Ἰούνιος ὄνομα, εἰς τὴν ἱππάδα τελῶν καὶ φαγεῖν ζῶν συνήθης ἦν τοῖς ὑπάτοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθήρας. |
| φ 9 | Φαγεῖν· γενικῇ. μὴ μήλου τε παράπαν φαγεῖν. ζήτει ἐν τῷ τοῦ ὁσίου Σάβα βίῳ. καὶ φάγετε· γενικῇ. ἡ παροιμία· ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων. |
| φ 10 | Φαγήματα: βρώματα. εἶδε φορτίον χλωρῶν ἀκανθῶν, ἃ καμή‐ λοις ἐστὶ φαγήματα· ἡ δὲ τὴν κεφαλὴν καθῆκε. |
| φ 11 | Φάγω· αἰτιατικῇ. καὶ γενικῇ σπανίως. |
| φ 12 | Φάγωμεν καὶ πίωμεν, τὰ ἐνεργητικὰ διὰ τοῦ ω μεγάλου· τὰ δὲ παθη‐ τικὰ φάγονται καὶ πίονται διὰ τοῦ ο μικροῦ. |
| φ 13 | Φαγύλιον: μαρσίππιον. |
| φ 14 | Φᾶ δὲ σίδαρον παιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου. |
| φ 15 | Φαέθοντα τόκον: ἐπιφανῆ, καὶ καταπληκτικὸν τὴν πρόσοψιν. |
| φ 16 | Φαέθων: λάμπων, ἥλιος. Σοφοκλῆς· ποῦ ποτε κεραυνοὶ Διός, ἢ ποῦ φαέθων ἠέλιος, εἰ ταῦτ’ ἐφορῶντες κρύπτουσιν ἕκηλοι; οἷον οὐκ ἄγουσιν ἐς φῶς τὴν παρανομίαν. καὶ Ὅμηρος· οὔτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης. δείκνυσι δὲ ὁ Ποιητὴς σφαιροειδῆ εἶναι τὸν κόσμον. |
| φ 17 | Φαελλουρέα. |
| φ 18 | Φαεσίμβροτος: ὡς φέρουσα φῶς τοῖς ἀνθρώποις. |
| φ 19 | Φαεσφόρους: φωτοφόρους, φωτὸς παρεκτικάς, γνώσει φωτι‐ ζούσας. |
| φ 20 | Φαεινόν: λαμπρόν. καὶ πλέγμασι φαεινοῖς ἐκδεχόμενοι τὰ τρωκτά, κάρυα καὶ βαλάνους. |
| φ 21 | Φαείνω: λάμπω. |
| φ 22 | Φαθί: ὀξυτόνως. ἐξόπισθεν αὐτὸ φαθὶ τοῦ μόλωμεν. αὐτόθι. Ἀρι‐ στοφάνης Ἱππεῦσι. |
| φ 23 | Φακαῖ: τὸ ἕψημα τοῦ φακοῦ. θηλυκῶς ἡ ἑψηθεῖσα, ἀρσενικῶς δὲ ὁ ἀνέψητος. καὶ παροιμία· ἔπειτα πλουτῶν οὐκ ἔθ’ ἥδεται φακῇ· προτοῦ δ’ ὑπὸ τῆς πενίας ἅπαντά γ’ ἤσθιεν. ἐπὶ τῶν πλουσίων γε‐ γονότων ἀπὸ πενήτων. καὶ Φακός, τὸ ὠμὸν ὄσπριον. Φακὸς ὕδατος, εἶδος ὑδατοδόχου ἀγγείου ἐνοδίου, ὃ ἀγροικικῶς παρ’ ἡμῖν ἀσκοδαῦλα λέγεται. καὶ ἐπεφέρετο παρὰ τοῦ Σαούλ, ὅτε ἐδίωκε τὸν Δαβίδ. ὅτι Φακᾶς Διοσκουρίδης ὁ ἰατρὸς ἐπεκλήθη, διὰ τοὺς ἐπὶ τῆς ὄψεως φακούς. παροιμία· Φακοῦ γωνίαν κρατεῖς· ἐπὶ τῶν ἀδυνάτων. παροιμία· Φακὸν κόπτεις· ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται. |
| φ 24 | Φακεέ, βασιλεὺς Ἰσραήλ· ὃς ἐπολέμησε τῷ Ἄχαζ καὶ ἀνεῖλεν ἡμέρᾳ μιᾷ ἄνδρας δυνατοὺς ͵αφʹ καὶ ᾐχμαλώτευσε γυναῖκας καὶ παῖδας ͵ατʹ. |
| φ 25 | Φάκελλον: φορτίον, ἢ εὐάλωτον. Θουκυδίδης· φοροῦντες ὕλης φακέλλους παρέβαλλον ἀπὸ τοῦ χώματος. καὶ Ἰώσηπος· φα‐ κέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ πῦρ ἐνῆκε. |
| φ 26 | Φάκελλον: φορτίον. ὁ δὲ Ἀπόλλων κελεύει ἀποδόσθαι τῷ Νι‐ κάνορι φάκελλον βύβλου τετρακοσίων χρυσῶν καὶ τέφραν ἐργάσασθαι καὶ βρέξαντα τῷ τῆς Μαρείας λίμνης ὕδατι ἐπιπλάσαι τοὺς ὀφθαλμούς. |
| φ 27 | Φάκελλος: τὸ τῆς κεφαλῆς φόρεμα. ὃ καὶ φακιόλιον λέγεται. λέγεται δὲ καὶ ὁ δεσμὸς τῶν καλάμων. |
| φ 28 | Φακιόλιον. ὅτι Κρέων ἐν τῷ πρώτῳ τῶν ῥητορικῶν κορδύλην φησὶ καλεῖσθαι παρὰ Κυπρίοις τὸ πρὸς κεφαλῆς προσείλημα· ὃ δὴ παρ’ Ἀθηναίοις κα‐ λεῖται κρώβυλον, παρὰ δὲ Πέρσαις νιδάριον. |
| φ 29 | Φάλα: κόσμος τῆς περικεφαλαίας. |
| φ 30 | Φαλαγγαρχία: αἱ δύο μεραρχίαι, ἀνδρῶν ͵δϞϛʹ. τοῦτο ἔνιοι καὶ ἀποτομὴν κέρατός φασιν, οἱ δὲ μέρος. πάλαι δὲ καὶ στρατηγία ἐκα‐ λεῖτο καὶ ὁ ἡγούμενος στρατηγός, νῦν δὲ φαλαγγάρχης. |
| φ 31 | Φάλαγγες: στίχες, τάξεις. οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλι‐ τικὸν πλῆθος. λέγεται καὶ τὰ τῶν δακτύλων ἄρθρα· καὶ νεὼς ὑπερείσ‐ ματα. ἔνιοι καὶ τὸ στρογγύλον ξύλον καὶ σύμμετρον φαλάγγια· λέγεται καὶ τοῦ ζυγοῦ ὁ κανὼν φάλαγξ. καὶ ἐπὶ τῆς νεὼς ἡ διαβάθρα. καὶ ὁ ἀράχνης δέ, ὃν ἔνιοι καλοῦσι φαλάγγιον. καὶ οἱ κόρακες δὲ παρὰ Ἀττικοῖς φαλάγγια. |
| φ 32 | Φάλαγγες: αἱ τάξεις, παρὰ τὸ πελάσαι ἄγχι. φάλαγγες δὲ τῶν νεῶν, παρὰ τὸ σπᾶν εἰς ἅλα. |
| φ 33 | Φάλαγξ: θηλυκῶς, ὁ ἀράχνης. Πλάτων Ἑλλάδι· ἐοίκασιν ἡμῖν οἱ νόμοι τούτοισι τοῖσι λεπτοῖς ἀραχνίοις, ἃ τοῖσι τοίχοισιν ἡ φάλαγξ ὑφαίνει. |
| φ 34 | Φάλαγξ: ἀράχνιόν τι. λέγουσι δὲ φάλαγγας καὶ τὰ ἄκρα τῶν δακτύλων, ἅπερ λέγει Ἀριστοφάνης ἐν Βατράχοις· εἱλίσσετε δακτύλοις φάλαγγες ἱστότονα πηνίσματα. καὶ στρατιωτικὴ τάξις ἐκ μʹ ἀνδρῶν. Λεύκιος δὲ ὁ ὕπατος οὐχ ἑωρακὼς φάλαγγα τοπαράπαν, ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως, πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ μηδὲν ἑωρακέναι φοβερώτερον Μακεδόνων φάλαγγος· καίτοι γε πολλοὺς οὐ μόνον τεθεαμένος, ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἰ καί τις ἄλλος. |
| φ 35 | Φαλαγγηδόν: δίκην τάξεως. |
| φ 36 | Φαλαγγίτης. |
| φ 37 | Φαλάγγια: ζῶόν τι τῶν δακέτων ἐστὶ τὸ φαλάγγιον. |
| φ 38 | Φαλακρός. καὶ Φαλακρότερος εὐδίας. |
| φ 39 | Φαλακρὸν τίλλεις: ἐπὶ τῶν μάτην πονούντων. |
| φ 40 | Φαλακρώματα. |
| φ 41 | Φάλανθοι: φαλακροί. ἄνθος γὰρ ἡ λευκὴ θρίξ. |
| φ 42 | Φάλαρα: τὰς προμετωπίδας, τοὺς ἀσπιδίσκους, τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων. παρὰ δὲ Ἡροδότῳ τὰ περὶ τὰς γνάθους σκεπάσματα. |
| φ 43 | Φάλαρις, Ἀκραγαντῖνος, τυραννήσας δὲ Σικελίας ὅλης κατὰ τὴν νβʹ ὀλυμπιάδα. ἔγραψεν ἐπιστολὰς πάνυ θαυμασίας. Αἰλιανός φησι περὶ τούτου, ὅτι Λοξίας δὲ καὶ Ζεὺς πατὴρ ἀναβολὴν θανάτου ἐψηφίσαντο ἔτη δύο Φαλάριδι, ἀνθ’ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. |
| φ 44 | Φαλλάκιον: ποίημα αὐτοσχέδιον, ἐπὶ τῷ φαλλῷ ᾀδόμενον. καὶ Φάλαικος. |
| φ 45 | Φάλεκ: κατὰ τὴν προφητικὴν φωνὴν τὸ ἥμισυ λέγεται τοῦ χρόνου τῆς τοῦ Χριστοῦ παρουσίας· ἀπὸ γὰρ Ἀδὰμ μέχρι τοῦ κατακλυσμοῦ ἐπὶ Νῶε ἔτη ͵βσμβʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τοῦ Φάλεκος ἔτη ψνηʹ, ὡς γίνεσθαι ἔτη ͵γʹ· ἀπὸ γὰρ κτίσεως κόσμου μέχρι τῆς ἀνα‐ λήψεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔτη ͵ϛʹ. |
| φ 46 | Φαληρεύς: πολίτης Φαλήρων. Φάληρον δὲ λιμὴν τῆς Ἀττικῆς. |
| φ 47 | Φαληριόωσα: εἰς ὕψος ἐπαιρομένη. |
| φ 48 | Φαληρίς: ὄρνις λιμναία. ἐσχημάτισται δὲ παρὰ τὸ φάλον. καὶ Φαληρῖται, ἔθνος. |
| φ 49 | Φάληροι: δῆμος τῆς Ἀντιοχίδος. ἀφ’ οὗ ὁ δημότης Φαληρεύς. |
| φ 50 | Φαλῆς: ὡς Ἑρμῆς. Φαλῆς, Φαλῆτος. ὥσπερ Ὅμηρος ἥρμοσε κατάπληξιν τῇ φυγῇ καὶ ἑταίραν αὐτῆς ἔφησεν εἶναι, θεσπεσίη ἔχε φύζα (εἰπών), φόβου κρυόεντος ἑταίρη· οὕτω καὶ ὁ Κωμικὸς ἐκεῖθεν λαβὼν τὰς ἀφορμὰς Διονύσῳ Φαλῆν ἑταῖρον εἶναί φησιν· ἀκόλουθα γὰρ Διονυσιακῷ πότῳ τὰ ἀφροδίσια. Φαλλίονες δὲ εἰς τιμὴν τοῦ Διονύσου ἐπὶ γέλωτι στρατευόμενοι, οὕτω καλούμενοι ἀπὸ τῶν φαλλῶν τοῦ Διονύσου. πολλίωνας δὲ ὕστερον αὐτοὺς παραφθείροντες τὸ ὄνομα ὀνομάζουσιν. |
| φ 51 | Φαλλικά: τὰ ἐπὶ τῷ φαλλῷ ᾀδόμενα μέλη. |
| φ 52 | Φαλίσκοι· ζήτει ἐν τῷ ἁρμοσταί. |
| φ 53 | Φαλκίδιος: νόμος ἐστὶ παρὰ καίσαρος τεθεὶς Γαΐου Ὀκταβίου, πλείστην καὶ νῦν ἰσχὺν ἔχων εἰς τὰς τῶν κλήρων διαδοχάς, πρὸς Φαλκιδίου τοῦ δημάρχου εὑρημένος. |
| φ 54 | Φάλκων, Φάλκωνος: ὄνομα. καὶ εἶδος ἱέρακος. |
| φ 55 | Φαλκωνίλλα: ὄνομα κύριον. |
| φ 56 | Φάλον: τὸ προμετωπίδιον. |
| φ 57 | Φάλος: βῶλος· ἢ λόφος· ἢ ἡ ὑπερέχουσα πέτρα ἐν θαλάσσῃ. |
| φ 58 | Φαλλοφόροι: ἰθύφαλλοι, αὐτοκάβδαλοι. ἰδέαι μουσικῶν. καὶ οἱ μὲν κιττοῦ στέφανον ἐφόρουν, οἱ δὲ Ἰθύφαλλοι προσωπεῖα μεθυόντων εἶχον καὶ χειρῖδας ἀνθινάς, καὶ χιτῶνα μέχρι τῶν σφυρῶν. οἱ δὲ Φαλ‐ λοφόροι ἐκ βύβλου δέρματος ἔσκεπον τὰς ὄψεις, κιττῷ καὶ ἴοις στε‐ φανούμενοι. |
| φ 59 | Φαλλοί: μόρια δερμάτινα. ἢ ξύλον ἐπίμηκες, ἔχον ἐν τῷ ἄκρῳ σκύτινον αἰδοῖον. |
| φ 60 | Φαλλοί: αἰδοῖον σύκινον. ὕστερον δὲ ἐκ δερμάτων ἐρυθρῶν, σχῆμα αἰδοίου ἔχοντες ἀνδρείου. καὶ τοῦτο ἑαυτοῖς περιθέμενοι ἔν τε τοῖς τραχήλοις καὶ μέσοις τοῖς μηροῖς ἐξωρχοῦντο, τιμὴν τῷ Διονύσῳ ἐν τοῖς Διονυσίοις ἄγοντες. |
| φ 61 | Φαλοί: τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια. λόφοι δὲ αἱ τριχώσεις. |
| φ 62 | Φαμέας: ὄνομα κύριον. τὰς προφυλακὰς βλέπων ὁ Φαμέας, ὢν οὐκ ἄψυχος ἐξέκλινε τὰς πρὸς τὸν Σκιπίωνα συμπλοκάς. |
| φ 63 | Φαμέν: λέγομεν. |
| φ 64 | Φάμωσσα. ἀπέσκωπτον δὲ εἰς Ἰοβιανὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς λεγομένοις φαμώσσοις |
| φ 65 | Φανάς: τὰς ἐκλάμψεις. |
| φ 66 | Φάναι: ἐν αὑτῷ ὑπολαμβάνειν· τὸ δὲ λέγειν ἑτέρῳ δηλοῦν. |
| φ 67 | Φάναι: εἰπεῖν. |
| φ 68 | Φάναι: τὸ εἰπεῖν. Φᾶναι δὲ τὸ λάμψαι. |
| φ 69 | Φανερῶ· αἰτιατικῇ. |
| φ 70 | Φανερῶς: ἐναργῶς, ἑτοίμως. Ἀριστοφάνης Νεφέλαις· φανερῶς ἠκούσατέ μου καλέσαντος. |
| φ 71 | Φανή: λαμπρά, καθαρά. Ἀριστοφάνης· ἵνα μη’γχέσαιμ’ εἰς τὴν σισύραν· φανὴ γὰρ ἦν. |
| φ 72 | Φάνης: ἐν τοῖς Ὀρφικοῖς εἰσηνέχθη ὁ Φάνης, αἰδοῖον ἔχων περὶ τὴν πυγήν· ὃν ἔλεγον ἔφορον τῆς ζῳογόνου δυνάμεως. καὶ ὁ Ἠρικα‐ παῖος ἕτερον, καταπιόντα πάντας τοὺς θεούς, ὡς τὸν Κρόνον. |
| φ 73 | Φανίας ἢ Φαινίας, Ἐρέσιος, φιλόσοφος Περιπατητικός, Ἀριστο‐ τέλους μαθητής. ἦν δὲ ἐπὶ τῆς ριαʹ ὀλυμπιάδος καὶ μετέπειτα, ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος. |
| φ 74 | Φανίας: ὄνομα κύριον, τῶν ἐστρατηγηκότων τις οὕτως ἐκαλεῖτο. |
| φ 75 | Φάνιον: τόπος, εἰς ὃν τὰ καθάρματα ἐξέβαλλον. |
| φ 76 | Φανόδημος: ὄνομα κύριον. |
| φ 77 | Φανός: φαεινός. καταγγέλλων καὶ φανερὰ ποιῶν τὰ πράγματα καὶ μηνύων. ἢ ἀπὸ τοῦ φαίνειν, ὅ ἐστι συκοφαντεῖν. ὅπως ἔσομαί σοι φανὸς ὑπογραφεὺς δικῶν. Φανὸν δὲ πᾶν τὸ φαῖνον ἐκάλουν. ἐκ δὲ τῶν ἀμπελίνων τὰς λαμπάδας κατεσκεύαζον. διὸ λέγεται φανὸς ἀμπέλου. |
| φ 78 | Φανοστράτη: θηλυκόν. Ἀπολλόδωρος ἐν τῷ περὶ τῶν Ἀθή‐ νησιν ἑταιρῶν ταύτην φησὶν ἐπονομάζεσθαι Φθειροπύλην, ἐπειδὴ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθειρίζετο. |
| φ 79 | Φανότερον: λαμπρότερον. |
| φ 80 | Φανοτεῦσιν· ὡμολόγησε τὴν ἄκραν αὐτοῖς παραδώσειν τὴν ἐν τοῖς Φανοτεῦσιν. |
| φ 81 | Φανῶν: κατηγορήσων. Ἀριστοφάνης· μικρός γε μῆκος οὗτος, ἀλλ’ ἅπαν κακόν. τὸν Νίκαρχόν φησι. |
| φ 82 | Φαντάζομαι: συκοφαντοῦμαι. οὕτως Ἀριστοφάνης. πλέω τοῦ φαντασθέντος ἦν ὃ διέφυγεν. οἱ παλαιοὶ τὸ φαντάζεσθαι ἐπὶ τοῦ φαίνειν ἔλεγον. |
| φ 83 | Φαντασία: ὑπόληψις. εἰδὼς γάρ, ὅτι φαντασία περὶ αὐτόν ἐστιν, ὡς ἔχοντα χρήματα μεθ’ ἑαυτοῦ, πλείω ἡρμόσατο πρὸς τὴν ὑπόθεσιν ἐνδεχομένως. καὶ αὖθις· οἱ δὲ Ῥωμαῖοι μετὰ μεγάλης φαν‐ τασίας καὶ συμπαθείας τοῦ δήμου προῆγον ἐπὶ τὰς πράξεις. |
| φ 84 | Φαντασία· γνωστικαὶ καὶ ζωτικαὶ καὶ ὀρεκτικαὶ δυνάμεις τῆς ψυχῆς· φαντασία καὶ αἴσθησις. διαφέρουσι δὲ ἀλλήλων, ὅτι ἡ μὲν αἴσθησις πρὸς τὸ ἐκτὸς ἀποτείνεται, ἡ δὲ φαντασία ἔνδον ἔχει τὴν γνῶσιν. καὶ ἡ μὲν αἴσθησις τὸ παρὸν μόνον καὶ οὗ ἀντιλαμβάνεται ἔξωθεν τοῦτο οἶδεν, ἡ δὲ φαντασία παρὰ τῆς αἰσθήσεως λαβοῦσα τῶν αἰσθητῶν τοὺς τύπους ἐν ἑαυτῇ τούτους ἀναπλάττει· ὅθεν καὶ παθη‐ τικὸν νοῦν Ἀριστοτέλης αὐτὴν καλεῖ, νοῦν μὲν ὡς ἔνδον ἔχουσαν τὸ γνωστὸν καὶ ἁπλῇ προσβολῇ, ὥσπερ ἐκεῖνος, ἐπιβάλλουσαν· παθητικὸν δέ, διότι μετὰ τύπων, καὶ οὐκ ἀσχηματίστως. ἐκλήθη δὲ φαντασία, οἱονεὶ φαοστασία τις οὖσα· φαντασία γάρ ἐστιν ἡ τῶν φανθέντων στάσις· ἵστησι γὰρ ἐν αὐτῇ τὰ ἔξω φανέντα. ἑκατέρα δὲ αὐτῶν περὶ μερικὰ ἀποτείνεται· τὸ γὰρ λευκὸν οἶδεν, οὐ μὴν πᾶν λευκόν. δια‐ φέρει δέ, ὅτι ἡ μὲν τὸ ἔξω, ἡ δὲ τὸ ἐντὸς οἶδε. καὶ ἡ μὲν φαντασία τῶν εʹ αἰσθήσεων δέχεται τοὺς τύπους, ἑκάστη δὲ τῶν αἰσθήσεων μόνον τὸ ἴδιον αἰσθητὸν γινώσκει. |
| φ 85 | Φαντασία καὶ φάντασμα διαφέρει: φάντασμα μὲν γάρ ἐστι δόκησις διανοίας, οἷα γίνεται κατὰ τοὺς ὕπνους· φαντασία δὲ τύπω‐ σις ἐν ψυχῇ, τουτέστιν ἀλλοίωσις. οὐ γὰρ δεκτέον τὴν τύπωσιν, οἱονεὶ τύπον σφραγιστῆρος· ἐπεὶ ἀνένδεκτόν ἐστι πολλοὺς τύπους κατὰ τὸ αὐτὸ περὶ τὸ αὐτὸ γίνεσθαι. νοεῖται δὲ φαντασία ἡ ἀπὸ ὑπάρχοντος κατὰ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναποτετυπωμένη καὶ ἐναπεσφρα‐ γισμένη, οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρχοντος. τῶν δὲ φαντασιῶν αἱ μέν εἰσιν αἰσθητικαί, αἱ δὲ οὔ· αἰσθητικαὶ μὲν αἱ δι’ αἰσθητηρίου ἢ αἰσθητηρίων λαμβανόμεναι, οὐκ αἰσθητικαὶ δὲ αἱ διὰ τῆς διανοίας, κα‐ θάπερ τῶν ἀσωμάτων καὶ τῶν ἄλλων λόγῳ λαμβανομένων. |
| φ 86 | Φαντασιοσκοπεῖς. |
| φ 87 | Φαντασίωνος. |
| φ 88 | Φάος: φῶς. ὦ φάος ἁγνὸν καὶ γῆς ἰσόμοιρος ἀήρ· ὥς μοι πολλὰς μὲν θρήνων ᾠδάς, πολλὰς δ’ ἀντήρεις ᾔσθου στέρνων πληγὰς αἱμασσομένων, ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ. ἡ Ἠλέκτρα φησί. λέγει δέ, ὅτι οὐ διαλείπω νυκτὸς καὶ ἡμέρας κλαίουσα. καὶ αὖθις· ἥδιστον φάος ἡμέρας ἔσται τοῖς παροῦσι. καὶ ζήτει ἐν τῷ φόως. |
| φ 89 | Φάων: φασὶν ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων. τοῦ γὰρ Φάωνος ἐρασθῆναί φασι σὺν πολλοῖς καὶ Σαπφώ, οὐ τὴν ποιήτριαν, ἀλλὰ Λεσβίαν, καὶ ἀποτυγχάνουσαν ῥίψαι ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας. |
| φ 90 | Φάραγξ: τὸ τῆς γῆς βάραθρον, ὅπερ, ὅταν ὕδωρ δέξηται ἀφα‐ νίζει αὐτό. |
| φ 91 | Φάραγξ: ἡ κοιλότης τῆς γῆς. ἀρσενικῶς. τοῦ Περσικοῦ τὴν ἐπιφορὰν ἀποκλίνοντος, διὰ τὸν παραβραβεύοντα φάραγγα. τουτέστι διορίζοντα. Φάρυγξ δέ, φάρυγγος, γράφουσιν οἱ πολλοί. |
| φ 92 | Φαραώ: οὕτως ἐκαλοῦντο πάντες οἱ βασιλεῖς Αἰγύπτου, ἀπὸ Φαραώ. |
| φ 93 | Φαρές: ὄνομα κύριον. |
| φ 94 | Φαρισαῖοι: οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῶν ἄλλων ἁπάντων εἴς τε τὸν καθαρώτατον τοῦ βίου καὶ ἀκριβέστατον καὶ εἰς τὰ τοῦ νόμου ἐντάλματα. τὸν δὲ αὐτὸν βίον μετήρχοντο καὶ οἱ γραμματεῖς, παρ’ οἷς καὶ πολιτεία ἡ αὐτὴ ἐγκράτειά τε καὶ παρθενία, νηστεία δὶς τοῦ σαββάτου, ξεστῶν καὶ πινάκων καὶ ποτηρίων καθαρισμοὶ ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ τὰ λοιπά, ὑπεξαιρουμένων δηλονότι τῶν θαυμασίων Ἐσσαίων ὡς ὑπερτέρων σφόδρα καὶ λίαν ὑπερκειμένων. ἣν δὴ Φαρισαϊκὴν ὡς ἄριστον πολιτείαν ὁ Παῦλος ζηλώσας εὖ μάλα σεμνύνεται, φάσκων, Ἰσραηλίτης εἰμὶ φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ τὸν νόμον Φαρισαῖος. |
| φ 95 | Φαρισεὺς καὶ Φαρισαῖος. |
| φ 96 | Φαρέτρα: βελοθήκη. οἱονεὶ φάρος τῶν τιτρωσκόντων. τουτέστι περιβόλαιον· ἀπὸ τοῦ φέρεσθαι. |
| φ 97 | Φαρμακᾶς: μυρεψεῖς. |
| φ 98 | Φαρμακεύς. τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς καὶ πιστεύσαντες τεθνάναι τοὺς καθεύδοντας, τοὺς Αἰτωλοὺς ἀπέκτεινε. φαρμακεῦσί τε πατρῴοις πολλὰ ὡμιληκυῖα. |
| φ 99 | Φαρμακεύω· αἰτιατικῇ. |
| φ 100 | Φαρμακεία· φαρμακεία λέγεται, ὅταν διά τινος σκευασίας θα‐ νατηφόρου πρὸς φίλτρον ἢ ἄλλως δοθῇ τισι διὰ στόματος. ὅτι γοητεία καὶ μαγεία καὶ φαρμακεία διαφέρει. καὶ ζήτει ἐν τῷ γοητεία. |
| φ 101 | Φαρμακείας: γοητείας. πάντα δ’ ἦν πλήρη ἀρχομένης φαρμα‐ κείας ῥιπτούντων ἑαυτοὺς ἐς τὰ φρέατα καὶ κατὰ κρημνῶν. |
| φ 102 | Φαρμακίας: ὄνομα κύριον. |
| φ 103 | Φάρμακον: παραμυθία, ὁμιλία, εἴρηται δὲ ἀπὸ τοῦ φέρειν τὴν ἄκεσιν· εἴρηται δὲ ἀπὸ τῶν ἀνθέων. Φάρμακον λέγεται, ὅπερ Μῆδοι μὲν νάφθαν καλοῦσιν, Ἕλληνες δὲ Μηδείας ἔλαιον. ἀγγεῖον δὲ θείου τε καὶ ἀσφάλτου ἐμπλησάμενοι καὶ φαρμάκου, ὅπερ Μῆδοι νάφθαν καλοῦσι. καὶ αὖθις· πίττα τε ἦν καὶ θεῖον καὶ ὅσα φάρ‐ μακα δυνατὰ ἦν κινῆσαι φλόγα πολλήν. Ἀριστοφάνης· οὐδ’ ἂν εἰ τὸ φάρμακον ἔτυχες, ᾧ Λυσικράτης μελαίνεται. ὡς τοῦ Λυσικράτους φαρμάκῳ τινὶ μελαίνοντος αὐτοῦ τὰς πολιάς. |
| φ 104 | Φαρμακός: ὁ ἐπὶ καθαρμῷ πόλεως ἀναιρούμενος· ὃν λέγουσι κάθαρμα. καὶ Φαρμακοῖσιν. Ἀριστοφάνης· πονηροῖς κἀκ πονη‐ ρῶν εἰς πάντα χρώμενος, οἷσιν ἡ πόλις προτοῦ οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως χρήσαιτ’ ἄν. τουτέστι τοῖς λεγομένοις καθάρμασι. |
| φ 105 | Φαρμακός: ὄνομα κύριον. Λυσίας φησί. δύο ἄνδρας Ἀθήνησιν ἐξῆγον καθάρσια ἐσομένους τῆς πόλεως ἐν τοῖς Θαργηλίοις, ἕνα μὲν ὑπὲρ τῶν ἀνδρῶν, ἕνα δὲ ὑπὲρ τῶν γυναικῶν. ὅτι δὲ ὄνομα κύριόν ἐστιν ὁ Φαρμακός, δῆλον· ἱερὰς γὰρ φιάλας τοῦ Ἀπόλλωνος κλέψας καὶ ἁλοὺς ὑπὸ τῶν περὶ τὸν Ἀχιλλέα κατελεύσθη· καὶ τὰ τοῖς Θαρ‐ γηλίοις ἀγόμενα τούτων ἀποτμήματά ἐστιν. Ἴστρος ἱστορεῖ. Δημοσθέ‐ νους δὲ ἐν τῷ κατὰ Ἀριστογείτονος λέγοντος, οὗτος οὖν αὐτὸν ἐξαιρή‐ σεται ὁ φαρμακός· Δίδυμος προπερισπᾶν ἀξιοῖ τοὔνομα. ἀλλ’ ἡμεῖς οὐχ εὕρομεν οὕτω που τὴν χρῆσιν. Φαρμάκοντα δὲ Δημοσθένης κατὰ Στεφάνου ἔφη. ἔστι δὲ φαρμάκων ὁ ὑπὸ φαρμάκων βεβλαμ‐ μένος· ὡς καὶ Θεόφραστος ἐν ιεʹ Νόμῳ ὑποσημαίνει. |
| φ 106 | Φαρμακούς: τοὺς δημοσίᾳ τρεφομένους, οἳ ἐκάθαιρον τὰς πό‐ λεις τῷ ἑαυτῶν φόνῳ. Ἀριστοφάνης· ὥσπερ δημοσίους τρέφεις· κᾆθ’, ὅταν μή σοι τύχοι ὄψον ὄν, τούτων ὃς ἂν ᾖ παχύς, θύσας ἐπι‐ δειπνεῖς. |
| φ 107 | Φαρμάκοισι: παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ βαφαῖς. |
| φ 108 | Φαρμάξας: ποτίσας, γοητεύσας. καὶ Φαρμαχθείς, ἡ μετοχή. |
| φ 109 | Φαρμάττων: γοητεύων. ὁ ἄνθρωπος οὗτος, ἐκδειματῶν καὶ φαρμάττων σφίσι τὸ στρατόπεδον. |
| φ 110 | Φαρμουθί: παρ’ Αἰγυπτίοις, κατὰ Ῥωμαίους Ἀπρίλλιος. |
| φ 111 | Φάρνουτις: ποταμός, ὁ τῇ Νικαίᾳ παραρρέων. |
| φ 112 | Φάρος: ἱμάτιον, περιβόλαιον· ἀπὸ τοῦ φέρεσθαι· ἢ τῇ ὑφῇ ἀρηρέναι. λέγεται δὲ ἐπὶ γυναικός. |
| φ 113 | Φάρος: ποταμὸς Κιλικίας, οὗ τὸ εὖρος πλέθρα γʹ. καὶ Πύραμος, ποταμός, οὗ τὸ εὖρος στάδιον. καὶ Χάλος, ποταμός, οὗ τὸ εὖρος πλέθρου, πλήρης ἰχθύων μεγάλων καὶ πραέων. |
| φ 114 | Φάρος: ἀρσενικῶς λεγόμενος, τὸν ἐν Ἀλεξανδρείᾳ Φάρον ση‐ μαίνει· ὃν ἀνέστησεν ἐπὶ Πτολεμαίου βασιλέως Αἰγύπτου Σώστρατος Δεξιφάνους, Κνίδιος, ἐν Φάρῳ τῇ νήσῳ Πρωτέως· ὅτε καὶ Πύρρος ὁ ὑπὸ Ἀχιλλέως τὴν δυναστείαν τῆς Ἠπείρου παρείληφεν. |
| φ 115 | Φαρσαλίσι· καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα πώλοις ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ. |
| φ 116 | Φάρσος: κλάσμα, τρύφος, ῥάκος, πτερύγιον, ἀκρωτήριον. καὶ φιλοδούπου φάρσος ἅμα στελεοῦ χῆρον ἐλαϊνέου. |
| φ 117 | Φάρυγξ, φάρυγγος γράφουσιν οἱ πολλοί. Φάρυγξ· ὅτε μὲν θηλυκῶς λέγεται, σημαίνει τὴν κυρίως φάρυγγα· ἡ δέ ἐστιν ἡ ἀχανία ἡ μετὰ τὴν τῆς γλώττης ῥίζαν· ὅτε δὲ ἀρσενικῶς, σημαίνει πολλάκις τὸν λάρυγγα. ἔστι δὲ ὁ λάρυγξ τὸ ἔσχατον τῆς τραχείας ἀρτηρίας, ὅπερ ὑπὸ τῶν τριῶν χόνδρων περιέχεται, τοῦ τε ἀρυται‐ νοειδοῦς καλουμένου καὶ τοῦ θυροειδοῦς καὶ τοῦ ἀνωνύμου, οἵτινες συστελλόμενοι καὶ διαστελλόμενοι ὑπὸ τῶν ἐκεῖ μυῶν τὴν φωνὴν ῥυθμίζουσιν. ὑπὸ γὰρ τῆς τοιᾶσδε τούτων ἀναστολῆς καὶ διαστολῆς ἢ μᾶλλον ἢ ἧττον εἰδοποιεῖται ἡ φωνὴ κατά τε τὸ ὀξὺ καὶ τὸ βαρύ, καὶ εἴ τι ἄλλο εἶδος περὶ αὐτὴν θεωρεῖται. |
| φ 118 | Φάς: εἰπών. |
| φ 119 | Φασάηλος: ὄνομα κύριον. |
| φ 120 | Φάσγανον: ξίφος. καὶ ψῆκτραν ἄκιτιν ἀπέπτυσε καὶ λιπο‐ κόπρους φασγανίδας καὶ τοὺς συλόνυχας ὄνυχας. |
| φ 121 | Φάσηλις: ὄνομα νήσου. καὶ Φασηλίτης, ὁ ἀπὸ τῆς αὐτῆς νήσου. καὶ παροιμία· Φασηλιτῶν θῦμα, ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων τίθεται· Φασηλίτας γὰρ τάριχον τῷ Καλαβρῷ θύειν φησὶ Καλλίμαχος ἐν Βαρβαρικοῖς νομίμοις. ἄφευε τῶν φασηλῶν, ὦ γύναι, τρεῖς χοίνικας. |
| φ 122 | Φασί: λέγουσι. Φᾶσις δὲ ποταμὸς Σκυθίας. καὶ λέξις, μήνυσις· ἢ δημόσιον ἔγκλημα· φήμη, λόγος. μηδαμῆ μηδέ φασιν ὑπάρχειν νοτίδος. καὶ Φασιανοί, οἱ οἰκήτορες τοῦ τόπου. καὶ Φασιανοὶ κατάλογοι, οἱ ἀπὸ τοῦ Φάσιδος, παρὰ Μενάνδρῳ. |
| φ 123 | Φασιάδης. |
| φ 124 | Φασιανικός· Ἀριστοφάνης Ὄρνισιν· ἐπικεχοδὼς ἔγωγε φασια‐ νικός. συκοφάντης· παρὰ τὸ φαίνειν, μετὰ φασιανῶν εὑρισκόμενος. ἔστι δὲ καὶ τοῦτο ὄνομα. ἔπαιξε δέ, παρὰ τὸ φαίνεσθαι αὐτοῦ τὸ σκῶρ. φασιανὸς οὖν ὁ συκοφάντης, παρὰ τὴν φάσιν, ἢ παρὰ τὸ φαίνειν. ἔστι δὲ καὶ πόλις Σκυθίας Φᾶσις, ὁμώνυμος τῷ ποταμῷ. |
| φ 125 | Φασιανοί: ἀλεκτρυόνες, καὶ ὄρνεις τινές. Ἀριστοφάνης· εἰ δοίης μοι τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας. ἐπὶ τῶν εἴς τι πρᾶγμα ἀπαγορευόντων. οὐκ εἰσὶ δὲ ἵπποι φασιανοί, ἀλεκτρυόνες μέντοι. ἵπποι δέ τινες εἰσίν, ἀλεκτρυόνας κεχαραγμένοι. τούτους οὖν λέγει. Λεωγόρας δὲ ὄνομα κύριον, ἑνὸς τῶν Ἀθήνησι πολιτευομένων τότε· πατὴρ δὲ οὗτος ἦν Ἀνδοκίδου τοῦ ῥήτορος. ἄδηλον δέ, εἰ καὶ ὄρνεα ἔτρεφεν ὁ Λεωγόρας. ἔνιοι δὲ ἀξιοῦσιν ἵππους εἶναι τοὺς φα‐ σιανούς. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τοῦτο τῆς τοῦ νεανίσκου σπουδῆς. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων τι γένος. ὁ δὲ Λεωγόρας τρυφερός τις, Πλάτων λέγει· ὦ θεῖε Μώρυχε· τέως γὰρ εὐδαίμων ἔφυς, καὶ Γλαυκέτης, ἡ ψῆττα, καὶ Λεωγόρας, οἳ ζῆτε τερπνῶς, οὐδὲν ἐνθυμούμενοι. Εὔπολις ἐν Αὐτολύκῳ, ὡς καὶ διὰ Μυρ‐ ρίναν ἑταίραν τὰ χρήματα ἀποβεβληκότα. φασιανοὶ δὲ οἱ ἔχοντες τῷ μηρῷ φασιανὸν ἵπποι. Φᾶσις δέ ἐστι ποταμὸς Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται. Φάσις δὲ καὶ μήνυσις, ἀγγελία. καὶ κλίνεται φάσιος. Φάσις ἐστίν, ἣν ποιεῖταί τις πρὸς τὸν δοκοῦντα ὑπο‐ ρύττειν δημόσιον μέταλλον ἢ χωρίον ἢ οἰκίαν ἢ ἄλλο τι τῶν δημοσίων. ἔτι δὲ καὶ οἱ τοὺς ἐπιτρόπους τῶν ὀρφανῶν αἰτιώμενοι παρὰ τοῖς ἄρχουσιν, ὡς οὐ δεόντως μεμισθωκότας τὸν ὀρφανὸν οἶκον, προφαί‐ νειν λέγονται. |
| φ 126 | Φάσις: λέγεται μὲν καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅταν τις ἀπο‐ φαίνῃ τι τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον, λέγεται δὲ καὶ ἐπὶ τῶν ὀρφανικῶν οἴκων. ὅτε γὰρ μὴ ἐκμισθώσαιεν οἱ ἐπίτροποι τὸν οἶκον τῶν ἐπιτροπευομένων, ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα, ἵνα μισθωθῇ· ἔφαινε δὲ καὶ εἰ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν μεμίσθωτο. τοῦ μὲν οὖν προτέρου τὰ μαρτύρια ἔνεστιν εὑρεῖν παρά τε Δεινάρχῳ καὶ Δημοσθένει, τῆς δὲ περὶ τῶν ὀρφανικῶν οἴκων φά‐ σεως παρὰ Λυσίᾳ Πρὸς τὴν φάσιν τοῦ ὀρφανικοῦ οἴκου. |
| φ 127 | Φασκώλιον: ἱμάτιον, φορεῖον. φάσκωλον δέ ἐστι μαρσίππιον. ὡς Ἰσαῖος καὶ Λυσίας εἴρηκεν. ἢ δημόσιον χρῆμα, τὸ συναχθὲν εἰς ἀπόθεσιν. καὶ πρός γε μεστὸν κατὰ τὸ πλέον καὶ ἐμβριθέστερον ποιῶν τὸ φασκώλιον. Ἀγαθίας ἐν ἱστορίᾳ. ὁ δὲ τρίποδας ρʹ ἐκ‐ πονήσας καὶ ἐμβαλὼν εἴς τι φασκώλιον. |
| φ 128 | Φάσκων· δοτικῇ. λέγων. |
| φ 129 | Φάσμα· ὁ δὲ ἕτερος ταῦρος ἐμυκήσατο, κακὸν φώνημα Γάρμῳ. καὶ ἔδοξε τράγος εἶναι μὴ ταῦρος ἐκεῖνο τὸ φάσμα. |
| φ 130 | Φατέ: λέγετε. Πολύβιος· φατέον, ἡγεμόνος ἀγαθοῦ ἔργον εἶναι τὸ μὴ δεῖν μηδέποτε χωρὶς προθέσεως μηδ’ ἐκ πάσης ἀφορμῆς ποιεῖσθαι τοὺς ὁλοσχερεῖς κινδύνους, καὶ μάλιστα, εἰ τυγχάνοι τις ὢν ἀπαράσκευος. |
| φ 131 | Φάτις: φήμη, λόγος. Σοφοκλῆς· ἀλλ’ ἀπερύκοι Φοῖβος Ἀρ‐ γείων φάτιν. τὴν νόσον τοῦ Αἴαντος. καὶ αὖθις· φθεῖσθαι Ἀλέξαν‐ δρον ψευδὴς φάτις, εἴπερ ἀληθὴς Φοῖβος. ἀνικήτων ἅπτεται οὐδ’ Ἀΐδης. καὶ αὖθις Σοφοκλῆς· τὴν δ’ ὅταν κλύῃ φάτιν. τὴν ῥῆσιν. |
| φ 132 | Φάτνη: ἡ τράπεζα. τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλ‐ λων ἅμα φάτνην. Αἰλιανός· καὶ οἱ Μεσσήνιοι τοὺς ἐκ τῆς αὐτῆς φάτνης οἱονεὶ ἐδηδοκότας ἐξήλασαν (τουτέστι τοὺς Ἐπικουρείους), λυμεῶνας τῶν νέων εἶναι λέγοντες. |
| φ 133 | Φατνώματα: σανιδώματα, στέγη διάγλυφα. |
| φ 134 | Φατνωτόν: σανιδωτόν. |
| φ 135 | Φάτορες· Ἀριστοφάνης· φυσάτω πάππους πᾶρ’ ἡμῖν καὶ φανοῦνται φάτορες. |
| φ 136 | Φατρία: σύνταγμα. ἡ φυλὴ διῄρηται εἰς δʹ κατὰ τὰς δʹ ὥρας τοῦ ἐνιαυτοῦ· ἑκάστη δὲ διαίρεσις εἰς γʹ, ὡς γίνεσθαί φαμεν ιβʹ κατὰ τοὺς ιβʹ μῆνας τοῦ ἐνιαυτοῦ· καλεῖσθαι δὲ τριττύας καὶ φατρίας. Ἀναστάσιος Σελεντιάριος, ὁ μετέπειτα βασιλεύσας, ἐπὶ Εὐφημίου πα‐ τριάρχου Κωνσταντινουπόλεως καθέδραν κατασκευάσας μετά τινων ἐφατρίαζεν. ὁ δὲ Εὐφήμιος μετὰ ἀπειλῆς λέγει αὐτῷ ἢ ἐν τῇ ἐκκλησίᾳ θαμίζοντα τὰ ταύτης φρονεῖν ἢ μηδόλως ἐπιβαίνειν πρὸς τὸ διαστρέ‐ φειν τοὺς ἀπειροτέρους· εἰ δὲ παρὰ ταῦτα πράξειας, ἐκτεμών σου τὴν κόμην τοῖς δήμοις σε θριαμβεύσω. ἔκτοτε ἡσυχίαν ἦγεν· ἀντείχετο γὰρ τῆς Εὐτυχοῦς δόξης. |
| φ 137 | Φαύλη κηλίς· Ἀρριανός· ἐδεδίει μὴ διαφθαρῇ ὁ στόλος Ἀλε‐ ξάνδρου, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖς ἔργοις αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίαν αὐτοῦ ἀφανίσοι· ἀλλ’ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίαν τοῦ καινόν τι ἀεὶ καὶ ἄτοπον ἐργάζεσθαι. φαύλη οὖν κηλὶς οὐχ ἡ τυχοῦσα. |
| φ 138 | Φαυλία: ἡ κότινος. καὶ ἁπλῶς εἶδος ἐλαίας. |
| φ 139 | Φαυλίζει: εὐτελίζει, χλευάζει. |
| φ 140 | Φαῦλον: φλύαρον, ἀηδές, δύσφημον. |
| φ 141 | Φαῦλον: τὸ ἁπλοῦν, εὐχερές. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ Περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος. οἷον, φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. ὡς Πλάτων· δοῦλοι δ’ ἂν δεσπόταις οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας τετάρτῳ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον. τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· ὅτι μὲν τοίνυν οὐ μετρίας τιμὰς καὶ φαύλας λα‐ βὼν πληγάς. ὅτι Φαῦλον εἴρηται σχεδὸν ὑπὸ πάντων τῶν ῥητό‐ ρων τὸ κακόν, ἐπί τε πράγματος καὶ ἀνδρὸς οὕτω ταττόμενον. ὡς Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους· καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα αὐτὸν οὐ τιμωρήσεσθε; καὶ Ἰσο‐ κράτης· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. καὶ Λυσίας ἐν ἐπιστολῇ· λέγων, ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγινώσκεις. εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφασίστως, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ’ ὑπερβολὴν ἀσπά‐ ζομαι, τίς γένοιτ’ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; τάσσεται δὲ καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. οὐ φαύλας λαβὼν πληγάς. Δημοσθένης φησί. |
| φ 142 | Φαῦλος: εὐτελής, χαλεπός. ἦν δὲ Κλαύδιος βασιλεὺς Ῥω‐ μαίων οὐ φαῦλος τὴν ψυχήν· ἐν παιδείᾳ δὲ ἤσκητο ὡς καὶ γράψαι τινά. ὅτι Πλάτων κέχρηται ἐπὶ διαφερόντων σημαινομένων τοῖς αὐτοῖς ὀνόμασιν, οἷον ὁ φαῦλος. καὶ αὖθις· ὁ δὲ ὀργὴν χαλεπὸς ὤν, καὶ ἄγαν ἐπὶ τοῖς φαυλοτάτοις κολάζει. τουτέστι τοῖς εὐτελέσι. |
| φ 143 | Φαῦλος· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ὀνόμαρχός τις ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φαῦλος. |
| φ 144 | Φάϋλλος: ὄνομα δρομέως ἀρίστου ὀλυμπιονίκου. Ἀριστοφάνης· ὅτε τὸν δρομέα Φάϋλλον ὢν βούπαις ἔτι εἷλον διώκων λοιδορίας ψήφοιν δυοῖν. ἦν δὲ καὶ ὁπλιτοδρόμος περιώνυμος, ὃν ἐκάλουν Ὀδό‐ μετρον. ἦν δὲ καὶ πένταθλος, ἐφ’ οὗ καὶ ἐπίγραμμα· πέντ’ ἐπὶ πεν‐ τήκοντα πόδας πήδησε Φάϋλλος· δίσκευσε δ’ ἑκατὸν πέντ’ ἀπολειπο‐ μένων. ἐγένετο δὲ καὶ ἕτερος, ἀθλητής· καὶ τρίτος, ὁ λωποδύτης. Ἀριστοφάνης Ἀχαρνεῦσιν· οἴμοι τάλας, τῶν ἐτῶν τῶν ἐμῶν· οὐκ ἂν ἐμῆς γε νεότητος, ὅτ’ ἐγὼ φέρων ἀνθράκων φορτίον, ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ σπονδοφόρος οὗτος ὑπ’ ἐμοῦ τότε διωκόμενος ἐξέφυγεν, οὔδ’ ἂν ἐλαφρῶς ὧδ’ ἀπεπλίξατο. ζήτει καὶ ἐν τῷ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν. |
| φ 145 | Φαύλως: εὐκόλως, εὐμαρῶς. Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἔνθεσις ὁ ψωμός. καὶ Φαύλως, τὸ εὐχερῶς καὶ ἄνευ καμάτου. Ἀριστοφάνης· οὐκ ἂν φαύλως ἔτυχε τούτου. ὦ δαιμόνιε, τὰ θεῖα μὴ φαύλως φέρε. τουτέστι μὴ ἀηδίζου ἐπὶ τοῖς χρησμοῖς. εἰπόντος γὰρ ὅτι χρησμολόγος εἰμί, ἔφη· οἴμωζε νῦν. |
| φ 146 | Φαύλως ἐρείδει: ἁπλῶς καὶ ἀπεριέργως μασᾶται. ἢ συντόμως ἐσθίει. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων καὶ ἐπερειδομένων ταῖς κώπαις. ἐρείδειν δέ φασιν οἱ Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινό‐ μενον. |
| φ 147 | Φαύλως πάνυ: ἀντὶ τοῦ εὐχερῶς. Ἀριστοφάνης· καὶ πρῶτα μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ’ ὑπὸ χειρός. |
| φ 148 | Φαῦνος, υἱὸς Πήκου τοῦ καὶ Διός· ὃν Ἑρμῆν ἐκάλεσαν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. ὃς ἦν ἀστρονόμος καὶ μέταλλα δὲ ἐφεῦρε χρυσοῦ καὶ ἀργύρου καὶ σιδήρου καὶ τὴν τούτων ἐργασίαν παρέδωκε τοῖς δυτικοῖς, ὡς καὶ πλουτοδότην αὐτὸν ὑπὸ τῶν ἐγχω‐ ρίων καλεῖσθαι. ἐπιβουλευόμενος δὲ ὑπὸ τῶν ἰδίων ἀδελφῶν φεύγει εἰς Αἴγυπτον, εἰς τὴν φυλὴν τοῦ Χάμ, τοῦ υἱοῦ τοῦ Νῶε· καὶ ὑπο‐ δεχθεὶς συνδιέτριβεν αὐτοῖς, χρυσῆν ἐνδεδυμένος στολὴν καὶ προφη‐ τεύων καὶ ὡς θεὸς τιμώμενος, μεταδιδοὺς αὐτοῖς πλούτου. |
| φ 149 | Φαῦσις: φῶς, φέγγος. |
| φ 150 | Φαιακία: χώρα τῶν Φαιάκων, ἡ νῦν λεγομένη Κέρκυρα. |
| φ 151 | Φαιάν· ὁ δὲ σχηματισάμενος ἐς τὴν φαιὰν ἐκείνην καὶ μέλαιναν στολήν, τῶν μέχρι καὶ τῶν συνειδότων ἐς πεντήκοντα συντεινόντων, πάντες συνετόλμων τὴν αὐτὴν ἐκείνῳ στολήν. |
| φ 152 | Φαίαξ, ῥήτωρ. Ἀριστοφάνης φησί· σοφὸς ὁ Φαίαξ, δεξιῶς τ’ οὐκ ἀπέθανε. δεινὸς ῥήτωρ οὕτως, ὡς καὶ ἀποφυγεῖν ἐκ θανάτου ἐπ’ αὐτοφώρῳ κρινόμενος· ἐκωμῳδεῖτο δὲ ὡς παρακρούων τὰ μειράκια. συνεριστικὸς γάρ ἐστι καὶ περαντικὸς καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικὸς καταληπτικός τ’ ἄριστα τοῦ θορυβητικοῦ. οὔκουν καταδακ‐ τυλικὸς σὺ τοῦ λαλητικοῦ. |
| φ 153 | Φαιδιμόεντες: λαμπροί. καὶ Φαίδιμος, λαμπρός, ἰσχυρός. καὶ Φαιδίμων, ὁ λαμπρός. |
| φ 154 | Φαίδων, Ἠλεῖος, φιλόσοφος, Σωκράτους ἀκουστής· ὃς ἦρξε τῆς Ἠλιακῆς ἀπ’ αὐτοῦ κληθείσης αἱρέσεως, ἥτις ὕστερον ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως Ἐρετριακὴ προσηγορεύθη. τοῦτον συνέβη πρῶτον αἰχ‐ μάλωτον ὑπὸ Ἰνδῶν ληφθῆναι, εἶτα πραθεὶς πορνοβοσκῷ τινι προέστη ὑπ’ αὐτοῦ πρὸς ἑταίρισιν ἐν Ἀθήναις. ἐντυχὼν δὲ Σωκράτει ἐξηγου‐ μένῳ ἠράσθη τῶν λόγων αὐτοῦ καὶ αἰτεῖ λύσασθαι. ὁ δὲ πείθει Ἀλ‐ κιβιάδην πρίασθαι αὐτόν· καὶ ἦν τὸ ἐντεῦθεν φιλόσοφος. διάλογοι δὲ αὐτοῦ Ζώπυρος, Μήδιος, Σίμων, Ἀντίμαχος ἢ Πρεσβύτης, Νικίας, Σιμ‐ μίας, Ἀλκιβιάδης, Κριτόλαος. |
| φ 155 | Φαῖδρα: ὄνομα κύριον. Φαιδρὰ δὲ ἀντὶ τοῦ φαιδρῶς. |
| φ 156 | Φαιδριάς· φασὶ τὸν Αἴσωπον ἐν Δελφοῖς ἀδίκως ἀπολέσθαι ὑπ’ αὐτῶν, κατακρημνισθέντα ἀπὸ τῶν Φαιδριάδων καλουμένων πετρῶν. |
| φ 157 | Φαιδρός: καθαρός. |
| φ 158 | Φαιδρωπόν: τὸ τερπνὸν καὶ χάριεν πρόσωπον. |
| φ 159 | Φαίδρωνος. |
| φ 160 | Φαιδρύνω· αἰτιατικῇ. |
| φ 161 | Φαῖεν: εἴποιεν. |
| φ 162 | Φαίημεν: εἴποιμεν. καὶ Φαίης κεν. |
| φ 163 | Φαικά· ἐν Ἐπιγράμμασι· φαικὰ δ’ αὖτ’ εὐτάρσοισιν ἐπ’ ἀστρα‐ γάλοισι γελῶσαν. |
| φ 164 | Φαικοῖσι: φαιδροῖς, λαμπροῖς. |
| φ 165 | Φαιλώνης: εἰλητὸν τομάριον μεμβραΐνον, ἢ γλωσσόκομον, ἢ χιτώνιον. |
| φ 166 | Φαιλώνης, φαιλώνους. |
| φ 167 | Φαίνειν: δεικνύειν, φανεροποιεῖν. |
| φ 168 | Φαίνειν ἐπὶ λύχνου καὶ ἐπὶ τοῦ συκοφαντεῖν. |
| φ 169 | Φαινίδος. |
| φ 170 | Φαινόλης: χιτωνίσκος· οἱ δὲ παλαιοὶ ἐφεστρίδα. καὶ κλίνεται εἰς ου. |
| φ 171 | Φαίνομαί σοι καλός. |
| φ 172 | Φαινόμενα· Πλάτων Πολιτείας δεκάτῳ ἔφη· φαινόμενα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ. ἀντὶ τοῦ φαντασίαν ἀποτελοῦντα, οὐ μέντοι γε ὄντα. καὶ Ἀριστοφάνης· εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή. τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν. |
| φ 173 | Φαίνοπις. |
| φ 174 | Φαινόπους: λαμπρόπους. |
| φ 175 | Φαίνων· αἰτιατικῇ. δεικνύων. Φαίνω σημαίνει καὶ τὸ κατηγορῶ, ἐξ οὗ καὶ συκοφάντης. |
| φ 176 | Φαίνωνος. |
| φ 177 | Φαίνωψ. |
| φ 178 | Φαιόν: χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ. ἤγουν μύϊον. |
| φ 179 | Φαιόν· ὅτι τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ ἐστι τὰ ἐναντία, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ σύνθετα, οἷον τὰ μεταξὺ τούτων. καὶ γὰρ ταῦτα τῇ ποιᾷ μίξει πρὸς ἄλληλα τῶν ἐναντίων ἀποτελοῦνται. καί ἐστιν αὐτῶν τὰ μὲν ἐγγυτέρω τοῦ λευκοῦ, ὡς τὸ ξανθόν, τὰ δὲ ἐγ‐ γυτέρω τοῦ μέλανος, ὡς τὸ κυανοῦν, τὰ δὲ λοιπὰ μεταξὺ τούτων, οἷον τὸ φαιόν, τὸ ἐρυθρόν. οὕτω καὶ ἐπὶ τῶν χυμῶν· ἁπλᾶ μὲν τὰ ἐναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν, τὰ δὲ ἄλλα μικτὰ καὶ μεταξύ· ἀλλὰ τοῦ μὲν γλυκέος ἐγγυτέρω τὸ λιπαρόν, τὸ δὲ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δὲ λοιπὰ τούτων μεταξύ. οὐ πάντως δὲ τὰ μεταξὺ καὶ μικτά· τὰ μὲν γὰρ μικτὰ καὶ μεταξύ, οὐκέτι δὲ ἀνάπαλιν· οἷον ἐπὶ χρωμάτων· τὸ μὲν γὰρ φαιὸν μικτὸν ὂν μεταξύ ἐστι· τὸ μέντοι ἐρυθρὸν ἢ πράσινον οὐ πάντως ἐκ τῆς μίξεως τῶν ἐναντίων γίνεται, ἀλλὰ μεταξὺ λέγονται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα. οὕτω καὶ ἐπὶ χυμῶν· μικτὸν μὲν τὸ ἁλμυρόν, ὡς οἱ ἅλες· ἐκ γὰρ πικροῦ τοῦ θαλαττίου ὕδατος καὶ γλυκέος τὴν γεῦσιν ἔχουσι· τὸ δὲ δριμὺ καὶ αὐστηρὸν καὶ ὀξὺ τῷ μηδετέρου τῶν ἄκρων μετέχειν οὕτως εἰσὶ μεταξύ. εἴ τι δὲ ἄλλο ἐγγύς ἐστι τούτων, τοῦτο ἄχυμον εἶναι, οἷον τὸ πλαδαρὸν ἤ τι τοιοῦτον. ὁ μὲν οὖν Ἀριστοτέλης ὀκτὼ καταλέγων εἴδη χυμῶν, δύο καταλείπει ἄκρους, τὸν γλυκὺν καὶ πικρόν, καὶ ἓξ μέσους· ἐγγὺς μὲν τοῦ γλυκέος τὸν λιπαρόν, τοῦ δὲ πικροῦ τὸν ἁλμυρόν, ἐν μέσῳ δὲ στρυφνόν, αὐστηρόν, δριμύν, ὀξύν. ὁ δὲ Γαληνὸς ἐν τοῖς ἁπλοῖς ἄκρους μὲν λέγει οὐ τὸν γλυκὺν καὶ πικρόν, ἀλλὰ τὸν δριμὺν καὶ ὀξύν. καὶ οὐ διαφωνοῦσιν· ὁ μὲν γὰρ ὡς ἰατρὸς πρὸς τὰς ἁπτὰς ἀπιδὼν ποιό‐ τητας τούτους ἐκάλεσεν ἄκρους· ἄκρον γάρ ἐστι κατὰ μὲν θερμότητα τὸ δριμύ, κατὰ δὲ ψύξιν τὸ ὀξύ. ὁ δὲ οἷα φιλόσοφος οὐκέτι πρὸς τὰς ἁπτάς, ἀλλὰ πρὸς τὰς γευστὰς ἀφεωρακώς, οὕτως ἐποιήσατο τὴν ἀντίθεσιν· ἄκρον γάρ ἐστιν ἐν τοῖς γευστοῖς τὸ γλυκὺ καὶ πικρόν. ὁ δὲ Πλάτων κέχρηται τοιᾷδε τάξει· ἑπτὰ λέγει χυμούς· τὸ γὰρ λιπαρὸν ἅμα τῷ γλυκεῖ συνάπτει, λέγων ὅτι τὸ ὑπαλεῖφον, εἰ μὲν μετὰ ἡδύ‐ τητός ἐστι, ποιεῖ τὸ γλυκύ· εἰ δὲ ἄνευ ἡδύτητος, λιπαρόν. γλυκὺ δὲ λέγομεν οἷον τὸ μέλι, λιπαρὸν δὲ τὰ ἐλαιώδη, ὀξὺ τὸ ὄξος, στρυφνὸν οἷον ἀχράδες, αὐστηρὸν τὸν οἶνον, ἁλμυρὸν τοὺς ἅλας, πικρὸν τὸ ἀψίνθιον, δριμὺ τὸ πέπερι. ἄκρα δὲ λέγει ὀξὺ καὶ δριμύ, πάρακρα δὲ ἐγγὺς μὲν τοῦ ὀξέος τὸ στρυφνόν, ἐγγὺς δὲ τοῦ δριμέος τὸ πικρόν· παράμεσα δὲ ἐγγὺς μὲν τοῦ πικροῦ τὸ ἁλμυρόν, ἐγγὺς δὲ τοῦ στρυφνοῦ τὸ αὐστηρόν, μέσον δὲ τὸ γλυκύ. ἀνατίθησι δὲ ταῦτα τοῖς ἑπτὰ πλανήταις, τὸ μὲν ὀξὺ τῷ Ἑρμῇ, τὸ δριμὺ τῷ Ἄρεϊ, τὸ πικρὸν τῇ Σελήνῃ, τὸ γλυκὺ τῷ Ἡλίῳ, τὸ ἁλμυρὸν τῇ Ἀφροδίτῃ, τὸ αὐστη‐ ρὸν τῷ Διΐ, τὸ στρυφνὸν τῷ Κρόνῳ. τὴν δὲ αἰτίαν ὡς φλυαρίαν παρίδωμεν. |
| φ 180 | Φαιός· Μένιππος ὁ Κυνικὸς ἐπὶ τοσοῦτον τερατείας ἤλασεν ὡς Ἐριννύος ἀναλαβεῖν σχῆμα, λέγων ἐπίσκοπος ἀφῖχθαι τῶν ἁμαρ‐ τανομένων ἐξ ᾅδου καὶ πάλιν κατιὼν ἀπαγγέλλειν ταῦτα τοῖς ἐκεῖ δαίμοσιν. ἦν δὲ ἡ ἐσθὴς αὕτη φαιὸς χιτὼν ποδήρης, περὶ αὐτῷ ζώνη φοινικῆ, καὶ πῖλος Ἀρδικὸς ἐπὶ τῆς κεφαλῆς, ἔχων ἐνυφασμένα τὰ ιβʹ στοιχεῖα, ἐμβάται τραγικοί, πώγων ὑπερμεγέθης, ῥάβδος ἐν τῇ χειρὶ μελίνη. |
| φ 181 | Φαιστιῶνος: πόλις. |
| φ 182 | Φαιστός: πόλις Κρήτης. Ὅμηρος· ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ’ ἀποέργει. Μάλεος γάρ τις τελέσας τὸν λίθον τοῦτον ἀνιέρωσε τῷ Ποσειδῶνι, πρὸς τῷ μὴ τὰ κύματα προσπελάζειν τῇ Φαιστῷ. |
| φ 183 | Φέβεται: φεύγει. |
| φ 184 | Φεβρουάριος: οὕτω καλεῖται ὁ μὴν ἀπό τινος ὑπάτου γένους ὑπάρχοντος τῶν Γάλλων· ἡνίκα γὰρ τὸν θρίαμβον τὸν ἀπὸ τῶν Τυράννων κατήγαγεν ὁ Κάμιλλος, ζηλοτυπήσας ὁ Φεβρουάριος ἐπὶ τοῦ βήματος ἐβόα μὴ γεγονέναι τὸν Κάμιλλον αἴτιον τῆς νίκης, ἀλλὰ τὴν τύχην Ῥωμαίων. συνέπλαττε δὲ καὶ γράμματα καὶ ψευδομαρτυ‐ ρίας κατ’ αὐτοῦ, ὡς τυραννίδα μελετῶντος. ἐντεῦθεν δὲ τὸν δῆμον ἐπαναστήσας ἀπελαύνει τοῦτον τῆς πόλεως. ὡς οὖν μετὰ τὴν ἅλωσιν τῆς Ῥώμης ἐπανῆλθε καὶ τοὺς περὶ τὸν Βρήννον βαρβάρους ἀνεῖλεν, εἰς κρίσιν ἀγαγὼν τὴν ὑπόθεσιν ἀπέδειξε πάντων γεγονέναι τῶν πε‐ πραγμένων αἴτιον τὸν Φεβρουάριον. καὶ διὰ τοῦτο γυμνωθέντα αὐτὸν τῆς ἐσθῆτος καὶ θρυΐνῃ περιβληθέντα ψιάθῳ ὑπὸ τῶν ὑπηρετούντων τῷ δημάρχῳ τῶν καλουμένων βερνάκλων τυπτόμενον νεύροις τῆς πόλεως ἀπεδίωξε καὶ τὸν ἐπώνυμον αὐτοῦ μῆνα παρὰ τοὺς ἄλλους ἐκολόβωσε. |
| φ 185 | Φεγώρ: Βεέλ, ὁ Κρόνος, Φεγὼρ δὲ ὁ τόπος, ἐν ᾧ ἐτιμᾶτο· ἐξ ὧν Βεελφεγώρ. |
| φ 186 | Φεδεϊκόμισσα: παρὰ Ῥωμαίοις τὰ ἐν πίστει καταλιμπανόμενα ὑπὸ τοῦ μέλλοντος τελευτᾶν. |
| φ 187 | Φελλαγωγία: πανήγυρις ἐπιτελουμένη παρὰ Ῥωμαίοις, ἐν ᾗ διέβαλλον ἑαυτούς. |
| φ 188 | Φελλάς: τὸ τῶν βιβλίων ἔξωθεν σκέπασμα. |
| φ 189 | Φελλέα: τὰ πετρώδη καὶ αἰγίβοτα χωρία, ὡς Ἰσαῖος. καὶ Φελλεύς, σκληρὸς ποσῶς καὶ πετρώδης τόπος. Ἀριστοφάνης· ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ Φελλέως, ὥσπερ ὁ πατήρ σου διφ‐ θέραν ἐνημμένος. Φελλεὺς τόπος τῆς Ἀττικῆς οὕτω καλούμενος τρα‐ χύς. αἱ δὲ αἶγες πρὸς τὰ τραχύτερα καὶ ὀρεινότερα διάγουσιν. ἀπὸ τούτου δὲ φελλέτας λέγουσι Δωριεῖς τοὺς κισσηρώδεις λίθους. καὶ ἑορτή τις περὶ τὸν Διόνυσον, Φελλὸς καλούμενος. καὶ αὖθις· τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ φελλέως κλέπτουσαν. |
| φ 190 | Φελλεῖς: οὕτω λέγουσιν οἱ Ἀττικοὶ τοὺς πετρώδεις τόπους· οἵτινές εἰσι πετρώδεις μὲν κάτωθεν, ἐπιπολῆς δὲ ὀλίγην ἔχουσι γῆν. ἔστι δὲ καὶ ὄρος οὕτω καλούμενον. |
| φ 191 | Φέλλιος: ὄνομα κύριον. |
| φ 192 | Φέλλος. ἀβάπτιστόν τε καθ’ ὕδωρ φελλόν, ἀεὶ κρυφίων σῆμα λαχόντα βόλων. |
| φ 193 | Φελουρέα: εἶδος δένδρου. |
| φ 194 | Φενάκη: ἀπάτη, δόλος. ἐς τὸ τρανὲς τὴν ἔρευναν ἐποιήσαντο, καὶ φενάκη τις ἐν τῇ ἐπισκοπῇ οὐκ ἐνῆν. |
| φ 195 | Φενάκη: τὸ προκόμιον. οἷον τοῦ φαινομένου κρανίου ἄκος καὶ σκέπη. κυρίως δὲ ἡ προσθετὴ καὶ ἐπιτηδευτὴ κόμη· ἀπὸ τῶν κατερ‐ ρυηκυιῶν γυναικῶν καὶ οὕτως ἀπατουσῶν διὰ τῆς ἐπεισάκτου κόμης. |
| φ 196 | Φενακίζει: χλευάζει. ἡ γὰρ τῆς φενάκης ἀπάτη λίαν ἐγ‐ κρατῶς ἀπεβουκόλει τὸν βάρβαρον. |
| φ 197 | Φέναξ: χλευαστής, ἀπατέων. |
| φ 198 | Φεναρέτης: ὄνομα κύριον. |
| φ 199 | Φενεός: ὄνομα πόλεως. |
| φ 200 | Φενόλης: Ῥωμαϊκὴ στολή. |
| φ 201 | Φένω: τὸ φονεύω. |
| φ 202 | Φεράς: πόλις. |
| φ 203 | Φέρασπις: ὁ πολεμικός. πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν, ἠδὲ φέρασπις Αἴας, ἐκ πολέμου μνῆμ’ ἔφερον φιλίης. |
| φ 204 | Φεραυγής: κατάλαμπρος. |
| φ 205 | Φέρβει: βόσκει, τρέφει. |
| φ 206 | Φέρε: οἷον ὑπόθου. ἄγε οὖν. ἀρχαία ἡ σύνταξις. Ἀριστο‐ φάνης· φέρε, ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν; |
| φ 207 | Φερέγγυος: ἀσφαλής, ἀξιόπιστος ἐγγυητής. Ἡρόδοτος· αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυος εἰμὶ δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν. |
| φ 208 | Φερέγγυος: ὁ ἐκδεξάμενός τι καὶ δυνάμενος ἀποτῖσαι, οἷον ἀξιόχρεως, δυνάμενος ἀναδέξασθαι τὴν ἐγχείρησιν. τί γὰρ κελεύεις, ὧν ἐγὼ φερέγγυος; τουτέστιν ὧν ἐγὼ εἰς τὸ πράττειν ἀσφαλής εἰμι. καὶ βεβαιωτής. |
| φ 209 | Φερεζαῖος: ἐθνικόν. |
| φ 210 | Φέρεθρα· πομπεῖά τε αὐτοῦ προηγεῖτο, ἀργύρου καὶ χρυσοῦ πεποιημένα, καὶ ὁπλῖται πάμπολλοι καὶ κόσμος βασιλικὸς καὶ φέρεθρα, ἔχοντα εἰκόνας βασιλέων, καὶ δείκηλα ἄττα. αὐτός τε Οὐάφρης ἐπὶ πᾶσιν ἐκομίζετο φοράδην, ἐν ναῷ χρυσοῦ πεποιημένῳ· καὶ τῶν ἱερέων οἱ σεμνότατοι καὶ τελεώτατοι φορεῖς ἦσαν. |
| φ 211 | Φερεκάκους: καρτερικούς. συναγαγὼν ἱππεῖς, ὄντας φερεκάκους διαφερόντως, παρεκάλεσε. |
| φ 212 | Φερεκράτης, Ἀθηναῖος, κωμικός· ὃς Ἀλεξάνδρῳ συνεστράτευ‐ σεν. ἐδίδαξε δράματα ιζʹ. Φερεκράτης Πετάλῃ γράφει. |
| φ 213 | Φέρεκλος: ὄνομα κύριον. |
| φ 214 | Φερεκύδης, Βάβυος, Σύριος· ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα, πλησίον Δήλου. γέγονε δὲ κατὰ τὸν Λυδῶν βασιλέα Ἀλυάτ‐ την, ὡς συγχρονεῖν τοῖς ζʹ σοφοῖς· καὶ τετέχθαι περὶ τὴν μεʹ Ὀλυμ‐ πιάδα. διδαχθῆναι δὲ ὑπ’ αὐτοῦ Πυθαγόραν λόγος· αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητήν, ἀλλ’ ἑαυτὸν ἀσκῆσαι, κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν ἐξενεγκεῖν πεζῷ λόγῳ τινὲς ἱστοροῦσιν, ἑτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων, καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσηγήσασθαι. ἐζηλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾷ ὑπὸ πλήθους φθειρῶν. ἔστι δὲ ἅπαντα ἃ συνέγραψε, ταῦτα· Ἑπτάμυχος ἤτοι Θεοκρασία ἢ Θεογονία. ἔστι δὲ θεολογία ἐν βιβλίοις δέκα, ἔχουσα θεῶν γένεσιν καὶ διαδόχους. |
| φ 215 | Φερεκύδης, ὁ σοφός. ζήτει ἐν τῷ χροῒ δῆλα. |
| φ 216 | Φερεκύδης, Ἀθηναῖος, πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ Ὀρφέως συναγαγεῖν. ἔγραψεν Αὐτόχθονας· ἔστι δὲ περὶ τῆς Ἀττικῆς ἀρχαιολογίας ἐν βιβλίοις ιʹ· Παραινέσεις δι’ ἐπῶν. Πορφύριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχεται, ἀλλ’ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγραφῆς. |
| φ 217 | Φερεκύδης, Λέριος, ἱστορικός, γεγονὼς πρὸ ὀλίγου τῆς οεʹ ὀλυμπιάδος. Περὶ Λέρου, Περὶ Ἰφιγενείας, Περὶ τῶν Διονύσου ἑορτῶν· καὶ ἄλλα. |
| φ 218 | Φέρε νῦν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν: τὸ πτερὸν ζητεῖ, ἵνα ἐξεμέσῃ· εἰώθασι γὰρ οἱ δυσεμοῦντες πτερῷ χρῆσθαι πρὸς τὸ εὐχερῶς ἐμέσαι. |
| φ 219 | Φερεσβίους: ζῳοποιούς. |
| φ 220 | Φερετίμα: ὄνομα κύριον. ἡ δὲ Φερετίμα τὸν ὄροφον ὑποσπάσασα τοῦ βόθρου, ὡς ἂν ἐμπεδορκοίη, ἤλαυνεν εἰς τὴν πόλιν. |
| φ 221 | Φερέοικος: ὁ κοχλίας. ἔνιοι ζῷον λευκὸν ὅμοιον γαλῇ, ὑπὸ δρυσὶ καὶ ἐλαίαις γινόμενον· οἱ δὲ ζῷον σφηκὸς εὐμεγέθους μέγιστον. |
| φ 222 | Φέρειν: λαμβάνειν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἐπέμψεθ’ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν, μισθὸν φέροντας οὐ δραχμὰς τῆς ἡμέρας. Μένανδρος Ὀλυνθίᾳ· μετ’ Ἀριστοτέλους γὰρ τέτταρας τῆς ἡμέρας ὀβολοὺς φέρων. καὶ ὁ μισθοφόρος ἀπὸ τούτου. καὶ Ἔφερον, οὐδετέρως. τὸ φέρον ἐκ θεοῦ καλῶς φέρειν χρή. τουτέστι τὸ ἐκ θεοῦ πεμφθὲν γενναίως φέρειν χρή. καὶ αὖθις· ἔφερον ἀλλήλους οὐχ ἧττον. ἀντὶ τοῦ λίαν ἐλῄστευον, ἔβλαπτον. |
| φ 223 | Φέριστον: κράτιστον, ἐξοχώτατον, ἢ ἀγαθόν. |
| φ 224 | Φερνή: προίξ. Φέρνη, ἀμοιβή. |
| φ 225 | Φερνή: ἡ προῖξ· παρά τισι δὲ φέρνη. |
| φ 226 | Φερομένου: λαμβάνοντος. τὴν αἰτίαν πᾶσαν τοῦ πολέμου τούτου τοῦ ἀνδρὸς φερομένου. καὶ Φέρονται, ἀντὶ τοῦ νικῶσι. καὶ φέρονται οἱ πλούσιοι τὸ πλέον· συλλαβόντες δὲ τῶν δημοτῶν εἰς ψʹ δήσαντες ἄγουσι. καὶ Φερόμενος· ἀνὴρ γένος μὲν φερόμενος Θρᾴκιον, ᾧ ὄνομα Διογένης ἦν· τὰ δὲ πολέμια παρ’ ὁντινοῦν κράτιστος, τέλους ἱππικοῦ προτεταγμένος. |
| φ 227 | Φέρω· αἰτιατικῇ. |
| φ 228 | Φερωνία: ὄνομα κύριον. |
| φ 229 | Φερώνυμος: ἀληθὲς ἔχων τὸ ὄνομα, |
| φ 230 | Φερώρας: ὄνομα κύριον. |
| φ 231 | Φερσεφόνη: ὄνομα θεᾶς καταχθονίου. |
| φ 232 | Φέρτερον: κρεῖττον, ἢ ταχύτερον. |
| φ 233 | Φέρτρῳ: τῇ τῶν νεκρῶν κλίνῃ. Φέρτρον καὶ τὸ φορεῖον. Πολύβιος· τότε καὶ τὸν Φιλήμενον ἥκειν ἔχοντα τὸν ὗν ἐν φέρτρῳ καὶ Λίβυας ὡσεὶ χιλίους. ὡς δὲ ἤγγισε τῷ τείχει, ἔλεγεν ἀνοίγειν ταχέως, ὅτι βαρύνονται, φέρουσι γὰρ ὗν ἄγριον. ὁ δὲ φύλαξ ἀνοίγει, θαυμάσας τὴν εὐαγρίαν. οἱ δὲ φέρεθρον λέγεσθαί φασι. |
| φ 234 | Φεσκάσιον: μάγγανον πλοϊκόν. |
| φ 235 | Φεῦ: σχετλιαστικὸν ἐπίρρημα. ἢ ὀδυνηρὸν οἰμώγημα. ἔστι δὲ καὶ θαυμαστικὸν τὸ φεῦ. Σοφοκλῆς· φεῦ, φεῦ. φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλες’· οὐ γὰρ ἂν δεῦρ’ ἱκόμην. ὡς δεινόν, φησί, τὸ φρονεῖν, ὅταν τὸ φρο‐ νούμενον τῷ φρονοῦντι μὴ συντελῇ. φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ’ ὀβολώ. ἅμα διὰ τὸ λεγόμενον, ὅτι τοῖς νεκροῖς ἐπὶ τοῦ στόματος βάλλουσι δύο ὀβολούς· καὶ ὅτι τὸ δικαστικὸν μισθάριον δύο ὀβολοὶ ἦσαν. ἦν δὲ καὶ τριώβολον, βλακείας χάριν τοῦτο τῶν στρατηγῶν προστιθέντων. καὶ περὶ τοῦ ναύλου εἰπόντος, πῶς περαιω‐ θήσομαι; λέγει· ἐν πλοιαρίῳ τυννουτωΐ ς’ ἀνὴρ γέρων διάξει, δύ’ ὀβολὼ μισθὸν λαβών. |
| φ 236 | Φεύγοντας: τοὺς εἰς δίκην ἀγομένους. τοὺς φεύγοντας ἐλεεῖν μᾶλλον τῶν γραψαμένων, κἀπιδακρύειν ἀντιβολούντων. καὶ Φεύγω· αἰτιατικῇ. |
| φ 237 | Φεύγοιεν: κατηγοροῖντο. καὶ Φεύγων, κατηγορούμενος. Ἀριστοφάνης Νεφέλαις· ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην. |
| φ 238 | Φευκτέον· αἰτιατικῇ. ἐπίρρημα θετικόν. Πλάτων φησί· φευκτέον ἐνθένδε. τίς οὖν ἡ φυγή; θεῷ ὁμοίωσις. τοῦτο δέ, εἰ δίκαιοι καὶ ὅσιοι μετὰ φρονήσεως γενοίμεθα· καὶ ὅλως ἐν ἀρετῇ, οὐ κατὰ τὰς πολιτικὰς ἀρετάς, ἀλλὰ κατὰ τὰς μείζους, τῶν αὐτῶν ὀνομάτων χρωμένας. |
| φ 239 | Φέψαλος καὶ Φεψάλυξ: σπινθήρ, ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Ἀριστοφάνης· ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. οἷον ζωπύρημα, σπινθήρ. διαβάλλονται δὲ ὡς μοιχοὶ οἱ Μιλήσιοι. |
| φ 240 | Φεψάλῳ: καπηλείῳ. φέψαλοι γὰρ οἱ σπινθῆρες. Ἀριστοφάνης· ἡ δ’ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται. διὰ τὸ εἰρήνην εἶναι. λέγεται δὲ καὶ φεψάλυξ παρὰ Ἀρχιλόχῳ. καὶ παρὰ Ἀριστοφάνει· ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. καὶ αὖθις· ἀλλ’ ἀποσκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυπληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι. |
| φ 241 | Φειά: ὄνομα πόλεως. |
| φ 242 | Φείδαλος. |
| φ 243 | Φειδαλφίτως: ἐκ τοῦ ἄλφιτον. ὅ ἐστι πεφεισμένως τῶν ἀλφίτων. |
| φ 244 | Φείδας: ὄνομα κύριον. |
| φ 245 | Φειδήσεται: φείσεται. |
| φ 246 | Φειδίας, ἀγαλματοποιός, ὃς ἐλεφαντίνης Ἀθηνᾶς εἰκόνα ἐποίησε. Περικλῆς δὲ ἐπὶ τοῖς ἀναλώμασι ταχθεὶς ἐνοσφίσατο νʹ τάλαντα καὶ ἵνα μὴ δῷ τὰς εὐθύνας, πόλεμον ἐκίνησε. καὶ παροιμία· Φειδίας προσ‐ ήκοι εἰρήνῃ, καθὸ τεχνίτης. εὔμορφος δὲ ἐκείνη εἰσάγεται. Πολύ‐ βιος· Λεύκιος Αἰμίλιος παρῆν εἰς τὸ τέμενος τὸ ἐν Ὀλυμπίᾳ καὶ τὸ ἄγαλμα θεασάμενος ἐξεπλάγη καὶ τοιοῦτον εἶπεν, ὅτι μόνος αὐτῷ δοκεῖ Φειδίας τὸν παρ’ Ὁμήρῳ Δία μεμιμῆσθαι· διότι μεγάλην ἔχων προσδοκίαν τῆς Ὀλυμπίας, μείζω τῆς προσδοκίας εὑρηκὼς εἴη τὴν ἀλήθειαν. καὶ αὖθις· καθάπερ, οἶμαι, Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ. |
| φ 247 | Φείδιππος. |
| φ 248 | Φείδομαι· γενικῇ. |
| φ 249 | Φειδώ: πρόνοια, φεισμονή, εὐσπλαγχνία. |
| φ 250 | Φειδωλός: φειδόμενος, σκνιπός. Φειδωλός τις ὤν, ὁ φεύγων τὸ δοῦναι ὁ περίψηφος. ἢ παρὰ τὸ φείδομαι καὶ τὸ δοῦναι, φειδωδός τις ὤν, τροπῇ τοῦ δ εἰς λ. |
| φ 251 | Φείδων: ὄνομα κύριον. |
| φ 252 | Φεισμονή: φειδώ, εὐσπλαγχνία. |
| φ 253 | Φεισόμεθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων; ἢ τίνας τισαίμεθ’ ἄλλους τῶνδ’ ἂν ἐχθίους ἔτι; τουτέστι μᾶλλον λύκων φεισό‐ μεθα ἤπερ τούτων. μήποτε δὲ καὶ παροιμιῶδες ἐγένετο, ἐπεὶ τοπα‐ λαιὸν τοὺς λύκους ἀπέκτεννον ἐν τῇ Ἀττικῇ. καὶ νόμος ἦν λυκοκτο‐ νεῖν. διὸ ὁ μὲν φονεύων τέκνον λύκου τάλαντον ἐλάμβανεν, ὁ δὲ τέλειον δύο. |
| φ 254 | Φεισών: ὄνομα ποταμοῦ. |
| φ 255 | Φῆ: οὐδετέρως Ὅμηρος τὸ φῆ ἀντὶ τοῦ ὡς τέταχεν. ὁ δὲ φῆ κώδειαν ἀνασχών. ἵν’ ᾖ ὡς κώδειαν. |
| φ 256 | Φηγαιεῦσι: δῆμος τῆς Αἰαντίδος. |
| φ 257 | Φηγεύς. |
| φ 258 | Φήγινος: δρύϊνος. ἐν Ἐπιγράμμασι· φηγίνεον κρατῆρα. |
| φ 259 | Φήγοντος. |
| φ 260 | Φηγός: δρῦς· ἢ πεύκη. ἦν δὲ δένδρα ὑπερμεγέθη, φηγὸς καὶ ἐλάτη, δρύες τε καὶ φίλυρα. |
| φ 261 | Φηγοῦς: δῆμος τῆς Ἐρεχθηΐδος. |
| φ 262 | Φηγούσιον· Λυσίας ἐν τῷ Περὶ Βατράχων φόνου. |
| φ 263 | Φήληκες: τὰ ἄγρια σῦκα, τὰ τῇ δείξει πέπειρα. |
| φ 264 | Φήληξ: ὁ ἀπατεών, καὶ ἡ ὠμὴ συκῆ. |
| φ 265 | Φῆλος: ὁ ἀπατηλός. |
| φ 266 | Φηλοῦν: ἀπατᾶν. Μένανδρος Ἁλιεῖ· δύ’ οἰκίας φηλῶν γερόν‐ των, ὡς λέγεις, ἀβελτέρων. καὶ Φηλωθεῖσα, ἀντὶ τοῦ ἐξαπατηθεῖσα. ἐν Μύθοις· κέρδεσι φηλωθεῖσα θοὴ κεμάς. ἔνθεν καὶ φήληκες τὰ ἄγρια σῦκα, τὰ τῇ δείξει πέπειρα. |
| φ 267 | Φηλώματα: ἐξαπάτας. οὕτως Ἀντιφῶν. |
| φ 268 | Φηλώσεις: ἀπατήσεις. |
| φ 269 | Φήμη· τέκνον ἐλπίδος ἄμβροτε φήμη. παρ’ ὅσον ἐν ἐλπίδι τινὲς γινόμενοι χρησμοὺς αἰτοῦσιν ἀπὸ τοῦ θεοῦ. καὶ αὖθις· φήμη τὸν ἐσθλὸν κἀν μυχοῖς δείκνυσι γῆς. Εὐριπίδης φησί. |
| φ 270 | Φημί: λέγω, ὑπολαμβάνω. ὅτι Ἀρκεσίλαος ὁ φιλόσοφος φυ‐ σικῶς ἐν τῷ διαλέγεσθαι ἐχρῆτο τῷ φήμ’ ἐγώ, οὐ συγκαταθήσεται τούτοις ὁ δεῖνα· εἰπὼν τοὔνομα. καὶ Δαβίδ· φησὶν ὁ παράνομος. ἀντὶ τοῦ ἡγεῖται ὑπολαμβάνει. |
| φ 271 | Φημίζω. αἰτιατικῇ. |
| φ 272 | Φημισμός: ἡ φήμη. |
| φ 273 | Φήνας: συκοφαντήσας, φενακίσας. |
| φ 274 | Φῆναι: δεῖξαι, εἰπεῖν. |
| φ 275 | Φήνη: εἶδος ὀρνέου. |
| φ 276 | Φῆρας: τοὺς Κενταύρους. |
| φ 277 | Φηρή: ὄνομα πόλεως. καὶ Φηρήτης, ὁ πολίτης. |
| φ 278 | Φής: λέγεις. καὶ Φησί, λέγει. καὶ Φήσεις, λέξεις. |
| φ 279 | Φῆστος· οὗτος περὶ τοὺς χρόνους Οὐάλεντος εἰς τὴν Ἀσίαν ἐκπέμπεται ἀνθύπατος, τὴν δὲ βασιλικὴν γλῶσσαν ἐπεπίστευτο. πέμ‐ πεται δὲ ὅμως, τὸν ποιητικὸν καὶ μυθώδη Ἔχετον, καὶ εἰ δή τις ἄλλος ἐκ Σικελίας ἢ Θετταλίας τοιοῦτος, χρυσὸν ἀποδείξων καὶ πανή‐ γυριν. ἦν δὲ ἡ μανία οὐ θύραθεν, ἀλλ’ ἔνδοθεν ἐλύσσα καὶ ἐμαίνετο, ἀνὴρ φύσει πονηρὸς καὶ ἐξουσίαν ἔχων καὶ τὴν ἐν ταῖς κολάσεσιν ἀγριότητα καταλιπὼν εὐδοκιμοῦσαν ἐν τοῖς βασιλείοις, οὐκ ἔστιν ὅ τι παρανομίας ἀπέλειπε καὶ ἀσελγείας. ἀλλ’ ἐπὶ τοσόνδε παραφορᾶς ἐρ‐ ρύη καὶ φόνων, ὥστε καὶ Μάξιμον ξίφει διέφθειρε, Κοίρανον Αἰγύ‐ πτιον ἐπισφάξας αὐτῷ. καὶ ἔτι θερμὸς ὢν καὶ ζέων τῷ λύθρῳ πάντας συνανῄρει καὶ κατέφλεγε. |
| φ 280 | Φητιαλεῖς. |
| φ 281 | Φήτρη: συγγένεια. καὶ Φρήτρη. |
| φ 282 | Φιαλεῖς· Ἀριστοφάνης· ἀλλ’ οὐκ ἀποδώσεις οὐδὲ φιαλεῖς, οἶδ’ ὅτι· ἀλλ’ ἐξαπατήσεις κἀγχανῇ τούτῳ μέγα. φιαλοῦμεν δέ, τουτέστιν τῷ ἔργῳ ἐπιβαλοῦμεν. ἐπὶ τοῦτο ὁρμήσομεν. φιαλεῖν δὲ κυρίως ἐστὶ τὸ ἄρχεσθαι πράγματος. Ἀριστοφάνης· ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως ἔργῳ φιαλοῦμεν, εὐξάμενοι τοῖσι θεοῖς. |
| φ 283 | Φιάλην ἀμφίθετον· ζήτει ἐν τῷ ἀμφίθετον φιάλην. |
| φ 284 | Φιάλη. |
| φ 285 | Φιάλος. |
| φ 286 | Φιαρόν: λαμπρόν. |
| φ 287 | Φίβαλις: γένος συκῆς ἡ φίβαλις, ἐπιτήδειον εἰς ξηρασίαν ἰσχά‐ δων. ἐπεὶ δὲ ἀπὸ τοῦ ἰσχναίνεσθαι ἰσχὰς καλεῖται, καὶ τοὺς ἰσχνοὺς τῶν ἀνθρώπων ἐκάλουν φιβαλεῖς. ὁ δὲ τόνος φιβάλεως, προπαροξυ‐ τόνως, ὡς κορώνεως, πελέκεως. Ἀριστοφάνης Ἀχαρνεῦσι· τί δέ; φιβάλεως ἰσχάδας; κοΐ, κοΐ. ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε. |
| φ 288 | Φιβλατώριον: περιβόλαιον Περσικόν. |
| φ 289 | Φιγαλεύς: ὁ ἀπὸ τοῦ δήμου Ἀρκαδίας. καὶ ὁ δῆμος Φιγάλεια. |
| φ 290 | Φίγιον: ἀκρωτήριον. |
| φ 291 | Φιδηναῖος: ἀπὸ τόπου. |
| φ 292 | Φικιδίζειν: ἐπὶ τοῦ παιδεραστεῖν. |
| φ 293 | Φικιῶ. |
| φ 294 | Φίλα: ἴσα, ὅμοια, προσφιλῆ. |
| φ 295 | Φιλάγριος, Λύκιος ἀπὸ Μάκρης, ὡς εὕρηται παρὰ Εὐγενάτορι. ὡς δὲ αὐτὸς ἐν τῇ πρὸς Φιλήμονα περὶ ἥπατος ἐσκιρρωμένου ἐπι‐ στολῇ φησιν, ὁ Φιλάγριος εἴη ἂν μᾶλλον Ἠπειρώτης, ἰατρός, μαθητὴς Ναυμαχίου, τοῖς χρόνοις μετὰ Γαληνόν· ἰατρεύσας τὰ πλεῖστα ἐν Θεσ‐ σαλονίκῃ, συντάξας βιβλία ἰατρικά, μονόβιβλα μὲν οʹ, συντάγματα δὲ ἕτερα οὐκ ὀλίγα, ὑπομνηματικὰ εἰς Ἱπποκράτην. |
| φ 296 | Φιλαδελφέως υἱὸς Ἀνδροκλείδης. |
| φ 297 | Φίλαθλος: φιλόπονος. |
| φ 298 | Φιλακροάμονος. |
| φ 299 | Φιλάμμων, πύκτης, Ἀθηναῖος· ὃς πάντα τὸν χρόνον ἐνίκα τοὺς ἀντιπάλους. |
| φ 300 | Φιλάμμων ἕτερος, ὃν ᾄδουσι Θαμύρου τοῦ Θρᾳκὸς πατέρα γενέσθαι. |
| φ 301 | Φιλαμπελωτάτη: ἡ εἰρήνη· εἰρήνης γὰρ οὔσης γεωργοῦμεν, πολέμου δὲ ὄντος τοὐναντίον. καὶ Φιλία, ἡ οἰκεία χώρα· ὡς πολεμία, ἡ ἀλλοτρία. |
| φ 302 | Φιλανθρωπηθείς· ὁ δὲ Ἀσδρούβας ἐβουλήθη τούτῳ συμμίξας καὶ φιλανθρωπηθεὶς ἀπελθεῖν εἰς τοὺς ἔξω τόπους. καὶ Φιλαν‐ θρωπία, ἡ ... |
| φ 303 | Φιλαπεχθήμων: φιλομίσητος, φίλεχθρος, φιλομίσης. |
| φ 304 | Φιλαργυρία: ὑπόληψις τοῦ τὸ ἀργύριον καλὸν εἶναι. |
| φ 305 | Φιλαυτίας: ὑπερηφανίας. |
| φ 306 | Φιλαίας: ὄνομα τόπου. |
| φ 307 | Φιλαινίς, Φιλαινίδος: ὄνομα κύριον. |
| φ 308 | Φιλέταιρος: ὄνομα κύριον. Ἀθηναῖος, κωμικός, υἱὸς Ἀριστο‐ φάνους τοῦ κωμικοῦ. δράματα αὐτοῦ καʹ· ὧν ἐστι καὶ ταῦτα· Ἀχιλ‐ λεύς, Κορινθιαστής, Κυνηγίας, Φίλαυλος, Κέφαλος, Τηρεύς, Οἰνοπίων, Ἄντυλλος (καὶ αὐτὸ Φιλεταίρου, ὡς δέ τινες Νικοστράτου), Ἀταλάντη, Λαμπαδηφόροι. |
| φ 309 | Φιλαιτίων: τῶν ἐπιλαμβανομένων. |
| φ 310 | Φιλέας· εἰ καὶ Φιλέας Ἀνδοκίδην ἱεροσυλίας ἐγράψατο· ὥσπερ οὐκ αὐτὸς ὤν, ὁ τῆς θεοῦ τὸ γοργόνειον ἐκ τῆς ἀκροπόλεως ὑφελό‐ μενος. |
| φ 311 | Φίλεως: ὄνομα κύριον. |
| φ 312 | Φιλεργός: φιλόπονος. οἱ μὲν ὑπὸ ῥᾳθυμίας καὶ τῆς πρὸς τὸ φιλεργεῖν μαλακίας ἀνόητοι καὶ ἀμαθεῖς ἐπανῆκον αὐτῷ. |
| φ 313 | Φιλέρημος. |
| φ 314 | Φιλεριστῆσαι: φιλονεικῆσαι. Μένανδρος· τὸ γὰρ φίλερι τῆς φιλοπρωτείας μεταξὺ αὐτῶν συμπεσὸν διέλυσε τὰς δυνάμεις. |
| φ 315 | Φίλερως. καὶ Φιλέταιρος, ὄνομα κύριον. |
| φ 316 | Φιλέψιος: ἦν δὲ φιλοπαίγμων. Δημοσθένης κατὰ Τιμοκρά‐ τους. Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί, ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν. κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν. λύσις ὀνείρου· φιλεῖν ἐγείρει δυσμενῶν μακρὰς μάχας. |
| φ 317 | Φιλεῖ γάρ πως: τέρπεται γάρ πως· ἢ ἔθος γάρ πως. φιλεῖ γὰρ τὰ πολλὰ ἑτέρως τρέπεσθαι. τουτέστι συμβαίνει, ἔθος ἔχει ἄλλως ἀποβαίνειν ἢ ὡς προσδοκᾷ τις· εὐμετάβολοι γάρ εἰσιν οἱ ἐξ ἐπιθυμίας ἀλόγου ἐπί τι μάθημα ἐρχόμενοι. ἕως οὗ ἐπιθυμεῖ πράξειν τὸν μισθόν. |
| φ 318 | Φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. |
| φ 319 | Φιλλεῖδαι: γένος ἐστὶν Ἀθήνησιν· ἐκ δὲ τούτων ἡ ἱέρεια τῆς Δήμητρος καὶ Κόρης, ἡ μύουσα τοὺς μύστας ἐν Ἐλευσῖνι. |
| φ 320 | Φίληβος. |
| φ 321 | Φιληδίας: φιληδονίας, ἀνοίας. ὑμεῖς δὲ γρυλλίζοντες ὑπὸ φιλη‐ δίας ἕπεσθε μητρὶ χοῖροι. Ἀριστοφάνης Πλούτῳ. |
| φ 322 | Φιλήδονος. |
| φ 323 | Φιληδῶν: φιλῶν, ἀγαπῶν. ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν οὕτως ἀρέσκῃ, κεῖθι καὶ μένειν ἔγνως. |
| φ 324 | Φίλη κεφαλή: προσφιλέστατε. |
| φ 325 | Φιληκοΐα. καὶ Φιλήκοος, φιλομαθής. |
| φ 326 | Φιληλιαστής: ὁ φιλόδικος παρὰ Ἀριστοφάνει· φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ. ἀντὶ τοῦ φιλόδικος· Ἡλιαία γὰρ Ἀθήνησι δικα‐ στήριον μέγιστον. |
| φ 327 | Φιλήμων, Συρακούσιος, υἱὸς Δάμωνος, καὶ αὐτὸς κωμικὸς τῆς νέας κωμῳδίας. ἤκμαζεν ἐπὶ τῆς Ἀλεξάνδρου βασιλείας, βραχεῖ Με‐ νάνδρου πρότερος. ἔγραψε δὲ κωμῳδίας πρὸς Ϟʹ, καὶ ἐβίωσεν ἔτη Ϟθʹ, εἰσὶ δὲ οἳ λέγουσιν αʹ καὶ ρʹ· ἐτελεύτησε δὲ ὑπὸ σφοδροῦ γέλωτος. περὶ γέλωτος θανατηφόρου· ὃν ἄξιον εἰπεῖν σαρδάνιον, ὡς μὴ ὤφελε γελάσαι. |
| φ 328 | Φιλήμων. ἡ κλητικὴ ὦ Φιλῆμον. οὗτος βιώσας ἔτη αʹ καὶ ρʹ ἄπηρος ἦν τὸ σῶμα· καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο· πολεμούντων δὲ Ἀθηναίων καὶ Ἀντιγόνου, Πειραιεῖ διαιτώμενος ὁ Φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας θʹ τῆς οἰκίας αὐτοῦ· ἐδόκει δὲ ἐρέσθαι αὐτάς, τί βουλόμενοι καταλείπουσιν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι, μὴ γὰρ εἶναι θεμιτὸν ἀκοῦσαι αὐτάς· καὶ τὸν μὲν ὄνειρον ἐν‐ ταῦθα παύσασθαι· αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὖν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος. καὶ ἐπιλυσάμενος ἡσυχῇ ἔκειτο· κᾆτα ὑπερέγχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὲ καὶ Φιλήμονι ἐννέα Μοῦσαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι· θεοῖς γὰρ οὐδαμῇ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδὲ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς. σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ὦ μῶρε. οὕτω φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. |
| φ 329 | Φιλήμων, ὁ νεώτερος, καὶ αὐτὸς κωμικός, υἱὸς Φιλήμονος τοῦ κωμικοῦ. ἐδίδαξε δὲ δράματα νδʹ. |
| φ 330 | Φιλήνεμος· ἐν Ἐπιγράμμασι· καὶ αὖθις· αὐλὸν καμινευτῆρα τὸν φιλή‐ νεμον. |
| φ 331 | Φίληξ: ὄνομα κύριον. |
| φ 332 | Φιλήτας, Κῷος, υἱὸς Τηλέφου, ὢν ἐπί τε Φιλίππου καὶ Ἀλε‐ ξάνδρου, γραμματικὸς κριτικός· ὃς ἰσχνωθεὶς ἐκ τοῦ ζητεῖν τὸν καλού‐ μενον Ψευδόμενον λόγον ἀπέθανεν. ἐγένετο δὲ καὶ διδάσκαλος τοῦ δευτέρου Πτολεμαίου. ἔγραψεν ἐπιγράμματα, καὶ ἐλεγείας καὶ ἄλλα. |
| φ 333 | Φιλήτας, ὁ Ἐφέσιος. ζήτει ἐν τῷ Βάκις. |
| φ 334 | Φιληταί: οὕτω λέγονται καὶ οἱ κλέπται. καὶ οἱ φιλοῦντες. οἱ δὲ φιληταὶ οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι, νῦν μέγα πεφρί‐ κασι. |
| φ 335 | Φιλητέων: λῃστῶν. ἤτοι κατὰ ἀντίφρασιν ἢ κατὰ ὑφαίρεσιν τοῦ υ πάνυ φιλητέων, κλεπτῶν. |
| φ 336 | Φιλητής: ὁ ἐραστής. Φιλήτης δὲ ὁ κλέπτης. |
| φ 337 | Φιλία: ἡ οἰκεία χώρα, ὡς πολεμία, ἡ ἀλλοτρία. ὁ δὲ ὕπατος ἅτε ἐν τῇ φιλίᾳ ὢν πολὺ διέφερε. |
| φ 338 | Φιλία· Δαμάσκιός φησι· περὶ γὰρ οὐδεμίαν τῶν πολλῶν ἀρετῶν οὕτως ἐσπούδακας ὡς περὶ τὴν μητέρα αὐτῶν, κατὰ τὸν Πυθαγόραν εἰπεῖν, αὐτὴν τὴν φιλίαν. |
| φ 339 | Φιλιάζω: φίλος γίνομαι. ὦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις, διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ κυρίου, εἰ μὴ λόγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί. |
| φ 340 | Φιλικήσιμος: ἄρχων ἐπὶ Αὐρηλιανοῦ βασιλέως. |
| φ 341 | Φιλῖνος. |
| φ 342 | Φίλιος: ὁ τὰ περὶ τὰς φιλίας ἐπισκοπῶν. Μένανδρος Ἀνδρο‐ γύνῳ· μαρτύρομαι τὸν Φίλιον, ὦ Κράτων, Δία. Φερεκράτης Κραπατά‐ λοις· τοῖς δὲ κριταῖς τοῖς νυνὶ κρίνουσι λέγω μὴ ἐπιορκεῖν μηδ’ ἀδίκως κρίνειν, ἢ νὴ τὸν Φίλιον, μῦθον εἰς ὑμᾶς ἕτερον Φιλοκράτης λέξει πολὺ τούτου κακηγοριστότερον. |
| φ 343 | Φιλλίωνος: ὄνομα κύριον. |
| φ 344 | Φιλιππήσιοι. |
| φ 345 | Φιλιππίδης, Ἀθηναῖος, κωμικὸς καὶ αὐτὸς τῆς νέας κωμῳ‐ δίας, υἱὸς Φιλοκλέους· ἦν δὲ ἐπὶ τῆς ριαʹ ὀλυμπιάδος. ἐδίδαξε καὶ αὐτὸς δράματα μεʹ. |
| φ 346 | Φιλιππίδης: τῶν πολιτευομένων παρ’ Ἀθηναίοις εἷς ἦν. ἐδόκει δὲ ἰσχνὸς εἶναι τὸ σῶμα. διὸ καὶ Ἄλεξις πεφιλιππῶσθαι ἔφη ἀντὶ τοῦ ἐλεπτύνθαι. |
| φ 347 | Φιλιππίδης, Ἀθηναῖος, ἡμεροδρόμος· ὃς χίλια πεντακόσια στάδια ἤνυσε διὰ μιᾶς νυκτὸς καὶ ἡμέρας, πρὸς Λακεδαιμονίους ἀφι‐ κόμενος. ὁ δὲ νόμος οὐκ εἴα στρατεύειν αὐτοὺς πρὸ πανσελήνου. |
| φ 348 | Φιλιππικός, ὁ καὶ Βαρδάνης, Ἰουστινιανὸν βασιλέα ἀνελών, ἀσέμνως καὶ ῥᾳθύμως τὰ βασίλεια διέπων ἐφαίνετο τούς τε ἐν τῇ οἰκουμενικῇ συνόδῳ πατέρας ἀναθέματι καθυπέβαλε, τὰ παρ’ αὐτῶν ἐνθέως δογματισθέντα δύο τοῦ Σωτῆρος θελήματα καὶ ἐνεργείας μὴ ἀποδεχόμενος· συλλήπτορας εὑρηκὼς Ἰωάννην τὸν τηνικαῦτα τῆς πόλεως ἀρχιερέα καὶ Γερμανὸν τὸν Κυζίκου μητροπολίτην καὶ ἑτέρους ἱερεῖς καὶ συγκλητικοὺς πλείστους. |
| φ 349 | Φιλιππικός, στρατηγὸς τῶν ἑῴων στρατιωτῶν. οὗτος ἔσχεν Ἡράκλειον τὸν Ἡρακλείου τοῦ βασιλέως πατέρα ὑποστράτηγον. δυστυ‐ χήσαντος δὲ ἐν πολέμῳ τοῦ Φιλιππικοῦ καὶ ἀπομάχου γενομένου, ὁ Ἡράκλειος ἐγχειρίζεται τὸ ὁπλιτικόν. ἦν δὲ ὁ Φιλιππικὸς γαμβρὸς Μαυρικίου ἐπὶ θυγατρί. |
| φ 350 | Φιλιππίων: ὄνομα κύριον. |
| φ 351 | Φίλιππος, Ἀμφιπολίτης, ἱστορικός. Ῥοδιακὰ βιβλία ιθʹ· ἔστι δὲ τῶν πάνυ αἰσχρῶν· Κῳακὰ βιβλία βʹ, Θασιακὰ βιβλία βʹ· καὶ ἄλλα. |
| φ 352 | Φίλιππος, σοφιστής, ὁ γράψας περὶ πνευμάτων, ἐκ τῶν Ἡρω‐ διανοῦ, κατὰ στοιχεῖον· καὶ περὶ συναλοιφῆς. |
| φ 353 | Φίλιππος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Κωδωνιασταί· ὡς Ἀθήναιος ἐν Δειπνοσοφισταῖς. |
| φ 354 | Φίλιππος ὁ βασιλεὺς νικήσας Ἀθηναίους τὴν ἐν Χαιρωνείᾳ μάχην οὐ τοσοῦτον ἤνυσε διὰ τῶν ὅπλων ὅσον διὰ τῆς ἐπιεικείας καὶ φιλανθρωπίας τῶν τρόπων· τῷ μὲν γὰρ πολέμῳ καὶ τοῖς ὅπλοις αὐτῶν μόνων περιεγένετο καὶ κύριος κατέστη τῶν ἀντιταξαμένων, τῇ δ’ εὐγνωμοσύνῃ καὶ μετριότητι πάντας Ἀθηναίους ἅμα καὶ τὴν πόλιν αὐτῶν ἔσχεν ὑποχείριον, οὐκ ἐπιμετρῶν τῷ θυμῷ τοῖς πραττομένοις, ἀλλὰ μέχρι τούτου πολεμῶν καὶ φιλονεικῶν ἕως τοῦ λαβεῖν ἀφορμὰς πρὸς ἀπόδειξιν τῆς αὐτοῦ πραότητος καὶ καλοκαγαθίας. τοιγαροῦν χωρὶς λύτρων ἀποστείλας τοὺς αἰχμαλώτους καὶ κηδεύσας τῶν Ἀθη‐ ναίων τοὺς τετελευτηκότας, ἔτι δὲ καὶ συνθεὶς Ἀντιπάτρῳ τὰ τού‐ των ὀστᾶ καὶ τῶν ἀπαλλαττομένων τοὺς πλείστους ἀμφιέσας, διὰ τὴν ἀγχίνοιαν μεγίστην πρᾶξιν ἀπειργάσατο· τὸ γὰρ Ἀθηναίων φρόνημα καταπληξάμενος τῇ μεγαλοψυχίᾳ πρὸς πᾶν ἑτοίμους αὐτοὺς ἔσχε συν‐ αγωνιστὰς ἀντὶ πολεμίων. |
| φ 355 | Φίλιππος ὁ Μακεδὼν τοῦ ζῆν πολλοὺς ἐστέρησε καὶ τοὺς υἱέας ὕστερον συμπεριέλαβεν, ἐπιφθεγξάμενος τὸν στίχον τοῦτον· νήπιος, ὃς πατέρα κτείνας υἱοὺς καταλείπει. |
| φ 356 | Φιλίππου ἀλεκτρυών: ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλα‐ ζονευομένων. |
| φ 357 | Φιλίσκος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἄδωνις, Διὸς γοναί, Θεμιστοκλῆς, Ὄλυμπος, Πανὸς γοναί, Ἑρμοῦ καὶ Ἀφροδίτης γοναί, Ἀρτεμίδος καὶ Ἀπόλλωνος. |
| φ 358 | Φιλίσκος, Κερκυραῖος, Φιλώτου υἱός, τραγικὸς καὶ ἱερεὺς τοῦ Διονύσου ἐπὶ τοῦ Φιλαδέλφου Πτολεμαίου γεγονώς. καὶ ἀπ’ αὐτοῦ τὸ Φιλίσκιον μέτρον προσηγορεύθη, ἐπείπερ αὐτῷ ἐνεδαψιλεύετο. ἔστι δὲ τῆς δευτέρας τάξεως τῶν τραγικῶν, οἵτινές εἰσιν ζʹ καὶ ἐκλήθησαν Πλείας. αἱ δὲ τραγῳδίαι αὐτοῦ εἰσι μβʹ. |
| φ 359 | Φιλίσκος, Αἰγινήτης, ὁ διδάξας γράμματα Ἀλέξανδρον τὸν Μακεδόνα. αὐτὸς δὲ ἀκουστὴς ἦν τοῦ Κυνὸς Διογένους, κατὰ δὲ Ἕρμιππον Στίλπωνος. ἔγραψε διαλόγους, ὧν ἐστι Κόδρος. |
| φ 360 | Φιλίσκος, Μιλήσιος, ῥήτωρ, Ἰσοκράτους ἀκουστὴς τοῦ ῥήτορος. ἐγένετο δὲ πρότερον αὐλητὴς παραδοξότατος· διὸ καὶ Αὐλοτρύπην Ἰσοκράτης αὐτὸν ἐκάλει. γέγραπται δὲ αὐτῷ τάδε· Μιλησιακός, Ἀμ‐ φικτυονικός, Τέχνη ῥητορικὴ ἐν βιβλίοις δυσίν, Ἰσοκράτους ἀπόφασις. |
| φ 361 | Φιλίσκος ἢ Φίλιστος, Συρακούσιος, ἱστορικός. ἦν δὲ συγγενὴς Διονυσίου τοῦ τυράννου Σικελίας καὶ ἐν τῇ πρὸς Καρχηδονίους ναυ‐ μαχίᾳ ἐτελεύτησε. μαθητὴς δὲ ἦν Εὐήνου τοῦ ἐλεγειοποιοῦ. ἔγραψε Σικελικά· ἔστι δὲ τὰ πρὸς Ἕλληνας αὐτοῖς πραχθέντα διαφόρως· καὶ Γενεαλογίαν, Περὶ Φοινίκης, καὶ ἄλλα τινά· Περὶ τῆς νήσου Σικελίας. |
| φ 362 | Φιλίσκος, Αἰγινήτης· ὃς κατὰ θέαν ἐλθὼν τῶν Ἀθηναίων, ἀκούσας Διογένους ἐφιλοσόφησεν. ὁ δὲ τούτου πατὴρ ἀπέστειλεν ἐπ’ αὐτὸν τὸν ἀδελφόν, καὶ ταυτὸν ἔπαθε καὶ οὗτος· καὶ ὁ πατὴρ πάλιν ἐπ’ ἀμφοτέρους ἐλθὼν ἐφιλοσόφησε καὶ αὐτός. ἐγένετο δὲ αὐτοῦ ὁμι‐ λητὴς καὶ Φωκίων ὁ χρηστός. τελευτήσας δὲ ἐν Κορίνθῳ κεῖται, καὶ κύων ἐστὶν ἐπὶ τῷ μνήματι. ἐτιμήθη δὲ εἰκόνι παρὰ Σινωπέων καὶ ἐπιγράμματι· γηράσκει καὶ χρυσὸς ὑπὸ χρόνου· ἀλλὰ σὸν οὔτι κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ. μοῦνος ἐπεὶ βιοτᾷ αὐταρκέα δόξαν ἔδειξας θνητοῖς οἷς ζωῆς οἶμος ἐλαφροτάτη. |
| φ 363 | Φιλιστίδης: ὄνομα κύριον. |
| φ 364 | Φιλιστίων, Προυσαεύς, ἢ ὡς Φίλων Σαρδιανός, κωμικός. τε‐ λευτᾷ δὲ ἐπὶ Σωκράτους. ὃς ἔγραψε κωμῳδίας βιολογικάς. τελευτᾷ δὲ ὑπὸ γέλωτος ἀπείρου. δράματα δὲ αὐτοῦ Μιμοψηφισταί. οὗτός ἐστιν ὁ γράψας τὸν Φιλόγελων, ἤγουν τὸ βιβλίον τὸ φερόμενον εἰς τὸν Κουρέα. Νικαεὺς δὲ μᾶλλον παρὰ πᾶσιν ᾄδεται, ὡς μαρτυρεῖ τὸ ἐπίγραμμα· ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον γέλωτι κεράσας Νικαεὺς Φιλιστίων. τοῦ αὐτοῦ αἵματος ἦν Φιλήμονι, ὃς καὶ οὗτος γελῶν καταστρέφει τὸν βίον. |
| φ 365 | Φίλιστος, Ναυκρατίτης ἢ Συρακούσιος, Ἀρχωνίδου υἱός. μα‐ θητὴς δὲ ἦν Εὐήνου τοῦ ἐλεγειοποιοῦ· ὃς πρῶτος κατὰ τὴν ῥητορικὴν τέχνην ἱστορίαν ἔγραψε. συνέταξε δὲ Τέχνην ῥητορικήν, Αἰγυπτιακὰ ἐν βιβλίοις ιβʹ, Σικελικὰ ἐν βιβλίοις ιαʹ, Πρὸς τὸν Τρικάρανον λόγον περὶ Ναυκράτεως, Περὶ Διονυσίου τοῦ τυράννου βιβλία ϛʹ, Περὶ τῆς Αἰγυπτίων θεολογίας βιβλία γʹ, Δημηγορίας· καὶ ἄλλα τινά. Περὶ Συρίας καὶ Λιβύης. |
| φ 366 | Φιλίτια: συμπόσια, μεμιγμένους ἔχοντα ταῖς ἡδοναῖς τοὺς πόνους. οὐ γὰρ στρωμνή τις ὑπέκειτο εὐωχουμένοις, ἀλλ’ ὑπὸ τοῖς ἀγκῶσι κοιλανθεὶς λίθος ἢ ξύλον. οἱ δὲ πατέρες, φησί, τῆς τοῦ σώματος φιλίας. ἐς τὸ ἀρχαῖον καθισταμένους πάντα· ὅθεν παλαῖστραι ἀνήβησαν καὶ τὰ φιλίτια ἐπανῆλθεν. |
| φ 367 | Φίλιοι: προσφιλέστατοι. |
| φ 368 | Φιλογόνιος: ὄνομα κύριον. |
| φ 369 | Φιλογύννις, φιλογύννιδος. |
| φ 370 | Φιλοδεσποτεύομαι: οὕτως Ἀναξίλας. |
| φ 371 | Φιλοδωρία: ἡ μετὰ προθυμίας δωρεά. ὁ δὲ ἀπολαυσάτω τῆς τῶν ἐχθρῶν φιλοδωρίας. |
| φ 372 | Φιλόζῳος. |
| φ 373 | Φιλοθεάμονες: φιλοθεωρηταί. |
| φ 374 | Φιλοθηρεῖ: φιλεῖ ἀγρεύειν. |
| φ 375 | Φιλόθηρος· αὐτοφυέστατον καὶ μὴ ἐπίπλαστον ἔχουσα κάλλος, καὶ οἷον γένοιτο φιλοθήρου κόρης. |
| φ 376 | Φιλοκάλως: καθαρῶς. |
| φ 377 | Φιλόκενον στόμα. ματαιολόγον. |
| φ 378 | Φιλοκλῆς, Πολυπείθους, Ἀθηναῖος, τραγικός, τοῖς χρόνοις μετὰ Εὐριπίδην. ἐπεκαλεῖτο δὲ Χολὴ διὰ τὸ πικρόν. ἔγραψε τραγῳδίας ρʹ, ὧν ἐστι καὶ ταῦτα· Ἠριγόνη, Ναύπλιος, Οἰδίπους, Οἰνεύς, Πρίαμος, Πηνελόπη, Φιλοκτήτης. Αἰσχύλου δὲ τοῦ τραγικοῦ ἦν ἀδελφιδοῦς καὶ ἔσχεν υἱὸν Μόρσιμον, τὸν τραγικόν· οὗτινος γίνεται Ἀστυδάμας ὁ τραγικός. τούτου δ’ ἕτερος Φιλοκλῆς, τραγικός. |
| φ 379 | Φιλοκλῆς, κωμῳδίας ποιητής, αἰσχροπρόσωπος. ἦν δὲ προκέ‐ φαλος, ὡς ἔποψ, ἤγουν ὀξυκέφαλος· Αἰσχύλου ἀδελφῆς υἱός. οἱ δὲ Ἁλμίωνα αὐτόν φασιν ἐπιθετικῶς, διὰ τὸ πικρὸν εἶναι· ἅλμη γὰρ ἡ πικρία. εἴρηται οὖν ἐπὶ τῶν ὀξυκεφάλων. |
| φ 380 | Φιλοκομπῶν: μεγαλορρημονῶν, ὁ ἑαυτὸν ὑψῶν. |
| φ 381 | Φιλοκράτης ὁ Στρούθιος, ὥσπερ Μήλιος. ἦν δὲ ὀρνιθοθήρας. ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον, λήψεται τάλαντον· ἢν δὲ ζῶντα αὐτὸν ἀγάγῃ, τέσσαρα· ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθ’ ἑπτὰ τοῦ ὀβολοῦ. εἶτα φυσῶν τὰς κίχλας δείκνυσι πᾶσι καὶ λυ‐ μαίνεται, τοῖς τε κοψίχοισιν εἰς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά, τὰς περι‐ στεράς θ’ ὁμοίως ξυλλαβὼν εἴρξας ἔχει, κἀπαναγκάζει παλεύειν δεδε‐ μένας ἐν δικτύῳ. |
| φ 382 | Φιλοκτέανος: φιλοχρήματος, φιλοκτήμων. |
| φ 383 | Φιλοκτήτης. |
| φ 384 | Φιλόλαος: ὄνομα κύριον. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρό‐ των ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν. |
| φ 385 | Φιλομαθής: ὁ ἔμπειρος. Ξενοφῶν· δεῖ δὴ φιλομαθῆ τού‐ των ἁπάντων ὄντα, οὐχ οἷς ἂν μάθοις τούτοις μόνοις χρῆσθαι, ἀλλὰ καὶ ποιητὴν εἶναι τῶν πρὸς τοὺς πολεμίους μηχανημάτων. καὶ Φιλομαθεία. |
| φ 386 | Φιλομειδής: φιλόγελως. Φιλομηδὴς δὲ ἡ Ἀφροδίτη. |
| φ 387 | Φιλομηλείδης. |
| φ 388 | Φιλόμηλος. |
| φ 389 | Φιλομισής. |
| φ 390 | Φίλον: οὐδετέρως. δεῦρο δή, φίλον ἐμόν. |
| φ 391 | Φιλονεικία. καὶ Φιλονεικῶ· δοτικῇ. |
| φ 392 | Φιλονείκιος. |
| φ 393 | Φιλόξενος, Εὐλυτίδου, Κυθήριος, λυρικός. ἔγραψε διθυράμβους κδʹ· τελευτᾷ δὲ ἐν Ἐφέσῳ. οὗτος ἀνδραποδισθέντων τῶν Κυθήρων ὑπὸ Λακεδαιμονίων ἠγοράσθη ὑπὸ Ἀγεσύλου τινὸς καὶ ὑπ’ αὐτοῦ ἐτράφη καὶ Μύρμηξ ἐκαλεῖτο. ἐπαιδεύθη δὲ μετὰ τὸν θάνατον Ἀγησι‐ λάου, Μελανιππίδου πριαμένου αὐτὸν τοῦ λυρικοῦ. Καλλίστρατος δὲ Ἡρακλείας αὐτὸν γράφει Ποντικῆς. ἔγραψε δὲ μελικῶς Γενεαλογίαν τῶν Αἰακιδῶν. |
| φ 394 | Φιλόξενος, Ἀλεξανδρεύς, γραμματικός· ὃς ἐσοφίστευσεν ἐν Ῥώμῃ. Περὶ μονοσυλλάβων ῥημάτων, Περὶ σημείων τῶν ἐν τῇ Ἰλιάδι, Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων, Περὶ διπλασιασμοῦ, Περὶ μέτρων, Περὶ τῆς τῶν Συρακουσίων διαλέκτου, Περὶ ἑλληνισμοῦ ϛʹ, Περὶ συζυ‐ γιῶν, Περὶ γλωσσῶν εʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ γλωσσῶν, Περὶ τῆς Λακώνων διαλέκτου, Περὶ τῆς Ἰάδος διαλέκτου, καὶ τῶν λοιπῶν. |
| φ 395 | Φιλόξενος, Λευκαδίου. ὄνομα παρασίτου. τοῦτόν φασιν προ‐ λουόμενον ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων, φερόντων ἔλαιον, γάρον, ὄξος καὶ ἄλλα τῶν ἡδυσμάτων. εἰσιόντα δὲ εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν, ἐμβάλλοντα ὧν ἦν χρεία, κᾆθ’ οὕτως εἰς ἑαυτὸν κύψαντα εὐωχεῖσθαι. οὗτος οὖν ὀψοφάγος ὢν καὶ πλεύσας εἰς Ἔφε‐ σον εὗρε τὴν ὀψόπωλιν κενὴν καὶ ἐπύθετο τὴν αἰτίαν· καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται, λουσάμενος παρῆν ἄκλητος καὶ ᾄσας ὑμέναιον μετὰ τὸ δεῖπνον πάντας ἐψυχαγώγησε. καὶ ὁ νυμφίος εἶπε, καὶ αὔριον ὧδε δειπνήσεις· ὁ δὲ ἔφη, ἂν ὄψον μὴ πωλῇ τις. ὁ αὐτὸς ηὔξατο γεράνου τράχηλον ἔχειν, ἵν’ ἐπὶ πολὺν χρόνον καταπίνων ἥδηται. ὁ αὐτὸς Φιλόξενος περιπαθὴς ὢν τοῖς ὄψοις, καὶ δειπνῶν ποτε παρὰ Διονυσίῳ τῷ τυράννῳ, ὡς εἶδεν ἐκείνῳ μεγάλην τρίγλαν παρατεθειμένην, αὑτῷ δὲ μικράν, ἀναλαβὼν αὐτὴν πρὸς τὸ οὖς προσ‐ ήνεγκεν, ὡς βούλοιτό τινα παρ’ ἐκείνης τῶν κατὰ τὸν Νηρέα πυθέσθαι· τὴν δὲ ἐρομένην ἀποκεκρίσθαι, ὅτι νεωτέρα οὖσα ἁλοίη διὸ μὴ παρα‐ κολουθεῖν· τὴν δὲ παρὰ Διονυσίῳ κειμένην, πρεσβυτέραν οὖσαν, πάντα εἰδέναι, ἃ βούλεται μαθεῖν. τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρίγλαν. οὗτος ἦν ὀψοφάγος· ἀφ’ οὗ καὶ Φιλοξένειοι πλα‐ κοῦντες. |
| φ 396 | Φιλοξενότατος καὶ Φιλοξεινότατος. |
| φ 397 | Φιλοξένου γραμμάτιον: ἐπὶ τῶν μὴ πειθομένων, ἐφ’ οἷς παρακαλοῦνται, ἀλλ’ ἀπαγορευόντων μᾶλλον· Φιλόξενος γὰρ ὁ Κυθή‐ ριος διαφυγὼν τὰς εἰς Συρακούσας λιθοτομίας, εἰς ἃς ἐνέπεσεν, ὅτι τὰς τοῦ Διονυσίου τοῦ τυράννου τραγῳδίας οὐκ ἐπῄνει, διέτριβεν ἐν Τάραντι τῆς Σικελίας. μεταπεμπομένου δὲ Διονυσίου αὐτὸν καὶ ἀξιοῦντος διὰ γραμμάτων ἐλθεῖν, Φιλόξενος ἀντιγράψαι μὲν οὐκ ἔγνω, λαβὼν δὲ βιβλίον τὸ ο στοιχεῖον ἔγραψε μόνον πολλάκις ἐν αὐτῷ, διὰ τούτου δηλώσας, ὅτι τὴν παράκλησιν διωθεῖται. ζήτει περὶ τούτου ἐν τῷ ἄπαγέ με εἰς τὰς λατομίας. |
| φ 398 | Φιλοξένειοι πλακοῦντες. |
| φ 399 | Φιλόπατρις: ὁ φιλόπολις. καὶ τὸ μὲν φιλόπολις κοινόν, τὸ δὲ φιλόπατρις Ἀττικόν. |
| φ 400 | Φιλοπαίγμονος. |
| φ 401 | Φιλοπευστεῖ: φιλοπραγμονεῖ. |
| φ 402 | Φιλόπευστος: ἡδέως μανθάνων, περίεργος. |
| φ 403 | Φιλοπλάτωνος. |
| φ 404 | Φιλοπονία. ὁμολογούμενα στοιχεῖα καὶ πρῶτα τῆς πολυθεά‐ μονος ἱστορίας, φιλοπονία, ἀγχίνοια. Δαμάσκιός φησι περὶ Ἰσιδώρου. |
| φ 405 | Φιλόπονος: φιλεργός, περὶ τὸ πονεῖν πρόθυμος. |
| φ 406 | Φιλοπονῶ· αἰτιατικῇ. |
| φ 407 | Φιλοπόνων: τῶν εἰθισμένων πονεῖν. |
| φ 408 | Φιλοπότης: ὁ φιλῶν τὸν οἶνον. |
| φ 409 | Φιλοποίμην, Ἀχαιῶν ἱππάρχης· ὃς ἦν ἐξ ἀνδρῶν τῶν ἐπι‐ φανεστάτων ἐν Ἀρκαδίᾳ· ὃς πρῶτα μὲν ἔφυ καλῶς, τραφεὶς καὶ παι‐ δευθεὶς ὑπὸ Κλέανδρον τὸν Μαντινέα, πατρικὸν μὲν αὐτοῖς ξένον ὑπάρχοντα· παραγενόμενος δὲ εἰς ἡλικίαν ἐγένετο ζηλωτὴς Ἐκδήμου καὶ Δημοφάνους, οἳ ἦσαν ἐκ Μεγάλης πόλεως, φεύγοντες δὲ τοὺς τυράννους καὶ συμβιώσαντες Ἀρκεσίλᾳ τῷ φιλοσόφῳ· οἳ συνεπελά‐ βοντο τῆς καταλύσεως Νεοκλέους τοῦ Σικυωνίων τυράννου. ἦν δὲ καὶ περὶ τὸν βίον ἐπιμελὴς καὶ λιτὸς κατὰ τὴν περικοπήν, παρειληφὼς παρὰ τῶν προειρημένων ἀνδρῶν τὰς τοιαύτας δόξας ὡς οὐχ οἷόν τε τῶν κοινῶν προστατεῖν καλῶς τὸν ὀλιγωροῦντα τῶν κατὰ τὸν ἴδιον βίον, οὔτε μὴν ἀποσχέσθαι τῆς πατρίδος, ὅστις πολυτελέστερον ζῇ τῆς κατὰ τὴν ἰδίαν ὕπαρξιν χορηγίας. παραλαβὼν δὲ τοὺς ἱππεῖς παντὶ τρόπῳ κατεφθαρμένους καὶ τὰς ψυχὰς τῶν ἀνδρῶν ἡττημένας οὐ μόνον αὐτοὺς ἑαυτῶν βελτίους, ἀλλὰ καὶ τῶν ὑπεναντίων κρείττους ἐν ὀλίγῳ χρόνῳ κατεσκεύασε, πάντας εἰς ἀληθινὴν ἄσκησιν καὶ ζῆλον ἐπιτευκτικὸν ἐμβιβάσας. τῶν μὲν γὰρ ἄλλων οἱ πλεῖστοι τῶν καθιστα‐ μένων ἐπὶ τὴν ἀρχὴν ταύτην, οἱ μὲν διὰ τὴν οἰκείαν ἀδυναμίαν ἐν τοῖς ἱππικοῖς οὐδὲ τοῖς πλησίον τολμῶσιν οὐδένων καθήκειν προστα‐ τεῖν, οἱ δὲ τῆς στρατηγίας ὀρεγόμενοι διὰ ταύτης τῆς ἀρχῆς ἐξερι‐ θεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον, οὐκ ἐπιτιμῶντες τῷ δεομένῳ, δι’ οὗ τρόπου σῴζεται τὰ κοινά, συμπεριστέλλοντες τὰς ἁμαρτίας καὶ μικρᾷ χάριτι μεγάλα βλάπτοντες τοὺς πιστεύοντας. εἰ δέ ποτε καὶ γένοιντο τῶν ἀρχόντων τινὲς τῇ τε κατὰ σῶμα χρείᾳ δυνατοὶ πρός τε τὸ τῶν κοινῶν ἀπέχεσθαι πρόθυμοι, πλείω κακὰ τῶν ὀλιγωρούντων διὰ τὴν κακοζηλίαν ἀπεργάζονται τοὺς πεζούς, ἔτι δὲ μᾶλλον τοὺς ἱππεῖς. Φιλοποίμενος Ἀρκάδες μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα καὶ ἔργων ὧν ἐτόλμησε. πατὴρ μὲν οὖν ἦν αὐτῷ Κραῦγις, οὐδενὸς Ἀρκάδων τῶν ἐν Μεγάλῃ πόλει τὰ ἐς γένους δόξαν λειπόμενος· οὗ τελευτήσαντος, διδασκάλοις τε ἄλλοις ὡμίλησε καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ, τοῖς Ἀρκεσιλάου τοῦ Πιτα‐ ναίου μαθητοῦ. μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελο‐ ποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός. καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαιρεῖν. ἐπελέγετο δὲ καὶ βιβλία σοφῶν τε τῶν εὐδοκίμων παρ’ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἴ τι ᾔδει ἔχειν διδασκαλίαν στρατηγημάτων· καταστή‐ σασθαι δὲ τὸν βίον πάντα θέλων γνώμης τῆς Ἐπαμινώνδα καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ πάντα ἦν ἐξισωθῆναι δυνατός· Ἐπα‐ μινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ πρᾶος μάλιστα τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ. καταλαβόντος δὲ Κλεομένους Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον, καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην. ἐπικηρυκευομένου δὲ Κλεομένους, ὡς μεταγινώσκοντος ἐπὶ τῷ τολμήματι καὶ θέλοντος κατάγεσθαι Μεγαλοπολίτας εἰς τὴν ἑαυτῶν, Φιλοποίμην ἔπεισε μεθ’ ὅπλων καὶ οὐ μετὰ σπονδῶν τὴν κάθοδον ποιήσασθαι· γενομένης δὲ πρὸς Κλεομένην μάχης, ὁ Φιλο‐ ποίμην ἐν τοῖς ἱππεῦσι ταττόμενος, ὁρῶν τὸ πεζὸν λειπόμενον ὁπλί‐ της ἑκὼν ἐγένετο καὶ αὐτὸν λόγου ἀξίως κινδυνεύοντα τῶν τις Λακεδαιμονίων δι’ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν. ὁ δὲ καίτοι οὕτως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασε· μετὰ δὲ τὴν νίκην ἐς τὸ στρατόπεδον ἀχθέντος ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτῶν τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν. Ἀντίγονος δέ, ὡς εἶδεν αὐτοῦ τὰ τολμήματα, ἔσπευδεν ἀγαγεῖν αὐτὸν ἐς Μακεδονίαν. Φιλοποίμενι δὲ τούτου μὲν οὐδὲν ἐμέλησε· περαιωθεὶς δὲ ἐς Κρήτην μισθοφόρος ἡγεμὼν αὖθις ἐπανῆκεν ἐς Μεγάλην πόλιν καὶ ᾑρέθη ἄρχειν τῶν Ἀχαιῶν. |
| φ 410 | Φίλος: ἀντὶ τοῦ ὄφελος. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· οἴμοι τάλαινα, τῆς ἐμῆς πάλαι τροφῆς ἀνωφελήτου, τὴν ἐγὼ θάμ’ ἀμφὶ σοὶ πόνῳ γλυκεῖ παρέσχον. οὔτε γάρ ποτε μητρὸς σύγ’ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος. |
| φ 411 | Φίλος: ἀντὶ τοῦ χρήσιμος. τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος; ὁ γὰρ ἀγαθὸς αὑτῷ τε καὶ τοῖς φίλοις χρήσιμος. |
| φ 412 | Φίλος: ἕτερος αὐτός. τῶν δ’ ἀγαθῶν τε καὶ αἱρετῶν τὰ μὲν δι’ αὑτά ἐστιν αἱρετά, ὡς ἡ εὐδαιμονία καὶ ὅσα τίμια, τὰ δὲ δι’ ἕτερον, οἷον τέμνεσθαι, γυμνάζεσθαι, χρηματίζεσθαι. δι’ αὑτὰ δὲ αἱρετὰ καὶ δι’ ἕτερα, οἷον αἱ ἀρεταί· καὶ γὰρ δι’ αὐτὰς καὶ διὰ τὴν εὐδαιμονίαν αἱρούμεθα. καὶ τὴν μὲν ὑγίειαν δι’ αὑτὴν αἱρούμεθα, τὸ δὲ γυμνά‐ ζεσθαι διὰ τὴν ὑγίειαν· αἱρετώτερον ἄρα ἡ ὑγιεία τοῦ γυμνάζεσθαι. καὶ εἰ τὸν μὲν φίλον αἱρούμεθα ὡς αὑτούς, εἴγε ὁ φίλος ἕτερος αὐτός, τὰ δὲ χρήματα δι’ αὐτούς, αἱρετώτερος ἄρα ὁ φίλος τῶν χρη‐ μάτων· αἱρετὸς γὰρ ἕκαστος αὐτὸς ἑαυτῷ, ὥστε καὶ φίλος. ἀλλὰ καὶ ὕπνου ἐγρήγορσις αἱρετωτέρα, εἰ ὁ ὕπνος ἐπὶ τὴν ἐγρήγορσιν ἔχει τὴν ἀναφοράν· ἵνα γὰρ δυνώμεθα ἐγρηγορέναι, ὕπνου καὶ ἀναπαύ‐ σεως δεόμεθα. οὕτως ἂν δεικνύοιτο καὶ φιλοσοφία ῥητορικῆς αἱρε‐ τωτέρα. |
| φ 413 | Φιλοσκώμμονος. |
| φ 414 | Φιλοσοφεῖν: σπουδάζειν. ὅτι εἰ λέγοι τις, μὴ χρὴ φιλο‐ σοφεῖν· ἐπεὶ φιλοσοφεῖν λέγεται καὶ τὸ ζητεῖν αὐτὸ τοῦτο, εἰ χρὴ φιλοσοφεῖν ἢ μή, ἀλλὰ καὶ τὸ τὴν φιλόσοφον θεωρίαν μετιέναι· ἑκά‐ τερον αὐτῶν δείξαντες οἰκεῖον πανταχόθεν τῷ ἀνθρώπῳ, πανταχόθεν ἀναιρήσομεν τὸ τιθέμενον. |
| φ 415 | Φιλοσοφεῖν: ἀντὶ τοῦ πονεῖσθαι. φιλοσοφεῖ δὲ τοῦτο, ὅπως καταπράξηται τὸν γάμον. ἔφη Μένανδρος οὕτως, καὶ Ἰσοκράτης. |
| φ 416 | Φιλοσοφία. Φιλοσοφία ἐστὶν ἠθῶν κατόρθωσις μετὰ δόξης τῆς περὶ τοῦ ὄντος γνώσεως ἀληθοῦς. ταύτης δὲ ἀπεσφάλησαν Ἰουδαῖοι καὶ Ἕλληνες. διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς ἠθικήν, θεο‐ λογικήν, φυσικήν. καὶ ἡ ἀληθεστάτη γνῶσις τῆς ψυχῆς πρὸς πᾶσαν φιλοσοφίαν συμβάλλεται. καὶ πρὸς μὲν τὴν ἠθικήν, ὅτι ἀδύνατον ἡμᾶς τὰ ἑαυτῶν κατακοσμῆσαι ἤθη, τὰς δυνάμεις τῆς ψυχῆς μὴ ἐπεσκεμμένους· πρὸς δὲ θεολογίαν, ὅτι ζητοῦμεν περὶ τοῦ νοῦ τοῦ χωριστοῦ τοῦ ἐν ἡμῖν, ὅτι καὶ αὐτὸς ἀθάνατος· ἐπειδὴ δὲ καὶ ὁ νοῦς νοητῶν ἐστι· νοῦς τῶν πρός τι ἐστί, τῶν δὲ πρός τι ὁ τὸ ἓν εἰδὼς καὶ τὸ ἕτερον εἴσεται. δῆλον δέ, ὅτι ἡ θεωρία τοῦ ἡμετέρου νοῦ καὶ εἰς θεολογίαν μεγάλα συμβάλλεται· συμβάλλεται δὲ ἡμῖν καὶ πρὸς τὴν φυσικήν, εἴγε φυσικοῦ μέν ἐστιν ἔργον τὸ περὶ τῶν σωμάτων δια‐ λεχθῆναι καὶ τῶν εἰδῶν αὐτῶν καὶ δυνάμεων, τῶν δὲ ἐν σώμασιν εἰδῶν τὸ κάλλιστον, ἡ ψυχή. ζήτει καὶ ἑτέραν φιλοσοφίαν ἐν τῷ δύναμις, καὶ ἑτέραν ἐν τῷ διότι, καὶ ἑτέραν ἐν τῷ αἵρησις. |
| φ 417 | Φιλοσοφίας ὄφελος, τὸ μηδὲν ἡγεῖσθαι δεινὸν ἀναχωρῆσαι τοῦ θυλακίου τῶν κρεϋλλίων καὶ πρὸς γυναῖκα καὶ παῖδας ἄτεγκτον ἔσεσθαι. |
| φ 418 | Φιλόσοφος, ὃς τοὺς Πλάτωνος Νόμους διεῖλεν εἰς βιβλία ιβʹ, τὸ γὰρ ιγʹ αὐτὸς προσθεῖναι λέγεται. καὶ ἦν Σωκράτους καὶ αὐτοῦ Πλάτωνος ἀκουστής, σχολάσας τοῖς μετεώροις. ὢν δὲ κατὰ Φίλιππον τὸν Μακεδόνα συνεγράψατο τάδε· Περὶ τῆς ἀποστάσεως ἡλίου καὶ σελήνης, Περὶ θεῶν βʹ, Περὶ χρόνου ἕν, Περὶ μύθων αʹ, Περὶ ἐλευ‐ θερίας αʹ, Περὶ ὀργῆς αʹ, Περὶ ἀνταποδόσεως αʹ, Περὶ Λοκρῶν τῶν Ὀπουντίων, Περὶ ἡδονῆς αʹ, Περὶ ἔρωτος αʹ, Περὶ φίλων καὶ φιλίας αʹ, Περὶ τοῦ γράφειν, Περὶ Πλάτωνος, Περὶ ἐκλείψεως σελήνης, Περὶ μεγέθους ἡλίου καὶ σελήνης καὶ γῆς αʹ, Περὶ ἀστραπῶν, Περὶ πλανη‐ τῶν, Ἀριθμητικά, Περὶ πολυγόνων ἀριθμῶν, Ὀπτικῶν βʹ, Ἐνοπτικῶν βʹ, Κυκλιακά, Μεσότητας· καὶ ἄλλα. |
| φ 419 | Φιλόσοφος· ὅτι μείζονα τὸν βίον εὐεργετεῖ φιλόσοφος ἀνὴρ ἤπερ ἄριστος βασιλεύς. |
| φ 420 | Φιλοσοφῶ· αἰτιατικῇ. |
| φ 421 | Φιλόστρατος, Φιλοστράτου τοῦ καὶ Βήρου, Λημνίου σοφιστοῦ, καὶ αὐτὸς δεύτερος σοφιστής, σοφιστεύσας ἐν Ἀθήναις, εἶτα ἐν Ῥώμῃ, ἐπὶ Σευήρου τοῦ βασιλέως καὶ ἕως Φιλίππου. ἔγραψε μελέτας, Ἐπι‐ στολὰς ἐρωτικάς, Εἰκόνας ἤτοι ἐκφράσεις ἐν βιβλίοις δʹ, Ἀγοράν, Ἡρωϊκόν, Διαλέξεις, Αἶγας ἢ περὶ αὐλοῦ, Ἀπολλωνίου βίον τοῦ Τυανέως ἐν βιβλίοις ηʹ, Βίους σοφιστῶν ἐν βιβλίοις δʹ, Ἐπιγράμματα, καὶ ἄλλα τινά. πλὴν πρῶτος ὀφείλει κεῖσθαι. |
| φ 422 | Φιλόστρατος ὁ πρῶτος, Λήμνιος, υἱὸς Βήρου, πατὴρ δὲ τοῦ δευτέρου Φιλοστράτου, σοφιστὴς καὶ αὐτός, σοφιστεύσας ἐν Ἀθήναις, γεγονὼς ἐπὶ Νέρωνος. ἔγραψε λόγους πανηγυρικοὺς πλείστους καὶ λόγους Ἐλευσινιακοὺς δʹ, μελέτας, Ζητούμενα παρὰ τοῖς ῥήτορσι, Ῥητορικὰς ἀφορμάς, Περὶ τοῦ ὀνόματος· ἔστι δὲ πρὸς τὸν σοφιστὴν Ἀντίπατρον· Περὶ τραγῳδίας βιβλία γʹ, Γυμναστικόν· ἔστι δὲ περὶ τῶν ἐν Ὀλυμπίᾳ ἐπιτελουμένων· Λιθογνωμικόν, Πρωτέα, Κύνα ἢ Σοφιστήν, Νέρωνα, Θεατήν, τραγῳδίας μγʹ, κωμῳδίας ιδʹ, καὶ ἕτερα πλεῖστα καὶ λόγου ἄξια. ὅτι εἰς τὸν τοῦ Πυθαγόρου βίον ἔγραψε Φιλόστρατος ὁ Λήμνιος τὸν Πυθαγόρα πρέποντα βιόν. |
| φ 423 | Φιλόστρατος, Νερβιανοῦ, ἀδελφόπαιδος Φιλοστράτου τοῦ δευ‐ τέρου, Λήμνιος, καὶ αὐτὸς σοφιστής· καὶ παιδεύσας ἐν Ἀθήναις, τελευ‐ τήσας δὲ καὶ ταφεὶς ἐν Λήμνῳ, ἀκουστής τε καὶ γαμβρὸς γεγονὼς τοῦ δευτέρου Φιλοστράτου. ἔγραψεν Εἰκόνας, Παναθηναϊκόν, Τρωϊκόν, Παράφρασιν τῆς Ὁμήρου Ἀσπίδος, μελέτας εʹ, τινὲς δὲ καὶ τοὺς τῶν σοφιστῶν βίους ἐπ’ αὐτὸν ἀναφέρουσι. |
| φ 424 | Φιλοτέχνημα: κατασκευή, καύχησις. |
| φ 425 | Φιλότης. |
| φ 426 | Φιλοτησία: φιλία, δεξίωσις. Αἰλιανός· δοκεῖ τῷ δήμῳ δια‐ μετρεῖν φιλοτησίαν τήνδε. |
| φ 427 | Φιλοτησία: ἡ φιάλη ἡ διδομένη ἐν τοῖς συμποσίοις. ἐν γὰρ τῷ πότῳ φιλοφρονούμενοι ἀλλήλους ἐπεδίδοσαν οἴνου κύλικα. ἣν φιλοτησίαν ἐκάλουν· ὡς Ὑπερίδης φησί, καὶ Ἄλεξις. καὶ Ὅμη‐ ρος· δειδέχατ’ ἀλλήλους. καὶ αὖθις· ἐγχείτω τις τούτῳ φιλοτησίαν. καὶ Φιλοτησίας, τὰς δεξιώσεις διὰ τῆς φιλίας. καὶ Φιλοτησίαν προπίνειν ἐστίν, ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν μέρος, τὸ λοιπὸν παράσχῃ φίλῳ, καὶ τὴν φιάλην χαρισάμενος. |
| φ 428 | Φιλοτησίας: τῆς φιλικῆς δεξιώσεως. οἱ Αἰτωλοὶ ἐς Ἀθήνας τὸν οἶνον ἐκόμιζον, φιλοτησίας τῆς ἐκ τοῦ θεοῦ κοινωνῆσαι καὶ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις βουλόμενοι. |
| φ 429 | Φιλότητα: φιλίαν. |
| φ 430 | Φιλοτιμεῖται: ἐπιδαψιλεύεται, μεγαλοφρονεῖ, σπουδάζει, ἀγαπᾷ. |
| φ 431 | Φιλοτιμία: καλλιλεξία. Ἀριστοφάνης· φιλοτιμίᾳ μὲν οὐδεμιᾷ, μὰ τὼ θεώ, λέξους’ ἀνέστην, ὦ γυναῖκες. |
| φ 432 | Φιλοτιμίας: δωρεᾶς, ἢ πλεονεξίας, ἢ κενοδοξίας. καὶ Φιλο‐ τιμούμενος, τουτέστι κενοδοξῶν. |
| φ 433 | Φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ χείλεσιν ἐπι‐ βρέμεται Θρηϊκία χελιδών: ἀντὶ τοῦ ἀπαιδευσία. σκώπτει δὲ αὐτὸν ὡς Θρᾷκα, υἱὸν Θρᾴσσης· ὃς ἐκαλεῖτο τυροποιός· ἐκωμῳδεῖτο δὲ εἰς δυσγένειαν. ἀντεποιεῖτο δὲ τῶν πρωτείων τῆς πόλεως, στρα‐ τηγὸς Ἀθηναίων. εἰς ὃν δημαγωγὸν λόγον δρᾶμα φέρεται Πλάτωνος καὶ ἐπιγράφεται ὁμωνύμως Κλεοφῶν. διαβάλλεται δὲ ὡς ξένος καὶ ἀμαθὴς καὶ φλύαρος. |
| φ 434 | Φιλοτιμοῦμαι· δοτικῇ. |
| φ 435 | Φιλοτίμως: μεγαλοδώρως, ὑπερμέτρως, ἐπιμελῶς. ὁ δὲ Θεολόγος ὅτε λέγει, τὸ φιλότιμον καταλύσασι, τινές φασι τὴν φιλο‐ σοφίαν καὶ τὴν ῥητορικήν· μὴ ὅτι γε ἡμῖν τοῖς ἀφήσασι ταῦτα, καὶ ἑξῆς. |
| φ 436 | Φιλοῦργος· οὗτος ἄσωτος ὢν ἐφωράθη ἐν Ἀθήναις τὰ ἱερὰ συλήσας καὶ τὸ Γοργόνειον ὑφελόμενος, ὡς Ἰσοκράτης λέγει. μέμνηται τούτου Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. |
| φ 437 | Φιλοφρονέστατα: φιλικώτερα. Φιλοφρονούμενα, παρα‐ μυθούμενα. |
| φ 438 | Φιλοφρόνως: προθύμως, σπουδαίως. |
| φ 439 | Φιλοφρονῶ· αἰτιατικῇ. |
| φ 440 | Φιλοφροσύνη: δεξίωσις· ἢ προσήνεια. |
| φ 441 | Φιλόχορος, Κύκνου, Ἀθηναῖος, μάντις καὶ ἱεροσκόπος· γυνὴ δὲ ἦν αὐτῷ Ἀρχεστράτη. κατὰ δὲ τοὺς χρόνους γέγονεν ὁ Φιλόχορος Ἐρατοσθένους, ὡς ἐπιβαλεῖν πρεσβύτῃ νέον ὄντα Ἐρατοσθένει. ἐτε‐ λεύτησε δὲ ἐνεδρευθεὶς ὑπὸ Ἀντιγόνου, ὅτι διεβλήθη προσκεκλικέναι τῇ Πτολεμαίου βασιλείᾳ. ἔγραψεν Ἀτθίδος βιβλία ιζʹ· περιέχει δὲ τὰς Ἀθηναίων πράξεις καὶ βασιλεῖς καὶ ἄρχοντας, ἕως Ἀντιόχου τοῦ τε‐ λευταίου τοῦ προσαγορευθέντος θεοῦ· ἔστι δὲ πρὸς Δήμωνα· Περὶ μαντικῆς δʹ, Περὶ θυσιῶν αʹ, Περὶ τῆς Τετραπόλεως, Σαλαμῖνος κτίσιν, Ἐπιγράμματα Ἀττικά, Περὶ τῶν Ἀθήνησιν ἀγώνων, βιβλία ιζʹ, Περὶ τῶν Ἀθήνησιν ἀρξάντων ἀπὸ Σωκρατίδου καὶ μέχρι Ἀπολλόδωρον, Ὀλυμπιάδας ἐν βιβλίοις βʹ, Πρὸς τὴν Δήμωνος Ἀτθίδα, Ἐπιτομὴν τῆς ἰδίας Ἀτθίδος, Ἐπιτομὴν τῆς Διονυσίου πραγματείας περὶ ἱερῶν, Περὶ τῶν Σοφοκλέους μύθων βιβλία εʹ, Περὶ Εὐριπίδου, Περὶ Ἀλκμᾶνος, Περὶ μυστηρίων τῶν Ἀθήνησι, Συναγωγὴν ἡρωΐδων ἤτοι Πυθαγορείων γυναικῶν, Δηλιακὰ βιβλία βʹ, Περὶ εὑρημάτων, Περὶ καθαρμῶν, Περὶ συμβόλων. |
| φ 442 | Φιλοχρηματία. |
| φ 443 | Φιλοψυχήσαντα· Ἀντίοχον ἀγόμενον δέσμιον Ἀντωνίῳ, φιλο‐ ψυχήσαντα μέχρις ἐσχάτου διὰ ψυχρᾶς ἐλπίδος ἄξιος τῆς ἡγεμονίας πέλεκυς διαδέχεται. |
| φ 444 | Φιλῳδὸν γένος: οἱ βάτραχοι, παρὰ τὸ φιλεῖν ᾄδειν. |
| φ 445 | Φιλωθέντες: φίλοι γενόμενοι, ὥσπερ πολεμωθέντες, πολέμιοι γενόμενοι. Αἰλιανὸς Ποικίλῃ ἱστορίᾳ· ἐπ’ ἐλευθερίᾳ τινὲς Ῥωμαίοις φιλωθέντες· εἶτα μέντοι τὴν πίστιν, ἥπερ οὖν δεσμός ἐστι φιλίας, οὐκ ἐτήρησαν. |
| φ 446 | Φιλωθῆναι καὶ φίλος γενέσθαι. ἔλεγε τὸν νεανίαν ἐλθεῖν πρὸς αὐτὸν φιλωθῆναί οἱ. καὶ αὖθις· καὶ φιλωθεὶς ἐν τῷ τέως τῷ ἐπι‐ σκόπῳ τῇ ἐκκλησίᾳ ἐξέπεμψε. |
| φ 447 | Φίλων, Βύβλιος, γραμματικός. οὗτος γέγονεν ἐπὶ τῶν χρόνων τῶν ἐγγὺς Νέρωνος καὶ παρέτεινεν εἰς μακρόν· ὕπατον γοῦν Σεβῆρον, τὸν Ἐρέννιον χρηματίσαντα, αὐτὸς εἶναί φησιν, ὅταν ἦγεν ηʹ καὶ οʹ ἔτος, ὀλυμπιάδι δὲ κʹ καὶ διακοσιοστῇ. γέγραπται δὲ αὐτῷ Περὶ κτήσεως καὶ ἐκλογῆς βιβλίων βιβλία ιβʹ, Περὶ πόλεων καὶ οὓς ἑκάστη αὐτῶν ἐν‐ δόξους ἤνεγκε βιβλία λʹ, Περὶ τῆς βασιλείας Ἀδριανοῦ, ἐφ’ οὗ καὶ ἦν ὁ Φίλων· καὶ ἄλλα. ὅτι ὕπατος γέγονεν ὁ Φίλων, Ἐρέννιος χρη‐ ματίσας, ὡς αὐτός φησι. |
| φ 448 | Φίλων, Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, φιλο‐ σοφήσας δὲ τὰ Ἑλλήνων εἰς μέγα προὔβη παιδείας, ὡς μετελθεῖν πᾶσαν Ἑλληνικὴν παίδευσιν τήν τε τῶν ἐγκυκλίων καλουμένων καὶ τὰς λοιπὰς ἐπιστήμας σὺν ἀκριβεῖ καταλήψει. ἐπλούτησέ τε λόγον, παρόμοιον Πλάτωνι, ὡς καὶ εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι, ἢ Πλάτων φιλωνίζει, ἢ Φίλων πλατωνίζει· τοσαύτη ἐστὶν ὁμοιότης τῆς τε διανοίας καὶ φράσεως τοῦ ἀνδρὸς πρὸς τὴν Πλάτωνος. καὶ τοίνυν γέγραπται αὐτῷ βιβλία ἄπειρα, ἐξ ὧν καὶ ταῦτα· Περὶ συγχύ‐ σεως γλωσσῶν βιβλίον αʹ, Περὶ φύσεως καὶ εὑρήματος αʹ, Περὶ ὧν κατὰ νοῦν τις εὔχεται αʹ, Περὶ παιδεύσεως αʹ, Περὶ κληρονόμου τῶν θείων πραγμάτων αʹ, Περὶ μερισμοῦ ἴσων καὶ ἐναντίων αʹ, Περὶ τῶν τριῶν δυνάμεων, Περὶ ἐναλλαγεισῶν γραφῶν παρά τινων, Περὶ συν‐ θηκῶν λόγοι βʹ, Περὶ βίου φιλοσόφου, Περὶ Γιγάντων αʹ, Περὶ ὀνείρων εʹ, Περὶ ζητημάτων καὶ ἑρμηνευμάτων τῆς Ἐξόδου εʹ, Περὶ τῆς σκηνῆς καὶ δεκαλόγου δʹ, Περὶ θυσιῶν, Περὶ ὑποσχέσεων ἤτοι καταρῶν, Περὶ προνοίας, Περὶ Ἰουδαίων αʹ, Περὶ ἀγωγῆς βίου, Περὶ Ἀλεξάνδρου, καὶ Περὶ τοῦ ὅτι ἴδιον λογισμὸν ἔχει τὰ ἄλογα, Περὶ τοῦ πᾶς ἄφρων δοῦλός ἐστι, Περὶ τῆς διαγωγῆς τὼν Χριστιανῶν, Περὶ βίου θεωρητικοῦ, Περὶ ἱκετῶν, Περὶ γεωργίας λόγοι βʹ, Περὶ μέθης βʹ, Περὶ τοῦ Μωσέως βίου, εἰς τὰ Χερουβίμ, τουτέστι τὴν φλο‐ γίνην ῥομφαίαν, εἰς τὴν πεντάτευχον Μωϋσέως καὶ εἰς αὐτὸν τὸν Μωϋσῆν λόγοι εʹ. λέγουσι τοῦτον ἐπὶ Γαίου Καλλιγόλα ἐν τῇ Ῥώμῃ κινδυνεῦσαι, ὁπηνίκα πρεσβευτὴς τοῦ οἰκείου ἔθνους ἀπεστάλη· καὶ ὅτε τὸ δεύτερον ἦλθε πρὸς Κλαύδιον, ἐν τῇ αὐτῇ πόλει διαλεχθῆναι τῷ ἁγίῳ ἀποστόλῳ Πέτρῳ καὶ τούτους ἐσχηκέναι φιλίαν καὶ διὰ τοῦτο τοὺς σπουδαστὰς Μάρκου, τοῦ μαθητοῦ Πέτρου, ἐν Ἀλεξαν‐ δρείᾳ ἔπεσι κεκοσμηκέναι. εἰσὶν οὖν, ὡς προείπομεν, περιφανῆ καὶ ἀναρίθμητα συντάγματα καὶ πᾶσαν ὠφέλειαν γέμοντα. |
| φ 449 | Φίλων, Καρπάθιος. ἔγραψεν ὑπόμνημα εἰς τὸ ᾆσμα τῶν ᾀσ‐ μάτων. |
| φ 450 | Φιλωνίδης, Ἀθηναῖος, κωμικὸς ἀρχαῖος· πρότερον δὲ ἦν γρα‐ φεύς. τῶν δραμάτων αὐτοῦ ἦν Κοθόρνοι, Ἀπήνη, Φιλέταιρος. καὶ ζήτει ἐν τῷ ἀπαίδευτοι. |
| φ 451 | Φιλῶ σε καὶ κήδομαι: ἐὰν εὑρεθῶσι δύο ῥήματα καθ’ ἑνὸς μέρος λόγου συντασσόμενα, ὥσπερ ὧδε κατὰ ἀντωνυμίας, τῷ ἑνὶ τῷ πρώτῳ ὀφείλομεν συντάξαι τὴν ἀντωνυμίαν, τὸ δὲ ἄλλο ῥῆμα, οὐδὲν βλάπτει, κἂν ἀπολύτως ἐκφέρωνται· οἷον φιλῶ σε καὶ κήδομαι· τὸ φιλῶ συν‐ τάσσεται αἰτιατικῇ, τὸ δὲ κήδομαι οὐδενί, ἀλλ’ ἔστιν ἀπόλυτον. καὶ ὅσα ἄλλα· οἷον ἀγαπῶ καὶ φροντίζω σου. |
| φ 452 | Φιλώτας. |
| φ 453 | Φιλτάτιον· ὦ Εὐριπίδιον γλυκύτατον, φιλτάτιον. |
| φ 454 | Φιλοίκτιστον: ὀδυρτικόν, θρηνητικόν. Σοφοκλῆς· κάρτα τοι φιλοίκτιστον γυνή. |
| φ 455 | Φιλοίτης: ὄνομα κύριον. καὶ Φιλοίτιος. |
| φ 456 | Φίλυδρα: φιλοῦντα τὸ ὕδωρ. |
| φ 457 | Φιλύλλιος, Ἀθηναῖος, κωμικὸς τῆς παλαῖας κωμῳδίας. τῶν δραμάτων αὐτοῦ ἐστιν Αἰγεύς, Αὔγη, Ἄντεια (ἑταίρας ὄνομα), Δωδε‐ κάτη Ἡρακλῆς, Πλύντρια ἢ Ναυσικάα, Πόλις, Φρεωρύχος, Ἀταλάντη, Ἑλένη. |
| φ 458 | Φίλυρα: ὄνομα δένδρου. |
| φ 459 | Φιλύρινος Κινησίας: οὗτος διθυραμβοποιὸς γέγονε. φιλύρινος δὲ ἀντὶ τοῦ χλωρός· ἡ γὰρ φιλύρα χλωρόν· ἢ κοῦφος, ὡς ἂν διθυ‐ ραμβοποιὸς εὐτελῆ καὶ κοῦφα ποιῶν· καὶ γὰρ τὸ ξύλον τοῦτο κοῦφον καὶ ἐλαφρόν. ἦν δὲ καὶ χωλὸς καὶ κυλλός. |
| φ 460 | Φιμινάλια: ἀναξυρίδας, βρακία. |
| φ 461 | Φιμίος. |
| φ 462 | Φιμῶ· αἰτιατικῇ. |
| φ 463 | Φίμωτρον. |
| φ 464 | Φιμοῖ: ἄγχει, ἐπιστομίζει. τὸ στόμα τῇ χειρὶ φιμώσασα τοῦ ἐσφαγμένου, μήτινα τῇ ψυχῇ συνεκπέμψειε φωνήν. ὁ ἐνεστὼς Φιμῶ. |
| φ 465 | Φιμοί· Αἰσχίνης κατὰ Τιμάρχου· καὶ φιμοὺς καὶ κυβευτικὰ ἕτερα ὄργανα. φιμὸς δέ ἐστιν ὁ καλούμενος κημός, εἰς ὃν ἐνεβάλλοντο. Δίφιλος δέ φησιν· ἕλκ’ ἐς μέσον τὸν φιμόν, ὡς ἂν ἐμβάλῃ. |
| φ 466 | Φινεές, ἀνὴρ τά τε ἄλλα κρείττων τῶν νεωτέρων, καὶ τῷ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων. Ἐλεαζάρου γὰρ τοῦ ἀρ‐ χιερέως υἱὸς ἦν, Μωϋσέως δὲ ἀδελφοῦ παιδὸς υἱός· ὃς περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ Ζαμβρί, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας, ἔργῳ τὴν δίκην αὐτῶν εἰσπράξασθαι διαγνοὺς καὶ κωλύσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας, τῶν ἀρξαμένων οὐ κολαζομένων, τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προέχων ὡς μὴ πρότερον, εἴ τινι συσταίη τῶν δεινῶν, ἀπαλλάττεσθαι πρὶν ἢ καταγωνίσασθαι καὶ νίκην τὴν ἐπ’ αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρὶ σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὸν Χοσβίαν ἀπέκτεινεν. οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεὲς τόλμης, ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρὶ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ, ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον. ὅσοι τε συγγενεῖς ὄντες κωλύειν ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα, ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους ͵δʹ καὶ χʹ. ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωϋσῆς ἐπὶ τὸν Μαδιηνιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε. |
| φ 467 | Φινεύς: ὄνομα κύριον. καὶ Φινείδης, ὁ ἀπὸ τοῦ Φινέως. |
| φ 468 | Φίνειον: ὄνομα τόπου ἢ ὄρους. |
| φ 469 | Φινίδας: ὄνομα κύριον. |
| φ 470 | Φιρμιλιανός· ζήτει. ἐν τῷ περιπάτῳ ἔφιπποι στῆλαι ἵσταντο Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸς γέλωτα. |
| φ 471 | Φίσκος: δημόσιον ταμιεῖον. |
| φ 472 | Φιτρῶν: κορμῶν, ξύλων. |
| φ 473 | Φίτυ· Ἀριστοφάνης· τὸ γὰρ φίτυ πρῷον φύσει. |
| φ 474 | Φιτῦσαι: γεννῆσαι. ἐπὶ τοῦ πατρὸς τίθησιν, ἐπὶ δὲ μητρὸς οὐκέτι, ἀλλὰ γεννῆσαι. καὶ φιτύοντος ὁμοίως τοῦ γεννῶντος. λέγεται δὲ καὶ τὸ γέννημα φίτυμα. Εὔπολις Αὐτολύκῳ· ἀτὰρ ἤγαγες καινὸν φίτυμα τῶν βοῶν. |
| φ 475 | Φθάνει· αἰτιατικῇ. προλαμβάνει. |
| φ 476 | Φθάνοντος ἔργον γίνεται. |
| φ 477 | Φθάς: ὁ Ἥφαιστος παρὰ Μεμφίταις. καὶ παροιμία· ὁ Φθάς σοι λελάληκεν. οἱ δὲ ἀφθάς φασιν, ὡς σταφίς, ἀσταφίς, καὶ στάχυς, ἄσταχυς. |
| φ 478 | Φθάσειε: προλάβοι. οἶσθά τινας ἐν λογιστηρίοις ἀποδύντας ἢ πάντως ἀπὸ μιᾶς γέ του συμφορᾶς ἀναπεισθέντας ἐν μεσημβρίᾳ τοῦ βίου φιλοσοφεῖν, ἀπὸ μόνου τοῦ τὸν θεὸν ἀπομόσαι καὶ κατομόσαι Πλατωνικῶς· οὓς φθάσειεν ἂν ἡ σκιὰ φθέγξασθαί τι τῶν δεόντων. οἱ δὲ παλαιοὶ πρὸ τοῦ εὑρεθῆναι τοὺς Δημητριακοὺς καρποὺς ἐβαλα‐ νοφάγουν. ἔνθεν καὶ τὸ φαγεῖν εἴρηται. |
| φ 479 | Φθασάμενον. καὶ ἐπιφθασάμενον. λέγουσι τὴν αἶγα τὴν τοῦ Διὸς τροφὸν κατηστερίσθαι· καὶ φασὶ τὸν ἐπιφθασάμενον ἐπιτέλλουσαν αὐτὴν ἐπιτυγχάνειν ὅσα ἂν εὔξηται. |
| φ 480 | Φθαίη σε: προλάβῃ σέ τις εἰς ἐκκλησίαν. καὶ Φθαίησι. |
| φ 481 | Φθέγμα: ῥῆμα. |
| φ 482 | Φθέγγομαι· αἰτιατικῇ. |
| φ 483 | Φθείρ: ὁ τῆς πίτυος καρπός. |
| φ 484 | Φθείρω· αἰτιατικῇ. ὅτι πᾶν τὸ φθειρόμενον κατὰ δύο τρό‐ πους φθείρεται, ἢ τὸν τῶν σωμάτων τῇ εἰς τὰ στοιχεῖα ἀναλύσει ἢ τὸν τῶν ἀσωμάτων ἀποσβεννυμένου τοῦ εἴδους τῇ ἀναρμοστίᾳ τοῦ ὑποκειμένου. |
| φ 485 | Φθεῖσθαι: διαφθείρεσθαι. |
| φ 486 | Φθήμενος. προλαβών, καταλαβών. |
| φ 487 | Φθῆναι: προλαβεῖν. Ἰώσηπος· δυσφοροῦντος δὲ τοῦ βασι‐ λέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν ἐκδεδωκέναι τοῖς Ἰσραηλίταις, παρῄνει ποιεῖν ὁ προφήτης ὅ τι τῷ θεῷ δοκεῖ. |
| φ 488 | Φθήσεται: καταλήψεται. |
| φ 489 | Φθία: πόλις, πατρὶς Ἀχιλλέως. καὶ Φθιάδος, Θετταλικῆς. |
| φ 490 | Φθιμένης νυκτός: τούτεστι παρελθούσης. ὡς καὶ τῆς νῦν φθιμένης νυκτός. καὶ Φθίμενος, φθαρείς. |
| φ 491 | Φθινάς: ἡ νόσος. |
| φ 492 | Φθίναι: φθαρῆναι. |
| φ 493 | Φθίνει: φθείρεται, λήγει. καὶ Φθινόμενοι. |
| φ 494 | Φθινόπωρον: παλινδρομία τοῦ ἡλίου ἀφ’ ἡμῶν γενομένου τῶν καρπῶν πρὸς τοὺς τόπους, ἀφ’ ὧν ἐγένοντο. τῆς δὲ γενέσεως αὐτῶν αἴτιον γενέσθαι τὸν ἥλιον, ἐξατμίζοντα τὰ νέφη. καὶ φθινοπωρίδα εἰν ἁλὶ νήχεσθαι. φθινοπωρίδα τὴν κολυμβάδα λέγει. |
| φ 495 | Φθινύθων: φθειρόμενος. |
| φ 496 | Φθῖος: ὄνομα κύριον. καὶ Φθιώτης, ὁ ἀπὸ τῆς Φθίας πόλεως. θηλυκῶς δὲ Φθιῶτις γυνή, διὰ τοῦ ι. |
| φ 497 | Φθιρώ: ὄρος Μαιάνδρου. |
| φ 498 | Φθισήμβροτος: διαφθείρουσα τὸν ἄνδρα. |
| φ 499 | Φθισήνορος: τοῦ φθείροντος τοὺς ἄνδρας. |
| φ 500 | Φθίσθαι: φθαρῆναι. |
| φ 501 | Φθίσις: νόσος. |
| φ 502 | Φθίσονται: διαφθαρήσονται. |
| φ 503 | Φθιτὸν γένος. |
| φ 504 | Φθογγαῖς: βουλαῖς. |
| φ 505 | Φθόη: φθίσις. ἢ ὄνομα πάθους ἐξ αἵματος ἀναγωγῆς. Πισί‐ δης· τὴν ἱππικὴν ὑπεῖχεν ὁ στρατὸς φθόην. καὶ Αἰλιανός· φθόῃ γοῦν Θεόπομπον τὸν Ἀθηναῖον ῥινώμενόν τε καὶ λειβόμενον ἰάσατο ὁ Ἀσκληπιός. |
| φ 506 | Φθόις· τὸ πληθυντικὸν φθοῖς. |
| φ 507 | Φθοΐς, φθοΐδος. ὄνομα πλακοῦντος. πέμματα ἃ τοῖς θεοῖς μετὰ τῶν σπλάγχνων ἔθυον. ἐν Ἐπιγράμμασι· καὶ τροχιὰν ἐν κανέῳ φθοΐδα σοι ταύτας ἐφ’ ἅλωος, ὦ Δάματερ, φέρω. τοὺς φθοῖς μονοσυλλάβως ἔθος λέγειν τοῖς Ἀττικοῖς. τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας. Ἀριστοφάνης Πλούτῳ. |
| φ 508 | Φθόνος: ἡ ἐπὶ τοῖς καλοῖς τοῦ πλησίον βασκανία παρὰ τῷ Ἀποστόλῳ. |
| φ 509 | Φθόνος: πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. τῶν ἐπιεικῶν τινος. ἐκ τούτου δῆλον, ὡς καὶ φθονερὸς ἂν εἴη ὁ λυπού‐ μενος ἐπὶ ταῖς τῶν ἐπιεικῶν εὐπραγίαις. οὗ κειμένου, ἐπεὶ προδήλως ἀλλότριον τοῦ σπουδαίου τὸ λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπρα‐ γίαις (οἱ γὰρ ἐπιεικεῖς ἀγαθοί), οὐκ ἂν εἴη ὁ ἐπιεικὴς φθονερός. |
| φ 510 | Φθόνος, νόσημα ψυχῆς ἀνθρωπικὸν καὶ ἐσθίον ψυχήν, ἣν ἂν καταλάβῃ, ὥσπερ ἰὸς τὸν σίδηρον. καὶ ὁ ἔρως ταὐτόν ἐστιν. οἷς ἐκεῖνος ἔχθιστον καλῶς τὸ θεῖον, περιτρέπων τὸ συμφυὲς ἀρρώστημα εἰς αὐτοὺς τοὺς ἐκφύσαντας αὐτά. καὶ ἴαμβοι· τὸ δευτερεῦον τοῦ φθόνου γράμμα ξέσας εὕροις ἐν αὐτῷ τὸν φόνον γεγραμμένον. καὶ Σοφοκλῆς· ὁ φθόνος ἕρπει πρὸς τὸν εὖ ἔχοντα. καὶ αὖθις· πιστὰ τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον. καὶ Πίνδαρος· ὄψον δὲ λόγοι φθονεροῖς. καὶ αὖθις· σφόδρα δὲ λαμπρὸς ὢν παρὰ τοῖς Ἀθηναίοις ὅμως ἐσκοτίσθη καὶ αὐτὸς ὑπὸ τοῦ τὰ πάντα διεσθίον‐ τος φθόνου· δίκην γὰρ θανάτου ὦφλε. |
| φ 511 | Φθονῶ σοι· δοτικῇ. φθονῶ σοι τοῦδε. |
| φ 512 | Στίχοι Δημητρίου εἰς φθονερούς· ζῳὸν ἀτιμάσαντες ἀπο‐ φθίμενον ποθέουσι. καὶ πόθ’ ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δ’ ἐστήσατο λαός. |
| φ 513 | Φθόρος: ἀρσενικῶς. οὕτως ἦν αὐτῷ κατεσπουδασμένος ὁ τῶν ἀνθρώπων ἀεὶ φθόρος. καὶ αὖθις· πολὺς δὲ φθόρος ἐγίνετο τῶν σωμάτων. εἰ γάρ τι δεῖ νοεῖν τὸν φθόρον, τότ’ ἂν ἰδών τις τὸ συμβαῖνον ἔγνω σαφῶς. |
| φ 514 | Φλάβιος: ὄνομα χρηματισμοῦ. |
| φ 515 | Φλάϊς: ὄνομα κύριον. |
| φ 516 | Φλάκκος: ὄνομα κύριον. ἀλλ’ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακούσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι. |
| φ 517 | Φλαμίνιος: ὄνομα κύριον. ὁ Φλαμίνιος ὀχλοκόπος καὶ δημαγωγὸς τέλειος, πρὸς ἀληθινῶν δὲ καὶ πολεμικῶν πραγμάτων χειρισμὸν οὐκ εὐφυής. καὶ Φλαμινίους. |
| φ 518 | Φλᾶν: θλᾶν, τύπτειν. φλᾶν τὴν ἑαυτοῦ δυσμενεστάτην κά‐ ραν. Ἀριστοφάνης· ὡς χαλεπόν εἰσιν οἱ φίλοι, οἱ φαινόμενοι παραχρῆμ’ ὅτ’ ἂν πράττῃ τις εὖ· νύττουσι γὰρ καὶ φλῶσι τἀντικνή‐ μια, ἐνδεικνύμενος ἕκαστος εὔνοιάν τινα. καί, οὐκ ἐς κόρακας ἐρ‐ ρήσετε; |
| φ 519 | Φλαῦρον: φαῦλον ἢ κοῦφον κακόν. διαφέρει γὰρ φλαῦρον καὶ φαῦλον· φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν κακόν, φαῦλον δὲ τὸ μέγα. Φλαῦρον, φλύαρον, ἀηδές, δύσφημον, λυπηρόν. παρὰ Ἀριστοφάνει. γέροντα δ’ ὀρθοῦν φλαῦρον, ὃς νέος πέσῃ. τουτέστι τὸν ἅπαξ ἐν νεότητι πεσόντα ἐν γήρᾳ ὀρθοῦσθαι ἀδύνατον. εὐστόμει, καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς καὶ νοῦν ἔχοντας, ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ’ οὐδεὶς πώποτ’, οὐδ’ ἠλείψατο, οὐδ’ εἰς βαλανεῖον ἦλθε λουσόμενος. |
| φ 520 | Φλαυρότατον· ποιήσαντες δὲ ταῦτα ὑπολείπεσθαι τῆς στρα‐ τιᾶς τὸ φλαυρότατον. παρὰ Ἡροδότῳ. τουτέστι τὸ κακόν. καὶ αὖθις· τὴν ἀλώπεχ’ ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε. καὶ Φλαυρουργός, ὁ μικρὰ κακὰ ἐργασάμενος. Σοφοκλῆς· φλαυρ‐ ουργοῦ τινος περιτεχνήματ’ ἀνδρός. |
| φ 521 | Φλεβάζοντες: βρύοντες. |
| φ 522 | Φλεβοτομεῖν· ζήτει ἐν τῷ γενεά. |
| φ 523 | Φλέγμα: οὐ λέγεται πρῶτον ἀπὸ τροφῆς· πρῶτον γὰρ ἀπὸ τροφῆς τὸ αἷμα· τὸ δὲ φλέγμα πρῶτον τῶν ἀπέπτων. ἔστι γὰρ καὶ ἄλλα ἄπεπτα· ἀπὸ γὰρ φλέγματος μεταβάλλεται ὀξὺς χυμὸς περὶ τὸν στόμαχον· ἔστιν οὖν οὐχ ἁπλῶς πρῶτον, ἀλλὰ τῶν ἀπέπτων. |
| φ 524 | Φλεγμαίνουσαν πόλιν: ἡ μεταφορὰ ἀπὸ τῶν ἑλκῶν τῶν διὰ φλεγμονὴν κινδυνευόντων ἐκρήσσειν. |
| φ 525 | Φλέγει: ἀντὶ τοῦ ζωπυρεῖ. Σοφοκλῆς· πάνθ’ ὁ μέγας χρόνος μαραίνει τε καὶ φλέγει. |
| φ 526 | Φλέγων: ζωπυρῶν, ἀνεγείρων. ἄταν οὐρανίαν φλέγων. |
| φ 527 | Φλέγων, Τραλλιανός, ἀπελεύθερος τοῦ Σεβαστοῦ καίσαρος, οἱ δὲ Ἀδριανοῦ φασιν· ἱστορικός. ἔγραψεν Ὀλυμπιάδας ἐν βιβλίοις ιϛʹ· ἔστι δὲ μέχρι τῆς σκθʹ ὀλυμπιάδος τὰ πραχθέντα πανταχοῦ· τὰ δὲ αὐτὰ ἐν βιβλίοις ηʹ· Ἔκφρασιν Σικελίας, Περὶ μακροβίων καὶ θαυμα‐ σίων, Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν βιβλία γʹ, Περὶ τῶν ἐν Ῥώμῃ τόπων καὶ ὧν ἐπικέκληνται ὀνομάτων, Ἐπιτομὴν ὀλυμπιονικῶν ἐν βιβλίοις βʹ, καὶ ἄλλα. τούτου τοῦ Φλέγοντος, ὥς φησι Φιλοστόργιος, ὅσον τὰ κατὰ τοὺς Ἰουδαίους συμπεσόντα διὰ πλείονος ἐπεξελθεῖν τοῦ πλάτους, Φλέγοντος καὶ Δίωνος βραχέως ἐπιμνησθέντων καὶ παρεν‐ θήκην αὐτὰ τοῦ οἰκείου λόγου ποιησαμένων. ἐπεὶ τῶν γε εἰς εὐσέ‐ βειαν καὶ τὴν ἄλλην ἀρετὴν ἑλκόντων οὐδ’ ὁτιοῦν οὐδ’ οὗτος δεί‐ κνυται πεφροντικώς, ὅνπερ οὐδ’ ἐκεῖνοι τρόπον. τοὐναντίον μὲν οὖν ὁ Ἰώσηπος καὶ δεδοικότι ἔοικε καὶ εὐλαβουμένῳ ὡς μὴ προσκρούσειεν Ἕλλησι. |
| φ 528 | Φλεγραίας πεδίον: Θρᾳκικόν. Ἀριστοφάνης· ἵνα περ τοὺς γηγενεῖς ἀλαζονευομένους καθυπερηκόντισαν. |
| φ 529 | Φλεγύας: ὁ ἀετός. |
| φ 530 | Φλεγυρά: λαμπρά, φλέγουσα, λάμπουσα· ἢ θερμή, διὰ τοὺς ἄνθρακας. Ἀριστοφάνης· δεῦρο Μοῦς’ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος. |
| φ 531 | Φλεδόνεια: πόλις. καὶ Φλεδόνος. |
| φ 532 | Φλέδων. τὸν Ἀντισθένην τὸν φιλόσοφον ἐπιτιμῶν ὁ Τίμων διὰ τὸ πλῆθος παντοφυῆ φλεδόνα καλεῖ. |
| φ 533 | Φλέω: φλέως λοχμῶδες φυτόν· οὗ μνημονεύει καὶ Θεόφραστος, παραδηλῶν, ὅτι ποτάμιός ἐστι βοτάνη ὡς τὸ βούτομον. καὶ ἐν Ἀμ‐ φιαράῳ· πόθεν ἂν λάβοιμι βύσμα τῷ πρωκτῷ φλέων; Ἀριστοφάνης Βατράχοις· ἡλάμεθα διὰ κυπείρου καὶ φλέω, χαίροντες ᾠδῆς πολυ‐ κολύμβοισι μέλεσι. |
| φ 534 | Φληναφᾷ: φλυαρεῖ. |
| φ 535 | Φλήναφος: μωρολόγος. καὶ Φληναφία, θηλυκόν. |
| φ 536 | Φλιά: ὁ παραστάτης τῆς θύρας. |
| φ 537 | Φλίει: μιμητικῶς φωνεῖ. |
| φ 538 | Φλόγεα: λαμπρά. φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον. περὶ τοῦ Ὀρέστου σώματος. καὶ Φλόγειος. |
| φ 539 | Φλογμός: καῦμα, ἐκπυράκτωσις. |
| φ 540 | Φλόνος. |
| φ 541 | Φλόρος: τὸ ὄρνεον, διὰ τοῦ ο μικροῦ· Φλῶρος δὲ ὄνομα κύριον. διὰ τοῦ ω μεγάλου. |
| φ 542 | Φλωβός: βοτάνη. |
| φ 543 | Φλωράστιον. |
| φ 544 | Φλωρέντεια: πόλις· Φλωρέντιος δὲ ὄνομα κύριον. |
| φ 545 | Φλοιός: τὸ λέπος τοῦ δένδρου. εἶχε δὲ ὁ Κράντωρ ἀπελέ‐ κητον φωνὴν καὶ φλοιοῦ μεστὴν τραγῳδῶν. |
| φ 546 | Φλοίσβου: ταράχου. Φλοῖσβος, ἀπὸ τοῦ φλέω, τὸ ἀνα‐ βράζω, φλόβος, φλοῖβος, καὶ φλοῖσβος. |
| φ 547 | Φλύακες· Σωτάδης ἔγραψε Φλύακας ἤτοι κιναίδους, διαλέκτῳ Ἰωνικῇ· καὶ γὰρ Ἰωνικοὶ λόγοι ἐκαλοῦντο οὗτοι. ἐχρήσατο δὲ τῷ εἴδει τούτῳ καὶ Ἀλέξανδρος ὁ Αἰτωλὸς καὶ ἕτεροι. |
| φ 548 | Φλύαρος: φλήναφος καὶ λῆρος καὶ μάταιος λόγος. Ἀριστο‐ φάνης Νεφέλαις· τὰ δ’ ἄλλα πάντ’ ἐστὶ φλύαρος. καὶ αὖθις· μὴ γὰρ οὔσης ἀνάγκης, τί δεῖν φλυαρεῖν ὁτιοῦν πρὸς ὁντιναοῦν. |
| φ 549 | Φλυδούμενος· προφήτης ἐγκάτοισι φλυδούμενος. ἀντὶ τοῦ ταρασσόμενος, καταπονούμενος. καὶ Λυκόφρων. |
| φ 550 | Φλυεία: δῆμος τῆς Κεκροπίδος. ἐκ τούτου δὲ τοῦ δήμου ἦν Εὐριπίδης, ὁ τῆς τραγῳδίας ποιητής. |
| φ 551 | Φλύειν: τὸ ἀναζεῖν. |
| φ 552 | Φλύκταινα: τὰ τῶν χειρῶν ἐπαναστήματα, τὰ γινόμενα ἀπὸ τοῦ κωπηλατεῖν. Ἀριστοφάνης Βατράχοις· ἐγὼ δὲ φλυκταίνας γ’ ἔχω. |
| φ 553 | Φλυκτίδες: τὸ ἀπὸ πυρὸς φύσημα· ἢ ὁ καλούμενος ἄνθραξ. |
| φ 554 | Φόβας: τὰς τρίχας. τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας. |
| φ 555 | Φοβερά: ἡ περίφοβος. ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλ‐ λων. ἀντὶ τοῦ ἐκπέπληγμαι. |
| φ 556 | Φοβερός: ὁ φοβούμενος, παρὰ Θουκυδίδῃ καὶ Φερεκράτει. καὶ παρὰ Ἀρριανῷ· οἱ δὲ φοβεροὶ γινόμενοι ἔφευγον, ἀπολιπόντες τὰς πόλεις. καὶ αὖθις Ἀρριανός· οἱ δὲ ἐμβεβληκότων τῶν πολεμίων φοβεροὶ καὶ ἀμήχανοι ἄνευ τοῦ ἐς τὸ κοινὸν ὠφελίμου ἀπώλλυντο. Φοβερὸς καὶ ὁ καταπληκτικός. Ἀννίβας δὲ λαμπρὸς ἤδη καὶ φοβερὸς ὢν ἤλαυνεν ἐπὶ τὴν Τυρρηνίαν. |
| φ 557 | Φοβεσιστράτη: ἡ φοβοῦσα τὸν στρατόν. |
| φ 558 | Φόβη: κόμη, θρίξ. ὅς τε φόβῃσι ξανθοτάταις ἐκόμα. |
| φ 559 | Φόβος: φυγή. καὶ ἡ δειλία. Φόβος δέ ἐστι προσδοκία κακοῦ. εἰς δὲ τὸν φόβον ἀνάγεται ταῦτα· δεῖμα, ὄκνος, αἰσχύνη, ἔκ‐ πληξις, θόρυβος, ἀγωνία. δεῖμα μὲν οὖν ἐστι φόβος δέος ἐμποιῶν, ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας, αἰσχύνη δὲ φόβος ἀδοξίας, ἔκ‐ πληξις δὲ φόβος ἐκ φαντασίας ἀσυνήθους πράγματος, θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς· ἀγωνία δὲ φόβος ἀδήλου πράγματος. ἔστι δὲ γένος ἡ θαυμασιότης τῆς ἐκπλήξεως, ἀλλ’ οὐχ ὑπερβολή· γένος γὰρ ἐκπλήξεως ἡ θαυμασιότης, ἡ δὲ ὑπερβολὴ διαφορά· τῶν γὰρ θαυμαζόντων οἱ μὲν καθ’ ὑπερβολὴν θαυμάζουσιν, ὡς οἱ ἐκπεπληγ‐ μένοι, οἱ δὲ μετρίως. τὸ δὲ θαυμάζειν καθ’ ὑπερβολήν ἐστιν ἐκπλήτ‐ τεσθαι. Φόβος, παρ’ Ὁμήρῳ ἡ φυγή. ὅτε δὲ λέγει, ἀρχὴ σο‐ φίας φόβος κυρίου· διότι ὁ βουλόμενος σοφὸς εἶναι ἀπὸ εὐλαβείας ἄρχεται. εἰ δὲ τὸ ἀρχὴ ἐπὶ τῆς ἡγεμονίας παραληφθῇ, φόβος κυρίου οὐχ ὁ παθητικός, ὁ δέει κολάσεων προσγινόμενος (ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον), ἀλλ’ ἡ κατὰ σεβασμὸν εὐλάβεια· οὗτος γὰρ ὁ φόβος κυρίου πάντα ὑπερέβαλε. |
| φ 560 | Φοβῶ καὶ Φοβοῦμαι· αἰτιατικῇ. |
| φ 561 | Φολεύς: ὄνομα κύριον. |
| φ 562 | Φολίδες: αἱ λεπίδες. καταχρηστικῶς δὲ τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. |
| φ 563 | Φολιδωτόν: λεπιδωτόν. καὶ Φολιδωτοὶ ἰχθύες, σαῦρος, καὶ σαλαμάνδρα, χελώνη, κροκόδειλος, καὶ τὸ τῶν ὄφεων πᾶν γένος. ταῦτα δὲ λέγεται κατά τινας καιροὺς τὸ γῆρας ἐκδύεσθαι· ὁ δὲ κροκό‐ δειλος φωλεύει τὰς χειμερίνας ἡμέρας μʹ κατὰ γῆς κεκρυμμένος, τὸ δὲ γῆρας οὐκ ἐκδύεται, ὡς οὐδὲ ἡ χελώνη. |
| φ 564 | Φολίς: τὸ τοῦ θώρακος. Φόλλις δέ, ἀρσενικόν, φόλλεως, ὁ ὀβολός. πληθυντικὸν τοὺς φόλλεις. |
| φ 565 | Φολκός: στραβός. |
| φ 566 | Φόλος: ὄνομα τόπου. |
| φ 567 | Φολουΐα, Ἀντωνίου γυνή. αὕτη Κικέρωνος τοῦ ῥήτορος ἀπο‐ τεμοῦσα τὴν κεφαλὴν καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτύσαι· τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι· πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν’, ὅθεν κατ’ αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. |
| φ 568 | Φονᾶν: ἑτοίμως πρὸς τὸ φονεύειν ἔχειν. ὁ δὲ πατὴρ πυν‐ θάνεται ὅσα ἡ παῖς ἔδρασε, καὶ διώκει φονῶν καὶ ἀποκτεῖναι γλιχό‐ μενος. |
| φ 569 | Φονή: ὁ φόνος. |
| φ 570 | Φονῇσι: τοῖς φόνοις. |
| φ 571 | Φονία ὁρμή. καὶ Φόνιον αἷμα. καὶ Φόνιος, ὁ ὠμὸς ἀνήρ. |
| φ 572 | Φόνος: ἡ μέχρις ἀναιρέσεως κίνησις παρὰ τῷ Ἀποστόλῳ. |
| φ 573 | Φόνος ἔρρευσεν: αἷμα ἔρρευσεν. |
| φ 574 | Φονῶντας. οἱ δὲ λεόντειον ἐβρυχῶντο, φονῶντες. φονεῦσαι προῃρημένοι. |
| φ 575 | Φόνου πτερόν: τὸν διὰ τῶν ὀϊστῶν, πτερόεντα ἢ ταχύν. βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον. |
| φ 576 | Φοξῖνος: εἶδος ἰχθύος. |
| φ 577 | Φοξός: ὀξυκέφαλος. |
| φ 578 | Φόωντα: ψηλαφῶντα. |
| φ 579 | Φόως· Ὅμηρος· ἤγαγε πρὸ φόωσδε. πρὸ τῆς τελειώσεως τοῦ ὡρισμένου καιροῦ. περὶ δὲ τῶν πυλῶν λέγει· αἱ δὲ πετασθεῖσαι τεῦξαν φάος. ὡς οὐ διὰ μέσης τῆς πύλης φωτίζεσθαι τὴν πόλιν, ἀλλὰ τὴν σωτηρίαν τῶν φευγόντων. ὡς τό, φόως δ’ ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλών. |
| φ 580 | Φορά: ἡ κατὰ ὅλου τόπου ἐναλλαγή· καὶ μάλιστα ἡ μὴ δυνα‐ μένη ἐφ’ ἑαυτῆς στῆναι ὅταν ἐθέλῃ. ὅτι ὁ τῆς κατὰ τόπον κινή‐ σεως γένος λέγων τὴν φορὰν τὸ γένος ὑπὸ τῷ εἴδει τίθησι. ποιεῖ δὲ καὶ τοῦτο Πλάτων· ὁριζόμενος γὰρ τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτὴν εἶπεν. ἀλλὰ φορὰ μέν ἐστι τῶν ἀψύχων τε καὶ ἀκουσίως ἀμειβομένων τόπον ἐκ τόπου. τὸ δὲ ἀκουσίως ἀντὶ τοῦ οὐχ ἑκουσίως. εἰ οὖν τινά ἐστιν οὐχ ἑκουσίως μεταβάλλοντα τόπον ἐκ τόπου, ὡς τὰ βαδίζοντα, εἴη ἂν ἐπὶ πλέον ἡ κατὰ τόπον κίνησις. οὐ πᾶσα δὲ κατὰ τόπον κίνησις φορά. καὶ αὖθις· δυσχέρεια μὲν πολλὴ τοῦδε τοῦ φορήματος· ὅμως δὲ τλῆθι. τοῖσι γενναίοισί τοι τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. σοὶ δ’ ἐκλιπόντι τοῦτ’ ὄνειδος οὐ καλόν, δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, ἐὰν μόλω ’γὼ ζῶν πρὸς Οἰταίαν χθόνα. Φιλοκτήτης φησί. |
| φ 581 | Φοράδην: ὁρμητικῶς φερόμενος. ὁ δὲ ἐκ πλείστου ἄμφω τὼ πόδε πεπηρωμένος πρὸς τοὺς πόνους φοράδην ἐφοίτα καὶ ταύτῃ τοὺς ἐναντίους κατέπληττε. καὶ Φοράδην, ὑφ’ ἑτέρων βασταζόμενος. |
| φ 582 | Φοράς: ὁρμάς, ἢ τύχας. καὶ Φοράς, φοράδος, ἡ ἵππος, θηλυκόν. |
| φ 583 | Φορβάδων: νομάδων, βοσκομένων. καὶ Φορβάς, ἡ πολλοῖς προσομιλοῦσα τροφῆς χάριν. παρὰ τὸ φέρβω. |
| φ 584 | Φορβαντεῖον· Ὑπερίδης ἐν τῷ Πατροκλέους. ὅτι τὸ Ἀθήνησι Φορβαντεῖον ὠνομάσθη ἀπὸ Φόρβαντος βασιλεύσαντος Κουρητῶν καὶ ὑπ’ Ἐρεχθέως ἀναιρεθέντος. ἦν δὲ Ποσειδῶνος υἱὸς ὁ Φόρβας. |
| φ 585 | Φορβαία. καπίστριον. |
| φ 586 | Φορβειάν: περιστόμιον, καπίστριον. παρὰ τὸ φέρειν βίᾳ. καὶ Φορβειά, ἡ τροφή. καὶ Φορβὴ ὁμοίως. Φορβειὰ δὲ διὰ διφθόγγου γράφεται καὶ ὀξύνεται. |
| φ 587 | Φόρβιον: τὸ περικείμενον τῷ στόματι τοῦ αὐλητοῦ δέρμα, ἵνα μὴ σχισθῇ τὸ χεῖλος αὐτοῦ. Ἀριστοφάνης· πολλὰ δὴ καὶ δεῖν’ ἰδὼν οὔπω κόρακ’ εἶδον ἐμπεφορβιωμένον. |
| φ 588 | Φορέουσι: φέρουσι. |
| φ 589 | Φορεῖον. πλέγμα ποιήσαντες ἐκ λύγων, φορείων τύπῳ γυ‐ ναικείων, δέρμασι βοείοις ἐπιπλάσαντες ἀκατεργάστοις. |
| φ 590 | Φορεῖται: περιφέρεται. |
| φ 591 | Φορῆες: οἱ φέροντες. |
| φ 592 | Φορήσω τὸ ξίφος τολοιπὸν ἐν μύρτου κλαδί: ἀντὶ τοῦ κλάδῳ, κατὰ μεταπλασμόν· τουτέστιν ἐν μυρσίνῳ κλάδῳ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων· οὗτοι γὰρ ἀπὸ τῶν μυρ‐ σίνων κλάδων τὰ ξίφη ἀνασπάσαντες τὸν τύραννον κατέβαλον. |
| φ 593 | Φορητή: βαστακτή. τοὺς δὲ περισυλῶν καὶ δημεύων φορη‐ τὸς οὐδαμὰ οὐδαμῆ ἦν. |
| φ 594 | Φορητόν: καρτερικόν. ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ξιφιδίῳ ἑαυτὴν διέφθειρε. |
| φ 595 | Φορητῶς: μεγάλως. |
| φ 596 | Φορίαια. |
| φ 597 | Φορίνη· Ἀντιφῶν φησιν, ὅτι ἐπ’ ἀνθρωπίνου δέρματος ἐλέγετο ἡ φορίνη. |
| φ 598 | Φόρκης. |
| φ 599 | Φόρκυν: ὄνομα. λιμὴν τοῦ Φόρκυνος. |
| φ 600 | Φορμαρία: παρὰ Ῥωμαίοις ἀπόφασις θανάτου. |
| φ 601 | Φορμηδόν: ψιαθηδόν. φορμὸς γὰρ ψίαθος παρὰ Θουκυδίδῃ, ἐναλλὰξ ἔχων τὸ πλέγμα. |
| φ 602 | Φορμηδόν· Θουκυδίδης· ξύλα τέμνοντες ἐκ τοῦ Κιθαιρῶνος παρῳκοδόμουν ἑκατέρωθεν φορμηδόν. ἀντὶ τοίχων τιθέντες, ὅπως μὴ διαχέοιτο ἐπιπολὺ τὸ χῶμα. καὶ αὖθις· καὶ τοὺς νεκροὺς οἱ Κερ‐ κυραῖοι φορμηδὸν ἐπὶ ἁμάξας ἐπιβαλόντες ἀπήγαγον ἔξω τῆς πόλεως. |
| φ 603 | Φόρμιγξ: κιθάρα. ἐν Ἐπιγράμμασι· ἁ φόρμιγξ τά τε τόξα καὶ ἀγκύλα δίκτυα Φοίβῳ. |
| φ 604 | Φορμίων· περὶ τούτου καὶ Θεόπομπος ἐν Φιλιππικοῖς. ἦν δὲ Κροτωνιάτης καὶ ἐν τῇ ἐπὶ Σάγρᾳ μάχῃ ἐτρώθη. δυσιάτου δ’ ὄντος τοῦ τραύματος, χρησμὸν ἔλαβεν εἰς Λακεδαίμονα ἐλθεῖν, τοῦτον γὰρ αὐτοῦ ἰατρὸν ἔσεσθαι, ὃς ἂν αὐτὸν πρῶτον καλέσειεν ἐπὶ δεῖπνον. ὡς οὖν ἧκεν εἰς τὴν Σπάρτην, καταβάντα αὐτὸν ἀπὸ τοῦ ὀχήματος ἐκάλεσεν ἐπὶ δεῖπνον νεανίσκος· δειπνήσαντος δὲ ἤρετο, ἐφ’ ὅ τι ἥκει. ὡς δὲ ἤκουσε περὶ τοῦ χρησμοῦ, ἀποξύσας τοῦ δόρατος ἐπιτίθησιν. ὡς δὲ ἀνέλυσαν ἀπὸ τοῦ δείπνου, δοκῶν ἀναβαίνειν ἐπὶ τὸ ἅρμα, τῆς θύρας αὑτοῦ τοῦ οἴκου τοῦ ἐν Κρότωνι ἐπιλαμβάνεται. ἀλλὰ καὶ Θεοξένια αὐτοῦ ἄγοντος, ἐκάλεσαν αὐτὸν οἱ Διόσκουροι πρὸς Βάττον εἰς Κυρήνην· καὶ ἀνέστη τε ἔχων σιλφίου καυλόν. καὶ παροιμία· Φορ‐ μίωνος στιβάς· ἐπὶ τῶν εὐτελῶν· οὗτος γὰρ ὁ Φορμίων ἀγαθὸς ἐγένετο στρατηγός, καὶ ἐν τοῖς Ταξιάρχαις δὲ φαίνεται ὡς ἐπίπονος· φιλοπόλεμος γὰρ καὶ αὐστηρός. στιβάδες δέ, ἐπεὶ οἱ στρατιῶται χαμαι‐ κοιτῶσιν. ἀναγράφεται δὲ ὁ Φορμίων δυσὶ ναυμαχίαις νικήσας Λακε‐ δαιμονίους. λιτὸς δὲ ἦν καὶ στρατιωτικός. οἱ δὲ τὰ πολεμικὰ ἐξησκη‐ μένοι ὑπὸ γυμνασίων καὶ πόνων εἰώθασι χαμαικοιτεῖν. καὶ Διονύσιος ἐν Ταξιάρχαις· ὡς οὐκ ἔτ’ ἂν φάγοιμι, στιβάδας ἐξόσου φύγον. |
| φ 605 | Φορμίσιος· ἀναβαλλομένη δείξει τὸν Φορμίσιον. καὶ οὗτος δα‐ σὺς ἦν. αἰνίττεται δὲ τὸ γυναικεῖον αἰδοῖον. |
| φ 606 | Φορμίσιος καὶ Μεγαίνετος: ὁ Φορμίσιος αὐθάδης καὶ θρα‐ σὺς στρατηγιῶν. Ἀριστοφάνης· Φορμίσιος καὶ Μεγαίνετος ὁ Μάνης. ὀνόματα δούλων. |
| φ 607 | Φορμίσκοι: καλαθίσκοι. |
| φ 608 | Φορμός: προκάλυμμα· ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι. καὶ Φορμοκοιτῶ, ἐν ψιαθίῳ κοι‐ μῶμαι. Φορμὸς οὖν πλέγμα, ὡς κόφινος. φησὶν Ἡρόδοτος. |
| φ 609 | Φόρμος, Συρακούσιος, κωμικός, σύγχρονος Ἐπιχάρμῳ, οἰκεῖος δὲ Γέλωνι τῷ τυράννῳ Σικελίας καὶ τροφεὺς τῶν παίδων αὐτοῦ. ἔγραψε δράματα ζʹ, ἅ ἐστι ταῦτα, Ἄδμητος, Ἀλκίνους, Ἀλκυόνες, Ἰλίου πόρθησις, Ἵππος, Κηφεὺς ἢ Κεφάλαια ἢ Περσεύς. ἐχρήσατο δὲ πρῶτος ἐνδύματι ποδήρει καὶ σκηνῇ δερμάτων φοινικῶν. μέμνηται δὲ καὶ ἑτέρου δράματος Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς, Ἀτα‐ λάντης. |
| φ 610 | Φορμοφόρος ἦν Πρωταγόρας ὁ φιλόσοφος. |
| φ 611 | Φορολόγος: ἀπαιτητὴς δημοσίων. Φόρος γὰρ ἡ εἰσφορὰ τῶν χρημάτων. |
| φ 612 | Φορολόγος: ὁ τὰς εἰσφορὰς συλλέγων· οὓς πράκτορας ἔθος καλεῖν τοῖς πολλοῖς. |
| φ 613 | Φόρος: ὑπὸ Ἀθηναίων ἡ τῶν χρημάτων φορά. |
| φ 614 | Φόρος: ὁ τόπος, τὸ πωλητήριον. ὅτι κάτωθεν τοῦ φόρου κεχωσμένοι ὑπάρχουσι δύο σταυροὶ τῶν δύο λῃστῶν καὶ βηκίον μύρου, ὃ ἠλείψατο ὁ Χριστός, καὶ πολλὰ ἕτερα σημειοφορικά, τεθέντα μὲν παρὰ Κωνσταντίνου τοῦ μεγάλου, ἀσφαλισθέντα δὲ ὑπὸ τοῦ μεγάλου Θεοδοσίου. Φορὸς δὲ ὀξυτόνως, ὁ ἐπιτήδειος ἄνεμος. τοῖς ἐναντίοις ὁρῶν φορὸν ἄνεμον καὶ λαμπρὸν καταπνέοντα, σφίσι δὲ δυσχερῆ, πρὸς ἀντίον ἄνεμον κοίλης καὶ τραχείας ὑπαρχούσης τῆς θαλάσσης, διηπόρει, τί δεῖ χρῆσθαι τοῖς παροῦσι. |
| φ 615 | Φορῶ· αἰτιατικῇ. |
| φ 616 | Φορωνεύς: ὄνομα. καὶ Φόρωνος, ὄνομα κύριον. |
| φ 617 | Φορτία: τὰ ἀγώγιμα. καὶ τοίνυν ἅπαντα ὅσα ἐπεφέροντο φορτία ἀράμενοι, ἔθεσαν ἐν μέσῳ. εἶτα τοῖς τοῦ λιβάνου κλάδοις πῦρ ἀνάψαντες τῇ Σκυθικῇ φωνῇ βάρβαρα ἄττα ῥήματα ὑπεψιθύριζον. |
| φ 618 | Φορτίς: ἡ ἀγώγιμος, ἡ πεφορτωμένη. |
| φ 619 | Φορτικῶς: ἐπαχθῶς, ἐπιπλάστως. |
| φ 620 | Φόρτος: ἡ χλεύη. Ἀριστοφάνης Πλούτῳ· ἔπειτα καὶ τὸν φόρ‐ τον ἐκφύγοιμεν ἄν. τουτέστι τὴν χλεύην. |
| φ 621 | Φορύνω: μολύνω. |
| φ 622 | Φορύξαντες: πλύναντες. |
| φ 623 | Φορυτός· Ἀριστοφάνης· δός μοι φορυτόν, ἵν’ αὐτὸν ἐνδήσας φέρω. τουτέστι φρύγανον, σχοινίον, δέσμην χόρτου συρφετώδους. καὶ Φορυτῷ, φρυγανώδει ἀκαθαρσίᾳ, συρφετώδει, χορτώδει. σὺν δ’ ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματ’ ἀείρας. διὰ τοῦ ο μικροῦ. ἢ ψιαθῶδες πλέγμα, ἐν ᾧ τοὺς στάχυας ἐμβάλλουσιν· ἢ ἡ ἐκ φρυγάνων στρωμνή. Ἀριστοφάνης· δός μοι φορυτόν, ἵν’ αὐτὸν ἐνδήσας φέρω ὥσπερ κέραμον, ἵνα μὴ καταγῇ φορούμενος. οἱ γὰρ καλῶς δεσμού‐ μενοι κέραμοι δυσχερῶς κλῶνται. |
| φ 624 | Φοσσάτον: τὸ στρατόπεδον. |
| φ 625 | Φόσιρις: ὄνομα κύριον. |
| φ 626 | Φουάλικλον: εἶδος παιδιᾶς. |
| φ 627 | Φούριος Κάμιλλος, δικτάτωρ, ἐν πολέμοις ἀριστεύσας τῷ τοῖς ἀρίστοις παρομαρτοῦντι περιπίπτει φθόνῳ· αἰτίαν γὰρ δὴ πρός τινων ἐπὶ παρανόμῳ διανεμήσει τῆς λείας ἀναδεξάμενος φυγὰς ἐκ‐ πίπτει τῆς πόλεως, θεοὺς ἵστορας ὑπὲρ ὧν ἀδίκως ἐπεπόνθει ποι‐ ούμενος. |
| φ 628 | Φοῦρκα: παρὰ Ῥωμαίοις δίδυμον ξύλον. |
| φ 629 | Φοῦρνος: πνιγεύς, ὁ κρίβανος, ὅπου οἱ ἄνθρακες συμπνίγονται. |
| φ 630 | Φῶ: εἴπω. |
| φ 631 | Φωγύνω: τὸ φρύγω. |
| φ 632 | Φῶδον: τὸ ἐν χειμῶνι καῦμα. καὶ Φώδων, φλυκταινῶν. ἐκ βαλανείου δὲ διὰ τὸ τοὺς πένητας ἀποροῦντας ἐνδυμάτων, διὰ τὸ ψύχος ἐν βαλανείοις καθεύδειν καὶ φλυκταίνας ποιεῖν. |
| φ 633 | Φῴζω: τὸ καίω. |
| φ 634 | Φῷδες: αἱ ἀπὸ τῆς φλογὸς φλύκταιναι. |
| φ 635 | Φωκαέων ἀρά: Φωκαεῖς γὰρ καταλιπόντες τὴν πόλιν ἐν τῇ ὑπὸ Ἄργου πολιορκίᾳ ὥρμησαν ἐπ’ Ἰταλίας, μύδρους εἰς τὴν θάλασ‐ σαν βαλόντες καὶ ἐπαρασάμενοι μὴ πρότερον ὑποστρέψειν εἰς τὴν ἑαυτῶν ἢ τούτους ἀνενεχθῆναι. |
| φ 636 | Φωκᾶς: ὄνομα κύριον. |
| φ 637 | Φωκαία: ἡ ἐκ τῆς Φώκης. Φωκεοῦ δὲ ὄνομα τόπου. |
| φ 638 | Φώκεια: ὄνομα πόλεως. |
| φ 639 | Φωκέως: Φανοτέως. ὁλοσχερέστερον Φωκεῖς, ἐπὶ μέρος δὲ Φανοτεῖς. |
| φ 640 | Φωκίωνος: ὄνομα κύριον. ζήτει περὶ τούτου ἐν τῷ Φρύνων. |
| φ 641 | Φώκη: δύσοσμον ζῷον θαλάττιον. Ἀριστοφάνης· φώκης δ’ ὀσμὴν εἶχε. |
| φ 642 | Φῶκος. καὶ παροιμία· Φώκου ἔρανος· κατὰ τῶν εὐωχίας συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ· Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπὶ γάμῳ, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγε καὶ ἑστιῶν τοὺς μνηστῆρας ἀνεβάλλετο τὸν γάμον. ὀργισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον. Φωκὸς δὲ ὀξυτόνως, τὸ ἀγγεῖον. |
| φ 643 | Φωκυλίδης, Μιλήσιος, φιλόσοφος, σύγχρονος Θεόγνιδος. ἦν δὲ ἑκάτερος μετὰ χμζʹ ἔτη τῶν Τρωϊκῶν, ὀλυμπιάδι γεγονότες νθʹ· ἔγραψεν ἔπη, καὶ ἐλεγείας, Παραινέσεις ἤτοι γνώμας· ἅς τινες Κεφά‐ λαια ἐπιγράφουσιν. εἰσὶ δὲ ἐκ τῶν Σιβυλλιακῶν κεκλεμμένα. |
| φ 644 | Φωλάδι: ἐμφωλευούσῃ. καὶ Φωλάδος, σπηλαίου κρυπτοῦ. Βάβριος· φρίξας δὲ χαίτην ἔκθορε φωλάδος κοίλης. καὶ Φωλάς, εἶδος νόσου. σημαίνει δὲ καὶ τὴν κατοικίδιον ὄρνιν, τὴν ἐπῳάζου‐ σαν καὶ κλώσσουσαν. |
| φ 645 | Φωλεὰ καὶ Φωλεία: ἐκ τοῦ φωλεύω. |
| φ 646 | Φωλεόν: τὸ παιδευτήριον Ἴωνες. ὅθεν ἀποφώλιοι, οἱ ἀπαίδευ‐ τοι. σημαίνει δὲ καὶ τὴν κατάδυσιν τῶν ὄφεων. |
| φ 647 | Φωλεύουσι: κρύπτουσι. |
| φ 648 | Φωλήτοροι: οἶκοι συμποσιακοί. |
| φ 649 | Φωλίς· καὶ Φωλιδωτός. |
| φ 650 | Φῶμεν: εἴπωμεν, ἐροῦμεν. |
| φ 651 | Φωνασκεῖν: εὐφωνίαν ἀσκεῖν. καὶ Φωνασκικόν, βούκι‐ νον. ἐπὶ Θεοδοσίου τοῦ βασιλέως τὸ τῶν φωνασκούντων γένος, πανταχόθεν ἀνιχνευόμενον. |
| φ 652 | Φωνεῖν: λέγειν. |
| φ 653 | Φωνή· ὅτι εἶδος ἡ φωνὴ τοῦ ψόφου. ἔστι δὲ φωνὴ πλῆξις ἀέρος, ἢ ἀὴρ πεπληγμένος. οὐ γὰρ πᾶς ψόφος φωνή, ὥσπερ οὐδὲ ὁ ἐκ τῶν ἀψύχων οἷον κυμάτων ἢ ἀνέμων γινόμενος· ἀλλ’ ἐμψύχου τινὸς ψόφος ἐστὶν ἡ φωνή. οὐ μὴν δὲ πᾶς ψόφος ἐμψύχου φωνή· οὐδὲ ὁ διὰ χειρῶν κρότος οὐδὲ τὸ χρέμψασθαι οὐδὲ τὸ βῆξαι· φωνὴ γάρ ἐστιν ἐμψύχου ψόφος, διὰ τῶν φωνητικῶν γινόμενος μορίων, οἷον πνεύμονός τε καὶ τῶν ἀναπνευστικῶν μορίων, καὶ τῆς τραχείας ἀρτηρίας καὶ τῆς φάρυγγος. καὶ οὐδὲ διὰ τούτων ὁπωσοῦν τοῦ ψόφου γινομένου, διόπερ οὐδὲ ὁ βήττων λέγεται φωνεῖν· ἀλλ’ ὅταν μετὰ φαντασίας σωματικῆς ταῦτα κινηθῇ, τότε ὁ γινόμενος ὑπὸ τούτων ψόφος φωνὴ καλεῖται. τρία δὲ ταῦτα θεωρεῖται περὶ τὴν τοῦ ἀνθρώ‐ που φωνήν, ῥυθμός, ἁρμονία, λέξις. ἔχει δὲ ὁ μὲν ῥυθμὸς περὶ τὸν χρόνον τῆς ἐκφωνήσεως τὸν μακρὸν καὶ τὸν βραχύν· διὸ καὶ τῶν φωνηέντων τὰ μὲν ἐν πλείονι χρόνῳ ἐκφωνούμενα μακρὰ ὠνόμασαν, τὰ δὲ ἐν ἐλάττονι βραχέα. ἐκ δὲ τῆς τούτων πρὸς ἄλληλα συνθέ‐ σεως τὸ εὔρυθμον τῶν ἐπῶν γίνεται. ἡ δὲ ἁρμονία περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμετρίαν ἔχει, ἡ δὲ λέξις περὶ τὴν διατύπωσιν τῶν συλλαβῶν, ἐξ ἧς ἡ τῶν λεγομένων σημαίνεται ἔννοια. ἐπεὶ οὖν ταῦτα μὲν ἔχει κυρίως ἡ τοῦ ἀνθρώπου φωνή, μιμοῦνται δέ πως ταῦτα καὶ τὰ μουσικὰ ὄργανα, διὰ τοῦτο κατ’ ἀναλογίαν λέγονται καὶ αὐτὰ φωνεῖν. ὅτι διακρίνουσι τὴν φωνὴν ἀπὸ τοῦ ψόφου διχῶς, ἔκ τε τοῦ τρόπου τῆς γενέσεως καὶ ἐκ τοῦ τέλους. ἐκ μὲν οὖν τοῦ τρόπου τῆς γενέσεως, ὅτι ἡ φωνὴ γίνεται τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβο‐ μένου τῇ συστολῇ τοῦ θώρακος κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ψυχικὴν δύναμιν καὶ προσπίπτοντος τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ τῷ ἐναπειλημ‐ μένῳ ἐν αὐτῇ ἀέρι, ὃς τῇ ἀθρόᾳ πληγῇ ἄθρυπτος ἀποπαλλόμενος ἀεὶ τύπτει τὸν προσεχῆ ἀέρα ἕως τῆς ἀκοῆς. ἔστι γὰρ τὸ μὲν ἀχανὲς τοῦ στόματος τὸ μέχρι τῆς ῥίζης τῆς γλώττης φάρυγξ· ἐκεῖθεν δύο ἀγγεῖα φέρονται, τὸ μὲν ἐπὶ τὸν θώρακα, καὶ καλεῖται ἀρτηρία, τὸ δὲ ἕτερον πρὸς τῷ τένοντι, καὶ καλεῖται οἰσοφάγος. γίνεται δὲ διὰ τῆς τραχείας ἀρτηρίας ἡ πάροδος τοῦ πνεύματος, ἥ τε κατὰ τὴν εἰσπομ‐ πὴν καὶ τὴν ἐκπομπήν, ὅπερ τῷ εἰρημένῳ τρόπῳ ἐκπνεόμενον ποιεῖ ψόφον, ὃς καλεῖται φωνή, ὅταν μετά τινος σημαντικῆς φαντασίας γίνηται. ἐκ μὲν οὖν τοῦ τρόπου τῆς γενέσεως ταύτῃ διαφέρει ἡ φωνὴ τῶν ψόφων. ἐκ δὲ τοῦ τέλους, ὅτι ἡ φωνὴ καθ’ ὁρμήν τινα τοῦ ζῴου γίνεται καὶ προσσημαίνει τι· διὸ καὶ μετὰ φαντασίας. διὸ καὶ οἱ τῶν ἀλόγων ψόφοι φωναί. καὶ γὰρ ὁ κύων, ὁπηνίκα φαντασίαν ἔχει τοῦ ἀλλοτρίου, ὑλακτεῖ· ὅταν δὲ τοῦ οἰκείου, σαίνει. καὶ ἐπὶ τῶν ἄλλων ζῴων ὡσαύτως σημαντικαί εἰσιν αἱ φωναὶ τῶν ψυχικῶν δυνάμεων καὶ διαθέσεων. καὶ γὰρ τροφῆς ὀρεγόμενα ἢ ἄλλου τινὸς κέχρηται φωνῇ. |
| φ 654 | Φωνή· ζήτει ἐν τῷ ἀόρατον. |
| φ 655 | Φωνή· ζήτει περὶ πρώτης φωνῆς ἐν τῷ Βεκκεσέληνα. |
| φ 656 | Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ζήτει ἐν τῷ τροχός. |
| φ 657 | Φωνὴ καὶ κραυγή: παρὰ τῇ γραφῇ ἡ τῆς ψυχῆς προθυμία. φωνῇ μου πρὸς κύριον ἐκέκραξα. καὶ Φωνήεις, ὁ φωνητικός. |
| φ 658 | Φώνημα: τὸ φθέγμα. |
| φ 659 | Φωνήσας· αἰτιατικῇ. |
| φ 660 | Φῶνος: ὁ μεγαλόφωνος. |
| φ 661 | Φωνῶ· αἰτιατικῇ. |
| φ 662 | Φώρ: ὁ κλέπτης. ἡ δοτικὴ φωρί. |
| φ 663 | Φωραθείς: εὑρεθείς, γνωσθείς. Πάμφιλος δανειστὴς παρὰ Ἀριστοφάνει· ὃς φωραθεὶς ἐπ’ αὐτοφώρῳ κατελύθη. |
| φ 664 | Φωρᾶν: ἐρευνᾶν, ἐκζητεῖν. |
| φ 665 | Φῶρας: λῃστάς. ἀπὸ τοῦ τὴν φώραν ἐρευνῆσαι. |
| φ 666 | Φωράσας: διερευνήσας, καταλαβών. καὶ Φωράσω, εὕρω, θεωρήσω, ἐρευνήσω. καὶ Φωράσαι. |
| φ 667 | Φώρια: λαθραῖα, λῃστήρια· ἢ κλοπιμαῖα πράγματα. ἐπήλυσιν ὄφρ’ ἀλέοιτο φώριον. καὶ ἐν Ἐπιγράμμασι· φώρια δ’ ἀμφαδίων λέκτρα μελιχρότερα. καὶ Φωρεία, ἐπὶ τῆς λῃστείας ταῦτα εἴλη‐ πται. καὶ Φώριον, τὸ κλέμμα. |
| φ 668 | Φωριαμός: κιβωτός. |
| φ 669 | Φῶρος: κατάσκοπος. |
| φ 670 | Φωρυτός: κόπρος, ἢ χῶμα. |
| φ 671 | Φώς: ὀξυτόνως ὁ ἄνθρωπος· Φῶς δὲ περισπωμένως. ὅπερ ἐστὶν ἐνέργεια καὶ τελειότης τοῦ δυνάμει διαφανοῦς. τὸ δὲ φῶς οὐδενὶ ἄλλῳ κρίνεται ἢ τῇ ὄψει. φῶς οὖν ἡ τοῦ διαφανοῦς ἐνέργεια, καθό ἐστι διαφανές, τουτέστι τὸ εἶδος καὶ ἡ τελειότης αὐτοῦ. δυνάμει γὰρ ὄντος τοῦ διαφανοῦς, ἐπιγενόμενον τὸ φῶς καὶ εἰδοποιῆσαν καὶ τελειῶσαν αὐτὸ ἐποίησεν ἐνεργείᾳ διαφανές. τὸ δὲ οὔτε σῶμά ἐστιν οὔτε κατ’ ἐκπομπὴν σωμάτων τινῶν γίνεται. πῶς γὰρ οἷόν τε ἦν ἀναβλέψαντας ἡμᾶς ἀθρόον τοῦ οὐρανοῦ ἀντιλαβέσθαι; πῶς γὰρ οἷόν τε ἐστὶν ἀχρόνως σώματος τοσαύτην κινηθῆναι διάστασιν; δέδεικται γὰρ δύο ζῳδίων διάστημα εἶναι· καὶ τριπλασιοεπιέβδομός ἐστιν ἡ περίμετρος τῆς διαμέτρου· ἔστι δὲ τὸ ἀπὸ τοῦ κέντρου τὸ ἥμισυ τῆς διαμέτρου. δῆλον οὖν ὡς τῆς ὅλης διαμέτρου τέσσαρα ἐχούσης ζῴδια καὶ πρός, ἐπειδὴ ἡ περίμετρος ιβʹ ἔχει, τὸ ἥμισυ τῆς διαμέτρου δύο ἂν ἔχοι ζῴδια καὶ πρός. πῶς οἷόν τε σῶμα ἀχρόνως τοσοῦτον κινηθῆναι διάστημα; αὕτη γοῦν ἡ ὀξυτάτη τῶν κινήσεων, λέγω δὴ ἡ τῆς ἀπλανοῦς, ἐν δύο ὥραις τὸ ἑκτημόριον τοῦ παντός, λέγω δὴ τὰ δύο ζῴδια, κινεῖται. πῶς οὖν οὐκ ἄλογον τὰ ἐκπεμπόμενα σώματα, τὰ ἐκ τῶν ὄψεων, καὶ τῆς ἀπλανοῦς ὀξυκινητότερα ὑποτίθεσθαι; καὶ πλεῖστα ἕτερα ἄττα περὶ φωτός, ὅτι μή ἐστι σῶμα, συλλογίζεται, ἃ παρήκαμεν δι’ ἀπειρίαν· ἅ τις ζητησάτω. Φῶς καὶ ἡ θεία κηδεμονία. Δαβίδ· καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ. ὅτι πᾶν σῶμα τὴν τοῦ φωτὸς δεχόμενον ἐνάργειαν, εἰ προσπέσοι λεῖόν τι καὶ στιλπνὸν σῶμα, δρᾶν αὐτὸ οὕτως ὥστε καὶ αὐτὸ τὴν ὁμοίαν ἐνάργειαν ἀντιπέμπειν, ὥσπερ ἐν ἀργύρῳ καὶ ἐν τοῖς ἐσόπτροις, καὶ ἐν ὕδατι καὶ ἐν ἄλλοις πλείστοις. διὰ τοῦτο γοῦν καὶ ἡ σελήνη δεχο‐ μένη τὸ τοῦ ἡλίου φῶς φωτίζει τὰ τῇδε καὶ τοῦτο φαμὲν φωτὸς ἀντανάκλασιν, τὴν ἀπὸ τῶν δεχομένων καὶ δυναμένων ὁμοίαν ἐνεργεῖν ἐνέργειαν. |
| φ 672 | Φωσθονία: ὄνομα μιᾶς τῶν Ἀλκυονίδων. καὶ ζήτει ἐν τῷ Ἀλκυονίδες. |
| φ 673 | Φωσφόρος: ὁ τὸ φῶς ἀνατέλλων. |
| φ 674 | Φωσσώνιον: λινοῦν τι, ἤτοι σινδόνιον· ἢ καὶ τὸ ἱστίον τῆς νεὼς πεφυσημένον· ἢ προσώπου τι ἐκμαγεῖον. λέγεται δὲ οὕτως καὶ ὃ παρὰ Ῥωμαίοις καλεῖται ὀράριον. |
| φ 675 | Φώσωνος: τοῦ ἀρμένου. |
| φ 676 | Φώσωρις. |
| φ 677 | Φῶτα: ἄνδρα. οὐ γὰρ μόνον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡς λέγει Πίνδαρος, ἀλλὰ καὶ ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται· ἀλλ’ ὅπου φυγάδες ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος, ἔνθ’ ἀρετὴ δια‐ είδεται ἀνδρῶν, κατὰ τὸν Ποιητήν. |
| φ 678 | Φωταύγεια: ἡ λαμπρότης. καὶ Φωταυγός. |
| φ 679 | Φωτεινός: ὄνομα κύριον. |
| φ 680 | Φωτίζειν· αἰτιατικῇ. εἰς φῶς ἄγειν, ἐξαγγέλλειν. οἱ δὲ Ῥω‐ μαῖοι νομίσαντες ἤδη τὸν καιρὸν παραδιδόναι φωτίζειν τὸ κατὰ τὴν ἐντολὴν ἀπόρρητον. |
| φ 681 | Φράβιθος· οὗτος στρατηγὸς ἦν τῆς ἀνατολῆς, ὃς ἀκμάζων τὴν ἀρετὴν ἐνόσει τὸ σῶμα, τῆς ψυχῆς ὑγιαινούσης πλέον. καὶ τό γε σῶμα διαλυόμενον ἤδη καὶ ἀποκολλώμενον εἰς τὴν λύσιν συνεγόμφου καὶ διέπλεκεν εἰς πῆξίν τινα καὶ ἁρμονίαν, ὅπως ἂν ἀρκέσειε τῷ καλῷ. ὃς τοὺς λῃστὰς ῥᾳδίως συνεῖλεν, ὥστε μικροῦ καὶ τὸ ὄνομα τῆς λῃστείας ἐκ τῆς μνείας τῶν ἀνθρώπων ἐκπεσεῖν. ἦν δὲ Ἕλλην τὴν θρησκείαν. |
| φ 682 | Φράγκοι: Γερμανικοί. |
| φ 683 | Φράγματα: ἀσφαλίσματα. ἐν Ἐπιγράμμασι· τὰ δ’ ὀκτάριζα μετώπων φράγμαθ’ ὑπὲρ κραναὰν ἇλος ἔπαξε πίτυν. τὰ κέρατα λέγει τῆς ἐλάφου. |
| φ 684 | Φραγνύντες: καθοπλίζοντες. τῶν νέων τοὺς ἀπορωτάτους τοῖς ὅπλοις φραγνύντες. |
| φ 685 | Φραδέος: φρονίμου. |
| φ 686 | Φράδμων: συνετός, φρόνιμος, ἢ ἔμπειρος. |
| φ 687 | Φραζόμενος: σκεπτόμενος, διανοούμενος. |
| φ 688 | Φράζουσι: σημαίνουσι, δηλοῦσι. |
| φ 689 | Φραώτης: ὄνομα κύριον. |
| φ 690 | Φράσας: φρασάμενος, ἐπινοήσας. δόλος ἦν ὁ φράσας. τουτέστι τὴν ἑστίασιν ἐν ᾗ ἀνῃρέθη ὁ Ἀγαμέμνων. ἔρως ὁ κτείνας. ὁ Αἴγισθος δι’ ἔρωτος. |
| φ 691 | Φραστῆρας: εἰδήμονας, ἐπιστήμονας. Ξενοφῶν· εἶχε δὲ τού‐ τους ὁ Κῦρος ὁδῶν φραστῆρας καὶ ὑδάτων καὶ χιλοῦ. |
| φ 692 | Φραστῆρες: οἱ γνώμονες τῶν ἡλικιῶν ὀδόντες. Ἀριστοφάνης· ἑπτέτης ὢν Ἀρχέδημος οὐκ ἔφυσε φράτορας. ἀντὶ τοῦ εἰπεῖν ὀδόντας· φραστῆρας, φράτορας εἶπε, τούτεστι συγγενεῖς. ἡ μεταφορὰ ἀπὸ τῶν παίδων, οἵτινες ὄντες περὶ τὰ ἑπτὰ ἔτη ἔχουσι πάντας τοὺς ὀδόντας. λέγει οὖν, ὅτι χρονίσας ἐν ταῖς Ἀθήναις οὐκ ἠδυνήθη ἀναγραφῆναι εἰς τοὺς πολίτας. καὶ νῦν δημαγωγεῖ ἐν τοῖς ἄνω νεκροῖς κἄστι τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. ἀντὶ τοῦ εἰπεῖν πολιτείας ἢ δημαγωγίας, μοχθηρίας εἶπε· χαριέντως πρὸς τὰ κακὰ αὐτῶν. οὐ λέγει δὲ διὰ τὴν κακοπραγίαν νεκροὺς τοὺς Ἀθηναίους· ἀλλὰ πιθανῶς οἱ κάτω τοὺς ζῶντας ἄνω νεκρούς φασι. |
| φ 693 | Φρατέρες: φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φράτερες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες. καὶ φρατρίζειν, τὸ τῆς αὐτῆς φρατρίας μετέχειν. ζήτει ἐν τῷ γεννῆται. |
| φ 694 | Φράτορες καὶ Φρατρίαι καὶ Φρατρίαρχος: φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς. ὁ οὖν τούτου τοῦ μέρους ἡγούμενος φρατρίαρχος ἐκαλεῖτο· ἐγγράφεται δὲ πατρόθεν εἰς τοὺς φράτορας τῇ τῶν Ἀπατουρίων ἑορτῇ. φασὶ δὲ τὸ αὐτὸ ἔθνος εἶναι τριττύν, ἤτοι τὴν φρατρίαν ἢ φρατορίαν. Φράτορας δὲ τοὺς συγγενεῖς κα‐ λοῦσιν. εἰσὶ δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, οἷον πατριᾶς τινος. ὁ γοῦν Ὅμηρος τὴν αὐτὴν καὶ πάτρην λέγει. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ’ ἴα πάτρη. μεταφορᾷ φάτρη καὶ φράτρη. μεταπέπτωκε δὲ τὰ στοιχεῖα· καθάπερ ἐπὶ τοῦ Πάτριος Ζεὺς καὶ Φάτριος. τὸ δὲ γράφεσθαι εἰς τοὺς φράτορας σύμβολον εἶχον τῆς συγγενείας. |
| φ 695 | Φραχθέντες: ἀσφαλισάμενοι. |
| φ 696 | Φρεάντλης: οὕτως ἐκαλεῖτο Κλεάνθης ὁ φιλόσοφος· μὴ ἔχων γὰρ ὅθεν τραφείη, τὰς μὲν νύκτας ἤντλει ὕδωρ μισθῷ, μεθ’ ἡμέραν δὲ τοῖς βιβλίοις ἐσχόλαζε. |
| φ 697 | Φρέαρ διαφθορᾶς: ἡ διηνεκὴς τιμωρία παρὰ τῷ Δαβίδ. |
| φ 698 | Φρεάριος: δῆμος τῆς Λεοντίδος. Δημοσθένης ὑπὲρ Κτησι‐ φῶντος. |
| φ 699 | Φρεάτια: τὰ βαθέα ὀρύγματα. πᾶσαν ἐδῄωσε τὴν γῆν, μήτε τῶν φρεατίνων ναμάτων φεισάμενος. καὶ αὖθις· φρεατίας δὲ εἶχεν ὁ τόπος ἀγνοουμένας. καὶ Φρεατία, ὄρυξις. |
| φ 700 | Φρενήρης: φρόνιμος, ἢ παράφρων. Ἀγαθίας· ἦν δέ τις Ἀρμένιος φρενήρης καὶ ἐν δέοντι φιλοκίνδυνος. καὶ αὖθις· ὁ δὲ Κόμοδος ἦν φύσιν τε οὐ φρενήρης καὶ οὐ μάλα τι ἀγαθὸς τὰ πο‐ λεμικά. |
| φ 701 | Φρενίτις: νόσος. |
| φ 702 | Φρενοβλάβεια. |
| φ 703 | Φρενοβλαβής: ὁ τὰς φρένας βεβλαμμένος, ὁ παράφρων. ἐπὶ Λέοντος τοῦ βασιλέως Ῥωμαίων Αἰθίοπες ἐκόμισαν καμηλοπαρ‐ δάλεις καὶ δύο ἐν βραχυτάτοις σώμασιν ἄνδρας φρενοβλαβεῖς, οὓς δὴ πυγμαίους Ὅμηρος ὠνόμασε. |
| φ 704 | Φρενόθεν· Σοφοκλῆς· οὔ ποτε γὰρ φρενόθεν ἐπ’ ἀριστερά, παῖ Τελαμῶνος, ἔβης, τόσον ἐν ποίμναισι πιτνῶν. ἀντὶ τοῦ οὐ γὰρ ἐπὶ τοσοῦτον ἄφρων εἶ, ὡς ἄνευ αἰτίας θεῶν ἐμπεσεῖν τοῖς ποιμνίοις. ἀριστερὰ δὲ τὰ μωρὰ ἐκάλουν οἱ παλαιοί, δεξιὰ δὲ τὰ συνετά. |
| φ 705 | Φρενόληπτος: ὁ ἀναίσθητος. |
| φ 706 | Φρενωθῆναι: ἀντὶ τοῦ σωφρονισθῆναι. ἀπὸ τοῦ φρενῶ, τρίτης συζυγίας τῶν περισπωμένων. |
| φ 707 | Φρεορύκτης· Φρεωρύχος δέ. καὶ Φρεατορύκτης. καὶ Φρεορυκτῶ, ῥῆμα· Φρεωρυχῶ δέ. |
| φ 708 | Φρείατα: φρέατα. |
| φ 709 | Φρήν, φρένα: διάνοιαν. |
| φ 710 | Φρήμας· Πίνδαρος· φρήμας, δι’ αἰθέρος. διότι πυρώδης ὢν ὁ αἰθὴρ οὐ τρέφει. καὶ ζήτει ἐν τῷ αἰθήρ. |
| φ 711 | Φρήτρα: ἡ συγγένεια. οἳ σφᾶς ἐκόσμουν, καὶ διεῖλεν ἐς φρήτρας λόχους τε καὶ φάλαγγας, ὥσπερ ἀνθρώπους. |
| φ 712 | Φρίκα: τὴν ἐπιφάνειαν τοῦ κύματος. |
| φ 713 | Φρίκη: τρόμος, ἁλμός. καὶ τολμηθὲν οἱ τὸ μέγα τόλμημα, φρίκη τις αὐτὸν περιέρχεται, καὶ νοσεῖ νόσῳ μακροτάτῃ. |
| φ 714 | Φριμάξασθαι: παρὰ Ἡροδότῳ φρυάξασθαι. πεφυσῆσθαι. |
| φ 715 | Φριμασσομένη: χρεμετίζουσα, ἀγριουμένη· ἢ ἀτάκτως πη‐ δῶσα. ἡ δὲ ἵππος ὀπισθόρμητα φριμασσομένη ἐχώρει καὶ ἀδύνατα εἶχεν ἐς τὰ ἄδενδρα ἐπιβῆναι. καὶ αὖθις· κτύπου τῶν ὅπλων καὶ φριμαγμοῦ τῶν ἵππων κατακούοντες ἐξεπλήσσοντο. |
| φ 716 | Φρίξ: ἡ ἄνωθεν καὶ ἐξεπιπολῆς τῶν κυμάτων κίνησις. ἢ ὁ ἐπι‐ πολάζων τῷ κύματι ἀφρός, ὅτε ἄνεμος ἄρχεται πνεῖν. |
| φ 717 | Φρίξ: τῶν ὑδάτων μελανία. |
| φ 718 | Φριξότριχα: ὀρθοῦντα τὰς τρίχας. Βάβριος· κοιμωμένου λέοντος ἀγρίης χαίτης διέδραμε μῦς, ὁ δὲ λέων ἐθυμώθη, φρίξας δὲ χαίτην ἔκθορε φωλάδος κοίλης. καὶ Φρίσσω, τὸ πυκνῶ. |
| φ 719 | Φρίσσω· αἰτιατικῇ. |
| φ 720 | Φρόνημα: ἡ ἔπαρσις. ὁ δὲ ὑπὸ φρονήματος καθίησι τὰς χεῖρας ὡς διαρρήξων τὸ ξύλον καὶ πιεσθεὶς θνήσκει. Φρόνημα καὶ ἡ ἀλαζονεία. οἱ δὲ Ῥόδιοι φρόνημα πολὺ πρότερον ἔχοντες, ὡς καὶ αὐτοὶ τόν τε Φίλιππον καὶ τὸν Ἀντίοχον νενικηκότες τῶν τε Ῥωμαίων κρείττους ὄντες, ἐς τοσοῦτον δέος ἀφίκοντο, ὥστε τῶν τἀναντία τοῖς Ῥωμαίοις φρονησάντων ἐπὶ τιμωρίαν πέμψαι. |
| φ 721 | Φρόνημα: ἑνικῶς, διὰ τοῦ η· πληθυντικῶς δὲ τὰ φρόνιμα διὰ τοῦ ι. |
| φ 722 | Φρονηματίας. |
| φ 723 | Φρονηματίζομαι: ὅτι δοκῶ φρονεῖν. |
| φ 724 | Φρονηματισθῆναι: οὕτως Ὑπερίδης. ἀντὶ τοῦ φρονήματος καὶ οἰήσεως πληρωθῆναι. οἱ δὲ φρονηματισθέντες ὑπὸ τῶν δεδηλω‐ μένων ἕτοιμοι ἦσαν. |
| φ 725 | Φρονηματισμόν: ἔπαρσιν, τύφον. θεασάμενοι δὲ τὸν φρονη‐ ματισμὸν τῶν ἀνθρώπων ἔν τε ταῖς κατ’ ἰδίαν ὁμιλίαις καὶ ταῖς κατὰ κοινὸν ἐντεύξεσιν ἐξ αὐτῆς ἐπανῆλθον εἰς τὸν στρατηγόν. καὶ τὸ ῥῆμα Φρονηματίζω. |
| φ 726 | Φρόνησις· φρόνησις ἐστὶν ἐπιστήμη κακῶν καὶ ἀγαθῶν καὶ οὐδετέρων. |
| φ 727 | Φρόνιν: τὴν φρόνησιν. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. Ὅμηρος. |
| φ 728 | Φρονούντων: ἀντὶ τοῦ φρονείτωσαν. καὶ ζήτει ἐν τῷ δρώντων. |
| φ 729 | Φρονῶ· τὸ καυχῶμαι. |
| φ 730 | Φρονῶ· πῶς οὖν οὗτος ὁ σοφὸς οὐκ ηὔδα τόδε. οὐκ οἶδ’· ἐφ’ οἷς γὰρ οὐ φρονῶ, σιγᾶν φιλῶ. |
| φ 731 | Φροντιζόντων: συνεστώτων. καὶ Φροντιζόντων, ἀντὶ τοῦ στυγναζόντων. ἢ σύνοδός τις καὶ θάκος σοφῶν. φροντισταὶ δὲ ἐκαλοῦντο οἱ περὶ τὸν Σωκράτην διὰ τὸ φροντίζειν περὶ ἀλλήλων καὶ διὰ τὸ μηδέποτε παύεσθαι φροντίδος. Μεριμνοφροντισταὶ δὲ καλοῦνται οἱ σοφοί, οἱ Σωκρατικοί. καὶ Φρόντισμα, τὸ σόφισμα. |
| φ 732 | Φροντίζω· γενικῇ. |
| φ 733 | Φροντίς: ἀγωνία, καὶ μέριμνα, καὶ φόβος. ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα; |
| φ 734 | Φροντιστήριον: διατριβή, ἢ μοναστήριον· ὅπερ Ἀττικοὶ σεμ‐ νεῖον καλοῦσι. |
| φ 735 | Φρόντων, Ἐμισηνός, ῥήτωρ, γεγονὼς ἐπὶ Σευήρου τοῦ βασι‐ λέως ἐν Ῥώμῃ. ἐν δὲ Ἀθήναις ἀντεπαίδευσε Φιλοστράτῳ τῷ πρώτῳ καὶ Ἀψίνῃ τῷ Γαδαρεῖ. ἐτελεύτησε δὲ ἐν Ἀθήναις, περὶ ξʹ ἔτη γεγονώς· καὶ τῆς ἀδελφῆς Φροντωνίδος παῖδα ὄντα Λογγῖνον τὸν κριτικὸν κατέλιπεν κληρονόμον. ἔγραψε δὲ συχνοὺς λόγους. |
| φ 736 | Φρωγεῖν: φράττειν Ἀττικῶς. |
| φ 737 | Φροῦδα: ἀφανῆ, ἄφαντα. φροῦδα γὰρ αὐτοῖς καὶ ἐς τοὐναν‐ τίον περιέστη τὰ τῶν ἐλπίδων. Σοφοκλῆς· ἀλλ’ ἐπεὶ πέπαυται, κάρτ’ ἂν εὐτυχεῖν δοκῶ. φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. καὶ Φροῦδος, ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομά ἐστι. |
| φ 738 | Φροῦδος: πρὸ ὁδοῦ· οἱονεὶ ἀπεληλυθώς, ἔκδημος. Ἀπολλόδω‐ ρος φροῦδος μὲν ὁ πρὸ ὁδοῦ φησιν ἢ φροῦρος ὁ προορῶν, ἢ ἤδη ἔξω ὤν. καὶ αὖθις· Φρουρὰς ᾄδων ὀλίγου φροῦδος γεγέ‐ νημαι. ἀντὶ τοῦ διαγρυπνῶν περὶ τὴν φρουράν. διχῶς δὲ λέγεται ἡ γραφή· φρουρὰς ᾄδων καὶ φρουρὰς ἰδών. καὶ τὸ μὲν φρουρὰς ᾄδων ἀντὶ τοῦ συνεχῶς ᾄδων φρουράς, τὸ δὲ φρουρὰς ἰδὼν ἀντὶ τοῦ φυλάττων· ἐπειδὴ φύλακες ἦσαν τῶν τοῦ φροντιστηρίου θυρῶν. φρουρὰς δὲ ᾄδων, ἀντὶ τοῦ ἀγρυπνῶν· οἱ γὰρ φρουροῦντες πρὸς τὸ ἀποσοβεῖν τὸν ὕπνον καὶ τὴν ἀγρυπνίαν αὐτῶν ᾖδον. |
| φ 739 | Φρουρά: φυλακή. περὶ τῆς Σπάρτης εἰς φόβον κατέστησε Λακεδαιμονίους, ὡς καὶ φρουρὰν αὐτοὺς ἐν τῇ πόλει καταστῆσαι. |
| φ 740 | Φρουρεῖ: φυλάσσει. |
| φ 741 | Φρουρεῖν ἢ πλουτεῖν: ἐπὶ τῶν κερδαίνειν ἐφιεμένων· Ἀθηναῖοι γὰρ φρουραῖς διαλαβόντες τοὺς νησιώτας μισθοὺς ἔταξαν μεγάλους τοῖς φυλάσσουσιν ὑπ’ αὐτῶν χορηγεῖσθαι τῶν νησιωτῶν. δι’ ἀτέλειαν οὖν καὶ τὸ ἀταλαιπώρως ἐκ τῶν ἀλλοτρίων ζῆν εἰρῆσθαι, ὡς δέον ἢ πλουτεῖν τινα ἢ φρουρεῖν. |
| φ 742 | Φρουρήσεις ἐν Ναυπάκτῳ: τοῖς Ναύπακτον φρουροῦσιν ὀλίγου μισθοῦ διδομένου, τῶν δ’ ἐπιτηδείων πολλοῦ πιπρασκομένων, τὴν παροιμίαν γενέσθαι. ἔνιοι δέ, ὅτι Φίλιππος ἑλὼν Ναύπακτον Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε πάντας. ἱστορεῖ δὲ τοῦτο καὶ Θεόπομπος ἐν δευτέρῳ. |
| φ 743 | Φρούριον: κάστρον. καί, φρούριον Χλομάρων. |
| φ 744 | Φρουροί: τάξις ἐστὶν ἐκ διαδοχῆς ἱσταμένη πρὸ τοῦ στρατο‐ πέδου μετὰ τῶν ὅπλων· καὶ δεινὸς ἐπ’ αὐτὴν Ῥωμαίων νόμος, τὸν ὑποχωρήσαντα καθ’ ἡνδηποτοῦν αἰτίαν θνήσκειν. οἱ δὲ τοῦ μετὰ κολά‐ σεως τὸν μετ’ ἀρετῆς θάνατον προκρίναντες ἵστανται. |
| φ 745 | Φροίμιον: προοίμιον. |
| φ 746 | Φρύαγμα: ἡ τῶν ἵππων καὶ ἡμιόνων διὰ μυκτήρων ἠχή, ἀγρίῳ φυσήματι ἐκπίπτουσα. λέγεται δὲ καὶ ἐπὶ τῆς γελάσεως. |
| φ 747 | Φρυαγμοσεμνάκους· Ἀριστοφάνης· ἔχων τρόπους φρυαγμο‐ σεμνάκους τινάς. |
| φ 748 | Φρυάττεσθαι: τὸ καταπλήττειν. οὕτως Μένανδρος. καὶ Φρυατ‐ τόμενος, ἐπαιρόμενος. |
| φ 749 | Φρύγανον τίθεσθαι: τοῦτό φησιν, ἐπεὶ ὑπέβαλε φρύγανα πρὸς τὸ ἀνάψαι ὡς οἱ μάντεις. καὶ γὰρ ἑαυτοῖς τὰ φρύγανα τιθέασι πρὸς τὴν ἐπιστήμην ἑαυτῶν. διὰ τοῦτό φησιν, εὖ σοι δοκῶ φρύγανα τίθεσθαι. |
| φ 750 | Φρύγα: τὸν τῆς Μητρὸς τῶν θεῶν. ζήτει ἐν τῷ βάραθρον. |
| φ 751 | Φρυγίλος ὄρνις, τοῦ Φιλήμονος γένους. φρυγίλος, ὄνομα ὀρνέου. ὁ δὲ Φιλήμων κωμῳδεῖται ὡς Φρὺξ καὶ ξένος καὶ Κάρ. Ἀριστο‐ φάνης φησί. |
| φ 752 | Φρύγιον: δαλὸς ξηρός. |
| φ 753 | Φρύγιος αὔλησις: ὥσπερ καὶ Δώριος καὶ Λύδιος. ζήτει ἐν τῷ Δώριος. |
| φ 754 | Φρυγίων ἐρίων: ἐκεῖσε γὰρ ἁπαλὰ καὶ καλὰ ἔρια γίνεται. Ἀριστοφάνης· χλαῖναν γὰρ ἀπώλες’ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον. |
| φ 755 | Φρυκτός: ἡ διὰ τῶν δᾴδων γινομένη ἐν πολέμοις λαμπάς. |
| φ 756 | Φρυκτὸς ὁ κύαμος ἐλέγετο. ἀντὶ δὲ ψήφων κυάμους ἐφόρουν οἱ τῶν Ἀθηναίων δικασταί. ὅθεν καὶ τὸ διαφρυκτοῦν, διαψηφίζειν, διακληροῦν. |
| φ 757 | Φρυκτός. καὶ Παραφρυκτωρευόμενος. οἱ κακουρ‐ γοῦντες περὶ τὰς φυλακὰς καὶ φρυκτοὺς ἀνατείνοντες ἐναντίους τοῖς πεπιστευκόσι τὴν φυλακὴν ἐπὶ τῷ συμφέροντι τῶν ἀντικαθεζομένων παραφρυκτωρεύεσθαι λέγονται, ὥς φησι Λυσίας· τούτων εἷς ὁ πρεσ‐ βύτερος ἐν Σικελίᾳ παραφρυκτωρευόμενος τοῖς πολεμίοις, ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη. Φρυκτωρεῖν κυρίως τὸ διὰ πυρσῶν ἀνατεινόμενον σημαίνει. |
| φ 758 | Φρυκτωρία: ἡ διὰ τῶν πυργῶν παραφυλακὴ νυκτερινή. ἢ λαμπάς. ἢ καῦσις. παρὰ τὸν πυρσόν, καὶ τὸ ὠρεῖν, ὅ ἐστι φυλάτ‐ τειν. Φρυκτωρὸς δὲ ὁ τῆς φρυκτωρίας ἐπιμελούμενος. καὶ Φρυκτωρῶ· δοτικῇ. |
| φ 759 | Φρυκτοί: λαμπάδες τινὲς ἀπὸ ξύλων γινόμεναι, ἅς τινες βαστά‐ ζοντες ἄνωθεν τῶν τειχῶν ἐσήμαινον τοῖς πλησιοχώροις ἢ τοῖς συμ‐ μάχοις, ὅταν τινὰς ἑώρων πολεμίους ἐπιόντας, ὡς ὅτι δεῖ προφυ‐ λάξασθαι. οὐ μόνον δὲ ἐπὶ πολεμίων τοῦτο ἐποίουν, ἀλλὰ καὶ ἐπὶ φίλων, ὅταν ἑώρων βοήθειαν ἐρχομένην, ἐσήμαινον πάλιν διὰ τῶν φρυκτῶν, ὡς οὐ δεῖ θορυβεῖσθαι. καὶ ὅτε μὲν φίλους ἐδήλουν, ἐβά‐ σταζον τοὺς φρυκτοὺς ἠρεμοῦντες· ὅταν δὲ πολεμίους, ἐκίνουν. |
| φ 760 | Φρύνη ἔχουσα λήκυθον πρὸς ταῖς γνάθοις: Φρύνη, παλαιὰ ἑταίρα. λήκυθος δέ, τουτέστι διῳδηκυῖα τὸ πρόσωπον. |
| φ 761 | Φρῦνις, κιθαρῳδός, Μιτυληναῖος· ὃς ἐδόκει πρῶτος κιθαρίσαι παρ’ Ἀθηναίοις καὶ νικῆσαι Παναθήναια ἐπὶ Καλλίου ἄρχοντος. ἦν δὲ Ἀριστοκλείδου μαθητής. ὁ δὲ Ἀριστοκλείδης τὸ γένος ἦν ἀπὸ Τερ‐ πάνδρου· ἤκμασε δὲ ἐν τῇ Ἑλλάδι κατὰ τὰ Μηδικά, εὐδόκιμος κιθα‐ ριστής. παραλαβὼν δὲ τὸν Φρῦνιν αὐλῳδοῦντα κιθαρίζειν ἐδίδαξεν. Ἴστρος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μελοποιοῖς τὸν Φρῦνιν Λέσβιόν φησι, Κάνωπος υἱόν· τοῦτον δὲ Ἱέρωνος τοῦ τυράννου μάγειρον ὄντα δοθῆναι σὺν ἄλλοις πολλοῖς Ἀριστοκλείδῃ. ταῦτα δὲ σχεδίοις ἔοικεν εἰ γὰρ ἦν γεγονὼς δοῦλος καὶ μάγειρος Ἱέρωνος, οὐκ ἂν ἐσιώπων οἱ κωμικοί, πολλάκις αὐτοῦ μεμνημένοι ἐφ’ οἷς ἐκαινούργησε, κατακλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον. |
| φ 762 | Φρύνιχος, Πολυφράδμονος ἢ Μινύρου, οἱ δὲ Χοροκλέους· Ἀθηναῖος, τραγικός, μαθητὴς Θέσπιδος τοῦ πρώτου τὴν τραγικὴν εἰσενέγκαντος. ἐνίκα τοίνυν ἐπὶ τῆς ξζʹ ὀλυμπιάδος. οὗτος δὲ πρῶ‐ τος ὁ Φρύνιχος γυναικεῖον πρόσωπον εἰσήγαγεν ἐν τῇ σκηνῇ, καὶ εὑρετὴς τοῦ τετραμέτρου ἐγένετο. καὶ παῖδα ἔσχε τραγικὸν Πολυ‐ φράσμονα. τραγῳδίαι δὲ αὐτοῦ εἰσιν ἐννέα αὗται· Πλευρωνία, Αἰγύπ‐ τιοι, Ἀκταίων, Ἄλκηστις, Ἀνταῖος ἢ Λίβυες, Δίκαιοι ἢ Πέρσαι ἢ Σύν‐ θωκοι, Δαναΐδες. |
| φ 763 | Φρύνιχος, Ἀθηναῖος, κωμικὸς τῶν ἐπιδευτέρων τῆς ἀρχαίας κωμῳδίας. ἐδίδαξε γοῦν τὸ πρῶτον ἐπὶ πϛʹ ὀλυμπιάδος. δράματα δὲ αὐτοῦ ἐστι ταῦτα· Ἐφιάλτης, Κόννος, Κρόνος, Κωμασταί, Σάτυροι, Τραγῳδοὶ ἢ Ἀπελεύθεροι, Μονότροπος, Μοῦσαι, Μύστης, Ποάστριαι, Σάτυροι. |
| φ 764 | Φρύνιχος, Βιθυνός, σοφιστής. Ἀττικιστὴν ὑπ’ Ἀττικῶν ὀνο‐ μάτων βιβλία βʹ, Τιθεμένων συναγωγήν, Σοφιστικῆς παρασκευῆς βιβλία μζʹ, οἱ δὲ οδʹ. |
| φ 765 | Φρύνιχος, Μελανθᾶ, Ἀθηναῖος, τραγικός. ἔστι δὲ τῶν δραμά‐ των αὐτοῦ καὶ τάδε· Ἀνδρομέδα, Ἠριγόνη. ἐποίησε καὶ Πυρρίχας. ὅτι Φρύνιχον Ἀθηναῖοι χιλίαις ἐζημίωσαν, ἅλωσιν Μιλησίων τραγῳ‐ δήσαντα. |
| φ 766 | Φρυνίχου πάλαισμα: αὕτη τέτακται κατὰ τῶν πανούργως καὶ συνετῶς σοφιζομένων. Ἱστορεῖ δὲ Θουκυδίδης, ὅτι Φρύνιχος, στρα‐ τηγὸς Ἀθηναίων ἐν Σάμῳ, μελλόντων τῶν στρατιωτῶν κατάγειν Ἀλ‐ κιβιάδην, ἐδήλωσε τῷ ναυάρχῳ Λακεδαιμονίων ὁ Φρύνιχος, ὅτι βού‐ λοιτο αὐτῷ προδοῦναι τὸ στράτευμα. λαβόντος δὲ τὴν ἐπιστολὴν Ἀλκιβιάδου καὶ πέμψαντος τοῖς Ἀθηναίοις, παρὰ μικρὸν ἐλθὼν ἀπο‐ λέσθαι ὁ Φρύνιχος γράφει πάλιν τῷ ναυάρχῳ τὸ γεγονός, αἰτιώμενος καὶ φάσκων πάλιν αὐτῷ προδώσειν τὸ στράτευμα, εἰ ἐπέλθοι. σημήνας δὲ οὕτω προηγόρευσε τοῖς στρατιώταις, δευτέραν ἥξειν ἐπιστολὴν κατ’ αὐτοῦ παρ’ Ἀλκιβιάδου· καὶ πολεμίων ἔφοδον ἐσομένων φυλάξασθαι. συμβάντων δὲ οὕτως τούτων καὶ κομισθέντων μὲν τῶν γραμμάτων, γενομένης δὲ τῆς ἐφόδου, ἐπίστευσαν οἱ στρατιῶται πάντα, καὶ τὰ νῦν καὶ τὰ πρότερον, κατὰ τοῦ Φρυνίχου δι’ ἔχθραν ὑπὸ Ἀλκιβιάδου γεγενῆσθαι. καὶ αὖθις Ἀριστοφάνης· Φρυνίχου παλαίσμασιν, ἀντὶ τοῦ στρατηγήμασι· στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν οἱ Ἀθη‐ ναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντος τὸν πόλεμον. κωμικὸς ποιητής, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἦν δὲ στρατηγὸς Ἀθηναίων, ἐφ’ οὗ πολλοὶ τῶν τραγικῶν ἄτιμοι ἐγένοντο. γεγόνασι δὲ Φρύνιχοι τέσσαρες. |
| φ 767 | Φρύνιχος καὶ Λύκις καὶ Ἀμειψίας, κωμικοὶ ὑπόψυχροι. καὶ Ἀριστοφάνης· ἔνθεν ὥσπερ ἡ μέλιττα, Φρύνιχος ἀμβροσίων μελέων ἀπεγεύετο καρπὸν ἀεὶ φέρων γλυκεῖαν ᾠδάν. |
| φ 768 | Φρῦνος: ὁ ἀδιάπλαστος βάτραχος. καὶ ἐπίγραμμα· ἀσπίδα, φρῦνον, ὄφιν καὶ Λαδικέας περίφευγε καὶ κύνα λυσσητῆρα, καὶ πάλιν Λαδικέας. |
| φ 769 | Φρύνων καὶ Φιλοκράτης: ἀμφότεροι προδόται. καὶ ὁ μὲν διὰ τὴν προδοσίαν ἔφυγε καὶ ἐπὶ πορνοβοσκίᾳ διεβάλλετο, ὁ δὲ Φρύνων ἐπὶ τῇ τοῦ παιδὸς προαγωγείᾳ, ὃν ἀπήγαγε Φιλίππῳ· Φωκίων δὲ ὁ Φώκου πολλοῖς χρήματα ἔδωκε καὶ θυγατέρας συνεξέδωκε καὶ πᾶσιν ἀνίει τὰ αὑτοῦ. χρηστὸς οὖν ἐκλήθη κοινῇ ψήφῳ ἐν ἐκκλησίᾳ· δικάζων δὲ ἀεὶ τὴν σῴζουσαν ἔφερεν. ὃ δὲ ἐπὶ Σατύρου φησὶν ὁ Δημοσθένης ἕνεκα τῶν Ἀπολλοφάνους θυγατέρων, τοῦτο εἰς Φωκίωνά τινες ἀναφέρουσι καί φασιν ὅτι λαβὼν αὐτὰς εἰς Ἀθήνας ἤγαγε καὶ ἐξέδωκεν. |
| φ 770 | Φρυνώνδας: τῶν ἐπὶ πονηρίᾳ διαβεβοημένων. ὃς ξένος ὢν κατὰ τὰ Πελοποννησιακὰ διέτριβεν Ἀθήνησιν. Ἀριστοφάνης Ἀμφιάρεῳ· ὦ μιαρὲ καὶ Φρυνώνδα καὶ πονηρὲ σύ. ἐκ τούτου τοὺς πονηροὺς Φρυνώνδας καλοῦσι. κακοήθης ὁ Φρυνώνδας οὗτος καὶ πανοῦργος, μισθοῦ τινας μηχανὰς πραγμάτων ἐπὶ κακοῖς ῥᾳδίως συντιθείς, ὥς φησιν Εὔδημος. καὶ αὖθις· ἀλλ’ οἶμαι οὔτε Φρυνώνδας οὔτ’ Εὐρύ‐ βατος οὐδ’ ἄλλος πώποτε τῶν πάλαι πονηρῶν, τοιοῦτος μάγος καὶ γόης. |
| φ 771 | Φρύνωνος: ὄνομα κύριον. οὗτος τῶν δέκα πρέσβεων εἷς ἦν τῶν μετὰ Αἰσχίνου καὶ Δημοσθένους. |
| φ 772 | Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος: ἐπεὶ δοκοῦσιν ἀργότεροι καὶ νωχελέστεροι εἶναι οἱ Φρύγες οἰκέται. |
| φ 773 | Φρὺξ μηδὲν ἧττον Σπινθάρου: οὗτος ὁ Σπίνθαρος κωμῳ‐ δεῖται ὡς βάρβαρος καὶ Φρύξ. |
| φ 774 | Φοιβάδαιον. |
| φ 775 | Φοιβάμμωνος. |
| φ 776 | Φοιβάς: ἡ θεά. |
| φ 777 | Φοιβᾶσθαι: καθαίρεσθαι. καὶ Φοῖβον, τὸ καθαρόν. καὶ Φοῖβαι, αἱ καθαραί. |
| φ 778 | Φοίβη: ἡ ἄμπελος. ἐν Ἐπιγράμμασι· τρισσὸν ὑπ’ εὐπετάλοις δῶρον ἔθηκε φοίβαις. |
| φ 779 | Φοίβιος: ὁ Ἀπόλλων. |
| φ 780 | Φοῖβος: καθαρός, ἁγνός, ἢ μάντις· καὶ ἀμίαντος· καὶ ὁ Ἀπόλλων. |
| φ 781 | Φοιδεράτοι: οὕτω καλοῦσι Ῥωμαῖοι τοὺς ὑποσπόνδους τῶν Σκυθῶν. |
| φ 782 | Φοινήεις. |
| φ 783 | Φοινικᾶ: τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί· ἀργυρᾶ, χρυσᾶ καὶ κεραμεᾶ, ἀπὸ τοῦ κεραμεοῦν· καὶ φοινικᾶ, ἀπὸ τοῦ φοινικοῦν. |
| φ 784 | Φοινικελίτης: ὁ ἀπατηλός. |
| φ 785 | Φοινίκειον αἷμα. καὶ Φοινίκειος οἶνος. |
| φ 786 | Φοινίκη: πόλις. |
| φ 787 | Φοινικήϊα γράμματα: Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες, ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις. Σκάμων δ’ ἐν τῇ δευτέρᾳ τῶν εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταίωνος ὀνομασθῆναι. μυθεύεται δ’ οὗτος ἀρσένων μὲν παίδων ἄπαις, γενέσθαι δὲ αὐτῷ θυγατέρας Ἄγλαυρον, Ἔρσην, Πάνδροσον· τὴν δὲ Φοινίκην ἔτι παρ‐ θένον οὖσαν τελευτῆσαι. διὸ καὶ Φοινικήϊα τὰ γράμματα τὸν Ἀκταίωνα, βουλόμενόν τινος τιμῆς ἀπονεῖμαι τῇ θυγατρί. |
| φ 788 | Φοινικίδα· τί φειδόμεσθα τῶν λίθων, οἱ δημόται, μὴ οὐ κα‐ ταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; οἷος αὖ μέλας τις ὑμῖν θαυμάλωψ ἐπέζεσεν. ἀντὶ τοῦ μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν, ὡς φοινικοῦν αὐτοῦ ποιῆσαι τὸ σῶμα; τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἐχρήσατο· διὸ καὶ φοινικίδα εἶπεν, ὡς ἐπὶ ἱματίου. Ἀριστοτέλης δέ φησι χρῆσθαι τοὺς Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολέμους· τοῦτο μὲν ὅτι τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥεύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι ἀντὶ τοῦ ἐν τάξει πολεμίων, ἀπὸ τοῦ φορήματος δηλώσειεν ἂν εἰκότως. ἐπεὶ τὸ φοινιχθῆναι, αἱμαχθῆναι. καί, ξαίνει κατὰ νώτου πολλάς. Δημοσθένης. θαυμάλωψ δὲ ὁ διακεκαυμένος. ἀνθρακεῖς δὲ οἱ Ἀχαρνεῖς. καὶ Ἰώσηπος· κτῆσίν τε τὴν σὴν καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι, πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας. |
| φ 789 | Φοινικίδης, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι Φύλαρχος, Μισουμένη· ὡς Ἀθήναιός φησιν ἐν τῷ βιβλίῳ τῶν Δειπνοσοφιστῶν. |
| φ 790 | Φοινικικόν: τὸ ψεῦδος. ἀπὸ τῶν κατὰ τὸν δράκοντα καὶ τοὺς Σπαρτοὺς καὶ Κάδμον ψευδῶς λεγομένων. |
| φ 791 | Φοινικικῶν· τάξεων ἀπαλλαγέντες καὶ κακῶν Φοινικικῶν. ἢ ὅτι φοινικὶς χλαμὺς ἦν πολεμική· ἢ ἀντὶ τοῦ ναυτικῶν κακῶν· Φοί‐ νικες γὰρ λέγονται κρατεῖν ἐν ταῖς ναυμαχίαις. ἢ αἱματωδῶν· ἀπὸ τῆς τοῦ αἵματος χροιᾶς. καὶ Ὅμηρος· φοινίσσετο δ’ αἵματι γαῖα. |
| φ 792 | Φοινίκιον ἔρνος, καὶ χρῶμα. καὶ Φοινίκιος ἄνθρωπος. |
| φ 793 | Φοινικιοῦς: ἀντὶ τοῦ πυρρός. περισπᾶται δὲ τῶν εἰς ους ἁπλῶν τῷ λόγῳ. καί ἐστι παρὰ τὴν φοίνικος γενικήν, φοινικόεις, φοινικίοες ἐν ὑπερθέσει, φοινικιοῦς ἐν συναιρέσει. |
| φ 794 | Φοινικολόφου: ξανθολόφου. |
| φ 795 | Φοινικοῦν: ἐρυθρόν, πυρρόν. |
| φ 796 | Φοινίκων ἐγκέφαλοι· Πῶρός φησιν, Ἰνδῶν βασιλεύς· τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ καρπὸς τῶν φοινίκων, καὶ ὁπόσα μοι ποταμὸς κηπεύει. καὶ Φοινίκων συνθῆκαι· οἱ τὴν Καρχηδόνα κτίσαντες Φοίνικες, ὅτε προσέπλευσαν τῇ Λιβύῃ, ἐδεήθησαν τῶν ἐγχωρίων δέξασθαι αὐτοὺς νύκτα καὶ ἡμέραν· ἐπι‐ τυχόντες δὲ τούτου οὐκ ἐβούλοντο ἀπαλλάσσεσθαι, ὡς συντιθέμενοι νύκτας καὶ ἡμέρας μένειν. διὸ λέγεσθαι τοῦτο ἐπὶ τῶν ἐνεδρευτικῶς συντιθεμένων. τὰ δ’ ὅμοια Δήμων ἐπὶ Μεταποντίνων ἱστορεῖ. |
| φ 797 | Φοινικῶνος. |
| φ 798 | Φοῖνιξ: τὸ δένδρον. καὶ τὸ ὄρνεον. ἐπὶ Κλαυδίου Καίσαρος ἐλθεῖν φασι τοῦτο τοῖς Αἰγυπτίοις διὰ τεττάρων καὶ νʹ καὶ χʹ ἐτῶν. καὶ Φοῖνιξ, ἀντὶ τοῦ φοινικοῦς. Ὅμηρος· ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν. ἐπὶ ἵππου. περὶ οὖν τοῦ ὀρνέου ἱστόρηται, ὅτι ὅταν αὐτῷ τὸ μοιρίδιον ἄγῃ, ἔρχεται εἰς Αἴγυπτον, ὅθεν οὐκ ἴσασιν ἄνθρω‐ ποι· καὶ αὐτὸς ἑαυτῷ ποιησάμενος ἐκ κασίας καὶ σμύρνης πυρὰν ἀποθνήσκει. καυθείσης δὲ τῆς πυρᾶς, μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι γίνεσθαι· ὅν τινα μεταβάλλειν καὶ γίνεσθαι πάλιν φοίνικα καὶ ἀφίπτασθαι εἰς Αἴγυπτον ἐκεῖθεν ὅθεν ἦλθεν ὁ πρὸ αὐτοῦ φοῖνιξ. |
| φ 799 | Φοινίξω: αἱμάξω, βάψω, πυρώσω. ἀπὸ τοῦ φόνου. ἢ τοῦ φοίνικος· ὅτι πυρρός. |
| φ 800 | Φοίνιος: φόνου καὶ φθορᾶς παραιτία. ἀμφὶ δ’ Ἐριννὺς φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα. καὶ Φοίνιον ὁμοίως. |
| φ 801 | Φοίνισσα ναῦς. καὶ Φοινίσσω, τὸ βάπτω. καὶ Φοινίτ‐ των, βάπτων αἵματι. |
| φ 802 | Φοινός: πυρρός, φόνιος. |
| φ 803 | Φοιτᾷ: παραγίνεται. καὶ Φοιτᾶν, τὸ σχολάζειν. Φιλό‐ στρατος· φοιτᾶν τοῖς μάγοις μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας φασὶ τὸν Ἀπολλώνιον. |
| φ 804 | Φοιτάδας: τετριμμένας. τήν τε θέσιν τῆς χώρας ἀνεζήτει καὶ φρούρια καὶ φοιτάδας ὁδούς τε καὶ διαστήματα. |
| φ 805 | Φοιτάλμιος. |
| φ 806 | Φοιτητάς: μαθητάς, παραγενομένους. ἐξ οὗ καὶ φοιτᾶν. τὸ σχολάζειν. |
| φ 807 | Φοιτία: ἡ πορεία. |
| φ 808 | Φοῖτος: ἡ μανία. |
| φ 809 | Φοιτῶντα: μεθ’ ὁρμῆς μεμηνότα μαινόμενον· φοῖτος γὰρ ἡ μανία. ἢ περιερχόμενον ἐν ταῖς ποίμναις, διὰ τὴν μανίαν· ἢ ἀναστρεφό‐ μενον ἐν τῇ μανίᾳ. |
| φ 810 | Φυγαδεία: φυγή, ἐξορία. δυεῖν προδήλων ὀλέθρων ὑπαρχόν‐ των, ἠλλάξαντο φυγαδείαν ἀντὶ τούτων ἀΐδιον. οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον, ὅτι παῦσις τοῦ κακοῦ μεῖζον κακόν. καί, φυγὰς τοῦ ἰδίου ἔθνους. οὗ φυγὰς ὀλίγα πόρρωθεν ἐγεγόνει, ἀπέδειξε βασί‐ λισσα. ἀντὶ τοῦ ἐξόριστος. |
| φ 811 | Φυγγάνει· Σοφοκλῆς· ξυνίημι τάδ’, οὔτι με φυγγάνει. ἀντὶ τοῦ λανθάνει. καὶ αὖθις· ἐπί τινα πύργον ὑψηλὸν καταφυγγάνει. |
| φ 812 | Φυγή· ὀστρακισμὸς φυγῆς διαφέρει. ζήτει ἐν τῷ ὀστρακισμός. |
| φ 813 | Φυγοδέμνιος: παρθένος. ἐν Ἐπιγράμμασι· σώτειρα φυγο‐ δέμνιε κούρα. |
| φ 814 | Φύζα: δειλία, φυγή. καὶ Φυζαλέος, ὁ δειλός. ὠμηστὰν δ’ ἔτραπε φυζαλέον. |
| φ 815 | Φυζακινός: ὁ δειλός. |
| φ 816 | Φυήν: βλάστησιν, αὔξησιν ἡλικίας. κυρτὴ δέ σοι πέφυκε καὶ τῶν ὀρθίων εἶναι δοκούντων ἡ φυὴ τῶν δακτύλων. |
| φ 817 | Φύκη: ᾧτινι τὰς οἰκείας ὄψεις αἱ γυναῖκες χρίουσι. λέγεται δὲ καὶ φυκία, τὰ βρύα. καὶ φυκίς. ἐν Ἐπιγράμμασι· πολλὰ δ’ ἐν αὐτῷ φυκί’ ἀπ’ εὐόρμων εἵλκυσεν αἰγιαλῶν. |
| φ 818 | Φυκία: θαλάσσια ζῷα· ἢ ὁ ἀφρός. ἢ βρύα. |
| φ 819 | Φυκίδα· ἐν Ἐπιγράμμασι· τρίγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοὶ λιμενῆτιν, Ἄρτεμι, δωρεῦμαι. |
| φ 820 | Φῦκος: τὸ χορτῶδες τῆς θαλάσσης. |
| φ 821 | Φῦλα: ἔθνη. διὰ δὲ δύο λλ σημαίνει τὰ τῶν δένδρων φύλλα. καὶ παροξύνεται. |
| φ 822 | Φυλακή: τὸ τέταρτον μέρος τῆς νυκτός· τετραχῆ γὰρ διῄρητο. καὶ φυλακαὶ τῆς νυκτὸς αἱ διαιρέσεις, καθ’ ἃς οἱ φύλακες τὰς φυλα‐ κὰς ἀλλήλοις ἐγχειρίζουσιν. |
| φ 823 | Φυλάκια: παρὰ Ἀλεξανδρεῦσι τὰ ἐκμαγεῖα τῶν γυναικείων μολυσμῶν. καὶ Πολύβιός φησιν· ὁ δὲ κατέσχεν ἀμφότερα τὰ κα‐ τεσκευασμένα φυλάκια, πεντήκοντα πόδας διεστῶτα ἀλλήλων. |
| φ 824 | Φύλακος· παρ’ Ἡροδότῳ· κατὰ τοῦτο τῆς ἀκροπόλιος, τῇ οὐδεὶς ἐτέτακτο φύλακος. |
| φ 825 | Φυλακτήριον: τόπος, ἔνθα οἱ φύλακες. |
| φ 826 | Φυλάξαντες: ἐπιτηρήσαντες. Ἡρόδοτος. καὶ Φυλάξασα, καιροφυλακήσασα, εὐκαίρως ἐπιτηρήσασα. Ἀρριανός· ἡ δὲ τὸν πατέρα φυλάξασα ἀποδημοῦντα ὑπισχνεῖται Τατίῳ προδώσειν τὸ φρούριον. |
| φ 827 | Φυλάρχης: δυνάστης. ξυμβάλλει τῷ Τραϊανῷ περὶ Αὐγάρου, ὃς ἦν Ὀσροήνης χώρας δυνάστης· οὕσπερ φυλάρχους ὀνομάζουσιν οἱ ἐκείνῃ, ὅτι καὶ τὰ χωρία αὐτῶν φυλαὶ ὀνομάζονται. καὶ Ἀριστο‐ φάνης· μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες. Φυλή, ὄνομα τόπου. καὶ Φυλάσιοι, οἱ ἐνοικοῦντες. |
| φ 828 | Φύλαρχος, Ἀθηναῖος ἢ Ναυκρατίτης· οἱ δὲ Σικυώνιον· ἄλλοι Αἰγύπτιον ἔγραψαν· ἱστορικός. τὴν ἐπὶ Πελοπόννησον Πύρρου τοῦ Ἠπειρώτου στρατείαν ἐν βιβλίοις κηʹ· κατάγει δὲ καὶ μέχρι Πτολε‐ μαίου τοῦ Εὐεργέτου κληθέντος καὶ τῆς Βερενίκης τελευτῆς καὶ ἕως τοῦ θανάτου Κλεωνύμου τοῦ Λακεδαιμονίου, ἐπιστρατεύσαντος αὐτῷ Ἀντιγόνου· τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὸν Περγαμηνὸν Εὐμένη, Ἐπι‐ τομὴν μυθικήν, Περὶ τῆς τοῦ Διὸς ἐπιφανείας, Περὶ εὑρημάτων, Παρεμ‐ βάσεων βιβλία θʹ. |
| φ 829 | Φύλαρχος: ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτε‐ ταγμένος δὲ τῷ ἱππάρχῳ. Δημοσθένης Φιλιππικοῖς. |
| φ 830 | Φυλάσιμος: ὁ ἐκ τοῦ δήμου. καὶ Φυλασσόμενος, προορώμενος, προσκοπούμενος. οὐ μέντοι οὐδ’ ἀπέκλινε, φυλασσό‐ μενος μὴ δοκοίη φεύγειν. οὕτω Ξενοφῶν. καὶ Θουκυδίδης. φυλά‐ ξαντες τὸν συχνὸν τῆς νυκτὸς ἔφυγον. καὶ Φυλάσσω· αἰτιατικῇ. |
| φ 831 | Φυλαῖος: ὁ ἐκ τῆς Φυλῆς. |
| φ 832 | Φυλέτης: συγγενής, ὁμόφυλος. Ἰώσηπος· ὁ δὲ Σαμψὼν καταβὰς ἐκ τῆς πέτρας ἐν τῇ τῶν φυλετῶν αὑτὸν τέθεικεν ἐξουσίᾳ. |
| φ 833 | Φυλλεῖα: τὰ ἀπολεπίσματα τῶν λαχάνων. Ἀριστοφάνης· εἰς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός. οἷον μεμαραμμένα καὶ εὐτελῆ· τοιαῦτα γὰρ οἱ πτωχοὶ ἐσθίουσι. φυλλεῖα δὲ τὰ τῆς θριδακίνης φύλλα. |
| φ 834 | Φυλείδης: ὁ τοῦ Φυλέως. |
| φ 835 | Φυλή: ὄνομα δήμου παρ’ Ἀθηναίοις. |
| φ 836 | Φυλλίς: ἡ τοῦ δένδρου. καὶ Φύλλις, ὁ μουσικός. |
| φ 837 | Φυλή: ἡ φυλὴ καθ’ αὑτήν ἐστι μύριοι στρατιῶται. ζήτει ἐν τῷ γεννῆται. |
| φ 838 | Φυλή: Ἰσοκράτης ἐν τῷ Περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος φυλῆς. ὁ δὲ Μένανδρος τόπον νομίζει εἶναι Φυλήν. ὁ δὲ Φιλόχορος φρούριον αὐτό φησιν εἶναι. ζήτει ἐν τῷ φυλάρχης. |
| φ 839 | Φυλιστιείμ: οἱ λεγόμενοι Παλαιστῖνοι. |
| φ 840 | Φυλοκρινεῖ: διακρίνει, καταδοκιμάζει περιέργως. |
| φ 841 | Φυλόμαχος: ἀγαλματοποιός. |
| φ 842 | Φύλοπις: μάχη. |
| φ 843 | Φύματα: ψυδράκια. |
| φ 844 | Φύντα: γεννηθέντα. καὶ Φῦναι. |
| φ 845 | Φύξηλις: ὁ φυγάς. |
| φ 846 | Φύξιν: φυγήν. |
| φ 847 | Φυόμενος: γεννώμενος. |
| φ 848 | Φύω: βλαστάνω. |
| φ 849 | Φύραμα: ἁμαρτάνουσιν οἱ λέγοντες τὸν πηλὸν γῆν ὑγρῷ φυρα‐ θεῖσαν· τὸ γὰρ φύραμα οὐ διαφορὰ τοῦ πηλοῦ, ἀλλὰ γένος. |
| φ 850 | Φύραμα: στέας. |
| φ 851 | Φύρδην: συγκεχυμένως. φᾶ δὲ σίδαρον παιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου. |
| φ 852 | Φύρει: μολύνει, ἢ ἐκβρέχει, ἢ πλύνει. |
| φ 853 | Φυσαλλίδες: οἱ αὐλοί. |
| φ 854 | Φύσασα: ἡ γεννήσασα. καὶ Φύσαντι, γεννήσαντι. |
| φ 855 | Φῦσα: χαλκευτικὸν ἐργαλεῖον. Ὅμηρος· φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων. καὶ ἡ αἰτιατικὴ τὴν φύσην. |
| φ 856 | Φύσαμος: εἶδος κήτους θαλασσίου. |
| φ 857 | Φύσει: βλαστήσει. Ἀριστοφάνης· οὐδὲν ἔστ’ ἄμεινον οὐδ’ ἥδιον ἢ φῦσαι πτερά. |
| φ 858 | Φύσει: ὅτι οἱ παλαιοὶ ἔλεγον μηδὲν τῶν φύσει μάτην εἶναι. τὰ σχήματα δὲ τὰ τῶν συλλογισμῶν μὴ εἶναι φύσει. οὐκ ἀναγκαῖον δὲ ταῦτα λέγειν χρήσιμα· τὸ δὲ χρησίμου τινὸς χάριν ἔξωθεν ἐπισυμ‐ βαίνειν αὐτὰ γινόμενα. οἱ δὲ συλλογισμοὶ οὐχ ὡς σιτία καὶ ποτὰ κατὰ φύσιν ἡμῖν. ἕτεροι γὰρ οἱ τούτων κανόνες, ἔθη, νόμοι καὶ ἐπιτηδεύ‐ ματα δημόσια, καὶ καθέκαστον, καὶ κατ’ ἄνδρα ἰδίᾳ. μεταθέσθαι γοῦν ἔξεστιν αὐτὰ καὶ πρὸς τὴν ἐναντιωτάτην μεταβαλεῖν, ὡς ἄν τις ἐθέλοι, δίαιταν. ὅθεν ἐνίοις οὐδὲ τὰ φύσει δοκοῦντα φθαρτικὰ σιτία καὶ δηλητήρια φάρμακα προσενεγκαμένοις ἐφάνη λυπηρά. φασὶ γοῦν τὴν Ἀττικὴν γυναῖκα τοῦ κωνείου καθάπερ λαχάνων ἐσθίειν, καὶ τὸ Ποντικὸν θηρίον, ὅστις ποτὲ ἦν ὁ Μιθριδάτης ἐκεῖνος, ἐκπιόντα γενναίαν κύλικα δηλητηρίου φαρμάκου μὴ διαφθαρῆναι, τῷ κατισχῆ‐ σθαι τὸ σῶμα, καθάπερ σίδηρον τῇ βαφῇ, παρὰ τῶν ἀντιπαθῶν, ἃ προσεφέρετο πολλάκις· ὑποπτεύων ὁ βδελυρός, ἀπὸ τῶν υἱῶν ἀρξάμενος, ἅπαντας ἀνθρώπους, ὡς ἐπιβουλεύοντας αὐτῷ μόνῳ διὰ τὴν καλὴν τυραννίδα. |
| φ 859 | Φύσην: τὴν φῦσαν. |
| φ 860 | Φύσιγγες: τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα. ἢ τὸ ἐκτὸς λέ‐ πισμα τῶν σκορόδων. ἡ φυσίγγη. ἡ εὐθεῖα Φύσιγξ. |
| φ 861 | Φυσίζῳος: ἡ τὰ πρὸς τὸ ζῆν φύουσα. |
| φ 862 | Φυσικὸς λόγος παρὰ φιλοσόφοις. μετὰ τὸν ἠθικὸν διεξέρχονται περὶ τοῦ φυσικοῦ, τουτέστι περὶ σωμάτων, περὶ ἀρχῶν καὶ στοιχείων καὶ περάτων τοῦ κόσμου καὶ τόπου, κενοῦ· περὶ ἀστέρων, περὶ ἡλίου, περὶ τοῦ ἡγεμονικοῦ· πῶς ὁρῶμεν· τίς ἡ αἰτία τῆς κατοπτρικῆς φαν‐ τασίας· περὶ νεφῶν, βροντῶν, ἴριδος. ὅτι τρία εἰσὶν ἐν τοῖς φυσικοῖς πράγμασιν, εἶδος, ὕλη καὶ ἡ αἰτία, καθ’ ἥν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ. καὶ καταγίνονται, φησί, περὶ ταῦτα μέθοδοι πέντε· ἡ φυσική, ἡ κατὰ μέρος τέχνη, ἡ διαλεκτική, ἡ μαθηματική, ἡ πρώτη φιλοσοφία. ἔστι δὲ φυ‐ σικοῦ μὲν περὶ πάντων τῶν εἰρημένων τῆς ψυχῆς μερῶν διαλεχθῆναι, καὶ τῆς ὕλης, καὶ τῶν φυσικῶν πραγμάτων, καὶ τοῦ εἴδους τῆς αἰτίας. οἷον ὅτι τῶν οὐρανίων ὕλη, οὐχὶ τὰ τέσσαρα στοιχεῖα, ἀλλὰ ἕτερόν τι σῶμα. πάλιν, τί τὸ εἶδος; ὅτι σφαιρικά. καὶ διὰ τί σφαιρικά; ὅτι πολυχωρητότατον ἐν ἐπιπέδῳ μὲν τῶν ἄλλων σχημάτων ὁ κύκλος, ἐν στερεοῖς δὲ ἡ σφαῖρα. ὡς καὶ ὁ Πλάτων ἐν Τιμαίῳ διὰ τοῦτο σφαιρικὸν γενέσθαι τὸν οὐρανὸν ἀποδέδωκε. καὶ ὁ Ἀριστοτέλης ἀπο‐ δίδωσιν αἰτίαν περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ· τῷ γὰρ ἀϊδίῳ φησὶν ἐσομένῳ. ἀποδίδωσι δὲ καὶ ὁ Πλάτων αἰτίαν ἐκ τῆς σχέσεως, ἣν ἔχει πρὸς τὰ πρὸ αὑτοῦ. προσεχῶς δέ εἰσιν ὑπὲρ τὰ οὐράνια αἱ νοηταὶ οὐσίαι· δεῖ δὲ τὸ αἰτιατὸν ὅτι μάλιστα ὡμοιῶσθαι τῷ προσεχεῖ αἰτίῳ καὶ τούτου εἰκόνα καὶ μίμημα φέρειν. διὰ τοῦτο οὖν, φησί, κύκλῳ κινεῖται ὁ οὐρανός, ὅτι νοῦν μιμεῖται· ἴδιον γὰρ τοῦ νοῦ τὸ πρὸς ἑαυτὸν νεύειν· αὐτὸς γὰρ ὁ ὁρῶν, αὐτὸς ὁ ὁρώμενος· ὁρῶν γὰρ τὰ εἴδη ἑαυτὸν ὁρᾷ, καὶ ἑαυτὸν ὁρῶν τὰ εἴδη τεθέαται· πλήρωμα γάρ ἐστι τῶν εἰδῶν καὶ εἶδος εἰδῶν. ἔχει οὖν ὁ οὐρανὸς τὸ σφαιρικὸν σχῆμα διὰ τὴν κύκλῳ κίνησιν· ταύτην δὲ διὰ τὴν πρὸς τὸν νοῦν ἐξομοίωσιν· καὶ ἄλλως μιμεῖται τὸν νοῦν πανταχοῦ ὄντα· καὶ γὰρ καὶ τὸ σῶμα πανταχοῦ γίνεται. τῷ οὖν πανταχῆ γίνεσθαι τὸ πανταχοῦ ὂν μιμεῖται· τελείωσις γὰρ τῶν χειρόνων ἡ πρὸς τὰ ὑπέρτερα ἐπι‐ στροφή τε καὶ ἐξομοίωσις. οὕτω μὲν ὁ φυσικὸς τῶν φυσικῶν ἀπο‐ δώσει καὶ τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ αἴτιον· ὁ δὲ κατὰ μέρος τεχνίτης καὶ αὐτὸς μὲν περὶ τῶν αὐτῶν διαλαμβάνει, διαφέρει δὲ τοῦ φυσικοῦ, ὅτι περὶ μερικόν τι γίνεται πρᾶγμα, οἷον ὁ ἰατρὸς περὶ τὰ ἀνθρώπεια σώματα, ὁ τέκτων περὶ λίθους καὶ ξύλα. ἀποδώσει δὲ καὶ οὗτος τὸν ὁρισμόν, περιλαμβάνων καὶ τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὴν αἰτίαν. διαφέρει δὲ κατὰ ἄλλους τρόπους. |
| φ 863 | Φύσις· φύσις ἐστὶν ἡ ἁπλῶς τῶν ὄντων κίνησις, πεντάτροπος δὲ αὕτη· ἡ νοερά, ὡς ἐπὶ Ἀγγέλων, ἐξ αὐτῶν τῶν νοημάτων ἀλλή‐ λοις συγγινομένων. λογική, ὡς ἐπὶ ἀνθρώπων δι’ ὀνομάτων καὶ ῥη‐ μάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα πρὸς τοὺς ἐκτὸς δημοσιεύουσα· αἰσθητικὴ δὲ ἡ ἐν τοῖς ἀλόγοις θεωρουμένη· πρὸς γὰρ τῇ θρεπτικῇ καὶ αὐξητικῇ καὶ γεννητικῇ δυνάμει καὶ τὴν αἰσθητικὴν κέκτηται· φυτικὴ δὲ ἡ ἐν τοῖς φυτοῖς· κινοῦνται γὰρ καὶ αὐτὰ κατὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν· ἄψυχος δέ, ὡς ἐπὶ τῶν λίθων, καθότι καὶ αὐτοὶ κινοῦνται κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποῦ· καὶ κατὰ τὸ ποιὸν μέν, κατὰ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι, κατὰ τὸ ποῦ δέ, κατὰ τὴν ἐκ τόπου εἰς τόπον ἑτεροκίνητον μετά‐ θεσιν. |
| φ 864 | Φύσις ἐστὶν ἥ τε συνέχουσα τὸν κόσμον καὶ ἡ φύουσα τὰ ἐπὶ τῆς γῆς. ἢ οὕτως· ἕξις ἐξ αὑτῆς κινουμένη κατὰ σπερματικοὺς λόγους, ἀποτελοῦσά τε καὶ συνέχουσα τὰ ἐξ αὐτῆς ἐν ὡρισμένοις χρόνοις καὶ τοιαῦτα δρῶσα, ἀφ’ οἵων ἀπεκρίθη. ταύτην δὲ τοῦ συμφέροντος στοχάζεσθαι, ὡς δῆλον ἐκ τῆς οὐρανοῦ δημιουργίας. ἢ φύσις ἐστὶν ἀρχὴ τῶν ὅλων, τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας. οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν καὶ ζῳογονεῖν καὶ τὸ ὅλως ἀλλοιοῦσθαι· ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάστασιν, ἀκίνητος οὖσα παντελῶς καὶ ἀπόρευτος. τὴν οὖν ἀρχὴν τῆς τοιαύτης κινήσεώς τε καὶ ἠρεμίας οὐσιωδῶς, ἤγουν φυσικῶς, καὶ οὐ κατὰ συμ‐ βεβηκὸς τῇ γῇ ἐνυπάρχουσαν, φύσιν καλοῦσιν. οὐ τὴν κίνησιν δὲ αὐτὴν καὶ τὴν ἠρεμίαν τῶν πραγμάτων φύσιν εἰρήκασιν, ἀλλὰ τὴν ἀρχήν, τουτέστι τὴν αἰτίαν, καθ’ ἣν οὐ κατὰ συμβεβηκός, ἀλλ’ οὐσιω‐ δῶς αἱ οὐσίαι κινοῦνται καὶ ἠρεμοῦσιν. ὅταν δὲ λέγῃ ὁ Ἀπόστολος, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί, οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τῆς φύσεως λέγει· ἐπεὶ τοῦ ποιήσαντος ἂν ἦν τὸ ἔγκλημα· ἀλλὰ τὴν ἔμμονον καὶ κακίστην διάθεσιν καὶ χρονίαν, πονηρὰν συνήθειαν. |
| φ 865 | Φύσκη: τὸ παχὺ ἔντερον, εἰς ὃ ἐμβάλλεται ἄλευρα καὶ κρέα καὶ μάττουσιν· ἐξ οὗ γίνεται ὁ ἀλλᾶς. |
| φ 866 | Φυσκητόεντα. |
| φ 867 | Φυσόβαθρον: τὸ τοῦ χαλκέως. |
| φ 868 | Φυστὴ μάζα· καὶ τὸ γύναιόν μ’ ἐπιθωπεῦσαν φυστὴν μάζαν προσενέγκῃ. φύστη ἐνὶ γρώνῃ μασσομένη παλάμαις. |
| φ 869 | Φυσῶ: τὸ πνέω, τὸ ἐκ προχείρου πράττω. Ἀριστοφάνης· φυσάτω πάππους παρ’ ἡμῖν, καὶ φανοῦνται φάτορες. |
| φ 870 | Φυτά: τὰ δένδρα. |
| φ 871 | Φυταλιῆς: ἀμπελοφύτου γῆς. |
| φ 872 | Φυταλίζει: φυτεύει, πλησιάζει. |
| φ 873 | Φυτάλιμος: ὄνομα κύριον. |
| φ 874 | Φυτάλμιος: ἀπὸ φύτλης. ἀπὸ γενέσεως, καὶ ἐξ ἀρχῆς. ἀλαῶν ὀμμάτων. ἄρα καὶ ἦσθα φυτάλμιος. οὕτω Σοφοκλῆς. |
| φ 875 | Φυτεία: τῶν δένδρων. |
| φ 876 | Φύττειον: ὄνομα πόλεως. |
| φ 877 | Φυτηκόμος: ὁ φυτοκόμος, ὁ φυτουργός. καὶ ὁ σύνδενδρος τόπος. διὰ τὸ τοῖς φυτοῖς κομᾶν. |
| φ 878 | Φυτικαί· φυτικαὶ δυνάμεις τρεῖς τῆς ψυχῆς, θρεπτική, αὐξη‐ τική, γεννητική. φυτικαὶ δὲ καλοῦνται, διότι αὗται μόναι ἐν τοῖς φυτοῖς ὁρῶνται. ἐσμὲν οὖν καὶ ἄνθρωποι καὶ ζῷα καὶ ἔμψυχα. καὶ ὡς μὲν ἄνθρωποι τὰς λογικὰς δυνάμεις ἔχομεν, ὡς δὲ ζῷα τὰς ἀλόγους, ὡς δὲ ἔμψυχα τὰς φυτικάς. ἔμψυχα γὰρ λέγομεν καὶ τὰ φυτά· ἐμψύχων γὰρ τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοια ἑαυτοῖς. λέγονται δὲ αὐτὰ καὶ ζῆν καὶ τεθνάναι· ἡ δὲ ζωὴ καὶ ὁ θάνατος παρουσίᾳ καὶ ἀπουσίᾳ γίνεται ψυχῆς. ὅσα μὲν οὖν ἔχουσι τὰς κρείττους ζωάς, ἐξ ἀνάγκης καὶ τὰς καταδεεστέρας ἔχουσιν· οὐκέτι δὲ καὶ ἀνάπαλιν. οὐ γὰρ δυνατὸν τὰς λογικὰς ἔχειν δυνάμεις, μὴ πρότερον ἐσχηκότας τὰς καταδεεστέρας. ἀμέλει καὶ τῶν αἰσθήσεων οὐκ ἔστι μετασχεῖν τῆς κρείττονος τὸν μὴ μετασχόντα τῆς χείρονος. ὅσα γοῦν μετέχει ὄψεως, ταῦτα καὶ ἀκοῆς καὶ τῶν λοιπῶν, καὶ ὅσα ἀκοῆς, ταῦτα καὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς. οὐχ ὅσα δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς, πάντως καὶ ὄψεως· ὥσπερ ὁ ἀσπάλαξ· οὐδ’ ὅσα ἀφῆς, ταῦτα καὶ τῶν ἄλλων· οἷον οἱ σπόγγοι ἁφῆς μετέχουσιν, οὐδεμιᾶς δὲ τῶν αἰσθήσεων ἄλλης. ὥστε οὐκ ἔστι μετασχεῖν τῆς κρείττονος τὸν μὴ τῆς ἐλάττονος μετασχόντα. τοῦτο δὲ οὐχ ὅτι δέονται τῶν χειρόνων αἱ κρείττους, ἵνα ὑποστῶσιν· ἀλλὰ τοὐναντίον τὸ σῶμα οὐ δύναται μετασχεῖν τῶν κρειττόνων, μὴ πρό‐ τερον μεταλαβὸν τῶν καταδεεστέρων. |
| φ 879 | Φύτλη: γενέα, φυλή. |
Also published as PDF.