Λεσβώνακτος Περὶ σχημάτωνΣχῆμά ἐστι λόγου πλοκὴ τῶν τοῦ λόγου μερῶν κατά τινα διάλεκτον. εἴδη δὲ σχημάτων εἴκοσι καὶ δύο· Εὐβοϊκόν, Κορίνθιον, Ἰβύκειον, Χαλκιδικόν, Ἀλκμανικόν, Κλαζομένιον, Κολοφώνιον, Σικελικόν, Νησιωτικόν, Τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, Ἰωνικόν, Ἀττικόν, Θηβαϊκόν, Ἰωνικὸν καὶ Δώριον, Δώριον, Ἀττικόν, Ἄλλο Ἀττικόν, Περιηγητικόν, Ἄλλο Ἀττικόν, Ἄλλο πολλοῖς εἰρημένον, Ῥοδιακὸν καὶ Ἀσιανόν. Εὐβοϊκόν, ὡς τὸ «ἡδὺς παιδίον βαδίζων». οὐδετέροις γὰρ ὀνόμασι συντάσσουσιν ἀρσενικὸν καὶ θηλυκὸν ἐπίθετον καὶ μετοχάς. ὡς καὶ Ὅμηρος «δῶρόν τοι ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι». Ἐθνικαὶ διάλεκτοι ΛεσβώνακτοςΟἱ Εὐβοεῖς τοῖς θηλυκοῖς ὀνόμασιν ἀρσενικὰ συντάσσουσιν ἐπίθετα, ὡς τὸ παρʼ Ὁμήρῳ «κλυτὸς Ἱπποδάμεια» καὶ «θερμὸς ἀϋτμή» καὶ «ἁλὸς πολιοῖο» καὶ παρʼ Ἡσιόδῳ «δαϊζομένου πόληος». ὁμοίως δὲ καὶ τοῖς οὐδετέροις ὀνόμασιν ἀρσενικὰ καὶ θηλυκὰ ἐπίθετα καὶ μετοχὰς ἀρσενικάς τε καὶ θηλυκάς, οἷον «εὐφυὴς παιδίον» καὶ «κόριον καλλίστη» καὶ «γύναιον ἐρχομένη» καὶ «μειράκιον λέγων». καὶ Ὅμηρος «τέκνον φίλε». Κορίνθιον· ὡς τὸ «ὅπως ἔσται τάδε ἔργα» καὶ «ἵνα εἴδομεν ἄμφω». ὁριστικοῖς γὰρ χρῶνται ἀνθʼ ὑποτακτικῶν, ὡς τὸ «ὁππότʼ ἂν ἡβήσεται καὶ ἧς ἱμείρεται αἴης». Οἱ Κορίνθιοι τὸ ἵνα καὶ τὸ ἄν καὶ τὸ ὅπως οὐχ ὑποτακτικοῖς συντάσσουσι ῥήμασι, ἀλλʼ ὁριστικοῖς, ὡς τὸ «ἵνα μήτʼ αὐτὸς ὤφθην πονηρὸς μήτε σὺ ἐφάνης εὐδόκιμος». καὶ Ὅμηρος «ἵνα εἴδομεν ἄμφω» καὶ «μὴ ἴομεν Δαναοῖσι μαχόμενοι» καὶ «ἵνα εἴδετε πάντες». Ἰβύκειον· ὡς τὸ «λαμπρὸν παμφαίνῃσι» καὶ «ὁ λύχνος φαίνῃσι». ἀντίστροφόν ἐστι τῷ Κορινθίῳ, ὑποτακτικῷ χρώμενον ἀντὶ ὁριστικοῦ. Ἰβύκειον δὲ σχῆμα τὸ τὰ ἐναντία τῷ Κορινθίῳ ἔχον, ἤγουν ὑποτακτικὰ ἀνθʼ ὁριστικῶν· ὡς τὸ «λαμπρὸν παμφαίνῃσιν» ἀντὶ τοῦ παμφαίνει. Χαλκιδικόν· ὡς τὸ «Σωκράτης ἀπολογούμενός ἐστιν» ἀντὶ τοῦ ἀπολογεῖται. τὰ γὰρ ὁριστικὰ τῶν ῥημάτων εἰς μετοχὰς ἀναλύει μετὰ τοῦ ἐστίν ἢ εἰμί. ὡς καὶ Ὅμηρος «αἰεὶ γὰρ ῥίγιστα θεοὶ τετληότες εἰμέν». Οἱ Χαλκιδεῖς τὰ ὁριστικὰ τῶν ῥημάτων εἰς μετοχὴν ἀναλύουσι καὶ ὑπαρκτικὸν ῥῆμα· οἷον «Σωκράτης ἀπολογούμενός ἐστιν» ἀντὶ τοῦ ἀπολογεῖται. καὶ Ὅμηρος «αἰεί τοι ῥίγιστα θεοὶ τετληότες ἐσμέν». Ἀλκμανικόν· ὡς τὸ «Πλάτων ἐπορεύθησαν καὶ Ἀριστοτέλης». γίνεται δυοῖν ὀνομάτοιν μεταξὺ πίπτοντος πληθυντικοῦ ῥήματος· «ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε», «εἰ δέ κʼ Ἄρης λάχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων». Ἀλκμανικόν ἐστι τὸ μεταξὺ δυοῖν ἑνικῶν ὀνομάτων πληθυντικὸν ἔχον ῥῆμα· οἷον «Πλάτων μὲν ἐπορεύθησαν καὶ Ἀριστοτέλης». καὶ Ὅμηρος «ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε» καὶ πάλιν «εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων». Κλαζομένιον· ὡς τὸ «πορεύομαι σὺν ἀγῶνι» ἀντὶ τοῦ εἰς ἀγῶνα, ἀλλάσσον τὴν δοτικὴν εἰς αἰτιατικὴν καὶ τὴν πρόθεσιν εἰς πρόθεσιν· ὡς τὸ «σὺν πατρίδι ἔβη» ἀντὶ τοῦ εἰς τὴν πατρίδα· οὕτως Ἀντιφῶν. ἀντίστροφον δὲ τούτῳ τὸ ποιητικὸν «Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα». ἐνήλλακται γὰρ ἡ δοτικὴ εἰς αἰτιατικὴν καὶ ἡ ἔν πρόθεσις εἰς τὴν μετά. ἀντὶ τοῦ «ἐν τοῖς ἀμύμοσιν Αἰθίοψιν» εἶπε «μετʼ ἀμύμονας». Κλαζομενεῖς ἀντὶ τοῦ εἰπεῖν «πορεύσομαι εἰς ἀγῶνα» «πορεύσομαι σὺν ἀγῶνι» φασίν, ὡς καὶ Ἀντιφῶν «σὺν πατρίδι βαίη» ἀντὶ τοῦ εἰς τὴν πατρίδα πορευθείη. Κολοφώνιον· ὡς τὸ «χαλινὸν τῷ ἵππῳ» ἀντὶ τοῦ ἵππου, «ἡ κεφαλὴ τῷ ἀνθρώπῳ» ἀντὶ τοῦ ἀνθρώπου. ὡς καὶ Ὅμηρος «νηῒ παρὰ πρύμνῃ» ἀντὶ τοῦ νηός, καὶ «ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ». Κολοφώνιόν ἐστι τὸ ἔχον τὴν δοτικὴν ἀντὶ γενικῆς, οἷον «τὴν κεφαλὴν τῷ ἀνθρώπῳ» ἀντὶ τοῦ ἀνθρώπου. καὶ Ὅμηρος «νηῒ παρὰ πρύμνῃ» ἀντὶ τοῦ παρὰ τῇ πρύμνῃ τῆς νηός, καὶ «Αἴαντι δὲ δαΐφρονι θυμὸν ὤρινε» καὶ «ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ» ἀντὶ τοῦ Αἴαντος καὶ Ἀτρείδου. Σικελικόν· «δέξαι ἱερείᾳ» ἀντὶ τοῦ παρὰ τῆς ἱερείας. γίνεται δὲ παραλαμβανομένης δοτικῆς πτώσεως ἀντὶ γενικῆς καὶ κατὰ παράλειψιν τῆς παρά προθέσεως· ὡς καὶ Ὅμηρος «Θέτιδι δὲ καλλιπαρήῳ δέκτο δέπας» ἀντὶ τοῦ παρὰ τῆς Θέτιδος, καὶ «δέξατό οἱ σκῆπτρον» ἀντὶ τοῦ παρʼ αὐτοῦ. Σικελικόν ἐστι τὸ ἔχον δοτικὴν ἀντὶ γενικῆς τῆς παρά προθέσεως ἔξωθεν προσυπακουομένης, οἷον «δέξαι ἱερείᾳ» ἀντὶ τοῦ παρὰ τῆς ἱερείας. καὶ Ὅμηρος «Θέμιδι δὲ καλλιπαρήῳ δέκτο δέπας» ἀντὶ τοῦ παρὰ τῆς Θέμιδος, καὶ «δέξατό οἱ σκῆπτρον πατρώιον» ἀντὶ τοῦ παρʼ αὐτοῦ. Νησιωτικόν· «πλούσιος ἦν χρυσοῦ» ἀντὶ τοῦ ἕνεκα χρυσοῦ. γίνεται δὲ οὕτως· τὰ συντασσόμενα τῇ δοτικῇ ῥήματα αὐτοὶ γενικῇ συντάσσουσιν· ὡς καὶ Ὅμηρος «ἀφνειότερος χρυσοῖό τʼ ἐσθῆτός τε». Ἀττικοὶ δὲ ἐκφέρουσι τὰ τοιαῦτα τὸ ἕνεκα προστιθέντες. Νησιωτικὸν δέ ἐστι τὸ ἔχον τὴν γενικὴν πτῶσιν ἀντὶ δοτικῆς, οἷον «πλούσιος ἦν χρυσοῦ». καὶ Ὅμηρος «ἀφνειότερος χρυσοῖό τʼ ἐσθῆτός τε» ἀντὶ τοῦ πλούσιος χρυσῷ καὶ ἐσθῆτι. Τῶν ἐπὶ τῆς Ἀσίας Ἐλλήνων· «ἀρέσκει με» ἀντὶ τοῦ μοί. οὕτως δὲ γίνεται· συντασσομένης δοτικῆς πτώσεως ῥήμασιν αὐτοὶ ἐπὶ αἰτιατικὴν προφέρουσι· «συνήντησέ με» ἀντὶ τοῦ μοί, «καὶ δʼ Ἀχιλλεὺς τοῦτόν γε μάχῃ ἔνι κυδιανείρῃ ἔρριγʼ ἀντιβολῆσαι» ἀντὶ τοῦ τούτῳ. καὶ Ἀττικοί, ὡς καὶ Ἀριστοφάνης ὁ κωμικός «ἀρέσκει με» λέγων. ἀλλὰ καὶ τὰ ῥήματα, ἃ γενικῇ πτώσει συντάσσεται, ἐκφέρουσιν ἐπὶ αἰτιατικήν· «αὐτός μʼ ἤρετο» καὶ «ἀφαιρεῖταί με» ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες» Τῶν ἐπὶ τῆς Ἀσιάδος Ἑλλήνων ἐστὶ τὸ τὰ ῥήματα συντασσόμενα δοτικαῖς πτώσεσιν αἰτιατικαῖς συντάττειν. φασὶ γὰρ «συνήντησέ με» ἀντὶ τοῦ ἐμοί. καὶ Ὅμηρος «καὶ δʼ Ἀχιλλεὺς τοῦτόν γε μάχῃ ἔνι κυδιανείρῃ ἔρριγʼ ἀντιβολῆσαι» ἀντὶ τοῦ τούτῳ. τῶν δʼ αὐτῶν ἐστι καὶ τὸ τὰ συντασσόμενα ῥήματα γενικαῖς πτώσεσιν αἰτιατικαῖς πάλιν συντάττειν, ὡς τὸ «ἀφαιρεῖταί με τὴν γυναῖκα» ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος «ἐπεί μʼ ἀποείρετο κούρην», καὶ πάλιν «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες» ἀντὶ τοῦ ἐμοῦ ἀφείλεσθε. Ἰωνικόν· «συνέβη τρωθῆναι τὸν Ἀλέξανδρον ἵππον» ἀντὶ τοῦ τοῦ Ἀλεξάνδρου· συντασσομένων γὰρ τῶν πρός τί πως ἐχόντων ὀνομάτων παρʼ ἡμῖν ἐπὶ γενικῆς πτώσεως, ἐκεῖνοι ἐπὶ αἰτιατικὴν ἐκφέρουσι· ὡς τὸ «γυναῖκά τε θήσατο μαζόν» ἀντὶ τοῦ γυναικὸς μαζὸν ἐθήλασεν. ὅθεν τινὲς λέγουσι τὸ γυναῖκα εἰρῆσθαι ἀντὶ τοῦ κτητικοῦ, τοῦ γυναικεῖον· ὡς Ἀττικοὶ «Ἕλληνα στρατόν» ἀντὶ τοῦ Ἑλληνικόν. ἦν δὲ αὐτῷ εἰπεῖν ταῖς τοιαύταις συντάξεσιν, εἰ μὴ ἐκείνως διελέγοντο οἱ Ἕλληνες τὰ πρός τί πως ἔχοντα, συντάσσοντες αἰτιατικαῖς πτώσεσιν· «Τρῶας στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών», τὰς στίχας τῶν Τρώων. τινὲς δὲ τὰς «Τρωάς», ὀξυτόνως καὶ θηλυκῶς, ἀλλʼ ἐλέγχει αὐτοὺς ἡ γραφὴ χωρὶς οὖσα τοῦ ι. ἐπὶ «κασιγνήτοιο φόνοιο» ἀντὶ τοῦ κασιγνήτου· τὸ γὰρ προσηγορικὸν ἔλαβεν ἀντὶ τοῦ κτητικοῦ. Τρωικόν ἐστι τὸ τῇ αἰτιατικῇ χρᾶσθαι ἀντὶ γενικῆς· φασὶ γὰρ «τὸν ἵππον τὸν Ἀλέξανδρον» ἀντὶ τοῦ τὸν τοῦ Ἀλεξάνδρου. καὶ Ὅμηρος «γυναῖκά τε θήσατο μαζόν» ἀντὶ τοῦ γυναικός, καὶ «Τρῶας δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών» ἀντὶ τοῦ τῶν Τρώων. καὶ «Ἕλληνα στρατόν» ἀντὶ τοῦ τῶν Ἑλλήνων. καὶ «ἀδελφεὸν αἷμα» ἀντὶ τοῦ ἀδελφοῦ. ταῦτα δέ τινες ἀντὶ κτητικῶν εἰρῆσθαι φασίν, οἷον «γυναικεῖον μαζόν» καὶ «Τρωικὰς στίχας» καὶ «Ἑλληνικὸν στρατόν» καὶ «ἀδελφικὸν αἷμα». Ἀττικόν, σύνηθες Ξενοφῶντι καὶ Πλάτωνι· «στρατευόμενοι Θηβαῖοι ἐπὶ Ἀττικήν», «Ἀλκιβιάδης ἐξελθὼν τῶν πυλῶν»· τὸ γὰρ κατʼ ἐπιφορὰν δεῖ εἰπεῖν «Λακεδαιμόνιοι ἡττήθησαν». γίνεται δὲ οὕτως, τῇ ἐπιφορικῇ φράσει προσυνταττομένης ὀρθῆς πτώσεως ἀντὶ γενικῆς ἢ δοτικῆς· ἡ μὲν γάρ ἐστι προσηγορική, ἡ δὲ ἐπιφορική, ἐξ ὧν ἀμφοτέρων ὁ λόγος αὐτοτελὴς γίνεται καὶ ὥσπερ ἐλλείπων πάλιν αὐτοτελὴς τῆς ἑτέρας συνδεθείσης. ὡς καὶ Ὅμηρος «οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει» ἀντὶ τοῦ τῶν δύο σκοπέλων, «Νεστορίδαι δʼ ὁ μὲν οὔτασʼ Ἀτύμνιον», «ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς». Ἴωνες δὲ καὶ πολλῶν φράσιν οὐ σώζοντες πάλιν· ὡς γὰρ ἡμεῖς λέγομεν «ἐξερχόμενός μοι ἔδωκεν» αὐτοί φασιν «ἐξερχομένου δέδωκέ μοι». Χαλκιδεῖς δὲ οἱ ἐν Εὐβοίᾳ ποιοῦσιν αἰτιατικαῖς πτώσεσιν ἐπιφορὰς ποιοῦντες καὶ ζευγνύντες ὡς Διονύσιος ὁ Χαλκιδεύς· οὗτος γὰρ ἔφη περὶ Μυρίνης τῆς Ἀμαζόνος «τὴν Μυρίναν ἐξελθοῦσαν καὶ περιβλεψαμένην ἔδοξεν αὐτῇ τὰς ἄλλας Ἀμαζόνας ἀνακαλέσασθαι». Θηβαϊκόν· ἔστι δὲ καὶ ἄλλο σχῆμα ἀπὸ Βοιωτίας, ὃ δὴ καὶ Πινδαρικὸν λέγεται, ὅτι πολλάκις αὐτῷ κέχρηται. γίνεται δὲ οὕτως: … «Λακεδαιμόνιοι πολεμεῖ Ἀθηναίοις», «μελιρρόθων δʼ ἕπεται πλόκαμοι» καὶ «διήγεται δὲ σάρκες» ἀντὶ τοῦ διήγοντο. Ὅμηρος «καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται» ἀντὶ τοῦ σεσήπασιν. Ἰωνικὸν καὶ Δώριον ὁμοῦ, εἰλημμένον ἀπὸ τῶν κατὰ Σικελίαν Δωριέων. γίνεται δὲ παραλαμβανομένου ἀπαρεμφάτου ῥήματος ἀντὶ προστακτικοῦ ἐν ταῖς τοιαύταις συντάξεσιν· ὅταν λέγῃ τις «δός μοι τὸ βιβλίον», αὐτὸ «δοῦναι» φάσκει. καὶ Ὅμηρος «ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο πάντα μάλʼ ... ἀγορευέμεν» ἀντὶ τοῦ ἀγόρευε, καὶ «πειρᾶν δʼ ὥς κεν Τρῶες» ἀντὶ τοῦ πειρῶ. χρῶνται δὲ τῷ ἀπαρεμφάτῳ ἐπὶ ἑνικοῦ προστακτικοῦ καὶ πληθυντικοῦ ὁμοίως, «γράφειν» λέγοντες ἀντὶ τοῦ γράφετε· Ὅμηρος «ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν» ἀντὶ τοῦ ἐρητύετε. Δώριον, μάλιστα τῶν ἐν Πελοποννήσῳ Δωριέων. γίνεται δὲ οὕτως· παραλαμβανομένης δοτικῆς πτώσεως ἀντὶ αἰτιατικῆς παρεπομένης τῆς διά προθέσεως, οἷον εἴ τις φαίῃ «τῷ στρατηγῷ οἱ πολέμιοι ἀπώλοντο» ἀντὶ τοῦ διὰ τὸν στρατηγόν, καὶ «τούτῳ ἐσφάγη» ἀντὶ τοῦ διὰ τοῦτο. Ὅμηρος «σοὶ πάντες μαχεσόμεθα» ἀντὶ τοῦ διὰ σέ. Ἀττικὸν γίνεται οὕτως· συντασσομένης γενικῆς πτώσεως ἀντὶ δοτικῆς κατʼ ἐπιφοράν, οἷον εἴ τις φαίῃ «οὐκ ἂν ἡμῖν συνέβη εὐσεβῶν ὄντων τοῦτο παθεῖν» καὶ «ἡμῖν εἴρηται πράγματα μὴ πλευσάντων». καὶ Ὅμηρος «ἡμῖν ... κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον». Ἄλλο Ἀττικόν ἐστι τὸ συντάσσειν τῷ ἵνα μορίῳ εὐκτικὸν ῥῆμα ἀντὶ ὑποτακτικοῦ, οἷον «ἵνα θύσαιτε»· ὁ Πλάτων τούτῳ κέχρηται. καὶ Ὅμηρος «ἵνα μήποθεν ἄλλος ἰαύοι» καὶ «ἵνʼ ἀθανάτοισι φαείνοι». Περιηγητικόν, ᾧ πυκνοτέρως χρῶνται οἱ περιηγηταί. γίνεται δὲ οὕτως· προταττομένης αἰτιατικῆς πτώσεως κατʼ ἐπιφοράν, ὅταν ἐν μεταβάσει λόγου ἐπενέγκωμεν ὀρθὴν πτῶσιν, οἷον «παρεπλέομεν δύο πόλεις, αἳ καλοῦνται Σηστὸς καὶ Ἄβυδος». καὶ Ὅμηρος «ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, ἶνʼ ἀπέλεθρον ἔχοντε, ὁ μὲν τόξων ἐῢ εἰδώς» ἀντὶ τοῦ τὸν μέν. Τῶν δὲ Ἀττικῶν τὸ συντάσσειν τὸ μή μετὰ μέλλοντος χρόνου· «μὴ πείσομαι». ἔστι δὲ τὸ σχῆμα τῶν περὶ Ἀντιφῶντα, σπανίως δὲ καὶ Ὅμηρος κέχρηται. ἡμεῖς δὲ τὰς ἐξ ἀμφοτέρων φωνὰς τήν τε μή ἀπαγόρευσιν καὶ τὴν οὔ ἄρνησιν ὑποτακτικοῖς ῥήμασιν συντάσσομεν, οἷον «οὐ μὴ διαλεχθῶ σήμερον», «οὐ μὴ εἴπω». Ἀνακύπτει δʼ ἐκ τούτου τοῦ σχήματος καὶ ἕτερον Δώριον, ὃ γίνεται τῆς αὐτῆς συντάξεως χρεωκοπουμένης, οἷον «οὐκ εἴπω σοι» ἀντὶ τοῦ οὐκ ἐρῶ σοι, καὶ «σήμερον οὐκ ἴδῃς» ἀντὶ τοῦ οὐ μὴ ἴδῃς καὶ τὸ «οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι». Ἄλλο πολλοῖς εἰρημένον· ὅταν τὸ ῥῆμα συντάσσηται ἄλλαις πτώσεσιν, οἷον τὸ «θαυμάζω» καὶ «ὀνειδίζω» καὶ «λοιδοροῦμαι» καὶ «ὀκνῶ» καὶ «ἐνοχλῶ». ἔστι δὲ πλεονάζοντα παρʼ Ἀττικοῖς· δοτικαῖς γὰρ συντάσσουσι πτώσεσιν. οἷόν ἐστι τὸ «μέμφομαί σοι» καὶ «ὀνειδίζω σοι». οἱ δὲ Δωριεῖς, ἅπερ τοῖς Ἀττικοῖς ἐπὶ δοτικὴν συνήθη, ταῦτα ἐπὶ γενικὴν μετάγουσι, «μέμφομαί σου» λέγοντες, ὡς πλήρη φασίν. Ἀττικοὶ δὲ συντάσσουσιν αἰτιατικὰς πτώσεσι γενικαῖς καὶ δοτικῇ τὴν αἰτιατικήν. Ῥόδιον, τῶν δωριζόντων τῇ ἀκράτῳ Δωρίδι· οὗτοι τὴν ὀρθὴν καὶ αἰτιατικὴν πτῶσιν ἐπʼ αἰτιατικὴν συντάσσουσιν δοτικῇ πτώσει, οἷον εἴ τις εἴποι «κάλεσον τῷ ἀνθρώπῳ» ἀντὶ τοῦ τὸν ἄνθρωπον. τεκμήριον δʼ ἂν εἴη ἐκ τοῦ σχήματος μάλιστα τῶν δωριζόντων διά τε τὴν τίν καὶ τὴν σφίν ἀντωνυμίαν· αὕτη γὰρ οὐδεμιᾶς πτώσεως ἢ δοτικῆς δηλωτική. καὶ Ὅμηρος «Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι». Ἀσιανόν, μᾶλλον ἐπιχωριάζον τοῖς ἐπὶ Σικελίας Ἕλλησιν. γίνεται δʼ οὕτω· συνηρτημένην ἔχον ὁριστικοῖς ῥήμασιν τὴν αἰτιατικὴν ἀντὶ ὀρθῆς· «εἰ θέλεις ἀναστάντα κλεῖσαι τὴν θύραν» ἀντὶ τοῦ ἀναστάς, «ἀπελθόντα λούσασθαι» ἀντὶ τοῦ ἀπελθών. Ἐναντίον δʼ ἂν εἴη τούτῳ τῷ σχήματι τὸ Ἀργολικόν, ὃ ἔμπαλιν ἔχει τὴν μετοχὴν ἐπὶ ὀρθῆς πτώσεως ἀντὶ αἰτιατικῆς, οἷον εἴ τις εἴποι «λέγεται Ἀλέξανδρον τὸν Μακεδόνα τρῶσαι τοὺς Πέρσας ἐλθὼν εἰς χωρίον τῆς Περσίδος» ἀντὶ τοῦ ἐλθόντα. καὶ Ὅμηρος «φημὶ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ... ἀστράπτων ἐπιδέξια» ἀντὶ τοῦ ἀστράπτοντα. Ἀττικόν ἐστι τὸ ἀντὶ γενικῆς τῇ εὐθείᾳ χρῆσθαι, οἷον «δύο σκόπελοι, ὁ μὲν εἰς οὐρανὸν ἱκάνει» ἀντὶ τοῦ δύο σκοπέλων, καὶ «Νεστορίδα δʼ ὁ μὲν οὔτασʼ Ἀτύμνιον» ἀντὶ τοῦ τῶν Νεστοριδῶν, καὶ πάλιν «ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπειοσ γλαφυροῖο πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην» ἀντὶ τοῦ ἐλθόντων δὲ ἡμῶν. τῶν δʼ αὐτῶν ἐστι καὶ τὸ ἀντὶ πλαγίων συντάξεων ὀρθαῖς χρῆσθαι, οἷον «Ἀλκιβιάδης ὀφθεὶς ἀνέστρεψαν Λακεδαιμόνιοι» ἀντὶ τοῦ Ἀλκιβιάδου ὀφθέντος. Καὶ τὸ συντάσσειν τοῖς ὑποτακτικοῖς μορίοις εὐκτικὰ ῥήματα· φασὶ γὰρ «ἵνα θύσαιεν», «ἵνα ποιήσαιεν». καὶ Ὅμηρος «ἵνα μή ποθʼ ἄλλοθεν αὔοι» καὶ πάλιν «ἵνʼ ἀθανάτοισι φαείνοι». Καὶ τὸ «γνόντων», «βοώντων» καὶ «ποιούντων» ἀντὶ τοῦ γνώτωσαν, βοάτωσαν καὶ ποιείτωσαν. Καὶ τὸ μέμφομαι καὶ ὀνειδίζω καὶ ἐνοχλῶ καὶ λοιδοροῦμαι δοτικῇ συντάσσουσιν. Καὶ τὰ συντασσόμενα δὲ ῥήματα μετὰ δοτικῆς γενικῇ συντάσσουσι, τὸ ἕνεκα προστιθέντες. Καὶ μετὰ αἰτιατικῆς δὲ ταῦτα συντάσσουσιν, οἷον «συνήντησέ με» ἀντὶ τοῦ ἐμοί· ὡς καὶ Ἀριστοφάνης ὁ κωμικὸς «ἀρέσκει με» λέγων. καὶ ἔτι τὰ μετὰ γενικῆς συντασσόμενα ῥήματα αἰτιατικῇ συντάσσουσιν, οἷον «αὐτός με ἤρετο» καὶ «ἀφαιρεῖταί με» ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες». Τῶν αὐτῶν δὲ καὶ τὸ δοτικῆς πτώσεως προηγησαμένης εἰς γενικὴν ἀποδιδόναι· φασὶ γὰρ «οὐκ ἂν ἡμῖν συνέβη τοῦτο παθεῖν εὐσεβῶν ὄντων». καὶ Ὅμηρος «ἡμῖν δὲ ... κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον τε βαρύν» ἀντὶ τοῦ φοβηθεῖσι. Οἱ δὲ Δωριεῖς ἐναντιούμενοι αὐτοῖς αἰτιατικαῖς ταῦτα συντάσσουσι, «μέμφομαί σε» λέγοντες. Σημείωσαι δὲ ὅτι τὸ σολοικίζειν ἀττικίζειν ἐστίν. Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ τοῖς ῥήμασι τοῖς συντασσομένοις δοτικαῖς πτώσεσιν αἰτιατικὰς πρότερον πτώσεις ἐπιφέρουσιν, εἶθʼ οὕτως δοτικάς, ὡς Διονύσιος ὁ Χαλκιδεὺς περὶ Μυρίνης τῆς Ἀμαζονίδος «τὴν Μυρίνην περιβλεψαμένην ἔδοξεν αὐτῇ τὰς ἄλλας Ἀμαζόνας μετακαλέσασθαι» καὶ πάλιν «εἰσπορευομένην εἰς Κόρινθον ἔδοξεν αὐτῇ» καὶ τὰ τοιαῦτα. Ἰώνων πολλοῖς ἐστι τὸ πλαγιάζειν ἐπὶ ταῖς εὐθείαις· ἀντὶ γὰρ τοῦ εἰπεῖν «ἐξερχόμενος ἔδωκέ μοι» φασὶν «ἐξερχομένου ἔδωκέ μοι». Ἰώνων τῶν ἐπὶ Καρίας ἐστὶ τὸ τὰ χαρᾶς καὶ λύπης δηλωτικὰ ῥήματα γενικῇ συντάττειν ἀντὶ δοτικῆς· φασὶ γὰρ «χαίρω τοῦ ἀνδρός» ἀντὶ τοῦ τῷ ἀνδρί. καὶ Ὅμηρος «ἀχνύμενός περ ἑταίρου» ἀντὶ τοῦ ἑταίρῳ. Καὶ τὸ τῷ κυρίῳ καὶ τῷ προσηγορικῷ ὀνόματι ἄρθρα προστιθέναι· φασὶ γὰρ «τὸν Πλάτωνα τὸν φιλόσοφον». Καὶ τὸ τὴν ἔχων μετοχὴν περιττεύουσαν τιθέναι πρὸς τοῖς ῥήμασι· φασὶ γὰρ «σπεύδεις ἔχων» καὶ «βαδίζεις ἔχων» ἀντὶ τοῦ σπεύδεις μόνον καὶ βαδίζεις. Ἰωνικὸν καὶ Δώριόν ἐστι τὸ ἀντὶ προστακτικῶν ἀπαρέμφατα ἔχειν· φασὶ γὰρ «δοῦναι τὸ βιβλίον» ἀντὶ τοῦ δός. καὶ Ὅμηρος «πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν» ἀντὶ τοῦ ἀγόρευε, καὶ «πειρᾶν δʼ ὥς κεν Τρῶες» ἀντὶ τοῦ πειρῶ. οὐ μόνον δὲ ἐπὶ ἑνικῶν, ἀλλὰ καὶ ἐπὶ τῶν πληθυντικῶν, «γράφειν» λέγοντες ἀντὶ τοῦ γράφετε. καὶ Ὅμηρος «ἡμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν» ἀντὶ τοῦ κωλύετε. ἐξαιρέτως δὲ τῷ τοιούτῳ σχήματι Ἡσίοδος κέχρηται. Τῶν δὲ ἐν Πελοποννήσῳ Δωριέων ἐστὶ τὸ τῇ δοτικῇ χρῆσθαι ἀντὶ αἰτιατικῆς, παρειλημμένης ἔξωθεν καὶ τῆς διά προθέσεως· φασὶ γὰρ «τῇ δικαιοσύνῃ νενικήκαμεν» ἀντὶ τοῦ διὰ τὴν δικαιοσύνην. καὶ Ὅμηρος «σοὶ πάντες μαχόμεθα» ἀντὶ τοῦ διὰ σέ. Δωριέων τῶν ἐπὶ Ἰταλίας ἐστὶ τὸ κειμένων ὀνομάτων κυρίου τε καὶ προσηγορικοῦ τῷ μὲν κυρίῳ προστιθέναι τὸ ἄρθρον, τὸ δὲ προσηγορικὸν ἄναρθρον ἐκφέρειν· φασὶ γὰρ «τὸν Πλάτωνα φιλόσοφον». καὶ Ὅμηρος «οὕνεκα τὸν Χρύσην ἠτίμησʼ ἀρητῆρα». Τὸ δὲ τῇ δοτικῇ πτώσει γενικὰς ἐπιφέρειν τῶν Ἀττικῶν ἐστιν· φασὶ γὰρ «οὐκ ἂν ἡμῖν συνέβη τοῦτο παθεῖν εὐσεβῶν ὄντων». καὶ Ὅμηρος «ἡμῖν δὲ ... κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον τε βαρύν» ἀντὶ τοῦ φοβηθεῖσι. Κυμαῖόν ἐστι σχῆμα τὸ τοῖς ἑνικοῖς ὀνόμασι πληθυντικὰς ἐπάγειν ἐπιφοράς· φασὶ γὰρ· «ἡ πύλη ἐκλείσθησαν», «ὁ ἀγρὸς ἐσκάφησαν» καὶ «ἡ βουλὴ συνῄνεσαν». καὶ Ὅμηρος «ὣς φάσαν ἡ πληθύς»· συστηματικὰ γὰρ ὄντα ταῦτα πρὸς τὸ νοούμενον ἔχει τὴν ἀναφοράν. Τὸ δὲ Θηβαϊκὸν ἐναντίον ἐστὶ τούτῳ τῷ σχήματι· τοῖς γὰρ πληθυντικοῖς ἀρσενικοῖς καὶ θηλυκοῖς ὀνόμασιν ἐπιφέρουσι ῥήματα ἑνικά· φασὶ γὰρ «Λακεδαιμόνιοι πολεμεῖ Ἀθηναίοις». καὶ Πίνδαρος «ἕπεται πλόκαμοι» ἀντὶ τοῦ ἕπονται, καὶ «διήγετο σάρκες» ἀντὶ τοῦ διήγοντο, ὡς καὶ τὸ «τῆς δʼ ἦν τρεῖς κεφαλαί». τούτου δὲ τοῦ σχήματός ἐστι καὶ τὸ τοῖς οὐδετέροις πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ῥήματα ἐπάγειν, ὃ καὶ λέγεται ἑτεράριθμον, οἷον «τὰ πρόβατα βόσκεται». καὶ Ὅμηρος «ἄστρα δὲ δὴ προβέβηκε», «καὶ δὴ δοῦρα σέσηπε νηῶν». ἀλλὰ τὰ μὲν τοιαῦτα συνήθη γεγόνασι, τὰ δὲ προειρημένα καινόφωνα δοκοῦσιν. Ἀργολικόν ἐστι τὸ εὐθείᾳ χρῆσθαι ἀντὶ αἰτιατικῆς τῶν ἑνικῶν· φασὶ γὰρ «Ἀλέξανδρον λέγεται ἐλθὼν εἰς Πέρσας νικῆσαι» ἀντὶ τοῦ ἐλθόντα. καὶ Ὅμηρος «φημὶ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ... ἀστράπτων, ἐναίσιμα σήματα φαίνων» καὶ «ὁ δʼ ἀγλαΐηφι πεποιθώς, ῥίμφα ἑ γοῦνα φέρει» ἀντὶ τοῦ πεποιθότα. Περιηγητικόν ἐστι τὸ τῇ αἰτιατικῇ πληθυντικῇ πτώσει ἐπιφέρειν εὐθεῖαν, οἷον «παρεπλέομεν δύο πόλεις αἳ ἐκαλοῦντο Σηστὸς καὶ Ἄβυδος»· ἔδει γὰρ εἰπεῖν «καλουμένας Σηστὸν καὶ Ἄβυδον». καὶ Ὅμηρος «ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, ἶνʼ ἀπέλεθρον ἔχοντας, ὁ μὲν τόξων ἐῢ εἰδώς» ἀντὶ τοῦ τὸν μέν τόξων εὖ εἰδότα. Τυρσηνικόν ἐστι τὸ τὰς δεούσας προτάττειν πράξεις ὑποτάττειν· φασὶ γὰρ «περιπατήσας ἀνέστη» ἀντὶ τοῦ ἀναστὰς περιεπάτησε. καὶ Ὅμηρος «ὁ δὲ χασάμενος πελεμίχθη» καὶ «Ἥφαιστος κάμε τεύχων». Λεσβίων ἐστὶ καὶ Θετταλῶν τὸ ἐπὶ τοῦ αὐτοῦ χρῆσθαι χρόνῳ ἀκαταλλήλῳ ἐνεστῶτι καὶ παρακειμένῳ· φασὶ γὰρ «ἡμεῖς μὲν πορευόμεθα, οὗτοι δὲ κεκαθίκασι». καὶ Ὅμηρος «σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεθα ἕκαστος». Ῥοδιακόν ἐστι τὸ τὴν σύνταξιν τὴν ἐπάγουσαν αἰτιατικὴν πτῶσιν συντάσσειν δοτικῇ· φασὶ γὰρ «κάλεσον τῷ ἀνθρώπῳ» ἀντὶ τοῦ τὸν ἄνθρωπον. τῶν αὐτῶν ἐστι καὶ τὸ χρῆσθαι τῇ δοτικῇ ἀντὶ εὐθείας· ἀντὶ γὰρ τοῦ εἰπεῖν «ὁ ἀνὴρ παρεγένετο» «τῷ ἀνδρὶ παρεγένετο» λέγουσιν. Ἀσιανόν ἐστι τὸ τῇ αἰτιατικῇ ἀντὶ εὐθείας χρῆσθαι· φασὶ γὰρ «θέλεις ἀναστάντα κλεῖσαι τὴν θύραν» ἀντὶ τοῦ ἀναστάς. Καὶ ταῦτα μὲν ἴδια τῶν διαλέκτων τούτων εἰσίν. εἴπωμεν δὲ καὶ περί τινων ἀναγκαίων σχημάτων, οἷς πᾶσαι αἱ διάλεκτοι χρῶνται, τὰ προσήκοντα. Ἐπεξήγησίς ἐστι ἀσαφοῦς λέξεως ἢ λόγου σαφηνισμός· λέξεως μὲν ὡς τὸ «λαβὲ τὸν ἀκινάκην ὅ ἐστι Περσικὸν ξιφίδιον»· λόγου δὲ ὡς τὸ «ὁ οἶκος οὗτος βεβαίως οὐκ οἰκεῖται, λέγω δὲ ὡς οἱ μένοντες ἐν τούτῳ ταχέως μετέρχονται». Ἀπὸ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, πολλάκις δὲ νοουμένη καὶ ἔξωθεν λαμβανομένη, οἷον «ἀπελθὼν ᾔτησα τοὺς ἄνδρας, μάλιστα δὲ Χαρίδημον καὶ Ἵππαρχον». καὶ Ὅμηρος «ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα»· ἀπὸ κοινοῦ γὰρ ἐπʼ ἐκείνου μὲν τὸ ᾔτησα, ἐπὶ τούτου δὲ τὸ ἐλίσσετο. Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος πρὸς τὸ νοούμενον· οἷον «τὰ περὶ θάλασσαν φοβερά εἰσιν, ἐρημίαι οὖσαι». καὶ ὁ Θεολόγος «παρʼ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς ὃ δὴ νοερὰν ψυχὴν ... οἶδεν ὁ λόγος». Ἑτεροπρόσωπόν ἐστιν, ὅταν ἕτερον πρόσωπον ὑποβάλλωμεν λέγον ἃ ἡμεῖς ἐμέλλομεν λέγειν, οἷον «πάντες οἱ Αἰγύπτιοι βοῶσι τὴν ἀδικίαν ἡμῶν». ἢ ὅταν αὐτοὶ λέγωμεν, πρὸς ἕτερον δὲ ἀποτεινώμεθα καὶ οὐ πρὸς τὸν ἀδικήσαντα, οἷον «ἐγὼ δὲ ἰδών τινα βλάπτοντα τὸν πέλας εἶπον πρὸς αὐτὸν “ὡς ἀδικεῖς τὸν πέλας”».
On Figures is a grammatical treatise attributed to Lesbonax of Mytilene. Preserved in a single manuscript, the Vatican Greek manuscript 12, the work presents forty-one short passages, each demonstrating a stylistic or syntactic error followed by its correction. Its authorship is uncertain, with scholarship distinguishing between Lesbonax the first-century BCE sophist and a later grammarian of the same name, to whom this technical treatise is likely assigned. The treatise catalogues and corrects flaws in Greek prose composition, focusing on incorrect separation of closely connected words, faulty use or connection of particles, and errors in clause construction and word order. The complete text survives solely in the tenth- or eleventh-century Vatican Greek manuscript 12, with the standard modern edition being that of Leonhard von Spengel in his Greek Rhetors. The work is a pedagogical manual for advanced grammar and rhetoric, exemplifying the Hellenistic and Roman tradition of stylistic analysis. It provides valuable evidence for ancient grammatical theory and the specific errors targeted in the advanced education of Greek prose writers.