ΣΥΜΠΟΣΙΟΝ.
Ἐτυμολογικὸν τὸ Γουδιανόν βολβός ἐπὶ τοῦ ἐσθιομένου παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι. οὕτως Ἡρωδιανὸς ἐν Συμποσίῳ.
Ἡρωδιανὸς ἐν τῷ αὐτοῦ Συμποσίῳ δασύνεσθαι τὸ ἦδος λέγει πρὸς τινῶν ὡς ἀπὸ τοῦ ἥδω καὶ τῆς ἡδονῆς. ἐκρίναμεν δέ, φησί, μᾶλλον δὲ ψιλοῦσθαι αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτος· τὰ εἰς ος οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦται τὸ κατʼ ἀρχὰς φωνῆεν οἷον εὖχος, ἦδος. ὅλως δὲ πάντα τὰ τροχαϊκὰ ψιλοῦται ὡς καὶ τὸ ἦχος ἦμος ἀντὶ τοῦ ἡνίκα· οὕτω δὲ καὶ τὸ ἦμαρ μετασχηματισθὲν ἀπὸ τοῦ ἡμέρα ὡς καὶ τὸ ἦδος Αἰολικῶς ἀπὸ τῆς ἡδονῆς· ὥσπερ καὶ ἀπὸ τῆς μηχανῆς μετεσχηματίσθη τὸ μῆχος, ὅπερ καὶ μῆχαρ λέγεται ὡς ἦμαρ καὶ ὡς μῶμαρ ὁ μῶμος παρὰ Λυκόφρονι, προσφυέστερον δὲ εἰπεῖν ὡς ἀλκή ἄλκαρ. σεσημείωται ἐν τῷ ῥηθέντι κανόνι τῶν τροχαϊκῶν τὸ ἧλος δασυνθὲν καὶ τὸ ᾗχι, ἐφʼ ὧν ἐστι καὶ ἀπολογία εὔλογος τοῦ δασύνεσθαι αὐτά.
Ὤριον ὁ Θηβαῖος ἧπαρ: ὁ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ παρὰ τὸ ἐπαίρεσθαί φησιν ἔπαρ τι ὂν καὶ ἧπαρ τροπῇ τοῦ ε εἰς η ἢ παρὰ τὸ ἥδω ἧδαρ καὶ ἧπαρ. ἐν τούτῳ γὰρ τὸ τῆς ἡδονῆς καὶ τὸ τῆς ἐπιθυμίας.
Ὤριον ὁ Θηβαῖος κάραβος παρὰ τὸ κάρᾳ βαίνειν τῆς κεφαλῆς προηκούσης ἐπὶ τῷ ἐδάφει. Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ.
Ὤριον ὁ Θηβαῖος καρκίνος παρὰ τὸ κάρη κινεῖν συνεχῶς.
Ὤριον ὁ Θηβαῖος καρίς παρὰ τὸ σκαίρειν σκαρίς τις οὖσα.
Ὤριον ὁ Θηβαῖος ὀθόνη: παρὰ τὸ ὄθω τὸ δηλοῦν τὴν κίνησιν. ἔνθεν «οὐδʼ ὄθομαι κοτέοντος» καὶ «ψεδνὴ δʼ ἐπενήνοθε λάχνη» ἐνόθω ἤνοθεν ἐνήνοθεν ἀντὶ τοῦ ἐκινεῖτο. ὀθόνη οὖν εὐκίνητος διὰ λεπτότητα. Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ.
Ὤριον ὁ Θηβαῖος ὄξος: ἐπεὶ τέμνει καὶ κεντρίζει ὡς εἰπεῖν τὴν γεῦσιν. καὶ ὀξεῖαν σταφυλὴν λέγομεν τὴν κεντρίζουσαν ἡμῶν τὴν γεῦσιν. Κυρηναῖοι δὲ τὸ ὄξος ἧδος λέγουσι κατʼ ἀντίφρασιν. δύναται δὲ παρὰ τὸ ὀξύ ὄξος ὁ εἰς ὀξὺ μεταβεβληκὼς οἶνος εἰρῆσθαι ὀξύς ὄξος ὡς ταχύς τάχος, εὐρύς εὖρος. οὕτω Φιλόξενος.
Ὤριον ὁ Θηβαῖος πελωρίς: παρὰ τὸ πέλωρον. μεῖζον γάρ ἐστι τῆς χήμης καὶ τῶν ἄλλων ὁμοίων ὀστρέων. οὕτως Ἡρωδιανὸς ἐν Συμποσίῳ.
Ὤριον ὁ Θηβαῖος πηλός: ὁ οἶνος. παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς πίνοντας. Ἐν Συμποσίῳ οὕτως Ἡρωδιανός.
Ὤριον ὁ Θηβαῖος τάριχος παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰσχναίνεσθαι ἢ παρὰ τὸ γάρρον ἴσχειν ἢ καὶ γάρρον ἐξιχωρίζεσθαι. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ. καὶ ἔστι τροπὴ τοῦ γ εἰς τ.
Ὤριον ὁ Θηβαῖος φάτνη παρὰ τὸ φάγνη καὶ τροπῇ τοῦ γ εἰς τ φάτνη. οὕτως Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ.
Εὐστάθιος ὁ Θεσσαλονίκης ὡς φιάλη ἀμφίθετος, ἧς ἔστι πάντοθεν πίνειν ἐπιθέντα τὸ στόμα, ὡς Ἡρωδιανὸς λέγει, ὦτα γάρ, φησίν, οὐκ ἔχει ἢ κατʼ ἄμφω τιθεμένη, ἵνα σημαίνῃ, φησίν, ἐκπέταλον.
Ὤριον ὁ Θηβαῖος ψάλλειν ἐπὶ τῶν χορδῶν παρὰ τὸ ψῶ, οὗ παραγωγὸν ψαύω καὶ ψάλλω. παρὰ τὸ διὰ δακτύλων ἐφάπτεσθαι αὐτῶν. οὕτω Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ.
Ὤριον ὁ Θηβαῖος ψεδνός παρὰ τὸ ψῶ, οὗ μέλλων ψήσω, ῥηματικὸν ὄνομα ψεδνός ὁ μαδαρός παρὰ τὸ ἀπεψῆσθαι. οὕτω Φιλόξενος. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ φησίν, ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰς ἐλάχιστον καὶ μικρὸν ἔκ τινος οὐσίας καθιστάμενον.
Ἐτυμολογικὸν τὸ Γουδιανόν ψηνός ὁ μαδαρός καὶ φαλακρός παρὰ τὸ ἐψῆσθαι. ὁ δὲ Ἡρωδιανός φησιν ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰς ἐλάχιστον καὶ μικρὸν ἔκ τινος οὐσίας μέρος καθιστάμενον.
Ὤριον ὁ Θηβαῖος ψωμοί παρὰ τὸ ψήχεσθαι ὑπὸ τῶν ὀδόντων καὶ τρίβεσθαι καὶ τὰ ψιχία ὁμοίως. ὁ δὲ Ἡρωδιανὸς ἐν τῷ Συμποσίῳ παρὰ τὸ ψῶ. δηλοῖ καὶ ἐκ τοῦ ἐκτελοῦς ἄρτου τὸ ἐλάχιστον, φησί.