On the Syntax of ElementsΠερὶ συντάξεως τῶν στοιχείων
Herodian of Alexandria On the Syntax of Elements PDF
On the Syntax of Elements is a grammatical treatise by the 2nd-century CE Alexandrian scholar Herodian. Written in Greek during the Roman Imperial period, the work addresses the systematic rules governing the combination and arrangement of the most basic phonetic units of the language—its letters and syllables. In the ancient grammatical tradition, "syntax" here refers not to sentence structure but to the proper phonetic and orthographic relationships between elemental sounds. The treatise was likely intended for fellow grammarians and advanced students dedicated to precise pronunciation and spelling.
The complete text of On the Syntax of Elements is lost; it survives only in fragmentary form. Modern editions have reconstructed the work from 17 distinct passages quoted in later Byzantine grammatical commentaries and lexicons. These fragments present highly technical discussions on permissible phonetic combinations and correct orthography, often engaging in detailed philological debate. One preserved excerpt, for instance, records a dispute between Herodian and his father, the grammarian Apollonius Dyscolus, over whether the short vowel epsilon or omicron is phonetically shorter, demonstrating the work's meticulous analytical nature. The treatise exemplifies the sophisticated efforts of Imperial-era scholars to systematize and preserve the norms of the Greek literary language, representing a key contribution to the field of ancient technical grammar.
| 3,2 390 (1t) | ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΤΩΝ ΣΤΟΙΧΕΙΩΝ. Schol. ad Dionys. Bekk. An. 798, 16: Ἐπὶ τῶν δύο βραχέων φωνηέντων τοῦ ε καὶ ο ὅ τε Ἡρωδιανὸς καὶ ὁ τούτου πατὴρ Ἀπολλώνιος ἐζήτησαν, τί τίνος ἐστὶ βραχύτερον. Καὶ ὁ μὲν Ἀπολλώνιός φησι τὸ ο εἶναι βραχύτερον τοῦ ε , ἀποδείξει τοιαύτῃ χρώμενος. λέγει γὰρ ὅτι τὸ ι ἑκατέρῳ αὐτῶν προσθεὶς ποιήσεις δηλονότι δύο διφθόγγους, καὶ ἡ μέν ἐστι μείζων ἡ τὸ ε ἔχουσα, ἡ δὲ ἐλάσσων ἡ τὸ ο ἔχουσα, ὡς εἶναι αὐτὴν καὶ βραχεῖαν ἐν τοῖς τόνοις, ὡς ἐν τῷ Ὅμηροι, Πρίαμοι καὶ τὰ ὅμοια. Ὁ δὲ Ἡρωδιανὸς τὸ ε μᾶλλον λέγει βραχύτερον, ἀποδεικνὺς οὕτως. φησὶ γὰρ πρὸς τὸν πατέρα, ὅτι οὐ δεῖ τῇ παραθέσει τοῦ ι ἐξετάζειν ἐκείνων τὴν δύναμιν, ἀλλὰ κατ’ ἰδίαν ἄνευ τινὸς παραθέσεως καὶ μάλιστα τῆς τοῦ ι · τοῦτο γὰρ συγγένειάν τινα ἔχει πρὸς τὸ ε . καὶ δείκνυσιν ἐκ τοῦ τὴν ἐκφώνησιν τοῦ ι εἶναι ὄνομα τοῦ ε γράμματος. τῷ συγγενεῖ οὖν προστεθὲν μεγάλην τινὰ καὶ δυναμικωτάτην δίφθογγον ἀπετέλεσεν· τὸ δὲ ο , προσελθόντος τοῦ ᾧ οὐκ ἔχει συγγένειαν, οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύναμιν. ὡς ἐπὶ παραδείγματος ἀνθρωπείου, ἵνα μᾶλλον καὶ σαφῶς αὐτὸ νοήσωμεν, εἴ τις ἀδελφὸν αὑτοῦ θεάσαιτο χρείαν ἔχοντα βοηθείας, ὅλῃ τῇ ψυχῇ ὑπερασπίζει αὐτοῦ καὶ συμπράττει καὶ ὑπερμαχεῖ· ἀλλ’ οὖν οὐχ ὅλῃ ψυχῇ ὑπὲρ ξένου τοῦτο ποιήσει, ἐξ οὗ καὶ ἀδρανεστέρα ἡ τῶν ἀμφοτέρων δύναμις πρὸς τοὺς ἐξ ἐναντίας ὤφθη. οὕτως καὶ ἐπὶ τοῦ ι νόησον, ὅτι οὐχ ὁμοίως ἐπεδείξατο τὴν ἑαυτοῦ δύναμιν ὡς ἐπὶ τοῦ ε τοῦ συγγενοῦς. Διὰ τοιούτων λόγων ὁ Ἡρωδιανὸς ἀποστρέψας τὴν τοῦ πατρὸς δόξαν, ἐπιφέρει τοιαύτην δικαιολογίαν, δεικνὺς τὸ ε βραχύτερον ἐλεγχόμενον ὑπὸ τῆς κλίσεως τῶν ὀνομάτων. φησὶ δὲ ἀληθέστατον κανόνα τοιοῦτον, ὅτι πᾶσα κλητικὴ τῆς ἰδίας εὐθείας ἢ ἴση ἐστὶν ἢ ἐλάσσων, μείζων δὲ οὐδέποτε. ἢ γὰρ φυλάσσει τὸ τῆς τελευταίας συλλαβῆς φωνῆεν, καὶ δῆλον ὅτι ἴση ἐστίν, ὡς ἀπὸ τοῦ ὁ Ξενοφῶν—ὦ Ξενοφῶν, ἡ καλή— ὦ καλή, τὸ παιδίον—ὦ παιδίον· ἢ ἐὰν μὲν τρέπῃ, οὔτε εἰς ἴσον οὔτε εἰς μεῖζον τρέπει αὐτό, ἀλλὰ πάντως εἰς ἔλαττον. ὁ Ὀρέστης— |
| 3,2 391 | ὦ Ὀρέστα· τὸ α τοῦ η βραχύτερον. ὁ Μέμνων—ὦ Μέμνον· ἐπὶ μὲν τῆς εὐθείας τὸ ω , ἐπὶ δὲ τῆς κλητικῆς τὸ ο . ὁ Ἀπόλλων—ὦ Ἄπολλον. ὁ Ἀριστοφάνης—ὦ Ἀριστόφανες. ἐπὶ τοῦ Ὅμηρος οὖν καὶ ἐπὶ πάντων τῶν εἰς ος φυλάττει τὸ ο ἡ κλητική, ἢ ἐὰν τρέπῃ αὐτό, ὥσπερ καὶ τρέπει, πάντως εἰς βραχύτερον τοῦ ο . ἐπειδὴ οὖν εἰς ε τρέπει, δῆλον ὅτι βραχύτερόν ἐστι τοῦ ο , οἷον ὁ Ὅμηρος—ὦ Ὅμηρε. Ep. Cr. I 158 (128), E. M. 351, 8: εἴκω, ὁ μέσος παρακείμενος οἶκα καὶ πλεονασμῷ τοῦ ε ἔοικα, ὁ μέσος ὑπερσυντέλικος ἐῴκειν καὶ ὤφειλεν εἶναι ἠοίκειν· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε λέξις Ἑλληνικὴ εὑρίσκεται ἀπὸ τοῦ η ἀρχομένη ἐπιφερομένου τοῦ ο , χωρὶς εἰ μὴ ἐν διφθόγγῳ εἴη ἢ κατὰ διάλεκτον. πρόσκειται «εἰ μὴ ἐν διφθόγγῳ» διὰ τὸ ἠοῦς ἠοῖ καὶ «πρωῒ δ’ ὑπηοῖοι» (Θ 530, Σ 277. 303). «κατὰ διάλεκτον» διὰ τὸ ἠῶ· οἱ γὰρ Ἴωνες διαλύοντες λέγουσιν ἠόα. κατὰ τοῦτον τὸν κανόνα ἐγένετο ὑπερβιβασμὸς τοῦ χρόνου καὶ τὸ μὲν ε ἐφυλάχθη διὰ τὸ ο , τὸ δὲ ο ἠμείφθη εἰς ω καὶ ἔμεινε τὸ ι προσγεγραμμένον. ὅμοιόν ἐστι τὸ ἑώρταζον καὶ ἐώργειν καὶ ἐώλπειν. E. M. 440, 14: κανών ἐστιν ὁ λέγων ὅτι οὐκ ἔστιν ἐπινοῆσαι τὸ η καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος ὡς αὐδῶ ηὔδων, αὐχῶ ηὔχουν· ἀναγκαία οὖν ἡ διάστασις τοῦ ἠΰτε ὁμοίως τῷ γρηΰς καὶ νηΰς. Theogn. Cr. II 78, Bekk. An. 1385: τὸ ἰῶτα μόνον ἐκ πάντων (τῶν στοιχείων) καὶ τρισύλλαβον καὶ προπερισπώμενον. καὶ ἐχρῆν αὐτὸ προπαροξύνεσθαι, ἀλλ’ ἐπεὶ στοιχεῖον ἦν, ἠκολούθησε τοῖς δισυλλάβοις ἔχουσι πρὸ τέλους τὸν τόνον. οὕτως Ἡρωδιανὸς ἐν τῇ συντάξει τῶν στοιχείω ν. Choer. Dictat. 101, 20: ὅτι τὸ ι ἀσθενέστερόν ἐστι πάντων τῶν φωνηέντων, δῆλον ἐντεῦθεν. τῶν φωνηέντων τὰ μέν εἰσι προτακτικά, τὰ δὲ ὑποτακτικά. καὶ προτακτικὰ μέν εἰσι ταῦτα, α , ε , η , ο , ω , ὑποτακτικὰ δὲ δύο ι καὶ υ . καὶ τὸ υ δὲ τὸ ὑποτακτικὸν πολλάκις εὑρίσκεται τοῦ ι προτακτικόν, ὡς ἐν τῷ μυῖα καὶ ἅρπυια καὶ υἱός καὶ τοῖς ὁμοίοις. εἰ ἄρα οὖν τὸ ι καὶ τοῦ ὑποτακτικοῦ ὑποτακτικόν ἐστι, δηλονότι ἀσθενέστερόν ἐστι πάντων τῶν φωνηέντων. |
| 3,2 392 (2) | Theogn. Cr. II 26, Bekk. An. 1425: τὸ υ καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ πᾶσι τοῖς Ἕλλησι πρὸ τοῦ χ εἶναι ἀπείρηται καὶ τὸ αἴτιον ὀχυρόν· πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται καὶ τὸ υ ἐν ἀρχῇ λέξεως δασύνεται. δύο οὖν κανόνων ἀλλήλοις ἀνθισταμένων ἐξέφυγεν τὸ υ πρὸ τοῦ χ εὑρίσκεσθαι· καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ υ πρὸ τοῦ χ εὕρηται. οὕτως Ἡρωδιανὸς ἐν τῇ τάξει τῶν κδ στοιχείω ν. Choer. Dict. 123, 7: οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεται οἷον μυῖα, ἅρπυια, υἱός. ἐν γὰρ τῷ «σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεσθαι» (Π 565) οὐκ ἔστιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ι , ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ συνίζησιν μετροῦνται, τουτέστιν αἱ δύο συλλαβαὶ εἰς μίαν συλλαβὴν ἤγουν τὸ υ καὶ τὸ ι ὥσπερ ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ ῳ δίφθογγος εἰς μίαν συλλαβὴν μετροῦνται οἷον χρυσῷ. καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν οὐδέποτε ἡ υι δίφθογγος ἐν τέλει λέξεως εὑρίσκεται. καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον εὑρίσκεται σύμφωνον ἐπιφερόμενον οἷον μυῖα, ἅρπυια, υἱός. εἰ ἐτίθετο οὖν ἡ υι δίφθογγος ἐν τέλει λέξεως, συνέβαινε λέξιν ἐπιφέρεσθαι ἀρχομένην ἀπὸ συμφώνου καὶ λοιπὸν εὑρίσκετο μετὰ τὴν υι σύμφωνον ἐπιφερόμενον ὅπερ ἐστὶν ἀδύνατον. |
| 3,2 393 (2) | Τιμοθέου Γάζης κανόνες καθολικοὶ περὶ συντάξεως in Anecd. Paris. IV p. 214, 13—244 extr. Τὰ ἄφωνα πρὸ τῶν ἀμεταβόλων ἐν συλλήψει εἰσὶν ἤγουν ὁμοῦ εἰσιν, καὶ οὐκ ἔστι χωρὶς τὸ ἄφωνον καὶ χωρὶς τὸ ἀμετάβολον οἷον ἀκμή, ἀτμός, ὄκνος, ἀγρός, ἔκλαιον, ἔθνησκον, ἔπλεον, ἁβρός· ἰδοὺ ἐπὶ τούτων δύο σύμφωνα ὁμοῦ εἰσιν, ἐπειδὴ ἄφωνον πρὸ ἀμεταβόλου ἐστίν. δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς ἐξ προθέσεως. ταῦτα γὰρ ἐν διαστάσει ἔχουσι τὸ ἄφωνον μετὰ τῶν ἐπιφερομένων ἀμεταβόλων, ἤγουν ἐν ἄλλῃ συλλαβῇ τὸ ἄφωνον καὶ ἐν ἄλλῃ τὸ ἀμετάβολον οἷον ἐκλῦσαι, ἐκνευρίσαι, ἐκρεῦσαι, ἐκμάξαι. Τὰ σύμφωνα τὰ ἐν ἀρχῇ λέξεως εὑρισκόμενα ἀεὶ ἐν συλλήψει εἰσὶ καὶ οὐ χωρὶς οἷον κτύπος, κτῆμα, πτῶσις, σθένος, θρόνος· οὐδὲ γὰρ προηγεῖται αὐτῶν φωνῆεν τὸ ὀφεῖλον τοῦ ἑνὸς συμφώνου τὴν σύνταξιν ἀναδέξασθαι. Τὸ ς πρὸ πάντων τῶν ἀφώνων ἐν συλλήψει ἐστίν, ἤγουν ὁμοῦ εἰσι τὰ δύο, τὸ ς καὶ τὸ ἐπιφερόμενον ἄφωνον, οἷον ἔσβεσε, φάσγανον, θεόσδοτος, ἀσκός, ἀστήρ, ἀσπίς, ἀσθενής, ἀσχημοσύνη, ἑωσφόρος· ἰδοὺ ἐπὶ τούτων τὸ ς μετὰ τῶν ἐπιφερομένων ἀφώνων ὁμοῦ ἐστι. δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς εἰς προθέσεως καὶ ἀπὸ τῆς πρός καὶ ἀπὸ τοῦ δυς ἐπιρρήματος· ταῦτα γὰρ ἐν διαστάσει ἔχουσι τὸ ς μετὰ τῶν ἐπιφερομένων ἀφώνων, ἤγουν ἐν ἄλλῃ συλλαβῇ ἔχουσι τὸ ς καὶ ἐν ἄλλῃ τὸ ἐπιφερόμενον ἄφωνον οἷον εἰσφέρω, προσφορά, δυστυχής. Τὸ ς μετὰ πάντων τῶν ἁπλῶν συμφώνων κατὰ σύλληψιν θέλει εἶναι ἤγουν ὁμοῦ· καὶ ἢ κατὰ πρόταξιν εὑρίσκεται ἢ καθ’ ὑπόταξιν. καὶ προηγεῖται μὲν οἷς οὐχ ὑποτάττεται οἷον σθένος, σκιά, σπῶ, στῆναι, σφαῖρα, σχίζω· ὑποτάττεται δὲ ὧν οὐ προηγεῖται οἷον ἅλς, Τῖρυνς, ἔστι δὲ ὄνομα πόλεως, μάκαρς, σημαίνει δὲ τὸν μακάριον. δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς εἰς καὶ τῆς πρός προθέσεως καὶ ἀπὸ τοῦ δυς ἐπιρρήματος· ταῦτα γὰρ ἐν διαστάσει ἔχουσι τὸ ς πρὸς τὸ ἐπιφερόμενον σύμφωνον οἷον προσφέρω, εἰσβολή, δυστυχής. Τὰ σύμφωνα τὰ ἐν ἀρχῇ λέξεως εὑρισκόμενα, καὶ ἐν τῷ μέσῳ ἐὰν εὑρεθῶσιν, ἐν συλλήψει εὑρίσκονται, οἷον ἐν τῷ κτῆμα τὸ κτ ἐν ἀρχῇ λέξεως ἐστίν, ἀλλὰ καὶ ἐν τῷ ἔτικτον εὑρεθέντα ἐν τῷ μέσῳ τὸ κ καὶ τὸ τ ὁμοῦ ἐστιν· πάλιν κλαίω ἔκλαιον, πρίζω ἔπριζον, βδέλλα ἑβδομάς, χθών ἐχθές, φθείρω ἐφθόνουν· ἰδοὺ ἐπὶ τούτων τὰ σύμφωνα τὰ ἐν τῇ ἀρχῇ τῆς λέξεως ὄντα εὑρεθέντα καὶ ἐν τῷ μέσῳ ὁμοίως εἰσί. δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς εἰς προθέσεως καὶ τῆς πρός |
| 3,2 394 | καὶ τῆς ἐξ καὶ τοῦ δυς ἐπιρρήματος· ἐπὶ τούτων γὰρ τὰ σύμφωνα εὑρίσκονται ἐν ἀρχῇ λέξεως καὶ ὅμως ἐν τῷ μέσῳ οὐχ εὑρίσκονται ἐν συλλήψει, ἀλλ’ ἐν διαστάσει, τουτέστιν ἐν ἄλλῃ συλλαβῇ τὸ ἓν σύμφωνον καὶ ἐν ἄλλῃ τὸ ἕτερον οἷον ἐν τῷ σφαῖρα τὸ ς καὶ τὸ φ ἐν ἀρχῇ εἰσι καὶ ὅμως ἐν τῷ εἰσφέρω καὶ προσφορά ἐν τῷ μέσῳ εὑρεθέντα οὐκ εἰσὶν ὁμοῦ, ἀλλ’ ἐν διαστάσει· καὶ πάλιν ἐν τῷ στῆναι τὸ ς καὶ τὸ τ ἐν ἀρχῇ εἰσι καὶ ὅμως ἐν τῷ δυστυχής ἐν τῷ μέσῳ εὑρεθέντα οὐκ εἰσὶν ὁμοῦ ἀλλ’ ἐν διαστάσει· καὶ πάλιν ἐν τῷ κλαίω τὸ κ καὶ τὸ λ ἐν ἀρχῇ εἰσι καὶ ὅμως ἐν τῷ ἐκλῦσαι ἐν τῷ μέσῳ εὑρεθέντα οὐκ εἰσὶν ὁμοῦ, ἀλλ’ ἐν διαστάσει. Τὰ ψιλὰ τῶν ψιλῶν ἡγοῦνται καὶ τὰ δασέα δασέων καὶ τὰ μέσα μέσων κατὰ σύλληψιν οἷον ἔπιπτον, ἔτικτον· τὸ γὰρ π καὶ τ ψιλὰ ὄντα ἅμα εἰσὶ καὶ τὸ κ καὶ τὸ τ ὁμοίως· καὶ πάλιν ἔφθειρον, ἐχθαίρω τὸ μισῶ· τὸ γὰρ φ καὶ θ δασέα ὄντα ἅμα εἰσὶ καὶ τὸ χ καὶ θ ὁμοίως· καὶ πάλιν ἑβδομάς, ὄγδοος· τὸ γὰρ β καὶ δ μέσα ὄντα ἅμα εἰσὶ καὶ τὸ γ καὶ δ ὁμοίως. δεῖ προσθεῖναι χωρὶς τῶν ὄντων ἀπὸ τῆς ἐξ διὰ τὸ ἐκτείνω, ὃ σημαίνει τὸ ἕλκω· ἐνταῦθα γὰρ τὰ ψιλὰ ἐν διαστάσει εἰσίν, ἐν ἄλλῃ γὰρ συλλαβῇ ἐστι τὸ κ καὶ ἐν ἄλλῃ τὸ τ . πρόσκειται «ψιλὰ ψιλῶν» διὰ τὸ Πιτθεύς καὶ Βάκχος καὶ Σαπφώ. ταῦτα γὰρ ἐν διαστάσει εἰσίν, ἀλλ’ οὐχ ἡγοῦνται ἐνταῦθα ψιλὰ ψιλῶν, ἀλλὰ ψιλὰ δασέων· πρόσκειται δὲ καὶ «μέσα μέσων» διὰ τὸ ἀγκών καὶ ἔγχος· ἐνταῦθα γὰρ ἐν διαστάσει εἰσὶ τὰ σύμφωνα, ἐν ἄλλῃ δὲ συλλαβῇ ἐστὶ τὸ ἓν σύμφωνον, καὶ ἐν ἄλλῃ τὸ ἕτερον, ἐπειδὴ οὐχ ἡγοῦνται μέσα μέσων, ἀλλὰ πῇ μὲν μέσον ψιλοῦ ὡς ἐν τῷ ἀγκών, πῇ δὲ μέσον δασέος, ὡς ἐν τῷ ἔγχος. οὐχ ὡς ἔτυχε δὲ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οὐδὲ τὸ θ δασὺ ὂν προηγεῖται τοῦ φ δασέος ὄντος κατὰ σύλληψιν, οὐδὲ τὸ β μέσον ὂν προηγεῖται τοῦ γ μέσου ὄντος κατὰ σύλληψιν, ἀλλὰ τὰ τῆς πρώτης καὶ δευτέρας συζυγίας ψιλά, δασέα, μέσα προηγοῦνται τῶν τῆς τρίτης συζυγίας δασέος, ψιλοῦ, μέσου. σεσημείωται τὸ λάγβατα καὶ τὸ λακπάτητον. ἐνταῦθα γὰρ τὸ γ καὶ τὸ κ τῆς βʹ ὄντα συζυγίας προηγοῦνται τοῦ β καὶ π τῆς πρώτης ὄντα συζυγίας, ὅπερ ἄτοπον. Τὰ ἀμετάβολα πρὸ τῶν ἀφώνων ἐν διαστάσει εἰσὶν οἷον ἕρπω τὸ βαδίζω, ἕλκω, ἄνθος, ἄρτος, ἔργον, ἔμβολος, σύμφωνον, σύμπονος. Τὰ ὑποταττόμενά τινι ἐν συλλήψει, ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτος τὸ ρ τῷ π ὑποτέτακται κατὰ σύλληψιν, ἀντιπροηγησάμενον δὲ τὸ ρ τοῦ π ἐν τῷ ἕρπω |
| 3,2 395 | κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο. πάλιν ἐν τῷ θνήσκω τὸ ν τῷ θ ὑποτέτακται κατὰ σύλληψιν, ἀντιπροηγησάμενον δὲ τοῦ θ ἐν τῷ ἄνθος κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο. Πᾶσα συλλαβὴ καταλήγουσα εἰς ς ἔχει καὶ τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ς οἷον ἀνάσσω, ἑλίσσω, νύσσω, ὀρύσσω, τινάσσω. δεῖ προσθεῖναι χωρὶς τῶν ἀπὸ τῆς εἰς προθέσεως καὶ τῆς πρός καὶ τοῦ δυς ἐπιρρήματος. ἐπὶ τούτων γὰρ πολλάκις λήγει εἰς ς ἡ συλλαβὴ καὶ οὐκ ἄρχεται ἡ ἐπιφερομένη συλλαβὴ ἀπὸ τοῦ ς οἷον προσφορά, εἰσφορά, δυστυχής. Ἀμετάβολον ἀμεταβόλου οὐ προηγεῖται κατὰ σύλληψιν, ἀλλὰ κατὰ διάστασιν οἷον ἀρνός, Ἑρμῆς, ἅλμη, ἔρνος, ὅλμος. ἰδοὺ ἐπὶ τούτων τὸ ἓν ἀμετάβολον ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς καὶ τὸ ἕτερον ἀρκτικὸν τῆς ἐπιφερομένης καὶ οὐκ εἰσὶν ὁμοῦ. δεῖ προσθεῖναι χωρὶς τοῦ μ καὶ ν , ταῦτα γὰρ εὑρίσκονται κατὰ σύλληψιν ὡς ἐν τῷ μνᾶ, μνημεῖον· ἐνταῦθα γὰρ τὸ μ καὶ τὸ ν ὁμοῦ εἰσιν. Ἡμίφωνον ἡμιφώνου οὐ προηγεῖται κατὰ σύλληψιν, ἀλλὰ κατὰ διάστασιν οἷον πλήσσω, τίλλω, πανσέληνον, ἄλσος, θάλψαι, ἄρξαι, μέμψαι· ἰδοὺ γὰρ ἐπὶ τούτων δύο ἡμίφωνα, ὧν τὸ μὲν ἓν ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆς ἐπιφερομένης· δεῖ προσθεῖναι χωρὶς τοῦ μ καὶ τοῦ ν καὶ τοῦ ς καὶ τοῦ μ καὶ τῶν συλλαβῶν τῶν οὐσῶν ἐν τέλει λέξεως· ἐπὶ τούτων γὰρ εὑρίσκονται ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ σύλληψιν, καὶ ἐπὶ μὲν τοῦ μ καὶ ν ὡς ἐπὶ τοῦ μνᾶ καὶ μνημεῖον, ἐπὶ δὲ τοῦ ς καὶ μ ὡς ἐπὶ τοῦ σμῶ καὶ σμιλίον καὶ κόσμος· ἐπὶ δὲ συλλαβῶν τῶν οὐσῶν ἐν τέλει λέξεως οἷον ἅλς, μάκαρς, Τῖρυνς, ἕλμινς. ἰδοὺ ἐπὶ τούτων εὑρέθησαν ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ σύλληψιν, ἐπειδὴ οὐκ ἔχουσι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸς συμφώνου τὴν σύνταξιν ἀναδέξασθαι. Οὐδέποτε τὰ ἁπλᾶ σύμφωνα μετὰ τῶν διπλῶν συμφώνων εὑρίσκονται κατὰ σύλληψιν, ἀλλ’ ἐν διαστάσει, οἷον θάλψαι, πέμψαι, ἄρξαι, ἄγξαι· ἰδοὺ γὰρ ἐπὶ τούτων τὸ μὲν ἁπλοῦν σύμφωνον τῆς προηγουμένης συλλαβῆς ληκτικόν ἐστι, τὸ δὲ διπλοῦν ἀρκτικὸν τῆς ἐπιφερομένης. δεῖ προσθεῖναι χωρὶς εἰ μὴ ἐν τέλει λέξεως, πολλάκις γὰρ ἐν τέλει λέξεως εὑρίσκονται τὰ ἁπλᾶ μετὰ τῶν διπλῶν κατὰ σύλληψιν ὡς ἐπὶ τοῦ σάρξ, σάλπιγξ· ἐπὶ τούτων γὰρ ἐν συλλήψει εἰσὶ τὰ σύμφωνα, καὶ τοῦτο ἐξ ἀνάγκης· οὐδὲ γὰρ ἔχουσι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸς συμφώνου τὴν σύνταξιν ἀναδέξασθαι. Δεῖ γινώσκειν, ὅτι οὐδέποτε δύο τὰ αὐτὰ σύμφωνα ἐν συλλήψει εὑρίσκονται, ἀλλ’ ἐν διαστάσει οἷον πάλλω, τίλλω, πλήσσω, σάκκος, πυρρός, ἄγγελος, συμμίγδην· ἰδοὺ ἐπὶ τούτων τὸ μὲν ἓν σύμφωνον ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆς ἐπιφερομένης. |
| 3,2 396 (2) | An. Ox. IV 332, 10: ὅσα σύμφωνα μὴ δύναται ἐν ἀρχῇ λέξεων ἐκφωνεῖσθαι, ταῦτα καὶ ἐν μέσῃ λέξει εὑρεθέντα χωρισθήσεται ἀλλήλων· οἷον ἄνθος, ἔργον· οὐ δύναται δὲ εὑρεθῆναι ἀπὸ τοῦ νθ ἀρχομένη οὐδὲ ἀπὸ τοῦ ργ πλὴν τούτων ἤγουν θμ , φν , γδ , χμ , κμ , σγ , σδ · ταῦτα γὰρ οὐδέποτε ἐν συμπλοκῇ ἐν ἀρχῇ εὑρισκόμενα, ἐν μέσῳ ἀλλήλων οὐ χωρίζονται οἷον ἴθμα, ἀφνειός, ὄγδοος, αἰχμή, ἀκμή, φάσγανον, θεόσδοτος· εἰ γὰρ παρὰ τοῖς κοινοῖς οὐχ εὕρηται λέξις ἀπὸ τοῦ σδ ἀρχομένη, ἀλλὰ παρὰ τοῖς Αἰολεῦσίν ἐστιν οἷον σδυγός ἀντὶ τοῦ ζυγός. E. M. 521, 29: κμέλεθρ α : δεῖ γινώσκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίσκεται ἐν ἀρχῇ λέξεως· τοῦ γὰρ πολύκμητος οὐχ εὕρηται ἐν χρήσει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητός· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ τὸ κεκοπίακα, οὐκ ἔστι ἀπὸ τοῦ κμῶ, ἀλλ’ ἀπὸ τοῦ κεκάμηκα. λέγει δὲ ὁ Ἡρωδιανὸς τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖς Γλώσσαις τὸ κμέλεθρα (σημαίνει δὲ τὰς δοκούς). E. M. 249, 15: Δασλήρ α : δεῖ γινώσκειν, ὅτι τὸ Δασλήρα (ὄνομά ἐστι λίμνης) καὶ Βρυσμός (ἔστι δὲ ὄνομα βασιλέως) καὶ Πάσνης καὶ Μάσνης (ὀνόματα ποταμῶν) καὶ Ὀσροήνη, ὅπερ τινὲς Ὀρροήνη λέγουσιν (ἔστι δὲ χώρα οὕτω καλουμένη ἐν Συρίᾳ) τὸ ς ἐν συλλήψει ἔχουσι μετὰ τῶν ἐπιφερομένων συμφώνων. ὅτι γὰρ οὐκ ἔστιν ἐν διαστάσει, δῆλον ἐκ τοῦ μὴ ἄρχεσθαι ἐπιφερομένην συλλαβὴν ἀπὸ τοῦ ς · εἰ γὰρ ἦν τὸ ς ἐν διαστάσει καὶ ἔληγεν ἡ συλλαβὴ εἰς τὸ ς , εἶχεν ἂν ἡ ἐπιφερομένη συλλαβὴ ἀρχὴν ἀπὸ τοῦ ς διὰ τὸν κανόνα τοῦτον· πᾶσα γὰρ συλλαβὴ καταλήγουσα εἰς ς , ἔχει καὶ τὴν ἑξῆς συλλαβὴν ἀπὸ τοῦ ς ἀρχομένην οἷον νύσσω, πλήσσω καὶ τὰ ὅμοια. Choer. 691, 13: ἐν τῷ τέτυπται τὸ φ εἰς τὸ π ἐτράπη καὶ ἐν τῷ νένυκται τὸ χ εἰς τὸ κ , ὅτι οὐκ ἠδύνατο οὔτε τὸ φ οὔτε τὸ χ πρὸ τοῦ τ εἶναι οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν· κατὰ διάστασιν μέν, ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δασὺ καταλήγει, |
| 3,2 397 | ὅθεν τὸ Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλῶν γράφομεν· κατὰ σύλληψιν δὲ οὐκ ἠδύνατο οὔτε τὸ φ οὔτε τὸ χ πρὸ τοῦ τ εἶναι, ἐπειδὴ τὸ φ καὶ τὸ χ δασέα εἰσί, τὸ δὲ τ ψιλόν. ψιλὰ δὲ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν οἷον πρῶσις, κτύπος, χθών, ἑβδομάς, ἐρίγδουπος, ὀγδόη· πῶς οὖν τὸ φ καὶ τὸ χ δασέα ὄντα ἠδύναντο τοῦ τ ψιλοῦ ὄντος προηγεῖσθαι κατὰ σύλληψιν; Choer. 689, 30: γίνεται τὸ δεύτερον πρόσωπον τέτυπσαι καὶ ἐτέτυπσο διὰ τοῦ π καὶ ς καὶ διὰ τὴν κακοφωνίαν κίρναται τὸ π καὶ τὸ ς εἰς ψ καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο, ὥσπερ καὶ ἀπὸ τοῦ Πέλοπι δοτικῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προσόδῳ τοῦ ς διὰ τοῦ π καὶ ς καὶ κατὰ κρᾶσιν τοῦ π καὶ ς εἰς ψ Πέλοψι διὰ τοῦ ψ . Πάλιν ἐστὶ τὸ δεύτερον πρόσωπον νένυκσαι καὶ ἐνένυκσο διὰ τοῦ κ καὶ ς καὶ διὰ τὴν κακοφωνίαν κίρνανται τὸ κ καὶ ς εἰς ξ καὶ γίνονται νένυξαι καὶ ἐνένυξο διὰ τοῦ ξ , ὥσπερ ἀπὸ τῆς κόρακι δοτικῆς ἑνικῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προσόδῳ τοῦ ς κόρακσι διὰ τοῦ κ καὶ ς καὶ κατὰ κρᾶσιν τοῦ κ καὶ ς εἰς ξ κόραξι. Steph. Byz. s. v. Ἀγβάτανα, πολίχνιον Συρίας, Ἡρόδοτος τρίτῳ (c. 62 et 64). Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει· παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικόν. παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε , ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι. Ἡρωδιανὸς δ ’ ἐν τῷ περὶ συντάξεως στοιχείων ἐγκρίνει τὴν διὰ τοῦ κ γραφήν, παραιτούμενος τὴν διὰ τοῦ γ λέγων οὕτως «μή τι ἄρα παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ , ὡς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια». Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα· ὅτι τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ θ , τὸ χαρακτηριστικὸν τοῦ δυϊκοῦ ῥήματος, καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ λοιπὸν ἀναγκάζεται γενέσθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον δὲ τὸ μ πρὸ τοῦ τ , οὐ συνίσταται γὰρ οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν· κατὰ σύλληψιν μέν, ὅτι τὰ ὑποτασσόμενά τινι ἐν συλλήψει, ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτος τὸ ρ ὑποτέτακται τῷ π κατὰ σύλληψιν, ἐὰν δὲ προηγήσηται τὸ ρ τοῦ π , κατὰ διάστασιν αὐτοῦ προηγεῖται, ὡς ἐπὶ τοῦ ἕρπω· καὶ πάλιν ἐν τῷ κλέος τὸ λ ὑποτέτακται τῷ κ κατὰ σύλληψιν, ἀντιπροηγούμενον |
| 3,2 398 | δὲ τὸ λ τοῦ κ ἐν τῷ ἕλκω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγεῖται· καὶ πάλιν ἐν τῷ θνήσκω τὸ ν ὑποτέτακται τῷ θ κατὰ σύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ν τοῦ θ ὡς ἐν τῷ ἄνθος κατὰ διάστασιν αὐτοῦ προηγήσατο. ἐπειδὴ οὖν τὸ μ ὑποτέτακται τῷ θ καὶ τῷ τ κατὰ σύλληψιν ὡς ἐν τῷ τμῆμα καὶ Ἁθμονίς (σημαίνει δὲ δῆμον Ἀττικόν), δῆλον ὅτι ἐὰν προηγήσηται τοῦ θ καὶ τοῦ τ τὸ μ , οὐ δύναται αὐτῶν ἀντιπροηγήσασθαι κατὰ σύλληψιν, ἀλλὰ κατὰ διάστασιν. Ἀλλ’ οὐδὲ πάλιν κατὰ διάστασιν δύναται ἀντιπροηγήσασθαι τὸ μ τούτων, φημὶ δὲ τοῦ τ καὶ τοῦ θ , ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς τὸ μ θέλει ἔχειν τὴν ἑξῆς συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ οἷον συμβουλή, σύμπονος, σύμφωνος, σύμψηφος, συμμέτοχος· ἐπειδὴ οὖν οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν ἠδύνατο τὸ μ πρὸ τοῦ θ ἢ τοῦ τ , ἐξ ἀνάγκης ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ. Choer. 541, 14: ἔστι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ καὶ ὀφείλονται ταῦτα κατὰ τὸν παρακείμενον φυλάξαι αὐτό τε τὸ ἀμετάβολον καὶ γενέσθαι τέταμκα, νέναμκα, δέδεμκα, βέβραμκα ὥσπερ κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ τέτμηκα, νενέμηκα, δεδέμηκα, βεβρέμηκα διὰ τὸ μηδέποτε εὑρίσκεσθαι τὸ μ πρὸ τοῦ κ μήτε κατὰ σύλληψιν μήτε κατὰ διάστασιν· κατὰ σύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαστάσει ἀντιπροηγοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π κατὰ σύλληψιν ἐν τῷ πρῶτος, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ν ὑποτέτακται τῷ θ κατὰ σύλληψιν ἐν τῷ θνήσκω, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθος ἀντιπροηγεῖται αὐτοῦ. πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ σύλληψιν ἐν τῷ κλέος, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ρ ὑποτέτακται τῷ γ κατὰ σύλληψιν ἐν τῷ γραῦς, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἔργῳ κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· εἰ ἄρα οὖν τὸ μ ὑποτέτακται τῷ κ κατὰ σύλληψιν ὡς ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάστασιν θέλει ἀντιπροηγήσασθαι αὐτοῦ· ἀλλ’ οὐδὲ ἐν διαστάσει δύναται προηγεῖσθαι αὐτοῦ, φημὶ δὲ τὸ μ τοῦ κ , ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς τὸ μ θέλει ἔχειν τὴν ἑξῆς ἀρχομένην ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ μ οἷον σύμβουλος, σύμπονος, σύμφωνος, σύμψηφος, συμμέτοχος. |
| 3,2 399 (2) | Choer. Dict. 623, 19: ἁμαρτῶ, ὁ δεύτερος ἀόριστος ἥμαρτον καὶ κατὰ ὑπερβιβασμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ β ἤμβροτον. τὸ δὲ β ἐπλεόνασεν, ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτ’ ἐν διαστάσει· καὶ ἐν συλλήψει μέν, ἐπειδὴ ἀμετάβολον ἀμεταβόλου προηγεῖται οὐδέποτε, οἷον ἅρμα, ἔρνος, ἅλμη, εἰ μὴ τὸ μ πρὸ τοῦ ν οἷον μνᾶ μνημεῖον· ἐν διαστάσει δὲ οὐκ ἠδύνατο εἶναι τὸ μ πρὸ τοῦ ρ , ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον σύμφωνον κατὰ διάστασιν, εἰ μὴ αὐτὸ τὸ ρ , οἷον ἔρραπτον, ἐρράφην, ἐρράφησαν, ἐπίρρημα, ὑποδηματορράφος, ἄρρωστος. πρόσκειται «κατὰ διάστασιν», ἐπειδὴ ἕτερα σύμφωνα εὑρίσκονται προηγούμενα τοῦ ρ κατὰ σύλληψιν οἷον δρῶ, κρέας, Τρώς, γραῦς, βρέχω. δεῖ προσθεῖναι χωρὶς τῶν ἀπὸ τῆς πρός, εἰς, ἐξ, καὶ τοῦ δυς ἐπιρρήματος· ἐπὶ τούτων γὰρ εὑρίσκεται ἕτερα σύμφωνα προηγούμενα τοῦ ρ κατὰ διάστασιν ὡς δύσριγος, δύσροια, πρόσριψον, ἐκρεῦσαι. ἐπειδὴ οὖν, ὡς δέδεικται, οὐκ ἠδύνατο τὸ μ πρὸ τοῦ ρ εἶναι οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν, ἐξ ἀνάγκης ἐπλεόνασε τὸ β ἐν τῷ ἤμβροτον. Choer. 318, 26: τὸ ἀνήρ ἀνέρος γενόμενον κατὰ συγκοπὴν ἀνρός ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ , καὶ ἐγένετο ἀνδρός· οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χωρὶς τοῦ δ , ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει κτλ. Ep. Cr. I 236, 1: κλάζω, ὁ μέλλων κλάγξω· καὶ ὤφειλεν ὁ ἐνεστὼς ἔχειν τὸ ν · ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ τοῦ ζ ἐν μιᾷ λέξει εὑρίσκεται. πρόσκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐνζεῦξαι· τοῦτο γὰρ οὐκ ἔστιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο. ὅμοιόν ἐστι καὶ τὸ πλάγχθη ἀπὸ τοῦ πλάζω γενόμενον καὶ οὐκ ἔχει ὁ ἐνεστὼς τὸ ν . E. M. 370, 15 (Ep. Cr. I 383, 21): παρὰ τὸ ῥέζω τὸ πράττω ὑπερθέσει ἔρζω καὶ τροπῇ Δωρικῇ, ἐπειδὴ ἐν ἁπλῇ λέξει σύμφωνον πρὸ τοῦ ζ οὐχ ὁρᾶται, γίνεται ἕρδω. πρόσκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐνζεῦξαι σύνθετον καὶ μελάνζοφος· ἐκφέρεται δὲ ἐπὶ τοῦ μέλλοντος διὰ τοῦ ξ τῷ λόγῳ τοῦ ἔρζω, ἵνα φυλάξῃ τὸ ὀφειλόμενον τοῦ ζ «ἔρξον, ὅπως ἐθέλεις» (Δ 37). |
| 3,2 400 (2) | Choer. 684, 17: ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ τὸ ν εἰς γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ · τὸ γὰρ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ ξ ἢ χ ἐν μιᾷ λέξει εἰς τὸ γ τρέπεται οἷον σύγχυσις, συγγενής, συγκληρονόμος, συγξηρᾶναι. πρόσκειται «ἐν μιᾷ λέξει» διὰ τὸ σὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ν εἰς τὸ γ , ἐπιφερομένου γ ἢ χ · ἀλλ’ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξεις εἰσίν, ἐν παραθέσει γάρ εἰσιν. ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ ν εἰς μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ · τὸ γὰρ ν ἐπιφερομένου τοῦ π ἢ τοῦ β ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰς τὸ μ τρέπεται οἷον σύμβιος, σύμπονος, σύμφωνος, σύμψηφος, συμμέτοχος. πρόσκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, σὺν πολλοῖς. ἐνταῦθα γὰρ οὐ τρέπεται τὸ ν εἰς τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π , ἐπειδὴ δύο μέρη τοῦ λόγου εἰσίν· ἐν παραθέσει γάρ εἰσιν. E. M. 215, 11: ἐγώνγα: πᾶσα συλλαβὴ εἰς ν λήγουσα ἐν μιᾷ λέξει, ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλλαβῆς ἀρχομένης ἀπὸ τοῦ γ κ ξ χ τρέπει τὸ ν εἰς γ · πρόσκειται «ἐν μιᾷ συλλαβῇ» διὰ τὸ «σὺν Γεωργίῳ, ἐν κεφαλαίῳ»· δύο γὰρ μέρη λόγου εἰσί. δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκοῦσι τούτῳ τῷ κανόνι ἀντικεῖσθαι. ἔστι γὰρ ἐγώ καὶ τοῦτο οἱ μὲν Δωριεῖς ἐγών λέγουσιν, οἱ δὲ Βοιωτοὶ ἰών. εἶτα ταῦτα γίνεται κατ’ ἐπέκτασιν ἐγώνγα καὶ ἰώνγα καὶ προφέρεται τὸ γα ἐν μιᾷ λέξει καὶ οὐ τρέπει τὸ ν εἰς γ . ἀλλ’ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ὅτι ὥσπερ τὸ ναί καὶ τὸ εἰ ἐπεκτείνεται καὶ γίνεται ναίχι καὶ εἴθε καὶ ἐφύλαξε τὴν αὐτὴν τάσιν, ἣν εἶχον καὶ πρὸ τῆς ἐπεκτάσεως, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγών καὶ ἰών ἐπεκταθέντα καὶ γενόμενα ἐγώνγα καὶ ἰώνγα τὴν αὐτὴν σημασίαν ἐφύλαξε, λέγω δὴ τὴν πρὸ τῆς ἐπεκτάσεως, καὶ τὴν αὐτὴν τάσιν, λέγω δὴ τὴν ὀξεῖαν. τούτου χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν . Choer. 691, 33: ἐν τῷ μεμίανται καὶ μεμόλυνται τρίτῳ προσώπῳ, ἐπειδὴ οὐκ ἐπιφέρεται σύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ν · τὸ γὰρ τ ἐπιφέρεται· τὸ δὲ ν ἐπιφερομένου τοῦ δ ἢ θ ἢ τ φυλάττεται οἷον ἔνδον ἔνθα ἐντυχία καὶ ἔντευξις. |
| 3,2 401 (2) | Choer. Dict. 514, Bekk. Anecd. (Schol. ad Dionys.) p. 693: Τὸ ρ ἐνομίσθη φωνῆεν εἶναι ἐκ τούτων τῶν κανόνων· τὸ ρ γὰρ μόνον ἐκ πάντων τῶν συμφώνων δέχεται καὶ δασεῖαν οἷον ῥαπίζω, ῥάπτω, δέχεται καὶ ψιλὴν οἷον μέρος, φέρω ὥσπερ τὰ φωνήεντα. Τὰ δὲ εἰς α λήγοντα θηλυκά, συνεσταλμένον ἔχοντα τὸ α , ἐὰν μὲν ἔχωσι πρὸ τοῦ α σύμφωνον, τρέπουσι τὸ α εἰς η ἐν τῇ γενικῇ, οἷον μοῦσα μούσης, δόξα δόξης, δίψα δίψης, ἐὰν δὲ φωνῆεν ἔχωσι πρὸ τοῦ α , φυλάττουσι τὸ α καὶ ἐν τῇ γενικῇ οἷον μαῖα μαίας, Ἀντιόχεια Ἀντιοχείας, Ἀλεξάνδρεια Ἀλεξανδρείας. ὁμοίως καὶ τὰ ἔχοντα τὸ ρ φυλάττουσι τὸ α ἐν τῇ γενικῇ οἷον σφαῖρα σφαίρας, θύρα θύρας. δῆλον οὖν ὅτι οὐκ ἔστι σύμφωνον τὸ ρ , ἀλλὰ φωνῆεν, ὡς τὸ ἴδιον τῶν φωνηέντων ἀποτελοῦν. εἰ γὰρ ἦν σύμφωνον, οὐκ ὤφειλε τὸ α φυλαχθῆναι ἐν τῇ γενικῇ, ἀλλὰ τραπῆναι εἰς η . Καὶ ἐξ ἄλλου δὲ λόγου δείκνυται τὸ ρ φωνῆεν ὑπάρχον. τὰ εἰς ος λήγοντα ἀρσενικὰ ποιοῦντα κατ’ ἰδίαν θηλυκά, τουτέστι μὴ ὄντα κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόσοφος καὶ ἡ φιλόσοφος, εἰ μὲν ἔχουσι πρὸ τοῦ ο φωνῆεν, εἰς α ποιοῦσι τὸ θηλυκὸν οἷον Βυζάντιος Βυζαντία, Ῥόδιος Ῥοδία, ἀλλότριος ἀλλοτρία, μέτριος μετρία· εἰ δὲ σύμφωνον ἔχουσι πρὸ τοῦ ο , εἰς η ποιοῦσι τὸ θηλυκὸν οἷον σοφός σοφή, καλός καλή, ἀγαθός ἀγαθή, εἰ δὲ ἔχουσι πρὸ τοῦ ο τὸ ρ , εἰς α ποιοῦσι τὸ θηλυκὸν οἷον φοβερός φοβερά, χλιαρός χλιαρά, καθαρός καθαρά. δῆλον οὖν ὅτι οὐκ ἔστι σύμφωνον τὸ ρ , ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν σύμφωνον, εἰς η ὤφειλε ποιῆσαι τὸ θηλυκὸν καὶ οὐκ εἰς α . Δείκνυται δὲ καὶ ἀπὸ τῆς Αἰολίδος διαλέκτου τὸ ρ φωνῆεν. εἰώθασι γὰρ οἱ Αἰολεῖς φωνήεντος ἐπιφερομένου προστιθέναι τὸ υ ὡς ἐπὶ τοῦ εὔαδε. καὶ πάλιν τὸ ἠώς ἀώς λεγόντων τῶν Δωριέων οἱ Αἰολεῖς λέγουσιν αὔως τὸ υ προστιθέντες. καὶ πάλιν ἀάτην αὐάτην λέγουσιν οἱ Αἰολεῖς. συμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προστιθέασι τὸ υ οἱ Αἰολεῖς· τὸ γὰρ νόσος νοῦσος καὶ Ὄλυμπος Οὔλυμπος ποιητικά εἰσι καὶ οὐκ Αἰολικά. τοῦ δὲ ρ ἐπιφερομένου πολλάκις προστιθέασι τὸ υ οἱ Αἰολεῖς οἷον αὔρηκτος, ἄρηκτος γάρ. δῆλον οὖν ὅτι φωνῆέν ἐστι καὶ οὐ σύμφωνον τὸ ρ . Δείξομεν δὲ πάλιν, ὅτι τὸ ρ σύμφωνόν ἐστι καὶ οὐ φωνῆεν. Πῶς δέ; ὅτι πᾶν φωνῆεν καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖ, τὸ δὲ ρ οὐ δύναται |
| 3,2 402 | καθ’ ἑαυτὸ φωνὴν ἀποτελεῖν, μετὰ γὰρ τοῦ ω ἐκφωνεῖται, δῆλον οὖν, ὅτι οὐκ ἔστι φωνῆεν, ἀλλὰ σύμφωνον. ἄλλως τε οὐδέποτε ἐν μιᾷ συλλαβῇ τρία φωνήεντα εὑρίσκονται, ἀλλ’ ἢ ἓν ἢ δύο φωνήεντα ὡς ἐπὶ τῶν διφθόγγων οἷον εὖχος, οἶκος, αὐλῶ. ἐὰν οὖν εἴπωμεν τὸ ρ φωνῆεν εἶναι, εὑρεθήσονται ἐν τῷ ῥεῦμα ἢ ῥοῦς τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ, ὅπερ ἀδύνατον. Ἔτι δὲ οὐδὲν ὄνομα ἀρσενικὸν εἰς φωνῆεν λήγει οἷον Αἴας, Πλάτων, Φοῖνιξ, τὸ γὰρ ἱππότα καὶ μητίετα Ζεύς καὶ τὰ τοιαῦτα ποιητικὰ κατὰ μεταπλασμὸν γενόμενα καὶ τὸ τοιόσδε καὶ τοιουτοσί ἐπεκτεταμένα. πῶς οὖν τὸ ρ δύναται φωνῆεν εἶναι, ὅπου ὁ ῥήτωρ καὶ ὁ Νέστωρ καὶ τὰ τοιαῦτα εἰς ρ λήγουσιν; εὑρεθήσεται γὰρ ἀρσενικὸν ὄνομα εἰς φωνῆεν λῆγον, ὅπερ ἀδύνατον. Τὸ ρ ἀρχόμενον λέξεως δασύνεσθαι θέλει οἷον ῥώμη, ῥήτωρ, ῥαπίζω πλὴν τοῦ ᾿Ρ ᾶρος καὶ ᾿Ρ άριον πεδίον, μεταξὺ δὲ δύο φωνηέντων ἐν ἁπλῇ λέξει ψιλοῦσθαι θέλει οἷον μέρος, φέρει, χαίρω. πρόσκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ φιλοῥώμαιος καὶ μισοῥήτωρ. ἐνταῦθα γὰρ ἐπειδὴ οὐκ ἔστιν ἁπλῆ λέξις, μένει τὸ ρ δασυνόμενον καὶ φυλάττον τοῦ Ῥωμαῖος καὶ ῥήτωρ τὴν δασεῖαν. πρόσκειται δὲ «μεταξὺ δύο φωνηέντων» διὰ τὸ ἀφῥός καὶ ὠχῥός. ἐνταῦθα γὰρ τὸ ρ δασύνεται, ἐπεὶ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστι καὶ μετὰ τῶν ψιλῶν ψιλόν· μετὰ τῶν δασέων οἷον θῥόνος, ἄφῥων, μετὰ δὲ τῶν ψιλῶν ψιλὸν οἷον κάπῤος, ἄκῤος, τῤόπος. τούτων οὖν χάριν προσλαμβάνει ὁ παρατατικὸς ἕτερον ρ οἷον ἔῤῥαπτον ἐῤῥάπιζον, ἵνα φυλαχθῇ τὸ πνεῦμα τοῦ ἐνεστῶτος καὶ δασυνθῇ. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν εὑρεθῇ δύο ρρ τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται οἷον πόῤῥω ἄῤῥωστος, ἐπίῤῥημα, ἀῤῥαγές. διὰ τοῦτο οὖν ψιλοῦται δὲ πρῶτον ρ , ἐπειδὴ οὔτε συλλαβὴ οὔτε λέξις εἰς δασὺ καταλήγει, ὅθεν Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα ψιλοῦται καὶ οὐ δασύνεται. E. M. 324, 14: ἐκ Ῥώμη ς : ἡ ἐξ πρόθεσις, ὅταν αὐτῇ σύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰς κ · δεῖ δὲ προσθεῖναι χωρὶς εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντος οἷον ὡς παρὰ Ἀρχιλόχῳ «διὲξ σωλῆνος» καὶ πάλιν «διὲξ τὸ μύρτον» ἀντὶ τοῦ διὰ τὸ μύρτον, σημαίνει δὲ τὴν μυρσίνην. ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς εἰ μὴ εὑρεθῇ ἐν τέλει στίχου οἷον ὡς παρὰ Θεοκρίτῳ ἔνθα μιᾶς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἐξ τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός (XXII 30 et 31) καὶ χωρὶς τοῦ πάρεξ. ταῦτα πάντα ἐσημειωσάμεθα, ἐπειδὴ ἐπὶ τούτων τῶν χρήσεων ἐφυλάχθη τὸ ξ τῆς προθέσεως συμφώνου ἐπιφερομένου. |
| 3,2 403 (2) | Ep. Cr. I 333, 26: παρὰ τὸ πτῶ τὸ πίπτω γίνεται εἰς μος ὄνομα πτμός καὶ πλεονασμῷ τοῦ ο διὰ τὴν ἀσυνταξίαν τοῦ πτμ πότμος ἐπὶ τῆς τύχης διὰ τὴν μετάπτωσιν καὶ μεταβολὴν τῶν πραγμάτων, ὅθεν Μένανδρός φησιν «τὸ τῆς τύχης γὰρ ῥεῦμα μεταπίπτει ταχύ». Choer. Dict. 488, 25: κατὰ τὴν ἀσυνταξίαν ἐπιλιμπάνουσι ῥήματα ὡς τὰ τοιαῦτα· ἐπὶ τοῦ ἵσταται, δίδοται, πεποίηται πρὸ τοῦ τ προέρχεται τὸ ν καὶ ἀποτελεῖται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν οἷον ἵστανται, δίδονται, πεποίηνται· ἐπὶ δὲ τοῦ τέτυπται καὶ νένυκται καὶ κέκαρται, ἐπεὶ πρὸ τοῦ τ ἐστὶ σύμφωνον προσερχομένου τοῦ ν , ἀσυνταξία γίνεται· εὑρίσκεται γὰρ πντ καὶ κντ καὶ ρντ · ἀλλ’ οὐ δύνανται τὰ τρία σύμφωνα ὁμοῦ παραλαμβάνεσθαι, ἐπειδή, ἡνίκα εὑρεθῶσι τρία σύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον μὲν ἢ ς ἢ κ ἢ π , τὸ δὲ δεύτερον ἄφωνον, τὸ δὲ τρίτον ἀμετάβολον, σφραγίς, στρατός, στρῶμα, σκληρός, σκῆπτρον, κάτοπτρον, οἰκτρός, πλῆκτρον χωρὶς τοῦ ἐχθρός καὶ ἔφθρασαι. τούτου οὖν χάριν διὰ τὴν ἀσυνταξίαν ἐπιλιμπάνει ἐνταῦθα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν καὶ διὰ μετοχῆς ἀναπληροῦνται καὶ ὑπαρκτικοῦ ῥήματος οἷον τετυμμένοι εἰσί καὶ κεκαρμένοι εἰσί καὶ νενυγμένοι εἰσί. Choer. 636, 4 (E. M. 456, 12): ἰστέον ὅτι θρέφω καὶ θρέχω ὤφειλεν εἶναι ὁ ἐνεστώς, ἵνα συνάρξηται τῷ θρέξω καὶ θρέψω μέλλοντι, ἀλλ’ ἐπειδὴ κανών ἐστιν ὁ λέγων ὅτι τὸ ρ μετὰ δασέος δασύ ἐστιν οἷον |
| 3,2 404 | χρόνος, ἀφρός, μετὰ δὲ τῶν ψιλῶν ψιλὸν οἷον κάπρος, Ἀτρεύς, κριός, οὐδέποτε δὲ εὑρίσκεται λέξις δισύλλαβος ἐν χρήσει ἀρχομένη ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος—τοῦ γὰρ «ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι» (ε 110) ὁ φθίθω ἐνεστὼς οὐχ εὑρίσκεται ἐν χρήσει—τούτου χάριν οὐκ ἐγίνοντο θρέφω καὶ θρέχω, ἀλλὰ τρέφω καὶ τρέχω, ἵνα μὴ εὑρεθῶσιν ἀρχόμενα ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος. ἐν δὲ τῷ μέλλοντι ἀποστάντος τοῦ δασέος φ καὶ χ τοῦ ὄντος κατὰ τὴν δευτέραν συλλαβὴν καὶ προσελθόντος τοῦ διπλοῦ εὐθέως τὸ ὀφειλόμενον ἦλθε κατὰ τὴν ἄρχουσαν καὶ γέγονε θρέψω καὶ θρέξω. Ὡσαύτως καὶ τὸ θρίξ ὀφεῖλον κατὰ τὴν γενικὴν εἶναι θριχός, ἵνα φυλάξῃ τὴν ἄρχουσαν τῆς εὐθείας (θέλει γὰρ ἡ εὐθεῖα φυλάττεσθαι καὶ ἐν ταῖς ἑξῆς πτώσεσιν οἷον Λάχης Λάχητος, Πάρις Πάριδος, Αἴας Αἴαντος), οὐκ ἐγένετο οὕτως, ἀλλὰ τριχός κατὰ μετάθεσιν τοῦ θ εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὲ τὸ τ , ἵνα μὴ εὑρεθῇ δισύλλαβος λέξις ἀρχομένη ἀπὸ δύο δασέων, τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος· ἐν δὲ τῇ δοτικῇ τῶν πληθυντικῶν ἀποστάντος τοῦ δασέος τοῦ ὄντος ἐν τῇ δευτέρᾳ συλλαβῇ καὶ προσελθόντος τοῦ διπλοῦ τοῦ ξ εὐθέως τὸ ὀφειλόμενον θ προσῆλθε κατὰ τὴν ἄρχουσαν καὶ γέγονε θριξί. Choer. 486, 21: τῆς Μόψοπος γενικῆς ἡ εὐθεῖα ἐπιλιμπάνει διὰ τὸ ἀσύντακτον· ἤμελλε γὰρ εἶναι ἡ εὐθεῖα ὁ Μόψοψ, ὅπερ ἐστὶν ἀσύντακτον, τουτέστιν οὐκ ἔχον χαρακτῆρα Ἑλληνικόν· οὐδέποτε γὰρ ἐν ἁπλῇ λέξει κατὰ συνέχειαν συλλαβῶν τὸ αὐτὸ διπλοῦν εὑρίσκεται. πρόσκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ ἐξάξαι, ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐστι κατὰ συνέχειαν συλλαβῶν, τουτέστι μετὰ τὴν συλλαβὴν τὴν ἔχουσαν διπλοῦν εὐθέως ἑτέρα συλλαβὴ ἐπάγεται ἔχουσα τὸ αὐτὸ διπλοῦν. ἀλλ’ οὐκ ἔστιν ἁπλῆ λέξις, ἀλλὰ σύνθετος, ἀπὸ γὰρ τῆς ἐξ προθέσεως σύγκειται καὶ τοῦ ἄξαι ῥήματος. πρόσκειται δὲ «κατὰ συνέχειαν συλλαβῶν» διὰ τὸ ζευγίζω· ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐστι καὶ ἐν ἁπλῇ λέξει, ἀλλ’ οὐ κατὰ συνέχειαν συλλαβῶν. οὐδὲ γὰρ μετὰ τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ διπλοῦν εὐθέως ἐπιφέρεται ἡ ἑτέρα συλλαβὴ ἔχουσα τὸ αὐτὸ διπλοῦν, ἀλλὰ μεταξὺ τῶν συλλαβῶν τῶν ἐχουσῶν τὸ διπλοῦν ἐστιν ἑτέρα συλλαβή. «τὸ αὐτὸ δὲ διπλοῦν» πρόσκειται διὰ τὸ ζεῦξαι· ἐνταῦθα γὰρ ἐν ἁπλῇ λέξει καὶ κατὰ συνέχειαν συλλαβῶν ἐστι τὸ διπλοῦν, ἀλλ’ οὐκ ἔστι τὸ αὐτὸ διπλοῦν. διὰ τοῦτο Ξέρξης βάρβαρον εἶναι λέγομεν ὡς ἔχον ἐν ἁπλῇ λέξει κατὰ συνέχειαν συλλαβῶν τὸ αὐτὸ διπλοῦν. τῆς οὖν Μόψοπος γενικῆς εἰ ἐλέγετο ἡ εὐθεῖα, |
| 3,2 405 | ἤμελλεν εἶναι Μόψοψ καὶ λοιπὸν ηὑρίσκετο ἐν τῇ αὐτῇ συλλαβῇ καὶ ἐν ἁπλῇ λέξει τὸ αὐτὸ διπλοῦν, ὅπερ ἐστὶν ἀδύνατον. St. Byz. 458, 14: Μοψοπία, ἡ Ἀττική, ἀπὸ Μόψοπος. Καλλίμαχος· ἄρρητος ἡ Μόψοψ εὐθεῖα. Eustath. 149, 1 (Cr. An. Ox. III 398, 3): τοῦ δείδοικα τὸ πρωτότυπον ὂν δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶς διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι’ οὗ ὥρισται καθολικῶς, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι’ οὗ συμφώνου ἐκφέρεται ὁ ἐνεστώς, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέσος παρακείμενος οἷον λείβω λέλοιβα λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ’ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέσον παρακείμενον. λύσις δὲ τῆς ἀπορίας ταύτης τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεσθαι. τὸ γὰρ τοιοῦτον ψελλισμῷ, φησίν (sc. Herodianus), ὑποπίπτει. διὸ ἀντεισῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείσω δέδεικα, ὃς ἐσιγήθη διὰ τὸ τοῦ μέσου παρακειμένου πολύχρηστον. ὅτι δ’ ἐν πολλοῖς ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιος, ὃν δέον ὂν διφθόγγῳ παραλήγεσθαι κατὰ τὸν κανόνα τοῦ κήτειος κήδειος ἐπιτήδειος καὶ τῶν ὁμοίων, ὅμως, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε , ἐγράφη διὰ μόνου τοῦ ι . Σοφοκλῆς (Oed. Tyr. 756) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «Ἴριδι δίῃ» κακίζεται κατὰ τὸ ἐπάλληλον τῶν διχρόνων. Choer. Dict. 187, 2: τὸ Χάρυβδις Χαρύβδιος, Σάρδις Σάρδιος οὐκ ἐκλίθησαν διὰ τοῦ δος διὰ τὴν κακοφωνίαν· εὑρίσκετο γὰρ ἀλλεπάλληλον τὸ δ , ὅπερ ἐστὶ κακόφωνον, quam observationem Eustath. 1716, 48 Herodiano deberi diserte dicit, unde etiam Priscianus IV 6, 34 hausit: non dicunt Graeci Χαρύβδιδος, quamvis regula exigat, sed Χαρύβδιος. St. B. 120, 14 s. Ἀρκαδία: τοῦ Ἀρκὰς τὸ πατρωνυμικὸν Ἀρκασίδαι. ὤφειλεν οὖν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο. Choer. 98, 16: δεῖ γινώσκειν, ὅτι οἱ Αἰολεῖς τὸ τάλας τάλαις λέγουσι καὶ τὸ μέλας μέλαις καὶ τὸ Θόας Θόαις προστιθέντες τὸ ι , τὸ δὲ Αἴας Αἴαις οὐ λέγουσι διὰ τὴν ἐπαλληλίαν τῆς αι διφθόγγου· ηὑρίσκετο γὰρ ἀλλεπάλληλος ἡ αι δίφθογγος καὶ ἐκ τούτου κακόφωνος ἐγένετο ἡ λέξις. Il. Pr. Α 80: χέρηϊ: γέγονεν οὕτως· ἔστι τι χερείονος γενικὴ καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων» (Il. Ρ 539). ὃν οὖν τρόπον |
| 3,2 406 | τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη «χέρεια» (Il. Δ 400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια, τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η . οὕτως Ἡρωδιανό ς. Il. Pr. Γ 219: οὐδὲν θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν (sc. πόσεος ὄφεος ἔχεος) τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε , οὐχὶ δὲ διὰ τοῦ ι · τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν «εὐνήν τ’ αἰδομένη πόσιος» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόσεϊ ᾧ» (Il. Ε 71). Choer. 391, 32: ἰστέον, ὅτι παρ’ Ὁμήρῳ οὐδέποτε εὑρίσκεται ἡ γενικὴ τῶν εἰς ος οὐδετέρων εἰς ους καταλήγουσα, ἀλλ’ ἢ εἰς ευς οἷον Ἐρέβευς, θάρσευς ἢ ἐντελῶς ἤγουν διὰ τοῦ εος οἷον βέλεος, στήθεος, τείχεος, ἄχεος. δύο δὲ μόνας γενικὰς ἐποίησιν εἰς ους , τὸ «χλωροὶ ὑπὸ δείους» (Ο 4) καὶ «ἥ ῥα κατὰ σπείους κέχυται» (ι 330). τοῦτο δ’ οὐκ ἐποίησε διὰ τὸ μέτρον, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ ε . ἔστι γὰρ δέος καὶ σπέος καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευς καὶ σπέευς, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου χάριν τῇ εἰς ους γενικῇ ἐχρήσατο, φημὶ δὲ τῇ δέους καὶ σπέους, ἃ ἐν πλεονασμῷ τοῦ ε γίνονται δείους καὶ σπείους. Choer. Orth. 244, 31; 273, 1: περὶ ποσότητος 296, 14: τὰ εἰς ευς ὡς ἐπὶ τὸ πλεῖστον οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, εἰ μὴ ἀπὸ πρωτοτύπου σχῶσι τὴν ει δίφθογγον. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ Νειλεύς οὐκ ἐπὶ τοῦ πατρὸς τοῦ Νέστορος ἀλλ’ ἐπὶ τοῦ λεγομένου Ἀττικῶς ὁ Νείλεως τοῦ Νείλεω. πρόσκειται «εἰ μὴ ἀπὸ πρωτοτύπου σχῶσι τὴν ει δίφθογγον» διὰ τὸ Ῥοιτειεύς καὶ Σιγειεύς. St. B. 431, 1: Μανθυρέα κώμη Ἀρκαδίας· τὸ ἐθνικὸν Μανθυρεύς διὰ τὸ ἐπάλληλον τῶν δύο εε . St. B. 176, 20: Βορυσθένης: ἀπὸ τῆς εἰς ος εὐθείας ἡ διὰ τοῦ ιτης παραγωγὴ πλεονάζει μιᾷ συλλαβῇ ὡς τόπος τοπίτης, Κανωπίτης. τὸ δὲ Ἰήτης ἀπὸ τῆς Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η . |