Σοῦδα Ὡραπόλλων· Φενεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ· γραμματικός, διδάξας ἐν Ἀλεξανδρείαι τῆι ἐν Αἰγύπτωι, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου ἔγραψε Τεμενικά· Ὑπόμνημα Σοφοκλέους· Ἀλκαίου· Εἰς Ὅμηρον. λαμπρὸς μὲν ἐπὶ τῆι τέχνηι ἄνθρωπος, καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. —Αἰγύπτιος· ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν· ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθών, πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας· ἑάλω δὲ ὁ γραμματηφόρος, καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραίσκον αἱροῦσι, καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπήιτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος κτλ.
Στέφανος ὁ Βυζάντιος Φενέβηθις· πόλις Αἰγύπτου· τὸ ἐθνικὸν τῶι συνήθει χαρακτῆρι Φενεβηθίτης· οὕτω γὰρ Ὡραπόλλων ὁ φιλόσοφος ἐχρημάτιζεν.
Φώτιος ἐν δὲ τῶι αὐτῶι τεύχει τῶι αὐτῶι περιείχετο μέτρωι καὶ Ἑρμείου Ἑρμοπολίτου Πάτριά τε τῆς Ἑρμουπόλεως καὶ ἕτερά τινα .... ἔτι δὲ καὶ Ὡραπόλλωνος γραμματικοῦ Περὶ τῶν πατρίων Ἀλεξανδρείας· συντίθησι δὲ καὶ αὐτὸς δράματα τῶι ὁμοίωι τύπωι.