ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΚΑΘΟΛΙΚΗΣ ΠΡΟΣΩιΔΙΑΣ.
ΠΙΝΑΞ ΤΟΥ ΟΛΟΥ ΒΙΒΛΙΟΥ ΤΟΥ ΠΕΡΙ ΤΟΝΩΝ.Βιβλίον αʹ. Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰς ν λήγοντα ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὰ καὶ θηλυκά. Βιβλίον βʹ. Τὸ δεύτερον περιέχει τὰ εἰς ξ καὶ εἰς ρ καὶ τὰ εἰς ας. Βιβλίον γʹ. Τὸ δὲ τρίτον τὴν εἰς ης κατάληξιν. Βιβλίον δʹ. Τὸ δὲ τέταρτον τὴν εἰς ις. Βιβλίον εʹ. Τὸ δὲ πέμπτον τὰ εἰς ος λήγοντα καθαρά. Βιβλίον ϛʹ. Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰς βος συμπληροῖ τὰ εἰς λος· κατὰ γὰρ τὴν τῶν στοιχείων τάξιν ἡ παράθεσις ὡς καὶ ἐπὶ τῶν εἰς ων ληγόντων. Βιβλίον ζʹ. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰς μος μέχρι τῶν εἰς πος. Βιβλίον ηʹ. Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰς ρος μέχρι ψος καὶ ἔτι περὶ τῶν εἰς ος οὐδετέρων. Βιβλίον θʹ. Τὸ ἔννατον περὶ τῶν εἰς ος συνθέτων. Βιβλίον ιʹ. Τὸ δὲ δέκατον περιέχει τὰ εἰς υς ἀρσενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγους πρὸ τοῦ ς· ἔτι τὰ εἰς ως καὶ ψ. Βιβλίον ιαʹ. Τὸ ἑνδέκατον περιέχει τὰ εἰς α λήγοντα θηλυκά. Βιβλίον ιβʹ. Τὸ δωδέκατον τὴν εἰς η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν συμφώνων πάλιν τάξιν καὶ τὴν εἰς ω. Βιβλίον ιδʹ. Τὸ τεσσαρεσκαιδέκατον περιέχει πᾶν ὄνομα μονοσύλλαβον. Βιβλίον ιεʹ. Τὸ δέκατον πέμπτον τὰς πλαγίας τῶν ὀνομάτων κανονίζει καὶ τοὺς κατὰ κλίσιν ἀριθμοὺς καὶ τοὺς κατὰ θέμα εἰρημένους. Βιβλίον ιϛʹ. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰς ω καὶ τὰ εἰς μι ῥήματα κατὰ πᾶν πρόσωπον. Βιβλίον ιζʹ. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν σύνθετον ῥῆμα καὶ πᾶσαν μετοχήν. Βιβλίον ιηʹ. Τὸ δέκατον ὄγδοον ἀντωνυμίας ἄρθρα καὶ προθέσεις. Βιβλίον ιθʹ. Τὸ δέκατον ἔννατον περιέχει ἐπιρρήματα καὶ συνδέσμους. Βιβλίον κʹ. Τὸ εἰκοστὸν περὶ χρόνων τῶν ἐν φωνήεσι καὶ πνευμάτων.
Ἐπὶ δὲ τοῖς εἴκοσι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωστικὸν εἶδος κατὰ σύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθως μετὰ τὴν δήλωσιν τῆς καθʼ ἑκάστην προσῳδίας γινομένης διδασκαλίας περὶ διαστολῆς καὶ συναλοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώσει, οἷον ὅτε τὸ Ζεύς ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην ἐν τῷ «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶας», ἀλλʼ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ συνδέσμου. ἐν γοῦν τῷ «Ζεύς τε καταχθόνιος» ῥώννυται διὰ τὴν ἐπιφορὰν τοῦ τέ. ἡ δὲ οἱ ἀντωνυμία ἐν τῷ «οἷ αὐτῷ θάνατον» οὐκ ἐφύλαξε τὴν περισπωμένην ἐν τῷ «καί οἱ ἐπευχόμενος» τῆς συντάξεως τοῦτʼ ἀπαιτούσης τοῦ σημαινομένου. οὕτως ἔχει καὶ τὸ «μάχῃ ἔνι κυδιανείρῃ». Προσῳδία ἐστὶ ποιὰ τάσις ἐγγραμμάτου φωνῆς ὑγιοῦς, κατὰ τὸ ἀπαγγελτικὸν τῆς λέξεως ἐκφερομένη μετά τινος τῶν συνεζευγμένων περὶ μίαν συλλαβήν, ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένης, ἤτοι κατὰ τὸν ἀναλογικὸν ὅρον καὶ λόγον. — τοῦτον δὲ τὸν ὅρον Ἡρωδιανὸς ἐν τῷ περὶ καθόλου προσῳδιῶν ὡρίσατο. — Τὸ ἑκάστῃ λέξει τὴν δέουσαν προσῳδίαν τιθέναι συμπέρασμα σχεδὸν πάσης τῆς γραμματικῆς τυγχάνει μεθόδου· καὶ γὰρ τὸν περὶ διχρόνων ὡς ὅτι μάλιστα διηκριβωκέναι ἀναγκαῖον τῷ τοῦτο ποιεῖν ἐθέλοντι· ἐπεὶ πόθεν τὸ μὲν Ἶρος καὶ μῖμος προπερισπάσει, τὸ δὲ κτίλος καὶ Χίος, τὴν νῆσον φημί, παροξυνεῖ μὴ γνοὺς ὡς τὰ μὲν πρῶτα ἐκτεταμένον ἔχει τὸ ι, τὰ δὲ δεύτερα συνεσταλμένον; ἔτι καὶ τὸν περὶ κλίσεως· ἐπεὶ πόθεν τὸ μὲν σωλῆνος προπερισπάσει, τὸ δὲ ποιμένος παροξυνεῖ, ἀγνοῶν ὡς ἐν τῇ κλίσει τὸ μὲν φυλάττει τὸ η, τὸ δὲ εἰς ε μεταβάλλει; καὶ προσέτι πόθεν τὸ μὲν προστακτικὸν ἵζε παροξυνεῖ, τὸ δὲ παρῳχημένον ἷζε προπερισπάσει, ἀγνοῶν ὡς τὸ μὲν ἵζω βραχὺ τὸ ι ἔχει, τὸ δὲ ἷζον μακρόν, ὅθεν καὶ προπερισπᾶται κατὰ τὸ κοινὸν ἔθος. τά τε τῶν διαλέκτων ἰδιώματα δεήσει ἀκριβῶς εἰδέναι· ἐπεὶ πῶς γνώσεται ὅτι παρὰ Δωριεῦσι τὸ «ἐλέγον ἐκεῖνοι» παροξύνεται, τό τε Ἀφρόδιτα παρὰ μὲν Αἰολεῦσι πρὸ δύο ἔχει τὸν τόνον, παρὰ δὲ Δωριεῦσι πρὸ μιᾶς; Τί δʼ ἂν εἴποι τις, τὴν περὶ ἐγκλιτικῶν μορίων καὶ περὶ πνευμάτων πραγματείαν μὴ γνοὺς ὡς χρειώδης τῇ προκειμένῃ μεθόδῳ, τίνα τέ ἐστι τὰ ἐγκλινόμενα καὶ πότε ἐγκλίνεται καὶ πότε οὔ, καὶ πότε μὲν τὸ δασὺ πνεῦμα ταῖς λέξεσιν ἐπιτίθεμεν, πότε δὲ τὸ ψιλόν; Ἀναγκαῖον καὶ τὴν περὶ στιγμῶν εἰδέναι πραγματείαν, εἴγε τὰς ὀξυνομένας τῶν λέξεων, εἰ μὴ στιγμὴ μετὰ ταῦτα ἐπιφέροιτο, βαρύνειν χρεών. ἐν μὲν γὰρ τῷ τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· οὐ κοιμίζεται ἡ ὀξεῖα εἰς βαρεῖαν, ἐπειδὴ ἐπιφέρεται στιγμή. ἐν δὲ τῷ καὶ Ἀχιλλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ βαρύνομεν τὴν τελευταίαν τοῦ Ἀχιλλεὺς διὰ τὴν σύμφρασιν. Ἀλλὰ καὶ ὁ περὶ συντάξεως λόγος χρειώδης τυγχάνει πρὸς τοῦτο· ἐπεὶ πόθεν εἰσόμεθα ἐν τῷ «Ξάνθῳ ἔπι δινήεντι» πότερον ἀναστρεπτέον τὴν ἐπί πρόθεσιν ἢ ὀρθοτονητέον, εἰ μὴ ὁ περὶ συντάξεως λόγος διδάξει ἡμᾶς, εἴτε πρὸς τὸ ἐπιφερόμενον ὄνομα τὸ δινήεντι ἡ πρόθεσις φέροιτο εἴτε πρὸς τὸ προηγούμενον τὸ Ξάνθῳ; Ἀναγκαῖόν τε πρὸς τούτοις εἰδέναι ἑκάστην λέξιν ἐπὶ ποίας συλλαβῆς τὸν τόνον ἔχει· ὅπερ ἐν ἓξ μυριάσιν Ἡρωδιανῷ πεπραγμάτευται· τήν τε κατὰ τὴν ὀρθογραφίαν ἀκρίβειαν· ἐπεὶ πόθεν τὰ μὲν μηνί καὶ χηνί ὀξύνομεν, τὸ δὲ Ἀτρεῖ καὶ Πηλεῖ, δίφθογγον ἔχοντα ἐπὶ τέλους, περισπῶμεν; καὶ ἁπλῶς εἰπεῖν τὰ ἄλλα σχεδὸν ἅπαντα τούτοις τυγχάνει ὕλη. Ἀλλʼ ὅμως νῦν διὰ τοὺς αἰτήσαντας τὰ κεφαλαιωδέστερα τῶν θεωρημάτων, διʼ ὧν ἄν τις τὸν δέοντα τόνον ἐπιθείη ταῖς λέξεσι, πειράσομαι παραδοῦναι, προομολογουμένου δηλονότι τοῦ ἐπὶ ποίας ἑκάστη λέξις συλλαβῆς δέχεται τὸν τόνον, καὶ ἐπὶ τῆς τῶν χρόνων δυνάμεως πότε ἐκτείνονται καὶ πότε συστέλλονται, καὶ προσέτι πότε διὰ μόνου τοῦ ι καὶ πότε διὰ τῆς ει διφθόγγου γράφειν ἑκάστην δεήσει λέξιν· πλὴν ὅτι, ἐφʼ ὧν ἂν δυνατὸν εἴη συντομώτερον ὡς πρὸς τὴν παροῦσαν ἐπαγγελίαν καὶ τὴν συλλαβὴν διδάξαι, ἐφʼ ἧς δεήσει τὸν τόνον τιθέναι, καὶ τοῦτο παραδώσομεν ἐκ τῶν τοῦ πολυμαθεστάτου Ἡρωδιανοῦ ἐν ἐπιτομῇ ἐκλεξάμενοι τὰ χρησιμώτερα. ἄρξομαι δὲ ἐντεῦθεν, παρήσω δὲ καὶ τὰ τῶν διαλέκτων ἰδιώματα.
Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέλους ἢ πρὸ δύο· πρὸ τριῶν δὲ οὐκ ἔτι. τὸ γὰρ Μήδεϊα παρὰ Σαπφοῖ πεπονθὸς παραιτούμεθα, ὅτι τὴν ει δίφθογγον διεῖλεν.
Ἡ περισπωμένη ἢ ἐν τέλει τίθεται ὡς ἐπὶ τοῦ Ἑρμῆς, Ἡρακλῆς. ἢ πρὸ μιᾶς τοῦ τέλους ὡς ἐπὶ τοῦ κῆπος, μῶλος· πρὸ δύο δὲ οὐκέτι. οὐδέ ποτε ἐπὶ βραχείας τίθεται περισπωμένη οὔτε ἐπὶ θέσει μακρᾶς, ἀλλὰ μόνον ἐπὶ φύσει μακρῶν.
Ἰστέον δὲ ὅτι πᾶσα βραχεῖα συλλαβὴ πρὸ βραχείας ἢ πρὸ μακρᾶς ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον ὀξύνεται· τοῦ μὲν προτέρου φίλος, τοῦ δὲ δευτέρου Ἕκτωρ, ἔρως. πᾶσα συλλαβὴ πρὸ δύο τοῦ τέλους ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον ὀξύνεται, Ὅμηρος, Μενέλαος. Οὐδέποτε, μακρᾶς οὔσης τῆς ἐπὶ τέλους, τρίτη ἀπὸ τέλους πίπτει ἡ ὀξεῖα· ἔνθεν τῆς εὐθείας τοῦ Ὅμηρος καὶ αἰτιατικῆς καὶ κλητικῆς προπαροξυνομένων, Ὅμηρος Ὅμηρον Ὅμηρε, ἡ γενικὴ καὶ δοτική, τοῦ Ὁμήρου καὶ τῷ Ὁμήρῳ, διὰ τὴν ἐπὶ τέλους μακρὰν παροξύνονται, σεσημειωμένων τῶν Ἀττικῶν, πόλεως, μάντεως. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουσι τὰ Ἀττικὰ ἐπὶ πάσης πτώσεως· ὁ ναός ὀξύνεται, διὰ τοῦτο καὶ ὁ νεώς, τοῦ νεώ καὶ αἱ λοιπαὶ πτώσεις ὀξύνονται ὁμοίως. καὶ ἔτι τοῦ Μενέλαος προπαροξυνομένου τὸ Μενέλεως καὶ αἱ λοιπαὶ πτώσεις καὶ οἱ ἀριθμοὶ προπαροξύνονται, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως. Πᾶσα φύσει μακρὰ πρὸ βραχείας ληκτικῆς ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται, οἶκος, ἦθος, ὦμος· χωρὶς τῶν διὰ τοῦ ι ἢ θε ἐπεκτεταμένων· ταῦτα γὰρ φυλάττει τὸν τόνον, ἅτε δὴ περιττῆς οὔσης τῆς συλλαβῆς. παροξύνεται γοῦν τὸ ναίχι καὶ εἴθε καὶ αἴθε. ἔνθεν σημειούμεθα τὸ οὐχί ὀξυνόμενον· τὸ δὲ ᾗχι προπερισπᾶται «ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος». Ἡ αι καὶ οι ἐν τέλει λέξεων κείμεναι, μὴ ἐπιφερομένου συμφώνου, ἐπὶ μὲν τῶν ἄλλων πάντων ἀντὶ βραχείας παραλαμβάνονται, ἐπὶ μέντοι τῶν εὐκτικῶν καὶ τῶν ἐπιῤῥημάτων ἀντὶ μακρᾶς· οἷον τοῦ μὲν πρώτου τὸ Μήδειαι καὶ ἄνθρωποι προπαροξύνονται· ἔτι δὲ καὶ τὸ μοῦσαι καὶ κοῦροι προπερισπᾶται, ὡς τῶν τελευταίων συλλαβῶν βραχειῶν οὐσῶν. εἰ δὲ σύμφωνον ἐπιφέρεται, μακραὶ γίνονται, ὅθεν τοῖς Ὁμήροις καὶ ταῖς Μηδείαις ὁ τόνος καταβιβάζεται καὶ πρὸ μιᾶς τοῦ τέλους ὀξὺς δίδοται· ὁμοίως καὶ ἐπὶ ταῖς μούσαις καὶ κούροις. τὸ μέντοι οἴκοι τοπικὸν ἐπίῤῥημα καὶ οἴμοι σχετλιαστικὸν παροξύνονται· καίτοι, ὅτε ἐστὶν ὄνομα τὸ οἶκοι, προπερισπᾶται. ἀλλὰ καὶ τὸ ποιῆσαι καὶ κεῖραι, εἰ μὲν ἀπαρέμφατον εἴη, προπερισπᾶται· εἰ δὲ εὐκτικόν, παροξύνεται· ὅτε δέ ἐστι τὸ ποίησαι προστακτικῆς μέσης ἀόριστος πρῶτος, προπαροξύνεται.
Πᾶσα ὀξεῖα ἐπὶ τέλους λέξεως οὖσα, εἰ μὴ ἐπιφέροιτο μετʼ αὐτὴν στιγμή, πάντως ἐν τῇ συμφράσει κοιμίζεται εἰς βαρεῖαν οἷον «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα» τό τε Ζεὺς καὶ ἐπὶ βαρύνεται, ὅτι στιγμὴ μετὰ ταῦτα οὐ τίθεται. Ἰστέον δὲ ὅτι καθʼ ἑκάστην λέξιν ἐν μιᾷ συλλαβῇ τίθεμεν ἢ ὀξεῖαν ἢ περισπωμένην, ἐν δὲ ταῖς λοιπαῖς συλλαβαῖς βαρεῖαν· οἷον ἐν τῷ Μὲνέλὰὸς δευτέρα συλλαβὴ ὀξύνεται, αἱ δὲ λοιπαὶ βαρύνονται, καὶ ἐν τῷ ἂλλοῖὸς ἡ μέση περισπᾶται, ἡ δὲ πρώτη καὶ τρίτη βαρύνονται· διὸ καὶ βαρύτονα καλεῖται τὰ παροξύτονα καὶ προπαροξύτονα καὶ προπερισπώμενα, διὸ ἡ τελευταία τούτων βαρύνεται· ἀλλʼ ὡς ὁμολογουμένας τὰς τοιαύτας βαρείας ἐῶμεν, διὰ τὸ μὴ καταστίζειν τὰ βιβλία. Ἡ ὀξεῖα οὖν καὶ ἡ βαρεῖα περισπωμένην ποιοῦσιν οἷον φάὸς φῶς, εὐγενέὸς εὐγενοῦς. ἀνάπαλιν δὲ ἡ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συναιροῦνται, εἰ μὴ τονικὸν κωλύσῃ παράγγελμα, οἷον ζὼός ζώς, Πρὸΐτου Προίτου, κὸΐλου κοίλου· τὸ γὰρ κόϊλος κοῖλος διὰ τονικὸν παράγγελμα περιεσπάσθη. τὸ δὲ ἀδελφιδὲός ἀδελφιδοῦς καὶ τὰ ὅμοια διʼ ἕτερον λόγον περιεσπάσθη· τὰ γὰρ εἰς ους ἁπλᾶ πάντα περισπᾶται οἷον βοῦς, χοῦς, πλοῦς. τὰ δὲ σύνθετα βαρύνεται οἷον Μελάμπους, Οἰδίπους, ὅθεν σημειούμεθα τὸ πούς καὶ ὀδούς παραλόγως ὀξυνθέντα. αἱ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται, ὡς τὸ Δημοσθένὲὸς Δημοσθένους. πάλιν τὸ χρύσὲὸς καὶ ἀργύρὲὸς μετὰ τὴν συναίρεσιν περιεσπάσθη διὰ τὸν εἰρημένον κανόνα, ὡς τὰ εἰς ους ἁπλᾶ περιεσπᾶσθαι θέλει.
Ταῦτα μὲν οὖν ἱκανὰ τοῖς εἰδόσιν ἐπὶ ποίας συλλαβῆς ἔδει τὸν τόνον τιθέναι. Πολλῆς δὲ οὔσης τούτων διδασκαλίας, ἣν ἡμῖν Ἡρωδιανὸς ἐν τῇ καθόλου παρέδωκε πραγματείᾳ, ὀλίγα ἐξ αὐτῶν τὰ χρειωδέστερα συντόμως ἐκλεξάμενοι παραθήσομεν, ὡς εὐχερεστέραν εἶναι τοῖς στίζειν ἐθέλουσι τὴν τούτου μάθησιν.
ΤΑ ΕΙΣ ν. ΒΙΒΛΙΟΝ αʹ.
Τὰ εἰς αν λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεσθαι θέλει, ἐπʼ εὐθείας πτώσεως μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰς ην βαρυτόνων οἷον Παιάν, Ἰάν, Δωριάν, Ἀλκμάν, τιτάν, πελεκάν. Ἀθαμάν ἔθνος Ἰλλυρίας, οἱ δὲ Θετταλίας. Ἀζάν ὁ Ἀρκάδος καὶ ἔθνος τῆς Ἀρκαδίας· λέγεται δὲ καὶ Ἀζήν. Ἀγριάν ἔθνος Παιονίας, ὡς ἐν τῷ ἐπιγράμματι γραφέντι εἰς Νεοπτόλεμον Πισίδην οὕτως εἰμὶ Νεοπτόλεμος Κρεσσοῦ, τρισσῶν δʼ ἕνʼ ἀδελφῶν ἔστασαν Τλωεῖς, κῦδος ἐμὸν δόρατος· οὕνεκεν ὢν Πισίδας καὶ Παίονας ἠδʼ Ἀργιᾶνας καὶ Γαλάτας τόσσους ἀντιάσας στόρεσα. Αἰνιάν ἔθνος Πεῤῥαιβῶν· λέγονται δὲ καὶ Αἰνιεῖς. ἐκαλοῦντο δὲ καὶ Μηλιεῖς οἱ αὐτοί. Στράβων δὲ ἐν τῇ ἑνδεκάτῃ φησὶν ἐν τῷ Πόντῳ Αἰνιᾶνας ἄλλους εἶναι, οὓς καλεῖσθαι νῦν Παρσίους· καὶ εἰ μὲν ἀπὸ τοῦ κυρίου Αἰνιᾶνος γέγονεν, εὔλογος ἡ ὁμοφωνία αὐτοῦ ὡς τὸ Τρώς καὶ Ἀχαιός μὴ ὁμοφωνοῦντος τοῦ Τευκρός καὶ Γραικός· εἰ δὲ παρὰ τὴν πόλιν Αἰνίαν, εὑρεθήσεται πρότερον Αἴνιος ὡς τῆς Λυκίας Λύκιος, εἶτα διὰ τὴν ὁμοφωνίαν τοῦ ποταμοῦ πρὸς διάκρισιν Αἰνιάν γενέσθαι ὡς μέγιστος μεγιστάν καὶ ἄλκιμος Ἀλκιμάν ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ νεανίας. Ἀκαρνάν ὁ ἥρως καὶ ἔθνος πρὸς τῷ Ἀχελῴῳ. Ἀρκτάν ἔθνος Ἠπειρωτικόν. Ῥιανὸς ἐν τετάρτῃ Θεσσαλικῶν. Ἀτιντάν υἱὸς Μακεδόνος καὶ ἔθνος Μακεδονίας. Βραχμάν Ἰνδικὸν ἔθνος σοφώτατον, οὓς καὶ Βράχμας καλοῦσιν. Γινδάν ἔθνος Λιβυκὸν λωτοφάγον «οἳ τὸν καρπὸν μόνον τοῦ λωτοῦ ἐσθίοντες ζῶσι». Δυμάν ὁ υἱὸς Αἰγιμίου, ὡς Ἔφορος αʹ «Αἰγίμιος γὰρ ἦν τῶν περὶ Οἴτην Δωριέων βασιλεύς. ἔσχε δὲ δύο παῖδας Πάμφυλον καὶ Δυμᾶνα καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδοὺς ἀνθʼ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν.» καὶ Δυμᾶνες φυλὴ Δωριέων. Ἐγχελᾶνες ἔθνος Ἰλλυρίας οἱ αὐτοὶ τοῖς Ἐγχελέαις, ὡς Μνασέας ἐν γʹ τῶν περιηγήσεων. λέγεται δὲ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας· λέγονται δὲ καὶ Ἐγχελεῖς ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. Εὐρυτάν ἔθνος Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς». Λυκάν ἐκ τοῦ Λυκάων κατὰ συγκοπὴν ὡς Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. Ἀρετάν ποταμὸς Κροτωνιάδος χώρας παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧς περιῤῥεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος.
Τὰ εἰς αν σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται οἷον εὐπαίαν, Αἰγίπαν, Ἑρμόπαν, Ἀντίπαν, Εὐήπαν, Τιτανόπαν, Αἰνοτίταν. τὸ δὲ καρβάν ὀξύνεται καὶ ὅσα μὴ ἀπὸ ἁπλῶν ῥητῶν.
Τὰ εἰς αν λήγοντα ἢ καθαρεύειν ἐθέλει ὡς τὸ Παιάν Ἰάν ἢ ἓν ἔχειν σύμφωνον πρὸ τοῦ α ὡς τὸ Λυκάν Ἀζάν, ἢ δύο καὶ ταῦτα ἢ κατὰ σύλληψιν ὡς τὸ ἰδμάν μεγιστάν ἢ κατὰ διάστασιν ὡς τὸ Πορθάν Πελλάν, οὐδέποτε δὲ τρία· σεσημείωται τὸ Ἀλκμάν ἔχον τρία σύμφωνα καὶ κατὰ σύλληψιν καὶ κατὰ διάστασιν· καὶ δηλονότι πλεονασμὸς ἐγένετο συμφώνου ἐν τῷ ὀνόματι· εἰ γὰρ παρὰ τὴν ἀκμήν ἐγένετο, πεπλεόνακε τὸ λ, εἰ δὲ παρὰ τὴν ἀλκήν, πεπλεόνακε τὸ μ· εἰ δὲ παρὰ τὸ ἄλκιμος, ἐν συγκοπῇ γέγονεν· τῷ γὰρ κύριον εἶναι τὸ ὄνομα οὐκ εὐθύνεται ὑπὸ τοῦ σημαινομένου.
Τὰ εἰς αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ οἷον Ἀλκμάν, Παιάν· τὸ γὰρ Ἀργειάν, ἔστι δὲ ὄνομα ὄρους Μεσσηνίας, ἀπὸ τοῦ Ἀργεῖος ἔχει τὴν δίφθογγον.
Τὰ εἰς ην λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς ην ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ην δασὺ σύμφωνον ἢ ψιλόν, ὀξύνεσθαι θέλει οἷον ἀχήν, λειχήν, αὐχήν, Κηφήν ἀπὸ Κηφέως τοῦ πατρὸς Ἀνδρομέδας ὁ Αἴθιοψ, Ὀρφήν. «Τύδης τʼ Οἰνείδης» «τὸν καὶ φωνήσας προσέφης, Οἰνήϊε Τύδη» ὀνομακλυτὸς Ὀρφήν Κωφήν πόλις οὐκ ἄπωθεν Μασσαγετῶν, ἣ καὶ Ἀραχωσία καλεῖται.
Τὰ εἰς ην ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ α ἤτοι μόνον ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι δισύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παρασχηματισμὸν οἷον Ἀγήν, αὐχήν, ἀτμήν, ἀπτήν, ἀκτήν, ἁδήν ἡ νόσος.
Τὰ εἰς ην λήγοντα ἔχοντα πρὸ τοῦ η τὸ σ ἢ διπλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ ου διφθόγγῳ ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχηματίζοιτο οὐδετέρῳ γένει οἷον ἐσσήν ὁ οἰκιστής «Μυρμιδόνων ἐσσῆνα» Καλλίμαχος. καμασήν ὁ ἰχθῦς, Δαμασήν, ἐρσήν, Αἰζήν, Ταντάλου παῖς, ἀφʼ οὗ ἐν Φρυγίᾳ πόλις Αἰζανοί. Ἀζήν ἔθνος τῆς Ἀρκαδίας ὃ καὶ Ἀζάν, ἀζήν ὁ πώγων κατὰ Φρύγας, ἀψήν. Τροιζήν καὶ ὁ κτιστὴς καὶ ἡ πόλις. εὑρίσκεται γὰρ καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος· οὕτως καὶ Τροιζήν· ἔστι δὲ πόλις Πελοποννήσου· ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησίν.
Τὰ εἰς λην λήγοντα ὀξύνεται βαλλήν οὕτως ὁ βασιλεύς, Τελλήν, Ὠλήν, σωλήν, κωλήν, στελήν. σεσημείωται τὸ Ἕλλην βαρυνόμενον.
Τὰ εἰς ην ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφωνον ὀξύνεται ἐσσήν, ὀσσήν, Τελλήν, βαλλήν πλὴν τοῦ Ἕλλην καὶ ὁ ἥρως καὶ τὸ ἔθνος. τὸ δὲ ἄρρην Ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονε.
Τὰ εἰς ην κατʼ ἐπιπλοκὴν δύο συμφώνων ὀξύνεται, πυθμήν, Κεβρήν ποταμός, ἀφʼ οὗ Κεβρηνία χώρα τῆς Τρῳάδος. Δίδυμος δὲ Κεβρῆνα τὴν πόλιν φησίν—πλὴν τοῦ Ἕκτην, ὃ ἔχει τὴν πρὸ τέλους καὶ διὰ τριῶν συμφώνων Ἔγκτην. Ἔγκτηνες δὲ ἐλέγοντο οἱ μετὰ τοὺς Ὕαντας τὴν Βοιωτίαν οἰκήσαντες.
Τὰ εἰς ην ἔχοντά τι τῶν μέσων πρὸ τοῦ η ὀξύνεται, ὁπότε διχρόνῳ παραλήγοιτο ἢ φύσει μακρᾷ οἷον Ὠγήν, ἁδήν, ταγήν ὁ ἀτταγήν, τριβήν ὁ τρίπους.
Τὰ εἰς ην ὑπὲρ δύο συλλαβὰς χαίρουσι τῇ ὀξείᾳ οἷον ἀτταγήν, κορδυλήν, μαριθήν, δοθιήν, ἠλακατήν ὄνομα ἰχθύος κητώδους καὶ κύριον. Ἀραδήν πόλις Κρήτης, Ἀραφήν εἷς τῶν ἑκατὸν ἡρώων καὶ δῆμος Αἰγηΐδος φυλῆς, Κεφαλλήν ἔθνος ἀπὸ Κεφάλου τοῦ Δηϊονέως κληθέν, κεῖται δὲ παρὰ Σοφοκλεῖ ἐν τῷ «ὦ ξεῖνε Κεφαλλήν». γίνεται δὲ παρὰ τὸ Κέφαλος Κεφαλήν ὡς παρὰ τὸ κῶλος κωλήν, μέγιστος μεγιστήν καὶ μεγιστάν. ἡ δὲ παλαιὰ χρῆσις ἅπασα ἔχει τοὺς Κεφαλλῆνας καὶ τὴν Κεφαλληνίαν ἐν δυσὶ λλ—πλὴν τοῦ περπέρην.
Τὰ εἰς ην ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς ην βαρύνεται οἷον Ἕλλην φιλέλλην, Πανέλληνες ὡς Παναχαιοί ἀπὸ μέρους τὸ πᾶν ὡς παρὰ τῷ ποιητῇ «Λέλεγας καὶ Τρῶας ἀναίρειν». Ἕλληνες γὰρ παρʼ αὐτῷ οἱ τὴν Φθιῶτιν Ἑλλάδα κατοικοῦντες «Μυρμιδόνες δὲ καλεῦνται καὶ Ἕλληνες καὶ Ἀχαιοί», εἴρην μελλείρην, ποιμήν ἀρχιποίμην, αὐχήν ἐριαύχην, ῥήν πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήσαντι· ἀλλʼ ὃ μὲν οὖν ἀπάνευθε θαλάσσης εὐρυπόροιο οἰκία ναιετάασκε πολύῤῥην, πουλυβοώτης. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ ἐν δʼ ἄνδρες ναίουσι πολύῤῥηνες, πολυβοῦται.
Τὰ εἰς μην ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰς μην, Δαμήν· ἔστι δὲ Ἀργολικὸς συγγραφεύς. λιμήν, ὑμήν, ποιμήν· ἔστι καὶ Ποιμήν ὄρος τῆς Ποντικῆς, ἀφʼ οὗ καταῤῥεῖ ὁ Παρθένιος σχίζων τὴν Ἄμαστριν, πυθμήν, ἀϋτμήν.
Τὰ εἰς ρην καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς τὸ ε φωνῆεν καταλήγουσαν ὀξύνεται, Σειρήν, Πειρήν καθʼ Ἡσίοδον πατὴρ Ἰοῦς, πυρήν, πλὴν τοῦ ἄῤῥην.
Τὰ εἰς ρην καθαρὸν τῷ ε παραλήγοντα παροξύνεται, Γέρην πόλις καὶ κώμη Λέσβου ἀπὸ Γέρηνος τοῦ Ποσειδῶνος. τὸ ἐθνικὸν ὁμοφώνως, τέρην, Θέρην ποταμός, περπέρην.
Τὰ εἰς ιν δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς. Τελχῖνες δὲ ἐλέγοντο οἱ Κρῆτες. εἰσὶ δὲ καὶ φθονεροὶ δαίμονες οἰκήσαντες τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖνες θηλυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί· ἔστι δὲ καὶ Τελχίς πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. Σαλαμίν καὶ Σαλαμίς, Ἐλευσίν καὶ Ἐλευσίς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ἀκτίν καὶ ἀκτίς. Τούτοις ὅμοιον καὶ τὸ Ἀβοριγῖνες ἔθνος Ἰταλικόν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῳ· «μέχρι μὲν οὖν τοῦ Τρωϊκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνων ὀνομασίαν διέσωζον, Λατίνου δὲ βασιλεύσαντος οὕτως προσηγορεύθησαν». τὰ αὐτὰ καὶ Χάραξ. εἰκὸς οἴεσθαί τινας τούτου τὴν κλίσιν ἀπὸ τῆς Ἀβοριγῖνος εὐθείας ὡς Λεοντῖνος Ἀκραγαντῖνος. ἀλλὰ Διονύσιος ὁ Ἁλικαρνασσεὺς Ἀβοριγῖνες καὶ Ἀβοριγῖσι φησὶν ὡς δελφῖσιν. ἔστι δὲ καὶ ἄλλη κλίσις ἐν χρησμῷ κειμένη, ὃν αὐτὸς παρατίθησιν. ὡς γὰρ ἀπὸ τοῦ ναῦται ναυτέων, οὕτως Ἀβοριγίναι Ἀβοριγινέων· ἔχει δʼ ὁ χρησμὸς οὕτως· στείχετε μαιόμενοι Σικελῶν Σατουρνίαν αἶαν, ἠδʼ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται, οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ, καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα. ἀλλʼ αὐτὸς τῷ χρησμῷ μὴ πειθόμενος ταῖς προειρημέναις ἐχρήσατο κλίσεσιν. σύνθετα δὲ βαρύνεται, εὐάκτιν, χρυσάκτιν, τριγλώχιν ὡς παρὰ Σιμωνίδῃ «τριγλώχιν ὀϊστός» καὶ παρὰ Καλλιμάχῳ «τριγλώχιν ὀλοῷ νῆσος ἐπʼ Ἐγκελάδῳ».
Τὰ εἰς υν λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς Αἰολεῦσιν, Φόρκυν, Πόλτυν, Γόρτυν ὄνομα ἥρωος καὶ πόλις Κρήτης, Κότυν, Κάπυν, μόσυν, τέκτυν ὁ τέκτων, κίνδυν· οὕτω δὲ ἔφη Σαπφὼ τὸν κίνδυνον· ὁ γοῦν Ἀλκαῖος τὴν δοτικὴν ἔφη τῷ κίνδυνι.
Τὰ εἰς ων τοὺς τρεῖς ἐπιδέχεται τόνους, τὰ μὲν γὰρ ὀξύνεται ὡς αἰών, τὰ δὲ βαρύνεται ὡς Πλάτων, τὰ δὲ περισπᾶται ὡς Ξενοφῶν.
Τὰ εἰς ων ἀρσενικὰ δισύλλαβα παραληγόμενα α βραχεῖ ἢ ε βαρύνεται, μὴ ὄντα περιεκτικά, Φάων, Κάων, Κρέων, Θέων, Κλέων, λέων, Νέων, νεών δὲ ὡς περιεκτικόν· ὡσαύτως δὲ καὶ Νεών πόλις Φωκίδος. Ἡρόδοτος ὀγδόῃ … .
Τὰ εἰς ων παραληγόμενα α μακρῷ βαρύνεται, Ἄων ἔθνος Βοιωτίας, Δάων ἔθνος τῆς Ἰνδικῆς ἀπὸ Δάονος, Χάων ἔθνος Ἠπείρου. Ἑλλάνικος ἱερειῶν Ἥρας τρίτῳ «Ἀμβρακιῶται καὶ οἱ μετʼ αὐτῶν Χάονες καὶ Ἠπειρῶται». καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐτούς φησι· «Χάονες, Θεσπρωτοί, Τυμφαῖοι, Παραυαῖοι, Ἀμύμονες, Ἄβαντες, Κασσωποί». Ἰάων, Κατάων ἔθνος Καππαδοκίας, ὡς Στράβων, Βαγαδάων ἔθνος Καππαδοκίας, Λυκάων ἔθνος Λυκίας τε καὶ Ἰσαυρίας ὁμοφώνως τῷ κτιστῇ, ὀπάων, Μαχάων, Ποσειδάων, Ἀρετάων, Ἱκετάων, Ἀμυθάων ὁ Κρηθέως.
Τὰ εἰς ων ἀρσενικὰ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ε βαρύνεται, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνοντα ἢ ὑποκοριστικά, Γελέων· Γελέοντες δέ εἰσι φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος παίδων, Ἀλκμέων, Τυφέων, Ποσειδέων, ἐξ οὗ Ποσειδῶν συνῃρέθη—τὸ δὲ Ποσειδεών ὄνομα μηνὸς ὀξύνεται— τὸ ἀνδρεών, παρθενεών ἐστι περιεκτικά, τὸ δὲ ἀνθερεών καὶ κενεών μέρος σώματος σημαίνει, καὶ τὸ πορθεών, λυμεών, ἀπατεών ὑποκοριστικά, τὸ δὲ Ἐλεών πόλις τῆς Ταναγρικῆς θηλυκόν ἐστι, ὡς καὶ Μεδεών πόλις, ᾗ συμφωνεῖ τὸ κύριον Μεδεών. τούτῳ δὲ συνηκολούθησε Ξυπετεών ὁ οἰκήτωρ δήμου Ξυπετῆς.
Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς τὸ η παραλήγοντα βαρύνεται, προπρήων, ξυνήων, παιήων, Ἰήων.
Τὰ εἰς ιων πατρωνυμικὰ καὶ ἐθνικὰ καὶ ὑποκοριστικὰ βαρύνονται, Κρονίων, Πριαμίων, Μολίων, Αἰολίων· οἱ γὰρ τὴν Λέσβον κατοικοῦντες Αἰολεῖς καὶ Αἰολίωνες ὀνομάζονται. Βουπρασίων ὁ Βουπράσιον πόλιν τῆς Ἤλιδος κατοικῶν, λέγεται δὲ καὶ Βουπράσιος καὶ Βουπρασιεύς, Ὠστίων ἔθνος παρὰ τῷ δυτικῷ ὠκεανῷ, οὓς Κοσσίνους Ἀρτεμίδωρός φησι, Πυθέας δὲ Ὠστιαίους «τούτων δʼ ἐξ εὐωνύμων οἱ Κόσσινοι λεγόμενοι Ὠστίωνες, οὓς Πυθέας Ὠστιαίους προσαγορεύει». Ἡφαιστίων, Ξενίων, Μοσχίων, Μελανίων, Πορφυρίων, Τυραννίων.
Τὰ διὰ τοῦ ιων ι βραχεῖ παραληγόμενα βαρύνεται, Δίων, Ἴων τὸ κύριον καὶ τὸ ἐθνικόν, Ἠμαθίων, Ἐνδυμίων, Ἠετίων, Εὐρυτίων, Εὐρυθαλίων, Ἀστερίων, Δευκαλίων, Ἰασίων ὁ πατὴρ Παρίου. Ὠρίων. ἔστι δὲ ἀναλογώτερον συστέλλον τὸ ι ὡς παρʼ Εὐριπίδῃ «τά τʼ ἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι»· ὁ γὰρ ποιητὴς ἐξέτεινε αὐτὸ εἰπὼν «ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει». σεσημείωται τὸ Κνακιών ὄνομα ποταμοῦ καὶ Ἀσιών, ἔστι δὲ ὄνομα ὄρους· καὶ κυρηβιών, σημαίνει δὲ τὸν καθαρματώδη καὶ τὸ δοθιών τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ἀντὶ τοῦ δοθιήν.
Ἔτι καὶ τὰ ἔχοντα ι μακρὸν βαρύνεται, κίων, πίων, πρίων προσηγορικὸν καὶ ποταμός, Ἐχίων ὃς ἔκτισεν Ἐχῖνον, πόλιν Θεσσαλίας, ἣν Ῥιανὸς «Ἐχίονος ἄστυ» εἶπε, Δηΐων, Ἀμφίων, Πανδίων, Δολίων· Δολίονες οἱ τὴν Κύζικον οἰκοῦντες, οὓς Δολιέας εἶπεν Ἑκαταῖος, βραχίων.
Τὰ εἰς ιων θηλυκὰ ὀξύνονται, χιών, ἠϊών· ἔστι καὶ πόλις ἐν χεῤῥονήσῳ, ὡς Θουκυδίδης· ἔστι δὲ καὶ ἄλλη πρὸς τῇ Πιερίᾳ. Ἑρμιών πόλις Ἀργολίδος· ἐλέγετο δὲ καὶ Ἑρμιόνη ἀπὸ τῆς Ἑρμιόνος γενικῆς ὡς ἀπὸ τοῦ κάλυκος ἡ Καλύκη καὶ τῆς χιτῶνος ἡ Χιτώνη καὶ ἡγεμόνος Ἡγεμόνη. Ἑρμιών δὲ ἐλέγετο ἀπὸ τοῦ τὸν Δία καὶ τὴν Ἥραν ἐνταῦθα ἀπὸ Κρήτης ἀφικομένους ὁρμισθῆναι καὶ τροπῇ τοῦ ο εἰς ε, ὅθεν καὶ ἱερὸν Ἥρας παρθένου ἦν ἐν αὐτῇ· Μεδιών πόλις πρὸς τῇ Αἰτωλίᾳ· Πολύβιος ὀκτωκαιδεκάτῳ. Αὐενιών πόλις Μασσαλίας πρὸς τῷ Ῥοδανῷ, Καβελλιών πόλις Μασσαλίας. Ἀρτεμίδωρος ἐν πρώτῃ γεωγραφουμένων. Κορουιών πόλις Αἰκανῶν ἐν Ἰταλίᾳ. Διονύσιος ιʹ Ῥωμαϊκῆς ἀρχαιολογίας … . Ἰβιών πόλις ἐν Αἰγύπτῳ, μᾶλλον δὲ νῆσος.
Τὰ εἰς ων πατρωνυμικὰ καὶ ἐθνικὰ τῇ ει διφθόγγῳ παραληγόμενα βαρύνεται, Ἀτρείων, Πηλείων, Ἀργείων, Καδμείων, Βακχείων, Ἡρακλείων, Χαρικλείων.
Τὰ εἰς αιων δισύλλαβα βαρύνεται, Μαίων τὸ ἐθνικὸν ὁμωνύμως τῷ κτιστῇ καὶ ποταμὸς περὶ τὴν Ἀσιάδα γῆν ῥέων· καὶ τροπῇ τῆς αι διφθόγγου εἰς η Μήων· Μήονες δὲ ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος· τὸ δὲ αἰών ὄνομα χρόνου ὀξύνεται.
Τὰ εἰς αιων ὑπερδισύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν ἢ περιεκτικά, βαρύνονται οἷον Εὐφραίων, Αἰγαίων, Ἀκταίων, Ἀλκμαίων, Ἀνταίων, ἀφʼ οὗ Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ, καὶ τὸ ἐθνικὸν ὁμοφώνως, Εὐγαίων, Καδμαίων, Ἀθηναίων, εὐαίων, δυσαίων, ἰσαίων. τὸ δὲ Ἑκατομβαιών ὄνομα μηνός, τὸ δὲ ...... ὄνομα ποταμοῦ, τὸ δὲ ἐλαιών περιεκτικόν.
Τὰ εἰς αυων βαρύνεται, Χαύων χώρα τῆς Μηδίας· Κτησίας ἐν πρώτῳ Περσικῶν «ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξελαύνει αὐτή τε καὶ ἡ στρατιὰ καὶ ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας». καὶ τὸ ἐθνικὸν ὁμοφώνως.
Τὰ εἰς υων δισύλλαβα βαρύνεται, κύων τὸ ζῷον, Μύων πόλις Λοκρῶν ἐν τῇ ἠπείρῳ ἡ καὶ Μυονία· τὸ ἐθνικὸν ὁμοφώνως. Θουκυδίδης δὲ τρίτῃ Μυονέας αὐτούς φησι.
Τὰ εἰς υων ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν ὅσα κλίνεται διὰ τοῦ ω, μὴ συμπίπτοντα πόλεσιν ὡς ἔχει Ἀμφιτρύων, Ἠλεκτρύων, Ἰχθύων, Ἡμικύων, Ἡμίκυνες ἔθνος οὐ πόρρω Μασσαγετῶν καὶ Ὑπερβορέων. Σιμμίας ἐν Ἀπόλλωνι Ἡμικύνων τʼ ἐνόησα γένος περιώσιον ἀνδρῶν, τοῖς ὤμων καθύπερθεν ἐϋστρεφέων κύνεος κράς τέτραφε γαμφηλῇσι περικρατέεσσιν ἐρυμνός. τῶν μέν θʼ ὥστε κυνῶν ὑλακὴ πέλει, οὐδέ τι τοίγε ἄλλων ἀγνώσσουσι βροτῶν ὀνομάκλυτον αὐδήν. καὶ Ἡσίοδος· τὸ δὲ Σικυών ὀξύνεται· ἔστι δὲ πόλις Πελοποννήσου καὶ ὁ κτιστὴς ὁμοφώνως. ὡσαύτως δὲ καὶ Κρεμμυών κώμη Κορίνθου. Εὔδοξος ἐν ἕκτῳ γῆς περιόδου. καὶ Κρομμυών πόλις Λιβύης. Ἑκαταῖος. Τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ ω εἰς ο ὀξύνεται, ἀλεκτρυών, Γηρυών, Κερκυών, Ἀμφικτυών, κελενδρυών, κολοκτρυών.
Τὰ εἰς βων δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ οἷον στίλβων, Στίβων, τρίβων, Στράβων, ἄμβων, Νάρβων ἐμπόριον καὶ πόλις Κελτική. Στράβων τετάρτῃ, Σίρβων λίμνη πλησίον τοῦ Κασίου. τὸ δὲ βουβών, ὅπερ τινές φασι βομβών, μέρος σώματος δηλοῖ. Μένανδρος ἐν τῷ Γεωργῷ Βουβὼν ἐπήρθη τῷ γέροντι, θέρμα τε ἐπέλαβεν αὐτόν. ἔστι καὶ Βουβών πόλις Λυκίας. «Βουβών γὰρ καὶ Βάλβουρα πόλεις Λυκίας, ἀπὸ Βαλβούρου καὶ Βουβῶνος· οὗτοι δὲ λῃσταὶ πόλεις ἔκτισαν ὁμωνύμους».
Τὰ εἰς βων ὑπερδισύλλαβα ὀξύνεται, Ἀλαβών πόλις Σικελίας καὶ ποταμὸς ὡς Δημήτριος ἐν συνωνύμοις. ἀῤῥαβών. τὸ δὲ Χαρναβῶν περισπᾶται. Σοφοκλῆς Τριπτολέμῳ καὶ Χαρναβῶντος, ὃς Γετῶν ἄρχει τὰ νῦν.
Τὰ εἰς γων δισύλλαβα ἀρσενικά, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ ο κλίνοιτο κατὰ τὴν πρὸ τέλους συλλαβήν, βαρύνεται οἷον πώγων, Αἴγων, Μέγων, Γίγων ὁ Αἰθιόπων βασιλεύς, τρίγων, Φλέγων· τὸ δὲ φηγών καὶ ἀγών ὀξύνονται ὡς περιεκτικά. τὸ δὲ Ὀργών νῆσος πλησίον Τυρρηνίας ὡς τοπικὸν ὀξύνεται. τὸ δὲ πυγών καὶ λαγών καὶ σταγών καὶ τρυγών καὶ γοργών διὰ τοῦ ο κλίνεται.
Τὰ εἰς γων ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται μὲν ὅσα φυλάττει τὸ ω κατὰ τὴν γενικὴν ἢ διὰ τοῦ ντ κλίνεται, Οὐκαλέγων, Πελάγων, Ἁρπάγων, προάγων, Σαλάγγων «μέσφα Σαλάγγωνος ποταμοῦ», Ἐρίγων, ἀρίγων εἶδος δόρατος ὀξύνεται δὲ τὰ διὰ τοῦ ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέτου τοῦ εἰς ος παρώνυμα ὑπάρχοι οἷον Παφλαγών Λαιστρυγών «παλαιότατοι μὲν λέγονται ἐν μέρει τινὶ τῆς χώρας — ἤτοι Σικελίας — Κύκλωπες καὶ Λαιστρυγόνες οἰκῆσαι». Θουκυδίδης ἕκτῃ … , Πηλαγών ὁ οἰκήτωρ τῆς Πηλαγονίας «Πηλαγόνων ἐλατῆρα» Καλλίμαχος. ἔστι δὲ καὶ ὄνομα κύριον «ὃς τέκε Πηλεγόνα». ἔοικε δὲ γράφεσθαι τὸ ὄνομα ἐθνικὸν κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τοῦ α, τὸ δὲ τοῦ ἥρωος διὰ τοῦ ε. ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ συμμάχου ἀρσενικῶς «ἀρηγόνος ἡμετέροιο», πλὴν τοῦ καταπύγων· τὰ γὰρ ἀπὸ συνθέτων εἰς ος παραχθέντα κατὰ τοῦ αὐτοῦ σημαινομένου βαρύνεται, ἄπειρος ἀπείρων, ἄναιμος ἀναίμων, ἄκυμος ἀκύμων, ἔγκυμος ἐγκύμων, ἄσχημος ἀσχήμων.
Τὰ εἰς δων δισύλλαβα ὀξύνεται καὶ βαρύνεται· βαρύνεται μέν, ὅσα ἐστὶν διὰ τοῦ ντ κλινόμενα καὶ φυλάττοντα τὸ ω κατὰ τὴν γενικήν, χωρὶς τῶν συνεμπιπτόντων πόλει οἷον κώδων, Φαίδων, Φείδων, Μείδων, κλύδων, κνώδων, Λάδων πατὴρ νύμφης Τελφούσης, ἔστι δὲ καὶ ὄνομα ποταμοῦ, Νέδων ποταμὸς καὶ τόπος τῆς Λακωνικῆς, Κύδων ὁ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός, ἀφʼ οὗ Κυδωνία, καὶ ὁ πολίτης ὁμοφώνως. Μύνδων ἔθνος Λιβύης. Ἔφορος εἰκοστῷ ὀγδόῳ «Μύνδωνες, οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι πλουσιώτατοι τὸν βίον». Σάνδων κύριον καὶ πόλις Ἰλλυρίας. Δώδων ποταμὸς Ἠπείρου, Μέδων, σπάδων, Κόδων, χλίδων, οὕτως δὲ λέγεται κόσμος ὁ περὶ τοὺς βραχίονας, ψίδων, Κύνδων ὄνομα ποταμοῦ. τὸ δὲ Σιδών πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ. ἀλλὰ καὶ Σιδών ἐθνικόν. Ὀξύνεται δὲ τὰ διὰ τοῦ ο μόνον κλινόμενα οἷον Μυγδών, Σαρδών, ὃ τῇ Σαρδοῖ παράκειται ὡς τῇ Πυθώ Πυθών, σινδών, Μαρδών Ἠπειρωτικὸν ἔθνος. Εὔπολις Πόλεσι «καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων», φλεδών, κληδών. τὸ δὲ Ἠδῶνες μεταπέπλασται ἐκ τοῦ Ἠδωνοί· λέγονται δὲ καὶ Ἠδῶναι.
Τὰ εἰς δων ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο τῷ ο ἢ α ἢ υ, βαρύνεται οἷον ἀνόδων, χαυλιόδων, Κινάδων, Κελάδων, ἔστι δὲ ὄνομα ποταμοῦ, Παμπάδων, Κορύδων.
Τὰ εἰς δων ὑπερδισύλλαβα ὀξύνεται παραλήγοντα τῷ ι ἢ ὀνόματα ὄντα πόλεων ἢ ἐθνικά, Ἀμυδών πόλις Παιονίας «τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξίου εὐρὺ ῥέοντος» καὶ ἥρως, Καλυδών πόλις Αἰτωλίας ἀπὸ Καλυδῶνος Ἐνδυμίωνος ἢ Αἰτωλοῦ υἱοῦ. Ἀβυδών χωρίον Μακεδονίας ὡς Στράβων. Ἀπιδών ὁ τὴν Ἀπίαν, ὡς οἱ νεώτεροι τὸ Ἄργος φασίν, κατοικῶν. Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ Φορωνέως Ἄπιδος. χελιδών τὸ ὄρνεον καὶ Χελιδών ὁ βάρβαρος, Χελιδόνας γὰρ ἀρσενικῶς τοὺς βαρβάρους Ἴων ἐν Ὀμφάλῃ φησὶν ὡς καὶ Αἰσχύλος τὸ βαρβαρίζειν χελιδονίζειν φησίν. ἔστι δὲ καὶ Χελιδών περὶ τελετῶν γράψας. Μυρμιδών.
Τὰ εἰς δων θηλυκὰ ὀξύνεται, ληθεδών, τηκεδών, σηπεδών, ἀηδών, ἀκηχεδών, ἀλθεδών, τυφεδών, ὃ παρὰ τῷ Κυρηναίῳ τὰ δὲ νῦν πολλὴν τυφεδῶνα λεσχαίνεις— ἕνεκα μέτρου τὸ ω ἐφύλαξεν ὡς μελεδῶνος, ἀκηδών, ἀλγηδών, ἀχθηδών.
Τὰ διὰ τοῦ εδων ἀρσενικά τε καὶ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ ὀξύνεται, Μακεδών τὸ ἐθνικὸν ὁμοφώνως τῷ κτιστῇ, σηπεδών τηκεδών καὶ τὰ λοιπά. τὰ δὲ σύνθετα βαρύνεται Λαομέδων, Αὐτομέδων, Εὐρυμέδων ποταμὸς Παμφυλίας καὶ τόπος πρὸς Ταρσόν.
Τὰ διὰ τοῦ ηδων ἀρσενικὰ καὶ θηλυκὰ ὑπερδισύλλαβα διὰ τοῦ ο κλινόμενα ὀξύνεται, Φαρκηδών πόλις Θεσσαλίας. Θεόπομπος δὲ δʹ Φιλιππικῶν Φαρκαδόνα διὰ τοῦ α φησίν. Τερηδών πόλις ἐπὶ τῇ Ἐρυθρᾷ. Καρχηδών μητρόπολις Λιβύης ἀπὸ Καρχηδόνος Φοίνικος. ἔστι καὶ ἄλλη Καρχηδών πόλις Ἰβηρίας. Χαλκηδών πόλις Βιθυνίας ἡ πρὸς τῷ στόματι τοῦ Πόντου καταντικρὺ τοῦ Βυζαντίου. Μένιππος ἐν περίπλῳ Βιθυνίας «ἀπὸ ἱεροῦ Διὸς οὐρίου καὶ τοῦ στόματος τοῦ Πόντου ἀριστερὰν ἔχοντι τὴν ἤπειρον καὶ ἐπιπλέοντι εἰς Χαλκηδόνα τὴν πόλιν εἰσὶ στάδια ρκʹ, ἀπὸ δὲ ταύτης ἕως τοῦ Ἀκρίτου στάδια ξʹ». γράφεται καὶ Καλχηδών. εὑρίσκομεν γὰρ διφορουμένην τὴν χρῆσιν. Ἀνθηδών πόλις Βοιωτίας. Ὅμηρος «Ἀνθηδόνα τʼ ἐσχατόωσαν» ἀπὸ Ἀνθηδόνος τοῦ Δίου τοῦ Ἄνθου τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνος τῆς Ἄτλαντος. συνῴκισαν δʼ αὐτὴν Θρᾷκες, ὡς Λυκόφρων «ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος» ἢ διὰ τὸ πασῶν ἀνθηροτάτην εἶναι. ἔστι καὶ ἑτέρα πόλις πλησίον Γάζης πρὸς τῷ παραλίῳ μέρει. Ἀσπληδών, πόλις Φωκίδος. Παυσανίας ἐνάτῳ· ἀπὸ Ἀσπληδόνος υἱοῦ νύμφης Μιδείας καὶ Ποσειδῶνος ἢ Πρέσβωνος ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γὰρ υἱεῖς «Ἀσπληδών Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδής». τὴν δὲ παρʼ Ὁμήρῳ τῆς Βοιωτίας φασί. γράφεται καὶ χωρὶς τοῦ α, ἀλλʼ οὐ παρʼ Ὁμήρῳ. Ἰσσηδών ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀλκμὰν δὲ μόνος Ἐσσηδόνας αὐτούς φησιν. εὑρίσκεται δὲ ἡ δευτέρα παρʼ ἄλλοις διὰ τοῦ ε. λέγονται καὶ Ἴσσηδοι τρισυλλάβως. ἔστι καὶ Ἰσσηδών πόλις. Τενθρηδών Πρόθου πατήρ. Σαρπηδών ἥρως καὶ πέτρα καὶ ἀκτὴ καὶ νῆσος ὡς παρὰ Σοφοκλεῖ ἐν Αἰχμαλωτίσιν εἴρηται «Σαρπηδὼν ἀκτή». ἐν Τυμπανισταῖς «ἡμεῖς δʼ ἐν ἄντροις, ἔνθα Σαρπηδὼν πέτρα». καὶ ἡ νῆσος ἰδίως ἐν Ὠκεανῷ Γοργόνων οἰκητήριον οὖσα ὡς ὁ τὰ Κύπρια φησί· τῷ δʼ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ πέλωρα, αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ, νῆσον πετρήεσσαν. ἀκηδών. —τὸ δὲ Σαρπήδων καὶ Ἀκήδων ὄνομα ποταμοῦ διὰ τοῦ οντος κλινόμενα βαρύνονται «Σαρπήδοντος».
Τὰ διὰ τοῦ ωδων βαρύνεται, Θερμώδων, ἔστι δὲ ὄνομα ποταμοῦ, Χαλκώδων, ἀμφώδων, κρατερώδων.
Τὰ εἰς ζων λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδισύλλαβα καὶ πρὸ τέλους ἔχοι μακρὸν τὸ α ἢ πόλει ὁμωνυμεῖ οἷον μείζων, Ῥίζων ὁ τοῦ Κάδμου υἱὸς καὶ πόλις Ἰλλυρίας καὶ ποταμὸς ὁμώνυμος, Ὄζων ὄνομα ποταμοῦ, Ἄζων ποταμὸς Λυκίας καὶ παῖς Ἡρακλέους. Ὑψίζων ὄνομα ποταμοῦ, Ἁλίζων ἔθνος. Ὅμηρος «αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον». Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλίζωνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην. εἴρηται δὲ οὕτως ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωσται καὶ οἱονεὶ χερρόνησός ἐστιν, ὑπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζωσμένη. Ἐπαφρόδιτος δὲ ἀλαζόνας τινὰς εἶναι αὐτοὺς ὑπὸ τῆς εὐδαιμονίας τῆς χώρας ἐπῃρμένους τοῦ α εἰς τὸ ι τραπέντος. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλις Θετταλίας—Ἑκαταῖος Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν»—κλίνεται διὰ τοῦ ω καὶ ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ «λαοὶ δʼ ὑπʼ ὀλίζονες ἦσαν». ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ α· ἔστι δὲ ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος. τινὲς ἀπὸ τοῦ ἐστερῆσθαι μαζῶν· ἀπίθανος δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμισταγόρας δὲ καὶ ἐν τῇ χρυσῇ βίβλῳ φησίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸς τῇ Ἐφέσῳ γυναῖκες μίᾳ συμβουλῇ τὰ συνήθη ταῖς γυναιξὶν ἔργα ἀπαρνησάμεναι καὶ ζώναις χρησάμεναι καὶ ὁπλισμοῖς τὰ τῶν ἀνδρῶν πάντα ἐπετήδευον· πρὸς δὲ τὰ ἄλλα καὶ ἤμων σὺν αὐταῖς ζώναις, ὅ ἐστιν ἐθέριζον. διὰ τοῦτο καὶ Ἀμαζόνας κεκλῆσθαι τὰς σὺν ταῖς ζώναις ἀμώσαις». ἢ ὅτι τὸν ἕνα τῶν μαζῶν ἔκαιον χάριν τοῦ τοξεύειν ἢ ὅτι μάζαις οὐκ ἐχρῶντο, ἀλλʼ ὄφεσι καὶ σκορπίοις καὶ σαύραις καὶ χελώναις. οἱ δὲ ἀπὸ μητρὸς Ἀμαζοῦς. λέγεται δὲ καὶ Ἀμαζών ἀρσενικῶς ὡς παρὰ Καλλιμάχῳ «ἵνʼ Ἀμαζόνες ἄνδρες ἔωσιν». τὸ δὲ ἀλαζών ὁ ὑπερήφανος μακρὸν ἔχον τὸ α ὀξύνεται· τὸ δὲ ἐπὶ ἔθνους ὁμόρου τοῖς Σκύθαις φυλάττει τὸ ω ἐν ταῖς πλαγίαις πρὸς ἀντιδιαστολήν.
Τὰ εἰς θων δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικά, μόθων, οὕτω γὰρ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦσιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φασι, σημαίνει δὲ καὶ εἶδος αἰσχρᾶς καὶ ἀπρεποῦς ὀρχήσεως, Ὄθων, Μάθων ὁ Θηβαῖος, πίθων ὁ πίθηκος ὑποκοριστικῶς, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδος ποτηρίου καὶ τὸ ἐν τῇ συνηθείᾳ ἐφʼ ὕβρει λεγόμενον καὶ νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος. μάλθων ὁ μαλθακός. Πύθων ὁ δράκων. τὸ δὲ Πυθών πόλις καὶ Σιθών ἐθνικὸν καὶ πιθών καὶ κιθών ὁ χιτών ὀξύνεται.
Τὰ εἰς θων ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ντ κλίνοιτο καὶ φυλάττει τὸ ω τῆς εὐθείας, οἷον Φαέθων Φαέθοντος, Περιφλεγέθων Περιφλεγέθοντος, Κιναίθων, Ἀγάθων, ἐνοσίχθων. τὸ μέντοι Μαραθών δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀργανθών ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη τὸ ὄρος—ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον τὸ ω μέγα καὶ διὰ τοῦ ντ κλινόμενον. σημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου.
Τὰ εἰς κων δισύλλαβα ἀρσενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνει, βαρύνεται, Χάλκων, δράκων, Κίκων, ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ...... «Εὐάνθης δʼ οἴκησεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ συγκοπὴν λέγεσθαι Ἀπολλόδωρός φησιν ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν. Καύκων βασιλεύς ἢ ποταμὸς καὶ ἔθνος. Τάρκων, ἀφʼ οὗ Ταρκυνία, Σάκων ὄνομα κύριον, Γλαύκων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐς δοῦπον ἀκόντων» παρὰ τῷ ποιητῇ, φάλκων, μήκων, Μίκων, Νίκων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος καὶ τὸ Ἀγκών πόλις Πικεντίνων ὡς θηλυκόν. ἴσως δὲ βαρύνεται κατὰ τοὺς ἐγχωρίους. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή.
Τὰ εἰς κων ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ ντ κλινόμενα καὶ ο ἢ ι ἢ α παραληγόμενα περισπᾶται, Ἱπποκῶν, Λαοκῶν, Καλλικῶν, Δηϊκῶν ὁ Ἠρακλέους, Ἀθηνακῶν ὁ τὰ Σαμοθρᾴκια γράψας. τὰ μέντοι μὴ οὕτως κλινόμενα καὶ παραληγόμενα τῷ α ὀξύνεται, εἴ ἐστι τοπικώτερα οἷον χαρακών, ἀνθρακών, φαρμακών τὸ βαφεῖον. τοιοῦτο καὶ τὸ γυναικών, Ἑλικών, ὡς τοπικόν. τὸ μέντοι Τριάκων, σαλάκων καὶ Αἰολοσίκων ὑγιῶς βαρύνεται. οὐ γάρ εἰσι τοπικά. Τὰ εἰς λων δισύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ οἷον δόλων καὶ Δόλων, Φίλων, Γέλων ὁ Αἴτνης καὶ Ἱμέρου, ἀφʼ οὗ Γέλα πόλις Σικελίας, ὡς Πρόξενος ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος. Μόλων, Πέλλων, Χέλλων Καλλίμαχος «δημεχθέα Χέλλωνα», Τρέλλων, παρὰ Σώφρονι τὸ ὄνομα, Θάλλων ὄνομα κύριον κυνὸς παρὰ Ξενοφῶντι, Σίλλων Ἐπίχαρμος Χορευταῖς, Κάλλων ὁ ἀθλητὴς κατὰ ὑποκορισμόν. Βούλων, ἀφʼ οὗ Βοῦλις πόλις Φωκίδος, Ὕβλων, ὃς καὶ Ὕβλος, οἰκιστὴς Ὕβλης πόλεως, Μίλων, Χίλων, Σόλων, Μέλων, Μήλων ὁ Ἡρακλῆς, κήλων, Κύλων, Πύλων τὸ κύριον, τίλων, βρίλων ὁ βαλανεύς. τὸ δὲ πυλών καὶ αὐλών καὶ μυλών ὡς τοπικὰ ὀξύνονται. ὁμοίως καὶ Αὐλών πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. δευτέρα πόλις Ἀρκαδίας. τρίτη πόλις Κρήτης ἢ τόπος. ἔστι καὶ τόπος Ἀραβίας. ἔστι καὶ Αὐλών ὃν ἐπόλισαν Κροτωνιᾶται, ἥτις ὠνομάσθη Καυλωνία—καὶ Βελών πόλις καὶ ποταμὸς ἐν τῇ Βαιτίκῃ τῆς Ἱσπανίας.
Τὰ εἰς λων λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνονται μὴ ὄντα περιεκτικά, Ἀσκάλων πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν ὅτι Τάνταλος καὶ Ἄσκαλος παῖδες Ὑμεναίου. τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέντα στρατηγὸν εἰς Συρίαν στρατεῦσαι κἀκεῖ παρθένου ἐρασθέντα πόλιν κτίσαι, ἣν ἀφʼ ἑαυτοῦ οὕτως ὠνόμασε. τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστοριῶν. Καστάλων μεγίστη πόλις Ὠρητανίας, ὡς Ἀρτεμίδωρος τρίτῳ γεωγραφουμένων. Ἀπόλλων, Κεφάλων, Ἀτιτάλλων. τὸ δὲ ἀμπελών καὶ καμηλών ὡς περιεκτικὰ ὀξύνεται· τὸ Βαβυλών ἀρσενικῶς, ἀφʼ οὗ καὶ ἡ πόλις. ἔστι γὰρ κτίσμα Βαβυλῶνος παιδὸς Βήλου παλαίτατον, οὐχ ὡς Ἡρόδοτος ὑπὸ Σεμιράμιδος· ταύτης γὰρ ἦν ἀρχαιοτέρα ἔτεσι χιλίοις δύο, ὡς Ἑρέννιος. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις. ὁμοίως καὶ τὸ μιμαλλών θηλυκόν, ἤτοι μαινάς. οὕτω Καλλίμαχος.
Τὰ εἰς μων μὴ ὄντα τοπικὰ ἢ ὁπότε μὴ ἐπὶ καιροῦ λαμβάνοιτο ἢ ἔχοι πρὸ τέλους τὸ υ ἐκτεταμένον, βαρύνεται, Ἕρμων, Ἄλμων ἢ Σάλμων, πόλις Βοιωτίας, ἣν Ἑλλάνικος Ἄλμον φησὶ καὶ Σάλμον ἐν δευτέρῳ Δευκαλιωνείας, Τίμων, Σίμων, Ἄμμων, ἀφʼ οὗ πᾶσα ἡ Λιβύη Ἀμμωνία ἐκαλεῖτο, ἄκμων καὶ Ἄκμων ὁ Μάνεω, ἀφʼ οὗ Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας, καὶ Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφʼ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ. Λάκμων ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμός, ὡς Ἑκαταῖος ἐν πρώτῳ· ἔστι δὲ παρώνυμον ὡς ἀπὸ τοῦ Λάκμος. Ὄλμωνες κώμη Βοιωτίας. Τέκμων πόλις Θεσπρωτῶν. Ῥήμων, Πάμμων, Θέμων, Βρέμων, τέρμων, σίρμων, Χάρμων, τλήμων, μνήμων, κτήμων, στήμων, γνώμων, ἴδμων, φράδμων. τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν ὡς λειμών, κευθμών, θημών, ἢ ἐπὶ καιροῦ λαμβάνεται ὡς χειμών, ἢ ἔχει τὸ υ ἐκτεταμένον ὡς Στρυμών ποταμὸς Ἀμφιπόλεως, ἀφʼ οὗ ὁ βορρᾶς «Στρυμονίου βορέαο». καὶ δρυμών. καὶ τὸ κρεμών ὀξύνεται. λέγεται γὰρ καὶ δισυλλάβως ἐπὶ τῆς αὐτῆς σημασίας τῷ τρισυλλάβῳ ἀκρεμών.
Τὰ εἰς μων ὑπὲρ δύο συλλαβάς, εἰ παραλήγοιτο φύσει ἢ θέσει μακρᾷ βαρύνεται, ἀμύμων, ἐγκύμων, οἰκτίρμων, Ἡγήμων, Φιλήμων, νοήμων, ἀσχήμων, εὐσχήμων, χαιρήμων, ἐλεήμων, μελανείμων, λευχείμων, βαθυλείμων.
Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς παραληγόμενα α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡς κύριον. καὶ ὀξύτονα μὲν Τελαμών καὶ τὸ κύριον—ἔστι δὲ καὶ πόλις Τυρρηνίας— καὶ τὸ προσηγορικόν, καλαμών, πλαταμών, κεραμών περιεκτικόν. Κεράμων δὲ τὸ κύριον ὡς τὸ Ποτάμων, Ἀσάμων καὶ Νασάμων βασιλεύς τις, ἀφʼ οὗ οἱ Νασαμῶνες τὸ Λιβυκὸν ἔθνος, ὡς Καλλίμαχος, ὀξυτόνως πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ κυρίου ὀνόματος. Ἀβράμων ἀφʼ οὗ Ἰουδαῖοι Ἑβραῖοι, ὥς φησι Χάραξ. τὸ δὲ τεράμων βαρύνεται ὡς διὰ τοῦ ο κλινόμενον.
Τὰ εἰς μων ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ α παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ τοῦ νος, τῆς πρὸ τέλους οὔσης διὰ τοῦ ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων Ἀρτέμων, Πολέμων, Διδύμων· τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών, Ἰτυμών, κηδεμών, ἀκρεμών, ἡγεμών, ἐθνυμών τὸ ἔθνος.
Τὰ διὰ τοῦ αιμων βαρύνεται, δαίμων, αἵμων καὶ Αἵμων υἱὸς μὲν Χλώρου τοῦ Πελασγοῦ, πατὴρ δὲ Θεσσαλοῦ, ὡς Ῥιανὸς καὶ ἄλλοι, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἀναίμων. Εὐαίμων πόλις Ὀρχομενίων. Θεόπομπος ἐν ἕκτῳ. κακοδαίμων, εὐδαίμων, Λακεδαίμων πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακεδαίμονος ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνθεμένων κλήρῳ διανείμασθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν καὶ Λαχεδαίμονα κληθῆναι ἢ Λαβεδαίμονα, διότι ἀγαθῷ δαίμονι ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχὼν καὶ τροπῇ τοῦ β ἢ τοῦ χ εἰς κ Λακεδαίμονα. ἔστι δὲ καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὀλβιοδαίμων, Παλαίμων.
Τὰ εἰς νων ἔχοντα σύμφωνον ἐν ἐπιπλοκῇ ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεως εἴη ἢ περιεκτικά, βαρύνεται, Μέμνων, ἔστι καὶ ἔθνος Αἰθιοπικόν, ὃ ἑρμηνεύεται, ὡς ὁ πολυίστωρ φησίν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς. Δάφνων, Ἅγνων. Σέννων ἔθνος Γαλατικόν. τὸ Κραννών ὡς ἐπὶ πόλεως ὀξύνεται· ἔστι δὲ πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας ἀπὸ Κραννῶνος τοῦ Πελασγοῦ. καὶ τὸ δαφνών ὡς περιεκτικόν.
Τὰ εἰς νων ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λήγοντα, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται καὶ τὰ διὰ τοῦ ονος ὡς ἀμείνων ἀμείνονος ἢ διὰ τοῦ οντος κλινόμενα ὡς Ὑγιαίνων ὄνομα ἰατροῦ, Αὐξάνων κύριον ἰσοδυναμεῖ τοῖς διὰ τοῦ ωνος οἷον Κόνων, Σίνων, Ζήνων, Φαίνων, Μόνων ὃς ἔκτισε Μακτώριον πόλιν Σικελίας, Σήνων ὁ κατοικῶν Σήνην πόλιν Κελτικήν, Φλάνων πόλις καὶ λιμὴν πρὸς τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος. τὸ δὲ κανών ὀξύνεται, προσέτι πλατανών καὶ ξενών καὶ παρθενών.
Τὰ εἰς ξων ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεσθαι, βαρύνονται, ἄξων, Πράξων, Δέξων, Αἴξων, Σάξων ἔθνος οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήσῳ. τὸ μέντοι δραξών ὀξύνεται ὡς ἐπιθετικόν. ἔστι δὲ λέξις Σικελική. σημαίνει δὲ τοὺς κατʼ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺς ἄλλων τινῶν δραττομένους καὶ ἁρπάζοντας, οὓς Ἐρατοσθένης καπηδάλους καλεῖ. ὡσαύτως καὶ πραξών. οὕτως δὲ τοὺς ἀγοραίους καλοῦσι Σικελοί.
Τὰ εἰς πων μὴ ὄντα περιεκτικὰ βαρύνεται, Λάμπων, δράπων ὁ δραπέτης ὑποκοριστικῶς, Δούπων εἷς τῶν Κενταύρων, Κάπων, Σάπων, Ἕρπων, Λύπων, σκήπων, θεράπων, Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν καὶ Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ. πέπων τὸ πεπαινόμενον, πεπών περιεκτικόν. τὸ δὲ Εὐρυπῶν ὡς διὰ τοῦ ωντος κλινόμενον περισπᾶται.
Τὰ εἰς ρων μετʼ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη περιεκτικὰ ἢ ἐπὶ πόλεων ἢ διὰ τοῦ ντ κλινόμενα, βαρύνεται, Ἅβρων, ἄφρων, πρόφρων, σώφρων, Σώφρων, Λυκόφρων, περίφρων, δαΐφρων, ἐχέφρων, μεγαλόφρων, μάκρων καὶ Μάκρωνες οἱ κατοικοῦντες τὴν Εὔβοιαν, ἣ καὶ Μάκρις, οἱ νῦν Σάννοι. Στράβων δωδεκάτῃ καὶ Ἑκαταῖος Ἀσίᾳ καὶ Ἀπολλόδωρος δευτέρῳ. τὸ μέντοι ἀντρών, λουτρών, ἀνδρών ὡς περιεκτικὰ ὀξύνεται. ὡς δὲ ἐπὶ πόλεων ὀξύνονται Ἀντρών «ἀγχίαλον τʼ Ἀντρῶνα». Ζηνόδοτος δὲ γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. Ἑβρών πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. Ἰστρών, ὡς Ἀρτεμίδωρός φησιν Ἴστρον, πόλιν Κρήτης. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται ὡς διὰ τοῦ ντ κλινόμενα περισπᾶται.
Τὰ εἰς ρων μὴ παραληγόμενα τῇ οι ἢ αι διφθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται, Θήρων, Νέρων, γέρων, Τρήρων, Χάρων, Χείρων Χείρωνος ἐπὶ τοῦ Κενταύρου καὶ χείρων χείρονος τὸ συγκριτικόν. Μάρων, Νάρων ποταμός, Σάρων τόπος Τροιζῆνος, πτέρων, Πέρων, Φέρων, Ἱέρων, Ἀχέρων, εἴρων, ἀπείρων, Ὑπείρων, Σκίρων, Μύρων, Πύρων. τὸ δὲ οἰρών, οὕτως δὲ ἡ χάραξις τοῦ ἀρότρου, καὶ σφαιρών καὶ Χαιρών ὄνομα κύριον. τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος δευτέρῳ ἱερειῶν Ἥρας—διὰ τὰς διφθόγγους. καὶ τὸ προθυρών, θυρών, ἀχυρών, Πλευρών ἥρως καὶ πόλις Αἰτωλίας, Βραυρών ἥρως καὶ δῆμος τῆς Ἀττικῆς, Τιταρών, ἥρως καὶ πόλις Θετταλίας, ἣν Τίταρον Λυκόφρων φησί, Κιθαιρών ὡς τοπικὰ ἢ πόλει ὁμώνυμα.
Τὰ εἰς σων ἀρσενικὰ καὶ θηλυκά, εἰ μὴ ἐθνικὰ εἴη ἢ ἐπὶ πόλεων ἢ περιεκτικά, βαρύνεται, Παύσων, Θράσων, Γράσων, καὶ γράσων, καύσων, μάσσων καὶ Μάσσων ποταμὸς ἐν Πελοποννήσῳ, κρείσσων, πάσσων, Πράσων εἷς τῶν Αἰγύπτου παίδων, Κτήσων, Μύρσων, Λεύσων ὄνομα κυνός, Γλίσων, Ἰάσων, Τελέσων, Ὀνάσων, Τυλίσων. Αὔσων ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι. τὸ δὲ Αὐσών ὁ Ἰταλός, Λυκόφρων «κτείνουσιν αὐτὸν Αὐσόνες Πελλήνιοι» ὡς ἐθνικὸν ὀξύνεται. Αἴσων ὁ Ἰάσονος πατήρ. τὸ δὲ Αἰσών πόλις Θεσσαλίας, ἣν Φερεκύδης Αἰσωνίαν φησί, καὶ τὸ Ὀλοοσσών πόλις Μαγνησίας. Ὅμηρος «πόλιν Ὀλοοσσόνα λευκήν» ὀξύνεται ὡς ἐπὶ πόλεων. καὶ τὸ κισσών ὡς περιεκτικόν. τὸ δὲ Συλοσῶν ὡς διὰ τοῦ ντ κλινόμενον περισπᾶται.
Τὰ εἰς των μὴ περιεκτικὰ ἢ ἐθνικὰ διὰ τοῦ ο κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν ἀνεδέξατο βαρυνομένου, Πλούτων, Πλάτων, Κράτων, Κρίτων, Γίτων, Βίτων, Τρίτων ποταμὸς μέγας ἐν Αἰγύπτῳ· ἔστι δὲ ἕτερος Βοιωτίας, Μύτων ὁ Ποσειδῶνος καὶ Μυτιλήνης καὶ ὁ Μυτιληναῖος, Μέτων, γείτων, τέκτων, Σπάρτων ὁ Φορωνέως, Βάτων ὁ Ἀμφιαράου ἡνίοχος. τὸ δὲ Κρότων, ὅτε τὸν κτιστὴν ἢ τὴν πόλιν—ἔστι δὲ Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίας μητρόπολις—ἢ τὸ ὄρος σημαίνει, ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίστων, Ἑκάτων, Χαρίτων, Μελίτων, ἀχίτων, χαλκοχίτων, ἀρχιτέκτων βαρύνονται. τὸ δὲ κοιτών καὶ προκοιτών, ἱστών, προβατών ὡς περιεκτικὰ ὀξύνεται, οἷς ἠκολούθησε καὶ τὸ Πλατανιστών ὄνομα ποταμοῦ. τὸ δὲ Βιστών ὡς διὰ τοῦ ο κλινόμενον ἐθνικὸν ὀξύνεται. ὁμοφωνεῖ δὲ τῷ κτιστῇ Βιστόνι τῷ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. ἀδελφὸς δὲ ἦν Ὀδομάντου ἢ Ἠδωνοῦ. ἔνιοι δὲ Παίονος τοῦ Ἄρεος παιδός.
Τὰ εἰς φων ἀρσενικὰ σύνθετα διὰ τοῦ ντ κλινόμενα περισπᾶται, Ἀγλαοφῶν, Ξενοφῶν, Ἀντιφῶν, Δημοφῶν, Εὐρυφῶν Ὁμήρου υἱός, Νικοφῶν ὁ κωμικός, Ἀριστοφῶν, ὁ Βελλεροφόντης κατά τινας Βελλεροφῶν, Κτησιφῶν κύριον καὶ πόλις Ἀσσυρίας.
Τὰ εἰς φων ἀρσενικὰ μὴ διὰ τοῦ ντ κλινόμενα βαρύνεται, Τρύφων, Σόφων, σίφων, Ξίφων ὄνομα κυνός, κύφων. τὸ δὲ Κολοφών πόλις, ᾗ ὁμοφωνεῖ τὸ τοῦ κτιστοῦ ὄνομα, καὶ Τολοφών, πόλις Λοκρῶν τῶν Ὀζολῶν, καὶ κατηφών ὀξύνεται ὡς θηλυκά. τὸ δὲ Τυφῶν περισπώμενόν ἐστι δικατάληκτον. λέγεται γὰρ καὶ Τυφῶς.
Τὰ εἰς χων δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα, Βρύχων ὄνομα ποταμοῦ, Τύχων ὁ Ἑρμῆς καὶ δαίμων περὶ τὴν Ἀφροδίτην καὶ κύριον, Σπέρχων ὄνομα κυνός, Τάρχων πατὴρ Τηλέφου. τὸ δὲ γλήχων ὤφειλε βαρύνεσθαι· εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται, ὄνομα μηνὸς παρʼ Αἰγυπτίοις ὄν. τὸ δὲ Πολυσπερχῶν διὰ τοῦ ντ κλινόμενον περισπᾶται.
Τὰ εἰς ων ἀρσενικὰ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ διὰ τοῦ ντ κλινόμενα περισπᾶται, Ξενοφῶν, Ἱπποκῶν, Δημοφῶν, Ἀντιφῶν, ἀμνοκῶν. σεσημείωται τὸ Ποσειδῶν καὶ ταῶν καὶ Τυφῶν περισπώμενα μέν, οὐ μέντοι διὰ τοῦ ντ κλινόμενα. καὶ τὸ μὲν Ποσειδῶν ἔχει τοιαύτην ἀπολογίαν. οὐδὲν περισπώμενον εἰς δων λήγει. τὸ δὲ Ποσειδῶν ἔχει τὸ δ πρὸ τοῦ ω. τῶν μὲν εἰς ων περισπωμένων γίνεται διαίρεσις διὰ τοῦ ο, τοῦ δὲ Ποσειδῶν οὐ διὰ τοῦ ο, ἀλλʼ ἢ διὰ τοῦ ε ἢ διὰ τοῦ α οἷον Ποσειδέων καὶ Ποσειδάων· οὐκ ἄρα περισπᾶται. τὰ εἰς ων περισπώμενα οὐ παραλήγεται φύσει μακρᾷ οἷον Κτησιφῶν Δεξικρῶν. τὸ δὲ Ποσειδῶν φύσει μακρᾷ παραλήγεται, ὥστε οὐ περισπώμενον. οὐδὲν περισπώμενον ἀποκόπτεται κατὰ γενικὴν πτῶσιν, τὸ δὲ Ποσειδῶν ἐξεκόπη παρʼ Ἀριστίᾳ Ποσειδῶ. Πάλιν τῶν εἰς ων περισπωμένων ὁμόχρονος ἡ κλητικὴ τῇ εὐθείᾳ· ὁ Ξενοφῶν ὦ Ξενοφῶν ὁ Κτησιφῶν ὦ Κτησιφῶν. τοῦ Ποσειδῶνος δὲ οὐχ ἡ αὐτὴ κλητική, ὁ Ποσειδῶν γὰρ καὶ ὦ Πόσειδον διὰ τοῦ ο μικροῦ, ὥστε οὐ περισπώμενον. οὐδὲν περισπώμενον ὑπὲρ δύο συλλαβὰς τρέπει τὸ ω εἰς α παρʼ Αἰολεῦσιν. τὸ δὲ Ποσειδῶν ἐγένετο Ποσίδαν. οὐκ ἄρα περισπώμενον. ἰδοὺ οὖν κατὰ ἑπτὰ τρόπους καὶ κανόνας δείκνυται τὸ Ποσειδῶν μὴ περισπώμενον, λέγω δὲ ἀπὸ ληγούσης, ἀπὸ διαιρέσεως, ἀπὸ κλίσεως, ἀπὸ παραληγούσης, ἀπὸ ἀποκοπῆς, ἀπὸ κλητικῆς καὶ ἀπὸ διαλέκτου. εἰ δὲ περισπώμενον οὐκ ἔστι, δηλονότι ὀξύνεται. καὶ γὰρ εἰς δων πολλὰ ὀξύτονα Χελιδών Μυρμιδών. τὰ δʼ εἰς δων λήγοντα διὰ ο κλίνεται, χωρὶς εἰ μὴ παραλήγοιτο τῷ υ οἷον Καλυδών Ἀμυδών. εἴπερ οὖν ὀξύτονον τὸ Ποσειδῶν, ἔδει διὰ τοῦ ο κλίνεσθαι. οὐ κλίνεται δέ. οὐκ ἄρα ὀξύτονον. Δῆλον οὖν, ὅτι κατὰ ταῦτα πάντα μονῆρές ἐστι τὸ ὄνομα οὔτε τοῖς ὀξυνομένοις τὴν αὐτὴν ἀκολουθίαν σῶζον οὔτε τοῖς περισπωμένοις. Ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι Ποσειδέων παροξυτόνως παρʼ Ἴωσι λέγεται ὁ θεός. ἐκ δὲ τούτου τοῦ Ποσειδέων συνῃρέθη Ποσειδῶν. ἐκ ταύτης οὖν συναλοιφῆς δείκνυται περισπώμενον. ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συνέρχονται. —τὸ δὲ Τυφῶν καὶ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπεὶ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶς διὰ τοῦ ς.
Τὰ εἰς ων θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ ω κλίνεται, χιών, λαγών, τρυγών, σταγών, γοργών. τὸ δὲ τρήρων, μήκων, γλήχων βαρύνονται φυλάττοντα τὸ ω ἐπὶ τῆς γενικῆς.
Τὰ εἰς ων δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι ἢ διαστολῇ σημαινομένου, Ἠϊών, Πλευρών, Πυθών, Σιδών, Γυρτών πόλις Θεσσαλίας καὶ Περραιβίας, ἣν Ὅμηρος Γυρτώνην καλεῖ ὡς Ἰτώνην καὶ Ἴτωνα, ἀπὸ Γύρτωνος τοῦ Φλεγύου ἀδελφοῦ, ὅστις αὐτὴν ἔκτισεν. Αἰσών. Δερτών πόλις Λιγύρων, Κρηστών πόλις Θρᾴκης παρʼ Ἡροδότῳ· λέγεται καὶ Κρηστώνη Λυκόφρων «ὁρμοκωτῆσαι τόν τε Κρηστώνης θεόν». Κραννών, Νεών. τὸ Ἴτων πόλις Θεσσαλίας βαρύνεται ὡς ἑτέρῳ κανόνι ὑποπεσόν—καθόλου γὰρ τὰ εἰς των δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μὴ ὄντα τοπικά. πρόσκειται μὴ ὄντα τοπικὰ διὰ τὸ κοιτών. τὰ δὲ ἄλλα βαρύτονα. Πλούτων, γείτων, Τρίτων, Κρίτων, Βίτων. ἐκτέταται δὲ ποιητικῶς τὸ «Ἴτωνά τε μητέρα μήλων». οἱ δὲ ἐγχώριοι ὀξυτόνως αὐτήν φασιν Ἰτών· τινὲς δὲ Σιτῶνα αὐτήν φασι διὰ τὸ σιτοφόρον. λέγεται δὲ καὶ ἡ Ἴτωνος ἀπὸ Ἰτώνου ἥρωος, ἀφʼ οὗ καὶ Ἰτωνία ἡ Ἀθηνᾶ, ἥτις καὶ Ἰτώνη. σεσημείωται τὸ Σούλμων πόλις Σικελίας. τὸ δὲ Κρότων διαστολὴν ἔχει σημαινομένου.
Τὰ εἰς ων ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύνεσθαι θέλει, εἰ μὴ εἰς λων λήγοι, ἔχοντα πρὸ τοῦ τέλους α, ἢ ἔννοιαν συνθέσεως ἔχοι, Ἐλεών, Μεδεών Βοιωτικὴ πόλις. καὶ Φωκικὴ ἑτέρα. Στράβων ἐνάτῃ. ἐκλήθη δὲ ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου καὶ Ἠλέκτρας. ἔστι καὶ τῆς Ἠπείρου πόλις καὶ κώμη .... Πετεών πόλις Βοιωτίας, Πορφυρεών πόλις Φοινίκη, Μεδιών, Σικυών, Βαβυλών. σεσημείωται τὸ Ἀσκάλων καὶ Καστάλων βαρύτονα ὡς εἰς αλων ληγόμενα· τὸ δὲ Εὐαίμων πόλις Ὀρχομενίων καὶ τὸ Λακεδαίμων βαρύνεται ὡς ἔχοντα ἔννοιαν συνθέσεως.
Τὰ εἰς ων περιεκτικὰ ἢ μέρος σώματος σημαίνοντα καὶ τοπικὴν ἔχοντα ἔννοιαν ὀξύνεται, ἀγών, ἀγκών, φηγών, πιθών, κροκών, πευκών, χαλκών, πυλών, αὐλών, μυλών, κευθμών, δρυμών, δαφνών, ξενών, ἱππών, πεπών, ἀντρών, λουτρών, ἀνδρών, θυρών, κισσών, κοιτών, ἱστών, χαρακών, ἀνθρακών, φαρμακών, γυναικών, ἀμπελών, καμηλών, καλαμών, πλαταμών, κεραμών, πλατανών, παρθενών, ἀχυρών, προβατών, ἐλαιών, ἀνδρεών, ἀνθερεών, κενεών, κυκεών, πυλεών, ξενεών, λουτρεών, περιστερεών, παρθενεών, λαυρεών, οἰνεών καὶ Οἰνεών Λοκρίδος λιμήν. Θουκυδίδης τρίτῃ. Μαραθών, Ἀργανθών, Ἑλικών, Κιθαιρών.
Τὰ εἰς ων ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται, Ἑκατομβαιών, Μεταγειτνιών, Βοηδρομιών, Πυανεψιών, Μαιμακτηριών, Ποσειδεών, Γαμηλιών, Ἀνθεστηριών, Ἐλαφηβολιών, Μουνυχιών, Θαργηλιών, Σκιροφοριών, μῆνες τῶν Ἀθηναίων, παχών ὄνομα μηνὸς παρʼ Αἰγυπτίοις, αἰών, χειμών, πλειών ὁ ἐνιαυτός.
Τὰ εἰς ων σύνθετα, ἀπὸ ἁπλῶν συντεθειμένα ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται, Ἀνακρέων, Χαμαιλέων. τὰ δὲ ἀπὸ περισπωμένων περισπῶνται, φιλοξενοφῶν, φιλοκτησιφῶν. καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν, φιλομακεδών, ἱππαλεκτρυών.
Τὰ εἰς ων ὀξύτονα δισύλλαβα καὶ μονοσύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, ὁπότε μὴ σχέσει τοπικῇ ἥνωται, ὡς ἔχει τὸ κατὰ συνήθειαν, προκοιτών, προπυλών, προθυρών. τὰ δὲ ἄλλα ἀναβιβάζουσι τὸν τόνον οἷον βαθυλείμων, εὐλείμων, ἀχίτων, μακραίων, αὐτόχθων.
Τὰ εἰς ιων λήγουσαι μετοχαὶ δισύλλαβοι ὀξυτονούμεναι καὶ ὀνόματα κύρια γινόμενα μετατιθέασι τὸν τόνον οἷον Ἀμφίων, Ὑπερίων, τὰ δὲ κοινὰ τῷ γένει φυλάττουσι τὸν τόνον, περικτιών, ἀμφικτιών, ἰθυκτιών, ὧν καὶ βραχεῖα ἡ παραλήγουσα.
Τὰ εἰς ων συγκριτικὰ πάντα βαρύνεται, μείζων, ὀλίζων, κρείσσων, ἥσσων, θάσσων, ἐλάττων, ἀμείνων, χερείων χείρων, πλείων, μείων, ἀρείων, βελτίων, ἡδίων, γλυκίων, κακίων, βραχίων εἴτε ἐπὶ τοῦ συγκριτικοῦ εἴτε ἐπὶ τοῦ μέρους σώματος, οὐδὲ γὰρ λέγομεν βραχιών ὀξυτόνως, ὡς λέγουσιν ἐν τῇ συνηθείᾳ, ἀλλὰ βραχίων βαρυτόνως.
ΠΕΡΙ ΤΩΝ ΕΙΣ ξ ΚΑΙ ΕΙΣ ρ ΚΑΙ ΕΙΣ ας ΛΗΓΟΝΤΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ βʹ.
Πᾶν ὄνομα εἰς αξ λῆγον ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον, καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματος καὶ ἐπιθετικὸν ὑπάρχοι, μὴ ἐθνικόν, κόραξ, ἔστι καὶ Κόραξ ὄρος μεταξὺ Καλλιπόλεως καὶ Ναυπάκτου. Πολύβιος εἰκοστῷ· κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, φέναξ, κόρδαξ, ἅρπαξ, κέκραξ, λάλαξ, λάταξ, χάραξ, ἔστι καὶ Χάραξ Ἀλεξάνδρου τόπος περὶ Κελαινὰς τῆς Φρυγίας, ἔνθα Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐστρατοπεδεύσατο. ἔστι καὶ Καρίας ἄλλη πόλις Χάραξ ἡ νῦν Τράλλις. ἔστι καὶ ἄλλος Χάραξ ἐμπόριον μέγιστον, ἐν τῷ τῆς Νικομηδείας κόλπῳ πλησίον αὐτῆς. ἔστι καὶ ἄλλος τόπος τῆς Ποντικῆς. Ἄταξ ποταμός, Μίμαξ ἔθνος Λιβυκόν. Φίλιστος Σικελικῶν ὀγδόῳ. Μύλαξ ἔθνος Ἠπειρωτικόν. Λυκόφρων «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». Νύραξ πόλις Κελτική. Ἑκαταῖος Εὐρώπῃ. Ῥύνδαξ ποταμὸς μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου ὁ καὶ Ῥύνδακος. Κάσταξ πόλις Ἰβηρίας. Μάρμαξ ἔθνος Αἰθιοπικόν· Ἑκαταῖος Ἀσίᾳ. Θόρναξ ὄρος τῆς Λακωνικῆς. Νικόλαος δʹ. Ἄμβραξ καὶ Ἄμπραξ ὁ παῖς Θεσπρωτοῦ τοῦ Λυκάονος. Τάμβραξ πόλις Παρθυαίων. ὄμφαξ, φόρταξ, Φαίαξ· Ἑλλάνικος Ἱερειῶν αʹ «Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφʼ ἧς ἡ νῆσος Κερκύρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Σχερία κληθεῖσα». καὶ τὸ ἐθνικὸν ὁμοφώνως. θώραξ· ἔστι καὶ πόλις Αἰτωλίας καὶ Μαγνησίας, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ. Νῶραξ ὁ Ἐρυθείας καὶ Ἑρμοῦ ὡς Παυσανίας, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ, μεῖραξ, Γῦναξ, Γῦλαξ, εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, σχίδαξ, αὖλαξ, θρῖδαξ, καύαξ, ἀσπάλαξ, ἱέραξ, Ἐπιδαύραξ, Τεκτόσαξ ἔθνος Γαλατικόν. εὕρηται καὶ Τεκτοσάγης εὐθεῖα καὶ Τεκτοσάγαι· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. ὀρθίαξ, θυμέλαξ, Ἀχαρνοφαίαξ, λινοθώραξ, Σαμόθρᾳξ, Ἱππῶναξ, Ἀρχεάναξ, χαρτοφύλαξ, φιλάρπαξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ἀπὸ ῥήματος συγκείμενα ὀξύνεται ἀποσφάξ, διασφάξ, βλεφαροσπάξ καὶ φιτροβαστάξ καὶ νεκροβαστάξ. τὸ δὲ Ἄσφαξ βαρύνεται ὡς ἐθνικόν. μή τις δὲ Ἄσφαξ τὸ ἔθνος καὶ τὸ Ἄτραξ τὸ κύριον σύνθετον οἰηθείη. ἁπλᾶ γάρ ἐστιν. καὶ τὸ μὲν Ἄσφαξ ἐστὶν ἔθνος ἐποικίσαν τὴν Κύπρον. ὁ δὲ Ἄτραξ Πηνειοῦ καὶ Βούρας παῖς, ἀφʼ οὗ πόλις Θεσσαλίας κτισθεῖσα ἐκλήθη Ἄτραξ καὶ Ἀτρακία. καὶ τὸ ἐθνικὸν Ἄτραξ ὁμοφωνεῖ τῇ πόλει. Λυκόφρων «καὶ δευτέρους ἔπεμψαν Ἄτρακας λύκους».
Τὰ εἰς εξ ὀνόματα βαρύνεται, Λέλεξ, Βέρεξ ἔθνος μεταξὺ Ἰνδίας καὶ Αἰθιοπίας ὡς Τιμοκράτης ὁ Ἀδραμυττηνός, ἐπίτεξ, ἀγχίτεξ, πινυτάλεξ καὶ εἴ τι ὅμοιον.
Τὰ εἰς οξ ὀνόματα βαρύνονται· σπάνια δέ εἰσιν· Ἀλλόβροξ, ἔθνος Γαλατικόν· Πολύβιος δὲ διὰ τοῦ ι αὐτοὺς καλεῖ Ἀλλόβριγας καὶ ὡσαύτως δὲ οἱ πλείους, Ἀπολλόδωρος δὲ διὰ τοῦ υ Ἀλλόβρυγας, Χάραξ δὲ διὰ τοῦ ο Ἀλλόβρογας. ἴσοξ ποιός τις ἰχθῦς, ἄλοξ, παρὰ δέ τισιν αὖλαξ, πρὸς τούτοις δὲ καὶ τὸ Καππάδοξ ἔθνος τῇ Κιλικίᾳ πρόσχωρον. τοῦτο δὲ λέγεται καὶ Καππάδοκος—οὕτως καὶ ὁ κτιστὴς εἴρηται ὑπὸ Μενάνδρου—καὶ Καππαδόκης. Ἡρόδοτος δέ φησιν.
Τὰ εἰς ιξ βαρύνεται· φοῖνιξ· ἔστι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔστι καὶ φρούριον Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι», πέμφιξ, τέττιξ, σκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνος. ἐν Θετταλίᾳ δʼ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. Ἕρνιξ ἔθνος Λατίνων. Διονύσιος ὀγδόῳ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας. Θρέϊξ καὶ Θρῆϊξ καὶ κατὰ συναλοιφὴν Θρῇξ, ἆϊξ, κῶδιξ, ἧλιξ, πάλλιξ, μάστιξ, χάλιξ, χόλιξ, ἕλιξ, κύλιξ, ἄδδιξ μέτρον τετραχοίνικον, Μαγίστριξ ἔθνος τῶν Ταυρίσκων τοῖς Γερμανοῖς ὁμοροῦν. μῆνιγξ τὸ προσηγορικὸν καὶ νῆσος περὶ τὰς Σύρτεις καὶ πόλις. ὄστλιγξ ὃ παρὰ μὲν Ἀπολλωνίῳ καὶ Φιλητᾷ διὰ τοῦ α, σάλπιγξ, σύριγξ· σημαίνει τὴν ὀπὴν τῶν μουσικῶν αὐλῶν καὶ πάθος καὶ τὴν δορατοθήκην. ἔστι δὲ κατὰ μίμησιν τοῦ γινομένου ἤχου. ὄρνιξ οἱ Δωριεῖς λέγουσι τὸ ὄρνις. ὁμοίως δὲ καὶ τὰ σύνθετα Λιβοφοῖνιξ, ὁμόστιξ, σύμμιξ, ὁμῆλιξ, καλλίθριξ, πολυᾶϊξ, κορυθᾶϊξ.
Τὰ εἰς υξ βαρύνεται, εἰ μὴ ἔχοι ἔννοιαν περιεκτικήν· αἶθυξ ὁ εὐκίνητος παρὰ τὸ αἰθύσσω, ἔστι δὲ καὶ ὄνομα ἔθνους καὶ κύριον. βαῖβυξ, δοῖδυξ, θρᾶνυξ ἐπὶ τοῦ θρόνου παρὰ Κορίννῃ, θρῆνυξ ἐπὶ τοῦ αὐτοῦ καὶ ἔστιν ἡ χρῆσις παρʼ Εὐφορίωνι ἐν Πολυχάρει, ἶβυξ, ἔστι δὲ εἶδος ὀρνέου, ἶδυξ ἐπὶ τῆς ἴκτιδος ὡς Ἀλέξανδρος ὁ Μύνδιος, κῆρυξ, Κῆϋξ, κῶδυξ ἐπὶ τοῦ κωδύου, Νᾶρυξ· ἔστι δὲ πόλις Λοκρίδος θηλυκῶς λεγομένη, τινὲς δὲ Ναρύκιον τὴν πόλιν φασίν· λέγεται καὶ Ναρύκη. βαῖτυξ ἡ βδέλλα, ἦλυξ ἡ σκιά, πῶϋγξ. Βέβρυξ, ἔστι δὲ ἔθνη δύο τὸ μὲν πρὸς τῷ Πόντῳ ἐν τῇ Ἀσίᾳ, τὸ δὲ πρὸς τοῖς Ἴβηρσιν ἐν τῇ Εὐρώπῃ. περὶ δὲ τοῦ ἐν Ἀσίᾳ διάφοροι γεγόνασι δόξαι, ὅτι ἀπὸ Βέβρυκος ἢ Βεβρύκης καὶ ἄλλοι ἄλλως. βόμβυξ αὐλοῦ τι εἶδος καὶ ζῷον, ἀφʼ οὗ τὰ βομβύκινα ὑφάσματα, κατὰ Λάκωνας δὲ στάμνον δηλοῖ. Σάμβυξ κύριον· ἔστι δὲ καὶ ποταμὸς καὶ ἔθνος. Ἄμπυξ κύριον ὄνομα καὶ κόσμος ἤγουν κεφαλοδέσμιον καὶ τροχός. Ἔρυξ ὁ ἥρως ὁ Ἀφροδίτης καὶ Βύτου καὶ ἡ πόλις Σικελίας παρὰ τῷ Ἐρατοσθένει ἀρσενικῶς. Ἄδρυξ πόλις Συρακουσίων, ἀρσενικῶς λεγομένη «ἔφυγον εἰς τὸν Ἄδρυκα». Φίλιππος ὁ ἱστορικός φησιν. ἄμβυξ, Γάνυξ ὁ Γανύκτωρ παρὰ τῷ Ἐρατοσθένει, κάλυξ· θηλυκῶς δὲ λέγεται καὶ σημαίνει τὸ καλούμενον ῥόδον. ψάλυξ· τινὲς δὲ τὰς ψυχὰς ἐδέξαντο σημαίνειν τὴν λέξιν, Δίδυμος δέ φησιν τοὺς ἀσθενεῖς σπινθῆρας δηλοῦν τὴν λέξιν· ἔστι δὲ ἀπὸ τοῦ φεψάλυξ καὶ κατʼ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἄντυξ, βλέκυξ ἡ φλυαρία, ὄρτυξ, ὄρυξ, κόκκυξ, Μόρτυξ βασιλεὺς Κερκυραίων, φάρυξ. γράφεται δὲ χωρὶς τοῦ γ ἡ εὐθεῖα καὶ ἡ γενικὴ διʼ ἑνὸς γ «φάρυγος δʼ ἐξέσσυτο οἶνος». μαρτυρεῖ δὲ τῇ διʼ ἑνὸς γ γραφῇ τῆς φάρυγος καὶ τὸ φαρύγεθρον· ἔστι καὶ αἱ Φαρύγαι τόπου ὄνομα. καὶ ἀρσενικῶς μὲν παρὰ Δωριεῦσι, θηλυκῶς δὲ παρὰ Ἀθηναίοις λέγεται. στόνυξ. ὄνυξ, ἴυγξ, λάρυγξ, στόρθυγξ· σημαίνει δὲ πᾶν εἰς ὀξὺ λῆγον. Ἰᾶπυξ· ἔστι δὲ ἔθνος, Ἰᾶζυξ ἔθνος Εὐρωπαῖον, σπινθάρυξ. ταρβάλυξ ὁ ταρακτικός, πομφόλυξ. ἀμάρυγξ ἐπὶ ἀκτῖνος καὶ λαμπηδόνος καὶ ὄφεως· ὡσαύτως δὲ καὶ τὰ σύνθετα· Κολοῖφρυξ, ἐπῆλυξ, καταῖτυξ, τανυπτέρυξ, διῶνυξ, μονῶνυξ, μῶνυξ, ἀκρόνυξ, εἰνάνυξ, ἔννυξ. μεσόνυξ εἷς τῶν πλανήτων παρὰ τοῖς Πυθαγορείοις· μέμνηται Στησίχορος. διῶρυξ, τετρῶρυξ, πρόφυξ, πρόσφυξ, ἄζυξ, δίζυξ, σύζυξ, ὁμόζυξ. —Τὸ δὲ πτερύξ σεσημείωται ὑπὸ Ἀριστάρχου ὀξυνθὲν διὰ τὸ ἐννοίας περιεκτικῆς εἶναι· οὕτω γάρ, φησίν, ἀνέγνωμεν ἐν τῇ Β ῥαψῳδίᾳ «πτερύγος λάβεν ἀμφιαχυῖαν». οἱ δὲ ἄλλοι προπαροξύνουσιν τὸ πτέρυγος ὡς ὄρτυγος.
Τὰ εἰς ηξ μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνεται, μύρμηξ· ἔστι δὲ καὶ κύριον Μύρμηξ ἡ Ἐπιμηθέως γυνή, σκώληξ, νάρθηξ, κάχληξ, ἀλώπηξ. Ζάρηξ πόλις Λακωνικὴ πρὸς τῇ θαλάσσῃ καὶ ἥρως Ἀθηναῖος, ὡς Παυσανίας ἐν πρώτῳ «ἔστι καὶ Ἱπποθόωντος ἡρῷον, ἀφʼ οὗ τὴν φυλὴν ὀνομάζουσι καὶ πλησίον Ζάρηκος». Ζαύηξ ἔθνος Λιβύης. Ἡρόδοτος δʹ … . «Ζαύηκος ἔθνος» Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. πήληξ καὶ Πήληξ δῆμος τῆς Λεοντίδος φυλῆς καὶ ὁ δημότης. ὁ δὲ δῆμος πληθυντικῶς λέγεται, ἑνικῶς δὲ τὰ τοπικὰ ἐν Πήληκι εἰς Πήληκα.
Τὰ εἰς ηξ σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη, βουπλήξ, κωμοπλήξ, κυματοπλήξ καὶ κυμοπλήξ, μεθυπλήξ, οἰστροπλήξ, παραπλήξ, λαοπλήξ, ἀκανθοπλήξ, βουπλήξ, μολυβδοτήξ, ὅ τινες βαρύνουσι παραλόγως. τὸ ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται ὡς τὸ χαμαισκώληξ, λεοντομύρμηξ.
Τὰ εἰς ωξ ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ τέλους ἐν τῇ συνθέσει, ἀρρώξ, ἀπορρώξ, κυαμοτρώξ, γραμματοτρώξ, θυλακοτρώξ, ἀπτώξ, πολυπτώξ, κυμορρώξ· τὸ δὲ θηροδίωξ, αἰγοδίωξ βαρύνεται ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ συνθέσει.
Μόνον εἰς αιξ δισύλλαβον τὸ γύναιξ. τοῦτο δὲ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὔ. τὰ γὰρ εἰς αιξ λήγοντα ἢ ἀρσενικοῦ μόνου γένους εἰσὶν οἷον Θρᾷξ καὶ ἐὰν ὦσι θηλυκοῦ γένους, πάντως καὶ ἀρσενικοῦ εἰσιν οἷον ὁ Γραίξ καὶ ἡ Γραίξ, ὁ αἴξ καὶ ἡ αἴξ. ἐπειδὴ οὖν καὶ τὸ γύναιξ οὐκ ἠδύνατο ἀρσενικοῦ γένους εἶναι, ἡ γὰρ σημασία κωλύει, τούτου χάριν ἡ γύναιξ εὐθεῖα ἐπιλέλοιπεν, ᾗ συνεπιλείπεται καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ «Ζεῦ ἄνα» λείπεται διπλοῦ τοῦ κατʼ ἀναλογίαν. ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ γίνεται ἀρσενικοῦ γένους, ἀναδέχεται τὴν εἰς αιξ κατάληξιν οἷον «ὡς ὢν ἄπαις τε κἀγύναιξ κἀνέστιος» παρὰ Σοφοκλεῖ ἐν Ἀθάμαντι. βαρύνεται δέ. Περὶ τῶν ληγόντων εἰς ρ.
Τὰ εἰς αρ ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ βαρύνεται, μάκαρ, δάμαρ, Ἄραρ τις λέγεται ποταμός, ὡς παρʼ Ἐρατοσθένει, καὶ ἐπίγραμμα ἔχον οὕτως μισγόμεθʼ ἀλλήλων ὡς Ἄραρος Ῥοδανός. Ἰνσόβαρ ἔθνος Κελτικὸν πρὸς τῷ Πάδῳ. Πολύβιος, οὓς καὶ Ἴνσοβρας φησίν.
Τὰ εἰς υρ βαρύνεται οἷον μάρτυρ. γίνεται δὲ ἐκ τοῦ μάρτυς κατὰ τὴν Αἰολέων διάλεκτον· ἐκεῖνοι γὰρ τὸ ς εἰς ρ μεταβάλλουσι τὸ οὗτος οὗτορ λέγοντες καὶ τὸ ἵππος ἵππορ· οὕτως οὖν καὶ μάρτυς μάρτυρ, ἀφʼ ἧς ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρες παρά τε κωμικοῖς καὶ Ἱππώνακτι. οἱ δέ γε μάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας οἷον «Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω». ψίθυρ. ταῦτα δὲ μόνα εἴρηται· τὸ γὰρ Ἴλλυρες καὶ Κέρκυρες καὶ Ἄσσυρες παρὰ Ἐρατοσθένει οὐ κλίσεως ἐστὶν ἀπὸ εὐθείας τῆς Ἴλλυρ, Κέρκυρ, Ἄσσυρ, ἀλλὰ κατὰ τὴν αὐτὴν πτῶσιν μεταπέπλασται ἐκ τοῦ Ἰλλυριοί καὶ Κερκυραῖοι καὶ Ἀσσύριοι ὡς οἱ θεράποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. ὡσαύτως ἔχει καὶ τὸ Λίγυρες ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου.
Τὰ εἰς ηρ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς ηρ τοῦ τ προηγουμένου τοῦ η, στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, σωτήρ, χρηστήρ, ζωστήρ, καὶ Ζωστήρ τῆς Ἀττικῆς ἰσθμός, ὅπου φασὶ τὴν Λητὼ λῦσαι τὴν ζώνην καὶ καθεῖσαν ἐν τῇ λίμνῃ λούσασθαι. ἐνταῦθα θύουσιν Ἁλαεῖς Λητοῖ καὶ Ἀρτέμιδι καὶ Ἀπόλλωνι Ζωστηρίῳ. ἐξαυστήρ. Ἐξαύτηρ δὲ κύριον ὡς τὸ ἀμάτηρ καὶ ἄντηρ καὶ Ἄστηρ κύριον. τὸ δὲ φράτηρ Ἀττικοὶ μὲν βαρύνουσιν, οἱ Δωριεῖς ὀξύνουσιν. φράτερες δέ εἰσιν οἱ συγγενεῖς. ἀρσενικὰ δὲ εἶπον διὰ τὰ θηλυκά. καὶ γὰρ τὰ εἰς ηρ θηλυκά, μὴ μετατιθέμενα κατά τι ἔθος ποιητικὸν εἰς διάφορον γένος, βαρύνεται, μήτηρ, θυγάτηρ, Δημήτηρ, εἰνάτηρ. προσέθηκα δὲ «μὴ μετατιθέμενα κατά τι ἔθος ποιητικὸν εἰς διάφορον γένος» διὰ τὸ, «ῥαιστῆρα κρατερήν» «ὕλην στεγαστῆρα». τοιαῦτα γάρ ἐστιν ὁποῖον ἡ αἰθήρ ἡ ἀήρ. σημειώδης ἄρα ἡ γαστήρ ὀξυνομένη.
Τὰ εἰς ηρ ἐθνικὰ ἢ κύρια, μὴ συνεμπίπτοντα προσηγορικοῖς, βαρύνονται, Ἴβηρ ὁ ποταμός, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ περὶ γῆς βʹ ἐντὸς δὲ Πυρήνης Ἴβηρ τʼ ἐστὶν μέγας ποταμὸς φερόμενος ἐνδοτέρω. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Ἀριστοφάνης Τριφάλητι «μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι» καὶ «τοὺς Ἴβηρας οὓς χορηγεῖς μοι βοηθῆσαι δρόμῳ» καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ τῶν γεωγραφουμένων «γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες τῶν Ἰβήρων». Ἰλλίβηρ, Δόβηρ ἔθνος Παιονίας, Πίηρ, Βύζηρ ἔθνος ἐν τῷ Πόντῳ. τὸ μέντοι Ἐλευθήρ εἷς τῶν Κουρήτων, ἀφʼ οὗ Ἐλευθεραί πόλις Κρήτης, καὶ υἱὸς Ἀπόλλωνος, ἀφʼ οὗ Ἐλευθεραί πόλις Βοιωτίας, ὀξύνεται ὡς τὸ Ἀστήρ.
Τὰ εἰς ηρ μὴ ὄντα σύνθετα μηδὲ ἐθνικὰ ὀξύνεται, ἀνήρ, δαήρ, ἀήρ, αἰθήρ, σπινθήρ. τὸ μέντοι ἐρίηρ ὡς σύνθετον βαρύνεται.
Τὰ εἰς ηρ ὀξύτονα φυλάττοντα τὸ η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ συνθέσει οἷον δετήρ ἀμαλλοδετήρ, στατήρ ὀβελοστατήρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰνοπάτηρ ὡς μὴ φυλάττοντα τὸ η βαρύνονται. καὶ τὸ πάνθηρ καὶ σατυρόφηρ ἀπὸ μονοσυλλάβων.
Τὰ εἰς ωρ πάντα βαρύνονται, ῥήτωρ, κλήτωρ, ἵστωρ, Ἕκτωρ, πέλωρ, ἐξ οὗ ὁ πελώριος, κέλωρ, σημαίνει δὲ τὸν υἱὸν παρὰ τὸ κελεύεσθαι, ἄκτωρ, Σπέρχωρ, ἄχωρ τὸ τῆς κεφαλῆς πιτύρισμα, ἀνάκτωρ, Ἀννίχωρ ὁ οἰκῶν Ἀννίχωρον, οὗ μέμνηται Ἀλκμάν, πλησίον Περσῶν. λέγονται δὲ οἱ Ἀννίχωρες καὶ Ἀννίχωροι, Κάστωρ, Θέστωρ, Νέστωρ, μήστωρ καὶ Μήστωρ. φράτωρ, ὃ καὶ φράτηρ ἐλέγετο, ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον, Μέντωρ κύριον καὶ ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, ἠλέκτωρ ὁ ἥλιος, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλκητορίου πόλεως Κρήτης. Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων, Ἀπολλόδωρος δὲ Χαλκητορεῖς αὐτούς φησι τετάρτῳ χρονικῶν «μεθʼ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς». ἀλάστωρ ὁ Ζεὺς ὁ ὑποπτεύων τοὺς ἄλαστα καὶ χαλεπὰ ποιοῦντας· ἢ ὁ ἀσεβὴς ἢ ὁ κακοποιός. σημειῶδες ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον, ὅτι τοῦτο μόνον διήλλαξε περὶ τὴν κλίσιν. τὰ γὰρ εἰς ωρ ἀρσενικὰ δισύλλαβα μὴ ἔχοντα τὸ λ διὰ τοῦ ο κλίνονται οἷον Νέστορος Ἕκτορος· τὸ τοίνυν ἰχώρ μὴ ὁμοίως τοῖς ἄλλοις κλιθὲν ἐνήλλαξε καὶ περὶ τὸν τόνον.
Τὰ εἰς ειρ ὑπὲρ μίαν συλλαβὴν ἀσυνήθη μέν, τὰ δὲ εὑρεθέντα βαρύνεται, Βέχειρ ἔθνος Σκυθικόν, Σάπειρ ἢ μετὰ τοῦ σ Σάσπειρ ἔθνος ἐν μεσογαίᾳ τῆς Ποντικῆς οἱ νῦν διὰ τοῦ β λεγόμενοι Σάβειρες, Ἀλάζειρ, Λίγειρ ποταμὸς περὶ Γαλατίαν, Ἐλάτειρ ὁμοίως ὄνομα ποταμοῦ. ἑκατόγχειρ, ἀντίχειρ, χρυσοέθειρ παρʼ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος. οἱ μέντοι Βοιωτοὶ πολλὴν ἴσασι τὴν ειρ κατάληξιν, καθὸ παρʼ αὐτοῖς εἴωθε τὸ η εἰς τὴν ει δίφθογγον τρέπεσθαι· τὸ γὰρ πένης πένεις γράφουσι διὰ τῆς ει διφθόγγου καὶ τὸ πατήρ καὶ μήτηρ παρʼ ἡμῖν μὲν διὰ τοῦ η, παρʼ αὐτοῖς δὲ διὰ τῆς ει διφθόγγου. Περὶ τῶν εἰς ας ὑπὲρ μίαν συλλαβήν.
Τὰ εἰς ας ὑπὲρ μίαν συλλαβὴν ἐκτεταμένον ἔχοντα τὸ α βαρύνεται καὶ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόας, Ποίας, Δοίας, ἀφʼ οὗ Δοίαντος πεδίον Φρυγίας καὶ Δοιάντειον ἄλσος, Βίας, Πρίας, Ὕας ἔθνος περὶ Ἀλαλκομένιον, Δρύας, Εὔας, ἔστι δὲ ἐπίθετον τοῦ Διονύσου, Κλεύας, Λάας τὸ κύριον, Λαίας, Καίας. περισπᾶται δὲ ἀτταγᾶς, πελεκᾶς καὶ Μαρικᾶς ὄνομα βάρβαρον παρὰ τῷ κωμικῷ «Εὔπολις τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν», κλίνεται δὲ καὶ περιττοσυλλάβως «ἀλλʼ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν». τὸ δὲ Γλισᾶς— ἔστι δὲ ἥρως καὶ πόλις Βοιωτίας—»ἠδʼ οἳ Γλισᾶντα νέμοντο» ἡ μὲν συνήθεια περισπᾷ, ἡ δὲ ἱστορία παροξύνει. Διονύσιος γὰρ ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ περισπᾶν. ἀλλʼ οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν. τὸ δὲ ἀλλᾶς παρὰ τῷ κωμικῷ ἡ μὲν κοινὴ συνήθεια βαρύνει, ἀλλʼ ἐπειδὴ ὁ ἀλλᾶς ὡς ἀπὸ τοῦ ἀλλάεις κέκλιται διὰ τοῦ ντος, ἵνʼ ᾖ ἀλλάεντος καὶ κατὰ κρᾶσιν ἀλλᾶντος, καὶ ἡ ἐντελὴς εὐθεῖα τοῦ ἀλλᾶντος περισπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως ὁμοίως τῷ ἱλάεις ἱλᾶς. Ἔτι δὲ περισπῶνται ταῦτα μόνως κύρια ἢ ὑποκοριστικά, Ἑρμᾶς Ἀργᾶς, Αἰγᾶς ποταμὸς φερόμενος ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφʼ οὗ καὶ τὸ πεδίον Αἰγαῖον, Καρρᾶς ποταμὸς Συρίας, Βορρᾶς, Γονατᾶς ὁ Γούνιος ἐθνικόν, Κομητᾶς, Φιλητᾶς, Μηνᾶς, Ζηνᾶς, Μητρᾶς, ὀστρακᾶς, πινακᾶς, λαχανᾶς, ἢ ἐπὶ σκώμματος τασσόμενα φαγᾶς καταφαγᾶς δακνᾶς ἢ τὰ ἀπὸ συμβεβηκότος οἷον τρεσᾶς. ὡσαύτως δὲ καὶ τὰ Ἰωνικῶς παραλόγως διὰ τοῦ δ κεκλιμένα, ὧν τὸ α μακρόν, Βοιβᾶς, Βιττᾶς, Κυρᾶς· εἰσὶ δὲ ὀνόματα κύρια. οὐδέποτε δὲ ὀξύνεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ παθητικοῦ παρακειμένου σύνθετα διὰ μόνου τοῦ τ κλινόμενα οἷον χαλκοκράς καὶ γαλακτοκράς καὶ νεοκράς. ὅθεν τὸ ἱμάς καὶ ἀνδριάς ὡς ἐκτεταμένον ἔχοντα τὸ ας σημειούμεθα παραλόγως ὀξυνόμενα. οὐκ ἀγνοῶ δὲ ὅτι Ἡλιόδωρος ἐβούλετο ταῦτα περισπᾶν. τὸ δʼ αὐτὸ ἠξίου καὶ Δράκων ὁ Στρατονικεύς, ἔτι δὲ καὶ Τυραννίων. οὐκ ἔχει δὲ οὕτω τὰ τῆς ἀναγνώσεως. ἐμιμήσαντο δὲ αὐτὰ ἐκτεινόμενα ἐν τῇ ληγούσῃ κατὰ τὰς μετοχὰς καὶ τὴν τῶν μετοχῶν κλίσιν τοῦ ἱστάς ἱστάντος καὶ βιβάς βιβάντος. ἱμάντος γὰρ καὶ ἀνδριάντος, ἅπερ παρʼ Ἀττικοῖς περισπᾶται. Βαρύνεται δὲ τὰ εἰς ας καθαρόν, Νικίας, Λυσίας, Ἀρχίας, Λοξίας, Γοργίας, Ἐρυξίας, δρακοντίας, ὀνοματίας, κοππατίας, ταραξίας, κοχλίας, τραυματίας, Παπίας, Ὠπίας ἔθνος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ αὐτοῖσι οἰκέουσι ἄνθρωποι παρὰ τὸν Ἰνδὸν ποταμὸν Ὠπίαι, ἐν δὲ τεῖχος βασιλήϊον. μέχρι τούτου Ὠπίαι, ἀπὸ δὲ τούτων ἐρημίη μέχρις Ἰνδῶν». Προυσίας, Πρακίας ἔθνος ἀπὸ Πρακὸς τοῦ ἐξ Ἠπείρου μὲν ὁρμήσαντος, οἰκήσαντος δὲ ἐν τῇ Λακωνικῇ. Ἀγρίας ἔθνος Παιονίας μεταξὺ Αἵμου καὶ Ῥοδόπης. παρὰ Πολυβίῳ δὲ διὰ τοῦ α. εὑρέθη δὲ ἐν ὀκτωκαιδεκάτῃ «τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος». λέγονται καὶ Ἀγράϊοι καὶ Ἀγριεῖς ὡς Θεόπομπος καὶ Ἀγριᾶνες. Ἀδρίας κόλπος παρὰ τὴν Ἀδρίαν πόλιν καὶ ποταμός, ὡς Ἑκαταῖος. Καλατίας γένος Ἰνδικόν. Ἑκαταῖος Ἀσίᾳ. Ἀσίας. Ὅμηρος «Ἀσίω ἐν λειμῶνι» ἀντὶ τοῦ Ἀσίου — γενικὴ γάρ ἐστιν, οὐκ Ἀσιανῷ. ἀγνοεῖ γὰρ Ὅμηρος τὴν Ἀσίαν ὡς καὶ τὴν Εὐρώπην· καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς τὸ «ἐϋμμελίω Πριάμοιο». διὸ χωρὶς τοῦ ι. Ἱππίας, πωγωνίας, Γλαυκίας, τοξίας, Ἀφίας κύριον παρʼ Εὐφορίωνι, Πευκετίας ἔθνος τοῖς Οἰνωτροῖς προσεχές, ὡς Ἑκαταῖος Εὐρώπῃ, Πικίας ἔθνος Ἰταλίας, Παρίας· ἔστι δὲ ὄνομα κύριον καὶ διὰ τοῦ ι γράφεται. τὸ γὰρ σημαῖνον τὸν ὄφιν διὰ τῆς ει διφθόγγου οἷον παρείας· καὶ ἔστιν ἡ χρῆσις παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ «ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις». Βορέας, Ἡρέας, Θρασέας, Κρατέας, Ἀνδρέας, Θαλέας, Μενέας, Ἀριστέας, Μνασέας, Αὐγέας, Πυθέας, Ἐλέας παρὰ Φιλοστεφάνῳ, Φιλέας χωρίον Βυζαντίου. τινὲς δὲ Φιλίαν, ἄλλοι δὲ Φινέαν γράφουσιν. καὶ πλεονασμῷ τοῦ ι Αἰνείας, Αὐγείας, Ἑρμείας. Τηλεβόας ἥρως καὶ ἔθνος τῆς Ἀκαρνανίας· ἔστι καὶ Τηλεβόας ποταμὸς πρὸς ταῖς πηγαῖς Τίγρητος. Γενόας ἄρχων Μολοττῶν, ἀφʼ οὗ ἔθνος Γενοαῖοι. Ματόας· οὕτω πάλαι ὑπὸ Σκυθῶν ἐκαλεῖτο Ἴστρος ὁ ποταμός. Ματόας δέ ἐστι κατʼ Ἕλληνας ἄσιος. πατραλοίας. Μαρσύας, Ἰχθύας, Ὀθρύας, Μινύας ἔθνος Θεσσαλίας, Μιλύας ἔθνος οἱ πρότερον Σόλυμοι ὡς Τιμαγένης πρώτῳ βασιλέων. λέγονται καὶ Μίλυες ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. Βιθύας ἔθνος Θρᾴκης ἀπὸ Βίθυος τοῦ Ἄρεος καὶ Σήτης τῆς Ῥήσου ἀδελφῆς. Φλεγύας ὁ Ἄρεος καὶ Χρυσῆς παῖς καὶ ἔθνος Βοιωτίας. Ὅμηρος «ἠὲ μετὰ Φλεγύας μεγαλήτορας». ἔστι δὲ καὶ Φλεγύης ἡ εὐθεῖα καὶ Φλέγυς. Σατύας κύριον παρʼ Ἡγησίππῳ καὶ Ἀρύας ποταμὸς παρʼ Ἐρατοσθένει «ἡ δὲ ὑπὲρ Ἀρύαντος ἐπὶ προχοαῖς ποταμίων». τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ α.
Τὰ εἰς βας βαρύνονται· Βίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποταμὸς Συρίας, Σάμβας ὄνομα ποταμοῦ, Λυκάμβας, Χηράμβας. Κύρβας, Θίσβας, λυκάβας, Ἀρύβας κύριον, Ἀρύββας ἐθνικὸν παρὰ τῷ Ἀλκμᾶνι. ἀλίβας. Ἀλύβας· τοῦτον οἱ μὲν Μεταπόντιον ἤκουσαν τῆς Ἰταλίας, οἱ δὲ Θρᾴκης πόλιν, ὡς Ὅμηρος. ἔστι δὲ καὶ ἔθνος. ὀκρίβας. τὸ δὲ Βοιβᾶς περισπᾶται. τὸ δὲ στιβάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ α, καὶ τὸ βιβάς μετοχή ἐστιν.
Τὰ εἰς γας πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς, γίγας, μέγας καὶ Μέγας, Μίγας, Σάγγας, Ἄλγας, Βρίγας κύριον καὶ ἔθνος, Ζύγας ἔθνος Λιβύης «οἵ τινες τὰ ἄνθη συλλέγοντες μέλι ποιοῦσιν ὥστε μὴ λείπεσθαι τοῦ ὑπὸ τῶν μελισσῶν γινομένου», ὡς Εὔδοξος ὁ Κνίδιος ἐν ἕκτῳ γῆς περιόδου. Σάλγας ποταμὸς τῆς Μαυριτανίας, Βησσύγας ποταμὸς τῆς Ἰνδικῆς. Ἀκράγας πόλις Σικελίας ἀπὸ ποταμοῦ παραρρέοντος. φησὶ γὰρ Δοῦρις ὅτι αἱ πλεῖσται τῶν Σικελῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται, Συρακούσας, Γέλαν, Ἱμέραν, Σελινοῦντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων. Σατύργας. Στροάγας. τὸ μέντοι φυγάς ὀξύνεται οὐκ ἔχον τὸ α ἐκτεταμένον. σεσημείωται τὸ ἀτταγᾶς περισπώμενον, ὅπερ καὶ ἀτταγήν λέγεται, καὶ τὸ Αἰγᾶς καὶ τὸ Ἀργᾶς.
Τὰ εἰς δας βαρύνεται, εἰ μὴ διὰ τοῦ δος κλίνοιτο, ἢ συναληλιμμένα εἴη ἢ ὑποκοριστικά, Ἴδας, Λάδας, Δάδας, Σφάδας, Κλύδας, Λήδας, Δέρδας, Μίδας, Οἴδας οἱ κατοικοῦντες Οἰδάντιον πόλιν Ἰλλυριῶν, ὥς φησιν Ἑκαταῖος, Μείδας, Σακάδας, Τιμαχίδας, Θρακίδας, Λεωνίδας, Βρασίδας, Χαρμάδας, Ἀφείδας βασιλεὺς καὶ ἔθνος Μολοσσῶν, Χαρίδας. τὸ μέντοι Θευδᾶς περισπᾶται ὡς Μητρᾶς, Ζηνᾶς, Πυθᾶς. τὸ δὲ Κερκιδᾶς ἀπὸ συναλοιφῆς. τὸ δὲ ...... διὰ τοῦ δος κλίνεται.
Τὰ εἰς ας ἐκτεταμένον, ἔχοντα πρὸ τοῦ α ἓν τῶν διπλῶν βαρύνονται, Βύζας ὁ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος καὶ ἔθνος Λιβυκόν, ἀφʼ οὗ ἡ πόλις Βυζάντιον. παρʼ Ἡροδότῳ δὲ ἐν τετάρτῃ … διὰ τοῦ γ Γύζαντες. Ἐλίξας, Ἄψας. Πύζας, Ἀρίζας, Ἀνάξας, Γαρτάζας. τὸ μέντοι ὑψᾶς περισπᾶται καὶ τὸ ἑξᾶς ἐπὶ ποσότητος ὄν.
Τὰ εἰς θας βαρύνονται, Στρούθας, Παγάθας, Ἄρθας, Ἀόρθας.
Τὰ εἰς κας βαρύνονται, Πελέκας, Περδίκκας, Κώκας, Κρίκας ποταμός, Σάκας, Λάκας, Πολύκκας ποταμὸς Μακεδονίας, Ματάκας ὄνομα εὐνούχου, Ἰνδύκας, Κοτύκας βασιλεὺς Παφλαγονίας. Ἑλίκας ὁ Λυκάονος. Καραμβύκας ποταμὸς Ἐλιξοίας νήσου καὶ ὁ νησιώτης ὁμοφώνως, ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. τὸ δὲ Ἀρκάς συστελλόμενον ἔχον τὸ α ὀξύνεται.
Τὰ εἰς λας διʼ ἑνὸς λ βαρύνονται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη, Γέλας ποταμὸς Σικελίας, ὃς οὕτω καλεῖται, ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Ὕλας, μέλας. Γάλας, Κάλας, Φύλας, Μύλας ὁ πρῶτος εὑρὼν ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν, Χήλας, Ἄτλας ἔθνος Λιβυκόν. Ἡρόδοτος τετάρτῃ … . ἔστι δὲ τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων. Ῥιανὸς δὲ ἐν Ἀχαϊκῶν δευτέρᾳ Ἀτάραντας εἶναί φησι καὶ μετʼ αὐτοὺς Ἄτλαντας. Πτερέλας, Κωτέλας, Ζηΐλας πατὴρ Νικομήδους, Πριόλας, Μιδιόλας, Γενειόλας, Μεσόλας ὁ Δεξαμενοῦ πατήρ, Ἀργόλας ὁ Ἀργεῖος. Ἀριστοφάνης Ἥρωσιν οὐκ ἠγόρευον; οὗτός ἐστʼ ὁ Ἀργόλας. μὰ Διʼ οὐ δέ γʼ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται. καὶ Εὐριπίδης ἐν Πλεισθένει «ἐγὼ δὲ Σαρδιανός, οὐκέτʼ Ἀργόλας». Δορύλας, Ἀρτύλας, Βουκεφάλας λιμὴν τῆς Ἀργολικῆς καὶ ὁ ἵππος τοῦ Ἀλεξάνδρου. Ἀμύκλας ὁ Λακεδαίμονος υἱός. Σιμίας ἐν Μησίν «ὅν ῥʼ ἀπʼ Ἀμύκλαντος παιδὸς ἀποφθιμένου λαοὶ κικλήσκουσιν». Τὸ μέντοι ἱλᾶς περισπᾶται ἀπὸ τοῦ ἱλάεις.
Τὰ εἰς δύο λλ ἐκτεινόμενον ἔχοντα τὸ α βαρύνεται, Μύλλας, Πάλλας, Βάλλας, Κύλλας, Κίλλας κύριον καὶ ἐθνικὸν ὁμοφώνως, Ἴλλας, Σίλλας, Φέλλας, Σέλλας ποταμὸς ἐν τῇ Μεσηνῶν γῇ, Ἰόλλας, Ἀβόλλας ποταμός, Ἀμύλλας, Λευκόλλας χωρὶς εἰ μὴ ἐπὶ σκώμματος εἴη ἢ ἔχοι τι ἐντελέστερον. τὸ μὲν πελλᾶς ὁ γέρων περισπᾶται ἐπὶ σκώμματος ὂν καὶ τὸ ἀλλᾶς καὶ βιλλᾶς. τὸ δὲ Παλλάς συστελλόμενον ἔχει τὸ α.
Τὰ εἰς μας βαρύνεται, Τόλμας, ἀδάμας, Σίλμας, Τέλμας, Θαύμας, Δύμας, Βρίμας, Μάμας, Δάμας, Ἀρίμμας, Πυρίμμας, Ἐχέμμας, Λυκόρμας ποταμὸς Αἰτωλίας, ἀκαμαντοχάρμας. Πολυδάμας, Θειοδάμας, Εὐρυδάμας, Ἀλκιδάμας, Ἀθάμας, Σαλάμας καὶ Σπιτάμας Περσικὰ ὀνόματα, Ὀδόμας ἔθνος, Γαράμας ἔθνος Λιβύης· Ἡρόδοτος τετάρτῃ … «οἳ πάντα ἄνθρωπον φεύγουσι καὶ παντὸς ὁμιλίαν». εἰ μὴ κατὰ τροπὴν εἴη Δωρικὴν ὡς τὸ Ἑρμᾶς καὶ τὸ Ἀρτεμᾶς ὑποκοριστικόν.
Τὰ εἰς νας ὁμοίως βαρύνεται, εἰ μὴ εἴη ὑποκοριστικὰ ἢ ἐπὶ σκώμματος, Ἀρτύνας, Ξένας, Πρατίνας, Πίνας, Κάνας. Μηνᾶς μέντοι καὶ Ζηνᾶς ὑποκοριστικά. τὸ δὲ δακνᾶς περισπᾶται, ὅτι ἐπὶ σκώμματος τάσσεται.
Τὰ εἰς πας βαρύνεται, Κάλπας, Πάπας, Σκόπας, Λάμπας, Πάμπας, Λίπας, Εὐρώπας, Κύπας, Ἀγρίππας, Ἀράσπας, Γοργόπας, ἅπας.
Τὰ εἰς ρας, μὴ ὄντα ὑποκοριστικὰ ἢ συναληλιμμένα ἢ νόμισμα δηλοῦντα βαρύνεται, Θήρας, Ἀθύρας ἐπίνειον καὶ ποταμὸς περὶ Βυζάντιον· Εὐφορίων «ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο». ἔστι δὲ καὶ Σικελίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡς ὁ πολυίστωρ. λέγεται δὲ καὶ Τύρις. Κιβύρας ἀδελφὸς Μαρσύου. Ἄρας αὐτόχθων τις, ἀφʼ οὗ Ἀραντία Πελοποννήσου πόλις. Τάρας πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν· ἀρσενικῶς δὲ κατʼ ἀναλογίαν. οὐδὲν γὰρ εἰς ρας θηλυκὸν εὑρίσκεται. τοῦτο δʼ εὕρηται καὶ θηλυκῶς. Κάρας. Λάρας. Πείρας. Καίρρας. Ἱμέρας ποταμός, ὡς Νικάνωρ. Χρυσαόρας ποταμὸς Λυδίας. Φαναγόρας. Πυθαγόρας. Σιμμόρας. Ξεναγόρας. Κύδρας. Κόδρας. Λάμπρας. Πρόφρας. Τεύθρας ὁ Πανδίονος, Τίθρας δῆμος τῆς Αἰγηΐδος φυλῆς, Βάβρας πολίχνιον Αἰολίδος ἐγγὺς Χίου ὁμώνυμον τῷ κτιστῇ. Κοψίφρας. τὸ δὲ Μητρᾶς Ἡρᾶς τετρᾶς βορρᾶς περισπᾶται. τὸ δὲ τετράς τετράδος συστέλλεται.
Τὰ εἰς σας βαρύνεται, εἰ μὴ ἀπὸ συμβεβηκότος εἴη Χρύσας, Βαρβύσας, Κέρσας, Πετίσας, Ἀπέσας ὄρος τῆς Νεμέας ὡς Πίνδαρος καὶ Καλλίμαχος ἐν τρίτῃ, ἀπὸ Ἀφέσαντος ἥρωος βασιλεύσαντος τῆς χώρας ἢ διὰ τὴν ἄφεσιν τῶν ἁρμάτων ἢ τοῦ λέοντος. ἐκεῖ γὰρ ἐκ τῆς σελήνης ἀφείθη. Καλλίμαχος ἐν τοῖς ἰάμβοις καὶ τὸ ἔθνος Ἀπέσας φησί, κʼ οὐχ ὧδʼ Ἀρείων τῷ Ἀπέσαντι πὰρ Διΐ ἴθυσεν Ἀρκὰς ἵππος. τὸ δὲ τρεσᾶς ἀπὸ συμβεβηκότος. καὶ τὸ Γλισᾶς δὲ ἡ συνήθεια περισπᾷ.
Τὰ εἰς τας λήγοντα βαρύνεται, Σώτας, Μέτας Τυρρηνός, Τύντας, Κώστας, Ἀρχύτας, Εὐρώτας, Τελεύτας, Ὀφέλτας, Ἀκέλτας, Ἀμύντας· ἔστι καὶ ἔθνος Θεσπρωτικὸν Ἀμύνται «μένος πνείοντες Ἀμύνται». καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. τὸ δὲ Γονατᾶς παράλογον διὰ τὸν τόνον καὶ τὸ Φιλητᾶς, Κομητᾶς.
Τὰ εἰς φας λήγοντα βαρύνεται, Δέλφας, Ἄλφας, Ἄφας, Κύφας χωρίον τῆς Λακωνικῆς, Κορύφας, Ὑπέρφας, Περίφας, Ἀκύφας πόλις μία τῆς Λακωνικῆς τετραπόλεως, ὡς Θεόπομπος. Ὀνόφας.
Τὰ εἰς χας βαρύνεται, ῎Υρχας, Λέχας, Καλλίχας, Λίχας, Λάχας, Κάλχας, Τρύχας. Λυκόφρων γὰρ Τρύχας πόλιν Εὐβοίας μεταφράσας Τρύχαντα καλεῖ.
Τὰ εἰς ας σύνθετα πάντα βαρύνεται, παιδοπίπας, εὐφαρέτρας, παρθενοπίπας, πατραλοίας, θυννοθήρας, βουβάρας ὅ ἐστι μέγας καὶ ἀναίσθητος, Εὐρυβίας, Πυθαγόρας, Παυσανίας. τὸ μέντοι χαλκοκράς ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλαπελλᾶς καὶ φιλοβορρᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε τόνον.
Τὰ εἰς ας συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ δος κλίνεται, ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς—ὁ πολίτης καὶ ὁ ἥρως. Ἴστρος δέ φησιν ὅτι Θεμιστοῦς καὶ Διὸς ὁ Ἀρκὰς ἐγένετο, διὰ δὲ τὴν τῆς μητρὸς ἀποθηρίωσιν — ἄρκτῳ γὰρ ὑφʼ Ἥρας αὐτὴν ὁμοιασθῆναι — ταύτης τυχεῖν τῆς προσηγορίας—καὶ ἡ Ἀρκάς. ἔστι καὶ πόλις Κρήτης Ἀρκάδες ὡς Ξενίων ἐν Κρητικοῖς. Δημήτριος δὲ οὐκ Ἀρκάδας τὴν πόλιν, ἀλλʼ Ἀρκαδίαν φησί. Ὀλκάς ἔθνος Ἰβήρων τῶν ἐντὸς Ἴβηρος τοῦ ποταμοῦ. Πολύβιος ἐν τρίτῳ. Νουβάς ἔθνος Λιβύης παρὰ Νείλῳ, οἳ καὶ Νοῦβαι καὶ Νουβαῖοι λέγονται, Ἑλλάς πόλις Θεσσαλίας «πολλοὶ Ἀχαΐδες εἰσὶν ἂν Ἑλλάδα τε Φθίην τε». ἐκτίσθη ὑπὸ Ἕλληνος οὐ τοῦ Δευκαλίωνος, ἀλλὰ τοῦ Φθίου καὶ Χρυσίππου τοῦ Ἴρου. ἔστι καὶ ἄλλη πόλις Ἑλλάς κοίλης Συρίας. Παλλάς. ἐθάς. ἰκμάς παρὰ τὸ ἱκνεῖσθαι ἄνωθεν πρὸς ἡμᾶς ἀπὸ τοῦ Διὸς ὕοντος. μονάς. Ἐχινάς νῆσοι περὶ τὴν Αἰτωλίαν, αἳ καὶ Ἐχῖναι. λαμπάς. Δειράς δῆμος τῆς Λεοντίδος φυλῆς, πολυδειράς, ἀναδενδράς. Χοιράδες πόλις Μοσσυνοίκων. Ἑκαταῖος Εὐρώπῃ «Τιβαρηνοῖσι δὲ πρὸς ἥλιον ἀνίσχοντα Μοσσύνοικοι ὁμουρέουσι. ἐν δὲ αὐτοῖσι Χοιράδες πόλις». Λυμφάς πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. Στροφάς νῆσοι πρὸς τῇ Ζακύνθῳ δύο. ἰσχάς. Στοιχάς νῆσοι τρεῖς πρὸς τῇ Μασσαλίᾳ. Πανεάς πολίχνιον Φοινίκης. δυάς. τριάς. ῥυάς. πλειάς. πελειάς «αἱ δὲ βάτην τρήρωσι πελειάσι», ἣ καὶ πελειά. Ἰάς Ἰλλυρίας μέρος. καὶ ἐθνικὸν θηλυκόν. Φθιάς, παρʼ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ «Φθιὰς ὅμως». Διάς πόλις Λυκίας, ἣν Διάδης ἔκτισε. Σκιάς χώρα Ἀρκαδίας. Τρῳάς ἡ χώρα τοῦ Ἰλίου. Πεδιάς φυλὴ τῆς Ἀττικῆς. Μενουθιάς νῆσος Αἰθιοπίας. Θυνιάς νῆσος πρὸς τῷ στόματι τοῦ Πόντου καὶ ἄκρα. Ξυνιάς λίμνη, ἣν Βοιβιάδα φασίν. Ἀπολλωνιάς. οὕτω τινὲς Κυπάρισσον πόλιν φασίν. καὶ ἡ Τροιζὴν οὕτως ἐκαλεῖτο, ἣ καὶ Ποσειδωνιάς. Κωλιάς ἄκρα Φαληροῖ, ὅπου καὶ Ἀφροδίτη Κωλιάς. ὁ δὲ τόπος ὀρθῶς καλεῖται. ἐκκείμενος γάρ ἐστι καὶ ὅμοιος ἀνθρώπου κώλῳ. Ἰξιάς πόλις Οἰνωτρῶν ἐν μεσογαίᾳ. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Ἰξιὰς πόλις, ἐν δὲ Μενεκίνη πόλις». Ἰδριάς πόλις τῆς Καρίας ἀπὸ Ἰδρίεω παιδὸς Καρός. Τιβεριάς πόλις τῆς Ἰουδαίας πρὸς τῇ Γεννησαρίτιδι λίμνῃ. Φαλωριάς πόλις Λοκρίδος. Δημητριάς πόλις Θεσσαλίας ἀπὸ Δημητρίου βασιλεύσαντος· βʹ Μακεδονίας. γʹ Περσίδος πρὸς Ἀρβήλῳ. Διοσκουριάς μία τῶν ἐν Λιβύῃ Λευκῶν νήσων. ἔστι καὶ ἑτέρα περὶ Πόντον, ἥ τις Σεβαστόπολις καλεῖται. καὶ πρότερον δὲ Αἶα ἐκικλήσκετο, ὡς Νικάνωρ. Μεθουριάς νῆσοι μεταξὺ Αἰγίνης καὶ Ἀττικῆς πλησίον Τροιζῆνος. Ἀνδροτίων πέμπτῳ Ἀτθίδος. Προυσιάς πόλις Βιθυνίας ἀπὸ Προυσίου τοῦ Ζηΐλα τῶν Βιθυνῶν βασιλέως ἡ Κίος πρότερον ὀνομασθεῖσα. Ἀφροδισιάς πόλις Κιλικίας, περὶ ἧς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Κιλικίας φησὶν ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκλῆσθαι, γράφων καὶ ἱστορίας. δευτέρα Ἰβηρίας πρὸς τοῖς Κελτοῖς. τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής» συστέλλοντα τὸ α ὅμως βαρύνονται, ἐπειδὴ οὐ διὰ τοῦ δος κλίνονται. ἡμάρτηται δὲ τὸ μέγας περὶ τὴν εὐθεῖαν, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ α ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ Ἀρκάς φυγάς, ἢ βαρυνόμενον ἐκτείνειν τὸ α, ὧν οὐδέτερον ἔχει. καὶ διὰ τοῦτο οὐδὲ ἔσχεν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν. ΒΙΒΛΙΟΝ γʹ.
Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς ης καθαρεῦον ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ υ καὶ ἰσοσυλλάβως κλίνοιτο ἢ σύνθετα εἴη, Ναίης, Δάης Σκυθικὸν ἔθνος· λέγονται καὶ Δάσαι μετὰ τοῦ ς. Κλεύης, γλοίης, Βρύης. Τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ υ ὥσπερ καὶ τὸ Θυῆς, Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται Γύης Γύητος βασιλεὺς τῶν Φρυγῶν, Μύης πόλις Ἰωνική. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ λυῆς λυῆντος ἀπὸ τοῦ λυήεις· καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης «ὦρσε δʼ ἐπὶ ζαῆν ἄνεμον»· τοῦτο δὲ ἔδει χωρὶς τοῦ ν ζαῆ ὡς «ἀκραῆ Ζέφυρον»· ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι ὡς τὸ «αἰνοπάθη πατρίδʼ ἐπόψομαι» παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίσταρχός φησι περισπᾶσθαι καὶ οὕτως ἔχει ἡ παράδοσις.
Τὰ εἰς βης δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται Λάβης, λέβης, Κέβης, Κάβης, Χάβης, Σίβης, Ἰνδικὸν ἔθνος, Βύβης πόλις κατὰ Πευκετίους καὶ τὸ ἐθνικὸν οἱ Βύβαι ὁμοφώνως ὡς Λοκροί καὶ Δελφοί. Νούβης ἔθνος Λιβύης παρὰ Νείλῳ. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. λέγονται καὶ Νουβαῖοι ὡς Σαβαῖοι καὶ Νουβάδες οἱ αὐτοί. τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας.
Τὰ εἰς γης δισύλλαβα βαρύνονται χωρὶς εἰ μή τι ἐκ συνθέτου καταλελειμμένον εἴη ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται ἢ βραχείᾳ παραλῆγον ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν βαρύτονα, Μέγης «Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ». τοῦτο ὁ μὲν Ἀρίσταρχος βαρύνει ὡς «Μέσθλην τε Γλαῦκόν τε» καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν. τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περιττοσυλλάβως κλίνεται, λέβητα, Λάχητα· εἰ δʼ οὐχʼ οὕτως ἐκλίθη, δῆλον, ὅτι περισπασθήσεται. ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα», ὅτε μὴ οὕτως ἔχῃ, περισπασθήσεται ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν οἷον λέβης, Λάχης, Δάρης, Χάρης, πλάνης, πένης, Τρόμης, Κράτης. πρόσκειται δὲ «μὴ εἰς της» διὰ τὸ δότης, πλύτης, θύτης. ἔπειτα πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν «πέρσεν δὲ πόλιν θείοιο Μύνητος»· ὁ δὲ Σοφοκλῆς ἐν Αἰχμαλωτίσιν ἰσοσυλλάβως «Μύνου Ἐπιστρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις· σημαίνει γὰρ καὶ τοὺς σπινθῆρας τοὺς ἐπικειμένους τοῖς λύχνοις ὡς παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ ὁπότε λύχνου δαιομένου πυρόεντος ἄδην ἐγένοντο μύκητες. σημαίνει δὲ καὶ τοὺς ἀμανίτας τοὺς περὶ τὰ δένδρα γινομένους ὡς παρὰ Ἀντιφάνει «ὄπτα μύκητας πρινίνους τοῦσδε δύο». σημαίνει δὲ καὶ τὸ μέρος τῆς λαβῆς τοῦ ξίφους «ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως Μυκήνας συνέβη κτισθῆναι», σημαίνει δὲ καὶ τὸ αἰδοῖον τοῦ ἀνθρώπου, ὅπερ ἰσοσυλλάβως ἔκλινεν Ἀρχίλοχος ἀλλʼ ἀπερρώγασί μοι μύκεω τένοντες· καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστι Ἑκαταῖος οὕτως κλίνας· φησὶ γὰρ «καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν «ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν». καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ. καὶ γὰρ ταῦτα διχὼς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης. Γύγης ἐπὶ τοῦ γίγαντος καὶ ἐπὶ τοῦ βασιλέως τῆς Λυδίας. Δράγγης ἔθνος Περσικῆς. Στράβων πεντεκαιδεκάτῃ. Μόργης ἔθνος Ἰταλίας. Βρίγης ὁ κατοικήσας ἐν Μακεδονίᾳ, ἀφʼ οὗ Βριγία ἡ Τρωϊκή, τουτέστιν ἡ Φρυγία. Βρύγης ἔθνος Μακεδονικὸν προσεχὲς Ἰλλυριοῖς ὃ καὶ Βρύξ, Μίσγης ἔθνος Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ, Λίργης, Ἄργης κύριον «Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον» παρʼ Ἡσιόδῳ. τὸ μέντοι ἀργής ἐπιθετικὸν ὥσπερ καὶ τὸ ἀγής ἀπὸ συνθέτου καταλελειμμένον τοῦ ἀαγής ὁ μὴ κλώμενος. τὸ δὲ Μογῆς καὶ Δρογῆς ἰσοσυλλάβως κλινόμενα περισπᾶται. καὶ τὸ ἀργῆς ἐκ τοῦ ἀργήεις καὶ τὸ φθογγῆς ἐκ τοῦ φθογγήεις καὶ τὸ Αὐγῆς ἐκ τοῦ Αὐγέας.
Τὰ εἰς δης δισύλλαβα μὴ διὰ τοῦ ους κλινόμενα ἢ τὸ ο παραληγόμενα βαρύνονται, Πύδης πόλις καὶ ποταμὸς Πισιδίας ὡς παρὰ Ἀντιμάχῳ «καδδʼ ᾖα Πύδην ἐρόεντα» καὶ «Πύδητος τηλεκλείτου ποταμοῖο». ᾅδης, Γράδης, Μένδης πόλις Αἰγύπτου παρὰ τὴν Λύκων πόλιν. Στράβων ιζʹ, «καὶ Λύκων πόλις καὶ Μένδης, ὅπου τὸν Πᾶνα τιμῶσι καὶ τὸν τράγον» Πάνδης καὶ Σίνδης ἔθνη Ἰνδικά, Ἔσδης ἔθνος Ἰβηρικόν. Ἑκαταῖος Εὐρώπῃ. Ἴδης. Ὕδης, ἐξ οὗ ἡ πόλις Ὑδισσός. τὸ μέντοι ψευδής καὶ φραδής ἐπιθετικά. καὶ τὸ Ποδῆς καὶ Ῥοδῆς περιεσπάσθη, ὅτι τὸ ο παραλήγει.
Τὰ εἰς ης ἀσυνάλειπτα βαρύνονται, Ἄνθης, Σκύθης ἔθνος Θρᾴκιον ἀπὸ Σκύθου παιδὸς Ἡρακλέους· τινὲς δὲ ἀπὸ τοῦ σκύζεσθαι. ὀργιλώτατοι γάρ. «Σκύθης ὅμιλος» καὶ «Σκύθην ἐς οἶμον» καὶ «Σκύθης σίδηρος». ὅθεν τὸ ἀποσκυθίσαι τὸ τῷ σιδήρῳ τὰς τρίχας τεμεῖν. Σεύθης, Λάχης, Πάχης, λέσχης, Σάκης ἔθνος· τοὺς Σκύθας οὕτω φασίν, ἀπὸ τοῦ ὅπλου, ὅτι αὐτὸ εὕραντο. Μέλης ποταμὸς Σμυρναῖος, Μήλης ποταμὸς Κολοφῶνος, Πόλλης, Κόμης κύριον, Τρόμης πατὴρ Αἰσχίνου τοῦ ῥήτορος, Σάπης ἔθνος Θρᾴκης, λέγονται καὶ Σαπαῖοι καὶ Σάϊοι, τάπης, Βρύκης ἔθνος Θρᾴκης. λέγονται καὶ Βρυκεῖς καὶ Βρυκήϊοι, Μάκης ἔθνος μεταξὺ Καρμανίας καὶ Ἀραβίας. Βύζης, ἀφʼ οὗ κατά τινας Βυζάντιον ἐκτίσθη. Βούσης ἔθνος Μήδων· Ἡρόδοτος πρώτῃ. Κάλπης λιμήν. Τύμης πόλις Λιβύης. Γέτης Θρᾳκικὸν ἔθνος καὶ τὸ κύριον. Ῥιανὸς δὲ Γετηνοὺς αὐτούς φησι. Ἄστης ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος. Κέλτης· οὕτως γὰρ Στράβων φησὶ τοὺς Κελτούς. Κώφης Ἰνδικὸς ποταμός, ὡς Στράβων «Χοάσπης εἰς τὸν Κώφην ἐμβάλλει» καὶ πάλιν «μετὰ τὸν Κώφην ὁ Ἰνδός, εἶτα ὁ Ὑδάσπης, εἶτα ὁ Ἀκεσίνης καὶ ὕστατος ὁ Ὕπανις». Ἀριστοτέλης δὲ ἐν πέμπτῳ περὶ Ἀλεξάνδρου τὸν Κωφῆνά φησιν ὡς σωλῆνα. δότης, πλύτης, θύτης, πράτης. τὸ μέντοι κριτής ὀξύτονον καὶ τὸ ψαλτής δὲ Ἀττικῶς ὀξύνεται, ὡς ἱστορεῖ Ἀπολλόδωρος, καὶ ἔτι τὸ λῃστής ἀπὸ τοῦ ληϊστής τρισυλλάβου· διὸ ἔχει προσκείμενον τὸ ι. τὸ δὲ πότης ἀρσενικόν, τὸ δὲ ποτής θηλυκόν. τὸ μέντοι ψιλής παρʼ Αἰσχύλῳ ἐπιθετικόν. τὸ δὲ Πυθῆς συναλήλιπται.
Τὰ εἰς ης δισύλλαβα μὴ ὄντα προσηγορικὰ ἢ ἐπιθετικὰ συναληλιμμένα βαρύνονται, ἔχοντα πρὸ τοῦ η ἢ σ ἢ ξ. Ξέρξης, Χρύσης. Μάσης πόλις Ἀργείων. Παυσανίας δευτέρῳ «ὁδός ἐστιν ἐπὶ Μάσητα». Ὅμηρος «οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν». λέγεται δὲ ἡ πόλις καὶ ἡ Μάσητος. Πέρσης τὸ ἔθνος. λέγεται καὶ Πέρσης ὄνομα. Βούσης, Μάρσης, ἀφʼ οὗ Μαρσύα πόλις φοινίκης. τὸ δὲ κασῆς τὸ πιλωτὸν ἱμάτιον περισπᾶται. τὸ δὲ Κισσῄς ὀξύνεται ὡς ἐπίθετον.
Τὰ εἰς νης καὶ ρης δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπασθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγένετο ἢ ἰαμβικόν ἐστι καὶ ἰσοσύλλαβον. ὅσα δὲ ὀξύνεται εἰς ους ἔχει τὴν γενικὴν ἢ εἰς τος. τὰ βαρύτονα πένης, πλάνης, Μύνης, χλούνης, Φάνης. Τένης ὁ Κύκνου, Τύνης πόλις Λιβύης ἀντικρὺ Σικελίας, Κύνης ἔθνος Ἰβηρίας, Γένης ποταμὸς Καππαδοκίας παρὰ Σοφοκλεῖ, ὃς καὶ Γενήτης καλεῖται ἐκ τῆς γενικῆς ὡς τῆς Οἰδιπόδος Οἰδιπόδης καὶ τρίποδος τριπόδης. Σίνης ἔθνος. Ἄρης ὁ θεὸς παρὰ τὸ ἀρῶ καὶ ἀρῶμαι, ἔστι καὶ Ἄρης χωρίον Εὐβοίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ Φιλιππικῶν. Δάρης· γέγονε δὲ ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω — ἐοικὸς γὰρ ἱερεῖ — καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης. ἐτράπη οὖν τὸ ε εἰς α. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ. Χάρης. Κάρης πατὴρ Κρυασσοῦ, Φάρης ἔθνος Βοιωτίας. Βέρης υἱὸς Μακεδόνος καὶ πόλις Θρᾴκης ὁμωνύμως. Κέρης ἔθνος τοῖς Ἴβηρσιν ὁμοροῦν. Κύρης πόλις. τὸ δὲ πρηνής εἰς ους ἔχει τὴν γενικήν, τὸ δὲ Κουρής Κουρῆτος τὸ ἔθνος «Κουρῆτες τʼ ἐμάχοντο καὶ Αἰτωλοί». Ὅμηρος ὀξύνεται πρὸς διαστολὴν τοῦ «κούρητες Ἀχαιῶν». τοῦτο γὰρ ἀπὸ τοῦ κόρος ὁ νέος κόρης ὡς ἰαμβικὸν κλίνεται διὰ τοῦ τος καὶ βαρύνεται ὡς πένης· καὶ τὸ ἔθνος δὲ οὐκ ἐχρῆν ὀξύνεσθαι, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι, ἀλλὰ συνεξωμοιώθη τῷ ἀδμής καὶ ἀβλής. «ἐκλήθησαν δὲ Κούρητες, ὡς Ἀρχέμαχος ὁ Εὐβοιεύς φησιν, ὅτι, ἐπεὶ οἱ πολέμιοι τῆς κόμης αὐτῶν δραττόμενοι τῆς ἔμπροσθεν κατέσπων αὐτούς, ὄπισθεν τοῦ λοιποῦ ἐκόμων, κειρόμενοι τὰ ἔμπροσθεν. ἔνιοι δὲ ἀπὸ ἥρωος τοὔνομα ἔχειν τὸ φῦλον, οἱ δὲ ἀπὸ ὄρους τοῦ Κουρίου τοὺς Κουρῆτας εἶναί φασιν, οἱ δὲ θηλυστολοῦντας ὡς αἱ κόραι τοὔνομα σχεῖν τοὺς περὶ τὴν Αἰτωλίαν φασίν. εἶναι γὰρ καὶ τοιοῦτόν τινα ζῆλον ἐν τοῖς Ἕλλησιν ὡς καὶ Ἰάονες ἑλκεχίτωνας εἰρῆσθαι καὶ κρωβύλον καὶ τέττιγα ἐμπλέκεσθαι καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους τὴν κόμην, ὅτʼ ἐπεξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι ὑπὸ Περσῶν». τὸ μέντοι σθενῆς, τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται· καὶ τὸ Φανῆς ἰαμβικὸν ἰσοσύλλαβον.
Τὰ εἰς ης δισύλλαβα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον μετʼ ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ προσηγορικὰ βαρύνεται, Μέσθλης, μάσθλης, Μάγνης ὁ πολίτης Μαγνησίας ὁμωνύμως τῷ οἰκιστῇ, Πίγρης ὁ Τίγρης, Ὅπλης· Ὅπλητες δέ εἰσιν φυλὴ παλαιά, μία τῶν τεσσάρων τῶν ἀπὸ Ἴωνος παίδων, Πέτρης λιμήν τις. Μέμβλης, Βάμβλης, λάγνης, Πάσνης, Μάσνης ὀνόματα ποταμῶν, Τρίσπλης ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ, Πάρνης τὸ ὄρος τῆς Ἀττικῆς. τοῦτο καὶ ἀρσενικῶς λέγεται. Ἀντιφάνης ἐν Πυραυνῷ «ἐς κόρακας· ἥξω φέρων τε δεῦρο τὸν Πάρνηθʼ ὅλον»· καὶ θηλυκῶς ὡς παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις «βλέπε νῦν δευρὶ πρὸς τὴν Πάρνηθα». Ἴγνης ἔθνος οἰκῆσαν τὴν Ῥόδον, ὃ καὶ χωρὶς τοῦ ι λέγεται. Φάγρης πόλις Θρᾴκης· Ἑκαταῖος Εὐρώπῃ καὶ Θουκυδίδης δευτέρᾳ … . Βάβρης, Ἔγκρης, Σάτρης ἔθνος Θρᾴκης ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ φησίν. Γόνδρης Θρᾴκιον ἔθνος. Νίγρης ποταμὸς Λιβύης καὶ ἔθνος, Γύμνης ἔθνος· ἐκλήθη δὲ ὅτι τῷ θέρει γυμνοὶ μένουσιν. εἴ τι δὲ περισπασθῇ, κατὰ πάθος γέγονε· τὸ γὰρ τεχνῆς, λαχνῆς, ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται. τὸ μέντοι γυμνής, χερνής, ἀβλής, προβλής, ἀδμής, ἀκμής ἐπιθετικὰ ὄντα ὀξύνονται.
Τὰ εἰς ης ἐπιθετικὰ δισύλλαβα εἰς ους τὴν γενικὴν ποιοῦντα καὶ μὴ παθόντα συγκοπὴν ὀξύνεται, ψευδής, πρηνής, ζαής, ἁλής, σαφής, πρυλής, φραδής, νωθής. τὸ δὲ πλήρης βαρύνεται, πλειήρης γάρ, ὡς ξιφήρης, ὀλιγήρης. καὶ τὸ Ἄρης κύριον.
Τὰ εἰς ης δισύλλαβα κύρια ἔχοντα υ ἐν τῇ παραληγούσῃ περισπᾶται, Μυῆς, Θυῆς, Κυῆς· βαρύνεται δὲ τὸ Βρύης, Κύης, Γύης περιττοσύλλαβα. τὸ γύης δὲ οὐ κύριον, ἔστι δὲ μέτρον τι γῆς καὶ μέρος ἀρότρου κατὰ Ἡσίοδον.
Τὰ εἰς ης κύρια ἀπὸ ἐντελεστέρου περισπᾶται, Ἑρμῆς, Θαλῆς, Πυλῆς, Ποδῆς ὁ παρʼ Ὁμήρῳ, Φαλῆς, Κισσῆς, Σωσῆς.
Τὰ παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεται, ἀκραής, δυσαής, ὑπεραής.
Τὰ παρὰ τὸ κλέος ἐπίθετα ὄντα ὀξύνεται, εὐκλεής, ἀκλεής, δυσκλεής. κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ βαρύνεται, ἐν δὲ τῇ συναιρέσει περισπᾶται, Ἡρακλέης, Ἡρακλῆς, Σωκλῆς, Προκλῆς, Σοφοκλῆς. ὡς καὶ τὰ εἰς εας Ἀρτεμέας Ἀρτεμῆς, Θαλέας Θαλῆς, Ἀπελλέας Ἀπελλῆς.
Τὰ εἰς ης ἀπὸ τῶν εἰς ηεις περισπῶνται, τιμῆς «τιμῆς ἔσεται» οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυσὸν τιμῆντα». τινὲς μὲν τὸ τιμῆς ὡς ἀπὸ τοῦ τιμήεις διὰ τοῦ ι γράφουσιν, ἀλλὰ λόγος ἐστίν, ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ χωρὶς τοῦ Θρᾷξ. καὶ ἄλλως οἱ Δωριεῖς ἄνευ τοῦ ι προφέρονται τιμῆες χαρίες αἱματόες καὶ ἡμεῖς λοιπὸν προσθέσει τοῦ ι γράφομεν. τεχνῆς, δαφνῆς, φθογγῆς, σθενῆς, λαχνῆς, ζαχρῆς, ἀργῆς. τὸ δὲ «ὑψιπέτης» Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν» οὕτως κεκλιμένον ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων. ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν ὡς τὸ «τιμῆς ἔσεται» οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικήν, ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος. ἐπὶ δὲ τοῦ ὑψιπέτης οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ.
Τὰ εἰς γης ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, Ποδάργης ἔθνος Θρᾴκης, Τεκτοσάγης ἔθνος Γαλατικόν· ὡς γὰρ Καππάδοκος Καππαδόκης, οὕτω Τεκτόσαγος Τεκτοσάγης. Σαννίγης ἔθνος Σκυθίας τοῖς Ἀβασγοῖς παρακείμενον.
Τὰ εἰς δης πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται, Πηλείδης, Ἀτρείδης, Κρονίδης, Θουκυδίδης.
Ἰστέον δὲ ὅτι τὰ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ πρὸ τοῦ δ ἔχει ἢ τὸ α ἢ τὸ ι. τὸ μὲν α οἷον Ἰλιάδης, Μενοιτιάδης, Πυλάδης, Ἀλκιβιάδης· Μιλτιάδης, Δημάδης ἐκ τοῦ Δημεάδης· Ἀργεάδης ὁ Ἀργεῖος· Δειράδης, ἀφʼ οὗ δῆμος Δειράδες, Δολογκιάδης οἱ Δόλογκοι ἔθνος Θρᾴκης· Ἐνδυμιωνιάδης οἱ Ἐπειοί, Ἠλιάδης ὁ Ἠλεῖος, Βερενικιάδης ὁ Βερενικεύς, Παροπανισσάδης οἱ Παροπανίσσῳ ὄρει Ἰνδικῆς παροικοῦντες. Σκυμνιάδης ἔθνος σὺν Γέταις. Εὔδοξος τετάρτῃ γῆς περιόδου «Σκυμνιάδαι καὶ Γέται». Βουτάδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Βούτου τοῦ Πανδίωνος· λέγονται γὰρ δῆμοι πατρωνυμικῶς. Ἐροιάδαι δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἱπποταμάδαι τῆς Οἰνηΐδος, Κειριάδαι τῆς Ἱπποθοωντίδος, Λακιάδαι τῆς Οἰνηΐδος. Παμβωτάδαι Ἐρεχθηΐδος φυλῆς. Ὑβάδαι τινὲς τὸν δῆμον «Ὕβα» λέγουσιν. Οἰνειάδαι πόλις Ἀκαρνανίας πρὸς τῷ Ἀχελῴῳ ἡ καὶ Ἐρυσίχη· ἔστι καὶ ἑτέρα τῆς Οἰταίας πόλις Οἰνειάδαι. Πατριαργάδαι τόπος Περσικός. οἱ οἰκήτορες ὁμοίως Πατριαργάδαι. Πασαργάδαι πόλις Περσική. Ἀπολλόδωρος ἀρσενικῶς φησιν, θηλυκῶς δὲ Διότιμος ἐν ἑξηκοστῷ πέμπτῳ παντοδαπῶν ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν μεταλλαγαῖς βασιλέων οὕτω γράφοντα «τὰς δὲ Πασαργάδας ἔκτισεν ὁ Κῦρος ἐφʼ οὗ τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις διερμηνευθεῖσα Περσῶν στρατόπεδον». ἔοικε δὲ ἀρσενικῶς καὶ θηλυκῶς εἰρῆσθαι, τάχα δέ, ὅπερ ἄμεινον, ἐπὶ τῆς πόλεως θηλυκῶς, ἐπὶ δὲ τῶν οἰκητόρων ἀνδρωνύμως. τῷ δὲ ι παραλήγεται ἢ μόνῳ ἢ μετὰ ἑτέρου φωνήεντος ἐν διφθόγγῳ ἢ ἀνεκφωνήτῳ. καὶ ἀνεκφωνήτῳ μὲν οἷον Μίνως Μινωΐδης καὶ συναιρέσει Μινῴδης καὶ ἥρως Ἡρωΐδης καὶ Ἡρῴδης, ἐν διφθόγγῳ δὲ οἷον Περιθοίδης καὶ Περιθοῖδαι δῆμος Οἰνηΐδος φυλῆς, Χολλεῖδαι δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ τὰ δὲ ἀπὸ τῶν εἰς ευς ὄντα πατρωνυμικὰ πάντα διὰ τῆς ει θέλουσι γράφεσθαι Πηλείδης, Ἀτρείδης, Αἰγείδης, Ὠρείδης. τὸ δὲ Ἀλκείδης ἀπὸ τοῦ Ἀλκαῖος τροπῇ τῆς αι διφθόγγου εἰς τὴν ει· ἔτι τὰ ἀπὸ τῶν εἰς ως Ἀττικῶν διὰ τῆς ει γράφονται Νείλεως Νειλείδης, Εὔνεως Εὐνείδης· καὶ τὰ ἀπὸ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικήν, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται Εὐτυχίδης, Πλεισθενίδης, Ἀχαιμενίδης, εἰ δὲ μακρᾷ παραλήγεται, διὰ τῆς ει Εὐήρης Εὐήρους Εὐηρείδης, Εὐκλείδης, Ἡρακλείδης, Χαρικλείδης· τύπου δὲ πατρωνυμικοῦ ἀπὸ τῶν εἰς ος ὄντα παρετάθησαν διὰ τῆς ει Λυσιθείδης, Κηκείδης, Καλλείδης, Ἀχιλλείδης, Ἐχεφυλλείδης, Σκυθρωπείδης, Θαρρελείδης, Φιλομηλείδης «Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς». Κυθνείδης. ι μόνῳ δὲ παραλήγεται τὰ ἀπὸ τῆς εἰς ος εἴτε εὐθείας εἴτε γενικῆς ἢ ἀπὸ τῶν εἰς ης εἰς ου ἐχόντων τὴν γενικὴν γινόμενα πατρωνυμικά, Πριαμίδης, Τανταλίδης, Ἑκτορίδης, Πελοπίδης, Κεκροπίδης, Μεμνονίδης, Φοινικίδης. Ἀστακίδης Πείσανδρος δεκάτῃ. Ἀρκασίδης ὁ Ἀρκάς· ὤφειλε μὲν Ἀρκαδίδης, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτως ἐγένετο καὶ τὸ θηλυκὸν Ἀρκασίς. Ἀρσακίδης ἔθνος ἀπὸ Ἀρσάκου, Δαρδανίδαι οἱ Δάρδανοι, Ἰδηΐδαι οἱ Ἰδαῖοι ἀπὸ τῆς Ἰδηΐς εὐθείας θηλυκῆς, Δρυΐδης ἔθνος Γαλατικὸν φιλόσοφον. Ἐρεβίδαι μέρος Λωτοφάγων· Φίλιστος ὀγδόῳ. Ὀδρυσίδης ὁ Ὀδρύσης, Ἀδυρμαχίδης Λιβυκὸν ἔθνος ὡς Ἡρόδοτος. Πηδασίδης ὁ Πηδασεύς. Τευθίδης ὁ οἰκῶν Τευθίδα πόλιν Ἀρκαδίας. Πισίδης ἔθνος βάρβαρον κατοικοῦν παρὰ τὴν Ἄσπενδον καὶ τὴν Κιλικίαν. εἴρηται δὲ ἀπὸ Πισίδου. συστέλλονται δὲ τοῦ Πισίδης καὶ Πισιδία αἱ δεύτεραι καὶ αἱ πρῶται· Πισιδικὴ δὲ καὶ Πισιδικὸν καὶ Πισιδεῖς μετὰ ἐκτάσεως τοῦ ι. Αἰθαλίδαι δῆμος τῆς Λεοντίδος φυλῆς καὶ οἱ δημόται ὁμοφώνως, Βερενικίδαι ἀπὸ Βερενίκης τῆς Μάγα θυγατρός, γυναικὸς δὲ Πτολεμαίου δῆμος τῆς Πτολεμαΐδος φυλῆς· καὶ ἄλλα ἐξηνέχθη πατρωνυμικῶς. Δαιδαλίδαι δῆμος τῆς Κεκροπίδος φυλῆς, Εἰρεσίδαι τῆς Ἀκαμαντίδος, Εὐπυρίδαι τῆς Λεοντίδος, Ἐχελίδαι δῆμος τῆς Ἀττικῆς, Ἰωνίδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς, Κυνδατίδαι τῆς αὐτῆς, Κοθωτίδαι, Περρίδαι δῆμος τῆς Ἀντιοχίδος φυλῆς, Σημαχίδαι δῆμος τῆς Ἀττικῆς ἀπὸ Σημάχου· ἔστι δὲ Ἀντιοχίδος φυλῆς· Φιλόχορος δὲ τῆς Ἐπακρίας φησὶ τὸν δῆμον. Σκαμβωνίδαι δῆμος Ἀττικῆς Ἀντιοχίδος φυλῆς, Συβρίδαι δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Βωταχίδαι τόπος Ἀρκαδίας ἀπὸ Βωτάχου. Φιλαΐδαι δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Φιλαίου τοῦ Αἴαντος υἱοῦ καὶ Λυσιδίκης, τῆς Κορώνου τοῦ Λαπίθου, ὡς Πειραΐδης «Πειραΐδαο»· τοῦτο γὰρ ἐν τέσσαρσι συλλαβαῖς προφέρονται οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος οἷον Πυθοίδης, Βοηθοίδης, Πηλείδης. οὐκ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι, καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. ὠγενίδης ὁ ἀρχαῖος ἀπὸ Ὠγένου ἀρχαίου θεοῦ. Καὶ τὰ μητρωνυμικὰ δὲ διὰ τοῦ ι γράφεται, Λητοΐδης, Δαναΐδης, Νιοβίδης, ὅθεν τὸ Φιλομηλείδης κύριον λέγεται εἶναι· εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ἐγράφετο ἄν· ἀλλʼ οὐδὲ Ὅμηρος ἀπὸ μητέρων σχηματίζει πατρωνυμικόν, ὥς φησι Διονύσιος.
Ἔτι τὰ διὰ τοῦ ωδης βαρύνονται, εὐώδης, πετρώδης, δυσώδης, γεώδης, ὀνώδης, βοώδης, λιμώδης, κτηνώδης, πυρώδης, ἀμμώδης, γραώδης, σαρκώδης.
Τὰ εἰς κης κύρια βαρύνονται· Ἀρτάκης ὁ κατοικῶν Ἀρτάκην πόλιν Φρυγίας. Σοφοκλῆς δὲ ἀπὸ τοῦ Ἀρτακεύς εἶπε «τί μέλλει Ἀρτακῆς τε καὶ Περκώσιοι»· ἔστι δὲ καὶ κύριον Ἀρτάκης «ἠδὲ καὶ Ἀρτάκεα, πρόμον ἀνδρῶν». Ἀριαράκης ἔθνος παρὰ τὴν Ἀριαράκην, πόλιν πρὸς τῇ Κασπίᾳ θαλάσσῃ ὡς λέσχη λέσχης, ἀράχνη ἀράχνης. Ὑδάρκης ἔθνος Ἰνδικόν. Ἀπασιάκης Μασσαγετῶν ἔθνος. Στράβων ἑνδεκάτῃ καὶ Πολύβιος δεκάτῃ … «οἱ δʼ Ἀπασιάκαι νομάδες κατοικοῦσι μὲν ἀνὰ μέσον Ὤξου καὶ Τανάϊδος». Δαδίκης ἔθνος Περσικόν. Ἡρόδοτος ἑβδόμῃ … . Ὀξυδράκης ἔθνος Ἰνδικόν, ἀφʼ ὧν σώσας Ἀλέξανδρον Πτολεμαῖος σωτὴρ ἐκλήθη· οἱ δὲ ψεῦδος τὸ περὶ τῶν Ὀξυδρακῶν. Δερβίκκης ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ κ καλῶς γράφει. Κτησίας δὲ Δερβισσοὺς αὐτούς φησιν ἢ Τερβισσούς. Καππαδόκης. Ἡρόδοτος δέ φησιν. λέγεται καὶ Καππάδοξ καὶ Καππάδοκος. Καραμβύκης ἔθνος Ὑπερβορέων ἀπὸ ποταμοῦ Καραμβύκα ὡς Ἑκαταῖος ὁ Ἀβδηρίτης. Παυσάρκης ἔθνος ὑπὸ τὸν Καύκασον. Πολυδεύκης, Πολυνείκης. βαρύνεται δὲ καὶ ὅσα παρὰ ῥῆμα προσηγορικά, ἱερονίκης, Ὀλυμπιονίκης. τὰ δὲ ἐπίθετα ὀξύνεται πολυδευκής, πολυνεικής πλὴν τῶν παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης.
Τὰ εἰς λης βαρύνεται, εἰ διὰ τοῦ ητος ἢ διὰ τοῦ ου κλίνονται, Ἐπιάλης Ἐπιάλητος, οὗ χρῆσις παρὰ Σώφρονι οἷον «Ἡρακλῆς Ἠπιάλητα πνίγων» Κεφάλλης Κεφάλλητος ὄνομα κύριον, Ἀκέλης Ἀκέλητος ὄνομα ποταμοῦ· ἔστι καὶ πόλις Ἀκέλης καὶ ὁ πολίτης ὁμοφώνως. Ἑλλάνικος δʼ εἶπεν «εἰς πόλιν Ἀκέλην»· ἐχρῆν δὲ Ἀκέλητα εἶναι. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφʼ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡς Πανύασις ἔνθα δʼ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπʼ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δʼ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετʼ ἀρούρας. Ἑκαταῖος Τρεμίλας τοὺς κατοικοῦντας καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας «τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν». Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ … . ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. Δημομέλης Δημομέλου. Ἀψίλης ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου. Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ υἱὸς Περιαύδου, ἀφʼ οὗ Δασκύλιον πόλις Καρίας. Ὀζόλης ἔθνος. Λοκρῶν μοῖραι τρεῖς εἰσιν Ἐπιζεφύριοι Ἐπικνημίδιοι, οἱ καὶ Ὀπούντιοι ὧν ἦν Αἴας, καὶ Ὀζόλαι. φαινόλης, γενειόλης. τὸ δὲ ἀμελής, ἀφελής, καὶ ἀελλής καὶ ἀολλής ἐπίθετα καὶ εἰς ους ἔχουσι τὴν γενικήν.
Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὄλω, πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ πωλῶ παντοπώλης.
Τὰ εἰς μης βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ … . Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται.
Ἔτι τὰ εἰς ανης κύρια, Τιγράνης, Ἰορδάνης, Ἐξοστάνης, Ἀϊάνης, Βαρδάνης, Ἀριστοφάνης, Θεοφάνης. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς αννης διὰ δύο νν Ὀρθάννης. καὶ τὰ εἰς νης παραληγόμενα τῷ ρ. Βαστάρνης ἔθνος ὑπὲρ τὸν Ἴστρον οἰκοῦν. καὶ τὰ εἰς ης Περσικὰ πάντα, Ἀρταφέρνης, Ἰνταφέρνης.
Τὰ διὰ τοῦ ενης κύρια βαρύνονται, Δημοσθένης, Διογένης, Ἀντιγένης, Ἀριστομένης, Βορυσθένης πόλις καὶ ποταμὸς τοῦ Πόντου παρὰ τὴν Μαιῶτιν λίμνην καὶ Τάναϊν τὸν ποταμόν. οὕτως καὶ ὁ Ἑλλήσποντος πρὸ τῆς Ἕλλης ἐκαλεῖτο. ἔστι δὲ καὶ πόλις Ἑλληνὶς πρὸς ἑσπέραν Βορυσθένου τοῦ ποταμοῦ, Μιλησίων ἄποικος, ἣν οἱ μὲν ἄλλοι Βορυσθένην, αὐτοὶ δὲ Ὀλβίαν. κεῖται δʼ ἐν νήσῳ, ἣν ποιοῦσιν ὅ τε Βορυσθένης καὶ Ὕπανις. ἀμένης ἀμένητος τὸ παιδίον διὰ τὸ μὴ ἔχειν μένος. τὰ δὲ ἐπίθετα ὀξύνεται, ἀμενής, εὐμενής, δυσμενής, ἀγενής.
Τὰ διὰ τοῦ ηνης ὀξύνονται, σαφηνής ὁ σαφής, παιδηνής ὁ παιδικός, γαληνής ὁ γαληνὸς τρόπος, δυσδηνής, ἀπηνής, προσηνής, δυσηνής.
Τὰ εἰς ινης κύρια βαρύνονται, Αἰσχίνης, Σμικρίνης, Λεπτίνης, Θεοκρίνης, Μηκίνης, Ἀξίνης, Ἀψίνης, Σπασίνης ἀφʼ οὗ Σπασίνου χάραξ πόλις ἐν τῇ μέση τοῦ Τίγρητος Μεσήνῃ. Ἀκεσίνης ποταμὸς ὁ Τάναϊς. Ἀρκεσίνης· οὕτως ἀρσενικῶς Πολύβιος τὴν Ἀρκεσίνην πόλιν ἐν Ἀμόργῳ τῇ νήσῳ φησίν. Βαρδίνης ποταμὸς Συρίας. τὸ δὲ ἀπινής ὁ ἀμόλυντος καὶ ἀκλινής ἐπίθετα καὶ εἰς ους τὴν γενικὴν ἔχει.
Τὰ εἰς ονης βαρύνεται, Μηριόνης, Κεβριόνης ὁ Πριάμου.
Ἔτι τὰ εἰς υνης, Κερύνης καὶ τὰ εἰς ωνης τελώνης.
Τὰ εἰς ξης βαρύνεται, Ἀράξης ποταμὸς Ἀρμενίας καὶ Θετταλίας· οὕτως γὰρ ὁ Πηνειὸς ἐκαλεῖτο ἐκ τοῦ ἀράξαι. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἄραξος λέγεται, ὡς Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρʼ Ἀλκμᾶνι τοπικῶς εἰρημένων. Σαΐξης ἔθνος παρὰ τῷ Ἴστρῳ.
Ἔτι τὰ εἰς πης Παντικάπης ποταμός, Ὑστάσπης ἔθνος Περσικόν.
Ἔτι τὰ εἰς αρης, εἰ μὴ ἐπίθετα εἴη, Κυαξάρης, Παντάρης, Σωχάρης, Τυνδάρης, Ἀφάρης, Ἀμφιάρης, Καβάρης ὄνομα ποταμοῦ, Γανδάρης Ἰνδῶν ἔθνος. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Γανδάριοι παρʼ αὐτῷ. Δουσάρης θεὸς παρὰ Ἄραψι καὶ Δαχαρηνοῖς τιμώμενος, ἀφʼ οὗ Δουσαρή σκόπελος Ἀραβίας. τὸ δὲ θυμαρής «ἔχει δʼ ἄλοχον θυμαρέα» καὶ «σκῆπτρον θυμαρές» ὀξύνεται· ἔστι γὰρ ἐπίθετον παρὰ τὸ θυμός καὶ ἀρῶ.
Τὰ εἰς ερης βαρύνονται, εἰ εἰς ητος τὴν γενικὴν ἔχει, Ὑπέρης Ὑπέρητος ὁ Λυκάονος υἱός, ἀφʼ οὗ Ὑπερησία πόλις τῆς Ἀχαΐδος, ὑψικέρης ὑψικέρητος ὁ ἐν ὕψει κεκτημένος τὰ κέρατα, τὸ δὲ ἀμερής διὰ τοῦ ους κλινόμενον ὀξύνεται.
Ἔτι τὰ διὰ τοῦ ηρης βαρύνονται, χαλκήρης, χρυσήρης, θυμήρης, ἔνθεν τὸ «θυμῆρες κεράσασα», φρενήρης, τριήρης· ἔστι καὶ πόλις Συρίας, ὀλιγήρης, ποδήρης· τὸ δὲ ἀπηρής ὁ ἀβλαβής Ἀπολλώνιος Ἀργοναυτικοῖς «νόστον ἐπευφήμησαν ἀπηρέα νισσομένοισι» οὐκ ἔστι τύπου τῶν διὰ τοῦ ηρης, ἐβαρύνετο γὰρ ἂν ὡς χαλκήρης, κωπήρης.
Ἔτι τὰ διὰ τοῦ ωρης βαρύνονται, νεώρης, αὐτώρης, κατώρης, ὑληώρης, μεσσώρης, Διώρης ὄνομα κύριον. Λυκώρης. ἡ δὲ Λυκωρέος γενικὴ παρὰ Καλλιμάχῳ ἀπὸ τῆς Λυκωρεύς εὐθείας ἐκφέρεται.
Τὰ εἰς σης βαρύνεται, Ἀγχίσης, Ἀντίσης, Ἀμφίσης, Ἐρίσης, ὄνομα κύριον, Κυρίσης ποταμὸς Κελτικῆς, Τιπανίσης, ἔθνος παρὰ τὸν Καύκασον. Ἑκαταῖος Εὐρώπῃ. Βασανίσης ἔθνος Θρᾴκιον, Ὀδρύσης ἔθνος Θρᾴκης· Στράβων ἑβδόμῃ, Λαπέρσαι· οὕτως οἱ Διόσκουροι ἐκλήθησαν Λᾶν πόλιν Λακωνικὴν ἑλόντες.
Τὰ εἰς της ἁπλᾶ ἀρσενικὰ καθαρὸν ἔχοντα τὸ τ βραχείᾳ παραληγόμενα ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ἐργάτης, ἐλάτης, Ἰξιβάτης ἔθνος πρὸς τῷ Πόντῳ προσεχὲς τῇ Σινδικῇ. Ἑκαταῖος Ἀσίᾳ. Ἰαζαβάτης ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος. Σαρμάτης ἔθνος Σκυθικόν, Σαυρομάτης ἔθνος Ἰνδικόν. λέγονται καὶ Συρμάται, ὡς Εὔδοξος πρώτῳ «ποταμὸν τοῦ Τανάϊδος Συρμάτας κατοικεῖν». Γαλάτης ἔθνος πρὸς νότον τοῖς Παφλαγόσιν· ἀπὸ τῶν ἐν τῇ Κελτικῇ Γαλατῶν, οἳ πλανηθέντες πολὺν χρόνον καὶ καταλαβόντες τὴν χώραν οὕτως ὠνόμασαν. παρήχθη δὲ τὸ Γαλάτης ἐκ τοῦ Γάλλος ὑφέσει τοῦ ἑνὸς λ. Ἀβρινάτης Ποντικὸν ἔθνος καὶ μετὰ τοῦ ρ καὶ χωρὶς τοῦ ρ. Δαλμάτης ἔθνος Ἰταλίας. λέγονται δὲ καὶ Δελματεῖς καὶ Δάλμιοι καὶ Δαλμιεῖς. Χαριμάτης ἔθνος πρὸς τῷ Πόντῳ. Παλαίφατος ἐν ἑβδόμῳ Τρωϊκῶν «Κερκετέων ἔχονται Μόσχοι καὶ Χαριμάται τοῦ Παρθενίου κρατέουσιν εἰς τὸν Εὔξεινον πόντον». καὶ Ἑλλάνικος ἐν κτίσεσιν ἐθνῶν καὶ πόλεων «Κερκετέων δʼ ἄνω οἰκέουσι Μόσχοι καὶ Χαριμάται, κάτω δʼ Ἡνίοχοι, ἄνω δὲ Κοραξοί». Ναβάτης ἀφʼ οὗ ἔθνος τῶν εὐδαιμόνων Ἀράβων. Ναβάτης δέ ἐστιν ἀραβιστὶ ὁ ἐκ μοιχείας γενόμενος. οἰκέτης, ὀφελέτης, φυλέτης, εὐνέτης, ἐρέτης, γενέτης, γαμέτης, Μακέτης ὁ Μακεδών, Ματυκέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Μασσαγέτης ἔθνος Σκυθῶν, ἔνθα Κῦρος ἐτελεύτησε. Εὐεργέτης Σκυθικὸν ἔθνος. Στράβων ὃ καὶ Ἀριμασποί ἐλέγετο. ἐκεῖ γὰρ τῶν ἐπὶ τῆς Ἀργοῦς χειμῶνος πνεύσαντος διασωθῆναι τὸ σκάφος καὶ οὕτω κληθῆναι. Θυσσαγέτης ἔθνος περὶ τὴν Μαιῶτιν λίμνην ὡς Ἡρόδοτος. Τορέτης ἔθνος Ποντικόν. Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. Μυργέτης ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. ἀρότης, ἀγρότης, δημότης, ὀμότης καὶ ξυνωμότης, τοξότης, ἱππότης, δεσπότης. σεσημείωται τὸ εὑρετής· τὸ μέντοι ἀθλητής, μαθητής, ποιητής, μαχητής, ἐγγυητής, φοιτητής, τρυγητής, ἀκονητής, αὐλητής, πειρατής, θεατής, τορευτής, βραβευτής, χρυσωτής, σταυρωτής, βεβαιωτής, ζηλωτής, διορθωτής ὀξύνεται, ὅτι οὐ βραχεῖαν ἔχει τὴν παραλήγουσαν. Τὰ γὰρ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι θέλει. οὐκ ἄρα ὑγιῶς Τυραννίων παροξύνει τὸ ἑεδνωτής σχηματισθὲν παρὰ τὸ «ἑεδνώσαιτο θύγατρα». μάχεται δὲ τὸ κυβερνήτης. τὸ γὰρ ἀήτης οὐ παρὰ ῥῆμα γέγονε. τὰ γὰρ εἰς της φύσει μακρᾷ παραληγόμενα μὴ ῥηματικὰ βαρύνεται, κομήτης, πεδήτης, πλανήτης, ἀλήτης, λιμνήτης, ὑπηνήτης, κορυνήτης, νικήτης, κωμήτης, λιπερνήτης ὁ πρότερον πλούσιος, ὕστερον δὲ πένης παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν φυτῶν. Δανθαλήτης ἔθνος Θρᾳκικόν. Θεόπομπος μή. Δασσαρήτης ἔθνος Ἰλλυρίας. Πολύβιος ὀγδόῳ. Δεκιήτης ἔθνος Ἰταλίας, ὡς Ἀρτεμίδωρος ἐν αʹ γεωγραφουμένων. Γαζήτης ἔθνος Γαλατῶν χρυσοφοροῦν. Σιδήτης, πολιήτης κατὰ πλεονασμὸν τοῦ η ὥσπερ μυθιήτης καὶ Κεραμιήτης καὶ Ἰουλιήτης ἀπὸ τοῦ Ἰουλίτης. Αἰγινήτης κατὰ τροπὴν ἀπὸ τοῦ Αἰγινάτης· ἔστι καὶ Αἰγινήτης πολίχνιον καὶ ποταμὸς Παφλαγονίας· οὕτω καὶ Βεμβινήτης, ὡς Πανύασις ἐν Ἡρακλείας πρώτῃ «δέρμα τε θήρειον Βεμβινήταο λέοντος» καὶ ἄλλως «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντος». καὶ Βαργυλιήτης, Μασσαλιήτης, Μαλειήτης «Μαλειήτης τρύπανον αἰπολικόν». στρατιώτης, νησιώτης, ταξεώτης, βοώτης, γαλεώτης. ἔστι δὲ καὶ Γαλεώτης ἔθνος ἐν Σικελίᾳ ἢ ἐν τῇ Ἀττικῇ ἀπὸ Γαλεώτου υἱοῦ Ἀπόλλωνος καὶ Θεμιστοῦς, τῆς θυγατρὸς Ζαβίου, τοῦ βασιλέως τῶν Ὑπερβορέων. τινὲς δὲ ὅτι Γαλεῶται μάντεων εἶδος Σικελῶν. ἀγγελιώτης. Περκώτης. Μαλλώτης. Ἠπειρώτης. Κολώτης. ἀσκαλαβώτης, δεσμώτης, δενδρώτης, λεσχηνώτης, ἀγρώτης καὶ ἐν πλεονασμῷ τοῦ σ ἀγρώστης ἀγροιώτης, μονώτης καὶ μονώστης. Μαιώτης ἔθνος Σκυθικὸν μέγιστον καὶ πολυάνθρωπον. ἔστι καὶ μαιώτης ἰχθῦς τις. Ἀραχώτης ποταμὸς Ἰνδικός, ὃς καὶ Ἀραχωτός. Ἀζειώτης ἔθνος τῆς Τρῳάδος, ὡς Ἑλλάνικος ἐν τοῖς περὶ Λυδίαν λέγει. ἔοικε δὲ τὸ πρωτότυπον Ἄζεια εἶναι, ἵνʼ ᾖ ὡς Μάρεια Μαρειώτης, Ῥάφεια Ῥαφειώτης. λέγεται δὲ καὶ Ἀζειοί. Ἡρακλεώτης, Ῥαφανεώτης, Ἀμβρακιώτης, Πηλιώτης, Φθιώτης, Ἰταλιώτης, Σικελιώτης. ἀσπιδιώτης—τὸ δὲ προπετής, ἀκρατής, τριετής σύνθετα.
Τὰ διὰ τοῦ ατης τὸ α μακρὸν ἔχοντα μὴ ὄντα ῥηματικὰ βαρύνεται, Εὐφράτης ποταμός, Νιφάτης ὄρος Ἀρμενίας. ἔοικε δὲ παρὰ τὸ νείφειν, ἀλλʼ ὀνοματικῶς διὰ τοῦ ι γράφεται. καὶ Πείσανδρος ἑβδόμῳ «ταῦρον πρυμνώρειαν ἐϋσκόπελόν τε Νιφάτην». Ἰλαραυγάτης ὁ Ἴβηρ· Ἑκαταῖος Εὐρώπῃ. καὶ Ἰλαραυγάτης ποταμός. Ἀντεμνάτης, Βεμβινάτης, Μεσολάτης, Ναπάτης, Πισάτης, Ῥαβεννάτης, Ῥεσινάτης, Σπινάτης, Ζαιάτης, Βαιάτης, Ἐλεάτης, Τεγεάτης, Μαλεάτης. Ἀνδροτίων πέμπτῳ. Γυθεάτης, Σερρεάτης, Φενεάτης, Πανεάτης, Κορσεάτης, Ὑδρεάτης, Ὀρνεάτης, Ζελειάτης, Κορωνειάτης, Καυλωνειάτης, Ἐρευάτης πόλις Λυκίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Σπαρτιάτης κατὰ πλεονασμὸν τοῦ α ἀπὸ τοῦ Σπαρτίτης ὡς Κροτωνιάτης, Φαριάτης, Φασιάτης, Νωνακριάτης, οἰκιάτης. Ἰάτης, Σκιάτης, Ἐρινιάτης κώμη Μεγαρίδος. Παυσανίας αʹ καὶ ὁ οἰκήτωρ Ἐρινιάτης διὰ τὸ προκατειληφός. Βρενθιάτης ποταμὸς Ἀρκαδίας. Αὐταριάτης ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ χρονικῶν καὶ Φαβωρῖνος ἐν παντοδαπαῖς καὶ Ἐρατοσθένης. Γενοάτης, Θεισοάτης, Λυκοάτης, Μεσσοάτης, Οἰάτης, Καρυάτης, Καφυάτης, Μωλυάτης, ἀγυιάτης. τὸ δὲ θεατής καὶ πειρατής ῥηματικὰ ὄντα ὀξύνεται.
Τὰ εἰς ιτης τοῦ ι μακροῦ ὄντος καὶ ειτης βαρύνεται, πολίτης, τεμενίτης, ἔστι καὶ λόφος ἐν τῇ Θρᾴκη πρὸς τῇ Τριβαλλῶν. ζευγίτης, στυλίτης, ἑρκίτης, Θερσίτης, ἔστι καὶ ἔθνος Ἰβηρικόν. Πολύβιος ἐν τρίτῳ. μεσίτης, στεφανίτης, πυρίτης, ὁδίτης, ἐπαλξίτης, μαγνίτης, φεγγίτης, λυχνίτης, αἰθερίτης, ἀγρίτης, τοπίτης, χωρίτης· Σοφοκλῆς Αἰγεῖ «ἐκλύομεν. οὐκ ἔγωγε χωρίτην γʼ ὁρῶ». καὶ ἐν Ἡρακλεῖ «τρέφουσι κρήνης φύλακα, χωρίτην ὄφιν». καὶ Αἰσχύλος ἐν Λέοντι σατυρικῷ «ὁδοιπόρων δήλημα, χωρίτης δράκων». καὶ Ἀπολλώνιος ἐν τῷ Κανώβῳ «τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτης πλόος κομίζων δῶρα πλουσίου Νείλου». ἑδρίτης, Ὠρίτης ἔθνος Ἰνδῶν αὐτόνομον. Στράβων πεντεκαιδεκάτῃ «τῷ ὁρίζοντι αὐτοὺς ἀπὸ τῶν ἑξῆς Ὠριτῶν· Ἰνδῶν δέ ἐστι καὶ αὕτη μερίς, ἔθνος αὐτόνομον». καὶ Ἀπολλόδωρος δευτέρῳ «ἔπειτα Ὠρίτας τε καὶ Γεδρωσίους, ὧν τοὺς μὲν Ἰνδοὺς ὡς ἐνοικοῦντας πέτραν ....» Ὑθμίτης ἔθνος πρὸς τοῖς Λιβυρνοῖς καὶ Συωπίοις, ὥς φησιν Ἑκαταῖος Εὐρώπῃ. Αὐσχίτης ἔθνος Λιβύης ὑπὲρ Βάρκης, Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ. Ἀμαλεκίτης ἔθνος Ἑβραϊκόν. Αὐαλίτης κόλπος ἐν δεξιοῖς μέρεσι τῆς Ἐρυθρᾶς θαλάσσης. Ἀμμανίτης διὰ δύο μμ γένος τῶν Ναβαταίων Ἀράβων ὡς Ἰώσηπος ἐκλήθησαν δὲ ἀπὸ Ἀμμάνου τοῦ παιδὸς Λώτου καὶ τῆς νεωτέρας θυγατρός. Ἀμανίτης ὁ οἰκήτωρ Ἀμάνου ὄρους πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθήκοντος. Αὐσονίτης. Λυκόφρων «παρʼ Αὐσονίτην Φύλαμον δομήσεται». Βοιίτης. Γεβεωνίτης ἔθνος πλησίον Ἱεροσολύμων, ὡς Ἰώσηπος. Γολομίτης ἔθνος τῆς Ἰδουμαίας. Διοχίτης κώμη Αἰγύπτου, ἐν ᾗ τέθαπται .... Ὄσιρις. ἐθνικὸν τὸ αὐτὸ Διοχίτης. Ἁρματίτης ἐθνικὸν Ἁρμάτων πόλεως πληθυντικῶς Ἰνδικῆς ὡς τοῦ ἕρμα ἑρματίτης· ἔστι καὶ πόλις Ἁρματίτης. Ἐπαρίτης ἔθνος Ἀρκαδίας, περὶ οὗ Ξενοφῶν καὶ Ἔφορος καὶ Ἀνδροτίων φασίν. Εὐωνυμίτης ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ. Ἀλέξανδρος Αἰθιοπικῶν πρώτῳ. Ἰβηρίτης ὁ καὶ Ἴβηρ ἔθνος. Παρθένιος ἐν Λευκαδίᾳ «Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ». Νεφθαλίτης ἔθνος κρατῆσαν τῆς ἕω, ὡς Ἰώσηπος. Ὁμηρίτης ἔθνος Αἰθιόπων. Ὀρβίτης ἔθνος Ἰνδικόν, ὡς Ἀπολλόδωρος δευτέρῳ, περὶ Ἀλεξάνδρειαν. Σαυνίτης τῶν Ἰαπύγων ὅμορος. Τρωΐτης ποταμὸς Αἰγύπτου. ἀστίτης. Σοφοκλῆς Ἀλεξάνδρῳ «οὐ γάρ τι θεσμὰ τοῖσιν ἀστίταις πρέπει» καὶ «βοτῆρα νικᾶν ἄνδρας ἀστίτας. τί γάρ;» ἐντεῦθεν καὶ τὸ ἐν τῇ συνηθείᾳ προαστίτης. οὐ γὰρ παρὰ τὸ προάστιον· ἦν γὰρ προαστεύς ὡς Δουλιχιεύς, ἢ προάστιος ὡς Βυζάντιος. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίσκεται προαστία γῆ ἐν Φρίξῳ Σοφοκλέους «ὅρια κελεύθου τῆσδε γῆς προαστίας». ἀσπιδίτης. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ἀλλʼ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον». παραιγιαλίτης ἰχθῦς παρὰ τὸν αἰγιαλὸν εὑρισκόμενος ὡς Παρωκεανίτης, Παραχελωΐτης. Σινωπίτης, Ἰοπίτης, Ἀκεσίτης, Παγασίτης, Ἀκμονίτης, Ἀβδηρίτης, Γαβαλίτης, Διολκίτης, Μεμφίτης, Ναυκρατίτης, εὐρείτης, βαθυρρείτης, ἀκαλαρείτης ὁ ἡσύχως ῥέων. ἀκαλὸν γὰρ παρὰ Σικελοῖς τὸ ἥσυχον. ἱερείτης, Σαμαρείτης, Ἀταρνείτης, Ἑλείτης, Ἁγνωνείτης, Μαρωνείτης, Καυκωνείτης, Δικαιαρχείτης, Ζελείτης, Ὠρείτης, ἀλείτης, ᾧ ἀντιπαράκειται τὸ ἀλοίτης. τὸ τραπεζίτης ἐπὶ μὲν τοῦ ἐν τῇ ἀγορᾷ διαπονουμένου διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ τράπεζα· ἐπὶ δὲ κυνός, ἐπεὶ ἀπὸ τοῦ τραπεζεύς παρῆκται, διὰ τῆς ει διφθόγγου γράφεται· τοῦτο δὲ παρʼ Ἰβύκῳ εὕρηται κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η.
Καὶ ὅσα παρώνυμα τὸ υ μακρὸν ἔχοντα βαρύνεται, πρεσβύτης, ἐλύτης, βασανύτης, ἁλκυονύτης, Ἀρχύτης, Πιδύτης, Αἰγύτης ἐθνικόν, ὡς Παυσανίας, Κωβρύτης, Μωλύτης, Αἰπύτης, Πατρασύτης· τὸ μέντοι κωλυτής, μηνυτής ῥηματικὰ καὶ οὐ παρώνυμα.
Τὰ εἰς οιτης ἰσοσύλλαβα βαρύνεται, Δαμοίτης, Μενοίτης, Θυμοίτης, Ἀγροίτης, Φιλοίτης, Λαοίτης, Ἀνεμοίτης, Ὀροίτης, Ἀνδροίτης, Σακοίτης, ἀλοίτης, Ζιποίτης βασιλεὺς Βιθυνίας· καὶ τὰ ἐθνικὰ Βουτοίτης ἐκ τοῦ Βουτοΐτης παρὰ τὴν Βουτὼ πόλιν Αἰγύπτου, Σαβοΐτης Σαβοίτης ὁ πολίτης τῆς Σαβοῦς, Κυβοίτης τῆς Κυβώ.
Τὰ εἰς ουτης βαρύνεται, Μαντούτης κατὰ συγκοπὴν παρὰ τὸ Μάντουα ὡς Ζελείτης παρὰ τὸ Ζέλεια. τριακοντούτης.
Τὰ εἰς της ἔχοντα τὴν παραλήγουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα τοῦ ς κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἴη μετοχικά, ὑφάντης, ἀγύρτης, εὐφράντης, ὀξύντης, ἐγέρτης, ὀρίντης, αὐθέντης. Λαέρτης· ἔστι καὶ Κιλικίας χωρίον· Στράβων ιδʹ Ἀλέξανδρος δὲ «καὶ ὄρος καὶ πόλις» φησί. Σιβύρτης· Βερεκύντης, ἀφʼ οὗ ἡ Βερεκυντία χώρα. Βισάλτης ὁ Ἡλίου καὶ Γῆς, ἀφʼ οὗ Βισαλτία πόλις καὶ χώρα Μακεδονίας. καὶ τὸ ἐθνικὸν ὁμοφώνως· ἔστι καὶ Βισάλτης ποταμός. Ἰαξάρτης ποταμὸς ὁ Τάναϊς. τὸ δὲ ἑκοντής, ἐθελοντής μετοχικά. παρὰ δὲ Ἀττικοῖς ὀξύνεται τὸ καθαρτής, ἀμυντής ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, καλλυντής, πραϋντής.
Τὰ εἰς στης ῥηματικὰ πολυσύλλαβα ὀξύνεται, λυριστής, λεπιστής, ὑβριστής, ἐρανιστής, Αἰτωλιστής ὁ αἰτωλίζων καὶ τὰ τῶν Αἰτωλῶν φρονῶν, Ἐορδιστής ἀπὸ τοῦ ἐορδίζω ὡς Λυδός λυδίζω Λυδιστής, δικαστής, ἡλιαστής, δανειστής, παλαιστής, χηρωστής παρὰ τὸ «χήρωσας δὲ γυναῖκα». τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «στείχων δʼ ἀγρώστην ὄχλον» παρώνυμον ὡς καὶ τὸ μονώτης μονώστης.
Τὰ διὰ τοῦ εστης μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, Ὀρέστης παρὰ τὸ ὄρος, Ὀφελέστης παρὰ τὸ ὄφελος, Θυέστης παρὰ τὸ θύος, Ἀκέστης. Διέστης—Παυσανίας δὲ Διάστας αὐτοὺς καλεῖ—Μακεδονικὸν ἔθνος ὡς καὶ Ὀρέστης παρʼ Ἑκαταίῳ Εὐρώπῃ. Πενέστης καὶ Ἐθνέστης—ἀπὸ Ἐθνέστου τοῦ Νεοπτολέμου παιδῶν ἑνός, ὡς Ῥιανὸς δʹ καὶ εʹ—Θεσσαλικὰ ἔθνη. καὶ Κυρρέστης ἔθνος Συρίας, ὡς Πολύβιος πέμπτῳ· Δημήτριος δὲ ὁ Ἀντιγόνου τὸ Κυρήστης διὰ τοῦ η φησὶ καὶ καθʼ ὕφεσιν τοῦ ἑνὸς ρ. ὁμοίως δὲ τῷ Ὀρέστης βαρύνεται καὶ Πιάστης ἔθνος πρὸς τῷ Πόντῳ καὶ Προνάστης ἔθνος Βοιωτίας «Βοιωτῶν δέ τινες τὸ πάλαι ἔθνος Προνάσται καλέονται». καὶ Ἀσβύστης ἔθνος Λιβύης «οἵ τε Τρίτωνος ἐφʼ ὕδασιν Ἀσβύσταο» Καλλίμαχος Αἰτίων πρώτη. τὸ μέντοι κηδεστής καὶ ἀργεστής «ἄνεμος ἀργεστᾶο Νότοιο» ἐπιθετικὰ ὀξύνονται. τὸ δὲ Κηδέστης ὄνομα κύριον βαρύνεται.
Τὰ εἰς στης λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σ, ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής, ὀρχηστής, τευχηστής, ἀλφηστής. τὸ ὠμηστής Ἀρίσταρχος ὡς ἀθλητής, Τυραννίων δὲ ὡς κομήτης, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου προσῳδία.
Τὰ εἰς ης πολυσύλλαβα παρώνυμα μεταθέσει τῆς εἰς ος εἴτε εὐθείας εἴτε γενικῆς εἰς ης γινόμενα βαρύνονται, Ἄραξος Ἀράξης ἔθνος Ἰλλυρίας, Λάπιθος Λαπίθης ἔθνος Θεσσαλίας, εἴσπνηλος εἰσπνήλης ὁ ἐρώμενος, ἀγκυλόχειλος ἀγκυλοχείλης, Ἄσκαλος Ἀσκάλης, δάμαλος δαμάλης «δαμάλης ἔρως», ἀπὸ τοῦ χαράξω Χάραξος Χαράξης, εὔπατρις εὐπάτριδος εὐπατρίδης εὐπατρίδου, ἑπτάπους ἑπτάποδος ἑπταπόδης παρʼ Ἡσιόδῳ, τρίπους τρίποδος τριπόδης, Οἰδίπους Οἰδίποδος Οἰδιπόδης. Γένης Γένητος Γενήτης λιμὴν καὶ ποταμὸς Καππαδοκίας. τὸ δὲ ἐθελοντής ἀπὸ τοῦ ἐθέλοντος καὶ ἑκοντής ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς. τὸ δὲ νεοπτορθής παρὰ τὸ νεόπτορθος καὶ πολυκλαδής παρὰ τὸ πολύκλαδος ὀξύνονται ὡς διὰ τοῦ ους κλινόμενα.
Τὰ εἰς ης ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ους ποιοῦντα τὴν γενικὴν ὀξύνεται, εὐσεβής, ἀσεβής, εὐλαβής, θεοφιλής, αὐτοσφαγής, ἀνηλεγής, ὅθεν τὸ «νίσσετʼ ἀνηλεγέως», δυσηχής, πολυηδής, λαθικηδής, οἰνοπληθής, ἀληθής, ἀναιδής, θυμαρής, δυσαής, ζαχρηής, πολυσπειρής, νεοαρδής, πρωτοπαγής, ἀριφραδής, διοπειθής, πολυδευκής, ἀϊδής «δυσμενέων δʼ ἀϊδής» λέγει Βακχυλίδης, οὗ τὸ οὐδέτερον ἀϊδές «τοῦ δὲ τάφον καὶ σῆμʼ ἀϊδὲς ποίησεν». Ἡσίοδος, Ἀριφράδης δὲ καὶ Διοπείθης, Πολυδεύκης, Ἀΐδης τὰ κύρια βαρύνονται ὡς καὶ τὸ Ἀριστοφάνης Διομήδης. ὁμοίως ὀξύνονται καὶ τὰ εἰς τος τὴν γενικὴν ποιοῦντα, ἡμιθνής, ἡμιτρής, ἐπιβλής· διὸ καὶ παρὰ Ἀριστοφάνει τὸ «ὁ μέγας οὗτος κολακώνυμος ἀσπιδαποβλής», ὅ ἐστι ῥίψασπις, καίτοι ἐκ τριῶν συγκείμενον λέξεων, ὅμως ὀξύνεται· οὐ καλῶς οὖν τὸ ἐπιβλής βαρύνει Ἀρίσταρχος, ὅτι δοκός ἐστιν. οὐ γάρ ἐστι βλής μονοσύλλαβον καθʼ ἑαυτὸ ἐπὶ ταύτης τῆς ἐννοίας, ἵνα ἐν συνθέσει βαρύνηται ὥσπερ τὸ Κρής Ἐτεόκρης. Βαρύνονται δὲ τὰ παρὰ τὸ ὄλω πανώλης, ἐξώλης, προώλης καὶ τὰ παρὰ τὸ ἀρκῶ αὐτάρκης, ποδάρκης—σημαίνει τὸν ταχὺν περὶ τὸν δρόμον ὁ τοῖς ποσὶ τοῖς ἑαυτοῦ ἐπαρκεῖν δυνάμενος πρὸς τὸ ὑπεκφυγεῖν ἢ διώκειν τοὺς πολεμίους. Ὅμηρος «ποδάρκης δῖος Ἀχιλλεύς». ἔστι δὲ καὶ ὄνομα κύριον. ὤφειλε δὲ εἶναι ποδαρκής ὀξυτόνως ὡς ἐπίθετον, ἀλλὰ σεσημείωται τὰ παρὰ τὸ ἀρκῶ. γίνεται δὲ ἡ κλητικὴ πόδαρκες ὡς αὔταρκες· καὶ τὸ οὐδέτερον ποδαρκές ὀξυτόνως, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. σεσημείωται δὲ καὶ τὰ παρὰ τὸ ἀντῶ προσάντης καὶ τὰ παρὰ τὸ ἅδω αὐθάδης. Τὰ μέντοι παρὰ ῥῆμα σύνθετα εἰς ου ἔχοντα τὴν γενικὴν βαρύνεται οἷον πωλῶ παντοπώλης, μετρῶ γεωμέτρης, τρίβω παιδοτρίβης, ὀφείλω χρεωφείλης, βαίνω ναυβάτης, μισῶ ἐργομίσης, τύπτω πατροτύπτης. τὸ μέντοι φιλαλήθης καὶ μισαλήθης καὶ εὐήθης καὶ κακοήθης παρώνυμά εἰσιν, οὐ παρὰ ῥῆμα.
Τὰ παρʼ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγόμενα, συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος «ἀγχιβαθής δὲ θάλασσα», λέχος ἀγχιλεχής· Ἀντίμαχος «τό ῥά οἱ ἀγχιλεχὲς κρέματο περὶ πάσσαλον ἀεί», κράτος ἐγκρατής, γένος εὐγενής, ἀγενής, δυσγενής, προσγενής, τέλος εὐτελής, ἐντελής, μένος εὐμενής, δυσμενής, μέρος ἀμερής, κλέος δυσκλεής, τεῖχος εὐτειχής. τὸ δὲ «εὐτείχεα» οὐ παρὰ τὸ εὐτειχής, ἀλλὰ παρὰ τὸ εὐτείχεος, ἀφʼ οὗ τὸ «δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι», κατὰ μεταπλασμὸν ὡς πυργοκέρατον πυργοκέρατα· τὸ η παρῃτησάμην διὰ τὸ εὐμήκης, ἐπιμήκης, συνήθης, κακοήθης, μεγακήτης, τὴν δισυλλαβίαν διὰ τὸ εὐμεγέθης, εὐστελέχης. τὰ δὲ παρὰ τὸ ἔτος παρʼ ἡμῖν μὲν ὀξύνονται, διετής, τριετής, παρὰ δὲ τοῖς Ἀθηναίοις βαρύνονται· οἱ γὰρ Ἀθηναῖοι διέτης, τριέτης, ἑξαέτης λέγουσι βαρυτόνως ὁμοίως τῷ εὐνέτης, οἰκέτης καὶ ἱκέτης, εἰ καὶ ταῦτα εἰς ου δίφθογγον ἔχουσι τὴν γενικὴν τῶν παρὰ τὸ ἔτος εἰς ους αὐτὴν ἐχόντων. οὐ μόνον δὲ περὶ τὸν τόνον πταίουσιν οἱ Ἀττικοὶ τοῖς παρὰ τὸ ἔτος βαρυτόνως αὐτὰ προφέροντες, ἀλλὰ καὶ περὶ τὴν κλίσιν. οἷον δωδεκαέται γὰρ λέγουσι τὴν εὐθεῖαν τῶν πληθυντικῶν, ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιούμενοι αὐτὴν ὥσπερ ὁ οἰκέτης τοῦ οἰκέτου οἱ οἰκέται, ὀφείλοντες εἰπεῖν οἱ δωδεκαέτεις ὥσπερ οἱ Δημοσθένεις· ὡσαύτως καὶ τὰ θηλυκὰ τούτων ὡς ἀπὸ ἰσοσυλλάβου κλίσεως ποιοῦνται· ὥσπερ γὰρ ὁ πολίτης τοῦ πολίτου καὶ ἡ πολῖτις τῆς πολίτιδος καὶ ὁ κυνηγέτης τοῦ κυνηγέτου καὶ ἡ κυνηγέτις τῆς κυνηγέτιδος, οὕτω καὶ ἀπὸ τοῦ τριακονταέτης τριακονταέτου ποιοῦσι τὸ θηλυκὸν ἡ τριακονταέτις τριακονταέτιδος, ὡς παρὰ τῷ συγγραφεῖ «τῶν τριακονταετίδων σπονδῶν» καὶ κατὰ κρᾶσιν τριακοντουτίδων, ὀφείλοντες εἰπεῖν ἡ τριακονταετής τῆς τριακονταετοῦς. τούτων οὕτως ἐχόντων «ὄτριχας οἰέτεας» ἀναγινώσκουσι κατὰ βαρεῖαν τάσιν, ἀλλʼ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· «ἑξετέα γὰρ ἀδμήτην» ἀναγινώσκουσιν ὡς εὐσεβέα. Τοῖς μέντοι ἐπιθετικοῖς ὀξυνομένοις συνθέτοις παράκειται κύρια βαρύτονα «αὐτὰρ ὁ διογενής», ἀλλὰ Διογένης, «πολυνεικὴς δῖʼ Ἑλένα», ἀλλὰ Πολυνείκης, «παγκρατὴς ἀλήθεια»—Παγκράτης, «ὁ πλοῦτος εὐρυσθενής»—Εὐρυσθένης, εὐτειχής—Εὐτείχης ὄνομα κύριον παρʼ Ἀλκμᾶνι «Εὐτείχη τʼ ἄνακτʼ Ἀρήϊον», τηλαυγής Τηλαύγης, Καλλισθένης, Δημοσθένης, Ἀντιγένης, Ἀριστομένης, Πυλαιμένης. οὐ μάχεται τὸ Εὐμενής· οὐ γὰρ πάντως τὰ μὲν κύρια ἀεὶ βαρύνεται, τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, ἀλλʼ εἴ που βαρύνεται τὸ κύριον, τὸ ἐπιθετικὸν ὀξύνεται.
Τὰ παρὰ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην, εὐτυχοῦς εὐτυχές εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ νεήκης παρὰ τὸ ἀκή συντιθέμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης, μεγακήτης. Τὰ δὲ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα μὴ ἔχοντα οὐδέτερον καὶ εἰς ου ἔχοντα τὴν γενικὴν βαρύνονται, ἀκειροκόμης, ἑλλανοδίκης, μισογύνης, κυανοχαίτης, κλυτοτέχνης.
Τὰ εἰς ης παρὰ τὸ ἔργον ὀξύνεται, λεπτουργής, Ναξιουργής, Ἀττικουργής, Κορινθουργής.
Τὰ εἰς ης ἀπὸ τῶν εἰς υς ὀξυτόνων μὲν ὀξύνονται, βριθύς ἐμβριθής, βαρύς ἀβαρής, ἡδύς ἀηδής, ἠΰς ἐνηής· οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γινόμενον ἀπὸ τοῦ ὠκύς· ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι «ποδωκὴς δʼ Ἀταλάντη». τί οὖν ἐπὶ τοῦ Δόλωνος κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου; «ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης». τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνονται, πῆχυς τριπήχης, τετραπήχης.
Τὰ εἰς ης σύνθετα μὴ ἀπὸ μονοσυλλάβων τὴν πρωτοτύπων τάσιν φυλάττει, ἐρανιστής ἀρχιερανιστής, δανειστής μισοδανειστής, λῃστής ἀρχιλῃστής, κορυστής ἱπποκορυστής, Ἀπελλῆς Φιλαπελλῆς, σαφής ἀσαφής, ἀντεραστής, φιλαθλητής, φιλοψευδής. σεσημείωται ἀληθής φιλαλήθης—ἐπειδὴ τὰ διὰ τοῦ ηθης σύνθετα παρώνυμα βαρύνεται οἷον ἦθος εὐήθης, συνήθης, κακοήθης, τούτοις συνεξηκολούθησε καὶ τὸ φιλαλήθης παναλήθης—καὶ δικαιοκρίτης, ὀνειροκρίτης, ἐπειδὴ παράλογός ἐστιν ἐν τῇ ἁπλότητι ἡ ὀξεῖα τάσις, ὤφειλε γὰρ βαρύνεσθαι τὸ κριτής· τὸ δὲ ὑποκριτής, προκριτής, παρακριτής οὐ παρὰ τὸ κριτής, ἀλλὰ τὸ ὑποκρίνομαι, προκρίνω, παρακρίνω. τὸ δὲ Ἐτεόκρης καὶ ἑτερόγνης ἀπὸ μονοσυλλάβων συντέθειται· τὰ γὰρ μονοσύλλαβα ὀνόματα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον οἷον χθών αὐτόχθων, Θρᾷξ Σαμόθρᾳξ, παῖς εὔπαις χωρὶς τοῦ πτώξ πολυπτώξ. οὐκ ἀντίκειται ἡμῖν τὸ «Ποσειδάωνος ὑποδμώς»· παρέλκουσαν γὰρ ἔχει τὴν ὑπό πρόθεσιν.
Τὰ εἰς της πολυσύλλαβα θηλυκὰ βαρύνονται, λογιότης, λευκότης, ποιότης, ἑνότης, ἰότης, ἰσότης, κουφότης, δανότης, ὀρσότης, λαμπρότης, ὁσιότης, γενναιότης, μεγαλειότης, κοσμιότης, κακότης, δασύτης, δριμύτης, γλυκύτης. σεσημείωται ταχυτής, βραδυτής, ἁδροτής, ἀνδροτής, δηϊοτής. καὶ τὰ παρʼ Ἀττικοῖς ὀξύτονα τραχυτής, κουφοτής. τὸ μέντοι ποτής καὶ ἑστής καὶ ἐσθής δισύλλαβα. τὸ δὲ νημερτής καὶ ἀψευδής ἐπίθετα. Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα. ΠΕΡΙ ΤΩΝ ΕΙΣ ις ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ δʹ.
Τὰ εἰς ις συνεσταλμένον τὸ ι ἔχοντα ἀρσενικὰ καὶ θηλυκὰ καὶ κοινὰ βαρύνεται, ὄφις, ἔχις, Θέτις, ὄϊς, πάϊς, μάντις, Ἄλεξις, Πρύτανις.
Τὰ εἰς ις θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν ἁπλᾶ ἐκτείνοντα τὸ ι ἐπὶ τέλους ἔχουσι τὸν τόνον οἷον κνημίς, κρηπίς, σφραγίς, ἁψίς.
Τὰ εἰς ις λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, Θαΐς, Λαΐς, Ἀμυκλαΐς, Ἀργαΐς νῆσος πρὸς τῇ Λυκίᾳ, Πτολεμαΐς, Κωπαΐς λίμνη, Γερραΐς, Θηβαΐς καὶ χώρα καὶ γυνή, Κυρηναΐς, Ῥωμαΐς, Φωκαΐς, Δαναΐς, Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφʼ Ἡρακλέους ἀναιρεθεισῶν· πεσεῖν γάρ φησιν Ἀρριανὸς τὰς μάλιστα διαφερούσας Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν. Πλαταιΐς, Τυμφαιΐς, Ἀχαιΐς, Κυταιΐς, Ἀκταιΐς, ληΐς, Κιρφηΐς, Βρισηΐς, Νηρηΐς, Ἀλαλκομενηΐς, ὅπερ οὐ παρὰ τὸ ἀλαλκεῖν, ὡς Ἀρίσταρχος, ἦν γὰρ Ἀλαλκηΐς, ἀλλʼ ὥσπερ Θησεύς Θησηΐς, οὕτως Ἀλαλκομενεύς Ἀλαλκομενηΐς, Αἰθιοπηΐς, Αἰγηΐς φυλὴ τῆς Ἀττικῆς, Ἰδηΐς, Ἀλυβηΐς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ «ὅστις μὲν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα» τουτέστι τὴν ἀργυρᾶν διὰ τὰ μέταλλα. Ἀμυρηΐς, Παταληΐς, βασιληΐς, Οἰτηΐς, Βοιβηΐς, Καδμηΐς. ἐκαλεῖτο οὕτως ἡ Βοιωτία ὡς Θουκυδίδης, Βρυγηΐς, Παταρηΐς, Πελοπηΐς, Γολγηΐς, Μινυηΐς, Ῥοιτηΐς, Γρυνηΐς, Θυνηΐς, Δολοπηΐς ἡ χώρα τῶν Δολόπων, Λελεγηΐς. οὕτω πρῶτον Μίλητος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, ὡς Δίδυμος ἐν συμποσιακοῖς. Λιλυβηΐς, Λυκτηΐς, Δραγγηΐς, Ταμυνηΐς, Δρυοπηΐς, Δωτηΐς. Ῥιανὸς ἐν δʹ Μεσσηνιακῶν «αὐδὴν εἰσάμενος Δωτηΐδι Νικοτελείῃ». Μελανηΐς· οὕτως ἐκαλεῖτο Ἐρέτρια ἀπὸ Μελανέως τοῦ Εὐρύτου πατρός. Δρυηΐς, Τριοπηΐς, Μακριηΐς, Ὑλληΐς, Μεγαρηΐς, Φυλληΐς, Φιλυρηΐς πλεονασμῷ τοῦ η παρὰ τὸ Φιλυρίς, Πλατηΐς νῆσος παρὰ τῇ Λυκίᾳ. Ἐπειΐς, Τηλεβοΐς μοῖρα τῆς Ἀκαρνανίας ἀπὸ Τηλεβόου ἣ πρότερον Ταφίων ἐκαλεῖτο. Εὐβοΐς, Τρωΐς, Ἀθωΐς, Ὁμολωΐς· Ὁμολωΐδες Θηβῶν πύλαι πρὸς τῷ ὄρει. Ἀχελωΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρʼ Ἡροδότῳ λεχθέντα παράθηται. ὡσαύτως δὲ καὶ Θμοῦις πόλις Αἰγύπτου, Σύϊς πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει, καὶ Κρῶϊς Ἀράβων πόλις βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαΐς ἡ μάχη ὀξύνεται, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς. τὸ δὲ Κράταιϊς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν «βωστρεῖν δὲ Κράταιϊν»· τάχα δὲ καὶ τοῦτο πρὸς διαστολήν. καὶ τὸ νηΐς μόνως θηλυκὸν ἐπὶ τῆς νύμφης ὀξύνεται, τὸ δὲ νῆϊς τὸ ἀρσενικὸν ἀντὶ τοῦ ἄπειρος οἷον «νῆϊς ἀέθλων» βαρύνεται.
Τὰ εἰς ις βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνονται, μῆτις πολύμητις, ἴδρις ἄϊδρις, πόλις φιλόπολις, χάρις εὔχαρις.
Τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γένοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, σκελίς περισκελίς, νυχίς παννυχίς, τοῦ δὲ δευτέρου, ἐλπίς δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς καὶ μελαμψήφις βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις. καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ Θεσσαλικοῖς «τοὶ δʼ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης».
Τὰ εἰς ις παρώνυμα ὀξύνονται, δρυμός Δρυμίς «Δρυμίδες νύμφαι», λόγος «Λογίδες σεμναί», φορμός «φορμίς· ἰσχάδιον» παρʼ Ἀλέξιδι. Κάδμος Καδμίς παρʼ Ἰβύκῳ «παρελέξατο Καδμίδι κούρᾳ», Παρνασσός Παρνασσίς, Μολοσσός Μολοσσίς, Κηφισός Κηφισίς, Τευμησσός Τευμησσίς· τὸ ἄσις ἀντίκειται «τόσσην οἱ ἄσιν ἐφύπερθε καλύψω»· ὑποπίπτει γὰρ ἑτέρῳ κανόνι· τὰ ἐπὶ τοῦ αὐτοῦ γένους παραλαμβανόμενα καὶ ταὐτὰ σημαίνοντα ὁμοτονεῖ φήμη φῆμις, ἄση ἄσις.
Τὰ εἰς ις πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνονται Πριαμίς, Τανταλίς, Τυνδαρίς ἡ τοῦ Τυνδάρεω, Ἑλικωνίς, Αὐσονίς, Βιστονίς, Ἀβαντίς, Εὐξαντίς καθʼ ὕφεσιν τοῦ α ἐκ τοῦ Εὐξαντιάς.
Τὰ εἰς ις ὑποκοριστικὰ ἔχοντα ἐν ἴσαις συλλαβαῖς τὴν παραγωγὴν ὀξύνεται, θεραπαινίς, ἑταιρίς, λυρίς. τὸ δὲ Ἶφις ἀπὸ τοῦ ἶφι γενόμενον βαρύνεται.
Τὰ εἰς ις ἐσχηματισμένα ἀπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται καὶ συστέλλουσι τὸ ι, ποιήσω ποίησις, γνώσω γνῶσις, πράξω πρᾶξις, ἕξω ἕξις, μέμψω μέμψις, λέξω λέξις· οὕτω καὶ ἅψω ἅψις ὤφειλεν εἶναι· ὅθεν Ἡσίοδος ἀναλογώτερον εἶπεν ἅψις βαρυτόνως «τρισπίθαμον δʼ ἅψιν τάμνειν δεκαδώρῳ ἁμάξῃ». ἔστιν οὖν εἰπεῖν ὅτι, ἐπειδὴ τὸ ἁψίς ἐκτείνει τὸ ι, ὡς δηλοῖ τὸ «μή πως ὡς ἁψῖσι λίνου ἁλόντε», τούτου χάριν καὶ ὀξύνεται.
Τὰ εἰς βις δισύλλαβα ὀξύνεται ἢ βαρύνεται· καὶ ὀξύνεται μὲν τὰ παρώνυμα οἷον λαβίς παρὰ τὸ λαβή καὶ ἐπιθετικὰ οἷον Λεσβίς καὶ ἐκτείνοντα τὸ ι οἷον βαλβίς· τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται, ἶβις, Ἄρβις ποταμὸς Ἰνδικῆς καὶ ἔθνος· λέγεται δὲ καὶ Ἄραβις. Νίβις πόλις Αἰγύπτου, Φλέγων ρμʹ Ὀλυμπιάδι, Τάβις πόλις Ἀραβίας. Ἑκαταῖος περιηγήσει Αἰγύπτου. Νάρβις Ἰλλυρίας πόλις. Ζόμβις πόλις τῆς Μηδίας. Χέμβις νῆσος ἐν Βουτοῖ, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου «ἐν Βουτοῖ περὶ τὸ ἱερὸν τῆς Λητοῦς ἐστι νῆσος Χέμβις ὄνομα, ἱρὴ τοῦ Ἀπόλλωνος· ἔστι δὲ ἡ νῆσος μεταρσίη καὶ περιπλέει καὶ κινέεται ἐπὶ τοῦ ὕδατος».
Τὰ εἰς βις ὑπερδισύλλαβα ὀξύνεται ἢ προπαροξύνεται· ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικά, Νιοβίς, Λυκαμβίς, Περραιβίς, Κανωβίς, Ἐρεμβίς, Τορρηβίς «ἐν δὲ τῇ Τορρηβίδι ἐστὶν ὄρος Κάριος καλεόμενον καὶ τὸ ἱερὸν τοῦ Καρίου ἐκεῖ». σεσημείωται τὸ κάνναβις. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται, Ἀθάρραβις πόλις Αἰγύπτου. Ἑκαταῖος δʼ ἐν δευτέρῳ περιηγήσεως διʼ ἑνὸς ρ καὶ τοῦ μ «Ἀθάραμβις πόλις». Ἄθλιβις πόλις Αἰγύπτου. Νικάνωρ δʼ ὁ Ἑρμείου ἐν τῇ πρὸς Ἀδριανὸν γραφῇ διὰ τοῦ ρ φησὶν Ἄθριβις. οὕτω καὶ Στράβων. ἔστι καὶ ἄλλη ἐν Ἀραβίᾳ. Ἴαβις πόλις τῆς Γαλαδίτιδος. Ἰώσηπος. λέγεται καὶ Ἰαβισσός. Κάραμβις ἄκρα τοῦ Πόντου. Πνέβεβις πόλις Αἰγύπτου, Ψινέκταβις κώμη Αἰγυπτία. Νίσιβις πόλις ἐν τῇ Περαίᾳ τῇ πρὸς τῷ Τίγρητι. Φίλων ἐν Φοινικικοῖς Νάσιβις φησὶ διὰ τοῦ α. σημαίνει δέ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας. Δάνουβις ἢ Δάνουσις Ἴστρος ὁ ποταμός. ἑρμηνεύεται δὲ ὥσπερ τοῦ ἁμαρτεῖν ἔχων αἰτίαν. Ἄνουβις, κάνναβις. σημείωσαι τὸ καλλαβίς.
Τὰ εἰς γις δισύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ γ, αἰγίς, μαγίς, σφαγίς, σφραγίς, Βρυγίς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ γ γὰρ ὥσπερ καὶ τὸ γέλγις γίγγις. ἔστι δὲ Γέργις πόλις Τροίας. λέγεται καὶ ἡ Γέργιθος εὐθεῖα ἀπὸ γενικῆς ὡς Τροίζηνος
Ἔτι τὰ εἰς γις πολυσύλλαβα, στρατηγίς, ἁλουργίς, ἀμοργίς. τὸ δὲ ἄμοργις ἡ ὑποστάθμη βαρύνεται καὶ Μέσσωγις ὄρος Λυδίας.
Τὰ εἰς δις παρώνυμα ὀξύνεται, Μηδίς, Ἀσπενδίς «Ἀσπενδίδα γαῖαν». Λαρανδίς. τὰ δὲ ἄλλα βαρύνεται Βῖδις φρούριον ἐν τῇ τῶν Ταυρομενιτῶν χώρᾳ, Σάρδις πόλις Λυδίας, Βούσμαδις Ἰσαυρικὴ πόλις.
Τὰ εἰς ζις βαρύνεται, Ῥίζις ἄκρα μεγάλη, ἣν οἰκοῦσι Τρωγλοδύται.
Τὰ εἰς θις δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται, πληθίς, Ἀτθίς, τηθίς ἡ πατρὸς ἀδελφή. Σκυθίς· οὕτω Δῆλον κεκλῆσθαι Νικάνωρ φησίν. Τευθίς πόλις Ἀρκαδίας. Παρθίς χώρα Μακεδονίας. σεσημείωται τὸ Δένθις καὶ κόρθις καὶ Κρᾶθις. Λυκόφρων «Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος». καὶ Ὦφθις πόλις Λιβύης Αἰγύπτῳ περικειμένη.
Τὰ εἰς θις ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων, ἀκανθίς, κολοκυνθίς, ἀγαθίς. Ἠμαθίς χώρα ἡ νῦν Μακεδονία. Ἀσπαλαθίς νῆσος Λυκίας. λέγεται οὕτω διὰ τὰς ἐν αὐτῇ πεφυκυίας ἀσπαλάθους. Ἀψυνθίς χώρα. Ἐρυμανθίς, Οἰανθίς, Τιρυνθίς, Παρνηθίς, Πεπαρηθίς. τὸ δὲ Ταμίαθις καὶ Μένουθις κώμη πρὸς τῷ Κανώβῳ καὶ Τερένουθις, Θέρμουθις, Ἔλβονθις πόλις μεταξὺ Αἰγύπτου καὶ Κυρήνης, Φενέβηθις, Ἕρμωνθις πόλεις Αἰγύπτου βαρύνονται.
Τὰ εἰς κις δισύλλαβα ὀξύνεται, Φωκίς χώρα περὶ τὸν Παρνασόν. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Φώκου τινός. κερκίς, χαλκίς. ἔστι καὶ πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπῃ «Χαλκὶς πόλις ἐστίν, ἣ πρότερον Εὔβοια προσηγορεύετο». ἐκλήθη δὲ ἀπὸ Κόμβης τῆς Χαλκίδος καλουμένης, θυγατρὸς Ἀσωποῦ. Ἐπαφρόδιτος δὲ μαρτυρεῖ ἐκεῖ χαλκὸν πρῶτον εὑρεθῆναι «καὶ πρῶτοι χαλκὸν ἐκεῖ ἐνεδύσαντο οἱ Κούρητες οἱ μετὰ Διὸς ἐλθόντες, οὓς φύλακας τῆς νήσου καὶ τοῦ ἱεροῦ τῆς Ῥέας κατέλιπεν· ἀφʼ οὗ οἱ Χαλκιδεῖς ὠνομάσθησαν». μέμνηται δʼ αὐτῆς καὶ ὁ ποιητής «Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν». καὶ τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὁμώνυμον τῇ πόλει ὡς Φωκίς, Λοκρίς, ἡ χώρα καὶ ἡ γυνή. Ἑλλάνικος ἱερειῶν Ἥρας δευτέρῳ «Ἡρακλέης ἐκ Χαλκίδος μετὰ Χαλκιδέων καὶ Ναξίων ἐν Σικελίῃ πόλεις ἔκτισε». ἔστι καὶ Χαλκίς πόλις Κορίνθου, Αἰτωλίας, ἀφʼ ἧς Ἀχελῷος ῥεῖ, καὶ πόλις ἐν Συρίᾳ κτισθεῖσα ὑπὸ Μονικοῦ τοῦ Ἄραβος, καὶ ἐν Σκυθίᾳ· ἔστι καὶ νῆσος ἔχουσα πόλιν ὁμώνυμον πρὸς τῇ Λέσβῳ. ἔστι καὶ ἐν Ἄθῳ ἄλλη Χαλκίς, ὡς Εὔδοξος τετάρτῳ «μετὰ δὲ τὸν Ἄθω μέχρι Παλλήνης, ἣ ἐπὶ θάτερα πεποίηκε κόλπον βαθὺν καὶ πλατὺν Χαλκίδα ἐπονομαζόμενον». ἔστι δὲ καὶ Χαλκίς ποταμός, ἀφʼ οὗ ἡ Χαλκῖτις νῆσος ἐκλήθη. φαρκίς, κηκίς. Γραικίς, Σακίς, Συκίς πόλις ἀπὸ τῶν συκῶν καλουμένη. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυπάρισσος, Ἐλαία, καὶ τύπῳ περιεκτικῷ Σικυών Μαραθών καὶ εἰς ους Δαφνοῦς, Κερασοῦς, Φηγοῦς, Μυρρινοῦς, Ἀχερδοῦς, Ἀγνοῦς, Σελινοῦς. οὐδὲν δὲ τῶν τοιούτων εἰς ις λήγει, Συκίς, ἀλλʼ ἐχρῆν ἢ Συκᾶς ὡς καὶ λέγονται, ἢ Συκῆν, ὡς Στράβων αὐτὴν λέγει, ἢ Συκοῦντα ἢ Συκῶνα λέγεσθαι. τὸ δὲ Κίκις βαρύνεται. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, παλλακίς, πινακίς, φαρμακίς. Ὑποχαλκίς πόλις Αἰτωλίας. Ἑκαταῖος Εὐρώπῃ. Ἀρσακίς, Ἀτρακίς, Φαιακίς, Ῥυνδακίς, Σαλμακίς πόλις Καρίας, Βυζακίς χώρα περὶ τὰς Σύρτεις ὡς Πολύβιος ἐν δωδεκάτῳ «σταδίων μὲν οὖσα τὴν περίμετρον δισχιλίων, τῷ δὲ σχήματι περιφερής». Ἰωλκίς, Τεμμικίς, Σελευκίς χώρα. ἔστι καὶ ποτηρίων εἶδος ἀπὸ Σελεύκου. Ναρθηκίς νησίδιον ἐγγὺς Σάμου ἐν δεξιᾷ τοῖς προσπλέουσι πρὸς τὴν πόλιν.
Τὰ εἰς λις ἀπλᾶ ἔχοντα σύμφωνον κατʼ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ θ κλίνοιτο ἢ πόλιν σημαίνοι, φυλλίς· ἔστι δὲ καὶ χώρα Θρᾴκης. Ἡρόδοτος ἑβδόμῃ … «ἡ δὲ γῆ αὕτη περὶ τὸ Πάγγαιον ὄρος καλέεται Φυλλίς». ἔστι καὶ ποταμὸς Βιθυνίας Φυλλίς. κιγκλίς, θυλλίς ὁ θύλακος. Ὑλλίς τὸ θηλυκὸν ἐθνικοῦ παρὰ Καλλιμάχῳ ἀπὸ Ὑλλίδος Ἀργείας μιᾶς τῶν νυμφῶν καὶ Ἀπολλόδωρος Ὑλλὶς πρόκειται χερρόνησος ἡλίκη μάλιστα Πελοπόννησος, ὥς φασι ..... ............. πεντεκαίδεκα πόλεις ἔχουσα παμμεγέθεις οἰκουμένας. ἔστιν Ὑλλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Βυβλίς, ἀδελφὴ Καύνου, οὗ ἐρασθεῖσα φεύγοντος ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλις πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Βύλλις πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ θ κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν.
Τὰ εἰς λις βραχείᾳ παραληγόμενα δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ π ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται, βολίς, φολίς, σελίς, ψαλίς, πυλίς ὑποκοριστικόν. τὸ δὲ πρύλις βαρύνεται ἡ ἔνοπλος ὄρχησις ὥσπερ καὶ ἡ πόλις ἀπὸ τοῦ π ἀρχομένη. καὶ Τύλις πόλις Θρᾴκης τοῦ Αἵμου πλησίον, καὶ Σκόλις Ἀχαΐας πόλις καὶ Ψίλις ποταμὸς τῆς Βιθυνίας ἐκρέων εἰς τὸν Εὔξεινον πόντον.
Τὰ εἰς λις δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς α μακροῦ, ὀξύνεται, μηλίς ἡ μηλέα καὶ Μηλίς ἡ χώρα, δουλίς, Δαυλίς πόλις Φωκίδος. Ὅμηρος «Δαυλίδα καὶ Πανοπῆα». δαύλον δὲ τὸ δασύ. δασεῖα δὲ ἡ πόλις. Παυσανίας δὲ δεκάτῳ «ἀπὸ νύμφης Δαυλίδος». οἱ δὲ ὕστερον Δαύλειάν φασι προπαροξυτόνως καὶ διὰ διφθόγγου. ἐναντιοῦται τὸ μαῦλις ἡ μάχαιρα καὶ τὸ τῆλις. τὸ δὲ τᾶλις ἡ μελλόγαμος τὸ α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις πόλις Λιβύης πρὸς τῇ Κυρήνῃ, ἀπό τινος Βάλεως, οὗ καὶ ἱερὸν ἔχει. καὶ μᾶλις. καὶ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ ἀπὸ Ἠλίου τοῦ Ταντάλου παιδός. ἔστι καὶ ἄλλη Ἀρκαδίας καὶ τρίτη Ἱσπανίας. καὶ ὗλις ἡ ὑλία. καὶ Βοῦλις πόλις Φωκίδος ἀπὸ Βούλωνος οἰκιστοῦ, Πῶλις πόλις Αἰγύπτου. καὶ αὖλις ἡ ἔπαυλις αἰολικῶς, Αὐλίς δὲ ἡ πόλις Βοιωτίας ὀξύνεται «καὶ Αὐλίδα πετρήεσσαν». ἡ δὲ αἰτιατικὴ «Αὖλιν τʼ ἔσφαγον» παρὰ τῷ Εὐφορίωνι ἀπὸ εὐθείας βαρυνομένης γέγονε· ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. Τρύφων τὸ Αὐλίς παράγει παρὰ τὸ ἀλισθῆναι ἀλίς καὶ αὐλίς, ὅτι εἰς αὐτὴν ἠθροίσθησαν οἱ Ἕλληνες· βέλτιον ἀπὸ τῆς Αὐλίδος τῆς Εὐωνύμου τοῦ Κηφισσοῦ.
Τὰ εἰς λις ὑπερδισύλλαβα εἰς α βραχὺ προπαραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην συλλαβὴν καταλήγουσαν εἰς ν ἀφώνου ἐπιφερομένου, Ἀτταλίς φυλὴ τῆς Ἀττικῆς, ἣν Ἀττάλῳ ἀνέθηκαν Ἀθηναῖοι, Αἰγιαλίς παρʼ Ἀλκμᾶνι, Αἰθαλίς, Οἰχαλίς, Φαρσαλίς, Δαιδαλίς, Θετταλίς· ἔστι καὶ θετταλίς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις, Ἀρδαλίς, Ἀρδαλίδες αἱ μοῦσαι ἐν Τροιζῆνι. Ἰταλίς, Καβαλίς τὸ θηλυκὸν τοῦ ἐθνικοῦ ὡς Στράβων «ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα». ὁ δὲ πολυίστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν. Τανταλίς, Πανθαλίς ἡ θεράπαινα Ἑλένης, ἀγκαλίς, τὸ γὰρ γ ἐκ τοῦ ν, δενδαλίς. τὰ μέντοι προσηγορικὰ ἢ κύρια προπαροξύνονται, βούβαλις, δάμαλις, βαύκαλις. Νάρμαλις πόλις Πισιδίας, Κάβαλις πόλις πλησίον Κιβύρας πρὸς νότον Μαιάνδρου. Στράβων τρισκαιδεκάτῃ. Κάραλις πόλις Λιβυκή, Σάδαλις Αἰγυπτία πόλις, Σύαλις πόλις Μαστιανῶν. σεσημείωται τὸ τροφαλίς ἐπὶ τυροῦ ὀξυνόμενον, ἧς χρῆσις παρὰ τῷ κωμικῷ Ἀντιφάνει ἐν τῷ «τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω», ἵνα εἴη αἰνιγματωδῶς λέγων λινοσάρκους ἤγουν λεπτὰς καὶ ἁπαλὰς τροφαλίδας τὸν τοιοῦτον τυρόν. τροφαλίδα δὲ ῥητέον διὰ τοῦ ο, οὐ τρυφαλίδα διὰ τοῦ υ. ἡ γὰρ λέξις εἴρηται παρὰ τὸ τρέφεσθαι, ὅ ἐστι πήγνυσθαι, ἐξ οὗ καὶ τρόφι κῦμα εἴρηται. χρῆσις δὲ τοῦ εἰρημένου τρέφεσθαι παρὰ τῷ ποιητῇ ἐν τῷ «μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι».
Τὰ εἰς λις ὑπερδισύλλαβα παραληγόμενα η βαρύνεται, κάπηλις, κύβηλις ὁ πέλυξ, ἔπηλις τὸ πῶμα τῆς λάρνακος, τρόπηλις ἡ δέσμη τῶν σκορόδων. Μέτηλις πόλις πλησίον Ἀλεξανδρείας, Φασάηλις πόλις τῆς Ἰουδαίας ὑπὸ Ἡρώδου κτισθεῖσα τοῦ πρώτου βασιλέως τῆς χώρας, τῷ ὀνόματι τοῦ ἀδελφοῦ, ὡς Ἰώσηπος ἐν αʹ τοῦ πρὸς Ῥωμαίους πολέμου … , Ὕψηλις κώμη Αἰγύπτου, Φάσηλις νῆσος Παμφυλίας. τὸ μέντοι ἀγγεῖον ὀξύνεται.
Τὰ εἰς δύο λλ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ παρώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς ης, κορυδαλλίς, ἀναβαλλίς ἡ σφαῖρα, συκαλλίς, μοιχαλλίς, θρυαλλίς. Ἀκακαλλίς ἡ Μίνω θυγατήρ, τὸ μέντοι κάβαλλις βαρύνεται.
Τὰ εἰς λις ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύσει βραχέων ἢ τὸ ι ἢ τὸ υ βραχύ, ὀξύνεται, κυψελίς, βασιλίς, Αἰολίς, Ἐγχελίς, Κυβελίς· Πείσανδρος δεκάτῳ, Ἀργολίς, Ὀζολίς ἡ χώρα, Δασκυλίς, πηγυλίς «νὺξ γὰρ ἐπῆλθε κακὴ Βορέαο πεσόντος πηγυλίς», Θηγυλίς ἐπίθετον Ἀθηνᾶς, γογγυλίς. τὸ μέντοι Ἄζιλις τὸ ζι μακρὸν ἔχει. ἔστι δὲ πόλις Λιβύης. τινὲς δὲ Ἄζιριν μετὰ τοῦ ρ λέγουσι τὸν χῶρον. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁμοίως καὶ τὸ Ἄγρυλις προπαροξύνεται διὰ τὸ τοῦ υ μῆκος. καὶ τὸ Σισίγυλις πόλις μεγάλη πλησίον Κελτικῆς. τὸ δὲ Παμφυλίς ἐθνικὸν καὶ Τριφυλίς ὀξύνεται ὡς Αἰολίς Αἰτωλίς καὶ τὰ ὅμοια.
Τὰ εἰς λις παρώνυμα τῷ ω ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται, Πακτωλίς, Αἰτωλίς, Ἰουλίς πόλις ἐν Κέῳ τῇ νήσῳ ἀπὸ Ἰουλίδος κρήνης. τὸ Ἄδουλις πόλις Αἰθιόπων προπαροξύνεται καὶ τὸ ἀρτόπωλις.
Τὰ παρὰ τὸ πόλις συντεθέντα ὀνόματα προπαροξύνεται, Ἑρμούπολις Αἰγύπτου πόλις. εἰσὶ δὲ δύο καὶ μεγάλη καὶ μικρά. Χρυσόπολις ἐν Βιθυνίᾳ. Ἔφορος εἰκοστῷ τρίτῳ «παραδοῦναι τὴν Καλχηδονίων Χρυσόπολιν τοῖς συμμάχοις». καὶ Θεόπομπος ἐν πρώτῳ Ἑλληνικῶν «ἀνήχθησαν εἰς Καλχηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοιποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν». ἔστι καὶ ἄλλη Κιλικίας, ὡς ὁ πολυίστωρ. Χυτρόπολις Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ «παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως». Τρίπολις, πόλις Φοινίκης διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου, Τύρου καὶ Σιδῶνος. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας, καὶ ἄλλη Καρίας ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου καὶ ἄλλη Ποντική. Τετράπολις ἔχουσα δήμους καὶ πόλεις τέσσαρας Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ὑάμπολις πόλις Φωκίδος. Προξενούπολις περὶ Ναύκρατιν, Πυθόπολις Καρίας πόλις ἀπὸ Πυθοῦ περισπωμένως ὡς ἀπὸ τοῦ Ἑρμοῦ γενικῆς Ἑρμόπολις. ἔστι καὶ ἄλλη Πυθόπολις Μυσίας. Ὁδιούπολις χωρίον Ἡρακλείας πρὸς τῷ Πόντῳ. Δομίτιος Καλλίστρατος ἕκτῳ τῶν περὶ Ἡρακλείας. Ἡρακλεόπολις πόλις Αἰγυπτία. Παρθενόπολις Μακεδονίας πόλις ἀπὸ τῶν θυγατέρων Γραστοῦ τοῦ Μυγδόνος υἱοῦ. Ἱεράπολις μεταξὺ Φρυγίας καὶ Λυδίας πόλις, βʹ Κρήτης, γʹ Συρίας, ἣ καὶ Ἱερόπολις διὰ τοῦ ο. Περσέπολις πόλις Περσίδος. ἔστι καὶ ὄνομα κύριον υἱοῦ Τηλεμάχου. Καλλίπολις πολίχνιον Λαμψάκου ἐν τῇ περαίᾳ τῆς Χερρονήσου ἐπʼ ἀκτῆς κείμενον, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Βιθυνίας. ἔστι καὶ Σικελίας καὶ Καρίας. Νεάπολις πόλις Ἰταλίας· ἔστι καὶ ἄλλη Λιβύης καὶ ἄλλαι. Νικόπολις πόλις Ἠπείρου· ἔστι καὶ Βιθυνίας καὶ ἄλλη τῆς μικρᾶς Ἀρμενίας. Πομπηϊούπολις πόλις Παφλαγονίας· τινὲς δὲ δίχα τοῦ υ Πομπηϊόπολις λέγουσι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ … . ἀκρόπολις. ἔστι καὶ Ἀκρόπολις πόλις Λιβύης. μητρόπολις. ἔστι καὶ Μητρόπολις πόλις Φρυγίας ὑπὸ τῆς μητρὸς τῶν θεῶν κτισθεῖσα, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Φρυγίας. ἔστι καὶ ἄλλη Φρυγίας ὁμώνυμος καὶ Λυδίας καὶ Θεσσαλίας καὶ Ἀκαρνανίας καὶ Δωριέων καὶ τῶν ἐν τῷ Πόντῳ Μοσσυνοίκων καὶ Σκυθίας καὶ Εὐβοίας. Ἀδριανούπολις ἡ πρότερον Ἡράκλεια. Ἀνταιούπολις πόλις ἐν Αἰγύπτῳ. Ἀνώπολις. οὕτως ἐκαλεῖτο ἡ Ἀραδὴν ἐν Κρήτῃ διὰ τὸ ἄνω εἶναι. Ἀρχανδρούπολις πόλις ἐν Αἰγύπτῳ· Ἡρόδοτος δευτέρῳ … . Ἀφροδιτόπολις ἡ καὶ Ἀφροδίτης πόλις. ἔστι καὶ πόλις κατὰ Ἄθριβιν καὶ Αἰθιοπίαν καὶ Θρᾴκην. Βεργέπολις, Ἀβδηριτῶν, Βιθυόπολις, πόλις .... ἀπὸ Βίθυος. Γαβαούπολις πόλις τῆς Γαλιλαίας. Ἰώσηπος ἐν ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας … «Σάουλος δὲ εἰς Γαβαούπολιν ἔχων ἑξακοσίους ἦλθεν». Γυναικόσπολις πόλις Φοινίκων, ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δέ φησιν, ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας, ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου, ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα καὶ ἐνίκησεν, ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων κατὰ τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. ταῦτα καὶ Ἀρτεμίδωρός φησιν. Σεβαστόπολις νῆσος περὶ τὸν Πόντον ἡ καὶ Διοσκουριὰς καὶ πρότερον Αἶα. Διόσπολις ἡ μεγάλη πόλις τῆς Αἰγυπτίας Θηβαΐδος ἡ λεγομένη ἑκατόμπυλος, κτίσμα Ὀσίριδος καὶ Ἴσιδος. εἰσὶ δὲ καὶ ἄλλαι μικραὶ ἐν Αἰγύπτῳ τέσσαρες. ἔστι καὶ Λυδίας καὶ Παλαιστίνης. Δουλόπολις πόλις κατὰ Κρήτην. σημειωτέον δʼ ὅτι Κρατῖνος ἐν Σεριφίοις Πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος, μὴ δεῖ ταύτας τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος «εἶτα Σάκας ἀφικνῇ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων ἀνδρῶν νεοπλουτοπονήρων». ἔστι καὶ Δούλων πόλις πόλις Λιβύης. Ἑκαταῖος ἐν περιηγήσει «καὶ ἐὰν δοῦλος εἰς τὴν πόλιν ταύτην λίθον προσενέγκῃ, ἐλεύθερος γίνεται κἂν ξένος ᾖ». Ἑλληνόπολις πόλις Βιθυνίας. Ἀπολλόδωρος «Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν». Ζυγόπολις παρὰ Τραπεζοῦντα. Στράβων δωδεκάτῃ. Ἡλιούπολις, πόλις Αἰγύπτου, ἣν ἔκτισεν Ἀκτὶς ὁ Ἡλίου καὶ Ῥόδης. Ἡρόδοτος δευτέρᾳ … . ἔστι καὶ Θρᾴκης. καὶ τῆς Ἀρωματοφόρου ἄποικος τῆς Αἰγυπτίας. καὶ δʹ ἐν Σάρδεσι. καὶ ἡ Κόρινθος Ἡλιούπολις ἐλέγετο· ἔστι καὶ ἐν Φοινίκῃ. Θεόπολις ἐν Αἰγύπτῳ. Κνωπούπολις· οὕτως ἐκαλεῖτο Ἐρυθραί πόλις Ἰώνων ἀπὸ Κνώπου. Καρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Κουρόπολις πόλις Καρίας. Ἀλέξανδρος Καρικῶν πρώτῳ. Μαιανδρούπολις Μαγνησίας πόλις ὡς Φλέγων ἐν Ὀλυμπιάσι. Μεγαλόπολις διὰ τὸ μέγεθος ἐκλήθη Ἀφροδισιάς πόλις Καρίας ἡ πρότερον Λελέγων πόλις. Μεγάλη πόλις, πόλις Ἀρκαδίας, καὶ Ἰβηρίας, ὡς Φίλων. Μιλητούπολις πόλις μεταξὺ Κυζίκου καὶ Βιθυνίας περὶ τὸν Ῥύνδακα. ἔστι καὶ ἄλλη ἐν Περσίδι. Σώπολις ὄνομα κωμικοῦ, Ἀγησίπολις ὄνομα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων, φυγόπολις, ἄπολις.
Τὰ εἰς μις δισύλλαβα βαρύνεται, μέρμις, θέμις, Χάρμις πόλις ἐν Σαρδοῖ, κτίσμα Καρχηδονίων. Παυσανίας δέ φησι περὶ αὐτοῦ. Χέμμις πόλις Αἰγύπτου. Ἡρόδοτος «ἔστι καὶ Χέμμις πόλις μεγάλη νομοῦ τοῦ Θηβαϊκοῦ, ἐγγὺς τῆς Νέης πόλιος». φησὶ δʼ ὁ αὐτὸς καὶ νῆσον εἶναι Χέμμιν ἐν αὐτῇ.
Τὰ εἰς μις προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, πυραμίς— ὠνομάσθησαν δὲ πυραμίδες ἀπὸ τῶν πυρῶν, οὓς ἐκεῖ συναγαγὼν ὁ βασιλεὺς ἔνδειαν ἐποίησε σίτου κατὰ τὴν Αἴγυπτον—σησαμίς, καλαμίς, πλοκαμίς, κεραμίς. τὰ δὲ κύρια βαρύνεται, Ἄρτεμις, ὃ Δωριεῖς διὰ τοῦ α προφέρονται Ἄρταμις, Σεμίραμις, Χρυσόθεμις, Θύαμις κώμη ὑπὸ Σεμιράμιδος κτισθεῖσα παρὰ τὴν Ἀραχωσίαν, Ψιττάχεμμις κώμη τῆς Αἰγυπτίας, Ψώχεμμις πολίχνιον Αἰγύπτου, Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων «καὶ Περίκερμις ἐκ δεξιῶν μερῶν καὶ Θαλαβαύδη καὶ Ψώχεμμις». Πάπρημις πόλις Αἰγύπτου, Ἄξουμις ἀρσενικῶς μητρόπολις Αἰθιόπων. τὸ δὲ Σαλαμίς ἡ πρὸς τῇ Ἀττικῇ νῆσος καὶ πόλις κύριον ὂν ὀξύνεται καὶ τὸ δύναμις προσηγορικὸν ὂν βαρύνεται.
Τὰ εἰς νις διβράχεα προσηγορικὰ ὀξύνονται κατʼ οὐσίας κείμενα α ἢ ο παραληγόμενα, ῥανίς, χλανίς, σανίς, ὀνίς, κονίς τὸ ἐπὶ τῆς κεφαλῆς, κόνις δὲ τὸ χῶμα, σπάνις καὶ φρόνις οὐκ ἐπὶ οὐσίας. τὸ δὲ ὕνις βαρύνεται τὸ υ ἔχον ὥσπερ τὸ κύνις ἡ χείρ. τὰ δὲ κύρια βαρύνονται, Γλάνις ποταμὸς Κύμης ὡς Λυκόφρων «Γλάνις δὲ ῥείθροις δέξεται τέγγων χθόνα» καὶ ἀπʼ αὐτοῦ ἰχθῦς ὁ καλούμενος γλάνις ὁ καὶ γλάνιος. ἔστι καὶ Ἰβηρίας ποταμός. ἔστι καὶ Ἰταλίας τρίτος ποταμὸς περὶ τὸν Τίβεριν ποταμόν. Τάνις πόλις μεγάλη Αἰγύπτου.
Τὰ εἰς νις δισύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται, μὴ ὑποκοριστικὰ ὄντα, ὄρνις, Θῶνις πόλις Αἰγύπτου ἀπὸ Θῶνος βασιλέως τοῦ ξενίσαντος τὸν Μενέλαον. κεῖται δὲ κατὰ τὸ στόμα τὸ Κανωβικόν. Σαῦνις πόλις Ἀραβίας, μῆνις, ἶνις, ἦνις, νῆνις ἡ νεᾶνις. τὸ μέντοι φωνίς ὑποκοριστικόν ἐστι. τούτῳ δὲ ὁμοίως ὀξύνονται καὶ Ῥηνίς ἡ Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου καὶ Κρηνίδες πόλις Μακεδονίας, ἃς Φίλιππος μετωνόμασε Φιλίππους, καὶ Κρανίδες συνοικία πρὸς τῷ Πόντῳ· Παρθένιος ἐν Ἀνθίππῃ. τὸ δὲ Θυνίς ἐθνικὸν ὀξύνεται ὡς τὸ Βιθυνίς.
Τὰ εἰς νις θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύνεται, μαινίς, δαυνίς, ἐπιγουνίς, θεραπαινίς, λεαινίς. Κιδαινίς. οὕτως ὠνομάζετο Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική. Μελιγουνίς μία τῶν Αἰόλου νήσων ἡ καὶ Λιπάρα. Καλλίμαχος ἐν τῷ Ἀρτέμιδος ὕμνῳ. τὸ μέντοι εὖνις βαρύνεται καὶ βοῦνις καὶ χλοῦνις καὶ Κύραυνις νῆσος κατὰ τοὺς Γύζαντας τοὺς ἐν Λιβύῃ, ὡς Ἡρόδοτος τετάρτῃ … .
Τὰ εἰς ανις θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, Ὠκεανίς, Τιτανίς, στεφανίς· ἔστι δὲ καὶ πόλις Μαριανδυνῶν. Ἑκαταῖος Ἀσίᾳ. Ἀνθανίς. οὕτως ἐκαλεῖτο ἡ Τροιζήν πόλις Πελοποννήσου. ῥαφανίς. Καρβανίς, Καρμανίς, Ἀτιντανίς, Αἰνιανίς, Ἀκαρνανίς, Ἀλβανίς λίμνη, Δυμανίς «στέλλεο νῦν ἔτι τῆλε Δυμανίδος ἠπείροιο». Βρεττανίδες νῆσοι ἐν τῷ Ὠκεανῷ· καὶ ἄλλοι οὕτως διὰ τοῦ π Πρετανίδες νῆσοι, ὡς Πτολεμαῖος. Ἰστριανίς. Καμπανίς. Ὑρκανίς, ἐξ οὗ τὸ «εἰς Ὑρκανίδα λίμνην» ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν τόνον Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠετίωνος τοῦ πατρὸς Ἀνδρομάχης. ὁμοίως καὶ Βούρχανις νῆσος ἐν τῇ Κελτικῇ, ὡς Στράβων προπαροξύνεται. τὸ δὲ Ὕπανις ποταμὸς καὶ πόλις τοῦ Πόντου καὶ Μαιώτιδος λίμνης ἐστὶν ἀρσενικόν. Ἀλέξανδρος δʼ ὁ πολυίστωρ φησὶν ὅτι ὁ Ὕπανις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος εἰς τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δʼ ἕτερον εἰς τὸν Πόντον. Ἡρόδοτος δʼ ἐν τετάρτῳ καὶ κρήνην τινὰ πικρὰν εἰς αὐτὸν ἐγχεῖσθαι καὶ ἄποτον ποιεῖν τὸν ποταμόν.
Τὰ εἰς ενις καὶ ονις ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εὐμενίς, εὐγενίς, Λυκαονίς, Ἀμαζονίς, Ἁθμονίς, Αὐσονίς ἡ ὕστερον Ἰταλία, Ἀντιγονίς φυλὴ τῆς Ἀττικῆς ἀπʼ Ἀντιγόνου, Ἰαονίς, Βιστονίς, ἐκτέταται δὲ καὶ λέγεται Βιστωνίς διὰ τοῦ ω ποιητικῶς. Ἑρμιονίς, Λαιστρυγονίς, Μακεδονίς, Στρυμονίς, Φαρκηδονίς, Χαλκηδονίς. Στράβων δωδεκάτῃ «καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου Θρᾳκικά, τὰ δʼ ἐν δεξιᾷ Χαλκηδονίς». Μῃονίς· οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Χαονίς.
Τὰ εἰς ηνις καὶ ωνις ὑπὲρ δύο συλλαβὰς παρώνυμα ὀξύνεται, Ἀραφηνίς, Ἑλληνίς, Παλληνίς, Γερηνίς, Κυζικηνίς, Μεσσηνίς, Μυκηνίς, Οἰζηνίς· οὕτως ἐκαλεῖτο Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, Προσεληνίς, Πυληνίς, Τιβαρηνίς, Τροιζηνίς. Αὐξωνίς, Ἀσκαλωνίς, Αὐσωνίς, Λευκωνίς. οὕτως ἐλέγετο ἡ λίμνη Κωπαΐς. Βαβυλωνίς, Ἁλωνίς νῆσος καὶ πόλις Μασσαλίας ὡς Ἀρτεμίδωρος. Γιγωνίς. οὕτως Ἀρτεμίδωρος ὁ Ἐφέσιος Γιγωνίαν ἄκραν φησίν. Μυτωνίς· οὕτω καλεῖ Λέσβον Καλλίμαχος ἐν τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησι. Δωδωνίς. Ἀπολλώνιος «στεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ».καὶ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «τὰς θεσπιῳδοὺς ἱερίας Δωδωνίδας». Ἠδωνίς· οὕτως Ἀριστοτέλης φησὶν Ἄντανδρον πόλιν ὠνομάσθαι διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι. Ἰτωνίς, Ἰωνίς, Κυδωνίς, Κραννωνίς, Καυκωνίς· οὕτω Δύμην πόλιν Ἀντίμαχος καλεῖ ἀπὸ Καύκωνος ποταμοῦ ὡς τὰς Θήβας Διρκαίας. Μαρωνίς, Σιδωνίς, Σιρβωνίς λίμνη πλησίον Κασίου, ἣ καὶ Σίρβων, Σκιρωνίς πέτρα, Τριτωνίς λίμνη. Φρικωνίς, Χαιρωνίς. τὸ δὲ Πυῆνις πόλις Κόλχων καὶ Ἄθηνις καὶ Ἄδωνις καὶ τὸ ὄνωνις εἶδος ἀκάνθης βαρύνονται, οὐ γὰρ παρώνυμα.
Τὰ εἰς ινις καὶ υνις ὑπερδισύλλαβα ὀξύνεται, Μαντινίς, Σολουντινίς, Ἀργυννίς ἡ Ἀφροδίτη. λέγεται καὶ Ἀργουνίς. Βιθυνίς, Ἑρκυνίς, Μαριανδυνίς. τὸ δὲ Ἄσδυνις βαρύνεται. ἔστι δὲ νῆσος κατὰ τὴν Μοίριδος λίμνην. Εὔδοξος δευτέρῳ «κατελαμβάνοντο ἐν Ἀσδύνει τῇ νήσῳ».
Τὰ εἰς νις ὑπερδισύλλαβα συμφώνῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. Ἑκαταῖος δʼ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκραν εἶναί φησιν. Ἔφορος δʼ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαΐδι Ἀβαρνίδος ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος «Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠϊόνα». τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ π, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνος. Ἀταρνίς, Καλυδνίς. τὸ δὲ Κάβαρνις βαρύνεται. οὕτω δὲ Πάρον Νικάνωρ κεκλῆσθαί φησιν ἀπὸ Καβάρνου τοῦ μηνύσαντος τὴν ἁρπαγὴν τῇ Δήμητρι τῆς θυγατρός. καὶ τὸ Θέογνις βαρύνεται.
Τὰ εἰς ξις καὶ ψις ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύνεται, ἕξω ἕξις, λέξω λέξις, ψύξω ψῦξις, σκήψω σκῆψις· ἔστι δὲ καὶ πόλις Τρωϊκή· Ξενοφῶν Ἑλληνικῶν τρίτῳ· ἐκλήθη δὲ ἀπὸ τοῦ σκήψασθαι τὴν Ῥέαν ἀντὶ τοῦ παιδὸς λίθον τεκεῖν. σεσημείωται ἁψίς ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται, ἅμαξα ἁμαξίς, πύξος πυξίς· ἔστι καὶ πόλις ἐν μεσογαίᾳ τῶν Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. ὄξος ὀξίς.
Τὰ εἰς πις διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύνεται, πραπίς, κοπίς, λεπίς. σεσημείωται τὸ τρόπις. ἔστι καὶ Τρόπις νῆσος ... Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. καὶ Νάπις κώμη Σκυθίας. τὸ δὲ ὄπις ἀπὸ φωνήεντος ἄρχεται.
Ἔτι τὰ εἰς πις φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, οἷον ῥιπίς, ὅπερ ἡ μὲν κοινὴ συνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτος συστέλλει, Ἀπίς ἡ Ἀπία ὡς Ἐρατοσθένης ἐν Ἑρμῇ. τὸ δὲ Ἆπις υἱὸς Φορωνέως βαρύνεται, Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ ὑμετέρη τοι, τέκνα, Φορωνέος Ἰναχίδαο ἀρχῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετʼ Ἆπις, ὅς ῥʼ Ἀπίην ἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας.
Τὰ εἰς πις δισύλλαβα θέσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ἐθνικά, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνεται μὴ ὄντα ὑποκοριστικά. βαρύνεται δὲ ταῦτα τράμπις· ἔστι δὲ βαρβαρικὴ ναῦς. σάλπις, ὄλπις ὑποκοριστικόν, κάλπις, θέσπις— τὸ δὲ Θεσπίς ἐθνικόν—πόρπις. ὀξύνεται δὲ ταῦτα μὴ διὰ φωνήεντος κλινόμενα, ἐλπίς, ἀσπίς, ἔστι καὶ πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος, πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακούσιος ἐν τῷ περὶ λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. ἐμπίς εἶδος κώνωπος. τὸ δὲ Ἄλπις βαρύνεται.
Ἔτι τὰ εἰς πις ὑπερδισύλλαβα θέσει μακρᾷ παραληγόμενα βαρύνεται οἷον ἴασπις.
Τὰ εἰς απις πολυσύλλαβα ὀξύνεται, Ἰαπίς χαράδρα Ἀττικὴ εἰς Μέγαρα ἀπάγουσα ὡς Καλλίμαχος Ἑκάλῃ. Πριαπίς χώρα. τὸ δὲ Σάραπις νῆσος ἐν Ἰνδικῷ κόλπῳ βαρύνεται.
Τὰ διὰ τοῦ οπις πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται, Κεκροπίς φυλή. ἔστι καὶ χώρα Θρᾴκης· ἔστι καὶ δῆμος Θεσσαλονίκης. Δρυοπίς, Αἰθιοπίς. Εὐριπίδης ἐν Ἀρχελάῳ «Αἰθιοπίδος γῆς ἡνίκʼ ἂν τακῇ χιών». Μεροπίς. οὕτως ἐκαλεῖτο ἡ Κῶς πόλις ἀπὸ γηγενοῦς Μέροπος. Ἰοπίς παρὰ Χάρακι. τὸ φύλοπις δὲ προπαροξύνεται.
Τὰ διὰ τοῦ ωπις πολυσύλλαβα ὀξύνεται, Σινωπίς, Προσωπίς πόλις Αἰγύπτου. λέγεται καὶ Προσωπῖτις. Ἰωπίς Λακωνικὴ χώρα. Ἀσωπίς Κερκύρας μήτηρ. Ἀσωπίδας δὲ ἔνιοι τὰς Θήβας φασίν.
Τὰ εἰς ρις δισύλλαβα ὑποκοριστικὰ ἢ πατρωνυμικῆς ἐννοίας ἐχόμενα ὀξύνεται, Τευκρίς ἡ Τροία, Δωρίς ἡ περὶ τὸν Παρνασσὸν καὶ ἡ ὕστερον Ἱστιαιῶτις, ἧς μέμνηται Χάραξ ἐν ζʹ τῇδε γράφων περὶ Θεσσαλοῦ τοῦ Αἰάτου τοῦ νικήσαντος ἐν Ἄρνῃ Βοιωτούς «ὁ δὲ Θεσσαλὸς οὐδὲ τὴν τετάρτην μοῖραν τῆς ἐπωνυμίας μετέβαλεν, ἀλλʼ Ἱστιαιῶτιν αὐτὴν ὡς πρὶν καλεῖσθαι εἴασε. κεῖται δὲ πρὸς δυσμῶν τῆς Πίνδου. Δῶρος δὲ αὐτὴν ὁ Ἕλληνος εἰλήχει τὰ πρῶτα καὶ Δωρὶς ἀπʼ ἐκείνου ἐκαλεῖτο πρότερον, ὕστερον δὲ Ἱστιαιῶτις μετωνομάσθη». Νευρίς χώρα Σαρματίας. πατρίς, χειρίς, καρίς παρὰ τὸ κάρη καὶ Καρίς ἀπὸ τῆς Καρός γενικῆς. Καρίς δὲ ἐλέγετο ἡ Κῶς, ὡς Ἑλλάνικος. ἔστι δὲ καὶ Φρυγίας πόλις Καρίς καὶ Καρίδες.
Τὰ εἰς ρις δισύλλαβα ἑνὶ φωνήεντι ἢ διφθόγγῳ παραληγόμενα βαρύνεται, Πάρις, Βάρις πόλις. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην». ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλος μετὰ Συήνην Σῖρις ὠνόμασται. Κύρις μητρόπολις Σαβίνων. Τύρις πόλις καὶ ποταμὸς ἐν Εὐξείνῳ πόντῳ. λέγεται καὶ Τύρας. Χαῖρις, Μοῖρις, ἀφʼ οὗ ἡ Μοίριδος λίμνη, θοῦρις, Κοῦρις ὁ Ῥωμαῖος. ὀξύνονται δὲ Νηρίς πόλις Μεσσήνης. Νικόλαος τετάρτῳ, Ὑρίς ἄκρα. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ Γεωγραφουμένων, μοιρίς, κουρίς τὸ ἐργαλεῖον τοῦ κουρέως.
Τὰ εἰς κρις κύρια μὲν ὄντα βαρύνεται, Μάκρις· οὕτως ἐκαλεῖτο Εὔβοια καὶ Ἑλένη νῆσος τῆς Ἀττικῆς καὶ Ἴκαρος νῆσος μία τῶν Κυκλάδων διὰ τὸ μῆκος. Πρόκρις, Ἄκρις. τὰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀκρίς, Λοκρίς.
Τὰ εἰς ρις μετʼ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ π βαρύνεται υ ἢ ι παραληγόμενα· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον, ὕβρις, Κύπρις. Θύμβρις ποταμὸς Ῥώμης, ὃς καὶ Τίβερις. ἔστι καὶ Θύμβρις ποταμὸς Τρῳάδος, ἀφʼ οὗ Ἀπόλλωνος Θυμβραίου ἱερόν, ἐν ᾧ ἐτοξεύθη Ἀχιλλεύς. Τίγρις ποταμός. λέγεται δὲ καὶ Τίγρης. ὀξύνεται δὲ τὸ νεβρίς. οὕτω δὲ λέγεται καὶ Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται.
Τὰ εἰς τρις δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως βαρύνεται οἷον λάτρις.
Τὰ εἰς ρις ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ α βαρύνεται, κίθαρις, εὔμαρις, Σύβαρις πόλις Ἰταλίας καὶ ποταμός. κάππαρις. Ἵλαρις πόλις Λυκίας, Μάσαρις ὁ Διόνυσος παρὰ Καρσίν, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ ε ἔχοντα· τότε γὰρ ὀξύνεται, Μεγαρίς, βλεφαρίς, θεαρίς ἡ θεωρίς, ἐαρίς. Γαργαρίς, Γαδαρίς, Ἰσμαρίς λίμνη. Ἡρόδοτος ζʹ … .
Τὰ εἰς ερις ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται, Ἀστερίς πόλις Συρίας καὶ νησίον μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη. λέγεται δὲ καὶ Ἀστερία. νυκτερίς. Ἐλευθερίς πόλις Βοιωτίας Ὠρωποῦ πλησίον Κότου καὶ Ἀΐκλου κτίσμα. Θεόπομπος μʹ. Ἑσπερίς ἢ Εὐεσπερίς πόλις Λιβύης, Φιλωτερίς πόλις περὶ τὴν Τρωγλοδυτικήν, ἡ καὶ Φιλωτέρα. Τὸ δὲ Πάστερις πόλις Αἰγυπτία καὶ Κελένδερις βαρύνεται, ὡς καὶ Τίβερις ποταμὸς Ἰταλίας, ἔνθα Ῥώμη καὶ ἡ τῶν Λατίνων ἐστὶ χώρα, ὡς Ἀπολλόδωρος.
Ἔτι τὰ εἰς ορις ὑπερδισύλλαβα θηλυκὰ ὀξύνεται, Χρυσαορίς πόλις Καρίας ἡ ὕστερον Ἰδριάς. Ἀπολλώνιος ἐν ἑβδόμῳ Καρικῶν «... καὶ πρώτη πόλις τῶν ὑπὸ Λυκίων κτισθεισῶν». Ἐπαφρόδιτος δὲ τὴν Καρίαν πᾶσαν Χρυσαορίδα λέγεσθαι. Νικατορίς πόλις Συρίας κτίσμα Σελεύκου τοῦ Νικάτορος· τὰ δὲ ἀρσενικὰ βαρύνεται οἷον Ἄορις Ἄραντος υἱός.
Τὰ εἰς υρις μὴ κατὰ τροπὴν γινόμενα ὀξύνεται, ἁλμυρίς, πορφυρίς· οὕτω δὲ ἐκαλεῖτο καὶ Νίσυρος μία τῶν Κυκλάδων ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων. ἀργυρίς, Ἰλλυρίς, Φιλυρίς, Ἀστυρίς ἡ Ἀθηνᾶ, Ἰδυρίς πόλις Παμφυλίας, ἣ καὶ Ἴδυρος. Κορκυρίς πόλις Αἰγύπτου. τὸ δὲ Θάμυρις προπαροξύνεται καὶ Ὤγυρις νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. μέμνηται δὲ αὐτῆς Ἀλέξανδρος ἐν Ἀσίᾳ λέγων ἀγχιβαθὴς δʼ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς Ὤγυρις, ἔνθα τε τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται. καὶ Κάσυρις νῆσος Λυκίας. Ἀρτεμίδωρος. καὶ Τίβυρις πόλις Ἰταλίας. λέγεται καὶ Τίβυρα. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων «ἔστι δʼ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ». Νικάνωρ δʼ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ. τὸ δὲ ἄγυρις καὶ πανήγυρις κατὰ τροπὴν ἐγένετο.
Τὰ εἰς ρις πολυσύλλαβα τῷ η ἢ τῷ ω ἢ τῇ ει διφθόγγῳ παραληγόμενα ὀξύνεται, Φαληρίς, Ἰβηρίς «Ἑλληνίς, οὐκ Ἰβηρίς». Μένανδρος Ἀσπίδι. Καφηρίς, Κασωρίς, θεωρίς, Καβειρίς. τὸ δὲ Ταπόσειρις πόλις Αἰγύπτου πλησίον Ἀλεξανδρείας βαρύνεται.
Τὰ εἰς ρις ὑπὲρ δύο συλλαβὰς διφθόγγῳ τῇ διὰ τοῦ υ παραληγόμενα ἅπαντα ὀξύνεται οἷον Ἐπιδαυρίς, Βαναυρίς. Βαναυρίδες δέ εἰσι νῆσοι Τυρρηνικαὶ ἀπὸ Βαναύρου υἱοῦ Αἴαντος, μολουρίς ἡ σιτοφάγος ἀκρίς, κυνοσουρίς καὶ Κυνοσουρίς, Κυνουρίς. σεσημείωται δὲ τρία λάμπουρις ἡ ἀλώπηξ, Τόμουρις ὄνομα πόλεως καὶ ἵππουρις.
Τὰ εἰς ρις ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται, παλαιστρίς, αὐληστρίς, ἐπακτρίς, Ἠλεκτρίς, Ἐρετρίς, Πανακρίς, Ἀντιπατρίς πόλις Ἰουδαίας Ἡρώδου κτίσμα ἐπὶ Αὐγούστου Καίσαρος. τὸ δὲ Ἄμαστρις πόλις Παφλαγονίας ἡ πρότερον Κρῶμνα—ἀπὸ γυναικὸς Περσίδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου, ἣ συνῴκησε Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ. Δημοσθένης δʼ ἐξ Ἀμαζόνος οὕτω λεγομένης—καὶ Νώνακρις πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ—βαρύνεται.
Ἔτι τὰ εἰς ρις ἔχοντα πρὸ τοῦ ρ ἕν τι τῶν μέσων ὀξύνεται, Ἀλεξανδρίς, Ταναγρίς, Καλαβρίς. τὸ δὲ Λίηβρις πόλις Φοινίκων βαρύνεται.
Τὰ εἰς ρις Αἰγύπτια προπαροξύνεται, Βούσιρις πόλις Αἰγύπτου. «ἐν ταύτῃ Ἴσιος μέγιστον ἱερόν. ἵδρυται δʼ ἐν μέσῳ τῆς Αἰγύπτου ἐν τῷ Δέλτα. Ἶσις δʼ ἐστὶ κατὰ τὴν τῶν Ἑλλήνων γλῶσσαν ἡ Δημήτηρ». ὡς δʼ ἄλλοι, ἐκεῖ λέγεται θάψαι τὸν Ὄσιριν Ἶσις ἐμβαλοῦσα εἰς ξυλίνην βοῦν, ὥστε Βουσόσιριν εἶναι τὴν πόλιν. οἱ δʼ ὅτι τοπάρχης ἦν Βούσιρις ὑπὸ Ὀσίριδος κατασταθείς. Ὄσιρις Αἰγυπτιστὶ ὁ Διόνυσος. Ταφόσιρις πόλις Αἰγύπτου, ἐν ᾗ λέγεται Ὄσιρις τεθάφθαι. καλάσιρις λινοῦς χιτὼν ἱερατικὸς καὶ μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ οἱ καὶ Ἑρμοτυμβιεῖς. Ἡρόδοτος δευτέρῳ … Ψένυρις κώμη. Τέντυρις πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. Ξενέφυρις κώμη Λιβύης πλησίον Ἀλεξανδρείας.
Τὰ εἰς σις ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται, ποιήσω ποίησις, λύσω λύσις, κέκρισαι κρίσις, στάσις. ἔστι καὶ Στάσις πόλις Περσικὴ ἐπὶ πέτρης μεγάλης. τρῆσις καὶ Εὔτρησις κώμη Βοιωτίας. Ὅμηρος «Κώπας Εὔτρησίν τε». ἐκλήθη δὲ οὕτως διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ἄνυσις. ἐστὶ καὶ πόλις Αἰγύπτου Ἄνυσις. Τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ, Χρύσης Χρυσίς, νῆσος νησίς. Κροῦσις ὁ Μυγδόνος υἱός, Κρουσίς μοῖρα τῆς Μυγδονίας. Στράβων ἑβδόμῃ. Βροῦσος Ἠμαθίου παῖς Βρουσίς μοῖρα Μακεδονίας. τινὲς γράφουσι διὰ τοῦ υ. Κρής καὶ ἀπὸ τῆς Κρητός γενικῆς Κρῆτις καὶ τροπῇ τοῦ τ εἰς σ Κρησίς. Κόρση δούλη βουκόλος Κορσίς νῆσος ἐν τῷ Τυρρηνικῷ πελάγει. Πισίδης Πισίς πόλις καὶ ὄρος Ἀρμενίας ἢ Σουσιανῆς. Ἀρκασίδης Ἀρκασίς. Γυμνησίς ἀπὸ Γύμνητος γενικῆς τροπῇ τοῦ τ εἰς σ. Μαγνησίς παρὰ Παρθενίῳ. Ἀμνισίς νύμφαι Ἀμνισίδες, Ἀνθεμουσίς λίμνη Μαριανδυνῶν, ἣν Ἀπολλώνιος διαλύσας ἐν τοῖς Ἀργοναυτικοῖς Ἀνθεμοεισίδα φησίν. Δαφνουσίς λίμνη πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ, Μαυρουσίς, Μολοσσίς, Μυγισσίς, Ἰλισσίς «Μοῦσαι Ἰλισσίδες» ὡς Ἀπολλόδωρος, Μυκαλησίς Μυκαλησσίς, Κανδασίς, Ὀδρυσίς, Ἁλικαρνασσίς, Παρνασσίς, Τευμησσίς, Παρρασίς «δέξονται Φολόης οὔρεα Παρρασίδος». Τελμισσίς, Πειρασίς, Ὑπερησίς παρʼ Ἡσιόδῳ, Ῥαμνουσίς. σεσημείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄση γεγονός. τὸ δὲ Ἀσίς ἡ Ἀσιᾶτις ὀξύνεται.
Τὰ εἰς σις κύρια βαρύνεται, Κρεῦσις πόλις Βοιωτίας, κειμένη καταντικρὺ τῆς Μεγαρίδος, Κροῦσις, Τῖσις ὁ κτιστὴς καὶ ἡ πόλις Αἰγύπτου, Ἶσις, Φᾶσις πόλις τῆς Αἴας πρὸς τῷ Φάσιδι ποταμῷ ἐν Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν τῇ Ταπροβάνῃ. Αὔασις πόλις Αἰγύπτου· ταύτην δὲ καὶ Ὄασιν καὶ Ὕασιν καλοῦσιν. «ἔστι δʼ ἐοικυῖα παρδαλέᾳ· κατάστικτος γάρ ἐστιν ἐν ἀνύδρῳ γῇ καὶ ἐρήμῳ τὰς οἰκήσεις ἔχουσα. τὰ τοιαῦτα αὐάσεις Αἰγύπτιοί φασι». Ἡρόδοτος δὲ καὶ Δοῦρις Μακάρων αὐτὴν ὠνόμασαν νῆσον. Κύπασις πόλις περὶ Ἑλλήσποντον. Ἑκαταῖος Εὐρώπῃ. Καύκασις τὸ ὄρος ὃ καὶ Καύκασος λέγεται.
Τὰ εἰς τις δισύλλαβα ἔχοντα τὸ ο μικρὸν ἤτοι μόνον ἢ σὺν ἑτέρῳ φωνήεντι ἢ ω μέγα πρὸ τοῦ τις μὴ ὄντα ἐπιθετικά, εἰ μὴ παράκειται ἀρσενικῷ τῷ εἰς της, ὀξύνεται, φορτίς, νοτίς, κοιτίς, Προιτίς, οὐτίς τὸ ζῷον παρʼ Ἀλκμᾶνι, Δωτίς, ὠτίς καὶ φροντίς, εἰ μὴ ἄρα τοῦτο, ὅτε κύριόν ἐστι, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ πόρτις· καὶ γὰρ χωρὶς τοῦ τ «πόριες περὶ βοῦς ἀγελαίας». μὴ ὄντα ἐπιθετικὰ πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης.
Τὰ εἰς τις δισύλλαβα κύρια τῷ ε ἢ τῷ η ἢ τῇ αι διφθόγγῳ παραληγόμενα βαρύνεται, Θέτις, Βαῖτις ποταμὸς κατὰ Ἰβηρίαν, ὃς Πέρκης λέγεται ὑπὸ τῶν ἐγχωρίων, Ἦτις δῆμος Λακωνικῆς καὶ τῆς Κρήτης πόλις.
Τὰ εἰς τις ὑπὲρ δύο συλλαβὰς θηλυκὰ μὴ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα ὀξύνεται, Βοιωτίς, Θεσπρωτίς, Εἱλωτίς, Ἐνετίς, Ἑλλωτίς· οὕτω παρὰ Κρησὶν ἡ Εὐρώπη, ἀφʼ ἧς πρότερον ἐκαλεῖτο Γόρτυν πόλις Ἑλλωτίς. Λαμωτίς ἡ Ἀντιόχεια Ἰσαυρίας. τὸ δὲ Ῥακῶτις—οὕτως ἡ Ἀλεξάνδρεια πρότερον ἐκαλεῖτο—καὶ Λιμενῶτις χερρόνησος Κελτικὴ προπερισπᾶται ὡς ἀπὸ ἀρσενικῶν εἰς ης γενόμενα.
Τὰ εἰς τις ὀνόματα πόλεων πολυσύλλαβα τῷ α ἢ ο παραληγόμενα βαρύνεται, Κάλλατις πολίχνιον ἐν τῇ παραλίᾳ τοῦ Πόντου. Στράβων ἑβδόμῃ· ὡς κάλαθος εὑρέθη ἐοικὼς τοῖς θεσμοφοριακοῖς. Ναύκρατις πόλις Αἰγύπτου ἀπὸ Μιλησίων τότε θαλασσοκρατούντων ὡς Στράβων ἑπτακαιδεκάτῃ. Ὀνείβατις πόλις Αἰγύπτου Ἑκαταῖος περιηγήσει Λιβύης. Ἰαγξούατις πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. Ἄβοτις πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος. Κράμβοτις πόλις Αἰγύπτου, ἣν Ἑκαταῖος περιηγήσει Λιβύης Κράμβουτίν φησιν.
Τὰ εἰς τις πρὸ τοῦ τις υ ἔχοντα, σπάνια ὄντα, τὰ μὲν βαρύνεται, Σύρτις, Ξύστις πόλις Καρίας. Βέρυτις Τρωϊκὴ πόλις. Ἄφυτις πόλις Θρᾴκης. Θουκυδίδης αʹ «ἐξ Ἀφύτιος ὁρμώμενος». λέγεται καὶ Ἄφυτος καὶ Ἀφύτη. Κάλυτις πόλις Συρίας. Ἡρόδοτος δευτέρᾳ … · Κάνυτις πόλις Συρίων μεγάλη, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὰ δὲ ὀξύνεται, ῥυτίς, κυρτίς. Καλυτίς τὸ ἐθνικόν. Ἀψυρτίς. Ἀψυρτίδες νῆσοι πρὸς τῷ Ἀδρίᾳ ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας.
Τὰ εἰς τις πρὸ αὐτοῦ ψιλὸν ἔχοντα τὰ μὲν βαρύνεται, κλέπτις, ἴκτις ζῷον, λάκτις ἡ τορύνη. τὰ δὲ ὀξύνεται, φλυκτίς, πηκτίς.
Τὰ εἰς δύο ττ σπάνια ὄντα τὰ μὲν βαρύνεται, Ἄττις, Ζήβυττις πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. Ἀδράμυττις νῆσος ἐν τῇ Λυκίᾳ. τὰ δὲ ὀξύνεται, τριοττίς, νεοττίς.
Τὰ εἰς στις δισύλλαβα βαρύνεται, εἰ μὴ ὑποκοριστικώτερα εἴη, πίστις, μνῆστις. Θέστις πόλις Ἀράβων καὶ ἄλλη Λιβύης. τὸ μέντοι κιστίς ὀξύνεται ὡς ὑποκοριστικόν. τὸ δὲ Νεστίς ἡ χώρα ἀπὸ Νέστου, πόλεως καὶ ποταμοῦ Ἰλλυρίας, ἐθνικόν ἐστιν.
Ἔτι τὰ εἰς στις ὑπὲρ δύο συλλαβάς, εἰ μὴ ἐπίθετα εἴη, προπαροξύνεται, βούβρωστις, ἄγρωστις, Αὔγωστις πόλις Λοκρίδος ἢ τόπος ἢ χωρίον ἐντὸς τῆς πόλεως, ὡς Ἐπαφρόδιτος. Ζάγυστις χωρίον Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. ὀξύνεται τὸ Κεραστίς· οὕτως ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν—Λιγυστίς. Λιγυστίδες νῆσοι αἱ καὶ Στοιχάδες, Λιβυστίς, Κυρρεστίς ἡ Ἀθηνᾶ, Γεραιστίς, Ὀρεστίς ὡς ἐπιθετικά.
Τὰ εἰς τις δισύλλαβα ν πρὸ τοῦ τ ἔχοντα βαρύνεται, Σάντις πόλις Κελτική, Σίντις Θρᾳκικὸν ἔθνος, ὑφʼ ὧν πρῶτον ᾠκίσθη ἡ Λῆμνος νῆσος, ὡς Στράβων.
Τὰ εἰς τις πολυσύλλαβα ν πρὸ τοῦ τ ἔχοντα μὴ παρακείμενα τοῖς εἰς της ὀξύνεται, Προποντίς ἡ πρὸ τοῦ Πόντου τοῦ Εὐξείνου θάλασσα καὶ γῆ Βυζαντίων. Ἑλλησποντίς. Ἀβαντίς ἡ Εὔβοια, ὡς Ἡσίοδος ἐν Αἰγιμίου βʹ περὶ Ἰοῦς νήσῳ ἐν Ἀβαντίδι δίῃ, τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες, τὴν τότʼ ἐπώνυμον Εὔβοιαν βοὸς ὠνόμασεν Ζεύς. ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. Ὑαντίς. οὕτως πρότερον ἡ Αἰτωλία χώρα ἐκαλεῖτο. Ἀκαμαντίς. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Παρθένιος δʼ ἐν Ἀφροδίτῃ Ἀκαμαντίδα αὐτήν φησιν· ἐκαλεῖτο καὶ φυλὴ Ἀκαμαντίς τῆς Ἀττικῆς, ὡς Σιμωνίδης. Ἀθαμαντίς· οὕτως Τέω πόλιν Ἰωνίας καλεῖ Ἀνακρέων ἀπὸ Ἀθάμαντος, ὃς πρῶτον αὐτὴν ἔκτισεν. Μεταποντίς. οὕτως πρότερον ἐκαλεῖτο Σύμη νῆσος. Γιγαντίς. οὕτως τινὲς τὴν Ἀρκαδίαν φασίν. Ἐλεφαντίς. οὕτως Παρθένιος Ἐλεφαντίνην νῆσον Αἰγύπτου φησίν. Ζυγαντίς πόλις Λιβύης. Ἑκαταῖος Ἀσίας περιηγήσει. Ἰπνουντίς ἡ Ἥρα, Ὀδομαντίς, Σιμουντίς, Σκιλλουντίς, Σολουντίς, Ταυλαντίς, Τευθραντίς, Φλιουντίς. Τὸ δὲ Σάργαντις πόλις Αἰγύπτου βαρύνεται ὡς καὶ Βούναρτις πόλις Λιβύης ρ παραληγόμενον.
Τὰ εἰς ις θηλυκὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γινόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ἀΐτης, ἀῖτις, ὁ πολίτης ἡ πολῖτις, πολιήτης πολιῆτις. Γέτης Γέτις· οὕτως δὲ ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύντου, Μακέτης Μακέτις, ἀγρότης ἀγρότις, ἀγροιώτης ἀγροιῶτις, Μασσαγέτης Μασσαγέτις καὶ Μασσαγῆτις, ἴσως διὰ τὸ μέτρον. πρεσβύτης πρεσβῦτις, ἀλείτης ἀλεῖτις, ἀγυιάτης ἀγυιᾶτις, ὡς καὶ τὰ προπύλαια τοῦ ἀγυιέως ἀγυιάτιδες θεραπεῖαι λέγονται, Αὐσονῖτις Λυκόφρων «ὁ τῆς θαλάσσης Αὐσονίτιδος μυχούς». Αἰανῖτις διὰ διφθόγγου. Σοφοκλῆς δὲ Ἀανῖτιν γράφει δίχα τοῦ ι. Ζεφυρῖτις Ἀφροδίτη καὶ Ἀρσινόη, ὡς Καλλίμαχος. Κυκνῖτις ἧς ὁ Κύκνος ἐβασίλευσε. Σοφοκλῆς ἐν Πηλεῖ. καὶ ἐν Ποιμέσι «βοὴν κυκνῖτιν». Ἀσκαλωνῖτις, Ναρβωνῖτις, Καρκινῖτις, πόλις Σκυθική, Λυχνῖτις Ἀρμενίας χώρα. Μενελαῖτις χώρα Αἰγύπτου, Ποταμῖτις γυνὴ Βήλου ἣ καὶ Ἀερία· οὕτω δʼ ἐκλήθη καὶ ἡ Αἴγυπτος. Πιτανῖτις χώρα καὶ νύμφη. Πορφυρῖτις πόλις Ἀραβίας κατὰ Αἴγυπτον, Προσωπῖτις πόλις Αἰγύπτου, Σκιρῖτις ἡ δωδεκάπολις τῆς Καρίας. Σφραγῖτις ἄκρα Σκυθίας. Φαρκωνῖτις· οὕτως ἐκαλεῖτο ἡ Κύμη. Χαλκῖτις νῆσος ἀντικρὺ Χαλκηδόνος. Ἀρτεμίδωρος ἐν ἑνδεκάτῳ γεωγραφουμένων «ἀπὸ δὲ τοῦ Ἀκρίτου καταπλεύσαντι πρὸς εὖρον στάδια ἑκατὸν δέκα ἄκρα κεῖται Ὑρίς καλουμένη, καὶ νῆσος αὐτῇ παράκειται Πιτυώδης καὶ ἄλλη νῆσος καλουμένη Χαλκῖτις καὶ ἄλλη Πρῶτα λεγομένη· ἀπὸ δὲ ταύτης εἰς τὴν Χαλκῖτιν λεγομένην πόλιν στάδια τεσσαράκοντα». ἔστι καὶ πόλις Χαλκῖτις ἐν Μεσσαπίᾳ τῆς Ἰταλίας· ἔστι καὶ χώρα ἐν Σκυθίᾳ, ὡς Ἑρμείας ἐν περιηγήσει. Χατραμωτῖτις χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, Στράβων ἑκκαιδεκάτῃ «Γερραῖοι δʼ εἰς τὴν Χατραμωτῖτιν». Ὠκεανῖτις, Μαρωνεῖτις, Σαλωνεῖτις, ἠεροφοῖτις, Ἀσιᾶτις, Ἀπολλωνιᾶτις, Δερεᾶτις Ἄρτεμις, Καρυᾶτις, Καυλωνιᾶτις, Κροτωνιᾶτις, Μαλεᾶτις, Μιδεᾶτις, Μυρλεᾶτις χώρα Βιθυνίας, Ναυκρατιᾶτις, Πισᾶτις, Πλαταιᾶτις, Πυλᾶτις «Πυλάτιδες ἀγοραί». Σπαρτιᾶτις, Τεγεᾶτις, Ὑσιᾶτις. Αἰγινήτης Αἰγινῆτις, κωμήτης κωμῆτις, Πειρῆτις «Πειρήτιδος ἱερὸς ὄρνις» ὡς ἀπὸ Πειρήτης ἀρσενικοῦ, πρωθῆβις. Μάγνης Μαγνῆτις παρὰ Σοφοκλεῖ, Κουρής Κουρῆτις. Μασῆτις λίμνη, κώμη καὶ νῆσος. νησιώτης νησιῶτις, Ἀρδαλιῶτις, Ἑστιαιῶτις ἡ Θεσσαλικὴ μοῖρα. Ἰταλιῶτις. Μαιώτης ἔθνος Σκυθικὸν καὶ Μαιῶτις λίμνη, ἥν φασι κληθῆναι ἀπὸ τοῦ μαῖαν εἶναι τοῦ Εὐξείνου πόντου. Μαρεῶτις λίμνη. Μασσαλιῶτις, Πελασγιῶτις, Φθιῶτις. χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται, ἄκοιτις, παράκοιτις, ἀρτόπωλις, λαχανόπωλις, ἀλφιτόπωλις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκόν, ἀλλὰ καὶ ἀρσενικόν. καὶ ἴσως μῆτις ἔγκειται ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστι σύνθετον. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται ὡς τὸ Περσίς.
Ἔτι τὰ νομιζόμενα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν γεγενῆσθαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον οἷον ἡ πλευρῖτις, ἡ φρενῖτις, ἡ νεφρῖτις. ταῦτα ὡς ἀπὸ τῶν εἰς ης ἀρσενικῶν δοκοῦσιν εἶναι ὡς ἀπὸ τοῦ ὁ πλευρίτης καὶ ὁ φρενίτης καὶ ὁ νεφρίτης, εἰσὶ δὲ ὀνόματα νοσημάτων.
Τὰ εἰς φις διβράχεα ὀξύνεται, ῥαφίς, γλυφίς, σταφίς, στροφίς. σεσημείωται τὸ ὄφις. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει μακρὰ ἐν δισυλλάβοις παροξύνεται ἢ προπερισπᾶται, Ἶφις, Μέμφις ἡ διασημοτάτη Αἰγύπτου μητρόπολις. τὸ δὲ Κηφίς ὡς ἐθνικὸν ὀξύνεται, ὡς καὶ Δελφίς.
Τὰ εἰς φις ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ κύρια εἴη, ἀσταφίς, κροταφίς, ἐλαφίς. Κερκαφίς· Κερκαφίδες δὲ ἀπὸ Κερκάφου αἱ Ῥόδιαι γυναῖκες. καὶ Ἀκραιφίς λίμνη ὡς ἐθνικά. τὸ δὲ Ὄνουφις ὡς κύριον προπαροξύνεται καὶ Μώμεμφις. Ἡρόδοτος δευτέρᾳ … . Πάρεμφις· εἰσὶ δὲ πόλεις Αἰγύπτου.
Τὰ εἰς χις ὀξύνεται, εἰ μὴ ὀνόματα πόλεων ἢ νήσων εἴη, Κολχίς. Ἀντιοχίς ἡ μήτηρ τοῦ Ἀντιόχου καὶ ἐθνικὸν τῆς πόλεως Ἀντιοχείας καὶ φυλῆς ὄνομα, παννυχίς, Τραχίς πόλις Θεσσαλίας ὑπὸ τὴν Οἴτην ὑπὸ Ἡρακλέους κτισθεῖσα καὶ ὀνομασθεῖσα οὕτως διὰ τὴν τραχύτητα. Δουλιχίς, Ἐρυσιχίς· τὸ δὲ ῥάχις καὶ ἔχις σεσημείωται. τὸ μέντοι Ζοῦχις πόλις Λιβύης περὶ τὴν Σύρτιν. Στράβων ἑπτακαιδεκάτῳ. Τρῆχις πόλις Αἰγύπτου, Βῆχις πόλις Αἰγύπτου ἡ πρότερον Μέτηλις. Βῶγχις πόλις Αἰθιοπίας πρὸς τῷ τρίτῳ καταρράκτῃ. Ξοῦχις πόλις Λιβύης. Ἀρτεμίδωρος. Ἀτάρβηχις πόλις ἐν τῇ Προσωπίτιδι νήσῳ, Τεύωχις πόλις Αἰγυπτία. ἔστι καὶ λιμὴν ὁμώνυμος. Ὕδελχις· ἐπὶ πόλεων καὶ νήσων.
Τὰ εἰς ις θηλυκὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ εἰς α ποιοῦντα τὴν αἰτιατικὴν ὀξύνονται, ῥανίς, κρηπίς, κνημίς, ἁψίς.
Εἰ δὲ εἰς ιν ἔχουσι τὴν αἰτιατικήν, περισπῶνται, Βενδῖς, Μολῖς, Τοτῖς, Ἀταργατῖς.
ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙΣ ος ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ εʹ.
Τὰ εἰς ος καθαρὰ δισύλλαβα τῷ α μακρῷ παραληγόμενα ὀλίγα εἰσίν, καὶ ὀξύνεται μέν, ὅσα οὐ κύρια, μὴ δὲ ἐπιθετικά, παός καὶ πηός «καὶ πηῷ περ ἐόντι», ναός νηός «ἐν πίονι νηῷ», λαός ληός τῇ μεταγενεστέρᾳ Ἰάδι τραπέν «ληὸν ἀθρήσας» Ἱππῶναξ, παρʼ Ὁμήρῳ δὲ τὸ λαός ἄτρεπτον ἔμεινεν. σημειωτέον δὲ ὅτι οὐχ ἁπλῶς τὸν ὄχλον σημαίνει, ἀλλὰ τὸν ὑποτεταγμένον. Ἑκαταῖος γὰρ «τὸν Ἡρακλέα τοῦ Εὐρυσθέως λαόν» λέγει καίτοι ἕνα ὄντα. γίνεται δὲ λαός, ὡς Χρύσιππος ὁ Στωϊκὸς ἐτυμολογεῖ, παρὰ τὸ λαλῶ λαλός καὶ λαός. παρὰ γὰρ τὴν φωνήν φησι ὡς καὶ μέροψ παρὰ τὴν ὄπα. καὶ ἄνθρωπος ὁ διωρθωμένην ἔχων τὴν ὄπα, διὸ καὶ αὐδήεντες «ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων». ἐγένετο δὲ ἔλλειψις, ὡς παρὰ τοῖς Ἀττικοῖς ἡ σίφη ἐκ τοῦ σίλφη παρʼ ἡμῖν λεγομένη ὡς καὶ ὁ τάπης παρὰ τὸ θάλπη, εἴ γε παρὰ τὸ χλιαίνειν ἡ χλαίνη. καὶ ἔκτασις δὲ γίνεται ἀποβολῇ τοῦ λ· ἄλλοι δὲ παρὰ τοὺς λᾶας ὠνομάσθαι «λαοὶ Δευκαλίωνος ὅσοι γενόμεθα». Καλλίμαχος. φέρεται δὲ ἱστορία, ὅτι ἡ Μῆτις δυστοκούσης τῆς Ῥέας αὐτὴ καὶ ἔτεκε τέκνον ὃ ἐκάλεσε Λάαν· τῇ δὲ Ῥέᾳ τεκούσῃ τὸν Δία ἀντικατήλλαξεν τὸν Λάαν αὐτῆς τὸν παῖδα, ἵνα ὁ Κρόνος ἀντὶ Διὸς τὸν Λάαν καταπίῃ. Ζεὺς οὖν ἡβήσας εἰς τιμὴν τοῦ ἀνθʼ αὑτοῦ καταποθέντος λαοὺς ὠνόμασε τοὺς ἀνθρώπους. οἱ δὲ ὅτι Δευκαλίων λίθους ῥίπτων ἀνθρώπους ἐποίει. τινὲς δὲ ὅτι κατακλυσμοῦ ὄντος ἔφυγον οἱ ἄνθρωποι εἰς τὰ ὄρη. καὶ μετὰ ταῦτα ἐπέστησαν τῇ γῇ εὐδίας γινομένης, ὡς ἐκπλαγῆναι καὶ ἀπὸ λίθων νομισθῆναι εἶναι. Ἡσίοδος δὲ παρὰ τὸ ἁλές τὸ σημαῖνον τὸ ἁθρόον. τούς ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἰδὼς λεκτοὺς ἐκ γαίης ἁλεῖς πόρε Δευκαλίωνι. ἁλαός λαός ἀφαιρέσει τοῦ α, ὡς καὶ παρὰ Ἀριστοφάνει σφόδελον ἐν χύτραισι μεγάλαις ἑψόμενον τινὲς δὲ καὶ Παφίην τὴν Ἀφροδίτην οὐ παρὰ τὴν Πάφον τὴν ἐν Κύπρῳ πόλιν, ἀλλὰ παρὰ τὸ ἀπαφίσκειν· καὶ παρʼ Ἡσιόδῳ «ῥεῖά τέ μιν μαυροῦσι θεοί». ἡ τοῦ μακροῦ α ἀφαίρεσις σπάνιος· καὶ ἴσως ἐν τῷ «βάλε δὴ βάλε κηρύλος εἴην». τὸ Δᾶος ὡς κύριον βαρύνεται. «Γέτας γὰρ τοὺς πρὸς τὸν Πόντον κεκλιμένους καὶ τὴν ἕω, Δάους δὲ τοὺς πρὸς τἀναντία πρὸς Γερμανίαν καὶ τὰς τοῦ Ἴστρου πηγάς». καὶ παρʼ Ἀττικοῖς δὲ τὰ τῶν οἰκετῶν ὀνόματα Δᾶοι καὶ Γέται. λέγεται δὲ καὶ Δᾶκος. ἔτι καὶ Λᾶος ποταμὸς καὶ πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. καὶ Λᾶοι οἱ οἰκοῦντες Λᾶν πόλιν Λακωνικῆς. Χνᾶος ἔθνος. καὶ τὸ πρᾷος δὲ ἐπίθετον. τὸ μέντοι ταός παρʼ Ἀλεξανδρεῦσιν ἀντὶ τοῦ ταὧς σεσημείωται. τὸ δὲ λᾶος παρὰ Σοφοκλεῖ «ἐπʼ ἄκρου λάου» ἀπὸ γενικῆς τῆς λᾶος «λᾶος ὑπὸ ῥιπῆς» εἰς εὐθεῖαν μετεποιήθη.
Τὰ εἰς αιος δισύλλαβα, εἰ μὴ εἴη κύρια, ὀξύνεται, λαιός, φαιός, βαιός, σκαιός τὸ ἐπίθετον. Σκαῖος δὲ τὸ κύριον, ὡς Βαῖος κυβερνήτης Ὀδυσσέως, Γραῖος, Παῖος.
Τὰ διὰ τοῦ αυος δισύλλαβα βαρύνεται, ναῦος, αὗος ὁ ξηρός. Αὖος ποταμὸς Θεσπρωτίας, Τραῦος κύριον καὶ τὸ Ψαῦος παρʼ Ἀλκμᾶνι. τὸ δὲ ἀγαυός τρισύλλαβον.
Τὰ εἰς οιος δισύλλαβα ὀξύνεται, εἰ μὴ εἴη κύρια καὶ πυσματικὰ καὶ ἀναφορικὰ καὶ τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ, σμοιός ἐπίθετον, σκλοιός ὁ σκολιός, δοιός, γλοιός ἐπὶ κόπρου, βοιός, κλοιός, ὃ καὶ κλῳός λέγεται, φλοιός. τὸ ποῖος, τοῖος, κοῖος, οἷος βαρύνεται ὡς πυσματικὰ καὶ ἀναφορικά, τὸ δὲ οἶος ὁ μόνος, ὅτι τὸ ο πλεονάζει ἐν τῇ ἀρχῇ. καὶ τὰ κύρια δὲ ὁμοίως, Μοῖος, Βοῖος ἔθνος Κελτογαλατῶν, Κοῖος. Οἰός δὲ ὁ δῆμος τῆς Ἀττικῆς ὀξύνεται. ἔστι δὲ καὶ πόλις Κρητικὴ καὶ ὄνομα λιμένος καὶ ῥεῖθρον.
Τὰ εἰς ειος δισύλλαβα ἐπιθετικὰ βαρύνεται, λεῖος, μεῖος, θεῖος, πλεῖος, ῥεῖος, χρεῖος, Κεῖος καὶ Τεῖος ἐκ τοῦ Κέϊος καὶ Τέϊος συναιρεθέντα. τὸ δὲ νειός ἐπὶ τῆς ἀνανεουμένης γῆς οὐκ ἀρσενικὸν καὶ μονογενές.
Τὰ εἰς ευος δισύλλαβα κύρια προπερισπᾶται, Βεῦος ποταμὸς Μακεδονίας.
Τὰ εἰς ος καθαρὸν δισύλλαβα παραληγόμενα τῷ ι μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βαρύνεται, πῖος καὶ Πῖος ὄνομα κύριον, Χῖος ὁ πολίτης τῆς Χίου. Θουκυδίδης ὀγδόῃ … «Χῖοι καὶ Ἐρυθραῖοι ἀποστῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντες». καὶ Ἡρόδοτος πρώτῃ … «Χῖοι καὶ Ἐρυθραῖοι κατὰ τωὐτὸ διαλέγονται». τὸ ι μακρὸν ὡς τοῦ μήτι «μήτι δʼ ἡνίοχος» καὶ τοῦ Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν». τὸ δὲ πρωτότυπον βραχὺ ἔχει τὸ ι. δῖος. Θρῖος ὄνομα τόπου. Γρῖος, Φθῖος ἥρως καὶ ἔθνος «Λοκροὶ καὶ Φθῖοι». λέγονται καὶ Φθῖες. Φλῖος ὁ Διόνυσος καὶ ὄνομα πόλεως, ὃ διφορεῖται κατὰ τὴν γραφήν, τινὲς μὲν γὰρ διὰ τοῦ ι γράφουσι αὐτό, τινὲς δὲ διὰ τῆς ει διφθόγγου. τὸ κριός ὁ ἐξέχων τῆς ποίμνης παρὰ τὸ κεκρίσθαι τὰς τρίχας σεσημείωται ὀξυνόμενον. τὸ δὲ Κρῖος ὄνομα Τιτᾶνος προπερισπῶσι πρὸς διαστολὴν τοῦ προσηγορικοῦ, ὁ δὲ Ἀρίσταρχος καὶ τὸ κύριον ὀξύνει. γράφεται δὲ διὰ τοῦ ι τῷ κανόνι τῶν διὰ τοῦ ιος δισυλλάβων ἀρσενικῶν διὰ τοῦ ι γραφομένων. τὸ δὲ ἰός ἐπὶ τοῦ βέλους ἀπὸ φωνήεντος ἄρχεται.
Τὰ εἰς ος δισύλλαβα τὸ δίχρονον ἔχοντα βραχὺ βαρύνεται, σάος καὶ Σάος ἡ τῶν Σαΐων νῆσος. Ἴος νῆσος τῶν Κυκλάδων ἀπὸ Ἰώνων οἰκησάντων, ἔστι καὶ Λυδίας. Τίος πόλις Παφλαγονίας ἀπὸ Τιέως ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δʼ ἐν Βιθυνιακοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι. μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ «ἀπὸ Ψύλλης χωρίου ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι ϟ« καὶ «οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι τοʹ». καὶ πάλιν «οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ.» Στράβων ἐν δωδεκάτῳ οὐδετέρως καὶ τρισυλλάβως τὸ Τίειόν φησιν. Χίος ἡ ἐπιφανεστάτη νῆσος τῶν Ἰώνων, ἔχουσα καὶ πόλιν ὁμώνυμον. Ἑκαταῖος Εὐρώπῃ «Χίος κατὰ Ἐρυθράς, ἐν δὲ πόλις Χίος». ἀπὸ Χίου τῆς Ὠκεανοῦ ἢ ἀπὸ τῆς χιόνος τῆς ἐκεῖ γενομένης πολλῆς ἢ ἀπὸ νύμφης τῆς Χιόνης. ἔστι καὶ ἑτέρα πόλις Καρίας Χίος κατὰ Τριόπιον κειμένη ἐν τῇ χερρονήσῳ. καὶ γʹ ἐν Εὐβοίᾳ. Κίος ποταμὸς καὶ πόλις Βιθυνίας, Δρίος τὸ Φρίκειον ὄρος, ἴος ὁ μόνος, βίος ἡ ζωή, βιός δὲ τὸ τόξον. σεσημείωται τὸ μνιός ὁ ἁπαλός παρʼ Εὐφορίωνι.
Τὰ διὰ τοῦ υος δισύλλαβα ἀρσενικὰ βαρύνεται, Δρῦος ὄνομα κύριον υἱὸς Αἰγύπτου καὶ Φλῦος. σεσημείωται ὁ πυός ὀξυτόνως καὶ ἀρσενικῶς. τὸ δὲ νυός ἡ νύμφη θηλυκὸν ὀξύνεται.
Τὰ διὰ τοῦ οος καὶ εος δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα καὶ μὴ μόνου τοῦ θ βαρύνεται, νόος, γόος, ῥόος, πλόος, θρόος, φλόος, κόος, ὃ λέγεται καὶ κῶος, καὶ Κόος ὄνομα τόπου, χνόος, φλέος, Κέος, Τέος, πλέος, νέος, διὸ καὶ τὸ ζόος παρʼ Ἐπιχάρμῳ οἱ πλείους ἐβάρυναν «τρὶς ἀπεδόθη ζόος». ὁμοίως καὶ τὸ σόος τὸ κύριον καὶ τὸ προσηγορικόν, ὅπερ ἡ συνήθεια διὰ τοῦ ω γράφει, τινὲς δὲ καὶ σὺν τῷ ι. τὸ δὲ ἑός ὀξύνεται, ἀπὸ φωνήεντος γάρ. καὶ τὸ θοός καὶ θεός ὡς ἀπὸ τοῦ θ μόνου.
Τὰ εἰς ωος μετὰ προσγεγραμμένου ι δισύλλαβα προπερισπᾶται, Κῷος ὁ πολίτης τῆς Κῶ, σῷος, ὃ διὰ τοῦ ι γράφεσθαί φησι Δίδυμος, ἡ δὲ παράδοσις ἄνευ τοῦ ι οἶδε, Λῷος, Πτῷος Ἀκραιφέως καὶ Εὐξίππης. τὸ δὲ κλῳός, ἀπὸ τοῦ κλοιός ὀξύνεται, καὶ ἔτι τὸ ζῳός καὶ τὸ Τρῳός.
Τὰ εἰς υιος σπάνια ὄντα ὀξύνεται, υἱός καὶ γυιός. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ι γράφουσιν.
Τὰ εἰς ος τρισύλλαβα ἁπλᾶ τῷ α μόνῳ παραληγόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλους φύσει ἢ θέσει μακρὰ εἴη ἢ κατὰ διάστασιν σύμφωνον ἔχοι, ἀγλαός, ἀλαός παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι· ἀλαός ὁ περιπλανώμενος. Σέλευκος δὲ παρὰ τὸ ἀλάσαι, ὃ σημαίνει τὸ ἐλαττῶσαι ἵνʼ ᾖ τὸ ἐλαττωθεὶς τοὺς ὀφθαλμούς. ἄλλοι δὲ ὁ τυφλὸς καὶ ἐστερημένος τοῦ λάειν ἤτοι βλέπειν. Ἀρίσταρχος τὸ παρὰ τῷ ποιητῇ «ἀσπαίροντα λάων» οὕτως ἐξηγεῖται ἀντὶ τοῦ βλέπειν. κεραός, ταναός. Δαναός ὁ πολίτης ὁμοφώνως τῷ οἰκιστῇ. Κραναός, ἀφʼ οὗ ἡ Ἀττικὴ ἐκαλεῖτο Κραναή. Μαλαός, ὃς ἔκτισε Τῆμνον πόλιν τῆς Αἰολίδος. τὸ δὲ ἵλαος καὶ Πίταος Φρὺξ Μίδου φίλος τὴν τρίτην ἀπὸ τέλους μακρὰν ἔχει. τὸ δὲ ...... σύμφωνον κατὰ διάστασιν ἔχει. τὸ δὲ γόαος ἐκ τοῦ γόης γέγονε. Τὸ δὲ Θήβαος, ἄρχαος, Ἄλκαος, πάλαος, Ἄχαος κατʼ ἔνδειαν τοῦ ι γινόμενα Αἰολικά εἰσιν.
Τὰ εἰς αος ὑπερτρισύλλαβα προπαροξύνεται οἷον Ἀμφιάραος, Μενέλαος· ἔστι καὶ πόλις Αἰγύπτου· Στράβων ἑπτακαιδεκάτῃ. Οἰνόμαος υἱὸς Ἁρπίνης τῆς Ἀσωποῦ καὶ Ἄρεος.
Τὰ διὰ τοῦ λεος τρισύλλαβα ἁπλᾶ ὀξύνεται, μὴ ὄντα κτητικὰ ἢ διαφόρως τονούμενα πρὸς διάφορον σημασίαν, εἰλεός ἡ κατάδυσις καὶ ἡ νόσος καὶ ἡ μαγειρικὴ τράπεζα, φωλεός, κολεός, Μαλεός, γαλεός ὁ ἀσκαλαβώτης. Φιλύλλιος Αἰγεῖ «ὁ πάππος ἦν μοι γαλεὸς ἀστερίας» καὶ Ἄρχιππος Ἰχθύσιν «τί λέγεις σύ; μάντεις εἰσὶ γὰρ θαλάττιοι; γαλεοί γε πάντων μάντεων σοφώτατοι». ἀλεός καὶ Ἀλεός ὁ πολίτης Ἀλέας ὁμοφώνως τῷ οἰκιστῇ, παλεός. Κελεός, Πελεός, Ἐλεός δὲ τὸ κύριον καὶ ἐπίθετον, ἔλεος δὲ τὸ προσηγορικόν. τὸ δὲ μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά.
Τὰ εἰς νεος ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενόν «λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ ε ἐκ τοῦ λάϊνος καὶ ἐλάϊνος. τὸ δὲ κυάνεος κτητικὸν ἀποβολὴν ἔπαθε τοῦ ι ἀπὸ τοῦ κυάνειος γεγονός.
Τὰ εἰς ος λήγοντα ὀνόματα παρὰ ῥῆμα γινόμενα καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω, φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ σ ὀσχεός. καὶ παρὰ σωρεύω δὲ ὁ σωρεός. τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατʼ ὀξεῖαν τάσιν «ὁ δʼ ἐκ λοχεοῖο πάϊς». ἀλλʼ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε, ὥστε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδησε» λόχοιο γενέσθαι καὶ λοχέοιο. παρὰ κηδεύω δὲ κηδεός, κελεύω Κελεός ὄνομα κύριον. ὠρεύω Ὠρεός πόλις Εὐβοίας. τούτοις ἀκόλουθον καὶ τὸ θυρεός μὴ παρὰ ῥῆμα γενόμενον.
Τὰ εἰς τεος παροξύνεται, εἰ μὴ ἐκ πλεονασμοῦ ἔχοι τὸ ε ἢ κτητικὰ εἴη, ῥητέος, πρακτέος, ἀθροιστέος, μεμπτέος, γραπτέος, λαλητέος, νοητέος, ποιητέος, γνωστέος. τὸ δὲ ἐτεός ὀξύνεται. ἀπὸ γὰρ τοῦ ἐτός ὀξυτόνου, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ἐν πλεονασμῷ τοῦ ι γέγονεν ἐτεός ὀξείᾳ τάσει. ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός ἀδελφεός, δαφοινός δαφοινεός. τὸ δὲ δρακόντεος, γερόντεος κτητικά ἐστι.
Τὰ διὰ τοῦ αλεος παραγωγὰ ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παροξύνεται, χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος οἷον νηφαλέος, αὐαλέος, σμερδαλέος, θαρσαλέος, σκωπαλέος, δειμαλέος, κερδαλέος, φρικαλέος, ἀργαλέος, φοιταλέος, γηραλέος, λευγαλέος, ὀπταλέος, ἰκμαλέος, ῥωμαλέος, ῥωγαλέος, καρφαλέος, ἁρπαλέος. πρόσκειται «εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματος» διὰ τὸ δαιδάλειος δαιδάλεος, ἔνθεν αἰτιατικὴ «δαιδάλεον θώρηκα» παρὰ τῷ ποιητῇ, κονισάλειος κονισάλεος παρὰ Ἀντιμάχῳ «τὼ δʼ αὖτʼ ἀμφὶ κονισάλεον πεπονήατο δίφρον». ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατʼ ἔνδειαν τοῦ ι, καὶ προπαροξύνονται, Ἀγαμεμνόνεος, Ἑκτόρεος, Νεστόρεος, τέλεος, χάλκεος, χρύσεος, τέγεος, κήλεος. Ὑπερβόρεοι, ἔθνος, ὃ Ἑλλάνικος Ὑπερβόρειοι γράφει διὰ διφθόγγου. Πρώταρχος τὰς Ἄλπεις Ῥίπαια ὄρη οὕτω προσηγορεῖσθαι καὶ τοὺς ὑπὲρ τὰ Ἄλπεια ὄρη κατοικοῦντας πάντας Ὑπερβορέους ὠνομάσθαι. Δαμάστης δʼ ἐν τῷ περὶ ἐθνῶν, ἄνω τῶν Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δʼ ἀνωτέρω Ἀριμασπούς, ἄνω δʼ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. Καλλίμαχος δὲ τοὺς αὐτούς φησι εἶναι τοῖς Ἀριμασποῖς.
Τὰ εἰς ος λήγοντα καθαρὰ ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς κατὰ τὴν κοινὴν διάλεκτον τῷ η παραληγόμενα οὐκ ἔστιν εὑρεῖν εἰ μὴ τὸ αἰζηός ὀξυνόμενον. καὶ τοῦτο ἐκ πάθους ἔχει τὸ η. παρὰ γὰρ τὸ ἀεὶ καὶ ζέω ὁ ἀεὶ ζέων καὶ ἀκμάζων κατὰ τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός. Ἀπολλώνιος μὲν ὁ τοῦ Ἀρχιβίου σὺν τῷ ι οἶδεν αὐτό, λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊος. ἀλλʼ εἰ ἦν ἀπὸ τοῦ αἰζήϊος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶσθαι. ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται οἷον Ἀχελώϊος Ἀχελῷος, ὑπερώϊον ὑπερῷον. καὶ δῆλον ὅτι ὥσπερ ἀπὸ τοῦ Αἰτωλός γίνεται Αἰτώλιος κατὰ παραγωγὴν τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου καὶ ἀπὸ τοῦ κάπρος κάπριος, οὕτω καὶ ἀπὸ τοῦ αἰζηός αἰζήϊος. πρόσκειται κατὰ τὴν κοινὴν διάλεκτον· τὸ γὰρ ἀρχῆος καὶ Ἀχηός καὶ παληός Βοιώτιά εἰσι καὶ κατὰ τροπὴν τῆς αι διφθόγγου ἐγένετο καὶ προπερισπᾶται καὶ ὀξύνεται. τὸ δὲ ὄρηος καὶ Λύκηος Λακωνικά εἰσι καὶ προπαροξύνεται καὶ αὐτὰ κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η γεγονότα. πρόσκειται ἁπλᾶ διὰ τὸ εὔνηος καὶ Ἐχένηος καὶ πολύνηος σύνθετα προπαροξυνόμενα. παρὰ γὰρ τὸ ναῦς νηός συνετέθη. τὸ δὲ πηός καὶ αὐτὸ ἐκ πάθους δισύλλαβον.
Τὰ διὰ τοῦ διος προπαροξύνεται, εἰ μὴ τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι καὶ παροξύτονα πρὸς διαστολὴν κυρίων καὶ ἐπιθέτων, ὥσπερ ἔχει τὸ Ῥοδίος «Κάρησός τε Ῥοδίος τε» καὶ Σχεδίος «Σχεδίον δʼ ἕλε Λήϊτος ἥρως» καὶ Ὁδίος. Τὰ δὲ προπαροξύτονα ταῦτα, ἴδιος, ἀΐδιος, μαψίδιος, παυρίδιος, ἁρμόδιος, νυμφίδιος, φωρίδιος, ἐπιμαστίδιος, ῥηΐδιος, θνητάδιος, κρυπτάδιος, Μυσάδιος, Ὑσσάδιος, μινυνθάδιος, τυμβίδιος, Ἀρκάδιος, ὠμίδιος καὶ ἐπωμίδιος, Ἐξάδιος, Κνίδιος, Ἐχινάδιος, Ἐπιλευκάδιος τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλις μετὰ Ἀκαρνανίαν· Ἑκαταῖος Εὐρώπῃ. Ἀράδιος, Τενέδιος, Λεβέδιος, Ψωφίδιος· Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν». Αὐλίδιος, Δαυλίδιος, Βουλίδιος, Ἠλίδιος, Μιμνίδιος, Λυχνίδιος, Ἀσπαλαθίδιος, Ἀλγίδιος, Ἰσίνδιος, Σισίνδιος, Ἀλαρόδιος ἔθνος περὶ τὸν Πόντον ὡς Ἡρόδοτός φησιν. σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον. ἐξηκολούθησε δὲ τοῖς ἐπὶ ὀρνέων. τὰ γὰρ εἰς ος καθαρὰ τῷ ι παραληγόμενα ὑπὲρ τρεῖς συλλαβὰς ἐπὶ ὀρνέων ὀξύνονται, αἰγυπιός, χαραδριός, βομβυλιός. οὕτω καὶ ἐρῳδιός. λέγεται καὶ ῥῳδιός παρὰ Ἱππώνακτι «κνεφαῖος ἐλθὼν ῥῳδιῷ … κατηυλίσθην». καὶ ὡς μὲν πρὸς τὴν συνήθειάν ἐστιν ἀφαίρεσις, ὡς δὲ πρὸς τὸν σχηματισμὸν ἐντελές. ὥσπερ γὰρ ἀπὸ τοῦ ἁρμόζω γίνεται ἁρμόδιος τὸν αὐτὸν τρόπον ἀπὸ τοῦ ῥοίζω γίνεται ῥοίδιος καὶ πλεονασμῷ τοῦ ε καὶ ἐκτάσει τοῦ ο εἰς ω ἐρῳδιός καὶ μένει τὸ ι προσγεγραμμένον.
Τὰ εἰς ωνιος προπαροξύνονται, Κιθαιρώνιος, Μαραθώνιος, Ἀπολλώνιος, Ἑλικώνιος, ἐναγώνιος, Ἀμμώνιος, αἰώνιος, Πλευρώνιος, Σιδώνιος, ὃ κατὰ συστολὴν εἶπεν ὁ ποιητὴς «Σιδονίων βασιλεύς», λαβρώνιος εἶδος ἐκπώματος, Τροφώνιος. Κυρτώνιος πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. Σιρβώνιος, Ἀργανθώνιος, Ἀβυδώνιος, Ἀγκώνιος, Ἀντρώνιος ὄνος ἡ παροιμία, Βαβυλώνιος, Αἰσώνιος, Ἀλαβώνιος, Κολοφώνιος, Ἀλμώνιος, Ἀμυδώνιος, Αὐλώνιος, Σικυώνιος, Καλυδώνιος, Καυλώνιος, Κραννώνιος καὶ τὰ ὅμοια.
Τὰ εἰς νιος καθόλου ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἐλευσίνιος, Σαλαμίνιος, Τιτάνιος, Γερήνιος, Ἑλλήνιος, Τροιζήνιος, παρθένιος. καὶ Παρθένιος ποταμὸς ἐν μέσῳ τῆς Ἀμαστριανῶν πόλεως ῥέων. ἐκλήθη δὲ ἐκ τοῦ συνεχῶς περὶ αὐτὸν τὴν παρθένον Ἄρτεμιν κυνηγετεῖν ἢ διὰ τὸ ἠρεμαῖον καὶ παρθενῶδες τοῦ ῥεύματος «ὡς ἀκαλὰ προρέων, ὡς ἁβρὴ παρθένος εἶσιν». τινὲς ὅτι ἐν αὐτῷ ἔπεσεν παρθένος παλαιοῦ τινος βασιλέως θυγάτηρ· καὶ τὴν μὲν τελευτῆσαι ἐκεῖ, τῷ δὲ ποταμῷ Παρθένιον ὄνομα τοὺς προσχώρους θέσθαι ἐπὶ τῷ πάθει τῆς παρθένου. ἔστι καὶ ἀκρωτήριον πλησίον Ἡρακλείας, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν ἕκτῳ γεωγραφουμένων. πυθμένιος, Λυκαόνιος, Μακεδόνιος, δαιμόνιος, Σαρπηδόνιος, Ζηράνιος ἔθνος Θρᾴκης. Θεόπομπος εἰκοστῷ πέμπτῳ. Ἀσκάνιος ποταμός. Εὐφορίων Χιλιάσι «καὶ Ψίλιν Ἀσκάνιόν τε Ναυαίθοιο». Βαρκάνιος ἔθνος τοῖς Ὑρκανοῖς ὅμορον. Τραυχένιος ἔθνος περὶ τὸν πόντον τὸν Εὔξεινον ὅμορον Σίνδοις. Τυρμένιος Σκυθικὸν ἔθνος ναυτικώτατον. ἑρμηνεύονται δὲ φυγάδες. ὠγένιος ὁ ἀρχαῖος. Παρθένιος ὁ Νικαεὺς Δήλῳ «σὺν τῇ ἐγὼ Τηθύν τε καὶ ὠγενίης Στυγὸς ὕδωρ». Ὀλβυσίνιος ἔθνος. Χαόνιος, Χαλκηδόνιος. Βεληδόνιος ἔθνος παρʼ Ὠκεανῷ. Παρθένιος ἐν Δήλῳ «οὐδʼ ἐπὶ τηλίστων ἄκρα Βεληδονίων». Βιστόνιος, ὅπερ καὶ ἐκτέταται ποιητικῶς Βιστώνιος. Χελιδόνιος ἔθνος Ἰλλυρικόν· Ἑκαταῖος Εὐρώπῃ «Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι». Ἑρκύνιος. Ἀλέξανδρος Εὐρώπῃ. τὸ δὲ Κλονίος παροξύνεται ὡς κύριον καὶ τρισύλλαβον ὄν, τὸ δὲ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος προπαροξύνεται. τὸ δὲ Μηνιός ὄνομα ποταμοῦ ὀξύνεται. καὶ τὸ μονιός ὀξύνεται τρισύλλαβον, εἰ δὲ τὸ υ πλεονάσῃ, προπαροξύνεται. μούνιος γάρ.
Ὅσα ἀπὸ τῶν εἰς ξ ἢ ψ ἢ ρ γίνεται διὰ τοῦ ι βραχέος, προπαροξύνεται, εἰ μὴ ἐπὶ κυρίου διαστολή τις γένηται ἐν τρισυλλάβοις τριβράχεσιν ὥσπερ ἔχει τὸ Φρυγίος καὶ Φλογίος. καὶ προπαροξύνεται δὲ ταῦτα· Θρηΐκιος· λέγεται καὶ διὰ μακροῦ τοῦ ι «ἀνέρα δὲ Τροίη Θρηΐκιον οὔτι φορήσει». Κιλίκιος, Φαιάκιος, Ναρύκιος, Νυράκιος, Νωράκιος, Κοράκιος, Φοινίκιος, Ζαρήκιος, Ἀτράκιος, Ῥάγιος, Μηνίγγιος, Ἀράβιος, Κινύφιος, Αἰγιλίπιος, Αἰθιόπιος. Εὐριπίδης Ἐρεχθεῖ «Αἰθιοπίαν νιν ἐξέσωσʼ ἐπὶ χθόνα». μακάριος, σωτήριος, ἀέριος, αἰθέριος. τὸ δὲ Ἰλλυριός οὐκ ἀντίκειται. οὐ γὰρ τὸ Ἰλλυριός παρὰ τὸ Ἴλλυρ.
Τὰ διὰ τοῦ ιος ἐθνικὰ ἢ τοπικὰ προπαροξύνονται, Ῥόδιος, Σάμιος, Κύπριος, Αἰγύπτιος, Δήλιος, Ἀψίνθιος, Πύλιος, οὐράνιος, θαλάσσιος, ἐντόπιος, ἐκτόπιος, ἐνδάπιος, ἐγχώριος καὶ ἐπιχώριος, τὸ χώριος μὲν οὐ λέγεται, ἀλλὰ τὰ σύνθετα. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων … . ἐγκώμιος. Ἡσίοδος «εἰ γάρ τοι καὶ χρῆμʼ ἐγκώμιον ἄλλο γένοιτο». Ἄβιος ἔθνος Σκυθικόν. Ὅμηρος «Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων». Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διόφαντος εἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν. ἢ ὅτι βίῳ ἑδραίῳ οὐ χρῶνται οὕτω λέγονται, διὰ τὸ ἐφʼ ἁμαξῶν φέρεσθαι. Δίδυμος δὲ Θρᾴκιον ἔθνος φησίν. Αἰσχύλος δὲ Γαβίους διὰ τοῦ γ ἐν λυομένῳ Προμηθεῖ ἔπειτα δʼ ἥξεις δῆμον ἐνδικώτατον βροτῶν ἁπάντων καὶ φιλοξενώτατον, Γαβίους, ἵνʼ οὔτʼ ἄροτρον οὔτε γατόμος τέμνει δίκελλʼ ἄρουραν, ἀλλʼ αὐτοσπόροι γύαι φέρουσι βίοτον ἄφθονον βροτοῖς. ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι. Θίβιος ἔθνος πρὸς τῷ Πόντῳ βασκαντικὸν καὶ φθοροποιόν, ὡς Δίδυμος ἐν δευτέρῳ συμποσιακῶν «θανατοῖ δὲ τὸ πνεῦμα αὐτῶν οἷς ἂν πλησιάζῃ. καὶ τὰ σώματα αὐτῶν εἰς θάλασσαν ῥιφέντα οὐ καταδύουσιν». Εὔβιος ἔθνος Λιγυστικόν. Γάβιοι πόλις Λατίνων καὶ ἐθνικόν, ὡς Διονύσιος ἐν τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Τάβιοι πόλις Ἰταλίας, ἐν ᾗ οἱ περὶ Ῥέμον ἐπαιδεύθησαν. καὶ τὸ ἐθνικὸν ὁμοίως. Τολοστόβιος ἔθνος Γαλατῶν ἑσπερίων μετοικησάντων ἐκ τῆς Κελτογαλατίας εἰς Βιθυνίαν. Ἐρατοσθένης δʼ ἐν πρώτῳ Γαλατικῶν Τολιστοβωγίους αὐτούς φησιν. Ἀράζιος, Σαβάζιος, Ἀκάνθιος, ἀφʼ οὗ «Ἀκάνθιος τέττιξ» ἐπὶ τῶν ἀφώνων, τοιοῦτοι γὰρ οἱ τῆς χώρας τέττιγες, ὡς Σιμωνίδης. Σαλάμιος ἔθνος Ἀράβων. σάλαμα δὲ ἡ εἰρήνη. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις. Κράνιοι πόλις ἐν Κεφαλληνίᾳ τῇ νήσῳ. Δανδάριος ἔθνος περὶ τὸν Καύκασον, ὡς Ἑκαταῖος Εὐρώπῃ. Σαγγάριος ἔθνος τῆς κάτω Φρυγίας ὁμωνύμως τῷ ποταμῷ. Ψυκτήριος τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνίδου κτίσει. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Βάντιος ἔθνος Θρᾴκης. Ἑκαταῖος. Μαράφιος ἔθνος ἐν Περσίδι ἀπὸ Μαραφίου βασιλέως. Τηλέφιος δῆμος Λυκίας. Μέναιχμος γάρ φησιν ὅτι «ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέφου κρήνη δείκνυται διὰ τὸ Τήλεφον ἀπονίψασθαι ἐκεῖ τὸ τραῦμα, θολερὰν δὲ εἶναι. ἔστι καὶ δῆμος Τηλέφιος». Ὑπαιλόχιοι ἔθνος Μολοσσικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν. Αἰδήψιος. Καλλίμαχος Ἑκάλῃ «ἄρκιος ἢ χείρεσσιν ἑλὼν Αἰδήψιον ἄορ». Λυκάψιος, Γαλήψιος. τὸ δὲ χαραδριός ὀξύνεται καὶ θαλαμιός ὁ κωπηλάτης.
Τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιος προπαροξύνεται συνεσταλμένου τοῦ ι, εἰ μὴ τριβράχεα ἐπὶ κυρίων εἴη, πολέμιος, ποτάμιος καὶ παραποτάμιος ὡς Παρακηφίσιος καὶ προσωκεάνιος. Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἐν τῇ ιθʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας «Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν παρωκεανίων ἐθνῶν». παρηγμένα ἐκ δύο εἰς ἕν. μίσθιος, ῥύθμιος, φίλιος, ξένιος, δήμιος. Κλυτίος δὲ τὸ κύριον παροξύνεται.
Τὰ διὰ τοῦ σιος καὶ τιος προπαροξύνονται, εἰ μὴ κύρια εἴη καὶ τριβράχεα, ἀσπάσιος, πρυμνήσιος. Ταυλάντιος Ἰλλυρικὸν ἔθνος. Εὐφορίων δὲ μετὰ τοῦ ν Ταυλαντίνους αὐτούς φησι. θαλάττιος, διπλάσιος, Ταράσιος, ἀμβρόσιος, ἱκέσιος, ἀνάρσιος, Ἐφέσιος. εὕρηται καὶ Ἐφέσεια διὰ διφθόγγου· οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Σοφοκλῆς. Συρακόσσιος διὰ δύο σσ καὶ διὰ τοῦ ο, δημόσιος, διαπρύσιος, διακόσιοι, τριακόσιοι, πεντακόσιοι, Ὑπάτιος, Εὐστράτιος, Ἀέτιος, Φιλοίτιος, Μενοίτιος, ὑστάτιος, ὁσσάτιος, Μελέτιος, Ἀχερόντιος, Ἀθανάσιος, Θριάσιος, Τιθράσιος, Ἀναγυράσιος ἀπὸ Ἀναγυροῦντος δήμου. ἐζήτηται δὲ πῶς ἔχει τὸ α, ἔδει γὰρ ὡς Ῥαμνούσιος. ἀλλʼ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ α. Ἄσιος ὁ Ζεὺς παρὰ Ἄσον πολίχνιον Κρήτης. Αὐγάσιος ἔθνος Μασσαγετῶν. Στράβων ἑνδεκάτῃ. Βουπράσιος. θαυμάσιος καὶ Θαυμάσιος ἔθνος Ἀρκαδίας. Θηράσιος, Θάσιος, Ἰάσιος, Ἰμβράσιος, Καυκάσιος, Κορυφάσιος, Κραβάσιος, Νικάσιος τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάσιος, Ὀρεστάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιάσιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ α Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐφορίων. Ἁλοννήσιος, Προκοννήσιος, Ἁλωνήσιος, Χερσονήσιος. Ἑκαταῖος Εὐρώπῃ «Ἀψινθίοισι πρὸς μεσημβρίην ὁμορέουσι Χερσονήσιοι», οὗ τὸ θηλυκὸν Εὐριπίδης «ὃς τὴν ἀρίστην Χερσονησίαν πλάκα». Φαγρήσιος, Ἀρήσιος, Βερήσιος, Ἀδρυμήσιος, Γαλλήσιος, Ἑλικήσιος. Εὐθρήσιοι πόλις Ἀρκαδίας καὶ οὐκ ἐθνικόν. Ἰθακήσιος, Καρπήσιος ἔθνος Ἰβηρικόν. Κορήσιος, Κρεμήσιος, Κρήσιος, Κυνήσιος, Λιθήσιος ὁ Ἀπόλλων ἐν τῷ Μαλέα λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς ἐν Ἠλιακῶν τρίτῳ. Μαραθήσιος, Μιλήσιος ὃ σεσημείωται ἐν τοπικοῖς, ὅτι ἐτράπη τὸ ι. Μυήσιος, Μυκαλήσιος, Νεδεήσιος, Πολυήσιοι πόλις καὶ οἱ πολῖται ὡς Λοκροί Δελφοί. Ποτιολήσιος, Πυδήσιος, Μαγνήσιος, Σαλλήσιοι μοῖρα Παιόνων. Στρυμήσιος. Τιταρήσιος ποταμὸς Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. χαρίσιος, Προβαλίσιος, Χαδίσιος, Χαλίσιος, Ἐπικηφίσιος, Ἀρτεμίσιος, Θεοδόσιος, Ὀλοβύσιος ἔθνος περὶ Ἡρακλείων στηλῶν. Νύσιος, Ἀμαρύσιος ὡς Τρικορύσιος. οὕτω γὰρ Παυσανίας ἐν πρώτῃ. λέγεται καὶ Ἀμαρύνθιος. Ἀμφρύσιος. Λυκόφρων «Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων». Ἰαλύσιος, ἐτώσιος, Ῥώσιος, Ἀραχώσιος, Περκώσιος, Κριθώσιος, Γεδρώσιος ἔθνος Ἰνδικόν. Παίσιος, Νεμαύσιος, Ὀποείσιος, Ἀρκέσιος καὶ Ἀρκείσιος, Σιμοείσιος, Ἀγνούσιος, Ῥαμνούσιος ἀπὸ τῆς γενικῆς προσόδῳ τοῦ ι τοῦ τ οὐ φυλασσομένου ὡς ἐν τῷ Σελινούντιος, Ὀπούντιος, Ἱεριχούντιος, Τραπεζούντιος, τρεπομένου δὲ εἰς σ καὶ τοῦ πρὸ αὐτοῦ ν ὑφαιρουμένου, Ἁλιμούσιος, Φηγούσιος, Ἀχερδούσιος, Ἀχραδούσιος Ἀριστοφάνης Ἐκκλησιαζούσαις «νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν, ὅστις πότʼ ἐστʼ ἄνθρωπος Ἀχραδούσιος». Καλαθούσιος, Καρδούσιος, Λαμούσιος, Μαραθούσιος, Μαυρούσιος ἔθνος μέγα Λιβύης, ὃ καὶ Μαῦροι. Καδούσιος ἔθνος μεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Πόντου. Στράβων ἑνδεκάτῃ. Βαργούσιος ἔθνος δυτικὸν πρὸς τῷ Ἴβηρι ποταμῷ, Πολύβιος ἐν τρίτῳ. Δηρούσιος ἔθνος Περσικόν. Ἡρόδοτος αʹ … «Πέρσαι δʼ οἱ μὲν Πενθιάδαι οἱ δὲ Δηρούσιοι οἱ δὲ Καρμάνιοι». Φαρούσιος ἔθνος Λιβυκόν. μέμνηται αὐτῶν Διονύσιος καὶ Ἀρτεμίδωρος. Ἀμαθούσιος. Αἰδούσιοι σύμμαχοι Ῥωμαίων πρὸς τῇ Κελτικῇ Γαλατίᾳ, Ἀπολλόδωρος ἐν χρονικῶν δʹ. Ἁλικαρνάσσιος, Παρνάσσιος, Ποιηέσσιος, Ἤσσιος, Ἀγήσσιος, Ἀσσήσιος, Καρδήσσιος, Λυρνήσσιος, Μαρπήσσιος, Μερμήσσιος, Μυκαλήσσιος, Σαρδήσσιος, Σαλμυδήσσιος, Ταρτήσσιος, Τελμήσσιος, Τεγήσσιος, Τυλήσσιος. Λυκόφρων «ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησσίων». Βολίσσιος, Μυρμίσσιος, Μυγίσσιος, Ἐλαιούσσιος παρὰ τὸ Ἐλαιοῦσσα, Ἐλαιούσιος δὲ παρὰ τὸ Ἐλαιοῦς. Πιτυούσσιος. Ἄκτιος Αἰγεύς, ὡς Εὐφορίων Διονύσῳ. Βυζάντιος, Ἀκαμάντιος, Ἀλλάντιος, Παλλάντιος, Ἀλυβάντιος, Γλισάντιος. Τευθράντιος Εὐριπίδης Λικυμνίῳ «Τευθράντιον δὲ σχῆμα Μυσίας χθονός» ἀπὸ τῆς γενικῆς Τεύθραντος, Τευθράνιος δὲ ἀπὸ Τευθρανίας ὡς ἀπὸ Παρρασίας Παρράσιος. Περγάντιος, Προσπάλτιος, Ἁλιάρτιος, Σαγάρτιος, Αἰγύπτιος, Κυπαρισσηέντιος, Συρρέντιος, Σίντιος. Σκίρτιος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Ἑλλησπόντιος, Εὐρυμεδόντιος, Μεσοπόντιος ὁ Ἐρέσιος Ποσειδῶν. οὕτω γὰρ ἐν Ἐρέσῳ τιμᾶται, πόλει τῆς Λιβύης. Καλλίμαχος Αἰτίων αʹ. Ἀναφλύστιος, Βυβάστιος ὡς Ἔφορος. Γεραίστιος, Φαίστιος, Βουβάστιος παρὰ Θεοπόμπῳ. Ὀγχήστιος, Τυφρήστιος. Παρθένιος «Τυφρήστιον αἶπος». Λιβύστιος ὡς ἀπὸ τοῦ Λίβυστος τοῦ ἀπὸ τοῦ Λίβυος ὄντος κατὰ πλεονασμόν. Σήστιος, Ἐλβέστιος ἔθνος Λιβύης. Φίλιστος ηʹ «περὶ δὲ τοὺς Λίβυας ...» Ἑκαταῖος Εὐρώπῃ «Ἐλβέστιοι καὶ Μαστιηνοί». Βηρύτιος, Ἀζώτιος, Βούτιος, Καρδύτιος, Κορδύτιος, Μισήτιος, Βουθρώτιος, Βοιώτιος, Στράτιος, Μυτιστράτιος, Μαδύτιος, Σαββάτιος, Συβότιος, Φοίτιος υἱὸς Ἀλκμέωνος τοῦ Ἀμφιαράου καὶ τὸ ἐθνικόν, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωϊκοῖς. Ἐλεύτιος ἔθνος τῆς Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πευκέτιος ἔθνος περὶ τὸ Ἰόνιον πέλαγος. Ἡρόδωρος δὲ καὶ Πευκετεῖς αὐτοὺς καλεῖ. Αἰπύτιος «Αἰπύτιον παρὰ τύμβον». Ἀκύτιος, Βρέττιος, Βρούττιος. τὸ δὲ πλησίος καὶ ἀντίος σεσημείωται. Σκοτίος, Κλυτίος κύρια καὶ τριβράχεα καὶ τὸ Φρασίος.
Τὰ διὰ τοῦ ιος καθαρὰ πρὸ τοῦ ι η ἢ ω ἔχοντα προπαροξύνονται. καὶ τὰ μὲν κατὰ διάλυσιν ἀπὸ τῶν διὰ τοῦ ειος καὶ ἔκτασιν τοῦ ε εἰς τὸ η γίνονται, νήϊος, δήϊος ἐκ τοῦ δέϊος, γήϊος, Τήϊος, ἀφʼ οὗ «Πρωταγόρας ὁ Τήϊος». Κήϊος, βασιλήϊος, Ἰλιήϊος, χαλκήϊος, Ὀδυσσήϊος, ἀρχήϊος, Παταρήϊος, Πυθήϊος, Λυρκήϊος, Αἰολήϊος, Μινυήϊος, Τριχωνήϊος, Ἁλήϊος «Ἁλήϊον πεδίον». τὰ δὲ ἀπὸ πλεονασμοῦ ἔχει τὸ η κατὰ τὴν τρίτην συλλαβήν, πολεμήϊος, ποιμνήϊος, ταφήϊος. τὸ δὲ Νυσήϊον ἀμφίβολον· εἰ μὲν γὰρ παρὰ τὸ Νύσιον, πλεονασμὸς τοῦ η. εἰ δὲ παρὰ τὸ Νῦσα, ὤφειλεν εἶναι Νύσειον, ἀλλʼ ὥσπερ παρὰ τὸ ἄρειον ἀρήϊον αὐξήσει γέγονεν, οὕτως Νυσήϊον· ὥστε δύναται διαίρεσις εἶναι καὶ ἐπέκτασις, ἀλλʼ οὐ πλεονασμός. τὸ δὲ αἰζήϊος ἐπλεόνασε τὸ ι, οὐ τὸ η. τὰ δὲ εἰς ιος τὸ ω κατὰ τὴν τρίτην συλλαβὴν ἔχοντα ἀπὸ τῶν διὰ τοῦ ῳος κατὰ διάλυσιν γίνονται, Κῷος καὶ Κώϊος, Μινῷος καὶ Μινώϊος, λώϊος, πατρώϊος, ἡρώϊος, Τρώϊος, Λητώϊος. τὸ δὲ Ὁμολώϊος «Ζεὺς Ὁμολώϊος» ἐστὶ κατὰ πλεονασμὸν τοῦ ω.
Ἔτι τὰ εἰς ιος μὴ καθαρὰ τῷ η ἢ τῷ ω παραληγόμενα βαρύνεται, ἤπιος, Ἀλμώπιος, Συώπιος ἔθνος προσεχὲς τοῖς Λιβυρνοῖς, ὡς Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ Ἀσκληπιός ὀξύνεται. τὸν δὲ παραλόγως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιόν ὁ Δημοσθένης ἐθεράπευσεν, Ἀσκλήπιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτόν, ὡς καὶ Πλούταρχος ἱστορεῖ.
Τὰ εἰς λιος ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη, ἐνάλιος, Παράλιος, Δενθάλιος καὶ Δενθάλιοι πόλις μία τῶν περιμαχήτων Μεσσηνίοις καὶ Λακεδαιμονίοις, Κυάλιος, Φαρσάλιος καὶ Φαρράλιος διὰ δύο ρρ ὡς Μυρρίνη καὶ κόρρη καὶ «ἐπὶ κόρρης». Μαινάλιος, Οἰχάλιος, Πατάλιος, Δασάλιος ὁ Διόνυσος, θεμέλιος, ἠέλιος, νυκτέλιος, ἀεικέλιος, κειμήλιος, γαμήλιος, Ταργήλιος, ἀπατήλιος. Τήλιος ὄνομα ἔθνους· Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. Ὀλβήλιος, Ῥακήλιος, Αἰγίλιος, Πραξίλιος, ἐμφύλιος· λέγεται καὶ φύλιος ἄνευ τοῦ ἐν, Παμφύλιος, Τριφύλιος, Μασύλιος, ἔθνος Λιβυκόν. Ἀπολλόδωρος βʹ. Πολύβιος ἐν τῷ ἑβδόμῳ Μασυλεῖς αὐτούς φησι. Οἰτύλιος, Αἰτώλιος, ἀποφώλιος, Ὀκώλιος. τὸ μέντοι λαλιός, πελιός ὁ πολιός, σκολιός, φαλιός ὁ λευκομέτωπος, βαλιός ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ Βαλίος ἐπὶ κυρίου παροξύνεται, τὸ δὲ Ἅλιος κύριον προπαροξύνει ἡ συνήθης ἀνάγνωσις. τὸ δὲ Κώλιος αὔλιος ἐστὶ τοπικά. τὸ δὲ αἰγωλιός ὁ ἐρῳδιός, ἑδωλιός, βομβυλιός ὡς ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται.
Τὰ ἀπὸ ἐνεστώτων γενόμενα εἰς ιος προπαροξύνεται, αἰτῶ αἴτιος, ἁρμόζω ἁρμόδιος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιος. τὸ δὲ ἀντῶ ἀντίος σεσημείωται παροξυνόμενον. ὤφειλε δὲ καὶ διὰ τῆς ει διφθόγγου γράφεσθαι. ὅσα γὰρ μὴ μονογενῆ πρὸ μιᾶς ἔχουσι τὸν τόνον καὶ ἐν τῇ τρίτῃ τὸ α καὶ δύο σύμφωνα ἢ κατʼ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν, διὰ τῆς ει διφθόγγου γράφεται, ἀστεῖος, Καδμεῖος, ἀνδρεῖος, Ἀργεῖος, Βακχεῖος. πρόσκειται «μὴ μονογενῆ» διὰ τὸ Βάκχιος κύριον. τὸ δὲ ἀντίος σεσημείωται. ἐξηκολούθησε δὲ κατὰ τὴν γραφὴν τοῖς εἰς ιος ἀπὸ ἐνεστώτων γινομένοις.
Ἔτι καὶ τὰ εἰς ιος ἀπὸ μέλλοντος γινόμενα προπαροξύνεται, ὀρθώσομαι ὀρθώσιος, ἀσπάσομαι ἀσπάσιος, φυλάξομαι φυλάξιος, ἀλέξω ἀλέξιος, κτήσω κτήσιος, μνήσω μνήσιος, αἰνήσω Αἰνήσιος, ἀρκέσω Ἀρκέσιος καὶ πλεονασμῷ τοῦ ι Ἀρκείσιος, ἄρσω ἄρσιος καὶ ἀνάρσιος, ἄξω ἄξιος, θαυμάζω θαυμάσιος. ἅζω τὸ σέβομαι ἅσιος καὶ τροπῇ τοῦ α εἰς ο ὅσιος. ὀξύνεται δὲ τὸ δέξομαι δεξιός καὶ ἕψομαι ἀνεψιός. τοῦ δὲ πλησίος ἀπὸ τοῦ πλητός ἔχομεν τὴν χρῆσιν· ὁ γὰρ ἄπλητος ὁ ἀπροσπέλαστος, πλητός πλησίος ὡς ἄμβροτος ἀμβρόσιος τροπῇ τοῦ τέλους. οὐ γέγονε δὲ τὸ πλησίος παρὰ μέλλοντα. οἱ γὰρ Λάκωνες τὰ παρὰ μέλλοντα εἰς τ οὐ τρέπουσιν, ἀλλὰ ἀπὸ τοῦ τ εἰς τὸ σ· ἐνιαυτός ἐνιαύσιος ἐνιαύτιος λέγουσιν ὑπόμνησιν διδόντες τοῦ προτέρου τ· πλοῦτος πλούσιος πλούτιος. τὸ δὲ πλησίος πλατίος λέγουσιν, ὥστε οὐ παρὰ μέλλοντα. παρὰ τὸ πέλω παραγωγὸν πελάζω τὸ προσεγγίζω, ῥηματικὸν ὄνομα πλατός καὶ πλητός καὶ κατὰ τροπὴν τοῦ τ εἰς σ καὶ κατὰ παραγωγὴν πλησίος ὡς ἄμβροτος ἀμβρόσιος. Πλήσιος δὲ κύριον ὄνομα ἀνδρὸς ἱεροῦ προπαροξύνεται.
Τὰ διὰ τοῦ ιος τρισύλλαβα εἰ ἔχοιεν υ ἐν τῇ πρώτῃ συλλαβῇ, προπαροξύνεται, εἰ μή τις διαστολὴ εἴη ἢ κύριον ὑπάρχοι τρίβραχυ, κύριος, Κύπριος, Τύριος, μύλιος καὶ Μύλιος ἔθνος Φρυγίας. Ἑκαταῖος Ἀσίᾳ. Πύλιος, Φρύγιος, Κύρνιος, Λύκιος, Λύγκιος, Λύττιος, Λύκτιος, Πύξιος, Μύνδιος, Πύρνιος, Ξύλιος, Ῥύβδιος, Σύριος, νύχιος, Στύγιος, Μύσιος, Πύθιος, βύθιος, δύϊος, κύκλιος. τὸ Τυχίος, Φρυγίος, Πλυτίος, Κλυτίος, Σκυφίος παροξύνεται ὡς κύρια. μύριος ὁ ὡρισμένος ἀριθμός, μυρίος ἀόριστος. ἑκάτερα δὲ καὶ ὁ μύριος καὶ τὰ μυρία ὤφειλεν ὀξυτονεῖσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους. τὸ γὰρ ἀρσενικὸν προπαροξύνεται κατὰ τὸ Λύδιος καὶ τὸ μύριον δὲ ὁμοίως, ἐπεὶ τὰ παρεσχηματισμένα οὐδέτερα ἀρσενικοῖς ὁμότονα αὐτοῖς ἐστιν. καὶ νύμφιος οἶκος προπαροξύτονον, νυμφίος δὲ ὁ γαμετής παροξύτονον.
Ὅσα ἀπὸ ἐπιρρημάτων παρῆκται διὰ τοῦ ιος, προπαροξύνεται, πρωΐ πρώϊος, ὀψέ ὄψιος, νόσφιν νοσφίδιος, ἶφι ἴφιος, ἀεί ἀΐδιος, ῥέα ῥηΐδιος, ἐκτάδην ἐκτάδιος, ἀμφαδόν ἀμφάδιος, ἐνθάδε ἐνθάδιος, σταδόν στάδιος, ὀπίσθιος, μαψίδιος. σεσημείωται ἄντην ἀντίος, σχεδόν Σχεδίος ὡς κύριον.
Τὰ διὰ τοῦ ιος τριβράχεα ἐπὶ κυρίων παροξύνεται οἷον Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ ι ποιητικῆς.
Τὰ εἰς ιος τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, Μούλιος, Βάκχιος. Αἴνιος ποταμὸς Περραιβίας. Φήμιος καὶ Εὐφήμιος, Λάϊος, Ἄγριος, Μάντιος, Αἴλιος. Κάλβιος κρήνη Λυκίας, ἣν καὶ Κελαινόν φασι. τινὲς δὲ αὐτὴν καὶ διὰ τοῦ μ φασίν. Τίβιος ἀφʼ οὗ Τίβειον τόπος Φρυγίας. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσιν. «Κάριος Διὸς παῖς καὶ Τυρρηβίας, ὡς Νικόλαος τετάρτῳ, ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπʼ αὐτοῦ Τυρρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδοὺς ἐδίδαξε καὶ τὰ μέλη διὰ τοῦτο Τυρρήβια ἐκαλεῖτο». Μάσπιος ἔθνος Περσικόν. Θούριοι πόλις Ἰταλίας ἡ πρότερον Σύβαρις ἀπὸ Θουρίας πηγῆς. λέγεται καὶ Θουρία καὶ Θούριον. Κούριος ἔθνος Σαβίνων πολεμῆσαν Ῥωμαίοις. Χάραξ ιβʹ. τὸ δὲ Ἑρχίος ὁ ξενίσας Δήμητραν, ἀφʼ οὗ Ἑρχιὰ δῆμος, παροξύνεται.
Τὰ εἰς ιος ὑπερτρισύλλαβα ἐπὶ ἀλόγων ζῴων ὀξύνεται, αἰγυπιός, χαραδριός, ἐρῳδιός, βομβυλιός, ἀδρυφιός παρὰ Πέρσαις ὁ ἀετός. τὸ δὲ σκορπίος, κωβίος παροξύνεται ὡς τρισύλλαβα.
Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ ο μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ σύνθετα παροξύτονά τε καὶ προπαροξύτονα. καὶ παροξύτονα μὲν θυοσκόος, λαοσσόος, βροτοσσόος, δορυξόος, λαξόος, βοηθόος, προπαροξύτονον δὲ πρόχοος, δυσήκοος, δίκροος. τὸ δὲ ἁθρόος παροξύτονον ἐπὶ τοῦ ἀθροίζειν, προπαροξύτονον δὲ ἐπὶ τοῦ αἰφνιδίου ὡς καὶ ἄθροος ὁ ἄφωνος κατὰ στέρησιν τοῦ θρόος· «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδʼ ἴα γῆρυς». νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα.
Τὰ εἰς πλοος ἐντελῆ τῶν εἰς πλους ληγόντων ἁπλᾶ ὄντα παροξύνονται, διπλόος, τριπλόος, ἁπλόος. ταῦτα δὲ ἁπλᾶ εἰσι καὶ οὐ σύνθετα, ὡς ὑπενόησάν τινες. πρῶτον μὲν γὰρ τὸ διπλοῦς καὶ τριπλοῦς οὐδὲν ἐφύλαξαν τοῦ σημαινομένου τοῦ πλοῦς, ἵνα εἴπωμεν αὐτὰ σύνθετα ἐξ αὐτοῦ. δεύτερον δέ, εἰ ἦσαν σύνθετα, ἤμελλον βαρυτονεῖσθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰς ους ὀνόματα ἁπλᾶ μὲν ὄντα περισπῶνται οἷον βοῦς, νοῦς, πλοῦς, χροῦς, θροῦς, θυγατριδοῦς, ἀδελφιδοῦς, χαλκοῦς, χρυσοῦς, πλακοῦς, Σιμοῦς χωρὶς τοῦ πούς καὶ ὀδούς, ταῦτα γὰρ ὀξύνονται. σύνθετα ὄντα βαρύνονται οἷον εὔπλους, εὔχρους, ἀλκίνους εἰ ἄρα οὖν τὸ διπλοῦς καὶ τριπλοῦς οὐ βαρύνονται, ἀλλὰ περισπῶνται, δηλονότι οὐκ εἰσὶ σύνθετα, ἀλλʼ ἁπλᾶ. Τρίτον δʼ εἰ ἦσαν σύνθετα, κοινὰ ἤμελλον εἶναι τῷ γένει, ὥσπερ ὁ εὔνους καὶ ἡ εὔνους, ὁ εὔπλους καὶ ἡ εὔπλους, ὁ εὔχρους καὶ ἡ εὔχρους· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ «τριπλῇ τετραπλῇ τʼ ἀποτίσομεν» ὥσπερ ὁ χαλκοῦς καὶ ἡ χαλκῆ, ὁ χρυσοῦς καὶ ἡ χρυσῆ, δηλονότι οὐκ εἰσὶ σύνθετα, ἀλλʼ ἁπλᾶ παραγωγά, παρὰ γὰρ τοῦ δίς παρήχθη τὸ διπλόος καὶ ἀπὸ τοῦ τρίς τοῦ σημαίνοντος τὸ τρίτον τριπλόος καὶ ἀπὸ τοῦ τετράκις τετραπλόος καὶ ἀπὸ τοῦ πεντάκις πενταπλόος, συγκοπῆς γενομένης τῆς κις συλλαβῆς καὶ ἐπὶ τῶν ἑξῆς ὁμοίως. καὶ τὸ ἁπλόος ἀπὸ τοῦ ἅπαξ παρήχθη. τὸ δὲ πρωτόπλοος καὶ ἁλίπλοος προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ.
Τὰ διὰ τοῦ οος κύρια προπαροξύνεται, Σίστοος, Πείροος, Ἄθοος ὁ καὶ Ἀθόως. λέγεται δὲ καὶ Ἄθους κατὰ συναίρεσιν καὶ Ἄθως. Γένοος ἄρχων, ἀφʼ οὗ Γενοαῖοι ἔθνος Μολοσσίας. τὸ δὲ ὄγδοος, εἰ καὶ ἐπίθετον, προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ος τακτικὰ βαρύνεται ὑπεσταλμένων τῶν εἰς στος, ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος. τὸ δὲ εἰκοστός, τριακοστός καὶ τἆλλα ὀξύνεται. καὶ τὸ ὀλοός ὀξύνεται ἀπὸ τοῦ ὀλῶ.
Τὰ εἰς ος ὑπερδισύλλαβα παραληγόμενα υ συνεσταλμένῳ προπαροξύνεται, σίκυος, Πέρυος ὄνομα ποταμοῦ, Φόγγυος. Αἴγυος ἐθνικόν, οὗ τὸ θηλυκὸν Λυκόφρων λέγει οὕτως «καὶ πάντα πλήσεσθʼ οὕνεκʼ Αἰγύας κυνός, τῆς θηλύπαιδος καὶ τριάνορος κόρης». Θεόπομπος δὲ Αἰγυέας αὐτούς φησι, Παυσανίας δὲ Αἰγύτας. Πατράσυος, Κάνδυος, Ἀλάσυος, Ἐρύγυος, Νώγυος ὄνομα ποταμοῦ. Μίνυος, ἀφʼ οὗ Μινύα πόλις Θεσσαλική. Σίλλυος πόλις Ἰωνίας πρὸς τῇ Σμύρνῃ. τὸ δὲ Τιτυός καὶ εἰλυός ἡ κατάδυσις τοῦ θηρίου ὀξύνεται καὶ τὸ υ οὐκ ἔχει συνεσταλμένον.
Τὰ εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ ω μετὰ ι προσγεγραμμένου παραληγόμενα προπερισπᾶται, πατρῷος, ἡρῷος καὶ Ἡρῷος, ἠῷος, Ἀχελῷος ποταμὸς Ἀκαρνανίας ἀπὸ Ἀχελῴου ἐλθόντος ἐκ Θετταλίας μετὰ Ἀλκμαίωνος καὶ τὸ ἐθνικὸν ὁμοφώνως, αἰδῷος, Μινῷος, Ἐλβῷος, Σαρδῷος, Πυθῷος, Ληθῷος, Ἰνδῷος, Γελῷος ὁ οἰκῶν Γέλαν πόλιν Σικελίας ἴσως ἀπὸ τοῦ γέλως. ὀρεσκῷος ἀπὸ τοῦ κείω τοῦ σημαίνοντος τὸ κοιμῶμαι καὶ τὸ ὄρος γέγονεν ὀρέσκειος καὶ τροπῇ τοῦ ε εἰς ο ὀρέσκοιος καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ μεταθέσει τοῦ τόνου ὀρεσκῷος καὶ μένει τὸ ι προσγεγραμμένον. προπερισπᾶται δὲ διὰ τὸν χαρακτῆρα. τὸ δὲ κολῳός ὀξύνεται ἀπὸ τοῦ κολοιός. τὸ μέντοι λαγωός καὶ πατρωός ὁ ἐν τῇ συνηθείᾳ πατρυιός ὀξύνονται, ὅτι οὐκ ἔχουσι τὸ ι προσγεγραμμένον. τὸ δὲ Ἄθωος τοπικὸν χωρὶς τοῦ ι προπαροξύνεται καὶ τὸ Ἀκρόθωοι πόλις ἐπὶ τῆς ἄκρας τοῦ Ἄθω καὶ ἔθνος. τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπερισπᾶται καὶ διὰ τοῦ ι, ἐκ τῆς θῳῆς.
Πᾶν εἰς ος καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ αι διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτονουμένου θηλυκοῦ γένοιτο, προπερισπᾶται, ἀρχή ἀρχαῖος, κορυφή κορυφαῖος, πηγή πηγαῖος, ἀμοιβή ἀμοιβαῖος, σπουδή σπουδαῖος, τροπή τροπαῖος, εὐνή εὐναῖος. ἔστι δὲ καὶ Εὐναῖος ποταμὸς Καρίας. τὸ μέντοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπιπολῆς παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω· πλὴν οἱ πλείους αὐτὸ περισπῶσιν. Ἐπιπολαῖος δὲ τὸ ἐθνικόν.
Τὰ ἀπὸ τῶν εἰς α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιος προπερισπᾶσθαι θέλει, μοῦσα Μουσαῖος, γενναῖος, Πισαῖος, ἑρσαῖος, Ἀσαῖος· παρὰ γὰρ τὸ αἶσα γέγονεν καὶ ἐξέστη πρότερον τὸ ι. οὐ μάχεται τὸ Ἥραιος προπαροξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο· ὅθεν Ἥραιον πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ … , τὸ δὲ τεῖχος Ἡραῖον. τὸ μέντοι Πείραιος προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡς παρὰ τὸ φιλῶ Φίλαιος καὶ παρὰ τὸ βέβηκα βέβαιος. τὸ δὲ Πειραιός—οὕτως ἐκαλεῖτο ὁ λιμὴν τῆς Ἀττικῆς καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ὕστερον δὲ Πειραιεύς. ἔστι δὲ καὶ τῆς Κορινθίας λιμήν—πρὸς ἀντιδιαστολὴν ὀξύνεται.
Καὶ καθόλου τὰ ἀπὸ τῶν εἰς α ἢ η ἢ εἰς ος παραγόμενα προπερισπᾶται, ὥρα ὡραῖος, θύρα θυραῖος, Πέλλα Πελλαῖος, Γάζα Γαζαῖος, ὕλη ὑλαῖος, πύλη πυλαῖος, Δίκτη Δικταῖος, Οἴτη Οἰταῖος. Σοφοκλῆς «ἐγὼ μὲν ὦ γένεθλον Οἰταίου πατρός», ἀγέλη ἀγελαῖος. τὸ δὲ Ἀγέλαιος κύριον προπαροξύνεται, δρόμος δρομαῖος, χέρσος χερσαῖος, ἤπειρος ἠπειραῖος, νησαῖος, Ἄμυμνος Ἀμυμναῖος, Ἄμυρος Ἀμυραῖος, Ἄπρος Ἀπραῖος. τὸ δὲ φύλαιος καὶ δείλαιος προπαροξύνονται. καὶ τὸ δίκαιος δὲ καὶ βίαιος προπαροξύνονται, ἐπειδὴ τὰ ἀπὸ θηλυκῶν παραγόμενα καὶ τὸ ι ἐν τῇ ἀρχῇ ἔχοντα προπαροξύνεσθαι θέλει.
Τὰ παρώνυμα παρʼ οὐδετέρων γινόμενα ὀξύνεται, γῆρας γηραιός, γέρας γεραιός, κράτος κραταιός, εἰ μὴ ἔχοι κτητικὴν σημασίαν ὡς τὸ κνέφας κνεφαῖος, οὖδας οὐδαῖος. τὸ δὲ ἁραιός ὁ μὴ πυκνὸς παρὰ τὸ ῥαιός ἐν πλεονασμῷ τοῦ α, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, καθὼς καὶ ἐπὶ τοῦ ῥέζω καὶ ἕρδω, τὸ δὲ ῥαιός ἀπὸ τοῦ ῥαίω ῥήματος, ὃ δηλοῖ τὸ φθείρω. τὸ δὲ ἀραῖος ἀπὸ τῆς ἀρᾶς. καὶ τὸ ἠβαιός παρὰ τὸ βαιός πλεονασμῷ τοῦ η, τὸ δὲ βαιός ἀπὸ τοῦ βῆναι βαός καὶ πλεονασμῷ τοῦ ι βαιός ὁ ἐπʼ ὀλίγον χρόνον βεβηκώς.
Τὰ διὰ τοῦ αιος ἐθνικὰ προπερισπᾶται, Ἀθηναῖος, Θηβαῖος, Ῥωμαῖος, Αἰγαῖος, Ἀγραῖος ἔθνος Ἀράβιον ὡς ἐν ἑκκαιδεκάτῳ Στράβων. ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἀκαρνάνων ὡς Θουκυδίδης ἐν τρίτῃ. λέγονται καὶ Ἀγραεῖς, ὡς Ἐρατοσθένης. Βακκαῖος Ἱσπανίας ἔθνος. Γαλιλαῖος ἔθνος Ἰουδαίας. Γενοαῖος ἔθνος Μολοσσίας ἀπὸ Γενόου ἄρχοντος αὐτῶν, Ῥιανὸς τετάρτῃ Θεσσαλικῶν. Δερραῖος Θρᾴκιον ἔθνος. Ἡρόδοτος Δερσαίους αὐτούς φησι. Δυρβαῖος ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδικήν. Κτησίας ἐν Περσικῶν ιʹ «χώρη δὲ πρὸς αὐτὸν πρόσκειται Δυρβαῖοι, πρὸς τὴν Βακτρίην καὶ Ἰνδικὴν κατατείνοντες. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα δίκαιοί εἰσι, οὔτε ἀδικέοντες οὔτε ἀποκτιννύοντες ἄνθρωπον οὐδένα. ἐὰν δέ τι εὕρωσι ἐν τῇ ὁδῷ ἢ χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσι οὔτε ἐσθίουσι οὔτε νομίζουσι ἐὰν μὴ ἱρῶν οὕνεκεν. ἄλφιτα δὲ ποιέουσι λεπτότερα κατάπερ οἱ Ἕλληνες καὶ ἐσθίουσι μάζας ποῶν». Ἑβραῖος. οὕτως Ἰουδαῖοι ἀπὸ Ἀβράμωνος, ὥς φησι Χάραξ. Θαμαναῖος ἔθνος Πέρσαις ὑπήκοον. Ἡρόδοτος τρίτῃ … . Ἰβαῖος ὁ καὶ Ἰβηνός ἔθνος Κελτικῆς. Λαιαῖος ἔθνος Παιονικόν. Θουκυδίδης δευτέρᾳ. Παναῖος ἔθνος Ἠδωνικὸν οὐ πόρρω Ἀμφιπόλεως. Μιναῖος ἔθνος ἐν τῇ παραλίᾳ τῆς Ἐρυθρᾶς θαλάσσης. Παρθυαῖοι ἔθνος πάλαι μὲν Σκυθικόν, ὕστερον δὲ φυγὸν ἢ μετοικῆσαν ἐπὶ Μήδους, κληθὲν δὲ οὕτως παρὰ Μήδοις διὰ τὴν φύσιν τῆς αὐτοὺς δεξαμένης γῆς ἑλώδους καὶ ἀγκώδους οὔσης, ἢ διὰ τὴν φυγήν, καθότι οἱ Σκύθαι τοὺς φυγάδας πάρθους καλοῦσι. λέγονται δὲ καὶ Πάρθοι καὶ Πάρθιοι. Πλαδαραῖος ἔθνος πρὸς ἄρκτον κείμενον. Πλαραῖος ἔθνος Ἠπείρου. λέγονται δὲ καὶ Πλάριοι. Ῥονδαῖος ἔθνος Θρᾳκικόν. Σινδοναῖος Θρᾴκιον ἔθνος, ὡς Ἑκαταῖος ἐν Εὐρώπῃ. Χωραμναῖος ἔθνος Περσικὸν ἀγρίων ἀνθρώπων. Κτησίας ἐν Περσικῶν δεκάτῳ «οὕτω δὲ ταχύς ἐστιν ὁ ἄγριος ἄνθρωπος, ὡς καὶ διώκων τὰς ἐλάφους καταλαμβάνειν». σεσημείωται τὸ Ἀχαιός τὸ ἐθνικὸν καὶ τὸ κύριον ὀξυνόμενον καὶ τὸ Ἐρυσίχαιος προπαροξυνόμενον. ἀλλὰ μήποτε τὸ χαῖον ἔγκειται, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ ὁ ἐρύσω μέλλων. διχῶς οὖν ἔσται, ὥς ἐστι δῆλον παρʼ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ᾀσμάτων. φησὶ γὰρ οὐκ ἦς ἀνὴρ ἄγροικος οὐδὲ σκαιὸς οὐδὲ παρὰ σοφοῖσιν, οὐδὲ Θεσσαλὸς γένος, οὐδὲ Ἐρυσιχαῖος οὐδὲ ποιμήν. εἰ γὰρ τῷ «Θεσσαλὸς γένος» συναπτέον, ἐθνικόν ἐστι καὶ προπερισπάσθω· εἰ δὲ τῷ «οὐδὲ ποιμήν» συνάψειέ τις λέγων «τὸ οὐδὲ ποιμήν ἢ ἐρυσίχαιος», πρόδηλον ὡς προπαροξυνθήσεται καὶ δηλοῖ τὸν βουκόλον ἢ τὸν αἰπόλον, πρὸς ὃ τὸ ποιμήν ἁρμόδιον ἐπαχθήσεται.
Τὰ διὰ τοῦ αιος ὑπερτρισύλλαβα προπερισπᾶται, εἰ μὴ διαστολή τις εἴη ἢ σύνθετον ὑπάρχοι, Ἀθηναῖος, Εἰρηναῖος, ἀρουραῖος, ἀγοραῖος, Ἀμυκλαῖος, κορυφαῖος, Δερκεταῖος, Ἀριδαῖος, Ἱμεραῖος, ἡμεραῖος, ταλαντιαῖος, πηχυαῖος, ὀργυιαῖος, εἰκοσταῖος, τριακοσταῖος, πολλοσταῖος παρʼ Εὐβούλῳ «καὶ μὴν οἴκαδέ τι πολλοσταῖος ἀποτρέχω, γύναι». ἀγυιαῖος· Σοφοκλῆς Ἑρμιόνῃ «ἀλλʼ ὦ πατρῴας γῆς ἀγυιαίου πέδον». Δωδωναῖος. Ἑκαταῖος Εὐρώπῃ «Μολοσσῶν πρὸς μεσημβρίης οἰκέουσι Δωδωναῖοι» καὶ Κρατῖνος Ἀρχιλόχοις «Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς». καὶ Ὅμηρος «Ζεῦ ἄνα Δωδωναῖε». Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι «Βωδωναῖε». πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Ἀπολλόδωρος δὲ ἐν αʹ περὶ θεῶν τὸν Δωδωναῖον οὕτως ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντες ὅτι δίδωσι ἡμῖν τὰ ἀγαθά, Πελασγικὸν δὲ ὅτι τῆς γῆς πέλας ἐστίν». Κλεωναῖος «Κλεωναίοιο χάρωνος». βωμιαῖος. Σοφοκλῆς Αἰχμαλωτίσι «καὶ βωμιαῖον ἐσχάρας λαβὼν λίθον». Ναβαταῖος ἔθνος τῶν εὐδαιμόνων Ἀράβων ἀπὸ Ναβάτου τινός. Παραυαῖοι ἔθνος Θεσπρωτικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν «σὺν δὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας». καλοῦνται δὲ ἀπὸ τοῦ παρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. Τιλαταῖος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ … . Τραγασαῖος· Ἀριστοφάνης Ἀχαρνεῦσι. Φελεσσαῖος ἔθνος ὅμορον τοῖς Ὀμβρικοῖς πρὸς τῇ Ἰαπυγίᾳ, ὡς Εὔδοξος ἕκτῳ. τὸ ἐρυσίχαιος ὁ βουκόλος ἢ αἰπόλος προπαροξύνεται ὡς καὶ τὸ ὑμέναιος. τὸ δὲ Ἀθήναιος κύριον προπαροξύνεται εἰς διαστολὴν ὡς καὶ τὸ ἀγόραιος.
Τὰ τρισύλλαβα ἀπὸ α ψιλουμένου ἀρχόμενα προπερισπᾶται, Ἀλκαῖος, ἀκμαῖος, Ἀνταῖος, Ἀρναῖος—γέγονε δὲ παρὰ τὴν ἀρὰν ἀραῖος καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος —ἀρχαῖος, ἀντραῖος. Εὐριπίδης ἐν Αἰγεῖ.
Τὰ διὰ τοῦ αιος τρισύλλαβα ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προπερισπᾶσθαι θέλει, χερσαῖος, ὀρφναῖος, ἑρσαῖος, ἀρχαῖος, Ἀρναῖος, Τρικκαῖος, Ἑρμαῖος, Ὀρθαῖος, Τυμφαῖος ὄνομα ἔθνους, Μενδαῖος, βαρκαῖος εἶδος ἰχθύος, Βυσναῖος ἔθνος Βεβρύκων ἀπὸ Βύσνου βασιλέως αὐτῶν ὑπὸ Ἴλου φονευθέντος. τὸ δὲ Ἕρμαιος πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο.
Τὰ διὰ τοῦ αιος τρισύλλαβα ἔχοντα τὴν πρώτην διὰ τοῦ υ προπερισπῶνται οἷον ὑλαῖος, χυδαῖος, Λυαῖος, λυγαῖος καὶ Τρυγαῖος ὄνομα κύριον, ὅ τινες προπαροξύνουσιν ὡς ἀπὸ τοῦ τρυγῶ ῥήματος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων.
Τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ ι μὴ ἀπὸ ῥημάτων, προπερισπῶνται, Βιλλαῖος ὄνομα ποταμοῦ, Ἰμαῖος ὄνομα κύριον. Νισαῖος, Πισαῖος, Κρισαῖος, Θιαῖος. τὸ δὲ βίαιος, δίκαιος προπαροξύνονται, τὸ δὲ Φίλαιος, Τίμαιος, Νίκαιος ἀπὸ ῥημάτων.
Τὰ διὰ τοῦ δαιος προπερισπᾶται, Ἰουδαῖος, χυδαῖος, Χαλδαῖος οἱ πρότερον Κηφῆνες. Ἑλλάνικος ἐν πρώτῳ Περσικῶν «Κηφέως οὐκέτι ζῶντος στρατευσάμενοι ἐκ Βαβυλῶνος ἀνέστησαν ἐκ τῆς χώρας καὶ τὴν γῆν ἔσχον .... οὐκέτι ἡ χώρη Κηφηνίη καλέεται, οὐδὲ οἱ ἄνθρωποι οἱ ἐνοικέοντες Κηφῆνες, ἀλλὰ Χαλδαῖοι». εἰσὶ δὲ καὶ Χαλδαῖοι ἔθνος πλησίον τῆς Κολχίδος. Σοφοκλῆς Τυμπανισταῖς «Κόλχος τε Χαλδαῖός τε καὶ Σύρων ἔθνος». σπουδαῖος, ῥαγδαῖος, σταδαῖος, Ἀριδαῖος, Ὀρδαῖος, Ἐορδαῖος. Ἰδαῖος, Λαδαῖος, Μενδαῖος. τὸ δὲ Πήδαιος προπαροξύνεται ὡς παρὰ ῥῆμα γεγονός.
Τὰ διὰ τοῦ λαιος προπερισπᾶται, ὑλαῖος, βουλαῖος, ζηλαῖος. τὸ δὲ δείλαιος καὶ φύλαιος προπαροξύνεται. ἔτι σημειοῦνται τὰ ἐν ἀρχῇ πρόθεσιν ἔχοντα, ἐπιπόλαιος ἢ ἀπὸ ῥήματος ὥσπερ τὸ Φίλαιος ἀπὸ τοῦ φιλῶ, ἢ ἀπὸ ἐπιρρήματος ὥσπερ τὸ παλαιός ἀπὸ τοῦ πάλαι καὶ τὰ κατὰ διαστολὴν γινόμενα Παλαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον, Πύλαιος τὸ κύριον καὶ ὁ Ἑρμῆς ὁ Πύλαιος πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ.
Τὰ εἰς μαιος προπερισπᾶται, εἰ μὴ διαστολὴ γένοιτο κυρίου ἢ εἴη σύνθετον, πυγμαῖος καὶ Πυγμαῖος, υἱὸς Δώρου τοῦ Ἐπάφου, ἀφʼ οὗ Πυγμαῖοι ἔθνος, δρομαῖος, ἀκμαῖος, ἰμαῖος ἡ ἐπιμύλιος ᾠδή. δηλοῖ δὲ καὶ ὄνομα κύριον. ἐρημαῖος. Πτολεμαῖος. Ἰδουμαῖος ἔθνος Ἑβραίων ἀπὸ ἀδώμου — ἄδωμα γὰρ οἱ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσιν —, ὅτι ξανθὸν βρῶμα δοὺς αὐτῷ ὁ ἀδελφὸς τὰ πρωτεῖα εἰλήφει. Ῥωμαῖος, Δαλμαῖος ἔθνος παρὰ τοῖς Ἰχθυοφάγοις, ὡς Ἀπολλόδωρος. Ἑρμαῖος, ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ Ἕρμαιος κύριον πρὸς ἀντιδιαστολὴν προπαροξύνεται καὶ τὸ «ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν» καὶ τὸ φιλορώμαιος σύνθετον ὄν. Τὸ δὲ Τίμαιος σεσημείωται. ἔχει δὲ ἀφορμήν, ὅτι ῥῆμα αὐτοῦ προκατάρχει. καὶ τὸ Εὔμαιος δέ ἐστιν σύνθετον.
Τὰ διὰ τοῦ χαιος προπερισπῶνται, ἀρχαῖος, τροχαῖος, λοχαῖος, λεχαῖος, νυχαῖος, ἡσυχαῖος, Παγχαῖος. τὸ δὲ Ἀχαιός ὀξυνόμενον καὶ τὸ ἐρυσίχαιος προπαροξυνόμενον σεσημείωται.
Τὰ διὰ τοῦ αιος ἔχοντα πρὸ τῆς αι ἕν τι τῶν διπλῶν ἢ τὸ σ περισπῶνται, κοραξαῖος, Γαζαῖος, Στρεψαῖος ὁ Ἑρμῆς παρὰ τῷ Ἀριστοφάνει παρὰ τὸ διεστράφθαι τὰς ὄψεις, καὶ ἔθνος Μακεδονίας. Νισαῖος, χερσαῖος, Πισαῖος, Μουσαῖος, Δερσαῖος Θρᾴκιον ἔθνος. Ἡρόδοτος.
Τὰ ἀπὸ ἐπιρρημάτων προπερισπῶνται, χύδην χυδαῖος, ἄντην ἀνταῖος. ῥαγδαῖος, σταδαῖος, ἀδαῖος, Ἀγκαῖος παρὰ τὸ ἀγκάς. τὸ μέντοι μάτην μάταιος, τὸ δήν δηναιός, τὸ πάλαι παλαιός.
Τὰ ἀπὸ ῥημάτων περισπῶνται, βέβαιος παρὰ τὸ βέβηκα, Φίλαιος, Νίκαιος, Τίμαιος, Λύαιος, Πείραιος, Πήδαιος· οὐ γὰρ τοῦτο, ὡς οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον … ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχηματίσθαι.
Τὰ εἰς ειος καθαρὸν τρισύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ η προπαροξύνεται, θήρειος, μήλειος, χήνειος, κήλειος ὁ καυστικός, Κρήτειος. τὸ μέντοι Ἠτεῖος—ἦν δὲ Ἠτεῖος εἷς τῶν ἑπτὰ σοφῶν, ὡς Δίδυμος συμποσιακῶν δεκάτῳ, Πλάτων δὲ ἐν Πρωταγόρᾳ Χηνέα τοῦτον εἶπεν—Ἠλεῖος, ἠθεῖος προπερισπᾶται οὐκ ἀπὸ συμφώνου ἀρχόμενα. καὶ τὸ μὲν Ἠλεῖος οὕτω γίνεται· ἀπὸ τῆς Ἤλιδος γενικῆς ἀναλόγως Ἠλίδειος ὡς Ἀδωνίδειος καὶ Εὐπολίδειος κτητικῷ τύπῳ καὶ καθʼ ὕφεσιν τοῦ δ Ἠλίειος καὶ Ἠλεῖος, ἀφʼ οὗ «Ἀλεῖος Ζεύς». Τρύφων δέ φησιν, ὅτι Ἠλίεος καὶ Ἠλέϊος καὶ Ἠλεῖος. τὸ δὲ ἠθεῖος ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο. Τὸ δὲ Κητειός, Πηνειός ὀξύνεται ὡς κύρια. καὶ τὸ Μήδειος κύριον—ἔστι δὲ ἔθνος ὃ καὶ Μῆδοι—προπαροξύνεται καθάπερ Βούδειοι ἔθνος Μηδικόν.
Τὰ εἰς ειος ἐπιθετικὰ τρισύλλαβα ἔχοντα τὴν πρώτην φύσει ἢ θέσει μακρὰν πλὴν τῶν ἐχόντων τὸ η, περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόντων ἔννοιαν τοπικὴν προπαροξύνονται, γλαύκειος, δούλειος, χρύσειος, δούρειος, χοίρειος, Κούρειος, ἄρνειος, κνίδειος, σίδειος. τὸ μέντοι Ὀλμειός, Ὀρνειός, Σπερχειός, Σπονδειός, Ἀζειός ἔθνος τῆς Τρῳάδος, ὃ καὶ Ἀζειῶται, ὡς κύρια ὀξύνεται. τὸ δὲ παιδεῖος ὁ παιδικὸς προπερισπᾶται. τὸ δὲ ἀρνειός κατὰ πλεονασμὸν ἔσχε τὴν ει δίφθογγον· ἡ γὰρ ἀρνός γενικὴ μετάγεται εἰς εὐθεῖαν ὡς ἀρνός καὶ κατὰ πλεονασμὸν τῆς ει γίνεται ἀρνειός ὡς ἀμνός ἀμνειός. καὶ τὸ ἀφνειός δὲ ὀξύνεται. τὸ δὲ οἰκεῖος, ἀστεῖος, ἀγρεῖος τοπικὴν ἔχουσιν ἔννοιαν.
Τὰ εἰς ειος τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται, Σπερχειός, Ἀλφειός, Πηνειός, Κητειός, Ἐπειός βασιλεὺς καὶ ἔθνος. οὕτως Ὅμηρος τοὺς Ἠλείους φησί. οὕτως δὲ ἐλέγοντο καὶ οἱ ἐν τῷ Δουλιχίῳ ὡς Ἐπαφρόδιτος παρατιθεὶς τὸν Ἀρίσταρχον ἐκδεχόμενον οὕτως. τὸ δὲ Ἀρνεῖος καὶ Δαρεῖος προπερισπῶνται.
Τὰ εἰς ειος τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείας ἄρχοιτο, βρότειος, τέλειος, φλόγειος, λύκειος, βόειος, γέγειος πλεονασμῷ τοῦ γ ἀπὸ τοῦ γέα. τὸ δὲ Ἐπειός κύριον. τὸ δὲ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον.
Τὰ εἰς ειος ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μὴ σημαίνοντα μέρος σωματικὸν προπερισπᾶται, ἀνδρεῖος, Ἀργεῖος, Καδμεῖος, Βακχεῖος. τούτοις ὁμοίως καὶ τὸ ἀχρεῖος παρὰ τῷ ποιητῇ περιεσπάσθη. Διονύσιος μέντοι καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ ἀναλόγως. παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος ὡς μοῦσα ἄμουσος. τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶ ἀχρήϊος λέγεται παρʼ Ἡσιόδῳ, ἡ δὲ ὀξεῖα καὶ ἡ βαρυνομένη συνίζουσαι περισπωμένην ποιοῦσιν, παραιτητέον, ὡς οὐκ ἀεὶ τοῦτο, καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διὸ τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέος προπαροξύνεσθαι θέλει.
Τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων παραγόμενα διὰ τῆς ει γράφεται καὶ προπαροξύνεται, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας οἷον ἕλος ἕλειος. διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α· τέλος τέλειος, ὄρος ὄρειος, ὄνειδος ὀνείδειος. παρεφυλαξάμην δὲ τὰ δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ α, ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ παραγωγή, πελάγιος, ἅγιος, Θάλπιος.
Τὰ εἰς ειος ὑπερτρισύλλαβα μὴ πλεοναζούσης τῆς ει διφθόγγου προπαροξύνεται, Αἰάντειος, Ὁμήρειος, γαλήνειος, Ἱππάρχειος. Ἀλεξάνδρειος, Ἀντιόχειος, Ἑλένειος τόπος πρὸς τῷ Κανώβῳ, Ἑκαταῖος περιηγήσει Λιβύης· Βοσπόρειος. Σοφοκλῆς ἐν Φινεῖ πρώτῳ «οὐδʼ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ». Ἰνάχειος ὡς Αἰσχύλος Προμηθεῖ δεσμώτῃ πῶς δʼ οὐ κλύω τῆς οἰστροδονήτου κόρης τῆς Ἰναχείης, ἣ Διὸς θάλπει κέαρ καὶ οὔτʼ Ἰνάχειον σπέρμα τοὺς ἐμοὺς λόγους. Ταρτάρειος παρʼ Εὐριπίδῃ ἐν Εὐρυσθεῖ σατυρικῷ. Ὑγάσσειος «Ὑγάσσειον πεδίον». «Σολύγειος λόφος». Ἀπέννειος, Ἀριμάσπειος, Λυκόζειος ὡς Πείσανδρος τεσσαρεσκαιδεκάτῃ. Λυκώρειος Ζεύς. Ἀκρώρειοι πόλις Τριφυλίας καὶ τὸ ἐθνικὸν ὁμόφωνον. γερόντειος, λεόντειος, δρακόντειος, Ἀνακρεόντειος, Λαομεδόντειος, Ξενοφώντειος, Δημοφώντειος, Θεώνειος, Τρυφώνειος, Ἀργανθώνειος, Κιθαιρώνειος «λέπας Κιθαιρώνειον». Αὐσόνειος. Λυκόφρων «ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τόπων». Ἀχερόντειος, ὃ διὰ τὸ μέτρον Ἀριστοφάνης ἔφη «Ἀχερόντιός τε σκόπελος αἱματοστεγής». Ἠετιώνειος, Ἀβάντειος, Θοάντειος, Ἀχίλλειος, Διομήδειος, Ἀριστοφάνειος, Αἰόλειος, Ἰορδάνειος, Αἰσχίνειος, Δημοσθένειος, Ἀριστοτέλειος, Ἀσκληπιάδειος, Τεμμίκειος. Μενέλαος δὲ διὰ τοῦ ι «Τεμμίκιον ἄστυ» ἐν πρώτῳ Θηβαΐδος φησίν. Πελόπειος, Μοψόπειος. θεμίστειος, ἐπιτήδειος. Νυττέρειος. ἔστι δὲ ὄνομα λιμένος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ει καὶ τὸ Δαρδανειός δὲ ὀξύνεται. τὰ μέντοι προπερισπώμενα μὴ σημαίνοντα μέρος σώματος εὑρεθέντα ταῦτά εἰσι, πρυτανεῖος, ἑταιρεῖος, μεγαλεῖος, γυναικεῖος, ἀκατεῖος. τὸ δὲ ἑταίρειος ἀναλογώτερόν ἐστι προπαροξύνεσθαι, ὡς γὰρ ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ καὶ ἀβέλτερος ἀβελτέρειος ὁ μωρός, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας.
Τὰ εἰς οιος ὑπερδισύλλαβα προπερισπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια, ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀλλοῖος, αἰδοῖος, ὁμοῖος, γελοῖος, παντοῖος, ἠοῖος. οἱ δὲ μεταγενέστεροι τῶν Ἀττικῶν τὸ γελοῖος καὶ ὁμοῖος προπαροξύνουσιν. τὸ δὲ φλοιός δισύλλαβον καὶ τὸ κολοιός προσηγορικόν. ὀξύνεται δὲ καὶ τὸ ψοθοιός ὁ ἀκάθαρτος. τὸ δὲ Ζάτοιος, Ἄθοιος κύρια ὄντα προπαροξύνονται, οἷς ὅμοιον καὶ τὸ τραπέζοιος, Βοιωτιακὸν ὄν. οἱ γὰρ Βοιωτοὶ τὸ ω καὶ ι εἰς τὴν οι δίφθογγον τρέπουσι, τὸ πατρώϊος πατροῖος λέγοντες καὶ τὸ ἡρώϊος ἡροῖος.
Τὰ εἰς ος καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ υ ὀξύνεται, ἐπιθετικὰ ὄντα ἢ κύρια ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις, ἀκουός καὶ ἐπακουός, ἀγαυός καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. πρόσκειται «εἰ μὴ ἐπιθετικὰ εἴη, ἀλλὰ κύρια», ὅτι ταῦτα βαρύνεται, Ἀκάλαυος, Πείραυος, Ἄρευος. ΠΕΡΙ ΤΩΝ ΕΙΣ βος, ΕΙΣ γος ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ ΜΕΧΡΙ ΤΩΝ ΕΙΣ μος. ΒΙΒΛΙΟΝ ϛʹ.
Τὰ εἰς βος δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, ὄλβος, λίβος, Λέσβος καὶ ὁ κτιστὴς καὶ ἡ νῆσος, φλοῖσβος, θάμβος τὸ μονογενές, τάρβος. λέμβος, βόμβος, τύμβος, ῥύμβος, στίβος, τρίβος. Στρόβος πόλις Μακεδονίας. Τάβος ἥρως, ἀφʼ οὗ Τάβαι πόλις Λυδίας. Θράμβος ἀκρωτήριον Μακεδονίας. Ἴσβος Ἰσαυρίας πόλις, Κύβος ἢ καὶ Κυβώ, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων, Ὄμβοι πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν. Σάβοι ἔθνος Φρυγίας. λέγονται καὶ ἀντὶ τοῦ βάκχοι παρὰ Φρυξίν. Σάμβος πόλις Ἀράβων καὶ οἱ πολῖται Σάμβοι. Βοῖβος Γλαφύρου υἱός, ἀφʼ οὗ Βοίβη πόλις Θεσσαλίας. Στροῖβος ὁ ἀδελφὸς Γύζαντος. σεσημείωται τὸ Βόλβος παροξυνόμενον, ὅτε κύριον, βολβός δὲ τὸ προσηγορικόν, ὥσπερ λοβός μέρος τοῦ ἥπατος.
Τὰ εἰς βος δισύλλαβα ἐπιθετικὰ ὀξύνεται, στραβός, ῥαιβός ὁ μὴ ὀρθός, καὶ κωβός.
Τὰ εἰς βος κύρια ἢ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ἄραβος, κόναβος, ἴαμβος, κάραβος, σάραβος, ἀττέλαβος, ὅπερ οἱ Ἀττικοὶ παραλόγως ὀξύνουσι. Νήραβος πόλις Συρίας. Νικόλαος τετάρτῳ. Ἄμολβος πόλις Μαγνήτων, ὡς Βάλακρος Μακεδονικῶν βʹ, Ἄρισβος ποταμὸς Θρᾳκῶν. Βατάναβος Ἀραβίας σταθμός. Πράσσαιβος ἔθνος Θεσπρωτικόν, Κάνδυβος παῖς Δευκαλίωνος, Μέταβος ἥρως, ἀφʼ οὗ Μεταπόντιον. τὸν γὰρ Μεταπόντιον οἱ βάρβαροι Μέταβον ἔλεγον. Πόλυβος. Χάλυβος παρʼ Ἑκαταίῳ οἱ Χάλυβες. Καλλάτηβος πόλις Λυδίας. Ἡρόδοτος ἑβδόμῃ … . Τύρρηβος πόλις Λιβύης ἀπὸ Τυρρήβου τοῦ Ἄτυος. Κάνωβος, ὅπερ ἔδει γράφεσθαι διὰ τοῦ π· οὐδὲν γὰρ εἰς βος λῆγον ὑπὲρ δύο συλλαβὰς τῷ ω παραλήγεται. γράφεται δὲ ὅμως διὰ τοῦ β. Στράβων ἑπτακαιδεκάτῃ «Κάνωβος δʼ ἔστι πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἀπὸ Κανώβου κυβερνήτου Μενελάου, ἀποθανόντος αὐτόθι».
Τὰ εἰς βος ἐπιθετικὰ ὑπὲρ δύο συλλαβάς, εἰ μὴ τὸ η παραλήγοι ἢ σύνθετα εἴη ἀπὸ τῶν εἰς βος ληγόντων, ὀξύνεται, ἐρεμβός καὶ Ἐρεμβοί ἔθνος Ἀραβίας. Ὅμηρος «καὶ Σιδονίους καὶ Ἐρεμβούς», τούτους δέ φησι τοὺς Τρωγλοδύτας ἀπὸ τοῦ εἰς ἔραν βαίνειν. λέγονται καὶ Ἐρεμβαῖοι. τούτῳ δὲ ὁμοίως καὶ Περραιβός ἐθνικόν, οὗ θηλυκὸν κατὰ κοινότητα ἡ Περραιβός καὶ Περραιβή. κολοβός, βουφορβός, ἱπποφορβός. τὸ δὲ ἔφηβος, ἄνηβος παραλήγουσι τῷ η. τὸ δὲ φιλόκυβος σύνθετον.
Τὰ εἰς γος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται, πύργος· εἰσὶ δὲ καὶ Πύργοι πόλις Μεσσήνης. σπόγγος, φθόγγος, Γόργος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον. Ἔλγος πόλισμα Λυδίας, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Λίγγος φρούριον Κασσανδρέων. Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σίγγος πόλις παρὰ τῷ Ἄθῳ. τὸ δὲ σαργός ὁ ἰχθῦς ὀξύνεται.
Τὰ εἰς γος ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τις ὑπάρχοι συνθέσεως, ὀξύνεται, γοργός, ἀργός. τὸ μέντοι Ἄργος βαρύνεται, καὶ τὸ μάργος σύνθετον ὂν ἀπὸ τοῦ μα στερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργος οὐδὲν ἀγαθὸν ἐργάζεται.
Τὰ εἰς ογος διβράχεα βαρύνεται, λόγος, μόγος, ψόγος.
Τὰ διὰ τοῦ αγος διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται, φαγός, κραγός ὁ κραυγαστικός. τὸ δὲ κράγος ὁ κραυγασμὸς βαρύνεται καὶ τὸ Κράγος ὄρος Λυκίας. Ἀλέξανδρος δευτέρῳ Λυκιακῶν. ἀπὸ Κράγου τοῦ Τρεμίλητος υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. καὶ τὸ Μάγος ἐθνικόν. εἰσὶ δὲ Μάγοι ἔθνος περὶ Μηδίαν.
Τὰ εἰς γος δισύλλαβα εἰ ἔχοι πρὸ τέλους δίχρονον συνεσταλμένον, κύρια ἢ προσηγορικὰ ὄντα βαρύνεται οἷον κράγος, πάγος, τράγος, χωρὶς εἰ μὴ μεταπλάσσοιτο εἰς γένος οὐδέτερον, ὡς ἔχει τὸ ζυγός εὑρημένον παρὰ τῷ ποιητῇ καὶ οὐδέτερον. τὸ δὲ ζυγός παρʼ Ὁμήρῳ οὐ σύνηθες ἐπὶ σταθμοῦ. ζυγὸν γὰρ ἐκεῖνος οἶδεν ἅρματος καὶ ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα τὸν ζυγὸν τῶν ζῴων ζευγνύντα. ὅθεν ὑψίζυγος οὐχ ὁ ἄνω σταθμίζων τὰ κατʼ ἀνθρώπους δύναται εἶναι. ἔστι δὲ ζυγός καὶ καθέδρα τῶν ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁ ὕψι καθέδραν ἔχων κατὰ τὸ «ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς» τὸ τοῦ τραγικοῦ καὶ τοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετενήνεκται καταστάσεως. καὶ τὸ ζυγομαχεῖν ἀπὸ τῶν ἐν πλοίοις ζυγῶν δύναται εἶναι, ὅτε περὶ τὰς καθέδρας διαφέρονται ἐρέσσοντες οἱ ἐρέται. εἰσὶ καὶ Ζυγοί πόλις πρὸς τῷ τῆς Ἀσίας Βοσπόρῳ.
Τὰ εἰς γος δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη, λοιγός, φηγός, πηγός. τὸ δὲ Λᾶγος κύριον. εἴρηται καὶ τρισυλλάβως «Λάαγος φίλος υἱὸς ἀρίζηλος Πτολεμαῖος». οὐ φύσει οὖν δισυλλαβεῖ, ἀλλʼ ἐκ τοῦ τρισυλλάβου γέγονεν.
Τὰ εἰς γος ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, πάταγος, ἔλεγος ὁ θρῆνος. Τεκτόσαγος. Ὤγυγος υἱὸς Τερμέρας, ἀφʼ οὗ Λύκιοι Ὠγύγιοι λέγονται. ἀσπάραγος κυρίως ὁ ἐπὶ τοῦ ἑλείου ἢ ὀρείου ὁ μὴ σπειρόμενος. ἀσφάραγος ὁ λεγόμενος φάρυγξ.
Τὰ εἰς γος τρισύλλαβα ἀρσενικὰ φύσει ἢ θέσει μακρᾷ παραληγόμενα, μὴ διπλασιαζομένου τοῦ γ, χωρὶς εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν συνθέσεως ἔχοι, ὀξύνεται, ἀρηγός, πελαργός, ἀμολγός, βροτολοιγός, ἀρρωγός. Πελασγός ἐθνικὸν ὁμώνυμον τῷ κτίστῃ, Ἀβασγός ἔθνος Σκυθίας. Χολαργός. οὕτω Δίδυμος καὶ Διόδωρος τὸν δῆμον τῆς Ἀκαμαντίδος φυλῆς καλοῦσι, Διονύσιος δὲ Χολαργεῖς. Ἱππημολγός ἔθνος Σκυθικὸν παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν. τὸ δὲ Ἄμολγος προπαροξύτονον ἐπὶ τῆς νήσου οὐκ ἀρσενικόν. λέγεται δὲ καὶ Ἄμοργος, ὡσαύτως καὶ Σολόγοργος πόλις Ἀρκαδίας ἡ καὶ Ἥραια. τὸ δὲ Σύναγγος πόλις Φοινίκης καὶ Σάλαγγος ἔθνος Ἰταλίας—ἔστι δὲ καὶ ἕτερον ἔθνος Ἰνδικόν—διπλασιαζόμενον ἔχει τὸ γ. καὶ τὸ Ὅμαργος σύνθετον ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργός. ἔστι δὲ ὄνομα κυνός.
Τὸ ὀλίγος προπαροξύνεται. ἔστι δὲ μονῆρες. οὐδὲν γὰρ εἰς γος ὑπὲρ δύο συλλαβὰς τῷ ι παραλήγεται, ἀλλὰ μόνον τὸ ὀλίγος. Μήτι οὖν Ταραντῖνοι χωρὶς τοῦ γ προφερόμενοι τὴν λέξιν ἀναλογώτερον ἀποφαίνονται, ὥσπερ Ῥίνθων ἐν δούλῳ Μελεάγρῳ ὀλίοισιν ὑμῶν ἐμπέφυκʼ εὐψυχία καὶ ἐν Ἰοβάτῃ χρῄζω γὰρ ὀλίον μισθὸν αὐτὸς λαμβάνειν. Πλάτων μέντοι ὁ κωμικὸς διαπαίζει τὴν λέξιν ὡς βάρβαρον.
Τὰ εἰς δος διβράχεα ἀρσενικὰ καὶ θηλυκὰ κύρια βαρύνονται. εἰ δέ τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προσηγορικὸν εὑρέθη τῷ ο παραλῆγον, κλάδος, Ἄδος πόλις Κιλικίας, κάδος καὶ Κάδοι πόλις Μυσίας. Στράβων ιβʹ «καὶ Δορυλάειον πόλις καὶ Κάδοι». Ῥόδος νῆσος. τὸ μέντοι ὁδός καὶ σποδός ὀξύνεται ὡς θηλυκὰ προσηγορικὰ τῷ ο παραλήγοντα.
Τὰ εἰς δος δισύλλαβα ο ἢ ου ἢ οι διφθόγγῳ ἢ η παραληγόμενα, εἰ μὴ σύνθετα ὑπάρχοι ἢ ἐθνικά, ὀξύνεται, ὁδός, σποδός, οὐδός· τὸ δὲ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον καὶ τὸ Μῆδος ἐθνικόν. σεσημείωται τὸ σκοῖδος παρὰ Μακεδόσιν ὁ οἰκονόμος καὶ τὸ χλῆδος προπερισπώμενα καὶ τὸ Ῥόδος παροξυνόμενον.
Τὰ εἰς δος ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα βαρύνεται Μῆδος υἱὸς Μηδείας καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῷ πρωτοτύπῳ, νῖδος … ζεῦδος … Βλαῦδος πόλις Φρυγίας. τὸ μέντοι καυδός θηλυκὸν ὥσπερ καὶ τὸ μαυδός. σεσημείωται τὸ Μαιδός ἔθνος Θρᾴκης πλησίον Μακεδονίας καὶ Ἠδός ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ καὶ Λυδός.
Τὰ εἰς δος δισύλλαβα ἔχοντα πρὸ τοῦ δ σύμφωνον κατʼ ἐπιπλοκὴν βαρύνεται, Σόγδος ὁ οἰκήτωρ Σογδιανῆς. λέγεται καὶ Σόγδιος. ῥάβδος. ἄσδος στήλη λιθίνη, λύγδος, Ῥύβδος φρούριον Σικελίας.
Τὰ εἰς δος δισύλλαβα ἔχοντα πρὸ τοῦ δ σύμφωνον κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, Λίνδος πόλις ἐν Ῥόδῳ κτίσμα Λίνδου τοῦ Κερκάφου, τοῦ Ἡλίου καὶ Κυδίππης, τῆς Ὀχίμου θυγατρός. ἔστι καὶ Σικελίας πόλις Λίνδος. Σίνδος ἔθνος ἀπὸ μεσημβρίας τῆς Μαιώτιδος λίμνης. τινὲς δὲ ὀξυτονοῦσιν, οὐκ εὖ, Πίνδος, νάρδος, μάρδος αὐλοῦ εἶδος καὶ ἔθνος Ὑρκάνιον. Ἀπολλόδωρος περὶ γῆς δευτέρῳ. πάρδος. Σάρδος πόλις Ἰλλυρίας, Βάλδος πόλις Φοινίκης, Χάλδος ἔθνος τῆς Ἀρμενίας. οὕτως γὰρ λέγεσθαι ἐπεκράτησεν ἡ συνήθεια δισυλλάβως, οὐ Χαλδαίους. Μύνδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Γόρδος ἔθνος, ὃ καὶ Γορδυαῖος καὶ Γόρδοχος καλεῖται. σεσημείωται τὸ Ἰνδός ποταμὸς καὶ ἐθνικὸν καὶ Ὀρδός ἔθνος Μακεδονίας. λέγονται καὶ Ὀρδαῖοι, ὡς Νίκανδρος. τὸ δὲ λορδός ἐπίθετον καὶ ὁ μυνδός ὁ ἄφωνος, ἀφʼ οὗ «μυνδότεροι νεπόδων» παρὰ Καλλιμάχῳ.
Τὰ εἰς δος ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται, ὅμαδος, κέλαδος, Ἄραδος νῆσος Φοινίκης. ἔστι καὶ ἑτέρα τῆς Ἐρυθρᾶς θαλάσσης. τρίτη Κρήτης. Μασανώραδος Κινδαψοῦ παῖς, ἀφʼ οὗ Μασανώραδα πόλις Καρίας. Τένεδος νῆσος τῶν Σποράδων, ὡς Ἑκαταῖος, ἐν Ἑλλησπόντῳ. ἔστι καὶ πόλις Τένεδος πρὸς τῇ Λυκίᾳ. Ἀπολλόδωρος δὲ Παμφυλίας αὐτήν φησιν. Λέβεδος, Κάπεδος, Ἄλγιδος πόλις Ἰταλίας, Νάγιδος πόλις μεταξὺ Κιλικίας καὶ Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Νάγιδος πόλις, ἀπὸ τοῦ Νάγιδος κυβερνήτου καὶ νῆσος Ναγιδοῦσσα». κόρυδος, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουσιν.
Τὰ εἰς δος ὑπερδισύλλαβα ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται, μόλυβδος, σμάραγδος, Κύαρδος βασιλεὺς Καρῶν, υἱὸς Βαργάσου. Λίχανδος πόλις Σικελίας. Φίλιστος Σικελικῶν τρίτῳ. Ληψίμανδος πολίχνιον Καρίας. Κύλλανδος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄσπενδος πόλις Παμφυλίας, Ἀσπένδου κτίσμα, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Βενέβενδος πόλις Καμπανίας. Ἴσινδος πόλις Ἰωνίας. λέγεται καὶ Ἴσινδα. Πύρινδος πόλις Καρίας. Ἄλινδος. Ἄρινδος ὄνομα ποταμοῦ, Βερέκινδος. τὸ δὲ ὀρυμαγδός καὶ Ἐορδός ὀξύνεται ὡς καὶ τὸ Ἀμαρδός ἔθνος Ὑρκανῶν ἐγγύς. Στράβων ιαʹ.
Τὰ εἰς δος ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα κύρια προπαροξύνεται, Ἄβυδος πόλις καθʼ Ἑλλήσποντον καὶ ἄλλη κατʼ Αἴγυπτον ἀπὸ Ἀβύδου τινὸς κληθεῖσα. Ἔνουδος. Ἴσσηδος. Ὄροιδος βασιλεύς, οὗ μέμνηται Θουκυδίδης. τὸ ἀοιδός ἐπίθετον ὡς καὶ τὸ ὀπηδός. τὸ δὲ κίναιδος προπαροξύνεται τῷ λόγῳ τῆς συνθέσεως.
Τὰ εἰς ζος πάντα βαρύνεται, ὄζος, ῥοῖζος, Γάζος πόλις Ἰνδική, Τόπαζος νῆσος Ἰνδικὴ καὶ λίθος ὁμώνυμος τῇ νήσῳ. Ἀλέξανδρος ὁ πολυίστωρ. διὰ τοῦ ξ δʼ ἐγράφετο πρότερον. Λάζος Σκυθῶν ἔθνος, Ἄραζος πόλις πρὸς τῷ πόντῳ ἀπὸ Ἀράζου τοῦ ἡγησαμένου. Βύμαζος πόλις Παιόνων. Ἔφορος κζʹ. Τρίζος ἔθνος πρὸς νότον τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Τίριζος ἔθνος Παφλαγονίας. Κτησίας δὲ Τιριζιβανοὺς αὐτούς φησιν ἐν τῷ δευτέρῳ «ἐκ δὲ τῶν Ὀδρυσῶν εἰς Τιριζιβανοὺς οἰκοῦντας ἐν Παφλαγονίᾳ». Κρόβυζος ἔθνος πρὸς νότου ἀνέμου τοῦ Ἴστρου. Ἑκαταῖος Εὐρώπῃ. Λόκοζος πόλις Φρυγίας. Ξάνθος δὲ ὁ Λυδὸς διὰ τοῦ ξ γράφει. Κάττουζος ἔθνος Θρᾴκης. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιρρημάτων ὀξύνεται, πεζός, χθιζός, πρωϊζός. σεσημείωται τὸ μαζός, ὅτι μονογενὲς ὂν ὀξύνεται. μήποτε οὖν ἀναλογώτεροι οἱ Ἴωνες μαστὸν λέγοντες.
Τὰ εἰς θος λήγοντα καθαρὰ μονογενῆ δισύλλαβα παραληγόμενα φύσει μακρᾷ βαρύνεσθαι θέλει, κῶθος, οὕτως ὁ κωβίος, μῦθος, Ζῆθος, Σῆθος ποταμὸς Σκυθίας ὡς Φιλοστέφανος, Ξοῦθος τὸ κύριον «Δῶρός τε Ξοῦθός τε». Βοῦθος Πύθια νικήσας. παροιμία Βοῦθος περιφοιτᾷ, Κρατῖνος Χείρωσι. τάττεται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυρίνων. Νοῦθος κύριον, καὶ ψόφος, ἣν οἶδεν Ἡσίοδος ἐν τρίτῳ νοῦθος δὲ ποδῶν ὑπόδουπος ὀρώρει· Λῆθος ὄνομα κύριον. σημειῶδες ἄρα τὸ στρουθός ὀξυνόμενον· Χαῖρις δέ φησιν Ἀττικοὺς βαρύνειν τὸ ὄνομα, ὡς καὶ Τρύφων μέμνηται ἐν δευτέρῳ περὶ Ἀττικῆς προσῳδίας. ἴσως μέντοι παρήλλαξε τῶν προκειμένων, ἐπεὶ καὶ ἀρσενικῶς λέγεται καλοὶ δέ σʼ ἆγον ὠκέες στρουθοί καὶ θηλυκῶς αὐτὰρ ἐπεὶ κατὰ τέκνʼ ἔφαγε στρουθοῖο καὶ αὐτήν.
Τὰ εἰς θος δισύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται. πτόρθος, γόνθος ὁ κόγχος, γρόνθος τὸ ἐπὶ τῆς αὐλήσεως, σμίνθος ὁ μῦς. Πάρθος ἔθνος Σκυθικὸν οἱ καὶ Πάρθιοι καὶ Παρθυαῖοι. ἔστι δὲ καὶ Πάρθος πόλις Ἰλλυρική. Ἀπολλόδωρος ἐν χρονικῶν ..... Κύνθος ὄρος Δήλου, παρʼ Ἀντιμάχῳ ἐν πρώτῃ Θηβαΐδος. οὕτως δὲ ἐκαλεῖτο καὶ Δῆλος ἀπὸ Κύνθου τοῦ Ὠκεανοῦ. Ξάνθος ἔθνος Θρᾴκιον. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ «παρʼ ᾗ Ξάνθος ἐξίησι ποταμός». ἐκλήθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἔστι καὶ Ξάνθος πόλις ἐν Λέσβῳ. Σίνθος πόλις παρὰ τῷ Θερμαίῳ. Ἡρόδοτος ἑβδόμῃ … . Ὄρθος τὸ μονογενές. τὸ δὲ ξανθός καὶ τυτθός καὶ ὀρθός τριγενῆ.
Τὰ εἰς θος διβράχεα παροξύνεται, εἰ μὴ τόπον δηλοῖεν, νόθος, πόθος, ψόθος, ῥόθος ὁ ψόφος, μόθος, Κόθος ὄνομα κύριον, λίθος, πίθος καὶ Πίθος δῆμος τῆς Κεκροπίδος φυλῆς ἀπὸ Πίθου τινὸς ἢ πίθων αὐτόθι γινομένων. ζύθος ὁ ἐκ κριθῆς οἶνος. γνύθος τὸ κοῖλον τῆς πέτρας καὶ ὁ βόθρος. τὸ μέντοι βυθός τοπικόν.
Τὰ εἰς θος δισύλλαβα τριγενῆ παραληγόμενα φύσει μακρᾷ ἢ θέσει, μὴ προηγουμένου τοῦ σ, ὀξύνεται, ἀφθός, τυτθός, ξανθός, αἰθός ὁ διάπυρος. τὸ δὲ λοῖσθος ἔχει τὸ σ. σεσημείωται τὸ Πάρθος, πόλις Ἰλλυρίας, λέγεται καὶ ἀρσενικῶς, ὡς Πολύβιος, καὶ τὸ ὄνθος.
Τὰ εἰς αθος μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προπαροξύνεται, ἄμαθος, ψάμαθος, κύαθος, κάλαθος, λάπαθος, Σκίαθος νῆσος Εὐβοίας, Κράπαθος νῆσος πλησίον τῆς Κῶ. Ὅμηρος «Κράπαθόν τε Κάσον τε καὶ Κῶν», Μάραθος πόλις Ἀραδίας, ψίαθος. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργαθός ὀξύνεται ἀπὸ μακρᾶς ἀρχόμενα.
Τὰ εἰς θος ὑπὲρ δύο συλλαβὰς παραλήγοντα ι ἢ υ ἢ καὶ φύσει μακρᾷ προπαροξύνεται· εἰ δέ τι ὀξύνεται, ἐπιθετικόν ἐστιν. Λάπιθος ἀφʼ οὗ Λαπίθης, λέκιθος, ἔριθος, Μίκυθος, ἄκυθος ἡ μὴ τίκτουσα, μαμμάκυθος ὁ μωρός, Αἴνηθος ὄρος. Αἰσχύλος. Λάπηθος πόλις Κύπρου. Ἀλέξανδρος Ἐφέσιος «Βήλου δʼ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος». Πεπάρηθος νῆσος τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. Σεσάρηθος πόλις Ταυλαντίνων, ὥς φησιν Ἑκαταῖος. Κάνηθος, Ὄρηθος, Σέβηθος ὄνομα ποταμοῦ. ἐπίληθος «νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων». Ναύαιθος ποταμὸς Ἰταλίας. Φάρβαιθος πόλις Αἰγύπτου. Κέλαιθος ἔθνος Θεσπρωτικόν. Ῥιανὸς δʹ. λέγονται καὶ Κελαιθεῖς. Δάμαιθος, Κύναιθος εἷς τῶν Λυκάονος παίδων. Ὀλίγαιθος, Σίμαιθος ὄνομα ποταμοῦ. Ἀρίαιθος. τὸ δὲ βοηθός καὶ κακηθός ὁ κακιστός ὀξύνεται.
Τὰ εἰς θος ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται, Ἐρύμανθος ὄρος καὶ ποταμός «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον». Ἄκανθος πόλις Θρᾴκης ἀκάνθαις πεφραγμένη, ὅθεν κέκληται, ἢ ἀπό τινος Ἀκάνθου, ὡς Μνασέας. βʹ. ἔστι καὶ ἐν Αἰγύπτῳ Ἄκανθος. γʹ. ἄλλη ἐν τῇ χερρονήσῳ περὶ τὴν Κνιδίαν. δʹ. ἔστι καὶ ἡ Ἀθαμανίας. Φάλανθος ὄρος καὶ πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ ἀπὸ Φαλάνθου. Πύρανθος πόλις μικρὰ ἢ κώμη Κρήτης περὶ Γόρτυνα. Ψίναφθος Αἰγύπτου πολίχνιον ὡς Ἀλέξανδρος ἐν Αἰγυπτιακῶν δευτέρῳ. Μέλανθος, Λαβύρινθος, Ὑάκυνθος, Λέβινθος, Προβάλινθος δῆμος Πανδιονίδος φυλῆς. θηλυκῶς δὲ λέγεται. Σύρινθος πόλις Κρήτης, Πέρινθος πόλις Θρᾴκης ἀπὸ Περίνθου Ἐπιδαυρίου τοῦ μετὰ Ὀρέστου στρατευσαμένου. Κόρινθος καὶ ὁ κτίστης καὶ ἡ πόλις ἔσω τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἀκροκόρινθος ἀρσενικῶς. Ἀμάρυνθος νῆσος Εὐβοίας. ὄλυνθος τὸ μὴ πέπειρον καὶ Ὄλυνθος πόλις Θρᾴκης ἀπὸ Ὀλύνθου τοῦ Ἡρακλέους. Ἀράκυνθος ὄρος Βοιωτίας, ἀφʼ οὗ ἡ Ἀθηνᾶ Ἀρακυνθιὰς ὡς Ῥιανὸς ἐν τῇ Φήμῃ «κλῦθί μοι εὐχάων Ἀρακυνθιὰς εὐπατέρεια». Ἄψυνθος πόλις Θρᾴκης. ἔστι καὶ εἶδος φυτοῦ. διχῶς δʼ ἡ γραφὴ καὶ διὰ τοῦ υ καὶ διὰ τοῦ ι. Ζήρυνθος πόλις καὶ ἄντρον Ἑκάτης ἐν Θρᾴκῃ. Λυκόφρων «Ζήρυνθον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς». Ζάκυνθος ὁ Δαρδάνου καὶ ἀπʼ αὐτοῦ πόλις. ἀρσενικῶς Ὅμηρος καὶ θηλυκῶς «καὶ ὑλήεσσα Ζάκυνθος» καὶ «ὑλήεντα Ζάκυνθον». δευτέρα Ἰβηρίας. τρίτη Λιβύης. Τρικόρυνθος δῆμος τῆς Αἰαντίδος φυλῆς. Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς, Δίδυμος καὶ Διόδωρος οὐδετέρως. τὸ δὲ ὀλισθός ὁ ὀλισθηρός ὀξύνεται ἐπίθετον ὄν.
Τὰ εἰς κος μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται φῶκος καὶ Φῶκος κύριον, σῶκος καὶ Σῶκος κύριον. Τυραννίων μὲν ἀξιοῖ ὀξύνειν τὸ «σῶκος ἐριούνιος Ἑρμῆς», ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον «ὦ Σῶχʼ Ἱππάσου υἱέ» ὥσπερ ἐπὶ τοῦ λευκός, γλαυκός. οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλʼ ἴδιον τοῦ Ἑρμοῦ, ὥσπερ καὶ τοῦ Ἀπόλλωνος βαρυνόμενον τὸ Φοῖβος· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό. ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. θῶκος. Ῥαῦκος πόλις ἐν μεσογείῳ τῆς Κρήτης. Δᾶκος ἔθνος, ὃ καὶ Δᾶος καλεῖται. οἶκος. Γλαῦκος, ἀφʼ οὗ Γλαύκου δῆμος ἐν Λυκίᾳ, ὡς Ἀλέξανδρός φησιν. Λεῦκος «ὁ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον». τὸ δὲ σηκός ὀξύνεται. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται γλαυκός, λευκός, Γραικός ὁ Ἕλλην, τὸ δὲ Γραῖκος κύριον βαρύνεται.
Τὰ εἰς κος δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, Μάκκος, Ὄγκος τὸ κύριον. Λύγκος πόλις Ἠπείρου. Στράβων ἑβδόμῃ. ἐκλήθη ἀπὸ Λυγκέως. Φόρκος. Σύλκοι πόλις ἐν Σαρδοῖ, Καρχηδονίων κτίσμα. λέγεται καὶ Σόλκοι, ὡς Ἀρτεμίδωρος ἐν ἐπιτομῇ «ἀπὸ δὲ Καράλεως ἐπὶ Σόλκους».
Τὰ εἰς κος δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, πλὴν τοῦ λ, βαρύνεται, λάκκος, σάκκος, ἄρκος, κέρκος, ὅρκος. σεσημείωται τὸ θριγκός. τὸ δὲ χαλκός ἔχει τὸ λ. καὶ τὸ φολκός ἐστι τριγενὲς ἔχον καὶ τὸ λ.
Τὰ εἰς κος δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου τοῦ σ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, δίσκος, Φύσκος υἱὸς τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος. Ἑκαταῖος «ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς». «Φύσκος δὲ ἀφʼ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ....» καὶ τὸ ἔθνος ὁμοφώνως. Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει. ἔστι καὶ Φύσκος πόλις Λοκρίδος καὶ ἑτέρα τῆς Καρίας. ἔστι δὲ λιμὴν Ῥόδου. ἔστι καὶ ἄλλη Μακεδονίας. μύσκος. Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγενίδης φησί. Κέσκος. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται.
Τὰ εἰς κος διβράχεα μονογενῆ, εἴτε ἀρσενικὰ εἴτε θηλυκά, βαρύνεται, εἰ μὴ διαστολή τις σημαινομένου γένοιτο, οἷον λύκος καὶ Λύκος υἱὸς Πανδίονος, Πλάκος «ὑπὸ Πλάκῳ ὑληέσσῃ», πόκος, τόκος, Μύκος ἔθνος Περσίδος, περὶ οὗ Ἑκαταῖος ἐν Ἀσίᾳ «ἐκ Μύκων εἰς Ἀράξην ποταμόν». Ἴκος νῆσος τῶν Κυκλάδων προσεχὴς τῇ Εὐβοίᾳ, κρίκος. τὸ δοκός πρὸς ἀντιδιαστολὴν τοῦ δόκος τοῦ σημαίνοντος τὴν δόκησιν. καὶ παρὰ Ἀριστοφάνει ἐν Ταγηνισταῖς σημαίνει τὴν ἀγχόνην. σεσημείωται τὸ φακός ὀξύτονον. τὸ δὲ Φάκος κύριον ὄνομα ὄρους. Ἑκαταῖος «πρὸς μὲν νῶτον Πακτωλὸς καὶ Φάκος».
Τὰ εἰς κος δισύλλαβα τριγενῆ ὀξύνεται οἷον λευκός, γλαυκός, μικκός «τοῖς μικκοῖς μικκὰ δίδωσι θεός» πλὴν τῶν παραληγόντων τῷ ω.
Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς α παραληγόμενα, οὗ προηγεῖται σύμφωνον ἢ σύμφωνα, κύρια ὄντα βαρύνεται, Λάβδακος, Πίνακος, Ἀσσάρακος, Ἴθακος ἥρως. τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ «Ἴθακος Ὀδυσσεύς». Φύλακος, Ὕλακος, Νώρακος πόλις Παννονίας. Γάζακος κώμη μεγάλη τῆς Μηδίας. Ἀρριανὸς ἐν Παρθικῶν τετάρτῃ «τῆς Γαζάκου» Θάψακος πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ. Θεόπομπος ἐν Φιλιππικῶν τρίτῳ. σεσημείωται τὸ Ἀστακός—πόλις Βιθυνίας ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς ἱστορεῖ. ἔστι καὶ Ἀκαρνανίας πόλις—καὶ Ναννακός καὶ Θημακός δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς.
Τὰ εἰς ακος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται, Λάμψακος πόλις κατὰ τὴν Προποντίδα ἀπὸ Λαμψάκης, ἐπιχωρίας τινὸς κόρης. Ῥύνδακος πόλις καὶ ποταμὸς μεταξὺ Φρυγίας καὶ Ἑλλησπόντου «Ῥύνδακον ἀμφὶ βαθύσχοινον». λέγεται καὶ Ῥύνδαξ. Ὕρτακος ἥρως καὶ πόλις Κρήτης. Σπάρτακος πόλις Θρᾴκης. Ἐρατοσθένης ἐν Γαλατικῶν δευτέρῳ. Φάρνακος, Ἄρτακος ἔθνος Θρᾴκιον. Ἄμβρακος πολίχνιον τῆς Ἠπείρου.
Τὰ δὲ εἰς ακος λήγοντα τὴν πρώτην συλλαβὴν εἰς ἄφωνον τὸ αὐτό, ἀφʼ οὗ ἄρχεται ἡ δευτέρα, καταλήγουσαν ἔχοντα ὀξύνεται, Πιττακός καὶ τὰ ὅμοια.
Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς α παραληγόμενα, οὗ προηγεῖται φωνῆεν, ὀξύνεται, Καλλιακός, Αἰακός, Πιακός πόλις Σικελίας.
Τὰ εἰς κος ὑπερδισύλλαβα παραληγόμενα τῷ α προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, λιθιακός, μαλθακός, ψιττακός, ἀστακός, ἀνακός, φυλακός ὁ φύλαξ, Φύλακος δὲ τὸ κύριον, φαρμακός ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν, φάρμακος δὲ ὁ γόης. σεσημείωται τὸ θύλακος, ὕσσακος, αἴσακος προπαροξυνόμενα καὶ τὸ μαίμακος ἐπίθετον ἀπὸ γενικῆς.
Τὰ διὰ τοῦ ακος κτητικὰ ὀξύνεται, Δηλιακός, Φρυγιακός, Ἰλιακός, Αἰνιακός, Ἀκτιακός, Ἀλαβανδιακός, ἐξ οὗ καὶ Ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μή ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ «μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων». Βαργυλιακός, Βυζαντιακός, Διακός, Ἐλευσινιακός, Θεσπρωτιακός, Θουριακός, Κυνοσουριακός, Ἰκιακός, Κοσσυριακός, Κυπριακός, Μαλιακός, Μαραθωνιακός, Μερουσιακός, Μηλιακός, Νισυριακός, Ὀλβιακός, Παλληνιακός, Παμφυλιακός, Βοιωτιακός, Παρνασσιακός, Πελασγιακός, Πελοποννησιακός, Πελοποννησιακὸν δὲ πόλεμον φυλάττονται λέγειν. Πηλουσιακός, Ποτνιακός, Ῥοδιακός, Σαμιακός, Στειριακός, Σιγειακός, Χιακός.
Τὰ εἰς εκος ἕν ἐστιν, Ἀλώπεκος ἀπὸ γενικῆς.
Τὰ εἰς οκος ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται σπάνια ὄντα Καππάδοκος ὁ κτίστης, ὡς Ἀλέξανδρος, καὶ τὸ ἔθνος. λέγεται γὰρ τὸ ὄνομα τριχῶς, ὁ Καππάδοκος, ὁ Καππάδοξ, ὁ Καππαδόκης. Σπόρδοκος Θρᾴκιον ὄνομα. Ἀμάδοκος Σκυθικὸν ἔθνος. Ἑλλάνικος ἐν Σκυθικοῖς. Δόλογκος ἔθνος Θρᾴκης ἀπὸ Δολόγκου τοῦ ἀδελφοῦ Βιθυνοῦ. Δημόδοκος ὄνομα κύριον. Λαόδοκος. τὸ δὲ ξενοδόκος καὶ ἰοδόκος βαρύνεται· καὶ τὸ αἰγοβοσκός ὀξύνεται.
Τὰ εἰς κος ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλήγοντα σπάνια ὄντα βαρύνεται, Ἄτρηκος πόλις Κρητική, μάληκος ὄνομα· ὀρνέου, μαληκός δὲ ἀπὸ τοῦ μαλακός τροπῇ τοῦ α εἰς η ὀξύνεται, πίθηκος. Πήληκος πόλις ἐν Λιβύῃ, Ζάληκος ὄνομα ποταμοῦ, Ἀμάληκος, ἀφʼ οὗ Ἀμαληκῖτις ἐκλήθη. Κόθωκος ὄνομα ἥρωος. τὸ δὲ Ἰωλκός πόλις Θεσσαλίας «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, καὶ Ἀρδησκός ὀξύνεται.
Τὰ εἰς κος παραληγόμενα αι ἢ οι μὴ ἐπιθετικὰ προπαροξύνεται, Πάταικος, Φάλαικος, Μίθαικος, σόλοικος, μόνοικος τὸ κατὰ συναλοιφήν. ἔστι καὶ πόλις Λιγυστική. Ἑκαταῖος Εὐρώπῃ. Μοσσύνοικος ἔθνος καλούμενον παρὰ τὰς οἰκήσεις, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ γῆς περιόδου. τὸ δὲ Εὐβοικός ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ ἄγροικος σύνθετον καὶ προπαροξύνεται καὶ προπερισπᾶται.
Τὰ εἰς κος ὑπερδισύλλαβα εἰ παραλήγοιτο ι μακρῷ βαρύνεται, Εὔνικος κύριον, Κάϊκος ποταμός, ὅθεν ἄνεμος Καικίας ὡς ἐκεῖθεν πνέων, Γρήνικος ποταμός. Φιλόνικος, Ἑλλάνικος, Ἀριστόνικος. εἰ δὲ τῇ ει διφθόγγῳ, ὀξύνεται, δαρεικός, βοεικός «βοεικὰ ζεύγη» ι ἡ παράδοσις, ἀλλὰ διὰ διφθόγγου δεῖ γράφεσθαι, ἀπὸ γὰρ τοῦ βοειακός κατὰ συγκοπὴν ὡς καὶ Δεκελεικός ἀπὸ τοῦ Δεκελειακός. Κεραμεικός. σεσημείωται τὸ Καμικός καὶ ὁ κτίστης καὶ ἡ πόλις Σικελίας ὀξύτονον καὶ ἔχον τὸ ι μακρὸν ὡς τὸ Παλικός. εἰσὶ δὲ Παλικοί δαίμονές τινες οὓς Αἰσχύλος ἐν Αἴτναις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, κληθῆναι δὲ τοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι.
Τὰ εἰς κος λήγοντα καθαρὰ ὑπὲρ δύο συλλαβάς, προσηγορικὰ ἢ κύρια, ὁπότε τῷ ι παραλήγει συνεσταλμένῳ προπαροξύνεται, ἀνθέρικος, Κύζικος πόλις τῆς Προποντίδος, Ὤρικος πόλις ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος λιμένα καλεῖ Ἠπείρου τὸν Ὤρικον ἐν τῇ Εὐρώπῃ «μετὰ δὲ Βουθρωτὸς πόλις, μετὰ δὲ Ὤρικος λιμήν». Ἀπολλόδωρος δὲ πόλιν αὐτὴν οἶδε. λέγεται ἀρσενικῶς, ὡς Πολύβιος ἑβδόμῳ «οἱ δὲ τὸν Ὤρικον κατοικοῦντες, οἳ καὶ πρῶτοι κεῖνται περὶ τὴν εἰσβολὴν πρὸς τὸν Ἀδρίαν ἐκ δεξιῶν εἰσπλέοντι». Ἀσφόδικος, Ὄρικος κύριον, Σίνδικος πόλις προσεχὴς τῇ Σκυθίᾳ, Νήρικος πόλις Ἀκαρνανίας, ἣν Ὅμηρος ἀκτήν φησι ἠπείροιο. Ὄμβρικος ἔθνος Ἰταλικόν. τὸ δὲ Θορικός οἱ πλείους ὀξύνουσιν. ἔστι δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν.
Τὰ εἰς ικος κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται, Γαλατικός, Ἰταλικός, Πυθαγορικός, Ὁμηρικός, δουλικός, βασιλικός, δεσποτικός, κλωπικός, Τρωϊκός. Ἀττικός κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν. Ταυρικός, βαρβαρικός, Γαδειρικός Εὔπολις ἐν Μαρικᾷ «πότερον ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν». Ἑλληνικός, Ἑλλαδικός. Καρικός. Ἡρόδοτος ἐν πρώτῃ … «τὸ Καρικὸν ἔθνος δοκιμώτατον». Λιβυστικός «Λιβυστικὰς πλάκας» Λυκόφρων, ὅ τινες διὰ τοῦ γ γράφουσι κακῶς. Μηδικός «ὁ Μηδικὸς ὀπός». Στράβων «φέρει δὲ σίλφιον ἡ χώρα, ἀφʼ ἧς ὁ Μηδικὸς καλούμενος ὀπός, οὐ πολὺ λειπόμενος τοῦ Κυρηναϊκοῦ». Πελασγικός «Πελασγικὸν Ἄργος ἔναιον». ἔστι δὲ καὶ ἐν Ἀθήναις τεῖχος «Πελαργικόν» ἤτοι Πελασγικόν ὡς ὁ κωμικὸς δηλοῖ ἐν τοῖς Ὄρνισιν. «Ῥωσικὸς σκόπελος». Χαλυβδικός μετὰ τοῦ δ. Λυκόφρων «Χαλυβδικῷ κνώδοντι» καὶ ἡ χώρα Χαλυβική. Σινδικός. Ταναγρικός. Ἡρόδοτος πέμπτῃ … «Ταναγρικὴ μοῖρα» καὶ Μένανδρος «Ταναγρικὴ γυνή». Χαιρωνικός. Ἀπολλόδωρος ἐν χρονικῶν δευτέρῳ «κατὰ δὲ μάχην, ὥς φασι, τὴν Χαιρωνικήν». Χαονιτικός. Λυκόφρων «φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο». καὶ Χαονικός. Ἑκαταῖος Εὐρώπῃ «ὁ δὲ κόλπος Κιρραῖος καὶ τὸ πεδίον ἐν τῇ Χαονικῇ». Ψυλλικός. Ἑκαταῖος περιηγήσει Λιβύης «ὁ Ψυλλικὸς κόλπος μέγας καὶ βαθύς, τριῶν ἡμερέων πλόος». Ἀγριανικός, ὡς Χάραξ ἐν δευτέρῳ χρονικῶν. Ληναϊκός, Σμυρναϊκός, Πειραϊκός συστολῇ τοῦ α. Ἀκαδημαϊκός, Γαλαδραϊκός. Πολύβιος δὲ ἐν τῷ ιγʹ Γαλαδρικόν φησι. τὸ δὲ ἄδικος οὐ κτητικόν. τὸ δὲ ἡλίκος καὶ πηλίκος καὶ τηλίκος παρὰ ποιηταῖς καὶ ὁπηλίκος παροξύνονται· οὐ γὰρ κτητικά.
Τὰ εἰς υκος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ κτητικῆς ἐννοίας ἐχόμενα βαρύνεται, Ἴβυκος, Ἄμυκος, Κώρυκος πόλις Κιλικίας. Παρθένιος προπεμπτικῷ. ἔνιοι δὲ τὴν πόλιν Κωρύκειαν φασίν. ἔστι καὶ Κώρυκος ὄρος ἀρσενικῶς λεγόμενον πλησίον Τέω τῆς Ἰωνίας καὶ Ἐρυθρῶν, ὡς Ἑκαταῖος Εὐρώπῃ. καὶ λιμὴν ὁμώνυμος καὶ νησίον ὁμώνυμον. Ἴνυκος πόλις Σικελίας. Ἄλυκος πόλις Πελοποννήσου «εἰς Ἀσίνην Ἄλυκόν τε καὶ ἂμ πόλιν Ἑρμιονήων». Καλλίμαχος. Ἐλίσυκος ἔθνος Λιγύων. Ἑκαταῖος Εὐρώπῃ. Πάτυκος πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἁρπάλυκος ὄνομα κύριον, Εὔτυκος. Κήρυκος ὄνομα κύριον. Σίμυκος, Σίτυκος. τὸ δὲ Λιβυκός καὶ θηλυκός καὶ ἁλυκός ὀξύνεται θηλυκὰ ἔχοντα.
Τὰ εἰς σκος ι ἢ υ παραληγόμενα παροξύνεται, σατυρίσκος, νεανίσκος, παιδίσκος, ἀστερίσκος, ὀβελίσκος, πανίσκος, Κωραλίσκος, οὐρανίσκος, Βορμίσκος πόλις Μακεδονίας. Δορίσκος πόλις Θρᾴκης καὶ πεδίον. Φαλίσκος πόλις Ἰταλίας καὶ ὁ οἰκήτωρ ὁμοφώνως. Ἱππουρίσκος νῆσος Καρίας. Σκορδίσκος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Τριποδίσκος καὶ Τριποδίσκοι κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη. Ἐλευθερίσκος πόλις Μακεδονίας. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ. Ἐρατοσθένης Τερίσκους αὐτούς φησι διὰ τοῦ ε, οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμασκός —ἔστι δὲ πόλις Συρίας—καὶ Ἀρδησκός καὶ Δραβησκός Θρᾴκης χωρίον, Θουκυδίδης αʹ … , ὀξύνεται ι οὐκ ἔχοντα.
Τὰ εἰς λος διβράχεα βαρύνεται· εἰ δέ τι ὀξύνεται, διαστολὴν πέπονθεν ἢ ἕνεκα τριγενείας, Ἄλος πόλις Ἀχαΐας καὶ Φθιώτιδος ὑπὸ τῷ πέρατι τῆς Ὄθρυος. ὁ ποιητὴς «οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην». εἴρηται δʼ ἀπὸ τῆς Ἀθάμαντος ἄλης περὶ τοὺς τόπους ἐκείνους γενομένης καὶ ὑπʼ αὐτοῦ κτισθεῖσα. Θέων δέ φησιν ὅτι Ἄλος θεράπαινα ἦν Ἀθάμαντος ἡ μηνύσασα τὴν Ἰνὼ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν τὴν πόλιν ὠνόμασεν. δύο δὲ Παρμενίσκος ἱστορεῖ, τὸν μὲν Μαλιακὸν ὑπὸ Ἀχιλλεῖ, τὸν δὲ ὑπὸ Πρωτεσιλάῳ. Ἀπολλόδωρος δὲ ἀρσενικῶς λέγεσθαι τὴν πόλιν φησίν. πάλος, σάλος, λάλος, φάλος, μύλος, τύλος, Πύλος πόλις ἐν Μεσσήνῃ. Ξύλος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. φίλος, κτίλος, ὃ κατʼ ἀφαίρεσιν ἐκ τοῦ ἱκτίλος γέγονεν. πόλος, στόλος, ψόλος, ὅλος, Φόλος ὁ Κένταυρος, χόλος, δόλος, κόλος, βόλος, μόλος καὶ Μόλος «Μηριόνη Μόλου υἱέ» σόλος καὶ Σόλοι Κιλικίας πόλις. Ἑκαταῖος Εὐρώπῃ. κέκληται δὲ ἀπὸ Σόλωνος ὡς Εὐφορίων. θόλος. «μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς». τὸ μέντοι θολός τὸ μέλαν τῆς σηπίας ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι. τὸ δὲ αὐτὸ λέγεται ὀλός. καὶ τὸ ὀλός δὲ ὁ ὀλέθριος ὀξύνεται. τὸ γὰρ Ἀλκμανικὸν «ἔχει μʼ ἄχος ὦ ὀλὲ δαῖμον» ἐὰν μὲν ὀλός ἡ εὐθεῖα, οὐκ ἔστι συγκοπή. ἐὰν δὲ ἐκ τοῦ ὀλοός ἡ κλητικὴ ὀλοέ, συγκοπή ἐστιν.
Τὰ εἰς λος μονογενῆ δισύλλαβα μὴ ἀπὸ τοῦ χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τις εἴη διαστολή, βαρύνεται, Μᾶλος Ἀμφικτύονος υἱὸς ἢ Ἀμύρου τοῦ Βοιωτοῦ, κᾶλος «ἐν δʼ ὑπέρας τε κάλους τε». Ἶλος τὸ κύριον, ἰλός δὲ ὁ διεστραμμένος, πῖλος, μῖλος, σπῖλος, Βρῖλος ὄνομα κύριον, τῖλος τὸ φορτικόν, στῦλος, γρῦλος, θρῦλος. τὸ δὲ χυλός καὶ χιλός ἡ τροφὴ ὀξύνεται ἀπὸ τοῦ χ ἀρχόμενα. τὸ δὲ ψιλός τριγενὲς ὡς καὶ τὸ καλός παρὰ τῷ ποιητῇ ὑγιῶς ἐκτεταμένον. τὸ δὲ βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ, Δωρικῶς τέτραπται. καὶ τὸ δαλός δὲ κατὰ πάθος. καὶ τὸ Νεῖλος βαρύνεται. ἔστι δὲ ποταμὸς Αἰγύπτου. Ἑκαταῖος περιηγήσει αὐτῆς «καὶ ἱρὸν Νείλου τοῦ ποταμοῦ». λέγεται δὲ κατὰ διάλεκτον Νῆλος. καὶ τὸ δειλός ὀξύνεται.
Τὰ εἰς λος δισύλλαβα κύρια τῷ η παραληγόμενα περισπᾶται, οἷον Μῆλος Μαντοῦς υἱός, ἀφʼ οὗ Μαλόεις τόπος ἐν Λέσβῳ, ὡς Ἑλλάνικος ἐν Λεσβιακῶν πρώτῳ καὶ Μῆλος μία τῶν Κυκλάδων ὁμώνυμον ἔχουσα πόλιν. ἔστι καὶ κώμη τῆς Ἀκαρνανίας. Βῆλος ὁ Ζεύς καὶ Βῆλος ἡ καὶ Μῆλος πρὸς ταῖς Ἡρακλέους στήλαις ἀμφοτέρων ἐτύμως λεγομένων τῷ τοὺς ἀρχαιοὺς βηλὸν λέγειν τὸν οὐδὸν τῆς θύρας καὶ ταύτην κεῖσθαι παρὰ τὸν οὐδὸν τοῦ Ὠκεανοῦ. Μῆλος δὲ καὶ Μηλαρία δύο πόλεις ἐπὶ τοῖς πέρασι, τὴν αὐτὴν ἔμφασιν ἔχουσιν ἀπὸ τῆς κλήσεως τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Δῆλος μία τῶν Κυκλάδων. ἢ παρὰ τὰς γονάς· ἱερὸν γὰρ Δῆλος τοῦ Ἀπόλλωνος τοῦ θεοῦ πρῶτον ἐν αὐτῇ γενομένου. ἢ διὰ τὰς μαντείας· δηλοῦσα γὰρ τὰ δυσεύρετα. Σφῆλος ὄνομα κύριον. Τῆλος νῆσος τῶν Κυκλάδων ὁμοφώνως τῷ οἰκιστῇ. Ζῆλος πόλις τῶν ἑσπερίων Αἰθιόπων. Ἦλος κύριον.
Ἔτι τὰ εἰς λος δισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ τῷ η παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ η, ὀξύνεται, πηλός, βηλός ὁ οὐδός, χηλός, φηλός. τὸ μέντοι ἧλος καὶ ζῆλος βαρύνεται, οὐδὲ γὰρ ἄφωνον ἔχει. τὸ δὲ δῆλος ἐπιθετικὸν ἀπὸ δέελος κατὰ συναίρεσιν τῶν δύο εε εἰς η γέγονεν.
Τὰ εἰς λος δισύλλαβα εἴτε κύρια εἴτε προσηγορικὰ τῷ ω παραληγόμενα περισπᾶται, Κῶλος ἔθνος πρὸς τῷ Καυκάσῳ. Ἑκαταῖος Ἀσίᾳ. Σκῶλος πόλις Βοιωτίας. Στῶλος πόλις ἐν Θρᾴκῃ. Τμῶλος, ὃς κατὰ ποιητικὸν μετασχηματισμὸν Τύμωλος. Πῶλος τὸ κύριον καὶ τὸ προσηγορικόν, μῶλος, βῶλος, κῶλος. Χῶλος τὸ κύριον. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται, χωλός, ψωλός.
Τὰ εἰς αυλος δισύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται, αὐλός, δαυλός, καυλός, γαυλός ἐπὶ τοῦ ἀγγείου. «γαυλοί τε σκαφίδες», ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνως. Καλλίμαχος «Κυπρόθε Σιδόνιός με κατήγαγεν ἐνθάδε γαῦλος». τὸ δὲ Βαῦλος, Παῦλος, Γαῦλος νῆσος πρὸς τῇ Καρχηδόνι. Ἑκαταῖος περιηγήσει—κύρια περισπᾶται καὶ τὸ ναῦλος μὴ ὂν κύριον. τὸ δὲ φαῦλος ἐπίθετον.
Τὰ εἰς λος ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ λος δίφθογγον τὴν διὰ τοῦ υ βαρύνεται οἷον φαῦλος, δοῦλος, οὖλος. τὸ δὲ τραυλός ὀξύνεται καὶ τὸ δαυλός.
Τὸ κοῖλος μόνον εἰς λος λῆγον δισύλλαβον τῇ οι διφθόγγῳ παραληγόμενον βαρύνεται. λέγεται δὲ καὶ κόϊλος.
Τὰ εἰς δύο λλ κύρια ἀρσενικὰ βαρύνονται, Ὕλλος υἱὸς Ἡρακλέους, ἀφʼ οὗ Ὑλλεῖς ἔθνος Ἰλλυρικόν, οὓς Ἀπολλόδωρος Ὕλλους γράφει ἐν τῷ περὶ γῆς δευτέρῳ «ὑπὲρ δὲ Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες». Τέλλος ὁ Ἀθηναῖος Ἡρόδοτος αʹ … , Μύλλος ποιητὴς κωμικός, Γάλλος ὁ ποταμὸς Φρυγίας· —λέγει δὲ ὁ Πολυίστωρ ἐν τῷ περὶ Φρυγίας τρίτῳ, τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τηρίαν ποταμὸν καὶ οἰκῆσαι καὶ ποταμὸν Γάλλον καλέσαι. ἀπʼ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα γάλλους καλοῦσιν—καὶ ἔθνος. Ψύλλος τὸ κύριον. Ἀγροίτας αʹ Λιβυκῶν· «ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς νύμφαις καὶ γεννῆσαι παῖδας Ἀδυρμαχίδαν, Ἀραραύκηλα, Ἀσβύταν, Βάκαλα, Μάκαν, Ψύλλον». ἀφʼ οὗ Ψύλλοι τὸ ἔθνος, περὶ οὗ Ἡρόδοτος τετάρτῃ … «Νασαμῶσι προσόμουροί εἰσι Ψύλλοι». Σκύλλος ὁ κολυμβητής, Φέλλος τὸ κύριον, Ἡσίοδος «Φέλλον ἐϋμμελίην τηλεκλειτὴ Μελίβοια», Γρύλλος καθάρας τοὺς Διοσκούρους ὡς Φιλοστέφανος, Κόλλος· Δημόγνητος ἐν τῷ περὶ Κνίδου· «καὶ Κόκκυγα τὸν Τελέστορος καὶ Κόλλον τὸν Σκίρου καὶ Λώγασον τὸν Αὐτονόμου καὶ Κτῆσιν τὸν Μνησιθέου». Γίλλος. Ἡρόδοτος γʹ … . Φύλλος πόλις ἐν Θετταλίᾳ. Στράβων θʹ ἀρσενικῶς. Ῥιανὸς δὲ Φύλλον θηλυκῶς ἐν θʹ Θεσσαλικῶν «οἱ δʼ ἄφαρ ὁπλισθέντες ἴσαν κραναὴν ποτὶ Φύλλον». Τράλλος ἔθνος Ἰλλυρίας, οἳ καὶ Τράλλεις παρὰ Θεοπόμπῳ. Μάλλος ὁ κτίστης πόλεως Μαλλοῦ. Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνεται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίουσʼ ὑποφῆται».
Τὰ εἰς δύο λλ προσηγορικά, εἰ μὴ παραλήγοιεν ι, καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός, μυλλός, ἰλλός «ἰλλοί τε πόδες». τὸ ἴλλος, σίλλος καὶ βίλλος τὸ ἀνδρεῖον αἰδοῖον τὸ κοινῶς βιλλίν παρʼ Ἐφεσίοις βαρύνεται. τὸ δὲ κιλλός εἶδος χρώματος ἐν Στεφανοπώλισιν Εὐβούλου «εὔχρων τε κιλλὸν μανθάνεις θερίστριον» ὀξύνεται. σεσημείωται τὸ ψύλλος, τὸ δὲ Ψύλλος τὸ ἐπʼ ἔθνους κύριον. τὸ δὲ ἄλλος ὡς ἐπιμεριζόμενον βαρύνεται.
Τὰ εἰς λος μετʼ ἐπιπλοκῆς συμφώνου βαρύνεται· εἰ δέ τι εἴη ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει, ὄτλος, βύβλος καὶ Βύβλος πόλις Φοινίκης. ἔστι καὶ Βύβλος ἐν τῷ Νείλῳ πόλις. βίβλος καὶ Βίβλος ποταμὸς Νάξου· ὄχλος, κόχλος, κύκλος, Ἄσκλος πόλις Ἰταλίας. Διονύσιος ἐν κʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. ἔστι καὶ οὐδέτερον. Τύσκλος πόλις Ἰταλίας. λέγεται καὶ Τυσκλανόν. Ὕβλος βασιλεύς, ἀφʼ οὗ Ὕβλα πόλις Σικελίας. Ζάγκλος ὁ γηγενής, ἀφʼ οὗ τινες Ζάγκλην πόλιν Σικελίας. τὸ δὲ τυφλός ὀξύνεται, ἐπιθετικὸν ὄν, ὥσπερ καὶ τὸ στρεβλός καὶ ἐσθλός καὶ σιφλός ὁ κεκακωμένος, σίφλος δὲ ὁ μῶμος. σεσημείωται τὸ μοχλός ὀξυνόμενον.
Τὰ εἰς αλλος τρισύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται, κρύσταλλος, Δίαλλος, ὄκταλλος ὁ ὀφθαλμὸς παρὰ Βοιωτοῖς. τὸ δὲ Τριβαλλός ἐθνικόν. Ἀριστοφάνης Ὄρνισιν «ὄνομα δὲ τούτοις τῶν θεῶν τῶν βαρβάρων τί ἔστι; μανθάνω. Τριβαλλοί». καὶ τὸ προβαλλός ἡ ἀσπίς ὀξυνόμενον.
Τὰ ὑπὲρ τρεῖς συλλαβὰς ἐκφερόμενα παραληγόμενα τῷ α βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ κ ἄρχοιτο, ἀρύβαλλος τὸ μαρσύπιον, περίαλλος τὸ ἰσχίον, αἰγίθαλλος. κραπαταλλός δὲ εἶδος νομίσματος καὶ κορυδαλλός προσηγορικὸν καὶ ὄνομα δήμου Ἀττικοῦ ὀξύνεται.
Τὰ εἰς λλος πολυσύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ α, προπαροξύνεται, Μύσκελλος ὁ Κρότωνος οἰκιστής, Μάρκελλος, Ἀντίφελλος χωρίον Λυκίας, Κύριλλος, Σόφιλλος, δόριλλος, Μέγιλλος, Τήριλλος, Πέριλλος, Ἄϊλλος, Ἔπιλλος, ἀνάσιλλος, Γράστιλλος ἀρσενικῶς πόλις Μακεδονίας, ὃ καὶ διὰ τοῦ π γράφεται κατὰ τὴν πρώτην συλλαβὴν Πράστιλλος ὡς Εὔπολις. Ῥήγιλλος Σαβίνων πόλις. Ἀρίστυλλος, Ἥρυλλος, Θράσυλλος, Βάθυλλος ὑποκοριστικά, Μελάμφυλλος οὕτως ἐκλήθη πρότερον ἡ Σάμος. Ἄβυλλος ἔθνος πρὸς τῇ Τρωγλοδυτικῇ ἔγγιστα τῷ Νείλῳ, ὡς Ἀπολλόδωρος δευτέρῳ περὶ γῆς. τὸ δὲ ὀπτίλλος παροξύνεται. καὶ τὸ νεογιλλός ἔχει θηλυκόν.
Τὰ εἰς αλος, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλους μακράν, προπαροξύνεται, Κώδαλος, Τάνταλος, ἀφʼ οὗ καὶ Τάνταλος ὄρος Λέσβου, Ἅρπαλος, ἴξαλος, δαίδαλος καὶ Δαίδαλος, ἤκαλος, πάσσαλος. Μαίναλος ὁ Λυκάονος καὶ πόλις Ἀρκαδίας. Μάνταλος πόλις Φρυγίας, ὡς ὁ πολυίστωρ Ἀλέξανδρος, ὁμοφώνως τῷ κτίστῃ. Κώκαλος, Ἄσκαλος, ἐξ οὗ Ἀσκάλης ὡς δάμαλος «δαμάλης ἔρως». Ἄραξος Ἀράξης, Χάραξος Χαράξης, Λάπιθος Λαπίθης. Ψύτταλος, ἀφʼ οὗ Ψυττάλεια νῆσος. σεσημείωται τὸ ὀμφαλός καὶ τὸ Θεσσαλός τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ.
Τὰ εἰς αλος ἔχοντα τὴν τρίτην συνεσταλμένην θηλυκῶν ἐστερημένα, εἰ μὴ περιεκτικῇ σημασίᾳ ἐκφέρηται, προπαροξύνεται, Κέφαλος πατὴρ Πρόνου, Σάμου, Πηλέως, Κρανίου, ἀφʼ ὧν τετράπολις ἡ νῆσος Κεφαλληνία, Μακροκέφαλος ἔθνος πρὸς τοῖς Κόλχοις. ἐγκέφαλος, σίαλος. Φίαλος, ἀφʼ οὗ Φιάλεια, δάμαλος, Ῥόπαλος. Πάραλος ἐν Θεσσαλίᾳ πόλις τῶν Μηλιέων· Πάραλος δὲ καὶ ὁ οἰκήτωρ Παραλίας τῆς Ἀττικῆς. Πάταλος νῆσος παρακειμένη τῇ Καρίᾳ, Κύαλος πόλις Λυδίας κτισθεῖσα ὑπὸ Κυάλου τοῦ Διός. Κρωβίαλος πολίχνιον πρὸς τῇ Ποντικῇ. Ἀπολλώνιος δευτέρῳ «Κρωβίαλον Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον». Ἀμφίαλος, Εὐρύαλος, Ἀστύαλος, ὕφαλος, ἀγχίαλος. τὸ δὲ Ἰταλός ὁ οἰκιστής καὶ τὸ ἐθνικὸν ὀξύνεται καὶ τὸ αἰγιαλός περιεκτικόν. ἔστι δὲ καὶ Αἰγιαλός μεταξὺ Σικυῶνος καὶ τοῦ Βουπρασίου καλούμενος τόπος ἀπὸ Αἰγιαλέως τοῦ Ἰνάχου, ὡς Ἴστρος ἐν ἀποικίαις τῆς Αἰγύπτου. ἔστιν ἕτερος Αἰγιαλός προσεχὴς τῷ Πόντῳ μετὰ τὴν Κάραμβιν ἄκραν, ὡς Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. Ὅμηρος «Κρῶμνάν τʼ Αἰγιαλόν τε». γράφεται δὲ «Κρῶμναν Κωβίαλόν τε». ἔστι καὶ Θρᾴκης Αἰγιαλὸς παρὰ τῷ Στρυμόνι, ὡς Ἑκαταῖος. ἔστι καὶ ἄλλος Αἰγιαλὸς μέγας καλούμενος ἐν Αἰθιοπίᾳ κατʼ Αἴγυπτον.
Τὰ εἰς αλος τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀξύνεται, ἁπαλός, χθαμαλός, τροχαλός, ἀταλός, ὁμαλός, ἀκαλός, γυαλός τὸ ἐπίθετον. σεσημείωται τὸ μεγάλος παροξύτονον. ἐξέλειψε δὲ ἡ μεγάλος εὐθεῖα διὰ τὸ ἀχαρακτήριστον τοῦ τόνου.
Τὰ διὰ τοῦ αλος ὑπερδισύλλαβα μετὰ τοῦ α ἐκτεταμένου βαρύνεται, Φάρσαλος πόλις Θεσσαλίας ἀπὸ Φαρσάλου τοῦ Ἀκρισίου. ἔστι καὶ Παμφυλίας πόλις. Τάβαλος, Στύμφαλος πόλις Ἀρκαδίας καὶ πεδίον ὁμώνυμον καὶ πηγή. ἡ πόλις ἀρσενικῶς καὶ θηλυκῶς.
Τὰ διὰ τοῦ ελος μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθος τι γένοιτο, ἄμπελος. ἔστι καὶ πόλις τῆς Λιγυστικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου. καὶ ἄλλη ἐν Κυρήνῃ, Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω, τὴν δὲ κάτω. ἔστι καὶ Ἰταλίας ἄκρα καὶ λιμὴν καὶ πόλις. Σθένελος, πύελος καὶ πτύελος, Κύψελος, Δέκελος, Ἔχελος ἥρως, Πάνελος ἀρσενικῶς πόλις περὶ τὸν Πόντον. ἐκλήθη δὲ ἀπό τινος τῶν Ἡρακλεωτῶν, ὃς ἀφίκετο ἐκ Βοιωτίας ἀπόγονος ὢν Πηνέλεω τοῦ στρατηγήσαντος ἐπὶ Τροίαν. ἄγγελος, σκόπελος, σφάκελος, ἀσφόδελος ἡ βοτάνη, ἀσφοδελός ὁ τόπος ὁ περιέχων. τὸ δειελός τὸ δειλινόν ὀξύνεται καὶ τὸ ὀβελός καὶ μυελός.
Τὰ διὰ τοῦ ελος ἐπιθετικὰ ὑπερδισύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται, ἀείδελος, εἴκελος, εὐτράπελος, πέμπελος ὁ παλαιός. εἰ δὲ τριβράχεα εἴη ἐπιθετικὰ μὴ ὄντα σύνθετα, ὀξύνεται, Σικελός τὸ ἐθνικὸν ἀπὸ τοῦ οἰκιστοῦ καὶ ἀρχηγέτου τῆς χώρας, ἀφʼ οὗ καὶ Σικελία ἡ χώρα, ὡς Κίλικες τοῦ Κίλικος, οὗ καὶ ἡ Κιλικία, ὡς Θετταλοί ἀπὸ Θετταλοῦ, οὗ ἡ Θετταλία, καὶ Φρύγες Φρυγός, οὗ ἡ Φρυγία. «τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνές εἰσι Σικελιῶται ὡς Ἰταλιῶται.» στροβελός, κεφελός … τὸ δὲ ζάφελος σύνθετον ὂν παρὰ τὸ ζα καὶ τὸ ὀφέλλω τὸ αὔξω προπαροξύνεται. τὸ δὲ δέελος ταὐτόν ἐστι τῷ δῆλος.
Τὰ διὰ τοῦ ηλος ὑπερδισύλλαβα προσηγορικὰ ἢ κύρια ἢ ἐπιθετικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, εὔκηλος, τράχηλος, κάπηλος, κάμηλος, φάσηλος, Στύμφηλος, βέβηλος, κίβδηλος, ἐρύγμηλος, ὃ οὐ δεόντως Τυραννίων ὀξύνει· ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς «ἤρυγεν ἑλκόμενος ἕλικι», ἐρύγηλος καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος. Πάμηλος, Εὔζηλος φρουρίον Σικελίας. Εὐρύηλος· οὕτως ἡ ἀκρόπολις τῶν Ἐπιπολῶν. Κάρμηλος ὄρος. Ὄλβηλος πόλις Μακεδονίας. Βάλακρος Μακεδονικῶν .... Ῥάκηλος πόλις Μακεδονίας. Σελευκόβηλος πόλις Συρίας. Φάρβηλος πόλις Ἐρετριέων. Ἄρβηλος ὁ Ἀθμονέως, ἀφʼ οὗ Ἄρβηλα πόλις Περσική. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν.
Τὰ διὰ τοῦ ηλος ὑπερδισύλλαβα ἁπλᾶ ἐπιθετικὰ ἔχοντα θηλυκὰ ὀξύνεται, σιγηλός, μιμηλός, ἀπατηλός, ὑψηλός, ὑδρηλός, χαμηλός, ὀμβρηλός, ὀκνηλός, ἀτυζηλός.
Τὰ διὰ τοῦ ιλος ἀρσενικὰ ἔχοντα τὸ ι βραχὺ παροξύνεται· εἰ δέ τι προπαροξύτονον εἴη, ἢ πάθει γέγονεν ἢ γένει διαφέρει, ναυτίλος, Τρωΐλος, Ζωΐλος, Πενθίλος, ὀργίλος, Μυρτίλος, Χοιρίλος, Πορσίλος, Βανδίλος, φρυγίλος. Σποργίλος δῆμος Ἀττικός, Κορπίλος Θρᾳκῶν ἔθνος. Στράβων ζʹ. τὸ δὲ αἴγιλος θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόϊλος ἀπὸ τοῦ κοῖλος κατὰ πάθος καὶ τὸ μύτιλος ὁ ἔσχατος καὶ τὸ πύτιλος προπαροξύνεται. σεσημείωται δὲ καὶ τὸ Νύκτιλος προπαροξυνόμενον.
Τὰ εἰς ιλος ὑπερδισύλλαβα, εἰ ἔχοι τὸ ι ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ α, ὃ προκατάρχει συμφώνων ἐν συλλήψει ὄντων, στρόβιλος εἶδος ὀρχήσεως, στροβιλός δὲ ἡ συστροφὴ τοῦ ἐχίνου, ἔσβιλος, ὅμιλος, Πάμμιλος, ἀλλʼ οὐκ ἐν συλλήψει τὰ σύμφωνα. τὸ δὲ Καδμῖλος ὁ Ἑρμῆς προπερισπᾶται ἔχον τὸ α ἐπιφερομένων δύο συμφώνων ἐν συλλήψει.
Τὰ διὰ τοῦ ειλος πολυσύλλαβα σύνθετα ἀπὸ ὀνόματος προπαροξύνεται, τρίχειλος, ἀγκυλόχειλος, κροκόδειλος, εὔειλος.
Τὰ εἰς ολος ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται, Αἴολος τὸ ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός, Ἰταλός, ἄσβολος, εὔκολος, διάβολος. Ὅμολος ὄρος Θετταλίας, ὃ καὶ Ὁμόλη. Νάκολος, Ποτίολοι πόλις Τυρρηνίας, ἥτις καὶ Δικαιάρχεια. αὐτόμολος καὶ Αὐτόμολος ἔθνος Αἰθιοπικόν ὡς Ἡρόδοτος δευτέρᾳ … «τοῖσι δὲ Αὐτομόλοισι τούτοισιν ὄνομα Ἀσμάχην, ὅ ἐστιν οἱ ἐξ ἀριστερῆς χειρὸς παριστάμενοι βασιλέϊ». Ἀμφίδολοι πόλις τῆς Τριφυλίας καὶ οἱ πολῖται ὁμοίως ὡς Θούριοι καὶ Θαύμακοι καὶ Λεοντῖνοι καὶ Δελφοί. τὸ δὲ αἰόλος εἴτε κύριον εἴτε ἐπίθετον παροξύνεται. καὶ τὸ βουκόλος παροξύνεται, ὅτι ἀπὸ ῥήματος. τὸ δὲ ὀβολός ὀξύνεται.
Τὰ διὰ τοῦ υλος τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύσει μακρᾶς, παροξύνεται, κρωβύλος καὶ Κρωβύλος, κηρύλος ὁ τῶν ἀλκυόνων ἄρρην, Αἰσχύλος, Ῥωμύλος, Σιμύλος, Ἡδύλος, Τουσσύλος· οὕτως οἱ Κάττουζοι ὑπὸ Καρῶν ἐκαλοῦντο. βαιτύλος ὁ λίθος ὃν ὁ Κρόνος κατέπιεν, Δημύλος, βηθύλος. σεσημείωται τὸ Οἴτυλος, ἥρως καὶ πόλις Λακωνικῆς «ἠδʼ Οἴτυλον». ἄρχεται τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου, κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴγε οὕτως φησὶ καὶ Φερεκύδης «τοῦ δὲ γίνεται Ἀμφιάναξ, τοῦ δʼ Οἴτυλος, ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται». καὶ Ὤγυλος νῆσος μεταξὺ Πελοποννήσου καὶ Κρήτης. τὸ δὲ αἴσυλος ἐπίθετόν ἐστιν.
Τὰ διὰ τοῦ υλος τρισύλλαβα ἐπιθετικὰ ὄντα ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται, στωμύλος, αἱμύλος ὁ πρᾷος, στρογγύλος, «γογγύλος ἐστὶ λίθος» Καλλίμαχος, ἀγκύλος, καμπύλος. τὸ δὲ αἴσυλος προπαροξύνεται ὡς σύνθετον ἀπὸ τοῦ α καὶ τοῦ συλῶ ὁ πολλὰ συλῶν «ὅδʼ οὐκ ὄθετʼ αἴσυλα ῥέζων».
Τὰ εἰς υλος τρισύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην συλλαβὴν μηκυνομένην παροξύνεται, προσηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλος, Βακχύλος, Χαρμύλος. προπαροξύνεται δὲ κόνδυλος, σφόνδυλος, δάκτυλος, γόγγυλος. τὸ δὲ Ἄξυλος καὶ Ὄξυλος κύρια ὄντα τοῖς προσηγορικοῖς κατὰ τὸν τόνον ἠκολούθησαν.
Τὰ διὰ τοῦ υλος τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ ι, προπαροξύνεται, τὰ δὲ μὴ οὕτως ἔχοντα παροξύνεται, εἰ μὴ εἴη παρώνυμον ἐν ἰσοσυλλάβοις, Τίτυλος, Ἴτυλος τὸ κύριον. Σίπυλος πόλις Φρυγίας· Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῳ. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ ἔχοντα ι ἐν τῇ πρώτῃ. τὸ δὲ σταφυλός παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. τὸ δὲ Ἄγυλος κύριον προπαροξύνεται.
Τὰ εἰς υλος ὑπερτρισύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως οἷον ἐρωτύλος, ἰαμβύλος, Ὀνησύλος, Νικασύλος. τὸ μέντοι εὐρύπυλος σύνθετον ὡς καὶ Ἑκατόμπυλος πόλις Παρθίας.
Τὰ διὰ τοῦ ωλος μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ ω δύο σύμφωνα κατʼ ἐπιπλοκήν, ὧν τὸ δεύτερόν ἐστι τ οἷον Κίμωλος ἥρως καὶ νῆσος, Ἐρίγμωλος, φάσκωλος ὁ θύλακος, Μαύσωλος ὁ Κάρ ἀπὸ Μαυσώλου. Δημοσθένης δεκάτῳ Βιθυνιακῶν «Δαίδαλα Μαυσώλων», Ἄνωλος πόλις Λυδίας ἀπὸ Ἀνώλου τοῦ Ἀσίου παιδὸς καὶ ὁ πολίτης ὁμωνύμως, Ἴωλος ἔθνος Περραιβίας. Ὅμηρος «τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί», ταῦτά τινες μετέγραψαν «τῷ δʼ ἄρʼ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν τ ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ … . τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλʼ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές.
Τὰ διὰ τοῦ ωλος ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλός, αἰτωλός τὸ ἐπίθετον παρὰ τὸ ῥῆμα τὸ αἰτεῖν, ἁμαρτωλός. τὸ μέντοι ἕωλος ὁ χθεσινός προπαροξύνεται ὡς παρώνυμον καὶ τὴν τρίτην βραχεῖαν ἔχει.
καὶ ἄλλως·
Τὰ εἰς ωλος ἀρσενικὰ πρὸ τοῦ ω τὸ τ ἔχοντα ὀξύνεται, Καστωλός, Πακτωλός, ἁμαρτωλός, Αἰτωλός ὁ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. τὸ Σπάρτωλος θηλυκόν ἐστι καὶ τὸ Μαύσωλος οὐκ ἔχει τὸ τ.
Τὰ εἰς λος ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ υ διφθόγγῳ προπαροξύνεται. δίαυλος, θύραυλος, ἴουλος, Κάμουλος, ὕπουλος, Γαίτουλος ἔθνος Λιβύης, ὃ Ἀρτεμίδωρος Γαιτουλίους φησί. Τούρδουλος ἔθνος τῆς Ἰβηρίας, οἳ καὶ Τουρδητανοί. Ἀρτεμίδωρος δὲ Τούρτους αὐτοὺς καλεῖ καὶ Τουρτυτανούς.
ΠΕΡΙ ΤΩΝ ΕΙΣ μος, νος, ξος, πος. ΒΙΒΛΙΟΝ ζʹ.
Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ τὸ γ ὀξύνεται προσηγορικὰ ὄντα, νυγμός, φραγμός, ἀγμός, ψυγμός, λυγμός, ῥωγμός· εἰσὶ καὶ Ῥωγμοί Κιλικίας ἐπίνειον, δραγμός καὶ Δραγμός πόλις Κρήτης ὡς Ξενίων ἐν τοῖς Κρητικοῖς, τιναγμός, ἀλαλαγμός, ὑλαγμός, διωγμός, παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. κυνυλαγμός παρὰ Στησιχόρῳ «ἀπειρεσίοιο κυνυλαγμοῖο». καὶ παρὰ τῷ ποιητῇ «ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ» Ἀρίσταρχός τινάς φησι γράφειν κυνυλαγμόν· οὕτω καὶ Ζηνόδοτος. οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμός καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ τῶν κυνῶν ἀκούεται ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι τῆς αὐτῆς τάσεως μενούσης, μετʼ ἄλλου δὲ οὐδενός, καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσω γεγονὸς οὐ συντεθήσεται μετʼ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν. σεσημείωται τὸ ὄγμος ἡ τάξις βαρυνόμενον. ἔστι δὲ κανὼν ὁ λέγων· τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ὁ καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄκνος, ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος τὸ μονογενές, ὄρφος, οὕτω καὶ ὄγμος. καὶ τὸ Ῥίγμος οὐ προσηγορικὸν εἰς ἰδιότητα βαρύνεται.
Τὰ εἰς μος πρὸ τοῦ μ δ ἔχοντα ὀξύνεται προσηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται. ὀξύνεται δὲ ταῦτα ἀρδμός, σκιαδμός, βαρύνεται δὲ ταῦτα Κάδμος, Κύδμος.
Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ θ ἢ χ ὀξύνεται, βαθμός, ἰσθμός. καλεῖται δὲ καὶ Ἰσθμός ἡ Ἁλικαρνασσός, τῆς Καρίας πόλις. ἔστι καὶ Κορίνθου Ἰσθμός. ἔστι δὲ καὶ ἰσθμός στενὸς τόπος, διʼ οὗ ἴενται τὰ ἐσθιόμενα καὶ πινόμενα ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. σταθμός, αὐχμός, μηνιθμός, πορθμός, σκαρθμός, ἰωχμός, πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστι, δοχμός. τὸ δὲ κρίθμος βαρύνεται εἰς ἰδιότητα.
Τὰ εἰς μος ἔχοντα πρὸ τοῦ μ κ σπάνια μέν εἰσι καὶ βαρύνεται οἷον Λάκμος, Δέκμος. τὸ μέντοι Τρωκμός ἔθνος Γαλατικόν— ἐκαλοῦντο δὲ καὶ Τροκμηνοί—ὀξύνεται.
Τὰ εἰς μος λήγοντα ἔχοντα πρὸ τοῦ μ τὸ τ βαρύνονται, οἷον πότμος, Πάτμος, Λάτμος. σεσημείωται τὸ ἀτμός ὀξυνόμενον.
Τὰ εἰς μος λήγοντα ἁπλᾶ ἔχοντα πρὸ τοῦ μ τὸ σ προσηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ ο μόνον εἰς σ καταλῆγον, ῥυσμός, δεσμός, δασμός, θεσμός, χρησμός, σπασμός. πρόσκειται «προσηγορικά» ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖσμος καὶ Κάσμος. τὸ δὲ Βρυσμός — ἔστι δὲ ὄνομα βασιλέως — ὀξύνεται. «οὐκ ἔχοντα τὸ ο μόνον». τὸ γὰρ κόσμος βαρύνεται, τὸ δὲ κρουσμός ὀξύνεται. καὶ τὸ σύνδεσμος προπαροξύνεται σύνθετον ὄν.
Τὰ εἰς μος προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν ὀξύνεται, ὀφθαλμός, τιλμός, ψαλμός, παλμός, ἰνδαλμός. τὸ δὲ Ἄλμος τὸ κύριον — ἔστι δὲ πόλις Βοιωτίας, ὡς Ἑλλάνικος· καὶ Σάλμον αὐτήν φησι ἐν δευτέρῳ Δευκαλιωνείας — καὶ τὸ Ὅλμος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται.
Τὰ εἰς μος προσηγορικὰ καὶ ἐπιθετικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν ὀξύνεται, κορμός, φορμός, θερμός. τὸ δὲ ὅρμος βαρύνεται. τὸ δὲ Θέρμος πολίχνιον Αἰτωλίας, ὡς Πολύβιος, καὶ τὸ Σκύρμος πόλις Κυζίκου πλησίον, καὶ Ἕρμοι δῆμος τῆς Ἀκαμαντίδος φυλῆς ὁ καὶ Ἕρμος οὐδετέρως κύρια.
Τὰ εἰς μος ἔχοντα τὴν πρὸ τέλους εἰς μ καταλήγουσαν ἀρσενικὰ προσηγορικά, εἰ ἀπὸ τῆς πρώτης εἴη συζυγίας, ὀξύνεται, γράφω γραμμός, τρίβω τριμμός, θλίβω θλιμμός, κόπτω κομμός. τὸ δὲ ἄμμος καὶ ψάμμος θηλυκά. ἔτι καὶ τὸ μάμμος ὁ ἔκγονος βαρύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰς μος δισύλλαβα τῷ η παραληγόμενα κύρια ὄντα βαρύνεται, Κνῆμος, Σῆμος, Ῥῆμος ὄνομα ποταμοῦ. τὰ δὲ προσηγορικὰ ὀξύνεται, εἰ μὴ διαστολή τις εἴη, κημός ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ ἐξ ἧς αἱ ψῆφοι φέρονται. καὶ τοῖς ἵπποις δὲ περιτιθέμενος οὕτως ἐκαλεῖτο κημός ὁ καλούμενος φιμός, ὡς Ξενοφῶν ἐν τοῖς περὶ ἱππικῆς. δηλοῖ δὲ καὶ πλέγμα τι ἐκ σχοινίων γενόμενον ὅμοιον ἠθμῷ, ᾧ τὰς πορφύρας λαμβάνουσιν, εἰς ὃ αἱ πορφύραι καὶ τὰ κογχύλια εἰσέρπουσιν. ἐν αὐτοῖς δὲ τούτοις ἐστὶ καὶ τὸ δέλεαρ, ὡς Σοφοκλῆς ἐν Ποιμέσιν «κημοῖσι πλεκτοῖς πορφύρας φθείρει γένος». Αἰσχύλος ἐν Λυκούργῳ ἀλληγορικῶς τοὺς δεσμοὺς κημοὺς εἴρηκε διὰ τούτων «καὶ τοῦσδε κημοὺς στόματος». κνημός ὁ τραχὺς τόπος τῶν ὀρέων, δημός τὸ λίπος, δῆμος δὲ ὁ ὄχλος, ὡς ἐν Σφηξὶν «τὸν δῆμον ἡμῶν βούλεται διϊστάνειν». «θεὸς δʼ ὣς τίετο δήμῳ». «εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν» καὶ ὁ εἷς δημότης «οὐ μὲν ἔοικε δῆμον ἐόντα» καὶ ὁ τόπος «δήμῳ ἐνὶ Τρώων» καὶ τόπος ἐν Ἰθάκῃ, ὃς καὶ Κροκύλειον, καὶ παρʼ Ἀθηναίοις ἡ κώμη. καὶ ὁ Ἀσκαλωνίτης λέγει τὸ μὲν ἐπὶ τοῦ πλήθους παρὰ τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνον ἢ παρὰ τὸν δασμόν. τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τὸ λίπος. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμος καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως.
Τὰ εἰς αμος μονογενῆ δισύλλαβα βαρύνεται, πράμος, γάμος, Σάμος ἐπιφανὴς πρὸς τῇ Καρίᾳ νῆσος, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας δευτέρῳ. Ἄμος πόλις Καρίας. Λάμος υἱὸς Ἡρακλέους καὶ ποταμὸς Κιλικίας, Πλάμος πόλις Καρίας. τὸ μέντοι ἀμός ὁ ἡμέτερος καὶ τὸ τίς, ὅθεν μηδαμός καὶ μηδαμινός, τριγενὲς ὂν ὀξύνεται.
Τὰ εἰς μος δισύλλαβα παραληγόμενα τῷ ο ἢ ε μὴ ὄντα τριγενῆ βαρύνεται ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, βρόμος, γόμος, τρόμος, δρόμος, ῥόμος ὁ σκώληξ, δόμος, τόμος ὁ τετμημένος, τομός δὲ ὁ τέμνων, νομός δὲ ἡ νέμησις πρὸς ἀντιδιαστολὴν τοῦ νόμος ὁ θεσμός. τὸ δὲ ὁμός ἐπὶ τοῦ ὁμοίου ἐστὶ τριγενές.
Τὰ εἰς ιμος καὶ ὀξύνεται οἷον φιμός, λιμός, σιμός καὶ βαρύνεται οἷον μῖμος, τῖμος, βρίμος.
Τὰ εἰς υμος ἔχοντα τὸ υ ἐκτεταμένον δισύλλαβα ὀξύνεται, κρυμός, ῥυμός, χυμός, θυμός. θύμος δὲ τὸ μόριον ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμός καὶ ἐπὶ τοῦ κυρίου καὶ προσηγορικοῦ ὀξύνεται.
Τὰ εἰς ωμος δισύλλαβα προσηγορικὰ ἀρχόμενα ἀπὸ συμφώνου μὴ τοῦ μ, εἰ ἐπὶ οὐσίας τάττοιτο, ὀξύνεται, βωμός· εἰσὶ καὶ Βωμοί λόφοι Αἰτωλίας. ψωμός, ζωμός, θωμός ὁ σωρός, βλωμός τὸ δῆγμα. τὸ μέντοι κῶμος ἡ ᾠδή βαρύνεται καὶ τὸ μῶμος ἀπὸ τοῦ μ ἄρχεται, καὶ τὸ βρῶμος ὁ χόρτος καὶ Κρῶμος κύριον βαρύνεται, ὥσπερ τὸ ὦμος εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. ἄλλως τε τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι βαρύνεται, ὧρος, ὦμος, ὦχρος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τοῦ ᾠδός.
Τὰ εἰς μος δισύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, λοιμός, λαιμός. τὰ δὲ μὴ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνονται οἷον Αἷμος ὄρος Θρᾴκης. λέγεται καὶ οὐδετέρως, ὡς οἱ πολλοί. ἐγένετο δὲ ὁ Αἷμος υἱὸς Βορέου καὶ Ὠρειθυίας, ἀφʼ οὗ καὶ τὸ ὄρος. καὶ οἶμος. σεσημείωται τὸ Δεῖμος.
Τὰ διὰ τοῦ αμος τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ α τὸ τ, πλόκαμος, κέραμος, κάλαμος, θάλαμος, κύαμος, Πρίαμος ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτης τῆς ἐπωνυμίας ἔτυχε ὡς ἱστορεῖ Λυκόφρων «ὠνητὸς αἰθαλωτόν». Ὕλαμοι πόλις Λυκίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν δευτέρῳ περὶ Λυκίας. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ μέντοι ἰταμός ἐπιθετικὸν καὶ ποταμός παρὰ τὸ ποτασμός καθʼ ὑφαίρεσιν τοῦ σ γινόμενον ὀξύνεται ὡς ἔχοντα τὸ τ πρὸ τοῦ α.
Τὰ διὰ τοῦ αμος, εἰ ἔχοι τὴν πρώτην φύσει μακράν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται, Πύραμος ποταμὸς ἐν Μαλλῷ τῆς Κιλικίας, Σήσαμος, Τεύταμος, Ἴαμος Σκυθίας ἔθνος ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου. εἰ δὲ μή, ὀξύνεται, οὐλαμός, χηραμός ἡ κατάδυσις. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ φωριαμός τὸ κιβώτιον, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν παρῆκται, ἔσται κατʼ ὀξεῖαν τάσιν. ἔστι γὰρ φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός. εἰσὶ καὶ Φωριαμοί τόπος Ἤλιδος μεταξὺ Παρθενίου τοῦ ποταμοῦ καὶ Ἀρκαδίας ἐπιτήδειος εἰς ἐνέδραν ἐν στενῷ κείμενος.
Τὰ διὰ τοῦ αμος, εἰ ἄρχεται ἀπὸ δύο συμφώνων, κύρια ὄντα ἢ ἐπίθετα προπαροξύνεται, ἄρταμος ὁ μάγειρος, ὄρχαμος, παρὰ τὴν ἀρχὴν ἄρχαμος καὶ ὄρχαμος. Πέργαμος πόλις Ἀσίας, ἐμπέραμος, Ἴμβραμος. οὕτως Ἑρμῆν λέγουσιν οἱ Κᾶρες, Τύρταμος. τὸ μέντοι σχινδαλαμός ὁ σχισμός ὀξύνεται προσηγορικὸν ὄν.
Τὰ εἰς μος ὑπερδισύλλαβα παραληγόμενα τῷ ε προπαροξύνεται, Τήλεμος, Ἔχεμος, πόλεμος, ἄνεμος. Ἰάλεμος, ἤρεμος, κοάλεμος, Φάλεμος, ἄργεμος, ἄνθεμος. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται.
Τὰ εἰς μος ἁπλᾶ τῷ η παραληγόμενα σπάνια ὄντα προπαροξύνεται, ἔρημος Ἀττικῶς, ἐρῆμος δὲ παρὰ τῷ ποιητῇ «ὡς ἴδε χῶρον ἐρῆμον», Κέημος ὄνομα νήσου· ἔτι καὶ τὰ σύνθετα Εὔδημος, εὔφημος, εὔσημος, ἄσημος, ἐπίσημος, βλάσφημος, πάνδημος, Νικόδημος, ἐπίδημος.
Τὰ εἰς ιμος ὑπερδισύλλαβα προπαροξύνεται, ἀγώγιμος, ὄψιμος, πρώϊμος, ὠφέλιμος, ἄλκιμος, νόμιμος. σπόριμος, ἐπήτριμος, τοῦτο ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικός. οὐκ εὖ. κύδιμος, φαίδιμος, δόκιμος, ὤκιμος, Ἄριμος, Ὄχιμος πατὴρ Κυδίππης.
Τὰ εἰς ομος ὑπερδισύλλαβα προπαροξύνεται, κέρτομος, ἄνδρομος ὁ ἀνδρώδης, ἕβδομος, Δίομος Κολυττοῦ υἱὸς Ἡρακλέους ἐρώμενος. πλὴν τοῦ καρατόμος, ἀγρονόμος ἀπὸ ῥημάτων συντεθέντων.
Τὰ εἰς υμος ἔχοντα τὸ υ βραχὺ πρὸ τοῦ μος προπαροξύνεται, ἔλυμος καὶ Ἔλυμος ἥρως, ἀφʼ οὗ Ἐλυμία πόλις Μακεδονίας. ἔτυμος καὶ ἐτήτυμος, δίδυμος, ἥδυμος, νήδυμος, σκόλυμος εἶδος βοτάνης, Σόλυμος ἔθνος οἱ νῦν Πισίδαι ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Χαλδήνης «Σολύμους καλουμένους παρελθὼν Μαυσώλου». Ἴδυμος ποταμὸς Καρίας, Σίδυμος, ἀφʼ οὗ Σίδυμα πόλις Λυκίας. Εὔρυμος. τοῦ μέντοι κωλυμός καὶ ἐρυμός τὸ υ μακρόν.
Τὰ εἰς μος τρισύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ μὴ παρεσχηματισμένα θηλυκῷ γένει ὀξύνεται, κυδοιμός ἡ ταραχή, ἀλοιμός, ἀμοιμός κατὰ ἐναλλαγὴν στοιχείων ἀπὸ τοῦ ἀμοιβός. τὸ δὲ ἕτοιμος Ἀττικόν, τὸ δὲ ἑτοῖμος κοινόν ἐστι τριγενές. καὶ τὸ ἀλύδοιμος ὁ οἰκτρός προπαροξύνεται.
Τὰ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ μ τὸ σ ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός, ἀθροισμός, ἀφλοισμός. τοῦτο δὲ ἔνιοι παρὰ τὸ ἀφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς λ καὶ πλεονάσαντος τοῦ ο. οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α. διὸ οὐ δεόντως Τυραννίων προπαροξύνει.
Τὰ εἰς ωμος ὑπερδισύλλαβα προπαροξύνεται, Εὔρωμος πόλις Καρίας ἀπὸ Εὐρώμου τοῦ Ἰδριέως Καρός, Ἴθωμος, ἀφʼ οὗ Ἰθώμη πόλις Θεσσαλίας, Τετράκωμος ἔθνος οἱ καὶ Τετραχωρῖται. ὁμοίως δὲ καὶ τὰ διὰ τοῦ ουμος ὑπερδισύλλαβα Πάτουμος πόλις Ἀραβίας.
Τὰ εἰς νος ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν μέσων στοιχείων ἔχοντα θηλυκὸν γένος ὀξύνεται, στεγνός, στυγνός, ἁγνός, κεδνός, ἀλαπαδνός, ἀκιδνός, ὀλοφυδνός. τὸ μέντοι λάγνος βαρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ἔχει δὲ καὶ ἔννοιαν συνθέσεως. ὡσαύτως καὶ ἄγνος ἡ βοτάνη καὶ τὰ κύρια, Κύδνος ποταμὸς Κιλικίας, Πύδνος, Κάλυδνος παῖς Οὐρανοῦ, ἀφʼ οὗ Κάλυδνα πόλις Θήβης, ἣ καὶ Κάλυδνος.
Τὰ εἰς νος ἁπλᾶ ἔχοντα πρὸ τοῦ ν ἕν τι τῶν ἀντιστοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τέλους ορ, πυκνός, κραιπνός, τερπνός, στρυφνός—ὁ λόγος τοῦτο διὰ τοῦ υ ἀπαιτεῖ, ὡς γὰρ τέρπω τερπνός, στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον κέντρον, οὕτω πλεονασμῷ τοῦ ρ στυφνός καὶ στρυφνός, ὅμως εὕρηται καὶ διὰ τοῦ ι προφερόμενον στριφνός. σημειῶδες καὶ τὸ στρυφνός ἐκτεῖνον τὸ υ. Ἀριστοφάνης ἐν Σφηξί παῦσον τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν. Τὰ γὰρ ἄλλα τοιαῦτα τῷ υ παραληγόμενα συνεσταλμένον αὐτὸ ἔχει γυμνός, συχνός, πυκνός, στυγνός—ἰσχνός, θαλπνός, στιλπνός, συχνός, περκνός ὁ μέλας «μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν». ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος καὶ βαρύνει, ἀλλʼ ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. σεσημείωται τὸ λίχνος βαρύτονον ὡς σύνθετον. παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνος ὁ μέλας ἔχει τὸ ορ. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων οἷον χόρτος, φόρτος, ὅρκος, Ὄρθος τὸ μονογενές, πόρνος, οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτω θέλει καὶ τὸ πτόρθος. οὕτως μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός, φορμός. ἐσχημάτισται δὲ τὸ μόρφνος ἢ παρὰ τὸ μόρφονος ἢ παρὰ τὴν ὄρφνην πλεονάσαντος τοῦ μ κατὰ τὴν ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, ἢ παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς. καὶ τὸ ὄκνος προσηγορικὸν βαρύνεται. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει οἷον ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄκνος.
Τὰ εἰς νος μονογενῆ δισύλλαβα ἔχοντα πρὸ τοῦ νος ἕν τι τῶν ἀντιστοίχων, προηγουμένου φωνήεντος πλὴν τοῦ α βαρύνεται, ὄκνος, κύκνος καὶ Κύκνος ἥρως, Κύθνος ἥρως καὶ νῆσος πρὸς τῇ Δρυοπίδι τῶν Κυκλάδων, Πέφνος πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι· λέγεται δὲ καὶ θηλυκῶς καὶ οὐδετέρως. ὕπνος. Σίφνος περὶ τὴν Κρήτην νῆσος ἀπὸ Σίφνου τοῦ Σουνίου, ὡς Νικόλαος πέμπτῳ. Ἴπνος, ἣν Ἰπνέαν τινές, Λοκρῶν τῶν Ὀζολῶν. τὸ δὲ προσηγορικὸν ἰπνός ὀξύνεται. Θῶκνος ἥρως. τὸ δὲ καπνός ὀξύνεται ὡς ἔχον τὸ α.
Τὰ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ υ βαρύνεσθαι θέλει, ὕμνος, κύκνος, λύχνος, Κύθνος, Βύσνος βασιλεὺς Βεβρύκων· οὕτως καὶ σκύμνος. τὸ δὲ ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει.
Τὰ εἰς μνος δισύλλαβα, εἰ παραλήγοι α μετὰ συμφώνου, βαρύνεται, θάμνος, ῥάμνος. τὸ δὲ ἀμνός ὀξύνεται. ἀπὸ γὰρ τοῦ α καὶ ἐπιθετικώτερον· ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος.
Τὰ εἰς μνος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους μὴ φύσει μακράν, μονογενῆ μὲν ὄντα, βαρύνεται, ὕμνος, σκύμνος, Τύμνος πόλις Καρίας. τριγενῆ δὲ ὀξύνεται, γυμνός, σεμνός, στυμνός ὁ σκληρός, πρυμνός.
Τὰ εἰς μνος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους φύσει μακρὰν βαρύνεται, Κρῶμνος ὁ Λυκάονος καὶ πόλις Πελοποννήσου, Λῆμνος νῆσος πρὸς τῇ Θρᾴκῃ, Τῆμνος πόλις τῆς Αἰολίδος.
Τὰ εἰς μνος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, Ἄμυμνος ἔθνος Ἠπειρωτικόν, Λύκαμνος, Ἐπίδαμνος πόλις Ἰλλυρίας ἀπὸ Ἐπιδάμνου, Αἴσυμνος. Ἴαμνος, Λεπέτυμνος, τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυμνός ὁ κεκαλυμμένος.
Τὰ εἰς δύο νν βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει, βλέννος, θύννος, Κύννος ὁ ἀδελφὸς Κοίου, Σάννος ἔθνος. Βοῦννος πόλις Ἰλλυρίας. Γόννοι πόλις Περραιβίας ἀπὸ Γουνέως κληθεῖσα τοῦ ἀπογόνου Κύφου. οὕτως φησὶν Ὅμηρος. Αἰολεῖς ὄντες οἱ Περραιβοὶ τὰ σύμφωνα ἐδίπλουν καὶ Περραιβοὺς ἑαυτοὺς καλοῦντες καὶ Γόννοι διὰ δύο νν τὴν πόλιν. γόννα γὰρ οἱ Αἰολεῖς τὰ γόνατα. Σίγυννος· πόλις Αἰγύπτου, ὡς Κτησίας ἐν πρώτῳ περίπλων. καὶ ὁ πολίτης ὁμοφώνως. Ἄργυννος υἱὸς Πεισιδίκης τῆς Λεύκωνος τοῦ Ἀθάμαντος τοῦ Σισύφου τοῦ Αἰόλου ἐρώμενος Ἀγαμέμνονος, Βοιωτός, ὃς ἀνιὼν εἰς τὸν Κηφισσὸν τελευτᾷ. ἀφʼ οὗ Ἀργυννίδα τὴν Ἀφροδίτην ἐτίμησαν. τύραννος· ἐγένετο δὲ οὕτως. ἔστι Τυρρηνός καὶ Τυρρανός κατὰ Δωρίδα διάλεκτον, ἀφʼ οὗ κατὰ ἀφαίρεσιν καὶ γράμματος προσθέσει τύραννος ἐκλήθη. Φάλαννος πόλις Περραιβίας, ὡς Ἔφορος ἐν τῷ θʹ. Ἔραννος πόλις ἡ ὕστερον Κυπάρισσος. Βίεννος πόλις Κρήτης. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνός, οἱ δὲ ἀπὸ τῆς περὶ τὸν Ἄρη γενομένης βίας, ὃν ἐνταῦθα δεδέσθαι φασὶν ὑπὸ Ὤτου καὶ Ἐφιάλτου τῶν παίδων Ποσειδῶνος. ἔστι καὶ ἑτέρα πόλις ἐν Γαλλίᾳ. Πέλιννος ὁ Οἰχαλέως. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται, ἐραννός ὁ ποθεινός, ἀργεννός, κελαδεννός, ἐρεβεννός.
Τὰ εἰς νος ἔχοντα πρὸ τοῦ νος τὸ ρ βαρύνεται, Κάρνος ὁ Φοίνικος, ἀφʼ οὗ Κάρνη πόλις Φοινίκης ἡ καὶ Κάρνος παρʼ Ἀρτεμιδώρῳ. ἔστι καὶ νῆσος Ἀκαρνανίας. Ἀρτεμίδωρος βʹ γεωγραφουμένων, Ἄρνος ὁ καταπολεμήσας Πρωτόγονον, ἀφʼ οὗ ἡ Ξάνθος πόλις Λυκίας Ἄρνα ἐκαλεῖτο, Νάρνος ποταμός, Κύρνος ὁ κτίστης καὶ ἡ νῆσος πρόσβορρος Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ. Πύρνος πόλις Καρίας. Σάμορνος· ἡ Ἔφεσος οὕτως ἐκαλεῖτο. Ἄορνος πόλις Βακτρίων ἀρσενικῶς καὶ θηλυκῶς. ὀξύνεται δὲ τὸ Λιβυρνός Ἀττικός τις καὶ ἔθνος προσεχὲς τῷ ἐνδοτέρῳ μέρει τοῦ Ἀδριατικοῦ κόλπου. Ἑκαταῖος Εὐρώπῃ. Ἀχαρνός ἔθνος πρὸς τῇ Σκυθίᾳ παρὰ Θεοπόμπῳ τὸ καὶ Ἀχανός.
Τὰ εἰς ερνος Ἰταλιωτικὰ παροξύνεται, Φαλέρνος, πατέρνος, Ἰουέρνος ἔθνος ἐν τῷ πόντῳ τῷ Πρετανικῷ, Ἀροέρνος ἔθνος μαχιμώτατον τῶν πρὸς τῇ Κελτικῇ Γαλατῶν. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν «Κελτῶν Ἀροέρνους». Πριουέρνος πόλις Ἰταλίας.
Τὰ εἰς ανος δισύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ μὴ ἔχοντα διαστολὴν βαρύνεται, Τάνος πόλις Κρήτης, ὡς Ἀρτεμίδωρος ἐν τετάρτῳ γεωγραφουμένων, Φᾶνος τὸ κύριον, θρᾶνος ὁ δίφρος. τὰ μέντοι ἐπιθετικὰ ἢ προσηγορικὰ ἔχοντα διαστολὴν ὀξύνεται, φανός. τὸ δὲ πλάνος βαρύνεται καὶ τὸ νᾶνος ὁ μικρός.
Τὰ εἰς ενος δισύλλαβα τινὰ μὲν βαρύνονται, ἔνος ὁ ἐνιαυτός, ξένος, Τένος ὁ Κύκνου, τινὰ δὲ ὀξύνονται, κενός, στενός.
Τὰ εἰς ηνος κύρια ἢ προσηγορικὰ βαρύνεται, Τῆνος, νῆσος Κυκλὰς ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη, Φῆνος ὄνομα ποταμοῦ, Ῥῆνος ὁ ποταμὸς καὶ ἔθνος παροικοῦν. Στρῆνος πόλις Κρητική, Λῆνος ὁ τόπος τῶν Πισατῶν. Φλέγων μηʹ Ὀλυμπιάδι. Σῆνος πόλις Αἰγύπτου. Ἑκαταῖος ἐν αὐτῆς περιηγήσει, Ἦνος, Σφῆνος ὄνομα τόπου, Σμῆνος ὄνομα ποταμοῦ, Γλῆνος ὄνομα πόλεως Κρητικῆς, Μῆνος, θρῆνος. τὰ δὲ ἐπίθετα ὀξύνεται, φηνός ὁ λαμπρός, στρηνός, πτηνός, ψηνός. ἔτι καὶ τὸ ληνός μὴ ὂν ἐπίθετον.
Τὰ εἰς ινος δισύλλαβα βαρύνεται, Νίνος πόλις Ἀσσυρίων, ἣν ἔκτισε Νίνος Σεμιράμιδος ἀνήρ, ἐν τῇ Ἀτουρίᾳ. πίνος ὁ ῥύπος, δῖνος ἡ συστροφή, σχῖνος, λίνος ὃ σημαίνει εἶδος ὕμνου ὡς παιάν, διθύραμβος, σπίνος εἶδος ὀρνέου «καὶ σπίνος ἠῷα σπίζων καὶ ὄρνεα πάντα» παρʼ Ἀράτῳ. Σπῖνος ποταμός, γρῖνος, πρῖνος. μόνον τὸ ῥινός ὀξύνεται «ἕσσατο δʼ ἔκτοσθεν ῥινόν». τὸ δὲ κλεινός, αἰνός, δεινός ὀξύνεται μὴ ἔχοντα τὸ ι μόνον. τὸ δὲ αἶνος ἐπὶ τοῦ ὕμνου ἐπί τε τῆς πόλεως βαρύνεται.
Τὰ εἰς υνος δισύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, θυνός, ξυνός, γρυνός ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα, πλυνός, φρυνός ὁ βάτραχος. τὰ δὲ κύρια βαρύνεται, Κῦνος ἐπίνειον Ὀποῦντος, ὡς Φίλων καὶ Παυσανίας. Ἑκαταῖος δὲ πόλιν αὐτήν φησιν. Ὅμηρος «οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε». Γρῦνοι πολίχνιον Μυριναίων. Ἑκαταῖος δὲ τὴν πόλιν Γρύνειαν καλεῖ. Θῦνος ἐθνικὸν ὁμοφώνως τῷ οἰκιστῇ ὡς Θετταλός Ἰταλός. Φρῦνος ἔθνος Σκυθικόν.
Τὰ εἰς ονος δισύλλαβα μονογενῆ ἀπαρασχημάτιστα βαρύνεται, χρόνος, Κρόνος, δόνος, φθόνος, κλόνος, πόνος, Πρόνος υἱὸς Κεφάλου. τὸ ὄνος ἔχον θηλυκὸν συνέπεσε τοῖς εἰρημένοις ὡς ἀπαρασχημάτιστον. τὸ γόνος, ὅπερ σημαίνει τὸ γεγενημένον, βαρύνεται, ὁ δὲ γεννητικὸς γονός ὀξύνεται, πλεονασμῷ τοῦ υ γουνός ὁ γεννητικὸς τόπος, ὁ γόνιμος καὶ κάρπιμος.
Τὰ εἰς ωνος βαρύνεται, Πρῶνος πόλις Κρητική, κῶνος, ὦνος ἡ τιμή, στῶνος … χῶνος ἡ χώνη, φῶνος ὁ μεγαλόφωνος.
Τὰ εἰς αινος καὶ οινος μονογενῆ βαρύνεται, αἶνος· ἔστι δὲ καὶ Αἶνος πόλις Θρᾴκης. Στράβων ζʹ «ἐν δὲ τῇ ἐκβολῇ τοῦ Ἕβρου διστόμου ὄντος πόλις Αἶνος, κτίσμα Μιτυληναίων καὶ Κυμαίων». βʹ ἔστι καὶ πόλις Θεσσαλίας, κληθῆναι δὲ αὐτὴν ὅτι πλησίον τῆς Ὄσσης ἦν Αἴνιος ποταμὸς καὶ κώμη ἐπώνυμος. οἱ δὲ ἀπὸ τοῦ Αἴνου τοῦ Γουνέως ἀδελφοῦ. γʹ ἔστι καὶ Λοκρῶν τῶν Ὀζολῶν. δʹ κατὰ Θάψακον καὶ τὸν Εὐφράτην. εʹ ἔστι καὶ νῆσος παρακειμένη τῇ εὐδαίμονι Ἀραβίᾳ. ἔστι καὶ τόπος Αἶνος ἐν τῇ καταντικρὺ Ῥοδίων ἠπείρῳ. Αὔαινος, Κόλαινος ὄνομα κύριον, ἀφʼ οὗ καὶ Κολαινία Ἄρτεμις, Κρύσταινος, Λέαινος ὄνομα κύριον. Μύραινος, Τάλαινος ἀπὸ τοῦ τάλας. Μακαρίαινος, Περίτταινος, Ἀρίσταινος. Μάζαινος. Δρύαινος, Μελάγχλαινος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. κέκληνται ἀφʼ ὧν φοροῦσιν ὡς Ἱππημολγοὶ παρὰ τὸ τοὺς ἵππους ἀμέλγειν καὶ Μοσσύνοικοι παρὰ τὰς οἰκήσεις. οἶνος, σχοῖνος. τὸ μέντοι κοινός τριγενὲς ὥσπερ τὸ δαφοινός, κελαινός, καινός, αἰνός.
Τὰ εἰς νος διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ υ μονογενῆ ὀξύνονται, καυνός καὶ Καυνός πόλις Καρίας ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ ἄλλη πόλις ἐν Κρήτῃ. γλαυνός … βαυνός, ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι, κρουνός· εἰσὶ καὶ Κρουνοί πόλις ἐν τῷ Πόντῳ ἀπὸ τῆς τῶν ὑδάτων καταρροῆς. βουνός, κεραυνός. τὸ μέντοι χαῦνος τριγενές. καὶ Χαῦνος ἔθνος Θεσπρωτικὸν—Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἔλινοι»—βαρύνεται. τὸ δὲ πύραυνος ὁ χυτρόπους προπαροξύνεται ὡς καὶ Λούγδουνος πόλις Κελτογαλατίας. Πτολεμαῖος ἐν περίπλῳ, καὶ Βέρουνος Ἰταλικὴ πόλις μεταξὺ τῶν Νωρικῶν.
Τὰ εἰς ανος τοῦ α βραχέος ὄντος, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ α τὸ δ ἢ ε ἢ υ ὑπάρχοι, προπαροξύνεται, στέφανος, κλίβανος, λίβανος. ἔστι καὶ Λίβανος ὄρος τῆς Συρίας, χόανος, γέρανος, πλάτανος· ἔστι δὲ καὶ Πλάτανοι πόλις Φοινίκης, Ὄλγανος υἱὸς Βέρητος, ἀφʼ οὗ ποταμὸς ἐπώνυμος, Κάντανος πόλις Κρήτης ὡς Ξενίων. Ἴτανος πόλις ἐν Κρήτῃ ὁμοφώνως τῷ οἰκιστῇ, κοίρανος· ἔστι καὶ κύριον ὄνομα μάντεως. σεσημείωται τὸ πελανός, οὐρανός. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω καὶ ἄνευ τοῦ υ ὀρανός. καὶ Σαπφώ «ψαύην δʼ οὐ δοκίμωμʼ ὀράνω δυσαπάχεα». Σικανός ἔθνος· ἔστι καὶ ποταμὸς Ἰβηρίας, ὥς φησιν Ἀπολλόδωρος. τὸ δὲ πιθανός ἔχει θηλυκόν. τὸ δὲ «δ πρὸ τοῦ α» διὰ τὰ ἀπὸ τοῦ δανος, ὅτι πάντα ὀξύνεται, χωρὶς εἰ μὴ ὀφθείη πρὸ τοῦ δ τὸ ρ καταλῆγον, οἷον ἑδανός ὁ ἡδύς, οὐτιδανός—οἱ δὲ οὔτις οὐτίδανος ὡς οὐδάμινος— ἐλλεδανός ὁ συστρέφων, ῥιγεδανός, πευκεδανός, ληθεδανός, σφεδανός, Ἀπιδανός ποταμὸς τῆς Τρωάδος «ἐκβάλλων εἰς τὴν ἑσπέριον θάλασσαν» ὡς Δημήτριός φησι κατὰ Τιμοσθένην, Ῥοδανός ποταμός, Ἠριδανός ποταμός, Ἐδδανός, ἀφʼ οὗ Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ. ἐφυλάξατο δὲ ὁ κανὼν «τὸ ρ πρὸ τοῦ δ ὑπάρχον» διὰ τὸ Δάρδανος πόλις Τρωάδος. Μνασέας «Δάρδανος ἐξιὼν ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς τὸ παλλάδιον ἀράμενος ἀφίκετο εἰς Σαμοθρᾴκην μετὰ Ἁρμονίας καὶ Ἰασίωνος ἑνὸς τῶν ἀδελφῶν, κἀκεῖ διάγοντα Κάδμος ὁ Ἀγήνορος ἐφιλοποιήσατο, καὶ ἀποθανούσης Τηλεφάης γαμεῖ τὴν Ἁρμονίαν ὁ Κάδμος καὶ ἀποστέλλει τὸν Δάρδανον εἰς τὴν Ἀσίαν μετὰ τῶν ἑταίρων πρὸς Τεῦκρον τὸν Τρῶα· ὁ δὲ Τεῦκρος ἀναγνωρίσας τὸν Δάρδανον δίδωσιν αὐτῷ τὴν θυγατέρα Βάτειαν καὶ ἀποθνήσκων τὴν βασιλείαν. καὶ πόλιν ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο». Ἰάρδανος ποταμὸς Λυδίας. Ὅμηρος «Ἰαρδάνου ἀμφὶ ῥέεθρα», ἃ προπαροξύνονται. «τὸ δὲ ε πρὸ τοῦ α» διὰ τὸ ὠκεανός ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις «προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλασσαν, οἱ δὲ Ἕλληνες Ἀτλαντικὸν πέλαγος». ἐκλήθη δὲ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. καὶ «τὸ υ πρὸ τοῦ α» διὰ τὸ πυανός καὶ κυανός.
Τὰ διὰ τοῦ ανος τριγενῆ ὀξύνεται, στεγανός ὁ πυκνός, πιθανός ὁ πρᾷος, ἱκανός, ὀρφανός, ἀγανός, τραγανός, ἰδανός «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος, ἑδανός, πεδανός, ῥοδανός.
Τὰ διὰ τοῦ ανος τοῦ α ἐκτεταμένου ὀξύνεται, Ἀγκυρανός, Ἀσιανός, Καρδιανός, Ὀλβιανός, Φασιανός, Τραλλιανός, Σαρδιανός, Παριανός, Βοσποριανός, Κιανός, Τιανός, Ζυγιανός, Ταυριανός, Σκορπιανός. Τοξιανός ἔθνος Ταυρικὸν τὸ καὶ Τόξιοι. Ἱσπανός, Καρμανός, Καμπανός, Γερμανός, Βρεττανός, Ὠρετανός, Ἀφρικανός, Ἀλβανός, Ὑρκανός. Ἀλαμανός ἔθνος Γερμανοῖς πρόσχωρον. Ἀλανός ὄρος Σαρματίας. Ἀμενανός ποταμὸς Σικελίας. Ἀρβαξανός ἔθνος Λιγυστικόν «παρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοί» Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. Ἀγριανός ἔθνος προσεχὲς τοῖς Καδουσίοις. Ἀπολλόδωρος δευτέρῳ. Ἀσπουργιανός ἔθνος τῶν περὶ τὴν Μαιῶτιν λίμνην. Στράβων ἑνδεκάτῃ «τούτων δʼ εἰσὶ καὶ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιππίας». Βελιτανοί οἱ αὐτοὶ τοῖς Λουσιτανοῖς ὡς Ἀρτεμίδωρος ἐν τρίτῃ γεωγραφουμένων. Σινοεσσανοί ἔθνος Ἰταλικόν, ὡς Πολύβιος ἐν τρίτῳ. Φρουρεντανός ἔθνος Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. Φωρμανοί πόλις Ἰταλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Μυρλεανός, Τεανός, ἀκεανός. τὸ δὲ Κάρβανος ἀπὸ γενικῆς εὐθεῖα παραγομένη βαρύνεται.
Τὰ εἰς ενος μὴ ὄντα μετοχικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἕλενος ὄνομα κύριον, ἔβενος εἶδος ξύλου, Ὤγενος ἀρχαῖος θεός, Ὤλενος πόλις Ἀχαΐας καὶ Αἰτωλίας θηλυκῶς λεγομένη. Αἰσχύλος Καρσίν «τὴν αἰπεινὴν ζαθέαν Ὤλενον». Σοφοκλῆς ἐν Ἱππόνῳ «ἐξ Ὠλένου γῆς φορβάδος κομίζομαι». Ἀπολλόδωρος δὲ ἀρσενικῶς αὐτήν φησιν ἐν τῇ ηʹ τοῦ νεῶν καταλόγου «τὸν Ὤλενον καὶ τὴν Πυλήνην νῦν μὲν οὐκέτι εἶναι συμβέβηκε». κέκληται δὲ ἀπὸ Ὠλένου τοῦ Διός, ὡς Ἴστρος ἐν Αἰγυπτίων ἀποικίαις «τῶν δὲ Δαναΐδων Ἀναξιθέας καὶ Διὸς Ὤλενον γενέσθαι τὸν ἄρξαντα τῶν Ὠλενίων». ἔστιν οὖν καὶ ἄλλη Αἰτωλίας, ἧς Ὅμηρος μνημονεύει «οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην». Τήμενος, ἀφʼ οὗ Τημένιον χωρίον Μεσσήνης. ἄφενος, Ἴσχενος, τέρενος, ὅπερ ἀπὸ τῆς τέρενος γενικῆς εὐθεῖα γίνεται. σεσημείωται τὸ παρθένος μόνον παροξυνόμενον.
Τὰ διὰ τοῦ μενος μετοχικὰ ὀξύνονται, εἰ μὴ πάθος τι γένηται παρὰ τὴν φωνήν, τότε γὰρ προπαροξύνεται. τὰ δὲ ὀξύτονα ταῦτα· Στησαμενός, Ἀκεσαμενός «Ἀκεσσαμενοῖο θυγατρῶν». Φαμενός. Σοφοκλῆς Μάντεσι ξυνετὸς Φαμενὸς Τειρεσίου παῖς. Ἰαμενός, Σωζομενός, Δεξαμενός, Μεσόλου παῖς, ἀφʼ οὗ Δεξαμεναί, Τισαμενός· λέγεται δὲ ὁ Ὀρέστης. Κλαυσαμενός. καταλέγεται δὲ ἐν μαλακοῖς. Ἀγχομενός γενναία, Βοιωτὶς δʼ ἦν ἐξ Ἀγχομενοῦ Ἀριστοφάνης Ταγηνισταῖς. τὸ Ἰάλμενος προπαροξύνεται ὡς παθόν, ὥσπερ καὶ Ὄρμενος, κλύμενος, ἴκμενος, Ἄρμενος, ἀφʼ οὗ Ἀρμενία χώρα.
Τὰ εἰς ηνος ὑπερδισύλλαβα μὴ σύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ος κατάληξιν γενόμενα ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθʼ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός, Ἀβυδηνός, Ἀσσακηνός ἔθνος Ἰνδικόν. Ἀρριανὸς τετάρτῃ τῆς Ἀλεξάνδρου ἀναβάσεως «ᾔει ὡς ἐπὶ τοὺς Ἀσσακηνούς». Ἀταφηνός ἔθνος μέγα Ἀραβίας, περὶ οὗ Γλαῦκος ἐν δευτέρῳ. Δαχαρηνός ἔθνος Ἀραβίας. Εὐαληνός ἔθνος Ἀραβίας, περὶ οὗ φησι Γλαῦκος ἐν δευτέρῳ περὶ Ἀραβίας. Ἰβηνός ὁ καὶ Ἰβαῖος ἔθνος Κελτικῆς. Ἰβηνοὶ δʼ εἰσὶ καὶ Λιβύης, οἳ καὶ Ἰαονῖται λέγονται. Σαμηνός νομάδων Ἀραβίων ἔθνος. Σαλμηνός ἔθνος νομαδικόν, ὡς Γλαῦκός φησιν ἐν ... Ἀραβικῆς ἀρχαιολογίας. Σακχηνός ἔθνος Ἀράβιον. Σκυθηνός ἔθνος οὐ πόρρω τῶν Μακρώνων, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τετάρτῳ. Χαβαρηνός ἔθνος. Εὔδοξος πρώτῳ γῆς περιόδου «ὀνομάζονται γὰρ καὶ Χαβαρηνοὶ οἱ περὶ Χαλύβων οἰκοῦντες, οἳ τῶν ξενικῶν γυναικῶν, ὧν ἴσως γένωνται κύριοι, τοὺς τίτθους ὠμοὺς ἐσθίουσι, τὰ δὲ παιδία κατευωχοῦσι». Ἐδεσσηνός, Σαρακηνός, Δαμασκηνός, Περγαμηνός, Λαμψακηνός. Ἀλπηνοί κώμη πλησίον Θερμοπυλῶν. Ἡρόδοτος. ἔστι καὶ μητρόπολις Λοκρῶν. τὸ ἐθνικὸν ὁμοίως. Καμαρηνοί νῆσοι Ἀραβίων. Ἑκαταῖος ἐν περιηγήσει· καὶ οἱ κατοικοῦντες ὁμοίως. Ταβηνός Ἀργεῖος, ἀφʼ οὗ κατʼ ἐνίους Τάβαι πόλις Λυδίας, καὶ ἔθνος κατὰ τὴν ἔρημον Καρμανίας οἰκοῦντες. Γαληνός κύριον, Ἀκεσηνός ποταμός, Εὐηνός ποταμὸς Αἰτωλίας, ὃς καὶ Λυκόρμας καλεῖται, Σιληνός, ποτηνός, ὠγηνός, ἀμενηνός, γαλαθηνός, πετηνός, ἀκμηνός, Ἰσμηνός ποταμὸς Βοιωτίας. τὸ δὲ πανσέληνος σύνθετον ὥσπερ καὶ τὸ προσέληνος—ὁ Ἀρκάς. Ἵππυς δὲ ὁ Ῥηγῖνος λέγεται πρῶτος καλέσαι προσελήνους τοὺς Ἀρκάδας—καὶ τὸ δύστηνος, δίμηνος, τρίμηνος, διχόμηνος. προσέθηκα δὲ «εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ος κατάληξιν γενόμενα» διὰ τὸ Ὑπήνη Ὕπηνος, Μυκήνη Μύκηνος, Κυλλήνη Κύλληνος. «ἢ παρὰ γενικῆς ἀναπεμφθέντα» διὰ τὸ Τροίζηνος «υἱὸς Τροιζήνοιο». ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ· οὕτω καὶ ὁ Γέρην τοῦ Γέρηνος ὁ Γέρηνος· Ἡσίοδος ἐν αʹ καταλόγων «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺς ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρʼ ἱπποδάμοισι Γερήνοις». καὶ αὖθις «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμοέντι Γερήνῳ». πρόσκειται δὲ «εἰ μὴ παρὰ Συρακουσίοις παράγοιτο καθʼ ὁμοιωματικὴν σημασίαν» διὰ τὸ τοσσῆνος, τοιῆνος.
Τὰ εἰς ινος ὑπερδισύλλαβα τὸ ι βραχὺ ἔχοντα σημαίνοντα μετουσίαν προπαροξύνεται, κρίθινος, δάφνινος, φήγινος, πύρινος, ξύλινος, λίθινος, δρύϊνος, πέτρινος, γήϊνος, δερμάτινος, βύσσινος. τούτοις ὅμοια καὶ τὸ κότινος καὶ κόφινος προσηγορικὰ καὶ τὰ κύρια, Σίκινος νῆσος περὶ τὴν Κρήτην. Στράβων δεκάτῃ. Μύρσινος πόλις Ἤλιδος «καὶ Μύρσινος ἐσχατόωσα» καὶ τὰ κτητικὰ Βίβλινος «Βίβλινος οἶνος» ἀπὸ Βιβλίνης χώρας Θρᾴκης. Βολβίτινος «Βολβίτινον ἅρμα» ἀπὸ Βολβιτίνης πόλεως Αἰγύπτου. τὰ μέντοι ἐπὶ καιροῦ ἢ ἀπὸ ἐπιρρήματος ὀξύνεται οἷον θερινός, χειμερινός, ἐαρινός, ἑσπερινός, νυκτερινός, ἑωθινός, δειλινός, μετοπωρινός, πρωϊνός, ὀψινός, χθεσινός, περυσινός, αὐρινός. παρὰ μέντοι ποιητῇ κατʼ ἔκτασιν ἀναγινώσκομεν τοῦτο ἐπιζητοῦντος τοῦ μέτρου «ὡς δʼ ὅτʼ ὀπωρινὸς βορέης» καὶ πάλιν «ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον». ταχινός, ἀληθινός, λεπτακινός, οὐδαμινός, φυζακινός, πυκινός, ῥαδινός, πεδινός.
Τὰ εἰς ινος μακρὸν ἔχοντα τὸ ι ὅσα ἐν ὕδατι διαιτᾶται, προπερισπᾶται, ἐχῖνος· ἔστι καὶ μάντεως ὄνομα· ἔστι καὶ Ἐχῖνος πόλις Ἀκαρνανίας Ἐχίνου κτίσμα. ἔστι καὶ Θεσσαλίας. Ῥιανὸς «Ἐχίονος ἄστυ» ταύτην εἶπεν. τινὲς δὲ καὶ Ἐχινοῦντά φασι τὴν αὐτήν. κορακῖνος, φοξῖνος. σεσημείωται τὸ καρκίνος παροξυνόμενον ἐπί τε τοῦ ζῳδίου τοῦ ἐν οὐρανῷ ὁμοίως καὶ τοῦ θαλασσίου ἢ ἐπιγείου ἢ καὶ κυρίου καὶ τοῦ ἐργαλείου· οὐ γὰρ ὑγιῶς τινες τοῦτο προπαροξύνουσιν. ἐχρῆν δὲ προπερισπᾶσθαι τὸ καρκίνος. καὶ τὸ γυρῖνος προπερισπᾶται ὁ μικρὸς βάτραχος. τούτοις δὲ ὁμοίως καὶ τὸ ἰκτῖνος ὁ ὄρνις καὶ τὸ κύριον. Ἰκτῖνος δὲ παρὰ Ἀττικοῖς οὐκ ἄσημος δημιουργός.
Τὰ εἰς ινος ἔχοντα τὸ ι μακρὸν προσηγορικὰ βαρύνεσθαι θέλει, κάμινος, κύμινος, κυκλάμινος. σπάνια δὲ τὰ ὀξύτονα ἐρινός ὁ ἐρινεός καὶ ὁ χαλινός.
Τὰ εἰς ινος τὸ ι μακρὸν ἔχοντα κύρια, ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριστικῶν ἔννοιαν ἔχοντα προπερισπῶνται, Φιλῖνος, Κρατῖνος, Ἐχῖνος τὸ κύριον, Γεντῖνος πόλις Τρωάδος, Γρησῖνος πόλις Χερρονήσου, Στουῖνος πόλις Λιγύρων καὶ ὁ πολίτης ὁμοφώνως. Ὑρτακῖνος πόλις Κρήτης, ἣ καὶ Ὑρτακός, καὶ ὁ πολίτης ὁμωνύμως. Φαιστῖνος πόλις Κρήτης, ἣ καὶ Φαῖστος, Κεστρῖνος ἥρως καὶ ἔθνος, Ῥιανὸς τετάρτῳ Θεσσαλικῶν «Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί». Ἐρυθῖνος πόλις Παφλαγονίας· λέγεται δὲ παρὰ τὸ ἔρευθος. Ἀπολλώνιος «αἰπεινούς τε παρὲξ ἐνέοντʼ Ἐρυθίνους». καὶ Ὅμηρος «καὶ ὑψηλοὺς Ἐρυθίνους» καὶ τὸ ἐθνικὸν ὅμοιον. Λαμητῖνος πόλις Ἰταλίας ἀπὸ Λαμήτου ποταμοῦ πρὸς Κρότωνι. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». καὶ ὁ πολίτης Λαμητῖνος. Λατῖνος, Λεοντῖνος, Ῥηγῖνος, Μαμερτῖνος, Ἀκραγαντῖνος, Ἰναχῖνος, Ταραντῖνος, Σαβῖνος, Νουκερῖνος. Πολύβιος τρίτῳ. Νεπεσῖνος ἀπὸ τοῦ Νέπετος κατὰ τροπὴν τοῦ τ εἰς σ. Ἀργυρῖνος ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων καὶ Λυκόφρων «εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας». Βουδῖνος ἔθνος Σκυθικόν, παρὰ τὸ δινεύειν ἐπάνω ἁμαξῶν ὑπὸ βοῶν ἑλκομένων. ἁμαξόβιοι γὰρ οἱ Σκύθαι. Παρμένων ὁ Βυζάντιος ἐν ἰάμβων πρώτῳ. Βουλῖνος ἔθνος περὶ Ἰλλυρίαν. Ἀρτεμίδωρος δὲ οὐκ ἔθνος, ἀλλὰ Βουλίνην πόλιν φησίν, ἧς τὸ ἐθνικὸν Βουλῖνος. Δωνεττῖνος, ἔθνος Μολοσσικόν. Ῥιανὸς δʹ Θεσσαλικῶν «αὐτὰρ Δωνεττῖνοι ἰδʼ ὀτρηροὶ Κεραῗνες» καὶ ἐν τῇ ζʹ «ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες». Λιβυστῖνος ἔθνος παρακείμενον Κόλχοις, ὡς Διόφαντος ἐν πολιτικοῖς. Ἀγαθῖνος. Ἅβρων ἐν τῷ περὶ παρωνύμων τοῖς ἐθνικοῖς καὶ τοῦτο συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικὸν καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. Ἀμοργῖνος τὸ ἐθνικόν, τὸ δʼ ἀμόργινος χιτὼν χρώματος ἴδιον ἀγρωστῖνος, ἀγχιστῖνος, προμνηστῖνος ἐπιθετικά. παλλακῖνος ὑποκοριστικόν. τὸ δὲ λαρινός «λαρινῷ βοΐ» ὀξύνεται ὡς ἀληθινός.
Τὰ εἰς εινος ὑπερδισύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται, φαεινός, σκοτεινός, ἀλγεινός, βορεινός, ταπεινός τὸ ἐπίθετον. ἐλεεινός, αἰπεινός, ὀρεινός, ποθεινός, φωτεινός καὶ τὸ κύριον ὁμοίως. τὸ δὲ εὔξεινος σύνθετον ὂν προπαροξύνεται.
Τὰ διὰ τοῦ ονος ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Μύκονος υἱὸς Ἀνίου τοῦ Καρυστοῦ καὶ Ῥοιοῦς τῆς Ζάρηκος καὶ ἀπʼ αὐτοῦ Μύκονος μία τῶν Κυκλάδων. Θουκυδίδης τρίτῃ … καὶ Στράβων δεκάτῃ «Μύκονος δʼ ἐστίν, ὑφʼ ᾗ μυθεύουσι κεῖσθαι τῶν Γιγάντων τοὺς ὑγιεινοτάτους ὑφʼ Ἡρακλέους καταλυθέντας, ἀφʼ ὧν ἡ παροιμία “πάντα ὑπὸ μίαν Μύκονον” ἐπὶ τῶν ὑπὸ μίαν γραφὴν ἀγαγόντων τὰ διῃρημένα τῇ φύσει· καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ». Ἤδονος ποταμός. τὸ δὲ ἡμίονος, ἔγγονος, πρόγονος, ἄτονος σύνθετά εἰσιν.
Τὰ εἰς υνος ὑπερδισύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξυτονηθῇ, ἐθνικὸν εὑρέθη, κίνδυνος, Πάχυνος ἀκρωτήριον Σικελίας, πίσυνος, βόθυνος. Ῥόσχυνος. Ὄρδυνος ὄνομα ποταμοῦ, κόρυνος, εὔθυνος, γηθόσυνος «γηθόσυνος δʼ οὔρῳ», δεσπόσυνος, θάρσυνος, Λάβυνος. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. Μαριάνδυνος δὲ βαρυτόνως κατὰ τοὺς Αἰολεῖς. τὸ μόσυνος βαρυνόμενον σημειῶδες καὶ μακρὸν ἔχει τὸ υ — τὰ γὰρ ἔχοντα τὸ σ βραχὺ ἔχει τὸ υ. ἀπὸ γενικῆς γὰρ μετήχθη. αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ νος ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι εἰ παραλήγοιντο τῷ υ, ἐκτεταμένῳ παραλήγονται, Φόρκυνος, Πόλτυνος· καὶ τὸ γέρυνος ὁ μικρὸς βάτραχος.
Τὰ εἰς ωνος ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται, κοινωνός, οἰωνός, Γελωνός πόλις Σαρματίας τῆς ἐν Εὐρώπῃ ἀπὸ Γελωνοῦ τοῦ Ἡρακλέους, τοῦ Ἀγαθύρσου ἀδελφοῦ. ἔστι δὲ ἡ πόλις ξυλίνη, κειμένη ἐν Βουδίνοις, ὡς Ἡρόδοτος. καὶ ὁ οἰκήτωρ ὁμοφώνως. υἱωνός, Τιθωνός, Κολωνός, μελεδωνός, Ἠδωνός ἔθνος Θρᾴκης ἀπὸ Ἠδωνοῦ τοῦ Μύγδονος ἀδελφοῦ, Ἐτεωνός πόλις Βοιωτίας. Ὅμηρος «πολύκνημόν τʼ Ἐτεωνόν». καλεῖται δὲ νῦν Σκάρφη. Καννωνός, Ὀθρωνός πόλις, οἱ δὲ νῆσον πρὸς νότον Σικελίας. «ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας». Βωδωνός ἥρως, ἀφʼ οὗ Βωδώνη πόλις Θεσσαλίας. τὰ δὲ σύνθετα προπαροξύνεται, τετράγωνος, εὔφωνος, εὔωνος. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός ἐπίθετον. βαρύνονται δὲ καὶ Γίγωνος πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ, Ἴτωνος ἥρως καὶ πόλις Θεσσαλίας ἣ καὶ Ἴτων, Ἄλπωνος πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων, τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Τρίτωνος πολίχνιον Μακεδονίας, Τρικόλωνος παῖς Λυκάονος καὶ ἀπʼ αὐτοῦ πόλις Ἀρκαδίας.
Τὰ εἰς ξος εἴτε δισύλλαβα εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύνονται, Λίπαξος πόλις Θρᾴκης. Ἑκαταῖος. Ἄραξος ἀκρωτήριον. ἔστι δὲ καὶ ἔθνος Ἰλλυρίας, ὃ καὶ Ἀράξης, Ἀλέξανδρος Κορνήλιος ἐν τῷ περὶ τῶν παρʼ Ἀλκμᾶνι τοπικῶς εἰρημένων, Πύξος ἡ πόλις καὶ τὸ φυτόν, μύξος, Βύξος ὄνομα κύριον. Σίξος πόλις Μαστιηνῶν. Ἑκαταῖος «μετὰ δὲ Σίξος πόλις». Φρίξος ἥρως καὶ πόλις Λυκίας, Λίξος ποταμὸς Λιβύης καὶ Μαυριτανίας καὶ ἔθνος. Λάκοξος, Ῥοῖξος ἐπίνειον Κιλικίας ἐπὶ ταῖς ἐκβολαῖς τοῦ Σάρου ποταμοῦ. Κρόξος, Βόξος, Λάοξος ὁ ποταμός. Ὦξος ὁ ποταμός. Ἄξος πόλις Κρήτης ὡς Ἡρόδοτος ἐν τετάρτῃ … , Νάξος νῆσος τῶν Κυκλάδων ἀπὸ τοῦ Νάξου Καρῶν ἡγεμόνος, ἄλλοι δὲ ἀπὸ Νάξου τοῦ Ἐνδυμίωνος. Εὐφορίων δὲ παρὰ τὸ νάξαι, ὅ φασι θῦσαί τινες. ἔστι καὶ πόλις Σικελίας. καὶ ἄλλοι τόποι Νάξοι. Ὄαξος πόλις Κρήτης Ἐλευθέρνης οὐ πόρρω, καθὰ Ξενίων ἀπὸ Ὀάξου τοῦ Ἀκακαλλίδος τῆς θυγατρὸς τοῦ Μίνω. τινὲς δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦσι γὰρ τοὺς τοιούτους τόπους ἄξους, καθάπερ καὶ ἡμεῖς ἀγμούς. Χάραξος ἀπὸ τοῦ χαράξω, ἀφʼ οὗ Χαράξης. Ὀλόφυξος πόλις ἐν Θρᾴκῃ περὶ τὸν Ἄθω. Ἴξος λιμὴν τῆς Ῥόδου. τὸ μέντοι ἰξός τὸ προσηγορικὸν ὀξύνεται, καὶ τὸ λοξός, φοξός ὡς ἐπίθετα καὶ τὸ κοραξός ὡς ἐπίθετον ὀξύνεται, βαρύνεται δὲ ὡς ἐθνικόν. ἔστι δὲ ἔθνος Κόλχων πλησίον Κώλων. Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ λαξός καὶ φυλλοξός κατὰ συγκοπὴν ἀπὸ τοῦ λαοξόος καὶ φυλλοξόος γέγονεν.
Τὰ εἰς πος δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται, ἶπος παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡς κόπτω κόπος. ἔστι δὲ εἶδος παγίδος. ῥῖπος, γρῖπος, τρίπος, ῥύπος. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντες ῥύπα πάντα», εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, μεταπέπλασται ἐκ τῆς ῥύπον αἰτιατικῆς ὡς ἡ λῖτα ἐκ τῆς λιτόν. τύπος, κτύπος, στύπος τὸ στέλεχος τοῦ δένδρου. Κρῶπος καὶ ῥῶπος ὁ παντοδαπὸς φόρτος. κῆπος. Κνῶπος κύριον, ἀφʼ οὗ Κνωπούπολις, Σκοῦποι πόλις Θρᾴκης. τὸ δὲ γρυπός —ῥυβός ἐστι παρὰ τοῖς Αἰολεῦσι τὸ ἐπικαμπὲς ἤτοι ῥαιβόν καὶ τροπῇ τοῦ β εἰς π ῥυπός καὶ πλεονασμῷ τοῦ γ γρυπός—καὶ λοιπός ἐπίθετά εἰσιν.
Τὰ εἰς πος δισύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰς μ ἢ εἰς π βαρύνεται, ἵππος καὶ Ἵππος νῆσος Ἐρυθραίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ· ἔστι καὶ Σικελίας· ἔστι καὶ Παλαιστίνης. πάππος. κάμπος καὶ Κάμπος τόπος περὶ Κύμην κτίσμα Καμπανῶν. Λάμπος κύριον, λαμπός δὲ τὸ ἐπίθετον. τὸ δὲ καρπός ὀξύνεται. οὐ γὰρ ἔχει τὸ δίχρονον λῆγον εἰς μ ἢ εἰς π. πρὸς ἀντιδιαστολὴν δὲ ἐβαρύνθη τὸ Κάρπος κύριον ὄνομα ὡς Ἄρποι πόλις Δαυνίας ἡ καὶ Ἀργύριππα.
Τὰ εἰς πος δισύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα ο ἐν τῇ παραληγούσῃ ἢ μόνον ἢ μετὰ συμφώνου ἢ συμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη ἢ ὑποστρέφει εἰς ῥῆμα τῷ ε παραληγόμενον, βαρύνεται, τρόπος ὁ τρέπων, τροπός ὁ τετραμμένος, κόμπος τὸ προσηγορικόν, κομπός τὸ ἐπίθετον, τόπος, κόπος, πόπος· Σκύθαι γὰρ τὰ παρʼ αὐτοῖς ἀγαλμάτια πόπους καλοῦσι. κόλπος, δόρπος. τὸ μέντοι σκοπός καὶ ὀπός καὶ λοπός ὀξύνεται ὥσπερ τὰ ἐπίθετα λοιπός, γρυπός, πομπός, χαλεπός.
Τὰ διὰ τοῦ δαπος πάντα παρηγμένα ὀξύνεται, ἡμεδαπός, ποδαπός, παντοδαπός, ἀλλοδαπός, τηλεδαπός.
Ἔτι τὰ ἐπιθετικὰ σύνθετα τῷ ω παραληγόμενα ὀξύνεται αἱματωπός, κελαινωπός, πολυωπός, εὐωπός, τηλωπός, χαρωπός, μελανωπός, πελιωπός.
Τὰ εἰς πος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ ἀρσενικὰ ὄντα καὶ θηλυκὰ μηδὲ ἐπιθετικά, εἰ μὴ παραλήγοιτο τῷ ω, προπαροξύνεται, Ἄροπος, Τρίοπος ὁ πατὴρ Ἐρυσίχθονος. Ἑλλάνικος δὲ καὶ Τρίοπά φησιν αὐτὸν ἀπὸ τοῦ Τρίοψ. Δουρίοπος πόλις Μακεδονίας. Στράβων ἑβδόμῃ. οὕτως καὶ ἡ χώρα. Ἄναπος, Ὕαπος, ἀφʼ οὗ Ὑάπεια πόλις Φωκίδος. Μέσσαπος ὁ μετοικήσας εἰς Ἰταλίαν, ἀφʼ οὗ Μεσσαπία. Πρίαπος υἱὸς Ἀφροδίτης καὶ Διονύσου. ἔστι καὶ πόλις Ἑλλησποντίας. Ἀστέροπος. Ὄλυμπος· ἔστι καὶ ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Παμφυλίας. Στράβων ιδʹ. Μέλαμπος. Εὐρύαμπος πόλις Μαγνησίας. Μάρσιππος πόλις Φοινίκης. Φίλιππος. εἰσὶ καὶ Φίλιπποι πόλις Μακεδονίας οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος «καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν». ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. Εὔριπος. Ἴσηπος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Χάροπος τὸ κύριον, χαροπός δὲ τὸ ἐπίθετον. σεσημείωται τὸ ἀτραπός ὀξυνόμενον καὶ τὸ Ἀριμασπός ἔθνος Ὑπερβορέων. τὸ δὲ ἀρτίπος, ἀελλόπος ὡς παρὰ τῷ ποιητῇ «ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα», ὠκύπος κατʼ ἔλλειψιν τοῦ υ γενόμενα παροξύνεται. τὰ δὲ παραληγόμενα τῷ ω κύρια ἢ προσηγορικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ὀξύνεται, Ἰνωπός ὄνομα ποταμοῦ, Ἀσωπός πατὴρ Αἰγίνης, Ὠρωπός πόλις Βοιωτίας. ἔστι καὶ πόλις ἐν Ἄργει κτισθεῖσα καὶ ἐν Θεσπρωτίᾳ. λέγεται καὶ ἀρσενικῶς. Θουκυδίδης ὀγδόῃ … «ἔχοντες οὖν τὸν Ὠρωπὸν ἀφικνοῦνται εἰς τὴν Ῥόδον». Παυσανίας δὲ ἐν τῷ ἑβδόμῳ τὴν πόλιν θηλυκῶς φησι «διαρπάζουσι Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν». Κασσωπός. οὕτως Ἡρόδωρός φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπʼ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθαι ἀπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ». σημείωσαι τὸ Αἴσωπος. τὸ δὲ Κρότωπος καὶ Μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. Κάνωπος δέ, ὅπερ ἔδει γράφεσθαι διὰ τοῦ π, ὅμως γράφεται διὰ τοῦ β. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύνεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνεται. ΠΕΡΙ ΤΩΝ ΕΙΣ ρος, σος, τος, φος ΚΑΙ ΤΩΝ ΚΑΘΕΞΗΣ. ΒΙΒΛΙΟΝ ηʹ.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ α κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται, λάρος «λάρῳ ὄρνιθι ἐοικώς», κάρος, Φάρος. ἔστι δὲ ἀρσενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆς νήσου τῆς πρὸς τῇ Ἀλεξανδρείᾳ ἀπʼ αὐτοῦ ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. δηχθεὶς γὰρ ὑπὸ ὄφεως ἐν τῇ νήσῳ ἐτάφη. καὶ ὁμωνύμως λέγεται ὁ Σωστράτου τοῦ Δεξιφάνους πύργος ἐπʼ αὐτῆς. Φάρος δὲ καὶ ἡ Ἀλεξάνδρεια ἐκαλεῖτο. ἔστι καὶ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος εἰκοστῷ ὀγδόῳ. ἔστι καὶ πόλις Ἰλλυρίας, ὡς Πολύβιος γʹ. ἔστι καὶ Περραιβίας πόλις. σάρος καὶ Σάρος ποταμὸς Κιλικίας ὃς πρότερον Κοίρανος καλούμενος ἀπὸ τοῦ ἡγεμόνος Σάρου ἐκλήθη. Πάρος νῆσος, ἣν καὶ πόλιν Ἀρχίλοχος καλεῖ ἐν τοῖς ἐπῳδοῖς. τὸ ὄνομα μὲν λέγεται ἀπὸ Πάρου τοῦ Παρρασίου ἀνδρὸς Ἀρκάδος ἔχειν ὡς Καλλίμαχος. Νικάνωρ δὲ ἐν ταῖς μετονομασίαις κεκλῆσθαί φησιν Πακτίαν Δημητριάδα Ζάκυνθον Ὑρίαν Ὑλήεσσαν καὶ Μινῴαν καὶ Κάβαρνιν. ἔστι δὲ καὶ ἄλλη Πάρος νῆσος Λιβυρνῶν, ὥς φησι Σκύμνος ὁ Χῖος ἐν πρώτῳ περιηγήσεως. Κλάρος. Νίκανδρος μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη. γάρος. Αἰσχύλος Πρωτεῖ σατυρικῷ καὶ τὸν ἰχθύων γάρον· σπάρος, σκάρος καὶ Σκάρος πόλις Λυκίας καὶ τὸ ἐθνικὸν ὁμοίως. ἔστι δὲ καὶ κρήνη ἱερά. Τμάρος ὁ Τόμαρος ὄρος Δωδώνης. τὸ δὲ βᾶρος καὶ Ρᾶρος παρʼ Ἀττικοῖς κατὰ χρόνον σημειώδη. τὸ δὲ κλᾶρός ἐστι Δωρικόν. τὰ μέντοι ἐπίθετα ὀξύνεται, μναρός ὁ ἡδὺς, λαρός ὁ γλυκύς «λαρὸς ἄμης», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον». ψαρός, ναρός, ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς ἐπώμοσα.
Τὰ εἰς ηρος δισύλλαβα κύρια ὄντα βαρύνεται, Σῆρος, Τρῆρος χωρίον Θρᾴκης, Δρῆρος πόλις Κρητική. τὰ δὲ προσηγορικά, εἰ μὴ ἀπὸ συμφώνων ἄρχοιντο, ὀξύνεται, κηρός, φηρός ἡ τροφὴ τῶν θεῶν, μηρός. τὸ μέντοι κλῆρος βαρύνεται ὡς ἀπὸ δύο συμφώνων ἀρξάμενον.
Τὰ εἰς ηρος δισύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὲν ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται, σκληρός, ξηρός. καὶ τὸ πηρός δὲ ὀξύνεται παρὰ τῷ ποιητῇ, παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρος. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η ὀξύνονται οἷον πηός, πηλός. οὕτως καὶ πηρός. τὸ δὲ λῆρος μονογενές.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ ι κύρια ὄντα βαρύνεται, Ἶρος τὸ κύριον καὶ πόλις Θεσσαλίας. Λυκόφρων «Ἶρόν τε Τραχῖνα καὶ Περραιβικήν», Πῖρος, Τίρος, Σκίρος τὸ κύριον. ἔστι δὲ ἥρως, ἀφʼ οὗ Σκίρον τόπος Ἀττικός, καὶ Ἀρκαδίας κατοικία πλησίον Μαιναλέων καὶ Παρρασίων. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται, ἱρός ὁ ἱερός, λιρός ὁ ἀναιδής, σιρός τὸ προσηγορικὸν ὁ κατώγειος οἶκος.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥημάτων, εἰ μή τις διαστολὴ γένοιτο, σπόρος, ὅτι σπείρω, πτόρος ὁ πταρμός, ὅτι πταίρω, φθόρος ὅτι φθείρω, μόρος ὅτι μείρω, κόρος ὅτι κείρω, φόρος ὅτι φέρω, φορός δὲ ὁ ἄνεμος ὀξυτόνως, ὅρος, εἴρω γάρ, ὀρός δὲ τὸ ἀφυλιζόμενον τοῦ γάλακτος. τὸ δὲ ὄρρος βαρυτόνως καὶ κατὰ τὴν διάλεκτον καὶ τῷ λόγῳ· τὰ γὰρ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, κόκκος, κόττος, ὄσσος· οὕτως ἄρα καὶ ὄρρος· τὸ μέντοι βορός ὁ πολλὰ ἐσθίων καὶ τὸ χορός καὶ σορός ὁ τάφος καὶ τορός ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων, ἀλλὰ τὸ βορός ἀπὸ τοῦ βρῶ βρώσω βρώσκω, καὶ τὸ χορός ἀπὸ τοῦ χωρῶ, χῶρος, χορός τροπῇ τοῦ ω εἰς ο, καὶ τὸ σορός ἀπὸ τοῦ σωρεύω σωρεός σωρός ἀρσενικῶς καὶ σορός θηλυκῶς καὶ τὸ τορός δὲ ἀπὸ τοῦ τρῶ. σεσημείωται τὸ δορός ὁ δεδαρμένος, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῷ υ βραχεῖ βαρύνονται, Σύρος κοινὸν ὄνομα πολλῶν ἐθνῶν. Τύρος νῆσος ἐν Φοινίκῃ ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ λ καλεῖ, ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. Μύρος ποταμὸς παραρρέων Μύραν πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Κῦρος, Σκῦρος, ἡ νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ «Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες». Σφῦρος, Σῦρος νῆσος Ἰωνική, ὡς Στράβων δεκάτῃ, ἣν ὁ ποιητὴς Συρίην καλεῖ ἐν Ὀδυσσείᾳ ἥτις μηκύνει τὴν πρώτην. μὴ οὕτω δέ, ὀξύνεται, πυρός ὁ σῖτος, τυρός, ξυρός.
Τὰ εἰς ρος μονογενῆ δισύλλαβα παραληγόμενα τῷ ω βαρύνεται, Δῶρος ὁ Ἕλληνος καὶ πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται». Ἰώσηπος ἐν ϛʹ τῆς Ἰουδαϊκῆς ἱστορίας «εἶναί τι γύναιον ἐν πόλει Δώρῳ» καὶ πάλιν «ὅτε ἤνεγκεν εἰς τὴν Δῶρον». Ἀπολλόδωρος ἐν χρονικῶν δʹ «εἰς Δῶρον οὖσαν ἐπιθαλάττιον πόλιν». καὶ Ἀλέξανδρος ἐν Ἀσίᾳ «Δῶρος τʼ ἀγχίαλός τʼ Ἰόπη προύχουσα θαλάσσης». καὶ Χάραξ ιαʹ «Τρύφων ἐν Δώρῳ τῆς κοίλης Συρίας πόλει πολιορκούμενος ὑπʼ Ἀντιόχου ἔφυγεν εἰς Πτολεμαΐδα τὴν Ἄκην λεγομένην». ἔστι καὶ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσιν ταῖς Καρικαῖς Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτων τρίτῳ «Καρικὸς φόρος· Δῶρος, Φασηλῖται». Βῶρος. Χλῶρος τὸ κύριον, χῶρος, Πρῶρος, Πῶρος ὄνομα κύριον. Ὦρος. σεσημείωται τὸ σωρός τὸ πλῆθος ἐκ τοῦ σωρεός συγκοπέν. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, χλωρός, βλωρός ὁ ὑπόλευκος, ζωρός ὁ θερμός, ψωρός, πωρός, μωρός καὶ μῶρος Ἀττικῶς.
Τὰ εἰς ρος δισύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ, εἰ μὲν κύρια εἴη, βαρύνεται, Σφαῖρος, Σκαῖρος. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, καιρός, θαιρός, ὃ σημαίνει τὴν στρόφιγγα «ῥῆξαι δʼ ἀπʼ ἀμφοτέρους θαιρούς». τὸ δὲ δαῖρος διφορεῖται ἤτοι ὁ καυστικός.
Τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται, φλαῦρος, σαῦρος, καῦρος ὁ κακός. ταῦρος καὶ Ταῦρος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη, οἳ καὶ Ταυρίσκοι καὶ Ταυρῖνοι. ἔστι καὶ ὄρος διὰ μέσης Ἀσίας διῆκον, διότι ταύρους οἱ παλαιοὶ πάντα τὰ μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προτομῇ ταύρου τὰ πρὸς τῇ θαλάσσῃ ἀπείκασαν. Μαῦρος ἔθνος μέγα Λιβύης, ὃ καὶ Μαυρούσιοι. Ξαῦρος ὄνομα κύριον καὶ ἀπʼ αὐτοῦ Ξαῦρος πόλις Μακεδονίας. σημείωσαι τὸ σταυρός ἄψυχον. καὶ τὸ μαυρός ἀπὸ τοῦ ἀμαυρός γέγονεν.
Τὰ εἰς ρος δισύλλαβα τῇ ευ παραληγόμενα σπάνια βαρύτονα, εὖρος, πλεῦρος. τὸ δὲ λευρός ἐπίθετον καὶ Νευρός ὄνομα ἔθνους.
Τὸ χοῖρος μόνον δισύλλαβον εἰς ος τῇ οι διφθόγγῳ παραληγόμενον προπερισπᾶται.
Τὰ εἰς ρος δισύλλαβα ἁπλᾶ παραληγόμενα τῇ ου διφθόγγῳ βαρύνεται, εἰ μή τι εἴη κατὰ διαστολήν, οὖρος ὁ ἄνεμος, οὐρός τόπος ὁ περιορίζων τὰς ναῦς, Φροῦρος τὸ κύριον· ἔστι δὲ ἔθνος Σκυθικόν, φρουρός τὸ ἐπίθετον, κοῦρος, θοῦρος, λοῦρος πλακοῦντος εἶδος. τὸ τὲ κηπουρός καὶ οἰκουρός ὡς σύνθετα τρισύλλαβα τὴν ἄρχουσαν μακρὰν ἔχοντα ὀξύνεται.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ α, μονογενῆ ἢ κύρια, προπαροξύνεται Πίνδαρος, Πάνδαρος, κόμαρος, ἄγγαρος, Αἴσαρος ποταμός, τάλαρος, κύλλαρος, Φρέαρος Ἀθήνησιν ἐπίσημος ἥρως καὶ Φρέαροι δῆμος Ἀθήνησιν, Ὠλίαρος νῆσος τῶν Κυκλάδων μία, περὶ ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν «Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ». Σάγγαρος ποταμός, Τόμαρος ὄρος Δωδώνης, ὅ τινες Τόμουρον. οἱ δὲ Τμάρος. Ταίναρος πόλις Λακωνικὴ ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός· ὃς πλέων σὺν Καλαβρῷ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον. ἔστι καὶ Ταίναρος ὁ Ἰκαρίου υἱός «ἀφʼ οὗ καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν». Γύαρος νῆσος μία τῶν Σποράδων. Δέξαρος ἔθνος Χαόνων τοῖς Ἐγχελέαις προσεχεῖς. Μεμβλίαρος ὁ Θήραν οἰκήσας Φοῖνιξ εἷς τῶν μετὰ Κάδμου καὶ νῆσος πλησίον Θήρας ἡ νῦν Ἀνάφη. λέγεται κατʼ ἀφαίρεσιν Βλίαρος. Καλλίαρος πόλις Λοκρῶν ἀπὸ Καλλιάρου τοῦ Ὁδοδόκου καὶ Λαονόμης, ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Στράβων δʼ ἐν ἐνάτῃ παρὰ τὸ εὐήροτον αὐτὴν εἶναι. φασὶ καὶ Καλλίαρα οὐδετέρως. Ἴκαρος νῆσος μία τῶν Κυκλάδων. ἔστι καὶ πόλις Ἀττικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἴσμαρος πόλις Θρᾴκης τῶν Κικόνων. Ὅμηρος. Πίναρος ποταμὸς παρʼ Ἰσσῷ. Πάταρος ὁ Ἀπόλλωνος καὶ Λυκίας. Λίπαρος ὁ υἱὸς Αὔσονος. Γίνδαρος ἀκρόπολις Κύρρου, πόλεως Συρίας. Ἀμισώδαρος ὁ πατὴρ Σιδάκης. Ὕμαρος ὁ πατὴρ Γέλωνος. Ἄψαρος τόπος ἐν Εὐξείνῳ πόντῳ Ἄψυρτος πρότερον λεγόμενος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα δεδιπλασιασμένα κατʼ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς ρ καταλήγοντα προπαροξύνεται, βάρβαρος· οὐκ ἐπὶ ἔθνους, ἀλλʼ ἐπὶ φωνῆς ἐλαμβάνετο ὡς καὶ Ὅμηρος τοὺς Κᾶρας βαρβαροφώνους ὡς πολεμίους τῶν Ἰώνων. εἴρηται παρὰ τοῖς νεωτέροις ἐθνικῶς. Τάρταρος. Κράτης τὸν ὑπὸ τοῖς πόλοις ἀέρα παχύν τε καὶ ψυχρόν τινα καὶ ἀφώτιστον· Ὅμηρος δὲ τόπον εἶναι συνέχοντα τοὺς περὶ Κρόνον καὶ ὑπὸ γῆν ὄντας. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. Γάργαρος ὁ Διός, ἀφʼ οὗ Γάργαρα πόλις Τρῳάδος, ἣν Ἀλκμὰν θηλυκῶς τὴν Γάργαρόν φησιν, μάρμαρος, οὕτως οὖν καὶ κάρχαρος τριγενές. «Τρίτωνος ἠμάλαψε κάρχαρος κύων» καὶ τὸ θηλυκὸν παρʼ Ἀλκμᾶνι «καρχάραισι φωναῖς» καὶ ἐπίρρημα καρχάρως. Κέρβερος, πέρπερος, βόρβορος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα α συνεσταλμένῳ ἢ ἐκτεταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλασίασται ἐν τῇ ἀρχῇ, χαλαρός, λιπαρός, χλιαρός, ψαφαρός, λαγαρός ὁ ἀσθενής, μαδαρός, ῥυπαρός, πλαδαρός, οἷς ἠκολούθησε καὶ τὸ ἀκαρός. τὸ μέντοι κάρχαρος δεδιπλασίασται ἐν τῇ ἀρχῇ. τὸ δὲ φλύαρος προπαροξύνεται οὐκ ἔχον θηλυκὸν καὶ τὸ ἔγκαρος ὁ ἐγκέφαλος.
Τὰ εἰς τερος τρισύλλαβα, εἰ ἔχει τὴν ἄρχουσαν μακράν, προπαροξύνεται, φέρτερος, βέλτερος, κύντερος «κύντερον ἄλλο γυναικός». ὕστερος, ὅπερ σημειῶδες μήτε ἀπὸ τῶν εἰς υς ληγόντων παραχθὲν τρισύλλαβόν τε ὑπάρχον καὶ ἔχον τὸ σ προηγούμενον τοῦ τερος· ἀλλʼ ἴσως αἴτιον τὸ πάθος. γίνεται γὰρ παρὰ τὴν ὑπό ὑπότερος καὶ κατὰ συγκοπὴν ὕστερος. τὸ δὲ ο συγκοπτόμενον τὸ σ ποιεῖ θεόφατον θέσφατον, θεοείκελον θέσκελον. δεύτερος. ἴκτερος. τὸ δὲ καρτερός ὀξύνεται ἀπὸ τοῦ κρατερός καὶ τὸ Κρατερός ὄνομα κύριον.
Τὰ διὰ τοῦ τερος τριβράχεα τότε βαρύνονται, ὅτε πυσματικὴν ἔννοιαν ἔχοι ἢ ἐκ δύο προσώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται, πότερος, πρότερος, ἕτερος, οἷς ἠκολούθησε καὶ τὸ ἑκάτερος.
Τὰ εἰς τερος ὑπερτρισύλλαβα συγκριτικὰ ἢ συγκριτικῶς παραληγόμενα προπαροξύνεται, ἰθύντερος ῥήματι παρακείμενον τῷ ἰθύνω, ἀβέλτερος, μελάντερος, ὀρέστερος, ἡμέτερος, ὑμέτερος, σφωΐτερος, φιλαίτερος, πλησιαίτερος, περαίτερος, ταχύτερος, πλατύτερος, βραχύτερος, ἡδύτερος, ἐπασσύτερος «ὣς τότʼ ἐπασσύτεραι Δαναῶν», ὅπερ οὐκ ἔχει φυσικὸν τὸ υ, ἐκ δὲ τοῦ ἀσσοτέρου ἐτράπη «ἀσσοτέρω καθίσασα παραὶ πυρί». δημότερος συγκριτικὸν οὐκ ἀποκοπῇ, ἀλλʼ ἐκ τοῦ ἐπιθετικοῦ τοῦ «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν», βασιλεύτερος. τούτοις ἠκολούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν. τὸ δὲ περιστερός ὀξύνεται. τὸ μέντοι ἀριστερός ὀξύνεται ὡς διὰ τοῦ ερος καὶ δεξιτερός. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερός ὡς κύριον ὀξύνεται.
Τὰ εἰς ερος ὑπερδισύλλαβα μονογενῆ ἢ κύρια βαρύνεται, Τέρμερος, ἀφʼ οὗ Τέρμερα πόλις Λυκίας, Σύβερος πόλις Ἰλλυρίδος, Ὤλερος Κρητικὴ πόλις, περὶ ἧς Ξενίων ἐν Κρητικοῖς φησι «πορρωτέρω δὲ τῆς Ἱεραπύτνης Ὤλερος ἦν ἡ πόλις ἐφʼ ὑψηλοῦ μὲν ᾠκισμένη τόπου». ἵμερος παρὰ τὸ ἵημι καὶ ἵεσθαι «ἵετο γὰρ βαλέειν» ὁ ποθῶν γὰρ ἵεται ἐπὶ τὸ ποθούμενον.
Τὰ διὰ τοῦ ερος τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶς εἰ μὴ ἔχοι τὸ τ πρὸ τοῦ ε, γοερός, νοερός, ψογερός, δροσερός, τρυφερός, βλαβερός, φανερός, ἱερός, σφαλερός, δολερός, χλοερός, νοσερός, σταθερός, πενθερός. τὸ δὲ ἥμερος τὴν πρὸ τέλους τρίτην μακρὰν ἔχει. ᾧ ἠκολούθησε καὶ τὸ ἐλεύθερος. τὸ δὲ πότερος, ἕτερος ἔχει τὸ τ πρὸ τοῦ ε.
Τὰ διὰ τοῦ ηρος ὑπὲρ δύο συλλαβὰς εἴτε κύρια εἴτε προσηγορικὰ εἴτε ἐπίθετα μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ προπαροξύνεται, ὅμηρος, σίδηρος. Φάληρος· Ἄβδηρος ὄνομα τόπου. Ἄηρος πόλις Κρητική, Ἄνδηρος, Ἴβηρος ἀπὸ τῆς Ἴβηρος γενικῆς παραχθέν «αὐτὸς Ἴβηρος τραγοπώγων» ἐν Μαλθακοῖς Κρατίνου. καὶ Ἀπολλώνιος μὲν ἐν τοῖς παρωνύμοις φησίν «ἀπὸ γενικῶν εὐθεῖαι παράγονται, τῶν μὲν ὑπὲρ δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον προπαροξυνόμεναι, καὶ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. ἁπλοῦν μὲν οὖν μάρτυρ μάρτυρος ὁ μάρτυρος, Χάροψ Χάροπος ὁ Χάροπος “Χαρόποιο τʼ ἄνακτος”, Τροίζην Τροίζηνος ὁ Τροίζηνος “υἱὸς Τροιζήνοιο”. Ἴβηρ Ἴβηρος ὁ Ἴβηρος». τὸ αὐτὸ καὶ Ἅβρων ἐν παρωνύμοις φησίν. ἀλλὰ τὰ παρὰ γενικῆς ἀναπεμφθέντα κατὰ τὸν τόνον συνεξομοιοῦνται τῷ χαρακτῆρι τῆς εὐθείας. τὸ γὰρ φυλακός προσηγορικὸν ὀξύνεται τῷ χαρακτῆρι τῶν εἰς ακος ὑπερδισυλλάβων προσηγορικῶν, τὸ δὲ μάρτυρος ἠκολούθησε τῷ ἄργυρος, τὸ Χάροπος τῷ Ἄροπος, Ἀστέροπος. οὕτω καὶ τὸ Ἴβηρος τῷ ὅμηρος σίδηρος. τὸ δὲ Τροίζηνος ἀπὸ Τροιζήν ὀξυτόνου εἰς ἰδιότητα βαρύνεται ὡς καὶ τὸ Φύλακος κύριον. Ἄβληρος κύριον. Ὅμηρος «Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ». Ψένηρος Αἰγυπτία κώμη. Κύθηρος ὁ Φοίνικος, ἀφʼ οὗ Κύθηρα νῆσος, καὶ δῆμος τῆς Πανδιονίδος φυλῆς. Δίγηρος ἔθνος Θρᾴκιον. Πολύβιος ιγʹ. Δίζηρος ποταμὸς Ἰλλυρίδος. Λυκόφρων «οἳ πρὸς βαθεῖ νάσσαντο Διζήρου πόρῳ». ἴσως ἀπὸ τοῦ δίζησθαι τὴν Μήδειαν ὀνομασθείς. Δόβηρος πόλις Παιονίας. Κάληρος βασιλεύς, ἀφʼ οὗ ἡ Ἀλωπεκόννησος ἐκαλεῖτο Κάληρος. Στενύκληρος πόλις Μεσσήνης. ἐρίηρος, τριέτηρος, πενταέτηρος, τετραφάληρος. τὰ μέντοι διὰ τοῦ ηρος ὑπὲρ δύο συλλαβὰς ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ ὀξύνεται, λυπηρός, ἀταρτηρός, τυχηρός, ὀλισθηρός, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμηρός, πενθηρός ἐπὶ ἱματίου μέλανος ἔφη Ἀναξίλας Α. φέρʼ αὔτʼ ἀνύσας. Β. ἀλλʼ ἐστὶ πενθηρὸν πάνυ. καματηρός, αἱματηρός, ἀσηρός, σιγηρός, ἀγροικηρός ἀπὸ τοῦ ἄγροικος «ἀγροικηρὴν φύσιν». ὀτρηρός, οὗ τὸ θηλυκὸν ὀτρηρή «τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη». ἰστέον δὲ ὅτι τὸ πόνηρος καὶ μόχθηρος οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουσιν, ὅταν τὸν ἐπίπονον καὶ ἐπίμοχθον σημαίνῃ, ἐπὶ δὲ τῶν κατὰ ψυχὴν φαύλων ὀξύνουσιν.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μόνῳ τῷ ι ἐκτεταμένῳ βαρύνεται, Κάμειρος τὸ κύριον—ἔστι δὲ παῖς Κερκάφου τοῦ Ἡλιάδου καὶ Κυδίππης—διὰ διφθόγγου, Κάμιρος δὲ πόλις ἐν Ῥόδῳ διὰ τοῦ ι «Λίνδον Ἰήλυσόν τε καὶ ἠνεμόεντα Κάμιρον». ἤπειρος, Κάβειρος πόλις τῆς κάτω Ἀσίας. τοὺς δὲ δαίμονας Καβείρους ὁ Ἀλεξίων διὰ τοῦ ι, ὡσαύτως δὲ Φιλόξενος. ἡ δὲ παράδοσις δίφθογγον ἔχει καὶ ἴσως συνέδραμε τῷ μάγειρος, αἴγειρος, πέπειρος, ὄνειρος. Ἄνδειρος ὄνομα ποταμοῦ, Κόνειρος ὄνομα ἔθνους, ὄνειρος, πέπειρος, μάγειρος παρὰ τὸ μάσσω ὁ τὰς μάζας φυρῶν. Αἰολεῖς δὲ διὰ τοῦ ι. αἴγειρος διὰ διφθόγγου τὰ δύο. εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι οἷον «καὶ αἰγέρων ἔφυσαν εὐγενέστεραι» καὶ κατὰ πλεονασμὸν τοῦ ι αἴγειρος Ὅμηρος «μακεδνῆς αἰγείροιο». τὰ γὰρ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι οἷον ἀΐσσω αἴγειρος, μάσσω μάγειρος, ὀνῶ ὄνειρος, πέπτω πέπειρος. τὸ δὲ αι τῆς πρώτης συλλαβῆς γέγονεν ἀπὸ τοῦ ἀΐσσω κατὰ κρᾶσιν. ἔστι δὲ καὶ Αἴγειρος πόλις Μεγαρίδος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ, ἣν Στράβων Αἰγείρουσαν λέγει. σάπφειρος λίθος, Στάγειρος. Κάσπειρος πόλις Πάρθων προσεχὴς τῇ Ἰνδικῇ καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Στάλιρος, Σίτιρος, Βίστιρος πόλις Θρᾴκης καὶ Πίστιρος τὸ ἐμπόριον. Κύστιρος, Δύσιρος, Βεδύσιρος, ἄϊρος σύνθετον ἀπὸ δισυλλάβου Ἶρος «ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει». τὸ καυστειρός οὐ μάχεται. ἀπὸ γὰρ τοῦ η ἐτράπη εἰς ει Βοιωτιακῶς ὡς τὸ τέθηκα τέθεικα.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ ο ἁπλᾶ προπαροξύνεται, Δοροκόττορος πόλις Γαλατῶν τῶν προσβόρρων. ἀλάστορος εὐθεῖα παρὰ τὴν γενικὴν παραχθεῖσα. Αἰσχύλος Ἰξίονι «πρευμενὴς ἀλάστορος» καὶ Φερεκύδης «ὁ Ζεὺς δὲ Ἱκέσιος καὶ Ἀλάστορος καλεῖται».
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῷ ο σύνθετα ὄντα προπαροξύνεται, κατήγορος, συνήγορος, περὶ ὧν ἐν τῷ τέλει λέξομεν. νῦν δὲ διαληψόμεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούσῃ, τελεσφόρος, δορυφόρος, βουληφόρος, ἑωσφόρος, τὸ δὲ ἄφορος προπαροξύνεται, παντοπόρος, καὶ γαμόρος, τὸ δὲ κατάμορος προπαροξύνεται.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ υ κύρια ἢ προσηγορικά, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ προπαροξύνεται, πάπυρος, διάπυρος ὁ θερμός, μάρτυρος, ἄργυρος. ἔστι καὶ πόλις. Φίλιστος ἐν ἐνάτῃ. πόρφυρος, ζέφυρος, Σάτυρος, λάθυρος εἶδος ὀσπρίου. Ἴδυρος πόλις, ἣ καὶ Ἰδυρίς, καὶ ποταμὸς Παμφυλίας. Ἑκαταῖος. Μάνθυρος. Ἄμυρος πόλις Θεσσαλίας ἀπὸ ἑνὸς Ἀργοναυτῶν. ἡ πόλις θηλυκόν. ἄδηλον δὲ τὸ Ἡσιόδειον «Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἀντʼ Ἀμύροιο». Σουίδας δʼ ἐν ταῖς γενεαλογίαις τὴν πόλιν Ἀμυρικὴν καλεῖ. Γλάφυρος υἱὸς Μάγνητος ὁ τὰς Γλαφυρὰς κτίσας, Ἔλυρος πόλις Κρήτης ὡς Ξενίων ἐν Κρητικοῖς. Ἔφυρος ὁ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Λυκάονος τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος, καὶ τὸ ἐθνικὸν ὅμοιον. Βάκυρος ἔθνος πρὸς Πάρθους καὶ Μήδους ὃ καὶ Βακυριανός. Σίμυρος πόλις Σύρων. Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. Κασπάπυρος πόλις Γανδαρική. Σκυθῶν δὲ ἀκτή. Ἑκαταῖος Ἀσίᾳ. Κόσσυρος νῆσος κατὰ Σελινοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύραμος. λέγονται καὶ Σύροι ἔθνος Λευκόσυροι. Στράβων ἑκκαιδεκάτῃ «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν Κυκλάδων «οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον». Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λέσυρος ποταμός». τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρός, καπυρός, ἁλμυρός, ὀϊζυρός, ὀχυρός, ἐχυρός, ἰσχυρός, βδελυρός, ἑκυρός ὁ πενθερός.
Τὰ διὰ τοῦ ωρος ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Θεόδωρος, Ἄψωρος πόλις Ἰλλυρίας, Ἰσόδωρος. Ἄλωρος πόλις Μακεδονίας. ἔστι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωρος πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων, ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς «ἐν Ἀζώροις». Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπʼ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κϛʹ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κεʹ Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μέν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματος, θεωρός, ὑληωρός, ἰωρός ὁ γνήσιος φύλαξ, πυλωρός, θυρωρός, μυλωρός, φρυκτωρός, σκευωρός. τὰ δὲ βαρύνεται, νέωρος, ἀσχέδωρος, μετέωρος, ὀλίγωρος, οὐδενόσωρος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῇ αι διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωσιν, Πάλαιρος· ἔστι δὲ χωρίον τῆς Ἀκαρνανίας. μέμνηται καὶ Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ «οὔτʼ ὦν Πάλαιρος οὔτε βοιαυτοῦ» … χήμαιρος· κύπαιρος Δωρικὸν ἀπὸ τοῦ κύπειρος γέγονεν τροπῇ τοῦ ε εἰς α ὡς κατώγειος κατώγαιος. εὔκαιρος, ἄκαιρος. τὸ μέντοι ἑταῖρος προπερισπᾶται. ἴσως οὖν ἀναλογώτερον τὸ «ἑτάρους τε» χωρὶς τοῦ ι λεγόμενον. πολλὰ γάρ ἐστι τοιαῦτα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος, φλύαρος.
Τὰ εἰς ρος ὑπερδισύλλαβα παραληγόμενα τῇ αυ διφθόγγῳ, μὴ ἔχοντα θηλυκά, προπαροξύνεται, Ἴσαυρος ἔθνος. Ἐπίδαυρος πόλις πρὸς τῷ Ἄργει θηλυκῶς λεγομένη. τὸ γὰρ «ἀμπελόεντʼ Ἐπίδαυρον» μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν ὡς τὸ «ψολόεντος ἐχίδνης» παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» καὶ ὅσα τοιαῦτα. τινὲς δὲ αὐτήν φασι Λειμήρη διὰ διφθόγγου ὡς λειμῶνας ἔχουσαν ἢ διὰ τοῦ ι ὡς πολυλίμενον κατὰ Ἀρτεμίδωρον. ἐκαλεῖτο καὶ Μειλισσία καὶ Αἱμηρά διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν. εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. Κένταυρος, Ἄναυρος, Ἄγλαυρος, Κάλαυρος ὁ Ποσειδῶνος, Μάταυρος πόλις Σικελίας Λοκρῶν κτίσμα. Βάναυρος υἱὸς Αἴαντος, ἀφʼ οὗ Βαναυρίδες Τυρρηνικαὶ νῆσοι. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται ὥσπερ καὶ τὰ τριγενῆ, ἀμαυρός, ἀφαυρός καὶ τὸ ἀγαυρός, ὅπερ ἔδει βαρύνεσθαι πλεονασμῷ τοῦ α ἐκ δισυλλάβου γενόμενον.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ου προπαροξύνεται, ἐπίκουρος, ἐπάρουρος ὁ κηπουρός. Ἕλουρος Σκυθικὸν ἔθνος, μελάνουρος, Παλίνουρος, παλίουρος τὸ φυτόν. Ὄλουρος πολίχνιον τῆς Ἀχαΐας οὐ πόρρω Παλλήνης ὡς Ξενοφῶν Ἑλληνικῶν ἑβδόμῳ. Βάλβουρος, ἀφʼ οὗ Βάλβουρα πόλις Λυκίας. Βόλουρος πόλις τῶν ἐν Ἰλλυρίᾳ Τράλλεων «μοῖρα γὰρ τῶν Ἰλλυριῶν Βῆγις καὶ Βόλουρος». Ἰψίκουρος ἔθνος Λιγυστικόν. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ «ἣν ἐνέμοντο πρότερον Ἰψίκουροι καὶ Ἀρβαξανοὶ καὶ Εὔβιοι, Λίγυες τὸ γένος». Κυνόσουρος ὁ Ἑρμοῦ, Κύνουρος παῖς Περσέως, Ἀπάτουρος κόλπος ἐν τῇ Ἀσίᾳ. Ἑκαταῖος. Τόμουρος. οὕτως τινὲς Τόμαρον ὄρος Δωδώνης ὃ καὶ Τμάρος καὶ τὸν κατοικοῦντα. σεσημείωται νομηουρός ὁ τὴν νομὴν φυλάσσων καὶ ὑλοκουρός ὁ τὴν ὕλην τέμνων.
Τὰ εἰς ρος τρισύλλαβα παραληγόμενα τῇ ου ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουσαν μακράν, οἰκουρός, κηπουρός, τηλουρός ὁ μακρὰν ὤν. τὰ μέντοι προπερισπώμενα τρισύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τῆς ου δύο σύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριστικῶν τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων, ἀρκτοῦρος, ἀγχοῦρος, κλαγγοῦρος ὁ κρακτικός. τὸ δὲ Λάμπουρος προπαροξύνεται καὶ τὸ κέρκουρος εἶδος πλοίου.
Τὰ εἰς ρος δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ἀρχόμενα ἀπὸ τῆς νε ὀξύνεται, νεκρός, νεβρός, νεφρός.
Τὰ εἰς ρος δισύλλαβα μετʼ ἐπιπλοκῆς τοῦ β ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβρος ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίων προσεχὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τʼ ὄρος». Θύμβρος φίλος Δαρδάνου, ἀφʼ οὗ Θύμβρα. Ἴμβρος νῆσος Θρᾴκης ἱερὰ Καβείρων καὶ Ἑρμοῦ, ὃν Ἴμβραμον λέγουσιν οἱ Κᾶρες. ἔστι καὶ πόλις. Τέμβρος πόλις Κύπρου. Ὄμβρος ποταμὸς Ἰταλίας καὶ ἔθνος. λέγονται καὶ Ὄμβρικοι καὶ Οὖμβροι παρὰ τοῖς Ἰταλικοῖς συγγραφεῦσι. καὶ τὸ ὄμβρος προσηγορικόν. ἄλλως τε τὰ εἰς ος δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλέονα βαρύνεσθαι θέλει. οἷον ὄκνος, ὄρρος, ὄσσος, Ὄρθος, ὄγμος. οὕτως καὶ ὄμβρος. τὸ μέντοι γαμβρός ὀξύνεται. τὰ δὲ τριγενῆ ὀξύνεται λιβρός ὁ σκοτεινός. τὸ δὲ λάβρος σύνθετον.
Τὰ εἰς ρος δισύλλαβα μετʼ ἐπιπλοκῆς τοῦ γ βαρύνεται, μονογενῆ ὄντα, φάγρος, πάγρος, γόγγρος. τὰ δὲ τριγενῆ ὀξύνεται, λυγρός, ὑγρός, μεθʼ ὧν καὶ ἀγρός.
Τὰ εἰς ρος δισύλλαβα ἔχοντα δ μονογενῆ βαρύνεται, Ἄνδρος νῆσος μία τῶν Κυκλάδων. ἐκλήθη δὲ ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου ἢ τοῦ Ἀνίου ἀδελφοῦ τοῦ πατρὸς τῶν Οἰνοτρόπων. τινὲς δέ φασιν Ἀνδρέα τοῦτον καὶ Ἀνίου παῖδα. Σκίδρος πόλις Ἰταλίας. Κόδρος. Φαῖδρος τὸ κύριον, φαιδρός δὲ ὁ λαμπρός ὀξύνεται, ὥσπερ καὶ τὸ κυδρός ὁ τίμιος. σεσημείωται τὸ χονδρός ὀξυνόμενον, οὐ τὸ ἐπίθετον τριγενὲς ὄν, ἀλλὰ τὸ προσηγορικὸν εἶδος ἐντέρου ὄν.
Τὰ εἰς ρος δισύλλαβα τριγενῆ ἔχοντα δασὺ πρὸ τοῦ ρ ὀξύνεται, νωθρός, σαθρός, ψυχρός, ἐχθρός, αἰσχρός, στιφρός ὁ συνεστραμμένος. βληχρός. σεσημείωται τὸ γλίσχρος. τὰ δὲ μονογενῆ βαρύνεται οἷον δίφρος καὶ Δίφροι πόλις Φοινίκων καὶ τὸ ἐθνικὸν ὁμώνυμον, ὦχρος τὸ μονογενές, ὠχρός τὸ ἐπίθετον. τάχα δὲ καὶ τὸ ὦχρος ἐγένετο παρὰ τὸ ἄχροος, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι, βαρύνεται ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδός. σεσημείωται τὸ ἀφρός ὁ ἐπὶ τῶν ὑγρῶν ὀξυνόμενον, τὸ δὲ ἐθνικὸν Ἄφρος βαρύνεται.
Τὰ εἰς κρος δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται, μακρός, πικρός, μικρός, νεκρός, λευκρός ὁ φαλακρός παρὰ Σαλαμινίοις, Λοκρός ὁ κτίστης καὶ ἔθνος καὶ Λοκροὶ Ἐπιζεφύριοι πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Τευκρός τὸ ἐθνικὸν οἱ Τρῶες, Τεῦκρος δὲ τὸ κύριον υἱὸς Σκαμάνδρου καὶ Ἰδαίας νύμφης. ἔστι μὲν κανὼν ὁ λέγων, ὅτι τοῖς συνοικισταῖς ὁμοφωνεῖ τὰ ἐθνικὰ δηλονότι καὶ γραφῇ καὶ τόνῳ οἷον Ἴων, Θετταλός, Ἀχαιός, Τρώς, Δαναός, Λοκρός. τὸ δὲ Τευκρός διήλλαξεν ὡς τριγενὲς ὀξυνόμενον. τὸ δὲ ἄκρος καὶ ἴγκρος βαρύνεται.
Τὰ εἰς ρος ἔχοντα π πρὸ τοῦ ρ μονογενῆ μὲν παροξύνεται, κόπρος, κάπρος, Κύπρος νῆσος ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου ἢ τῆς Βύλλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ περὶ νήσων καὶ Ἴστρος ἐν ἀποικίαις Αἰγύπτου ἱστόρησαν, ἢ ἀπὸ τοῦ φυομένου ἄνθους κύπρου. Ἀστύνομος δέ φησι Κρύπτον κεκλῆσθαι διὰ τοῦ κρύπτεσθαι πολλάκις ὑπὸ τῆς θαλάσσης. εἶτα Κύπρος. ἔστι καὶ Λιβυκὴ Κύπρος. Ἄπρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ ἕκτῃ «τοῦ δʼ Ἀντιπάτρου διατρίβοντος περὶ τὴν Ἄπρον». Λάμπρος τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον. τριγενῆ δὲ ὄντα ὀξύνεται, σαπρός, λεπρός, λυπρός.
Τὰ εἰς ρος δισύλλαβα ἔχοντα πρὸ τοῦ ρ τὸ τ μόνον ἢ μεθʼ ἑτέρου συμφώνου μὴ ἐπιθετικὰ βαρύνεται, Χύτρος Κύπρου πόλις, ἣν ὠνομάσθαι μὲν Ξεναγόρας φησὶν ἀπὸ Χύτρου τοῦ Ἀλεξάνδρου τοῦ Ἀκάμαντος. Λεῦκτρος, οἶστρος, βόστρος, Ἴστρος ἔθνος ἐν τῷ Ἰονίῳ κόλπῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι δὲ καὶ πόλις Κρήτης, ἣν Ἀρτεμίδωρος Ἰστρῶνά φησι. δευτέρα πόλις Ἴστρος ἐν τῷ Πόντῳ. Ἀρριανὸς δὲ Ἰστρίαν ὡς Ὀλβίαν αὐτήν φησι. τρίτη νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ τὸ Τριόπιον τῆς Κνιδίας. τετάρτη πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος εἰκοστῷ ἐνάτῳ. ἔστι καὶ ποταμός. Βάκτρος ἔθνος. τὸ δὲ δαιτρός ὀξύνεται καὶ τὸ οἰκτρός, ἔτι καὶ τὸ φιτρός ὁ κορμός.
Τὰ εἰς δύο ρρ ἐπιθετικὰ ὄντα ὀξύνεται, στερρός, πυρρός τὸ ἐπίθετον. Πύρρος δὲ τὸ κύριον ὥσπερ καὶ τὸ ῎Υρρος καὶ Γέρρος τόπος καὶ ποταμὸς προσεχὴς τῷ Βορυσθένει καὶ Κύρρος πόλις Συρίας.
Τὰ εἰς ρος ὑπερδισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ὀξύνεται ἐπιθετικὰ ὄντα, φαλακρός, μολοβρός, ἐρυθρός, πενιχρός. τὰ δὲ σύνθετα τῆς κατὰ τὸ τέλος συνθέσεως ὑπερβαινούσης μίαν συλλαβὴν βαρύνεται, δείλανδρος, ἄνανδρος, ἔνυδρος, ἄνυδρος, ὕπανδρος, φίλανδρος, ἄϊδρος, πάρεδρος, ἔφεδρος. τὸ δὲ ἀβληχρός ὀξύνεται ἐκ πλεονασμοῦ ἔχον τὸ α. αὐτὸ γὰρ τὸ βληχρός ἤδη σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον τὸ ἀσθενές. Ἀλκαῖος θʹ «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί» καὶ ὁ Νίκανδρος «βληχρὸν γὰρ μυὸς οἷον μυληβόρου ἐν χροῒ νύγμα». τοῦτο δὲ πλεονάσαν τῷ α φυλάξει τὸν αὐτὸν τόνον, λαλητός ἀλαλητός, στεροπή ἀστεροπή. καὶ ἡ παράδοσις ὀξύνει τὸ ὄνομα πεισθεῖσα τῷ παρασχηματισμῷ ὡς ἁπλῷ. θηλυκῶς γὰρ παρεσχηματίσθη ἀβληχρά ὡς πενιχρά, ψυχρά. διὸ οὐκ εὖ βαρύνει Ἡρακλείδης ὁ Μιλήσιος λόγῳ χρώμενος τούτῳ ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος.
Τὰ εἰς ρος ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετʼ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη, Μίνυθρος, Ἔρυθρος ὁ ἥρως, ἀφʼ οὗ Ἐρυθρὰ ἡ θάλασσα, Χάραδρος ποταμὸς ὡς Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ Χάραδρος ποταμός». Σκάμανδρος ἥρως καὶ ποταμὸς Τροίας. Μυρίανδρος πόλις Συρίας πρὸς τῇ Φοινίκῃ. Ξενοφῶν ἐν πρώτῳ ἀναβάσεως. Μαίανδρος ποταμὸς καὶ πόλις Μαγνησίας. Ἄντανδρος πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος. ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. ἢ ἡ ἀντὶ ἀνδρὸς δεδομένη, ἐπειδὴ Ἀσκάνιος αἰχμάλωτος γίνεται ὑπὸ Πελασγῶν καὶ ἀνθʼ ἑαυτοῦ τὴν πόλιν δέδωκε λύτρον καὶ ἀπελύθη. Τήλανδρος πόλις Καρίας. Ἀλέξανδρος δʼ ὁ πολυίστωρ οὐδετέρως πόλιν Τήλανδρον καλεῖ πρώτῳ Λυκιακῶν καὶ Τηλάνδρειαν τὴν αὐτήν. Φολέγανδρος νῆσος τῶν Σποράδων ἀπὸ Φολεγάνδρου τοῦ Μίνωος «ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα». Τάρανδρος χωρίον Φρυγίας. Βήριθρος πόλις Τρωϊκή. Ἄθυμβρος, οὗ κτίσμα Ἄθυμβρα πόλις Καρίας. Κέλαιθρος, ἀφʼ οὗ Κελαίθρα πόλις Βοιωτίας. Γάλαδρος Ἠμαθίου παῖς καὶ ὄρος. Κάϋστρος ποταμός, ὃς διὰ τὸ ἔχειν τὴν κεκαυμένην χώραν πλησίον ἐκλήθη. ἔστι δὲ καὶ Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημε τὴν Δερκετώ. καὶ ἐξ αὐτῆς ἔσχε τὴν Σεμίραμιν, ἥτις καὶ Βαβυλώνια τείχη κατεσκεύασεν. Τέγεστρος, ἀφʼ οὗ Τέγεστρα πόλις Ἰλλυρίας. τὸ δὲ Οἰνωτρός ἔθνος ὁμοφώνως τῷ οἰκιστῇ ὡς Ἰταλός καὶ Ἴων καὶ Κίλιξ. ὡσαύτως καὶ Καλαβρός ὁ οἰκήτωρ τῆς Καλαβρίας ὡς τῆς Κανταβρίας Κανταβρός. τὸ δὲ Ἴνσοβρος ἔθνος Ἰταλικὸν Πολύβιος ιϛʹ βαρύνεται.
Τὰ εἰς σος διβράχεα βαρύνεται, Θάσος νῆσος πρὸς τῇ Θρᾴκῃ ἀπὸ Θάσου. Κάσος Κλεόχου υἱὸς καὶ ἀπʼ αὐτοῦ μία τῶν Κυκλάδων «οἱ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε». ἔστι καὶ ἑτέρα Περσίδος πόλις. Ἄσος πολίχνιον Κρήτης. νόσος, δρόσος, πίσος τὸ ὄσπριον, μέσος, ἴσος, πόσος, ὅσος, τόσος.
Τὰ εἰς σος δισύλλαβα τῷ η παραληγόμενα βαρύνεται, νῆσος καὶ Νῆσος πόλις Ἰβηρική. πεπλάνηται δὲ νῆσος παρὰ τὸ γένος. τὰ γὰρ ἄλλα ἀρσενικά ἐστιν. Βῆσος, Μνῆσος, Ῥῆσος, Κτῆσος, Θῆσος, Δρῆσος, Κῆσος ὄνομα ποταμοῦ.
Τὰ εἰς σος θηλυκὰ δισύλλαβα τῷ ω παραληγόμενα ὀξύνεται, κρωσός ἡ ὑδρία, Κνωσός «οἳ Κνωσόν τʼ εἶχον» διʼ ἑνὸς σ, Τρύφων δὲ διὰ δύο. Ῥωσός πόλις Κιλικίας. τὸ μέντοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται, καὶ τὸ Κρῶσος ὁμοίως ἀρσενικόν.
Τὰ εἰς σος δισύλλαβα ἀρσενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται, Ἶσος τὸ κύριον, Κῖσος, Κρῖσος τὸ κύριον, Πῖσος τὸ κύριον, ἀφʼ οὗ καὶ Πῖσα ἡ πόλις. Νῖσος ὁ Πανδίονος, ἀφʼ οὗ Νίσαια. Νῦσος ποταμός, Τρῦσος ποταμός, κῦσος. τὸ δὲ Λισός πολίχνιον Κρήτης ὀξύνεται καὶ τὸ Βρυσός ὁ λιμὴν καὶ τὸ Μυσός ἐθνικὸν καὶ τὸ τρυσός, ῥυσός ἐπίθετα καὶ τὸ χρυσός μόνον εἰς υσος δισύλλαβον προσηγορικόν.
Τὰ εἰς σος δισύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη ἢ ἐπὶ πόλεως κεῖται. Παισός πόλις κατὰ τὴν Τρῳάδα. Ὅμηρος «ὅς ῥʼ ἐνὶ Παισῷ ναῖε πολυκτήμων», ἐν ἑτέροις δὲ «δῆμον Ἀπαισοῦ». Παισὸς δὲ εἴρηται παρὰ τὸ τὴν Ἀργὼ προσορμίζουσαν ἐκεῖσε παῖσαι καὶ προσεγγίσαι. Παισός καὶ ἐν πλεονασμῷ τοῦ α Ἀπαισός ὥσπερ Ἄταρνα πόλις καὶ Τάρνα. Ὅμηρος «ὃς ἐκ Τάρνης ἐριβώλακος». ἔστι καὶ Δαυνίας πόλις Παισός κατʼ Ἀργύριππα. Λουσός καὶ Λουσοί πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς μανίας. λέγεται δὲ καὶ Λοῦσα οὐδετέρως. Πραισός πόλις. Μαυσός κώμη Κορίνθου. Θεόπομπος τριακοστῷ δευτέρῳ. καὶ τὰ ἐπιθετικὰ δέ, βλαισός, Βραισός ἔθνος Μακεδονίας. Τραυσός πλησίον Κελτοῖς ἔθνος, οὓς οἱ Ἕλληνες Ἀγαθύρσους ὀνομάζουσι. τὸ μέντοι Ναῖσος βαρύνεται καὶ τὸ Βλαῖσος κύριον καὶ τὸ Κροῖσος καὶ Βροῦσος Ἠμαθίου παῖς καὶ τὸ ἔθνος Μακεδονίας ὁμοφώνως. τινὲς δὲ γράφουσι διὰ τοῦ υ, καὶ τὸ γαῖσος προσηγορικὸν εἶδος δόρατος ὄν.
Τὰ εἰς σος δισύλλαβα ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται· εἰ δέ τι εὑρέθη ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλους συλλαβῇ ἔχον ι ἢ α. καὶ βαρύνεται μὲν ταῦτα, κόρσος ὁ κρόταφος, μόλσος ὁ δήμιος καὶ τὸ σέλινον, μόρσος, χέρσος, θύρσος, μύρσος, Μέλσος. σεσημείωται πυρσός ὀξυνόμενον, τὸ κιρσός καὶ ὀρσός καὶ Κορσός τὸ ἔθνος καὶ Μαρσός ἔθνος Ἰταλικὸν καὶ τὸ ταρσός τὸ προσηγορικὸν καὶ πόλις Κιλικίας. Ταύτην δὲ διὰ τοῦ ε ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. οἱ δέ φασιν Τερσὸν τὰ πρῶτα διὰ τοῦ ε στοιχείου ὀνομασθῆναι τὴν πόλιν διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὅ ἐστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδρος δὲ ὁ πολυίστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαι καὶ Βελλεροφόντην ἐν τῷ Ἀληΐῳ πεδίῳ πλανηθῆναι. Ἐρατοσθένης δέ φησιν τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς Ἰώσηπος ἐν ἀρχαιολογίᾳ. ἔστι δὲ καὶ Ταρσός ἄλλη τῆς Βιθυνίας, ἣν Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Τάρσειαν διὰ τῆς ει διφθόγγου οἶδεν. Τὰ δὲ ὑπερδισύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ α ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, Βάγαρσος, Μάγαρσος πόλις Κιλικίας. Μαίμαρσος πόλις Ἴστρων. Μόκαρσος Θρᾴκης χωρίον. Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. Τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρσος εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. ἔστι δὲ ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ ἀπʼ Ἀγαθύρσου τοῦ Ἡρακλέους ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. λέγονται καὶ Ἀγαθύρσιοι. καὶ τὸ Πέτορσος Λιβύης ἔθνος μέγα καὶ πολυάνθρωπον, Ἄορσος ἔθνος Σκυθικόν, περὶ οὗ Στράβων ἑνδεκάτῃ. τὸ δὲ Σολογορσός πόλις Ἀρκαδίας ὀξύνεται.
Τὰ εἰς σος δισύλλαβα ἔχοντα καὶ ἕτερον σ κλιτικὸν ἐν τῇ πρὸ τέλους συλλαβῇ μὴ κατὰ πάθος ὀξύνεται, Βεσσός τὸ ἐθνικόν, Θυσσός, Ἀσσός πόλις Λυδίας. δευτέρᾳ πόλις Αἰολίδος κατὰ τὸν Ἑλλήσποντον ἢ Κεκρόπειον. Ἀλέξανδρος δʼ ὁ Κορνήλιος ἐν τῷ περὶ τῶν παρʼ Ἀλκμᾶνι τοπικῶς ἱστορουμένων Μιτυληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἀσσόν, ὅπου ὁ σαρκοφάγος γίνεται λίθος. ἔστι καὶ λειμὼν ἐν τῷ Κιλβιανῷ πεδίῳ τῆς Λυδίας περὶ τὸν Κάϋστρον ποταμόν. ἔστι καὶ ἑτέρα πόλις ἐν Ἠπείρῳ μικρά. Ἠσσός πόλις Λοκρίδος. Ψησσός ἔθνος τῆς Ταυρινίας. Ἀπολλόδωρος ἐν δευτέρῳ περὶ γῆς «ἔπειτα δʼ Ἑρμώνασσα καὶ Κῆπος πόλις, τρίτον δὲ τὸ Ψησσῶν ἔθνος». Τνυσσός πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Βυσσός τὸ ἐθνικὸν καὶ ἡ νῆσος καὶ βυσσός ὁ βυθός, πεσσός. Ἰσσός πόλις μεταξὺ Συρίας καὶ Κιλικίας. δισσός, τρισσός, λισσός, κισσός. τὸ δὲ Κίσσος τὸ κύριον βαρύνεται. ὡσαύτως καὶ τὸ βύσσος τὸ θηλυκὸν προσηγορικὸν ἀφʼ οὗ καὶ βύσσινον, καὶ Νέσσος ἐπὶ τοῦ Κενταύρου καὶ Λίσσος πόλις Ἰλλυρίας· τὸ γὰρ γλωσσός ὁ λάλος παρὰ τὸ γλῶσσα γέγονε παρωνύμως. τὸ δὲ κάσσος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεονασμὸν τοῦ σ. ἔστι δὲ εἶδος ἱματίου οὕτω καλουμένου. ὡσαύτως καὶ μέσσος καὶ τόσσος. τὸ δὲ ὄσσος—λέγεται δὲ καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ ὁ ὄσσος καὶ τὸ ὄσσος—βαρύνεται οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα καὶ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὴ τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄρρος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος. εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ κομμός. θαυμαστὸν δὲ οὐδὲν εἴπερ τὰ εἰς ος λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἓν ἔχειν τὸ σ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ νόσος καὶ δρόσος. τὸ γὰρ κροσσός οὐκ οἶδα σύνηθες Ἕλλησιν, τὸ δὲ νοσσός ἐκ τοῦ νεοσσός.
Τὰ εἰς σος ὑπερδισύλλαβα ἔχοντα τὸ α συνεσταλμένον, ἑνὸς ὄντος τοῦ σ, προπαροξύνεται, κόμπασος, Ἅρπασος ποταμὸς Καρίας, Δάμασος, βαύνασος τὸ καὶ βάναυσος, θίασος, Ἴασος πόλις Καρίας ἐν ὁμωνύμῳ νήσῳ κειμένη, ἡ καὶ ὀξυτόνως λεγομένη, Ἴασος δὲ καὶ τὸ Ἄργος ἀπὸ Ἰάσου τοῦ κατʼ ἐνίους πατρὸς Ἰοῦς. Ἴμβρασος ποταμὸς καὶ ἀπʼ αὐτοῦ ἡ Σάμος, Τράγασος, ἀφʼ οὗ Τραγασαί χωρίον ἐν ἠπείρῳ, Καύκασος τὸ ὄρος τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν μέγιστον, λέγεται καὶ Καύκασις διὰ τοῦ ι, Βάργασος, ὁ υἱὸς Βάργης καὶ Ἡρακλέους, ἀφʼ οὗ Βάργασα πόλις Καρίας, Μύλασος υἱὸς Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου, ἀφʼ οὗ Μύλασα πόλις Καρίας. λέγεται καὶ ἡ πόλις Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Νάκρασος πόλις καὶ δῆμος Καρίας. Ἀπολλώνιος δεκάτῳ Καρικῶν. Πρόγασος. Πύρασος πόλις Φθίας. κέκληται δὲ διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον. Πήδασος πόλις ὑπὲρ τὴν Ἴδην. Τάμασος πόλις Κύπρου. ἐντεῦθέν τινες γράφουσιν» «εἰς Τάμασον μετὰ χαλκόν». ἀπιθάνως. Πάρρασος εἷς τῶν Λυκάονος παίδων. Ἔρασος. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουσιν. τὸ μέντοι Ἐγγυασός ἐκτεταμένον ἔχον τὸ α ὀξύνεται καὶ τὸ Παρνασσός δύο σσ ἔχον. ἔστι δὲ ὄρος Δελφῶν. ἐκαλεῖτο δὲ πρότερον Λαρνασσός διὰ τὸ τὴν Δευκαλίωνος λάρνακα αὐτόθι προσενεχθῆναι. ἔνιοι δέ φασιν ἀπὸ Παρνασσοῦ Παρνασσὸν τοὔνομα λαβεῖν, ὃν καὶ μαντεύσασθαι Πυθοῖ πρῶτον, ὡς Ἀλεξανδρίδης φησὶν ἐν πρώτῳ περὶ τοῦ ἐν Δελφοῖς χρηστηρίου. ὡσαύτως καὶ Ὑγασσός πόλις Καρίας, Βυβασσός πόλις Καρίας ἀπὸ Βυβασσοῦ νομέως περισώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα Ποδαλείριον. λέγεται καὶ Βούβαστος. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔφορος δὲ Βύβαστόν φησι. Κρυασσός πόλις Καρίας ἀπὸ Κρυασσοῦ τοῦ Κάρητος. Σαγαλασσός πόλις Πισιδίας. λέγεται καὶ Σελγησσός. Ἁλικαρνασσός πόλις Καρίας, ἣν Ἄνθης, φασίν, ὠνόμασεν ἀπὸ τοῦ ἁλὶ περιέχεσθαι τὴν Καρίαν. αὐτὸς δὲ ὁ Ἄνθης ἐκ Τροιζῆνος μετῴκησε λαβὼν τὴν Δύμαιναν φυλήν, ὡς Καλλίμαχος. ἢ ἀπὸ τοῦ νάσασθαι αὐτὸν ἀπὸ Τροιζῆνος, ὡς Ἀπολλόδωρος. Συασσός κώμη Φρυγίας. Ἀμαμασσός πόλις Κύπρου. Καβασσός πόλις ἐν Καππαδοκίᾳ ἡ καὶ Καβησσός. Κυβασσός πόλις Καρίας. Πρινασσός πόλις Καρίας. Ῥυτιασσός.
Τὰ εἰς σος ὑπερδισύλλαβα ἁπλῷ τῷ ε παραληγόμενα σπάνια ἓν σ ἔχοντα προπαροξύνεται, Ἔφεσος πόλις Ἰωνίας ἐπιφανεστάτη καὶ λιμὴν ἐν κόλπῳ. Ἡρόδοτος δὲ Λυδίας αὐτήν φησιν. ἐκλήθη δὲ ἀπὸ μιᾶς τῶν Ἀμαζόνων, ἣν καὶ βασίλισσαν καὶ πρόπολον Ἀρτέμιδος εἶναί φασιν. ἔστι καὶ Ἔφεσος νῆσος ἐν τῷ Νείλῳ καὶ Χίος καὶ Λέσβος καὶ Κύπρος καὶ Σάμος καὶ ἄλλαι, ὡς Ἑκαταῖος. Ἔρεσος πόλις Λέσβου ἀπὸ Ἐρέσου τοῦ Μάκαρος. τὸ μέντοι Θυεσσός πόλις Λυδίας ἀπὸ Θυεσσοῦ καπήλου—ἔστι καὶ Πισιδίας—δύο σσ ἔχον ὀξύνεται.
Τὰ εἰς σος ὑπερδισύλλαβα τῷ η παραληγόμενα ἕτερον ἔχοντα σ ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη. τὰ δὲ ἓν ἀναδεξάμενα σ βαρύνεται, σπάνια δέ ἐστι, χωρὶς εἰ μὴ ἔννοιαν συνθέσεως ἔχοι. Ταρτησσός πόλις Ἰβηρίας ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρους ῥέοντος. Λυρνησσός πόλις Τρωϊκή. Λυκαβησσός. Μυκαλησσός πόλις ἐν μεσογείᾳ Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ … . ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. Τευμησσός ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ «εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην». ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δʼ οὕτως, ὡς Ἀντίμαχος πρώτῳ Θηβαΐδος. οὕνεκά οἱ Κρονίδης, ὅστε μέγα πᾶσιν ἀνάσσει, ἄντρον ἐνὶ σκηνῇ τευμήσατο, τόφρα κεν εἴη Φοίνικος κούρη κεκυθμένα, ὄφρα ἑ μή τις μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ. Ἐδεβησσός πόλις Λυκίας, Ἐρβησσός πόλις Σικελίας. Ὀρδησσός, Ὀδησσός πόλις ἐν πόντῳ πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δʼ ὄρος μέγα τὴν Ὀδησσόν φησιν. Σαλμυδησσός κόλπος τοῦ Πόντου. Ἀγησσός πόλις Θρᾴκης ὡς Θεόπομπος ἐν τεσσαρακοστῇ ἑβδόμῃ. Ἀκαλησσός πόλις Λυκίας, Ἀσσησσός πόλις Μιλησίας γῆς. Θεόπομπος Φιλιππικῶν εἰκοστῇ τετάρτῃ. Καρδαμυλησσός κώμη. Καρδησσός πόλις Σκυθίας. Ἑκαταῖος Εὐρώπῃ. Κορησσός πόλις τῆς Ἐφεσίας ... διὰ τὸ τὴν Λητὼ τεκοῦσαν καὶ τὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. Μερμησσός πόλις Τρωϊκή. Σαρδησσός πόλις Κιλικίας. Σινδησσός πόλις Καρίας. Τεγησσός πόλις Κύπρου, Τερμησσός πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας λεγομένη μικρά, ὡς ἡ προτέρα μείζων. Τυλησσός ὄρος Ἰταλίας. Τυμνησσός πόλις Καρίας ἀπὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος «Καβησσόθεν ἔνδον ἐόντα». Ἑκαταῖος δʼ ὁ Μιλήσιος πόλιν εἶναί φησιν ὑπερβάντι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ δὲ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Κάρησος καὶ Βρίλησος διʼ ἑνὸς σ γραφόμενα βαρύνεται. τὸ δὲ Κάρησος Τυραννίων ὀξύνει· οὕτω γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει· οὐ γὰρ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους τὸ Γλισᾶς μὴ περισπᾶν τῆς συνηθείας περισπώσης. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως. οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα σ, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως. τὸ δὲ Μυόννησος πόλις μεταξὺ Τέω καὶ Λεβέδου. Ἑκαταῖος Ἀσίᾳ. Ἀρτεμίδωρος δὲ χωρίον αὐτήν φησι. Χερρόνησος πόλις ἐν τῇ κατὰ Κνίδον χερρονήσῳ κατὰ Τριόπιον. ἔστι βʹ πόλις ἐν τῇ Θρᾴκῃ Χερρόνησος, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ «ἐν δὲ αὐτοῖσι πόλις Χερσόνησος ἐν τῷ ἰσθμῷ τῆς χερσονήσου». ἔστι καὶ γʹ πόλις τῆς Ταυρικῆς. Ἡρόδοτος τετάρτῃ … «νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι Χερσονήσου τῆς τρηχείης καλεομένης». δʹ Χερρόνησος κατὰ Κρήτην νῆσον ἔχουσα πολισμάτιον ὁμώνυμον. Ξενίων ἐν τῷ περὶ αὐτῆς «κατὰ δὲ τὴν αὐτὴν πλευρὰν καὶ Χερρόνησος κεῖται πρὸς τῇ θαλάσσῃ μεταξὺ τῆς τε Κνωσοῦ καὶ τῆς Ὀλοῦντος». ἔστιν εʹ πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ «ἔχεται χερρόνησος ὄνομα Χέρρουρα». ϛʹ Χερρόνησος ἡ πρὸς τῇ Κορίνθῳ. ἔστι καὶ ἄλλη ἄκρα Χερρόνησος ἐν Λυκίᾳ· καὶ ἄλλη πρὸς τὴν Κορωνιτῶν πόλιν. Προκόννησος μία τῶν Σποράδων ἐν τῇ Προποντίδι, Ἐλαφόνησος μία τῶν Σποράδων νήσων ἔχουσα πόλιν ὁμώνυμον. Ἁλόννησος, Ἀλωπεκόννησος πόλις τῆς Ἑλλησποντίας χερρονήσου κατὰ χρησμὸν κτισθεῖσα κελεύσαντα, ἔνθα ἂν σκύλακας ἴδωσιν ἀλώπεκος, ἐκεῖ πόλιν οἰκίσαι. Ἀρκόνησος νῆσος Καρίας. Ἀπολλώνιος ἑβδόμῃ Καρικῶν. Ἀρκτόνησος. οὕτως ἡ Κύζικος ἐκαλεῖτο. Ἀρτύμνησος, πόλις Λυκίας, ἄποικος Ξανθίων. Μενεκράτης ἐν πρώτῃ τῶν Λυκιακῶν. Δημόνησος περὶ Χαλκηδόνα νῆσος ἀπὸ Δημονήσου τινός. Ἱππόνησος πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ. Ἑκατόννησος. οὕτως περὶ τὴν Λέσβου νησία κʹ, ὡς Στράβων, παρὰ τὸν Ἕκατον τὸν Ἀπόλλωνα. τιμᾶται γὰρ διαφόρως ἐν τοῖς τόποις, Σμινθεύς, Κιλλαῖος, Γρυνεύς. Κορακόννησος ... Ἀλέξανδρος τρίτῳ Λιβυκῶν. καὶ ἔτι τὸ Πελοπόννησος σύνθετα.
Τὰ εἰς σσος ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους ι εἰς σ καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται, κυπάρισσος καὶ τὸ φυτὸν καὶ ὁ ἥρως καὶ ἡ πόλις. Ὅμηρος «οἱ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν» ἀπὸ Κυπαρίσσου τοῦ Μινυοῦ, οἱ δὲ ὡς Δίδυμος ἀπὸ πλήθους τῶν αὐτόθι κυπαρίσσων, ἣν Κυπαρισσοῦντά τινες καὶ Ἀπολλωνιάδα φασί. νάρκισσος καὶ τὸ φυτὸν καὶ τὸ κύριον. Μέλισσος. Μύρμισσος πόλις περὶ Λάμψακον, ὡς Πολέμων. Βόλισσος πόλις Αἰολικὴ ἐπʼ ἄκρου Χίου πλησίον. Θουκυδίδης Βολίσκον αὐτὴν καλεῖ ἐν ὀγδόῃ … . Ἀνδροτίων δὲ διʼ ἑνὸς σ γράφει. καί φασιν ὅτι Ὅμηρος ἐν τούτῳ τῷ πολισματίῳ τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος. Ἀρχέμισσος ὄνομα ποταμοῦ. Τριπόλισσος ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τριπολισσίους καλεῖ Ῥιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ. Βαρβάλισσος φρούριον τῆς ἕω περιτετειχισμένον, Θέμισσος πόλις Καρίας, ἣν ἔκτισε Δάδας, ἀπὸ Θεμίσσου παιδός, ὃν λύκοι διεχρήσαντο. Μούκισσος πόλις Καππαδοκίας. Μύγισσος πόλις Καρίας. Ἑκαταῖος τετάρτῃ γενεαλογιῶν. Παροπάνισσος πόλις καὶ ὄρος Ἰνδικῆς, ἀφʼ οὗ Παροπανισσάδαι οἱ οἰκοῦντες. Ἀπολλόδωρος δὲ ἐν δευτέρῳ περὶ γῆς ἀπʼ αὐτῶν φησι τὸ ὄρος κεκλῆσθαι. βούλονται δέ τινες Παρπάνισον προπαροξυτόνως λέγεσθαι τὸ ὄρος. πολλοὶ δὲ καὶ ὀξύνουσι καὶ διὰ τοῦ μ γράφουσι Παρπαμισόν. Στράβων δὲ Παροπαμισόν γράφει πεντεσυλλάβως. Ὕδισσος πόλις Καρίας ἀπὸ Ὑδίσσου παιδὸς Βελλεροφόντου καὶ Ἀστερίας θυγατρὸς Ὑδέου, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Πεδνήλισσος πόλις Πισιδίας. τὸ μέντοι περισσός τριγενές. σεσημείωται τὸ Τελμισσός πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα.
Τὰ εἰς σος ὑπερδισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ι ἐκτεταμένον λήγουσαν ὀξύνεται. εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ, Κηφισός, Ἰλισός ποταμὸς τῆς Ἀττικῆς, ἐν ᾧ τιμῶνται αἱ Μοῦσαι Ἰλισίδες, ὡς Ἀπολλόδωρος. Κεδρισός, Ἀμισός πόλις ἐν Πόντῳ. λέγεται καὶ ἀρσενικῶς. Ἀμνισός ποταμὸς Κρήτης. τὸ δὲ Ἄρνισος Ἄρνισα, Λάρισος Λάρισα ἀπὸ θηλυκῶν, ὡσαύτως καὶ Μήρισος, Μάρισος ὁ ποταμός, Πάμισος, Κρίμισος ὁ ποταμὸς Σικελίας, Μόρμισος ὁ ποταμός, Νάϊσος, ὕρισος βαρύνονται.
Τὰ εἰς σος ὑπερδισύλλαβα τῷ ο παραληγόμενα ἐν διπλασιασμῷ τοῦ σ ὀξύνεται, νεοσσός, κολοσσός, Μολοσσός ὄνομα ἔθνους.
Τὰ εἰς δύο σσ παραληγόμενα τῷ υ προπαροξύνεται, Γένυσσος ὄνομα ποταμοῦ. Ἄμφρυσσος πόλις Φωκίδος. καὶ διʼ ἑνὸς σ ἐκφέρεται. τινὲς δὲ διὰ τοῦ β φασί. ἔστι καὶ ποταμὸς Μαγνησίας. Ἴνυσσος πόλις Αἰγύπτου προσεχὴς τῷ Κασίῳ ὄρει. Ἡρόδοτος. ὡσαύτως καὶ τὰ διʼ ἑνὸς σ ἐκφερόμενα προπαροξύνεται, μέθυσος, γόγγυσος, Διόνυσος, Ὄνυσος ὁ ποταμός. ἄφυσος, ἄρυσος ἀγγεῖον πλεκτὸν σπυριδῶδες. Ἰάλυσος ἥρως καὶ πόλις ἐν Ῥόδῳ καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ. Ἀμφίλυσος ποταμὸς Σάμου. Εὐφορίων Ἀρτεμιδώρῳ «δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον».
Τὰ εἰς σσος ὑπὲρ δύο συλλαβὰς τῷ ω παραληγόμενα ὀξύνεται, Κερωσσός πόλις Ἀπολλωνιάδος. Βηρωσσός, Κεδρωσσός ἔθνος πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης, οὓς καὶ Γεδρωσίους καλοῦσιν. τὸ δὲ ἅλωσος ἓν σ ἔχει· γέγονε δὲ παρὰ τὸν ἁλώσω μέλλοντα.
Τὰ διὰ τοῦ αισος ὑπερδισύλλαβα σπάνια ὄντα βαρύνεται, Ἅλαισος, κάβαισος ὁ ἄπληστος. Γάλαισος ὄνομα ποταμοῦ. τὸ μέντοι Παραισός ὀξύνεται· ἐγένετο δὲ ὁ Παραισὸς Μίνῳ συγγενής, ἀφʼ οὑ ἡ πόλις ἡ Παραισός ὁμοτόνως τῷ οἰκιστῇ. καὶ Πριαισός πόλις Κρήτης. τὸ δὲ Ἀπαισός ἠκολούθησε τῷ «ὅς ῥʼ ἐνὶ Παισῷ».
Τὰ διὰ τοῦ αυσος σπάνια ὄντα προπαροξύνεται βάναυσος ὃ καὶ βαύνασος, Νέμαυσος πόλις Γαλλίας ἀπὸ Νεμαύσου Ἡρακλείδου.
Τὸ Παράδεισος πόλις Συρίας μόνον διὰ τοῦ εισος προπαροξύνεται.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα τῇ ου ἢ οι ἢ αι διφθόγγῳ, μὴ τῇ ει, ἀρσενικὰ ὄντα μὴ ἐπιθετικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος σημαίνοι, πλοῦτος, οἶτος, Κλοῖτος, Προῖτος, γοῖτος ὁ ῥύπος, κοῖτος, μοῖτος, φοῖτος, Λαῖτος, βροῦτος. τὸ δὲ Κλειτός ἔχει τὴν ει. καὶ τὸ γλουτός σώματος μέρος δηλοῖ. καὶ τὸ Βοῦτος θηλυκὸν κώμη Αἰγύπτου—ἐκαλεῖτο δὲ καὶ Βουτώ, ἔστι καὶ ἑτέρα Γεδρωσίας. καὶ τὸ Παιτός ἐθνικὸν ὡς καὶ τὸ Ῥαιτός. ἔστι δὲ Τυρρηνικὸν ἔθνος.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα ἑνὶ τῶν φύσει μακρῶν κύρια ὄντα βαρύνεται, Κλῆτος ὄνομα ποταμοῦ. Δῶτος ὁ Πελασγοῦ, ἀφʼ οὗ τὸ Δώτιον πεδίον. ἔστι καὶ ὄνομα αὐλητοῦ. Πρῶτος. Ὦτος ὄνομα κύριον καὶ τὸ ὄρνεον, ᾧ ὁμοίως καὶ τὸ νῶτος ἐπὶ τῆς ψόας. καὶ γὰρ τούτου ἡ χρῆσις, καὶ τὸ μὲν οὐδέτερον πολὺ τὸ νῶτον, ἤδη δὲ καὶ τὸ ἀρσενικόν. ἱστορεῖται δὲ παρὰ Ξενοφῶντι καὶ Ἐφόρῳ. τὸ μέντοι λωτός οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ η ἢ τῷ ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο, ῥητός, νητός, κμητός, τρητός, οἷς ὅμοιον καὶ τὸ Σητοί ἔθνος καὶ πόλις Βιθυνίας, πλωτός, ἔνθεν «πλωτῇ ἐνὶ νήσῳ», στρωτός, γνωτός, πτωτός, βρωτός, τρωτός, πρωτός ὁ πεπρωμένος, ὅθεν καὶ ἐτόλμησάν τινες ἀναγινώσκειν «ἐπὴν τὰ πρωτὰ γένηται», ἵνʼ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. πρῶτος δὲ ἐπὶ ἀριθμοῦ. ἰστέον δὲ ὅτι κανόνες κατέσχον τέσσαρες τὴν βαρεῖαν τάσιν· ὡς γὰρ παρὰ τὴν ἐξ γίνεται ἐξώτερος, οὕτως καὶ παρὰ τὴν πρό γέγονε πρότερος συγκριτικὸν καὶ πρότατος ὑπερθετικὸν καὶ ἀποβολῇ τοῦ τ πρόατος καὶ κράσει τοῦ οα εἰς ω πρῶτος· βαρύνεται δὲ ἴσως καὶ ὥσπερ ἐπιμεριζόμενον, μία δὲ ἡ τάσις τῶν ἐπιμεριζομένων ἡ βαρεῖα, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ πρωτός βαρύνεται. ἔτι δὲ βαρύνεται, ἐπειδὴ τὰ εἰς ος τακτικὰ βαρύνεται, ὑπεσταλμένων τῶν εἰς στος, ἕβδομος, ὄγδοος, ἔννατος, δέκατος.
Τὰ εἰς τος διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπὶ ἀθροίσματος ἢ κύριά εἰσιν ἀπὸ ἐπιθετικῶν ἢ ἔχει ἀντέμφασιν, βάτος, λάτος, βρότος τὸ αἷμα, βροτός δὲ ὁ φθαρτός τὸ τριγενές, πότος τὸ συμπόσιον, ποτός δὲ τὸ πινόμενον, πάτος ἡ ἀναστροφή, Στράτος τὸ μὴ ἐπὶ τοῦ ἀθροίσματος, ἔστι δὲ πόλις Ἀκαρνανίας, στρατός δὲ τὸ σύναγμα, κρότος, κότος, μίτος, νότος, σκότος. τὸ δὲ Κριτός καὶ Κλιτός ὀξύνεται.
Τὰ εἰς τος διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται, βατός, φατός, θετός, δετός, ἐτός ὁ ἀληθής ἀπὸ τοῦ εἰμί, ὃ δηλοῖ τὸ ὑπάρχω. πλυτός. τὸ δὲ τρίτος ἐπὶ ἀριθμοῦ.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα ι μακρῷ βαρύνεται, σῖτος— ὥσπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργαστής καὶ ἀποβολῇ τοῦ σ ἐργάτης βαρυνόμενον καὶ ἀπὸ τοῦ δεσποστής δεσπότης, οἰστός οἶτος, οὕτω καὶ παρὰ τὸ σέσεισται σειστός ἀποβολῇ τοῦ σ καὶ ε σῖτος—Τρῖτος ὁ ποταμός, ῥῖτος φρέαρ, τὸ μέντοι λιτός τριγενές.
Τὰ εἰς τος δισύλλαβα παραληγόμενα τῷ υ προσηγορικὰ ὀξύνεται, βρυτός ὁ βρύων, χυτός, ῥυτός, λυτός, κλυτός, πλυτός, τρυτός. τὸ δὲ Βύτος κύριον βαρύνεται.
Τὰ εἰς τος δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν ἢ καθʼ ὅλου εἰς ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκόν, φόρτος, χόρτος, μύρτος καὶ Μύρτος ἡ πόλις, ἄρτος, μίλτος, δέλτος, κίρτος· παρὰ Σιμωνίδῃ ἡ χρῆσις. Τοῦρτος· οὕτως καλεῖ Ἀρτεμίδωρος τοὺς οἰκήτορας τῆς Τουρδητανίας. Ἄλτος χωρίον πλησίον Θεσσαλονίκης. Πάλτος πόλις Συρίας. Ἀρτεμίδωρος. πόντος καὶ ἰδικῶς ὁ Εὔξεινος. Κύρτος πόλις Αἰγύπτου ἐν τῷ μεσογείῳ. καὶ κύρτος εἶδος δικτύου. σεσημείωται κοντός καὶ παλτός ὀξυνόμενα. τὸ δὲ σπαρτός, κυρτός, καρτός, θικτός ὀξύνονται ὡς θηλυκὰ ἔχοντα. ὀξύνεται δὲ καὶ Κυρτός τὸ ἐθνικὸν ὡς καὶ Σιντός ἔθνος Θρᾳκικόν, οἳ καὶ Σίντιες καὶ Σίντιοι ἐκαλοῦντο, καὶ Κελτός, οὓς Κέλτας Στράβων φησί. καὶ τὸ Σπαρτός—υἱὸς Ἀμύκλαντος τοῦ Λέλεγος καὶ Σπαρτοί οἱ μετὰ Κάδμου—κύριον ὀξύνεται.
Τὰ εἰς στος δισύλλαβα μονογενῆ ὀξύνεται, εἰ μὴ ἡ πρὸ τέλους συλλαβὴ ἔχοι τι τῶν φύσει βραχέων, ἱστός, ἔστι καὶ νῆσος Λιβύης. Σηστός πόλις πρὸς τῇ Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρʼ Ἐφόρῳ· οἱ δὲ Ἀθηναῖοι «ἐν τῇ Σηστῷ» φασιν. παστός, μαστός, ξυστός. Κραστός πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. Γραστός παῖς Μυγδόνος, ἀφʼ οὗ Γρηστωνία χώρα Θρᾴκης. Φαιστός πόλις Κρήτης «ἐς Φαιστόν, μικρὸς δὲ λίθος». ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη. τὸ δὲ Φαῖστος ἐπὶ τοῦ ἥρωος βαρύνεται «Ἰδομενεὺς δʼ ἄρα Φαῖστον». σεσημείωται τὸ Δύστος πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδʹ «ἀποστήσας δὲ τοὺς ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων ἐστράτευσεν ἐπὶ πόλιν Δύστον». καὶ Κάστος καὶ Νάστος πόλις Θρᾴκης, ἣ καὶ Νέστος λέγεται· Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς· βαρύτονα. τὸ δὲ Νέστος πατὴρ Καλλιρρόης καὶ πόλις καὶ ποταμὸς Ἰλλυρίας καὶ κόστος καὶ νόστος βραχεῖ παραλήγουσι.
Τὰ εἰς τος δισύλλαβα ἔχοντα πρὸ τοῦ τ σ, εἰ παρασχηματίζοιτο εἰς διάφορα γένη, ὀξύνεσθαι θέλει, εἰ μὴ ὑπερθετικὰ εἴη ἢ ἐκ πλειόνων συλλαβῶν εἰς δισυλλαβίαν μεταστῇ, πιστός, ξυστός, ἀστός, μεστός, κεστός. τὸ δὲ πλεῖστος, λῷστος, ῥᾷστος ὑπερθετικὰ ὄντα βαρύνεται. καὶ τὸ Πλεῖστος ποταμὸς ἐν Δελφοῖς βαρύνεται «πολλὰ δὲ Κωρύκιαι νύμφαι Πλείστοιο θύγατρες». Ἀπολλώνιος. τινὲς δὲ ἀναγινώσκουσι προπερισπωμένως ἐπὶ τῆς γενικῆς, ἐπειδὴ καὶ ὑπὸ τῶν ἐγχωρίων λέγεται Πλειστός ὀξυτόνως, οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. καὶ τὸ δύστος ὁ δύστηνος καὶ πόστος ἐκ τοῦ πόσατος γέγονεν.
Τὰ εἰς τος ῥηματικὰ μὴ ὄντα ἀριθμητικά, πρὸ τοῦ τ τὸ κ ἢ τὸ π ἔχοντα ὀξύνεται, πλεκτός, ἑλκτός, πνικτός, θελκτός. τὸ δὲ οἶκτος βαρύνεται. οὐ γὰρ ῥηματικόν. —ἄλλως τε φιλεῖ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει— καὶ τὸ ἄρκτος καὶ πέκτος ὁ πόκος καὶ τὸ κάκτος. καὶ Λύκτος πόλις Κρήτης ἀπὸ Λύκτου τοῦ Λυκάονος· ἔνιοι δὲ Λύττον αὐτήν φασιν διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. καὶ Ῥάπτος ποταμὸς Αἰθιοπίας. τὸ δὲ πέμπτος ἕκτος τὰ ἐπὶ ἀριθμοῦ βαρύνεται. τὸ μέντοι πεμπτός ὀξύνεται τὸ ἐπιθετικὸν καὶ τὸ ἑκτός ὁ ἐχόμενος, ἐκτός δὲ χωρὶς ἐπίρρημα.
Τὰ εἰς διπλοῦν ττ βαρύνεται, χωρὶς τῶν Ἀττικῶν, κόττος, λύττος, Βάττος, Βρέττος πόλις Τυρρηνῶν ἀπὸ Βρέττου τοῦ Ἡρακλέους καὶ Βαλητίας τῆς Βαλήτου, Σφῆττος παῖς Τροιζῆνος, τὸ δὲ Σφηττός δῆμος Ἀκαμαντίδος φυλῆς ὀξύνεται. τὰ δὲ Ἀττικὰ ὁμοτονεῖ τοῖς κοινοῖς, ἐξ ὧν γέγονε, κιττός, ὅτι κισσός, τριττός, ὅτι τρισσός.
Τὰ εἰς τατος ὑπερθετικὰ προπαροξύνεται, καὶ ὅσα εἰς στος ὑπερθετικά, λαμπρότατος, ὁσιώτατος, σεμνότατος, κάλλιστος, κύδιστος, ἄριστος. ὁμοίως καὶ τὸ πλατάνιστος ἀπὸ τοῦ πλάτανος.
Τὰ εἰς τος ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ παραληγόμενα τῷ α προπαροξύνεται, Ἔλατος, ἀφʼ οὗ Ἐλάτεια πόλις Φωκίδος, ὕπατος, ἔνατος, Εἴνατος πόλις Κρήτης, ὡς Ξενίων φησί. τινὲς δὲ ὄρος καὶ ποταμός, ἐν ᾧ τιμᾶσθαι τὴν Εἰλείθυιαν Εἰνατίην. θάνατος, Ἔρατος τὸ κύριον, ἐρατός ὁ ἐπιθυμητικός. ἄκατος, Ἀμήστρατος πόλις Σικελίας. Ἀπολλόδωρος τετάρτῃ χρονικῶν. Μυτισέρατος φρούριον Σικελίας. Φίλιστος δεκάτῃ. Μυτίστρατος πολίχνιον περὶ Καρχηδόνα. Πολύβιος πρώτῳ.
Τὰ διὰ τοῦ ατος παρηγμένα εἰ μὴ ῥηματικά εἰσιν ἀπὸ τῶν εἰς μι ληγόντων, ἢ ἀπὸ δευτέρας συζυγίας τῶν περισπωμένων προπαροξύνονται, μέσατος, πύματος, ὀγδόατος, τρίτατος, τέτρατος, νέατος. τὸ μέντοι ἐρατός, ἐλατός ὀξύνεται. ὡσαύτως δὲ ὀξύνεται καὶ τὰ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων μακρὸν ἔχοντα τὸ α, περατός, θεατός, φυρατός, ἰατός.
Τὰ εἰς ετος τρισύλλαβα ἔχοντα τὸ ε ἐν τῇ τρίτῃ ἀπὸ τέλους κύρια ὄντα καὶ προσηγορικὰ προπαροξύνεται, Νέπετος πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῃ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἔχετος, Δέρκετος, Μένετος τὸ κύριον, μενετός τὸ ἐπίθετον. τούτοις ἠκολούθησε καὶ τὸ ἔμετος ὡς ἔχον τὸ ε ὥσπερ τὰ ἄνω. σεσημείωται τὸ Ἐνετός ἔθνος Παφλαγονίας ὀξυνόμενον. Ὅμηρος «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων». τὰ δὲ ἔχοντα τὸ α ὁμοίως, ἄργετος, ἄφετος, ἄνετος, Αἴνετος, αἰνετός δὲ τὸ ἐπίθετον. Λάμπετος υἱὸς Ἴρου, πάγετος, ὅπερ ὀξύνει ἡ συνήθεια. ἔτι ὀξύνεται καὶ ἀετός καὶ αἰετός.
Τὰ διὰ τοῦ ετος τρισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται, εἰ μὴ παρωνύμως τετύπωται, νιφετός, ὑετός, κοπετός, πυρετός, τοκετός, συρφετός. τὸ μέντοι ἄσχετος, ἄσπετος, γνύπετος ὁ χαῦνος προπαροξύνεται.
Τὰ ὑπὲρ τρεῖς συλλαβὰς διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν ὥσπερ ἔχει τὸ ἀμαιμάκετος, περιμήκετος, ἀριδείκετος, ἐξαίρετος, παλινάγρετος, τηλύγετος, Ταΰγετος, ἀτρύγετος. τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. οὕτως οὖν καὶ τὸ ἀφυσγετός, εἴπερ οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν κατὰ τὸν Τυραννίωνα, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι.
Τὰ εἰς τος κύρια ἢ ἐπίθετα παραληγόμενα τῷ η μονογενῆ βαρύνονται, Ἄρητος, Λάμητος ποταμὸς πρὸς Κρότωνι, ἀφʼ οὗ Λαμητῖνοι πόλις. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Λάμητος ποταμός, ἐν δὲ Λαμητῖνοι». Μέλητος ὄνομα κύριον, βύνητος εἶδος ἱματίου παρʼ Αἰγυπτίοις. Μάσητος πόλις Ἀργείων, ἣ καὶ Μάσης. Μίλητος πόλις ἐπιφανὴς ἐν Καρίᾳ τῶν Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. Δίδυμος δʼ ἐν τοῖς συμποσιακοῖς φησιν, ὅτι πρῶτον Λελεγηίς ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων Λελέγων, εἶτα Πιτύουσα ἀπὸ τῶν ἐκεῖ πιτύων καὶ ὅτι ἐκεῖ πρῶτον πίτυς ἔφυ. οἱ γὰρ Μιλήσιοι ἐν τοῖς θεσμοφορίοις πίτυος κλάδον ὑπὸ τὴν στιβάδα ... καὶ ἐπὶ τὰ τῆς Δήμητρος ἱερὰ κλῶνον πίτυος τίθεσθαι ... διὰ τὸ ἀρχαῖον τῆς γενέσεως. μετὰ δὲ ταῦτα ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ ὠνομάσθη Ἀνακτορία. ἔστι δὲ καὶ Κρητικὴ πόλις Μίλητος. λέγεται δὲ καὶ τὴν Καλυψοῦς νῆσον Μίλητον κληθῆναί ποτε. Κόρητος. Κατάρητος ὁ ποταμός. Αἴνητος ὄνομα κύριον, τρύγητος ὁ καιρὸς μονογενῶς, τρυγητός δὲ τὸ τρυγώμενον. τοιοῦτον καὶ τὸ ἄμητος καὶ ἀμητός. τὸ δὲ ἑψητός, λαλητός ὀξύτονα καὶ ἐπιθετικά. καὶ τὸ ἀλαλητός ἀπὸ τοῦ λαλητός προσθέσει τοῦ α.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ η ἁπλᾶ τριγενῆ ὀξύνεται, δωρητός, ἀσκητός, κοσμητός, ἀγαπητός, ὠνητός, ποτητός, ἀρητός, μισητός, ᾧ ὁμοτονεῖ Μισητός πόλις Μακεδονίας, νοητός, παραρρητός, παραμυθητός. τὸ δὲ ἄρρητος, ἄκλητος, ἄκμητος σύνθετα προπαροξύνονται. οὕτως καὶ τὸ ἄητος ὁ ἀκατάπαυστος «θάρσος ἄητον ἔχουσα». ἔστι γὰρ σύνθετον, ὥς φησι Φιλόξενος, παρὰ τὸ ἐτός ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς οὐκ ἐτός ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον.
Τὰ εἰς ττος ὑπὲρ δύο συλλαβὰς τῷ η παραληγόμενα κύρια ὀξύνεται, Γαργηττός πόλις καὶ δῆμος Αἰγηΐδος φυλῆς, Ὑμηττός ὄρος τῆς Ἀττικῆς—τὸ υ μακρὸν καὶ βραχύ. Λυκαβηττός. Συπαληττός δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὑηττός κώμη Βοιωτίας. ὠνόμασται δʼ οὕτως διὰ τὸ καθύεσθαι σφοδροῖς ὄμβροις. τινὲς δὲ τὴν Ἀσπληδόνα Ὑηττόν ἐκάλεσαν.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ παραληγόμενα τῷ ι μὴ ὄντα ἐπιθετικὰ βαρύνονται, βάρβιτος, Νήριτος ἢ Νήριτον ὄρος, Λήϊτος, Φώκριτος, Ἄγχιτος, Ἀφρόδιτος. τὰ δὲ θηλυκὰ ὀξύνεται ἁμαξιτός· ἔστι καὶ πολίχνιον Τρῳάδος. Στράβων ιγʹ. ἀτραπιτός, Λυχνιτός ἡ λίμνη Ἰλλυρίας θηλυκῶς καὶ ἡ πόλις ἀρσενικῶς. τινὲς δὲ διὰ τοῦ δ γράφουσιν. τὸ δὲ θεριτός τὸ θεριζόμενον, θέριτος δὲ ὁ καιρός.
Τὰ εἰς τος τρισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ο καταλήγουσαν σπάνιά εἰσιν, ὀνοτός, Μολοτός ἔθνος τῆς Ἠπείρου καὶ τόπος, διʼ ἑνὸς τ καὶ Μολοττός, ὀμοτός. τὸ μέντοι ἄροτος καὶ βίοτος προπαροξύνεται.
Τὰ εἰς τος ὑπερδισύλλαβα παραληγόμενα υ βραχεῖ κύρια ὄντα βαρύνεται, Ἔρυτος, Ἄνυτος, Εὔρυτος Μελανέως πατήρ, Αἴπυτος, Ὄρνυτος, Μάδυτος πόλις Ἑλλησποντία. Ἑκαταῖος Εὐρώπῃ καὶ ἄλλοι. λέγεται καὶ Μάδυτα. Ὤκυτος. Ἄφυτος πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις, Ἄκυτος νῆσος περὶ Κυδωνίαν τῆς Κρήτης. πρόσκειται κύρια διὰ τὰ τριγενῆ ἁπλᾶ ὄντα, ἃ ὀξύνεται, φορυτός, πινυτός. τὸ δὲ ἄλυτος σύνθετον προπαροξύνεται. τὰ δὲ τρισύλλαβα ἐκτεταμένον τὸ υ ἔχοντα ὀξύνεται, Βηρυτός πόλις Φοινίκης, κωκυτός, Καρδυτός πόλις Σύρων μεγάλη, ὡς Ἑκαταῖος ἐν περιηγήσει Ἀσίας. βουλυτός, Κορδυτός πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. γωρυτός. Κολλυτός ὁ υἱὸς Διόμου. τὸ δὲ Σεβέννυτος πόλις Αἰγύπτου καὶ λιμὴν καὶ ποταμὸς προπαροξύνεται ὑπερβαῖνον τὴν τρισυλλαβίαν.
Τὰ εἰς τος τρισύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, πτερωτός, τορνωτός, χρυσωτός, αὐλωτός, κηρωτός, κροκωτός, Βοιωτός, ὃν γενέσθαι φασὶ Ἰτώνου τοῦ Ἀμφικτύονος τοῦ νεωτέρου τῶν Δευκαλίωνος καὶ Πύρρας παίδων. Νικόστρατος δέ φησιν, ὅτι Ποσειδῶνος καὶ Ἄρνης ἦν παῖς. Εὐφορίων ὄφρα κε μαντεύοιτο μεθʼ υἱάσι Βοιωτοῖο, τόν ῥα Ποσειδάωνι δαμασσαμένη τέκεν Ἄρνη, Βοιωτὸν δʼ ὀνόμηνε. τὸ γὰρ καλέσαντο νομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις. καὶ Εὐριπίδης «τὸν δʼ ἀμφὶ βοῦς ῥιφέντα Βοιωτὸν καλεῖν». τὸ ἐθνικὸν ὅμοιον Βοιωτός. Ἀποδωτός ἔθνος Αἰτωλίας. Θουκυδίδης τρίτῃ … «ἐπιχειρεῖν δʼ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς, ἔπειτα Ὀφιονεῦσιν». Ἀραχωτός ποταμὸς Ἰνδικῆς ῥέων ἀπὸ Καυκάσου, ὡς Φαβωρῖνος καὶ Στράβων ἑνδεκάτῃ. καὶ ἀπʼ αὐτοῦ Ἀραχωτοί πόλις Ἰνδικῆς. εἰσὶ καὶ ἄλλοι πλησίον Μασσαγετῶν ὡς Στράβων ἑνδεκάτῃ. διχῶς δὲ λεκτέον καὶ Ἀραχώτης καὶ Ἀραχωτός. Βουθρωτός νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. Θεσπρωτός ἔθνος, μυωτός εἶδος χιτῶνος, ἁλωτός. τὸ δὲ δορυάλωτος σύνθετον προπαροξύνεται. τὰ δὲ ἔχοντα ἐν τῇ πρώτῃ τὸ α στερητικὸν προπαροξύνεται, ἄγνωτος, ἄτρωτος, ἄπτωτος, ἄζωτος· ἔστι καὶ Ἄζωτος πόλις Παλαιστίνης. καὶ ἔτι τὰ σύνθετα, ἀνακίδωτος ἄνευ ἀκίδος, ἀπύργωτος, πολύγνωτος, ἀκηλίδωτος. σεσημείωται τὸ Ἄσβωτος πόλις Θεσσαλίας καὶ Μάσκωτος πόλις Λιβύης. Ἑκαταῖος περιηγήσεως βʹ.
Τὰ εἰς τος ὑπερδισύλλαβα κύρια καὶ προσηγορικὰ ἔννοιαν συνθέσεως ἔχοντα καὶ ἔτι τὴν παραλήγουσαν εἰς ἀμετάβολον καταλήγουσαν βαρύνεται, εἰ μὴ διαστολή τις γένοιτο, Ἁλίαρτος πόλις Βοιωτίας ἀρσενικῶς. Ὅμηρος «ποιήενθʼ Ἁλίαρτον». λέγεται δὲ οἰκισθῆναι ὑπὸ Ἁλιάρτου τοῦ Θερσάνδρου. Ἀρμενίδας δʼ ἐν τῷ ρ Ἀρίαρτόν φησιν. Ἄψυρτος παῖς Αἰήτου καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ, Ἄψαρος ὕστερον λεγόμενος. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ. καὶ Πολύβιος νῆσον Ἄψυρτον ἱστορεῖ. Σίβυρτος πόλις Κρήτης. ἄσφαλτος. Ἀμάραντος τὸ κύριον, τὸ δὲ ἐθνικὸν ὀξύνεται ὡς Ἀπεραντός. εἰσὶ δὲ Ἀμαραντοί Κολχικὸν ἔθνος, ἀφʼ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν. οἱ δὲ Ἀπεραντοί ἔθνος Θεσσαλίας. Ὀδόμαντος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ … . Σάγουντος πόλις ἐν Ἱσπανίαις. Τάραντος πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν, ἀρσενικῶς λεγομένη. εὕρηται καὶ διὰ τοῦ δ Δάρανδος. Δύσποντος ὁ Πέλοπος, ἀφʼ οὗ Δυσπόντιον πόλις Πισαίας. ὀξύνεται δὲ τὰ πρὸ τέλους εν ἔχοντα, Λωμεντός, Λαυρεντός, Σωρεντός, Βενεβεντός, ἣ καὶ Μαλοεντός ἐλέγετο. Καρουεντός Διονύσιος βʹ Ῥωμαϊκῆς ἀρχαιολογίας· ἔν τισι δὲ γράφεται Καρυεντός· Ῥαρεντός, πόλεις Σικελικαί, ὡσαύτως καὶ Πολλεντός. ἔτι ὀξύνεται καὶ τὸ κονιορτός καὶ κολοσυρτός σύνθετα ὄντα. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται, ἱμερτός, ἐγερτός, ὑφαντός.
Τὰ εἰς τος ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ τ ψιλὸν κατʼ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται, ἑλικτός, ἀμελκτός, χαρακτός, ὀρεκτός. τὸ μέντοι Αἴγυπτος—ἡ χώρα καὶ ὁ ποταμός. ἐκλήθη ἀπὸ τοῦ Αἰγύπτου, ὡς Χάραξ «Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τριάκοντα τρία». —καὶ Πάνακτος καὶ Ναύπακτος πόλις Αἰτωλίας ἀπὸ ναυπηγίας τῶν Ἡρακλειδῶν, ὡς Ἔφορος καὶ Στράβων. καὶ Πρόνεκτος πόλις Βιθυνίας καὶ Δατύλεπτος ἔθνος Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ—μὴ ὄντα ῥηματικὰ προπαροξύνεται. σεσημείωται τὸ δρυφακτός ὀξυνόμενον, ἡ θύρα τοῦ δικαστηρίου, ἣ καὶ κιγκλίδες καλοῦνται.
Τὰ εἰς στος κύρια ἀρσενικὰ μόνως ἢ θηλυκὰ βαρύνεται, Ἄκαστος. Λύκαστος πόλις Κρήτης. Ὅμηρος «Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον» ἀπὸ Λυκάστου αὐτόχθονος ἢ παιδὸς τοῦ Μίνωος. ἔστι καὶ Ποντικὴ Λύκαστος. τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱ ἐγχώριοι, ὡς ἱστορεῖ Διονύσιος. οὐκ ἐπικρατεῖ δὲ ἡ ἐθνικὴ παράδοσις. Ἥφαιστος. Ἄδραστος βασιλεύς, ἀφʼ οὗ πόλις Ἀδράστεια. Βίβαστος Θρᾴκης πόλις. Βούβαστος πόλις Αἰγύπτου, ἣν Ἡρόδοτος Βούβαστίν φησι διὰ τοῦ ι. Μούμαστος πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ Καρικῶν. Ἔγεστος ὁ Τρωός, ἀφʼ οὗ Ἔγεστα πόλις Σικελίας. Αἴγεστος στρατηγός τις, ἀφʼ οὗ Αἰγεσταῖοι οἱ Θεσπρωτοί. Πραίνεστος πόλις Ἰταλίας ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. Μάκιστος ὁ ἀδελφὸς Φρίξου καὶ πόλις τῆς Τριφυλίας. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος φυλῆς ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ «Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος». Κάρυστος ὁ Χείρωνος καὶ ἀπʼ αὐτοῦ πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἔστι καὶ Κάρυστος τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφʼ οὗ Καρύστιον οἶνον Ἀλκμὰν ἔφη, καθὰ Στράβων δεκάτῃ. τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀγοστός ἡ ἀγκάλη, ὀϊστός.
Τὰ εἰς στος τῷ η παραληγόμενα κύρια ὀξύνεται, Ὀγχηστός ἄλσος. Ὅμηρος «Ὀγχηστόν θʼ ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος». —ἱδρυνθὲν ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος. ἔστι καὶ πόλις, ὡς Παυσανίας ἐνάτῳ. Ἀπολλώνιος δὲ ὁ Ῥόδιος .... πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστὸν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφνίων. Τυφρηστός πόλις τῆς Τραχῖνος ὀνομασθεῖσα ἀπὸ τῆς τέφρας Ἡρακλέους ἢ ἀπὸ Τυφρηστοῦ υἱοῦ Σπερχειοῦ.
Τὰ εἰς στος ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ληϊστός, μεριστός, ὀνομαστός. τὰ δὲ σύνθετα προπαροξύνεται, φραστός ἄφραστος, ἀλίαστος, ἄλαστος ὁ ἄδικος ἀπὸ τοῦ λάζω τὸ λαμβάνω, ὡσαύτως καὶ τὰ ὑπερθετικά, τάχιστος, ἄριστος, κάλλιστος, μεθʼ ὧν ἕκαστος.
Τὰ εἰς στος ὑπερδισύλλαβα παραληγόμενα ο ἐπὶ ποσότητος τασσόμενα ὀξύνεται, πολλοστός, εἰκοστός, τριακοστός, πεντηκοστός.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ευ διφθόγγῳ ἁπλᾶ ὄντα ὀξύνεται, τορνευτός, στρατευτός, βουλευτός. τὸ δὲ ἀστράτευτος σύνθετον.
Τὰ εἰς τος ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ οι διφθόγγῳ σπάνια ὄντα βαρύνεται, ἄλοιτος ὁ ἄδικος καὶ μιαρός.
Τὰ διὰ τοῦ ουτος προπερισπᾶται, τηλικοῦτος, τοιοῦτος, τοσοῦτος.
Τὰ εἰς τος ὑπερδισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα προπαροξύνεται, ἄπαυστος, ἄθραυστος, ἄκλαυστος. σεσημείωται ἐνιαυτός ὀξυνόμενον.
Τὰ εἰς φος δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται, εἰ μὴ παραλήγοι τῷ υ βραχεῖ τοπικὰ ἢ εἰς τὸ λ, Πάφος πόλις Κύπρου, τάφος καὶ Τάφος πόλις Κεφαλληνίας, νῦν δὲ Ταφιοῦσσα. Γόμφοι πόλις Θεσσαλίας καὶ τὸ ἐθνικὸν ὅμοιον, Σόφος τὸ κύριον, σοφός δὲ τὸ ἐπίθετον, ὄρφος κοινῶς, ὀρφῶς δὲ Ἀττικῶς. λόφος, κέκφος εἶδος ὀρνέου, ζόφος, δνόφος, γνόφος, γρῖφος, ψῆφος. τὸ δὲ κρυφός καὶ συφός ἔχει τὸ υ βραχὺ σημαίνοντα τοπικὴν ἔννοιαν. τὸ δὲ κῦφος τὸ κυ μακρόν, ὡς καὶ τὸ τῦφος. τὸ δὲ Κύφος παῖς Περραιβοῦ, ἀφʼ οὗ Κύφος πόλις Περραιβίας, ἔστι καὶ ποταμὸς Κύφος— «Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας»—βραχὺ ἔχον τὸ υ παροξύνεται. τὸ δὲ ἀλφός τὸ σωματικὸν πάθος καὶ πολφός ὄψον τι ἔχουσι τὸ λ ὡς καὶ τὸ Δελφοί πόλις ἐπὶ τοῦ Παρνασσοῦ πρὸς τῇ Φωκίδι καὶ τὸ ἐθνικὸν ὁμοφώνως τῇ πόλει—ἐκλήθησαν δὲ Δελφοί, ὅτι Ἀπόλλων συνέπλευσε δελφῖνι εἰκασθείς. τὰ δὲ ἐπίθετα ὀξύνεται, σοφός, κυφός, κωφός, οἷς ἠκολούθησε καὶ τὸ τροφός. τὸ δὲ κοῦφος προπερισπᾶται.
Τὰ εἰς φος ὑπερδισύλλαβα ἁπλᾶ μὴ δηλοῦντα ἐνέργειαν προπαροξύνεται, κρόταφος, ἔλαφος, σκίραφος, ὃ σημαίνει τὸν ἀκόλαστον καὶ κυβευτήν, ἀπὸ τῶν ἐν Σκίρῳ διατριβόντων, Ἔπαφος, Κέρκαφος Ἡλίου παῖς, Τέκταφος ὁ Δώρου τοῦ Ἕλληνος, κόλαφος, ἀσκάλαφος, ἔριφος, Σέριφος μία τῶν Σποράδων, Ἄντιφος, Τήλεφος Τάρχωνος πατήρ, Αἴγης καὶ Τεύθραντος υἱός, ἄργυφος ὁ λευκός, κόσσυφος, Κόττυφος, Σίσυφος, κόρυφος, Κίνυφος ὁ ποταμός. τὸ δὲ ἀδελφός ὀξύνεται καὶ ἴσως ὡς τριγενές. τὰ γὰρ λοιπὰ μονογενῆ. καὶ τὰ ἐνέργειαν δηλοῦντα παροξύνεται, πορφυροβάφος, ὑποδηματορράφος καὶ ἱπποτρόφος.
Τὰ εἰς χος δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ βαρύνεται, κόλχος καὶ Κόλχος, βρόγχος, μόσχος καὶ Μόσχος ἔθνος προσεχὲς τοῖς Ματιηνοῖς. Ἑκαταῖος Ἀσίᾳ. κόγχος, τρόχος ὁ τόπος ἐν ᾧ τρέχουσι ὡς παρʼ Εὐριπίδῃ ἐν Μηδείᾳ ἀλλʼ οἷδε παῖδες ἐκ τρόχων πεπαυμένοι στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι κακῶν. τροχός δὲ ὁ κύκλος, βρόχος, ἦχος, Τρῆχος ὄνομα κύριον, στίχος, τύχος, τοῖχος, βρῦχος ὁ κῆρυξ, δηλοῖ δὲ καὶ ὄνομα τόπου. σεσημείωται τὸ μυχός ὁ ἐνδότερος τόπος. τὸ δὲ μοιχός, πτωχός, ἀρχός ἐπιθετικὰ ὄντα ὀξύνεται.
Τὰ εἰς χος ὑπερδισύλλαβα προπαροξύνεται, στόμαχος, βάτραχος, Βώταχος. Νικόλαος εʹ «Ἰοκρίτου δὲ τοῦ Λυκούργου Βώταχος, ἀφʼ οὗ ὁ τόπος Βωταχίδαι ἐν Τεγέᾳ ἐκλήθη». Ἴναχος ὁ ποταμός, Σήμαχος, ᾧ καὶ ταῖς θυγατράσιν ἐπεξενώθη Διόνυσος, ἀφʼ οὗ Σημαχίδαι δῆμος Ἀττικῆς. Σωτήριχος, μείλιχος, Ἰάμβλιχος, τάριχος, τοῦτο ἑκατέρως λέγεται καὶ τὸ τάριχος καὶ ὁ τάριχος. Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός «τάριχον τοιοῦτον πλύνω». Κλέοχος, Τάοχος ἔθνος ἐνδοτέρω τοῦ Πόντου. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀναβάσει φησίν. Ἀμφίλοχος ὁ Ἀμφιαράου, ἀφʼ οὗ Ἀμφίλοχοι πόλις Ἀκαρνανίας καὶ οἱ πολῖται ὁμοφώνως, Γόρδοχος ἔθνος Περσικὸν ὃ καὶ Γορδιαῖος καὶ Γόρδος καλεῖται. ἥσυχος, βότρυχος, βόστρυχος, Μόρυχος, Μόνυχος, ἀφʼ οὗ Μουνυχία, Μόλορχος, ἀφʼ οὗ Μολορχία πόλις Νεμέας. Ὀξύρυγχος πόλις Αἰγύπτου τιμῶσα τὸν ὁμώνυμον ἰχθῦν. δόλιχος τὸ ὄσπριον, δολιχός δὲ ὁ μακρός. τὸ δὲ μοναχός ὀξύνεται. καὶ ὀξύνεται δὲ τὸ Ἀρρηχός ἔθνος Μαιωτῶν. Στράβων ἑνδεκάτῃ, τὸ δὲ Καρδοῦχος προπερισπᾶται. ἔστι δὲ ἔθνος Μηδίας, ὡς Ξενοφῶν ἐν ἀναβάσεως τρίτῃ «ἐς Καρδούχους ἄγοι. τούτους δʼ ἔφασαν οἰκεῖν ἀνὰ τὰ ὄρη καὶ πολεμικοὺς εἶναι καὶ βασιλέως οὐκ ἀκούειν». καὶ Σοφαίνετος ἐν Κύρου ἀναβάσει φησὶ περὶ αὐτῶν.
Τὰ εἰς ψος δισύλλαβα μὴ ἐπιθετικὰ βαρύνεται, Μόψος, γύψος, Τίψος ἡ πόλις, Μίψος τὸ ἔθνος, θάψος εἶδος ξύλου, Θάψος πόλις Λιβύης Στράβων ἑπτακαιδεκάτῳ. ἔστι καὶ Σικελίας. ἔστι δὲ χερσόνησος ἐν στενῷ ἰσθμῷ, ὡς Θουκυδίδης. Λάμψος παῖς Κοδρίδου καὶ ἀπʼ αὐτοῦ μοῖρα τῆς Κλαζομενίων χώρας, ὡς Ἔφορος τρίτῳ. τὰ δὲ ἐπιθετικὰ πρὸ τοῦ ψ ἔχοντα μ ὀξύνεται, κομψός, γαμψός.
Τὰ εἰς ψος ὑπερδισύλλαβα ὀξύνεται, Λυκαψός κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ· κινδαψός καὶ σκινδαψός ὀργάνου ὄνομα καὶ κύριον. τίθεται καὶ κατʼ οὐδενὸς ὡς τὸ τραγέλαφος, χορδαψός, Κυδαψός, Γαληψός πόλις Θρᾴκης καὶ Παιόνων. Ἑκαταῖος Εὐρώπῃ. Θουκυδίδης τετάρτῃ … «καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη». ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ «κεῖται δὲ κατʼ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ.
Τὰ εἰς ος λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος, βέλος, πάθος, πέλαγος, ὕψος, ὕφος, σκύφος, στῖφος, δίψος, νέφος βρέφος, λαῖφος, αἶσχος, δέλος, δέος, κλέος, μέγεθος, στέλεχος. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται, τετυφός, πεποιηκός, γεγραφός, ὥσπερ καὶ αἱ ἀρσενικαί. ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΣΥΝΤΙΘΕΜΕΝΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ θʹ. Περὶ τῶν εἰς ος.Τὰ ἀπὸ τῶν εἰς ος προπαροξυτόνων σύνθετα προπαροξύνεται, φιλαλέξανδρος, φιλάνθρωπος, εὐστέφανος.
Τὰ ἀπὸ τῶν εἰς ος δισυλλάβων παροξυτόνων προπαροξύνεται, νόος Ἀλκίνοος, πόντος Ἑλλήσποντος ὁ κόλπος καὶ ἡ χώρα ἡ παρακειμένη ἀπὸ Ἕλλης. πόρος Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον ὡς Φίλων καὶ πορθμὸς ὁμώνυμος, ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν Προμηθεῖ δεσμώτῃ γράφει ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος κεκλήσεται. ἔστι καὶ ἄλλη τῆς Ἰνδικῆς. ὅρμος Πάνορμος πόλις Σικελίας καὶ λιμήν, ὡς Πολύβιος· ἔστι καὶ λιμὴν Κυζίκου· φίλος Δίφιλος. τὸ δὲ ὀστολόγος καὶ οἰκονόμος οὐ παρὰ τὸ λόγος καὶ νόμος, ἀλλὰ παρὰ τὸ λέγω καὶ νέμω. ὅσα δὲ ὑπερδισύλλαβα παροξύνονται, ἐν τῇ συνθέσει προπαροξύνονται, ποικίλος παμποίκιλος, ἀγκύλος μεσάγκυλος, πλησίος παραπλήσιος, αἰόλος παναίολος. τὸ δὲ «κορυθαιόλος Ἕκτωρ» οὐκ ἀπὸ ὀνόματος, ἀλλʼ ἀπὸ ῥήματος. τὸ μέντοι ἱπποβουκόλος διὰ τὴν ἐνέργειαν παροξύνεται καὶ ὅτι ἀπὸ τοῦ ῥήματος καὶ αὐτό. τὸ δὲ ἐναντίος ἀπὸ τοῦ ἀντίος παρέλκον ἔχει τὸ εν.
Τὰ ἀπὸ τῶν εἰς ος δισυλλάβων προπερισπωμένων προπαροξύνεται, ζῆλος ἀρίζηλος, δοῦλος σύνδουλος, δοῦπος ἐρίγδουπος. σεσημείωται τὸ οἰκουρός καὶ κηπουρός. ἔτι τὰ ὑπερδισύλλαβα Ῥωμαῖος φιλορώμαιος, Ἀθηναῖος φιλαθήναιος.
Τὰ ἀπὸ ὀξυτόνων προπαροξύνονται, δμητός ἄδμητος, κτητός δορίκτητος, κακός ἄκακος, σοφός ἄσοφος, ποιητός δημοποίητος, ἐλατός δημήλατος. Αἰσχύλος Ἱκετίσιν «ἄτιμον εἶναι ξὺν φήμῃ δημηλάτῳ». πρατός δημιόπρατος. Ἀριστοφάνης Ἱππεῦσιν «ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος». βοτός ἱππόβοτος, φατός Ἀρηΐφατος «αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσι», βατός ἄμβατος. «ἔνθα μάλιστα ἄμβατός ἐστι πόλις». χωρὶς τῶν ἐπὶ ἐθνικῶν λαμβανομένων, Ἀχαιός φιλαχαιός, Βοιωτός φιλοβοιωτός καὶ χωρὶς εἰ μὴ διὰ σημασίαν τινὰ φυλαχθῇ ἐν τῇ συνθέσει ἡ ὀξεῖα τάσις ὡς τὸ βροτολοιγός, ἵνα φυλαχθῇ ἡ ἐνέργεια. βροτολοιγός γάρ ἐστιν ὁ φθείρων τοὺς ἄνδρας. τούτου χάριν καὶ ὁ τόνος ἐφυλάχθη. εἰ γὰρ προπαρωξύνετο, ἤμελλε παρέχειν ἐπίστασιν, ὅτι πάθος ἐστίν. ὁμοίως καὶ τὸ ἀθηρηλοιγός.
Τὰ δὲ παρασύνθετα καὶ φυλάττει καὶ ἀναβιβάζει, ἐκλεκτός ἐκ τοῦ ἐκλέγω, ἐπίλεκτος ἐκ τῆς ἐπί καὶ τοῦ λεκτός. ἀνεκτός ὀξύνεται «ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐκέτʼ ἀνεκτά».διαμετρητός ἐστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον». ὑγιῶς ἄρα τὸ «διαμετρητῷ». Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕτως ἔχει ἡ παράδοσις. οὕτω καὶ τὸ ἐπαινετός ὀξύνεται, ὅτι ἀπὸ ῥήματος συνθέτου γέγονε, τὸ δὲ ἐξαίρετος βαρύνεται. τὸ δὲ «ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισι» προπαροξυτόνως, περιττῆς οὔσης τῆς ἀνά ἀντὶ τοῦ πυστά ἐξηκουστά. —τὸ δὲ ἰατρός φιλίατρος ἀναβιβάζει καὶ ἐν τῷ ἀρχιατρός καὶ ἱππιατρός φυλάττει. τὸ δὲ κλειτός καὶ κλυτός εἰ μὲν μετὰ ἀπτώτου συντεθῇ ὑπὲρ μίαν συλλαβήν, φυλάσσει τὴν ὀξεῖαν τάσιν οἷον κλειτός ἀγακλειτός, κλυτός περικλυτός, ἀγακλυτός. εἰ δὲ μετὰ πτωτικοῦ ἢ ἀπτώτου μονοσυλλάβου, προπαροξύνεται, πρόκλυτος «πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων», ὀνομάκλυτος, τοξόκλυτος, Ἡράκλειτος. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς. κατʼ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, Ναυσικάα, Ναυσίθοος. τὸ δὲ δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. εἰ γὰρ ἦν ἐν συνθέσει, ἤμελλε προπαροξύνεσθαι ὡς μετὰ πτωτικοῦ συντεθὲν καὶ ἀναβιβάσαν τὸν τόνον.
Τὰ παρὰ τὸ ἀείδω γινόμενα, εἰ μὲν τῇ ῳ διφθόγγῳ παραλήγονται, ὀξύνεται, τραγῳδός, κωμῳδός, μελῳδός· εἰ δὲ τῇ οι διφθόγγῳ, εἰ μὲν ὑπὲρ τέσσαρας συλλαβὰς ὦσι, προπαροξύνεται, λιγυάοιδος, ὑπεράοιδος· εἰ δὲ τέσσαρες, ὁμοίως, ὑμνάοιδος, ἐπάοιδος, λυράοιδος. τὰ δʼ ἐξ αὐτῶν ὀξύνεται, ὑμνῳδός, ἐπῳδός, λυρῳδός.
Ὅσα ἀπὸ γενικῆς εἰς ος συντίθενται, προπαροξύνεται, πλὴν τῶν παρὰ τὸ ωπος οἷον στενωπός. πυθμένος ἀπύθμενος, λιμένος ἀλίμενος, μηνός δίμηνος, τρίμηνος, πατρός Ἀντίπατρος, χάριτος ἀχάριτος, θέμιτος ἀθέμιτος. ὡσαύτως καὶ βριήπυος. ἐγένετο δὲ οὕτως. ἦπυς ὡς γῆρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας καὶ μάλιστα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια.
Τὰ εἰς ος συντεθειμένα ἀπὸ τῶν εἰς α καὶ εἰς η προπαροξύνεται, ἑστία ἐφέστιος, σκιά εὔσκιος, μοῦσα φιλόμουσος, χρεία ἄχρειος τὸ κοινόν, ἀχρεῖος δὲ τὸ Ἀττικὸν ὡς ἀστεῖος, ἀνδρεῖος, Ἀργεῖος, ἀρχή ταξίαρχος, φωνή ἄφωνος, αὐδή ἄναυδος, μορφή πολύμορφος, μάχη ναύμαχος «ναύμαχον δόρυ», κόμη ἱππόκομος «ἱππόκομον πήληκα», κυπαρισσόκομος, καλλίκομος, οὐλόκομος. τὸ δὲ ἱππομάχος καὶ ἱπποκόμος ἀπὸ ῥημάτων καὶ τὸ γηροκόμος καὶ τὸ ἀκαρός ἀπὸ τοῦ κάρη γέγονε. τοῦτο ἠκολούθησε τῷ μαδαρός καὶ πλαδαρός ὁ ἀσθενής. τὸ δὲ ἀθῷος προπερισπᾶται ἀπὸ τοῦ θῳή.
Τὰ εἰς ος σύνθετα ἀπὸ τῶν εἰς ον οὐδετέρων ἢ εἰς ος ἢ α προπαροξύνεται, δῶρον βοτρυόδωρος, τόξον κλυτότοξος, ξίφος ἄξιφος, ὄνομα ἐπώνυμος, διώνυμος.
Τὰ εἰς ος συντεθειμένα παρὰ τὸ ἔργον μὴ ὄντα κύρια ὀξύνεται, ἐλεφαντουργός, αὐτουργός, ὀβριμοεργός, λειτουργός, παντουργός, πλαστουργός, δημουργός. τὸ μέντοι κακοῦργος βαρύνεται ὁμοίως καὶ τὸ ἑκάεργος, περίεργος, πολύεργος, πάρεργος. τὰ δὲ ὄντα κύρια βαρύνεται, Λυκοῦργος, Φιλοῦργος. τὰ δὲ ἐθνικὰ ὀξύνεται οἷον Σιαγαθουργός. Περὶ τῶν παρὰ ῥῆμα συντεθειμένων.
Τὰ παρὰ τὸ βόσκω ὀξύνονται, πορνοβοσκός, ὑοβοσκός, χηνοβοσκός.
Ὅσα παρὰ τὸ ἕλκω καὶ ἀμέλγω καὶ λείχω, ὀξύνεται, γαγγαμουλκός, ἀμολγός, ματιολοιχός, τραπεζολοιχός.
Τὰ παρὰ τὸ ἄγω καὶ πήσσω ὀξύνεται, φορτηγός, στρατηγός, κυνηγός, δημαγωγός, νυμφαγωγός, μυσταγωγός, προαγωγός, ναυπηγός.
Ἔτι τὰ παρὰ τὸ ποιῶ ὀξύνεται, ἐργοποιός, ἐποποιός.
Ἔτι τὰ παρὰ φέρβω καὶ ἀσκῶ, ἱπποφορβός, φωνασκός. τὸ δὲ αὐτόφορβος οἱ πλείους βαρύνουσι καὶ τὸ Εὔφορβος κύριον.
Τὰ ἀπὸ ῥήματος κύρια προπαροξύνεται, Ἱππόδαμος, Δηΐφοβος, Λαόγονος, Λαόδοκος. Βούνομος· οὕτως ἐκαλεῖτο ἡ Μακεδονίας Πέλλα. τὸ μέντοι ξεινοδόκος οὐ κύριον.
Τὰ παρὰ τὸ φέρω παροξύνεται, τελεσφόρος, δορυφόρος, βουληφόρος, ἑωσφόρος, λωτοφόρος. τὸ μέντοι ἄφορος, δίφορος ἀπὸ τοῦ φορά.
Ὅσα πρόθεσιν ἔχει ἐν τῇ ἀρχῇ, προπαροξύνεται, περίβολος, Ὑπέρβολος, ἀμφίβολος, πρόβολος. τὸ δὲ ἐπεσβόλος παροξύνεται ἀπὸ τοῦ ἔπεσι βάλλειν. καὶ χωρὶς τῶν ἀπὸ κλειτός καὶ κλυτός, τὸ γὰρ περικλυτός ὀξύνεται, καὶ τὰ παρὰ τὸ ἔργον ὑπουργός, συνεργός.
Τὰ παρὰ τὸ βάλλειν σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται, λιθοβόλος ὁ βάλλων λίθους, λιθόβολος δὲ ὁ ὑπὸ λίθων βαλλόμενος, ὡς παρὰ Εὐριπίδῃ ἐν Φοινίσσαις «λιθόβολον εἷμα κατειργάσω». τὸ δὲ πρόβολος καὶ ἀμφίβολος ἀπὸ προθέσεων.
Τὰ παρὰ τὸ πολῶ τὸ ἀναστρέφομαι σύνθετα καὶ μὴ παρὰ πρόθεσιν παροξύνονται, ἱπποπόλος, οἰωνοπόλος, δικασπόλος, ὀνειροπόλος, θυηπόλος, μυροπόλος, αἰπόλος. τὸ δὲ ἀμφίπολος, πρόπολος ἐκ προθέσεως.
Τὰ παρὰ τὸ σκοπῶ σύνθετα μὴ ἐκ προθέσεως παροξύνεται, ὀρνιθοσκόπος, οἰωνοσκόπος. τὸ δὲ ἐπίσκοπος, κατάσκοπος ἀπὸ προθέσεων «ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον». Νικίας ἀναστρέφει τὴν ἐπί, ἵνʼ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ἐπισκοπόν ὡς ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν, χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει «δμωάων σκοπός ἐσσι» «καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων».
Τὰ παρὰ τὸ μάχομαι καὶ μὴ παρὰ πρόθεσιν παροξύνεται, λεοντομάχος, μονομάχος χωρὶς τοῦ ἀγχέμαχος. τὸ δὲ πρόμαχος καὶ σύμμαχος ἐκ προθέσεων.
Ἔτι τὰ παρὰ τὸ ἀγορῶ μετὰ προθέσεως σύνθετα προπαροξύνεται, συνήγορος, κατήγορος, παρήγορος. δημηγόρος δὲ παροξύνεται. οὐ γὰρ ἀπὸ προθέσεως.
Ἔτι τὰ παρὰ τὸ χέω σύνθετα παροξύνεται, χρυσοχόος, οἰνοχόος. τὸ πρόχοος δὲ ἀπὸ προθέσεως.
Ὅσα ἐν τῇ ἀρχῇ συντίθεται ἐκ τοῦ πολύ, προπαροξύνεται, πολύστροφος, πολύκαρπος, πολύφιλος, πολύμηλος, Πολύϊδος, πολύολβος, Πολύφημος, πολύζυγος, πολύλαλος. τὸ δὲ μογιλάλος παροξύνεται. οὐ γὰρ παρὰ τὸ πολύ. σεσημείωται τὸ πολυφάγος. ἐξηκολούθησε γὰρ ἑτέρῳ κανόνι.
Τὰ γὰρ παρὰ τὸ φαγεῖν ἐν τῷ τέλει συντεθειμένα παροξύνεται, ἀρτοφάγος, μονοφάγος, παμφάγος, ποηφάγος, ἀδδηφάγος, ὠμοφάγος, σαρκοφάγος· οὕτω καὶ πολυφάγος. ὡσαύτως καὶ τὰ ἐθνικὰ Μελινοφάγος ἔθνος Θρᾴκης καὶ Φθειροφάγος.
Ὅσα τὸ εὖ μόριον κατʼ ἀρχὴν ἔχει, προπαροξύνεται, εὔτοκος, εὔτονος, εὔμολπος, εὐποίητος «βοῶν τʼ εὐποιητάων». τὸ εὖ κρεῖττόν ἐστιν ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν «εὐποιήτῃσι πύλῃσι» ἢ κατʼ ἰδίαν προφέρεσθαι. Εὔμαιος, εὔσκοπος, εὔξοος χωρὶς τῶν παρὰ τὸ ἔργον εὐεργός. οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι γυναιξὶ καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
Ὅσα ἀπὸ τοῦ α στερητικοῦ μορίου συντίθεται, προπαροξύνεται, ἄτολμος, ἄτομος, ἄστοργος.
Ὅσα ἐν ἀρχῇ ἔχει τὸ φιλεῖν, προπαροξύνεται, φιλόπονος, φιλόσοφος, φιλόλογος.
Τὰ παρὰ τὸ λέγω χωρὶς τῶν παρὰ τὸ φιλεῖν παροξύνεται, δικαιολόγος, φυσιολόγος, τερατολόγος. τὸ δὲ φιλόλογος ἀπὸ τοῦ λόγος καὶ τὸ φιλῶ.
Τὰ παρὰ τὸ δυσ καὶ ζα μόρια προπαροξύνεται, δύσμορφος, δύστηνος, ζάπλουτος, ζάκοτος, ζάθεος, ζάφελος, τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς ξυνέδραμε.
Τὰ παρὰ τὸ ὠκύς προπαροξύνεται, ὠκύμορος, ὠκύπορος· τὸ δὲ ποντοπόρος παροξύνεται· οὐ γὰρ ἀπὸ τοῦ ὠκύς. σεσημείωται τὸ ὠκυμάχος.
Ἔτι καὶ τὰ παρὰ τὸ εὐρύς, εὐρύπορος.
Ὅσα ἔχει κατὰ ἀρχὴν τὸ ναυ, προπαροξύνεται, ναύαρχος, ναύκληρος, ναύλοχος. τὸ δὲ ναυπηγός, ναυηγός ὀξύνεται.
Ὅσα παρὰ ἐπίρρημα συντίθεται, προπαροξύνεται, ὀψίφυγος, ὀψίτυχος, ὀψιτέλεστος, ἀγχίμολος, ἀγχέμαχος. τὸ δὲ περικλυτός ἀπὸ τῆς περί.
Ὅσα παρὰ τὸ πάλιν καὶ ἄγαν καὶ αὐτό σύνθετα, προπαροξύνεται, παλίμβολος, παλίγκοτος, ἀγάννιφος, ἀγάστονος, αὐτόμαχος, αὐτοδίδακτος.
Τὰ παρὰ τὸ ἀκούω προπαροξύνεται, ὑπήκοος, ἀνήκοος. τὸ δὲ ἐπακουός παρασύνθετον· γίνεται γὰρ ἐκ τοῦ ἐπακούω.
Τὰ παρὰ τὸ ἔχω συγκείμενα ὀνόματα, εἰ μὲν τῷ ο παραλήγεται, προπαροξύνεται, αἰγίοχος, ἡνίοχος· ἔστι δὲ καὶ ἔθνος παρὰ τῷ Καυκάσῳ. Στράβων ἑνδεκάτῃ. ἔνοχος, μέτοχος, πάροχος. εἰ δὲ τῇ ου διφθόγγῳ, προπερισπᾶται, οἷον ῥαβδοῦχος, κλειδοῦχος, λαμπαδοῦχος, λυχνοῦχος, σταθμοῦχος, ἀσπιδοῦχος. Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι «ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι». σκηπτοῦχος, ὀφιοῦχος.
Τὰ ἀπὸ δισυλλάβου ῥήματος, οὗ ἡ ἄρχουσα μακρά, συντεθειμένα προπαροξύνεται, μυκῶ ἐρίμυκος, συλῶ ἱερόσυλος, ἄρχω γυμνασίαρχος, πορθῶ πτολίπορθος.
τὰ παρὰ τὸ εἰς ις ἐπίρρημα ἀριθμοῦ συντεθειμένα προπαροξύνεται, δίφορος, τρίφορος, τρίπολος, μεθʼ ὧν καὶ τετράφορος.
Τὰ παρὰ τὸ γράφω παροξύνεται, ἱστοριογράφος, βιβλιογράφος. τὸ δὲ παράγραφος τὸ σημεῖον τὸ ἐν τοῖς μέτροις τιθέμενον προπαροξύνεται, παρὰ τὸ γραφή γάρ.
Τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεται μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεται δέ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύοιεν. ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος καὶ τὸ καρατόμος τοῦ καράτομος. τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν τὰς κάρας τέμνοντα οἷον ἐπὶ δημίου, τὸ δὲ προπαροξυνόμενον τὸν τὴν κάραν τμηθέντα, ὡς ἡ μὲν Γοργώ λέγεται καράτομος ὡς ἀποτμηθεῖσα τὴν κεφαλήν, ὁ δὲ Περσεύς καρατόμος ὁ τῆς Γοργοῦς τὴν κεφαλὴν τεμών. ὡσαύτως τὸ πρωτοτόκος ἐστὶ δραστικόν, τὸ δὲ πρωτότοκος δηλοῖ τὴν πρώτως τεχθεῖσαν. οὕτως οὖν παροξύνονται τὸ σκυτοτόμος, μιαιφόνος, τοιχωρύχος, πατροκτόνος, οἰκονόμος, μογοστόκος, θεοτόκος, ξεινοδόκος, ἰηδόκος συντεθειμένα ἀπὸ τοῦ τέμνω, φονεύω, ὀρύσσω, κτείνω, νέμω, τίκτω, δέχομαι ἐπὶ ἐνεργείας τιθέμενα. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανόνες τινὲς κωλύοιεν. εἰσὶ γάρ τινες κανόνες, καθʼ οὓς κἂν ἐνέργεια σημαίνηται, πάντως προπαροξύνεσθαι δεῖ οἷον τὸ πρωτόπλοος προπαροξύνεται, ἐπειδὴ οὕτως ἐμελέτησε τὰ παρὰ τὸ πλέω, καὶ τὸ πολύλαλος, ἐπεὶ τὰ παρὰ τὸ πολύ συντεθειμένα προπαροξύνεσθαι θέλει. μάχεται μέντοι ἄντικρυς τὸ «ὄρνυσθʼ ἱππόδαμοι Τρῶες». ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη. ΠΕΡΙ ΤΩΝ ΕΙΣ υς ΛΗΓΟΝΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΧΟΝΤΩΝ ΔΙΦΘΟΓΓΟΥΣ ΠΡΟ ΤΟΥ ς· ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ως ΚΑΙ ΕΙΣ ψ. ΒΙΒΛΙΟΝ ιʹ
Τὰ εἰς υς δισύλλαβα κύρια ἢ προσηγορικὰ ἢ ἐθνικὰ βαρύνεται, Λίβυς κύριον, τὸ δὲ ἐθνικὸν ὁμοφωνεῖ, ἔστι δὲ τριγενὲς Λίβυς Λίβυσσα Λίβυ, Πόλτυς, ἀφʼ οὗ Πολτυμβρία ἡ Πόλτυος πόλις, Σῆλυς, ἀφʼ οὗ Σηλυμβρία, Ζῆλυς ὁ ποταμός. Βίθυς ὁ Ἄρεος καὶ Σίντης, ἀφʼ οὗ Βιθύαι ἔθνος Θρᾴκης, Βλέμυς ἔθνος βαρβαρικὸν Λιβύης ἀπὸ Βλέμυος. Φλέγυς ἔθνος, ὃ καὶ Φλεγύας ἢ Φλεγύης, Γόρδυς Τριπτολέμου παῖς, ἀφʼ οὗ Γορδυαία χώρα Περσική, Γόρτυς ἥρως, ἀφʼ οὗ Γόρτυν πόλις Κρήτης, Δίρφυς ὄρος Εὐβοίας, ὡς Εὐφορίων, Κάπυς ὁ πατὴρ Ἀγχίσου. Λίγυς ἔθνος Ἰβηρικόν, Μάζυς ἔθνος Λιβύης νομαδικόν. Ἑκαταῖος περιηγήσει. εἰσὶ δὲ καὶ ἕτεροι Μάξυες καὶ ἕτεροι Μάχλυες. Μάκρυς ἔθνος Λιβύης. Ῥιανὸς δὲ Μάκριας διὰ τοῦ ι τούτους φησί. Μίλυς ἔθνος. Μίλυες γὰρ καὶ Μιλύαι καλοῦνται οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης ἐν πρώτῳ βασιλέων. Σάλλυς ἔθνος Λιγυστικὸν πολεμῆσαν Ῥωμαίοις, ὡς Χάραξ ἐν δεκάτῳ χρονικῶν. βότρυς· ἔστι δὲ καὶ πόλις Φοινίκης. Ἕρπυς, Ἅλυς, Φόρκυς, μάρτυς, ὃ ἡ τῶν Αἰολέων διάλεκτος διὰ τοῦ ρ προφέρει. τὸ ἰχθῦς προσηγορικὸν περιεσπάσθη ἀλόγως. οὐδὲν γὰρ εἰς υς λῆγον ἀρσενικὸν ὑπὲρ μίαν συλλαβήν, μὴ ἔχον ὑποκοριστικὴν ἔννοιαν, περισπᾶσθαι θέλει. προσέθηκα δὲ μὴ ὑποκοριστικὴν ἔννοιαν διὰ τὸ ἀπφῦς. δοκεῖ γὰρ παρὰ τὸ ἀπφάς παρωνομάσθαι. ἔστι δὲ καὶ Διονῦς παρὰ τοῖς κωμικοῖς ἐπὶ τοῦ ἐκλύτου τασσόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύσου· ὧν οὐδὲ αἱ γενικαὶ παρόμοιοι τῷ προκειμένῳ· ἰχθύος γὰρ λέγεται· οὐ μεμελέτηκε δὲ ἀπφύος λέγεσθαι. μόνον δὲ διὰ δύο δασέων ἐκφέρεται ὁ ἰχθῦς, τῶν ἄλλων εἰς υς ληγόντων οὐχ οὕτως ἐχόντων, πρόσκειται τῷ κανόνι ἀρσενικὸν διὰ τὸ ὀφρῦς περισπώμενον θηλυκόν, ἔτι δὲ καὶ τὸ ὀσφῦς. ὥστε εἰ περισπᾶται τὸ ἰχθῦς, ἔστω θηλυκόν· εἰ δὲ ἀρσενικόν ἐστιν, ὀφείλει ὅμοιον εἶναι τῷ στάχυς, βότρυς. ἀλλʼ ἐξωμοιώθη τοῖς μονοσυλλάβοις εἰς υς τῷ μῦς καὶ σῦς. τὸ δὲ Γηλύς ἔθνος Παρθίας ὀξυνόμενον σημειῶδες. τὰ γὰρ εἰς λυς λήγοντα καθαρὸν ἔχοντα τὸ υ συνεσταλμένον βαρύνεσθαι θέλει, θῆλυς, φόλυς «φόλυες κύνες» παρὰ τῷ Ἀντιμάχῳ, ἔπηλυς, νέηλυς, ὄλολυς τὸ προσηγορικὸν εἴτε τὸ κύριον, Ζῆλυς ὁ ποταμός, ἔγχελυς, μόλυς. σημειώδη ἄρα τὸ πολύς κοινὸν καὶ τὸ Γηλύς ἀπεξενωμένον. πρόσκειται δὲ καθαρὸν διὰ τὸ ἀμβλύς, συνεσταλμένον δὲ τὸ υ διὰ τὸ ἰλύς.
Τὰ εἰς υς ἁπλᾶ ἐπιθετικὰ διὰ τοῦ ε κλινόμενα τριγενῆ δισύλλαβα ὄντα ὀξύνεται, ἠΰς, ἡδύς, ταχύς, βραδύς, ὠκύς, πολύς «πολέων κεκορήμεθʼ ἀέθλων». τὸ δὲ ἥμισυς προπαροξύνεται. οὐ γὰρ δισύλλαβον. καὶ τὸ θῆλυς προπερισπᾶται «θῆλυς ἐέρση». «Ἥρη θῆλυς ἐοῦσα»· οὐ γὰρ τριγενές· οὐ δύναται γὰρ εἶναι ἀρσενικὸν τὸ τῆς τῶν γυναικῶν φύσεως κατηγοροῦν. καὶ τὸ πρέσβυς βαρύτονον. μονογενὲς ὄν. καὶ τὸ Λίβυς. διὰ γὰρ τοῦ υ κλίνεται.
Πᾶν εἰς υς λῆγον σύνθετον ἐπιθετικὸν βαρύνεται, ἔπηλυς, νέηλυς, πολύδακρυς, μελάνοφρυς.
Τὰ εἰς υς ἀρσενικὰ ὑπερδισύλλαβα βαρύνεται, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς. ἔστι δὲ ὄνομα βασιλέως, ὄλολυς, ἄσταχυς. σεσημείωται τὸ ἐλαχύς ὁ ἐλάχιστος ὀξυνόμενον. ὀξύνεται δέ, ἐπεὶ τὰ εἰς υς ἔχοντα οὐδετέρου παρασχηματισμὸν παραληγόμενα τῷ α ὀξύνονται οἷον βραδύς, ταχύς, πραΰς. τὴν οὖν ὀφειλομένην προπαροξύτονον τάσιν ἐν τῷ θηλυκῷ ἀνεδέξατο «νῆσος ἔπειτʼ ἐλάχεια».
Τὰ εἰς υς θηλυκὰ συνεσταλμένον ἔχοντα τὸ υ καὶ διὰ τοῦ δος κλινόμενα ὀξύνεται, χλαμύς, πηλαμύς, κροκύς, Καινύς νῆσος πλησίον Πελωριάδος τῆς κατὰ Σικελίαν ἄκρας, πρὸς δύσιν νεύουσα. τὰ μέντοι μὴ διὰ τοῦ δος κλινόμενα βαρύνεται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς εἶδος λαχάνου, ἄμαξυς, κόρυς, κῶμυς, ἔγχελυς· οἱ δὲ Ἐγχελεῖς ἔθνος Ἰλλυρικὸν ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. λέγεται καὶ Ἐγχελέαι ἀπὸ τοῦ Ἐγχελέης ἢ Ἐγχελέας. Μῶλυς Λίβυσσα πόλις. Ἑκαταῖος περιηγήσει Λιβύης. Κῶβρυς πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν ἐνάτῳ. Αἶγυς πόλις Λιγυστική, ὡς Εὐφορίων. Πάτρασυς πόλις Ποντικὴ ὡς Ἑκαταῖος Ἀσίᾳ. Πίναμυς πόλις Αἰγύπτου.
Τὰ εἰς υς πάντα σύνθετα συνεσταλμένον ἔχοντα τὸ υ προπαροξύνεται, σύνοφρυς, λεύκοφρυς καὶ Λεύκοφρυς· οὕτω γὰρ ἐκαλεῖτο ἡ Τένεδος, κάλλιχθυς, δίβραχυς, ἀρσενόθηλυς, δίπηχυς, ἔπηλυς, νέηλυς.
Τὰ εἰς υς θηλυκὰ ἐκτείνοντα τὸ υ ὀξύνεται, πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, κλιτύς, ἀλητύς, ῥυστακύς, ἀγλύς σημειῶδες κατὰ κλίσιν· διὰ γὰρ τοῦ θος ἐκλίθη, οὐ διὰ καθαροῦ τοῦ ος. τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται ὡς παρὰ Καλλιμάχῳ «ἔτι οἱ πάρα νηδὺς ἐκείνη» καὶ παρʼ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ «καὶ νηδὺν ἐξαμβλοῦμεν ὡς αὐτὸς λέγει». σεσημείωται ἐν τοῖς θηλυκοῖς τὸ ὀφρῦς καὶ ὀσφῦς ἡ ῥάχις περισπώμενα.
Τὰ εἰς υς ὑποκοριστικὰ περισπῶνται, καμμῦς, κλαυσῦς, λαρδῦς, Διονῦς, ἀπφῦς.
Εὑρίσκεται οὖν τὰ εἰς υς ὑπὲρ μίαν συλλαβὴν περισπώμενα ὑποκοριστικὰ πάντα πλὴν τοῦ ὀσφῦς καὶ ὀφρῦς καὶ ἰχθῦς. τὸ δὲ ἰξύς, εἰ καὶ ἐν τῷ ὀνοματικῷ παρεθέμεθα ὡς περισπώμενον ἀλόγως ὥσπερ τὸ δρῦς καὶ μῦς καὶ σῦς, ἀλλʼ οὖν ὀξύνεται.
Τὰ εἰς αις πολυσύλλαβα Αἰολικῶς λεγόμενα βαρύνεται, Ἀτρείδαις ἀντὶ τοῦ Ἀτρείδης, Ὀρέσταις, μέλαις ἀντὶ τοῦ μέλας, Θόαις, τάλαις καὶ τὰ σύνθετα ἄπαις, εὔπαις, ἀνδρόπαις, ὁμόδαις. καθόλου γὰρ ἡ αις κατάληξις ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, παῖς, σταῖς, καλαῖς σοφαῖς, μεγάλαις ἀρίσταις χωρὶς τοῦ δαίς. τοῦτο γὰρ ὀξύνεται.
Τὰ εἰς εις πολυσύλλαβα ὀνόματα κοινολεκτούμενα παροξύνεται. ταῦτα δὲ παραλήγεται ἢ τῷ α, ὡς ἔχει τὸ ἀντάεις, αὐλάεις, σκιάεις ἢ τῷ η ὡς φωνήεις, αὐδήεις, παχνήεις, τιμήεις, δαφνήεις, Κυπαρισσήεις πόλις Μαγνησίας. Ὅμηρος «Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον», φθογγήεις, τελήεις, ἀμφιγυήεις, θυήεις «βωμός τε θυήεις» ἢ κατὰ συστολὴν ποιητικὴν τὸ ε ἠχέεις, βρωμέεις, ἢ τὸ ο, ὥσπερ ἀστερόεις, ἁρματόεις, ἀνεμόεις, αἱματόεις, δροσόεις, ὑδατόεις, πυρόεις, Σιμόεις, ἐρόεις, κερόεις, τειχιόεις· ἔστι δὲ καὶ ἐθνικὸν τῆς Τειχιοέσσης καὶ φρούριον πλησίον τῆς Τραχῖνος. Ταυρόεις πόλις Κελτική, Μασσαλιητῶν ἄποικος. Ἀρτεμίδωρος ἐν πρώτῳ γεωγραφουμένων φησὶν ὅτι ταυροφόρος ἦν ἡ ναῦς ἡ διακομίσασα τοὺς τὴν πόλιν κτίσαντας, οἳ ἀπορριφέντες ἀπὸ τοῦ στόλου τῶν Φωκαέων καὶ προσενεχθέντες αὐτόθι ἀπὸ τοῦ ἐπισήμου τῆς νεὼς τὴν πόλιν ὠνόμασαν. Ὀπόεις πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων. Μαλόεις Ἀπόλλων ἐν Λέσβῳ καὶ ὁ τόπος τοῦ ἱεροῦ Μαλόεις ἀπὸ Μήλου τῆς Μαντοῦς, ὡς Ἑλλάνικος ἐν Λιβυκῶν πρώτῳ. σκιόεις, τερμιόεις. ἢ τὸ ω ὡς εὐρώεις, κητώεις, ὠτώεις, κηώεις. ὅθεν τὸ χαριτόεις παρὰ Ἀνακρέοντι ἀναλογώτερόν ἐστι τοῦ χαρίεις παραληγομένου τῷ ι. τὸ δὲ «ὑγίεντα δʼ εἴ τις ὄλβον» ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα, τινὲς δὲ ὡς χαρίεντα. τὸ δὲ ἀντήρεις, ὃ λέγεται πᾶν, εἰς ὃ ἐρείδεταί τις, ἐστὶ θηλυκόν. γράφεται δὲ κατὰ τὴν παράδοσιν διὰ τῆς ει διφθόγγου καὶ βαρύνεται, τῶν ἄλλων θηλυκῶν ὑπὲρ μίαν συλλαβὴν κοινῶν τὴν ει δίφθογγον ἀποστρεφομένων καὶ ὀξυνομένων ὡς ῥανίς βολίς θυρίς. αἱ δὲ μετοχαὶ ὀξύνονται τυφθείς, τυπείς, δαρείς. τὸ δὲ κτείς ὀξύτονον ὡς μονοσύλλαβον καὶ τὸ κλείς. τοῦτο δὲ ἐν τῇ συνθέσει βαρύνεται οἷον κατάκλεις. καὶ οἱ Βοιωτοὶ τὸ η τῶν εἰς ης εἰς ει τρέποντες ὀξύνουσι τὰ ὀξύτονα, εὐγενείς ἀντὶ εὐγενής, ἀγενείς ἀντὶ ἀγενής. τὸ δὲ οὐδείς δύο μέρη λόγου εἰσὶ τό τε οὐ καὶ τὸ δείς. οὐδὲ γὰρ ἔστι σύνθετον. εἰ γὰρ ἦν σύνθετον, ἤμελλε πρὸ μιᾶς ἔχειν τὸν τόνον. πᾶν γὰρ ὄνομα μονοσύλλαβον συντιθέμενον ἀναβιβάζει τὸν τόνον παῖς εὔπαις, χθών αὐτόχθων, Θρᾷξ Σαμόθρᾳξ χωρὶς τοῦ πτώξ πολυπτώξ. δηλοῖ δὲ καὶ ἡ γενικὴ ὀξυνομένη. εἰ γὰρ ἦν ἐν συνθέσει, ἤμελλεν ἡ γενικὴ βαρύνεσθαι. πᾶσα γὰρ γενικὴ ὑπὲρ δύο συλλαβὰς εἰς ος λήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν χωρὶς τοῦ γυναικός καὶ θυγατρός.
Τὰ εἰς αυς πολυσύλλαβα βαρύνονται, χιλιόναυς, ὠμόγραυς. τὰ δὲ ἁπλᾶ περισπῶνται γραῦς, ναῦς.
Τὰ εἰς ευς κοινῶς μὲν ὀξύνεται, βασιλεύς, Πηλεύς, Τυδεύς, ἀριστεύς, Περσεύς, Πορθεύς, Πρωτεύς, ἁλιεύς, οἰνεύς, Λυγκεύς, Ἀχιλλεύς, Τηρεύς, Θησεύς, Ὀδυσσεύς. ἔστι καὶ πόλις Ἰβηρίας Ὀδυσσεῖς ἀρσενικῶς. Βρισεύς, Ἀτρεύς. Λεοντεύς, Αἰθιοπεύς, ἐξ οὗ τὸ Αἰθιοπῆας παρʼ Ὁμήρῳ, ἀγυιεύς ὁ τοπίτης. λέγονται καὶ ὀβελίσκοι θεοῖς ἀνειμένοι, ὡς Εὔπολις. λέγεται καὶ κίων ἀγυιεύς εἰς ὀξὺ ἀπολήγων, ὁ πρὸ τῶν θυρῶν ἱστάμενος. Ἀριστοφάνης Θεσμοφοριαζούσαις καὶ ὁ Ἀπόλλων ἀγυιεύς τουτέστιν ὁ ἐφόδιος. Μοψοπιεύς, Ἐρετριεύς, Φωκαιεύς, Θεσπιεύς, Ἀλεξανδρεύς, Ἀντιοχεύς, Σελευκεύς, Αἰγιαλεύς. εὑρίσκεται δὲ καὶ αἰγιαλεύς ἐπὶ ἰχθύος. Αἰγικορεῖς, Ἀργαδεῖς φυλαὶ παλαιαί. Αἰθυσσεῖς ἔθνος Λιβυκὸν Μαρμαρίδαις πάροικον, ὡς Ῥιανός. Αἰολεύς. οὕτως λέγονται οἱ τὴν Λέσβον οἰκοῦντες ἀπὸ τῶν Αἰόλου παίδων ὡς Δωριεῖς ἀπὸ τῶν Δώρου. Ἁλιεῖς πόλις Ἀργολικῆς παραθαλασσία καὶ τὸ ἐθνικὸν ὁμοίως. Ἔφορος ἐν τῷ ἕκτῳ «Τιρύνθιοί εἰσιν οὗτοι καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δʼ οὕτως “ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι”. ἐλέγοντο δʼ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας.» Ἀντικονδυλεῖς οἱ ἐν Βοιωτίᾳ Κολοίφρυγες, ὡς Ἀριστοφάνης ὁ τοὺς Θηβαίων ὥρους γεγραφώς. Αὐσεῖς ἔθνος Λιβύης. Ἀπολλόδωρος δευτέρᾳ περὶ γῆς καὶ Ἡρόδοτος ἐν τετάρτῃ … . Γαργαρεῖς ἔθνος, ὃ μίγνυται ταῖς Ἀμαζόσιν, ὡς Στράβων ιαʹ. Γονεῖς πόλις Θρᾴκης καὶ οἱ κατοικοῦντες ὁμοίως. Γουνεύς ὁ ἀπόγονος Κύφου, ἀφʼ οὗ Γόννοι πόλις Περραιβίας. Διανεῖς ἔθνος Γαλατικόν, Ἐρατοσθένης ἐν δʹ Γαλατικῶν. Δωριεῖς—καὶ οἱ Κρῆτες Δωριεῖς ἐκαλοῦντο «Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί», περὶ ὧν ἱστορεῖ Ἄνδρων, Κρητὸς ἐν τῇ νήσῳ βασιλεύοντος Τέκταφον τὸν Δώρου τοῦ Ἕλληνος, ὁρμήσαντα ἐκ τῆς ἐν Θετταλίᾳ τότε μὲν Δωρίδος νῦν δὲ Ἱστιαιώτιδος καλουμένης, ἀφικέσθαι εἰς Κρήτην μετὰ Δωριέων τε καὶ Ἀχαιῶν καὶ Πελασγῶν τῶν οὐκ ἀπαράντων εἰς Τυρρηνίαν. Ἐλαιεύς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διονύσιος. Διόδωρος δʼ Ἐλαιοῦς. Ἑρμοτυμβιεῖς μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. Ἐταιεῖς διὰ διφθόγγου ὡς Διπαιεῖς. ἔστι δὲ πόλις Λακωνική. Ἰμφεῖς ἔθνος προσεχὲς τοῖς Περραιβοῖς. Ἑκαταῖος Εὐρώπῃ «Ἰμφέες, Περραιβοί». Ἰουλεῖς οἱ Ῥωμαῖοι ἀπὸ βασιλέως, ἀφʼ οὗ καὶ ὁ μήν, ἢ ἀπὸ Ἰουλίδος. Καφαρεύς ἐπίνειον Εὐβοίας, ὅστις Καθηρεύς ἐκαλεῖτο, ὅτι τοὺς πλέοντας ἐκεῖ καθῄρουν οἱ Εὐβοιεῖς. Λητωεύς δῆμος ἐν Ἀλεξανδρείᾳ, ὡς Τρύφων ἐν τῷ περὶ παρωνύμων, ὅτι παρὰ τὸ Λητῷος κτητικὸν σχηματίζεται. Μαλιεύς πόλις ἐπώνυμος τῶν Μαλιέων ἀπὸ Μάλου τοῦ Ἀμφικτύονος υἱοῦ ἢ Ἀμύρου τοῦ Βοιωτοῦ. Μωριεῖς ἔθνος Ἰνδικὸν ἐν ξυλίνοις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων. Ῥοπεῖς ἔθνος, οὗ μέμνηται Φαβωρῖνος ἐν ἐπιτομῇ δʹ τῆς Παμφίλης. Σαλγανεύς «μετὰ τὴν Χαλκίδα ἐστὶν ὁ Σαλγανεὺς συνάπτων τῷ Εὐρίπῳ». Σχοινεύς ποταμὸς Ἀρκαδίας ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τομεύς πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ. ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. Ὑλλεῖς ἔθνος Λιβυρνικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους καὶ Δηϊανείρας. ἔστι δὲ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰολεύς, οὕτως Ὕλλος Ὑλλεύς. καὶ Ὑλλεύς ὁ φυλέτης φυλῆς Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων Ὑλλίδος. Χάραξ θʹ «καὶ Παμφύλιοι καὶ Ὑλλεῖς». Φελλεύς ὄρος τῆς Ἀττικῆς. τάχα δʼ οὐ μόνης τῆς Ἀττικῆς, ἀλλὰ παντός τοῦ τόπου ἔχοντος ἐπιπολῆς μὲν πέτραν ὑπὸ ταύτης δὲ γῆν λιπαρὰν πρὸς ἐλαιοφυτίαν. Φηγαιεῖς δῆμος τῆς Πανδιονίδος φυλῆς. Φηγεύς ὁ ἀδελφὸς τοῦ Φορωνέως, ὃς ἔκτισε πόλιν Φήγειαν. Φλυεῖς δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὠτιεῖς μοῖρα Κυπρίων. Ἔφορος ιηʹ «Ἁμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῷ πολέμῳ». —Αἰολικῶς δὲ βαρύνεται· Αἰολέων γὰρ ἴδιον τὸ βαρυτονεῖν, Ἄτρευς, Πήλευς, Ἄρευς παρʼ Ἀλκαίῳ.
Τὰ εἰς ους πολυσύλλαβα ἁπλᾶ μὲν ὄντα περισπᾶται, ἁπλοῦς, διπλοῦς, τριπλοῦς, πλακοῦς. Σχοινοῦς Ἀρκαδίας χωρίον. ἑλώδης ὢν ὁ τόπος ἀπὸ τῶν ἐν αὐτῷ σχοίνων τὴν προσηγορίαν εἴληφεν· ἐπιπολάζει γὰρ τοῦτο τὸ εἶδος παρʼ Ἕλλησιν ἀπὸ τῶν ἐν τόποις πλεοναζόντων φυτῶν οἷον Σκιλλοῦς, πόλις Τριφυλική, Τρεμιθοῦς κώμη Κύπρου ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων, ἃς Κύπριοι τρεμίθους καλοῦσιν. ἄλλοι δὲ φασὶν ὅτι ἀποβάσης Ἀφροδίτης εἰς τὸν τόπον διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου διασαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. —Δαφνοῦς Φωκικὴ πόλις—ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος—Σελινοῦς πόλις Σικελίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη—Φοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ … . Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος «εἰς Μυρικόεντα τῆς Τρωϊκῆς». Οἰνοῦς πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος, Πυξοῦς πόλις Σικελίας, Ῥιζοῦς πόλις Θεσσαλίας, Ἀνθεμοῦς πόλις Μακεδονίας καὶ Συρίας· ἄλλοι δὲ ἀπὸ Ἀνθέμου. ὁμοίως καὶ Πιτυώδης, Ἐρικώδης, Κυπάρισσος πόλις ἐν Παρνασσῷ, ἥν τινες καὶ Κυπαρισσοῦντά φασι, Θρύον, Ἐλαία. καὶ τῶν Ἀθηναίων δήμων τινὲς ἀπὸ τῶν ἐν αὐτοῖς φυομένων, Ῥαμνοῦς δῆμος τῆς Αἰαντίδος φυλῆς, Φηγοῦς δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, Μυρρινοῦς δῆμος τῆς Πανδιονίδος φυλῆς. Διονύσιος δʼ ὁ Τρύφωνος Μυρινοῦττά φησιν. Μαραθοῦς καὶ Μαραθών, Ἀγνοῦς δῆμος τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἀπὸ τῆς ἐν αὐτῷ φυομένης ἄγνου. Ἀναγυροῦς δῆμος Ἐρεχθηΐδος φυλῆς, Ἀχερδοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς καὶ Ἀχραδοῦς παρʼ Ἀριστοφάνει. Ἐλαιοῦς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διόδωρος. Διονύσιος δὲ Ἐλαιεύς. ἔστι καὶ Ἐλαιοῦς πόλις ἐν Ἑλλησπόντῳ· ἔστι καὶ Ἄργους Ἐλαιοῦς. Ἔτι καὶ Ἁλιμοῦς δῆμος τῆς Λεοντίδος φυλῆς. Καλλίμαχος δὲ πόλιν ἡγεῖται. Ἀμαθοῦς πόλις Κύπρου ἀρχαιοτάτη· ἀπὸ Ἀμαθοῦντος δὲ τοῦ Ἡρακλέους ἐκλήθη ἢ ἀπὸ τῆς Κινύρου μητρὸς Ἀμαθούσης. Ψαμαθοῦς πόλις Λακωνική, Ἀρτεμίδωρος δευτέρῳ γεωγραφουμένων «μετὰ γὰρ τὸ Ταίναρον πόλις ἐκδέχεται Ψαμαθοῦς». Ὀποῦς πόλις Λοκρῶν τῶν Ἐπικνημιδίων, λέγεται καὶ Ὀπόεις. ἔστι καὶ Ὀποῦς πόλις Ἀχαΐας καὶ τῆς Ἠλείας ἄλλη. Σιδαροῦς πόλις Λυκίας καὶ λιμήν. Μαχαιροῦς φρούριον τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. Τραπεζοῦς πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ· ἔστι καὶ Ἀρκαδίας πόλις Τραπεζοῦς ἀπὸ Τραπεζοῦντος παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῳ. ἔστι καὶ ἄλλη πλησίον τοῦ Ἀραβικοῦ κόλπου. Σολοῦς πόλις Σικελίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἐκλήθη δὲ ἀπὸ Σολοῦντος κακοξένου, ὃν ἀνεῖλεν Ἡρακλῆς. Πηλοῦς νῆσος περὶ Χίον. Ὀλοῦς πόλις Κρήτης. Ξενίων ἐν τοῖς Κρητικοῖς. Μυοῦς πόλις Ἰωνίας, ὡς Φίλων καὶ Ἀπολλόδωρος ἐν αʹ χρονικῶν. Στράβων ιβʹ «τὸ περὶ Μαγνησίαν καὶ Μυοῦντα». Ἰπνοῦς χωρίον ἐν Σάμῳ. Οἰκοῦς Καρίας πόλις. Πεσσινοῦς πόλις Γαλατίας ἀπό τινος Γάλλου Πεσσινοῦντος· τινὲς δὲ ἀπὸ πηγῆς ῥεούσης τοῦ λόφου τοῦ ἐν ᾧ ἐτάφη ὁ Μαρσύας. Σιδοῦς κώμη Κορίνθου ἢ Μεγαρίδος ἐπίνειον· ἔστι καὶ περὶ Κλαζομενὰς κώμη καὶ ἄλλη τῆς Ἐρυθραίας. Σιμοῦς καὶ Σιμόεις, Σιποῦς πόλις Δαυνίων, Σαρνοῦς πόλις Ἰλλυρική, Φλιοῦς ὁ υἱὸς Διονύσου καὶ Χθονοφύλης. Παυσανίας δὲ Φλίαντα αὐτὸν καλεῖ. ἀπʼ αὐτοῦ ἐκλήθη Φλιοῦς πόλις Πελοποννήσου· Φιλητᾶς φησι Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός Φλιοῦς, ἣν αὐτὸς δείματο λευκολόφος. ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Ὑδροῦς φρούριον ... ἀρσενικῶς. Θεόπομπος τριακοστῷ ἐνάτῳ Φιλιππικῶν. Ὑψοῦς παῖς Λυκάονος καὶ πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ. Καοῦς κώμη τῆς ἐν Ἀρκαδίᾳ Τελφουσίας γῆς, Βαιταρροῦς κώμη μεγάλη τῆς τρίτης Παλαιστίνης. Ἱεριχοῦς πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. εὕρηται δὲ καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆς Ἱεριχώ.
Κατὰ τὸν εἰρημένον κανόνα, ὡς τὰ εἰς ους ἁπλᾶ περισπᾶσθαι θέλει, καὶ τὸ χρύσὲὸς καὶ ἀργύρὲὸς μετὰ τὴν συναίρεσιν περιεσπάσθη χρυσοῦς ἀργυροῦς καίπερ ἐπὶ τῷ λόγῳ τῆς συναιρέσεως ἔδει βαρύνεσθαι· αἱ γὰρ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται ὡς τὸ Δημοσθένὲὸς Δημοσθένους. ὡσαύτως καὶ τὸ ἀδελφιδὲός ἀδελφιδοῦς, θυγατριδὲός θυγατριδοῦς, ὑϊδοῦς, τηθαλλαδοῦς διὰ τὸν αὐτὸν κανόνα περιεσπάσθησαν, καίτοι ἡ βαρεῖα καὶ ὀξεῖα εἰς ὀξεῖαν συναιρεῖσθαι θέλει οἷον ζωός ζώς.
Σημειῶδες ἄρα τὸ ὀδούς παραλόγως ὀξυνθέν. ἀλλʼ ἠκολούθησε καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν ταῖς μετοχαῖς. ὀδούς γὰρ ὀδόντος ὡς διδούς διδόντος. λέγεται δὲ καὶ ὀδών πρὸς Ἰώνων.
Τὰ δὲ σύνθετα βαρύνεται, Πειρίθους, Ἀλκίνους, εὔπλους, πολύνους, Οἰδίπους, Μελάμπους, ἐΰξους, εὔνους, σύννους, εὔχρους, Σκιάπους ἔθνος Αἰθιοπικόν, ὡς Ἑκαταῖος ἐν περιηγήσει Αἰγύπτου, Ἰάπους ἔθνος Κελτικὸν πρὸς τῇ Ἰλλυρίᾳ. Διονύσιος ἑκκαιδεκάτῳ. τριόδους, κυνόδους.
Τὰ εἰς ως ἀρσενικὰ περιττοσυλλάβως κλινόμενα καὶ διὰ καθαροῦ τοῦ ος βαρύνονται, ἥρως, Μίνως, πάτρως, μήτρως. Ἄθως, οὗ ἡ κλίσις διττὴ καὶ Ἄθωος καὶ Ἄθω. ἔστι δὲ ὄρος Θρᾴκης ἀπὸ Ἄθω γίγαντος, ὡς Νίκανδρος πέμπτῳ τῆς Εὐρωπείας καί τις Ἄθω τόσον ὕψος ἰδὼν Θρήϊκος ὑπʼ ἄστροις ἔκλυεν οὐ δηθέντος ἀμετρήτῳ ὑπὸ λίμνῃ, ὃς ἀναποῦν χείρεσσι δύο ῥίπτεσκε βέλεμνα ἠλιβάτου προθέλυμνα Καναστραίης πάρος ἄκρης. εἴρηται δὲ καὶ Ἄθοος ὡς τὸ Κῶς Κόος. λέγεται καὶ κατὰ συναίρεσιν Ἄθους. ἔστι δὲ καὶ Ἄθως πόλις ἐπὶ τῷ Ἄθῳ.
Τὰ εἰς ως ἁπλᾶ διὰ τοῦ τος κλινόμενα, εἰ μακρᾷ παραλήγοι, ἢ μετοχικὰ ὄντα ὀξύνεται, εὐρώς, ἱδρώς, Ἀραρώς. ἔστι δὲ ὄνομα τοῦ υἱοῦ τοῦ Ἀριστοφάνους, ὑποδεδιώς· ἔστι δὲ εἶδος ὀρνέου. εἰ δὲ ἰαμβικὰ ὑπάρχοι διὰ τοῦ τος κλινόμενα, βαρύνεται, γέλως, ἔρως, Νέπως· ἔστι δὲ ὄνομα ὄρους. τὸ δὲ Εἵλως ἀπὸ τοῦ Ἕλως προσθέσει τοῦ ι. Εἵλωτες δʼ εἰσὶν οἱ κατοικοῦντες τὴν Μεσσηνιακὴν πόλιν Ἕλος. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται. οἱ δὲ Λακεδαιμόνιοι πάντας τοὺς δούλους Εἵλωτας καλοῦσιν. λέγονται δὲ Εἵλωτες καὶ οἱ ἐπὶ Ταινάρῳ Σάτυροι.
Τὰ ἀπὸ παρακειμένου συντεθέντα διὰ τοῦ τος κλινόμενα ὀξύνεται ἀπτώς, ἀγνώς. ἔστι δὲ καὶ Ἀγνῶτες ἔθνος Κελτικῆς παρὰ τὸν ὠκεανόν, ὡς Ἀρτεμίδωρος.
Τὰ εἰς ως σύνθετα ἀπὸ τῶν εἰς ως μονοσυλλάβων παροξύνεται, ζώς ἀείζως, χρώς λευκόχρως. τὸ μέντοι ὑποδμώς «Ποσειδάωνος ὑποδμώς» ὀξύνεται ὡς παρέλκουσαν ἔχον τὴν ὑπό.
Τὰ εἰς ως σύνθετα ἀπὸ τῶν εἰς ως πολυσυλλάβων παροξύνεται, ἔρως χρυσέρως, ἱδρώς λυσίδρως. τὸ δὲ δύσερως καὶ φιλόγελως καὶ τὰ τοιαῦτα Ἀττικὰ ὄντα προπαροξύνονται.
Τὰ εἰς ως Ἀττικὰ ὁμοτονοῦσι ἐκείνοις, ἀφʼ ὧν ἐσχηματίσθησαν, ναός νεώς, λαός λεώς, κάλος κάλως, Τάλος Τάλως· ἔστι δὲ ὄνομα κύριον, Μενέλαος Μενέλεως, Ἰόλαος Ἰόλεως, Τυνδάρεος Τυνδάρεως, ἀξιόχρεος ἀξιόχρεως, ἵλαος ἵλεως, ἀνάπλεως, εὔγηρως, χρυσόκερως. σεσημείωται τὸ ὀρφῶς καὶ λαγῶς. ταῦτα γὰρ οὐκ ἐφύλαξε τὸν τόνον τῶν κοινῶν· τοῦ μὲν γὰρ ὀρφῶς τὸ κοινὸν ὄρφος ἐστὶ βαρυτόνως, τοῦ δὲ λαγῶς ὀξυτόνως λαγός. καὶ ἐν τοῖς εἰς ως ὑπὲρ μίαν συλλαβὴν οὐδὲν περισπᾶται πλὴν τοῦ ὀρφῶς καὶ λαγῶς. τὸ γὰρ τυφῶς καὶ ταὧς καὶ Μανεθῶς ἐστι δικατάληκτα. καὶ γὰρ εἰς ν λήγουσι τυφῶν καὶ ταὧν καὶ Μανεθῶν. τὸ δὲ ταὧς ἀπὸ τοῦ ταός, ὥς τινες βούλονται, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ταός διὰ τοῦ ος οὐκ ἔστι σύνηθες παρὰ τοῖς Ἕλλησιν. Πάντα δὲ τὰ εἰς ως περισπασθέντα ἄνευ λόγου περιεσπάσθη. τὸ δὲ Τηλεβῶς ἐκ τοῦ Τηλεβόας συνῃρέθη.
Τὰ εἰς ως παρὰ τοῖς Ἀθηναίοις εὑρεθέντα μὴ ἔχοντα προϋποκείμενον κοινὸν οἷον κορώνεως, φιβάλεως, δαμαρίππεως, χελιδώνεως — ἔστι δὲ εἴδη φυτῶν —, ἱέρεως ὁ ἱερεύς πάντα προπαροξύνονται.
Τὰ εἰς ως Περσικὰ ἢ Αἰγύπτια παροξύνεται, Φάργως, Ἰνάρως ὄνομα βασιλέως, Παραμίζως ὄνομα εὐνούχου, Σαβάκως. τὸ δὲ Μάννεως χώρα συνεξωμοιώθη τοῖς Ἀττικοῖς οἷον Μενέλεως.
Τὰ εἰς ως θηλυκὰ πολυσύλλαβα βαρύνεται μέν, ὅσα βραχείᾳ παραλήγει, Κέως, Τέως πόλις μέση Ἰωνίας, ὡς Ἡρόδοτος πρώτῃ … , ἐκλήθη δὲ ἀπὸ τῆς Ἀθάμαντος θυγατρὸς Ἀρᾶς. σκοπουμένου γὰρ τοῦ Ἀθάμαντος ἔνθα ἱδρύσει τὸν λαόν, ἀθύρουσα οἷα δὴ παῖς ἐκ λίθων οἰκίαν δειμαμένη ἔλεγεν «ἕως σὺ χῶρον ἐσκόπεις, τέως ἐγὼ πόλιν σοι ἐδειμάμην». καὶ διὰ τοῦτο ἡ πόλις οὕτως ὠνομάσθη. ἔστι καὶ ἑτέρα πόλις ἐν Δυρβαίοις τῆς Σκυθίας, ἐν ᾗ λέγουσι λίμνην ἰχθύων ἔχουσαν πλῆθος, ἀφʼ ὧν εὐδίας γινομένης ἔλαιον ἐπιπολάζει τοσοῦτον, ὅσον ἀρύεσθαι αὐτὸ ταῖς χερσὶν εἰς σκάφος καὶ χρῆσθαι αὐτῷ. ἅλως, ἕως. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, αἰδώς, ἠώς.
Τὰ εἰς δύο σύμφωνα λήγοντα πολυσύλλαβα βαρύνεται, Τῖρυνς πόλις τῆς Πελοποννήσου «οἱ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν». καλεῖται δὲ ἀπὸ Τίρυνθος ἀδελφοῦ Ἀμφιτρύωνος. γέγονε δὲ ἐκ τοῦ Τῖρυς προσθέσει τοῦ ν. ἕλμινς, μάκαρς, δάμαρς, Σάλαρς νῆσος Λιβύης, Περίηρς παρʼ Ἀλκμᾶνι ἐκ τοῦ περιήρης. ἔστι δὲ ἄκλιτον. τὸ δὲ μονοσύλλαβον ἅλς ὀξύνεται.
Τὰ εἰς αψ πολυσύλλαβα βαρύνεται, Ἄραψ, λαῖλαψ, θέραψ, Σκίραψ· ἔστι δὲ ὄνομα κύριον παρὰ τοῖς κωμικοῖς εὑρισκόμενον. τὸ δὲ πλινθοβάψ καὶ πελεθοβάψ ὀξύνεται.
Τὰ εἰς ψ πολυσύλλαβα ἔχοντα πρὸ τοῦ ψ ο ἢ ε βαρύνεται, Πέλοψ, Δρύοψ ἔθνος περὶ τὴν Οἴτην, μέροψ. ἔστι δὲ καὶ κύριον. Μέροψ γάρ ἐστι παῖς μὲν Τριόπα, πατὴρ δὲ τῆς Κῶ, ἀφʼ οὗ Μέροπες οἱ Κῷοι. Δόλοψ ἥρως καὶ ἔθνος Θεσσαλῶν ἔγγιστα, Ἔλλοψ ὁ Ἴωνος, ἀφʼ οὗ Ἐλλοπία χωρίον Εὐβοίας. Κέκροψ, Ὕοψ πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός». Τρίοψ· Τρίοπα γάρ φησιν Ἑλλάνικος Τρίοπον τὸν πατέρα Ἐρυσίχθονος. ἡ δὲ Μόψοψ εὐθεῖα ἄρρητός ἐστιν. Αἰθίοψ «Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν». οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς οψ παρʼ Ὁμήρῳ εἰ μὴ τὸ καλαῦροψ. εἰσὶ δὲ καὶ τὸ ὄψ καὶ τὸ μέροψ. εὐρύοψ. βοῦκλεψ παρʼ Ἀριστοφάνει, τυρόκλεψ, ἀλευρόκλεψ, νακόκλεψ, κατῶβλεψ εἶδος θηρίου.
Τὰ εἰς ψ ἔχοντα ι πρὸ τοῦ ψ βαρύνεται, σκευότριψ, παιδότριψ, χέρνιψ, χοιρότριψ, οἰκότριψ, πεδότριψ, ἀμφίτριψ, Κεντόριψ, κατῆλιψ, αἰγίλιψ καὶ Αἰγίλιψ πλησίον Κροκυλείων τῆς Ἠπείρου. Ὅμηρος «καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν». εἴληφε δὲ τὴν προσηγορίαν διὰ τὸ πετρώδης εἶναι καὶ ὑψηλὴ καὶ ἀπρόσβατος.
Τὰ εἰς υψ βαρύνεται, Κίνυψ ὁ λιμήν· ἔστι δὲ καὶ ποταμός. Χάλυψ, περὶ τὸν Πόντον ἔθνος ἐπὶ τῷ ποταμῷ Θερμώδοντι, περὶ οὗ Εὔδοξος ἐν πρώτῳ «ἐκ δὲ τῆς Χαλύβων χώρας ὁ σίδηρος ὁ περὶ τὰ στομώματα ἐπαινούμενος ἐξάγεται». «τούτους Ὅμηρος Ἁλίζωνάς φησιν ἐν τῷ μετὰ τοὺς Παφλαγόνας καταλόγῳ αὐτὰρ Ἁλιζώνων Ὁδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβων, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. ἤτοι τῆς γραφῆς μετατεθείσης ἀπὸ τοῦ “τηλόθεν ἐκ Χαλύβης” ἢ τῶν ἀνθρώπων πρῶτον Ἀλύβων λεγομένων ἀντὶ τοῦ Χαλύβων». καὶ Χάλυβοι παρʼ Ἑκαταίῳ «Χαλύβοισι πρὸς νότον Ἀρμένιοι ὁμορέουσι». Ἄρυψ οἱ ἀπὸ δύσεως μέχρι Ἰσθμοῦ Ἀχαιοί. τοῦτο δὲ καὶ μονοσυλλάβως Ῥύψ λέγεται.
Εἰς ηψ οὐκ ἔστιν εὑρεῖν ὅτι μὴ μόνον τὸ κώληψ βαρύτονον. Τὰ εἰς ωψ πολυσύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται, Κύκλωψ, Ἄλμωψ ὁ Ποσειδῶνος καὶ Ἕλλης τοῦ Ἀθάμαντος, ἀφʼ οὗ Ἀλμωπία χώρα τῆς Μακεδονίας, καὶ τὸ ἐθνικὸν ὁμοφώνως. ἴωψ, μώλωψ. σεσημείωται, ὥς τινές φασι, τὸ εὐρώψ ὀξυνόμενον. τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται ὑπεσταλμένων τῶν ὑποπεπτωκότων κυρίοις ἢ τῶν ἰδιαζόντων μονώψ ὁ μονόφθαλμος, κελαινώψ, τυφλώψ, γλαυκώψ «γλαυκῶπες δράκοντες», εὐώψ «εὐῶπα παρειάν» παρὰ Σοφοκλεῖ «εὐῶπες» παρὰ Λυκόφρονι, παραβλώψ «παραβλῶπές τʼ ὀφθαλμώ». τὸ δὲ ἑλίκωψ καὶ ὁ μύωψ ὁ μυὸς ὀφθαλμοὺς ἔχων καὶ νυκτάλωψ βαρύνεται, ὥσπερ τὸ Κύκλωψ καὶ κέρκωψ ὁ δόλιος καὶ ἴωψ ὁ ἰχθῦς.
ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΙΣ α ΘΗΛΥΚΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιαʹ.
Τὰ εἰς α λήγοντα μακρὸν θηλυκὰ τῶν εἰς ος ὁμοτονοῦσιν αὐτοῖς, καὶ ἔτι τὰ εἰς η, φοβερός φοβερά, ἰσχυρός ἰσχυρά, σοφός σοφή, καλός καλή, φίλος φίλη. τὸ μέντοι βαρύτερος βαρυτέρα καὶ τὰ ὅμοια, εἰ καὶ τὸν τόπον ἐνήλλαξαν, ἀλλʼ οὐ τὸν τόνον.
Τὰ εἰς α μακρὸν καὶ εἰς η τῶν εἰς ους περισπωμένων περισπᾶται ἀργυροῦς ἀργυρᾶ, ἔστι δὲ καὶ μητρόπολις τῆς ἐν Ἰνδικῇ Ταπροβάνης νήσου. χρυσοῦς χρυσῆ, διπλοῦς διπλῆ.
Τὰ ἔχοντα τὸ α βραχὺ διὰ τοῦ τρια προπαροξύνεται, αὐλήτρια, ψάλτρια, ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, μαθήτρια, λεκάστρια ἡ πόρνη. Ἐρέτρια πόλις Εὐβοίας. Ὅμηρος «Χαλκίδα τʼ Ἐρέτριάν τε» ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος υἱοῦ. τὸ δὲ μετρία καὶ ἀλλοτρία τὸ α μακρὸν ἔχουσι. καὶ τὸ πότνια· ἔστι δὲ καὶ Πότνιαι πόλις Βοιωτίας. καὶ ὄμπνια, Πολύμνια, Ἰάμνια πολίχνιον Φοινίκης, Στράβων δὲ κώμην φησίν «ἀπὸ Ἰάμνου ἢ ὅτι ἰάμνους ἐκάλουν τοὺς καθύγρους καὶ τεθηλότας τόπους». Λάμια πόλις Θεσσαλίας τῶν Μηλιέων, ὡς Πολύβιος, οἱ μὲν ἀπὸ Λάμου τοῦ Ἡρακλέους φασίν, οἱ δὲ ἀπὸ Λαμίας γυναικός, ἣ ἐβασίλευσε Τραχινίων· ἔστι καὶ ἄλλη Κιλικίας—προπαροξύνεται.
Τὰ εἰς εια ἀπὸ τῶν εἰς ευς προπαροξύνεται, βασιλεύς βασίλεια, πολιεύς πολίεια, Πιτυεύς Πιτύεια, Ἀλαλκομενεύς Ἀλαλκομένεια, ἱερεύς ἱέρεια. τοῦτο δὲ οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α παροξύνουσι. ἀλλʼ οὐκέτι πανδόκεια, βασίλεια.
Τὰ διὰ τοῦ εια παρώνυμα κατὰ τοῦ αὐτοῦ σημαινομένου παρηγμένα θηλυκὰ προπαροξύνονται, Πηνελόπη Πηνελόπεια, χαλκοβαρής χαλκοβάρεια, ἠριγενής ὁ ἐν τῷ ἀέρι γεννηθείς· —τὰ γὰρ τοιαῦτα εἰς πάθη ἀναλύονται καὶ οὐκ εἰς ἐνέργειαν οἷον Λυκηγενής ὁ ἐν Λυκίᾳ γεγεννημένος—ἠριγένεια. οὕτω καὶ Τριτογένεια καὶ Ἀμφιγένεια πόλις Μεσσηνιακή. ἱππόδασυς ἱπποδάσεια καὶ ἀμφιδάσεια· τοῦτο δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν ἀλλὰ παρασύνθετον.
Τὰ εἰς εια ἐπὶ πραγματείας ἤγουν συγγράμματος προπαροξύνεται οἷον Ὀδύσσεια, Ἡράκλεια, Τηλεγόνεια, Γιγάντεια, Διομήδεια, Δολώνεια.
Ἔτι τὰ ἀπὸ τῶν εἰς υς βαρυτόνων προπαροξύνεται, ἥμισυς ἡμίσεια, θῆλυς θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπερισπῶνται, ταχύς ταχεῖα, βραδύς βραδεῖα, πλατύς πλατεῖα. ἔστι δὲ καὶ Πλατεῖα νῆσος Λιβύης. τραχύς τραχεῖα. λέγεται δὲ καὶ ἡ Ἰσαυρία τραχεῖα. Στράβων τεσσαρεσκαιδεκάτῃ «Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα, ἡ δὲ πεδιάς» καὶ ἡ Ἔφεσος Τρηχεῖα ἐκαλεῖτο. ὀξύς ὀξεῖα. εἰσὶ δὲ καὶ Ὀξεῖαι νῆσοι τῶν Ἐχινάδων, ἃς θοὰς ὁ ποιητὴς εἶπεν. πλὴν τοῦ λίγεια — ἔστι δὲ καὶ νῆσος — καὶ ἐλάχεια ἀπὸ τοῦ λιγύς καὶ ἐλαχύς, οἷς ἠκολούθησε καὶ τὸ θάλεια «δαῖτα θάλειαν». τὸ δὲ θαμειαί Πάμφιλος λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί.
Τὰ εἰς να συνεσταλμένον ἔχοντα τὸ α ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ σχηματιζόμενα προπαροξύνεται, μέλανος μέλαινα· τὸ δὲ Μελαιναί πόλις Ἀρκαδίας ὀξύνεται· ἀπὸ Μελανέως τοῦ Λυκάονος, ὡς Παυσανίας. Ῥιανὸς ἐν Ἠλιακῶν πρώτῳ «Γόρτυνʼ Ἥραιάν τε πολυδρύμους τε Μελαινάς». εἰσὶ δὲ καὶ Λυκίας Μελαιναί πόλις, ὡς Ἀλέξανδρος Λυκιακοῖς. καὶ Καλλίμαχος Μελαινάς φησι Μελαινεῖς τὸν δῆμον τῆς Ἀντιοχίδος φυλῆς ἐν Ἑκάλῃ. τάλανος τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα, θεράπαινα, θέαινα, λέαινα.
Ἔτι τὰ εἰς ρα βραχὺ παρεσχηματισμένα, σωτήρ σώτειρα. ἔστι καὶ πόλις Ἀριηνῶν Ἀντιόχου κτίσμα τοῦ Σελεύκου. μάκαρ μάκαιρα, πρέσβειρα, δότειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, ἀντιάνειρα, κυδιάνειρα, κτεάνειρα, οὕτως καὶ Κάρ Κάειρα. καὶ ἔδει μὲν διὰ τοῦ ι μακροῦ γράφεσθαι· Καῖρα καὶ ἐν διαλύσει Κάϊρα, ὡς Ἀπολλώνιος ἐν τῷ εʹ περὶ παθῶν καὶ ἐν τῷ περὶ γενῶν. ἡ δὲ ἔκτασις ἀναγκαία διὰ τὴν παραλήγουσαν. τὰ γὰρ εἰς α βραχὺ λήγοντα παρασχηματιζόμενα ἐκτείνει τὴν παραλήγουσαν φύσει ἢ θέσει. καὶ ἔστιν ὅτε μετὰ τὴν διαίρεσιν ἔκτασις γίνεται, ὀΐομαι, ὄϊγον, ὄϊδα παρʼ Αἰολεῦσιν ἀπὸ τοῦ οἶδα. ἡ χρῆσις δὲ τὴν ει δίφθογγον ἔχει πρὸς τὸν χαρακτῆρα τῶν διὰ τοῦ ειρα. τούτοις δὲ ἠκολούθησε καὶ τὸ πέπειρος πέπειρα.
Τὰ εἰς σα ὑπερδισύλλαβα παρεσχηματισμένα προπαροξύνεται, εἰ μὴ κατὰ συναλοιφὴν εἴη ἀπὸ ὀξυτόνων εἰς ης, δαφνήεσσα, φωνήεσσα, τιμήεσσα, ἐρώεσσα, χαρίεσσα. Μάγνης Μάγνησσα παρὰ Καλλιμάχῳ, Μακέτης Μάκεσσα ἐπιθετικῶς, ὡς Ἡρακλείδης, καὶ Μάκεττα διὰ δύο ττ καὶ διʼ ἑνὸς τ. τὸ δὲ τεχνῆσσα ἀπὸ τοῦ τεχνήεσσα. καὶ τὰ ἀπὸ ὀξυτόνων καὶ περισπωμένων εἰς ης, χερνής χερνῆσσα, ἀργῆς ἀργῆσσα καὶ Κρής Κρητός Κρῆσσα, θής θῆσσα. οὕτω καὶ Θρᾷξ Θρᾷσσα καὶ Θρᾷττα Ἀττικῶς καὶ ἀπὸ Θρᾴκης δούλη καὶ εἶδος ἰχθύος καὶ ὀρνέου.
Τὰ εἰς α βραχὺ ἀπαρασχημάτιστα διὰ διπλοῦ ἐκφερόμενα, εἰ μὲν δισύλλαβα εἴη καὶ μακρᾷ παραλήγει, προπερισπᾶται, μᾶζα μόνον ἐκτεῖνον τὸ πρὸ διπλοῦ α, ψῷζα, εἰ δὲ βραχείᾳ παραλήγει, παροξύνεται, ῥίζα, πέζα, φύζα, σχίζα· ἔστι δὲ εἶδος ὀρνέου. Σοφοκλῆς ἐν Ναυπλίῳ πυρκαεῖ «κάτω κρέμανται, σπίζα τέτατʼ ἐν ἕρκεσι». ἄζα, γάζα καὶ Γάζα πόλις Φοινίκης, νῦν δὲ Παλαιστίνης πρὸ τῆς Αἰγύπτου. ἐκλήθη καὶ Ἄζα. καὶ μέχρι νῦν Σύροι Ἄζαν αὐτὴν καλοῦσιν ἀπὸ Ἄζωνος τοῦ παιδὸς Ἡρακλέους. μυθολογοῦσι δέ τινες ὑπὸ Διὸς κτισθῆναι καὶ ἐν αὐτῇ ἀπολιπεῖν τὴν ἰδίαν γάζαν, οὕτω τῶν Περσῶν τὰ χρήματα καλούντων. μύζα, κνύζα, ὃ εἰ μὲν ἐπὶ τοῦ φυτοῦ, συγκοπή ἐστιν οἷον «χαμαιζήλοιο κονύζης», εἰ δὲ ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐ συγκοπή ἐστιν, ἀλλʼ ἀπὸ τοῦ κνύω, ἀφʼ οὗ κνύος ἡ φθορά οἷον «κατὰ κνύος ἔχευεν, ψίλωτο δὲ κάρηνα», γίνεται κνύζα ὡς παρὰ Ἀνακρέοντι «κνύζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην». δόξα, Φρίξα πόλις Τριφυλίας ἀπὸ Φρίξου, ἐπʼ ὄρους ὑψηλοῦ πρὸς ἕω τῆς Λεπρεατικῆς. Φερεκύδης δὲ Ἀρκαδίας αὐτὴν γράφει. Λίξα πόλις Λιβύης ὡς Ἀλέξανδρος ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. δίψα, Κάψα πόλις Χαλκιδικῆς χώρας κατὰ Παλλήνην ὁμοροῦσα τῷ Θερμαίῳ κόλπῳ. Σάμψα κώμη τῆς Ἀραβίας. σάμψα δὲ παρὰ τοῖς Ἄραψι ὁ ἥλιος. Σκέμψα πόλις Θρᾴκης. Στρέψα πόλις Μακεδονίας. Τὰ δὲ ὑπερδισύλλαβα προπαροξύνεται, ὄρυζα, τράπεζα· ἔστι καὶ πόλις Ἀρκαδίας ἐγγὺς Τρικολώνων. ἀργυρόπεζα, τετράπεζα, χάλαζα, Δούριζα λίμνη παρὰ τὸν Λίζαν ποταμόν. Ἑκαταῖος περιηγήσει Ἀσίας, «τῇ δὲ λίμνῃ Δούριζα οὔνομα». Βόρυζα πόλις Περσική, ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης· «μετὰ δὲ Βόρυζα πόλις Περσέων· μετὰ δὲ Θυνιάς». Ἀράβυζα τῆς Καυκωνίδος πόλις. Βάδιζα πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Βαρύγαζα ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. Μίεζα θυγάτηρ Βέρητος τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρʼ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλίου.
Τὰ εἰς βα βαρύνεται, Ἄβα πόλις Καρίας. Ἄλβα πόλις Ἰταλίας, ἣν ἔκτισαν οἱ ἀπὸ τοῦ Λαυινίου Λατῖνοι, Τρῶες ὄντες. ἔστι δὲ ἡ Ἄλβα καθʼ Ἑλλάδα λευκή. κλίνεται δὲ Ἄλβας, ὡς Χάραξ. λέγεται καὶ Ἄλβη. Ὄλβα πόλις τῆς τῶν Σολύμων γῆς, ἣν Φίλων Ὀλβίαν Παμφυλίας φησίν. Ῥάβα πόλις πρὸς τῷ Ἰονίῳ κόλπῳ. Νόμβα πόλις τῆς Ἰουδαίας. Ἰώσηπος ἕκτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. Κύρβα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα, Ὕβα δῆμος τῆς Λεοντίδος φυλῆς. τινὲς δὲ τὸν δῆμον Ὑβάδαι λέγουσι. Δόλβα πόλις τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς γʹ Παρθικῶν. Γάβα πόλις Γαλιλαίας. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας … . Γάββα πόλις Συρίας. Θίβα μία τῶν Ἀμαζόνων ὑφʼ Ἡρακλέους ἀναιρεθεισῶν, ὅθεν ἐκλήθη Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ. Ἄρυββα. Ἀνάζαρβα πόλις Κιλικίας. Σίσυρβα Ἀμαζὼν καὶ ἀπʼ αὐτῆς μέρος Ἐφέσου.
Τὰ εἰς γα βαρύνεται, Σάλγα πόλις Μαυριτανίας. Ῥάγα πόλις ἐν Μηδίᾳ κτισθεῖσα ὑπὸ Σελεύκου τοῦ Νικάτορος. Φάλγα κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα τῇ γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. Σίγγα πόλις Λιβύης, ὡς Πολύβιος δεκάτῳ. ὀξύνεται δὲ τὸ Αἰγά τῆς Αἰολίδος ἄκρα, ὡς Στράβων «οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι· «λέγεται δὲ παρὰ Αἰγὰν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους.» Ἀρτεμίδωρος δὲ Αἴξ εἶπε τὴν εὐθεῖαν, οὐκ ἀναλόγως. ἔστι δὲ καὶ πόλις Φοινίκων, ὡς Ἑκαταῖος. Αἰγαί δέ εἰσιν πόλεις πολλαί, Κιλικίας, Μακεδονίας, ἥτις καὶ μηλοβότειρα ἐλέγετο, καὶ ἡ ἐν Μυρίνῃ ἐν τῇ Αἰολίδι, καὶ Λυδίας καὶ Λοκρίδος καὶ Αἰτωλίας καὶ Εὐβοίας, ἃς Ὅμηρος ἐν τῷ Ν μνημονεύει.
Τὰ εἰς δα βαρύνεται, Σίνδα πόλις πρὸς τῷ μεγάλῳ κόλπῳ τῆς Ἰνδικῆς, Πέδα πόλις Αὐσονική, Σίβδα πόλις Καρίας, Γάδδα χωρίον Ἀραβίας. Γλαῦκος ἐν τετάρτῃ. λέγεται καὶ οὐδετέρως. Γίλδα πόλις Λιβύης. Τίνδα πόλις Λιβύης, ἣ καὶ Τίνδιον. Φράδα πόλις ἐν Δράγγαις, ἣν Ἀλέξανδρος Προφθασίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ χρονικῶν. Φοῦνδα πόλις Ἰταλίας. Λήδα Δωρικῶς λεγόμενον ἀντὶ τοῦ Λήδη. δύναται δὲ καὶ προπερισπᾶσθαι κατὰ τὸ Μοῦσα. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ, ὡς Ἑκαταῖος. ἔστι δὲ καὶ οὐδέτερον. Ἴλερδα πόλις πρὸς τῇ Πυρήνῃ Ἰβηρίας. καὶ Ἀνδρομέδα Δώριον τροπῇ τοῦ η εἰς α πεποιημένον παροξυνόμενον.
Τὰ εἰς θα ἔχοντα τὸ α βραχὺ βαρύνεται, μίνθα τὸ ἡδύοσμον, Ἔρθα πόλις Παρθίας ἐπὶ τῷ Εὐφράτῃ, ὡς Γλαῦκος ἐν Ἀραβικῶν δευτέρῳ. ἄκανθα, κολόκυνθα ἡ Ἀττικῶς κολοκύντη. Λύκαιθα πόλις Ἀρκαδίας παρὰ Μενελάῳ, ἣν Θεόπομπος Λύκαιάν φησι. Κύπαιθα πόλις Λιβύης, Κύναιθα πόλις Ἀρκαδίας· ἔστι καὶ Κύναιθα πόλις Ἰθάκης ὑπὸ τῷ Νηρίτῳ ὄρει. Σύμαιθα πόλις Θετταλίας. Ζάκανθα πόλις Ἰβηρίας, ἣν καθεῖλεν Ἀννίβας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τρίτῳ. Σάργανθα πόλις Ἰβηρίας.
Τὰ εἰς κα βαρύνεται, Ὄγκα ἡ Ἀθηνᾶ κατὰ Φοίνικας. Σάλμυκα πόλις πρὸς τὰς Ἡρακλείας στήλας. λέγεται καὶ Σαλμύκη. Ταύακα πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυσικᾶ κατὰ πάθος ἐγένετο.
Τὰ εἰς λα θηλυκὰ βαρύνεται, ψύλλα· ἔστι καὶ χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου «ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ». Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος. Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σικελῶν γέλαν λέγεσθαι. Πρόξενος δʼ ἐν πρώτῃ τῶν περὶ πόρων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος τοῦ Αἴτνης καὶ Ἱμέρου. Ἀρισταίνετος δʼ ἐν πρώτῃ τῶν περὶ Φασήλιδα, ὅτι Λάκιος καὶ Ἀντίφημος ἀδελφοὶ ἐλθόντες εἰς Δελφοὺς ἐμαντεύσαντο, τὴν δὲ Πυθίαν οὐδὲν περὶ ἐκείνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δʼ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν «ἐφʼ ἡλίου δυσμῶν» καὶ Γέλαν πόλιν οἰκίσαι. Φίλα πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ. Ἡρόδοτος τετάρτῃ … «ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα». Σμίλα πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Σμίλα πόλις». Πόλα πόλις Ἰλλυρίας. Βῶλα πόλις Ἰταλίας. Νῶλα πόλις Αὐσόνων. Ἑκαταῖος Εὐρώπῃ. Νώλην δὲ αὐτὴν Πολύβιός φησι. Βάλλα πόλις Μακεδονίας. Τράλλα καὶ Πάλλα Ἀμαζόνες. πάλλα ἡ σφαῖρα. Ἕλλα χωρίον Ἀσίας, Ἀττάλου βασιλέως ἐμπόριον. Πολύβιος ιϛʹ. Πέλλα πόλις Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, κοίλης Συρίας ἡ Βοῦτις λεγομένη. ἡ δὲ Μακεδονίας πρότερον ἐκαλεῖτο καὶ Βουνόμεια ... ἐκλήθη δὲ ἀπὸ Πέλλα τοῦ κτίσαντος. ἔστι καὶ Πέλλα ὄρος Αἰθιοπίας. βδέλλα. Κίλλα ἡ πόλις. κόλλα. Νέγλα πολίχνιον Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Ἀμφίμαλα πόλις Κρήτης, Ὑλλούαλα δῆμος Καρίας. Ἀπολλώνιος εʹ Καρικῶν «Κᾶρες δὲ τὸν τόπον ἐκεῖνον, ἔνθα Ὕλλος ἀπώλετο, Ὑλλούαλαν ὠνόμασαν καὶ ἕδος ἐνταῦθα ἐδείμαντο Ἀπόλλωνος. καὶ νῦν ἔτι παρὰ τὸν θεὸν δῆμός ἐστι Ὑλλούαλα λεγόμενος». ἄλα γὰρ οἱ Κᾶρες τὸν ἵππον ἔλεγον. Σκάβαλα χώρα Ἐρετριέων. Θεόπομπος εἰκοστῷ τετάρτῳ Φιλιππικῶν. Ῥέσαλα πόλις Ὀμβρικῶν. Μίσπιλα πόλις Μήδων. Ξενοφῶν τρίτῳ ἀναβάσεως. Ὀκρίκολα πόλις Τυρρηνῶν. Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Σατίκολα πόλις Ἰταλίας. Ἀπίολα πόλις Ἰταλίας. Κρόταλλα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. Μάκαλλα πόλις Ἰταλίας. ἄμαλλα. Βίτελλα πόλις Ἰταλίας. Ἄτελλα πόλις Ὀπικῶν Ἰταλίας μεταξὺ Καπύης καὶ Νεαπόλεως. Ἔντελλα πόλις Σικελίας. Ἔφορος ιϛʹ. Στύελλα φρούριον τῆς ἐν Σικελίᾳ Μεγαρίδος. Φίλιστος τετάρτῳ Σικελικῶν. Φρέγελλα πόλις Ἰταλίας. Σίκελλα κώμη Παλαιστίνης, ὡς Ἰώσηπος. θύελλα, δίκελλα, Μύριλλα, Πράξιλλα, Τελέσιλλα, Κύδιλλα, Κόριλλα πόλις Λατίνων. Διονύσιος τετάρτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἄκριλλα πόλις Σικελίας οὐ πόρρω Συρακουσῶν. Κορίολλα πόλις Ἰταλίας. Ἄβολλα πόλις Σικελίας. Ἄχολλα πόλις Λιβύης οὐ πόρρω τῶν Σύρτεων ἄποικος Μελιταίων. Ἄγυλλα πόλις Τυρρηνίας. Λυκόφρων «Ἄγυλλαν Αὐσονῖτιν εἰσεκώμασεν». Ἄνθυλλα ἀδελφὴ Μέμνονος, ἀφʼ ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος. Ἡρόδοτος δευτέρᾳ … «Τουτέων δὲ ἡ μὲν Ἄνθυλλα ἐοῦσα λογίμη πόλις ἐς ὑποδήματα ἐξαίρετος». Ἴβυλλα πόλις Ταρτησσίας. Ἀρίστυλλα, φθίνυλλα. Ἔχετλα πόλις Σικελίας. ταῦτα μὲν οὖν προπαροξύνονται, παροξύνεται δὲ τὸ Μεσόλα πόλις Μεσσήνης, μία τῶν πέντε Νικόλαος τετάρτῳ. καὶ Ἱππόλα πόλις ἀρχαία Λακωνική. Παυσανίας τρίτῳ. καὶ Θυέλα πόλις Οἰνωτρίας, ἐν ᾗ μοῖρα Φωκαέων ᾤκησεν, ὡς Ἡρόδοτος πρώτῳ … . Βοΐλλαι πόλις Λατίνων. καὶ Βουκεφάλα πόλις Ἰνδικῆς, ἣν ἔκτισεν Ἀλέξανδρος «ἐπʼ ἀμφοτέραις ταῖς ὄχθαις τοῦ Ὑδάσπου ποταμοῦ πόλεις ᾤκισε, Νίκαιαν—Βουκεφάλαν δὲ ἔνθα διαβάντος καὶ μαχομένου ἀπέθανεν αὐτοῦ ὁ ἵππος Βουκεφάλας λεγόμενος». καὶ Ἀΐλα κόλπος κατά τινας. Γλαῦκος δὲ κώμην αὐτὴν λέγει ἐν Ἀραβικῶν τρίτῳ «τὰ πρὸς ἕω τῆς Ἀΐλας κώμης». ὡσαύτως καὶ Φιλομήλα Δώριον τροπῇ τοῦ η εἰς α πεποιημένον.
Τὰ εἰς μα θηλυκὰ σπάνια ὄντα βαρύνεται, τόλμα, θέρμα, Ἀττικῶς δὲ τόλμη καὶ θέρμη. ἔστι δὲ καὶ πόλις Θέρμα, ἣ ὕστερον Θεσσαλονίκη ἐκαλεῖτο. Μέσμα πόλις Ἰταλίας. Ἀπολλόδωρος ἐν τρίτῳ χρονικῶν.
Τὰ εἰς να μονογενῆ βαρύνεται, Κύννα ἡ πόρνη, ἔστι καὶ Κύννα πολίχνιον πλησίον Ἡρακλείας ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ἢ Κύννου τοῦ ἀδελφοῦ Κοίου. Ἄννα πόλις Ἰουδαίας ὑπὲρ Ἱεριχοῦντα, γέννα, χλαῖνα· εἰ δέ τι ἄλλο εὑρεθείη, κατὰ διάλεκτον ἢ πάθος ἐγένετο ὡς τὸ Ἑλένα Ἑλένη, Ἀθηνάα Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ παρʼ Ἑκαταίῳ.
Τὰ εἰς να δισύλλαβα βαρύνεται, πῖνα ἐπὶ τοῦ ὀστρέου, πεῖνα, Σπῖνα πόλις Ἰταλίας ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. Κρῶμνα πόλις Παφλαγονίας «Κρῶμναν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους» ἡ ὕστερον Ἄμαστρις, ἀπὸ Κρώμνου τοῦ Λυκάονος. ἔστι καὶ Πελοποννήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πληθυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας … . Τάμνα πόλις Ἀραβική, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ. Σμύρνα πόλις Ἰωνίας ἀπὸ Σμύρνης Ἀμαζόνος κατεχούσης τὴν Ἔφεσον, ἣ καὶ Σμύρνα ἐκαλεῖτο ἀπʼ αὐτῆς. Σύρνα πόλις Καρίας. Ἄρνα πόλις Λυκίας. οὕτω γὰρ ἡ Ξάνθος ἐκαλεῖτο ἀπὸ Ἄρνου τοῦ καταπολεμήσαντος Πρωτόγονον. Πύτνα πόλις Κρήτης ἡ ὕστερον Ἱεράπυτνα. Ἔννα πόλις Σικελίας. Βέννα πόλις Θρᾴκης διʼ ἑνὸς ν καὶ διὰ δύο. καὶ ἡ γραφὴ διάφορος καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ε, ὅπερ κρεῖττον. ἔστι δὲ καὶ Βέννα μία φυλὴ τῶν ἐν Ἐφέσῳ πέντε.
Τὰ εἰς να ὑπερδισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, μάραγνα ἡ μάστιξ, Ἄφιδνα δῆμος Ἀττικῆς καὶ Λεοντίδος φυλῆς ἀπὸ Ἀφίδνου αὐτόχθονος· ἔστι καὶ πληθυντικὸν Ἀφίδναι. ἔστι καὶ τῆς Λακωνικῆς, ὅθεν ἦσαν αἱ Λευκιππίδες Φοίβη καὶ Ἐλάειρα. Δάριδνα κώμη Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Κάλυδνα νῆσος καὶ πόλις Θήβης ἀπὸ Καλύδνου παιδὸς Οὐρανοῦ. λέγεται καὶ Κάλυδνος. Σώλιμνα πόλις Ἰνδίας. Ἄντεμνα πόλις Σαβίνων, μία τῶν ἀνθεστηκυιῶν Ῥωμύλῳ. Μήθυμνα ἡ Μάκαρος θυγάτηρ καὶ γυνὴ Λεπετύμνου καὶ πόλις ἐν Λέσβῳ τῇ νήσῳ ὁμωνύμως. Νώνυμνα πόλις Σικελίας. Κάλυμνα νῆσος, ἣν ὁ Σκήψιος πληθυντικῶς Καλύμνας φησί. Πρόσυμνα μοῖρα τοῦ Ἄργους. Πολύδαμνα. Ἀγάθυρνα πόλις Σικελίας, ὡς Πολύβιος ἐνάτῃ. Ἁλίκυρνα κώμη Ἀκαρνανίας. Στράβων. Ἁλίσαρνα πόλις τῆς Τρωάδος χώρα. Θεόπομπος. Ἄταρνα πόλις μεταξὺ Μυσίας καὶ Λυδίας πλησίον Λέσβου. Μηκύβερνα πόλις Παλλήνης τῆς ἐν Θρᾴκῃ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ. Ἐλεύθερνα πόλις Κρήτης ἀφʼ ἑνὸς τῶν Κουρήτων. Κάλαρνα πόλις Μακεδονίας, ὡς Λούκιος ὁ Ταρραῖος. Σάμορνα· οὕτως ἡ Ἔφεσος ἐκαλεῖτο. Φαλάσαρνα πόλις Κρήτης. Μέντυρνα πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ἑκκαιδεκάτῳ. Ἱεράπυτνα πόλις Κρήτης.
Τὰ εἰς ννα προπαροξύνεται, Φάλαννα πόλις Περραιβίας ἀπὸ Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων «Γόννον Φάλανναν ἠδʼ Ὀλοσσόνων γύας». Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης. Ἔραννα πόλις Τριφυλίας, ἥτις Κυπαρισσία καλεῖται. Ῥάβεννα πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δʼ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ η καὶ διʼ ἑνὸς ν «ἀμφότεροι ἀπήντησαν Οὐολουμνίῳ περὶ τοὺς καλουμένους Ῥαβηνούς». Ὕτεννα πόλις Λυκίας. Φίλιννα, Ἤριννα, Κόριννα, Βίτιννα. Βούκιννα πόλις Σικελίας. Πέλιννα πόλις Θεσσαλίας ἐν τῇ Φθιώτιδι. κέκληται ἀπὸ Πελίννου τοῦ Οἰχαλέως. Ὤλιννα πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. τὸ δὲ Καπίννα Τυρρηνικὴ πόλις παροξύνεται. λέγεται καὶ πληθυντικῶς. Τόροννα πόλις Σικελίας. Φόρουννα πόλις Θρᾴκης. Πολύβιος ἐνάτῳ. Δίκτυννα. Ἕρκυννα.
Τὰ εἰς να ὑπερδισύλλαβα φωνήεντι παραληγόμενα προπαροξύνεται, Ἴχανα πολίχνιον τῆς Σικελίας, διὰ τὸ τῇ αὐτοῦ ἁλώσει πολλὰ προσλιπαρῆσαι τοὺς Συρακοσίους. ἰχανᾶν δὲ τὸ ἐπιθυμεῖν. Κάρανα πόλις Γαλατίας ὑπὸ Ῥωμαίων συνοικισθεῖσα. Κάρμανα νῆσος τῆς Ἰνδικῆς. Κάρνανα πόλις Μιναίων ἔθνους πλησίον Ἐρυθρᾶς θαλάσσης. Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Ἀστάρτη. Μάργανα πόλις τῆς Ἰνδικῆς. ἔστι καὶ Μαργάναι πληθυντικῶς. τρίαινα, μύραινα εἶδος θαλασσίου θηρίου. Ζύγαινα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Μάζαινα πόλις Παλαιστίνης ἀπὸ Μαζαίνου. Δρύαινα πόλις Κιλικίας κτίσμα Δρυαίνου ὡς Σκύθαινα, Κηρύκαινα, Δύμαινα. Εὐφορίων «δαίμων ἀντιάσαιτο φιλοπλοκάμοισι Δυμαίναις». Φίδηνα καὶ Φιδήνη πόλις Ἀλβανῶν. Σάλωνα πόλις Ἐρετρίας. Μόργυνα πόλις Σικελῶν. Φίλιστος δευτέρῳ. Τάμυνα πόλις Ἐρετρίας. Στράβων δεκάτῃ. καὶ πληθυντικῶς «εἰς τὰς Ταμύνας». ἄμυνα, εὔθυνα, χέλυνα, Κίκυνα, σίγυνα. Αἴγινα νῆσος μία τῶν Κυκλάδων, ἥτις Οἰνώνη ἐκαλεῖτο, ὕστερον δὲ Αἴγινα ἀπὸ τῆς Ἀσωποῦ μὲν θυγατρὸς Αἰγίνης, Αἰακοῦ δὲ μητρός. Βέλβινα πόλις Λακωνική. Παυσανίας ὀγδόῳ. ἔστι καὶ νῆσος, ὡς Ἀρτεμίδωρος. Βέμβινα κώμη τῆς Νεμέας. Ἑλλάνικος δὲ Βέμβινον καὶ πόλιν φησίν. Βίλβινα πόλις Περσική. Μέλινα πόλις Ἄργους, ἀφʼ ἧς Ἀφροδίτη Μελιναία τιμᾶται. Λυκόφρων «τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεόν». Μύρινα πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ τῆς Αἰολίδος ἄλλη. ἀπὸ Μυρίνης ἀμφότεραι ἢ Μυρίνου. Σάνινα πόλις ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Κάρμινα νῆσος Ἰνδική. Ἄλινα νῆσος Λυκίας. Ἀρτεμίδωρος ἐν ἐπιτομῆς πρώτῳ. Κύτινα πόλις Θεσσαλίας, ὡς Θέων ἐν ὑπομνήματι Λυκόφρονος. Λάγινα πολίχνιον Καρίας. Ἀπολλώνιος Καρικῶν ἑκκαιδεκάτῳ. Ῥέσινα πόλις περὶ τὸν Ἄβορον ποταμόν. Ἀγύρινα πόλις Σικελίας. Διονύσιος δὲ τὸ Ἀγύριον ἔφη. Γαλάρινα πόλις Σικελίας κτίσμα Μόργου Σικελοῦ. Λάρινα πόλις Δαυνίων. Καμάρινα πόλις Σικελίας. καὶ λίμνη, ἀφʼ ἧς ἡ παροιμία «μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων». Μαμάρκινα πόλις Αὐσονική. Ἅρπινα πόλις Ἤλιδος ἀπὸ Ἁρπίνης τῆς Ἀσωποῦ, ἀφʼ ἧς καὶ Ἄρεος Οἰνόμαος. λέγεται καὶ Ὀλυμπία. Νικάνωρ. Σάλπινα ὄνομα κύριον. Μυκέρινα ὄνομα πόλεως. τὰ δὲ Ἰταλικὰ προπερισπῶνται, Σαβῖνα, Φαυστῖνα, Ἰουστῖνα, Κωνσταντῖνα, ἡμῖνα, Πλωτῖνα. Τερῖνα πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκόφρων «Λίγεια δʼ εἰς Τερῖναν ἐκναυσθλώσεται» Ἀκυλῖνα πόλις Ἰλλυρική. Θεόπομπος. Ταρρακῖνα πόλις Ἰταλίας. Διονύσιος ιεʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. Τυρακῖναι πόλις Σικελίας μικρὰ μὲν εὐδαίμων δʼ ὅμως. Τυράκην δὲ αὐτὴν Ἀλέξανδρος ἐν Εὐρώπῃ καλεῖ.
Τὰ εἰς πα σπάνια ὄντα βαρύνεται, Βόρσιππα πόλις Χαλδαίων. λέγεται καὶ οὐδετέρως. Μέταπα πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Ζαρίασπα καὶ Ζαριάσπη πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα.
Τὰ εἰς ρα μακρὸν μακρᾷ παραληγόμενα παροξύνεται ἀπὸ συμφώνου ἀρχόμενα, πήρα καὶ Πήρα πόλις Πισιδίας. χώρα. Ξήρα πόλις περὶ τὰς Ἡρακλείας στήλας. Θεόπομπος τεσσαρακοστῷ τρίτῳ. θήρα. Θήρα νῆσος τῶν Σποράδων κτίσμα Μεμβλιάρου ἑνὸς τῶν μετὰ Κάδμου. ἔστι καὶ Ῥόδου πόλις ταπεινή. καὶ Καρίας ἄλλη. καὶ Σογδιανῆς ἄλλη. χήρα. πλὴν τοῦ φ διὰ τὸ Φηρά «Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον» τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα παροξύνεται, Ἥρα, ὥρα, ὀπώρα.
Τὰ εἰς ρα δισύλλαβα συνεσταλμένον ἔχοντα τὸ α βαρύνεται, σφαῖρα, μοῖρα, πεῖρα, σφῦρα. Βοῦρα πόλις Ἀχαΐας ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης. Νῶρα πόλις ἐν Σαρδοῖ τῇ νήσῳ. Σῶρα πόλις Ἰταλίας. Σοῦρα μαντεῖον Λυκίας. τὰ δὲ μὴ συνεσταλμένον τὸ α ἔχοντα ὀξύνεται, ἰρά ἡ ἐκκλησία. τοῦτο δὲ διφορεῖται καὶ κατὰ τὴν ἐτυμολογίαν καὶ κατὰ τὴν γραφήν. εἰ μὲν γὰρ παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τοῦ ι. σειρά, πυρά, οὐρά, φρουρά, πλευρά. Φαραί πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι· ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ Φαραί Βοιωτίας. ἔστι δὲ ἄλλη Κρήτης ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. ἀρά καὶ Ἀρά Ἀθάμαντος θυγάτηρ καὶ Ἀραί νῆσοι τρεῖς οὕτω λεγόμεναι διὰ τὰς ἀράς, ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοῦ Πενταπολίτας, ὡς Ἀριστείδης.
Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς τὸ α βραχὺ ἔχοντα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Δηϊάνειρα, σκολόπενδρα.
Τὰ εἰς αρα ὑπὲρ δύο συλλαβὰς παροξύνεται, Κυπάρα κρήνη Σικελίας, ἣ καὶ Ἀρέθουσα ἐλέγετο, Βατεράρα πόλις Λιγύων. Ἰνδάρα Σικανῶν πόλις. Θεόπομπος. Καμάρα πόλις Κρήτης, ἥτις Λατώ ἐλέγετο. Λιπάρα νῆσος μεγίστη τῶν ἑπτὰ τοῦ Αἰόλου, ἣ Μελιγουνὶς ἐλέγετο, πλησίον Σικελίας, ἀπὸ Λιπάρου τοῦ Αὔσονος υἱοῦ. λέγεται καὶ πληθυντικῶς. Μακκάραι χώρα ὑπὲρ Φάρσαλον. Θεόπομπος πέμπτῳ Φιλιππικῶν.
Τὰ εἰς ερα δισύλλαβα μακροκατάληκτα βαρύνεται, ἔρα, Δέρα ὄνομα τόπου Λακωνικῆς, Μέρα ὄνομα πόλεως, δέρα, τοῦτο δὲ παρὰ τῷ ποιητῇ διὰ τῆς ει διφθόγγου γράφεται καὶ ὀξύνεται. τὸ δὲ Φεραί πόλις Θεσσαλίας ὀξύνεται «οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην». ἀπὸ Φέρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. εἰσὶ καὶ ἄλλαι Φεραί ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων.
Τὰ εἰς ρα μακροκατάληκτα τρισύλλαβα παραληγόμενα τῷ ε μονογενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, ἡμέρα, ἀσκέρα εἶδος ὑποδήματος, διφθέρα, λακέρα, χολέρα, ἑσπέρα, ὑπέρα, ἀλέρα, Τερμέρα Ὠγύγου μήτηρ, κυσέρα, Θεσκέρα ἡ τιθηνὸς Διονύσου. Ἱμέρα πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ Λιβύης, μεθʼ ὧν καὶ Φιλωτέρα πόλις περὶ τὴν Τρωγλοδυτικήν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ χρονικῶν. τινὲς δὲ καὶ Φιλωτερίαν αὐτὴν εἰρήκασιν. τὸ δὲ Γλυκερά ὀξύνεται, εἴτε κύριον εἴτε ἐπιθετικὸν εἴη ὡς καὶ Ἱερά· οὕτως γὰρ ἐκλήθη ἡ Τάρσος πόλις. καὶ τὸ περιστερὰ τετρασύλλαβον καὶ τὸ Ἐλευθεραί πληθυντικῶς λεγόμενον. ἔστι δὲ πόλις Βοιωτίας ἀπὸ Ἐλευθῆρος τοῦ Ἀπόλλωνος· ἔστι καὶ Κρήτης ἀπὸ Ἐλευθῆρος ἑνὸς τῶν Κουρήτων, ἥτις καὶ Σάωρος ἐκαλεῖτο ἀπὸ Σαώρης νύμφης. ἔστι καὶ ἄλλη ἐπὶ τῷ Ἴστρῳ ποταμῷ ἐν τῷ Πόντῳ διὰ τὸ φυγόντας Αἰήτην τοὺς περὶ Ἰάσονα ἐκεῖ τοῦ φόβου ἐλευθερωθῆναι. ἔστι καὶ πόλις Λυκίας ἀπότινος νύμφης.
Τὰ εἰς ηρα ὑπερδισύλλαβα μονογενῆ παροξύνεται, μερμήρα, Ὀτρήρα, Δασλήρα· ἔστι δὲ ὄνομα λίμνης, μενδήρα. τὸ δὲ Αἱμηρά καὶ Λιμηρά ἐπιθετικά ἐστιν· οὕτως γὰρ ἐκαλεῖτο Ἐπίδαυρος, Αἱμηρά μὲν διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν, Λιμηρά δὲ οἱονεὶ λιμενηρά τις οὖσα. τινὲς δὲ Λιμηρὰν Λακωνικὴν λέγουσι μίαν τῶν ἑκατὸν διὰ τὸ πολλοὺς ἔχειν λιμένας.
Τὰ εἰς ρα δισύλλαβα μονογενῆ τῷ ο παραληγόμενα ὀξύνεται, σπορά, φθορά, δορά, φορά, Θορά δῆμος Ἀττικὸς τῆς Ἀκαμαντίδος φυλῆς, μεθʼ ὧν καὶ ἀγορά τρισύλλαβον. ἔστι δὲ καὶ πόλις ἐν Χερρονήσῳ.
Τὰ εἰς ρα δισύλλαβα τῷ υ παραληγόμενα βαρύνεται· καὶ τὸ μὲν σφῦρα ἐκτεῖνον τὸ υ καὶ συστέλλον τὸ α προπερισπᾶται, τὸ δὲ λύρα καὶ θύρα ἐκτείνοντα τὸ α καὶ συστέλλοντα τὸ υ παροξύνεται, ὡσαύτως καὶ Μύρα πόλις Λυκίας ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνος ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντος· ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ οὐδετέρως. ὡσαύτως καὶ Ψύρα νῆσος μικρὰ πλησίον Χίου, ἣν ὁ ποιητὴς Ψυρίαν καλεῖ «νήσου ἐπὶ Ψυρίης». τὸ δὲ Κύρα ἡ κρήνη ἐκτεῖνον τὸ υ καὶ τὸ α διὰ τοῦ η ἐξηνέχθη Κύρη. σεσημείωται τὸ πυρά ὀξυνόμενον. τὸ δὲ Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν, πέτρῃσιν μεγάλῃσι εἰ καὶ ἰδίως λέγεται, ἀλλʼ ὅμως ἔχει τάξιν ἐπιθετικήν.
Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς τῷ υ παραληγόμενα βαρύνεται. ἀλλʼ εἰ μὲν ἔχωσι τὸ α μακρόν, παροξύνεται, πορφύρα. Ἐφύρα πόλις Ἠπείρου ἀπὸ Ἐφύρου τοῦ Ἄμβρακος τοῦ Θεσπρωτοῦ τοῦ Πελασγοῦ τοῦ γηγενοῦς τοῦ Ἀρκάδος. δευτέρα περὶ Ἦλιν. ἦν δὲ αὕτη μεταξὺ Πύλου καὶ Ἤλιδος, ὡς Παρμενίσκος φησίν. Ὅμηρος δὲ τὸ Ἐφύρη ἐπὶ τῆς Κορίνθου ἔφη. οὕτως δὲ ἐκαλεῖτο ἀπὸ Ἐφύρας τῆς Μύρμηκος τῆς Ἐπιμηθέως γυναικός. ἔστι καὶ ἄλλη Ἐφύρη Κράννουν λεγομένη, ὥς φησι Κινέας ὁ ῥήτωρ καὶ Ἐπαφρόδιτος. καὶ νῆσος οὐ μακρὰν ἀπέχουσα Μήλου. ἔστι καὶ Ἰταλίας κατὰ Καμπανίαν. ἔστι καὶ κώμη Αἰτωλίας Ἐφύρα. κολλύρα, Ζεφύρα, Φιλύρα, Κιβύρα πόλις πρὸς νότον Μαιάνδρου. Ἀντικύρα πόλεις δύο ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανός, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. Τεγύρα πόλις Βοιωτίας, Σῆμος ὁ Δήλιος «τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δʼ ἐν Δήλῳ, οἱ δʼ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δὲ ἐν Τεγύρᾳ τῆς Βοιωτίας φασίν». Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν «ἔστι μαντεῖα τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφωνίου ἐν Λεβαδείᾳ, τὸ δὲ ἐν Ἄβαις λεγόμενον ἐν Φωκεῦσιν, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύρᾳ». σισύρα· εἰ δὲ βραχύ, προπαροξύνεται, Κέρκυρα νῆσος. ἀμφιβόλως ἔχει ἡ τῆς νήσου γραφή. λέγεται γὰρ καὶ διὰ τοῦ ο Κόρκυρα, ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ Ἰονίου διὰ τοῦ ο μάλιστα λεγομένη Κόρκυρα ἡ καὶ Μέλαινα καλουμένη. ἄγκυρα. ἔστι καὶ πόλις Γαλατίας. Ἀπολλώνιος ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πολισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. γέφυρα. ἔστι καὶ πόλις Βοιωτίας, τινὲς δὲ τοὺς αὐτοὺς εἶναι καὶ Ταναγραίους φασίν, ὡς Ἑκαταῖος καὶ Στράβων. Τέντυρα, πόλις Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν τρίτῳ Αἰγυπτιακῶν. λέγεται καὶ Τέντυρις. Τίμυρα πόλις περὶ Ἰσαυρίαν. ὄλυρα. γόργυρα καὶ Γόργυρα τόπος ἐν Σάμῳ, ὡς ἱστορεῖ Δοῦρις, Θεμίσκυρα πόλις, ἥ ἐστιν ἀντίον Θερμώδοντος, καὶ ἡ χώρα. Ἴμυρα πόλις Φοινίκης. Κόσσυρα Λιβύης νῆσος, Λάμυρα πόλις Λυκίας. Λίμυρα πόλις Λυκίας ἀπὸ Λιμύρου ποταμοῦ. Πάλμυρα φρούριον Συρίας. τὸ δὲ Γλαφυρά ὀξύνεται, εἴτε ὄνομα πόλεως εἴη εἴτε ἐπιθετικόν. ἔστι δὲ πόλις Θεσσαλίας. Ὅμηρος «Βοίβην καὶ Γλαφυράς». ἔστι δὲ καὶ κώμη Κιλικίας Γλαφυραί.
Τὰ εἰς ρα μακρὸν τῷ ω παραληγόμενα βαρύνεται, χώρα, ψώρα, ὥρα, ὤρα, μεθʼ ὧν καὶ πρῷρα, εἰ καὶ συστέλλει τὸ α.
Τὰ εἰς ρα ἁπλᾶ μονογενῆ τρισύλλαβα παραληγόμενα τῷ ω ἀπὸ φύσει μακρᾶς ἢ βραχείας ἀρχόμενα βαρύνεται, Φαλώρα ὄνομα πόλεως, πληθώρα, ληθώρα, ὀπώρα, αἰώρα, ψοθώρα. Ἀώρα ἢ Σαώρα νύμφη, ἀφʼ ἧς Ἄωρος ἢ Σάωρος πόλις Κρήτης μετονομασθεῖσα Ἐλευθεραί. εἰ δὲ ἀπὸ θέσει μακρᾶς, ὀξύνεται, θαλπωρά, ἐλπωρά. τὸ δὲ πανδώρα σύνθετον ὂν παροξύνεται ὡς καὶ τὸ Πολυδώρα τετρασύλλαβον· ἔστι δὲ νῆσος ἐν τῇ Κυζίκῳ.
Τὰ διὰ τοῦ αιρα δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, σφαῖρα, αἶρα, Δαῖρα. τὸ δὲ Αἰραί ὀξύνεται· ἔστι δὲ πόλις Μακεδονίας καὶ ἄλλη Ἰωνίας. ἔστι καὶ παρὰ Ἑλλησπόντῳ.
Τὰ διὰ τοῦ αιρα ὑπερδισύλλαβα προπαροξύνεται, μάχαιρα, χίμαιρα, Ἄπαιρα ὄνομα τόπου.
Τὰ διὰ τοῦ αυρα δισύλλαβα μακροκατάληκτα παροξύνεται, σαύρα, αὔρα, λαύρα. τὸ δὲ Σαῦρα πόλις Σαυνιτῶν βραχυκατάληκτον προπερισπᾶται.
Τὰ διὰ τοῦ ειρα δισύλλαβα βραχυκατάληκτα προπερισπᾶται, πεῖρα, σπεῖρα, στεῖρα ἡ μὴ τίκτουσα καὶ τὸ μέρος τῆς νεώς, ζεῖρα εἶδος χιτῶνος, οἱ δὲ ζώνης.
Τὰ εἰς ρα τῇ ει διφθόγγῳ ἢ ι μακρῷ παραληγόμενα δισύλλαβα ὀξύνεται, εἰρά ἢ ἰρά ἡ ἐκκλησία ὡσαύτως καὶ Ἰρά ὄρος Μεσσήνης. Ῥιανὸς ἐν Μεσσηνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Μαλιέων καὶ Λέσβου. καὶ ἡ παρʼ Ὁμήρῳ «Καρδαμύλην τʼ Ἐνόπην τε καὶ Ἱρήν». εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὡς ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε», «Ὄρθην». ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπʼ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων· καί ἐστιν ὁρίσασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή «μήτηρ πινυτή». Ἀγαυή. οὕτως καὶ Ἰρή. σειρά, δειρά, πειρά.
Τὰ διὰ τοῦ ειρα ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται, ἀγρώτειρα, Δηϊάνειρα, Θυάτειρα, Σάπφειρα, ἔθειρα, Σάμψειρα πόλις Αἰγύπτου, Ταύχειρα πόλις Λιβύης ἀπὸ Ταυχείρας τῆς Ἀντάνδρου θυγατρός. θηλυκῶς καὶ οὐδετέρως ὡς Στάγειρα. Αἴγειρα πόλις Ἀχαΐας, ἣν Ὅμηρος Ὑπερησίην φησίν. τὸ δὲ ὄνομα τὸ νῦν, ὥς φησιν Παυσανίας ἑβδόμῳ, ἐγένετο ἐπʼ αἰτίᾳ τοιᾷδε. Σικυωνίων στρατὸς ἀφίξεσθαι ἔμελλεν αὐτοῖς· οἱ δὲ ἀθροίζουσιν αἶγας καὶ πρὸς τοῖς κέρασιν ἔδησαν δᾷδας καὶ ἐξάπτουσι διὰ τῆς νυκτός· νομίσαντες οὖν τὴν φλόγα τοῦ ἐπικουρικοῦ πυρὸς ἔφυγον, Ὑπερησιεῖς δὲ Αἴγειραν τὴν πόλιν ὠνόμασαν. ἔνιοι δὲ ἀπὸ Αἰγιαλέως τὴν χώραν Αἰγιαλόν φασι τό τε Αἴγιον καὶ ἔτι Αἴγειραν. Ἀγρόειρα ἢ Ἀλλόειρα ἡ ὕστερον Ἀττάλεια καλουμένη πόλις Λυδίας.
Τὰ εἰς ρα ὑπὲρ δύο συλλαβὰς βραχὺ ἔχοντα τὸ α καὶ πρὸ τέλους ἔχοντα ου προπαροξύνεται, ἄρουρα, Ἄργουρα πόλις Θεσσαλίας ἡ πρότερον Ἄργισσα. ἔστι καὶ τόπος τῆς Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην Ἑρμῆς πεφονευκέναι. μέμνηται Δημοσθένης λέγων «ἐξ Ἀργούρας τῆς Εὐβοίας». Κυνόσουρα ἐπὶ τῆς ἄρκτου
οἳ τὴν μὲν κυνόσουραν ἐπίκλησιν καλέουσιν. καὶ ἐπὶ τῇ Λακωνικῇ φυλακῇ καὶ ἄκρα Μαραθῶνος οὕτως καλεῖται. ἔστι δὲ καὶ ἄκρα Ἀρκαδίας. Κόλουρα· ἔστι δὲ πόλεως ὄνομα ὡς Ἑκαταίῳ «δοκέω δὲ μάλιστα παρὰ Κόλουραν, ἵνα Πριηνέες ἕζοντο». Ἴουρα· μέμνηται Μνασέας. Ὄλουρα· μέμνηται Ἐρατοσθένης. Αἴβουρα πόλις Ἰβηρίας ὡς Στράβων. Παναίουρα πόλις Ἰνδικὴ περὶ τὸν Ἰνδὸν ποταμόν. Χέρρουρα πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ «ἔχεται χερρόνησος ὄνομα Χέρρουρα». Κύνουρα πόλις Ἄργους ἀπὸ Κινούρου παιδὸς Περσέως. Παυσανίας τρίτῳ. Λυκόσουρα πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκείῳ ὄρει. Ῥινοκόρουρα πόλις Αἰγύπτου «ἀπὸ τῶν εἰσῳκισμένων ἐκεῖ τὸ παλαιὸν ἀνθρώπων τὰς ῥῖνας ἀκρωτηριασμένων οὕτω καλουμένη». Βαλβέρουρα· οὕτως τινὲς Ἰνδικὴν πόλιν Ἰβηρίας φασίν, μεθʼ ὧν καὶ δίφουρα ἡ γέφυρα.
Τὰ εἰς ρα μονογενῆ μετʼ ἐπιπλοκῆς συμφώνου παροξύνεται καὶ μακρὸν ἔχει τὸ α, ὕδρα· ἔστι καὶ νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος πέμπτῳ. πέτρα· ἔστι καὶ πόλις Παλαιστίνης. λέπρα, ῥήτρα ἡ συνθήκη «ἀλλά γε νῦν ῥήτρην ποιησόμεθα». φαρέτρα, γάστρα, μήτρα, φρήτρα, φράτρα καὶ φάτρα, μίτρα ἡ ζώνη· Ὅμηρος «μίτρης θʼ ἣν ἐφόρειν», λίτρα, χύτρα, αἴθρα, ξύστρα, μύστρα, ποτίστρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα, χαράδρα· ἔστι καὶ πόλις Φωκίδος οὐ πόρρω Λιλαίας. Ἄρρα πόλις Ἰλλυρική. Ἄτραι πόλις μεταξὺ Εὐφράτου καὶ Πίγρητος. Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν. Ἔγρα πόλις Ἀραβίας πρὸς Ἀϊλανίτῃ κόλπῳ. Βόστρα πόλις Ἀραβίας. λέγεται καὶ οὐδετέρως. Θύμβρα πόλις Τρωάδος Δαρδάνου κτίσμα ἀπὸ Θύμβρου φίλου αὐτοῦ. Γάγγρα πόλις Παφλαγονίας. Ἀλέξανδρος ἐν τῷ περὶ Παφλαγονίας «Νικόστρατός φησιν αἰπόλον νέμειν περὶ τοὺς τόπους αἶγας. μίαν δὲ χωριζομένην ἰδών, ἀπορῶν ὁ αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ εὕρισκεν, ἐπὶ τῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. ὁ δʼ ἔφη ἐπιτηρῆσαι τὴν χωριζομένην. ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα ἀπρόσβατον πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεῖ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί». Ἐρατοσθένης δὲ οὐδετέρως τὰ Γάγγρα φησίν. ἔστι καὶ Ἀραβίας τῆς εὐδαίμονος Γάγγρα. Γάδρα πόλις Παλαιστίνης. Πάτρα ἓν τῶν τριῶν παρʼ Ἕλλησι κοινωνίας εἰδῶν, ὡς Δικαίαρχος. Πάτραι πόλις Ἀχαΐας ἀπό τινος Πατρέως. ἕδρα. Γέρρα πόλις Χαλδαίων. Ἄγρα καὶ Ἄγραι χωρίον, ἑνικῶς καὶ πληθυντικῶς. ἔστι δὲ τῆς Ἀττικῆς πρὸ τῆς πόλεως, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἐπιτελεῖται, μίμημα τῶν περὶ τὸν Διόνυσον, ἐν ᾧ λέγουσι καὶ τὸν Ἡρακλέα μεμυῆσθαι. ἄκρα· ἔστι καὶ Ἄκρα Ἰαπυγίας πόλις κατά τινας Ὑδροῦς λεγομένη. βʹ ἔστι καὶ ἑτέρα ἐν αὑτῇ ἔχουσα λιμένα Βρεντέσιον. ἔστι δὲ Ἰταλίας. γʹ Σικελίας. ἔστι Συρακοσίων κτίσμα. δʹ Εὐβοίας. ϛʹ Σκυθίας. ζʹ Κύπρου. ηʹ Ἀκαρνανίας. ἔστι καὶ πέραν Τίγρητος Ἄκρα. Ἀρριανὸς ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείας ἐγγύς. Γαλάδραι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων «σῆναι Γαλάδρας τὸν στρατήλατον λύκον» ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ ὅτι ὁ Γαλάδρας ἔκτισε τὴν πόλιν. Γεράνθραι πόλις Λακωνικῆς. Παυσανίας τρίτῳ. Ἐχέτρα πόλις Ἰταλίας. Κελαίθρα πόλις Βοιωτίας. Φαλάκραι ἄκρα τῆς Ἴδης, ἥτις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλʼ ἐψίλωται. καὶ πάντα τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλις Λιβύης. Σωσάνδρα νῆσος περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτὴν φυγόντας. Χαλάστρα πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖος Εὐρώπῃ «ἐν δʼ αὐτῷ Θέρμη πόλις Ἑλλήνων, ἐν δὲ Χαλάστρη πόλις Θρηΐκων». ὠνόμασται δὲ ἀπὸ Χαλάστρης. ἔστι καὶ λίμνη τῇ πόλει ὁμώνυμος. Στράβων δʼ ἐν ἑβδόμῃ Μακεδονίας αὐτὴν καλεῖ. σεσημείωται τὸ Τάναγρα πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι καὶ σκολόπενδρα προπαροξυνόμενα καὶ συστέλλοντα τὸ α. τὸ δὲ Ἐρυθρά ἡ θάλασσά ἐστιν ἐπιθετικόν. ἔστι δὲ καὶ ἄκρα Ἐρυθρά τῆς Λιβύης. ὡς Ἀρτεμίδωρος ἑβδόμῃ γεωγραφουμένων. καὶ Ἐρυθραί πόλις Ἰώνων. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ Λιβύης ἄλλη καὶ ἄλλη Λοκρίδος. ἔστι καὶ Βοιωτίας καὶ Κύπρου ἄλλη ἡ νῦν Πάφος. τὸ δὲ Φαίδρα κύριον συνεξωμοιώθη τῷ Φαῖδρος ἀρσενικῷ· ὡσαύτως καὶ Πύρρα πόλις ἐν Λέσβῳ· ἔστι καὶ κώμη Λιγυστικῆς. βαρύνεται δὲ καὶ Κύδραι πόλις Βρυγῶν. Στράβων ἑβδόμῃ, καὶ Μάκρα νῆσος Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ αὐτῆς.
Τὰ εἰς σα δισύλλαβα βαρύνεται, αἶσα· ἔστι καὶ Αἶσα πόλις Θρᾴκης προσεχὴς τῇ Παλλήνῃ. μοῦσα μόνον δισύλλαβον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίως ἐν χρήσει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ συνηθείᾳ. τὸ γὰρ Δοῦσα κύριον καθʼ ἱστορίαν ἐστὶ λεγόμενον ἥ τε Χοῦσα πόλις Αἰγυπτίων. πεῖσα ἡ πειθώ, μεθʼ ὧν γλῶσσα, πίσσα, νύσσα ὁ καμπτήρ. Φαῖσα, δεῖσα ἡ ὑγρασία. Τῖσα, Κρῖσα πόλις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ ἀπὸ Κρίσου Φώκου υἱοῦ. Ὅμηρος «Κρῖσάν τε ζαθέην». ἔστι δὲ ἡ αὐτὴ τῇ Κίρρᾳ. γίνεται γὰρ ὑπερθέσει Κίρσα καὶ ἀντιθέσει τοῦ σ εἰς ρ Κίρρα ὡς χερσόνησος χερρόνησος. εἰσὶ καὶ ἄλλαι Κρῖσαι. ἔστι καὶ Αἰολίδος Κρῖσα. κνῖσα. γίνεται δὲ ἀπὸ μέλλοντος τοῦ κνίζω κνίσω· ὥσπερ γὰρ παρὰ τὸ πρῶ πρίζω, τρῶ τρίζω, οὕτω καὶ κνῶ κνίζω τὸ ἐπιπολῆς καὶ ἰσχνῶς καταξύω· διὸ καὶ διʼ ἑνός τε γράφεται σ καὶ ἔκτασιν ἔλαβε τοῦ ι. δηλοῖ δὲ ἡ κνῖσα τὴν κατʼ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. προσαγορεύεται δὲ καὶ ἐπίπλους εὖ μάλα καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Πῖσα πόλις καὶ κρήνη τῆς Ὀλυμπίας. ἔστι καὶ χωρίον, ἐν ᾧ τοῦ Διὸς ναὸς ἵδρυται καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν ἐπιτελεῖται. παρὰ τὸν πίσω μέλλοντα, οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. Πίνδαρος δὲ κατὰ συστολὴν τὴν πόλιν εἶπε Πίσαν. Βῖσα πόλις Θρᾴκης. Βρῖσα ἄκρα Λέσβου, ἐν ᾗ ἵδρυται Διόνυσος Βρισαῖος. Νῖσα ἡ πόλις. Νῦσα πόλεις πολλαί, ἐν Ἑλικῶνι, ἐν Θρᾴκῃ, ἐν Καρίᾳ, ἐν Ἀραβίᾳ, ἐν Αἰγύπτῳ, ἐν Νάξῳ, ἐν Ἰνδοῖς, ἐπὶ τοῦ Καυκάσου ὄρους, ἐν Εὐβοίᾳ. φῦσα, βῆσσα καὶ Βῆσα πόλις Λοκρῶν διʼ ἑνὸς σ, Ἀπολλόδωρος δὲ καὶ Ἐπαφρόδιτος καὶ Ἡρακλέων διὰ δύο «Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινάς». ὠνομάσθη δὲ ἀπὸ τῆς τοῦ τόπου φύσεως ναπώδους οὔσης. Κρῆσσα πόλις Παφλαγονίας, ἣν Μηριόνης μετὰ Τροίαν ἔκτισε, Ζηΐλας δὲ εἷλεν ὁ Νικομήδους υἱός. Δημοσθένης. Ἴσσα πόλις ἐν Λέσβῳ ἀπὸ Ἴσσης τῆς Μάκαρος, ἔστι καὶ νῆσος πόλιν ὁμώνυμον ἔχουσα κατὰ Δαλματίαν καὶ Ἰλλυρίαν. Τίσσα χωρίον Σικελίας. Φίλιστος ἐνάτῳ. κίσσα, λύσσα, ὄσσα, κρόσσα· ἔστι καὶ πόλις πρὸς τῷ Πόντῳ. Ἑκαταῖος Ἀσίᾳ. Κόσσα πόλις Οἰνωτρῶν ἐν τῷ μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Πάσσα πόλις Θρᾴκης. Ἄσσα πόλις πρὸς τῷ Ἄθῳ. Ἡρόδοτος ἑβδόμῃ … . ἔστι καὶ κώμη Σκυθίας. Προῦσα πόλις μικρὰ Βιθυνίας κτίσμα Προυσίου τοῦ πρὸς Κῦρον πολεμήσαντος. Μοῦρσα πόλις Παιονίας κτίσμα Ἀδριανοῦ. λέγεται καὶ Μούρσιον. Πέρσα πόλις παρὰ τῷ Εὐφράτῃ καὶ Σαμοσάτοις. Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ. Ἄρσα πόλις Ἱσπανίας, ὡς Χάραξ ἐν δεκάτῃ χρονικῶν. Τίρσαι πόλις Μυγδονίας τῆς ἐν Μακεδονίᾳ ἀπὸ Τίρσης μιᾶς τῶν θυγατέρων Γραστοῦ παιδὸς Μυγδόνος.
Τὰ εἰς σα ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἄγρισα πόλις Καρμανίας. Λάρισα πόλις Θεσσαλίας ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. δευτέρα ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. τρίτη ἐν τῇ Ὄσσῃ χωρίον. τετάρτη τῆς Τρωάδος, ἥν φησιν Ὅμηρος «τῶν οἱ Λάρισαν ἐριβώλακα». πέμπτη Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ἕκτη Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ἑβδόμη Λυδίας. ὀγδόη Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ, ἐνάτη Κρήτης. δεκάτη Ἀττικῆς ἐστι Λάρισα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισα. Ἔμισα πόλις Φοινίκης Λιβανουσίας. Κρίμισα πόλις Ἰταλίας πλησίον Κρότωνος καὶ Θουρίου. Λυκόφρων. ἀπὸ Κριμίσης νύμφης. σάρισα εἶδος ἀκοντίου μικροῦ. Ἄμισα πόλις Γερμανίας. Ὄδρυσα πόλις Ὀδρυσῶν, ἣ καὶ Ὀδρυσία λέγεται.
Τὰ εἰς σσα ὑπερδισύλλαβα ἀπαρασχημάτιστα προπαροξύνεται, εἰ μὴ παραλήγοι ου, θάλασσα, Ἰφιάνασσα, θέρμασσα ἡ κάμινος, ἄνασσα, ἀμφιέλισσα. Ἑρμώνασσα πόλις ἐν τῷ Κιμμερίῳ Βοσπόρῳ Ἰώνων ἄποικος ἀπὸ τοῦ ἡγησαμένου Ἕρμωνος. Ἀρριανὸς δὲ οὕτω φησίν «Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μιτυληναίου τινός, οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ ἡ γυνὴ τῆς πόλεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει ἐπέθετο». ταύτην ὁ Σκύμνος καὶ Ἑρμώνειαν καλεῖ. Στράβων δὲ ἑβδόμῃ Ἑρμώνακτος κώμην φησί. Μένιππος δὲ χωρίον Τραπεζοῦντος ἐν περίπλῳ τῶν δύο πόντων. Ἑκαταῖος δὲ καὶ Θεόπομπος πόλιν αὐτήν φασιν. μέτασσα παρὰ τὸ μετά «χωρὶς δὲ μέτασσαι». Ἔδεσσα πόλις Συρίας ἀποικία τῆς ἐν Μακεδονίᾳ. Ποιήεσσα πόλις τῆς Κέω. Σύεσσα καλύβη τις ἐν Λυκίᾳ ἀπὸ Συέσσης γραός τινος ὑποδεξαμένης τὴν Λητὼ καὶ Σύεσσα πόλις Τυρρηνῶν. Σινόεσσα πόλις Σικελίας. Τειχιόεσσα πόλις Μιλησίας. Ὑδρόεσσα· οὕτως ἡ Τῆνος ἐκαλεῖτο διὰ τὸ κατάρρυτον εἶναι. Ἀκριόεσσα πόλις ἐν Πόντῳ, Ἡρακλείας ὑποτελής. Δομίτιος Καλλίστρατος ἐν τετάρτῃ περὶ Ἡρακλείας. Πύργησσα πολίχνιον Ἰταλίας. Μάρπησσα ὄρος Πάρου. Τρίνησσα τόπος Φρυγίας. Θεόπομπος Ἑλληνικῶν τετάρτῳ. Πέτροσσα νῆσος Κιλικίας. Τίλφωσσα, Βοιωτίας κρήνη καὶ ὄρος ἀπὸ Τιλφώσσης νύμφης. γράφεται καὶ διʼ ἑνὸς σ. μέλισσα καὶ Μέλισσα θυγάτηρ Ἐπιδάμνου, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. ἀφʼ ἧς ἔστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν, ὡς Φίλων. ἔστι καὶ Μέλισσα πόλις Λιβύων. Ἑκαταῖος Ἀσίᾳ. καὶ ἐν Κυζίκῳ κώμη Μέλισσα. Ἄμφισσα πόλις Ὀζολῶν Λοκρῶν. ἔστι δὲ παραγωγὴ ἐκ τῆς ἀμφί ὡς ἐκ τῆς ἀντί Ἄντισσα· ἔστι δὲ πόλις Λέσβου ἐφεξῆς τῷ Σιγρίῳ ἀπὸ τῆς Ἀντίσσης τῆς Μάκαρος θυγατρός, ἐν τοῖς Φίλωνος. ἔστι καὶ νῆσος μία τῶν Κυκλάδων καὶ τρίτη Ἰνδικῆς, ἣν ἀναγράφει Φίλων καὶ Δημοδάμας ὁ Μιλήσιος—καὶ ἐκ τῆς ἐπί ἔπισσα παρʼ Ἑκαταίῳ. «Μνημοσύνης ἢ Λητογενοῦς χαρίεντος ἔπισσα». Ἄργισσα πόλις ἡ ὕστερον Ἄργουρα. Πίτνισσα πόλις Λυκαονίας. ὡσαύτως δὲ καὶ τὰ παρεσχηματισμένα, Μάκεσσα, Θρέϊσσα, Ἀράβισσα, Αἰθιόπισσα, Καππαδόκισσα, πανδόκισσα, Φοίνισσα, Κίλισσα, βασίλισσα, Ἀρκάδισσα, Καβάλισσα ἡ Καβαλίς, ὁ πολυίστωρ Ἀλέξανδρος, Μολύκρισσα, Κούρισσα, Λίβυσσα. ἔστι δὲ καὶ φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς πολυίστωρ Ἀλέξανδρος. Βέβρυσσα. τὰ δὲ παραλήγοντα τῇ ου, εἰ μὲν ἔχοιεν ἓν σ, προπαροξύνεται· Φαέθουσα θυγάτηρ Ἡλίου, Ἀρέθουσα, κρήνη Σικελίας. αὕτη Κυπάρα ἐλέγετο. ἔστι καὶ Ἰθάκης «πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ. Ὅμηρος. Δίδυμος ὑπομνηματίζων τὴν ν τῆς Ὀδυσσείας φησίν “Ἀρέθουσαι δέ εἰσιν ὀκτώ”. Ἡρακλέων δὲ ὁ Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φησίν, ἄρω ἐστὶ τὸ ποτίζω, ἀφʼ οὗ ἄρδω παραγωγόν, ἐκ τούτου ἀρέθω ὡς φλέγω φλεγέθω, ἀφʼ οὗ πᾶσα κρήνη ἐπιθετικῶς οὕτω λέγεται. ὁ γοῦν Χοιρίλος ἐν αʹ Περσικῶν παρὰ δὲ κρήνας ἀρεθούσας μυρία φῦλʼ ἐδονεῖτο πολυσμήνοισι μελίσσαις. ἔστι καὶ πόλις Συρίας καὶ Θρᾴκης καὶ Εὐβοίας. Αἴθουσα τὸ κύριον ἐπὶ τῆς θυγατρὸς Ποσειδῶνος καὶ Ἀλκυόνης, ὅπερ κατά τινας ἓν σ ἔχει, Φέρουσα, καὶ τοῦτο ἐπὶ μιᾶς τῶν Νηρηΐδων “Φέρουσά τε Δυναμένη τε”. Ἴωνος δὲ τοῦ Ξούθου ἀναγράφεται μήτηρ Κρέουσα, ὁμωνύμως δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουσα μία τῶν Γοργόνων. Στεινώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα. Θάλπουσα πόλις τῆς Ἀρκαδίας τοῦ Ὀρχομενοῦ. Σώζουσαι πόλεις τρεῖς Φοινίκης Πισιδίας καὶ Αἰθιοπίας. Μύρτουσα ὄρος Λιβύης. Καλάθουσα πόλις τοῦ Πόντου καὶ πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν, Ἑκαταῖος δὲ Εὐρώπῃ Καλάθην αὐτὴν καλεῖ. Οἴνουσα· οὕτως ἐκαλεῖτο ἡ Καρχηδών. Κοχλίουσα νῆσος πρὸς τῇ Λυκίᾳ. Ἀλέξανδρος δευτέρῳ περὶ Λυκίας διὰ τὸ κοχλοὺς ἐν αὐτῇ εὑρίσκεσθαι. Κράμβουσα νῆσος περὶ Σελεύκειαν τῆς Ἰσαυρίας. Στράβων ιδʹ. Πιτύουσα ἡ ὕστερον Φάσηλις. οὕτως καὶ ἡ Λάμψακος πάλαι ἐκαλεῖτο, ὡς Δηΐοχος ὁ Κυζικηνός. Κρομύουσα νῆσος Ἰβηρίας. Ἑκαταῖος Εὐρώπῃ. Πολυπόδουσα νῆσος τῆς Κνιδίας. Πορφύρουσα ἐκαλεῖτο νῆσος Κύθηρα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. Ὀφίουσα ἐκαλεῖτο ἡ Κύθνος νῆσος. Λάγουσα νῆσος περὶ Κρήτην. Στράβων δεκάτῃ. Δρύουσα καὶ Ἀνθέμουσα ἐκαλεῖτο πρότερον Σάμος. Σειρήνουσαι “νῆσοι ἐν τῇ Ἰταλίᾳ περὶ τὸν πορθμὸν ἐπʼ αὐτῆς τῆς ἄκρας κείμεναι προπεπτωκότος τόπου καὶ διαλαμβάνοντος τοὺς κόλπους, τόν τε περιέχοντα Κύμην καὶ τὸν διειληφότα τὴν καλουμένην Ποσειδωνίαν, ἐν ᾧ καὶ νεὼς αὐτῶν ἵδρυται καὶ τιμῶνται καθʼ ὑπερβολήν. ὧν καὶ τὰ ὀνόματα ταῦτα, Παρθενόπη καὶ Λευκωσία καὶ Λίγεια”. Σίδουσα πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ “ἐν δὲ Σίδουσα πόλις”. Σκότουσα πόλις καὶ χωρίον τῆς ἐν Θεσσαλίᾳ Πελασγίας, καὶ πληθυντικῶς Σκότουσαι. Μαράθουσα νῆσος πρὸς Κλαζομεναῖς. Μελίτουσα πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ. Μήλουσα νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. Τέλφουσα πόλις Ἀρκαδίας ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. Τεύτλουσα νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ … . Φάκουσα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. Δάφνουσα. οὕτως Δαφνοῦντα πόλιν Φωκικήν φησιν Εὐφορίων. Βάρχουσα πόλις μικρὰ Φοινίκης. Αἴγουσα νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία. Αἰγείρουσα πόλις τῆς Μεγαρίδος, ὡς Στράβων. λέγεται καὶ Αἴγειρος, ὡς Θεόπομπος πεντηκοστῇ ἕκτῃ. Ἀργέννουσα νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος παρὰ τὸ Ἀργεννὸν ἀκρωτήριον, ἀφʼ οὗ ἀργεννόεις καὶ κατὰ συναίρεσιν ἀργεννοῦς καὶ Ἀργέννουσα. Ἀνδροτίων δὲ ἐν τῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ ι. εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤπειρον πρὸς τῇ Κωρύκῳ. εἰσὶ δὲ καὶ ἄλλαι νῆσοι ἑπτά. Σχινοῦσσα Φωκικὴ νῆσος. Δρυμοῦσσα νῆσος Ἰωνίας. Θουκυδίδης ὀγδόῃ … . Φαρμακοῦσσαι δύο νῆσοι πλησίον Σαλαμῖνος. καὶ ἄλλη ὑπὲρ Μίλητον, ἐν ᾗ Ἄτταλος ἀνῃρέθη. Ὀφιοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Λιβύη, ὡς Πολυίστωρ, καὶ ἡ Ῥόδος καὶ ἡ Τῆνος καὶ ἡ Τύρα πόλις. Ταφιοῦσσα πόλις Κεφαλληνίας ἡ πρότερον Τάφος. Πιθηκοῦσσαι νῆσοι περὶ Τυρρηνίαν. Ἰχνοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Σαρδὼ νῆσος διότι ἐοικυῖα ἦν ἀνθρώπου ἴχνει. Λοπαδοῦσσα νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ἑβδόμῳ γεωγραφουμένων. Ναγιδοῦσσα νῆσος. Ἑκαταῖος Ἀσίᾳ. Ἀγαθοῦσσα· οὕτως ἐκαλεῖτο ἡ Τῆλος νῆσος, ὡς Ἰάσων. Φασηλοῦσσαι δύο νῆσοι Λιβύης πλησίον Σίριος ποταμοῦ. Ἑκαταῖος περιηγήσει Λιβύης. Δελφοῦσσα κρήνη τῶν Δελφῶν. Γηθοῦσσα πόλις Λιβύης. Γονοῦσσα πόλις Περραιβίας. Ἐλαφοῦσσα· οὕτως Ἕλληνες Βρεττίαν νῆσον ἐν τῷ Ἀδρίᾳ καλοῦσιν. Αἰγειροῦσσα πόλις Αἰολίδος, ὡς Ἡρόδοτος. Ἀνητοῦσσα πόλις Λιβύης. πλὴν τοῦ αἴθουσσα, ὅπερ ἔχει δισσὸν τὸ σ ἐπὶ τοῦ προσηγορικοῦ, Ἔμπουσσα καὶ Συράκουσσαι πόλις μεγίστη, ὡς Ἑκαταῖος Εὐρώπῃ, κτίσμα μὲν Ἀρχίου, Κορίνθου δʼ ἄποικος, τοῖς ἐν Σικελίᾳ Μεγάροις καὶ Νάξῳ ὁμόχρονος. τὸ δὲ ἡρῷσσα προπερισπᾶται ἐκ συναλοιφῆς τοῦ ἡρώϊσσα.
Τὰ εἰς τα δισύλλαβα σπάνια ὄντα βαρύνεται, Γέντα πόλις Ἰνδικὴ τῆς ἐκτὸς Γάγγου. Γίττα πόλις Παλαιστίνης. Πολύβιος ἑκκαιδεκάτῳ.
Τὰ εἰς τα ὑπὲρ δύο συλλαβὰς μακροκατάληκτα παροξύνεται, Ἀρτεμίτα νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. ὡς δὲ Στράβων πόλις Παρθυαίων. ὁ δὲ Ἀρτεμίδωρός φησιν, ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦ Ἀχελῴου ποταμοῦ λεγομένη Ἀρτεμίτα. ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσος Ἀρτεμίτα. Ῥιανὸς ηʹ Θεσσαλικῶν “νήσοις Ὀξείῃσι καὶ Ἀρτεμίτῃ ἐπέβαλλον”. Φουρνίτα πόλις Λιβύης. Κοτύρτα χωρίον Λακωνικόν. Θουκυδίδης. τὰ δὲ βραχυκατάληκτα προπαροξύνεται, δίαιτα, Ἕρβιτα πόλις Σικελίας. Ἔφορος κηʹ. Ἔγεστα πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα ὡς Φίλων. ἀπὸ Ἐγέστου τοῦ Τρωός. Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. λέγεται καὶ Λάδεστον. Θεόπομπος καʹ Φιλιππικῶν. Αὔγουσται πόλεις ἐν Κιλικίᾳ καὶ Ἰταλίᾳ. Εὔφραντα πόλις Λιβυκή, Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν.
Τὰ διὰ τοῦ αια καὶ υια δισύλλαβα προπερισπᾶται, μαῖα· ἔστι καὶ πόλις Ἑλλησποντία, γαῖα ἀπὸ τοῦ γῆ, αἶα, ὅπερ ἀπὸ τοῦ γαῖα γέγονε κατὰ ἀφαίρεσιν τοῦ γ, ἔστι δὲ καὶ Αἶα πόλις Κόλχων· ἔστι δὲ καὶ Θετταλίας ἄλλη, ἧς μέμνηται Σοφοκλῆς, τῆς προτέρας λέγων “εἰς Αἶαν πλέων”, τῆς δὲ δευτέρας οὕτως “ἔστιν τις Αἶα Θεσσαλῶν παγκληρία”. ἔστιν Αἶα καὶ Μακεδονίας πηγή, ὡς Ἀντίμαχος ἐν Θηβαΐδι. γραῖα. ἔστι καὶ πόλις Ἐρετρίας. τινὲς δὲ τῇ Τανάγρῃ τὴν αὐτήν φασιν ἀφαιρέσει τῆς ἀρχῆς, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν “ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατʼ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη”. Φαῖα. Ζαῖα πόλις Βοιωτίας ἀρχαιοτάτη καὶ διὰ τοῦ ε καὶ διὰ τῆς αι διφθόγγου. Θυῖα. μυῖα.
Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ αι διφθόγγῳ προπαροξύνεται, Νίκαια πόλις, νικαία δὲ τὸ θηλυκὸν τοῦ νικαῖος. ἔστι δὲ Νίκαια πόλις Βιθυνίας, Βοττιαίων ἄποικος. ἐκαλεῖτο δὲ πρότερον Ἀγκώρη, εἶτα Ἀντιγόνεια, ὕστερον δὲ ἀπὸ τῆς Λυσιμάχου γυναικὸς Νίκαια μετεκλήθη. δευτέρα τῶν Ἐπικνημιδίων Λοκρῶν. τρίτη ἐν Ἰλλυρίδι. τετάρτη ἐν Ἰνδοῖς. πέμπτη ἐν Κύρνῳ τῇ νήσῳ. ἕκτη ἐν Λεύκτροις τῆς Βοιωτίας. ἑβδόμη Κελτικῆς, Μασσαλιωτῶν ἄποικος. ὀγδόη Θρᾴκης. εἰσὶ δὲ καὶ ἄλλαι. Δίπαια πόλις Ἀρκαδίας ἡ καὶ Διπαιεύς. Δίκαια πόλις Θρᾴκης ἀπὸ Δικαίου τοῦ Ποσειδῶνος· ἔστι καὶ ἑτέρα ἐν τῷ Τυρρηνικῷ κόλπῳ Ἰώνων ἄποικος. Λίλαια πόλις Φωκίδος. Λυκόφρων “πάτραν Λίλαιαν κἀνεμωρείας πέδον”. Κάρθαια μία τῆς ἐν Κέῳ τετραπόλεως ἀπὸ Καρθαίου τελευτήσαντος ἐκεῖ. Ἱστίαια πόλις Εὐβοίας. Ὅμηρος “πολυστάφυλον θʼ Ἱστίαιαν”. ἡ δὲ διὰ τοῦ ι Ἰωνικὴ γραφή ἐστιν. ἔστι δὲ καὶ Θετταλίας. τῆς δὲ Εὐβοίας ἀδιάφορος κατὰ τὴν γραφὴν καὶ διὰ τοῦ ι καὶ διὰ τοῦ ε ψιλοῦ. Εὔταια πόλις Ἀρκαδίας. Ξενοφῶν Ἑλληνικῶν ἕκτῳ. Ποτίδαια πόλις Θρᾴκης. Βάρκαια πόλις Λιβύης, ἣ καὶ Βάρκη λέγεται, Ἄφθαια πόλις Αἰγύπτου, Ἀφθαία δὲ ἡ Ἑκάτη, Φάσταια πόλις ἐν Σάκαις, Δέραια πόλις Ἀρκαδίας. Ἥραια ἄκρα καταντικρὺ Καλχηδόνος· ταύτην δʼ ἐν συνηθείᾳ Ἠερίαν φασί τινες, κακῶς. ἄλλοι δὲ Ἤριον, μυθοποιοῦντες ὡς ἐκεῖ ὀρύξαντες τάφους χύτρας εὗρον καὶ ὀστᾶ. πειστέον δὲ μᾶλλον τῷ Βιθυνῷ Δημοσθένει ἐν τῷ δʹ βιβλίῳ ἔστι δέ τις προπάροιθε κλυτῆς Καλχηδόνος ἄκρη Ἥραια, τρήχουσα, πολυσπιλάς. ἔνδοθι δʼ αὐτῆς λαΐνεον περὶ τεῖχος ἰὼν κοιλαίνεται εἴσω κόλπος ἁλός· φαίης κεν ἰδὼν βαθυδινέα πάντῃ ἔμμεναι, εἱαμενὴ δὲ καὶ οὐ βυθός ἐστι θαλάσσης. ἔνθα τε νῆας ἦγον, ὀϊόμενοι σκέπας εἶναι αὐτοφυοῦς ὅρμοιο, κακῷ δʼ ἐνέκυρσαν ἑτοίμῳ. καὶ ἄλλοι οὕτως. ἔστι καὶ πόλις Ἀρκαδίας, ἣ ἐλέγετο Σολογοργός. Ἡραία δὲ καλεῖται ἡ ἐλάττων τῶν τριῶν πόλεων Σικελίας, αἳ Ὕβλαι λέγονται. Κάθαια πόλις Ἰνδική. Κυναίθαια πόλις Ἀρκαδίας, ἣ καὶ Κύναιθα λέγεται. Λύκαια πόλις Ἀρκαδίας. Θεόπομπος πεντηκοστῷ ἕκτῳ. παρὰ δὲ Μενελάῳ Λύκαιθα μετὰ τοῦ θ. Μάργαια πόλις Ἠλείας. Μελίταια πόλις Θεσσαλίας. Ἀλέξανδρος Ἀσίᾳ. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. καὶ Μελίτεια Φίλων γράφει. Νίναια πόλις Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. Νίσαια ἐπίνειον Μεγαρίδος. καὶ αὐτὴ ἡ Μεγαρίς. ἀπὸ Νίσου τοῦ Πανδίονος. Ἑλλάνικος ἐν Ἱερειῶν πρώτῃ .... καὶ ἐν τῇ δευτέρᾳ “καὶ Νίσαιάν τε εἷλε καὶ Νῖσον τὸν Πανδίονος καὶ Μεγαρέα τὸν Ὀγχήστιον ἀπέκτεινεν”. Φαλάνναια πόλις Κρήτης. Φώκαια πόλις Ἰωνίας. Ἡρόδοτος πρώτῃ … . λέγεται καὶ Φωκαίη διὰ τοῦ η. ἐκλήθη δὲ διὰ τὸ πολλὰς ἀκολουθῆσαι φώκας τοῖς κτίσασιν. ἔστι καὶ ἄλλη πόλις τῆς Καρίας ἐν Μυκάλῃ. Αἴθαια πόλις Λακωνικῆς, μία τῶν ἑκατόν. Φιλόχορος ἐν Ἀτθίδος τρίτῳ. Σήταια, ἀφʼ ἧς Σηταῖον χωρίον παρὰ Σύβαριν. ἦν δὲ μία τῶν αἰχμαλώτων, ἣν πείσασαν τὰς ἄλλας τῶν Ἑλλήνων ἐμπρῆσαι τὰς ναῦς αὐτοὶ ἐσταύρωσαν. Ἄστραια πόλις Ἰλλυρίας. Ἀρριανὸς Ἀλεξανδριάδος αʹ “οἳ δʼ ἔχον Ἄστραιάν τε Δόβηρά τε” Ἀμφίκαια πόλις Φωκίδος. Παυσανίας δεκάτῃ. ὁ αὐτὸς Ἀμφίκλειαν εἶπεν. Ἀστυπάλαια μία τῶν Κυκλάδων. ἐκαλεῖτο δὲ Πύρρα Καρῶν κατεχόντων, εἶτα Πύλαια, εἶτα Θεῶν τράπεζα διὰ τὸ ἀνθηρὸν αὐτῆς. ἐκλήθη δὲ ἀπὸ Ἀστυπαλαίας τῆς Ἀγκαίου μητρός. δευτέρα πόλις ἐν Κῷ. τρίτη νῆσος πόλιν ἔχουσα μεταξὺ Ῥόδου καὶ Κρήτης. τετάρτη πόλις ἐν Σάμῳ. πέμπτη ἄκρα πλησίον Ἀττικῆς. Πλάταια πόλις Βοιωτίας. Ὅμηρος ἑνικῶς “οἵ τε Πλάταιαν ἔχον”. Εὔδοξος δὲ εʹ γῆς περιόδου πληθυντικῶς Πλαταιάς .... δὲ διὰ τὸ τάφους καὶ τρόπαια ἀνδρῶν ἀγαθῶν ἔχειν, τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. κέκληται δὲ ἀπὸ τῆς πλάτης καθὰ Κῶπαι τῆς κώπης, ὡς Ἀπολλόδωρος πρώτῳ τοῦ καταλόγου “ἐκλιμνωθείσης τῆς Βοιωτίας τοὺς παροικοῦντας ταῖς λίμναις Βοιωτοὺς πλῷ πορεύεσθαι πρὸς ἀλλήλους. ὅθεν παρὰ τὴν πλάτην καὶ τὴν κώπην τὰς πόλεις κληθῆναι”. δεῖ δὲ τὸ πρωτότυπον ἑνικὸν προπαροξύνειν Πλάταιαν ὡς Λίλαιαν, Ἱστίαιαν, Δίκαιαν. εἰ μέντοι μεταβάλλει τὸν ἀριθμόν, καὶ τὸν τόνον μεταβάλλει.
Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ει διφθόγγῳ προπαροξύνεται, εὐλάβεια, ἀλήθεια, εὐγένεια, ἐπιφάνεια, ἀπέχθεια, ἀσφάλεια, ἀδράνεια, ἀμέλεια, ἀκρίβεια, εὐέπεια, εὔκλεια, ἄδεια, ἔνδεια κατὰ κρᾶσιν ἐκ τοῦ εὐκλέεια, ἀδέεια, ἐνδέεια, ἀπώλεια, ἐξώλεια, προώλεια, ἐνέργεια, ὠφέλεια, Θάλεια, Μήδεια, βοήθεια, εὐέρεια, ἐντερόνεια, πέλεια, Μάλεια ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μαλέα. Ἀμάλθεια· ἔστι δὲ αἲξ ἡ θρεψαμένη τὸν Δία. ὑπώρεια. Ἀλεξάνδρεια. πόλεις ὀκτωκαίδεκα. πρώτη ἡ Αἰγυπτία ἤτοι Λίβυσσα, ὡς οἱ πολλοί, ἀπʼ Ἀλεξάνδρου τοῦ Φιλίππου. Ἰάσων δὲ ὁ τὸν βίον τῆς Ἑλλάδος γράψας ἐν δʹ βιβλίῳ φησί “τὸν μὲν οὖν τόπον τῆς πόλεως ὄναρ ἐχρησμοδοτήθη οὕτως νῆσος ἔπειτά τίς ἐστι πολυκλύστῳ ἐνὶ πόντῳ, Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσιν. ἐκέλευσε δὲ διαγράφειν τὸ σχῆμα τοὺς ἀρχιτέκτονας· οὐκ ἔχοντες δὲ λευκὴν γῆν ἀλφίτοις διέγραφον, ὄρνιθες δὲ καταπτάντες τὰ ἄλφιτα αἴφνης διήρπασαν. ταραχθεὶς οὖν Ἀλέξανδρος, οἱ μάντεις θαρρεῖν ἔλεγον· πάντων γὰρ τὴν πόλιν τροφὸν γενήσεσθαι”. ταῦτα καὶ Ἀρριανὸς. δευτέρα ἐστὶ πόλις Τροίας, περὶ ἧς Δημοσθένης ἐν τετάρτῳ Βιθυνιακῶν. τρίτη Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ, ἣν ἔκτισε πρὸ τῆς μεγάλης Ἀλεξανδρείας ἑπτακαίδεκα ὢν ἐτῶν. τετάρτη πόλις Ὠριτῶν, ἔθνους Ἰχθυοφάγων, κατὰ τὸν περίπλουν τῆς Ἰνδικῆς. πέμπτη ἐν τῇ Ὠπιανῇ, κατὰ τὴν Ἰνδικήν. ἕκτη πάλιν Ἰνδικῆς. ἑβδόμη ἐν Ἀρίοις, ἔθνει Παρθυαίων κατὰ τὴν Ἰνδικήν. ὀγδόη τῆς Κιλικίας. ἐνάτη ἐν Κύπρῳ. δεκάτη πρὸς τῷ Λάτμῳ τῆς Καρίας. ἑνδεκάτη κατὰ Βάκτρα. δωδεκάτη ἐν Ἀραχώτοις. τρισκαιδεκάτη ἐν Μακαρήνῃ, ἣν παραρρεῖ ποταμὸς Μαξάτης. τεσσαρεσκαιδεκάτη παρὰ Σωριανοῖς, Ἰνδικῷ ἔθνει. πεντεκαιδεκάτη παρὰ τοῖς Ἀραχώτοις, ὁμοροῦσα τῇ Ἰνδικῇ. ἑκκαιδεκάτη κατὰ τὸν Μέλανα κόλπον. ἑπτακαιδεκάτη ἐν τῇ Σογδιανῇ παρὰ Παροπαμισάδαις. ὀκτωκαιδεκάτη ἐπὶ τοῦ Τανάϊδος αὐτοῦ κτίσμα, ὡς ἐν τῷ τρίτῳ Πτολεμαῖος ἀποφαίνεται· ἔστι καὶ τόπος ἐν τῇ Ἴδῃ τῇ Τρωϊκῇ Ἀλεξάνδρεια λεγόμενος, ἐν ᾧ φασι τὸν Πάριν διακρῖναι τὰς θεάς, ὡς Τιμοσθένης. Καυκώνεια χώρα τῶν Καυκώνων ἀπὸ τῆς Καύκωνος γενικῆς ὡς Μαρώνεια πόλις Κικονίας κατὰ τὴν ἐν Θρᾴκῃ χερρόνησον. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ λιμὴν Ἰσμαρίς, ἐν δὲ Μαρώνεια πόλις”. Χαιρώνεια πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα” ....... “Ἀθηναῖοι καὶ οἱ μετʼ αὐτῶν ἐπὶ τοὺς Ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον”. ἐκλήθη ἀπὸ Χαίρωνος. Ἀριστοφάνης ἐν Βοιωτικῶν δευτέρῳ “λέγεται δʼ οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα”. ἐκαλεῖτο δὲ ἡ πόλις καὶ Ἄρνη τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηρος τῇ ἀρχαιοτέρᾳ ἐχρήσατο ὀνομασίᾳ, καθότι Αἴγυπτον τὸν ποταμὸν εἶπεν, οὐ Νεῖλον. καὶ πανταχοῦ τοῖς ἀρχαιοτέροις ὀνόμασι χρῆται. Κωστάντεια ἡ νῦν ἐν Κύπρῳ Σαλαμίς· ἔστι καὶ Βρεττίας ἄλλη, ὡς Διονύσιος ἐννεακαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. εὕρηται καὶ διὰ τοῦ ν. Βυζάντεια ἡ χώρα. Αἴνεια τόπος Θρᾴκης ἀπὸ Αἰνείου. Θέων δʼ Αἰνειάδας ταύτην καλεῖ, ὑπομνηματίζων τὸν Λυκόφρονα “Αἰνείας δὲ μετὰ τὴν Ἰλίου πόρθησιν εἰς Θρᾴκην παρεγένετο καὶ ἔκτισε πόλιν Αἰνειάδας, ὅπου τὸν πατέρα ἔθαψε”. Αἰνία δὲ διὰ τοῦ ι πόλις Περραιβῶν. Αἴπεια πόλις Λακωνικῆς “καλήν τʼ Αἴπειαν καὶ Πήδασον”. ἔστι καὶ ἑτέρα Κύπρου. τρίτη Κρήτης ὡς Ἑλλάνικος. Ἀγάμμεια ἄκρα καὶ λιμὴν περὶ τὴν Τροίαν, ὡς Ἑλλάνικος ἐν δευτέρῳ. ἐκλήθη δὲ ἀπὸ τοῦ ἄγαμον τὴν Ἡσιόνην ὑπὸ τοῦ πατρὸς παραδοθῆναι τῷ κήτει. λέγεται δὲ καὶ Ἀγάμμη ὡς πρέσβεια πρέσβη καὶ τὸ βασίλεια κατὰ συναλοιφὴν βασίλη. δύναται δὲ καὶ τὸ Ἀγάμμεια ἐκ τοῦ Ἀγάμμη ὡς τὸ Πηνελόπεια ἐκ τοῦ Πηνελόπη. Ἐρύθεια νῆσος Γηρυόνου ἐν τῷ ὠκεανῷ ἀπὸ Ἐρυθείας τῆς Γηρυόνου. λέγεται δὲ καὶ Ἐρύθη κατὰ συναλοιφήν. ὡσαύτως καὶ Ζέλεια πόλις Τρωάδος Ζέλη λέγεται. Ὅμηρος “οἱ δὲ Ζέλειαν ἔναιον”. παρὰ Ποσειδίππῳ δʼ εὕρηται διὰ τοῦ ι Ζελίη. καὶ Μαντίνεια πόλις Ἀρκαδίας Μαντίνη. Ὅμηρος δὲ “οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν”. Ψυττάλεια νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος “εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου”. λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερενίκεια καὶ Θεσσαλονίκεια. Ἰόπεια πόλις Φοινίκης, ἣ καὶ Ἰόπη. λέγεται καὶ Ἰοπία διὰ τοῦ ι καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. Λαοδίκεια πόλις τῆς Συρίας ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου Ῥάμιθα, ὡς Φίλων. ἔστι καὶ ἑτέρα Λυδίας· ἔστι δὲ καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα. λέγεται δὲ κατὰ παραγωγὴν ἐκ τῆς Λαοδίκης ὡς Ἀπάμη Ἀπάμεια Συρίας πόλις ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός. ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ “τῷ Πίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Πίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλλας, ἐν δὲ τῇ ἀριστερᾷ Πίγρης, ὁμώνυμος τῷ μεγάλῳ”. ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο Κελαιναί. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἐκαλεῖτο δὲ πρῶτον Μύρλεια. ἔστι καὶ τῆς Περσαίας, Ἐδέσσης πρὸς ἄρκτους. Εὐρώπη Εὐρώπεια. Σκάρφεια πόλις Λοκρίδος τῶν Θερμοπυλῶν ἐγγύς. κέκληται δὲ ἀπὸ Σκαρφείας. καὶ Σκάρφην τὴν αὐτὴν λέγει Στράβων. Γεράνεια πόλις Φρυγίας ἀπὸ πρωτοτύπου Γεράνη. ἔστι καὶ ὄρος μεταξὺ Μεγάρων καὶ Κορίνθου, ἀφʼ οὗ ἥλατο Ἰνὼ φεύγουσα τὸν Ἀθάμαντα. Αἰθάλεια νῆσος Τυρσηνῶν. Φίλιστος ἐν εʹ Σικελικῶν, λέγεται Αἰθάλη. Ἑκαταῖος Εὐρώπῃ. Πολύβιος δʼ ἐν τριακοστῇ τετάρτῃ λέγει Αἰθάλειαν τὴν Λῆμνον καλεῖσθαι. ἐκαλεῖτο δὲ οὕτως ἡ πόλις ἴσως ἐκ τῶν ἀναδιδομένων τοῦ Ἡφαίστου κρατήρων. Γοργίππεια πόλις Σινδικῆς. λέγεται καὶ Γοργίππη. Αἰγώνεια πόλις Μηλιέων. Λυκόφρων “ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν”. καὶ Ἑκαταῖος. Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνην αὐτὴν καλεῖ. Κωρύκεια· οὕτως ἔνιοι Κώρυκον πόλιν Κιλικίας φασίν. Λυκόζεια πόλις Θρᾳκῶν, ἣ καὶ Λύκοζος. Τηλάνδρεια πόλις Καρίας, ἣ καὶ Τήλανδρος. Φανότεια πόλις Φωκίδος. λέγεται δὲ καὶ Φανότη καὶ Φανοτεύς. Θουκυδίδης τετάρτῳ … . τινὲς Πανόπειάν φασιν. Τρινέμεια· οὕτως Καλλίμαχος Ἑκάλῃ τὸν δῆμον τῆς Κεκροπίδος φυλῆς, ὃν Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσιν. Βουνόμεια καὶ Βούνομος ἐκαλεῖτο ἡ Μακεδονίας Πέλλα. Οἰάνθεια πόλις Λοκρῶν, Ἑλλάνικος, ἣν Ἑκαταῖος Εὐρώπῃ Οἰάνθην καλεῖ. Ἀφύτεια πόλις Θρᾴκης, ἣ καὶ Ἀφύτη καὶ Ἄφυτις καὶ Ἄφυτος. Δέλβεια· οὕτως λέγουσί τινες Δέρβην φρούριον Ἰσαυρίας καὶ λιμένα. ἔστι δὲ τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Ἀντιγόνεια πόλις Χαονίας ἐν Ἠπείρῳ. ἔστι καὶ πόλις Ἀρκαδίας ἡ πρότερον Μαντίνεια. τρίτη Μακεδονίας, Ἀντιγόνου κτίσμα τοῦ Γονατοῦ. τετάρτη Βιθυνίας πρὸς τῷ Δασκυλίῳ. πέμπτη ἐν τῇ Συρίᾳ πλησίον Ἀντιοχείας. ἔστι καὶ φρούριον Κυζικηνῆς ἀπέχον τῆς προσεσπέρου θαλάσσης ὡς σταδίους νʹ. Ἀττάλεια πόλις Λυδίας πρότερον Ἀγρόειρα ἢ Ἀλλόειρα καλουμένη. οἱ δὲ τὴν Κιλικίας Κώρυκον οὕτω φασὶ λέγεσθαι, ὡς Δημήτριος, ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος. Ἀδράστεια μεταξὺ Πριάπου καὶ Παρίου ἀπὸ Ἀδράστου βασιλέως, ὃς καὶ πρῶτος ἱδρύσατο τὸ Νεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια καὶ Ἀδραστείας πεδίον καὶ ἡ πόλις οὕτως. ἔστι καὶ Τρωάδος Ἀδράστεια τόπος ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἀκούτεια πόλις Ἰβηρίας καθὰ Στράβων ἐν τῷ τρίτῳ. Ἀμφιγένεια πόλις Μεσσηνιακή. Στράβων ὀγδόῃ. ἔστι δὲ κατὰ μὲν Ἀπολλόδωρον τῆς Μακιστίας, κατὰ δὲ Ἀντίμαχον τῆς Μεσσηνίας. Μενέλαος δέ φησι καὶ Ἀμφιγένειον εἰρῆσθαι. Ἀνεμώρεια πόλις Φωκίδος. Ὅμηρος “οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο” καὶ Λυκόφρων “πάτραν Λίλαιαν κἀνεμωρείας πέδον”. ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος. ὑποκείμενον γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ διʼ ἡμέρας καὶ νύκτας καταιγίζεται πανταχόθεν. Ἄνθεια πόλις Πελοποννήσου, πλησίον Ἄργους, ὡς Φίλων. ἔστι δὲ Ἄνθεια καὶ τοῦ Πόντου πόλις πρὸς τῇ Θρᾴκῃ, Μιλησίων καὶ Φωκαέων ἄποικος, ἧς μέμνηνται πολλοὶ καὶ Φιλέας. ἔστι καὶ κώμη Λιβύης. Παυσανίας δὲ Ἄνθειαν Θουρίαν πόλιν Μεσσηνίας φησίν. Ἄντεια πόλις Ἰταλίας ὑπήκοος Ῥωμαίων. ἐκλήθη δὲ ἀπὸ Κίρκης παιδός. “Ὀδυσσέως γὰρ καὶ Κίρκης υἱοὺς γενέσθαι τρεῖς, Ῥῶμον, Ἀντείαν, Ἀρδείαν”. μετωνομάσθη δὲ καὶ Ἄντιον. Ἀράφεια νῆσος Καρίας. Παρθένιος ἐν Ἰφίκλῳ “καὶ εἰναλίην Ἀράφειαν”. Γρώνεια πόλις Φωκίδος, Γρύνεια τῆς Τρωάδος. Ἀριαράθεια πόλις πλησίον Καππαδοκίας ἀπὸ Ἀριαράθου Καππαδοκίας βασιλεύσαντος, γαμβροῦ Ἀντιόχου. Αἰγιάλεια· οὕτως ἐκέκλητο Ἄργος. Ὑπέρεια Ἄργος ἡ Φαιάκων πόλις ἐκέκλητο, ἔστι καὶ Ὑπέρεια πηγὴ Μεσηΐδος. Ἀπεράντεια πόλις Θεσσαλίας. Πολύβιος εἰκοστῷ. Ἀντινόεια πόλις Αἰγύπτου ἀπʼ Ἀντινόου παιδός. Ἀντιόχεια πολλαὶ πόλεις· πρώτη Σύρων. ἡ δευτέρα ἐκλήθη ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, Λυδίας. τρίτη Μεσοποταμίας, Μυγδονία καλουμένη, ἥτις πρὸς τῶν ἐπιχωρίων Νάσιβις καλεῖται. τετάρτη Πισιδίας. πέμπτη μεταξὺ κοίλης Συρίας καὶ Ἀραβίας, Σεμιράμιδος. ἕκτη Κιλικίας ἐπὶ τοῦ Πυράμου. ἑβδόμη Πιερίας, ἣν Ἄραδον οἱ Σύροι καλοῦσιν. ὀγδόη ἡ ἐπὶ τῆς Καλλιρρόης λίμνης. ἐνάτη ἐπὶ τῷ Ταύρῳ ἐν Κομμαγηνῇ, δεκάτη ἐν Σκυθίᾳ. ἑνδεκάτη Καρίας, ἥτις καὶ Πυθόπολις ἐκαλεῖτο. “Ἀντιόχῳ γὰρ τῷ Σελεύκου τρεῖς γυναῖκες ἐπέστησαν ὄναρ, κτίσαι πόλιν ἐν Καρίᾳ ἑκάστη λέγουσα. ὁ δὲ ὑπολαβὼν τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ἀδελφήν, κτίζει τρεῖς πόλεις ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσης Νῦσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν”. δωδεκάτη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας ἡ Λαμπωτὶς λεγομένη. Ἀσπαλάθεια πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμένων πρώτῃ “Ἀσπαλάθεια βοήροτος”. Ἀττάλεια πόλις Λυδίας. Ἁγνώνεια πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνωνος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. Αἰξώνεια πόλις Μαγνησίας. Ἀκαδήμεια γυμνάσιον Ἀθήνησιν ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ ε Ἐκαδήμεια· οἱ δʼ ὅτι Ἔχεμος ὁ Ἀρκὰς συστρατεύσας τοῖς Διοσκούροις ὑποχείριον ἔσχε τὴν Ἀττικήν, ἐξ οὗ Ἐχεδήμειάν φασιν. μὴ βουλόμενοι δὲ σώζεσθαι τὸ ὄνομα Ἀκαδήμειαν ἔφασαν. ἀκρώρεια ἄκρον ὄρους. Ἀλύζεια πόλις Ἀκαρνανίας ἀπὸ τοῦ παιδὸς Ἰκαρίου κληθεῖσα Ἀλύζου. Ἀμάσεια πόλις Ποντική. Ἄμφεια πόλις Μεσσήνης. Παυσανίας τετάρτῳ. Ἁρπαλύκεια πόλις Φρυγίας κτίσμα Γορδιοτειχιτῶν. Βάλκεια πόλις περὶ τὴν Προποντίδα. Βατίεια τόπος τῆς Τρωάδος ὑψηλὸς ἀπὸ Βατείας τινός, ὡς Ἑλλάνικος ἐν πρώτῃ Τρωϊκῶν ἤ, ὡς Ἐπαφρόδιτός φησιν, ἀπὸ τοῦ πάτου τῶν ἵππων ἤγουν τῆς ἀναστροφῆς τροπῇ τοῦ π εἰς β ἢ ἀπὸ τῶν βάτων. Ὅμηρος “τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν”. Βοαύλεια πόλις Σκυθίας. Πείσανδρος εἰκοστῇ ἕκτῃ. Βούδεια πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην. Ὅμηρος Βούδειον ἔφη “ὅς ῥʼ ἐν Βουδείῳ εὐναιομένῳ”. ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. οὕτω τιμᾶται Βούδεια ἡ Ἀθηνᾶ ἐν Θετταλίᾳ. Λυκόφρων ἡ πολλὰ δὴ Βούδειαν αἴθυιαν κόρην ἀρωγὸν αὐδάξασα τάρροθον γάμων. ἔστι καὶ Βούδεια πόλις Φρυγίας. Βουκεφάλεια πόλις ἐπὶ τῷ Βουκεφάλῳ ἵππῳ, ἣν ἔκτισεν Ἀλέξανδρος ἐν Ἰνδίᾳ παρὰ τὸν Ὑδάσπην ποταμόν. Γερμανίκεια πόλις Εὐφρατησίας. Γήρεια πόλις Ἰνδική. Γυλάκεια. οὕτως ἐκαλεῖτο ἡ τῆς Ἰλλυρίας Ἀπολλωνία ἀπὸ Γύλακος Κορινθίου. Δαιδάλεια πόλις Ἰταλίας Δαιδάλου κτίσμα. Δεκέλεια δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς ἀπὸ Δεκέλου τοῦ ἡγησαμένου τοῖς Διοσκούροις εἰς Ἀφίδνας, ὡς Ἡρόδοτος ἐνάτῳ … . λέγεται καὶ Δεκελιά, ὅθεν τὸ τοπικὸν Δεκελιᾶθεν. Δικαιάρχεια πόλις Ἰταλίας, ἣ ἐκέκλητο Ποτίολοι. πότια δὲ τὰ φρέατα καλοῦσι Ῥωμαῖοι, ὀλῆρε δὲ τὸ ὄζειν. δυσώδη γὰρ τὰ φρέατα εἶχε. Διομήδεια πόλις Δαυνίων κτίσμα Διομήδους. καὶ νῆσος ἡ Διομήδεια. ἔστι καὶ τόπος Διομήδεια πλησίον Ἀργυρίππων. Ἐλάτεια πόλις Φωκίδος ἀπὸ Ἐλάτου. ἔστι καὶ Θετταλίας. ἔστι καὶ Θεσπρωτίας, ἣν καὶ Ἐλατρίαν φασὶ διὰ τοῦ ρ. Ἐλέγεια χωρίον πέραν Εὐφράτου. Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. Ἔμεια τόπος πλησίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ ἐκεῖ ἤμεσεν. Ἐπιφάνεια πόλις Συρίας κατὰ Ῥαφανέας ἐν μεθορίοις Ἀράδου. δευτέρα Κιλικίας. τρίτη Βιθυνίας. τετάρτη κατὰ Τίγριν. Ἐρίκεια δῆμος Ἀθήνησι τῆς Αἰγηΐδος φυλῆς. Ἐρύσθεια πόλις Κύπρου. Εὔγεια χωρίον Ἀρκαδίας. Θεόπομπος εἰκοστῷ ἕκτῳ. Εὐέλγεια πόλις. Ἑκαταῖος περιηγήσει. Εὐκάρπεια δῆμος τῆς μικρᾶς Φρυγίας. Εὐμένεια πόλις Φρυγίας Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου. ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτως. δευτέρα Καρίας, τρίτη ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλις Καρίας. ἔστι καὶ δῆμος Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. λέγεται καὶ ὁ δῆμος Εὐώνυμος. Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ Ἠετίωνος Ἡράκλεια πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ νῆσος .... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη Ἀλβάκιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. Ἰσοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλις Ἀρκαδίας ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ. Ἰλούργεια πόλις Ἰβηρίας. Πολύβιος ἑνδεκάτῃ. Καισάρεια μητρόπολις τῆς Καππαδοκίας ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα ὡς Στράβων. εἰσὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. Κάρπεια· οὕτως τινὲς τὴν Κάλπην πόλιν φασί. Κασάνδρεια πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. Κορώνεια πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. δευτέρα πόλις Πελοποννήσου μεταξὺ Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι καὶ φρούριον τῆς Ἀμβρακίας. τετάρτη πόλις Κύπρου. ἔστι καὶ χερρόνησος πρὸς τὴν Ἀττικήν. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. Κυβέλεια πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Κυνέτεια πόλις Ἄργους. Καλλίμαχος δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίας. Λάεια πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Λακέρεια πόλις Μαγνησίας. Ἑλλάνικος Δευκαλιωνείας πρώτῳ. ἔστι καὶ τῆς Ἰταλίας. καὶ ἄλλη Ἀργολίδος ἡ καὶ Ἑρμιόνη. Λάμπεια ὄρος Ἀρκαδίας. Παρθένιος Ἀνθίππῃ. Λαμπέτεια πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Λύζεια πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. Λαμπώνεια πόλις Τρῳάδος. Ἑκαταῖος Ἀσίᾳ. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι. Πιτύεια· οὕτως Ἐπαφρόδιτος ὑφʼ Ὁμήρου Λάμψακον κληθῆναι διὰ τὸ πιτύων πλῆθος, Λαομεδόντειαν καλουμένην. Λαοδαμάντεια νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος. ἐκαλεῖτο δὲ Λαομεδόντεια ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Λιρνύτεια πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Λυκώρεια κώμη ἐν Δελφοῖς. Καλλίμαχος ἐν τρίτῳ. ἀπὸ Λυκωρέως τοῦ βασιλέως. Λυσιμάχεια πόλις τῆς Θρᾴκης χερρονήσου ἡ πρότερον Καρδία. Μακύνεια πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. Μάρεια πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. Μελάμπεια πόλις Λυδίας ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Μίδεια πόλις ἐν Ἄργει ἀπὸ Μιδείας τῆς Ἀλωέος θυγατρός. λέγεται καὶ χωρὶς τοῦ ι Μιδέα. ἔστι καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος “οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν”. ἔστι καὶ Λυκίας ἄλλη. Μολύνδεια πόλις Λυκίας ἀπὸ Μολυνδέως. Ἀλέξανδρος ἐν τῷ περὶ Λυκίας πρώτῳ. Μύρλεια πόλις Βιθυνίας ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνος· οἱ δὲ ἀπὸ Μυρλείας Ἀμαζόνος. Νακόλεια πόλις Φρυγίας. Στράβων δωδεκάτῃ. διὰ τῆς ει διφθόγγου παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα. ἔστι καὶ οὐδέτερον Νακόλαιον ἀπὸ Νακόλης νύμφης ὥσπερ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον. Νεάνδρεια πόλις Τρῳάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ. λέγεται καὶ Νεάνδρειον οὐδετέρως ὡς Θεόπομπος. Νεοκαισάρεια Ποντικὴ πόλις. ἔστι καὶ Βιθυνίας. Νικομήδεια πόλις Βιθυνίας ἀπὸ Νικομήδους τοῦ Ζηΐλα παιδὸς ἐπισημοτάτου βασιλέως ἣ καὶ Ὀλβία ἐκλήθη. Παρώρεια πόλις Ἀρκαδίας. λέγεται δὲ καὶ Παρωραία. Πελόπεια πόλις Λυδίας ἡ ὕστερον Θυάτειρα. Πήρεια Θεσσαλίας χωρίον. Πιάλεια πόλις Θεσσαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄρος. Πλειστάρχεια πόλις Καρίας, ἣ καὶ πρότερον καὶ ὕστερον Ἡράκλεια ὠνομάσθη. Πλώθεια δῆμος Αἰγηΐδος φυλῆς, ἣ καὶ Πλωθιά. Ποδάλεια πόλις Λυκίας πλησίον Λιμύρων. Πολίτεια πόλις Ἀχαΐας. Προγάσεια πόλις Λυδίας. Ῥαφάνεια πολίχνιον Συρίας, Ῥάφεια πόλις Συρίας. Ῥόβεια Πιερίης. Σαλώνεια πόλις Βιθυνίας. Σαμάρεια πόλις τῆς Ἰουδαίας. Σάνεια πόλις Ἰνδική. Ἀρριανὸς Ἀλεξανδριάδος ἑβδόμῳ. Σελεύκεια πόλις ἐπὶ Κιλικία τραχεῖα λεγομένη. ὠνόμασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία. Σκάνδεια ἐπίνειον Κυθήρων, ὡς Παυσανίας τρίτῳ. Σολύγεια κώμη Κορίνθου, ὡς Θουκυδίδης τετάρτῃ … . Στρατονίκεια πόλις Μακεδόνων πλησίον Καρίας, κέκληται δὲ ἀπὸ Στρατονίκης τῆς Ἀντιόχου γυναικός. ἔστι καὶ ἕτερον πολίχνιον πρὸς τῷ Ταύρῳ. Στρούθεια πόλις Φρυγίας ἐν τοῖς ὅροις Λυκαονίας. Σφήκεια πόλις Εὐβοίας. Λυκόφρων “οἱ πέντε που Σφήκειαν εἰς Κεραστίδα”. οὕτω δὲ καὶ ἡ Κύπρος ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων ἐκεῖ ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Τεμένεια πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότερον ἐκαλεῖτο Τράλλις πόλις Λυδίας διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωϊκὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν “τὴν μὲν ἀνήγετʼ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν”. μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ γ ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. Φορίεια κώμη Ἀρκαδίας. Φιλαδέλφεια πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα. τῆς Αἰγύπτου, καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. Ἀράντεια· οὕτως ἐκαλεῖτο Φλιοῦς πόλις Πελοποννήσου. Θέσπεια πόλις Βοιωτίας, Θεσπιάδου κτίσμα, κατὰ δέ τινας Θεσπίου τοῦ Τεύθραντος τοῦ Πανδίονος· Ὅμηρος “Θέσπειαν Γραῖάν τε”. γράφεται καὶ διὰ τοῦ ι καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ “Θέσπια, καλλιγένεθλε, φιλόξενε, μουσοφίλητε”. καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως, ἄνδρες τοί ποτʼ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυντικῶς λέγεσθαι Ὀρνειαί, κώμη Ἀργείας· ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. Ὅμηρος “Ὀρνειάς τʼ ἐνέμοντο”. γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυσειαί πόλις Ἤλιδος καὶ Αὐγειαί πόλις Λοκρίδος. Ὅμηρος “καὶ Αὐγειὰς ἐρατεινάς”. ἔστι καὶ Λακωνικὴ πόλις Αὔγεια. τὸ δὲ ἐγχεία καὶ ἐλεγχεία, ἃ ὤφειλε προπαροξύνεσθαι, οἱ Ἀττικοὶ ἐκτείνοντες τὸ α ὡς ἐν τῷ ἱέρεια ἱερεία παροξύνουσιν.
Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ οι διφθόγγῳ προπαροξύνεται, εὔνοια, πρόνοια, ἄνοια, εὔχροια, δύσχροια, εὔπλοια, δύσπλοια, παλίρροια, ἀπόρροια, ὀρθόπνοια, δύσπνοια. Εὔβοια νῆσος, ἀπὸ Εὐβοίας. Ἡρόδοτος. ἔστι καὶ τόπος ἐν Ἄργει. ἔστι καὶ πόλις ἐν Μακεδονίᾳ, εἰς ἣν οἱ ἀπὸ τῆς νήσου εἰς Ἰλλυριοὺς ἀποβάντες Ἄβαντες ἐκλήθησαν. Μελίβοια πόλις Θεσσαλίας. Στράβων ἐνάτῳ. Περίβοια, Στενόβοια, Ἀλίνδοια πόλις Μακεδονίας. Βέροια πόλις Μακεδονίας, ἣν Φέρωνα κτίσαι φασίν, αὐτοὺς δὲ τὸ φ εἰς β μεταποιεῖν, ὡς Φάλακρον Βάλακρον καὶ Βίλιππον καὶ Κεβαλῖνον. ἄλλοι ἀπὸ Βεροίας τοῦ Βέρητος τοῦ Μακεδόνος. ἔστι καὶ πόλις Συρίας. Ἐλίξοια νῆσος Ὑπερβορέων οὐκ ἐλάσσων Σικελίας ὑπὲρ ποταμοῦ Καραμβύκα. οἷς ἀκόλουθον τὸ ἔσσοια, τρίττοια ἡ θυσία, ἥτις ἐκ τριῶν ζῴων ἐθύετο ἢ ὅτι τριγενῆ ἦν τὰ θυόμενα. τὸ δὲ νεοία μακρὸν ἔχον τὸ α παροξύνεται.
Τὰ εἰς α συνεσταλμένον μονογενῆ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα τῇ υι διφθόγγῳ προπαροξύνεται, ἅρπυια παρὰ τὸ ἅρπω, οὗ παραγωγὸν ἁρπάζω. ἔστι καὶ πόλις ἐν Ἰλλυρίᾳ παρʼ Ἐγχελέαις, εἰς ἣν Βάτων ὁ Ἀμφιαράου ἡνίοχος μετὰ τὸν ἀφανισμὸν αὐτοῦ ἀπῴκησε. Πολύβιος. Εἰλείθυια καὶ Εἰλήθυια· ἔστι καὶ Εἰληθυίας πόλις Αἰγυπτιακή. Ὠρείθυια, αἴθυια, ἄγυια· Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φησίν· ἔστι δὲ ὡς παρὰ τὸ ἅρπω ἅρπυια, ὀρέγω ὄργυια, ἃ πληθυντικῶς ὀξύνεται. “μέσην ἐς ἄγυιαν”, “ἐϋκτιμένας” δὲ “κατʼ ἀγυιάς”. Ἴδυια. τὸ δὲ μητρυιά μακρὸν ἔχον τὸ α ὀξύνεται.
Τὰ διὰ τοῦ αια μονογενῆ μακρὸν ἔχοντα τὸ α παροξύνεται, σεληναία, ἁμαξαία, Γενηταία ἄκρα ὡς Ἀπολλώνιος, Ἀθηναία ἡ θεὸς μονογενῶς. λέγεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἄλλοι μὲν πολλοί, Φιλήμων δὲ οὕτως ἐν Πτερυγίῳ νυνὶ δʼ ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν τὰς Ἱππονίκας τᾶσδε καὶ Ναυσιστράτας καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω. Δίδυμος δέ φησιν, ὅτι Ἀθηναίας λέγουσιν ἀντὶ τοῦ Ἀττικάς. ἀστὰς δὲ τὰς γυναῖκας ἔλεγον οὐ διὰ τὸ μὴ δύνασθαι λέγειν Ἀθηναίας, ἀλλʼ ἐπειδὴ καὶ τοὺς ἄνδρας ἀστοὺς ἐκάλουν. ἀναγκαία, ἀρχαία, θυραία ἐπὶ τῆς διεξόδου, εὐναία τραγικῶς ἡ ἄγκυρα· ἔστι καὶ πόλις Ἄργους Εὐναία. γαληναία, σφενδοναία, δραχμαία, ὀπαία, κεραμὶς τὴν ὀπὴν ἐπικλείουσα, περικεφαλαία, πυκναία παρʼ Ἴωνι ἡ πνύξ. Δίδυμος δέ φησιν ὅτι “τὴν πύκνα ἂν εἴη λέγων. τὸ δὲ πυκναία ἀπὸ τοῦ πυκνή παρῆκται, ὅπερ οὐκ εἴρηται. οὐδεὶς γὰρ εἶπε προσηγορικῶς ἢ κυρίως τὸ πυκνή. τὰ γὰρ τοιαῦτα ὡς ἐπίπαν ἀπὸ μακροπαραλήκτων παράγεται, εὐνή εὐναία, Γυρή Γυραία, ἀνάγκη ἀναγκαία. τὸ ὡς ἐπίπαν εἴρηται διὰ τὸ ἅμαξα ἁμαξαία καὶ κέρας κεραία”. Ἰουδαία Ἀλέξανδρος ὁ πολυίστωρ ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰούλιος ἀπὸ Οὐδαίου Σπάρτων ἑνὸς ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. Ἀλθαία πόλις Ὀλκάδων. Αἰγαία· οὕτως ἐκαλεῖτο ἡ Κάρυστος ἀπὸ Αἰγαίωνος τοῦ δυναστεύοντος. Ἀναία πόλις Καρίας “ἀντικρὺ Σάμοιο” κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος. Ἀμφαναία πόλις Δωρική. Θεόπομπος ἐν πέμπτῳ Φιλιππικῶν. Ἀμφανὰς δὲ καλεῖ αὐτὴν Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Ἀνακαία δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. Ἀρταία Περσικὴ χώρα, ἣν ἐπόλισε Πέρσης ὁ Περσέως καὶ Ἀνδρομέδας. Ἑλλάνικος ἐν Περσικῶν πρώτῃ. Ἀταία πόλις Λακωνική. Βελγαία ἡ χώρα. Βουραία πόλις Ἰταλίας ὑπὸ Βουραίου κτισθεῖσα. Γορδυαία χώρα Περσικὴ ἀπὸ Γόρδυος Τριπτολέμου παιδός, τοῦ κατὰ ζήτησιν Ἰοῦς ἐξ Ἄργους ἐλθόντος εἰς Συρίαν. ἔστι δὲ ἡ πόλις παρὰ τὰς ἐκβολὰς τοῦ Τίγριδος. Ἐλαία πόλις τῆς Ἀσίας Αἰολική, Περγαμηνῶν ἐπίνειον ἣ Κυδαινίς ὠνομάζετο, Μενεσθέως κτίσμα. ἔστι καὶ πόλις Φοινίκης Ἐλαία μεταξὺ Τύρου καὶ Σιδῶνος, ὡς Φίλων. καὶ Ἐλαία Βιθυνίας ἐπίνειον πλησίον Μυσίας. ἔστι καὶ λιμὴν Αἰθιοπίας καὶ νῆσοι τρεῖς. Ἐλυμαία χώρα Ἀσσυρίων πρὸς τῇ Περσικῇ τῆς Σουσίδος ἐγγύς. Ἐορδαία δύο χῶραι, Μυγδονίας καὶ Μακεδονίας· εἰσὶ δὲ ἄλλαι δύο, ἡ μὲν Ἰβηρίας, ἡ δὲ Θρᾴκης ἀπὸ Ἐορδοῦ τινος. Ἡλιαία δικαστήριον Ἀθηναίων παρὰ τὸ “ἁλέες δεῦτε” παραγωγὸν ἁλία καὶ ἡλιαία. Ἡραία· οὕτως ἐκαλεῖτο ἡ ἐλάττων Ὕβλα. Κασταναία πόλις Θεσσαλίας. Εὔδοξος δὲ διὰ τοῦ θ φησί. Λυκόφρων “καὶ Κασταναίαν ἀκτέριστον ἐν πέτραις”. Κοσσαία μέρος Περσίδος· Στράβων ιϛʹ. ἔστι καὶ Θρᾴκης πολίχνιον. Καρταία πόλις Ἰβηρίας, περὶ ἧς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Κυρταία πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτω Περσικῶν. Κυτταία πόλις Κολχική, ἣ καὶ Κύτα. Λυκόφρων “ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών”. Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. Λιμναία κώμη τοῦ Ἄργους. Θουκυδίδης. Νυμφαία ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἀδρίᾳ. Ὀρδαία πόλις Μακεδονίας. Παρθυαία ἡ χώρα. Παροιταία χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον. Παρωραία Ἀρκαδίας πόλις ἡ καὶ Παρώρεια. ἔστι καὶ Μακεδονίας πόλις. Περαία πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρκαδίας, ὃς καὶ Πύλαι. Πυραία μοῖρα Θεσσαλίας ὠνομασμένη ἀπὸ Πύρας. Πυρηναία πόλις Λοκρίδος. Πυρωναία πόλις Λοκρίδος ἀπὸ Πύρωνος “Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι”. Ῥηναία μικρὰ νῆσος πλησίον Δήλου, ἣ καὶ Ῥήνη καὶ Ῥηνίς. Αἰθραία· οὕτως ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλις. Τιθοραία πόλις Βοιωτίας ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ. Τριταία πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ. Ἰδαία ἡ ὕστερον Τροία. οὕτως ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλις. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου. Φηγαία δῆμος τῆς Αἰγηΐδος φυλῆς.
Τὰ εἰς α καθαρὸν μονογενῆ παραληγόμενα ε βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Συρακόσσιοι θάα λέγουσιν, τὸ δὲ θεά ὀξύνεται· ἔστι δὲ καὶ Θέα πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. Βρέα πόλις Θρᾴκης, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ συνηρέθη· ἔστι καὶ Γέα πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. πτελέα. ἰτέα “ὃν πτελέαι τε καὶ ἰτέαι” καὶ “ὁ δὲ πτελέην ἕλε χερσίν”. ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι· — διὸ καὶ τὴν εὐθεῖάν τινες ὤξυνον· —καὶ δῆλον ὅτι κατὰ μεταβολὴν τόνου, ὥσπερ καὶ ἐπὶ τοῦ “ἦλθε κατʼ ἰγνύην βεβλημένος” τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο. ἔστι καὶ Πτελέα δῆμος Οἰνηΐδος φυλῆς καὶ πόλις. οὕτω γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο, καὶ Ἰτέα δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. συκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, Νεμέα χώρα τῆς Ἀργολίδος, Τενέα· κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲς δὲ Γενέα γράφουσι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλις Βοιωτίας “Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον” Ὅμηρος. ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως ἐκεῖθεν εἰς Θήβας πορεύεσθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντος. ἀλέα ἐπὶ τῆς θερμασίας καὶ ὁπότε δηλοῖ τὴν φυγὴν βαρύνεται, ἐπὶ δὲ τῆς Ἀθηνᾶς ὀξύνεται. ἐχρῆν δὲ καὶ τοῦτο βαρύνειν. καὶ τὸ Ἀλέα πόλις Ἀρκαδίας Θεόπομπος πεντηκοστῇ ἕκτῃ—ἔστι καὶ Θετταλίας καὶ ἄλλη Καρπητανῶν ἔθνους Κελτικοῦ—βαρύνεται. Ἀρδέα κατοικία τῆς Ἰταλίας. Στράβων πέμπτῃ. ἐκλήθη δὲ ἀπὸ ἑνὸς τῶν παίδων Ὀδυσσέως καὶ Κίρκης. Ἀσέα κώμη τῆς Ἀρκαδίας, ἀφʼ ἧς ὁ Ἀλφειὸς ῥέει, ὃς καὶ Ἀσεάτης λέγεται. Τεγέα πόλις Ἀρκαδίας “καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν”. Ὅμηρος καὶ Παυσανίας ηʹ “Μαντινεὺς καὶ Τεγεάτης καὶ Μαίναλος Τεγέαν κτίζουσι καὶ Μαντίνειαν”. ἔστι καὶ Τεγέα ἐν Κρήτῃ ὑπὸ Ταλθυβίου κτισθεῖσα. Θυρέα, περὶ ἧς Ἀργεῖοι καὶ Λακεδαιμόνιοι ἐπολέμησαν. ἔστι δὲ τῆς Κυνουρίας γῆς, μεθορία δὲ τῆς Ἀργείας καὶ Λακωνικῆς. λέγεται καὶ πληθυντικῶς καὶ κατὰ συναίρεσιν Θυρῆ. Ἐλέα πόλις Ἰταλίας. ἐκαλεῖτο δὲ Ὑέλη. ὠνομάσθη δὲ Ἐλέα ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ. Μαλέα ἄκρα πρὸς τῇ Πελοποννήσῳ καὶ Μάλεια διὰ διφθόγγου. Ὑδρέα νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκαταῖος Εὐρώπῃ. Ἀραιθυρέα· οὕτως ἡ Φλιοῦς πάλαι. Ὅμηρος “Ἀραιθυρέην τʼ ἐρατεινήν”. Παυσανίας δευτέρῳ περιηγήσεως Ἑλλάδος φησὶν ὅτι “Ἄραντος υἱὸς Ἄορις ἐγένετο καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοί φασι θήρας ἐμπείρους γενέσθαι καὶ τὰ εἰς πόλεμον ἀνδρείους· προαποθανούσης δὲ τῆς ἀδελφῆς Ἄορις εἰς μνήμην τῆς ἀδελφῆς τὴν χώραν οὕτως ἔφη”. Μανθυρέα κώμη Ἀρκαδίας. τὸ δὲ Κεγχρεαί πόλις Τρωάδος—δευτέρα πόλις καὶ ἐπίνειον Κορίνθου. τρίτη Ἰταλίας—Γαθεαί πόλις Ἀρκαδίας, Κεδρεαί πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Κορσεαί νῆσος τῆς Ἰωνίας καταντικρὺ Σάμου. Ἑκαταῖος Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ ι. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφʼ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐστιν.
Τὰ εἰς α μακρὸν μονογενῆ τῇ ει ἢ τῷ ι μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. Ὅμηρος “Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα”. λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος .... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη “πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες”. τὸ δὲ Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς προπερισπᾶται, πληθυντικῶς δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώς. στιά, οἷς ἠκολούθησε καὶ τὸ σκιά ι βραχεῖ παραληγόμενον. ἔστι δὲ καὶ Σκιά πολίχνιον Εὐβοίας. τὸ δὲ μνεία, χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐσίας λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία—πόλις καὶ μοῖρα Θετταλίας· Παρμενίσκος δὲ χώραν αὐτήν φησι οὐ πόλιν, οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης—βαρύνονται καὶ τὸ δεία ἡ ἔνδεια. τὸ δὲ θεία τριγενές ἐστι ὡς καὶ τὸ δῖα βραχυκατάληκτον μετὰ τοῦ ἴα καὶ πλεονασμῷ τοῦ μ μία. ἔστι δὲ καὶ Δῖα πόλις Θεσσαλίας, Αἰακοῦ κτίσμα· βʹ Θρᾴκης κατὰ τὸν Ἄθω. γʹ Εὐβοίας. δʹ νῆσος καὶ πόλις Πελοποννήσου περὶ τὸ Σκύλλαιον. εʹ Λυσιτανίας περὶ τὸν Ὠκεανόν. ϛʹ Ἰταλίας πρὸς ταῖς Ἄλπεσιν. ζʹ Σκυθίας παρὰ τῷ Φάσιδι. ηʹ Καρίας. θʹ Βιθυνίας πρὸς τῷ Πόντῳ· εἰσὶ καὶ δʹ νῆσοι Δῖαι λεγόμεναι. αʹ ἡ Νάξος. βʹ ἡ πρὸς Μήλῳ. γʹ ἡ πρὸς Ἀμοργῷ. δʹ κατὰ Κνωσσὸν Κρήτης.
Τὰ διὰ τοῦ ια ἐπὶ χωρῶν καὶ πόλεων κείμενα παροξύνεται, Λυκία, Ἀσία, Κιλικία, Παφλαγονία, Ἰτουρία, Ἰταλία ἡ χώρα ἀπὸ Ἰταλοῦ, Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο, εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος Ἱερειῶν τῆς Ἥρας βʹ “ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὐσόνες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός. καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτνην καθιζόμενοι ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελὸς βασιλείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου τότε ταύτης Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε”. καὶ Μένιππος δὲ ταῦτά φησιν. Θουκυδίδης δὲ οὕτως “ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες”. μεγίστη δὲ αὕτη μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος. τετάρτη δʼ ἡ Διὸς Κρήτη τροφός, Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦσʼ ἔχει. ἔστι καὶ ἄλλη Σικελία κατὰ τὴν Πελοπόννησον. Καππαδοκία, Ἀρμενία, Τισία πόλις Ἰταλίας. Ἀγκαρία πόλις Ἰταλίας. Αἰολία νῆσος Αἰόλου. Ὅμηρος “Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθα”. Αἰτωλία χώρα ἀπὸ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος, ὃς ἐκπεσὼν ἀπὸ Πίσης ὑπὸ Σαλμωνέως συνῴκισε τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δὲ Ὑαντίς ἐκαλεῖτο. ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνικαῖς πόλεσιν Ἀνδροτίων ἕκτῳ … Ἀτθίδος. Ἀμαντία Ἰλλυριῶν μοῖρα πλησίον Ὠρικοῦ καὶ Κερκύρας, ἐξ Ἀβάντων τῶν ἀπὸ Τροίας νοστησάντων ᾠκισμένη, κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰς μ ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήσει. Καλλίμαχος Ἀμαντίνην αὐτήν φησι ὡς Λεοντίνην “καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην”. Ἀετία· οὕτως ἐκλήθη ἡ Αἴγυπτος ἀπό τινος Ἰνδοῦ Ἀετοῦ. ἀλλὰ καὶ Ὠγυγία ἐκαλεῖτο καὶ Ἡφαιστία. Αἰλία πόλις Παλαιστίνης ἡ πάλαι Ἱεροσόλυμα ἀπὸ Αἰλίου Ἀδριανοῦ. Ἀκραιφία πόλις Βοιωτίας. οἱ δὲ Ἀκραίφιον, Παυσανίας δὲ Ἀκραίφνιον καὶ οὐδετέρως. ἦν δὲ ὑπὸ Ἀθάμαντος κτισθεῖσα ἢ ὑπὸ Ἀκραιφέως τοῦ Ἀπόλλωνος. Θεόπομπος δὲ τὰ Ἀκραίφνια φησίν. Ἀλμωπία χώρα τῆς Μακεδονίας, ἣν ᾤκουν Ἄλμωπες. Λυκόφρων “ἐκ δʼ Ἀλμωπίας παλιμπλανήτην δέξεται Τυρσηνία” περὶ Αἰνείου λέγων. ἐκλήθη δὲ ἀπὸ Ἄλμωπος τοῦ Ποσειδῶνος καὶ Ἕλλης τῆς Ἀθάμαντος. Ἀλωπεκία νῆσος. Στράβων ἑνδεκάτῃ. Ἀξία πόλις Λοκρῶν τῶν Ὀζολῶν, ἀπὸ Ἀξίας τῆς θυγατρὸς Κλυμένου ἢ τοῦ παιδὸς τοῦ Ἀξίου. ἔστι καὶ πόλις Ἰταλίας. Ἀπία· οὕτως οἱ νεώτεροι τὸ Ἄργος. Αἰθιοπία. Εὐριπίδης Ἐρεχθεῖ “Αἰθιοπίαν νιν ἐξέσωσʼ ἐπὶ χθόνα”. Ἀρδία πόλις Ἰλλυρίας, Βαντία πόλις Ἰταλίας. Ἀντία πόλις Ἰταλίας. Ἀνδρία πόλις Ἠλείας καὶ ἑτέρα Μακεδονίας, ὡς Φιλέας ἐν περίπλοις. Ἀλβία ἡ χώρα διὰ τοῦ β. τὰ δὲ ὄρη Ἄλπεια καὶ Ἄλβια. Ἀμαξία πόλις τῆς τραχείας Κιλικίας. Στράβων ιδʹ. Ἀδρία πόλις καὶ παρʼ αὐτὴν κόλπος Ἀδρίας καὶ ποταμὸς ὁμοίως, ὡς Ἑκαταῖος. Ἀτρία πόλις Τυρρηνίας, Διομήδους κτίσμα, χειμῶνος πλεύσαντος καὶ μετὰ τὸ διασωθῆναι καλέσαντος Αἰθρία. καὶ παρεφθάρη παρὰ τοῖς βαρβάροις τὸ ὄνομα. ἔστι καὶ ἄλλη πόλις Βοιῶν, ἔθνους Κελτικοῦ. Ἀραβία ἡ χώρα. Ἀρικία πόλις Λατίνων. Διονύσιος. Ἀρκαδία ἀπὸ τοῦ Ἀρκάς Ἀρκάδος ὡς Τέμμιξ Τέμμικος Τεμμικία. Ἀτροπατία ἡ τῆς Μηδίας δευτέρα μερὶς ἀπὸ τοῦ ἡγεμόνος Ἀτροπάτου. Ἀρρεντία πόλις Ἰταλίας. Ἀρσακία πόλις Μηδίας. Ἀφροδιτία χωρίον Λακωνικῆς. Θουκυδίδης δʹ … . Ἀχαιΐα παρὰ τὸ Ἀχαιός κύριον. ἔστι καὶ λόφος ἐν Καρύστῳ καὶ τόποι διάφοροι. Βερεκυντία χώρα ἀπὸ Βερεκύντου τινός. Βεσκία πόλις Αὐσόνων. Βιθυνία πρὸς τῷ Πόντῳ χώρα ἀπὸ Βιθυνοῦ τοῦ Διὸς καὶ Θρᾴκης τῆς Τιτανίδος, ἣ ἐκ μὲν Διὸς ἔσχε Βιθυνόν, ἐκ δὲ Κρόνου Δόλογκον. Βισαλτία πόλις καὶ χώρα Μακεδονίας ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. Βοιωτία ἀπὸ Βοιωτοῦ Ἰτώνου τοῦ Ἀμφικτύονος. Κάστωρ δὲ ἀπὸ τῆς καθηγησαμένης Κάδμῳ βοὸς λεχθῆναι τὴν χώραν οὕτως. τινὲς δὲ ὡς οὐκ ὄντας ταῖς διανοίαις τοὺς Βοιωτοὺς ἄγαν εὐκινήτους. ἐκαλεῖτο δὲ καὶ Ἀονία καὶ Μεσσαπία καὶ Ὠγυγία. Βουθία πόλις Ἰωνίας. Θεόπομπος δὲ χωρίον φησί. Βουφία κώμη τῆς Σικυωνίας. Ἔφορος εἰκοστῷ τρίτῳ. Βραχία· οὕτως ἡ Ἀραβικὴ θάλασσα ἐκαλεῖτο. ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ εἶναι βράχη πλεῖστα. Βρεττία νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον. ἔστι δὲ καὶ Βρεττία χώρα τῶν Βρεττίων. Ἀντίοχος δὲ τὴν Ἰταλίαν πρῶτόν φησι κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρικιννίαι πόλις Σικελίας. Βρουτοβρία πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρδιτανῶν. δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει ὡς Πολτυμβρία, Σηλυμβρία. Βρουττία μοῖρα Σικελίας. Βρυστακία πόλις Οἰνωτρῶν. Γαιτουλία χώρα Λιβύης. Γαλατία ἡ χώρα. Γαλλία ἐντὸς Ἄλπεων χώρα. Γεδρωσία χώρα Ἰνδική. Γετία ἡ χώρα τῶν Γετῶν. Γλαυκία πολίχνιον Ἰωνίας. Γουνία χώρα Περραιβίας. γράφεται δὲ καὶ χωρὶς τοῦ υ. Δακία χώρα πλησίον Βορυσθένους. Δαρδανία ἡ χώρα ἣ καὶ Δαρδανική. Δελματία Ἰταλίας χώρα. Δηλία πόλις Καρίας. Δολοπία χώρα. Δρυμία πόλις Φωκίδος. Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. Ἐλιμία πόλις Μακεδονίας. Στράβων ἑβδόμῳ. ἀπὸ Ἐλύμου τοῦ ἥρωος ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βασιλέως. Ἀλέξανδρος δʼ ἐν Εὐρώπῃ Ἐλίμειον φησὶ διὰ μακροῦ τὴν μει συλλαβήν, τὴν δὲ λι διὰ βραχέος ι. Ἐλλοπία χωρίον Εὐβοίας καὶ αὐτὴ ἡ νῆσος ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ Σελλοί. ἔστι καὶ πόλις περὶ Δολοπίαν καὶ χώρα περὶ Θεσπιάς. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουΐα πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ. Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλις καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλις Μαγνησίας. Ὅμηρος “οἱ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο” ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον ἡ καὶ Θαυμακοί. Θεσπρωτία πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. Ἰαιτία πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Ἰβηρία χώρα ἡ μὲν πρὸς ταῖς Ἡρακλείας στήλαις ἀπὸ Ἴβηρος ποταμοῦ. Ἀρτεμίδωρος ἐν τῇ βʹ τῶν γεωγραφουμένων “ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπων καὶ ἐνδοτέρω Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύο ἐπαρχίας .... διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα μέχρι τῆς Καινῆς Καρχηδονίας καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λουσιτανίας”. ἡ δὲ πρὸς Πέρσας. Ἰλαττία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. Ἰναχία ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος, ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. Ἰξίαι πληθυντικῶς χωρίον τῆς Ῥόδου ἀπὸ Ἴξου λιμένος. Ἰσινδία χωρίον Ἰωνίας, λέγεται καὶ Ἴσινδα καὶ Ἴσινδος. Κανθηλία πόλις περὶ Καρχηδόνα. λέγεται καὶ Κανθήλη. Ἑκαταῖος Ἀσίᾳ. Κανταβρία χώρα. Στράβων τρίτῃ. Καρπηΐα· οὕτως τινὲς Κάλπην πόλιν Βιθυνίας φασίν. Κεκροπία χώρα. Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτης καὶ λιμὴν Αἰθιοπίας. Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ Πανδίονος· ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. Λυρνατία χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν δευτέρῳ περὶ Λυκίας. Μαγία πόλις Ἰλλυρίας. Μαριαμμία πόλις Φοινίκων. Μακετία μοῖρα Μακεδονίας ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν “καὶ τὴν Ὀρεστείαν δὲ Μακετίαν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος”, ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος “καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας”. Μαστία πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Μεδυλλία πόλις, Ἀλβανῶν κτίσις, Ῥωμαίων ἄποικος. Διονύσιος γʹ Ῥωμαϊκῆς ἀρχαιολογίας. Μελία πόλις Καρίας. Ἑκαταῖος γενεαλογιῶν δʹ. Ναυπλία, πόλις Ἄργους. Στράβων ὀγδόῃ “ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι”. Ξιλία πόλις Λιβύης. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν. Ὀρεστία τὸ ἥμισυ μέρος Μεγάλης Πόλεως ἀπὸ τῆς τοῦ Ὀρέστου παρουσίας. ἔστι καὶ πόλις ἐν Ὀρέσταις, ἐν ὄρει ὑπερκειμένῳ τῆς Μακεδονικῆς γῆς. καὶ ἄλλη ἐν Ἀρκαδίᾳ. Μελανδία χώρα Σιθωνίας. Θεόπομπος τριακοστῷ τρίτῳ Φιλιππικῶν. Μεσσαπία χώρα Ἰαπυγίας προσεχὴς Τάραντι. Μηδία χώρα ταῖς Κασπίαις παρακεκλιμένη πύλαις. Ἑκαταῖος Ἀσίᾳ. ἀπὸ Μήδου υἱοῦ Μηδείας. Μολορχία πόλις Νεμέας ἀπὸ Μολόρχου τοῦ ξενίσαντος Ἡρακλέα ἀπιόντα ἐπὶ τὸν ἀγῶνα. Μουνυχία λιμὴν Ἀττικῆς ἀπὸ Μονύχου. λέγεται καὶ Μωνυχία. Μοψοπία ἡ Ἀττικὴ ἀπὸ Μόψοπος, Καλλίμαχος. Μυλαντία ἄκρα ἐν Καμίρῳ τῆς Ῥόδου ἀπὸ Μύλαντος τοῦ πρώτου εὑρόντος ἐν τῷ βίῳ τὴν τοῦ μύλου χρῆσιν. Μασαισυλία χώρα Λιβύης προσεχὴς τῇ τῶν Μαυρουσίων. Μυστία πόλις Σαυνιτῶν. Φίλιστος ἑνδεκάτῳ. Ναξία πόλις Καρίας. Ἀλέξανδρος ἐν πρώτῳ περὶ Καρίας. Νομαντία πόλις Ἰβηρίας. Ἰόβας ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. λέγεται δὲ καὶ διὰ τῆς ου. Νοστία κώμη Ἀρκαδίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. Ξουθία πόλις Σικελίας. Φίλιστος τρίτῳ Σικελικῶν. Ὀλβία πόλις Λιγυστική. δευτέρα πόλις ἐν Πόντῳ. τρίτη Βιθυνίας ἀπὸ Ὀλβίας νύμφης. τετάρτη Παμφυλίας, ὡς Φίλων. πέμπτη Ἰβηρίας. ἕκτη Σαρδοῦς. ἑβδόμη Ἰλλυρίας. ὀγδόη Ἑλλησπόντου. ἐνάτη Κιλικίας. Ὀλυμπία ἡ πρότερον Πῖσα λεγομένη. Ὀρτυγία. οὕτως ἐκαλεῖτο ἡ Ἔφεσος. Παμφυλία χώρα προσεχὴς τῇ Ἰσαυρίᾳ. Παλλαντία πόλις Ἰβηρίας. Παραποταμία πόλις Φωκίδος. Πελασγία χώρα τοῦ Ἄργους. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία, ὡς Νικόλαος πέμπτῃ. Πετηλία πόλις Ἰταλική. Πικεντία πόλις Τυρρηνίας. Φλέγων δὲ Πικεντόν αὐτὴν καλεῖ. Περαντία πόλις Αἰτωλίας. Πισιδία χώρα. Πλακεντία πόλις Λιγύρων. Πορθμία καὶ Πόρθμιον κώμη ἐν τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Πραιτετία χωρίον ἐπὶ τοῦ Ἀδρίου. Πτυχία νῆσος παρὰ τῇ Κερκύρα. Ῥοδία πόλις Λυκίας. Ῥοδουντία χωρίον πλησίον Οἴτης. Ῥοιτία πόλις Βάκτρων. Ῥωμυλία τῶν ἐν Ἰταλίᾳ Σαυνιτῶν πόλις. Σαββατία κώμη Κελτική. Σαγαρτία χερρόνησος παρὰ τῇ Κασπίᾳ θαλάσσῃ. Σαλλεντία πόλις Μεσσαπίων. Σαρματία ἡ χώρα. Σαμυλία πόλις Καρίας Μοτύλου κτίσμα τοῦ τὴν Ἑλένην καὶ Πάριν ὑποδεξαμένου. Σερμυλία πόλις παρὰ τὸν Ἄθω, ὡς Ἑκαταῖος. Σητία πόλις Ἰταλίας Σινδία πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. Σιντία πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. Σκυθία. Σκυφία πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ “ἐν Σκυφίᾳ κατῴκει”. τινὲς δὲ διὰ τοῦ π. Σουματία πόλις Ἀρκαδίας. γράφεται δὲ καὶ διὰ διφθόγγου Σουμήτεια. Στρυβία νῆσος τῶν Σποράδων. Συΐα πόλις μικρὰ Κρήτης. Ταρχία πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν. Τερβητία πόλις Σικελίας. Τορρηβία Καρίου μήτηρ. Τραγία νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ πόλις ἐν Νάξῳ. Εὔπολις διὰ τοῦ ε γράφει καὶ πληθυντικῶς Τραγεαί. Τραλλία μοῖρα τῆς Ἰλλυρίας. λέγεται καὶ Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλις. Τρωγιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλις Λοκρῶν. Ὑδραμία πόλις Κρήτης ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Φαβία πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφʼ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων “τὴν .... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία”. καὶ Ἑκαταῖος “Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν”. Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον “ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν”. Χλαμυδία· οὕτως ἐκαλεῖτο Δῆλος. Χορασμία πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει “ἐν αὐτοῖσι πόλις Χορασμίη”. Ὠγυγία νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγία ἀπὸ Ὠγύγου υἱοῦ Τερμέρας. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς χρονικοῖς. Ὠστία πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας “ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον”. καὶ Πολύβιος ἕκτῳ “ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος”. ἐκτίσθη δʼ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως “τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον”. Οὕτω καὶ Στρατία Ἀρκαδικὴ πόλις ἀπὸ τῆς θυγατρὸς Φενεοῦ ὀνομασθεῖσα βαρύνεται. Ὅμηρος “Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην” εἰς ἰδιότητα. τὸ γὰρ δηλωτικὸν τοῦ συστήματος τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς ὀξύνεται. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ δὲ Πλωθιά δῆμος Αἰγηΐδος φυλῆς, Ἁμαξαντιά δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, Ἑρχιά δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν, Κρωπιά δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον, Λακιά δῆμος τῆς Οἰνηΐδος φυλῆς, Αἰγιλιά δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ὀνόματα δήμων ὀξύνεται, μεθʼ ὧν καὶ Κωπιαί, ὡς ὕστερον Θούριοι πόλις Ἰταλίας ἐκαλεῖτο. ὡσαύτως δὲ ὀξύνονται καὶ τὸ πυρκαϊά καὶ ἐσχατιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῦντα.
Τὰ διὰ τοῦ εια γινόμενα ἀπὸ τῶν διὰ τοῦ ευω ῥημάτων παροξύνεται, ἑρμηνεία, βασιλεία, δουλεία, κολακεία, ῥητορεία, ἱκετεία, περισσεία, μοιχεία, πορνεία, ἀλαζονεία, εἰρωνεία, πραγματεία, προφητεία, ξενιτεία, ἀλητεία, ἀριστεία, βουλεία, γοητεία, δυναστεία, λαγνεία, νηστεία, λῃστεία, θεραπεία, ξυλεία, τοξεία, ὁπλιτεία, στρατοπεδεία, πολιτεία, τερατεία, πρεσβεία, δεσποτεία, ὑδρεία, ἡνιοχεία, μαστροπεία, παιδεία ἡ παίδευσις, παιδιά δὲ τὸ παίγνιον, τὸ δὲ παρειά καὶ φορβειά καὶ φορειά ὁ βόρβορος καὶ στελειά ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ ευω καὶ ἐπὶ οὐσίας τίθενται. τὸ δὲ ἀρειά ἡ ἀπειλή παράλογόν ἐστι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α· τὰ γὰρ διὰ τοῦ εια ὀξυνόμενα ἐκτείνοντα τὸ α ἐπὶ οὐσιῶν λαμβάνεται οἷον παρειά “παρειάων ἁπαλάων”, φορβειά· σημαίνει δὲ τὸ περιστόμιον. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας, ἀλλʼ ἐπὶ πράγματος, τὴν γὰρ ἀπειλὴν σημαίνει, δηλονότι οὔτε ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ α, ἀλλʼ ἡμάρτηται, ὡς εἴρηται· ἐπὶ δὲ τοῦ φυτοῦ ἀρία διὰ τοῦ ι καὶ παροξύνεται “χήτει τοι πρινῆς ἀρίας ποιούμεθα γόμφους” ὡς παρʼ Εὐπόλιδι.
Τὰ διὰ τοῦ ια μακρὸν τὸ α ἔχοντα παροξύνεται, ἀνία ἡ λύπη ἡ ἄνευ ἰάσεως, φιλία, πενία, ξενία, κακία, κοπία, μανία, γωνία, ἀγλαΐα, σοφία, ὑπερηφανία, εὐκαιρία, ἀεργία, προεδρία, συνεδρία, φιλανθρωπία, ἀσωτία, ἐμπορία, παρθενία, συνοδία, φιλοπτωχία, εὐχαριστία, ἡγεμονία, κηδεμονία, ἁρμονία, εὐωδία, δυσωδία, εὐφυΐα, ἀφυΐα, εὐτυχία, τριετία, εὐσεβία, ὃ καὶ εὐσέβεια, ἀμελία καὶ ἀμέλεια, συνηθία καὶ συνήθεια, κακοηθία καὶ κακοήθεια, αὐθαδία καὶ αὐθάδεια, τὸ δὲ ἀμαθία διὰ βραχέος ι γράφεται, τὸ δὲ ἀνδρεία διὰ τῆς ει διφθόγγου γράφει ἡ παράδοσις.
Τὰ ἀπὸ τῶν εἰς ις διὰ τοῦ ια γινόμενα παροξύνεται, κόνις κόνιος κονία, ᾗ ἔγκειται ἡ κόνις, Κύπρις Κύπριος Κυπρία.
Τὰ διὰ τοῦ ια παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω ἀπεψία, δώσω δοσία, προδώσω προδοσία, πανδοσία· ἔστι δὲ καὶ Πανδοσία φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδρος ὁ Μολοττός, ἀπατηθεὶς ὑπὸ χρησμοῦ τοιούτου “Πανδοσίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις”. ἔδοξε γὰρ πολεμίων, οὐκ οἰκείων φθορὰν δηλοῦσθαι. ἔστι δὲ καὶ πόλις Θεσπρωτίας. θεοδοσία καὶ Θεοδοσία Ταυρικὴ πόλις παραλία. Στράβων ζʹ. θύσω θυσία, ἄξω ἀξία, θήσω θεσία “πῇ δὴ συνθεσίαι τε”, ἥσω ἑσία καὶ ἐξεσία “τῶν ἕνεκʼ ἐξεσίην”, λούσω λουσία ἀλουσία, ἕξω ἑξία εὐεξία, τὸ δὲ “πᾶσά τοι ἔσθʼ ὑποδεξίη” ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τοῦ ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τῶν ἀντιγράφων.
Τὰ εἰς σια τὸ α μακρὸν ἔχοντα βαρύνεται, ἀθανασία, διχοστασία, προστασία, ἱκεσία, Ἀρσυσία χώρα τῶν Ψύρων καὶ Χίου τραχεῖα καὶ ἀλίμενος ὅσον σταδίων τριάκοντα, οἶνον ἄριστον ἔχοντα καλούμενον Ἀρσυηνόν, οὗ μέμνηται Στράβων ιδʹ. Ἀστερουσία ὄρος Κρήτης πρὸς τὸ νότιον μέρος ἀποβλέπον εἰς θάλασσαν, ἀφʼ οὗ καὶ πόλις περὶ τὸν Καύκασον Σινδικὴ Ἀστερουσία κέκληται, Κρητῶν ἀποικίας ἐκεῖ σταλείσης. Γυμνησίαι δύο νῆσοι περὶ τὴν Τυρσηνίδα. Λυκόφρων οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας σισυρνοδῦται καρκίνοι πεπλωκότες ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον. Κορησσία πολίχνιον τῆς Κέω. Κραβασία πόλις Ἰβήρων. Ἑκαταῖος Εὐρώπῃ. Δελφουσία πόλις Ἀρκαδίας ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. Διονυσία πόλις Ἰταλίας. Δονουσία νῆσος μικρὰ Ῥόδου, εἰς ἣν Διόνυσος ἐξ Νάξου τὴν Ἀριάδνην μετεκόμισε τοῦ πατρὸς Μίνω διώκοντος αὐτήν. ἔοικε οὖν Διονυσία εἶναι καὶ κατὰ παραφθορὰν Δονουσία. Μασσία χώρα παρακειμένη τοῖς Ταρτησσίοις. Ἑκατησία· οὕτως ἡ Ἰδριὰς πόλις ἐκαλεῖτο Καρίας. Μολοσσία ἡ χώρα τῆς Ἠπείρου. Μυσία ἡ χώρα καὶ πόλις. Λυδοὶ δὲ τὴν ὀξύην μυσόν φασι. Νικασία νησίδιον μικρὸν πλησίον Νάξου. Παρρασία πόλις Ἀρκαδίας. Ὅμηρος “Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο” ἀπὸ Παρράσου ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ χρονικῶν οὕτως “Πελασγὸς Ἀκέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοικήσας εἰς Ἄργους εἰς τὴν ἀπʼ ἐκείνου μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ πόλιν Παρρασίαν ἔκτισε”. Νικάνωρ δὲ Παρβασίαν φησὶν αὐτὴν κεκλῆσθαι διὰ τὴν Λυκάονος εἰς τὸν Δία παρανομίαν. Πειρασία πόλις Μαγνησίας. λέγεται καὶ Πειρεσία. Περουσία πόλις Τυρρηνῶν. γράφεται δὲ διχῶς καὶ διὰ τοῦ ο καὶ δίχα αὐτοῦ. Πρυμνησία πόλις Καρίας, ἣν ἔκτισε Μίμαιθος Ῥαδανουσία πόλις Μασσαλίας. Ῥοδανουσία πόλις ἐν Μασσαλίᾳ. Ταυρασία πόλις Ἰταλίας. Χαδισία πόλις Λευκοσύρων. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ “ἡ δὲ Θεμισκύρη πεδίον ἐστὶν ἀπὸ Χαδισίης μέχρι Θερμώδοντος”. Μένιππος δὲ Χαδίσιον κώμην καὶ ποταμὸν ἐν περίπλῳ τῶν δύο Πόντων φησίν “ἀπὸ τοῦ Λυκάστου εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια ἑκατὸν πεντήκοντα, ἀπὸ Χαδισίου ἐπὶ τὸν Ἶριν ποταμὸν στάδια ἑκατόν”. Χαλισία πόλις Λιβύης. Ἔφορος ἐν τῷ εʹ “ἀναχθέντι δʼ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία”. Χαρισίαι πόλις Ἀρκαδίας ἀπὸ Χαρισίου παιδὸς Λυκάονος. Παυσανίας ὀγδόῳ “ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι καὶ Χαρισίαι Χαρίσιον ἔχουσαι οἰκιστήν”. Χορσία πόλις Βοιωτίας. Παυσανίας ἐνάτῳ “ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Χορσίας”. Ὠρισία πόλις Ἰβηρίας. Λαμουσία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίας χώρα, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωσία νῆσος μία τῶν Σειρηνουσῶν. Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ α μακρὸν “μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας”. Ἀραχωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δʼ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπερασία πόλις Ἀχαΐας. “οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν”. Ὅμηρος. κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη. καὶ Ἀσία ἡ ἤπειρος· οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ ἢ ἐκ τῆς Προμηθέως γυναικὸς ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν τουτέστιν ἰλύν. ἔστι καὶ Ἀσία νῆσος Αἰθιοπίας. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἐστὶν ἢ περιεκτικὸν ὑπάρχει. τὸ μὲν προστασιά καὶ πρασιά καὶ τρασιά ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα, καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφισιά καὶ Ἐπικηφισιά δῆμος τῆς Οἰνηΐδος φυλῆς καὶ Ὑσιά καὶ Λουσιά δῆμος τῆς Οἰνηΐδος φυλῆς ἀπὸ Λουσίας μιᾶς τῶν Ὑακίνθου θυγατέρων, καὶ Πρασιαί δῆμος Πανδιονίδος φυλῆς—ἔστι καὶ Λακωνικὸν πολίχνιον—ὀνόματα δήμων, μεθʼ ὧν καὶ Βρασιαί πόλις Λακωνικὴ—Παυσανίας τρίτῳ καὶ Βρυσιαί πόλις Ἤλιδος.
Τὰ διὰ τοῦ νια μακρὸν ἔχοντα τὸ α βαρύνεται, κονία, πενία, γειτονία, μανία, γωνία, ξενία, ἀνία, ἁρμονία, ταινία, ἀκρωνία τὸ σύστημα καὶ ἄθροισμα ὡς Αἰσχύλος “ἠδʼ ἀκρωνία κακοῦ—λευσμόν τε”. Χιτωνία· οὕτως ἡ Ἄρτεμις ἐλέγετο, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί “καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος”. Ἀζανία μέρος τῆς Ἀρκαδίας. λέγεται καὶ Ἀζηνία. Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου φησίν· “ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα”. ἔστι δὲ καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονος. εἰσὶ δὲ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος. Ἀκαρνανία χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατʼ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσοποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας ἡ πρότερον Μορδιάειον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατʼ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κρήτης ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίς. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Ἀρμενία χώρα πλησίον τῶν Περσῶν ἀπὸ Ἀρμένου τοῦ Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. Ἀσκανία πόλις Τρωϊκή. Νικόλαος τετάρτῃ ἱστοριῶν “Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος” .... οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος, ἡ μὲν Φρυγίας, ἡ δὲ Μυσίας, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητής, τῆς Φρυγίας μὲν “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλʼ ἐξ Ἀσκανίης”, τῆς δὲ Μυσίας “οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί”. Ἀχαιμενία ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Περσέως. λέγεται καὶ Ἀχαιμένιον. Ἀνδανία πόλις Μεσσήνης ὁμώνυμος τῇ χώρᾳ. οὕτω γὰρ καὶ ἡ Μεσσήνη Ἀνδανία ἐκαλεῖτο, ἣν οἰκῆσαί φασί τινας τῶν Κρεσφόντου καὶ οὕτως καλέσαι διὰ τὸ μὴ ἁνδάνειν αὐτοῖς. Ἀτιντανία μοῖρα Μακεδονίας ἀπὸ Ἀτιντᾶνος υἱοῦ Μακεδόνος. Αὐσονία ἡ χώρα. Ἰωνία. οὕτως ἡ Ἀττικὴ πρότερον ἀπὸ Ἴωνος τοῦ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ἐρεχθέως. “οὕτω μὲν οἱ Ἀθηναῖοι. ἐν μέντοι Δωριεῦσιν Αἰτωλοί, ἐν δὲ Αἰολεῦσι Βοιωτοί, ἐν δὲ τοῖς Ἴωσιν Ἀθηναῖοι”. Βαγαδαονία μοῖρα Καππαδοκίας νοτιωτάτη. Βιστονία πόλις Θρᾴκης ἀπὸ Βιστόνος τοῦ Ἄρεος καὶ Καλλιρρόης τῆς Νέστου. Γαστρωνία χώρα Μακεδονίας. Θεόπομπος νδʹ. Γερηνία πόλις Μεσσηνίας, ἔνθα, φασί, Νέστωρ ὁ Πύλιος ἐτράφη ἢ φυγὰς ἤχθη. ἀπὸ εὐθείας τῆς ἡ Γέρηνος. Γορδυνία πόλις Μακεδονίας. Ἠσιονία ἡ Σάρδεων χώρα ἡ καὶ Ἀσία. Μαιονία ἡ Λυδία ἀπὸ Μαίονος ποταμοῦ τοῦ περὶ τὴν Ἀχαιΐδα ῥέοντος ἢ ἀπὸ Μαίονος τοῦ οἰκιστοῦ. Κατταβανία κατοικία τῆς εὐδαίμονος Ἀραβίας. Στράβων ἑκκαιδεκάτῃ “φέρει δὲ λιβανωτὸν ἡ Κατταβανία, σμύρναν δὲ ἡ Χατραμωτῖτις”. Κυδωνία πόλις Κρήτης ἡ πρότερον Ἀπολλωνία ἀπὸ Κύδωνος τοῦ Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρός. δευτέρα Σικελίας. τρίτη Λιβύης. Λακινία ἡ χώρα. Μακεδονία ἡ χώρα ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος ὥς φησιν Ἡσίοδος ὁ ποιητής ἡ δʼ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακεδόνα θʼ ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματʼ ἔναιον. ἄλλοι δʼ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν τρίτῃ τῶν ἐν Ἄργει “καὶ Μακεδόνος τοῦ Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες”. Κεβρηνία χώρα τῆς Τρῳάδος ἀπὸ Κεβρῆνος ποταμοῦ, ἄλλοι δὲ ἀπὸ Κεβριόνου τοῦ Πριάμου. Μαραθωνία πόλις Θρᾴκης οὐκ ἄπωθεν Ἀβδήρων. Κρητινία τόπος Ῥόδου. Καυλωνία πόλις Ἰταλίας, ἣν Αὐλωνίαν Ἑκαταῖος καλεῖ διὰ τὸ μέσην αὐλῶνος εἶναι. ἀπὸ γὰρ τοῦ αὐλῶνος Αὐλωνία ὕστερον μετωνομάσθη Καυλωνία ὡς ἀπὸ Μετάβου ἥρωος Μεταπόντιον καὶ Ἐπίδαυρος Ἐπίταυρος καὶ αἱ Κλαζομεναί Πλαζομεναί. ἔστι δὲ καὶ ἄλλη Σικελίας. ἔστι δὲ καὶ ἄλλη Λοκρῶν. Καταονία μοῖρα ἐσχάτη τοῦ Ταύρου. Στράβων δὲ Καππαδοκίας ταύτην φησίν. Κοινία μία τῶν Ἀμαζόνων. Ἰουερνία νῆσος Πρεττανική. Βονωνία πόλις Ἰταλίας. Ἱσπανία ἀπὸ Ἱσπάνου γίγαντος οὕτω λεγομένου δύο τῆς Ἰταλίας ἐπαρχίαι ἡ μὲν μεγάλη ἡ δὲ μικρά. ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ χρονικῶν “ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπʼ αὐτοὺς Κΰιντος”. ὁ αὐτὸς ὁμοῦ ὑπὲρ τῶν δύο “Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο”. ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ “τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότος, ἀλλʼ ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστι πρὸς ποταμὸν Ἴβηρα, Ἰβηρίαν καὶ ἀπʼ ἐκείνου ὀνομάζονται, τὴν πᾶσαν οὕτω καλοῦντες. ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανίαν”. Καμμανία μοῖρα Θεσπρωτίας. μετωνομάσθη δὲ Κεστρινία. Γρηστωνία χώρα Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ. Θουκυδίδης δευτέρᾳ. Δαρδανία· οὕτω πρότερον ἐκαλεῖτο ἡ Σαμοθρᾴκη· καὶ Δαρδανία χώρα Τρῳάδος, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο. Δαρσανία πόλις Ἰνδική. Διωνία πόλις, ἣν συγκαταλέγει ταῖς Κυπρίαις πόλεσι Θεόπομπος πεντεκαιδεκάτῃ Φιλιππικῶν. Ἐλινία χώρα Θεσπρωτίας. Ζειρηνία πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν γʹ. Ζηρανία χώρα Θρᾴκης. Ἔφορος εἰκοστῷ ἑβδόμῳ. Καρμανία χώρα τῆς Ἰνδικῆς. Στράβων πεντεκαιδεκάτῃ. Καρνία πόλις Ἰωνίας. Νικόλαος τετάρτῳ. Κρημνία· οὕτως πρότερον ἐκαλεῖτο Γόρτυν πόλις Κρήτης. Θυνία ἡ χώρα τῶν Θύνων. Καστανία πόλις πλησίον Τάραντος. Κηφηνία ..... Χθονία· οὕτως καλεῖται ἡ Κρήτη. Λουσιτανία ὅμορος τῆς Βαιτίκης. Λυκαονία χώρα Λυκίας τε καὶ Ἰσαυρίας. Μαριανδυνία χώρα τοῦ Πόντου. Εὔπολις Χρυσῷ γένει “ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν”. ἀπὸ Μαριανδυνοῦ τινος Αἰολέως. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανή, ἡ δὲ Καισαρησία. Μιλωνία πόλις Σαυνιτῶν ἐπιφανεστάτη. Διονύσιος ιζʹ. Μυγδονία μοῖρα Μακεδονίας καὶ ἑτέρα Φρυγίας τῆς μεγάλης. ἀπὸ Μυγδόνος. ἐλέγετο καὶ Μυχθονία. Μυονία πόλις Φωκίδος. Παυσανίας ιʹ. λέγεται καὶ Μύων. Μυρμιδονία χώρα τῶν Μυρμιδόνων· οὕτω γὰρ ἡ Αἴγινα ἐκλήθη. Ναρνία πόλις Σαυνιτῶν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Νάρνου, ὡς Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Νικωνία πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Στράβων ἑβδόμῃ. Ξιφωνία πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. Ξυνία πόλις Θεσσαλίας. Πολύβιος ἐνάτῳ. Παιονία. Πανία ἐπίνειον Κιλικίας περὶ τὸ Ἀλήϊον πεδίον. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία. Παρθενία κώμη Πόντου πλησίον καὶ Σάμος πρότερον ἐκλήθη Παρθενία. Παφλαγονία ἀπὸ Παφλαγόνος τοῦ Φινέως παιδός. Πελαγονία χώρα Σικελίας. Πηλαγονία μοῖρα Μακεδονίας. Πολυρρηνία πόλις Κρήτης ἀπὸ τοῦ πολλὰς ῥῆνας τουτέστι πρόβατα ἔχειν. Ποσειδωνία πόλις Ἰταλίας. Ποτιδανία πόλις Αἰτωλίας. Ῥιζηνία πόλις Κρήτης. Ῥιθυμνία πόλις Κρήτης. Σατορνία ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. Σιγνία πόλις Ἰταλίας, ὡς Στράβων πέμπτῃ. Σιδωνία πόλις Τρῳάδος. Σιθωνία μέρος Θρᾴκης. Σικανία ἡ περίχωρος Ἀκραγαντίνων. Τελχινία πρότερον ἡ Σικυὼν ἐκαλεῖτο καὶ ἡ Κρήτη. Σιωνία πόλις Ποντική. Ταρκυνία πόλις Τυρρηνίδος ἀπὸ Τάρκωνος. Κρανία· οὕτως ἐκαλεῖτο Ταρσὸς ἀπὸ κρανίου. Ὑττηνία πρότερον ἐκαλεῖτο τετράπολις τῆς Ἀττικῆς. Τευθρανία Μυσίας πόλις ἀπὸ Τεύθραντος. Τιβαρηνία χώρα πρὸς τῷ Πόντῳ πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. Τουρδητανία χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλις Θρᾴκης. Χαονία μέση τῆς Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ “ἔστι δʼ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται”. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρʼ Ἀττικοῖς ὀξύνεται. τὸ δὲ ἁρμονιῇσιν “γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονιῇσιν ἄρασσεν” ἐστὶν Ἰώνων καταβιβασμός.
Τὰ εἰς α μακρὸν τῇ ρι παραληγόμενα παροξύνεται, αἰθρία, κοπρία, ὑδρία ἐπὶ τοῦ ἀγγείου, ἐπὶ δὲ τῆς ἱδρεύσεως ὑδρεία, φατρία καὶ φρατρία, ὅ ἐστιν τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. θεωρία. Ἀλλαρία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῃ. Ἀρία Περσικὴ χώρα ὡς Ἑλλάνικος. Ἀερία ἡ Αἴγυπτος παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν. οὕτως ἐκαλεῖτο καὶ Δῆλος. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Γαλαρία χώρα Σικελίας. Διακρία φυλὴ τῆς Ἀττικῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. Εὐπορία πόλις Μακεδονίας, ἣν Ἀλέξανδρος ταχέως νικήσας ἔκτισε καὶ ὠνόμασε διὰ τὸ εὔπορον. Θουρία πόλις Ἰταλίας, ἣ καὶ Θούριοι καὶ Θούριον. ἔστι δὲ καὶ Μεσσηνίας πόλις. Παυσανίας δὲ Ἄνθειαν αὐτήν φησι. τινὲς δὲ Θουνίαν. Θυμιατηρία πόλις Λιβύης. Ἰκαρία δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἰκαρίου τοῦ πατρὸς Ἠριγόνης. Ἰλλυρία χώρα πλησίον τοῦ Παγγαίου ἀπὸ Ἰλλυριοῦ τοῦ Κάδμου παιδός. Ἰσαυρία μεταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. Ἰστρία χώρα κατὰ τὸν Ἰόνιον κόλπον. ἑσπερία ἡ δύσις καὶ τὸ δυτικὸν μέρος. Καβειρία πόλις τῆς κάτω Ἀσίας ἡ καὶ Κάβειρος καὶ Καβείριον. Καλαβρία χωρίον πλησίον τῆς Ἰταλίας. Καμαρία πόλις Ἰταλική. “Ἀλβανῶν ἀπόκτισις”, Διονύσιος δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καπρία νῆσος Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. λέγονται καὶ Καπριαί. Καρία ἡ χώρα. ἐκαλεῖτο δὲ καὶ ἡ Μεγάρων ἀκρόπολις Καρία ἀπὸ Καρὸς τοῦ Φορωνέως. Κρουστομερία πόλις Σαβίνων ἀντιστᾶσα Ῥωμύλῳ. Διονύσιος δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Κυθηρία νῆσος πρὸς τῇ Κρήτῃ, ἣ καὶ Κύθηρα. Λαγαρία φρούριον Σικελίας πλησίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὡς Στράβων. Λουκερία πόλις Ἰταλίας. Πολύβιος τρίτῳ. παρὰ δὲ Διονυσίῳ διὰ τοῦ α γράφεται. Νουκερία πόλις Ἰταλίας. Μεσημβρία πόλις Ποντική. Νικόλαος πέμπτῳ. ἐκλήθη ἀπὸ Μέλσου. βρία γὰρ τὴν πόλιν φασὶ Θρᾷκες. ὡς οὖν Σηλυμβρία ἡ τοῦ Σήλυος πόλις, Πολτυμβρία ἡ Πόλτυος πόλις, οὕτω Μελσημβρία ἡ Μέλσου πόλις καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεσημβρία. ἔστι καὶ Θρᾴκης Μεσημβρία πρὸς τῷ τέλει τῆς χερρονήσου, ὡς Ἡρόδοτος ἑβδόμῃ … . Μολυκρία πόλις Αἰτωλίας. Στράβων δεκάτῃ. Θουκυδίδης δευτέρα … Μολύκρειον αὐτὴν καλεῖ, Εὐφορίων δὲ Μολυκρίαν αὐτήν φησι. Οἰνωτρία χώρα τῆς Ἰταλίας. τινὲς δὲ αὐτὴν Ἰταλίαν οὕτω φασὶ κεκλῆσθαι ἀπὸ Οἰνωτροῦ Ἀρκάδος, ὡς Παυσανίας ὀγδόῳ. Πείσανδρος τρισκαιδεκάτῳ ἀπὸ τῆς τοῦ οἴνου χρήσεως κεκλῆσθαι αὐτήν φησιν. Ζεφυρία. οὕτως ἐκαλεῖτο Μῆλος νῆσος. Ἀνακτορία. οὕτως ὠνομάσθη Μίλητος πόλις ἀπὸ Ἄνακτος τοῦ Γῆς καὶ Οὐρανοῦ. Νιτρίαι τόπος Αἰγύπτου. Στράβων ἑπτακαιδεκάτῃ. Πανδατερία νῆσος. Πιερία πόλις ἐν ὁμωνύμῳ χωρίῳ. Πτερία πόλις Σινώπης καὶ Μήδων, ἣ καὶ Πτέριον λέγεται. Σκαμανδρία πόλις Τροίας. Σφακτηρία νῆσος, ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος. Σχερία ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν αὐτὴν κεκλῆσθαι. Ταλαρία πόλις Συρακουσίων. Θεόπομπος ἐν Φιλιππικῶν μʹ. Ποιμανδρία· οὕτως ἐκαλεῖτο πρότερον Τάναγρα. Λυκόφρων “ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν”. Τενεβρία κώμη Ἰβηρίας. Σατρία πόλις Ἰταλίας. Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ α. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσαγορεύεται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποσειδῶνος Σικελίας ἄρξαι· Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. Ὑρία χωρίον πλησίον Αὐλίδος. Ἡσίοδος δʼ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δʼ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπίας ὑπʼ αὐτὸν τὸν Κιθαιρῶνα. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Κάλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ … . Φιλωτερία πόλις κοίλης Συρίας, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Στειριά δῆμος Ἀττικὸς τῆς Πανδιονίδος φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως.
Τὰ εἰς α μακρὸν παραληγόμενα τῇ λι, ἧς προηγεῖται α, βαρύνεται πρᾶγμα σημαῖνον, διδασκαλία, ἀτασθαλία, ἢ ὀνόματα χωρῶν, Οἰχαλία πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων “οἵ τʼ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου”. οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ “τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ....” Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. Κασταλία πόλις Κιλικίας. Ἀλλαλία πόλις ἐν Κύρνῳ τῇ νήσῳ κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος. Παυταλία μοῖρα Θρᾴκης. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀμυγδαλιά, φυταλιά, λαλιά, καλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται.
Τὰ εἰς α μακρὸν τρισύλλαβα παραληγόμενα τῷ ι ἐπὶ οὐσίας λαμβανόμενα βαρύνεται χωρίς τινων, καρδία· ἔστι Καρδία καὶ πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου ἡ ὕστερον Λυσιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα ἐς τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι Σκυθῶν γλώσσῃ οὕτω κεκλῆσθαι. σχεδία, ζημία, σηπία, οἰκία, φυλία, τηλία, ἁλία. τὸ μέντοι σκοπιά καὶ σποδιά ὀξύνονται ὡς ἔχοντα τὸ ο πρὸ τοῦ ι, ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά.
Τὰ παραληγόμενα τῷ ι ἀπὸ τῶν εἰς ξ βαρύνεται, Φρυγία, δύο χῶραι. Στράβων “Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον ἡ δὲ μικρὰ ἡ ἐφʼ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη”. ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα». Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β. Τεμμικία παρὰ τῷ Λυκόφρονι «ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία». Νεφελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος, ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον.
Τὰ διὰ τοῦ οα σπάνια καὶ κατὰ πάθος γενόμενα παρʼ Ἀττικοῖς παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔστι καὶ δῆμος τῆς Ἀττικῆς τῆς Πανδιονίδος φυλῆς Ὄα. Διονύσιος δὲ ὁ Τρύφωνός φησι πληθυντικῶς Ὀεῖς λέγεσθαι ἀπὸ τοῦ Ὀεὺς ὡς ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλις τῶν Λιγύρων τῆς Ἰταλίας, καλουμένη νῦν Ἰάνουα, ὡς Ἀρτεμίδωρος. Θεισόα πόλις Ἀρκαδίας. Λυκόα πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ. Μεσόα ἢ Μεσσόα τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. Νόαι πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνεται στοιά στοά, ῥοιά ῥοά.
Τὰ διὰ τοῦ οια μακρά, ὅσα ἀπὸ ψιλοῦ συμφώνου ἄρχονται, βαρύνεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωός κατὰ Βοιωτοὺς ἢ μᾶλλον ὡς Βοιωτιακόν. ἀπὸ γὰρ Τρώς Τρωός Τρώϊος καὶ Τρωΐα Τροία ὡς Ἀχελώϊος Ἀχελοῖος. εἰσὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ Αἰγύπτου πόλις. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων. κοία ἡ σφαῖρα, ἡ χρῆσις παρὰ Ἀντιμάχῳ «κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσιν». ἔστι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά, στοιά ὀξύνεται. τὸ δὲ Στοῖαι πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς, βαρύνεται.
Τὰ εἰς οια ὑπερδισύλλαβα σπάνια ὄντα προπαροξύνεται, οἷον ἄγνοια, πρόνοια.
Τὰ εἰς α μακροκατάληκτα βαρύνεται παραλήγοντα τῷ υ, ὀξύα εἶδος ξύλου, καρύα· ἔστι καὶ χωρίον τῆς Λακωνικῆς Καρύα. Θεόπομπος νεʹ. κωδύα ἡ τῆς μήκωνος κεφαλή. Δατύα πόλις. οἰσύα, ἰξύα, σιπύα, σικύα, μελανδρύα, ἀφύα. Μαρσύα πόλις Φοινίκης ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυσῆς παιδός. Σιγγύα πόλις Παμφυλίας. Μαντύα πόλις Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἰγνύα, ὀρύα. Ἀρίσταρχος … συστέλλει τὸ α καὶ ἐκτείνει τὸ υ καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πεποιηκώς.
Τὰ εἰς α μακρὸν καθαρὸν τῷ ω παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ψοθώα ἡ ψώρα. ὡσαύτως καὶ Μινῴα πόλις ἐν Ἀμοργῷ τῇ νήσῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔστι καὶ Ἀραβίας. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων καὶ ἡ Πάρος Μινῴα. ἠῴα, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ πᾶσιν ἔχει τὸ ι.
Τὰ εἰς α διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ υ δισύλλαβα προπερισπᾶται, Ταῦα πόλις Αἰγύπτου, Εὖα πόλις Ἀρκαδίας. Θεόπομπος ἐν ἕκτῳ, τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται. Ἔρευα ἡ καὶ Ἐλευθερά, ἀφʼ ἧς Ἐρευάτης πόλις Λυκίας.
ΠΕΡΙ ΤΩΝ ΕΙΣ η ΘΗΛΥΚΩΝ ΚΑΙ ΤΩΝ ΕΙΣ ω. ΒΙΒΛΙΟΝ ιβʹ.
Τὰ εἰς η λήγοντα θηλυκὰ παρὰ γενικῆς σχηματισθέντα βαρύνεται, χιτῶνος Χιτώνη, ἡγεμόνος Ἡγεμόνη, σώφρονος Σωφρόνη, εὔφρονος εὐφρόνη, ἀμύμονος Ἀμυμώνη ἡ θυγάτηρ Δαναοῦ, πέρατος περάτη, κάλυκος Καλύκη, χιόνος Χιόνη ὄνομα ἡρωΐδος. τὸ δὲ ἁρπαγή ὀξύνεται, διότι ἀπὸ ἁρπάζω. τὸ δὲ ἁρπάγη σιδήριόν τι βαρυνόμενον ἀπὸ τοῦ ἅρπαγος. καὶ τὰ παρώνυμα ὁμοίως, ἀμφίρυτος ἀμφιρύτη, δορύκτητος δορυκτήτη, ἀμφίλυκος ἀμφιλύκη, ἄσβεστος ἀσβέστη «τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυται φλόξ», εὐποίητος εὐποιήτη «εὐποιήτῃσι πύλῃσι», πάγκαλος παγκάλη· Παγκάλη δʼ ἐκαλεῖτο καὶ Ἀμοργὸς νῆσος. πάναιθος παναίθη, περίξεστος περιξέστη, ἀρίγνωτος ἀριγνώτη.
Τὰ εἰς η σύνθετα καὶ παρασύνθετα βαρύνεται, Ὠκυπέτη, Ὑψιπύλη, Ἐριφύλη, Βερονίκη, Πολυκάστη.
Τὰ εἰς η προσηγορικὰ ἢ βαρύνεται ἢ ὀξύνεται σύνθετα ὄντα. ὅσα οὖν ἔχει τι ἄλλο μέρος λόγου καὶ ἄρχεται χωρὶς προθέσεως βαρύνεται, κυνάγχη, βουκάπη ἡ τῶν βοῶν φάτνη, ποντοκύκη γυνή ἡ ταραχώδης γυνή, ὀξάλμη, τολύπη ἡ ἐργασία, ἱστοδόκη, καπνοδόκη, λατύπη, οἰνοχόη. τὸ δὲ ἀστεροπή ὀξύνεται ὡς σύνθετον παρὰ τὸ ὄπα καὶ ἀστήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μεταγενέστεροι ὀξύνουσιν οὐχ ὑγιῶς.
Τὰ εἰς η θηλυκὰ προσηγορικὰ ἀπὸ προθέσεως συντεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυτῶν βαρύνηται, ἀνατολή, μεταβολή, ἀναβολή, ἐπιτολή, ἐπιτομή, ἀνοχή, παραψυχή τὸ προσηγορικόν, Παραψύχη δὲ τὸ κύριον. τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή, καὶ τὸ ἀναδέσμη ἀπὸ τοῦ ἀνάδεσμος. τὰ δὲ βαρύτονα ταῦτα· συνθήκη, παρακαταθήκη, συγγνώμη, συνάγχη.
Τὰ εἰς η συναληλιμμένα περισπᾶται, λεοντέα λεοντῆ, συκέα συκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ, βοέα βοῆ, κυνέα κυνῆ, τραγέα τραγῆ.
Τὰ εἰς η καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται, Δαύη πόλις Ἀραβίας. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡσαύτως καὶ Κραναή νῆσος Λακωνική. Ὅμηρος «νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην». οὕτως δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ ευη παροξύνεται, χλεύη, Βεύη πόλις Μακεδονίας, Εὔη. τὸ δὲ σκευή ὀξύνεται, καὶ τὰ ἀπʼ αὐτῆς κατασκευή, ἐπισκευή, ὑποσκευή.
Τὰ εἰς η καθαρὸν δισύλλαβα τῷ ο παραληγόμενα ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο συμφώνων προηγουμένου τοῦ δασέος, φθόη ἡ φθορά, χλόη, χνόη αἱ χοινικίδες τῶν ἁρμάτων, μεθʼ ὧν καὶ Ὄη δῆμος τῆς Οἰνηΐδης φυλῆς. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, χοή ἡ σπονδή, βοή, θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον, πνοή. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, Οἰνόη μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων. οὕτως δὲ καὶ Σίκινος νῆσος περὶ τὴν Κρήτην πρότερον ἐκαλεῖτο. Χωλόη τὸ ὄρος τῆς Ἰταλίας, ἐν ᾧ φασι γεννηθῆναι τὸν Ἥφαιστον χωλόν. Ἀρόη πόλις Ἀχαΐας. Παυσανίας ἑβδόμῳ. ἐκλήθη δὲ ἀπὸ τῆς ἐργασίας τῆς γῆς. λέγεται καὶ Πάτραι. Βερόη πόλις Συρίας ἣν οἱ ἐγχώριοι Βερόειαν. Βουθόη πόλις Ἰλλυρίδος ὡς Φίλων διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ὀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. οἱ δὲ τὸν Κάδμον ἀπὸ τῆς Αἰγυπτίας Βουτοῦς ὀνομάσαι αὐτὴν καὶ παραφθαρεῖσαν καλεῖσθαι Βουθόην. Οὐδονόη λέγεται ὑπὸ τῶν Λιβύων Ἱστός νῆσος Λιβύης. Μερόη πόλις Αἰθιόπων. Ἡρόδοτος δευτέρᾳ … . ἀπὸ Μερόης. ἔστι καὶ Μερόη κατὰ ἀνατολὰς τῆς περὶ Δάφνην Ἀντιοχείας· ἔστι καὶ Μερόη πόλις Λυκίας. Ἀρσινόη πόλις Λιβύης ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ Φιλαδέλφου ἀδελφῆς καὶ γυναικός. δευτέρα πόλις Παραιτονίου Λιβύης ἡ πρότερον Ταύχειρα. τρίτη πόλις Συρίας ἐν Αὐλῶνι. τετάρτη τῆς κοίλης Συρίας. πέμπτη Κιλικίας. ἕκτη τῆς Αἰγύπτου πόλις ἐπὶ τοῦ Δέλτα. ἑβδόμη Κύπρου ἡ πρότερον Μάριον λεγομένη. ὀγδόη Αἰτωλίας. ἐνάτη Λύκτου. δεκάτη τῆς Τρωγλοδυτικῆς ἡ πρότερον Ὀλβία καλουμένη. ἔστι καὶ ἄλλη Λυκίας. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδισιὰς κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. Ὀγχόη πόλις Φωκίδος. Ῥοδόη πόλις Ἰνδική. Σεθρόη πόλις Αἰγύπτου. Φολόη πόλις Ἀρκαδίας ἀπὸ Φόλου τοῦ Κενταύρου. Κολόη. Καλλιρρόη Νέστου θυγάτηρ· ἔστι καὶ Μαιάνδρου θυγάτηρ. λέγεται δὲ καὶ οὕτως λίμνη Συρίας. τὸ δὲ ἀκοή ἐκ τοῦ ἀκούω.
Τὰ εἰς η δισύλλαβα παραληγόμενα τῷ υ, σπάνια ὄντα, τὰ μὲν βαρύνεται, λύη ἡ στάσις ἀπὸ τῆς διαλύσεως, δύη ἡ κακοπάθεια, γύη ἡ γῆ καὶ μέρος ἀρότρου, ψύη ἡ ψύα καὶ ψόαι. τὰ δὲ ὀξύνεται, φυή καὶ Φλυή δῆμος Ἀττικὸς τῆς Κεκροπίδος φυλῆς. λέγεται καὶ Φλυεῖς.
Τὰ εἰς υη ὑπερδισύλλαβα βαρύνεται, ἰγνύη «ἰγνύην βεβλημένος», ὀρύη, νορύη εἶδος ὀσπρίου, Λιβύη χώρα πολυώνυμος, ὡς πολυίστωρ «γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀερία». Βιζύη πόλις Θρᾴκης τὸ τῶν Ἀστῶν βασίλειον, Μιλύη ἡ γυνὴ Σολύμου, ἀφʼ ἧς Μιλύαι. Μοτύη πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάσσιον. Πισύη πόλις Καρίας. λέγεται καὶ Πιτύη. Μαντύη πόλις Ῥωμαίων, ἣ καὶ Μαντύα.
Τὰ διὰ τοῦ ωη ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν τῷ ι, ἐξ οὗ καὶ τὸ ἀθῷος, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήματος γεγονὸς σὺν τῷ ι γράφεται. τὸ δὲ Στρώη πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. καὶ Οἰνώη πόλις τῆς Ἀργείας, ὅθεν Οἰνωᾶτις Ἄρτεμις, βαρύνεται ὡς κύρια.
Τὰ εἰς βη ἔχοντα πρὸ τοῦ β σύμφωνον κατʼ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ῥηματικὰ εἴη προσηγορικὰ καὶ παραλήγοι τῷ ο, τύρβη, Κόμβη ἡ Χαλκίς καλουμένη, θυγάτηρ Ἀσωποῦ, ἀφʼ ἧς Χαλκίς πόλις Εὐβοίας, κύμβη νηὸς εἶδος. Θίσβη πόλις Βοιωτίας. Ὅμηρος «πολυτρήρωνά τε Θίσβην» ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ ο. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον τρέπω τροπή, τρέφω τροφή, νέμω νομή, στρέφω στροφή, ῥοπή, σπονδή, ὁλκή, πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ ε παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω.
Τὰ εἰς βη ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ οι διφθόγγῳ βαρύνεται, Ἀλύβη «τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη». Ἑλλάνικος δέ φησιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔστι καὶ Καλύβη πόλις Θρᾴκης, ἄποικος Μακεδόνων, Νιόβη, ἀστράβη εἶδος ἁμάξης. οὕτως δὲ ἐκαλεῖτο Κάσος μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίσβη πόλις τῆς Τρῳάδος Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστι ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ … . Ἀστελέβη πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουσιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡς ἔχον τὴν οι δίφθογγον.
Τὰ εἰς βη ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλις Φωκική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶς Ἄβαι ὡς Ἀμύκλα Ἀμύκλαι. Λυκόφρων «ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας». κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Τάβαι πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας «ἄστυ Ταβῶν ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι». καὶ Ἀπολλώνιος ἐνάτῳ «ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι». ἐκλήθη δὲ ἀπὸ Τάβου ἥρωος. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιος τρισκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματικὰ ὄντα.
Τὰ εἰς οιβη κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος «Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν» ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή.
Τὰ εἰς βη δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ οι παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις Βοιωτίας διάσημος ἀπὸ Θήβης τῆς Προμηθέως. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι «κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς». τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. Βαῖβαι πολίχνιον τῆς Καρίας. στίβη ἡ ψύχρα. «μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση». λώβη ἐκ τοῦ λαβή, ὃ σημαίνει τὸ ξίφος, λάβη. γίνεται καὶ τροπῇ τοῦ α εἰς ω λώβη ὡς φᾶρος φωριαμός.
Τὰ εἰς γη δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμφωνον λήγουσαν, προσηγορικὰ ὄντα, ὀξύνεται, φθογγή, κλαγγή, ὀργή, στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφʼ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφʼ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν.
Τὰ εἰς γη ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάσσω, φυγή, σφαγή. παρώνυμα δὲ βαρύνεται, πάγη, τρύγη, στέγη. τὸ μέντοι σαγή τὸ πλῆθος ὡς σφαγή ὀξύνεται, τινὲς δὲ βαρύνουσι. καὶ τὸ ἄγη ἡ ἔκπληξις «ἄγη μʼ ἔχει ὄρχαμε λαῶν» ἀπὸ φωνήεντος ἀρχόμενον βαρύνεται.
Τὰ εἰς γη δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ γ ἄρχοιτο, ὀξύνεται, πληγή, σιγή, Σίγη δὲ πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλασις τοῦ κύματος, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντος, ῥωγή, Ῥώγη δὲ νῆσος ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου. πυγή. τὸ δὲ Γύγη ἡ πόλις ἀπὸ τοῦ γ ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα συναλειφθὲν περισπᾶται.
Τὰ εἰς γη ὑπερδισύλλαβα προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν ὀξύνεται, μαρμαρυγή, κορκορυγή ὁ θόρυβος, ὀλολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη δὲ κύριον, ὥσπερ τὸ ἠλύγη ἡ σκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ. τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλʼ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκὸν πατάγη.
Τὰ εἰς γη ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, ὀλίγγη ἡ ἀνάπαυσις, Ἐλιβύργη πόλις Ταρτησσοῦ. Ἑκαταῖος Εὐρώπῃ. ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. σεσημείωται τὸ ἀμολγή ὀξυνόμενον.
Τὰ εἰς δη ἔχοντα πρὸ τοῦ τέλους τὸ ο εἰς σύμφωνον καταλῆγον προσηγορικὰ ὄντα ὀξύνεται, χορδή, σπονδή. τὸ μέντοι Χόνδη κύριον βαρύνεται καὶ τὸ Μένδη πόλις Θρᾴκης ἀπὸ Μένδης γυναικός. Ἀπολλόδωρος Μένδαν αὐτήν φησι, καὶ τὸ Τίνδη Θρᾴκης Χαλκιδικὴ πόλις καὶ τὸ ἄλδη.
Τὰ εἰς δη προσηγορικὰ μακρᾷ παραληγόμενα ὀξύνεται, ᾠδή, ἀοιδή, σπουδή, ἐδωδή, αὐδή. τὸ μέντοι Λήδη κύριον, καὶ Ἴδη Τροίας ὄρος. Ὅμηρος «Ἴδηθεν μεδέων» ἀπὸ Ἴδης τινὸς βασιλίσσης, ὡς Χάραξ. καὶ Μήδη καὶ Λύδη.
Τὰ εἰς δη λήγοντα ἔχοντα πρὸ τέλους συλλαβὴν βραχεῖαν μὴ εἰς σύμφωνον καταλήγουσαν, εἰ μὲν κύρια ὦσιν ἢ οὐσίαν σημαίνει, βαρύνεται, πέδη, κνίδη, σίδη. ἔστι καὶ Σίδη πόλις Παμφυλίας ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου. Νέδη πόλις Ἀρκαδίας ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην αὐτήν φησι. Ὕδη πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος δὲ διὰ τοῦ λ. «σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἐνὶ οἰκία ναίων». Μαιάνδριος δʼ, ὃν Νικάνωρ παρατίθησι ἐν μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν. κράδη καὶ Κράδη πόλις Καρίας. Ἑκαταῖος Ἀσίας περιηγήσει. Λάδη νῆσος Αἰολίδος. Ἑκαταῖος Ἀσίᾳ. Ῥόδη πόλις Ἰβηρίας καὶ πληθυντικῶς πόλις Ἰταλίας. εἰ δὲ κατὰ πράγματος τάσσοιτο, ὀξύνεται, κομιδή ἡ ἐπιμέλεια, ἁδή ἡ ἡδονή, φραδή ἡ βουλή, χλιδή ὁ κόσμος.
Τὰ εἰς δη ὑπερδισύλλαβα κύρια βαρύνεται, Χαρμάνδη πόλις πέραν τοῦ Εὐφράτου. Σοφαίνετος ἐν Κύρου ἀναβάσει «ἐπὶ δὲ ταῖς Βαβυλωνίαις πύλαις πέραν τοῦ Εὐφράτου ποταμοῦ πόλις ᾤκιστο ὄνομα Χαρμάνδη». Ἀγαμήδη τόπος περὶ Πύρραν τῆς Λέσβου ἀπὸ Ἀγαμήδης τῆς Μάκαρος, τῆς καὶ Πύρρας ἐπίκλησιν. ἔστι καὶ κρήνη Ἀγαμήδη, ὡς Νικόλαος εʹ.
Τὰ εἰς θη δισύλλαβα βαρύνεται, εἰ μὴ ἰαμβικὰ εἴη τῷ ο παραληγόμενα, μάλθη ὁ κηρός, τήθη, τίτθη, Ξάνθη οὕτως ἡ Τρῳάς ἐκαλεῖτο. σπάθη, σάθη, πόσθη τὸ αἰδοῖον ἐκ τοῦ πρόσθη γεγονός, μέθη, Αἴθη ὄνομα κύριον, λήθη ἐπί τε τοῦ προσηγορικοῦ καὶ τῆς πόλεως. Βρένθη πόλις Ἀρκαδίας. Σμίνθη πόλις Τροίας. Σκίθαι πόλις Θρᾴκης πλησίον Ποτιδαίας. Σίθη ὄνομα κύριον. τὸ δὲ Ὀρθή πόλις Περραιβίας ἢ Θετταλίας, καλουμένη καὶ Κορσέα, ἐπιθετικῶς τεταγμένον ὀξύνεται. εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα. σεσημείωται τὸ κριθή ὀξυνόμενον καὶ τὸ ποθή ἔχον τὸ ο. Ἀρίσταρχος Ἰλιάδος Α ὀξύνει. ὥσπερ γὰρ χόλος τὸ πάθος, χολὴ δὲ ἀφʼ οὗ τὸ πάθος, οὕτω καὶ πόθος τὸ πάθος, ποθή δὲ ἡ ἐπιπόθησις καὶ ἐπιθυμία. ἔστι δὲ κανὼν ὁ λέγων, ὅτι τὰ εἰς ος δισύλλαβα τῷ ο παραληγόμενα, ποιοῦντα θηλυκὰ ὀξύτονα αὐτὰ ποιοῦσιν οἷον στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή. ὁ δὲ Φιλόξενος ἐν τῷ ῥηματικῷ λέγει, ἀπὸ τοῦ πεύθω πευθή καὶ ποθή.
Τὰ εἰς θη μονογενῆ ὑπερδισύλλαβα βαρύνεται, καλάθη καὶ Καλάθη πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησι. Βισάνθη πόλις Μακεδονίας κατὰ Θρᾴκην Ἑλληνίς, ἄποικος Σαμίων. Ἰάνθη, λυκάνθη, Οἰάνθη πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἑλλάνικος δὲ Οἰάνθειαν αὐτήν φησι. Ἀμάθη πόλις Φοινίκης. ἔστι καὶ Σικελίας Ἀμαθαί πληθυντικῶς. Ἀριάνθη πόλις Οἰνωτρῶν. Ἀρίνθη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Γαβάθη πόλις Γαλιλαίας ὡς Ἰώσηπος ἕκτῳ Ἰουδαϊκῆς ἀρχαιολογίας … . Καλαμένθη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Καλαμίνθη δὲ διὰ τοῦ ι πόλις Φοινίκων. Ἀρκεύθη· οὕτως ἐκαλεῖτο πόλις Ἰσαυρίας Δέλβεια, ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. Λεκίθη ἡ πόλις. Λυκέθη ὄνομα κύριον. Ῥαββώθη· οὕτως ἐκαλεῖτο πρότερον ἡ Φοινίκη. Λαπίθη πόλις Θεσσαλίας, ὡς Ἐπαφρόδιτος. ἐν τοῖς Ὁμηρικοῖς, ἀπὸ Λαπίθου τοῦ Περίφαντος. Ἀγάθη πόλις Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησι. εἰ δὲ οὕτως λέγοιτο, καὶ ὀξύνοιτʼ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων ἐπὶ λίμνης Λιγυστίας. τάχα δʼ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ δὲ ἀγαθός ἀγαθή τριγενὲς ὡς καὶ τὸ κακηθός κακηθή.
Τὰ εἰς κη δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, μὴ ποιότητα φωνῆς ἀλόγου ζώου σημαίνοντα, Γλαύκη τὸ κύριον, γλαυκή δὲ τὸ ἐπιθετικόν «γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα». λεύκη τὸ προσηγορικὸν καὶ Λεύκη κύριον, λευκή δὲ τὸ ἐπίθετον καὶ Λευκή νῆσος ἐπιθετικώτερον τεταγμένη. πεύκη. ἔστι καὶ νῆσος ἐν τῷ Ἴστρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔστι καὶ Φώκη Ἰωνικὴ πόλις, ἣ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος ἢ ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, μεθʼ ἧς καὶ Σαμοθρᾴκη νῆσος πρὸς τῇ Θρᾴκῃ συνθέτως ἐκ τοῦ Θρᾳκία Σάμος. τὸ δὲ μυκή ὀξύνεται σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκῆ ἀπὸ τοῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστι καὶ Συκῆ πόλις ἀντικρὺ Βυζαντίου. Στράβων ἑνικῶς λέγει Συκῆν. οἰκειότερον δέ, ὡς λέγονται, Συκαῖ λέγοιντʼ ἄν. ἔστι καὶ ἄλλη Συκῆ πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας.
Τὰ εἰς κη ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ ο παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκός. εἰ δὲ ἄλλῳ φωνήεντι, βαρύνεται, δίκη. ἔστι δὲ τοῦτο σημειῶδες. τὰ γὰρ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι, ἢ συνεσταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον, ὁπότε οὐχ οὕτως ἔχει οἷον Κίρκη, Δίρκη, Τρίκκη. συνέσταλται δὲ τούτων τὸ ι, ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ κ. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. λείπει ἄρα ἡ δίκη ἢ χρόνῳ ἢ συμφώνῳ. Λύκη κύριον, κάκη ἡ κάκωσις. τὸ μέντοι ἀκή ἡ ἡσυχία ὀξύνεται πρὸς ἀντιδιαστολὴν κυρίου. ἔστι δὲ Ἄκη πόλις Φοινίκης ἡ ὕστερον Πτολεμαΐς. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. τὰ δὲ εἰς κη λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλις Ἑλλησποντία. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως.
Τὰ εἰς κη δισύλλαβα πρὸ τοῦ κ σύμφωνον ἔχοντα μὴ τὸ λ βαρύνεται, κάκκη κόπρος, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύς, κρόκκη ἡ παράλιος ψηφίς. Τρίκκη πόλις Θεσσαλίας ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. Δίρκη, Κίρκη, νάρκη, Βάρκη πόλις Λιβύης ἥτις καὶ Πτολεμαΐς. λέγεται καὶ Βάρκαια. ἄσκη ἡ ἄσκησις. πέρκη εἶδος ἰχθύος, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλις Φοινίκης. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. Θρίγκη πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ βαρύνεται. ἔστι δὲ πόλις Λιβύης «μετὰ δʼ αὐτὴν πόλις Φοινίκων Χάλκη». ἔστι καὶ νῆσος. Θουκυδίδης ὀγδόῃ … «ἀπέπλευσαν εἰς Χάλκην, ἐντεῦθεν δʼ εἰς Σάμον». Θεόφραστος δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι. Θεόπομπος πρώτῳ Φιλιππικῶν ...... καὶ τρίτῳ «ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας».
Τὰ εἰς κη ὑπερδισύλλαβα τῷ α παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι κατὰ Τιμοσθένην λέγων «Ἀρτάκη, τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς, τοῦτο δὲ νησίον ἐστὶν ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ». Σκυλάκη πόλις περὶ Κύζικον. Ἑκαταῖος Ἀσίᾳ. Ἀνάκη πόλις Ἀχαΐας. Ἀναριάκη πόλις πρὸς τῇ Κασπίᾳ θαλάσσῃ. Στράβων. Ἀρβάκη πόλις ἐν Κελτιβηρίᾳ ὡς Ἰόβας. Ἀρσάκη. οὕτως μετωνομάσθη Ῥάγα πόλις ἐν Μηδίᾳ ἀπὸ Ἀρσάκου βασιλέως Περσῶν. Ἀφάκη πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. Μαινάκη Κελτικὴ πόλις. Μαλάκη πόλις Ἰβηρίας. Ἀρτεμίδωρος. Λαμψάκη ἐπιχωρία τις κόρη, ἀφʼ ἧς Λάμψακος πόλις. Βαβυτάκη πόλις Περσική. Ὀμφάκη πόλις Σικελίας. Φίλιστος Σικελικῶν τετάρτῳ. Σιδάκη πόλις Λυκίας ἀπὸ Σιδάκης τῆς Ἀμισωδάρου. Τυριτάκη πόλις Πόντου. Σιττάκη πόλις Περσική, ὡς Ἑκαταῖος Ἀσίᾳ. Ψευδαρτάκη λόφος ἐν τῇ Σκυθίᾳ μετὰ τὸ λεγόμενον Ἅγιον ὄρος. Βαιάκη πόλις Χαονίας. Ἑκαταῖος. Βαράκη νῆσος τῆς Γεδρωσίας. Σαμυδάκη πόλις Καρμανίας. Χανδανάκη πόλις Περσική. Ἑκαταῖος Ἀσίας περιηγήσει. Ψιττάκη πόλις πρὸς τῷ Τίγριδι, ἐν ᾗ τὸ φυτὸν τῶν ψιττακίων, ὡς Δαμόφιλος. Τυράκη. οὕτως Τυρακίνας πόλιν Σικελίας Ἀλέξανδρος ἐν Εὐρώπῃ καλεῖ. Φυλάκη πόλις Θεσσαλίας «οἱ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα» ἀπὸ Φυλάκου τοῦ Δηϊόνος. ἡ δὲ φυλακή ἀπὸ τοῦ φυλάσσω καὶ ἰακή ἀπὸ τοῦ ἰάζω καὶ ὑλακή ἀπὸ τοῦ ὑλάσσω. τὸ δὲ ἀνάγκη εἰ ἦν ἀπὸ ῥήματος τοῦ ἀνάσσω ὀξύνοιτο ἂν ὡς στενάχω στεναχή.
Τὰ εἰς κη ὑπερδισύλλαβα τῷ ε ἢ τῷ ο παραληγόμενα σπάνιά εἰσιν. Ζεβέκη πόλις τῆς Γαλιλαίας. Ἰώσηπος Ἰουδαϊκῆς ἀρχαιολογίας πέμπτῳ. σημαίνει δὲ τὸ ὄνομα κύριος. τὸ Ἀλωπεκή δῆμος τῆς Ἀντιοχίδος φυλῆς ὀξύνεται. τὸ δὲ βορβορόκη βαρύνεται, καὶ τὸ ψοθόκη ἡ ἀκαθαρσία.
Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ ι συνεσταλμένῳ παροξύνεται, Ἑλίκη πόλις Πελοποννήσου. Ὅμηρος «οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγάς» ἀπὸ Ἑλίκα τοῦ Λυκάονος ἢ ἀπὸ Ἑλίκης τῆς Ἴωνος μὲν γυναικός, Σελινοῦντος δὲ τοῦ Ποσειδῶνος θυγατρός. ἔστι καὶ ἄλλη Θετταλική. μυρίκη. ἔστι καὶ νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, οὕτως δὲ κέκληται καὶ Ἀμφίπολις πόλις. Βαιτίκη χώρα, οὕτως δὲ παρὰ τὸν Βαῖτιν ποταμὸν καλεῖται ἡ Τουρδητανία. μηδίκη. Στράβων «καὶ τὴν βοτάνην μὲν μάλιστα τρέφουσαν τοὺς ἵππους, ἣν μηδίκην καλοῦμεν». Βελγίκη ἡ χώρα. Ἰταλίκη πόλις Ἰβηρίας. Λαοδίκη, Κυζίκη. τὰ δὲ ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ὀξύνονται, μουσική, ἰατρική, γραμματική. Περσική εἶδος εὐτελοῦς ὑποδήματος ἔοικε δὲ γυναικεῖον εἶναι. Σκυθική εἶδος ὑποδήματος. Λακωνική εἶδος ὑποδήματος. Ἀβική χώρα Ποντική. Ἐλμαντική πόλις Ἰβηρίας τῆς ἐκτὸς Ἴβηρος ποταμοῦ. Πολύβιος γʹ. Ἰνδική πόλις Ἰβηρίας πλησίον Πυρήνης. Κυρρεστική χώρα Συρίας. Στράβων ἑκκαιδεκάτῃ. Κωλική χώρα πρὸς τῷ Καυκάσῳ. Αἰζική Θρᾴκης μέρος. Ἑκαταῖος Εὐρώπῃ. Ἁλική χώρα τῆς Κιλικίας. Κορπιλική χώρα Θρᾴκης «ἡ γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα, νῦν δὲ Κορπιλικὴν λεγομένην». Πρετανική νῆσος παρὰ τῇ Κελτικῇ. Χαλδαϊκή χώρα. Κορσική ἡ νῆσος Κορσίς. Ταυρική νῆσος μεγάλη καὶ λίαν ἐπίσημος καὶ πολλὰ ἔχουσα ἔθνη καὶ περικλείουσα τῇ θέσει τὴν Μαιῶτιν λίμνην. λέγεται δὲ Ὄσιριν ἐκεῖ ζεύξαντα βοῦς ἀρόσαι τὴν γῆν. διὰ οὖν τὸ ζεῦγος τοῦ ταύρου τὸ ἔθνος κληθῆναι. Μαγιστρική χώρα τῶν Ταυρίσκων πρὸς τὰ Ἄλπεια ὄρη. Κροβυζική ἡ γῆ τῶν Κροβύζων. Τραλλική ἡ Τραλλία μοῖρα τῆς Ἰλλυρίας. Λαζική παλαιὰ χωρίον, ὡς Ἀρριανός.
Ἔτι τὰ ἔχοντα τὸ ι ἐκτεταμένον κύρια ἢ προσηγορικὰ βαρύνεται, Φοινίκη ἡ χώρα ἀπὸ τῆς Φοίνικος γενικῆς ὡς Κρής Κρητός Κρήτη. Λίβυς Λίβυος Λιβύη. Βερενίκη πόλεις ἕξ. πρώτη Ἠπείρου ἡ ὑπὸ Πύρρου τοῦ νεωτέρου κτισθεῖσα. δευτέρα ..... ἡ ὑπὸ Φιλαδέλφου Πτολεμαίου. τρίτη ἐν τῇ Τρωγλοδυτικῇ. τετάρτη ἡ πρότερον Χίος. πέμπτη ἐν Κιλικίᾳ. ἕκτη Λιβύης ἡ πρότερον Ἑσπερίς, ἐκλήθη δὲ Βερενίκη ἀπὸ τῆς Πτολεμαίου γυναικὸς Βερενίκης. Θεσσαλονίκη πόλις Μακεδονίας. Φίλιππος τοῦ Ἀμύντου ἐκεῖ Θετταλοὺς νικήσας οὕτως ἐκάλεσε. Λούκιος δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ — Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ — ἔγημε καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι. ἐρίκη εἶδος φυτοῦ. φερίκη εἶδος δένδρου, ἃ διὰ τοῦ ι ἐκτεταμένου γράφονται, τὸ δὲ Εὐνείκη ὄνομα μιᾶς τῶν Νηρηΐδων διὰ τῆς ει καὶ τὸ νείκη ἡ φιλονεικία ἐκ τοῦ νεῖκος. τὸ δὲ Παλική πόλις Σικελίας ὡς κτητικὸν ὀξύνεται. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε ἀπὸ τοῦ ἀΐσσω ὡς φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. καὶ τὰ ἔχοντα σ πρὸ τοῦ κ παροξύνεται, λεκανίσκη, παρθενίσκη, θυΐσκη, παιδίσκη, στεφανίσκη. Τριποδίσκη κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκος.
Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ υ βαρύνεται, Καλύκη κύριον ἀπὸ τῆς κάλυκος γενικῆς, σαμβύκη εἶδος ὀργάνου, Ἰτύκη πόλις Λιβύης. Ἐρύκη Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ναρύκη πόλις Λοκρίδος, ἣ καὶ Νᾶρυξ, Βεβρύκη, ἀφʼ ἧς κατά τινας Βέβρυξ τὸ ἔθνος ἐν Ἀσίᾳ. ζαμβύκη, ἰαμβύκη, καρύκκη εἶδος βρώματος ἐκ πολλῶν ἐδεσμάτων συνεστὸς διὰ δισσοῦ τοῦ κ.
Τὰ εἰς κη ὑπερδισύλλαβα παραληγόμενα τῷ ω ὀξύνεται, ἀκωκή, ἰωκή ἡ δίωξις. τὸ δὲ Ἐώκη βαρύνεται. ἔστι δὲ ὄνομα πόλεως.
Τὰ εἰς λη μετʼ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ παραλήγοιτο ο ἐν προσηγορικοῖς, βαρύνεται. Ζάγκλη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης. οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας «καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηΐδος ἄστυ». τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. αἴγλη· οὕτως δὲ πρότερον ἐκαλεῖτο Σύμη νῆσος Καρική. σίγλη τὸ ἐνώτιον, ζεύγλη, ὅπερ παρὰ τοῖς ἀρχαίοις κατὰ ποιητικὴν ἐξουσίαν συνέστειλε τὸ η εἰς α ζεῦγλα. φύτλη, τρώγλη. Ὕβλη πόλις ἐν Σικελίᾳ ἡ ὕστερον Μέγαρα ἀπὸ Ὕβλωνος βασιλέως. εἰσὶ δὲ τρεῖς πόλεις Σικελίας Ὕβλαι. ἔστι καὶ πόλις Ἰταλίας. κίχλη, χύτλη, τρίγλη, στρέβλη, ὃ παραλόγως στρέβλα γραφὲν ὑπό τινων διορθωτέον, ὁμίχλη, γενέθλη. Ἀμύκλαι πόλις Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλας ὁ Λακεδαίμονος υἱὸς ἔκτισεν. Μόκλη κώμη Φρυγίας. Πρόκλη πόλις Λυδίας. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή προσηγορικά εἰσι καὶ παραλήγουσιν ο, καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε.
Τὰ εἰς λη μονογενῆ δισύλλαβα ἑτέρῳ λ παραληγόμενα βαρύνεται, Ἕλλη, πέλλη, Ὕλλη πόλις. τὸ δὲ κυλλή τριγενές.
Τὰ εἰς λη μονογενῆ δισύλλαβα παραληγόμενα τῷ α ἢ ε βαρύνεται, ἀσυνάλειπτα ὄντα, πάλη, σάλη ἡ φροντίς, ὅθεν ἀσαλής ὁ ἀμέριμνος. Αἰσχύλος «ἀσαλὴς μανία» καὶ ἀσαλίαν Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλις Τρῳάδος ἣ καὶ Ζέλεια. Πέλη πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλις πρόσχωρος τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαί Αἰξωνίδες, δῆμοι τῆς Ἀττικῆς ὀξυτόνως. ἔστι δὲ καὶ λίμνη ἐκ θαλάσσης. εἰσὶ δὲ καὶ Ἁλαί πόλισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ. καὶ τῆς Κιλικίας δὲ πόλις. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως.
Τὰ διὰ τοῦ ηλη δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου, στήλη· ἔστι καὶ Στῆλαι πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. μήλη, κήλη, Πήλη μικρὰ νῆσος, μεθʼ ὧν καὶ ἴλη ἄθροισις, τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡς ἀπὸ δασέος ἀρχόμενα. Τὰ εἰς λη δισύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ υ ὀξύνεται, βουλή, εὐλή ὁ σκώληξ, αὐλή ἡ ἔπαυλις «χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον». λέγεται καὶ αὖλις. εἰσὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. οὐλή τὸ μονογενές «οὐλὴν μὲν πρῶτον». τὸ γὰρ οὖλος οὔλη βαρύνεται ὁ ὀλέθριος καὶ ὁ οὐλότριχος· καὶ τὸ «ἑτέρῃ δʼ ἔχεν οὔλας», λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. τὸ δὲ Θούλη νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐναντίον—κύριον, καὶ τὸ δούλη τριγενές.
Τὰ εἰς λη δισύλλαβα παραληγόμενα τῇ ει ἢ τῷ ι βαρύνεται, εἴλη ἡ θερμασία κατὰ πλεονασμὸν τοῦ ι παρὰ τὸ ἕλη, δείλη, ὃ ἐτυμολογεῖται παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. τὸ δὲ δειλή τριγενές. σεσημείωται τὸ σμιλή τὸ σμιλίον ὀξυνόμενον.
Τὰ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενα βαρύνεσθαι θέλει· τύλη, ὅπερ σύνηθες Ἀττικοῖς κνέφαλλον καλεῖν, ὁμωνύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ καὶ νὴ Δίʼ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περιπεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ α εἰς ε· ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο. εἰσὶ μέντοι οἳ καὶ διὰ τοῦ γ γράφουσιν. ἔν τισιν ἐν Μαλθακοῖς Κρατίνου παρεφύλαξε Σύμμαχος.
Ἀναδράμωμεν ἐπὶ τὸ προκείμενον, παραθέμενοι τὸ τύλη, ὅπερ οὐκ ἦν παρʼ Ἀττικοῖς. ἀλλὰ μέμνηται Σαπφὼ ἐν δευτέρῳ ἐγὼ δʼ ἐπὶ μαλθάκαν τύλαν κασπολέω μέλεα καὶ ἀσάμενον τύλᾳ κασπολέω. οὐ γὰρ ὁ τέ σύνδεσμος. μύλη καὶ Μύλαι πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. καὶ Θετταλίας. πύλη. ἔστι καὶ τόπος Ἀρκαδίας Πύλαι, ὃς καὶ Πυλαία. σύλη ἐν Σαμίων ὥροις. «καὶ οὐδένα κατέδησεν ὦν τῆς σύλης μετασχεῖν». Λύλη πόλις Ἀρκαδίας, ὕλη καὶ Ὕλη πόλις Βοιωτίας. Ὅμηρος «οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα». εἴρηται ἀπὸ Ὕλης τῆς Θεσπιέως ἢ ὅτι ὑλώδης ἐστίν. ἔστι δὲ καὶ πόλις Κύπρου καὶ Ὕλη χωρίον μεταξὺ τῆς Σαβίνων καὶ Ῥωμαίων πόλεως. μονῆρες ἄρα τὸ φυλή ὀξυνόμενον. ἔστι δὲ τὸ τρίτον εἶδος τῶν παρʼ Ἕλλησι κοινωνιῶν καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀριστοφάνης Ἀχαρνεῦσι «πόθεν; ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι». καὶ ἐν Πλούτῳ «μὴ μνησικακήσῃς εἰ σὺ Φυλὴν κατέλαβες».
Τὰ διὰ τοῦ ολη ῥηματικὰ ὄντα ὀξύνεται, στέλλω στολή, βάλλω βολή, χέω χολή.
Δισύλλαβον εἰς ωλη ἀσυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περισπᾶται ἀπὸ συναιρέσεως.
Τὰ διὰ τοῦ αλη ὑπερδισύλλαβα μονογενῆ ἀσυνάλειπτα βαρύνεται· Ἑκάλη δῆμος τῆς Λεοντίδος φυλῆς, μασχάλη, αἰθάλη καὶ Αἰθάλη νῆσος Τυρρηνῶν. Ἑκαταῖος Εὐρώπῃ. ἔοικε δὲ κεκλῆσθαι διὰ τὸ σίδηρον ἔχειν τὸν ἐν αἰθάλῃ τὴν ἐργασίαν ἔχοντα. Φίλιστος δʼ ἐν εʹ Σικελικῶν Αἰθάλειαν αὐτὴν καλεῖ. δαμάλη, ἀγκάλη, φιάλη, ξυάλη, Ἀγχιάλη πόλις Κιλικίας παραθαλασσία πρὸς τῇ Ταρσῷ καὶ Ζεφυρίῳ. ἔστι δὲ κτίσμα Ἀγχιάλης τῆς Ἰαπετοῦ θυγατρός, ὡς Ἀθηνόδωρος περὶ τοῦ αὐτοῦ πατρίδος γράφων καὶ παρατιθεὶς Διόδωρον τὸν γραμματικὸν συμφωνοῦντα Πτολεμαίῳ βασιλεῖ «γίνεται δʼ Ἰαπετοῦ θυγάτηρ Ἀγχιάλη, καὶ κτίζει πόλιν Ἀγχιάλην, Ἀγχιαλέα τε τὸν παρακείμενον ποταμόν. γεννᾷ δʼ υἱὸν Κύδνον, ἀφʼ οὗ ποταμὸς Κύδνος ἐν Ταρσῷ, ὁ δὲ Κύδνος υἱὸν Παρθένιον, ἀφʼ οὗ ἡ πόλις μετωνομάσθη Παρθενία. μεταπεσόντος δὲ τοῦ ὀνόματος Ταρσὸς ἐκλήθη». Αἰγιάλη μία τῶν τριῶν πόλεων ἐν Ἀμόργῳ τῇ νήσῳ. Ψυττάλη νῆσος περὶ Σαλαμῖνα. λέγεται καὶ Ψυττάλεια. ἔοικε δὲ Ψυττάλεια πρωτότυπον εἶναι ὡς Ἀγάμμεια, Μαντίνεια, Ἐρύθεια, Ζέλεια, ἀφʼ οὗ κατὰ συναλοιφὴν ἐγένετο ὡς Ἀγάμμη, Μαντίνη, Ζέλη, Ἐρύθη. Μυκάλη πόλις Καρίας. Ἡρόδοτος πρώτῃ … . Δίδυμος δʼ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπʼ οἴκτῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μέσῳ κεῖται τῆς Καρικῆς ἁλός. Πατάλη πόλις Ἰνδική, ἣ καὶ Πάταλα λέγεται, Πετάλη, Μυρτάλη. Ἀρβουκάλη πόλις μεγίστη τῶν ἐντὸς Ἴβηρος ποταμοῦ, ἣν μόλις εἷλεν Ἀννίβας, ὡς Πολύβιος τρίτῃ. Σφενδάλη δῆμος Ἱπποθοωντίδος φυλῆς. Μεγάλη νῆσος ἐγγὺς Λυκίας καὶ Θεττάλη δρᾶμα Μενάνδρου βαρύνεται παρὰ Ἀττικοῖς εἰς ἰδιότητα τεθέν. σεσημείωται ἄρα τὸ κεφαλή ὀξυνόμενον ἐπὶ τοῦ μερικοῦ εἴτε ἐπὶ τοῦ κυρίου. ἔστι δὲ δῆμος. εἰσὶ δὲ καὶ Βοὸς κεφαλαί τόπος καθʼ ὃν ἐπολέμησε Προυσίας πρὸς Ἄτταλον, ὡς Ἐρατοσθένης ἐν ἑβδόμῃ Γαλατικῶν. τὸ γὰρ ἀλαλή ὁ θόρυβος παρὰ τὸ λαλῶ οὐ φύσει τρισύλλαβον «κλῦθʼ ἀλαλά, πολέμου θυγάτηρ». τὸ δὲ μυγαλῆ περισπᾶται, ἐπεὶ παρὰ τὸ γαλῆ συντέθειται συναληλιμμένον καὶ περισπώμενον. κέχρηται δὲ τῷ ὀνόματι Κηφισόδωρος ἐν Ὑΐ ὦ καὶ λέων καὶ μυγαλῆ καὶ σκορπίος. τὸ δὲ ἀμυγδαλῆ ἐκ συναιρέσεως. ἐκλήθη δὲ ἀμυγδαλῆ παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς. καὶ οὐδετέρως ἀμύγδαλον λέγεται. Δίφιλος «τρωγάλια, μυρτίδες, πλακοῦς, ἀμύγδαλα». Περὶ δὲ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδαλῆς Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ, τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος «ῥοδῆς τε καλὸν ἄνθος». Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατʼ ὀξεῖαν τάσιν. Φιλόξενος δʼ ἀμφότερον περισπᾶ. Εὔπολις «ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν». Ἀριστοφάνης· ἄγε νῦν, τὰς ἀμυγδαλᾶς λαβὼν τασδί, κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ. Φρύνιχος· ἀμυγδαλῆ, τῆς βηχὸς ἀγαθὸν φάρμακον. ἄλλοι δὲ ἀμυγδαλάς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν καρπὸν βαρέως, ἀμυγδαλῆ δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τούτου περισπωμένου.
Τὰ διὰ τοῦ ελη μονογενῆ ὑπερδισύλλαβα παροξύνεται, Σεμέλη, ἀγέλη, κυψέλη ὁ ῥύπος τῶν ὤτων καὶ τὸ ἀγγεῖον τῶν κηρίων. θυμέλη, ἀγέλη, μακέλη. Κυβέλη πόλις Φοινίκης. λέγεται δὲ καὶ ἡ Ῥέα Κυβέλη ἀπὸ Κυβέλων ὄρους ἱεροῦ. Ὑβέλη πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. Μαστραμέλη πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος. Ἀρβέλη πόλις Σικελίας. εἰ δέ τι ὀξύνεται, τὴν πρώτην συλλαβὴν φύσει ἢ θέσει μακρὰν ἔχει, πιμελή τὸ λίπος καὶ Ἀγγελή δῆμος τῆς Πανδιονίδος φυλῆς καὶ Πεντελή δῆμος Ἀντιοχίδος φυλῆς ὀξύνεται.
Τὰ διὰ τοῦ ηλη ὑπερδισύλλαβα βαρύνεται, ἀνθήλη καὶ Ἀνθήλη πόλις. Ἡρόδοτος ἑβδόμῃ … «κώμη Ἀνθήλη». καὶ Ἀνθήνη ἐκλήθη. Γαβήλη πόλις Φοινίκης, κωβήλη ἡ συνουσία. Κανθήλη πόλις Λιβυφοινίκων. Ἑκαταῖος Ἀσίᾳ. Σιδήλη πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ, καπήλη, ξυήλη, κιχήλη, Στυμφήλη, ὁπήλη, βαρβήλη. τὸ δὲ γαμφηλή ὀξύνεται καὶ τὸ θυηλή ἡ θυσία.
Τὰ εἰς ιλη ὑπερδισύλλαβα βαρύνεται, παστίλη ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων, μαρίλη ἡ κόνις, μυστίλη ὁ κοῖλος ἄρτος, πραδίλη, βασίλη ἡ βασιλίς· Ἀβίλη πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. Πενθίλη πόλις Λέσβου ἀπὸ Πενθίλου, Τρεμίλη. οὕτως ἐκαλεῖτο ἡ Λυκία ἀπὸ Τρεμίλου. τὸ μέντοι ὠτειλή— γέγονε δὲ ἀπὸ τοῦ οὐτήσω οὐτηλή τροπῇ τῆς ου διφθόγγου εἰς ω καὶ τοῦ η εἰς τὴν ει δίφθογγον Βοιωτιακῶς ὡς πένης πένεις. λέγεται δὲ παρʼ Αἰολεῦσιν ὠτέλλη—καὶ ἀπειλή καὶ ὀφειλή ὀξύνεται, ὡς ἔχοντα τὸ ε πρὸ τοῦ ι.
Τὰ διὰ τοῦ ολη ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ σύνθετα εἴη ἐκ προθέσεως, ἀσβόλη, θερσόλη, τριβόλη, ἀπαιόλη ἡ ἀπάτη. Ἰόλη, Ὁμόλη ὄρος Θετταλίας. Παυσανίας ἐνάτῳ. λέγεται καὶ Ὅμολος. Νακόλη νύμφη, ἀφʼ ἧς Νακόλαιον. τὸ δὲ ἐντολή, ἀνατολή, ἐμβολή, Ἐπιπολαί χωρίον ἀπόκρημνον προσεχὲς Συρακούσαις. Θουκυδίδης ἕκτῃ … . Προπολαί πόλις Σικελίας καὶ τἆλλα ἐκ προθέσεως ὀξύνονται.
Τὰ διὰ τοῦ υλη ὑπερδισύλλαβα βαρύνονται· κορδύλη, κοτύλη, γογγύλη, κρωβύλη, ἀρβύλη, ἡδύλη, Κροκύλη, Βραχύλη πόλις Κερήτων. Βαβύλη πόλις ἐν Ὀδρύσαις. Καβύλη πόλις Θρᾴκης οὐ πόρρω τῆς τῶν Ἀστῶν χώρας. Πολύβιος τρισκαιδεκάτῃ. Καρδαμύλη πόλις Μεσσηνίας. Ὅμηρος «Καρδαμύλην Ἐνόπην τε». Ἡρόδοτος δὲ Λακωνικὴν αὐτήν φησιν. ἔοικε δʼ ἑτέρα εἶναι πλησίον Χίου. Μοτύλαι Σικελίας φρούριον. παρὰ τὴν Μοτύην. Φίλιστος Σικελικῶν πέμπτῳ. Τριφύλη ἡ Κλυτίου μήτηρ. Παμφύλη θυγάτηρ Ῥακίου καὶ Μαντοῦς. Στρογγύλη μία τῶν ἑπτὰ Αἰόλου νήσων «ἀπὸ τοῦ σχήματος καλουμένη, καὶ φλογὸς μὲν λειπομένη, φέγγους δὲ μετέχουσα». ἔστι καὶ ἄλλη πρὸς τῇ Λυκίᾳ. Σκαπτησύλη πόλις Θρᾴκης μικρὰ ἀντικρὺς Θάσου, σταφύλη τὸ τεκτονικὸν ἐργαλεῖον, σταφυλή δὲ ὁ καρπός. τὸ μέντοι Ἀγκυλή καὶ Ἀγρυλή ὀνόματα δήμων ὀξύνονται. τὸ δὲ Ἀγρυλή δῆμος Ἀθήνησι τῆς Ἐρεχθηΐδος φυλῆς γράφεται καὶ μετὰ τοῦ α Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή.
Τὰ εἰς ωλη ὑπερδισύλλαβα ὀξύνεται, παυσωλή, τερπωλή, εὐχωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμψωλή, χαριτωλή, μεμφωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡσαύτως καὶ Ῥακώλη χωρίον, ὅθεν αἱ γέρανοι ὁρμῶσι, οἱ δὲ Πυγμαῖοι κατῴκουν ἐν Καττούζᾳ, πόλει Θρᾴκης.
Τὰ εἰς μη λήγοντα προσηγορικὰ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον μὴ δασὺ ἔχον ἐν τῇ ἀρχῇ, ὀξύνεται, δεσμή, δυσμή, πυγμή, νυγμή, ξυσμή, αἰχμή, ὀχμή, δυθμή, μεθʼ ὧν καὶ ἐφετμή καὶ ἀϋτμή, τὸ δὲ ἴθμη, στάθμη, λόχμη βαρύνεται. καὶ τὸ δόχμη Τρύφων ὡς ὄχθη καὶ στάθμη βαρύνει, Ἀρίσταρχος δὲ ὀξύνει, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ «οὔτοι ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά». ἐν μέντοι, φησί, τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄχνη. τὸ δὲ Μέδμη κόρη τις, ἀφʼ ἧς πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος, Ἑκαταῖος Εὐρώπῃ, κύριόν ἐστι, μεθʼ οὗ καὶ Ἀλύχμη τρισύλλαβον, ἐν ᾗ τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ μέντοι χάσμη βαρύνεται δασὺ ἔχον τὸ σύμφωνον.
Τὰ εἰς μη ἔχοντα σύμφωνον κατὰ διάστασιν βαρύνεται, τόλμη, ἅλμη, χάρμη, σκάλμη, θέρμη. ἔστι καὶ πόλις Θρᾴκης. Ἀπολλόδωρος δὲ Μακεδονίας φησὶ καὶ Θουκυδίδης. Γέρμη πόλις Ἀσίας. Μάρμη πόλις Φοινίκης, Πάρμη πόλις Ἰταλίας. σεσημείωται τὸ ὁρμή καὶ τὸ γραμμή ὀξυνόμενα.
Τὰ διὰ τοῦ αμη εἴτε δισύλλαβα εἴτε ὑπερδισύλλαβα μονογενῆ βαρύνεται, εἰ μὴ εἴη ἐκ συναιρέσεως, Σάμη νῆσος, καλάμη καὶ Καλάμαι πόλις Πελοποννήσου. Παυσανίας τετάρτῳ. παλάμη, Ζαδράμη βασίλειον τῶν Κυναιδοκολπιτῶν. θαλάμη, Θαλάμαι πόλις τῆς Μεσσηνίας. Θεόπομπος τριακοστῷ δευτέρῳ Φιλιππικῶν. Κοροκονδάμη πλησίον Σινώπης. Ἀρτεμίδωρος ἑνδεκάτῳ γεωγραφουμένων. Ὀργάμη πόλις ἐν τῷ Ἴστρῳ. Ἑκαταῖος Εὐρώπῃ. τὸ δὲ σπιθαμή ὀξύνεται καὶ τὸ Ἱεραμαί πόλις Καρίας. τὸ δὲ σησαμῆ περισπᾶται ὡς ἐκ συναιρέσεως.
Τὰ εἰς μη παραληγόμενα τῷ ε σπάνια ὄντα βαρύνεται οἷον Κρέμη πόλις Πόντου. Φλέγων ὀγδόῳ χρονικῶν.
Τὰ εἰς μη ἰαμβικὰ παραληγόμενα τῷ ο ἀπὸ ῥημάτων παραληγόντων ε ὀξύνεται, δρέμω δρομή, τέμνω τομή καὶ ἀνατομή, νέμω νομή καὶ προνομή, δέμω δομή, τὸ μέντοι κόμη βαρύνεται ἀπὸ τοῦ κόσμος γεγονυῖα, κόσμη γάρ. ὡσαύτως καὶ τὸ Εὐρυνόμη καὶ Ἀμφινόμη βαρύνονται.
Τὰ εἰς μη φύσει μακρᾷ παραληγόμενα βαρύνεται, μνήμη, κνήμη, φήμη, χήμη, νοσήμη, θελήμη, φιλήμη ἡ φιλία. ῥώμη καὶ Ῥώμη διασημοτάτη πόλις Ἰταλίας, γνώμη, κώμη εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι, ὡς Φιλόξενος. βρώμη, τρώμη, Ἰθώμη πόλις Θεσσαλίας τῆς Πελασγιώτιδος. Ὅμηρος «οἵ τʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν». ἔστι καὶ Μεσσήνης. ἀπὸ Ἰθώμου βασιλέως. καλεῖται δὲ ὁ τόπος τῆς Θεσσαλικῆς Θούμαιον ἀποβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον Θούμαιον. κοίμη ἐπὶ τοῦ ὕπνου, οἴμη ἀπὸ τοῦ οἶμος. ῥύμη ὁ στενωπός, τρύμη ἡ ταλαιπωρία, ζύμη, Σύμη νῆσος Καρική, ὡς Στράβων τεσσαρεσκαιδεκάτῃ. ὠνόμασται δὲ ἀπὸ Σύμης τῆς Ἰαλύσου. Στρύμη πόλις Θρᾴκης, ὡς Ἀνδροτίων ἑβδόμῳ. Κύμη πόλις Αἰολίδος πρὸ τῆς Λέσβου ἀπὸ Κύμης Ἀμαζόνος· ἔστι καὶ ἑτέρα Ἰταλίας. τρίτη τῆς Ἠλείας. τετάρτη Παμφυλίας. Δύμη πόλις Ἀχαΐας ἐσχάτη πρὸς δύσιν, ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν «εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν». λέγεται καὶ πληθυντικῶς ὡς Ἀπολλόδωρος «τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη, κεῖται πρὸς δύσιν Δῦμαι». Δρύμη πόλις Λιβύης. Στράβων ιζʹ. σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται.
Τὰ εἰς μη ὑπερδισύλλαβα υ παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ … . ταύτην Αἰσύμην Ὅμηρος ἔφη «τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήσων ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ἔστι καὶ κώμη Κιλικίας Διδυμαί, ὀξυτόνως. Δινδρύμη πόλις Μακεδονίας.
Τὰ εἰς νη μονογενῆ μετʼ ἐπιπλοκῆς συμφώνου βαρύνεται, πάχνη, λάχνη, ἄχνη καὶ Ἄχναι πόλις Θεσσαλίας. ἔστι καὶ Βοιωτίας, τέχνη, Αἴτνη πόλις Σικελίας ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ … . Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ α. ἔστι καὶ ἑτέρα ἑῴα πόλις. λίμνη καὶ Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Ὄννη ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. ποίμνη. Βάτναι πόλις τῆς Ὀσροήνης. τὸ δὲ ψεδνός ψεδνή τριγενές. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν ὡς λευκή καὶ λεύκη. ἀντιπίπτει δὲ τὸ στρωμνή.
Ὡσαύτως καὶ τὰ ὑπερδισύλλαβα βαρύνεται, Πολίχνη Κρήτης πόλις. ἔστι καὶ Πολίχνα πόλις Τρῳάδος. Εὐδείπνη νῆσος Λιβυφοινίκων. Ἑκαταῖος περιηγήσει Λιβύης. Θεράπναι πόλις Λακωνική, ἥν τινες Σπάρτην φασίν, ἔστι δὲ τόπος ἔχων ναὸν τῶν Διοσκούρων διὰ τὸ ἐκεῖ τούτους τιμᾶσθαι. θεραπεύειν γὰρ τιμᾶν σημαίνει καὶ ὁ ναὸς τὴν οἰκίαν, ἔνθα θεοὶ θεραπεύονται. Καλύδναι νῆσοι, Ἀφίδναι δῆμος Ἀττικῆς, λέγεται δὲ καὶ Κάλυδνα, Ἄφιδνα. Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. τὸ δὲ Ἐρυμναί πόλις Λυκίας—Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν—ὀξύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰς νη μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλις Θρᾴκης ἀντικρὺ Θάσου, Τάρνη πόλις Ἀχαΐας, Ἄρνη πόλις Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον τʼ Ἄρνην ἔχον» καὶ Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι». δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς χρησμός «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Γρασινίων πρὸς τῇ Θρᾴκῃ. Θέρνη πόλις Θρᾴκης, Κάρνη πόλις Φοινίκης ἀπὸ Κάρνου τοῦ Φοίνικος, ὡς Ἴστρος φησίν. Ἀρτεμίδωρος δʼ ἐν τῷ δεκάτῳ βιβλίῳ φησίν «ἔστι Κάρνος καὶ συνεχῶς Πάλτος, εἶτα Γάβαλα πόλις». ἔστι δὲ ἄλλη Αἰολίδος. Κέρνη πόλις καὶ λιμήν. τὸ δὲ φερνή ἡ προίξ παρὰ τὸ φέρω ὀξύνεται. Αἰολεῖς δὲ φέρεναν αὐτὴν λέγουσιν ὁμοίως τῇ Ἔλεναν.
Ἔτι καὶ τὰ εἰς νη μονογενῆ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεται, Ἰέρνη νῆσος ἐν τῷ πέρατι πρὸς ταῖς δυσμαῖς, Ἰουέρνη πόλις ἐν τῷ πόντῳ τῷ Πρετανικῷ. Ἀχάρναι δῆμος τῆς Οἰνηΐδος φυλῆς.
Τὰ διὰ τοῦ ανη δισύλλαβα μονογενῆ βαρύνεται, ἄνη ἡ ἄνυσις, πλάνη, Κάνη καὶ Κάναι «πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου». ἔστι καὶ ὄρος καὶ λιμήν. Στράβων ιγʹ. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. εἰσὶ δὲ καὶ Κάνναι διὰ δύο νν. Σάνη πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. τὸ δὲ φανή παρʼ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν τασσόμενον ἀντὶ τοῦ γυνή.
Τὰ διὰ τοῦ ανη μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, θηγάνη ἡ ἀκόνη, Ἐργάνη ἡ Ἀθηνᾶ, ὁρκάνη ἡ εἱρκτή, σαργάνη, πτισάνη, δαπάνη, λεκάνη, βοτάνη, δρεπάνη· Δρεπάνη δὲ ἐκαλεῖτο καὶ ἡ Φαιακία. ἔστι καὶ Λυκίας Δρεπάνη· ἔστι καὶ Δρεπάνη Βιθυνίας πρὸς τῷ Ἀστακηνῷ κόλπῳ, ἣν ....... φησὶν ὠνομάσθαι, ὅτι «Δρεπάνην κλείουσιν ἀπὸ Κρονίδαο σιδήρου». ἔστι καὶ ὄρος Αἰθιοπίας. βρυκάνη, τρυπάνη. Λευκάνη ἡ τῶν Λευκῶν πόλις ἀπὸ Λευκίου τινός. Κατάνη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Κατάνη πόλις, ὑπὲρ δὲ ὄρος Αἴτνη». κέκληται δὲ οὕτως, ἐπειδὴ κατέβη πρὸς τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεοκλέους τοῦ Χαλκιδέως ναῦς, ἣν Δωριεῖς χωρὶς τοῦ υ νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὸ ἄνω κάτω γέγονεν. Μασχάνη πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ η τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Σικελίας ἄσημον, ἀφʼ οὗ ἡ «εἰς Ἀφάνας» ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπισμένων. Παρικάνη πόλις Περσική. Ἑκαταῖος Ἀσίᾳ «ἐν δʼ αὐτοῖσι πόλις Παρικάνη οὔνομα». τὸ δὲ μηχανή ὀξύνεται. ὡσαύτως καὶ Ἀμφαναί πόλις Δωρική. Ἑκαταῖος ἐν πρώτῃ γενεαλογιῶν. Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν πέμπτῳ Φιλιππικῶν. ἔστι καὶ χωρίον Θεσσαλίας ὡσαύτως. τὰ δὲ εἰς ανη α μακρῷ παραληγόμενα ἔχοντα ἔννοιάν τινος προσυπακουομένου ἐπὶ χωρῶν καὶ ἐπὶ πόλεων ὀξύνεται, Ματιανή μοῖρα τῆς Μηδίας. Στράβων ἑνδεκάτῃ «τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ». Ἀσιανή πόλις Ἠλείας. Ἀχριανή πόλις Ὑρκανίας. Πολύβιος δεκάτῳ. Σογδιανή χωρίον περὶ τὴν Βακτριανήν. Σουσιανή ἡ χώρα καὶ κώμη Σουσιανή. Συρβανή νῆσος ἐν τῷ Εὐφράτῃ.
Τὰ εἰς νη δισύλλαβα τῷ ε παραληγόμενα καὶ βαρύνεται καὶ ὀξύνεται. βαρύνεται τὸ ἔνη, ὀξύνεται τὸ Θεναί πόλις Κρήτης, τινὲς δὲ Ἀρκαδίας. οἱ δʼ ὄρος· καὶ τὸ Μεναί πόλις Σικελίας ἐγγὺς Παλικῶν. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. καὶ τὸ εὐνή μετὰ τοῦ υ. γέγονε γὰρ ἀπὸ τοῦ εἷς ἑνός ἑνή καὶ εὐνή, ψιλουμένης τῆς ευ διφθόγγου, ἐπεὶ τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ ἑαυτοῦ φωνήεντα, ἕκηλος εὔκηλος, ἕαδε εὔαδε. εἰσὶ δὲ καὶ Εὐναί πόλις Καρίας, ἐν ᾗ ποταμὸς Εὐναῖος.
Τὰ διὰ τοῦ ενη ὑπερδισύλλαβα μονογενῆ βαρύνεται, ὠλένη, Ἑλένη νῆσος τῆς Ἀττικῆς. Ἑκαταῖος Εὐρώπῃ. ἐκεῖ γὰρ ἀποβῆναί φασι τὴν Ἑλένην μετὰ τὴν ἅλωσιν Ἰλίου. ἔστι καὶ κρήνη Ἑλένη ἐν Χίῳ, ἐν ᾗ Ἑλένη ἐλούσατο. Κλυμένη. Κασμένη πόλις Σικελίας. Ἡρόδοτος ζʹ … : Κτιμένη πόλις Θεσσαλίας, ὑπὸ Πηλέως Φοίνικι δωρηθεῖσα, ἧς τοὺς πολίτας Ὅμηρος Δόλοπάς φησιν, ὡς Σίντιας τῆς Λήμνου, καὶ Τρῶας τῆς Ἰλίου καὶ Ζελείας, καὶ Ἐπειοὺς τῆς Ἤλιδος, καὶ Φαίακας τῆς Σχερίας καὶ Ἄβαντας τοὺς Εὐβοέας. οὕτω καὶ «Κτιμένην Δολοπηΐδα». Δυναμένη. Μελπομένη. Κατακεκαυμένη χώρα τῆς Ἐφεσίας. Στράβων τρισκαιδεκάτῳ. Σταμένη πόλις Χαλύβων. Ἑκαταῖος Ἀσίᾳ. Ἀρμένη κώμη Παφλαγονίας. Μένιππος ἐν περίπλῳ, παρὰ δὲ Ξενοφῶντι ἐν ἀναβάσεως ϛʹ Ἀρμήνη διὰ τοῦ η. Λυκοσθένη πόλις Λυδίας. Ξάνθος πρώτῃ Λυδιακῶν, ἣν καὶ Λυκοσθένειαν Νικόλαός φησιν. τὸ δὲ Κλαζομεναί πόλις ὀξύνεται ὡς καὶ Ἀκεσαμεναί πόλις Μακεδονίας, κτίσμα Ἀκεσαμενοῦ ἑνὸς τῶν ἐν Πιερίᾳ βασιλευσάντων, Ἀλαλκομεναί πόλις Βοιωτίας, ἣ καὶ Ἀλαλκομένιον, καὶ πόλις ἐν Ἰθάκῃ τῇ νήσῳ καὶ Ἰλλυρίας καὶ Ἰδομεναί πόλις Μακεδονίας καὶ Εὐρυμεναί πόλις Θεσσαλίας. Ἑκαταῖος Εὐρώπῃ καὶ Μισγομεναί πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. καὶ Ὀργομεναί πόλις Ἰλλυρίας καὶ Δεξαμεναί μέρος τῆς Ἀμβρακίας ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου καὶ τὸ Εἰδομενή πόλις Μακεδονίας. Θουκυδίδης βʹ … . καὶ τὸ δεξαμενή, εἰαμενή ὁ κάθυγρος τόπος τοπικὴν ἔννοιαν ἔχοντα.
Τὰ διὰ τοῦ ηνη μονογενῆ δισύλλαβα βαρύνεται, εἰ μὴ περιεκτικὰ εἴη, Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου. λέγεται καὶ Ῥηνίς καὶ Ῥηναία. Σήνη πόλις Κελτική, φήνη τὸ ὄρνεον «φήνῃ ἐειδομένη», γλήνη ὁ ῥύπος, κρήνη, μήνη ἡ σελήνη. χήνη καὶ καταχήνη τὸ γέλασμα. Λήνη, Βήνη πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ μέντοι σκηνή ὀξύνεται ὡς προσηγορικὸν περιεκτικὴν ἔχον ἔννοιαν. ὡσαύτως καὶ Σκηναί πόλις ἀξιόλογος Περσική ὡς Στράβων ιϛʹ.
Τὰ διὰ τοῦ ηνη τρισύλλαβα μονογενῆ βαρύνεται, Ἀρήνη πόλεις δύο, Μεσσήνης καὶ Τριφυλίας. Ὅμηρος «καὶ Ἀρήνην ἐρατεινήν». Ἀθήνη πόλεις κατὰ Φίλωνα ἕξ. ἡ ἐν Ἀττικῇ, περὶ ἧς φησι Χάραξ, ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο. δευτέρα πόλις Λακωνική, τρίτη Καρίας, τετάρτη Λιγυστίων, πέμπτη Ἰταλίας, ἕκτη Εὐβοίας, Δίαντος κτίσμα, ὡς Ἔφορος τρίτῃ «Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν». αὗται δʼ Ἀθῆναι Διάδες λέγονται. ἑβδόμη Ἀκαρνανίας, ὡς Δημήτριος, Ἀθηναίους ἐν τῇ Κουρήτιδι κτίσαντας πόλιν Ἀθήνας προσαγορεῦσαι. ὀγδόη Βοιωτίας ἡ ἐκ τῆς λίμνης ἀναφανεῖσα μετὰ τὸ πρότερον ἐπικλυσθῆναι τῆς Κωπαΐδος, ὅτε Κράτης αὐτὴν διετάφρευσεν. ἐκλήθη δὲ πόλις, ὥς τινες μέν φασιν, Ἀθῆναι, ἄλλοι δὲ Ὀρχομενός, ὡς οἱ Βοιωτοί. ἔστι δὲ καὶ ἐν τῷ Εὐξείνῳ πόντῳ χωρίον Ἀθῆναι, ὡς Ἀρριανός. ἀνθρήνη εἶδος μελίττης, Μεσσήνη καὶ χώρα καὶ πόλις. Στράβων ὀγδόῃ. χώρα δὲ Μεσσηνία καὶ Μέσση κατὰ ἀποκοπὴν ἢ Μέση Μεσήνη, ὥς τινες. ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας καὶ χώρα Περσίδος Μεσήνη διʼ ἑνὸς σ ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη ἡ καὶ Μέση τῶν ποταμῶν. γαλήνη, εἰρήνη· ἐκαλεῖτο δὲ καὶ Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ Εἰρήνη. σαγήνη, λευκήνη, τιθήνη, Πειρήνη ἡ πόλις, Κισθήνη ἡ πόλις, συβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίας, Σαρδήνη ἡ Ἀμαζών. σελήνη. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὑπήνη. Παλλήνη πόλις Θρᾴκης ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς «Παλλήνη δʼ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι». ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη. Κυλλήνη ὄρος Ἀρκαδίας, σταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδας ὀγδοήκοντα κατʼ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. ἔστι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλις Λιβύης ἀπὸ Κυρήνης τῆς Ὕψεως κατὰ τὸν Πίνδαρον ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας· καὶ Μασσαλίας ἄλλη. Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, .... ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις. Ἀτήνη δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Διονύσιος Ἀτηνίαν. Ἀτρήνη πόλις .... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθʼ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας, κέκληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελοποννήσου. Ὅμηρος «οἳ δὲ Μυκήνας εἶχον» ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ. ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃ ἐφόρει Περσεύς, ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν. ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλις Ἀχαΐας. λέγεται καὶ Πελλίνα ὡς Μιτυλίνα. Πριήνη πόλις Ἰωνίας. Πυλήνη πόλις Αἰτωλίας. Πυρήνη ὄρος Εὐρώπης. Χαζήνη σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποταμίας. Ἀρριανὸς ἐν τρισκαιδεκάτῳ Περσικῶν «ἐν ταύτῃ τῇ Ὀλβίᾳ καὶ τὰ πεδία τῆς Χαζήνης σατραπείου ἐπὶ μήκιστον ἀποτεταμένα». Καρήνη πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ … . Ξερξήνη ἀπὸ Ξέρξου Περσικὴ χώρα τῇ μικρᾷ Ἀρμενίᾳ ὅμορος. τὸ δὲ Εὐθηναί πόλις Καρίας ὀξύνεται ἐπιθετικὸν ὄν. τὸ δὲ Γερμηνή ἡ συνήθεια ὀξύνει· ὡσαύτως καὶ Τυρρηνή πόλις πρὸς τῷ Ἁδρίᾳ, ἣ λέγεται καὶ Τυρρηνία. Σωφηνή χώρα τῶν πρὸς Ἀρμενίαν, ὡς Στράβων ἐν ἑνδεκάτῃ, παρὰ δὲ Ἀρριανῷ Σωφανηνή τετρασυλλάβως. Δραγγηνή χώρα Περσική. Ὠτηνή μοῖρα Ἀραβίας. Σαιδηνή ὄρος Κύμης.
Τὰ διὰ τοῦ ηνη ὑπερτρισύλλαβα ὀξύνεται, Καμασηνή, Μελιτηνή πόλις Καππαδοκίας. Στράβων ἑνδεκάτῃ «τὸ δʼ Ἄμανον ὄρος μέχρι τοῦ Εὐφράτου καὶ τῆς Μελιτηνῆς πρόεισι, καθʼ ὃ ἡ Κομμαγηνὴ τῇ Καππαδοκίᾳ παράκειται». Παλαιστηνή. Ἀδραμυττηνή, Κομμαγηνή, Κοδομηνή, Παραιτακηνή, Σιπυληνή ἡ Δημήτηρ, Γοαρηνή χώρα Ἀραβίας πλησίον Δαμασκοῦ· λέγεται καὶ Γοάρεια. Γωγαρηνή χωρίον μεταξὺ Κόλχων καὶ Ἰβήρων τῶν ἀνατολικῶν. Καμβυσηνή ἀπὸ Καμβύσου Περσικὴ χώρα. Μοτιηνή χωρίον Ἰβηρίας. Ναβατηνή ἡ χώρα. Παρθυηνή ἡ χώρα. Πιμωλισηνή ἡ χώρα. Περπερηνή. οὕτως τινὲς Παρπάρωνα χωρίον ἐν Ἀσίᾳ Αἰολικὸν καλοῦσι. Ψιττακηνή χώρα παρὰ τῷ Τίγριδι, ἧς καὶ Ἀριστοτέλης μέμνηται ἐν τοῖς θαυμασίοις. Σαπφειρηνή νῆσος ἐν τῷ Ἀραβίῳ. Σιττακηνή ἡ χώρα. Ἀβρεττηνή χώρα Μυσίας ἀπὸ Βρεττίας νύμφης. Ἀδιαβηνή χώρα μέση τῶν ποταμῶν Εὐφράτου καὶ Τίγριδος, ἥτις καὶ Μεσήνη ὠνόμασται. Χολοβητηνή μοῖρα Ἀραβίας. Ἀρριανὸς ἕκτῳ Παρθικῶν «Τιγράνης ἀρχόμενος ἄρχεται σατράπης. ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται». Ἀραξηνή ἡ χώρα. τὸ δὲ Μιτυλήνη, βαρύνεται. ἔστι δὲ πόλις ἐν Λέσβῳ μεγίστη. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Μυτιλήνης τῆς Μάκαρος ἢ Πέλοπος θυγατρός. οἱ δὲ ὅτι Μυτίλης ἦν ὁ κτιστής. οἱ δὲ ἀπὸ Μύτωνος τοῦ Ποσειδῶνος καὶ Μυτιλήνης· ὅθεν Μυτωνίδα καλεῖ τὴν Λέσβον Καλλίμαχος ἐν τῷ τετάρτῳ, Παρθένιος δὲ Μυτωνίδας τὰς Λεσβικάς φησιν. λέγεται δὲ καὶ Μυτιλήνη. καὶ τὸ Πακτυήνη καὶ Δινδυμήνη ἡ Ῥέα ἀπὸ Δινδύμων ὀρῶν τῆς Τρωάδος. καὶ Πορδοσελήνη νῆσος περὶ τὴν Λέσβον πόλιν ὁμώνυμον ἔχουσα. τινὲς δὲ ἐκκλίνοντες τὸ δύσφημον τοῦ ὀνόματος Ποροσελήνην ἐκάλεσαν. καὶ Ἀμφισσήνη χώρα τῆς μικρᾶς Ἀρμενίας, ὡς Στράβων ιαʹ. τὸ δὲ Παταληνή νῆσος Ἰνδική ὀξύνεται, τινὲς δὲ καὶ βαρυτόνως Παταλήνην ὡς Πριήνην ἀναγινώσκουσιν.
Τὰ εἰς νη δισύλλαβα μονογενῆ τῷ ι παραληγόμενα ἢ τῇ ει διφθόγγῳ βαρύνεται, κλίνη, δίνη ἡ συστροφή, Βίνη ἡ πόλις, πείνη, λέγεται δὲ καὶ πεῖνα, ῥίνη ὁ ἰχθῦς, τὸ δὲ ὄργανον ὀξύνεται.
Τὰ εἰς νη ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ ι βαρύνεται, εἰλαπίνη, μυρσίνη, θριδακίνη, ἀξίνη, ὑσμίνη, σατίνη· ἔστι δὲ εἶδος ἅρματος. μυρσίνη καὶ Μυρρίνη διὰ δύο ρρ, δωτίνη, πυτίνη, Αἰητίνη, ἰατρίνη, ἡρωΐνη, Ὠκεανίνη, Μολυβδίνη πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Μαντίνη ἡ Μαντίνεια, κηρυκίνη, ὀρφίνη, Ἀρικίνη, Ἐρυκίνη, Ἀδρηστίνη, Εὐηνίνη, Μενεκίνη πόλις Οἰνωτρῶν ἐν μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ, μελίνη κέγχρος, χοιρίνη ἡ δικαστικὴ ψῆφος, Καρίνη ἡ πόλις, Ὑρμίνη πόλις τῆς Ἤλιδος «ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα». Εὐκολίνη, Λογίνη, Ἀμαντίνη· οὕτως Καλλίμαχος καλεῖ Ἀμαντίαν μοῖραν Ἰλλυριῶν «καὶ Ἀμαντίνην ᾤκισαν Ὠρικίην». Ἀρκεσίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμόργῳ τῇ νήσῳ. Πολύβιος δὲ ἀρσενικῶς τὸν Ἀρκεσίνην φησίν. Ἀχραδίνη νῆσος πόλιν ἔχουσα πρὸς ταῖς Συρακούσαις, ἣν ἐπολέμησε Μάρκος ὁ Ῥωμαίων στρατηγός, ἀλλὰ καὶ Ἀχραδίνη μοῖρα Συρακουσῶν. Χάραξ δὲ χώραν αὐτὴν καλεῖ καὶ νῆσον. Ἀσίνη πόλις Λακωνικὴ ἀπὸ Ἀσίνης θυγατρὸς Λακεδαίμονος, δευτέρα Μεσσήνης παρὰ τὴν Λακωνικήν, οἰκισθεῖσα ὑπὸ Ἀργείων. τρίτη Κύπρου. τετάρτη Κιλικίας. ἔστι δὲ καὶ πόλις πρὸς Ἑρμιόνῃ. Βιβλίνη χώρα Θρᾴκης. ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος. οἱ δὲ ἀπὸ Βιβλίας ἀμπέλου. Σῆμος δʼ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νάξου ποταμὸς Βίβλος. Βολβιτίνη πόλις Αἰγύπτου. Ἑκαταῖος. Βολίνη πόλις Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν δευτέρῳ. Βουλίνη πόλις περὶ Ἰλλυρίαν, ὥς φησιν Ἀρτεμίδωρος, ἀφʼ ἧς τὸ ἐθνικὸν Βουλῖνοι. Ἐλεφαντίνη πόλις Αἰγύπτου. Παρθένιος δὲ Ἐλεφαντίδα αὐτήν φησιν. Ἐχῖναι νῆσοι περὶ τὴν Αἰτωλίαν, αἷς Ἀχελῷος ὁ ποταμὸς προσβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξὺ παρὰ τὸν ἐχῖνον ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. Καινίνη πόλις Σαβίνων ἡ ὑπὸ Ῥωμύλου ἁλοῦσα. Λιγυστίνη πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. Πλινθίνη πόλις τῆς Αἰγυπτίας ἐπὶ τῆς Μαρείας. Μοτίνη πόλις Ἰταλίας, ἄποικος Ῥωμαίων. Πολύβιος τρίτῳ· Φλέγων δὲ Μουτίνην αὐτήν φησι. Σαβίνη ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας. Σιβερίνη πόλις Οἰνωτρῶν. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα δορὰ ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περισπᾶται. τὸ δὲ Φωτεινή κύριον διὰ τῆς ει διφθόγγου γραφόμενον ὀξύνεται. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου.
Τὰ εἰς νη δισύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ οι διφθόγγῳ βαρύνονται, οἴνη ἡ ἄμπελος καὶ ὁ ἐν τοῖς βόλοις κενός· ἔστι καὶ Οἴνη πόλις Ἄργους. Ἑκαταῖος ἱστοριῶν πρώτῳ. θοίνη ἡ τροφή. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ ο ὀξύνεται, μονή, γονή καὶ φονή ἡ ὀλεθρία.
Τὰ διὰ τοῦ οινη ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ ν τὴν οι δίφθογγον οὐκ εἰσὶ γνήσια. τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνος γενικὴν πεποιημένον τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογγον. τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχε τοῦ ω εἰς τὴν οι δίφθογγον. ὤφειλεν γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ ω μεγάλῳ παραλήγεται. ὁ δὲ λόγος ἐπὶ τρισυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίως ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή, οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ, καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονεν τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον μενοινή. παρατηρήσεις γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο οἷον ἀγωγή, ἀκωκή, ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ συμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουσαν.
Τὸ Κελαιναί πόλις τῆς μικρᾶς Φρυγίας ἡ καὶ Ἀπάμεια μόνον εἰς αινη καταλῆγον ὀξύνεται ἐπιθετικὸν ὄν.
Τὰ διὰ τοῦ ονη ὑπερδισύλλαβα βαρύνονται καὶ ὀξύνονται. βαρύνεται μὲν τὰ παρώνυμα κύρια, Ἀντιγόνη, Ἠριγόνη θυγάτηρ Ἰκαρίου, Ἡγεμόνη ἀπὸ τῆς ἡγεμόνος γενικῆς, Ἑρμιόνη ἀπὸ τῆς Ἑρμιόνος γενικῆς, Χιόνη νύμφη, Νακόνη πόλις Σικελίας. Καλλιγόνη, Ἀλκυόνη, Πληϊόνη. ἔτι καὶ ταῦτα, σφενδόνη, ὀθόνη, ἀκόνη. ἔστι δὲ καὶ Ἀκόναι πολίχνιον πλησίον Ἡρακλείας. ἐπικέκληται δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πρὸς ἀκόνας πεποιημένων λίθων, βελόνη, περόνη, εὐφρόνη καὶ Εὐφρόνη, ἀμπεχόνη. ὀξύνεται δὲ ἡδονή, φλεγμονή, πλησμονή, αὐονή, καλλονή, χαρμονή.
Τὰ εἰς νη δισύλλαβα τῷ υ μακρῷ παραληγόμενα βαρύνεται, μύνη ἡ προτροπή, Βύνη, Φρύνη, Θύνη πόλις Λιβύης ὡς ὁ πολυίστωρ Ἀλέξανδρος. τὸ δὲ Κυνή πόλις Λυδίας. Ἑκαταῖος Εὐρώπῃ. καὶ γυνή ὀξύνεται τὸ υ βραχὺ ἔχοντα.
Τὰ εἰς νη ὑπερδισύλλαβα μονογενῆ παραληγόμενα τῷ υ βαρύνεται, αἰσχύνη, ὀδύνη, Δελφύνη, χελύνη, κορύνη, Ταμύνη, τορύνη, σιγύνη, δουλοσύνη, ἀγνωμοσύνη, κερδοσύνη «ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη», βριθοσύνη, ὑποθημοσύνη, ἁγιωσύνη, μεγαλωσύνη, χαρμοσύνη, δικαιοσύνη, εὐφροσύνη, ξεινοσύνη «ἀρχὴν ξεινοσύνης» «πλαγκτοσύνης δʼ οὐκ ἔστι κακόν». «τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην». «δρηστοσύνη οὐκ ἄν μοι». «ταρβοσύνῃ, φὰν γάρ μιν». «γηθοσύνῃ δὲ θάλασσα διίστατο». ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. ἀλλὰ τὰ διὰ τοῦ συνη θηλυκὰ εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος. οὐ γὰρ ἀγαθοφροσύνη γυνή. οὐκ ἄρα γένοιτο γηθοσύνη θάλασσα. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο «γηθόσυνος δʼ οὔρῳ». οὕτως ἀκόλουθον θηλυκὸν γένοιτο ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος εἰ παράγοιτο ἐπιθετικῶς ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον.
Τὰ εἰς ωνη δισύλλαβα παροξύνεται, ζώνη· ἔστι καὶ πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ. μνώνη, σμώνη ἡ πλῆξις τοῦ ἀνέμου, γρώνη, χώνη. ἔστι καὶ Χώνη πόλις Οἰνωτρῶν, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ «καὶ τὴν γῆν ὀνομάσαι Χώνην». «καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφʼ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν». τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται.
Τὰ διὰ τοῦ ωνη κύρια καὶ προσηγορικὰ ὑπερδισύλλαβα βαρύνεται, Δωδώνη πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθʼ ἣν Δωδωναῖος Ζεύς «Δωδώνης μεδέων δυσχειμέρου». Φιλόξενος δὲ ὁ τὴν Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως «Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφʼ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία.» ἔοικε δὲ οὗτος ἐπιλελῆσθαι τὸ «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι». πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θεσσαλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ Π τῆς Ἰλιάδος «τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον, “τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι”. ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θετταλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάϊον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο». καὶ Σουίδας δέ φησι Δωδωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων «ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης». εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ Ἠπείρου. διτταὶ δʼ εἰσὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας. ἡ δὲ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως ἠδύνατο κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. ἀλλʼ οὐκ εἴρηται· διόπερ μεταπλασμὸς ἔοικε εἶναι. λήγεται δὲ καὶ εἰς ω. Σιμμίας ὁ Ῥόδιος «Ζηνὸς ἕδος Κρονίδαο μάκαιρʼ ὑπεδέξατο Δωδώ». Βωδώνη πόλις Περραιβική, ὡς Ἀπολλόδωρος. οἱ δʼ ὀρθῶς Θετταλίας ἀπὸ Βωδωνοῦ ἥρωος. Μεθώνη πόλις Θρᾴκης. Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ η «οἱ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο». ἔστι δὲ καὶ Μακεδονίας. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας. Μοθώνη, εἰρεσιώνη, χελώνη, κορώνη. ἔστι καὶ πόλις Μεσσηνίας, ὡς Ἀπολλόδωρος ἑβδόμῳ τοῦ καταλόγου, καὶ μοῖρα τῆς Σαλαμῖνος τῆς ἐν Κύπρῳ. ἔστι δὲ καὶ Βιθυνίας. μελεδώνη. Ἰτώνη χώρα ὑπὸ τὸν Αἷμον, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις Ἰτώνη ἐν Ἠπείρῳ καὶ Ἰταλίας καὶ Βοιωτίας καὶ Λυδίας καὶ ἡ Ἀθηνᾶ Ἰτώνη. ἐντεριώνη. Ἀτρυτώνη, Ἀκρισιώνη, Ἠλεκτρυώνη, Ἠϊώνη πόλις Βοιωτίας. Ἀμυμώνη, Ἠριώνη, Διώνη, Μηκώνη· οὕτως ἐκαλεῖτο ἡ Σικυών. Ἀργειώνη ὡς Ἀντίμαχος· οὕτως ἡ Ἑλένη. ῥᾳστώνη. Ἰώνη· οὕτως ἐκαλεῖτο ἡ Γάζα ἀπὸ Ἰοῦς προσπλευσάσης καὶ μεινάσης ἐκεῖ καὶ ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην, ἣν ᾤκησαν Ἀργεῖοι. Χιτώνη· οὕτως ἡ Ἄρτεμις ἐλέγετο καὶ Χιτωνία. Ἠλώνη πόλις Περραιβική. Ὅμηρος «Ὀρθὴν Ἠλώνην τε», νῦν δὲ Λειμώνη διὰ τὸν ἐν αὐτῇ λειμῶνα. Κολώνη, γρονθώνη. Γυρτώνη πόλις τῆς Θεσσαλίας καὶ Περραιβίας. Ὅμηρος. λέγεται καὶ Γυρτών. Βιζώνη πόλις Ποντική. Βρυσώνη ἡ πηγή. Αἰγώνη· οὕτως Ῥιανὸς ἑκκαιδεκάτῃ Αἰγώνειαν πόλιν Μηλιέων λέγει. Ἁλώνη νῆσος πρὸς τῇ Κυζίκῳ, ἥτις καὶ Νεβρίς καὶ Προχώνη ἐκαλεῖτο. ὠνομάσθη δὲ οὕτως, ὁπότε οἱ ἐποικοῦντες τὴν τῶν ἁλῶν ἐργασίαν ἐπενόησαν. τινὲς δὲ αὐτὴν εἶπον πόλιν Παφλαγονίας. Ἀργανθώνη· οὕτως λέγεται Ἀργανθὼν ὄρος Μυσίας καὶ ἡ Ῥήσου γυνή. Ἰστώνη ὄρος προσεχὲς τῇ Κερκύρᾳ. Θουκυδίδης τρίτῃ … . Λογγώνη Σικελίας πόλις. Κελαδώνη πόλις Λοκρίδος. Κρηστώνη πόλις Θρᾴκης. Λυκόφρων «ὁρκωμοτῆσαι τόν τε Κρηστώνης θεόν». ἔοικε δὲ εἶναι ἡ Κρηστών παρʼ Ἡσιόδῳ. Λυκώνη πόλις Θρᾴκης. Εὐφορίων Ἱππομέδοντι. Σαλμώνη πόλις τῆς Πισάτιδος καὶ κρήνη ὁμώνυμος ἀπὸ τοῦ Σαλμωνέως τοῦ βασιλέως. Σαλῶναι πόλις Δελματίας. Κυρτώνη ἀρχαῖον ὄνομα τοῦ Βοιωτίας πολίσματος ὃ λέγεται Κύρτωνες. Σκιώνη πόλις Θρᾴκης, ἔνθα λέγεται τὰς Τρῳάδας αἰχμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ πλοίων ἀποροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώνην οἰκίσαντες. Οἰνώνη νῆσος τῶν Αἰακιδῶν. Τορώνη πόλις Θρᾴκης ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. τὸ δὲ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς ὀξύνεται, ὡς εἴθισται ἐπὶ πολλῶν τῶν δήμων, καὶ τὸ Κλεωναί καὶ Κολωναί πόλεις πληθυντικῶς λεγόμεναι.
Τὰ εἰς ξη θηλυκὰ οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ μόνον τὸ αὐξή καὶ αὐτὸ ἀμφίβολον περὶ τόνον· οἱ μὲν γὰρ βαρύνουσι λέγοντες αὐτὸ ἀπὸ τῆς αὔξησις ἀποκεκόφθαι, ἐγὼ δὲ συγκατατίθεμαι τοῖς ὀξύνουσιν.
Τὰ εἰς πη δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μὴ τὸ ο ἢ ι βαρύνεται, νάπη· ἔστι καὶ Νάπη πόλις Λέσβου, ἣν Λάπην ὀνομάζει Ἑλλάνικος ἐν δευτέρῳ Λεσβιακῶν. λύπη, σκέπη, κώπη· εἰσὶ καὶ Κῶπαι πόλις Βοιωτιακή. Ὅμηρος «Κώπας Εὔτρησίν τε» ἀπὸ Κωπέως τοῦ Πλαταιέως τοῦ Ὀγχηστοῦ τοῦ Ποσειδῶνος. σήπη, λώπη, γύπη, κύπη εἶδος πλοίου· ἔστι καὶ Σικελίας φρούριον Κύπη. Φίλιστος Σικελικῶν ἐνάτῳ. Ῥύπαι πόλις Ἀχαϊκή. λέγεται καὶ Ῥυπαίη. Κάπαι πόλις Ἑλλησποντία. Ἀνδροτίων γʹ Ἀτθίδος. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ τροπή καὶ ὀπή καὶ κλοπή. καὶ ῥιπή. τὸ δὲ Ῥίπη Ἀρκαδικὴ πόλις βαρύνεται εἰς ἰδιότητα «Ῥίπην τε Στρατίην τε».
Τὰ εἰς πη δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς σύμφωνον καταλήγουσαν βαρύνεται, ἅρπη, λάμπη· ἔστι καὶ Λάμπη πόλις Κρήτης Ἀγαμέμνονος κτίσμα ἀπὸ Λάμπου τοῦ Ταρραίου. ἔστι καὶ δευτέρα τῆς Ἀκαρνανίας. καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖς διὰ δύο ππ γράφει τὴν πόλιν τὴν Κρητικήν. καὶ διὰ δύο αα καὶ διὰ τοῦ η. Κάλπη τὸ ὄρος. ἔστι καὶ πόλις Βιθυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. λέγεται καὶ Κάρπεια, σάλπη, κάμπη σκώληξ, καμπή δὲ ἡ κάμψις. Τράμπη πόλις Ἰωνίας, Ἄμπη πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ἡρόδοτος ἕκτῃ … . Τάρπη πόλις Ἰταλίας. Ὄλπαι φρούριον κοινὸν Ἀκαρνάνων καὶ Ἀμφιλόχων δικαστήριον. Θουκυδίδης τρίτῃ … . Στίλπαι πόλις Σικελίας. πόρπη παρὰ τὸ πείρω. τὸ δὲ μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή παρὰ τὸ πέμπω ὀξύνεται. τὸ δὲ Πόμπη κύριον ὂν παροξύνεται.
Τὰ εἰς πη κύρια ὄντα ὑπερδισύλλαβα βαρύνεται, Καλλιόπη· ἔστι καὶ πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. Ἀντιόπη. Στερόπη τὸ κύριον, στεροπή δὲ ἡ ἀστραπή, Μερόπη· οὕτως ἐκαλεῖτο Σίφνος νῆσος. Κασσιόπη. Κορόπη πόλις Θεσσαλίας. Ὀρόπη πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν. Ἰόπη πόλις Φοινίκης πλησίον Ἰαμνίας, ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος. ἔστι καὶ Θεσσαλίας ἄλλη. Πηνελόπη. Ἐνόπη πόλις Μεσσηνίας. Ὅμηρος «Καρδαμύλην Ἐνόπην», μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ. Πελόπη κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος, ὡς Φίλων. ἔστι δὲ μεταξὺ Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς. τρίτη Πόντου, ἀφʼ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν «ἐλθόντʼ ἐξ Ἀλόπης, ὅθʼ Ἀμαζονίδων γένος ἐστίν». Ῥοδόπη πόλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μία τῶν Σειρήνων καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυπύλου θυγάτηρ καὶ πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλις, ἧς οἱ πολῖται Ἄρυπες. Σινώπη πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρητίνου καὶ Κῴου, ὥς φησι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆς Φοίνικος θυγατρὸς ἢ τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια ὡς Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ ι Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι «καὶ νησιώτας καὶ μακρᾶς Εὐρωπίας». καὶ Εὐριπίδης ἐν Θησεῖ «σχεδὸν παρʼ αὐτοῖς κρασπέδοις Εὐρωπίας». Κερκώπη. Μετώπη ὁ ποταμός. Κασώπη πόλις ἐν Μολοσσοῖς διʼ ἑνὸς σ. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ «ἐν δὲ πόλις Ὑώπη, οἱ δʼ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵηνπερ Παφλαγόνες». Ὀλύμπη πόλις Ἰλλυρίας ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. Ζαριάσπη καὶ Ζαρίασπα πόλις Βακτριανή. Στράβων ἑνδεκάτῃ. Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. Ἐνίσπη πόλις Ἀρκαδίας «καὶ ἠνεμόεσσαν Ἐνίσπην». νῦν δʼ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. Εὐίππη δῆμος Καρίας. Κυδίππη Ὀχίμου θυγάτηρ. Γοργίππη πόλις Σινδική, ἣ καὶ Γοργίππεια. τὸ μέντοι σιωπή ὀξύνεται καὶ ἐνωπή, ἐσωπή, περιωπή καὶ τὸ ἐνοπή καὶ ἀστραπή καὶ ἀστεροπή καὶ ἐνιπή ἡ ἐπίπληξις. σεσημείωται τολύπη βαρύτονον ἡ ἐργασία καὶ λατυπή, χαμαιτύπη καὶ Ἀμφιτροπή ὀξύτονον δῆμος τῆς Ἀντιοχίδος φυλῆς.
Τὰ εἰς ρη ἰωνικώτερα κατὰ τροπὴν τοῦ α εἰς η βαρύνεται, κόρη, Ἄσκρη πόλις Βοιωτίας, Ὀλύκρη πόλις περὶ Ναύπακτον. Ἑκαταῖος περιηγήσει Εὐρώπης. Ἀντισάρη καὶ αὕτη πόλις. τινὲς δὲ Τισάρη γράφουσι, δέρη ὁ τράχηλος, τὸ δὲ δειρή πλεονασμῷ τοῦ ι ὀξύνεται. ἀθάρη. ἔστι δὲ σιτῶδές τι ἑψητόν, ὅπερ ἐν τῇ συνηθείᾳ λάθυρον καλοῦσι. Ἐφύρη ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ἔστι δὲ ἡ νῦν λεγομένη Κόρινθος. ἔστι δὲ καὶ Ἐφύρη παρὰ τῷ Θουκυδίδῃ. Κύρη· ἔστι δὲ ὄνομα πηγῆς, ἀφʼ ἧς καὶ Κυρήνη πόλις. ἔστι δὲ καὶ νῆσος ἐν τῷ Περσικῷ κόλπῳ. Ἑκαταῖος ἐν περιηγήσεως δευτέρῳ. Τερψιχόρη. Ἀττικοὶ δὲ διὰ τοῦ α φασὶ Τερψιχόρα. ἐπὶ κόρρης, σημαίνει δὲ τὸ ἐπὶ κεφαλῆς. κόρση γὰρ ἡ κεφαλὴ καὶ ἀπὸ τοῦ κόρση καὶ κόρρη ὡς ἄρσην καὶ ἄρρην. Κάτρη καὶ αὕτη πόλις Κρητικὴ ἀπὸ Κάτρεως. Ἄγρη πόλις Λυδίας. Τάφραι καὶ Τάφρη ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς δεσποίναις συμμιγέντων κατὰ τὸν πολυχρόνιον πόλεμον τῶν Σκυθῶν, τῶν δεσποτῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. Σπαλέθρη πόλις Θεσσαλίας. Ἑλλάνικος δὲ Σπάλαθρον αὐτήν φησι. Μαζάρη φρούριον Σελινουντίων. Φαναγόρη καὶ Φαναγόρεια νῆσος τῇ Ταυρικῇ παρακειμένη. Φαλώρη πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλώρειαν καλεῖ. Ἀγκώρη· οὕτως ἐκαλεῖτο πρότερον Νίκαια πόλις Βιθυνίας. τὸ δὲ καρή ὀξύνεται. τὸ γὰρ κάρη τὸ βαρυτονούμενον οὐδέτερόν ἐστιν· ἀπὸ γὰρ τοῦ κάρηνον γενόμενον κατὰ ἀποκοπήν ἐστιν. καὶ τὸ Ἱρή παρὰ τῷ ποιητῇ—ἔστι δὲ ὄνομα πόλεως οἷον Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν— Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ· εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα ὥσπερ ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε». ὀξύνονται δὲ καὶ Γυρή, ἀφʼ οὗ Γυραία. καὶ Καιρή· οὕτως μετωνομάσθη Ἄγυλλα πόλις Τυρρηνίας. καὶ Δουσαρή σκόπελος καὶ κορυφὴ ὑψηλοτάτη Ἀραβίας ἀπὸ τοῦ Δουσάρου θεοῦ παρὰ Ἄραψιν τιμωμένου. καὶ Περιστερή πόλις Φοινίκων. τὸ δὲ Θυρῆ κατὰ συναίρεσιν ἐκ τοῦ Θυρέα.
Τὰ εἰς η λήγοντα προηγουμένου τοῦ σ βαρύνεται, ἄση ὁ ῥύπος, κόρση ὁ κρόταφος καὶ Κόρση δούλη βουκόλος, ἀφʼ ἧς Κορσίς νῆσος. Μέσση πόλις κατʼ ἀποκοπὴν ἐκ τοῦ Μεσσήνη καὶ Μέση. Χρύση ἡ πόλις τοῦ Ἀπόλλωνος ἐγγὺς Λήμνου. Σοφοκλῆς Λημνίαις «ὦ Λῆμνε Χρύσης τʼ ἀρχιτέρμονες πάγοι»· καὶ ἐν Αἰχμαλώτισι «ταύτην ἐγὼ Κίλλαν καὶ Χρύσην νέμω». εἰσὶ καὶ ἄλλαι Χρῦσαι ὁμώνυμοι πόλεις καὶ τόποι πολλοί. περὶ Σκῦρον. καὶ τῆς Λεσβίας τόπος. καὶ περὶ Ἡφαιστίαν τῆς Λήμνου ἀκρωτήριον πρὸς Τένεδον βλέπον. καὶ ἐν Βιθυνίᾳ περὶ Χαλκηδόνα. καὶ τῆς Καρίας ἐν τῇ Ἁλικαρνασσίδι, Δώριον πεδίον· καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠνεανῖτις. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς Χρυσῆ καλουμένη. Γενέση πόλις Λακωνικῆς. Τεμέση πόλις Ἰταλίας καὶ ποταμός. Ὅμηρος «ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον». Πολύβιος δὲ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν καλεῖ. Ἀγχίση πόλις Ἰταλίας ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, ὡς Διονύσιος ἐν πρώτῃ περὶ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ λισσή ὀξύνεται «ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη». τινὲς μὲν ὄνομα κύριον τὴν νῦν Βλισσὴν καλουμένην. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. καλεῖται δὲ καὶ Λισσής. ἔστι δὲ τῆς Φαιστιάδος. καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. ἔτι καὶ τὰ πληθυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν «Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι». ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφʼ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί.
Τὰ εἰς τη παραληγόμενα τῷ α ἢ τῷ η βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ «οὔτι τοι μέτρον μάτας», ἄτη καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α ἀάτη, ὡς παρὰ τῷ Κυρηναίῳ εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται. Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλις Λιβύης. πρὸς τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆς Αἰγηΐδος φυλῆς ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεσσηνίοις βαρύνεται.
Τὰ εἰς τη παραληγόμενα τῷ ε ἢ ο κύρια ὄντα βαρύνεται, Βρεμέτη, Ὠκυπέτη, Δημαρέτη. Ταϋγέτη ἡ μήτηρ Εὐρώτα. καὶ Φανότη πόλις Φωκίδος ἣ καὶ Φανότεια καὶ Φανοτεύς. καὶ Θεοδότη. τὸ δὲ Ἀφεταί πόλις τῆς Μαγνησίας. Ἑκαταῖος· ὅτι ἐντεῦθεν δευτέραν ἄφεσιν ἡ Ἀργὼ ἐποιήσατο ἢ ὅτι ἐκεῖ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα κατέλιπον. κεῖται δʼ ἐν Παγασιτικῷ κόλπῳ. —καὶ Ἰεταί φρούριον Σικελίας. Φίλιστος ἕκτῃ—πληθυντικῶς λέγεται. καὶ τὸ Ξυπετή ἐπὶ δήμου τάττεται. ἔστι δὲ δῆμος Κεκροπίδος φυλῆς. τὰ δὲ προσηγορικὰ ὀξύνεται, ἀρετή, τελετή, βιοτή. τὸ δὲ μελέτη παροξύνεται σύνθετον ὂν παρὰ τὸ μέλειν καὶ ἐτεὸν τὸ ἀληθές.
Τὰ εἰς τη παραληγόμενα τῷ ι ὑπερδισύλλαβα κύρια ὄντα βαρύνεται, Μελίτη ἡ Αἰγαίου τοῦ ποταμοῦ καὶ νῆσος μεταξὺ Ἠπείρου καὶ Ἰταλίας. ἔστι καὶ πόλις ἄποικος Καρχηδονίων καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀμφιτρίτη, Ἀφροδίτη. τὸ δὲ λιτή δισύλλαβον ὀξύνεται ὡς καὶ Λιταί πόλις Λακωνική. τὸ δὲ Τρίτη πόλις περὶ τὰς Ἡρακλείας στήλας βαρύνεται ἐπιθετικὸν ὄν.
Τὰ εἰς τη πρὸ τέλους ἔχοντα τὸ υ ὀξύνεται, ἀϋτή ἡ βοή, πινυτή τὸ ἐπίθετον «μήτηρ πινυτή», Πινυτή δὲ καὶ τὸ κύριον. τὸ δὲ προσηγορικὸν εἰσὶν οἳ παροξύνουσιν, Ἀρίσταρχος δὲ ὀξύνει καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. Λυταί χωρίον Θεσσαλίας διὰ τὸ λῦσαι τὰ Τέμπη Ποσειδῶνα καὶ σκεδάσαι τὸ ἀπὸ τοῦ κατακλυσμοῦ ὕδωρ. τὸ δὲ Ἀφύτη πόλις πρὸς τῇ Παλλήνῃ Θρᾴκης, ἣ καὶ Ἄφυτις καὶ Ἄφυτος ἀπὸ Ἀφύτου τινὸς ἐγχωρίου, καὶ Προχύτη νῆσος Σικελίας βαρύνεται.
Τὰ εἰς τη ὑπερδισύλλαβα τῷ ω παραληγόμενα βαρύνεται, Κριθώτη πόλις Ἑλλησπόντου· ἔστι καὶ ἄκρα Ἀκαρνανίας. Περκώτη καὶ Παλαιπερκώτη πόλις Τρωάδος. Γεφυρώτη πόλις Λιβύης, Γιγγλυμώτη Φοινίκης πόλις ὡς Ἑκαταῖος. τὸ μέντοι μηλωτή, κηρωτή ὀξύνεται καὶ τὸ οἰσπωτή ὁ ῥύπος. τὸ δὲ Πρωτή νῆσος παρὰ τῇ Σφακτηρίᾳ καὶ Πύλῳ δισύλλαβον ὀξύνεται.
Τὰ εἰς τη δισύλλαβα διφθόγγῳ παραληγόμενα βαρύνεται, βλαύτη εἶδος ὑποδήματος, Προίτη ἡ πόλις, κοίτη, δροίτη ἡ πύελος, λοίτη, Οἴτη ὄρος περὶ Τραχῖνα. ἔστι καὶ πόλις Μηλιέων. βαίτη ἡ διφθέρα. δαίτη ἡ εὐωχία. τὸ δὲ τελευτή τρισύλλαβον.
Τὰ εἰς τη δισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ τ σύμφωνον ὀξύνεται, εἰ μὴ παραλήγοι φωνήεντι ι ἢ ε, βροντή, εἱρκτή, πηκτή ὄργανον μουσικόν. φυστή μᾶζα ἡ ἐξ ἀλφίτων καὶ οἴνου. ἀκτή· οὕτως δὲ καὶ ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός. ἀνὴρ δὲ ἦν αὐτόχθων, ὡς Φαβωρῖνος, ὃς ἐβασίλευσεν ἐκεῖ καὶ ἀφʼ ἑαυτοῦ οὕτως τὴν χώραν ὠνόμασε καὶ τοὺς λαούς. Ἀπολλόδωρος δὲ τἀναντία φησίν «οὕτω γὰρ ἐκλήθη διὰ τὸ πολὺ μέρος αὐτῆς καθικνεῖσθαι εἰς θάλασσαν. τριγώνου γὰρ οὔσης αἱ συννεύουσαι ἐπὶ τὸ Σούνιον ἑκατέρωθεν δύο πλευραὶ παράλιοι τυγχάνουσι, διʼ ἃς τῶν ἐπὶ Κέκροπος φυλῶν τεττάρων οὐσῶν δύο προσηγόρευσαν Ἀκταίαν καὶ Παραλίαν». ἔστι καὶ Ἀκτή Μαγνησίας, ἀφʼ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος. ἔστι καὶ Πελοποννήσου, ὡς Θουκυδίδης, καὶ ἄλλη ἐν Βοσπόρῳ καὶ εʹ ἐν Ἰωνίᾳ. Δημήτριος δὲ τῆς σημαντικῆς τοῦ αἰγιαλοῦ καὶ τῆς περὶ τὸν Ἄθω χώρας μόνον ἐμνημόνευσεν. βλαστή. τοῦτό τινες βαρύνουσιν. τὸ μέντοι κίστη βαρύνεται καὶ τὸ πέλτη ἡ ἀσπίς. τὰ δὲ κύρια βαρύνεται, Δίκτη ὄρος Κρήτης. Καλλίμαχος ... Σπάρτη Λακωνικὸν χωρίον ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησίν. «ἐκπεσόντας δὲ αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφʼ ἑαυτῶν ὀνομάσαι» ἢ ἀπὸ Σπαρτοῦ τοῦ Ἀμύκλαντος τοῦ Λέλεγος τοῦ Σπαρτοῦ ἢ διὰ τὸ τοὺς πρώτους συνοικίσαντας τὴν πόλιν Λέλεγας. διεσπαρμένους γὰρ εἰς ταὐτὸν συνελθεῖν καὶ μίαν οἴκησιν ποιήσασθαι. ἔστι καὶ Σπάρτη κώμη πλησίον τοῦ Εὐξείνου πόντου. Σάρτη πόλις περὶ τὸν Ἄθων, Πέμπτη πόλις Αἰγύπτου.
Τὰ εἰς τη ὑπερδισύλλαβα ἔχοντα κατὰ σύλληψιν σύμφωνον ἢ πρὸ τέλους τὸ ρ κύρια ὄντα βαρύνεται, Ἀδρήστη, Ἰοκάστη. Ὀρέστη πόλις Εὐβοίας. Ἑκαταῖος Εὐρώπης περιηγήσει. Ἀκέστη πόλις Σικελίας καὶ Ἄγεστα, παρὰ τὸν Ἀκέστην. Μεγίστη πόλις καὶ νῆσος τῆς Λυκίας, ὡς πολυίστωρ, ἀπὸ Μεγιστέως τινός. Δολιχίστη· οὕτως Ἀλέξανδρος ἐν τῷ Λυκίας περίπλῳ Δολίχην νῆσον πρὸς τῇ Λυκίᾳ καλεῖ. Ἀστάρτη νῆσος ἐν Αἰθιοπίᾳ. ἔστι καὶ πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή ἡ κύλιξ. τὸ δὲ Σεβαστή ἐπιθετικῶς τέτακται· ἔστι δὲ πόλις Ἀρμενίας ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ ἐν τῇ Σαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως.
Τὰ εἰς τη ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δʼ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. Ἀταλάντη, ἡ ὑπʼ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ … . ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ.
Τὰ εἰς φη λήγοντα δισύλλαβα προσηγορικὰ παραληγόμενα α ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλις Λοκρῶν. Ὅμηρος «Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα». λέγουσι δʼ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει «βαθείης τάρφεσιν ὕλης». Σκάρφη πόλις Εὐβοίας, ἣ πρότερον Ἐτεωνός ἐκαλεῖτο. Τράφη πόλις πρὸς τῷ Πόντῳ. Ἄμφη· οὕτως ἐκαλεῖτο Κάσος, μία τῶν Κυκλάδων, Σάμφη πόλις Φοινίκης καὶ τὰ τοιαῦτα.
Τὰ εἰς φη δισύλλαβα ἔχοντα πρὸ τοῦ φ σύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλους ο, βαρύνεται, νύμφη, σίλφη, ἥν τινες τίλφην λέγουσι, Σέμφη πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. Τύμφη ὄρος Θεσπρωτικόν. Σκίρφαι πόλις Φωκική. τὸ δὲ ὀμφή, μορφή πρὸ τέλους ἔχουσιν ο.
Τὰ εἰς φη παραληγόμενα τῷ ο ἢ τῷ υ συνεσταλμένῳ ὀξύνεται, ὀμφή, μομφή, μορφή, τροφή, ὀροφή, γλυφή, δρυφή, κορυφή.
Τὰ εἰς φη παραληγόμενα φύσει μακρᾷ ἢ ἑνὶ φωνήεντι βαρύνεται, Σίφη ἐπίνειον τῆς Θεσπιακῆς· λέγεται καὶ πληθυντικῶς. ἀγρίφη τὸ σκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον.
Τὰ εἰς φη ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα α βαρύνεται, ἀράφη, Ἀνάφη νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥτις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο· τοῖς δʼ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. σκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει. Ἐρίφη κύριον. Τηλέφη ἡ τῆς Εὐρώπης μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται.
Τὰ εἰς χη δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνεται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ κτύπος, βροχή, ὀχή, τὸ δὲ Ὄχη ὄρος τῆς Εὐβοίας βαρύνεται. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς ἐκεῖ ὀχείας ἤτοι τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ «καὶ βασιλεὺς δʼ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην, ᾗτινι Χωχὴ ὄνομα».
Τὰ εἰς χη ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν ἢ διάστασιν βαρύνεται, βάκχη, κόγχη, λέσχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίας. τὸ δὲ ἀρχή ὀξύνεται.
Τὰ εἰς χη ὑπερδισύλλαβα εἰς α ἢ υ παραληγόμενα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, στοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλις Ἰνδικὴ κύριόν ἐστιν.
Τὰ εἰς χη παραληγόμενα ι βαρύνεται, Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δολιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός.
Τὰ εἰς χη ὑπερδισύλλαβα παραληγόμενα ο σπάνια ὄντα βαρύνεται, οἷον Ἀστυόχη ἡ μήτηρ Τληπολέμου.
Τὰ εἰς ψη οὐχ εὕρηται πλὴν τοῦ Τεράψη νῆσος πρὸς Καρχηδόνα οὐ μεγάλη.
Τὰ εἰς ω λήγοντα θηλυκὰ ὀξύνεται, Κλωθώ, Ἐρατώ, Θεανώ, Σαπφώ, Λητώ παρὰ τὸ λήθω τὸ λανθάνω λήθη καὶ Ληθώ καὶ Λητώ. τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμελημένων ἐμφαίνεται. ὁ δὲ Πλάτων φησὶν ἐλεητώ· ἐλεήμων γὰρ ἡ θεὸς καὶ πραεῖα καὶ πάντας ἐλεοῦσα. ὁ δὲ Ἀρίσταρχος παρὰ τὸ λῶ τὸ θέλω, ἔνθεν τὸ λῇς ἀντὶ τοῦ θέλεις μετὰ τοῦ ι Εὐριπίδης καὶ τὸ λῇ τὸ θέλει Δωρικῶς· ἐπειδὴ ὃ ἄν τις θέλῃ, παρʼ αὐτῆς λαμβάνει. Λατώ δʼ ἐλέγετο Καμάρα πόλις Κρήτης. πειθώ, φειδώ, χρειώ, βασιλώ. Κλειώ. Καλυψώ. Δηώ ἡ Δημήτηρ· καὶ διφορεῖται· οἶδε γὰρ ἡ παράδοσις τὸ η μετὰ τοῦ ι καὶ χωρίς. καὶ εἰ μὲν μὴ ἔχει τὸ ι, ἐστὶ παρὰ τὸ δήω τὸ σημαῖνον τὸ εὑρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατʼ εὐφημισμὸν ἔλεγον πάντες «δήεις» τουτέστιν εὑρήσεις· ἢ ἐπειδὴ αὕτη ἐφεῦρε τὸν σῖτον. εἰ δὲ ἔχει τὸ ι, γέγονε παρὰ τὸ δαίω τὸ κόπτω κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η· καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐστιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀποτριᾶσθαι. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅτι μετὰ λαμπάδων ἐζήτει τὴν θυγατέρα. τινὲς δέ φασιν, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ Δηώ ἀγνοοῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν. τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλει φυλάττειν τὸ σύμφωνον τῆς δευτέρας συλλαβῆς τῶν ἰδίων πρωτοτύπων οἷον Ὑψιπύλη Ὑψώ, Εἰδοθέα Εἰδώ παρʼ Αἰσχύλῳ· εἰ οὖν Δημήτηρ, Δημώ ὤφειλεν εἶναι, ἀλλʼ οὐκ ἔστιν ὑποκοριστικόν. Βουτώ κώμη Αἰγύπτου, ἀφʼ ἧς καὶ Λητὼ Βουτώ, ἧς τινος χρηστήριον ἦν. ἐκαλεῖτο δὲ καὶ Βοῦτος. Δωδώ· οὕτως ἐλέγετο Δωδώνη Σιμμίας ὁ Ῥόδιος «Ζηνὸς ἕδος Κρονίδαο μάκαιρʼ ὑπεδέξατο Δωδώ». Ἐλβώ νῆσος. Ἡρόδοτος δευτέρᾳ … . Ἀμαζώ θυγάτηρ τῆς Ἐφέσου, ἀφʼ ἧς αἱ Ἀμαζόνες. Ἡρώ πόλις Αἰγυπτία. Στράβων δὲ Ἡρώων πόλιν αὐτὴν καλεῖ. Θριώ· οὕτως λέγεται Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς, ὅθεν Θριῶθεν Θριῶζε. Ἰώ ἤτοι σελήνη· ἰώ γὰρ ἡ σελήνη κατὰ τὴν τῶν Ἀργείων διάλεκτον. Μωθώ κώμη Ἀραβίας. Πυθώ ἡ τοῦ Ἀπόλλωνος πόλις «ὡς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Πυθοῖ ἐν ἠγαθέῃ». Σαβώ πόλις μεγάλη πέραν τῆς Ἐρυθρᾶς θαλάσσης. Σαρδώ νῆσος· τῇ Σαρδοῖ ἀναλόγως λέγεται καὶ Σαρδών ὡς τῇ Πυθοῖ παράκειται Πυθών. Σαμαθώ ὅ ἐστι μεγάλη κατὰ τὴν τῶν Λιβύων φωνήν, καλεῖται Μάγνα νῆσος Λιβυκή. Καβειρώ ἡ Πρωτέως καὶ Ἀγχινόης, ἀφʼ ἧς καὶ Ἡφαίστου Καδμῖλος. Ῥοιώ ἡ Ζάρηκος θυγάτηρ. Συρακώ λίμνη. Ταχεμψώ νῆσος Αἰθιοπίας πρὸς τῇ Λιβύῃ, ὡς Ἡρόδοτος δευτέρᾳ … . Χομψώ νῆσος ἐν τῷ Νείλῳ, μέση Αἰθιοπίας καὶ Αἰγύπτου. Ὑρνηθώ ἡ Τημένου θυγάτηρ. Ψεβώ χώρα ἐνδοτάτη Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας ἐν Αἰγυπτιακοῖς τάδε γράφει «οὗτοι δή φασιν εἶναι χώραν ἀπέχουσαν Αἰθιοπίας ἡμερῶν πέντε καλουμένην Ψεβώ». Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων λίμνην εἶναί φησι. Ψενακώ κώμη τῆς Ἀθριβίτου νομοῦ, ὡς Ἀρτεμίδωρος ἐν ὀγδόῳ γεωγραφουμένων. Κυβώ, ἣ καὶ Κύβος, πόλις Ἰώνων ἐν Λιβύῃ Φοινίκων. Ἑκαταῖος περιηγήσει αὐτῆς «καὶ λιμήν, Ἵππου ἄκρη καὶ Κυβώ». Χορτασώ πόλις Αἰγύπτου· ἀπὸ μέλλοντος ὁ σχηματισμός· ὡς γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάσω Χορτασώ. ἱστοροῦσι γὰρ Κλεοπάτραν εἰς πόλεμον μὴ ἔχειν σιτία· τοὺς δʼ οἰκοῦντας τὸν τόπον τοσαύτην παρασχέσθαι τούτου τὴν ἀφθονίαν, ὥστε χορτάσαι πᾶσαν τὴν στρατιὰν καὶ ὄνομα τῇ πόλει παρʼ αὐτῆς ἐντεῦθεν τεθῆναι. ΠΕΡΙ ΤΟΝΟΥ ΟΥΔΕΤΕΡΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιγʹ.
Πᾶν οὐδέτερον ὄνομα παρεσχηματισμένον ἀρσενικῷ ὁμοτονεῖ τῷ ἀρσενικῷ, φίλος φίλον, κοῦφος κοῦφον, καλός καλόν, χρυσοῦς χρυσοῦν, οὕτω καὶ ὁ πᾶς τὸ πᾶν. τὸ δὲ εἷς ἕν μονοσύλλαβον ἀντίκειται διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι.
Πᾶν οὐδέτερον κατὰ ἀποβολὴν τοῦ ς γενόμενον ἀπὸ ἀρσενικοῦ τὸν αὐτὸν τόνον φυλάττει τῷ ἀρσενικῷ, μέγας μέγα, λειπόπατρις λειπόπατρι, ἄπολις ἄπολι, ὀξύς ὀξύ, ταχύς ταχύ, ἥμισυς ἥμισυ, Λίβυς Λίβυ, οὗτος τοῦτο, ἐκεῖνος ἐκεῖνο, αὐτός αὐτό. αἱ γὰρ ἀντωνυμίαι εἰς ο περατοῦνται κατὰ τὸ τρίτον πρόσωπον κατὰ γένος οὐδέτερον. οἱ δὲ Ἀθηναῖοι μετὰ τοῦ ἄρθρου φασὶ τὸ οὐδέτερον τῆς αὐτός ταὐτόν. ἀναλόγως· ἡ γὰρ ἐκεῖνος καὶ ἡ οὗτος ἀντωνυμίαι στεροῦνται ἄρθρου. ἵνʼ οὖν διαστῇ γένος ἀρσενικὸν καὶ οὐδέτερον, εἰς τὸ ο περατοῦνται κατὰ τὸ οὐδέτερον ἐκεῖνο, τοῦτο, ἵνα τὸ μὲν εἰς ο σημαίνῃ τὸ οὐδέτερον, τὸ δὲ εἰς ν τὸ ἀρσενικὸν ἐκεῖνον, τοῦτον. ἡ δὲ αὐτός ἄρθρον λαμβάνει. οὐκέτι ἄρα ὀφείλει ἔχειν τὸ οὐδέτερον εἰς ο ὁμοίως τῇ χωρὶς ἄρθρου. ἔχει γὰρ διὰ τοῦ ἄρθρου σημαίνειν τὸ γένος. Ἀθηναῖοι τοίνυν τὸ ἄρθρον προσνέμοντες καὶ τὸ ν διδοῦσι «ταὐτὸν θύμον φαγόντες». ταὐτὸ γὰρ ὤφειλεν εἶναι. ὅταν οὖν Ἀττικοὶ λέγουσι ταὐτόν, τὸ ὀφειλόμενον ἀποδιδόασιν, οὐ πλεονάζουσιν. οὐδὲ ἐνθάδε πλεονάζουσι· τοσοῦτον, τηλικοῦτον. οὐ γὰρ ἔγκειται ἡ οὗτος ἀντωνυμία. ἀλλὰ μᾶλλον τὸ τοσοῦτο καὶ τοιοῦτο πέπονθεν ἔνδειαν τοῦ ν. ὡσαύτως καὶ ἄλλος ἄλλο, τοῦτο δὲ ἐπιλαμβάνει τὸ ν ἐν τῷ ἀλλοπρόσαλλον καὶ ἐν τῷ ἔξαλλον καὶ ἄπαλλον.
Πᾶν εἰς ον ἐπιθετικὸν οὐδέτερον παρεσχηματισμένον τοῖς εἰς ος λήγουσιν ἀρσενικοῖς τούτων φυλάττει τὸν τόνον, φιλόσοφος φιλόσοφον, ἀχρεῖος ἀχρεῖον Ἀττικῶς καὶ ἄχρειος ἄχρειον.
Τὰ εἰς ους λήγοντα τῶν ὀνομάτων ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, χρυσοῦς χρυσοῦν, χαλκοῦς χαλκοῦν, εὔνους εὔνουν.
Τὰ εἰς ως λήγοντα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, ἀξιόχρεως ἀξιόχρεων, ἀνάπλεως ἀνάπλεων.
Τὰ εἰς ας ἔχοντα οὐδετέρου παρασχηματισμὸν ὁμοτονοῦν ἔχουσι τὸ οὐδέτερον, ἅπας ἅπαν, σύμπας σύμπαν, τάλας τάλαν, μέλας μέλαν.
Τὰ ἀπὸ τῶν εἰς εις ὑπὲρ μίαν συλλαβὴν οὐδέτερα εἰς εν λήξαντα ἐν μὲν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον φυλάττουσι, οὐ μὴν δὲ ἀεὶ τὸν αὐτόν, φωνήεις φωνῆεν, αὐδήεις αὐδῆεν, χαρίεις χαρίεν. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐστιν. τυφθείς τυφθέν.
Τὰ εἰς ες οὐδέτερα τῶν εἰς ης ὀξυτόνων ὁμοτονοῦσιν αὐτοῖς, εὐσεβής εὐσεβές, ἀληθής ἀληθές καὶ ἄληθες παρʼ Ἀττικοῖς τὸ ἐπίρρημα, ἑξαετής ἑξαετές, τριετής τριετές, αὐτοετής αὐτοετές, τὸ δὲ αὐτόετες ἐπιρρηματικῶς προπαροξύνεται, ὡσαύτως ἐπιτηδής ἐπιτηδές, ἐπίτηδες δὲ ἐπίρρημα.
Τὰ βαρύτονα εἰς ης ἔχοντα δὲ οὐδέτερα εἰς ες ἢ προπερισπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα.
Τὰ μὲν οὖν διὰ τοῦ ηρης ἔχει προπερισπώμενα, ὀλιγήρης ὀλιγῆρες, θυμήρης θυμῆρες, τὸ δὲ θυμαρές ἀπὸ τοῦ θυμαρής γέγονε, ξιφήρης ξιφῆρες, πλήρης πλῆρες.
Τὰ διὰ τοῦ ωδης, εἰ ἔχει οὐδέτερα, προπερισπώμενα αὐτὰ ἔχει, εὐώδης εὐῶδες, γεώδης γεῶδες.
Ἔτι τὰ διὰ τοῦ ωρης, νεώρης νεῶρες, αὐτώρης αὐτῶρες καὶ τὰ παρὰ τὸ ὄλω συντεθειμένα, ἐξώλης ἐξῶλες, πανώλης πανῶλες. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτως τὰ παρʼ οὐδετέρων συντεθέντα βαρύτονα, εὐμήκης εὔμηκες, κακοήθης κακόηθες, μεγακήτης μεγάκητες. καὶ τὰ παρὰ τὸ ηκης, τανυήκης τανύηκες. καὶ τὰ παρὰ τὸ αδης καὶ αρκης, αὐθάδης αὔθαδες, αὐτάρκης αὔταρκες. τὸ μέντοι ποδάρκης βαρύτονον ἔχει τὸ ποδαρκές οὐδέτερον ὀξυνόμενον, ἡ δὲ κλητικὴ πόδαρκες ὡς αὔταρκες, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ.
Τὰ παρὰ τὸ αντης οὐδέτερα προπαροξύνονται, κατάντης κάταντες, προσάντης πρόσαντες, ἀνάντης ἄναντες καὶ τὰ ὅμοια.
Τὰ εἰς ον μετοχῶν οὐδέτερα ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς, ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν.
Τῶν εἰς ων βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦσι ταῖς κλητικαῖς τῶν ἀρσενικῶν, ὁ σώφρων ὦ σῶφρον καὶ τὸ σῶφρον, ὁ ἀγνώμων ὦ ἄγνωμον καὶ τὸ ἄγνωμον, ὁ ἀμείνων ὦ ἄμεινον τὸ ἄμεινον, ὁ βελτίων ὦ βέλτιον τὸ βέλτιον, ὁ ἀρείων ὦ ἄρειον τὸ ἄρειον. τοῖς δὲ εἰς ων ὀξυνομένοις ὀνόμασι οὐδέποτε παράκειται οὐδετέρου παρασχηματισμός.
Τὰ ἀπὸ τῶν εἰς ην ἀρσενικῶν εἰς εν οὐδέτερα ὁμοτονοῦσιν αὐτοῖς, ἄρσην ἄρσεν, τέρην τέρεν.
Τὰ εἰς ων μετοχῶν δευτέρας συζυγίας τῶν περισπωμένων οὐδέτερα ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς, ὁ βοῶν τὸ βοῶν, ὁ γελῶν τὸ γελῶν, ὁ ὁρῶν τὸ ὁρῶν, ὁ ἀγαπῶν τὸ ἀγαπῶν, ὁ μελετῶν τὸ μελετῶν. μονογενὲς δὲ οὐδέτερον εἰς ων λῆγον ὄνομα οὐκ ἔστιν εὑρεῖν.
Αἱ εἰς ως μετοχαὶ ἀπὸ περισπωμένων κατὰ πάθος γενόμεναι καὶ φυλάττουσαι τὸ ω ἐπὶ τῆς γενικῆς τοῦ ἀρσενικοῦ ὁμοτονοῦντα ἔχουσι τὰ οὐδέτερα, βεβώς βεβῶτος τὸ βεβώς, γεγώς γεγῶτος τὸ γεγώς, ἑστώς ἑστῶτος τὸ ἑστώς, τεθνώς τεθνῶτος τὸ τεθνώς. μονογενὲς δὲ οὐδέτερον εἰς ως οὐκ ἔστιν εὑρεῖν πλὴν τοῦ φῶς καὶ τοῦ ὦς.
Τὰ εἰς α λήγοντα οὐδέτερα μονογενῆ βαρύνεται καὶ συστέλλει τὸ α καὶ τὸ μ παραλήγεται καὶ διὰ τοῦ τος θέλει κλίνεσθαι. πρόσκειται μονογενῆ διὰ τὸ μέγα. τοῦτο γὰρ λήγει εἰς α καὶ πρὸ τοῦ α οὐκ ἔχει τὸ μ διὰ τὸ μὴ εἶναι μονογενές, ἀπὸ γὰρ τοῦ μέγας. τὸ γὰρ Πάσχα βάρβαρον, διὸ ὃ καὶ ἄκλιτον. τὸ φάβα καὶ αὐτὸ βάρβαρον, εἰ καὶ κλίνοιτο. καὶ τὰ τῶν στοιχείων ὀνόματα, ἄλφα, βῆτα, γάμμα, δέλτα—ἔστι καὶ Δέλτα πόλις πρὸς τῇ Συρίᾳ καὶ νῆσος Αἰγύπτου, ὡς Ἔφορος, κατʼ Αἰγυπτίους καλουμένη Πυραμίς ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος—βάρβαρα καὶ ἄκλιτά εἰσιν. τὸ δὲ ἄλειφα ἐγένετο ἐκ τοῦ ἄλειφαρ ἢ ἄλειφας ὑποστολῇ τοῦ ρ ἢ τοῦ ς, τὸ δὲ λίπα ἐκ τοῦ λίπας καὶ τὸ ὕφα ἐκ τοῦ ὕφασμα κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατʼ ἔνδειαν τοῦ ξ. ἡ γὰρ κλίσις αὐτοῦ ἀπὸ εὐθείας τῆς εἰς ξ καταληγούσης ἐγένετο· γάλακος γὰρ ἡ γενικὴ καὶ κατὰ πλεονασμὸν τοῦ τ γάλακτος ὥσπερ ἄναξ ἄνακος καὶ ἄνακτος. πᾶσα γὰρ γενικὴ διὰ τοῦ κος κλινομένη ἢ διὰ τοῦ κτος τὴν εὐθεῖαν ἔχει εἰς ξ καταλήγουσαν, οἷον Φοῖνιξ Φοίνικος, θώραξ θώρακος, νύξ νυκτός, ἄναξ ἄνακτος· εἰ οὖν γάλακτος, δῆλον ὅτι εἰς ξ γάλαξ. ἄλλως τε δὲ πᾶσα δοτικὴ πληθυντικῶν εἰς ι λήγουσα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐστιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δῆλον ὅτι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ· ἀλλʼ ἐπειδὴ τὸ ξ οὐκ ἔστι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο γάλα. Ἀμέλει συντιθέμενον τὸ γάλα καὶ γινόμενον εἰς ἀρσενικὸν γένος, ἀναδέχεται τὸ ὀφειλόμενον ξ οἷον ὁ ἀρτιγάλαξ, ὁ νεογάλαξ. καὶ ἐκ τοῦ γάλαξ ὁ γαλαξίας γενέσθαι δοκεῖ. Περὶ δὲ τοῦ κρᾶτα οἷον «ἐς τὸ κείνου κρᾶτα ἐνήλαθʼ ἡ τύχη» παρὰ Σοφοκλεῖ μήποτέ ἐστιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ ἀρσενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρσενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράς τοῦ κρατός τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράς τῆς κρατός τῇ κρατί τὴν κρᾶτα καὶ τὸ κρᾶτα. τὸ μὲν γὰρ κράς ἀρσενικῶς καὶ θηλυκῶς λέγεται οἷον ὁ κράς καὶ ἡ κράς.
Τὰ μὲν οὖν δισύλλαβα εἰς μα λήγοντα οὐδέτερα παροξύνεται ἢ προπερισπᾶται, στόμα, πλύμα, ῥύμα, φύμα, θύμα, λύμα, θέμα, δέμα, ἅρμα—ἔστι καὶ πόλις Βοιωτίας τῆς Ταναγρικῆς. Παυσανίας ἐνάτῳ. ἐκλήθη δὲ οὕτως ἢ διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράστου ἅρμα ἢ ἀπὸ Ἀμφιαράου τοῦ ἅρματος· ἐνταῦθα γὰρ καταφυγεῖν φασι μετὰ τοῦ ἅρματος καὶ οὐκ ἐκδοθῆναι τοῖς διώκουσιν ὑπὸ τῶν κατοικούντων. ἔστι καὶ τῆς Ἀττικῆς Ἅρμα ἐν Πάρνηθι περὶ τὴν Φυλὴν καλουμένην. ἔστι καὶ Ἅρματα πόλις πληθυντικῶς Ἰνδικῆς—αἷμα, βῆμα, ῥῆμα, χρῆμα, σῆμα, ὅθεν Κυνόσσημα τόπος Λιβύης. Ἑκαταῖος περιηγήσει αὐτῆς. ἔστι καὶ ἄλλο χωρίον. λῦμα καὶ φῦμα καὶ θῦμα παρʼ Ἀττικοῖς τὸ υ ἐκτείνουσιν, ζεῦγμα καὶ Ζεῦγμα πόλις Συρίας ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατόπεδα. ῥῆγμα καὶ Ῥῆγμα πόλις καὶ κόλπος περὶ τὸν Περσικὸν κόλπον. δῆγμα, δεῖγμα, λῆμμα, τύμμα, οἶμα, ὅπερ ἐστὶ μονῆρες. οὐδὲν γὰρ εἰς μα λῆγον καθαρὸν δισύλλαβον οὐδέτερον πρὸ τέλους ἔχει τὴν οι δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα, τὸ γὰρ οἶδμα οὐ καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ συμφώνου ἄρχεσθαί τινα ἢ ἀπὸ συμφώνων, ἵνα μή τις λέγῃ, ὅτι ἄλλο οἶμα ἐπιζητῶ. διὸ ἔθηκα πρὸ τέλους. —τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ποίημα, ὄρυγμα, τέλεσμα, μελέτημα, βούλημα, εὕρημα. λέγεται καὶ εὕρεμα διὰ τοῦ ε· καί εἰσι μὲν καὶ ἀμφοτέρων χρήσεις, κρείττων δὲ ἡ διὰ τοῦ η ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ. ὄνομα, ὅ ἐστι μονῆρες. οὐδὲν γὰρ εἰς μα λῆγον οὐδέτερον ἁπλοῦν ἐν ταῖς πρὸ τέλους δύο συλλαβαῖς δισσὸν ἔχει τὸ ο, ὡς δῆλον ἐκ τῶν τοιούτων, ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, στεφάνωμα, χρύσωμα, κώλυμα, ἔλυμα, ἔρυμα καὶ ἄλλο μυρίον πλῆθος τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡς τὸ ὄνομα μονῆρές ἐστι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλους τὸ ο ἔχει καὶ ἡ πρὸ τέλους. Αἰολεῖς δὲ ὄνυμα λέγοντες αὐτὸ ἀπολύουσι τοῦ προκειμένου ἐλέγχου. πρόσκειται τῷ κανόνι ἁπλοῦν, ἵνα μή τις ταῦτα σύνθετα ὄντα ὡς ἀντιπίπτοντα παρατάξῃ συνεχῶς ἐν τῇ συνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται. τούτων οὖν οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διατί ἐν τῷ ὄνομα οἱ Αἰολεῖς τὸ ἐν τῇ παραληγούσῃ ο ἔτρεψαν εἰς τὸ υ οἷον ὄνυμα καὶ μὴ τὸ ἐν τῇ προπαραληγούσῃ οἷον ὔνομα. Ἔστιν οὖν εἰπεῖν τὰς αἰτίας ταύτας· πρῶτον μὲν ὅτι τὸ ἐν τῇ παραληγούσῃ ο γνήσιόν ἐστιν, ἀπὸ γὰρ τοῦ νέμω γέγονε νόμα καὶ κατὰ πλεονασμὸν τοῦ ο ὄνομα, τὸ δὲ ἐν τῇ ἀρχούσῃ ἀπὸ πλεονασμοῦ ἐστιν. ἄτοπον δέ ἐστι τὸ ἀπὸ πλεονασμοῦ τραπῆναι, ἵνα εὑρεθῶσι δύο πάθη, πλεονασμὸς καὶ τροπή. δεύτερον δὲ ὅτι καὶ ὁ χαρακτὴρ ἀπαιτεῖ τὸ ἐν τῇ παραληγούσῃ ο τραπῆναι. πολλὰ γάρ εἰσιν εἰς α οὐδέτερα διὰ τοῦ υμα ἐκφερόμενα οἷον κώλυμα, ἔρυμα, κῦμα, θῦμα. οὕτως οὖν καὶ ὄνομα. καὶ τούτου χάριν τὸ ἐν τῇ παραληγούσῃ ἐτράπη καὶ οὐ τὸ ἐν τῇ ἀρχούσῃ.
Εἰς α μακρὸν ἢ εἰς η ἐπὶ ἑνικῆς εὐθείας ὀνόματος οὐδετέρου οὐκ ἔστιν εὑρεῖν· τὸ γὰρ κάρα ἀπὸ τοῦ κάρανον καὶ τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται. τὸ γὰρ καρή ὀξύτονον θηλυκόν ἐστιν.
Τὰ εἰς ι μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, μέλι· δίχα δὲ τούτου καὶ τῶν παρʼ αὐτοῦ συντεθέντων ἀπόμελι, ὀξύμελι, εὐκρατόμελι, οἰνόμελι καὶ τοῦ μονοσυλλάβου τί οὐδέν ἐστι ὄνομα οὐδέτερον Ἑλληνικὸν ἀπαθές. τὸ γὰρ κίκι εἶδος ἐλαίου παρʼ Αἰγυπτίοις, κόμι τὸ κομίδιον, πέπερι, κιννάβαρι, ὅπερ Ἀττικοὶ τιγγάβαρυ, σίνηπι, κοῖφι, στάχι σύνηθες Αἰγυπτίοις, ὅπερ σημαίνει εἶδος πυρροῦ, στίμμι, ὅπερ γυναῖκες κατὰ τοὺς ὀφθαλμοὺς χρίονται, ὅπερ ἐν τῇ συνηθείᾳ λαχᾶς καλεῖται, κόρι τὸ κορίανον, τάγυρι, χνάσμι, κάρι, σίσελι οὐχ Ἑλληνικά, ξένα δέ. τὸ δὲ τρόφι ἀπὸ τοῦ τρόφιμον γέγονε κατʼ ἀποκοπὴν ὡς ἀπὸ τοῦ κρίμνου τὸ κρῖ, ὡσαύτως καὶ ἄλφι ἀπὸ τοῦ ἄλφιτον καὶ τὸ ἔρι ἀπὸ τοῦ ἔριον.
Τὰ δὲ εἰς ι ἐπιθετικὰ ὁμοτονεῖ τοῖς ἀρσενικοῖς, λειπόπατρις λειπόπατρι, φυγόπολις φυγόπολι, φιλόπατρις φιλόπατρι, εὔχαρις εὔχαρι.
Τὰ εἰς υ μονογενῆ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, δόρυ, γόνυ, μέθυ, δάκρυ, πῶϋ, ἄστυ—ἐκλήθη δὲ ἄστυ, ὡς Φιλόχορος ἐν αʹ τῆς Ἀτθίδος «διὰ τὸ πρότερον νομάδας καὶ σποράδην ζῶντας τότε συνελθεῖν καὶ στῆναι ἐκ τῆς πλάνης εἰς τὰς κοινὰς οἰκήσεις, ὅθεν οὐ μετανεστήκασιν. Ἀθηναῖοι δὲ πρῶτοι τῶν ἄλλων ἄστη καὶ πόλεις ᾤκησαν». λέγεται ἄστυ καὶ ὁ δῆμος, ὡς Ἐρατοσθένης ἐν Ἠριγόνῃ «ἡ δʼ ὅτε δὴ Θορικοῦ καλὸν ἵκανεν ἕδος ....» ὅτι δὲ δῆμος Θορικός δῆλον. ἔστι καὶ κώμη πλησίον Κανώβου παρὰ τὴν Ἀλεξάνδρειαν—νᾶπυ τὸ σίνηπι, κόνδυ, κάχρυ, φῖτυ τὸ φίτυμα, μῶλυ, τρῆνυ, ἄσχυ ἀπόρευμα δένδρου. τὸ δὲ Αἶπυ πόλις Μεσσηνίας «καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἶπυ» ἀπὸ τῆς ἐρυμνότητος καλουμένη, ἀμφίβολόν ἐστιν. Ἀρίσταρχος γὰρ ὡς ὀξύ, συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν «ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκε Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ τόνῳ φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, Ἕλος, Αἰγιαλός· χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογώτερον ἀνάγνωσις ἦν ἡ βαρεῖα. τὰ γὰρ εἰς υ μονογενῆ βαρύνεται.
Εἰς ων οὐδέτερον μονογενὲς ἢ εἰς ην ἢ εἰς αν ἢ εἰς εν ἢ εἰς ιν ἢ εἰς υν οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δημοκρίτῳ βεβίασται.
Τὰ εἰς λεον ὀξύνεται, Χαλεόν ἡ πόλις, ἐλεόν ἡ μαγειρικὴ τράπεζα. «βάλλον δʼ εἰν ἐλεοῖσιν», στελεόν, ὃ καὶ στελειόν λέγεται ποιητικῶς, καὶ στελεός, κολεόν ἢ κουλεόν. Πτελεόν πόλις Ἰωνίας καὶ Τρῳάδος καὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δὲ ὅτι πολλὰς ἔχει πτελέας· ἔστι δὲ καὶ Μεσσηνίας, μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον». Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι καὶ Πτελέας οὐ Πτελεόν κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον. εἰ δὲ μὴ ἔχουσι τὸ λε, προπαροξύνονται, ὄστρεον, ὃ καὶ ὄστρειον λέγεται, ὄρνεον, δένδρεον, ὤεον, ὅπερ ἐν πλεονασμῷ τοῦ ε ἀπὸ τοῦ ὠόν, κάνεον. τὸ δὲ ὀστέον παροξύνεται ὡς δισύλλαβον· ἀπὸ γὰρ τοῦ ἵστημι στέον καὶ ὀστέον· οὐκ ἀγνοῶ δὲ ὡς καὶ ὀστοῦν λέγεται, ὡς καὶ παρὰ Κρατίνῳ ἐν Πυτίνῃ «ἀλλʼ οὐδὲ λάχανον οὐδὲν οὐδʼ ὀστοῦν ἔτι ὁρῶ». τοῦτον τὸν τρόπον καὶ τὸ κάνεον κανοῦν.
Τὰ εἰς ον δισύλλαβα παραληγόμενα τῷ ι μόνῳ ἢ τῇ ει διφθόγγῳ βαρύνεται, μνίον, ῥίον. ἔστι καὶ πόλις Μεσσήνης ἢ Ἀχαΐας καὶ ἄλλη Αἰτωλίας. σίον λαχάνου εἶδος, ἴον, δρίον, ὅπερ τινὲς καὶ δρίος γράφουσι, Δῖον πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος «Κήρινθόν τʼ ἔφαλον Δῖόν τʼ αἰπὺ πτολίεθρον». ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν· γʹ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης, δʹ Θεσσαλίας. εʹ Πισιδίας. ϛʹ Ἰταλίας. ζʹ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου. κρεῖον ἀγγεῖον κρεῶν, εἶον, ὃ καὶ ἤϊον ἐν διαλύσει λέγεται, τὸ εἰς τὸ ἰέναι ἐπιτήδειον, νεῖον τῆς νηὸς τὸ πυθμενοειδὲς ξύλον.
Τὰ διὰ τοῦ ιον τριβράχεα ὑποκοριστικὰ προπαροξύνεται, κτένιον, πτύχιον, πόδιον, θρόνιον, ὡσαύτως καὶ Θρόνιον πόλις Λοκρῶν· Ὅμηρος «Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα», σχόλιον, χόριον, ῥάχιον, πτέριον, ζύγιον, σπόδιον, φλέβιον, τρίχιον, πέδιον ὁ δεσμός, τὸ δὲ πεδίον ἐπὶ τῆς γῆς παροξύνεται· εἰ μέντοι ἡ πρώτη τούτων μακρὰ ὑπάρχοι, ὑπεσταλμένων τῶν διὰ τοῦ διον παρηγμένων, παροξύνεται, κλειδίον, παιδίον, δᾳδίον· οὐ γὰρ διὰ τοῦ διον, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐστίν. ἔτι σφηκίον, χαρτίον, ὠτίον, μηρίον, θηρίον, κηρίον, ξηρίον, σφαιρίον, φορτίον, σταυρίον, σχοινίον, σπαρτίον, τιτθίον, στρουθίον, σαρκίον, βιβλίον, χρυσίον, καρφίον, χωρίον, κρουνίον, σιτίον, ψωμίον, νησίον. οὕτω καὶ τὸ κλισίον παρὰ τοῖς Ἀττικοῖς τὸ ι ἐκτεῖνον παροξύνεται ὡς τὸ θηρίον, παρὰ δὲ Ὁμήρῳ συστέλλει τὸ ι καὶ προπαροξύνεται οἷον «περὶ δὲ κλίσιον θέε πάντῃ». τὸ δὲ φρούριον προπαροξύνεται οὐ γὰρ ὑποκοριστικόν. ὡσαύτως καὶ τὸ ἴχνιον προπαροξυντέον ὁμοτόνως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλʼ ἀπὸ ῥήματος ἐσχημάτισται.
Τὰ διὰ τοῦ διον ἀπὸ παραγωγῆς ἔχοντα τὸ δ προπαροξύνεται, μύδιον, βοτρύδιον, ἰχθύδιον, σικύδιον, ὀφρύδιον, πιτύδιον, ὀσφύδιον. Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν «ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον». κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν συναιρέσει οἴδιον, ζῴδιον, στῴδιον, καλώδιον, φυσείδιον, λεξείδιον, γῄδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ δ οὐκ ἔχει ἐκ παραγωγῆς. τὸ δὲ δορκάδιον, ἀσπίδιον. Μένανδρος «ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον» καὶ κροκύδιον ὑπερτρισύλλαβα προπαροξύνεται.
Τὰ διὰ τοῦ ιον τρισύλλαβα ἔχοντα πρὸ τοῦ ι ρ ἢ λ, μὴ ὄντα ὑποκοριστικὰ μηδὲ ἔχοντα τὸ η ἐν τῇ προπαραληγούσῃ, προπαροξύνεται, ἴκριον τὸ σανίδωμα, ἴτριον, ὄσπριον, ἔριον, μείλιον τὸ δῶρον, τρύβλιον, λείριον τὸ ἄνθος, ῥάκτριον. ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων σκυλάκιον. φράτριον τόπος, ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται· τὸ δὲ θηρίον ἔχει τὸ η καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὸ βιβλίον καὶ σμιλίον.
Τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους μακράν, διὰ τοῦ ι ἐκφερομένην, ἤτοι μόνου ἢ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Σίγριον, λείριον, ἴτριον, μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα ὥσπερ τὸ ἰνίον. τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον.
Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν παροξύνεσθαι θέλει, ὁπότε πρὸ τοῦ ι οὐκ ἔστιν ἀμετάβολον οἷον ἱστίον, κυμβίον, ἰσχίον, ἑρκίον. τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταὐτόσημόν ἐστι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμὲν ὡς τὸ Αἰτώλιος, κάπριος, αἰζήϊος· εἶπον ὁπότε πρὸ τοῦ ι οὐκ ἔστιν ἀμετάβολον, διὰ τὸ ἴκριον καὶ ἴχνιον.
Τὰ διὰ τοῦ ιον τρισύλλαβα κύρια προπαροξύνονται, Ἴλιον πόλις Τρῳάδος ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. οὐδετέρως παρὰ πᾶσι, παρʼ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ «Ἴλιον αἰπύ» νοθεύει Ἀρίσταρχος. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλις Ἑλληνίς. Ἴσθμιον. Ῥύτιον πόλις Κρήτης, ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Σπήλιον. Ὄβριον τὸ ὄρος. Κούριον πόλις Κύπρου ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ … . ἔστι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων «ὑπὲρ Λακίου Δαυνίου τʼ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλʼ ὅτε Σούνιον ἄκρον». Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον». Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις. Ἅγιον τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυίστωρ. Πάριον πόλις ἐν Ἑλλησπόντῳ ἀπὸ Παρίου τοῦ Ἰασίωνος. Ὄριον τόπος Κρήτης. Πάνιον σπήλαιον Παλαιστίνης, ἀφʼ οὗ ἐκρεῖ ὁ ποταμὸς Ἰορδάνης. Ὅλκιον πόλις Τυρρηνίας. Πολύβιος ἕκτῳ. Ὅλμιον πόλις Βοιωτίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς. Νότιον πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Ἄντιον πόλις μετὰ Λωρεντὸν τῆς Ἰταλίας ἡ καὶ Ἄντεια. Βάκτριον πόλις. Μόψιον πόλις τῆς Πελασγιώτιδος χώρας Θεσσαλίας. «ὠνόμασται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦς τῆς Τειρεσίου, ἀλλʼ ἀπὸ τοῦ Λαπίθου τοῦ συμπλεύσαντος τοῖς Ἀργοναύταις. ἄλλος δʼ ἐστὶ Μόψος, ἀφʼ οὗ ἡ Ἀττικὴ Μοψοπία». Μάσιον ὄρος ὑπὲρ τῆς Νισίβιος. Στράβων ἑνδεκάτῃ. Κάστνιον ὄρος ἐν Ἀσπένδῳ τῆς Παμφυλίας. Κρήσιον πόλις Κύπρου. Θεόπομπος Φιλιππικῶν πεντεκαιδεκάτῳ. Καύδιον πόλις Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας, Κόριον τόπος ἐν Κρήτῃ ἀπὸ κόρης τινός. Κάσιον ὄρος καὶ πόλις Αἰγύπτου πρὸς τῷ Πηλουσίῳ. ἐκλήθη δὲ ἀπὸ τῆς Κυκλάδος νήσου ἢ ἀπὸ Κάσου τοῦ Κλεόχου, ἀφʼ οὗ καὶ Κασίου Διὸς ἱερόν. Θύριον πόλις Ἀκαρνανίας. Μάριον πόλις Κύπρου ἡ μετονομασθεῖσα Ἀρσινόη ἀπὸ Μαριέως. Δήλιον πολίχνιον Βοιωτίας ἐν τῇ Τανάγρᾳ καὶ ἱερὸν Ἀπόλλωνος. Δαύνιον πόλις Ἰταλίας. Δάλμιον πόλις Δαλματίας. Γράμμιον πόλις ἐν Κρήτῃ. Γόλγιον πόλις Κύπρου, ἣ καὶ Γολγοί. Ἤπιον πόλις Τριφυλίας. Βρύλλιον πόλις ἐν τῇ Προποντίδι, Ἔφορος δὲ ἐν τῷ εʹ Κίον αὐτήν φησιν εἶναι. Βρύγιον πόλις Μακεδονίας. Βαίτιον πόλις Μακεδονίας. Θεόπομπος εἰκοστῇ τετάρτῃ. Βούτριον τῆς Ἰταλίας πόλις. Βέργιον πόλις Θρᾴκης, ἣ καὶ Βέργη. Πλούτιον πόλις Τυρρηνῶν. Δώτιον πεδίον Θεσσαλίας, ὅπου μετῴκησαν οἱ Κνίδιοι, ὧν ἡ χώρα ἡ Κνιδία. Καλλίμαχος ἐν τοῖς ὕμνοις «οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον». ἐκλήθη δὲ ἀπὸ Δωτίας τῆς Ἐλάτου. Φερεκύδης δὲ ἀπὸ Δώτιος τοῦ Ἀστερίου καὶ Ἀμφικτυόνης τῆς Φθίου. ὡς δὲ Ἀρχῖνος ἀπὸ Δώτου τοῦ Νεώνου τοῦ Ἕλληνος. Μνασέας δὲ ἀπὸ Δώτου τοῦ Πελασγοῦ. Πήλιον πόλις Θετταλίας. λέγεται καὶ Πηλία. καλεῖται δὲ καὶ Πηλεῖς πληθυντικῶς ἀπὸ τοῦ Πηλεύς ἑνικοῦ. τὸ δὲ ὄρος Πήλιον. Πόλιον ἐν Λέσβῳ τόπος. Πρόσχιον χώρα Αἰτωλίας. Πτέριον πόλις Μήδων. λέγεται καὶ θηλυκῶς ἡ Πτερία. Σάμνιον πόλις Πρετανίας. Σίγριον Λέσβου λιμήν. Σίρμιον πόλις Παιόνων. Σκίριον τόπος Ἀττικός. λέγεται καὶ Σκῖρον καὶ ὁ Σκῖρος. Σόλλιον Κορίνθου πολίχνιον. Θουκυδίδης δευτέρᾳ … . Σκύλλιον ὄρος Κρήτης. Σμίνθιον τόπος. Στράβων τρισκαιδεκάτῃ. Σούτριον πόλις ἡ πρότερον Τυρρηνῶν, ὕστερον δὲ Ῥωμαίων. Στράτιον πόλις Ἀκαρνανίας. Θούριον πόλις Ἰταλίας πρότερον Σύβαρις ὀνομασθεῖσα ἡ καὶ Θούριοι, ὡς ἐν τῷ Ἡροδότου ἐπιγράμματι Ἡρόδοτον Λύξεω κρύπτει κόνις ἧδε θανόντα, Ἰάδος ἀρχαίης ἱστορίης πρύτανιν, Δωρίδος ἐκ πάτρης βλαστόν τʼ ἄπο· τῶν γὰρ ἄτλητον μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην. Τείρια πόλις Λευκοσύρων. Ἑκαταῖος Ἀσίᾳ. Τέμβριον πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Ἀλέξανδρος δὲ Τεμβρίειόν φησιν ὡς Γορδίειον. Τίνδιον πόλις Λιβύης. Τράλλιον πόλις Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Νύμφις ἐν πρώτῳ περὶ Ἡρακλείας. Φάκιον πόλισμα Θεσσαλίας. Θουκυδίδης δʹ … . Φοίτιον πόλις Ἀκαρνανίας. λέγεται καὶ Φοιτίαι. Φρίκιον ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφʼ οὗ Φρικᾶνες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. Φρύγια τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. Χήσιον πολίχνιον Ἰωνίας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας «ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐντὸς τοῦ Ψιλίου ποταμοῦ». Ψύχιον τόπος Κρήτης, ἐν ᾗ πόλις ἦν ὁμώνυμος. Πόρθμιον καὶ Πορθμία κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Μέντιον τὸ ὄρος.
Τὰ διὰ τοῦ νιον ἔχοντα πρὸ τοῦ ν σύμφωνον προπαροξύνεται χωρὶς εἰ μὴ ἔχοι ἡ πρώτη τὸ α μὴ μεθʼ ἑτέρου φωνήεντος μηδὲ μετὰ συμφώνων κατὰ σύλληψιν, ἄνευ τῶν ὑποκοριστικῶν, ποίμνιον, δέμνιον, παίγνιον, τὸ γὰρ α οὐκ ἔστι μόνον, σάννιον τὸ αἰδοῖον· τὰ γὰρ σύμφωνά ἐστι κατὰ διάστασιν. φέρνιον ἡ σπυρὶς τῶν ἰχθύων, ἴχνιον, κέρνιον. τὸ δὲ ἀμνίον παροξύνεται καὶ τὸ σκυμνίον.
Τὰ διὰ τοῦ ιον τρισύλλαβα ἔχοντα δίφθογγον ἐν τῇ ἀρχούσῃ προπαροξύνεται, μὴ ὄντα ὑποκοριστικά, φρούριον, παίγνιον, ποίμνιον, Σούνιον, Αἴγιον, αὔλιον ἡ ἐν τοῖς ἀγροῖς οἴκησις, πλαίσιον ἡ τετραγωνοειδὴς τῶν στρατιωτῶν σύνταξις. γέγονε δὲ παρὰ τὸ πέλας πελάσιος καὶ συγκοπῇ πλάσιος καὶ πλεονασμῷ τοῦ ι πλαίσιος. τὸ δὲ σχοινίον, κρουνίον ὑποκοριστικά.
Τὰ διὰ τοῦ νιον τρισύλλαβα ἔχοντα η ἐν τῇ ἀρχούσῃ παροξύνεται, ἡνίον, σπληνίον. τὸ δὲ ὤνιον προπαροξύνεται.
Τὰ διὰ τοῦ ιον τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ ι δύο σύμφωνα, ὧν οὐδέτερον ἢ τὸ ἓν οὐκ ἔστιν ἀμετάβολον, παροξύνεται, ἰσχίον, ἱστίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱστοῦ. τὸ σίλφιον καὶ ὅρκιον προπαροξύνεται.
Τὰ διὰ τοῦ ηϊον Ἰωνικὰ προπαροξύνεται, λήϊον, νήϊον· ἔστι καὶ Νήϊον ὄρος Ἰθάκης, ἀφʼ οὗ κατὰ Κράτητα αἱ νηϊάδες, οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. αἱ δὲ νηϊάδες ἀπὸ τοῦ νήϊος ἢ ἀπὸ τοῦ νηΐς. τὸ δὲ Ὑπονήϊον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλις Φρυγίας, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρσήϊον πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ … . ποσιδήϊον «ποσιδήϊον, ἀγλαὸν ὕδωρ», ἐκ τοῦ ποσίδειον παρὰ τὸ Ποσιδέης ὡς Ἡράκλειον παρὰ τὸ Ἡρακλέης. σημήϊον, μνημήϊον, βασιλήϊον, παρήϊον «τῆς τήκετο καλὰ παρήϊα». λαισήϊον. λέγονται δὲ πάντα τὰ κατὰ μάχην σκεπαστήρια λαισήϊα διὰ τὸ ἐν τῇ λαιᾷ φέρεσθαι.
Τὰ διὰ τοῦ ωϊον προπαροξύνεται. Ἀλώϊον πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέος. Ὁμολώϊον τεμενικὸν κατὰ πλεονασμὸν τοῦ ω ἐκ τοῦ Ὁμόλιον.
Πᾶν εἰς ιον ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύριον ἢ προσηγορικὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται, Περγάντιον πόλις Λιγύων, Αἰάντιον, Βυζάντιον, ἀρτοπώλιον, πλοιάριον, παρθένιον, Διωνύσιον, οἰνοπώλιον, κωδώνιον, αὐχένιον, διαβούλιον.
Τὰ εἰς ιον ὑπὲρ τρεῖς συλλαβὰς β, γ, δ, ζ, θ παραληγόμενα προπαροξύνεται, ἱπποφόρβιον, συφόρβιον, Κανήβιον πόλις Καρίας ἡ ὕστερον Κύον, Λανούβιον πόλις περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Σηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Σακῶν. Ἑλλάνικος Σκυθικοῖς. Ἁρπάγια τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. Στυλλάγιον πόλις Τριφυλίας. Σεσίνδιον πόλις Ἰνδική. Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωϊκοῦ διακόσμου. τραπέζιον. Ὑρνήθιον χωρίον ἐν Ἐπιδαύρῳ ἀπὸ Ὑρνηθοῦς τῆς Τημένου θυγατρός. Παυσανίας δευτέρῳ περιηγήσεως.
Ἔτι τὰ εἰς ιον ὑπερτρισύλλαβα κ παραληγόμενα προπαροξύνεται, περδίκιον καὶ Περδίκια χώρα καὶ λιμὴν Λυκίας. πινάκιον, πιττάκιον, θρινάκιον, δελφάκιον, σκυλάκιον, Ναρύκιον πόλις Λοκρίδος, ἣ καὶ Νᾶρυξ λέγεται. Βρυσάκιον πόλις τῆς Παρθίνης. Στυράκιον ὄρος Κρήτης. Φαρνάκιον πόλις Φρυγίας, ὡς Ἀλέξανδρος περὶ Φρυγίας τρίτῳ.
Τὰ διὰ τοῦ λιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ὁμόλιον πόλις Μακεδονίας καὶ Μαγνησίας. Στράβων ἑβδόμῃ. πηδάλιον, κειμήλιον, κανθήλιον τὸ ἐπὶ τῇ πρύμνῃ ἐπικαμπὲς ξύλον. ἑδώλιον τὸ βάθρον τῆς νεώς, ἐφʼ ὃ καθέζονται οἱ ἐρέσσοντες. τραγάλιον, οἰνοπώλιον, ἀρτοπώλιον. Βαργύλια πόλις Καρίας, ἣν Ἄνδανον οἱ Κᾶρές φασιν, Ἀχιλλέως κτίσμα λέγοντες. ὠνομάσθη δὲ ἀπὸ Βαργύλου, ὃς πληγεὶς ὑπὸ Πηγάσου τελευτᾷ, Βελλεροφόντης δʼ ἀνιαθεὶς ἐπὶ τῷ ἑταίρῳ ἔκτισε Βαργύλια. Ἰδάλιον πόλις Κύπρου. Ὀμφάλιον τόπος Κρήτης πλησίον Θενῶν καὶ Κνωσσοῦ. ἔστι καὶ Θετταλίας. Ἐπιτάλιον πόλις τῆς Τριφυλίας. Πολύβιος τετάρτῃ. Ἀμφιμάλιον πόλις Κρήτης ἀπὸ Ἀμφιμάλου. λέγεται καὶ Ἀμφίμαλα. Σανδάλιον Πισιδίας χωρίον. Ταυροπόλιον ἐν Ἰκαρίᾳ νήσῳ παρακειμένῃ τῇ Σάμῳ Ἀρτέμιδος ἱερόν. Στράβων ιδʹ. Διοβούλιον πολίχνιον πλησίον τοῦ Πόντου. Δασκύλιον πόλις Καρίας ἐπὶ τοῖς ὅροις τῆς Ἐφεσίας ἀπὸ Δασκύλου τοῦ υἱοῦ Περιαύδου. ἔστι καὶ ἑτέρα πόλις μετὰ τὰ Τρωϊκὰ κτισθεῖσα. τρίτη τῆς Ἰωνίας τὸ μέγα λεγόμενον ὡς μεῖζον τῶν ἄλλων. τετάρτη περὶ Βιθυνίαν. πέμπτη τῆς Αἰολίδος καὶ Φρυγίας.
Ὡσαύτως καὶ τὰ εἰς υλλιον ὑποκοριστικά, παιδαρύλλιον, κρεύλλιον, μειρακύλλιον.
Τὰ διὰ τοῦ μιον προπαροξύνεται, Μενεδήμιον πόλις Λυκίας. Ἀφόρμιον τόπος Θεσπιέων. Ἀφροδίσιος ἤτοι Εὐφήμιος ἐν τῷ περὶ τῆς πατρίδος. ὅθεν καὶ τὸν κυβερνήσαντα τὴν ναῦν τὴν Ἀργὼ Τῖφυν. «καὶ λόγος παρʼ ἡμῖν τῆς νεὼς ἀφορμησάσης ἐντεῦθεν μετὰ τῶν ἀριστέων, ἀφʼ οὗπερ ἀπέπλευσεν ἡ ναῦς». Τορτόμιον πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. Ὑάμιον πόλις Τρωϊκή.
Τὰ διὰ τοῦ νιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Μαλάνιον πόλις μία μεσογείας τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρʼ Ἀττικοῖς, γράφεται δὲ καὶ ὀπτανεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλις πρὸς τῷ Πόντῳ. Βρυάνιον πόλις Θεσπρωτίας. Ἀζάνιον· οὕτω τινὲς Αἰζανούς, πόλιν Φρυγίας, φασίν, ἣν Στράβων δωδεκάτῃ Ἀζανούς λέγει «τῆς δʼ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια». Μεδιολάνιον πόλις Ἀκυτανίας. Ὑρκάνιον πεδίον τῆς Λυδίας, ὡς Ἐρατοσθένης ἐν πέμπτῳ Γαλατικῶν. ἑλένιον, Ὁρμένιον, Παρθένιον πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. ἔστι δὲ καὶ ὄνομα ὄρους. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς ει διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄρος ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλις Σικελίας. Τημένιον χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. Ἀλαλκομένιον πόλις Βοιωτίας ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηΐδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἐλευσίν Ἐλευσίνιον. σκηνή προσκήνιον, περισκήνιον, σελήνη σελήνιον. θίς θινός θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ … . Κυτίνιον μία πόλις τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλις Ἰλλυριῶν, ὡς Στράβων. Λαβίνιον πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. Λακίνιον ὄρος Κρότωνος. Λυκόφρων «καὶ Λακινίους μυχούς». δαιμόνιον, χελιδόνιον, ὀθόνιον, ἀκόνιον, εἰκόνιον. Ἰκόνιον πόλις Λυκαονίας πρὸς τοῖς ὅροις τοῦ Ταύρου· φασὶ δʼ ὅτι ἦν τις Ναννακός, ὃς ἔζησεν ὑπὲρ τὰ τριακόσια ἔτη. τοὺς δὲ πέριξ μαντεύσασθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύσειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. Πελεθρόνιον ὄρος Θετταλίας. Παραιτόνιον πόλις πλησίον Ἀλεξανδρείας, ἣν Ἀμμωνίαν καλοῦσι. Λινδόνιον πόλις τῆς Βρεττανίας. Φλυγόνιον πόλις Φωκίδος. λέγεται καὶ θηλυκῶς Φλυγονία. Ἀργύννιον. Ἀριστοφάνης δὲ Ἀργύννειον διὰ διφθόγγου. Βιθύνιον πόλις Βιθυνίας. Παυσανίας ὀγδόῳ. Ἑρκύνιον ὄρος Ἰταλίας, ἀφʼ οὗ Ἑρκυνίς ἡ χώρα καὶ Ἑρκύνιος τὸ κτητικόν. Ἀλέξανδρος Εὐρώπῃ. Ἀρδύνιον πόλις ἐν Θήβης πεδίῳ, ὡς Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ. παιώνιον, κωδώνιον, χελώνιον, ὀψώνιον, χιτώνιον, τριβώνιον, πωγώνιον, Πλατώνιον, Ἱππώνιον πόλις Βρεττίων, ἀπὸ ἥρωος. Ἀσκαλώνιον. καὶ οὕτως λέγεται ἡ πόλις Ἀσκάλων. Πανιώνιον τέμενος καὶ πόλις ἐν τῇ παραλίᾳ τῶν Ἐφεσίων καὶ Σαμίων. Μεταγώνιον πόλις Λιβύης. Ἑκαταῖος Ἀσίᾳ. θηλυκῶς δὲ ταύτην φασί. Θεμισώνιον χωρίον Φρυγίας. Ἀρτεμίδωρος. Λαμπώνιον πόλις Τρῳάδος. Ἑλλάνικος, Ἑκαταῖος δὲ Ἀσίᾳ Λαμπώνειαν αὐτήν φησι. Θηγώνιον πόλις Θεσσαλίας. Ἑλλάνικος πρώτῃ Δευκαλιωνείας. Κυτώνιον πόλις μεταξὺ Μυσίας καὶ Λυδίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῳ. Πολεμώνιον ἐν Πόντῳ λιμὴν καὶ πόλις. Ποπλώνιον πόλις Τυρρηνῶν. Σκιρτώνιον πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ. Ταρχώνιον πόλις Τυρρηνίας, ἀπὸ Τηλέφου παιδὸς Τάρχωνος. Τιθρώνιον Φωκικὴ πόλις. Τιμώνιον πόλις Παφλαγονίας. Τριχώνιον πόλις Αἰτωλίας. Γερούνιον πόλις Ἰταλίας. Ἐλύμνιον νῆσος Εὐβοίας πόλιν ἔχουσα. λέγεται καὶ Ἐλυμνία.
Τὰ εἰς ιον ξ ἢ π παραληγόμενα οὐδέτερα ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἀμφάξιον πόλις. δύο μέρη λόγου. Ὑπερδέξιον χωρίον Λέσβου, ἐν ᾧ Ζεὺς Ὑπερδέξιος καὶ Ὑπερδεξία Ἀθηνᾶ. ἐρείπιον. καὶ λέγει ὁ Δίδυμος, ὅτι τὸ ἐρίπω καὶ ἐρίπια διὰ τοῦ ι ὤφειλε γράφεσθαι, ἐπειδὴ παρὰ τὸ ἐρίπνη ἐστίν, ὅπερ σημαίνει τὴν μεγάλως περιπνεομένην. τὸ δὲ ἐρίπνη διὰ τοῦ ι παρὰ τὴν ἐρί ἐπίτασιν. ὁ δὲ Φιλόξενος λέγει, ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡς καὶ Δίδυμος. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωσεν οὐ διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τῆς ει διφθόγγου. οὕτως γὰρ ἔχει ἡ παράδοσις. ἔστι δὲ καὶ ἀπὸ τοῦ ἔρα ἡ γῆ ἐρέπτω καὶ πλεονασμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω καὶ ἐρείπια. ἐνώπιον τὸ ἔνδον τῶν θυρῶν, προνώπιον τὸ ἔμπροσθεν τῶν θυρῶν ἔνθα αἱ εἰκόνες τίθενται, ἀνθρώπιον, παρώπιον τὸ ἐπιτιθέμενον τοῖς ἵπποις δέρμα ἀνὰ τὰς ὄψεις. εἰσώπιον, Μεσσάπιον ὄρος Εὐβοίας ἀπὸ Μεσσάπου τοῦ μετοικήσαντος εἰς Ἰταλίαν. Μελανίππιον πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ, τινὲς δὲ Λυκίας φασί. Ἐλλόπιον πόλις Αἰτωλίας. Πολύβιος ιαʹ. Τριόπιον πόλις Καρίας ἀπὸ Τριόπου τοῦ πατρὸς Ἐρυσίχθονος. λέγεται καὶ Τριοπία. Αἰθόπιον χωρίον Λυδίας παρὰ Ὕλλῳ ἢ πλησίον τοῦ Εὐρίπου, ἀφʼ οὗ ἡ Ἄρτεμις Αἰθοπία. οἱ δὲ ὅτι παρὰ τοῖς Αἰθίοψι διάγουσαν Ἀπόλλων ἤγαγεν αὐτήν, οἱ δὲ τὴν αὐτὴν τῇ σελήνῃ παρὰ τὸ αἴθειν ὡς Καλλίμαχος, οἱ δὲ ὅτι ἡ αὐτή ἐστι τῇ Ἑκάτῃ, ἥτις ἀεὶ δᾷδας ἔχει, ὡς Ἐρατοσθένης. Κωνώπιον πόλις τῆς Μαιώτιδος λίμνης.
Τὰ διὰ τοῦ ριον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, ὀψάριον, οἰνάριον, ἱππάριον, φυτάριον καὶ σουδάριον, κελλάριον ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου ἐκτεταμένου τοῦ α. Ὁμάριον πόλις Ἰταλίας. Θεόπομπος Φιλιππικῶν καʹ. Μαρμάριον πόλις Εὐβοίας. —περιστέριον, διφθέριον. Κυτέριον πόλις Οἰνωτρῶν ἐν τῇ μεσογείᾳ. Ἑκαταῖος Εὐρώπῃ. Κιέριον· οὕτως Ἄρνη πόλις Θεσσαλίας καλεῖται. Κρασέριον Σικελίας φρούριον. Φίλιστος ὀγδόῳ. Ἀμέριον πόλις Ἰταλίας. Ἐλευθέριον πολίχνιον Μυσίας. ἀστέριον καὶ Ἀστέριον πόλις Θετταλίας. Ὅμηρος «οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα». οὕτω δὲ καλεῖται διὰ τὸ λαμπρόν, ὅτι ἐφʼ ὑψηλοῦ ὄρους κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἢ ἀπὸ Ἀστερίου τινὸς ἥρωος. Ἀτέριον πόλις Σικελίας. Τολέριον πόλις Ἰταλίας. Φαλέριον πόλις Τυρρηνίας. Χειμέριον ἄκρα Θεσπρωτίας. θυτήριον, μοναστήριον, ἱλαστήριον. Σφακτήρια μεθόριον Ἠλείων τῆς πρὸς Μεσσήνην χώρας. κέκληται δʼ οὕτως, ὥς φησιν Ἐχεφυλλίδης, διὰ τὸ ἐν αὐτῷ σφαγιασαμένους τοὺς Ἡρακλείδας πρὸς Ὄξυλον ποιήσασθαι συνθήκας περὶ φιλίας καὶ ὁμονοίας. Καβείριον πόλις τῆς κάτω Ἀσίας ἡ καὶ Καβειρία καὶ Κάβειρος. ὀσχοφόριον, προσφόριον, θεσμοφόριον, ὠμοφόριον, ἐμπόριον. ἔστι δὲ καὶ Ἐμπόριον πόλις Κελτική, κτίσμα Μασσαλιωτῶν. δευτέρα Μακεδονίας. τρίτη Σικελίας. τετάρτη Καμπανίας. παλινδόριον τὸ εἰργασμένον δέρμα, κιχόριον εἶδος βοτάνης. Ἀνακτόριον Ἀκαρνανίας πόλις, Κορινθίων ἄποικος. Θουκυδίδης τετάρτῃ … . ἀρσενικῶς παρὰ Σοφοκλεῖ. Χαλκητόριον πόλις Κρήτης. Νικηφόριον. οὕτως ἡ Κωνσταντῖνα ἡ περὶ Ἔδεσσαν πόλις. Βοσπόριον τοῦ Βυζαντίου λιμήν, ὃς καὶ Βόσπορος λέγεται. Ἀμόριον πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ. Φιληνόριον πόλις ἐν Ἀρναίᾳ χώρᾳ τῆς Βοιωτίας ἀπὸ Φιλήνορος τοῦ Αἰτωλοῦ. Ἀλαβούριον πόλις Συρίας. Χάραξ ὀγδόῃ χρονικῶν. Ἀγκύριον πόλις Ἰταλίας. Ὀνθύριον πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. Μανδύριον πόλις Ἰαπυγίας. Ἀταβύριον ὄρος Σικελίας, ὡς Τίμαιος. κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου. ἔστι καὶ Περσικὴ πόλις· ἔστι καὶ Φοινίκης. Ζεφύριον. ἡ Ἁλικαρνασσὸς τῆς Καρίας οὕτως ἐκαλεῖτο, ὡς Φίλων, καὶ πόλις Κιλικίας. ἔστι καὶ Σκυθίας χωρίον. ἔστι καὶ Ἰταλίας Ζεφύριον, ἀφʼ οὗ Λοκροὶ Ἐπιζεφύριοι. ἔστι καὶ ἄκρα τῆς Αἰγύπτου, ἀφʼ ἧς ἡ Ἀφροδίτη καὶ Ἀρσινόη Ζεφυρῖτις, ὡς Καλλίμαχος. Πλημμύριον φρούριον Συρακουσῶν. Σατύριον χωρίον πλησίον Τάραντος. νεώριον. Μακτώριον πόλις Σικελίας. Φίλιστος πρώτῳ. κασώριον τὸ πορνεῖον. Ἀριστοφάνης «ἐν κασωρίοισι λείχων». Ἀσσώριον πόλις Σικελίας. ταύτην τρισυλλάβως Ἄσσωρον καλεῖ Ἀπολλόδωρος ἐν δʹ χρονικῶν. Ἰσσώριον ὄρος τῆς Λακωνικῆς, ἀφʼ οὗ ἡ Ἄρτεμις Ἰσσωρία. Πολιτώριον πόλις Λατίνων, ἣν ἑλὼν Μάρκιος ὁ βασιλεὺς μετήγαγεν εἰς Ῥώμην. Φαγρώριον πόλις, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν Αἰγυπτιακοῖς, ἐξ οὗ σύνθετον Φαγρωριόπολις. ἀνεμούριον, σισύμβριον ἡ βοτάνη. Τενέβριον ἀκρωτήριον Ἰβηρίας. ἀνδράγρια, ζωάγρια, μοιχάγρια. τρωγλύδριον, Πριαμιλλύδριον, νεανισκύδριον. Μεθύδριον πόλις Ἀρκαδίας. καὶ ἑτέρα πόλις Θεσσαλίας, ὡς Φίλων. Τελέθριον ὄρος τῆς ἐν Εὐβοίᾳ Ἐλλοπίας. Στράβων δεκάτῃ. Παντομάτριον πόλις Κρήτης. Δημήτριον τόπος περὶ Θεσσαλίαν περὶ τὸ Κροκωτὸν πεδίον κείμενος παρὰ τὸν Ἄμφρυσον. ἔστι καὶ πόλις Αἰολίδος.
Τὰ διὰ τοῦ σιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Βουπράσιον πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος «οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον». γυμνάσιον, ἱππάσιον, κοράσιον. Ὀρεσθάσιον πόλις Ἀρκαδικὴ ἀπὸ Ὀρεσθέως τοῦ Λυκάονος. Παυσανίας ὀγδόῳ. Κορυφάσιον χωρίον Λακωνικὸν πλησίον Πύλου. Θουκυδίδης τετάρτῃ. Ψευδοκοράσιον αἰγιαλὸς μέγας μεταξὺ Κωρύκου καὶ τῆς Σελευκείας τῆς παρʼ Ἰσαύροις. Ἀρτεμίδωρος ἐνάτῳ τῶν γεωγραφουμένων «παραλλάξαντι δὲ ταύτην αἰγιαλὸς ἄλλος ἐκδέχεται σταδίων τριῶν, μηνοειδὴς καὶ ὕφορμος, καλούμενος Ψευδοκοράσιον» Θαυμάσιον ὄρος Ἀρκαδίας, ἐν ᾧ τὸν λίθον ὁ Κρόνος κατέπιεν. κυνηγέσιον. Βρεντέσιον πόλις παρὰ τὸν Ἀδρίαν ἀπὸ Βρέντου Ἡρακλέους ἢ ὡς εὐλίμενος οὖσα· ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ κατακλείονται. ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου οὕτως ὠνομάσθη βρέντον γὰρ παρὰ Μεσσαπίοις ἡ τῆς ἐλάφου κεφαλή, ὡς Σέλευκος ἐν δευτέρῳ γλωσσῶν. Εἰλέσιον πόλις Βοιωτίας. Ὅμηρος «καὶ Εἰλέσιον καὶ Ἐρυθράς». Μαραθήσιον πόλις Καρίας. ἔστι καὶ πόλις Ἐφεσίων. Ἀκακήσιον πόλις Ἀρκαδίας, ἀπὸ Ἀκάκου παιδὸς Λυκάονος, ὡς Παυσανίας ὀγδόῃ. Ἀλήσιον τῆς Ἤλιδος «πέτρης τʼ Ὠλενίης καὶ Ἀλησίου». ἀπὸ Ἀλησίου τοῦ Σκιλλοῦντος υἱοῦ. γράφεται καὶ Ἀλείσιον. ἔστι καὶ Ἀλήσιον πεδίον τῆς Ἠπείρου, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. Μανήσιον πόλις Φρυγίας. Ἀλέξανδρος. ἀπὸ Μανοῦ σφόδρα εὐπόρου κτιστοῦ. Γαλλήσιον πόλις Ἐφέσου. Παρθένιος ἐν ἐπικηδείῳ τῷ εἰς Αὐξίθεμιν. Ἀρτεμίσιον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ Ἀρτεμίτιον αὐτὴν καλεῖ, ἴσως δωρικῶς. ἔστι καὶ πόλις Εὐβοίας. ζευγίσιον. πόσις πόσιον καὶ συμπόσιον. βόσις ἡ τροφὴ ἱπποβόσιον. Διονύσιον, Κανύσιον μεγίστη τῶν Ἰταλιωτίδων πόλεων. Στράβων ἕκτῃ. λέγεται καὶ Καινύσιον. Περραίσιον πόλις μία τῶν δώδεκα τῶν παρὰ τοῖς Τυρρηνοῖς ἀρχητίδων καλουμένων. Μερούσιον χωρίον Σικελίας, ὡς Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. τινὲς δὲ ἀπὸ Μερόης τῆς Αἰθιοπίας. Πηλούσιον πόλις Αἰγύπτου, εἰς ἣν ἐκρεῖ τὸ πρῶτον στόμα τοῦ Νείλου. ἔστι καὶ Πηλούσιον λιμὴν Θετταλίας. Δαφνούσιον Αἰγύπτου κώμη. Τιλφούσιον πόλις Βοιωτίας. Στράβων ἐνάτῃ.
Τὰ διὰ τοῦ τιον ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, ἁλάτιον, ἀκάτιον, γονάτιον, δωμάτιον, κεράτιον, Παλάτιον. Ῥεάτιον πόλις Ἰταλίας. Φοροβρεντάτιον πόλις Λιβύης. Ἐργέτιον πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ἀρρήτιον πόλις Τυρρηνίας. Κορυφήτιον τὸ ὄρος Ἀζανίας. Βαρήτιον χωρίον πρὸς τῷ Ἀδρίᾳ. Θεόπομπος πεντηκοστῷ δευτέρῳ. Σκυλλήτιον πόλις Σικελίας, ὡς Εὔδοξος ἕκτῃ. Παπίτιον πόλις Παφλαγονίας. Ζηνοδότιον πόλις Ὀσροηνῆς πλησίον Νικηφορίου. Ἀρριανὸς Παρθικῶν δευτέρῳ. Ζιποίτιον πόλις Βιθυνίας ἀπὸ Ζιποίτου βασιλέως. Αἰάντιον ἡ πόλις. βαλάντιον τὸ ἀκόντιον. Περγάντιον Λιγύων πόλις. Ἀκαμάντιον πόλις τῆς μεγάλης Φρυγίας, Ἀκάμαντος κτίσμα τοῦ Θησέως, ᾧ συμμαχήσαντι πρὸς τοὺς Σολύμους τὸν τόπον δέδωκεν Ἴσανδρος. Βυζάντιον πόλις διασημοτάτη πρὸς τῇ Προποντίδι πρὸς τῷ μέρει τῆς Εὐρώπης. ἐκλήθη δʼ ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος. ἢ ὅτι τοῦ στόλου Βύζης ἦν ἡγεμών. ἔστι καὶ Βυζάντιον ἕτερον ἐν τῇ Ἰνδικῇ. Βαβράντιον τόπος περὶ Χίον. Πολύβιος ἑκκαιδεκάτῳ. ἔοικε δʼ ὑποκοριστικὸν τοῦ Βάβρας. Παλλάντιον πόλις Ἀρκαδίας ἀπὸ Πάλλαντος, ἑνὸς τῶν Λυκάονος παιδῶν ὡς Ἡσίοδος. τινὲς δὲ Παλλαντιάδα καλοῦσιν. Παρέντιον πόλις καὶ λιμὴν πλησίον Ἰστρίας. Μοργέντιον πόλις Ἰταλίας ἀπὸ Μοργήτων. λέγεται καὶ Μοργεντία. Πολλέντιον ἡ Πολλεντός. πόλις. Συρρέντιον πόλις Τυρρηνίας καὶ Συρρεντόν. Φερέντιον πόλις Σαυνιτῶν ἐν Ἰταλίᾳ. λεόντιον, δρακόντιον, ἀκόντιον. ἔστι καὶ Ἀκόντιον πόλις Ἀρκαδίας ἀπὸ Ἀκοντίου τοῦ Λυκάονος. ἔστι καὶ ἑτέρα Εὐβοίας, ὡς Ξεναγόρας καὶ Ἀνδροτίων ὀγδόῃ. ὀδόντιον ἡ βοτάνη καὶ τὸ τοῦ στόματος. γερόντιον, Μεταπόντιον πόλις Ἰταλίας ἡ πρότερον Σῖρις ἀπὸ Μετάβου τοῦ Σισύφου τοῦ Αἰόλου. τὸν γὰρ Μετάποντον οἱ βάρβαροι Μέταβον ἔλεγον. Ἱερόντιον ἡ πόλις. Δυσπόντιον πόλις Πισαίας, ἀπὸ Δυσπόντου τοῦ Πέλοπος, παρὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν. Μαμέρτιον πόλις Ἰταλίας. Λαφύστιον.
Τὰ διὰ τοῦ φιον οὐδέτερα μονογενῆ προπαροξύνεται, ζωΰφιον, δενδρύφιον, ὀρνύφιον, ὠΰφιον, χρυσάφιον, ἀργυράφιον, μοιράφιον.
Τὰ διὰ τοῦ χιον ὑπὲρ τρεῖς συλλαβὰς οὐδέτερα προπαροξύνεται, ὀνύχιον. ἔστι καὶ Ὀνύχιον τόπος Κρήτης, ἀπὸ ὄνυχος ἀγκύρας ἐνσχεθείσης ἐν αὐτῷ τῶν Ἀμυκλαίων ἀποικησάντων. Δυρράχιον πόλις Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος. Στράβων ἐν ηʹ φησί «μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη, ἐφʼ ἧς ἵδρυται». Ἐρατοσθένης γʹ γεωγραφουμένων «ἐχόμενοι δʼ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῷος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται». λέγει δὲ Παυσανίας ϛʹ περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως «Ἐπιδάμνιοι μὲν χώραν ἥνπερ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ αὐτὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δʼ ἀφεστηκυῖαν ὀλίγον. ὄνομα δὲ τῇ πόλει τῇ νῦν Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ». Ἀλέξανδρος δὲ ἐν Εὐρώπῃ μετὰ τοῦ σ Δυσράχιον αὐτὴν καλεῖ «Δυσραχίου τʼ Ἐπίδαμνος ἐπʼ ἀγχιάλου χθονὸς ἀκτῆς». δυσράχιον γάρ ἐστι, ὅ ἐστι δυσέξοχον. τρέψαν δὲ τὸ σ εἰς ρ εὐφωνότερον λαλεῖται Δυρράχιον, καθάπερ καὶ Τυρσηνός Τυρρηνός, ταρσός ταρρός, πυρσός πυρρός. Δουλίχιον μία τῶν Ἐχινάδων νήσων, ἡ καὶ Δολίχα καλουμένη ἀπὸ Δουλιχίου τοῦ Τριπτολέμου. Ὠρύχιον τόπος τῆς Ἀττικῆς.
Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἥραιον τὸ τέμενος καὶ πόλις Θρᾴκης. Ἡρόδοτος τετάρτῃ … . τὸ δὲ Ἡραῖον τεῖχος. ἔλαιον, Δίρκαιον, Κίρκαιον τὸ ὄρος, τρόπαιον καὶ τροπαῖον Ἀττικῶς, νόμαιον τὸ μονογενές, οὔραιον, Σκύλλαιον ἄκρα, περὶ ἧς Ἑκαταῖος ἐν Εὐρώπῃ φησίν. πρέμναιον. Κότταιον τὸ ὄρος, Ἕρμαιον, Φοίβαιον, Κύταιον πόλις Κρήτης, γύναιον, Λύκαιον τὸ ὄρος, κώπαιον, δέραιον, νύμφαιον καὶ Νύμφαιον πόλις Ταυρικὴ μεταξὺ Παντικαπαίου μητροπόλεως καὶ Θεοδοσίας, ὥς φησι Στράβων, τὸ δὲ νυμφαῖον κτητικόν. Λέχαιον, Φύταιον πόλις Αἰτωλίας. Πολύβιος ἑνδεκάτῳ. Χάλαιον πόλις Λοκρῶν. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Λοκροί· ἐν δὲ Χάλαιον πόλις, ἐν δὲ Οἰάνθη πόλις». σπήλαιον τὸ ἄντρον. Τύπαιον ὄρος Ἤλιδος. Παυσανίας Ἠλιακῶν αʹ. Σάρδαιον ὄρος περὶ Ἀσωπόν. Μάρκαιον ὄρος τῆς Τρῳάδος πρὸς τῇ Γέργιθι. Λήναια ἀγὼν Διονύσου ἐν ἀγροῖς. τὸ δὲ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου καὶ Σηταῖον χωρίον παρὰ Σύβαριν καὶ Συρμαῖον πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας καὶ Θυραῖον πόλις Ἀρκάδων καὶ Πισσαῖον πόλις Πελαγονίας. Μαζαῖον τόπος ἐν Βιθυνίᾳ κατὰ παραφθορὰν ἐκ τοῦ Ἀμαζόνειον, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. Ῥιπαῖα ὄρος Ὑπερβορέων—προπερισπᾶται ἐπιθετικὰ ὄντα. τὸ ἀρχαῖον προπερισπᾶται ὡς τριγενὲς καὶ τὸ χαῖον ὡς δισύλλαβον.
Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἀθήναιον τὸ τέμενος, Λιλύβαιον ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ πόλις. κεφάλαιον, περιβόλαιον, Φωτίναιον πόλις Θεσσαλίας ὡς Ἑκαταῖος περιηγήσει Εὐρώπης. Νακόλαιον πόλις Φρυγίας, ἣ καὶ Νακόλεια, ἀπὸ Νακόλης νύμφης· ὥσπερ γὰρ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον, οὕτω Νακόλη Νακόλαιον. Κοτύλαιον ὄρος Εὐβοίας ἀνακείμενον Ἀρτέμιδι, ὥς φησιν Ἀρχέμαχος ἐν Εὐβοϊκῶν βʹ. Κυδαθήναιον δῆμος τῆς Πανδιονίδος φυλῆς. Παντικάπαιον πόλις μεγίστη, τῶν κατὰ Βόσπορον μητρόπολις. ᾠκίσθη δὲ παρὰ Αἰήτου παιδός, λαβόντος τὸν τόπον παρὰ Ἀγαήτου τοῦ Σκυθῶν βασιλέως καὶ καλέσαντος τὴν πόλιν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Παντικάπου. Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς. Φοινίκαιον ὄρος Κορίνθου. Ἔφορος ἐννεακαιδεκάτῳ. Προστρόπαια πόλις Σικελίας. Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονίας, ὃ καὶ Κάναστρον λέγεται, καὶ Ἀραχναῖον ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων αʹ. καὶ Ἀμυκλαῖον πόλις ἐν Κρήτῃ καὶ ὅρμος. τὰ γὰρ διὰ τοῦ αιον ἁπλᾶ ὑπὲρ τρεῖς συλλαβὰς ἔχοντα τὴν τετάρτην ἀπὸ τέλους διὰ τοῦ α καὶ τὴν ἑξῆς διὰ τοῦ α ἢ διὰ τοῦ υ περισπᾶται. πρόσκειται δʼ ἁπλᾶ διὰ τὸ κατάγαιον. ἔτι δὲ καὶ τὸ Στεφαναῖον πόλις Φωκίδος, ἣ καὶ Στεφάνη λέγεται, καὶ τὸ Κορυφαῖον, ὄρος ἐστὶ τῶν Ἐπιδαυρίων, ἐν ᾧ τιμᾶται Ἄρτεμις Κορυφαία. Παυσανίας δευτέρῳ. καὶ τὸ Τιλφωσσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. Ἔφορος—προπερισπᾶται.
Τὰ διὰ τοῦ ειον τρισύλλαβα προπαροξύνεται κύρια ὄντα, Βούδειον. Ὅμηρος «ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ». πόλις ἐν Μαγνησίᾳ τῇ κατὰ Εὐρώπην ἀπὸ τοῦ οἰκίσαντος Βουδείου. λέγεται καὶ Βούδεια. Χλούνειον τόπος ἐν Αἰτωλίᾳ, ὅπου ἦν ὁ χλούνης. Σίγειον πόλις Τρῳάδος, ὡς Στράβων τρισκαιδεκάτῳ. Λάγειον τὸ ἱπποδρόμιον Ἀλεξανδρείας ἀπὸ Λάγου τινός. Λύκειον τὸ γυμνάσιον Ἀθήνησι. Γύθειον πόλις Λακωνική. Λυκόφρων «δισσὰς σαλάμβας κʼ ἀπὸ Γυθείου πλακάς». τινές φασι, ὅτι Πύθιον ἐκαλεῖτο, κακῶς. Σέρρειον ἀκρωτήριον τῆς Θρᾴκης. ἔστι καὶ πόλις Σαμοθρᾴκης. λέγεται καὶ Σέρρα, ἧς ἡ γενικὴ κατʼ Ἴωνας Σέρρης. Λαύρειον τόπος ἐν Ἀττικῇ ἔχων μέταλλα. Φίκειον ὄρος Βοιωτίας. τοῦτο δὲ εὕρηται καὶ διὰ βραχέος τοῦ ι. ἴσως δὲ συνεξέδραμεν τῷ Ῥύτιον, Αἴγιον, Σούνιον. Λέπρειον, Καυκώνων πόλις. Ῥοίτειον πόλις Τρῳάδος. Φύτειον πόλις Ἤλιδος τῆς κοίλης ἀπὸ Φυτέως λέγει αὐτὴν ὠνομάσθαι Ἴστρος δʹ τῶν Ἠλιακῶν. Κράνειον γυμνάσιον ἐν Κορίνθῳ. Νάξειον τὸ ὄρος. Ἄσχειον πόλις Ἀχαΐας. Τήνειον πόλις Ἀχαΐας. Τίβειον τόπος Φρυγίας ἀπὸ Τιβίου τινός. Σύλειον πόλις Φρυγίας. ἐν δυσὶ λλ καὶ διʼ ἑνός. γράφεται δὲ καὶ Σύλαιον. Φίνειον τόπος τοῦ Πόντου κτίσμα Φινέως. Χάλκεια πόλις Λιβύης. ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει «ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστίν, ἀλλὰ χαλκουργεῖα». ἔστι καὶ Καρίας Χάλκεια. Ὄγκειον χωρίον Ἀρκαδίας ἀπὸ Ὄγκου δυναστεύσαντος ὡς Παυσανίας δηλοῖ ὀγδόῳ. Μούσειον τόπος περὶ τὸν Ὄλυμπον τὸν ἐν Μακεδονίᾳ. Πολύβιος τριακοστῷ ἑβδόμῳ. Λύρκειον ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλῃ. Ζοίτειον πόλις Ἀρκαδίας. Παυσανίας ηʹ. λέγεται καὶ Ζοίτεια. ἀπὸ Ζοιτέως. Ἄφνειον πόλις Φρυγίας πλησίον Κυζίκου ἢ Μιλήτου πόλεως. ἢ ἀπὸ Ἀφνειοῦ ἢ ἀπὸ Ἀφνείας ναΐδος νύμφης. ἔστι καὶ Λυδίας πόλις. Γάμβρειον πόλις Ἰωνίας. γράφεται δὲ διὰ διφθόγγου ὡς δηλοῖ τὸ Γαμβρήϊον. Τίειον· οὕτως Στράβων ἐν τῷ δωδεκάτῳ Τίον πόλιν Παφλαγονίας τοῦ Πόντου φησί. τὸ δὲ Ἰσεῖον πόλις Αἰγύπτου προπερισπᾶται ὡς Ἰρεῖον καὶ Νεμεσεῖον καὶ ὅσα μὴ τῆς γενικῆς τὸ δ ἐφύλαξαν τεμενικῶν. τοιοῦτος γὰρ ὁ τύπος.
Τὰ διὰ τοῦ ειον τρισύλλαβα ν μόνῳ παραληγόμενα προπαροξύνονται, εἰ ἡ πρὸ τέλους συλλαβὴ εἰς φωνῆεν ἓν λήγοι, ὄνειον, κόνειον ἢ κώνειον, γένειον, δάνειον, κράνειον, κάνειον ὃ καὶ κάνεον, Φάνειον, Πάνειον, κτένειον, ὃ φοροῦσιν αἱ γυναῖκες ἐπὶ τοῦ ἀναδήματος, κύνειον. τὸ δὲ κοινεῖον προπερισπᾶται οὐκ εἰς ἓν φωνῆεν λῆγον καὶ λυχνεῖον καὶ πορνεῖον, οὐ μόνον ἔχοντα τὸ ν.
Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα ἀπὸ ἑνὸς συμφώνου ἀρχόμενα ἔχοντα τὸ η ἢ τὸ ω, μὴ ἔχοντα τὸ μ πρὸ τῆς ει διφθόγγου, προπαροξύνεται, κώρειον, ζήτρειον καὶ ζώτειον, ὁ μύλος ὅπου αἱ ζειαὶ ἐκόπτοντο ἢ τόπου ὄνομα ὅπου οἱ δοῦλοι ἐκολάζοντο, γήτειον, χήλειον ὃ καὶ χέλειον, γήρειον, βήχειον ἡ βοτάνη, κήτειον ἡ βοτάνη τῇ ἀνθέρικι παραπλήσιον εἰς ἔμετον ἐπιτήδειος, μεθʼ ὧν καὶ βρένθειον εἶδος πολυτελοῦς μύρου.
Τὰ διὰ τοῦ ειον μονογενῆ τρισύλλαβα χωρὶς τῶν εἰρημένων προπερισπᾶται, πορθμεῖον, στοιχεῖον, ἀγγεῖον, γραφεῖον, ᾠδεῖον, σημεῖον, μνημεῖον, πρωτεῖον, σφηκεῖον, ἠχεῖον, πορνεῖον, λυχνεῖον, ἀρχεῖον, φυλλεῖον τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦλον, χυτρεῖον, χυρρεῖον τὸ ξύλινον δεσμωτήριον. τοπεῖον τὸ σχοινίον τῆς νεώς. σκαφεῖον τὸ γεωργικὸν ἐργαλεῖον, κουρεῖον τὸ κοινῶς λεγόμενον. τὸ δὲ ἰδίως παρʼ Ἀθηναίοις προπαροξύνεται· οὕτω γὰρ καλεῖται ἐν Ἀττικῇ τὸ ἱερεῖον θυόμενον, ἡνίκα ἐγράφοντο οἱ κοῦροι εἰς τοὺς φράτορας. χαλκεῖον τόπος καὶ ἑορτή. τοῦτο γὰρ ἡ πλείων χρῆσις προπερισπᾷ. πρεσβεῖον, λοφεῖον ἡ θήκη τῆς περικεφαλαίας. μουσεῖον, βραβεῖον, φορεῖον, πορεῖον ἀντὶ τοῦ ὀχήματος. ποδεῖον εἴλημα τῶν ποδῶν. πομπεῖον ὁ τόπος. ὀχεῖον ἡ ἄγκυρα. τὸ δὲ παρειόν «ὦχρος δέ μιν εἷλε παρειά» ὀξύνεται. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος τοῦ αὐτοῦ σημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον γὰρ τὸ σημαινόμενον· οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειάς σὺν τῷ ς, ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» λέγει. ὁ δὲ Ἰξίων δυϊκῶς ἀναγινώσκει καὶ ἐκτάσει τοῦ α παρειά. λέγει δὲ ὁ Ἀσκαλωνίτης «οὐκ ἔστιν εὑρέσθαι ἐπὶ θηλυκῶν ὀνομάτων παρὰ τῷ ποιητῇ τοιοῦτο θηλυκόν» προσέθηκε δὲ ὀνομάτων διὰ τὸ «γηθήσει προφανείσα ἀνὰ πτολέμοιο γεφύρας». τὸ δὲ θέειον ἐκ τοῦ θεῖον κατὰ πλεονασμὸν τοῦ ε γέγονεν ὡς εἷς ἕεις.
Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς κύρια μονογενῆ προπαροξύνεται, Ἀδραμύτειον πόλις τῆς κατὰ Κάϊκον Μυσίας. ἡ γραφὴ διχῶς, διὰ τοῦ τ καὶ διὰ τοῦ δ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι καὶ διʼ ἑνὸς τ καὶ διὰ δύο. ἀλλὰ διʼ ἑνὸς τ, ὅταν ἔχῃ δίφθογγον, καὶ διὰ δύο, ὅταν τὸ ι μόνως. κέκληται ἀπὸ Ἀδραμύττου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελφοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. τινὲς δὲ ἀπὸ Ἕρμωνος τοῦ Λυδῶν βασιλέως. τὸν γὰρ Ἕρμωνα Λυδοὶ Ἄδραμυν καλοῦσι Φρυγιστί. οὐ δύναται δὲ διὰ τὸ μὴ ἔχειν τὸ τ τὸ Ἄδραμυς. λέγεται δὲ καὶ Ἀδραμύττιον, ὡς Κρατῖνος. Κροκύλειον νῆσος Ἰθάκης. Θουκυδίδης τρίτῃ … . Ἡρακλέων δὲ ὁ Γλαύκου τετραμερῆ φησι τὴν Ἰθάκην, ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλατταν Νήριτον καὶ τὸ δεύτερον Νήϊον καὶ τὸ τρίτον Κροκύλειον, τὸ τέταρτον Αἰγίλιπα. Ὑπάτειον ὄνομα ὄρους Καρίας. Ἐφιάλτειον ὄνομα ὄρους. Κηρύκειον ὄνομα λόφου, οὗ φασιν τὸν Ἑρμῆν ἀναβάντα τὴν γένεσιν τῆς Ἀρτέμιδος τοῖς θεοῖς ἀνακηρῦξαι, τοῦ Διὸς ταῦτα προστάξαντος. Ταντάλειον ὄνομα ὄρους. Δασκύλειον ἡ πόλις, ἣ καὶ Δασκύλιον γράφεται. Φορβάντειον ὄρος Τροιζῆνος. Κυκλώπειον τὸ ὄρος. Μυρμήκειον πολίχνιον τῆς Ταυρικῆς, ἣν Στράβων ἑνδεκάτῃ Μυρμήκιον, Ἀρτεμίδωρος δὲ Μυρμηκίαν φησί. τὸ γὰρ ἕτερον προπερισπᾶται. Κλεάδειον τὸ ὄρος. Γορδίειον πόλις τῆς μεγάλης Φρυγίας πρὸς τῇ Καππαδοκίᾳ ἀπὸ Γορδίου τοῦ πατρὸς Μίδου. Αἰόλειον τῆς Θρᾴκης χερρονήσου πόλις. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῇ τρίτῃ «ἐπορεύθη εἰς πόλιν Αἰόλειον τῆς Ἀττικῆς μὲν οὖσαν, πολιτευομένην δὲ μετὰ τῶν Χαλκιδέων». Ἀχίλλειον πόλις ἐν τῷ Σιγείῳ. ἔστι καὶ φρούριον Ἀχίλλειον πλησίον Σμύρνης καὶ τόπος ἐν Σικελίᾳ καὶ κώμη καὶ λιμὴν Μεσσήνης. Λαμπέτειον σῆμα ἐν Λέσβῳ ἀπὸ Λαμπέτου τοῦ Ἴρου. Ἀμαζόνειον πόλις ἐν τῇ Ἀττικῇ, ἔνθα Θησεὺς τῶν Ἀμαζόνων ἐκράτησεν. οὕτως ἐκαλεῖτο καὶ ἡ Κύμη, ἐν ᾗ αἱ Ἀμαζόνες ᾤκουν. Ἑκαταῖος δʼ ἐν τοῖς Αἰολικοῖς διὰ τοῦ ι γράφει τὸ ὄνομα. Βοτιάειον πόλις Φρυγίας ἔχουσα λίμνην Ἄτταιαν λεγομένην, τρέφουσαν ἅλας. Δαρίειον πόλις τῆς Φρυγίας. Διόμεια δῆμος τῆς Αἰγηΐδος φυλῆς. Ἡρακλῆς γὰρ ἐπιξενωθεὶς παρὰ Κολλυτῷ ἠράσθη Διόμου τοῦ υἱοῦ αὐτοῦ. Δοκίμειον πόλις Φρυγίας. Δορίειον Φρυγίας πόλις. Δορυλάειον πόλις Φρυγίας, ὃ καὶ Δορύλαιον Δημοσθένης φησί. Μιδάειον πόλις Φρυγίας. Ἑλλάνικος ἐν δευτέρῳ Δευκαλιωνείας. καὶ Μιδάϊον λέγεται καὶ Μιδήϊον. Κοτιάειον πόλις τῆς ἐπικτήτου Φρυγίας. Στράβων ιβʹ. τινὲς δέ φασι Κοσιάειον ὀφείλει. δοκεῖ δὲ ἀπὸ τοῦ Κόσα Κοσάειον ὡς τοῦ Μίδα Μιδάειον καὶ προσθέσει τοῦ ι Κοσιάειον καὶ τροπῇ Κοτιάειον. Μενελάειον χωρίον Σπάρτης. Κορύλειον κώμη περίσημος ἐν Παφλαγονίᾳ ἀπὸ Κορύλου βασιλεύσαντος. Μολύκρειον· οὕτως Θουκυδίδης δευτέρᾳ … Μολυκρίαν πόλιν Αἰτωλίας καλεῖ. Νεάνδρειον· οὕτως Θεόπομπος καλεῖ Νεάνδρειαν πόλιν Τρῳάδος ἐν Ἑλλησπόντῳ. Νικομήδειον ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. Πολίειον πόλις Ἰταλίας ἀπὸ τῆς ἐν Ἰλίῳ Πολιάδος Ἀθηνᾶς πρότερον Σῖρις καλουμένη. Ποσίδειον πόλις μεταξὺ Κιλικίας καὶ Συρίας. Φιλομήλειον πόλις τῆς μεγάλης Φρυγίας. Στράβων δωδεκάτῃ. Φαναγόρεια ἐμπόριον. Τεμβρίειον· οὕτως Ἀλέξανδρός φησι Τέμβριον πόλιν Φρυγίας. Καπετωλίειον ἐν Ῥώμῃ λόφος Ταρπαῖος πάλαι λεγόμενος καὶ ἐν συναιρέσει Καπετώλειον. τὸ δὲ Καπετωλεῖα ἐπὶ τοῦ ἀγῶνος προπερισπᾶται.
Τὰ ἐπὶ τεμενῶν καὶ ἑορτῶν διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται καὶ προπερισπᾶται. καὶ προπερισπᾶται μὲν ὅσα ἀπὸ τῶν εἰς ις παράγονται τῆς γενικῆς καθαρᾶς οὔσης, μὴ φυλαττούσης τὸ σύμφωνον τῆς γενικῆς, οἷον πρυτανεῖον, Νεμεσεῖον, Σεραπεῖον. οὐ γὰρ ἐφύλαξε τὸ δ τῆς γενικῆς τοῦ Σεράπιδος. τοιοῦτο καὶ τὸ Ὀσιρεῖον, Ἀνουβεῖον, Τεχοσεῖον. Βενδίδειον δὲ προπαροξύνεται· ἐφύλαξε γὰρ τὸ δ τῆς Βενδῖδος γενικῆς· ὁμοίως καὶ Θετίδειον. ἔστι δὲ καὶ πόλις Θεσσαλικὴ Θετίδειον. Ἑλλάνικος. λέγεται δὲ καὶ Θεστίδειον. ἔστι καὶ λίμνη Θρᾴκης, παρʼ ᾗ Νῦσα χωρίον. προπερισπῶνται δʼ ὁμοίως, ὅσα ἔχει προϋπάρχοντα εἰς ος καθαρόν, παραληγόμενα ἢ μόνῳ τῷ ι ἢ προηγουμένου αὐτοῦ τοῦ α ὥστε εἶναι πρὸ τέλους τὴν αι δίφθογγον ἢ ὅσα κτητικά, Ἀσκληπιεῖον· Ἀσκληπιός γάρ. Πτολεμαεῖον· Πτολεμαῖος γάρ. Ὀλυμπιεῖα τὰ Ἀθήνησι, Ὀλύμπιος γάρ· ἔστι καὶ Ὀλυμπιεῖον τόπος ἐν Δήλῳ, ὃν κτίσαντες οἱ Ἀθηναῖοι χρήμασιν Ἀδριανοῦ νέας Ἀθήνας Ἀδριανὰς ἐκάλεσαν ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Καπετωλιεῖα καὶ Καπετωλεῖα ἐν συναιρέσει· Καπετώλιος γάρ. Ἀμμωνιεῖον· τὸ γὰρ κτητικὸν Ἀμμώνιος διὰ τοῦ ι. προπαροξύνεται δὲ τὰ κτητικὰ ὥσπερ τὰ ἀρσενικά, Ἡράκλειον, Αἰάκειον, Διοσκούρειον, Πλουτώνειον, Ποσειδώνειον, Χαρώνειον, Ἑλένειον, Κλεοπάτρειον, Τιμώνειον, Μαυσώλειον, Καισάρειον, Ὁμήρειον, Λαμπέτειον. τὸ δὲ Ἡφαιστεῖον προπερισπᾶται καὶ τὸ Κορυβαντεῖον ναὸς τῶν Κορυβάντων.
Τὰ διὰ τοῦ ειον ὑπὲρ τρεῖς συλλαβὰς μὴ ὄντα ἐπὶ τεμενῶν ἢ κύρια προπερισπῶνται, ἁπλᾶ ὄντα ἢ παρασύνθετα θωρακεῖον, πανδοκεῖον, διδασκαλεῖον, βαλανεῖον, ἐλεγεῖον, ἐπισκοπεῖον, ἡμεροσκοπεῖον. ἔστι καὶ πόλις Κελτιβήρων Ἡμεροσκοπεῖον Φωκαέων ἄποικος. Ἀρτεμίδωρος δευτέρῳ λόγῳ γεωγραφουμένων. τεκτονεῖον, ἰαμβεῖον, ἀσωτεῖον, δοκιμεῖον, ἑστιατορεῖον, προσωπεῖον, μορμολυκεῖον, ἱερεῖον, μεγαλλεῖον ὄνομα μύρου ἀπὸ Μεγάλου Σικελιώτου εὑρόντος αὐτό. σκευοφορεῖον, τὸ ἐπὶ τῶν ὤμων ἀμφίκοιλον ξύλον, ἀφʼ οὗ ἀπαρτῶσι ξύλα. σκιραφεῖον, ὅπερ δηλοῖ τὸν τόπον, εἰς ὃν οἱ κυβευταὶ συνίασι. ταμιεῖον, οἶκος ἐν ᾧ τὰ ἀναγκαῖα ἀπετίθεσαν ὡς Ἀριστοφάνης καὶ Κρατῖνος καὶ ἄλλοι. μαγειρεῖον, ἰατρεῖον, βυρσοδεψεῖον, δευτερεῖον, ὀπτανεῖον· παρὰ δὲ τοῖς Ἀττικοῖς καὶ διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται οἷον ὀπτάνιον. κηρυκεῖον τὸ μονογενὲς καὶ προσηγορικόν, ὅπερ ἐπίσταται καὶ ἡ συνήθεια, τὸ γὰρ ἐπιθετικὸν κηρύκειον τὸν τοῦ κηρύκειος τόνον ἐφύλαξε καὶ τὸ κύριον προπαροξύνεται. τὸ δὲ ὠκυτόκειον καὶ ἄλλα σύνθετα προπαροξύνεται.
Τὰ εἰς ον καθαρὸν παραληγόμενα τῷ α σπάνια ὄντα βαρύνεται, Μέταον πόλις Λέσβου, ἣν Μέτας Τυρρηνὸς ᾤκισεν, ὡς Ἑλλάνικος.
Τὰ εἰς ον παραληγόμενα τῇ αυ διφθόγγῳ σπάνια ὄντα βαρύνεται, Σαῦα κώμη τῆς εὐδαίμονος Ἀραβίας, Ἄναυα πόλις Φρυγίας, ὡς Ἡρόδοτος.
Τὰ εἰς ον καθαρὸν παραληγόμενα τῷ υ βαρύνεται, πτύον, βρύον, πύον τὸ ἔμπυον τὸ καὶ πυός. θρύον· ἔστι καὶ πόλις τῆς Μεσσηνίας ἐκ τῶν ἐν αὐτῇ φυομένων θρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη. λέγεται δὲ ἀπὸ φυτοῦ Θρυόεις καὶ Θρυόεσσα. θύον ὃ καὶ θύος λέγεται. Κύον πόλις Καρίας. Ἀπολλώνιος τετάρτῃ Καρικῶν, μεθʼ ὧν καὶ γυῖον τῇ υι διφθόγγῳ παραληγόμενον καὶ οὐκ ἔχον ὁμοίου παράθεσιν. κάρυον, κρόμμυον, δίκτυον, ἔμβρυον, δάκρυον, κρήγυον, ἄρκυον, μήνυον εἶδος ἄνθους, γεράνδρυον, μεσόφρυον, ἔνδρυον, γήθυον τὸ ἀμπελόπρασον. Ἔγγυον πόλις Σικελίας.
Τὰ εἰς ον δισύλλαβα παραληγόμενα τῇ οι διφθόγγῳ ὀξύνεται, γλοιόν, τὸ τοῖς πώγωσι τῶν τράγων ἐπισυναγόμενον ἀπὸ τῆς ὕλης, Κροιόν ὄνομα ὄρους. βοιόν τῶν πεντήκοντα ἐτῶν ἀριθμός. ἔστι καὶ Βοιόν Δωρικὴ πόλις, ἣ καὶ θηλυκῶς λέγεται, μοιόν τὸ αἰδοῖον. τὸ δὲ πλοῖον προπερισπᾶται ὡς πάσχον διαίρεσιν αἰολικῶς. πλόϊον γὰρ λέγεται.
Τὰ εἰς ον δισύλλαβα μονογενῆ παραληγόμενα τῷ ω μετὰ τοῦ ι ἀρχόμενα ἀπὸ συμφώνου προπερισπᾶται, ζῷον, εὕρηται δὲ καὶ κατὰ διάστασιν παρὰ τῷ Σιμωνίδῃ οἷον τόδʼ ἡμῖν ἑρπετὸν παρέπτατο, τὸ ζωΐων κάκιστον ἔκτηται βίον. Πτῷον ὄρος, ὅπερ φασὶ κληθῆναι ἀπὸ Πτῴου παιδὸς Ἀκραιφέως καὶ Εὐξίππης ἢ ὅτι Λητὼ ἐκεῖ βουλομένην τεκεῖν κάπρος ἐπιφανεὶς ἐπτόησεν. τὸ μέντοι ᾠόν ὀξύνεται· ἀπὸ φωνήεντος γὰρ ἄρχεται. λέγεται δὲ καὶ ἐν διαλύσει ὤϊον παρὰ τῇ Σαπφοῖ, φαῖσι δή ποτα Λήδαν ὑακίνθινον πεπυκαδμένον ὤϊον εὕρην. καὶ ὤεον ἐν πλεονασμῷ τοῦ ε.
Τὰ εἰς ον ὑπερδισύλλαβα μονογενῆ τῇ οι διφθόγγῳ παραληγόμενα ἢ τῇ ῳ ταύτην ἔχουσι τὴν διαίρεσιν· προπαροξύνεται μέν, ὅσα σύνθετά ἐστι, ὑπεσταλμένων τῶν ἀπὸ προθέσεως, Ἀκρόθοιον, ᾧ ἠκολούθησε καὶ τὸ Βάλοιον πόλις Μακεδονίας καὶ Μετάχοιον φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. καὶ Σίντοιον φρούριον Ἀρμενίας κτίσμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοσάβοιον, πεντηκοσάβοιον, ἐννεάβοιον. τὸ δὲ μητρῷον, ἡρῷον, ὑπερῷον προπερισπᾶται, ὥσπερ καὶ τὰ ἀρσενικά. τὸ δὲ περίστῳον προπαροξύνεται· τὸ δὲ προστῷον προπερισπᾶται. καὶ ὤφειλεν ἢ τὰ δύο προπερισπᾶσθαι ἢ τὰ δύο προπαροξύνεσθαι, ἐπειδὴ ἀπὸ τοῦ στοιά ἀμφότερα γέγονεν. ἐνίοτε δὲ τὰ διὰ τοῦ ῳον διὰ ποιητικὴν χρείαν διαλύονται, ὑπερῷον ὑπερώϊον, περίστῳον περιστώϊον, μητρῷον μητρώϊον.
Πᾶν οὐδέτερον εἰς ον πρὸ τοῦ ο σύμφωνον ἔχον εἴτε ἁπλοῦν εἴτε σύνθετον, εἰ μὲν δισύλλαβόν ἐστιν, βαρύνεται ἤτοι παροξύνεται καὶ προπερισπᾶται, εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, προπαροξύνεται, χέρνιβον, δάπεδον, σίττυβον τὸ μικρὸν δέρμα, στρατόπεδον, ἔνεδρον, πρόσωπον, γήπεδον τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον, ὅπερ οἱ τραγικοὶ διὰ τοῦ α φασὶ δωρίζοντες, σέλινον, ἔνδινον, ὃ παρὰ τὸ ἔνδον παρῆκται ὡς παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. ναύμαχον «ναύμαχον ἐν παλάμῃσιν» εἶδος δόρατος παρὰ ῥῆμα σύνθετον ὡς χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· ὑπεσταλμένων τῶν κατὰ μεταβολῆς γένους εἰρημένων καὶ τῶν εἰς ρ καὶ τῶν εἰς τ περατουμένων. παροξύνεται δὲ ταῦτα, ῥόδον, ἔργον, φύλλον, λίνον ὅτι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα εἴτε καὶ ἐπὶ χορδῆς τάσσοιτο εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα. ἔστι δὲ καὶ Λίνον χωρίον τῆς Ἑλλησποντίας. Στράβων τρισκαιδεκάτῃ «μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον». Σπάδα κώμη Περσική, ἐν ᾗ πρώτῃ εὐνουχισμὸς γέγονεν, ὅθεν σπάδοι λέγονται. Πέφνον πόλις Λακωνική. Ἀπολλόδωρος δὲ νῆσον αὐτήν φησι. λέγεται καὶ θηλυκῶς. Πράσον ἀκρωτήριον περὶ τὴν Ἐρυθρὰν θάλασσαν. Κύτα πόλις Κολχική, πατρὶς Μηδείας. ἔστι καὶ ἄλλη Σκυθίας. Θέρμα χωρίον Σικελίας. Φίλιστος τρίτῳ. ἔστι καὶ Βιθυνίας Θέρμα τὰ μὲν Πύθια τὰ δὲ ἐν Προύσῃ βασιλικὰ λεγόμενα, τὰ δὲ ἐν Καππαδοκίᾳ, τὰ δὲ ἐν Συρίᾳ, τὰ δὲ Δορυλαείου. Νίψα πόλις Θρᾴκης. προπερισπᾶται δὲ ταῦτα, σῦκον, φῦλον τὸ γένος ἀπὸ τῆς φυλῆς ἢ ἀφʼ οὗ ἡ φυλή, κῶλον, κῆλον, μῆλον, κῦλον. Ζῆλα τόπος Ἀρμενίας. Στράβων ιαʹ. ἔστι καὶ Ποντικὴ Ζῆλα λεγομένη καὶ αὐτὴ οὐδετέρως. Σοῦσα πόλις ἐπίσημος Περσική, Μέμνονος κτίσμα. κέκληται δὲ ἀπὸ τῶν κρίνων, ἃ πολλὰ ἐν τῇ χώρᾳ πεφύκει ἐκείνῃ, σοῦσόν τε αὐτὸ καλοῦσιν οἱ βάρβαροι.
Τὰ δὲ μεταβολὴν γένους πεπονθότα ὀξύτονα ὀξύνεται, χαλινός χαλινόν, ζυγός ζυγόν, ἐρετμός ἐρετμόν, τὰ δὲ βαρύτονα βαρύνεται, θύρσος θύρσον, λύχνος λύχνον, κύκλος κύκλον, κέλευθος κέλευθον, βάρβιτος βάρβιτον, Τάρταρος Τάρταρον, ἄρκευθος ἄρκευθον.
Τὰ εἰς βον οὐδέτερα πληθυντικὰ κύρια ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Κάνδυβα πόλις Λυκίας ἀπὸ Κανδύβου παιδὸς Λευκαλίωνος. Μαρίαβα μητρόπολις Σαβαίων πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Στράβων ἑκκαιδεκάτῃ. Μέσσαβα πόλις Καρῶν. Ἑκαταῖος Ἀσίᾳ. Μήδαβα πόλις τῶν Ναβαταίων. Τένδηβα πόλις Καρίας ἀρχαία. Ῥαβάθμωβα πόλις τρίτης Παλαιστίνης ἡ νῦν Ἀρεόπολις. Χαράκμωβα πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν ἀναγράφει Πτολεμαῖος γεωγραφικοῖς ἐν εʹ βιβλίῳ ἐν Ἀραβικαῖς τῆς εὐδαίμονος. Μώαβα μοῖρα τῆς Ἀραβίας. Ἀνάζαρβα πόλις Κιλικίας. κέκληται ἀπὸ τοῦ προκειμένου ὄρους ἢ ἀπὸ Ἀναζάρβα τοῦ κτίσαντος.
Τὰ εἰς γον καὶ δον οὐδέτερα κύρια ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Βήσσυγα ἐμπόριον τῆς Ἰνδικῆς. Ἔγγαδα κώμη μεγάλη πλησίον Σοδόμων Ἀραβίας. Μασανώραδα πόλις Καρίας ἀπὸ Μασανωράδου τοῦ Κινδαψοῦ παιδός. Σύνναδα πόλις Φρυγίας. λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωϊκὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. Ψίμαδα χωρίον Ἰσαυρίας. Ἄμβλαδα πόλις Πισιδίας. Στράβων δωδεκάτῃ «εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ Ἄμβλαδα». Γάλαδα χώρα Ἀραβίας. Σέβεδα λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ. Ζάβιδα κώμη τῆς εὐδαίμονος Ἀραβίας. Ὄβοδα χωρίον Ναβαταίων. Ἀττάλυδα πόλις Λυδίας, κτισθεῖσα ὑπὸ Ἄττυος καὶ μετὰ θάνατον αὐτοῦ ὑπὸ Λυδοῦ τοῦ παιδὸς αὐτοῦ. Ἄβυδον πόλις κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν. Φιλέας «ἔστι δὲ καὶ Ἰαπυγίας πολισμάτιον ἐν Πευκετίοις οὕτως κατʼ ὀρθὴν λεγόμενον Ἄβυδον». Αὔσιγδα πόλις Λιβύης, ὡς Καλλίμαχος, Ἑκαταῖος δὲ νῆσον οἶδε. Ἀλάβανδα πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια. ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου, τοῦ εὐΐππου, ὡς Χάραξ. ἔστι καὶ ἑτέρα πόλις Καρίας, ἀφʼ ἧς ἡ παροιμία «Ἀλάβανδα Καρῶν εὐτυχεστάτη πόλις». κτίσμα δὲ Καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικήν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν ἱππόνικος. ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν. Θρύανδα πόλις Λυκίας. Καρύανδα πόλις καὶ λιμὴν ὁμώνυμος πλησίον Μύνδου καὶ Κῶ. Ἑκαταῖος Καρύανδαν αὐτήν φησι. Λάβρανδα κώμη Καρίας. Στράβων ιδʹ. Λάρανδα πόλις Λυκαονίας. Οἰνόανδα πόλις Λυκίας. Ἀλέξανδρος ἐν πρώτῳ Λυκιακῶν. Πάσσανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην. Λαλίσανδα πόλις Ἰσαυρική. Ἄλινδα πόλις Καρίας, ὡς Πολυίστωρ, Πίγινδα δῆμος Καρίας. Κάλυνδα πόλις Καρίας. Νάαρδα πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. Κύαρδα πόλις Καρίας ἀπὸ Κυάρδου βασιλέως Καρῶν, υἱοῦ Βαργάσου. τὸ δὲ Ἠμωδόν ὄρος Ἰνδικὸν ὀξύνεται, τινὲς δὲ προπαροξυτόνως Ἤμωδον λέγουσιν.
Τὰ εἰς θον οὐδέτερα κύρια βαρύνεται, Τρικόρυνθον οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς. ἔστι δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. Δούμαθα πόλις Ἀραβίας. Κάναθα πόλις πρὸς τῇ Βόστρᾳ Ἀραβίας. Ὄραθα πόλις τῆς ἐν Τίγρητι Μεσήνης. Ἀρριανὸς Παρθικῶν ἑκκαιδεκάτῳ. Σίγαθα πόλις Λιβύης, ὡς Στράβων ἑπτακαιδεκάτῃ. Ἄμαθα τῆς Ἀραβίας χωρίον. κέκληται δὲ ἀπὸ τῆς ἄμμου. φασὶ γὰρ τὸ πολὺ τῆς Ἀραβίας ὑπὸ τῆς Ἐρυθρᾶς πάλαι κατακλύζεσθαι.
Τὰ εἰς κον κύρια βαρύνεται, Μάζακα πόλις Καππαδοκίας ἡ νῦν Καισάρεια, Μάσσακα πόλις Ἰνδῶν, Ἀρριανὸς ἐν Ἰνδικοῖς. Παραίτακα πόλις Μηδικὴ ἡ καὶ θηλυκῶς Παραιτάκη. Σάρακα χώρα Ἀραβίας μετὰ τοὺς Ναβαταίους.
Τὰ δὲ κτητικὰ ὀξύνεται ὡς καὶ τὰ ἀρσενικά, Ἑλληνικόν καὶ Καρικόν τόποι ἐν Μέμφιδι, Κυνητικόν Ἰβηρίας τόπος πλησίον ὠκεανοῦ. Ἡρόδωρος δεκάτῳ τῶν καθʼ Ἡρακλέα. Μεγαρικόν πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ «Ἀστακὸς καὶ Ἡραία καὶ τὸ Μεγαρικόν». Μολυκρικόν· οὕτως ἐκαλεῖτο Ῥίον πόλις Αἰτωλίας. Σαμικόν Τριφυλιακὴ πόλις. Σιτικόν πόλις Ἰταλίας. Ἁλικόν χωρίον πρὸς τῇ Αὐγούστᾳ καὶ ὄρος ὁμώνυμον. Ἀμαζονικόν τόπος ἐν Βοιωτίᾳ. Ἰταλικόν χωρίον Σικελίας. Χαλκιδικόν ὄρος Σικελίας, ὡς Πολύβιος πρώτῳ «ἐκ τῶν Συρακουσῶν ἐποιεῖτο τὴν πορείαν καὶ καταστρατοπεδεύσας ἐκ θατέρου μέρους περὶ τὸ Χαλκιδικὸν ὄρος καλούμενον».
Τὰ εἰς λον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, γύαλον τὸ προσηγορικόν, ὅταν δὲ ἐπίθετον ᾖ, ὀξύνεται «εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσασθαι». Μαίναλον τὸ ὄρος. Λάβδαλον ἄκρον τῶν Ἐπιπολῶν, Συρακουσῶν πλησίον. Θουκυδίδης ἕκτῃ … . Αἴκαλον φρούριον τῆς Ἰταλίας. Διονύσιος ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Γάμαλα κατοικία Συρίας. Γάβαλα πόλις Φοινίκης, ἣν θηλυκῶς Ἑκαταῖός φησιν, ὁ δὲ Στράβων Συρίας, πλησίον Λαοδικείας. ἔστι καὶ χώρα Ἀραβίας καὶ λέγεται ἡ πρώτη συλλαβὴ διὰ τοῦ ε Γέβαλα. Ἰώσηπος. Δαίδαλα πόλις τῆς Ῥοδίας ἢ χωρίον. Στράβων ιδʹ. ἔστι καὶ ὄρος Λυκίας τὰ Δαίδαλα. ἡ δὲ πόλις ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. διά τινος γὰρ ἕλους ἐπορεύετο τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τελευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλέξανδρος ἐν Λυκιακοῖς. ἔστι καὶ Ἰνδικῆς. καὶ Κρήτης ἄλλη. Πάσσαλα Μυλασέων ἐπίνειον. Πάταλα πόλις Ἰνδική. λέγεται καὶ Πατάλη. Σάταλα πόλις Ἀρμενίας, ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. Καστάβαλα Κιλικίας πόλις. Στράβων ιβʹ. Κορύδαλλα πόλις Ῥοδίων. Ἑκαταῖος Ἀσίᾳ. Σώβαλα πόλις Καρίας. Τρίκαλον καὶ Τρίκαλα πόλις Σικελῶν. Φίλιστος. Τραύαλα πόλις Λυκίας. Θεάγγελα πόλις Καρίας. Κύβελα πόλις Φρυγίας καὶ ὄρος ἱερόν, ἀφʼ οὗ Κυβέλη ἡ Ῥέα λέγεται καὶ Κυβεληγενής καὶ Κυβελίς. Πείσανδρος δεκάτῳ. Κύψελα φρούριον τετειχισμένον ἐν Ἀρκαδίᾳ ὑπὸ Μαντινέων. Θουκυδίδης πέμπτῃ … . ἔστι καὶ Κύψελα πόλις Θρᾴκης πλησίον τοῦ Ἕβρου ποταμοῦ. Πύγελα πόλις Ἰωνίας. Σουάγγελα πόλις Καρίας, ἔνθα ὁ τάφος τοῦ Καρός, ὡς δηλοῖ καὶ τοὔνομα. καλοῦσι γὰρ οἱ Κᾶρες σοῦαν τὴν τάφον, γέλαν δὲ τὸν βασιλέα. Ἄρβηλα πόλις Περσικὴ ἀπὸ Ἀρβήλου τοῦ Ἀθμονέως. Στράβων ἑκκαιδεκάτῃ. Ἀρίνδηλα πόλις τρίτης Παλαιστίνης. Γλαῦκος δὲ κώμην αὐτὴν καλεῖ. Γαυγάμηλα τόπος Περσίδος. Ἀπολλόδωρος ἐν τῷ περὶ γῆς δευτέρῳ. Ἰσμάηλα τῆς Ἀραβίας χωρίον. Ὕδρηλα πόλις Καρίας. Ἐρατοσθένης τριακοστῷ τρίτῳ Γαλατικῶν. Ἄβιλα πόλις Φοινίκης. Αἴγιλα νῆσος μεταξὺ Κρήτης καὶ Πελοποννήσου. Ἄργιλα πόλις Καρίας. Αὔγιλα πόλις Λιβύης. Ἀπολλόδωρος βʹ περὶ γῆς. Ζήϊλα πόλις Καππαδοκίας, ἣν ἔκτισεν ὁ Νικομήδους υἱὸς Ζηΐλας. Δρόγγιλον χωρίον Θρᾴκης. Θεόπομπος Φιλιππικῶν θʹ. Τάξιλα πόλις Ἰνδική. Στράβων ιεʹ. Μόσυλον ἀκρωτήριον καὶ ἐμπόριον Αἰθιοπίας. Βαίκυλα πόλις Ἰβηρίας πρὸς ταῖς Ἡρακλείαις στήλαις. Ἴωλον ὄρος Περραιβίας. Ὄκωλον χωρίον Ἐρετριέων. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ τετάρτῳ. Στρόγωλα πόλις Λυδίας. Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ.
Τὰ εἰς μον κύρια ὑπερδισύλλαβα προπαροξύνεται, Σήσαμον πόλις Παφλαγονίας, ἐν ᾗ ᾤκησεν ὁ παλαιὸς Φινεύς. Δίδυμος δὲ νῆσον αὐτήν φησιν. Κάδρεμα πόλις Λυκίας, ἄποικος Ὀλβίων. ἑρμηνεύεται δὲ σίτου φρυγμὸς ἡ πόλις. Βήθλεμα πόλις Παλαιστίνης πρὸς τοῖς Ἱεροσολύμοις. Ἰώσηπος δέ φησιν «ἐκ Βηθλεεμῶν». Ἄριμα ὄρος. Ὅμηρος «εἰν Ἀρίμοις ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς». οἱ μὲν ἐν Κιλικίᾳ, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν Πιθηκούσαις παρὰ Τυρρηνοῖς φασι γενέσθαι τὸν μῦθον. Σίκιμα πόλις Ἀραβίας, ἣ καὶ Σίκιμος. Ἔριμον πόλις Οἰνωτρῶν ἐν μεσογείῳ, ὡς Ἑκαταῖος. Ὑλλάριμα πολίχνιον Καρίας ὕπερθε Στρατονικείας. Γόραμα χώρα τῶν Σκηνιτῶν Ἀράβων. Σόδομα μητρόπολις ἦν τῶν δέκα πόλεων τῶν ἐπὶ τῇ Ἀσφαλτίτιδι λίμνῃ καταστραφεισῶν. Σίδυμα πόλις Λυκίας, ἧς Ἀλέξανδρος μέμνηται ἐν πρώτῳ Λυκιακῶν. ἐκλήθη δὲ ἀπὸ Σιδύμου. Λώρυμα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. Ἱεροσόλυμα ἡ μητρόπολις τῆς Ἰουδαίας, ἣ Σόλυμα ἐκαλεῖτο ἀπὸ τῶν Σολύμων ὀρῶν. Δίδυμα τόπος καὶ μαντεῖον Μιλήτου ἀφιερώμενον Διῒ καὶ Ἀπόλλωνι. εἰσὶ καὶ Κρήτης ποταμοί. εἰσὶ καὶ τῆς Θετταλίας. εἰσὶ καὶ δύο νησίδια πρὸς τῇ Σύρῳ, ὡς Ἀρτεμίδωρος. εἰσὶ καὶ ὄρη Λαοδικείας ἐγγύς. Δίνδυμα ὄρη τῆς Τρῳάδος, ἀφʼ ὧν Δινδυμήνη ἡ Ῥέα. Ἴδυμα πόλις Καρίας. λέγεται καὶ Ἰδύμη. Βούνειμα πόλις Ἠπείρου, κτίσμα Ὀδυσσέως, ἣν ἔκτισε πλησίον Τραμπύας, λαβὼν χρησμὸν ἐλθεῖν πρὸς ἄνδρας «οἳ οὐκ ἴσασι θάλασσαν». βοῦν οὖν θύσας ἔκτισε.
Τὰ εἰς νον ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Ἀβάκαινον πόλις Σικελική. ἡ παραλήγουσα διὰ διφθόγγου. Τρικάρανον φρούριον τῆς Φλιασίας. Θεόπομπος πεντηκοστῷ πέμπτῳ. Λίβανα πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν ἐνάτῳ. Κοσίανα φρούριον Παλαιστίνης ἐν τῇ παραλίᾳ τῆς Συρίας. Χάραξ δεκάτῳ. Ἵπανα πόλις περὶ Καρχηδόνα, ὡς Πολύβιος πρώτῃ. Ἀγβάτανα πολίχνιον Συρίας. Ἡρόδοτος τρίτῳ. Δημήτριος δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτησίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει. παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικόν. παρὰ δὲ Χάρακι καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φασι κεκλῆσθαι. ἡ δὲ διὰ τοῦ κ γραφὴ κρείττων ἐστί, παραιτοῦμαι δὲ τὴν διὰ τοῦ γ, διότι μήτι παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡς ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια. Δρέπανα πόλις Σικελίας. ἔστι καὶ Δρέπανον πόλις Λιβύης. εἰσὶ καὶ νησία δύο παρὰ Λέβινθον. Ἔδδανα πόλις πρὸς τῷ Εὐφράτῃ, κατοικία Φοινίκων, ἀπὸ Ἐδδανοῦ ἡγεμόνος. Ἄδανα Κίλισσα πόλις. ταύτην ᾤκισεν Ἄδανος καὶ Σάρος, Ταρσεῦσι πολεμήσαντες καὶ ἡττηθέντες, ἀφʼ ὧν ἡ πόλις ἀπὸ τοῦ ἡγεμόνος Ἄδανα. Ὄμανα πόλις τῆς εὐδαίμονος Ἀραβίας. Γλαῦκος δευτέρῳ Ἀραβικῆς ἀρχαιολογίας. Πρώανα πόλις Θεσσαλική. Ταξίανα νῆσος περὶ τὸν Πηλώδη κόλπον τῆς Σουσιανῆς. Τίτανα χωρίον τῆς Σικυωνίας. λέγεται καὶ ἑνικῶς «Τιτάνοιό τε λευκὰ κάρηνα». Τύανα πόλις μέση Κιλικίας καὶ Καππαδοκίας «ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας». ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πόλις Αἰγύπτου. Ὕπανα πόλις τῆς Τριφυλίας, ὡς Πολύβιος τετάρτῳ. Ὕσκανα πόλις Ἰλλυρίδος. Πολύβιος ηʹ. Σίμανα πόλις Βιθυνίας μεταξὺ δύο ποταμῶν. Ἀΐλανον πόλις Ἀραβίας. λέγεται καὶ πληθυντικῶς Ἀΐλανα. Ἄμανον ὄρος πρὸς τῇ Κιλικίᾳ ἀπὸ τοῦ Ταύρου καθῆκον. ἱστοροῦσι δὲ τὸν Ὀρέστην ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσαντα ἐν τούτῳ τῷ ὄρει τῆς μανίας λύσιν εὑρεῖν. ἔστι καὶ Ἄμμανα πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. Βαγίστανα πόλις τῆς Μηδίας καὶ ὄρος Βαγίστανον. Κάρβανα πόλις Λυκίας. Ῥαββατάμανα πόλις τῆς ὀρεινῆς Ἀραβίας. Σίμηνα πόλις Λυκίας, Τύμηνα κώμη Λυκίας. ἐκλήθη δὲ ἀπό τινος τράγου οὕτως ὀνομαζομένου, ὃς ἀπαλλασσόμενος ἀπὸ τοῦ αἰπολίου ἤρχετο τὸν πώγωνα βεβρεγμένος, ᾧ κατακολουθήσαντες εὗρον πηγὴν ἔν τινι λόχμῃ. καὶ ταύτην καὶ τὸ χωρίον οὕτω καλέσαι. Ἀρίμινον πόλις Ἰταλίας. ἔστι καὶ ποταμός. Βέμβινον πόλις τῆς Νεμέας, ὡς Ἑλλάνικος, ἄλλοι δὲ Βέμβιναν καὶ κώμην φασίν. Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησὶ καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. Ἅθμονον δῆμος τῆς Κεκροπίδος φυλῆς. τὸ μέντοι Ἁθμονῆζε καὶ Ἁθμονῆσι δοκεῖ ἀπὸ τῆς ἡ Ἁθμονή εἶναι. Δράκονον ὄρος νήσου τῆς Ἰκαρίας λεγομένης καὶ πόλις. Στράβων ιδʹ. Πρόαρνα πόλις Μηλιέων. τὸ δὲ Καικῖνον χωρίον Ἰταλικόν. Φίλιστος δευτέρῳ Σικελικῶν—προπερισπᾶται, ὀξύνεται δὲ τὸ Ἀδρανόν πόλις Σικελίας ἐν τῇ Αἴτνῃ ποταμὸν ὁμώνυμον ἔχουσα. λέγεται καὶ ἀρσενικῶς. καὶ Βοιανόν πόλις Σαυνιτῶν καὶ Τεανόν πόλις Ἰταλίας, ὡς Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. καὶ Τυκλανόν πόλις Ἰταλίας, ἣ καὶ Τύσκλος λέγεται, καὶ Φρεντανόν πόλις Ἰταλίας καὶ Ποιμανηνόν πόλις ἤτοι φρούριον ἢ χωρίον Κυζίκου καὶ Ἀργεννόν ἀκρωτήριον καὶ Ἐρυμνά· οὕτω γὰρ ἐκαλεῖτο Τράλλις πόλις Λυδίας.
Τὰ εἰς πον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, πρόσωπον καὶ Πρόσωπον νῆσος οὐ πόρρω Καρχηδόνος. Πράασπα πόλις τῆς Ἀτροπατηνῆς. Ὕπαιπα πόλις Λυδίας κτισθεῖσα ὑπὸ τὸ παρακείμενον ὄρος τὸ Αἶπος. Χρύσιππα πόλις Κιλικίας ἀπὸ Χρυσίππου τοῦ κτίσαντος. Ἀργύριππα πόλις τῆς Δαυνίας κατὰ τὸν Ἰόνιον κόλπον. Λυκόφρων «ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν». αὕτη Ἄρποι ἐκαλεῖτο. Διομήδης μετὰ τὴν ἅλωσιν τῆς Ἰλίου ἐτείχισε· καὶ μετωνόμασε Ἄργος Ἵππιον. Βόρσιππα πόλις Χαλδαίων, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. Ἰάθριππα πόλις Ἀραβίας πλησίον τῆς Ἔγρας.
Τὰ εἰς ρον δισύλλαβα προσηγορικὰ παραληγόμενα τῷ υ καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται, σφυρόν, πυρόν, ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. τὸ δὲ Ψύρον. Στράβων ἐν τῷ ιδʹ «τὰ Ψύρα ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας». λαμβάνεται δὲ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεστάτην εἶναι τὴν νῆσον. Κρατῖνος «Ψύρα τὸν Διόνυσον ἄγοντες» καὶ ἐν Νεμέσει «Ψύρα τε τὴν Σπάρτην ἄγεις» καὶ Στύρον πλησίον Καρύστου, τῆς Εὐβοίας πόλις καὶ Μύρον πόλις Λυκίας, ἣ καὶ θηλυκῶς Μύρα λέγεται, κύρια ὄντα ὑγιῶς βαρύνεται.
Τὰ εἰς ρον λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ μὴ κατὰ μεταπλασμὸν μεταβολὴν ποιήσεται γένους, δῶρον· ἔστι καὶ Δῶρα πόλις Φοινίκης, πρότερον Δῶρος καλουμένη. Ἑκαταῖος Ἀσίᾳ «μετὰ δὲ ἡ πάλαι Δῶρος, νῦν δὲ Δῶρα καλεῖται». καὶ οὕτως Ἰώσηπος αὐτὴν καλεῖ ἐν εʹ τῆς Ἰουδαϊκῆς ἱστορίας «ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως» καὶ πάλιν … «Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι». καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν ἐπιτομῇ τῶν ιαʹ «συνεχῶς δʼ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου» καὶ ἐν θʹ γεωγραφουμένων τὸ αὐτό. ἔστι καὶ Δῶρα νῆσος ἐν τῷ Περσικῷ κόλπῳ, καθὰ Στράβων ιϛʹ «τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ, καλεῖσθαι δὲ τὴν νῆσον Δῶρα». Κῶρον πόλις τῆς Καππαδοκίας. μῶρον ὁ καρπὸς τῆς βάτου. Δοῦρα πόλις Μεσοποταμίας, ὡς Πολύβιος πέμπτῃ. σπεῖρον τὸ ἱμάτιον, σκῖρον. ἔστι καὶ Σκίρον τόπος Ἀττικὸς ἀπὸ Σκίρου ἥρωος. Σκίρα δὲ ἡ ἑορτὴ καλεῖται κατά τινας μὲν ὅτι ἐπὶ Σκίρῳ Ἀθηνᾷ θύεται, κατʼ ἄλλους δὲ ἀπὸ τῶν γινομένων ἱερῶν Δήμητρι καὶ Κόρῃ ἐν τῇ ἑορτῇ ταύτῃ ἐπὶ Σκίρῳ. λέγεται καὶ ὁ Σκῖρος καὶ τὸ Σκίριον, νεῦρον, φῆρον βρῶμα θεῶν, μῆρον «μῆρα δὲ κείαντες. γέγονε δὲ ἐκ συγκοπῆς τοῦ μηρίον. ἐπεί τοι εὐθύνεται ὁ τόνος. τὰ γὰρ εἰς ος λήγοντα, μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά. εἰ δὲ δοίημεν, ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει. τὸ δὲ πλευρόν ἀπὸ τοῦ πλευρά μεταπλασσόμενον τὸν αὐτὸν τόνον φυλάσσει ὡς καὶ πυρά ἀπὸ τοῦ πυραί. τὸ δὲ νεῦρα διάφορον τοῦ νευραί ἔχει σημαινόμενον.
Τὰ εἰς ρον ὑπερδισύλλαβα παραληγόμενα τῷ α ἢ τῷ ε βαρύνεται, μέγαρον· ἔστι καὶ Μέγαρα πόλις περὶ τὸν Ἰσθμόν, μέση Πελοποννήσου καὶ Ἀττικῆς καὶ Βοιωτίας, ἧς ἐπίνειον ἡ Νίσαια. ἐκλήθη δὲ ἀπὸ Μεγαρέως τοῦ Ἀπόλλωνος ἢ τοῦ Αἰγέως τοῦ Πανδίονος τοῦ Ἐρεχθέως τοῦ Ἡφαίστου ἢ διὰ τὸ τραχὺ τῆς χώρας. ἔστι καὶ Μέγαρα ἐν Θετταλίᾳ. τρίτη ἐν Πόντῳ. τετάρτη ἐν Ἰλλυρίδι, πέμπτη ἐν Μολοσσίδι, ἕκτη ἐν Σικελίᾳ ἡ πρότερον Ὕβλη ἀπὸ Ὕβλωνος βασιλέως. βλέφαρον, γάργαρον· ἔστι καὶ Γάργαρα πόλις τῆς Τρῳάδος ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης, Παλαιγάργαρος καλουμένη, ἣν Αἰολικὴν ὀνομάζει Στράβων καὶ Ἑκαταῖος. Ἀλκμὰν δὲ θηλυκῶς τὴν Γάργαρόν φησιν. ἐν ᾗ κατῴκουν οἱ Λέλεγες. ὠνομάσθη δʼ ἀπὸ Γαργάρου τοῦ Διὸς καὶ Λαρίσσης τῆς ἐν Θεσσαλίᾳ. καὶ Γάργαρα ἄκρα. Ἐπαφρόδιτος δέ φησιν, ὅτι ἡ μὲν πόλις θηλυκῶς λέγεται, τὸ δὲ ἀκρωτήριον οὐδετέρως. Ἑλλάνικος δὲ Γάργασον ἔφη τὴν πόλιν διὰ τοῦ σ, ἀλλʼ οἴομαι σφάλμα εἶναι. ἔστι καὶ Λαμψάκου πολισμάτιον Γάργαρον. ἔστι καὶ ἑτέρα τῆς Ἰταλίας καὶ τῆς Ἠπείρου ἄλλη. Ταίναρον, οἴναρον. Αὔαρα πόλις Ἀραβίας. Γάδαρα πόλις κοίλης Συρίας, ἥτις καὶ Ἀντιόχεια καὶ Σελεύκεια ἐκλήθη. ἔστι καὶ Γάδαρα κώμη Μακεδονίας. Γίνδαρα κώμη πρὸς τῇ Ἀντιοχείᾳ. Δαύσαρα πόλις περὶ τὴν Ἔδεσσαν. Κύδραρα πόλις πρὸς τοὺς ὅρους τῶν Φρυγῶν καὶ Λυδῶν. Ἡρόδοτος ἑβδόμῃ … . Λάβαρα πόλις Καρίας. Ἀλέξανδρος δευτέρῳ περὶ Καρίας. Ζόαρα πόλις Περσική. ἔστι καὶ κώμη μεγάλη ἢ φρούριον ἐν Παλαιστίνῃ ἐπὶ τῇ Ἀσφαλτίτιδι θαλάσσῃ. Ὕκαρον φρούριον Σικελίας, ὡς Φίλιστος Σικελικῶν πρώτῳ. Ἀπολλόδωρος δʼ ἐν δευτέρῳ χρονικῶν πόλιν λέγει αὐτὴν τὰ Ὕκαρα. μέμνηται τῆς λέξεως καὶ Θουκυδίδης. Φάλαρα πόλις Θεσσαλίας πλησίον Λαμίας. Ἄδαρα κώμη μεγάλη τῆς Παλαιστίνης μεταξὺ Χαρακμώβων καὶ Ἀρεοπόλεως. Θύμβραρα πόλις Ἀσίας τῷ Πακτωλῷ συνεχής, ὡς Ξενοφῶν. Κάνδαρα χωρίον Παφλαγονίας “ὡς ἀπὸ σχοίνων τριῶν Γάγγρων, καὶ Θάριβα κώμη”. Πάταρα πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς Ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· εἶναι δὲ ταῦτα πέμματα λύρας τε καὶ τόξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. θεῖσαν δὲ τὸ ἄγγος ἀναπαύεσθαι κατὰ τὴν ὁδόν. ἄνεμον δὲ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν, κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι ἀνεῖναι. ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους, τῆς πατάρας, Πάταρα. μεθερμηνεύεσθαι δὲ τὴν πατάραν Ἑλληνιστὶ κίστην. Πίναρα πόλις μεγίστη, ὑπερκειμένη τῷ Κράγει ὄρει τῆς Λυκίας. Πολύαρα πόλις Καρίας. Σίγγαρα πόλις Ἀραβίας. Τάρφαρα πόλις τῆς εὐδαίμονος Ἀραβίας. ἔντερον, ἔλλερον τὸ κακόν, μέρμερον, κόλερον τὸ ἀκούρευτον πρόβατον, οἱ δὲ τραχὺ ἔριον. Μίσκερα πόλις Σικανίας. Θεόπομπος τεσσαρακοστῷ δευτέρῳ Φιλιππικῶν. Κασσίτερα νῆσος ἐν τῷ ὠκεανῷ, ἐξ ἧς ὁ κασσίτερος. Ἄπτερα πόλις Κρήτης, ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος, τῆς ἐν τῷ μουσείῳ πλησίον τῆς πόλεως καὶ τῆς θαλάσσης τόπῳ τοιῶσδε καλουμένῳ γενομένης, ἐν ᾧ μετὰ τὴν ἐν μουσικῇ νίκην τῶν Μουσῶν αἱ Σειρῆνες δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὅθεν ἡ πόλις Ἄπτερα, αἱ δὲ πλησίον νῆσοι Λευκαί. οἱ δὲ ἀπὸ Γλαύκου τοῦ Κυρηναίου. ἔστι καὶ Λυκίας πόλις. Τέρμερα πόλις Λυκίας ἀπὸ Τερμέρου. τὸ μέντοι πτερόν—Πτερά δέ τινες τὴν ἀκρόπολιν Βαβυλῶνος—δισύλλαβον, τὸ δὲ γέρρον διὰ δύο ρρ γράφεται, καὶ τὸ σαρόν τὸ μυλήκορον Ἀττικῶς.
Τὰ εἰς ρον παραλήγοντα ο βαρύνεται, ἀνάκτορον, κίχορον. Βούδορον ἀκρωτήριον πρὸς τῇ Σαλαμῖνι. Θουκυδίδης τρίτῃ … . Ἔφορος δὲ φρούριον Βούδαρον εἶπε. Ἔβορα πόλις παρωκεανῖτις μετὰ τὰ Γάδειρα. Βολογεσίφορα πόλις Περσική. Νόσορα νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.
Τὰ εἰς ρον ὑπὲρ δύο συλλαβὰς τῷ υ παραληγόμενα βαρύνεται, ἄχυρον, πίτυρον, ἐνέχυρον, πρόθυρον, βούτυρον, λέπυρον, ἄστυρον. ἔστι καὶ Ἄστυρον πόλις Μυσίας πρὸς τῇ Τρῳάδι, ἣ καὶ πληθυντικῶς λέγεται· ἔστι καὶ κώμη πλησίον τοῦ Ἀδραμυττίου, ὡς Στράβων. ἔστι καὶ πόλις Φοινίκης κατʼ Ἄραδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. ἔστι καὶ χωρίον Ἰταλίας. Κίχυρον, Πάλμυρον, Σίμυρα· οὕτως οὐδετέρως Ἔφορος Σίμυρον πόλιν Σύρων φησί. Ἀτάβυρον ὄρος Ῥόδου Ῥιανὸς ἕκτῳ Μεσσηνιακῶν. Ἄγγυρον ὄνομα ὄρους. Τίβυρα. οὕτως Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων Τίβυριν πόλιν Ἰταλίας καλεῖ.
Τὰ εἰς ρον κατʼ ἐπιπλοκὴν συμφώνου δισύλλαβα βαρύνεται ῥεῖθρον, κλεῖθρον, φίλτρον, κέντρον, ἄρθρον, πλῆκτρον, νίτρον, ἄντρον τὸ σπήλαιον. βλῆτρον. Βάκτρα πόλις. Στράβων ιαʹ. Σύμβρα Φρυγίας φρούριον. σεῖστρον, δένδρον, δέρτρον “δέρτρον ἔσω δύνοντες”, φέρτρον “κείμενον ἐν φέρτρῳ”, καὶ ἄλλο πλῆθος τῶν τοιούτων ὀνομάτων ἀδιάπτωτον. σεσημείωται τὸ λουτρόν ὀξυνόμενον, ὅπερ καὶ τρισύλλαβον λέγεται λοετρόν “εἰς ὅ κε θερμὰ λοετρά”, ἐπεὶ καὶ τὸ ῥῆμα δισσόν, λοέω καὶ λούω “ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον”.
Τὰ εἰς ρον οὐδέτερα μετʼ ἐπιπλοκῆς συμφώνου, ὑπὲρ δύο συλλαβὰς ὄντα, προπαροξύνεται, πέλεθρον, τέρεθρον, βέρεθρον, φέλετρον καὶ τὰ φέλετρα, θύρετρον. Ἀλάβαστρα πόλις Φρυγίας. Σύαγρα χωρίον Κιλικίας πλησίον Ἄδου καὶ Λαέρτου. Θέρμυδρα λιμὴν τῆς μιᾶς τῶν ἐν Ῥόδῳ πόλεων. Σύεδρα πόλις Ἰσαυρίας. βάραθρον τόπος κοῖλος καὶ ὄρυγμα καλούμενος. ἔστι καὶ Βάραθρα πλησίον τοῦ Κασίου. Τάβαθρα πόλις Λιβύης. Πολύβιος δωδεκάτῳ. Κάναστρον ἄκρον Θρᾴκης καὶ Μακεδονίας. λέγεται καὶ Καναστραῖον. Ἄθυμβρα πόλις Καρίας παρὰ Μαιάνδρῳ, Ἀθύμβρου κτίσμα, ἥτις μετὰ ταῦτα Νύσσα ἐκλήθη. Παλίμβοθρα πόλις Ἰνδική. Φάλακρον ἀκρωτήριον Κορκύρας, ὡς Ἀρτεμίδωρος ἐν πέμπτῳ γεωγραφουμένων φησί. Πάνακρον πόλις Κύπρου. εἰσὶ δὲ καὶ Πάνακρα ὄρη Κρήτης. Καλλίμαχος “Ἰδαίοις ἐν ὄρεσσιν, ἅτε κλείουσι Πάνακρα”. Τέγεστρα πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυλίᾳ ἀπὸ Τεγέστρου. Ἀρτεμίδωρος δὲ Τέγεστρον αὐτὴν καὶ κώμην οἶδεν “ἀπὸ Τεγέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδια ͵εκεʹ”.
Τὰ εἰς ρον ὑπερδισύλλαβα μακρᾷ παραληγόμενα προπαροξύνεται, Ἄμηρον ὄνομα ὄρους, ἄνδηρον τῶν ποταμῶν τὸ χεῖλος, Κύθηρα νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ ἀπὸ Κυθήρου τοῦ Φοίνικος. Φάληρον δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. Παυσανίας πρώτῳ περιηγήσεως Ἑλλάδος. καὶ πληθυντικῶς Φάληρα. ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτη, ἣν Ῥιανὸς διὰ τοῦ α γράφει, Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ η. ἔστι καὶ πόλις ἐν Ὀπικοῖς, εἰς ἣν ἐξεβράσθη Παρθενόπη ἡ Σειρήν, ἣ καλεῖται Νεάπολις. Ἄβδηρα πόλεις δύο· ἡ μὲν Θρᾴκης ἀπὸ Ἀβδήρου τοῦ υἱοῦ Ἑρμοῦ Ἡρακλέους ἐρωμένου, ὃν αἱ Διομήδους ἵπποι διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἡ δὲ δευτέρα τῆς Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Ἀλίφηρα πόλις Ἀρκαδίας, ἀπὸ Λυκάονος παιδὸς Ἀλιφήρου. εὕρηται ἡ παραλήγουσα διὰ διφθόγγου. Βάσηρα πόλις Φοινίκης. ἄβληρον ἡ ἡνία, εὔληρον ἐπὶ ἱματίου καὶ ἐπὶ δεσμοῦ. ἄλευρον, φθινόπωρον, μετόπωρον, πέλωρον, κνέωρον ἀκανθῶδες φυτόν. Κύτωρον πόλις Παφλαγονίας, οἱ δὲ ἡ Κύτωρός φασι. Κοτύωρα κώμη πρὸς τῷ Πόντῳ, ὡς Ἀρριανός. Ἀννίχωρον. μέμνηται Ἀλκμάν. Μαινόβωρα πόλις Μαστιηνῶν. Ἑκαταῖος Εὐρώπῃ. Ἄσσωρον ὄρος Σάμου, ὅθεν ῥεῖ ὁ Ἀμφίλυσος. Εὐφορίων Ἀρτεμιδώρῳ “δαῖμον ὃς Ἀμφιλύσοιο ῥόον ....” Ἴσαυρα πόλις, Χάραξ δὲ θηλυκῶς. Μάσταυρα πόλις Λυδίας, ἀπὸ Μᾶς. Μᾶ δὲ τῇ Ῥέᾳ εἵπετο, ᾗ παρέδωκε Ζεὺς Διόνυσον τρέφειν. καὶ ἡ Μᾶ παρὰ τῆς Ἥρας ἐρωτηθεῖσα, τίνος εἴη τὸ βρέφος, Ἄρεος ἔφη. καὶ παρὰ Καρσὶν ὁ Διόνυσος Μάσαρις ἔνθεν ἐκλήθη. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ καὶ ταῦρος αὐτῇ ἐθύετο παρὰ Λυδοῖς, ἀφʼ ἧς ἡ πόλις. Ἄνδειρα πόλις Τρῳάδος. Στράβων ιγʹ καὶ Θεόπομπος ιγʹ. Στάγειρα πόλις Μακεδονίας. λέγεται καὶ Στάγειρος. Γάδειρα πόλις καὶ νῆσος ἐν τῷ ὠκεανῷ στενὴ καὶ περιμήκης, ὡς οὖσα ταινία τῆς γῆς δειρά. Ἐρατοσθένης δὲ ἡ Γάδειρος φησὶ θηλυκῶς. Θυάτειρα πόλις Λυδίας, ἡ πρότερον Πελόπεια καὶ Σεμίραμις, ὑπὸ Σελεύκου τοῦ Νικάτορος Λυσιμάχῳ πολεμοῦντος καὶ ἀκούσαντος, ὅτι θυγάτηρ αὐτῷ γέγονε, τὴν πόλιν ἐκάλεσε Θυγάτειρα. καὶ ἔδει θηλυκῶς. νῦν δὲ οὐδετέρως φασίν. Κατάνειρα πόλις .... ὡς Θεόπομπος λεʹ Φιλιππικῶν. Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν Φαναγορείᾳ. Στράβων ἑνδεκάτῃ “ἐτυμολογοῦσι δὲ οὕτως· ἐπιθεμένων ἐκεῖ τῶν Γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθʼ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης”. Ἑκαταῖος δὲ κόλπον οἶδε τὸν Ἀπάτουρον ἐν τῇ Ἀσίᾳ. Βάλβουρα πόλις Λυκίας. Τίβουρα. οὕτως Νικάνωρ ὁ Ἑρμείου Τίβυριν πόλιν Ἰταλίας καλεῖ.
Τὰ εἰς σον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, Δύνδασον πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ περὶ Καρίας βʹ “αὖθις δʼ ἐπὶ Δύνδασον καὶ Κάλυνδα ὁρμῆσαι”. Ἄμβασον μητρόπολις τῶν Φρυγῶν. Μέγασα πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει Ἀσίας “ἐξ αὐτῆς Σιτοφάγοι καὶ Ἀροτῆρες ......” Μέδμασα πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Ἅρπασα πόλις Καρίας ἀπὸ Ἁρπάσου ποταμοῦ. Βάργασα πόλις Καρίας ἀπὸ Βαργάσου τοῦ υἱοῦ Βάργης καὶ Ἡρακλέους, ὃν ἐδίωξε Λάμος ὁ Ὀμφάλης καὶ Ἡρακλέους, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Γέρασα πόλις τῆς κοίλης Συρίας, τῆς δεκαπόλεως. Μύλασα πόλις Καρίας ἀπὸ Μυλάσου τοῦ Χρυσάορος τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου. λέγεται καὶ Μύλασος, ὡς Αἰσχύλος ἐν Καρσὶν ἢ Εὐρώπῃ. Πήγασα πόλις Καρίας. δεῖ δὲ οὐ διὰ τοῦ δ γράφειν Πήδασα, ἀλλὰ διὰ τοῦ γ Πήγασα. Κύρβασα πόλις Καρίας. Δέδμασα πόλις Καρίας. Ἱέρασα ἢ Ἴρασα τόπος Λιβύης, εἰς ὃν μετήγαγον Βάττον οἱ Λίβυες, ὡς Ἡρόδοτος τετάρτῃ … . Κάνδασα φρούριον Καρίας. Πολύβιος ἑκκαιδεκάτῳ. Πλάρασα πόλις Καρίας. Τόμισα χωρίον διορίζον Καππαδοκίαν ἀπὸ τοῦ Ταύρου. Πιμώλισα φρούριον τῆς ἐντὸς Ἅλυος Ποντικῆς. Μονόγισα πόλις Καρίας. ἵδρυμα Δαιδάλου μετρῶν ... γίσσα γὰρ τῇ Καρῶν φωνῇ λίθος ἑρμηνεύεται. καὶ νῦν τοὺς πλακώδεις καὶ μαλακώδεις λίθους γίσσα λέγουσιν.
Τὰ εἰς τον διβράχεα ὀξύνεται, εἰ μὴ πρὸ τέλους ι ἔχοι μόνον, φυτόν, ῥυτόν εἶδος ποτηρίου, βοτόν ἡ βοτάνη. Χυτόν χωρίον ἠπείρου. Ἔφορος ἐννεακαιδεκάτῳ “οἱ δʼ ἐκ Κλαζομενῶν κατῴκισαν τῆς ἠπείρου τὸ Χυτὸν καλούμενον”. τὸ μέντοι βλίτον ἡ βοτάνη βαρύνεται. σεσημείωται Κύτα πόλις Κολχική. ἔστι καὶ Εὐρώπης. τὸ δὲ Δᾶτον πόλις Θρᾴκης “Ἡρόδοτος ἐνάτῃ … μακρᾷ παραλήγεται.
Τὰ εἰς τον δισύλλαβα ἔχοντα σύμφωνα κατὰ σύλληψιν ὀξύνεται, Λεκτόν, δρεπτόν. τὸ μέντοι Ῥάπτα ἡ μητρόπολις τῶν ἐντὸς Αἰθιόπων βαρύνεται. τὰ δὲ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, μύρτον ἡ μυρσίνη, γέντον τὸ κρέας, σπάρτον καὶ Σπάρτον ὄρος πλησίον τοῦ Εὐξείνου πόντου. τὸ μέντοι παλτόν τὸ δόρυ ὀξύνεται.
Τὰ εἰς τον ὑπερδισύλλαβα βαρύνεται, πρόβατον, ἔγκατον, ἄλφιτον, γίγαρτον. Ἔμβατον τόπος τῆς Ἐρυθραίας. Θεόπομπος Ἑλληνικῶν ὀγδόῃ. Μήκιστον πόλις Τριφυλίας. Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη τῆς Ἤλιδος. Πρόσπαλτα δῆμος Ἀκαμαντίδος φυλῆς. Σάραπτα πόλις Φοινίκης. Μαννάκαρτα πόλις Ἀραβίας. Ἀλύαττα χωρίον Βιθυνίας ἀπὸ Ἀλυάττου κρατήσαντος τὸν τόπον. Ἀρτάξατα πόλις Ἀρμενίας. Στράβων ἑνδεκάτῃ. ἣν καὶ Ἀρταξιάσατα καλοῦσι. λέγεται τὴν πόλιν οἰκίσαι Ἀρταξίαν Ἀρμενίας βασιλεύσαντα. Ἰωτάπατα πόλις Συρίας. Ἰώσηπος ἐν τρίτῳ καὶ θηλυκῶς Ἰωταπάτη. Σαμόσατα πόλις Κομμαγηνῆς ἐπὶ τῷ Εὐφράτῃ. Κυρέσχατα πόλις πρὸς τοῖς ἐσχάτοις Περσίδος, ἣ καὶ Κύρου πόλις καλεῖται, Μόκατα πόλις Βιθυνίας, ὡς Δομέτιος Καλλίστρατος ἐν τῷ περὶ Ἡρακλείας τετάρτῳ. Πάνακτον φρούριον Ἀττικῆς, ὡς Ἀνδροτίων ἐν τρίτῳ Ἀτθίδος. Ταΰγετον ὄρος τῆς Λακωνικῆς. Ὅμηρος «ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον». λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως. ἀπὸ Ταϋγέτης τῆς μητρὸς Εὐρώτα. Τύδερτα πόλις Τυρρηνική. Ἀρκεσίκερτα, ὅ ἐστιν Ἀρκεσίου κτίσμα, ἐκλήθη Ἐπιφάνεια πόλις κατὰ Τίγριν. Δαδόκερτα φρούριον μέγα τῆς Ἀρμενίας μεταξὺ Μηδίας. Τιγρανόκερτα πόλις πρὸς Ἀρμενίαν, ἀπὸ Τιγράνου βασιλέως Ἀρμενίας. Λάδεστον ἢ Λάδεστα μία τῶν Λιβυρνίδων νήσων. Θεόπομπος καʹ Φιλιππικῶν. Δεκίητον πόλις Ἰταλίας. Νήριτον τὸ ὄρος. Σύβοτα νῆσος πρὸς τῷ Ἀμβρακικῷ κόλπῳ καὶ λιμήν. Ἄδροττα χωρίον ἐν Λυδίᾳ παραθαλάσσιον καὶ κατάκρημνον. Κόροντα πόλις Ἀκαρνανίας. Θουκυδίδης δευτέρᾳ … . τὸ δὲ ἑρπετόν ὀξύνεται καὶ ἐνδυτόν καὶ δελτωτόν ὡς τριγενές. ἔτι καὶ Συρρεντόν πόλις Τυρρηνίας, ἣ καὶ Συρρέντιον, καὶ Πικεντόν. οὕτω γὰρ Φλέγων Πικεντίαν πόλιν Τυρρηνίας καλεῖ.
Τὰ εἰς χον οὐδέτερα ὑπερδισύλλαβα προπαροξύνεται, Ναύλοχον· οὕτως πρότερον Σμύρνα ἐκαλεῖτο. Σάριχα πόλις Καππαδοκίας.
Τὰ εἰς ρ ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, ἔαρ, κέαρ, κτέαρ, στέαρ, φρέαρ, ἃ καὶ στεῖαρ καὶ φρεῖαρ λέγεται «φρείατα μακρὰ νάουσι» ὡς εἶδαρ γέγονε ἐκ τοῦ ἔδαρ ἐν πλεονασμῷ τοῦ ι, δέλεαρ, ὄνειαρ, ἄλειαρ, νόαρ, ὕπαρ, πύαρ, σῦφαρ, πῖαρ, ἶλαρ, τέκμαρ, ἔχθαρ, νέκταρ, πέπαρ, θέναρ, ὄναρ, ἧπαρ, ἦμαρ, νῶκαρ, μῶμαρ, βῶμαρ, οὖθαρ, πεῖραρ, ὅπερ μόνον ἐστὶ εἰς ρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχον ρ, ἄλκαρ, ἄλειφαρ, κάρηαρ. νίκωρ παρὰ Σώφρονι τῷ μιμογράφῳ, ὕδωρ, ἔλδωρ, ὅπερ κατὰ πλεονασμὸν τοῦ ε γίνεται ἐέλδωρ τρισυλλάβως «τόδε μοι κρήηνον ἐέλδωρ». ὁ δὲ Ἴβυκος ἔσθʼ ὅτε καὶ θηλυκῶς προφέρεται οὔτι κατὰ σφετέραν ἐέλδω καὶ ἐσθλὰν ποτιδεγμένων ἐέλδω. ἕλωρ, ἐξ οὗ τὸ «ἑλώρια τεῦχε κύνεσσιν»· Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς. τέκμωρ, τοῦτο δέ ἐστιν σημειῶδες, ὅτι μόνον εἰς ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν συλλαβὴν ἔχει ἐπιπλοκὴν δύο συμφώνων πρὸ τοῦ ω. ἢ ἴσως ἀναλογώτερον ἐκδεκτέον τὸ τέκμαρ. ἴσον γὰρ ἐγένετο τῷ νέκταρ καὶ ἔχθαρ. οὐ φιλεῖ δὲ τὰ τοιαῦτα προϋπάρχειν τῶν εἰς ωρ. τοῦ δὲ σημειοῦσθαι τὸ τέκμωρ αἴτιον ὁ πλεονασμὸς τοῦ μ. ἦτορ, ἄορ.
Τὰ εἰς ας βαρύνεται, γῆρας, κρέας. τοῦτο μόνον οὐδέτερον εἰς ας καθαρὸν τῷ ε παραλῆγον κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήσει Ἑλλήνων. παρὰ γὰρ Ἑκαταίῳ ἐστὶ «τὰ δέατα περιτεταμένοι». ἀλλʼ οὐ σύνηθές ἐστι λέγειν δέας. ὅ τε Σοφοκλῆς ἐν Κηδαλίωνι σατυρικῷ φησι καὶ δή τι καὶ παρεῖκα τῶν ἀρτυμάτων ὑπὸ τοῦ δέατος. ἀντὶ τοῦ δέους. ἀλλʼ οὐ λέγεται ἡ εὐθεῖα δέας. ὅ τε Ξενοφάνης φησὶ ἁγνὸν ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ. ἀλλʼ οὐ γὰρ λέγεται σπέας. ἡ γὰρ ἀναλογία ὡς ἀπὸ τοιούτων εὐθειῶν τὰς κλίσεις λαμβάνει, οὐκ οὐσῶν μέντοι ἐν χρήσει Ἑλλήνων. τὸ δὲ παρὰ τῷ ποιητῇ κτεάτεσσιν ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε μεταπλασμοῦ ἔχεται ἐκ τῆς κτεάτοις δοτικῆς. —δέμας. καὶ τοῦτο μονῆρές ἐστι, οὐδὲν γὰρ εἰς μας λῆγον οὐδέτερον «στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην». οὖας, κέρας, δέπας, πέρας, τέρας, βρέτας, λέπας, σκέπας, κνέφας, σέβας, γέρας, ψέφας, οὖδας, κῶας.
Ἔτι τὰ εἰς ος βαρύνεται, τεῖχος· ἔστι καὶ φρούριον Ἀχαΐας. βέλος, πέλαγος, ὄνειδος. φᾶρος, ὅπερ ἐστὶ σημειῶδες. τὰ εἰς ος λήγοντα οὐδέτερα, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον πάντως αὐτὸ ἔχει, εἰ μὴ κατὰ διάλεκτον εἴη, ὥσπερ τὸ πᾶρος ἐπὶ γὰρ πᾶρος ὀνιαρὸν ἱκνεῖται Ἀλκαῖός φησι. τοιοῦτο δέ ἐστι καὶ τὸ μᾶκος, δᾶνος. τὸ δὲ πρᾶγος ἤδη καὶ τὸ ῥῆμα δοκεῖ ἔχειν μεταβολήν. ἔστω οὖν τῶν συστελλόντων τὸ α παραδείγματα, πάθος, τάφος. ὅπερ καὶ ἀρσενικόν ἐστι ὣς οἵγʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. καὶ θηλυκὸν ἐπὶ τῆς νήσου. ὁπότε δὲ ἐπὶ τῆς ἐκπλήξεως παραλαμβάνεται, γένος ἐπιδέχεται τὸ οὐδέτερον· ἣ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανε. ἀλλʼ ἴσως τοῦτο ἀμφίβολον. ὁ μέντοι Ἴβυκος διέστειλε τὸ γένος ἐν τῷ πρώτῳ, σχεδὸν τὸν Ὁμηρικὸν μεταλαβών· φησὶ γὰρ δαρὸν χρόνον ἧστο τάφει πεπηγώς. οὕτω γὰρ ἔκλινεν ὡς βέλει. Ἀναδράμωμεν δὴ ἐπὶ τὰ παραδείγματα, θάλος, δάος «δάος μετὰ χερσὶν ἔχουσα», φάος, πάθος, μάθος. Ἀλκαῖος «ἀππατέρων μάθος», νάπος, γάνος, σάκος, δάκος, βάρος, χάος, κράτος, θράσος. σημειῶδες ἄρα τὸ φᾶρος ἐκτεινόμενον τὸ α. φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι, ὡς παρʼ Αἰσχύλῳ ἐν Σαλαμινίαις· εἴ μοι γένοιτο φᾶρος ἴσον ἐν οὐρανῷ. ἀλλὰ κατὰ συστολὴν παρὰ Σοφοκλεῖ ἐν Τηρεῖ σπεύδουσαν αὐτήν, ἐν δὲ ποικίλῳ φάρει καὶ ἐν Κρίσει σατυρικῇ καὶ δὴ φάρει τῷδʼ ὡς ἐμῷ καλύπτομαι. παραφυλακτέον ὅτι τὸ φάρος τυχὸν συστελλομένου τοῦ α ἀναδέχεται πάλιν ἐν διαφόρῳ σημαινομένῳ τὰ τρία γένη ὥσπερ καὶ τὸ τάφος. ἔστι γὰρ ἀρσενικόν. οὕτω γὰρ ὁ Μενελάου ἐκαλεῖτο πρωρεύς. ἀλλὰ καὶ θηλυκὸν ἐπὶ τῆς νήσου ἀπʼ αὐτοῦ τὸ ὄνομα λαβούσης, ὥς φησιν Ἑκαταῖος. καὶ οὐδέτερον, ὁπότε σημαντικὸν τοῦ ἱματίου ἢ καὶ τοῦ ἀρότρου, ὡς καὶ παρʼ Ἀλκμᾶνι· ἀλλὰ καὶ παρὰ Ἀντιμάχῳ «ἀεὶ φάρεος χατέουσιν ἑκόντες». οὕτως ἐν τοῖς ἀντιγράφοις εὕρηται. —κάλλος· καὶ τοῦτό ἐστι μονῆρες. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα βαρύτονα ἔχοντα δισσὸν τὸ λ οὐ θέλει εἶναι οὐδέτερα. Ὕλλος. Κύλλος τὸ κύριον. Σκύλλος, Ψύλλος, Τέλλος, Φέλλος τὸ κύριον, Βίλλος, σίλλος, Γρύλλος, Κόλλος, Γάλλος, ἴλλος, Γίλλος. ἔστι δὲ καὶ ἄλλα πολλὰ τούτοις ἐμφερῆ, ἅπερ παραιτεῖται τὸ οὐδέτερον γένος. δῆλον οὖν ὡς τὸ κάλλος πεπλάνηται ἢ περὶ ποσότητα τοῦ λ ἢ περὶ τὸ γένος. ὅσα γὰρ οὐδέτερά ἐστιν εἰς ος λήγοντα, ταῦτα παραιτεῖται ἔχειν ἕτερον λ, ὡς τὸ ἕλος—ἔστι καὶ πόλις Λακωνικὴ καὶ Μεσσηνίς «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» παρὰ τὸ ἐν ἕλει εἶναι· ἔστι καὶ Ἕλος Αἰγύπτου. ἔστι δὲ καὶ τόπος μεταξὺ τοῦ Πειραιέως καὶ τοῦ τετρακώμου Ἡρακλείου, ἐν ᾧ τοὺς γυμνικοὺς ἀγῶνας ἐτίθεσαν τοῖς παναθηναίοις— θάλος «φίλου θάλος». —σκέλος, βέλος, τέλος, μέλος δισύλλαβα· τὰ δὲ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς ὄντα οὐδέτερα οὐκ εἰσὶν οἷον ζάφελος, σκόπελος, πέμπελος πλὴν τοῦ ὄφελος, ὅπερ εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι, ἄκλιτον ἔμεινεν. ὕψος μόνον ὄνομα ἀρχόμενον ἀπὸ τοῦ υ ἔχον ἐπιφερόμενον διπλοῦν. αἴτιον δὲ τὸ πάθος. γέγονε γὰρ παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψος καὶ τροπῇ Αἰολικῇ ὕψος. Αἰολεῖς δʼ ἴψος λέγουσιν αὐτὸ οἰκειότερον· ἔστι γὰρ εὑρέσθαι τὸ ι πρὸ τοῦ διπλοῦ, ἵζω, ἰξός, «μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν». ὡσαύτως ἀπὸ μελλόντων τὸ ἅψος «λύθεν δέ οἱ ἅψεα πάντα» καὶ «πίσεα ποιήεντα». στεῖνος τὸ οὐδέτερον—”στεῖνος ὁδοῦ κοίλης»· ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικὴν «στείνει ἐν αἰνοτάτῳ»—τὸ δὲ ἀρσενικὸν ὀξύνεται, ὡσαύτως καὶ μάκρος παρʼ Ἀριστοφάνει «ὦ Πόσειδον τοῦ μάκρους». καὶ μακρός—καὶ κλεῖτος παρʼ Ἀλκμᾶνι «τῷ ἐν Θεσσαλίῳ κλείτει» καὶ κλειτός. —οὖδος, ὅπερ ἀπὸ τοῦ οὖδας γίνεται ὡς γῆρος παρὰ τὸ γῆρας καὶ κῶος παρὰ τὸ κῶας καὶ ὦος παρὰ τὸ ὦας. —κνύος ἡ φθορά παρὰ τὸ κνύω παρʼ Ἡσιόδῳ ὡς παρὰ τὸ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας. Αἶπος ὄρος Λυδίας. Ἄργος διασημοτάτη πόλις Πελοποννήσου. δευτέρα Ἄργος τὸ Ἀμφιλοχικόν. τρίτη Θεσσαλίας ἡ νῦν Λάρισσα. τετάρτη Κιλικίας ἡ νῦν Ἀργειόπολις πέμπτη ἐν Νισύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργος Ὀρέστιον ἡ ἐν Σκυθίᾳ. ἐνάτη Καρίας. δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργος δὲ σχεδὸν πᾶν πεδίον κατὰ θάλασσαν. Βῖδος φρούριον ἐν Σικελίᾳ. εὕρηται δὲ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι. Ἕρμος ὡς ἕρκος οὐδετέρως δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. λέγεται καὶ Ἕρμοι. τέμενος· ἔστι καὶ Τέμενος τόπος Σικελίας ὑπὸ τὰς Ἐπιπολὰς πρὸς ταῖς Συρακούσαις. τὸ ἔλεγχος, τὸ σκότος, τὸ τάριχος γέγονε κατὰ μεταβολὴν τοῦ γένους ἐκ τοῦ ὁ ἔλεγχος, ὁ σκότος, ὁ τάριχος. αἱ δὲ μετοχαὶ ὀξύνονται, τὸ τετυφός, πεποιηκός.
Τὰ εἰς ες μονογενῆ προπαροξύνεται, Κυνόσαργες γυμνάσιον ἐν τῇ Ἀττικῇ καὶ δῆμος, ἀπὸ Διόμου, ἀφʼ οὗ ὁ χῶρος Ἀθήνησι Διόμεια καλεῖται. Δίομος γὰρ Ἡρακλεῖ ὡς θεῷ θύων τὰ ξενώσων … ἱερὰ Ἡρακλεῖ ἥρῳ ἔδειξε καὶ αὐτῷ κύων λευκὸς ἁρπάσας τὰ μηρία εἰς τοῦτο τὸ χωρίον ἤνεγκε. ὅμαρες τὸ συμφωνοῦν, πεύκαες τὸ πικρόν, ῥώπαες τὸ ἀλσῶδες, πάνακες, δονάκαες. τὰ δὲ ἐπιθετικὰ ὀξύνεται ὥσπερ καὶ τὰ ἀρσενικά, εὐσεβές, εὐγενές. ΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ ΟΝΟΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ ιδʹ.
Πᾶν ὄνομα μονοσύλλαβον οὐδέτερον μακροκατάληκτον, εἴτε ἀπαθὲς εἴη εἴτε πεπονθός, περισπᾶται καὶ ἔστι τὰ μονοσύλλαβα τῶν στοιχείων ὀνόματα εἶ, μῦ, νῦ, ξῖ, οὖ, πῖ, ῥῶ, ταῦ, φῖ, χῖ, ψῖ, ὦ. —πᾶν ἀπὸ τοῦ πᾶς καὶ τὸ δῶ ἀπὸ τοῦ δῶμα καὶ τὸ φᾶρ τὸ ἱμάτιον ἀπὸ τοῦ φᾶρος καὶ κρῖ, σταῖς, στῆρ τὸ στέαρ, οὖς, ὦς, φῶς, πῦρ, σκῶρ· τοῦτο δέ φασι Δωριεῖς ὀξύνειν· τὰ δὲ ἔχοντα βραχεῖαν ὀξύνεται, ἕν, τίς τί.
Πᾶν ὄνομα μονοσύλλαβον εἰς ν λῆγον ἀρσενικὸν καὶ θηλυκὸν ὀξύνεται, Πάν ὁ δαίμων, Δάν· οὕτως εἴρηται ὑπὸ Βοιωτῶν ὁ Ζεύς, Ζάν· οὕτω γὰρ εἴρηται ὁ θεὸς ὑπὸ τῶν μεταγενεστέρων Αἰολέων· καὶ ἔτι οἱ μεταγενέστεροι Ἴωνες διὰ τοῦ α Ζάν ὁμοίως τῷ Λυκᾶνι «κλῦθί μοι Ζανός τε κούρη Ζανί τʼ ἐλευθερίῳ». Ζήν ὁ Ζεύς καὶ Δήν, μήν, σπλήν, σφήν, ψήν ἀρσενικά, τὸ δὲ χήν κοινὸν τῷ γένει· θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητής «ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ» καὶ «αἰετὸς ἀργὴν χῆνα φέρων», ἀρσενικὸν δὲ οὕτως «χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν—ἐξ ὕδατος», εἶτα ἐπιφέρει ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. λέγεται δὲ καὶ Χήν πόλις Λακωνικῆς θηλυκῶς. καὶ τὸ μὲν χήν ἐν κοινότητι. Ὧι ὅμοιον δύναιτο ἂν εἶναι καὶ τὸ ῥήν τὸ θρέμμα, εἴ τις βούλοιτο. ἐπὶ δὲ τῆς αἰτιατικῆς Νίκανδρος «αὐτὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν». τὸ δὲ φρήν μόνως θηλυκὸν πεπλάνηται περὶ τὸ γένος, διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίσις ὡς πρὸς τὰ ἄλλα μονοσύλλαβα, φρενός γάρ, τῶν ἄλλων φυλασσόντων τὸ η. οὐκ ἀντιθήσει τις ἡμῖν τὸ παρὰ τῷ Ἑρμησιάνακτι ἐν Λεοντίου αʹ «δερκόμενος πρὸς κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν.» οὐ γὰρ ἐντελές, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη. Ῥών πόλις τῆς Γανδαρικῆς Σκυθίας, κλών, πρών, Χών ὄνομα ποταμοῦ, ἐξ οὗ καὶ ἡ ἤπειρος Χωνία, παρὰ Ἡροδότῳ καὶ Χών τὸ ἐθνικόν, οὗ μέμνηται Στράβων ἐν ἕκτῃ «καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφʼ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν». χθών μόνον θηλυκὸν ἐκ τῶν εἰς ων μονοσυλλάβων καὶ διαλλάξαν κατὰ τὴν κλίσιν. γίνεται δὲ παρὰ τὸ χῶ ῥῆμα χών καὶ χθών. Θών, ἀφʼ οὗ καὶ ἡ γενικὴ Θῶνος. τὸ δὲ Θῶν Θῶντος ἐκ πάντων τῶν μονοσυλλάβων μόνον περισπᾶται μιμησάμενον κατὰ τὴν κλίσιν τὴν σμῶντος, κλῶντος, δρῶντος μετοχήν.
Τὰ εἰς ιν μονοσύλλαβα δικατάληκτα ὀξύνεται, ἴν ἴς, ῥίν ῥίς, θίν θίς.
Εἰς υν μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν· πάντα γὰρ ὑπὲρ μίαν συλλαβήν ἐστιν· διὸ τὴν κυνός γενικὴν ἀπὸ τῆς κύονος συνεκκεκόφθαι φαμέν, ὡς καὶ ἡ κλητικὴ μαρτυρεῖ ὦ κύον.
Τὰ εἰς αξ μονοσύλλαβα ὀξύνεται, σπάξ· οὕτως ὁ κύων παρὰ Πέρσαις, πλάξ, γλάξ βοτάνη γαλακτοποιός, ῥάξ· ἔστι δὲ καὶ Ῥάξ νῆσος Λυκίας. Πράξ Ἀχιλλέως ἀπόγονος, ὃς ἐξ Ἠπείρου μὲν ὥρμησε, ᾤκησε δὲ ἐν τῇ Λακωνικῇ, ἀφʼ οὗ Πρᾶκες ἔθνος. ὡσαύτως δὲ καὶ τὰ μετὰ συμφώνου ὀξύνεται στράγξ καὶ σάρξ.
Τὰ εἰς ξ μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει βραχέων, σπάνια ὄντα καὶ ἱστορίας ἐχόμενα, ὀξύνεται, Λέξ τὸ ἔθνος, κρέξ, πρόξ, φλόξ, κρόξ, δόρξ, ζόρξ, ὅλξ.
Τὰ εἰς ξ λήγοντα μονοσύλλαβα ἔχοντα ἕν τι τῶν φύσει μακρῶν ὀξύνεται, σφήξ· Σφῆκες δὲ ἐκαλοῦντο καὶ οἱ τὴν Κύπρον ἐνοικοῦντες. κήξ, βήξ, δήξ, πτώξ, πρώξ, ῥώξ, ὃ διὰ τοῦ γ κλίνεται, ὤλξ· τὸ δὲ βῶξ μόνον ἐκ πάντων περισπᾶται, ἐπεὶ τούτου ἐντελέστερον τὸ βόαξ, ὡς Ἀριστοφάνης ἀλλʼ ἔχουσα γαστέρα μεστὴν βοάκων καὶ Φερεκράτης εἰπὼν τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν ἰχθῦν γέ φασι τὸ παράπαν ἐπιφέρει νὴ τὼ θεώ κοὐκ ἔστιν ἰχθῦς ἄλλος ἢ βόαξ. Ἀριστοτέλης δὲ ὅτι μόνος τῶν ἰχθύων φωνὴν προΐεται καὶ οὕτως ὠνόμασται.
Τὰ εἰς ιξ μονοσύλλαβα ὀξύνεται, στίξ ἡ τάξις, φρίξ, θρίξ, ψίξ, πνίξ, πλίξ, Βρίξ ἔθνος Θρᾳκικόν. Ἡρόδοτος ἑβδόμῃ … «οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, καλέονται Βρίγες» ἀπὸ Βρίγου τοῦ κατοικήσαντος ἐν Μακεδονίᾳ, ἴξ θηρίδιόν τι ἐσθίον τὰς ἀμπέλους, Φίξ, Σφίξ, στρίξ καὶ στρίγξ εἶδος ὀρνέου, ὅπερ τινὲς καὶ διὰ τοῦ λ γράφουσι στλίξ, Λίγξ ποταμὸς Μαυριτανίας καὶ πόλις· τινὲς δὲ Λίξον γράφουσιν.
Τὰ εἰς υξ μονοσύλλαβα ὀξύνεται, τρύξ, Φρύξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Βρύξ Μακεδονικὸν ἔθνος προσεχὲς Ἰλλυριοῖς, πτύξ, Στύξ, νύξ, στρύξ, πνύξ τὸ παρʼ Ἀθηναίοις δικαστήριον· ἔστι πύκν ὄνομα κύριον. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη τὸ κ εἰς ξ πνύξ. ὑπέρθεσιν ἄρα ἔχει διὰ τὴν κατάληξιν· ἐν δὲ τῇ γενικῇ ἀπέλαβε τὴν τάξιν μετὰ τοῦ κ πνύξ πυκνός «τῆς πυκνὸς τὰς ἡνίας» «τοῦ λίθου τοῦν τῇ πυκνί» καὶ «πύκνα». κέκληται δὲ παρὰ τὸ πυκνὸν τῶν πάλαι ᾠκισμένων οἰκιῶν, λύγξ καὶ Λύγξ πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα· καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος.
Τὰ εἰς αιξ μονοσύλλαβα ὀξύνεται, Ῥαίξ, Γραίξ, Γραῖκες γὰρ παρʼ Ἀλκμᾶνι αἱ τῶν Ἑλλήνων μητέρες καὶ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν· εἰσὶ δὲ καὶ Γραῖκες Αἰολέων οἱ τὸ Πάριον οἰκοῦντες. ἔστι δὲ ἢ μεταπλασμὸς ἢ τῆς Γραίξ εὐθείας κλίσις ἐστίν. ἀλλὰ δύο μόνα εὕρηται ἐν τῇ συνήθει χρήσει· τὸ αἴξ ἐπὶ τοῦ ζῴου· καὶ τοῦτο οἱ Ἀττικοὶ περισπῶσι, καὶ τὸ Θρᾷξ, ὅπερ οὐδὲ ἐκφωνεῖ τὸ ι. τοῦτο δὲ περισπᾶται, ἐπεὶ καὶ ἐντελέστερον αὐτοῦ τὸ Θράϊξ δισύλλαβον «Θρήϊκας» καὶ «Θρήϊκες οἵδʼ ἀπάνευθε νεήλυδες» καὶ «Θρηΐκιον».
Τὰ εἰς αυξ μονοσύλλαβά εἰσι δύο μόνα, τὸ Ταῦξ, ἱστορεῖται οὗτος ποταμὸς περὶ Σικελίαν, καὶ τοῦτο περισπᾶται, καὶ τὸ γλαύξ, ὃ παρʼ ἡμῖν μὲν ὀξύνεται, παρὰ δὲ Ἀθηναίοις καὶ τοῦτό τινες περισπῶσιν.
Οὐδὲν εἰς οιξ λήγει ὄνομα πλὴν μόνον ἡ προίξ καὶ ὀξύνεται.
Πᾶν τοίνυν εἰς ξ μονοσύλλαβον κοινολεκτούμενον ὀξύνεται πλὴν τοῦ Θρᾷξ καὶ τοῦ βῶξ.
Τὰ εἰς ρ ἀρσενικὰ καὶ θηλυκὰ μονοσύλλαβα ὀξύνεται. Πάρ· τόπος δέ ἐστιν ἐν τῷ περὶ Θυρέᾳ, ἐν ᾧ ἐμαχήσαντο οἱ Ἀργεῖοι καὶ Λακεδαιμόνιοι. Κάρ· ἔστι δὲ ἔθνος ὁμονύμως τῷ κτίστῃ. Μάρ ἔθνος προσεχὲς τοῖς Μοσσυνοίκοις. Ἑκαταῖος Ἀσίᾳ. ψάρ· ἔστι δὲ εἶδος ὀρνέου· τοῦτο δὲ παρὰ τῷ ποιητῇ καὶ διὰ τοῦ α εὑρίσκεται καὶ διὰ τοῦ η οἷον «κολοιούς τε ψῆράς τε» καὶ «ψαρῶν νέφος ἔρχεται». Σήρ ἔθνος Ἰνδικόν, ὅθεν σηρικὰ τὰ πολυτελῆ ἱμάτια. Τρήρ Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ «Τρήρεας ἄνδρας ἄγων». Θεόπομπος Θρᾶρας αὐτοὺς καλεῖ. Ἀρριανὸς δὲ ἐν Βιθυνιακοῖς Τρίηρας. θήρ, φήρ ὁ κένταυρος «φηρσὶν ὀρεσκῴοις» καὶ κήρ τὸ θηλυκὸν ἡ θανατηφόρος μοῖρα «μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι» καὶ κατὰ ποιητικὴν συστολὴν τοῦ η εἰς α «τίω δέ μιν ἐν καρὸς αἴσῃ», ἤρ ἐπὶ τῆς ἐπικουρίας· καὶ ὀξύνεται ἡ γενικὴ ἠρός καὶ ἡ αἰτιατικὴ ἦρα καὶ ἐν συνθέσει ἐπιῆρα. βήρ τὸ φρέαρ παρὰ Φοίνιξι. —Τὰ εἰς ειρ λήγοντα μονοσύλλαβα τρία μόνα εἰσίν, ἓν μὲν θηλυκὸν τὸ χείρ, δύο δὲ ἀρσενικὰ τὸ Εἴρ· ἔστι δὲ ὄνομα ποταμοῦ, οὗ μέμνηται Ἀρτεμίδωρος ἐν Γεωγραφουμένοις καὶ τὸ φθείρ. τὸ δὲ Φθίρ ὁ υἱὸς τοῦ Ἐνδυμίωνος διὰ τοῦ ι γράφεται, παρὰ δὲ τοῦτο τὸ ὄρος Καρίας καὶ οἱ κατοικοῦντες Φθῖρες «Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον». ὁμοίως καὶ τὸ Σίρ ἔθνος Θρᾴκης ὑπὲρ τοὺς Βυζαντίους. —φώρ ὁ κλέπτης, Νώρ ὄνομα ἔθνους. Σώρ. τὸ δὲ ὦρ περισπᾶται· ἔστι δὲ μόνον θηλυκὸν εἰς ωρ ἐκ τοῦ ὄαρ γενόμενον κατὰ κρᾶσιν τοῦ ο καὶ α εἰς ω ὥσπερ κρείττονα κρείττω· ἡ δὲ εὐθεῖα οὐχ εὕρηται, ἀναπλάττομεν δὲ αὐτὴν ἀπὸ τοῦ «ἀμύνεμεν ὤρεσιν». τὸ μέντοι πῦρ, ὅπερ Σιμωνίδης καὶ ἕνεκα μέτρου δισυλλάβως ἀπεφήνατο· «τοῦτο γὰρ μάλιστα φῆρες ἔστυγον πύϊρ», στῆρ, κῆρ τὸ κέαρ, σκῶρ ἡ κόπρος ὡς οὐδέτερα περισπᾶται. ὡσαύτως καὶ βλῆρ Αἰολικῶς τὸ δέλεαρ. οἱ Αἰολεῖς τὸ δ εἰς β τρέπουσι· τοὺς γὰρ δελφῖνας βελφῖνάς φασι καὶ τοὺς Δελφούς Βελφούς· οὕτως οὖν δέλεαρ βέλεαρ καὶ κατὰ συγκοπὴν καὶ συναλοιφὴν βλῆρ πεποίηται. οὕτω καὶ οἱ Βοιωτοὶ ποιοῦσι. τὸ δὲ Σῦρ οὐ σύνηθες παρὰ Ἕλλησιν, ἀλλʼ ἱστορίας ἐχόμενον, ἄλλως τε οὐδʼ ἄντικρυς οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.
Τὰ εἰς ας μονοσύλλαβα, εἰ μὲν ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιοῦσι, περισπῶνται, ὁ Γρᾶς τοῦ Γρᾶ, ὁ Θᾶς τοῦ Θᾶ ὄνομα κύριον, ὁ Χνᾶς τοῦ Χνᾶ· οὕτως δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται. Δᾶς· ὄνομα δὲ τοῦτο ποταμοῦ. Βᾶς· ἱστορεῖται δὲ οὗτος βασιλεὺς Πόντου. Λᾶς· τοῦτο δὲ καὶ ποταμὸν καὶ λίθον καὶ πόλιν σημαίνει· πᾶς πᾶ ὁ πατήρ· εἰ δὲ περιττοσυλλάβως κλίνοιτο μονογενῆ ὄντα, ὀξύνεται, Πράς Πράντος ὄνομα πόλεως Περραιβικῆς καὶ ποταμοῦ καὶ τὸ ἐθνικὸν ὁμοφώνως, εἰ καὶ ἐν τῷ Ὀνοματικῷ εἶπον αὐτὸ περισπᾶσθαι, Ζάς Ζάντος ὁ Ζεύς, Φθάς κύριον, κράς ἡ κεφαλή. τοῦτο δὲ μόνον διὰ τοῦ τ ἐκλίθη, τῶν ἄλλων μονοσυλλάβων ὀξυτόνων μετοχικῶς κατὰ τὸ φάς φάντος διὰ τοῦ ντ κλινομένων. ἔχομεν δὲ χρῆσιν τῆς εὐθείας παρὰ Σιμμίᾳ τῷ Ῥοδίῳ οὕτως «χρυσῷ τοι φαέθοντι πολύλλιτος ἐμφέρεται κράς». τὸ μέντοι πᾶς παντός τριγενές. τὸ δὲ δᾴς δᾳδός τοῦ ι προσγεγραμμένου ὀξύνεται ὡς ἐκ τοῦ δαΐς ὀξυνομένου συναιρεθέν.
Τὸ ναῦς ὃ καὶ νᾶς, καὶ γραῦς καὶ βαῦς μόνως θηλυκὰ περισπᾶται καὶ τὰ εἰς αις μονοσύλλαβα, παῖς κοινὸν κατὰ γένος· ἔστι δὲ ἀπὸ τοῦ πάϊς· σταῖς οὐδέτερον. τὸ δὲ δαίς ἡ εὐωχία θηλυκὸν ὀξύνεται.
Τὰ εἰς εἰς μονογενῆ ὀξύνονται, δείς ἄρρητον, ὅπερ ἀεὶ μετὰ τῆς οὐ ἀποφάσεως ἢ τῆς μή ἀπαγορεύσεως σύνεστιν, οὐδείς μηδείς. μείς Αἰολικῶς ὁ μήν, κτείς καὶ κλείς θηλυκόν. τὸ μέντοι εἷς περισπᾶται ὡς τριγενές. τὰ γὰρ εἰς εις λήγοντα ὀνόματα κοινολεκτούμενα ἔχοντα οὐδετέρου παρασχηματισμὸν ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον χαρίεις χαρίεν, δαφνήεις δαφνῆεν, αὐδήεις αὐδῆεν. τούτῳ οὖν τῷ λόγῳ καὶ τὸ εἷς ἔχον οὐδετέρου παρασχηματισμὸν οἷον τὸ ἕν ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν. πρόσκειται «ὀνόματα» διὰ τὰς μετοχὰς οἷον διὰ τὸ τυφθείς τοῦ τυφθέντος, δαρείς δαρέντος, νυγείς νυγέντος. ταῦτα γὰρ ὀξύνονται. πρόσκειται «κοινολεκτούμενα», ἐπεὶ τὸ εὐσεβής καὶ εὐγενής οἱ Βοιωτοὶ διὰ τῆς ει διφθόγγου προφέρονται. πρόσκειται «ἔχοντα οὐδετέρου παρασχηματισμόν» διὰ τὸ κτείς κτενός. τοῦτο γὰρ ὀξύνεται, ἀλλʼ οὐκ ἔχει οὐδετέρου παρασχηματισμόν. τὸ οὖν εἷς ὡς ἔχον οὐδετέρου παρασχηματισμὸν οἷον τὸ ἕν οὐ δύναται ὀξύνεσθαι· ἀλλʼ οὐδὲ βαρύνεσθαι δύναται, ἐπεὶ μονοσύλλαβόν ἐστι, τὰ δὲ μονοσύλλαβα οὐδέποτε βαρύνονται, ἀλλʼ ἢ ὀξύνονται οἷον Κρής Τρώς πούς τίς νύξ φλόξ ἢ περισπῶνται οἷον βοῦς νοῦς παῖς γραῦς πᾶς. μὴ δυνάμενον οὖν τὸ εἷς μήτε ὀξύνεσθαι ὡς ἔχον οὐδετέρου παρασχηματισμὸν μήτε βαρύνεσθαι ὡς μονοσύλλαβον ἐξ ἀνάγκης περιεσπάσθη. Ἀμέλει ὅταν πλεονάσῃ τὸ ε καὶ ὑπερβῇ τὴν μονοσυλλαβίαν βαρύνεται οἷον ἕεις ὡς παρὰ τῷ Ἡσιόδῳ «κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ».
Τὰ εἰς οις περισπᾶται· ἔστι δὲ δύο μόνα τὸ οἶς καὶ παρʼ Ἀττικοῖς τὸ φθοῖς συναιρεθέντα ἐκ δισυλλάβων τὸ ὄϊς καὶ φθόϊς.
Τὰ εἰς ευς μονοσύλλαβα ὀξύνεται, Ζεύς, Φλεύς ἐπὶ τοῦ Διονύσου κείμενον, ὡς ἐν ταῖς ἐπικλήσεσιν εὕρομεν, Νεύς ἐπὶ ποταμοῦ κείμενον, ὥς φησι Φιλέας, θεύς ἐκ συναλοιφῆς γενόμενον, Δεύς ὑπὸ Βοιωτῶν ὁ Ζεύς, σεύς ἀπὸ ἀναλογίας πλασσόμενον, Δνεύς ἐθνικὸν «μὴ Δνεὺς χίμαιραν, ἄγριον ὀφλήσεις». τὸ μέντοι νεῦς ἡ ναῦς περισπᾶται ὥσπερ καὶ τὸ γρεῦς.
Τὰ εἰς ους μονοσύλλαβα, εἴτε ἀπαθῆ εἴτε συνῃρημένα, περισπᾶται, βοῦς, πλοῦς, ῥοῦς, φλοῦς, χλοῦς, Γλοῦς ὁ λῃστής, χνοῦς παρὰ Σοφοκλεῖ, κνοῦς, θροῦς, νοῦς, σοῦς, χροῦς πολὺ παρὰ τοῖς Ἴωσι, χοῦς καὶ Χοῦς ἔθνος Βεχείρων ἐγγύς. Ἑκαταῖος ἐν Ἀσίᾳ «εἰς μὲν τοῦτο ἡ Βεχειρική, ἔχονται δʼ αὐτῶν Χοῖ» καὶ πάλιν «μέχρι μὲν τούτων Χοῖ» καὶ πάλιν «Χοῖσι δὲ ὁμουρέουσι πρὸς ἥλιον ἀνίσχοντα Δίζηρες». καὶ τὸ οὖς οὐδέτερον. τοῦτο δὲ οὕτως ἐγένετο· παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται αὖας· καὶ τροπῇ τοῦ α εἰς ο οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον· κλίνεται οὔατος ὡς δέρας δέρατος. ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ υ ὄας καὶ κατὰ κρᾶσιν οὖς καὶ κατὰ Δωριεῖς ὦς. σημειωτέον τὸ πούς ὀξυνόμενον. μετοχῆς γὰρ ἐδέξατο τόνον. καὶ γὰρ τὸ δούς ὀξύνεται.
Τὰ εἰς ης κατὰ διάλεκτον γινόμενα ἐκεῖνον ἔχει τὸν τόνον, ὁποῖον καὶ τὰ πρωτότυπα, μήν μής, δαίς δής, παῖς πῆς, εἷς ἧς. παρὰ γὰρ Ῥίνθωνι «οὐδʼ ἧς κύων».
Τὰ εἰς ης μονοσύλλαβα τυχόντα φυσικῆς καταλήξεως ἢ ὀξύνεται ἢ περισπᾶται· καὶ ὀξύνεται μὲν τὰ περιττοσυλλάβως κλινόμενα, Κρής ὁ Διὸς καὶ Ἰδαίας νύμφης παῖς καὶ ὁ πολίτης, σής ὁ σκώληξ καὶ ποταμοῦ ὄνομα, Γνής ἔθνος οἰκῆσαν τὴν Ῥόδον· ἔνθεν ἴγνητες οἱ ἰθαγενεῖς· λέγεται γὰρ καὶ μετὰ τοῦ ι ἴγνητες. Φρής ἔθνος Λιβυκόν, Γλής ἔθνος Ἰβηρικὸν μετὰ τοὺς Κύνητας. Ἡρόδωρος δεκάτῳ τῶν καθʼ Ἡρακλέα ἱστοριῶν «τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκέειν τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκέοντες τὰ πρὸς δυσμέων Κύνητες ὀνομάζονται, ἀπʼ ἐκείνων δὲ ἤδη πρὸς βορέην ἰόντι Γλῆτες, μετὰ δὲ Ταρτήσιοι, μετὰ δὲ Ἐλβυσίνιοι, μετὰ δὲ Μαστιηνοί, μετὰ δὲ Κελκιανοί, ἔπειτα δὲ ἤδη ὁ Ῥοδανός». Τλής ἔθνος Ἰβηρικὸν περιοικοῦν τοὺς Ταρτησσίους. Θεόπομπος τεσσαρακοστῷ πέμπτῳ. Κλής ἐπὶ τοῦ ποταμοῦ, Ζής παρὰ Φερεκύδει κατὰ κίνησιν ἰδίαν, θής ὁ μίσθιος, βλής «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας». περισπᾶται δὲ τὰ ἰσοσύλλαβα Δρῆς Τρῆς κύρια. ὡς δέ τινες βούλονται, καὶ τὸ Ζῆς.
Τὰ εἰς ις μονοσύλλαβα φύσει εἰς ς λήγοντα ὀξύνεται ὁμοίως τοῖς εἰς ιν τροπὴν τοῦ ν εἰς ς ἀναδεξαμένοις οἷον ἴν ἴς, ῥίν ῥίς. εἰσὶ δὲ σπάνια. Ἴς πόλις Περσική. Ἡρόδοτος πρώτῃ … · ἔνθα καὶ ποταμὸς Ἴς οὕτω καὶ Σκύμνος ἐν τῷ ιʹ τῆς Ἀσίας περίπλῳ παρέθετο· «ἔχεται Κελένδερις πόλις Σαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρης καὶ ἄλσος· Ἲς ποταμὸς παρὰ θάλασσαν ἔξεισιν». Ἔστιν Ἴς τῆς Ἰταλίας, ὡς Πάρθαξ ἐν τῷ βʹ τῶν Ἰταλικῶν. «Ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Ποσειδωνίαν ὁ Ἡρακλῆς. ἔστι δὲ ποταμὸς Ἲς καλούμενος μέγας». Θίς πόλις Αἰγυπτία πλησίον Ἀβύδου. Φθίς· Φθῖες γὰρ καὶ Φθῖοι οἱ Φθιῶται. κίς ὁ σκώληξ. λίς ὁ λέων. τοῦτο δὲ ὁ μὲν Ἀρίσταρχος ὀξύνει· ὁ δὲ Αἰσχρίων περισπᾷ, ὡς γὰρ παρὰ τὸ μῦς μῦν φησὶ καὶ νοῦς νοῦν, οὕτω καὶ λῖς λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων». καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι, ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχουμένων περιεσπάσθη. καὶ τάχα καθʼ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ «λὶς πέτρη». τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοιγε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχος. καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. τίς, ὅπερ συστέλλει τὸ ι, Δίς ὁ Ζεύς παρὰ Ῥίνθωνι.
Εἰς ος μονοσύλλαβον οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ πός οἷον «ᾧ πὸς ἄγʼ, ἱεμένοισιν» ἀπὸ τοῦ πούς γέγονε κατὰ ἀποβολὴν τοῦ υ καὶ τὸ ὅς ἄρθρον ἐστίν. καὶ ἔστιν εἰπεῖν, ὅτι κανών ἐστιν ὁ λέγων ὅτι πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει φύσει ἢ θέσει χωρὶς τοῦ τίς. ἄλλως τε δύο κανόνες ἤμελλον μάχεσθαι. καθὸ μὲν γὰρ εἰς ος εἰσίν, ὤφειλεν εἰς ου ἔχειν τὴν γενικήν. καθὸ δὲ πάλιν πᾶσα μονοσύλλαβος εὐθεῖα ἰσοσυλλάβως κλινομένη ἀποβολῇ τοῦ ς τὴν γενικὴν ποιεῖ ὁ Χνᾶς τοῦ Χνᾶ, ὁ Δρῆς τοῦ Δρῆ, ὁ νοῦς τοῦ νοῦ, ὁ ῥοῦς τοῦ ῥοῦ, ἠναγκάζοντο καὶ ταῦτα ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελεῖν καὶ οὐχὶ εἰς τὴν ου δίφθογγον ἔχειν αὐτήν. τῶν οὖν δύο κανόνων μαχομένων ἐπιλελοίπασι τὰ εἰς ος μονοσύλλαβα ὀνόματα.
Τὰ εἰς υς μονοσύλλαβα περισπῶνται, μῦς, δρῦς· ἔστι δὲ καὶ πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ. σῦς καὶ ὗς. φυλάσσουσι δὲ τὸ υ ἐν τῇ κλίσει· τῶν δὲ ὑπὲρ μίαν συλλαβὴν ἀρσενικῶν ἓν μόνον ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις.
Τὰ εἰς ως ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται, Τρώς τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτίστῃ ὡς Ἀχαιός, Δαναός, Σικελός, θώς, πλώς ἰχθῦς τις. δμώς, φώς ὁ ἄνθρωπος, χρώς «ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος». Μώς τὸ μέντοι κατὰ τροπὴν Δωρικὴν γινόμενον βῶς ἀπὸ τοῦ βοῦς βοός περισπᾶται. τὰ μέντοι ἰσοσύλλαβα περισπῶνται, σώς «νῦν τοι σῶς αἰπὺς ὄλεθρος»· γέγονε δὲ ἢ ἀπὸ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σῶος ἢ ἐκ τοῦ σάος. Κρῶς ὄνομα ἥρωος ὁμοφωνοῦν τῇ πόλει, ἔστι δὲ Αἰγύπτου. Ἑκαταῖος περιηγήσει Ἀσίας. Γλῶς ὄνομα ἥρωος, Κῶς πόλις καὶ νῆσος. καὶ Ὅμηρος «καὶ Κῶν Εὐρυπύλοιο πόλιν». λέγεται καὶ Κώως διὰ δύο ωω καὶ Κόως, ἀφʼ οὗ τὸ παρʼ Ὁμήρῳ τοπικὸν «καί μιν ἔπειτα Κόωνδʼ εὐναιομένην ἀπένεικας». λέγεται καὶ Κόος διὰ δύο οο. ἔοικεν οὖν τὸ πρωτότυπον Κῶς. οὕτως γὰρ καὶ ὁ κτίστης. ἔστι καὶ ἐν Αἰγύπτῳ πόλις Κῶς. ἔστι δὲ καὶ κῶς τὸ ὄρυγμα τὸ ἐν Κορίνθῳ, οὗ καθείργνυον τοὺς φῶρας καὶ τοὺς δραπέτας. λέγεται καὶ κῶος, κῶες δὲ οἱ ἐν αὐτῷ ἀνατραφέντες. κώους γὰρ τὰ κοιλώματα τῆς γῆς καὶ πάντα τὰ σπήλαια ἔλεγον. Τλῶς ὁ Τρεμίλητος καὶ Πραξιδίκης νύμφης καὶ ἀπʼ αὐτοῦ Τλῶς πόλις Λυκίας. ἔστι καὶ Τλῶς τὸ ἐθνικόν. ἔστι καὶ ἄλλη Τλῶς πόλις Πισιδίας. Λῶς νῆσος περὶ Θετταλίαν. Ἀρτεμίδωρος. χωρὶς τοῦ ζώς «ἦ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι». τοῦτο δὲ ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν οὐχ ὑγιῶς. ἐκ γὰρ ὀξυνομένου τοῦ ζωός γενόμενον τὸ ζώς δεῖ ὀξύνειν ὥσπερ ἐπὶ τοῦ ἑσταώς ἑστώς, βεβαώς βεβώς. καὶ τὸ δώς «δὼς ἀγαθή, ἅρπαξ δὲ κακὴ θανάτοιο δότειρα» ὀξύνεται· ἔστι δὲ ἄκλιτον. —Τὰ εἰς ως οὐδέτερα περισπᾶται, τὸ φῶς, τὸ ὦς.
Τὰ εἰς ψ μονοσύλλαβα ὀξύνεται, κνάψ ὁ δαλός, μάψ ὄρνεόν τι, δράψ κείμενον παρʼ Ἀριστοφάνει, λάψ παρὰ Ταραντίνοις, γράψ καὶ φάψ θηλυκά, φλέψ, κλέψ ὁ κλέπτης, σκέψ, θήψ καὶ σήψ εἶδος ὄφεως σῆψιν ἐμποιοῦν, ἴψ ὁ σκώληξ, λίψ ὁ ἄνεμος, Νίψ ὄνομα κρήνης, κνίψ, ὁ δὲ Ἀριστοτέλης μετὰ τοῦ σ σκνίψ, θρίψ, ῥίψ πλέγμα ψιαθῶδες, στύψ, γύψ, γρύψ, Ῥύψ ὁ κατοικῶν Ῥύπας πόλιν Ἀχαϊκήν, ὤψ ὁ ὀφθαλμός καὶ ὄνομα κύριον «Εὐρύκλειʼ Ὦπος θυγάτηρ», ῥώψ τὰ νεοθαλῆ τῶν δρυῶν, θώψ ὁ πλάνος, κνώψ εἶδος θηρίου, κλώψ ὁ κλέπτης, σκώψ ὁ σκώπτης, Ἀριστοτέλης δὲ χωρὶς τοῦ σ, Κρώψ. Κρῶπας γὰρ Ἀνδροτίων φησὶ Κρωπιὰν δῆμον τῆς Λεοντίδος φυλῆς.
Τὰ εἰς α θηλυκὰ μονοσύλλαβα περισπᾶται πάντα, μνᾶ σύνηθες Ἀττικοῖς καὶ τῇ νῦν χρήσει καὶ Χνᾶ ἀπεξενωμένον, ἡ Φοινίκη οὕτως ἐκαλεῖτο τὸ πρότερον, Φνᾶ νῆσος, Λᾶ πόλις Λακωνική. Λυκόφρων «καὶ Λᾶν περήσεις». ταύτην δὲ διαλύσας Ὅμηρός φησιν «οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο». κεῖται δὲ ἐπὶ πέτρας ὑψηλῆς, διὸ Λᾶ καλεῖται. Μᾶ, ἣ τῇ Ῥέᾳ εἵπετο. ἐκαλεῖτο δὲ καὶ ἡ Ῥέα Μᾶ.
Τὰ εἰς η μονοσύλλαβα ἐκ συναιρέσεως περισπᾶται, μόνη δὲ ἡ γῆ κοινὴ συνήθης, τὸ γὰρ Ῥῆ ἡ Ῥέα ἴδιόν ἐστι τοῦ Συρίου καὶ οὐ πᾶσιν ἴσως ἢ καὶ Ἀττικοῖς γνωστόν· τὸ δὲ πλῆ εἰρημένον παρὰ Διογένει τῷ Ἀπολλωνιάτῃ ἀντὶ τοῦ πλέη θηλυκοῦ ἐπιθετικῶς ἄγνωστον τοῖς ἄλλοις. ἀλλὰ καὶ ἡ νέα νῆ εἰρημένον ἐν Σαμίων ὥροις· «τῇ δὲ νῇ τῶν Πυθιογειτόνων τις συγκυρέων ἐλάμβανε» καὶ παρὰ Ἀριστοφάνει ἐν Αἰολοσίκωνι καί κʼ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΚΑΤΑ ΚΛΙΣΙΝ ΑΡΙΘΜΩΝ ΚΑΙ ΤΩΝ ΚΑΤΑ ΘΕΜΑ ΕΙΡΗΜΕΝΩΝ. ΒΙΒΛΙΟΝ ιεʹ. Περὶ τοῦ ἐν ταῖς πλαγίαις τῶν ὀνομάτων τόνου. Περὶ τόνου τῆς ἑνικῆς γενικῆς.
Πᾶσα γενικὴ καὶ δοτικὴ μακροκατάληκτος ἐφʼ ἑαυτῆς τέλους ἔχουσα τὸν τόνον περισπᾶται, ἑνική τε καὶ δυϊκὴ καὶ πληθυντική, καλοῦ καλῷ καλοῖν καλοῖς, τοῦ Φιλητᾶ τῷ Φιλητᾷ τοῖν Φιληταῖν τῶν Φιλητῶν τοῖς Φιληταῖς, τῆς καλῆς τῇ καλῇ ταῖν καλαῖν τῶν καλῶν ταῖς καλαῖς, ἐμοῦ ἐμῷ ἐμοῖν ἐμῶν ἐμοῖς. σεσημείωνται ἐν ταῖς ἀντωνυμίαις ἡ ἐμοί καὶ σοί δοτικαὶ ὀξυνόμεναι· ἡ γὰρ τοῦ τρίτου οἷ περισπᾶται. ὑποκείσθω δὲ καὶ τὰ Ἀττικὰ τοῦ νεώ τοῦ λεώ ὀξυνόμενα· τὸν τόνον γὰρ τῆς κοινῆς εὐθείας φυλάττουσιν ἐν πάσῃ πτώσει. τοῦ γὰρ Μενέλαος προπαροξυνομένου καὶ τὸ Ἀττικὸν κατὰ πᾶσαν πτῶσιν προπαροξύνεται, ὁ Μενέλεως τοῦ Μενέλεω τῷ Μενέλεῳ καὶ ἐν ταῖς ἄλλαις πτώσεσι καὶ ἀριθμοῖς ὁμοίως. οὕτως οὖν καὶ τοῦ λαός καὶ ναός ὀξυνομένων καὶ τὰ ἀπὸ τούτων Ἀττικὰ ὀξυνθήσεται, ὁ νεώς τοῦ νεώ καὶ ἐπὶ δυϊκῇ καὶ πληθυντικῇ ὁμοίως.
Πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ εὐθεῖα, χωρὶς εἰ μὴ ἕτερος λόγος κωλύσῃ, ὑπεσταλμένων τῶν εἰς ος δισυλλάβων γενικῶν, Αἴαντος ἐκ τοῦ Αἴας, λέβης λέβητος ἐπὶ τῆς πρώτης, ταχύς ταχέος, ὀξύς ὀξέος ἐπὶ τῆς δευτέρας, Ἀχιλλεύς Ἀχιλλέως, εὐγενής εὐγενέος ἐπὶ τῆς τρίτης. τὰ μέντοι προπαροξύτονα ἐπὶ τῆς εὐθείας οὐ φυλάττει τὸν κανόνα, ἐπεὶ ἀδύνατόν ἐστι πρὸ τῶν τριῶν συλλαβῶν δοθῆναι τόνον, Ἄδωνις Ἀδώνιδος, φίλημα φιλήματος. ἔτι τὸ Ὅμηρος Ὁμήρου, ἄνθρωπος ἀνθρώπου οὐ φυλάττει, ἀλλὰ καταβιβάζει τὸν τόνον, διότι μακρᾶς οὔσης τῆς ληγούσης οὐ δύναται προπαροξύνεσθαι λέξις, εἰ μὴ ἐπὶ τῶν Ἀττικῶν. τὸν γὰρ τῶν κοινῶν εὐθειῶν τόνον φυλάττουσι τὰ Ἀττικά, κἂν κατὰ γενικὴν μόνην γένηται ἡ ἐπέκτασις ὡς ἐπὶ τοῦ πόλεως καὶ μάντεως. τὸ δὲ Ὅμηροι, ἄελλαι προπαροξύνεται ἀντὶ κοινῆς παραλαμβανομένης τῆς διφθόγγου ἐν τέλει λέξεως οὔσης ἐπὶ τῆς εὐθείας πληθυντικῆς καὶ κλητικῆς, ἐν δὲ ταῖς ἄλλαις πτώσεσιν οὔ. οὕτω καὶ ἐπὶ ἄλλων πολλῶν, τύπτονται, πεποίηνται, τύπτεσθαι, λέγεσθαι. τὸ δὲ μητρός καὶ ἀνδρός καὶ πατρός ἀπὸ τοῦ μητέρος καὶ ἀνέρος καὶ πατέρος ἐγένετο κατὰ συγκοπήν, διὸ οὐκ ἐφύλαξαν τὸν τόνον ἀκολουθήσαντα ταῖς δισυλλάβοις γενικαῖς. τὸ δὲ ἀνδρός κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἀνέρος ἐξ ἀνάγκης ἐπλεόνασε τὸ δ. οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρός χωρὶς τοῦ δ, ἐπεὶ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει. Καὶ τὸ γουνός καὶ δουρός συγκοπέντα ἐκ τοῦ γούνατος καὶ δούρατος ὀξύνονται ὁμοίως τῷ πατρός, μητρός, ἀνδρός. Τὸ δὲ κρέως, γήρως, κέρως τινὲς ὀξύνειν θέλουσι λέγοντες, ὅτι ἀπὸ τοῦ κρέατος καὶ γήρατος καὶ κέρατος ἐγένοντο κατὰ συγκοπὴν τοῦ α καὶ τ κρεός καὶ γηρός καὶ κερός διὰ τοῦ ο ὀξυτόνως τῷ λόγῳ τῶν εἰς ος δισυλλάβων γενικῶν οἷον πατρός, μητρός καὶ λοιπὸν οἱ Ἀθηναῖοι ἐκτείνοντες τὸ ο εἰς ω ἐφύλαξαν τὴν ὀξεῖαν τάσιν οἷον κρεώς γηρώς κερώς. ἀλλὰ ταῦτα βαρυτονητέον τῷ λόγῳ τῆς συναιρέσεως τῆς γενομένης ἀπὸ ὀξείας καὶ δύο βαρειῶν εἰς ὀξεῖαν καὶ βαρεῖαν οἷον κρέαος κρέως, γήραος γήρως ὥσπερ Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους. εἰ δὲ λέγεται κατὰ συγκοπὴν γεγενῆσθαι ἐν τῇ γενικῇ τῇ κρέως, ὤφειλε συγκοπὴ γενέσθαι καὶ ἐν τῇ δοτικῇ. καθόλου γὰρ πᾶσα γενικὴ συγκοπτομένη ἔχει καὶ τὴν δοτικὴν συγκοπτομένην οἷον πατέρος πατρός πατέρι πατρί, μητέρος μητρός μητέρι μητρί, Δημήτερος Δήμητρος Δημήτερι Δήμητρι, ἀνέρος ἀνδρός ἀνέρι ἀνδρί, θυγατέρος θυγατρός θυγατέρι θυγατρί. εἰ οὖν τῷ κρέατι ἡ δοτικὴ ἀρχὴν οὐ δέχεται συγκοπὴν τοῦ α καὶ τοῦ τ, ἐπεὶ κρεΐ ἤμελλεν εἶναι, νυνὶ δὲ κρέαϊ ἐστίν, οὐκ ἄρα δὴ οὐδὲ ἡ κρέατος γενικὴ δύναται συγκοπὴν ἀναδέξασθαι τοῦ α καὶ τοῦ τ καὶ γενέσθαι τοῦ κρεός ὀξυτόνως κἀκεῖθεν τοῦ κρεώς ὁμοίως ὀξυτόνως κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω, ἀλλʼ, ὡς εἴρηται, αὗται αἱ γενικαὶ κατὰ κρᾶσιν γεγόνασι καὶ βαρύνονται.
Πᾶσα γενικὴ εἰς ου λήγουσα ἀπὸ μὲν ὀξυτόνων ὀνομάτων καὶ περισπωμένων περισπᾶται, καλός καλοῦ, σοφός σοφοῦ, ἀργυροῦς ἀργυροῦ, Ἑρμῆς Ἑρμοῦ, ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχει τὸν τόνον, Ὅμηρος Ὁμήρου, νῆσος νήσου.
Πᾶσα εὐθεῖα εἰς ς λήγουσα καὶ ἀποβολῇ τοῦ ς τὴν γενικὴν ἀποτελοῦσα τὸν αὐτὸν τόνον τηρεῖ καὶ ἐπὶ τῆς γενικῆς οἷον Φιλητᾶς Φιλητᾶ, Μηνᾶς Μηνᾶ, Μητρᾶς Μητρᾶ, χρυσοῦς χρυσοῦ, ἀργυροῦς ἀργυροῦ, ἁπλοῦς ἁπλοῦ, ὀρφῶς ὀρφῶ, λεώς λεώ, νεώς νεώ, εὔνους εὔνου, Ἀλκίνους Ἀλκίνου, Μενέλεως Μενέλεω, Πηνέλεως Πηνέλεω.
Τὰ ἐκτείνοντα τὸ ο εἰς τὸ ω κατὰ τὴν γενικὴν Ἀττικῶς τὸν αὐτὸν τόνον φυλάττουσιν ὅντινα εἶχον καὶ πρὸ τῆς ἐκτάσεως τοῦ ο εἰς ω οἷον πόλιος πόλεως, μάντιος μάντεως, ὄφιος ὄφεως, λέξιος λέξεως, βασιλέος βασιλέως, Ἀχιλλέος Ἀχιλλέως, Ἀτρέος Ἀτρέως, Πηλέος Πηλέως, ἱερέος ἱερέως.
Αἱ συνῃρημέναι γενικαί, εἰ μὲν προπαροξύνονται ἐν τῇ ἐντελείᾳ, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους, Σωκράτεος Σωκράτους, ἐρέβεος ἐρέβους, θάρσεος θάρσους, τείχεος τείχους, βέλεος βέλους, κρέαος κρέως, γήραος γήρως· εἰ δὲ παροξύνονται ἐν τῇ ἐντελείᾳ, περισπῶνται ἐν τῇ συναιρέσει οἷον εὐσεβέος εὐσεβοῦς, εὐγενέος εὐγενοῦς, Λητόος Λητοῦς, Σαπφόος Σαπφοῦς, Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Στειριέως Στειριῶς.
Αἱ διὰ τοῦ οιο Θετταλικαὶ γενικαί, εἰ μὲν ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερισπῶνται οἷον καλοῦ καλοῖο, σοφοῦ σοφοῖο, σεμνοῦ σεμνοῖο, ποταμοῦ ποταμοῖο, εἰ δὲ ἀπὸ βαρυνομένων, προπαροξύνονται οἷον φίλου φίλοιο, κούφου κούφοιο, Πριάμου Πριάμοιο.
Τὰ ἀπὸ Ἀττικῶν γενικῶν κατὰ πλεονασμὸν τοῦ ο γινόμενα, εἰ μὲν ἀπὸ ὀξυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπερισπῶνται οἷον Πετεώ Πετεῶο «υἱὸς Πετεῶο Μενεσθεύς». «ὦ υἱὲ Πετεῶο Διοτρεφέος βασιλῆος», Ταλαώ Ταλαῶο ὡς παρὰ Ἀντιμάχῳ· εἰ δὲ ἀπὸ βαρυτόνων γενικῶν Ἀττικῶν ὦσι, προπαροξύνονται οἷον τοῦ Μίνω τοῦ Μίνωο, τοῦ Ἀνδρόγεω Ἀνδρογέωο. τοῦ δὲ ο προσελθόντος κατεβιβάσθη μίαν συλλαβὴν ὁ τόνος διὰ τὸ μὴ δύνασθαι τετάρτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν.
Αἱ διὰ τοῦ εω γενικαὶ Ἰωνικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδεω, Ὀρέστου Ὀρέστεω, Αἰνείου Αἰνείεω, ἀπαθεῖς δηλονότι οὖσαι· ἐὰν γὰρ πάθωσι, πρὸ μιᾶς τοῦ τέλους ἔχουσι τὴν ὀξεῖαν οἷον Ἑρμείου Ἑρμείεω καὶ κατὰ συγκοπὴν Ἑρμείω παροξυτόνως «Ἥρης Ἑρμείω τε», Ἀσίας Ἀσίου καὶ Ἰωνικῶς Ἀσίεω καὶ Ἀσίω ὡς εὐμμελίω «Ἀσίω ἐν λειμῶνι». εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, παροξύνονται οἷον αὐλητοῦ αὐλητέω, Θαλῆς Θαλοῦ — ἔστι δὲ ὄνομα κύριον — τοῦ Θαλέω.
Αἱ διὰ τοῦ αο Βοιωτικαὶ γενικαί, εἰ μὲν ἀπὸ βαρυτόνων κοινῶν γενικῶν ὦσι, προπαροξύνονται οἷον Ἀτρείδου Ἀτρείδαο, Ὀρέστου Ὀρέσταο, εἰ δὲ ἀπὸ περισπωμένων κοινῶν γενικῶν ὦσι, προπερισπῶνται οἷον ἀργεστής ἀργεστοῦ, ἀργεστᾶο «ἀργεστᾶο νότοιο».
Πᾶσα γενικὴ δισύλλαβος εἰς ος λήγουσα μὴ συναληλιμμένη ὀξύνεται, μηνός, χηνός, Ζηνός, φωτός. ἡ λᾶος ἐκ τρισυλλάβου τῆς λάαος κράσει τῶν δύο α εἰς ἓν μακρόν, ἡ κῆρος καὶ ἦρος ἐκ τῆς κέαρος καὶ ἔαρος. ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὸ λᾶος καὶ κῆρος καὶ ἦρος ὡς δυνάμει τρισύλλαβα ἐβαρύνθησαν, διὰ ποίαν αἰτίαν τὸ ὄϊς ὄϊος γενόμενον κατὰ συναίρεσιν οἶς οἰός μὴ ἐβαρύνθη; καὶ τοῦτο γὰρ δυνάμει τρισύλλαβόν ἐστιν. ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ μὲν λᾶος καὶ κῆρος καὶ ἦρος οὐ μόνον ἐν τῇ εὐθείᾳ συναιροῦνται, ἀλλὰ καὶ ἐν τῇ γενικῇ οἷον λᾶας λᾶς λάαος λᾶος, κέαρ κῆρ κέαρος κῆρος, ἔαρ ἦρ ἔαρος ἦρος καὶ τούτου χάριν ὡς δυνάμει τρισύλλαβα ὄντα ἐν τῇ γενικῇ ἐβαρύνθησαν. τὸ δὲ οἶς οἰός οὐκ ἔπαθεν ἐν τῇ γενικῇ συναίρεσιν ἀλλʼ ἐν τῇ εὐθείᾳ μόνον οἷον ὄϊς οἶς καὶ λοιπὸν ἀπὸ τῆς συνῃρημένης εὐθείας ἐκλίθη οἰός ἡ γενική. καὶ τούτου χάριν ὡς μὴ οὖσα ἡ γενικὴ τρισύλλαβος δυνάμει, ἀλλὰ κυρίως δισύλλαβος ὠξύνθη. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων εὑρίσκεται, φημὶ δὲ τὸ ἐν τῇ εὐθείᾳ μόνον γίνεσθαι συναίρεσιν καὶ λοιπὸν ἐκ τῆς συνῃρημένης εὐθείας κλίνεσθαι τὴν γενικὴν ὡς ἐπὶ τοῦ φῶς φωτός καὶ ὦς ὠτός. ἔστι γὰρ φόας φόατος καὶ ὄας ὄατος καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τῇ εὐθείᾳ καὶ γίνεται φῶς καὶ ὦς κἀκεῖθεν κλίνεται φωτός καὶ ὠτός ἡ γενική. οὐδὲ γὰρ δυνάμεθα τὴν φωτός καὶ ὠτός γενικὴν ἀπὸ τῆς φόατος καὶ ὄατος λέγειν κατὰ κρᾶσιν, ἐπεὶ φῶτος καὶ ὦτος ὤφειλεν εἶναι βαρυτόνως ὡς ἀπὸ τρισυλλάβου γενικῆς γινόμενα. ἀλλʼ ὡς εἴρηται ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. σεσημείωται τὸ φρητός ὀξυνόμενον. ἀπὸ γὰρ τρισυλλάβου γενικῆς τῆς φρέατος γενόμενον κατὰ κρᾶσιν φρῆτος ὤφειλε βαρύνεσθαι. οὐδὲ γὰρ δυνάμεθα λέγειν ὅτι ἐπὶ τούτου ἐν τῇ εὐθείᾳ ἐγένετο ἡ κρᾶσις κἀκεῖθεν ἡ κλίσις. οὐδὲ γὰρ εἴρηται ἡ φρῆρ εὐθεῖα τῇ χρήσει. ἔστιν οὖν εἰπεῖν, ὅτι ἡ φρητός γενικὴ συνέδραμε κατὰ τὴν τάσιν τῇ Κρητός γενικῇ καὶ σητός καὶ θητός. —τὸ «υἷος ἑῆος» ἐκ τρισυλλάβου τοῦ υἵϊος προπαροξυτόνου, οὗ ἡ εὐθεῖα υἷις. ἡ «Θῶνος παράκοιτις» σεσημείωται· εἰ γὰρ ἐκ τῆς «Θώνιος ἐν ψαμάθοις» συνεκόπη, κἂν ὠξύνετο ὡς ἡ πατρός μητρός· ἀλλʼ οὐδὲ συνῄρηται ἐκ τῆς Θόωνος, ὥς τινες, ἀμαρτύρου. οὐδαμοῦ γὰρ ἡ Θόων εὐθεῖα εὕρηται σημαίνουσα τὸν Αἰγύπτιον ἄνδρα, ὅντινα σημαίνει ἡ Θῶνος γενική, ἀλλʼ ἕτερον ἄνδρα ὡς παρʼ Ὁμήρῳ «Θόωνά τε Οἰνόμαόν τε». ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ συγκοπὴν γέγονε ἡ Θῶνος γενικὴ ἀπὸ τῆς Θώνιος γενικῆς. εἰ δέ τις εἴποι, διατί οὐκ ὀξύνεται, λέγομεν τὴν αἰτίαν ταύτην· αἱ συγκοπτόμεναι γενικαὶ ὀξυνόμεναι μιμοῦνται εὐθείας, οἷον ἡ ἀνδρός γενικὴ μιμεῖται τὴν χονδρός εὐθεῖαν καὶ πάλιν ἡ μητρός καὶ πατρός καὶ θυγατρός μιμοῦνται τὴν ἰατρός εὐθεῖαν. ἐπειδὴ οὖν ἡ Θῶνος γενικὴ εἰ ὠξύνετο, οὐκ ἤμελλε μιμεῖσθαι εὐθεῖαν — οὐκ ἔχομεν γὰρ εὐθεῖαν εἰς νος καθαρὸν δισύλλαβον τῷ ω παραληγομένην καὶ ὀξυνομένην, βαρυνομένην δὲ ἔχομεν ὡς ἐπὶ τοῦ κῶνος, ὦνος — τούτου χάριν οὐκ ὠξύνθη, ἀλλʼ ἐβαρύνθη. πρόσκειται δισύλλαβον διὰ τὸ κοινωνός, οἰωνός, Τιθωνός ὑπερδισύλλαβα. τὸ δὲ Θῶν Θῶντος ὄνομα κύριον προπερισπᾶται πρὸς τὸν χαρακτῆρα τῶν εἰς ων περισπωμένων ὀνομάτων. τὰ γὰρ εἰς ων περισπώμενα προπερισπῶνται κατὰ τὴν γενικὴν οἷον Ξενοφῶν Ξενοφῶντος, Κτησιφῶν Κτησιφῶντος, Ἀγλαοφῶν Ἀγλαοφῶντος, Δημοφῶν Δημοφῶντος· οὕτως οὖν καὶ Θῶν Θῶντος· ἢ πρὸς χαρακτῆρα τῆς κλῶν κλῶντος μετοχῆς καὶ ζῶν ζῶντος καὶ δρῶν δρῶντος λέγομεν Θῶν Θῶντος προπερισπωμένως. —ἡ «Ὦπος θυγάτηρ» πρὸς διαστολὴν τοῦ ὀφθαλμοῦ. ἡ τίνος ὅτε πυσματικῶς λέγεται, βαρύνεται πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου ὀξυνομένου. ἐπὶ μέντοι μετοχῶν βαρύνεται στάντος, θέντος, δόντος, οἷς ἠκουλούθησε τὸ Φθάς Φθάντος κύριον καὶ Πράς Πράντος καὶ Ζάς Ζάντος.
Αἱ ὑπὲρ δύο συλλαβὰς εἰς ος ἀπὸ μὲν βαρυτόνων εὐθειῶν βαρύνονται οἷον Δημοσθένης Δημοσθένεος, Σωκράτεος, Πάριδος καὶ ὅλαι προπαροξύνονται· ἀπὸ δὲ ὀξυνομένων ἢ περισπωμένων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον βασιλεύς βασιλῆος, ἱμάς ἱμάντος, ἀλλὰ καὶ Ξενοφῶν Ξενοφῶντος, Σιμοῦς Σιμοῦντος. σεσημείωνται ἡ γυναικός καὶ θυγατρός ὑπὲρ δύο συλλαβὰς οὖσαι ὀξυνόμεναι διὰ τὴν συνεκδρομὴν τῶν συγγενικῶν τῆς πατρός ἀνδρός μητρός. ἀλλὰ καὶ ἡ μητέρος καὶ θυγατέρος ἐντελεῖς οὖσαι καὶ παροξυνόμεναι σημειοῦνται, δέον προπαροξύνεσθαι ὡς Δημήτηρ Δημήτερος, εἰνάτηρ εἰνάτερος, φράτηρ φράτερος. ἀλλὰ καὶ αὗται συνεξῆλθον τῇ ἀνέρος πατέρος δαέρος.
Αἱ εἰς ας καὶ ης γενικαὶ θηλυκαὶ ἀπὸ μὲν ὀξυνομένων εὐθειῶν καὶ περισπωμένων περισπῶνται, ἡ φοβερά τῆς φοβερᾶς, ἡ καλή τῆς καλῆς, ἀλλὰ καὶ Ἀθηνᾶ Ἀθηνᾶς καὶ χρυσῆ χρυσῆς. αἱ δὲ ἀπὸ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, Μήδεια Μηδείας, ὁσία ὁσίας. τὸ μιᾶς περισπώμενον ἀπὸ τοῦ μία βαρυνομένου Ἴωσί τινες ἀνατιθέασι καὶ ἔτι ἀπὸ τοῦ ἴα τὸ ἰᾶς. ὁμοίως καὶ τὰς δοτικάς. Περὶ τόνου τῆς ἑνικῆς δοτικῆς.
Πᾶσα δοτικὴ δισύλλαβος εἰς ι ἐκφωνούμενον λήγουσα, ἑνική τε καὶ πληθυντικὴ ὀξύνεται μηνί μησί, φωτί φωσί.
Πάλιν τῶν συνῃρημένων γενικῶν αἱ δοτικαὶ διὰ τὴν αὐτὴν αἰτίαν βαρύνονται, ἦρι, κῆρι· ἔτι ἀπὸ συναιρέσεώς εἰσι τὸ Θέτιι Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ», μάστιι, μάστι «μάστι αἰὲν ἔλαυνε», μήτιι μήτι «μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο». καὶ ἡ σπῆϊ δὲ δοτικὴ οἷον «εὗρε δʼ ἐν σπῆϊ» προπερισπωμένη καὶ μὴ ὀξυνομένη οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ καὶ αὕτη ὑπὲρ δύο συλλαβάς ἐστι δυνάμει, ἀλλʼ ἡ συναίρεσις αἰτία γέγονε τῆς δισυλλαβίας. ἀπὸ γὰρ τοῦ σπέος σπέεος σπέεϊ κατὰ κρᾶσιν τῶν δύο εε εἰς η γέγονε σπῆϊ ὥσπερ Ἡρακλέεος Ἡρακλῆος «τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο.
Ὁμοίως καὶ αἱ μετοχαὶ βαρύνονται στάντι στᾶσι, δόντι δοῦσι καὶ ἐπὶ πάντων ὁμοίως. ἡ δὲ πᾶσι βεβαρυτόνηται ὡς μετοχικῆς τυχοῦσα ἀναλογίας, ἧς ἔχεται καὶ Φθάντι καὶ Φθᾶσι.
Πάλιν γυναικί καὶ θυγατρί σημειοῦνται. καθόλου γὰρ πᾶσα δοτικὴ ἰσοσύλλαβος τῇ ἰδίᾳ γενικῇ καὶ τὸν αὐτὸν ἔχει τόνον καλοῦ καλῷ, φωτός φωτί. εἰ οὖν τὸ γυναικός καὶ θυγατρός ὀξύνονται, εἰκότως ἄρα καὶ τούτων δοτικαὶ ὀξύνονται· ἔνθεν καὶ τὸ τίνος καὶ τίνων ὁπότε πυσματικῶς βαρύνονται, συμβαρύνουσι καὶ τὴν δοτικὴν τίνι καὶ τίσι. ὅτε δέ ἐστιν ἀόριστον, ὀξύνεται καὶ συνοξύνει τὴν δοτικήν. πρόσκειται “ἰσοσύλλαβος” διὰ τὸ παχέος παχεῖ, ἥτις διὰ τὴν συναίρεσιν οὐκ ἰσοσυλλαβεῖ τῇ γενικῇ. τὸ δὲ παχέϊ ἰσοσυλλαβεῖ. δεῖ δὲ παραφυλάξασθαι τὸ “οἱ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω”· ἴον γάρ ἐστιν ἡ εὐθεῖα καὶ ἡ γενικὴ ἴου παροξυτόνως, ἡ δὲ δοτικὴ ἰῷ περισπωμένως. ὡς γὰρ σοφῷ Ἀρίσταρχος καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις· μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως. Τούτων οὖν οὕτως ἐχόντων τῆς Τυνδάρεος εὐθείας τῆς διὰ τοῦ ε καὶ ο ἡ γενικὴ Τυνδαρέου ἐστὶ παροξυτόνως, ἀλλὰ καὶ ἡ δοτικὴ ὁμοίως τῇ γενικῇ Τυνδαρέῳ ἐστὶ παροξυτόνως. ὅταν δὲ γένηται Ἀττικῶς ἡ εὐθεῖα διὰ τοῦ ε καὶ ω Τυνδάρεως ὡς Μενέλεως, τότε προπαροξύνεται ἡ γενικὴ καὶ ἡ δοτικὴ ὁμοίως οἷον τοῦ Τυνδάρεω τῷ Τυνδάρεῳ ὥσπερ τοῦ Μενέλεω τῷ Μενέλεῳ.
Ἔτι αἱ εἰς ι ἐκφωνούμενον λήγουσαι ὑπὲρ δύο συλλαβὰς ἀσυναίρετοι ἑνικαί τε καὶ πληθυντικαὶ βαρύνονται· ἀλλὰ προπαροξύνονται μὲν αἱ ἀπὸ βαρυτόνων εὐθειῶν Αἴας Αἴαντος Αἴαντι Αἴασι, ἔρως ἔρωτος ἔρωτι ἔρωσι· καὶ γὰρ αἱ πληθυντικαὶ ὁμοίως. πρὸ μιᾶς δὲ ἔχουσι τὸν τόνον αἱ ἀπὸ ὀξυτόνων ἢ περισπωμένων, ἀβλής ἀβλῆτι ἀβλῆσι, εὐσεβής εὐσεβέϊ εὐσεβέσι, ἀλλὰ καὶ φθογγῆς φθογγῆντι φθογγῆσι, Ξενοφῶν Ξενοφῶντι Ξενοφῶσι καὶ ἐπὶ μετοχῶν λαβών λαβόντι λαβοῦσι, ποιῶν ποιοῦντι ποιοῦσι. σεσημείωται τὸ μηδενί μηδέσιν καὶ οὐδενί οὐδέσιν.
Τὸ “σπέσσι γλαφυροῖσι ὅσον ἐπὶ δισυλλαβίᾳ ὀξύνεσθαι ὤφειλεν, νῦν δὲ τῷ τύπῳ βεβαρυτόνηται· τὰ γὰρ ἔχοντα διπλασιασμὸν τοῦ σ τῷ ε παραληγόμενα βαρύνεται, θήρεσσι, κύνεσσι οὕτως οὖν τὸ σπέσσι. τὸ γοῦν ποσσί μὴ παραληγόμενον τῷ ε εὐλόγως ὠξύνθη. Πάλιν ἡ γυναιξί σημειούσθω.
Αἱ πλεονάσασαι τὸ α κατὰ τὴν παραλήγουσαν παροξύνονται, πατράσι, θυγατράσι, μητράσι.
Αἱ μεταπεπλασμέναι ὑπὲρ δύο συλλαβὰς ἀπὸ μὲν τῶν εἰς ῳ προπαροξύνονται, πολυπλατάγῳ πολυπλάταγι, διχομήνῳ διχόμηνι. τοῦτο δύναται ἀπὸ τοῦ διχόμηνις «πρὸς γάρ οἱ διχόμηνις ἀπʼ αἰθέρος αὐγάζουσα» Ἀπολλώνιος καὶ δοτικῆς διχομήνιδι ἀποκεκόφθαι «οὐδέ τις ἀδρανέων φέρεται διχόμηνι σελήνῃ» καὶ ἀναδρομὴν ποιήσασθαι τοῦ τόνου. τὸ δὲ κλάδος κλάδου κλάδῳ καὶ κατὰ μεταπλασμὸν κλαδί καταβιβάζει διὰ τὴν δισυλλαβίαν καθʼ ὁμοιότητα τῷ μηνί καὶ παιδί καὶ ἀνδρί. καὶ πάλιν τὸ λιτόν τοῦ λιτοῦ τῷ λιτῷ καὶ κατὰ μεταπλασμὸν τῷ λιτί οἷον «ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν» καὶ ὀξύνεται διὰ τὴν δισυλλαβίαν. Αἱ δὲ ἀπὸ τῶν εἰς νη θηλυκῶν φύσει μακρᾷ παραληγομένων μεταπεπλασμέναι δοτικαὶ προπερισπῶνται οἷον ὑσμίνῃ ὑσμῖνι «μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι», Δωδώνῃ Δωδῶνι «Δωδῶνι ναίων Ζεὺς ὁμέστιος βροτῶν». ὁ Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι «καὶ τὸν ἐν Δωδῶνι παῦσον δαίμονʼ εὐλογούμενον» καὶ ἐν Τραχινίαις «ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη» καὶ Καλλίμαχος «τὸν ἐν Δωδῶνι λέγοι μόνον οὕνεκα χαλκὸν ἤγειρον».
Ὁμοίως καὶ αἱ πληθυντικαὶ μεταπεπλασμέναι εἰς σι λήγουσαι προπαροξύνονται ἐγκάτοις ἔγκασι, ἄστροις ἄστρασι, προβάτοις πρόβασι. Περὶ τόνου τῆς ἑνικῆς αἰτιατικῆς.
Αἱ αἰτιατικαὶ ἑνικαὶ εἰς α λήγουσι ἢ εἰς ν, ἀπαθεῖς οὖσαι. Αἱ μὲν οὖν εἰς α λήγουσαι ἐπʼ ἐκείνης τῆς συλλαβῆς ἔχουσι τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ εὐθεῖα, εἰ μὴ τονικὸν κωλύοι παράγγελμα. Αἴας Αἴαντα, μήν μῆνα, σωτήρ σωτῆρα. ἐπὶ δὲ τοῦ Ἄδωνις Ἀδώνιδα, Ἄθηνις Ἀθήνιδα διὰ τὸ μὴ πρὸ τριῶν πίπτειν ποτὲ τὸν τόνον κατεβιβάσθη συλλαβὴν ὁ τόνος. πάλιν τὸ γυναῖκα «γυναῖκα θήσατο μαζόν» προπερισπώμενον, δέον προπαροξύνεσθαι, ἐπεὶ καὶ ἡ εὐθεῖα γύναιξ παρωξύνθη. σημειωτέον οὖν αὐτό. καὶ ἔτι τὸ μητέρα καὶ θυγατέρα παροξυνομένα· ἔδει γὰρ ὡς ἐπὶ τοῦ θυγάτηρ καὶ μήτηρ. ἀλλὰ πάλιν ταῦτα συνεξῆλθον ταῖς συγγενικαῖς δαέρα πατέρα ἀνέρα. τὸ δὲ θύγατρα «λυσόμενός τε θύγατρα» ἀναβιβάζει.
Οὐδεμία εἰς α λήγουσα αἰτιατικὴ ὀξύνεται· —τὸ γὰρ τινά ὀξύνεται εἰς διαφορὰν τοῦ τίνα· —ἔνθεν ἡ νιφάδα ἀποκοπεῖσα ἀνεβιβάσθη «ἀλευόμενοι νίφα λευκήν». τὸ δὲ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ καὶ χοᾶ κατὰ κρᾶσιν τοῦ ε καὶ α περισπᾶται.
Πᾶσα αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον μῦν, μνᾶν, σῦν, ὗν, δρῦν, λῖν «ἐπί τε λῖν ἤγαγε δαίμων», γῆν, ναῦν, γραῦν. θεῦν «τὴν θεῦν Ἄρτεμιν οἷʼ ἔπαθεν» τὴν θεὸν κατὰ κρᾶσιν, νοῦν, χοῦν, βοῦν· ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται τῆς εὐθείας ὀξυνομένης.
Αἱ ὑπὲρ μίαν συλλαβὴν ἰσοσύλλαβοι καὶ ὁμόχρονοι ταῖς εὐθείαις οὖσαι ὁμότονοί εἰσι, καλός καλόν, Ἑρμῆς Ἑρμῆν, χρυσοῦς χρυσοῦν, Ἀτρείδης Ἀτρείδην, ταχύς ταχύν, μῆνις μῆνιν, ἥπερ βραχυκαταληκτεῖ. τὰ γὰρ εἰς ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστὶν οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν· οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν λέγοντες μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. εἶπον δὲ «ὁμόχρονοι» διὰ τὸ ἰχθύν· ὀξύνεται γὰρ παρὰ Πινδάρῳ, ἐπεὶ βραχὺ τὸ υ τῆς αἰτιατικῆς, τῆς εὐθείας μακρὸν ἐχούσης καὶ παραλόγως περισπωμένης.
Αἱ εἰς η λήγουσαι αἰτιατικαί, εἰ μὲν ἀπὸ ἐντελῶν εἰσι προπαροξυνομένων, παροξύνονται ἐν τῇ συναιρέσει οἷον Διομήδεα Διομήδη, Ἀριστοφάνεα Ἀριστοφάνη, Δημοσθένεα Δημοσθένη, Σωκράτεα Σωκράτη, εἰ δὲ ἀπὸ ἐντελῶν εἰσι παροξυνομένων, περισπῶνται ἐν τῇ συναιρέσει εὐσεβέα εὐσεβῆ, ἀσθενέα ἀσθενῆ, εὐτυχέα εὐτυχῆ, Τυδέα Τυδῆ Δωρικῶς «ἔνθʼ αὖτʼ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί».
Αἱ εἰς ω αἰτιατικαὶ ἀπὸ ἐντελῶν εἰς α πᾶσαι πεπόνθασιν· ἡ γὰρ Ἀπόλλω καὶ Ποσειδῶ καὶ κυκεῶ καὶ αἱ παραπλήσιοι ἀποκοπεῖσαι οὐκ ἤμειψαν τῶν ὁλοκλήρων τὸν τόνον. ἡ δὲ ἠῶ καὶ αἰδῶ συνῄρηνται ἀπὸ τῆς ἠόα καὶ αἰδόα, ὅθεν περισπῶνται. ἀλλὰ καὶ τὴν Λητώ καὶ τὴν Ἐρατώ καὶ Κλειώ καὶ τὰς παραπλησίους ἀπὸ τῶν εἰς ω εὐθεῶν τῆς Λητώ Κλειώ Ἐρατώ, συνῃρημένας ἀπὸ τῆς Λητόα, Κλειόα Ἐρατόα, δέον περισπᾶν, ὀξύνομεν διὰ τὴν συνέμπτωσιν τῆς εὐθείας. ὅτε γὰρ πτῶσις ἑτέρᾳ πτώσει συνεμπέσῃ κατὰ τὸν αὐτὸν ἀριθμόν, πάντως καὶ ὁμοτονεῖ· διὰ τοῦτο καὶ οἱ Δημοσθένεις οἱ εὐσεβεῖς καὶ τοὺς Δημοσθένεις καὶ τοὺς εὐσεβεῖς, οἱ ἰχθῦς καὶ τοὺς ἰχθῦς. πρόσκειται «κατὰ τὸν αὐτὸν ἀριθμὸν» διὰ τὸ τῆς φοβερᾶς καὶ τὰς φοβεράς· ὀξύνεται γὰρ ἡ πληθυντικὴ αἰτιατική, ἡ δὲ γενικὴ περισπᾶται.
Αἱ εἰς ην λήγουσαι αἰτιατικαὶ ἀπὸ γενικῶν εἰς ους ληγουσῶν οὖσαι, εἰ μὲν βαρύνεται ἡ εὐθεῖα, βαρύνονται οἷον Σωκράτης Σωκράτους Σωκράτην, Δημοσθένης Δημοσθένους Δημοσθένην, εἰ δὲ περισπᾶται ἡ εὐθεῖα, περισπῶνται οἷον Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλῆν, Περικλῆς Περικλοῦς Περικλῆν· εἰ δὲ ὀξύνεται ἡ εὐθεῖα, βαρύνονται διὰ τὸ τοὺς Αἰολεῖς κεχρῆσθαι ταύταις ταῖς αἰτιατικαῖς. δυσμένην γὰρ λέγουσι καὶ κυκλοτέρην καὶ εὐρυνέφην τῶν εὐθειῶν ὀξυνομένων οἷον ὁ δυσμενής, ὁ κυκλοτερής, ὁ εὐρυνεφής. οἱ γὰρ Αἰολεῖς βαρυντικοί εἰσι· τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς καὶ τὸ Ἀχιλλεύς Ἀχίλλευς. Περὶ τόνου τῆς κλητικῆς.
Πᾶσα κλητικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς ἂν καὶ ἡ εὐθεῖα, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα τοῦ τόνου, χωρὶς τῶν μελλόντων προσδιορίζεσθαι, οἷον Ὅμηρος Ὅμηρε, καλός καλέ, εὐσεβής εὐσεβές, Χρύσης Χρύση, πανταπώλης πανταπώλη, βασιλεύς βασιλεῦ. ἀλλʼ ἐπὶ τῶν εἰς ευς εὐθειῶν ὀξυνομένων αἱ κλητικαὶ περισπῶνται, καθόλου γὰρ ἡ διὰ τοῦ υ δίφθογγος καταλήγουσα ἀπέστραπται τὴν ὀξεῖαν τάσιν· ἔνθεν σημειούμεθα τὴν οὔ ἀπόφασιν καὶ ἰδού δεικτικὸν καὶ ἰού σχετλιαστικὸν ἐπίρρημα, περὶ ὧν ἐν ἄλλοις ἀπολογούμεθα. Ἔτι ὁμοτονεῖ βότρυς ὦ βότρυ, ταχύς ὦ ταχύ, Ἄδωνις ὦ Ἄδωνι, πόλις ὦ πόλι, δελφίς ὦ δελφί, Λειώδης ὦ Λειῶδες, ξιφήρης ὦ ξιφῆρες, Αἰνείας ὦ Αἰνεία, Αἴας ὦ Αἶαν — ὁ μὲν Αἴας ὀξύνεται· μακρὰ γὰρ πρὸ μακρᾶς οὐ περισπᾶται, τὸ δὲ Αἶαν προπερισπᾶται, τοῦ αν βραχέος ὄντος· πᾶσα γὰρ φύσει μακρὰ πρὸ βραχέος ἐν ἑνὶ μέρει οὖσα περισπᾶται —, ποιητής ὦ ποιητά, σοφιστής ὦ σοφιστά, τοξότης ὦ τοξότα. Ἐν τοῖς εἰς ης βαρυτόνοις τέσσαρα σεσημείωνται ἀναβιβάσαντα τὸν τόνον, δέσποτα, εὐρύοπα, μητίετα, ἀκάκητα. Ἔτι ὁμοτονεῖ ἄρσην ὦ ἄρσεν, λιμήν ὦ λιμήν, Ἑρμῆς ὦ Ἑρμῆ. Αἱ εἰς ω λήγουσαι εὐθεῖαι θηλυκαὶ καὶ ἔτι αἱ εἰς ως Λητώ, Κλειώ, αἰδώς ἠώς εἰς οι ἔχουσι τὰς κλητικὰς περισπωμένας. περισπῶνται δὲ διὰ τὴν συνέμπτωσιν τῆς δοτικῆς. αὗται μὲν οὖν αἱ κλητικαὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ταῖς εὐθείαις τὸν τόνον ἐφύλαξαν.
Αἱ ἀναβιβάσασαί εἰσιν ἀπὸ τῶν εἰς ης συνθέτων βαρυτόνων καὶ εἰς ους ἐχόντων τὴν γενικήν, Δημόσθενες, Σώκρατες, Διόμηδες. τὸ γὰρ ξιφῆρες καὶ φρενῆρες καὶ τὰ διὰ τοῦ ηρης πάντα καὶ τὰ διὰ τοῦ ωρης καὶ τὰ διὰ τοῦ ωδης ἁπλᾶ ἐστι καὶ οὐ σύνθετα, ὅθεν οὐκ ἀναβιβάζουσι τὸν τόνον. καὶ τὰ διὰ τοῦ ωλης οὐκ ἀναβιβάζουσιν· ἐξῶλες γὰρ καὶ πανῶλες προπερισπωμένως. τὰ δὲ παρὰ τὸ ηκης τανυήκης τανύηκες καὶ τὰ παρὰ τὸ αδης αὐθάδης αὔθαδες καὶ τὰ παρὰ τὸ αρκης αὐτάρκης αὔταρκες, ποδάρκης πόδαρκες καὶ τὰ παρὰ τὸ αντης κατάντης κάταντες, προσάντης πρόσαντες ἔχουσι τὴν κλητικὴν προπαροξύτονον. καὶ τὰ εἰς ης ἐπίθετα βαρύτονα σύνθετα ἀπὸ οὐδετέρων, ἔχοντα τὴν κλητικὴν εἰς ες, προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον εὐμήκης εὔμηκες, ἐπιμήκης ἐπίμηκες, κακοήθης κακόηθες, συνήθης σύνηθες, παμμεγέθης παμμέγεθες, οἷς ἠκολούθησαν καὶ τὸ φιλαλήθης φιλάληθες καὶ μισαλήθης μισάληθες. —τὰ παρὰ τὸ ἔτος παρʼ ἡμῖν μὲν ὀξυνόμενα κατὰ τὴν εὐθεῖαν καὶ κατὰ τὴν κλητικὴν ὀξύνονται οἷον ὁ τριετής ὦ τριετές, ὁ πενταετής ὦ πενταετές, ὁ ἑξαετής ὦ ἑξαετές, παρὰ δὲ τοῖς Ἀθηναίοις παροξυνόμενα κατὰ τὴν εὐθεῖαν ἐν τῇ κλητικῇ προπαροξύνονται οἷον ὁ πενταέτης ὦ πεντάετες, ὁ ἑξαέτης ὦ ἑξάετες.
Πᾶσα κλητικὴ εἰς ρ μετὰ βραχείας βαρύνεται, Ἕκτορ, Νέστορ, Μέντορ, ἔνθεν τὸ ἄνερ, σῶτερ, πάτερ, δᾶερ ἐβαρύνθησαν. Αἱ εἰς ηρ εὐθεῖαι ὑπὲρ δύο συλλαβὰς βαρύτονοι ἀναπέμπουσι τὸν τόνον ἐν τῇ κλητικῇ, θύγατερ, εἴνατερ, Δήμητερ, αἰνόπατερ. τὸ κυβερνᾶτερ ἀπὸ ὀξυτόνου τοῦ κυβερνατήρ γενόμενον προπεριεσπάσθη. αἱ δὲ εἰς ορ ὑπὲρ δύο συλλαβὰς κλητικαὶ ἐν ταύτῃ τῇ συλλαβῇ φυλάττουσι τὸν τόνον, ἐν ᾗ συλλαβῇ ἔχει αὐτὸν ἡ εὐθεῖα, κωμῆτορ, οἰκῆτορ, Πολυμῆστορ, παντοκράτορ.
Αἱ ἀπὸ τῶν εἰς ων εὐθειῶν ἁπλῶν κλητικαὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ταῖς εὐθείαις τὸν τόνον φυλάττουσι, πέπων πέπον, δαίμων δαῖμον, Ἀρετάων Ἀρετᾶον· εἰ μέντοι σύνθετοι εἶεν, ἀναβιβάζουσι τὸν τόνον τουτέστι προπαροξύνονται, εὔδαιμον, κυλλοπόδιον, Αὐτόμεδον, Ἀγάμεμνον, ὀλβιόδαιμον. τὰ παρὰ τὸ φρήν οὐκ ἀνέδωκε τὸν τόνον, ἀλλʼ ἐφύλαξεν ἐπὶ τῆς αὐτῆς, δαΐφρον, Λυκόφρον. σεσημείωται δὲ τὸ ὦ Λακεδαῖμον καὶ τὸ «ψευδόμενοί σε Παλαῖμον» μὴ ἀναπέμψαντα τὸν τόνον.
Τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύνονται κατὰ τὴν κλητικὴν οἷον ὁ βελτίων ὦ βέλτιον, ὁ ἀμείνων ὦ ἄμεινον, ὁ γλυκίων ὦ γλύκιον, ὁ ἀρείων ὦ ἄρειον. Περὶ τόνου τῆς δυϊκῆς εὐθείας.
Πᾶσα εὐθεῖα δυϊκὴ εἰς α λήγει ἢ εἰς ε ἢ εἰς ω. —Αἱ εἰς ε λήγουσαι τῆς εἰς α αἰτιατικῆς ἔχουσι τὸν τόνον, ὅτε ἐστὶ ῥητή, Αἴαντα Αἴαντε, Πάριδα Πάριδε, ἄνδρα ἄνδρε, γυναῖκα γυναῖκε. ἔνθεν πάλιν παρὰ τὸ τινά ὀξύνεται τὸ τινέ «ξείνω δή τινε», τὸ δὲ πυσματικὸν πάλιν βαρύνεται. ὅτε δὲ μή ἐστι ῥητὴ ἡ εἰς α αἰτιατική, τότε τῇ εἰς ος γενικῇ ὁμοτονεῖ τὸ δυϊκόν, ταχέος ταχέε, πήχεος πήχεε. τὰ δύο εε εἰς η συναιροῦσιν Ἀθηναῖοι. ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη. οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλη χορεύετον. καὶ πρός γε τούτοις ἥκετον πρεσβῆ δύο. δεῖ προσθεῖναι χωρὶς τῶν ὀξυτόνων γενικῶν, ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα οὐχ ὁμοτονεῖ, μυός μύε, συός σύε, δρυός δρύε, λιός λῖε.
Τὰ εἰς α λήγοντα δυϊκὰ ἀπὸ μὲν ὀξυτόνων ὀξύνονται, ἀπὸ δὲ περισπωμένων περισπῶνται. τοῦ μὲν πρώτου αἰχμητής αἰχμητά, λογιστής λογιστά· τοῦ δὲ δευτέρου Ἑρμῆς Ἑρμᾶ, Ἀπελλῆς Ἀπελλᾶ. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, κἂν ἡ εὐθεῖα προπαροξύνηται, διὰ τὸ μέγεθος τοῦ α. τὸ γὰρ ἐν δυϊκοῖς α μακρόν ἐστιν, ὁ Αἰνείας τὼ Αἰνεία, ἡ Μήδεια τὰ Μηδεία.
Τὰ εἰς ω λήγοντα δυϊκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, ἀπέστραπται δὲ τὴν περισπωμένην, ἔνθεν καὶ τὸ τώδε δυϊκὸν οὐ προπερισπᾶται, ἀλλὰ παροξύνεται. ὀξύνεται μὲν ἀπὸ περισπωμένων καὶ ὀξυνομένων χρυσοῦς χρυσώ, καλός καλώ. πρὸ μιᾶς δὲ ἔχει τὸν τόνον τὰ ἀπὸ βαρυνομένων, Ὅμηρος Ὁμήρω, φίλος φίλω. τὸ δὲ ἄμφω καὶ δύο θεματικά εἰσιν. Περὶ τόνου τῆς δυϊκῆς γενικῆς.
Αἱ γενικαὶ τῶν δυϊκῶν εἰς αιν λήγουσι καὶ εἰς οιν. αἱ μὲν οὖν εἰς αιν ἐκ τῶν ἰδίων εὐθειῶν κανονίζονται. εἰ μὲν γὰρ ὀξύνονται αἱ εὐθεῖαι καὶ περισπῶνται, πάντως αἱ γενικαὶ περισπῶνται, καλά καλαῖν, ἀλλὰ καὶ διπλᾶ διπλαῖν. εἰ δὲ βαρύνονται, καὶ αἱ γενικαί, φίλαι φίλαιν, μοῦσαι μούσαιν. καὶ ἀποροῦσί τινες λέγοντες, διὰ τί ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν οὐ περισπᾶται ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν; ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι ἡ Ἀτρείδαιν γενικὴ τῶν δυϊκῶν μᾶλλον τῇ Ἀτρείδαις δοτικῇ τῶν πληθυντικῶν ἀκολουθεῖ ἤπερ τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν. κατὰ γὰρ τὴν φωνὴν τῇ δοτικῇ τῶν πληθυντικῶν πλησιάζει· τὴν αὐτὴν γὰρ δίφθογγον ἔχει. Ἄλλως τε δὲ πᾶσαι αἱ πτώσεις βαρύνονται οἷον Ἀτρείδης Ἀτρείδου Ἀτρείδῃ Ἀτρείδην, δυϊκὰ Ἀτρείδα Ἀτρείδαιν, πληθυντικὰ Ἀτρείδαις Ἀτρείδας. οὕτως οὖν καὶ Ἀτρείδαιν βαρυτόνως. Μόνη δὲ ἡ Ἀτρειδῶν γενικὴ τῶν πληθυντικῶν περιεσπάσθη, ἐπεὶ καὶ μόνη διῃρέθη οἷον Ἀτρειδέων. Ἐὰν βούλωνται οὖν περισπᾶν τὴν Ἀτρείδαιν γενικὴν τῶν δυϊκῶν ὁμοίως τῇ Ἀτρειδῶν γενικῇ τῶν πληθυντικῶν, καὶ μὴ βαρύνειν ὁμοίως ταῖς ἄλλαις πτώσεσι, δότωσαν ἐπʼ αὐτῆς τὸ ἐξαίρετον, ὅπερ ἔσχεν ἡ γενικὴ τῶν πληθυντικῶν, τουτέστι τὴν διαίρεσιν· εἰ δὲ οὐ διαιρεῖται, ἄρα οὐδὲ τὸν τόνον ἕξει τῆς γενικῆς τῶν πληθυντικῶν.
Αἱ δὲ εἰς οιν γενικαὶ εἰ μὲν ἀπὸ τῶν εἰς ω γίνοιντο εὐθειῶν, βαρυνομένων μὲν συμβαρύνονται, φίλω φίλοιν, ὀξυνομένων δὲ περισπῶνται, καλώ καλοῖν. τὸ ἀμφοῖν καὶ δυοῖν καὶ δυεῖν, ὥς φασιν, κατὰ τροπὴν τοῦ ο εἰς ε, οὐκ ἀκόλουθα τῷ ἄμφω καὶ δύο βαρυνομένοις. Εἰ δὲ ἀπὸ τῶν εἰς ε, ἀπὸ μὲν τῶν δισυλλάβων περισπῶνται, χεῖρε χειροῖν, θῆρε θηροῖν, πόδε ποδοῖν, φῶτε φωτοῖν, ἐπὶ ἀνδρῶν, φῶτε δὲ φώτοιν ἐπὶ πυρσῶν. πάλιν σεσημειωτέον τὸ τίνοιν πύσμα βαρυνόμενον ὡς πρὸς τὸ ἀόριστον περισπώμενον καὶ ἔτι τὸ παίδοιν, Τρώοιν, πάντοιν καὶ τὰ λοιπά, ἃ καὶ κατὰ τὴν γενικὴν πληθυντικὴν σημειούμεθα ὡς βαρυνόμενα, ὧν καὶ αἱ γενικαὶ δυϊκαὶ ἐβαρύνθησαν. ἀπὸ δὲ τῶν ὑπὲρ δύο συλλαβὰς πρὸ μιᾶς ἔχουσι τὸν τόνον Αἴαντε Αἰάντοιν, Πάριδε Παρίδοιν. εἰ δὲ συναλοιφὴ παρακολουθήσῃ, καὶ αὗται περισπῶνται, σκελέοιν σκελοῖν, Δημοσθενέοιν Δημοσθενοῖν. κἀνταῦθα γυναικοῖν καὶ θυγατροῖν σημειούσθωσαν παραλόγως περισπασθεῖσαι. Περὶ κλητικῆς.
Πᾶσα κλητικὴ δυϊκὴ καὶ πληθυντικὴ ὁμοτονεῖ τῇ ἰδίᾳ εὐθείᾳ. Περὶ τόνου τῆς πληθυντικῆς εὐθείας.
Πᾶσα εὐθεῖα πληθυντικὴ ἀρσενική τε καὶ θηλυκὴ εἰς ες λήγει ἢ εἰς οι ἢ εἰς αι ἢ κατὰ συναίρεσιν εἰς εις.
Αἱ μὲν οὖν εἰς ες λήγουσαι οὐδέποτε ὀξύνονται, Πάριδες, μῆνες, Αἴαντες· χωρὶς εἰ μὴ ἐκ πάθους εἶεν διὰ τὸ βιοπλανές οἵ τε βιοπλανὲς ἀγρὸν ἐπʼ ἀγροῦ φοιτῶσιν· καὶ τὸ ἐπιτηδές εἰς δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν. ἔχουσι δὲ τῶν δυϊκῶν εὐθειῶν τὸν τόνον, Πάριδε Πάριδες, τίνε τίνες, Ἕκτορε Ἕκτορες, Αἴαντε Αἴαντες, γυναῖκε γυναῖκες, μητέρε μητέρες, εἰνατέρε εἰνατέρες.
Αἱ δὲ εἰς οι τῇ ἑνικῇ ἀκολουθοῦσι εὐθείᾳ καὶ αὐτῆς ἔχουσι τὸν τόνον, ἄνθρωπος ἄνθρωποι, πλησίος πλησίοι, ἱστός ἱστοί. ἔνθεν ἀπὸ μὲν τοῦ ὁ χρυσός οἱ χρυσοί ὀξύνεται, ἀπὸ δὲ τοῦ ὁ χρυσοῦς οἱ χρουσοῖ περισπᾶται, καὶ ἐπὶ τῶν ὁμοίων ὁμοίως.
Αἱ δὲ εἰς αι μονογενεῖς μὲν οὖσαι ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχουσι τὸν τόνον τῇ εὐθείᾳ, Μήδεια Μήδειαι, μοῦσα μοῦσαι, ἄελλα ἄελλαι, τοξότης τοξόται, κοχλίας κοχλίαι, Αἰνείας Αἰνεῖαι, Ἀτρείδης Ἀτρεῖδαι, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα. ἡ γὰρ αι ἀντὶ κοινῆς λαμβάνεται. οὐδὲ ὄντως οὖν Ἀττικοὶ τὸ αἴτιαι, ἥμεραι, εὐπράξιαι, τιμώριαι προπαροξύνουσι οὐδὲ τὸ τραγῴδιαι, κωμῴδιαι.
Αἱ εἰς τὴν αι δίφθογγον λήγουσαι εὐθεῖαι τῶν πληθυντικῶν παρεσχηματισμέναι ἀρσενικοῖς, ἐὰν μὲν ὦσιν ἀπὸ τῶν εἰς ος, τῷ τόνῳ τοῦ ἀρσενικοῦ ἀκολουθοῦσι, τουτέστι τῆς εὐθείας τῶν πληθυντικῶν τοῦ ἰδίου ἀρσενικοῦ, οἷον ποικίλοι ποικίλαι, ἐναντίοι ἐναντίαι, σοφοί σοφαί, καλοί καλαί, λίθινοι λίθιναι, δρύϊνοι δρύϊναι, ἅγιοι ἅγιαι, τίμιοι τίμιαι, δίκαιοι δίκαιαι, ὅσιοι ὅσιαι, Λύκιοι Λύκιαι τὸ τριγενές. Λυκίαι δὲ τὸ μονογενὲς πρὸς τὸ Λυκία· ἥμεροι ἥμεραι, ἡμέραι δὲ τὸ μονογενές. Ἐὰν δὲ μὴ ὦσιν ἀπὸ τῶν εἰς ος, τοῖς ἑνικοῖς ἑαυτῶν ἀκολουθοῦσι κατὰ τὸν τόνον οἷον Θρῇσσα Θρῇσσαι, θῆσσα θῆσσαι ἡ μισθῷ δουλεύουσα, τύπτουσα τύπτουσαι, χαρίεσσα χαρίεσσαι, τετυφυῖα τετυφυῖαι, ταχεῖα ταχεῖαι, βραδεῖα βραδεῖαι, μέλαινα μέλαιναι. τὸ δὲ Τρῳαί καὶ δμῳαί ὀξυνόμενα ὁμολογοῦσι πεπτωκέναι ἀπὸ ὀξυτόνου ἑνικοῦ Τρῳή καὶ δμῳή.
Αἱ εἰς εις ἀπὸ μὲν βαρυτόνων ἑνικῶν βαρύνονται, Δημοσθένης Δημοσθένεις, ἀπὸ δὲ τῶν ὀξυνομένων ἢ περισπωμένων περισπῶνται, εὐγενής εὐγενεῖς, Ἡρακλῆς Ἡρακλεῖς. τῶν δὲ τοιούτων Ἀθηναῖοι τὴν συναίρεσιν ποιοῦνται διὰ τοῦ η καὶ ὁμοίως περισπῶσιν, ἱππῆς ἐκ τοῦ ἱππέες, βασιλέες βασιλῆς.
Οἱ ἥρωες ἡ εὐθεῖα τῶν πληθυντικῶν εὕρηται κατὰ κρᾶσιν παρὰ Ἀριστοφάνει ἐν Ἥρωσιν «οἱ γὰρ ἥρως ἐγγύς εἰσιν» ἀντὶ τοῦ ἥρωες.
Αἱ εἰς ους ἀπὸ συγκριτικῶν ἐνδείᾳ τοῦ ν καὶ κράσει τῶν φωνηέντων γενόμενα παροξύνονται οἷον μείζονες μείζους, βελτίονες βελτίους καὶ τὰ ὅμοια.
Τὰ Ἀττικὰ εἰς ω καὶ εἰς ι λήγοντα κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὁμοτονοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οἷον ὁ εὔγεως οἱ εὔγεῳ, ὁ Μενέλεως οἱ Μενέλεῳ, ὁ νεώς οἱ νεῴ, ὁ λεώς οἱ λεῴ.
Πᾶσα εὐθεῖα πληθυντικὴ οὐδετέρου ὀνόματος ἐντελὴς εἰς α λήγει καὶ ἐπὶ τῆς αὐτῆς συλλαβῆς ἔχει τὸν τόνον, ἐφʼ ἧς καὶ ἡ ἑνικὴ εὐθεῖα, γράμμα γράμματα, φίλον φίλα, καλόν καλά· κάνεον μὲν κάνεα προπαροξυτόνως, κανοῦν δὲ κανᾶ προπερισπωμένως διὰ τὴν συναίρεσιν. αἱ δὲ εἰς η ἐκ συναιρέσεώς εἰσι καὶ πρὸς τὴν συναίρεσιν τὸν τόνον ποιοῦνται, τείχεα τείχη· αἱ γὰρ δύο βαρεῖαι εἰς βαρεῖαν συναιροῦνται. τὰ εὐσεβέα δὲ τὰ εὐσεβῆ· ἡ γὰρ ὀξεῖα καὶ βαρεῖα εἰς περισπωμένην συναιρεῖται. Περὶ τόνου τῆς πληθυντικῆς γενικῆς.
Αἱ γενικαὶ αἵτε ἑνικαὶ καὶ πληθυντικαὶ ἀπὸ μὲν τῶν ὀξυτόνων ἢ περισπωμένων ὀνομάτων, εἰ μὲν ἰσοσυλλάβως κλίνοιντο, πάντως περισπῶνται, καλός καλοῦ καλῶν, ψυχή ψυχῆς ψυχῶν, λουτρόν λουτροῦ λουτρῶν, ἀλλὰ καὶ Ἑρμῆς Ἑρμοῦ Ἑρμῶν, χρυσοῦς χρυσοῦ χρυσῶν. εἰ δὲ περιττοσυλλάβως, ἐντελεῖς μὲν οὖσαι παροξύνονται, εὐσεβής εὐσεβέος εὐσεβέων, Ἡρακλῆς Ἡρακλέος Ἡρακλέων· συνῃρημέναι δὲ περισπῶνται, εὐσεβοῦς εὐσεβῶν, εὐγενοῦς εὐγενῶν, Ἡρακλοῦς Ἡρακλῶν.
Αἱ δὲ εἰς οι λήγουσαι πληθυντικαὶ εὐθεῖαι βαρύτονοι βαρύνουσι καὶ τὰς ἰδίας γενικάς, φίλοι φίλων, ἥμεροι ἡμέρων· αἱ δὲ ὀξύτονοι ἢ περισπώμεναι περισπῶνται, καλοί καλῶν, σοφοί σοφῶν, χρυσοῖ χρυσῶν, χαλκοῖ χαλκῶν.
Αἱ δὲ εἰς αι εὐθεῖαι πληθυντικαὶ μονογενεῖς περισπῶσι τὰς ἰδίας γενικάς, Μήδειαι Μηδειῶν, Αἰνεῖαι Αἰνειῶν. σεσημείωνται βαρυνόμενα τέσσαρα, χλοῦναι χλούνων, ἐτησίαι ἐτησίων, ἀφύαι ἀφύων, χρῆσται χρήστων διὰ τὸ μὴ συμπεσεῖν τῷ χρηστός χρηστοί χρηστῶν. τὸ ἀφύαι πάλιν βαρέως, ἵνα μὴ συνεμπέσῃ τῷ ἀφυεῖς τῶν ἀφυῶν.
Αἱ εἰς αι λήγουσαι εὐθεῖαι θηλυκαὶ πληθυντικαὶ παρεσχηματισμέναι ἀρσενικοῖς, εἰ μὲν ἔχοιεν τὴν πληθυντικὴν ὁμόφωνον τῇ τοῦ ἀρσενικοῦ γενικῇ, πάντως καὶ ὁμότονον ἔχουσιν· ὡς γὰρ οἱ φίλοι τῶν φίλων, οὕτως καὶ αἱ φίλαι τῶν φίλων, καὶ ὡς οἱ καλοί τῶν καλῶν περισπᾶται, οὕτως καὶ αἱ καλαί τῶν καλῶν περισπᾶται. εἰ μέντοι μὴ ὁμοφωνοῖεν αἱ γενικαί, πάντως τὸ θηλυκὸν περισπᾶται, οἱ τάλανες τῶν ταλάνων βαρυτόνως, αἱ τάλαιναι τῶν ταλαινῶν περισπωμένως. καὶ ταχέες μέντοι ταχέων βαρυτόνως, ταχεῖαι δὲ ταχειῶν περισπωμένως. τὸ αὐτὸ καὶ ἐπὶ μετοχῶν, οἱ τυπτόμενοι τῶν τυπτομένων, ἀλλὰ καὶ τυπτόμεναι τῶν τυπτομένων βαρυτόνως. ἐπὶ δὲ τοῦ ποιοῦντες καὶ ποιοῦσαι οὐκέτι· ποιούντων μὲν γὰρ τὸ ἀρσενικὸν βαρυτόνως, ποιοῦσαι δὲ ποιουσῶν περισπωμένως. —ὅτε δὲ κατὰ διάλεκτον ἡ γενικὴ τροπὴν ὑπομένει τοῦ ων εἰς αν, περισπᾶται, κυανεᾶν, ἀμφοτερᾶν. —ἐντεῦθεν τὸ Ῥοδίαι καὶ Σαμίαι καὶ τὰ τοιαῦτα, εἰ μὲν ἐθνικὰ εἴη, συμβαρύνει ταῖς ἀρσενικαῖς τὰς γενικάς· εἰ δὲ κύρια—ἐνδέχεται γὰρ Ῥοδίαν τινὰ καλεῖσθαι καὶ Σαμίαν—τότε περισπῶσι τὰς γενικάς, Ῥοδιῶν καὶ Σαμιῶν. διὰ τοῦτο ἡμέραι μὲν ἐπὶ τοῦ χρόνου ἡμερῶν, ἥμεραι δὲ ἡμέρων ἐπιθετικῶς βαρυτόνως, ἐπεὶ καὶ οἱ ἥμεροι τῶν ἡμέρων. τὸ πόρναι πορνῶν καὶ πέτραι πετρῶν καὶ χῶραι χωρῶν, βάκχαι βακχῶν, ὄχθαι ὀχθῶν, χῆραι χηρῶν, κοῦραι κουρῶν, παιδίσκαι παιδισκῶν «τῶν παιδισκῶν τινι δοὺς» παρὰ τῷ Μενάνδρῳ ἐν τῷ Ἥρωϊ. καὶ εἴ τι τοιοῦτον ἕτερον, περισπᾷ τὴν ἰδίαν γενικὴν καίτοι ὁμοφωνοῦσαν τῷ ἀρσενικῷ βαρυνομένῳ οἱ πόρνοι τῶν πόρνων καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἐπεὶ μὴ ἐκ τῶν ἀρσενικῶν τὰ θηλυκὰ παρεσχημάτισται, ἀλλʼ ἔστιν ἡ πρώτη τούτων θέσις ἐπὶ τῶν θηλυκῶν, διὸ καὶ ὡς μονογενὲς περιεσπάσθη. τὰ δὲ ἀρσενικὰ ποιητικώτερον κατὰ τὸ γένος τὴν παραγωγὴν πεποίηνται, ὅθεν καὶ βαρυτονοῦσι τὰς γενικὰς ταῖς ἰδίαις εὐθείαις ἀκολοθοῦντα. τὸ μέσαι μεσῶν, ὑπάται ὑπατῶν, νεάται νεατῶν ἐπὶ τῶν χορδῶν περισπῶμεν. κύρια γάρ εἰσιν αὐτῶν ὀνόματα καὶ διὰ τοῦτο μονογενῆ. τὰ μέντοιγε ἐπιθετικὰ βαρύνεται, ἐπεὶ τὰ τούτων ἀρσενικά «κοῦραι πετράων ἤριπον ἐξ ὑπάτων». τὸ χιλιῶν παρʼ Ἀθηναίοις παραλόγως περισπᾶται.
Ἐὰν δὲ εὑρεθῶσιν ὁμοφωνοῦσαι ἀπὸ τῶν εἰς ες πληθυντικῶν εὐθειῶν θηλυκῶν γενικαὶ γενικαῖς ἀρσενικῶν περισπωμέναις, οὐκ ἀναγκάζονται καὶ ὁμοτονεῖν αὐταῖς. ἐκ δὲ τοῦ ἐναντίου εἴ τι μὲν ἀρσενικὸν εἰς αι τὴν εὐθεῖαν ἔχοι, τὸ δὲ θηλυκὸν εἰς ες, ἡ μὲν τοῦ ἀρσενικοῦ περισπᾶται, ἡ δὲ τοῦ θηλυκοῦ βαρύνεται· αἱ Δαναΐδες μέντοι τῶν Δαναΐδων βαρυτόνως, οἱ Δαναΐδαι δὲ τῶν Δαναϊδῶν περισπωμένως· ὅμοιον ἔχει καὶ οἱ Τανταλίδαι Τανταλιδῶν, οἱ Ἡλιάδαι τῶν Ἡλιαδῶν, οἱ Πριαμίδαι τῶν Πριαμιδῶν, αἱ Τανταλίδες δὲ τῶν Τανταλίδων, αἱ Ἡλιάδες τῶν Ἡλιάδων, αἱ Πριαμίδες τῶν Πριαμίδων βαρυτόνως.
Πᾶσα εὐθεῖα δισύλλαβος εἰς ες λήγουσα πληθυντικὴ δηλονότι περισπᾶται τὴν ἰδίαν γενικήν, μῆνες μηνῶν, ἄνδρες ἀνδρῶν, θῶπες θωπῶν, φῶτες φωτῶν, χῆνες χηνῶν, χεῖρες χειρῶν καὶ τὰ ἄλλα ὁμοίως, ἐννέα σεσημειωμένων, περὶ ὧν καὶ λόγον δίδομεν. τίνων, ὅτε πυσματικῶς, πρὸς ἀντιδιαστολὴν τοῦ ἀορίστου, ἐκεῖνο γὰρ περισπᾶται. Τρῶες Τρώων, δμῶες δμώων, ἵνα ἐκφύγωσι τὸ αἱ Τρῳαί τῶν Τρῳῶν καὶ αἱ δμῳαί τῶν δμῳῶν, ὀξυνόμενα κατὰ τὰς εὐθείας, καὶ διὰ τοῦτο περισπῶνται τὰς γενικάς. θῶες θώων διὰ τὸ θῳή, ὃ σημαίνει τὴν ζημίαν, αἱ θῳαί τῶν θῳῶν. παῖδες παίδων, οὐ πρὸς διαστολήν, ὥς τινες ἐνόμισαν, τοῦ αἱ πέδαι τῶν πεδῶν ἐπὶ τῶν δεσμῶν. ἡ γὰρ γραφὴ τὴν διαστολὴν ποιεῖται· τοῦτο μὲν γὰρ τὸ ἐπὶ τῶν δεσμῶν διὰ τοῦ ε, ἐκεῖνο δὲ διὰ τῆς αι διφθόγγου· ἀλλʼ ἴσως ἐπειδὴ ὡς ἀπὸ ἐντελεστέρου τοῦ πάϊς γέγονεν, ὡς μὴ εἶναι φύσει δισύλλαβον. ἔτι ἐστὶ πάντες πάντων, οὐχ ὅτι ἐκ τοῦ ἅπαντος, ὥς τινές φασιν, ἀφαιρέσει τοῦ α γέγονεν· ἐπεὶ ἔδει καὶ τὸ παντός καὶ παντί βαρύνεσθαι, ἐκ τοῦ ἅπαντος ἅπαντι ἀφῃρημένα· ἀλλʼ ὅτι μετοχῆς εἴληφεν ἀναλογίαν, ὡς ἐν τῷ περὶ μετοχῶν δέδεικται, ᾧ λόγῳ καὶ τὸ πᾶσι βεβαρυτόνηται, ὡς στᾶσι δοῦσιν. ἔτι δᾷδες δᾴδων· δαΐδες δαΐδων γὰρ τρισυλλάβως τὸ ἐντελές. ἔτι λᾶες λάων. τὸ γὰρ ἐντελὲς ἀπὸ τοῦ λᾶας λάαες λαάων πάλιν τρισύλλαβον. ἔνατόν ἐστι τὸ κρᾶτες κράτων «κράτων τυπτομένων» ἴσως ἀπὸ τοῦ κράατες κραάτων ἐντελεστέρου. Χωρὶς δὲ τούτων ἐστὶ καὶ ἕτερα· σέες σέων ἐπὶ τῶν σκωλήκων ὡς παρʼ Ἀριστοφάνει «ὑπὸ τῶν σέων καταπονούμενον» καὶ φῴδων, ὡς παρʼ Ἀριστοφάνει «πλὴν φῴδων ἐκ βαλανείου», οὐδένων, Φθάντων τῷ λόγῳ τῶν μετοχῶν ὡς στάντες στάντων, βάντες βάντων, δόντες δόντων. Φασὶ δέ τινες ἀπολογούμενοι περὶ ὅλων τῶν σεσημειωμένων, ὅτι τὰ εἰς ς λήγοντα μονοσύλλαβα κατὰ τὴν γενικὴν περιττοσύλλαβα τὰ μὲν ὀξύτονα, ἐὰν διὰ συμφώνων κλίνωνται, περισπῶνται κατὰ τὴν γενικὴν πληθυντικήν, σής σητός σῆτες σητῶν, Κρής Κρητός Κρῆτες Κρητῶν. ἐὰν δὲ διὰ καθαροῦ τοῦ ος κλιθῶσι, βαρύνονται κατὰ τὴν γενικὴν πληθυντικήν, Τρώς Τρωός Τρῶες Τρώων, δμώς δμωός δμῶες δμώων. τὸ δὲ τίνων εἰς διαφορὰν τῶν τινῶν καὶ τὸ κράτων τῶν κεφαλῶν εἰς διαφορὰν τῶν κρατῶν ἀπὸ τοῦ κράτος ἡ ἀρχή. τὸ δὲ φῴδων καὶ δᾴδων ἀπὸ τῶν φωΐδων καὶ δαΐδων. τὰ δὲ περισπώμενα ἐκ τοῦ ἐναντίου γίνεται· ἐὰν μὲν διὰ καθαροῦ τοῦ ος κλίνωνται, περισπῶσι τὰς γενικὰς πληθυντικάς, μῦς μυός μύες μυῶν, βοῦς βοός βοῶν, δρύες δρυῶν, σύες συῶν. ἐὰν δὲ διὰ συμφώνου, βαρύνονται, παῖς παιδός παῖδες παίδων, πάντες πάντων· τὸ δὲ λάων ἐβαρύνθη εἰς διαφορὰν τῶν λαῶν. ἀλλὰ κακῶς λέγουσιν οἱ οὕτως ἀπολογησάμενοι πρῶτον μὲν ὅτι ἀπὸ τῶν σεσημειωμένων πλέκουσι τὸν κανόνα, δεύτερον δὲ ὅτι ἀντίκειται τούτοις τὸ κίς κιός καὶ λίς λιός· ταῦτα γὰρ ὀξύνονται κατὰ τὴν εὐθεῖαν τῶν ἑνικῶν καὶ διὰ καθαροῦ τοῦ ος κλίνονται καὶ ὅμως οὐ βαρύνονται ἐν τῇ γενικῇ τῶν πληθυντικῶν, ἀλλὰ περισπῶνται. κιῶν γὰρ καὶ λιῶν περισπωμένως.
Αἱ εἰς ες ὑπὲρ δύο συλλαβὰς εὐθεῖαι βαρύνουσι τὰς γενικάς, Αἴαντες Αἰάντων, ἑβδομάδες ἑβδομάδων, εὐσεβέες εὐσεβέων, στάχυες σταχύων, ὀσφύες ὀσφύων. ἔδει οὖν καὶ τὸ πόλεων, μάντεων, πελέκεων καὶ τὰ τούτοις παραπλήσια πρὸ μιᾶς ἔχειν τὸν τόνον. ἀλλʼ Ἀττικούς φασι προπαροξύνειν ταῦτα, ἅπερ ἐστὶν ἀπὸ τῶν εἰς ις εὐθειῶν, καὶ ἔτι δύο ἀπὸ τῶν εἰς υς, τό τε πήχεων καὶ πελέκεων. σεσημείωται πάλιν γυναικῶν καὶ θυγατρῶν περισπώμενα ἑπόμενα τῷ τόπῳ τοῦ τόνου τῆς γενικῆς ἑνικῆς καὶ τὰ παρʼ Ἀθηναίοις ἀριθμητικὰ τὸ χιλιάδων καὶ μυριάδων. ταῦτα γὰρ παρʼ αὐτοῖς περισπῶνται, παρʼ ἡμῖν δὲ βαρύνονται.
Αἱ δὲ εἰς εις εὐθεῖαι συνῃρημέναι εἰσὶ καὶ περισπῶσι τὰς ἰδίας γενικάς, ὡς ἤδη εἴπομεν, Σωκράτεις Σωκρατῶν, Δημοσθένεις Δημοσθενῶν, εὐσεβεῖς εὐσεβῶν. τὸ δυσώδων καὶ εὐώδων καὶ νοσώδων τῷ λόγῳ μὲν περισπασθήσονται, ὁ δὲ Ἀρίσταρχος ταύτας καὶ τὰς ὁμοίας βαρύνει ἐκ τοῦ οἴεσθαι τὰς ἐντελεῖς γενικὰς αὐτῶν προπαροξύνεσθαι, εὐώδεων ὡς πόλεων. οὐκ εὐλόγως· μόναι γὰρ αἱ ἀπὸ τῶν εἰς ις ὑπάρχουσιν αἱ προπαροξυνόμεναι, πόλεων, μάντεων, καὶ δύο ἀπὸ τῶν εἰς υς πελέκεων, πήχεων, αἱ δὲ λοιπαὶ πᾶσαι βαρύτονοι οὖσαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον, ὡς πρόκειται. παραλόγως οὖν Ἀρίσταρχος βαρύνει καὶ ἐπείσθη ἡ παράδοσις. καὶ τὸ τριήρων οἱ μὲν βαρύνουσιν, οἱ δὲ περισπῶσιν, ὥσπερ καὶ αὐτάρκων καὶ αὐθάδων καὶ τὸ συνήθων καὶ κακοήθων βαρύνεται ὥσπερ καὶ τὰ αὐτῶν ἐπιρρήματα.
Αἱ εἰς α λήγουσαι εὐθεῖαι πληθυντικαὶ οὐδετέρων ὀνομάτων, εἰ μὲν ὀξύνοιντο ἢ περισπῷντο, πάντως τὴν πληθυντικὴν γενικὴν περισπῶσι, πυρά πυρῶν, σφυρά σφυρῶν, καλά καλῶν, ἀλλὰ καὶ κανᾶ περισπωμένως κανῶν, ὀστᾶ ὀστῶν, χρυσᾶ χρυσῶν· εἰ μέντοι βαρύνοιντο, συμβαρύνουσι καὶ τὰς γενικάς, φίλα φίλων, ξύλα ξύλων, φῶτα φώτων, ὦτα ὤτων. εἰ δὲ ἀπὸ περισσοσυλλάβων συναλοιφὴ παρακολουθήσειε, ἡ γενικὴ πάντως περισπᾶται, τειχέων τειχῶν, βελέων βελῶν, κρεάων κρεῶν. σεσημείωται τὸ φρητῶν. ἔστι γὰρ φρέατα καὶ γίνεται κατὰ κρᾶσιν φρῆτα τοῦ ε καὶ α εἰς η κραθέντος. καὶ τούτου βαρυνομένου κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν ὤφειλε καὶ ἡ γενικὴ τῶν πληθυντικῶν βαρύνεσθαι καὶ εἶναι φρήτων βαρυτόνως ὥσπερ τὰ ὦτα τῶν ὤτων, τὰ φῶτα τῶν φώτων. ὅμως δὲ περισπῶσιν αὐτὸ οἷον φρητῶν ὁμοτόνως τῇ Κρητῶν καὶ σητῶν καὶ θητῶν γενικῇ. Περὶ τόνου τῆς δοτικῆς πληθυντικῆς.
Περὶ μὲν τῶν εἰς ι ἐκφωνούμενον δοτικῶν πληθυντικῶν εἴπομεν ἐν τοῖς ἑνικοῖς, νῦν δὲ περὶ τῶν λοιπῶν ἐροῦμεν.
Αἱ εἰς αις καὶ εἰς οις ἀπὸ ὀξυτόνων καὶ περισπωμένων εὐθειῶν οὖσαι περισπῶνται, ἀθληταί ἀθληταῖς, καλοί καλοῖς, σοφοί σοφοῖς, ἀλλὰ καὶ οἱ Ἑρμαῖ τοῖς Ἑρμαῖς, αἱ χρυσαῖ ταῖς χρυσαῖς. ἀπὸ δὲ βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, φίλοι φίλοις, ἵπποι ἵπποις, Μήδειαι Μηδείαις, τάλαιναι ταλαίναις, ξύλα ξύλοις. Περὶ τῶν Ἀττικῶν, ὅτι τὸν τόνον τῆς κοινῆς εὐθείας ἔχει πᾶσα πτῶσις Ἀττική, εἴπομεν ἤδη· διὰ τοῦτο τοῖς Μενέλεῳς προπαροξύνομεν, ἐπεὶ καὶ ὁ Μενέλαος, τοῖς δὲ λεῴς ὀξύνομεν, ἐπεὶ καὶ ὁ λαός. Περὶ τόνου τῆς πληθυντικῆς αἰτιατικῆς.
Πᾶσα αἰτιατικὴ πληθυντικὴ ὁμοφωνοῦσα τῇ πληθυντικῇ εὐθείᾳ καὶ ὁμοτονεῖ ταύτῃ, οἱ ταχεῖς τοὺς ταχεῖς, οἱ Δημοσθένεις τοὺς Δημοσθένεις, οἱ βελτίους τοὺς βελτίους, οἱ ἰχθῦς περισπωμένως καὶ τοὺς ἰχθῦς, ὁμοίως αἱ κλιτῦς τὰς κλιτῦς, οἱ βασιλῆς τοὺς βασιλῆς οἷον «τούς τε διστάρχας ὤλεσας βασιλῆς» παρὰ τῷ Σοφοκλεῖ.
Αἱ εἰς ας λήγουσαι, συνεσταλμένον ἔχουσαι τὸ α, ὁμότονοί εἰσι ταῖς πληθυντικαῖς εὐθείαις, Αἴαντες Αἴαντας, Πάριδες Πάριδας, ταχέες ταχέας, αἱ ἐκτεταμένον ἔχουσαι τὸ α ἀπὸ μὲν βαρυτόνων πρὸ μιᾶς ἔχουσι τὸν τόνον, Μήδειαι Μηδείας, τάλαιναι ταλαίνας· ἀπὸ δὲ ὀξυτόνων ὀξύνονται, καλαί καλάς, ταφαί ταφάς. ἀπὸ δὲ περισπωμένων περισπῶνται, διπλαῖ διπλᾶς, συκαῖ συκᾶς, γαλαῖ γαλᾶς· μακρὸν δὲ ἔχουσι τὸ α ὅσαι εἰσὶν ἀπὸ τῶν εἰς αι εὐθειῶν, ὡς αἱ προκείμεναι· βραχὺ δὲ αἱ ἀπὸ τῶν εἰς ες, ὧν πάλιν κεῖται τὰ ὑποδείγματα.
Αἱ εἰς ους αἰτιατικαὶ πάλιν ταῖς εὐθείαις ἀκολουθοῦσι κατὰ τὸν εἰρημένον κανόνα, φίλοι φίλους, καλοί καλούς ὀξυτόνως καὶ ἀργυροῖ ἀργυροῦς περισπωμένως.
Τὰ Ἀττικὰ ὁμοτονοῦσι ταῖς εὐθείαις τῶν πληθυντικῶν οἷον οἱ εὔγεῳ τοὺς εὔγεως, οἱ Μενέλεῳ τοὺς Μενέλεως, οἱ νεῴ τοὺς νεώς, οἱ λεῴ τοὺς λεώς.
Τὸ Ἐρετριέας Ἐρετριᾶς καὶ ἁλιέας ἁλιᾶς κατὰ συναίρεσιν περισπῶνται παρʼ Ἀθηναίοις. Τὰ περὶ τόνου τῶν κατὰ θέμα ἀριθμῶν ἐκλέλοιπεν.ΠΕΡΙ ΤΩΝ ΕΙΣ ω ΚΑΙ ΕΙΣ μι ΡΗΜΑΤΩΝ ΚΑΤΑ ΠΑΝ ΠΡΟΣΩΠΟΝ. ΒΙΒΛΙΟΝ ιϛʹ.
Πᾶν ῥῆμα βαρύνεται ἢ περισπᾶται· γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν συνήθειαν, εἰ μὴ παρὰ Δωριεῦσι τὰ συνῃρημένα ἀπαρέμφατα εἰς ειν ἀφαιρέσει τοῦ ι, ποιέν ἀντὶ τοῦ ποιεῖν, δασμοφορέν ἀντὶ τοῦ δασμοφορεῖν. σεσημείωται δέ τινα ῥήματα ὀξύτονα. ἐν μὲν προστακτικοῖς μονοσυλλάβως τὸ δός, θές, ἕς τὸ ἀπόλυσον, σχές, σπές, φρές, ἅπερ διὰ τὴν βραχυκαταληξίαν οὐδὲ περισπᾶται. ὅθεν ἐν τῇ συνθέσει εὐλόγως ἀνεβίβασε τὸν τόνον ἀπόδος, κατάθες, ἐπίσχες, ἐπίσπες, πρόες «ἀλλὰ σὺ μὲν νῦν τῆνδε θεῷ πρόες», ἐπίφρες. δισύλλαβα δὲ τὸ ἐλθέ, εὑρέ, εἰπέ, ἃ καὶ αὐτὰ συντεθέντα κατὰ φύσιν βαρὺν ἀπείληφε τὸν τόνον, κάτελθε, ἔξειπε, ἔφευρε. τὸ δὲ λαβέ καὶ ἰδέ ὀξυνόμενα Ἀττικά ἐστι. τὰ γὰρ κοινὰ τούτων βαρύνεται. ταῦτα μὲν ἐν προστακτικοῖς. ἐν δὲ ὁριστικοῖς τὸ χρή «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα». καὶ τὸ φημί καὶ εἰμί καὶ τὰ τούτων κινήματα, φῄς φησί, ὅπερ πάλιν ἀποκοπὲν ὀξύνεται· τὸ γὰρ «φὴ ἐκεῖνος» ἀντὶ τοῦ φησί. φατόν φατόν φαμέν φατέ φασίν καὶ τὸ τούτου προστακτικοῦ δεύτερον φαθί ὡς παρʼ Ἀριστοφάνει ἐξόπισθε νῦν αὐτὸ φαθὶ ποῦ μόλωμεν οὕτω ἐπεκράτησε λέγεσθαι. πάλιν εἰμί, εἴς «αἵματός εἰς ἀγαθοῖο», ἐσσί, ἐστί, ἐστόν, ἐστόν, ἐσμέν, ἐστέ εἰσί. καὶ ταῦτα δέ, λέγω δὴ τὸ φημί καὶ εἰμί, συντιθέμενα βαρύνεται σύμφημι, σύνειμι. ἔτι καὶ τὸ ἠμί, ὅπερ ταὐτὸν δύναται τῷ φημί—Ἀριστοφάνης Βατράχοις «παῖ, ἠμί, παῖ», ἐξ οὗ τὸ ἦ τὸ σημαῖνον τὸ εἶπον οἷον «ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων» καὶ «ἦ ῥα καὶ ἐξ ὀχέων»—ὀξύνεται. ταῦτά ἐστι τῶν ῥημάτων τὰ ὀξυνόμενα. εἰ δέ τί ἐστιν ἄλλο ἐπὶ τέλους ἔχον τὸν τόνον, περισπᾶται ποιῶ νοῶ, ποιοῦ νοοῦ, ποιεῖν νοεῖν καὶ τὰ τοιαῦτα.
Πᾶν ῥῆμα εἰς ω μονοσύλλαβον περισπᾶται, ζῶ, κλῶ, κνῶ, θλῶ, δρῶ, ἐὰν βῶ, ἐὰν στῶ. λείπεται τοίνυν διασαφηνίσαι τὴν τῶν εἰς ω ληγόντων ἐνεστώτων τάσιν κατὰ τὰς ἑαυτῶν συζυγίας.
Τὰ εἰς βω λήγοντα βαρύνεται. τότε περισπᾶται, ὅτε ἐν ταῖς δυσὶ συλλαβαῖς ἔχει τὸ β, ἢ ὄνομα προϋπάρχει ἢ τὸ ο ἔχει ἐν τῇ παραληγούσῃ ἢ τὸ ω μέγα. καὶ βαρύνεται μὲν ταῦτα, λείβω καὶ κατὰ ἀποβολὴν τοῦ λ εἴβω, τρίβω, στείβω, φέρβω, ἀμείβω, σέβω, φέβω τὸ φοβοῦμαι, ῥέμβομαι, θλίβω, στίλβω. περισπᾶται δὲ ταῦτα ὡς ἔχοντα ἐν δυσὶ συλλαβαῖς β βαυβῶ τὸ καθεύδω, βομβῶ, βιβῶ τὸ περιπατῶ. ἔτι περισπῶνται τὰ ἔχοντα προϋπάρχοντα ὀνόματα, φόβος φοβῶ, ἀσεβής ἀσεβῶ, εὐσεβής εὐσεβῶ, θόρυβος θορυβῶ, κόλυμβος κολυμβῶ, λαβή λαβῶ. τὸ γὰρ λάβω ὑποτακτικόν ἐστι τοῦ ἔλαβον. Ἔτι περισπῶνται τὰ ἔχοντα ο μικρὸν ἢ ω μέγα ἐν τῇ παραληγούσῃ, σοβῶ, στροβῶ, κολοβῶ, λωβῶ.
Τὰ εἰς πω λήγοντα βαρύνονται, εἰ μὴ παραλήγοιτο τῷ υ ἢ τῷ ω, ἢ εἰ μὴ παρώνυμα εἴη ἢ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχοι τὸ π θάλπω, λάμπω, πέμπω, λείπω, μέλπω, βλέπω, ἐρείπω τὸ καταβάλλω, ἕρπω, δρέπω, ἕπω, τρέπω, σκέπω, λέπω, ἔπω τὸ ἐνέπω. πρόσκειται «εἰ μὴ ἔχοι ἐν τῇ πρὸ τέλους τὸ υ ἢ τὸ ω» διὰ τὸ γνυπῶ τὸ γονυπετῶ καὶ κλωπῶ τὸ κλέπτω, ὅθεν καὶ κλώψ. τὸ δὲ «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ κόπος κοπῶ, ἶπος ἡ παγίς ἰπῶ τὸ βλάπτω, λύπη λυπῶ, τρύπη τρυπῶ, κτύπος κτυπῶ, ῥύπος ῥυπῶ. πρόσκειται δὲ «εἰ μὴ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ ἔχει τὸ π» διὰ τὸ πιπῶ καὶ ὀπιπῶ τὸ περιβλέπομαι. τὸ δὲ πίπτω βαρύνεται ἔχον τὸ τ.
Τὰ εἰς φω λήγοντα βαρύνεται, εἰ μὴ παραλήγοιτο τῷ ο μικρῷ ἢ τῷ ω μεγάλῳ ἢ παρώνυμα εἴη, γράφω, γλύφω, νήφω ἐπὶ τοῦ φρονῶ, νείφω δὲ ἐπὶ τοῦ χιονίζω, δέφω, τρέφω, στρέφω, στέφω, ψέφω, ἀλείφω, κνίφω, στύφω, τύφω, μέμφω, ἀφʼ οὗ τὸ μέμφομαι εὔχρηστον. σεσημείωται τὸ διφῶ τὸ ζητῶ Ἰλιάδος Π «τήθεα διφῶν» ζητῶν ἐρευνῶν. Καλλίμαχος «μηδʼ ἀπʼ ἐμεῦ διφᾶτε μέγα ψοφέουσαν ἀοιδήν» καὶ ἀμφαφῶ. καὶ ἴσως παρώνυμα εἴη ἀπὸ τοῦ ἁφή ἁφῶ καὶ διαφῶ καὶ κράσει διφῶ τὸ τῇ ἁφῇ ὑποβάλλω καὶ ἀμφαφῶ. πρόσκειται «εἰ μὴ παρώνυμα εἴη» διὰ τὸ τρυφή τρυφῶ, κορυφή κορυφῶ, σοφός σοφῶ, ζωγράφος ζωγραφῶ, ψόφος ψοφῶ, ἁφή ψηλαφῶ. τὸ δὲ στρωφῶ καὶ ῥοφῶ ἔχουσιν ο καὶ ω.
Τὰ εἰς πτω βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα ἢ διαστολὴ γένοιτο σημαινομένου, σκάπτω, θάπτω, βλάπτω, κλέπτω, σκέπτω, χαλέπτω, πίπτω, ἵπτω, λίπτω, ἴπτω τὸ βλάπτω, ὅπερ ψιλοῦται· ἐπὶ γὰρ τοῦ πετῶ δασύνεται καὶ περισπᾶται, χρίπτω, νίπτω, ἐνίπτω τὸ ἐπιπλήττω, σκηρίπτω, ῥίπτω. τὸ γὰρ ῥιπτῶ Ἀττικὸν ἢ ποιητικόν. κόπτω, ὄπτω τὸ βλέπω. τὸ δὲ ὀπτῶ πρὸς διαστολὴν τοῦ ὄπτω, σκώπτω, θρύπτω, θύπτω τὸ τυφῶ, κύπτω, κρύπτω, ῥύπτω, δύπτω, καλύπτω, κορύπτω, τύπτω. τὸ δὲ τυπτῶ τυπτήσω Ἀττικῶς. πρόσκειται «εἰ μὴ προκατάρχεται ὄνομα» διὰ τὸ ἄβλεπτος ἀβλεπτῶ, ἄπεπτος ἀπεπτῶ, ἀλείπτης φιλαλειπτῶ.
Τὰ εἰς γω δισύλλαβα η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, θήγω, λήγω, τμήγω. τὸ δὲ ἡγῶ, ἀφʼ οὗ τὸ ἡγοῦμαι, περισπᾶται, ἀπὸ φωνήεντος ἀρχόμενον.
Τὰ εἰς γω ὑπερδισύλλαβα ἔχοντα ὀνόματα προκατάρχοντα σύνθετα διὰ τοῦ γος παρηγμένα τῷ η παραληγόμενα περισπᾶται, ποδηγός ποδηγῶ, φορτηγός φορτηγῶ, στρατηγός στρατηγῶ, κυνηγός κυνηγῶ. τὸ δὲ ἀρήγω οὐκ ἀπὸ τοῦ ἀρηγός, ἀλλʼ αὐτὸ ἀπʼ ἐκείνου. τὸ δὲ κεκλήγω, ᾧ ἀκόλουθος μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντες, καὶ πεπλήγω, ἔνθεν τὸ «ἐπέπληγον πόδες ἵππων» ποιητικῶς βαρύνονται ἀπὸ τῶν παρακειμένων γεγονότα.
Τὰ εἰς γω ὑπερδισύλλαβα τῷ α παραληγόμενα περισπᾶται μὴ ὄντα σύνθετα παρὰ πρόθεσιν σμαραγῶ, πλαταγῶ, λαλαγῶ. καὶ καθόλου τὰ εἰς αγω περισπᾶται, ἀγῶ «εὖτʼ ἂν τόδʼ ἀγᾷ χρέος ἀνδρός», τραγῶ. τὸ δὲ ἄγω βαρύνεται καὶ τὰ ἀπʼ αὐτοῦ σύνθετα διάγω, ἀνάγω, κατάγω, παράγω, μετάγω, εἰσάγω, ἐνάγω, ἐξάγω, προσάγω, προάγω, συνάγω.
Τὰ εἰς γω μὴ παρώνυμα ἢ κατὰ παραγωγὴν γινόμενα ἀπὸ βαρυτόνου βαρύνονται, ὁπότε μὴ πρὸς διαστολὴν παραλαμβάνοιτο ἢ παραλήγοιτο τῷ η ἢ τῷ α, ψέγω, φλέγω, λέγω, εἴργω, πνίγω, ἀμέλγω, ἀλέγω, ὀρέγω. πρόσκειται «μὴ παρώνυμα» διὰ τὸ τρύγη τρυγῶ, ἄλγος ἀλγῶ, σιγή σιγῶ, ῥῖγος ῥιγῶ. «μὴ ἀπὸ βαρυτόνου» δὲ «ῥήματος παραχθέντα» διὰ τὸ λέγω ἀλογῶ. «μὴ πρὸς ἀντιδιαστολὴν» πρόσκειται διὰ τὸ ἄγω καὶ ἀγῶ τὸ καταπλήττομαι, ἐξ οὗ τὸ ἄγημι ἄγαμαι. «ἢ εἰ μὴ παραλήγοιτο τῷ α ἢ τῷ η» διὰ τὸ σμαραγῶ καὶ ἡγῶ, ὅθεν τὸ ἡγοῦμαι.
Τὰ εἰς γω ἰαμβικά, εἰ μὲν ἔχοι πρὸ τοῦ τέλους τὸ ε, βαρύνεται, εἰ δὲ ἄλλο τι, περισπᾶται, φλέγω, λέγω, στέγω, οἷς ὅμοιον τὸ ἀλέγω, ὀρέγω. μογῶ δὲ καὶ στυγῶ καὶ τρυγῶ καὶ σφριγῶ μὴ τὸ ε ἔχοντα περισπῶνται.
Τὰ εἰς γω ἔχοντα πρὸ τοῦ γ σύμφωνον βαρύνεται, εἰ μὴ παρʼ ὄνομα γένοιτο, εἴργω, στέργω, ἀμέλγω, σφίγγω, μίσγω, τέγγω. τὸ δὲ ἀλγῶ ἔχει τὸ ἄλγος καὶ τὸ ἀργῶ τὸ ἀργός καὶ τὸ γεωργῶ τὸ γεωργός καὶ κακουργῶ τὸ κακοῦργος. τὸ δὲ ἀμέργω οὐκ ἔχει· τὸ γὰρ ἀμόργη ἐκ τοῦ ἀμέργω γίνεται.
Τὰ εἰς γω δισύλλαβα παραληγόμενα φύσει μακρᾷ ὅτε ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, τρώγω, σμώγω, φεύγω, τμήγω, λήγω, θήγω. τὸ μέντοι ῥιγῶ ἔχει τὸ ῥῖγος. τὸ δὲ λωγῶ οὐ γνήσιον ἔχει τὸ ω, ἀλλὰ ποιητικόν.
Τὰ εἰς γω ὑπερδισύλλαβα μὴ παρʼ ὄνομα σύνθετα, εἰ παραλήγοιτο φύσει μακρᾷ, βαρύνεται ἐπείγω, ἀρήγω, ἐρεύγω, ἀνώγω. τὸ δὲ παιδαγωγῶ ἔχει τὸ παιδαγωγός.
Τὰ εἰς κω δισύλλαβα ἔχοντα τὸ ε ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, εἰ μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων ἢ παρʼ ὄνομα εἴη, ῥέγκω, δέρκω, πλέκω, τέκω, πέκω τὸ ξηραίνω καὶ πείκω καὶ πέκτω, κρέκω, δέκω, ἕλκω, ἑλκήσω· τοῦτο δὲ ἀπὸ περισπωμένου τὸ ἑλκῶ. δείκω τὸ δεικνύω, εἴκω. τοιαῦτα καὶ τὰ ὑπερδισύλλαβα τῷ ε παραληγόμενα ὀλέκω, ἐρείκω τὸ σχίζω, ἐνέκω. πρόσκειται «εἰ μὴ παρʼ ὄνομα εἴη» διὰ τὸ ἑλκόω ἑλκῶ ἕλκος καὶ πελεκῶ πέλεκυς καὶ «μὴ ἄρχοιτο ἀπὸ τριῶν συμφώνων» διὰ τὸ σπλεκῶ τὸ συνουσιάζω, ὅθεν τὸ διασπλεκῶ.
Τὰ εἰς κω δισύλλαβα τῷ η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, ἀπὸ δὲ ἡμιφώνου περισπῶνται· καὶ βαρύνονται μὲν ταῦτα, τήκω, δήκω ὅθεν ἔδακον, μεθʼ ὧν καὶ ἥκω. περισπᾶται δὲ ταῦτα, ληκῶ, σφηκῶ, μηκῶ.
Τὰ εἰς κω, εἰ μὴ τῷ σ παραλήγοιτο ἢ τῷ η, περὶ ὧν προείρηται, πάντως περισπᾶται, κακῶ, ἀρκῶ, ναρκῶ, σαρκῶ, φαλκῶ, δοκῶ, κυκῶ, μυκῶ, οἰκῶ καὶ παροικῶ. τὸ δὲ διώκω καὶ ἥκω καὶ ἐρύκω βαρύνεται. τὸ δὲ ἀσκῶ, σφηκῶ περισπᾶται.
Τὰ εἰς σκω βαρύνεται, εἰ μὴ κατάρχοιτο ὄνομα, δράσκω, γηράσκω, πιπράσκω, διδάσκω, τιτρώσκω, γινώσκω, βιβρώσκω, ἀρέσκω, πιφαύσκω, κικλήσκω, θνήσκω, μιμνήσκω, ἀλδήσκω, πιπίσκω, ἀέσκω, μαχέσκω, ἐΐσκω «ἐΐσκω πηγεσιμάλλῳ» καὶ ἀποβολῇ τοῦ ε «εἴ κέ σε τῷ ἴσκοντες». δειδίσκω, εὑρίσκω, τελίσκω, γαμίσκω, κυΐσκω, ὀφλίσκω, ἀφʼ οὗ τὸ ὀφλισκάνω, ἁλίσκω, ἀραρίσκω, στερίσκω, μεθύσκω, βόσκω βοσκήσω· τοῦτο δὲ ὡς ἀπὸ περισπωμένου ἐγένετο βοσκῶ βοσκήσω. τὸ μέντοι δισκῶ καὶ ἀσκῶ καὶ διασκῶ ἔχουσι τὸ δίσκος καὶ ἀσκός, καὶ τὸ βοσκῶ τὸ βοσκός καὶ ἱπποβοσκῶ ἱπποβοσκός.
Τὰ εἰς κτω μὴ παρʼ ὄνομα γινόμενα βαρύνεται, τίκτω, πέκτω τὸ κτενίζω. τὰ δὲ περισπώμενα ἔχουσιν ὄνομα, εὔτακτος εὐτακτῶ, ἄτακτος ἀτακτῶ, ὑλακή ὑλακτῶ. τούτοις ἠκολούθησε καὶ τὸ ἀγανακτῶ.
Τὰ εἰς χω δισύλλαβα ἀρχόμενα ἀπὸ συμφώνου μὴ διὰ τοῦ η παραληγόμενα φύσει μακρᾷ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο ἐκ βαρυτόνου παρήχθη ὡς ἐπὶ τοῦ τρέχω τροχῶ, ἢ παρʼ ὄνομα ἐγένετο, τεῦχος τευχῶ, καὶ τὸ στοιχῶ καὶ τὸ μοιχῶ ἀπὸ τοῦ στοῖχος καὶ μοιχός. βαρύνεται δὲ ταῦτα, στείχω, τεύχω, ψύχω, τρύχω, σμύχω, βρύχω, λείχω, γλίχω, ὅθεν τὸ γλίχομαι. οὐκ ἀντιπίπτει τὸ αὐχῶ. ἀπὸ φωνήεντος γάρ, ᾧ ἠκολούθησε καὶ τὸ καυχῶ. τὸ δὲ βληχῶ ἔχει η.
Τὰ εἰς χω δισύλλαβα τῷ η παραληγόμενα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ μὴ πεποιημένην φωνὴν σημαίνοι, βαρύνεται, νήχω, ἐξ οὗ τὸ νήχομαι, σμήχω, τρήχω τὸ κτυπῶ, ἐξ οὗ τὸ «τετρήχει δʼ ἀγορή», λήχω, ἀφʼ οὗ τὸ ἔλαχον. τὸ δὲ βληχῶ πεποιημένην φωνὴν δηλοῖ. τὸ δὲ ἠχῶ ἀπὸ φωνήεντος ἤρξατο.
Τὰ εἰς χω δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ χ τὸ σ περισπᾶται, εἰ ἔχοι τὴν πρὸ τέλους μὴ φύσει μακράν, ὑπεσταλμένων τῶν ἐχόντων τὸ ε ἢ τὸ α πρὸ τέλους, λοχῶ, τροχῶ, ὀρχῶ, ὅθεν ὀρχοῦμαι, κιχῶ, ὀχῶ, στιχῶ, διχῶ, τριχῶ, τυχῶ. τὸ δὲ ἴσχω ἔχει σ. καὶ τὸ σμήχω ἔχει τὴν παραλήγουσαν φύσει μακράν. τὸ δὲ τρέχω ἔχει ε καὶ τὸ ἄρχω α.
Τὰ εἰς χω ἐν τῇ πρὸ τέλους συλλαβῇ ε ἔχοντα βαρύνεται, εἰ μὴ παρʼ ὄνομα γένοιτο, τρέχω, βρέχω, δέχω, ὅθεν δέχομαι ἐν χρήσει, ἔχω, σπέρχω, εὔχω, ὅθεν εὔχομαι, ἔρχω, ὅθεν ἔρχομαι, ἐλέγχω, τεύχω. τὸ δὲ τευχῶ περισπώμενον ὅτι τεῦχος.
Τὰ εἰς χω δισύλλαβα ἔχοντα τὸ α ἐν τῇ πρὸ τέλους βαρύνεται, ἄχω ἄχομαι, μάχω, ὅθεν τὸ μάχομαι καὶ μαχέομαι μαχοῦμαι, ὅθεν μαχήσομαι μέλλων, ἄρχω, πάσχω, μεθʼ ὧν καὶ τὸ ἴσχω. τὸ δὲ βακχῶ περισπᾶται ὡς ἔχον τὸ βάκχος.
Τὰ διὰ τοῦ αχω τρισύλλαβα βαρύνεται, στενάχω «βαρὺ δὲ στενάχοντος ἄκουσα» «ἐπεστενάχοντο δʼ ἑταῖροι», ἰάχω «ἡμεῖς δὲ ἰάχοντες», «τρὶς δʼ ἄϊεν ἰάχοντος», «σμερδαλέα ἰάχων», «φθέγξομʼ ἐγὼν ἰάχουσα». ταῦτα δὲ καὶ ὡς ἀπὸ περισπωμένων μέλλοντα ποιοῦσιν, ἰαχήσω, στεναχήσω.
Τὰ εἰς χω ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἢ παρʼ ὄνομα ὄντα ἢ διὰ τοῦ ιχω περισπᾶται, στοναχῶ, συμμαχῶ, γνωσιμαχῶ, ἡνιοχῶ, ὀμιχῶ τὸ οὐρῶ—ἔστι δὲ καὶ βαρύτονον ῥῆμα οἷον ὀμίχω ὁ μέλλων ὀμίξω ὡς παρʼ Ἱππώνακτι οἷον «ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησεν» καὶ τὸ ἀναρριχᾶσθαι δὲ τοῖς Ἀττικοῖς παρὰ τὸ ἀρχαῖόν ἐστι γενόμενον ἀραχνιῶ καὶ ἐν ὑπερθέσει τῶν στοιχείων ἀναρριχῶ, τοῦ μὲν ν εἰς τὴν χώραν τοῦ ρ τεθέντος, τοῦ δὲ ι ἀμοιβαίως καὶ τοῦ ρ εἰς τὴν χώραν τοῦ ν, τοῦ δὲ χ πλησίον τοῦ ω. σεσημείωται τὸ στενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήσει ὂν βαρύνεται.
Τὰ εἰς δω δισύλλαβα παραληγόμενα τῷ η βαρύνεται, ἥδω ἥδομαι, κήδω κήδομαι, τὸ δὲ πηδῶ περισπᾶται.
Τὰ εἰς δω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς τὸ ε καταλήγουσαν περισπᾶται, ἐδῶ ἐδήσω, μεδῶ, ἐξ οὗ τὸ μεδέων, μεδήσω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω.
Πᾶν εἰς δω λῆγον ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας οὐ βαρύνεται, ἀλλὰ περισπᾶται, ὡς ἔχει τὸ σταφιδῶ, ὁμαδῶ, κελαδῶ. τὸ δὲ κελάδων κελάδοντος «πὰρ ποταμὸν κελάδοντα» ὡς ἀπὸ βαρυτόνου τὸ φείδω φείδομαι—τὸ δὲ ἀπʼ αὐτοῦ μεταγόμενον φιδῶ ἀφʼ οὗ πεφιδήσεται συστέλλον τὴν παραλήγουσαν περισπᾶται—ψεύδω ψεύδομαι, σπεύδω σπεύδομαι, ἐρείδω ἐρείδομαι, ἀείδω, αἴδω ἐπὶ τοῦ αἰσχύνομαι, ὅπερ καὶ περισπᾶται—παραλήγουσι διφθόγγῳ.
Τὰ εἰς δω ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ ε, ᾧ ὑποτέτακται ἢ σύμφωνον ἢ ὑποτακτικὸν φωνῆεν, βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, σπένδω, ἕρδω, ἀμέρδω τὸ στερίσκω, εὕδω, σπεύδω, φείδω, δείδω τὸ φοβοῦμαι, εἴδω καὶ εἰδῶ. τὸ δὲ κερδῶ, ὅτι κέρδος, περισπᾶται.
Τὰ εἰς δω παραληγόμενα τῷ ο περισπᾶται, σποδῶ, ποδῶ, οἰδῶ τὸ οἰδαίνω, ἀοιδῶ, ὅθεν ἀοιδιῶ.
Τὰ εἰς δω παραληγόμενα τῷ ω, εἰ παρʼ ὄνομα εἴη, περισπᾶται, κιθαρῳδῶ, κωμῳδῶ, τραγῳδῶ, μονῳδῶ, μελῳδῶ, ὑμνῳδῶ, ληρῳδῶ, μεθʼ ὧν καὶ ὀπηδῶ καὶ αὐδῶ καὶ νωδῶ.
Τὰ εἰς δω ἐν τῇ πρὸ τέλους ἔχοντα τὸ ι εἰς τὸ ν καταλῆγον βαρύνεται, ἀλίνδω, καλίνδω, κυλίνδω «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε», «προπροκυλινδόμενος», «μέγα κῦμα κυλίνδων». ταῦτα δὲ καὶ περισπᾶται.
Τὰ εἰς δω δισύλλαβα, εἰ ἔχει τὸ α λῆγον ἐν τῇ πρὸ τέλους συλλαβῇ, περισπᾶται, φραδῶ τὸ βουλεύομαι· εἰ μέντοι εἰς σύμφωνον καταλήγοι, βαρύνεται, ἄρδω, ἄλδω τὸ αὔξω. τὸ μέντοι ἀλδήσω ἀπὸ περισπωμένου τοῦ ἀλδῶ ἐγένετο.
Τὰ διὰ τοῦ αθω ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, ὅπερ κατὰ τροπὴν τοῦ τέλους εἰς ω ἐποίησε τὸ ῥῆμα, κιάθω τὸ πορεύομαι, ἀμυνάθω τὸ βοηθῶ, διωκάθω τὸ διώκω, εἰργάθω, εἰκάθω. τὸ μέντοι φιλομαθῶ καὶ εὐσταθῶ περισπῶνται· παρʼ ὄνομα γάρ. τὸ δὲ μαθῶ μαθήσω δισύλλαβον.
Τὰ διὰ τοῦ εθω βαρύνεται, σχέθω, ἔθω, ἐρέθω, ἀερέθω, φαέθω, φλεγέθω, σπερέθω, νεμέθω, βρεμέθω, ἀρέθω, χρεμέθω, τελέθω, ἐγερέθω, ἐμέθω, ἀγερέθω. τὸ δὲ τηλεθῶ τὸ εἰς ὕψος θέω περισπᾶται.
Τὸ αἴθω ἐπὶ τοῦ καίω μόνον διὰ τῆς αι γραφόμενον βαρύνεται.
Τὰ διὰ τοῦ ηθω βαρύνεται· εἰ δέ τι περισπᾶται, ἀπὸ ὀνόματος γέγονε, ἀλήθω, κνήθω, λήθω, πήθω, ἐξ οὗ καὶ ἔπαθον, πλήθω, πρήθω, δήθω, ἐξ οὗ παραγωγὸν τὸ δηθύνω, μήθω, νήθω. τὸ δὲ βοηθῶ, ἀηθῶ παρʼ ὄνομα. ὅμοιον καὶ τὸ γηθῶ γηθήσω καὶ ἠθῶ τὸ διυλίζω.
Τὸ βρίθω μόνον τῷ ι παραληγόμενον βαρύνεται.
Τὰ εἰς υθω βαρύνεται, μινύθω, φθινύθω, βαρύθω. τὸ δὲ μυθῶ ἔχει μῦθος.
Τὰ εἰς θω κατʼ ἐπιπλοκὴν συμφώνου βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα ἢ τῷ ο παραλήγοιτο, ἀΐσθω τὸ ἐκπνέω «ὁ δʼ ἔβραχε θυμὸν ἀΐσθων», βιβάσθω «μακρὰ βιβάσθων», ἐρέχθω τὸ σχίζω «νῆα θοὴν ἐρεχθομένην ἀνέμοισι», ἄχθω, ὅθεν ἄχθομαι, αἴσθω καὶ αἴσθομαι, αἰσθήσομαι. τοῦτο δὲ ἀπὸ περισπωμένου ἐγένετο. τὸ μέντοι μισθῶ περισπᾶται, ὅτι μισθός. τὸ μέντοι μοχθῶ καὶ ῥοχθῶ τῷ ο παραληγόμενα περισπᾶται. σεσημείωται τὸ ὀρεχθῶ «πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον».
Τὰ εἰς θω παραληγόμενα ευ βαρύνεται, πεύθω, ἐλεύθω, κεύθω.
Τὰ εἰς θω παραληγόμενα φύσει μακρᾷ χωρὶς τῶν διὰ τοῦ η, εἰ μὴ ὄνομα προκατάρχοιτο, βαρύνεται, πείθω, κλώθω, βρώθω, ἀφʼ οὗ βέβρωθα, πρώθω. σεσημείωται τὸ ὠθῶ. τὸ μέντοι μυθῶ καὶ ἀπειθῶ περισπῶνται, ὅτι μῦθος καὶ ἀπειθής. τὸ δὲ ἀπιθῶ «οὐδʼ ἀπίθησεν μύθῳ Ἀθηναίης» περισπᾶται συστέλλον τὴν παραλήγουσαν. τὸ γὰρ πείθω μετάγεται εἰς περισπώμενον πιθῶ, οὗ ὁ μέλλων πιθήσω, ὁ ἀόριστος ἐπίθησεν, ὡς τὸ φείδω γίνεται φιδῶ περισπώμενον καὶ πεφιδήσεται. οὕτως ἐστὶ καὶ τὸ ἀπιθῶ.
Τὰ εἰς θω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας, μὴ τοῦ ε, περισπᾶται, τιθῶ, ποθῶ, μαθῶ, ἐξ οὗ τὸ μαθήσω. τὸ μέντοι σχέθω βαρύτονον ἔχον τὸ ε. σεσημείωται τὸ ὄθω τὸ φροντίζω «οὐδʼ ὄθομαι κοτέοντος».
Τὰ εἰς θω, εἰ ἔχοι πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν, ὑπεσταλμένης τῆς ερ, περισπᾶται, πτορθῶ, ἀνθῶ, πενθῶ, ὀρθῶ. σεσημείωται τὸ ἄλθω. τὸ δὲ πέρθω καὶ ἐγέρθω βαρύνεται ὡς ἔχον ερ.
Τὰ εἰς τω δισύλλαβα μὴ κατʼ ἐπιπλοκὴν τοῦ σ περισπᾶται, ζητῶ, κροτῶ, πατῶ, στρατῶ τὸ στρατοπεδεύομαι, κοτῶ τὸ ὀργίζομαι, βροντῶ. τὰ μέντοι βαρύτονα διὰ τοῦ τ οὐ πολλὰ ὦπται καὶ μὴ ἐνεργητικῶς λεγόμενα, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λιτέσθαι, καὶ τὸ πέτω, ἀφʼ οὗ τὸ πέτομαι, καὶ ἔνια, ἃ ἤδη ὡς περισπώμενα ἐκλίθη, ὥσπερ τὸ κέντω, ἐξ οὗ τὸ «κένσαι ὁμοκλήσας» καὶ ἄντω, ὅθεν ἀντόμενος «ὡς ἄν τίς σε συναντόμενος» καὶ «ἄντεσθαι ἐν πολέμῳ». τὸ δὲ «ἤντησʼ οὐδὲ ἴδον» καὶ «ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος» ὡς ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ ἀνύτω καὶ ἀρύτω τῷ τ ἐπλεόνασεν ὡς ἐκ τοῦ ἀνύω καὶ ἀρύω.
Τὰ εἰς ζω βαρύνεται, εἰ δέ τι περισπᾶται, τοῦτο καὶ βαρύτονον ὤφθη. εἰ δὲ μόνως περιεσπάσθη, προϋπῆρξεν αὐτῷ ὄνομα, οὗ τὸ τέλος εἰς ω τραπὲν ἰσοσύλλαβον ῥῆμα ἀπετέλεσε.
Τὰ εἰς αζω βαρύνεται, βάζω, βιβάζω, λάζω τὸ λαμβάνω, στάζω, φράζω, σφάζω, χάζω, αἰάζω, στενάζω, ἀλαπάζω, εὐάζω, ἐκκλησιάζω, σκεπάζω, ἀνιάζω, σκιάζω, σκεδάζω, ἁρπάζω, ἐνθουσιάζω, βιάζω, αἰτιάζω, ἁλιάζω, ἀγοράζω, ὅπερ τινὲς ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν «ὅδʼ ἀγοράζει κλεῖδʼ ἔχων» ἐκτείνουσι πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι. κράζω, ὅπερ παρὰ λόγον ἐκτέταται, τὰ γὰρ εἰς αζω συστέλλει τὸ α ὑπεσταλμένων τῶν Αἰολικῶν, τοῦ πτάζω ἔπταζον ὥστʼ ὄρνιθες ὦκυν αἴετον ἐξαπίνας φανέντα ἀντὶ τοῦ ἔπτησσον· καὶ τοῦ πλάζω τὸν δʼ ἐπιπλάζοντʼ ἄνεμοι φέροιεν καὶ μελέδωνα ἀντὶ τοῦ ἐπιπλήσσοντα. ἔτι καὶ βαρύνεται τὰ πρὸς τῷ α ἔχοντα τὸ ι σφαδᾴζω, τερᾴζω, ματᾴζω καὶ τὸ παίζω μόνον ἔχον πρὸ τέλους τὴν αι δίφθογγον ἐκφωνουμένην.
Τὰ εἰς ζω παραληγόμενα τῷ ε βαρύνεται, ἕζω, χέζω, ῥέζω, πιέζω μόνον εἰς ζω ὑπὲρ δύο συλλαβὰς βαρύτονον τῷ ε παραληγόμενον, Δωριεῖς πιάζω ἀναλογώτερον. τοῦτο δὲ καὶ ἀπὸ περισπωμένου. τὸ δὲ τραπεζῶ περισπᾶται, ὅτι τράπεζα.
Τὰ εἰς ιζω βαρύνεται, τρίζω, σχίζω, πρίζω, κτίζω, ἵζω, χαρίζω, χωρίζω, βαπτίζω, ὀνειδίζω, αἰκίζω, στηρίζω, θρυλλίζω, λυρίζω, σαλπίζω, συρίζω, χαιτίζω, κιθαρίζω, Δωρίζω, Θετταλίζω, ἀφʼ οὗ τὸ ἐντεθετταλίσμεθα παρὰ τῷ Εὐπόλιδι ἐν Μαρικᾷ, τουτέστι χλαμύδα Θετταλικὴν φοροῦμεν, Σκυθίζω, Περσίζω, σφετερίζω. τὸ δὲ ῥιζῶ περισπᾶται, ὅτι ῥίζα.
Τὰ εἰς ζω τὸ ο παραληγόμενα τρία ἐστὶ καὶ βαρύνεται, ὄζω— τοῦτο δὲ ἐνίοτε καὶ περισπώμενον λέγεται, ἐξ οὗ καὶ ὁ μέλλων ὀζέσω, ἀλλὰ καὶ ὀζήσω ὡς παρʼ Ἀριστοφάνει «λίθος τις ὤζησεν τεθυμιαμένος», ἁρμόζω, δεσπόζω.
Τὰ εἰς ζω τῷ ω ἢ τῇ ῳ καὶ τῇ οι διφθόγγῳ παραληγόμενα βαρύνεται, κρῴζω, οἰμώζω, πατρώζω, μητρώζω, χρῴζω, σῴζω, πλῴζω σὺν τῷ ι, εὕρηνται γὰρ ἐν διαιρέσει σωΐζω, πλωΐζω τρισυλλάβως, ἀθροίζω. τὸ δὲ ῥοιζῶ περισπᾶται, ὅτι ῥοῖζος.
Ἔτι τὰ τῇ ει καὶ ῃ διφθόγγῳ παραληγόμενα εἰς ζω βαρύνεται, δανείζω, χρῄζω παρὰ τὸ χρέος χρεΐζω χρηΐζω καὶ χρῄζω, κλῄζω ἀπὸ τοῦ κλέος κλεΐζω καὶ κληΐζω καὶ κλῄζω, οὐ γέγονε δέ, ὡς ἡγοῦνται, κατὰ συγκοπὴν παρὰ τὸ καλήζω τὸ παρὰ Κυπρίοις λεγόμενον. τοῦτο γὰρ οὐκ ἔχει τὸ ι· ἔστι δὲ παρὰ Ἴωσι καλέω, παρὰ δʼ Αἰολεῦσι καλήω.
Τὰ εἰς ζω ῥήματα παραληγόμενα υ φιλεῖ πως βαρύνεσθαι οἷον τρύζω, γρύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὃ πρωτότυπόν ἐστι τοῦ ὀλοφυδνόν, ὀτοτύζω, ὀλολύζω, σφύζω, γογγύζω, ἑρπύζω, ἑλκύζω, λαγαρύζω, ποππύζω, κελαρύζω, μασταρύζω, βαΰζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθʼ ὅτε καὶ προκατάρχει ὄνομα ὡς τὸ κορυζῶ καὶ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ «πεφυζότες ἠΰτε νεβροί» καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ μεμυζότε μυδαλέω τε” παρʼ Ἀντιμάχῳ. Ὀφείλει μὲν τὰ εἰς ζω περισπώμενα τῷ υ παραληγόμενα τρίτης συζυγίας εἶναι· τὸ δὲ κνυζῶ ἐστι καὶ πρώτης καὶ δευτέρας συζυγίας, ὁ μέλλων κνυζήσω, ἐξ οὗ καὶ κνυζηθμός ὡς μυκηθμός. “κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν”. καὶ πάλιν Σοφοκλῆς Φρίξῳ “κυνηδὸν ἐξέπραξαν κνυζούμενον”. ἔστι καὶ τρίτης ὡς τὸ “κνυζώσω δέ τοι ὄσσε”. τὸ δὲ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖται. διʼ ὃ ἐπιφέρει Ὅμηρος τὸ “πάρος περικαλλέʼ ἐόντα”. καί τινες μὲν ἀπὸ κυνῶν κυνῶ καὶ κνυζῶ. ἀλλʼ ἔστιν ἀπίθανον καὶ δυσκατάστατον παριστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. οἱ δὲ παρὰ τὴν κόνυζαν οἷον χαμαιζήλοιο κονύζης» γίνεσθαι κνυζῶ ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ, ὅπερ ἀπίθανον. ἄμεινον οὖν Φιλοξένῳ συγκατατίθεσθαι εἰπόντι, ὅτι παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὄν, προφερόμενον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. Σώφρων ἐν Μίμοις κνύζομαι δὲ οὐδὲν ἰσχύων. ἁ δὲ ξύσμα ἐκ ποδῶν εἰς κεφαλὰν ἱππάζεται. καὶ ξύσιλον ἀποφαίνεταί τινα ἐκ τοῦ συνεχοῦς ἐν γήρᾳ κνησμοῦ καὶ Δημόκριτος «ξυόμενοι ἄνθρωποι ἥδονται καί σφιν γίνεται ἅπερ τοῖς ἀφροδισιάζουσιν» καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις «οὗτος πόθῳ μου ἔκνυεν ἐλθὼν τὴν θύραν» ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥσπερ ἑρπύω ἑρπύζω καὶ μύω μύζω, τρύω τρύζω οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ ὁμοίως τῷ δίζω διζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ «κνῦμα δακτύλων» παρὰ τῷ κωμικῷ καὶ κνύος δὲ ἡ φθορὰ κατὰ γένος οὐδέτερον ὁμοίως τῷ θύω θύος καὶ φλύω φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας καὶ παρὰ Ἡσιόδῳ ἐν καταλόγῳ περὶ τῶν Προιτίδων καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν. ἄλφος γὰρ χρόα πάντα κατάσχεθεν, ἐν δέ νυ χαῖται ἔρρεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. τὸ δὲ κνύω γίνεται ἐκ τοῦ κνῶ «ἐπὶ δʼ αἴγειον κνῆ τυρόν» παρʼ Ὁμήρῳ, ἐξ οὗ καὶ ἡ κόνις καὶ παρὰ τὸ αὐτὸ κνῶ παράγεται τὸ κναίω τὸ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ Ἱππεῦσιν ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ. καὶ ὥσπερ στῶ στίζω, πρῶ πρίζω, οὕτω κνῶ κνίζω τὸ ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, οὗ ὁ μέλλων κνίσω, ἀφʼ οὗπερ γίνεται ἡ κνῖσα διʼ ἑνός τε γραφομένη σ καὶ ἔκτασιν λαβοῦσα τοῦ ι. δηλοῖ δὲ ἡ κνῖσα τὴν κατʼ ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους εὖ μάλα καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Γίνεται δὲ ἀπὸ τοῦ κνίζω οὐ μόνον ἡ κνῖσα, ἀλλὰ καὶ ἡ κνίζα ὡς σχίζω σχίζα. Ἀνακρέων, κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. τὸ δὲ κνύζα, εἰ μὲν ἐπὶ φυτοῦ, κατὰ συγκοπήν ἐστιν οἷον «χαμαιζήλοιο κονύζης», εἰ δὲ ἐπὶ παρεφθαρμένου καὶ ἐρρυπωμένου, οὐκ ἔστι συγκοπή, ἀλλὰ ἀπὸ τοῦ κνύω, ἐξ οὗ καὶ κνύος ἡ φθορά. ὁμοίως δὲ καὶ ἐκ τοῦ κνῶ καὶ κνάπτω γίνεται. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον καὶ θῶ θάπτω τὸ ἀποτίθημι τὴν ταφήν, οὕτω καὶ κνῶ κνάπτω, ἀφʼ οὗ κνάφος φυτὸν ἀκανθῶδες, ᾧ τὰ ἄθικτα ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δὲ αὐτὸ καὶ γνάπτω, ὅθεν ὁ κναφεὺς καὶ γναφεύς ὁ αὐτός.
Τὰ διὰ δύο σσ βαρύνεται· εἰ δέ τι περιεσπάσθη, τοῦτο παρʼ ὄνομα ἐγένετο. πάσσω, πλάσσω, μάσσω, νάσσω, ἱμάσσω, ἀράσσω, πατάσσω, χαράσσω, ἀλλάσσω, θαάσσω, ἀνάσσω, τινάσσω, ἐρέσσω, πυρέσσω, ἀηθέσσω, πτήσσω, ῥήσσω, πλήσσω, πτίσσω, φρίσσω, λίσσω «ὣς φάτο λισσόμενος μέγα νήπιος», δεδίσσω καὶ δειδίσσω, αἰνίσσω, δρομίσσω, ἐνίσσω τὸ ἐκφοβῶ «ἐκπάγλως ἐπέεσσιν ἐνισσέμεν», ἑλίσσω, ὄσσω μετειλημμένον ἀπὸ τοῦ ὄπτω, πτύσσω, μύσσω, νύσσω, ἀφύσσω, ὀρύσσω, κηρύσσω, κορύσσω, πτώσσω, κνώσσω, ὀνειρώσσω, ἀμβλυώσσω, τυφλώσσω, ἀγρώσσω, «ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ», ὑπνώσσω, λιμώσσω, νεώσσω, καρδιώσσω, ἰκτερώσσω, λεύσσω, γλαύσσω τὸ φωτίζω. τὰ δὲ ἀπʼ ὀνομάτων περισπᾶται, θάλασσα θαλασσῶ, ἐλάσσων ἐλασσῶ, ἥσσων ἡσσῶ, κρείσσων κρεισσῶ, κισσός κισσῶ, λύσσα λυσσῶ.
Τὰ εἰς σω ἐπὶ ἐνεστῶτος, ὁπότε μὴ ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα μετήχθη ποιητικῶς, περισπᾶται, ἰσῶ, νοσῶ, μασῶ, πεσῶ, ἐξ οὗ γίνεται ὁ μέλλων πεσήσω, ἐξ οὗ καὶ ῥηματικὸν ὄνομα πέσημα καὶ ὁ ἀόριστος δεύτερος ἔπεσον ὥσπερ καὶ ἐκ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον. τὸ δὲ οἴσω, οὗ τὸ προστακτικὸν «οἶσε θέειον γρηΰ», «οἴσετε πῦρ» καὶ δύσω, οὗ ὁ παρατατικὸς «ἐδύσετο» καὶ βήσω κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα.
Τὰ εἰς λλω βαρύνεται, εἰ μὴ ἀπὸ ὀνόματος εἴη, ψάλλω, βάλλω, θάλλω, σκάλλω, σφάλλω, στέλλω, τίλλω, ποικίλλω. τὸ δὲ κυλλῶ περισπᾶται, ὅτι κυλλός, καὶ τὸ μεταλλῶ, ὅτι μέταλλος, καὶ ἁμιλλῶ, ἐξ οὗ ἁμιλλῶμαι, ὅτι ἅμιλλα.
Τὰ εἰς λω παραληγόμενα τῇ ου διφθόγγῳ σπάνιά εἰσι, βούλω, ὅθεν τὸ βούλομαι, βαρύνεται. τὸ δὲ οὐλῶ περισπᾶται, ὅτι οὐλή, καὶ τὸ δουλῶ, ὅτι δοῦλος.
Τὰ εἰς λω δισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς ε καταλήγουσαν, βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου μὴ μέσου, χωρὶς εἰ μὴ παρʼ ὄνομα εἴη, κέλω, πέλω, μέλω· τὸ δὲ μελήσω ὡς ἀπὸ περισπωμένου. θέλω. τὸ μέντοι ἐλῶ περισπᾶται, ὅτι ἀπὸ φωνήεντος ἤρξατο. παρʼ ἐνίοις δὲ βαρύνεται. τὸ δὲ ἕλω δασυνόμενον ὑποτακτικόν ἐστι τοῦ εἷλον. τὸ δὲ τελῶ ἔχει τὸ τέλος ὄνομα. τὸ μέντοι βέλω ἀπὸ μέσου ἀρχόμενον, ὅθεν βέλος βέλεμος καὶ πλεονασμῷ τοῦ ν βέλεμνον, οὐκ ἔστιν ἐν χρήσει.
Τὰ εἰς λω ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν ἢ φωνήεντα λήγουσαν περισπᾶται, ὑπεσταλμένων τῶν ἐχόντων τὴν ου δίφθογγον ἢ τὸ ε ἐν δισυλλάβῳ, καλῶ, χαλῶ, ζηλῶ, δηλῶ, αὐλῶ, πολῶ τὸ ἀναστρέφομαι, πωλῶ, ἀπειλῶ, βουκολῶ, ἀμελῶ, ὠφελῶ. σεσημείωται τὸ ἐθέλω καὶ ὀφείλω.
Τὰ διὰ τοῦ λω ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμενον περισπᾶται οἷον ὠφελῶ, ἀμελῶ. τὸ δὲ ἐθέλω βαρύνεται. παράλογον οὖν τὸ ἐθέλω κατὰ τόνον τρισύλλαβον ὄν. τὸ δὲ θέλω δισύλλαβον κατὰ τοῦτο ἀναλογώτερόν ἐστι. ἔχομεν γάρ τινα δισύλλαβα βαρυνόμενα, μέλω, ἕλω, κέλω. μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεονασμὸν τοῦ ε. τὸ γὰρ ε ἐπὶ φωνήεντι πέφυκε πλεονάζεσθαι ὡς τὸ εἶπας ἔειπας, ἐπὶ συμφώνου δὲ οὐ πλεονάζεται. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε τὸ μετὰ συμφώνου ὑπάρχον πέφυκε πολλάκις ἀποβάλλεσθαι, ὡς τὸ ἔφη φῆ, ἔβη βῆ. καὶ δεῖ γινώσκειν, ὅτι ἀεὶ τὸ τρισύλλαβον εὑρίσκεται παρὰ τῷ ποιητῇ ἐθέλω. ἀμέλει ἐν τῷ μήτε σὺ Πηλείδη θέλʼ ἐριζέμεναι δηλονότι κράσει ἐγένετο τοῦ η καὶ ε εἰς η. —πρόσκειται «μὴ ἔχοντα ἕτερον λ προηγούμενον» διὰ τὸ ἀνατέλλω.
Τὰ εἰς λω μετʼ ἐπιπλοκῆς συμφώνου περισπᾶται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο πάθος ἔχει ἐξ ἐντελεστέρου τοῦ εἰς λω καθαρεύοντος, ἁπλῶ, διπλῶ, τριπλῶ, πιμπλῶ, κυκλῶ, ἀντλῶ. ταῦτα καὶ τὰ ὅμοια περισπῶνται. τὸ μέντοι ὄφλω βαρύνεται ἐκ τοῦ ὀφείλω, ὥσπερ καὶ τὸ κέλω κέκλω καὶ μέλω μέμβλω.
Τὰ εἰς μω ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα παραληγόμενα τῷ ε βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, τρέμω, νέμω καὶ νεμῶ, ὅθεν νενέμηκα, δέμω, τέμω, γέμω, τρέμω, χρέμω τὸ ἠχῶ, βρέμω τὸ κτυπῶ. σεσημείωται τὸ κρεμῶ περισπώμενον, ὁμοίως καὶ τὸ θεμῶ καὶ πολεμῶ. τὸ δὲ ἀτρεμῶ καὶ ἐμῶ ἀπὸ φωνήεντος ἄρχονται.
Τὰ εἰς μω μὴ παραληγόμενα τῷ ε περισπᾶται, κομῶ, δαμῶ, γαμῶ, θυμῶ καὶ θυμοῦμαι, μιμῶ καὶ μιμοῦμαι, χραισμῶ, κοσμῶ, κοιμῶ καὶ κοιμῶμαι, οἱμῶ τὸ ὁρμῶ, μαιμῶ τὸ ὁρμῶ.
Τὰ εἰς νω δισύλλαβα μὴ κατʼ ἐπιπλοκὴν συμφώνου ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν περισπᾶται, κιρνῶ, πιλνῶ, πορνῶ, ἀρνῶ ἀρνοῦμαι.
Τὰ εἰς νω δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον συνεσταλμένον καταλήγουσαν ἀρχόμενα ἢ ἀπὸ συμφώνου ἢ συμφώνων μὴ ἀντιστοίχων περισπᾶται, χωρὶς εἰ μὴ κατʼ ἐπένθεσιν εἴη τοῦ ν γινόμενα, κυνῶ καὶ ἐν συνθέσει προσκυνῶ, πλανῶ, σινῶ τὸ βλάπτω. τὸ δὲ τιῶ τίνω κατʼ ἐπένθεσιν τοῦ ν, οὗ τὸ δίχρονον ποτὲ μὲν συστέλλει, ποτὲ δὲ ἐκτείνει. τὸ δὲ φθίνω καὶ φθάνω ἀπὸ ἀντιστοίχων ἤτοι ἰσοστοίχων. τὸ δὲ ἄνω ἀντὶ τοῦ ἀνύω ἀπὸ φωνήεντος ἄρχεται.
Τὰ εἰς νω παραληγόμενα τῷ ε, περισπᾶται, εἰ προκατάρχοι ὄνομα, ἐξ οὗ γέγονε, φρενός φρενῶ, ἑνός ἑνῶ, ξένος ξενῶ, ἀσθενής ἀσθενῶ, σθένος σθενῶ, στένος στενῶ. τὸ γὰρ στένω οὐκ ἔχει ὄνομα οὔτε μένω, μεθʼ ὧν καὶ φένω τὸ φονεύω καὶ πένω, ἀφʼ οὗ πένομαι, καὶ σθένω καὶ θένω τὸ τύπτω.
Τὰ εἰς νω παραληγόμενα τῷ ο περισπᾶται, φθονῶ, δονῶ, πονῶ, κλονῶ, ὀνῶ τὸ ὠφελῶ, φρονῶ, κονῶ.
Τὰ εἰς νω παραληγόμενα φύσει μακρῷ φωνήεντι, ὁπότε μὴ εἴη κατʼ Αἰολίδα διάλεκτον, περισπᾶται, σκηνῶ, θρηνῶ, σφηνῶ, φωνῶ, ὠνῶ καὶ ὠνοῦμαι, κοινῶ, κοινωνῶ. καὶ τὸ γεγωνῶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη· «ἠμὲν ὅσʼ ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον». ἀπαρέμφατον δὲ προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν». οἱ δὲ μετʼ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώμενον. τὸ πώνω βαρύνεται ὡς ἴδιον Αἰολέων.
Τὰ εἰς νω δισύλλαβα παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, τείνω, γείνω, κτείνω. τὸ δεινῶ, ὅτι δεινός, καὶ τὸ πεινῶ, ὅτι πεῖνα.
Τὰ εἰς νω δισύλλαβα παραληγόμενα ι ἐκτεταμένῳ βαρύνεται, εἰ μὴ προκατάρχοιτο ὄνομα, κρίνω, πίνω, κλίνω, σίνω, γίνω. δινῶ δινεῖς, ὅτι δίνη καὶ ῥινῶ ῥινοῖς, ὅτι ῥίνη. τούτοις ὅμοιον καὶ τὸ κινῶ
Τὰ εἰς νω παραληγόμενα υ μακρῷ βαρύνεται, εἰ μὴ προκατάρχοι ὄνομα, δύνω, θύνω, πλύνω, φύνω, μηκύνω, πλατύνω, ταχύνω, τραχύνω, ὀτρύνω, μολύνω, κρατύνω, φαιδρύνω, ἀμύνω, εὐθύνω, βραδύνω, «ἀμορφύνειν ἐθέλωσιν» ὁ Ἀντίμαχος ἀντὶ τοῦ ἀμορφεῖν, ἀκαχύνω ὁ αὐτός, ἔνθεν ἀπαρέμφατον ἀκαχυνέμεν. σεσημείωται τὸ βυνῶ περισπώμενον καὶ παρʼ Ἡσιόδῳ τὸ «ἐθύνεον» ὡς ἐνόεον ἢ πλεονασμῷ τοῦ ε ἢ μεταβολῇ τῆς δι εἰς θυ. τὸ δὲ ξυνῶ ἔχει τὸ ξυνός. καὶ τὸ ὀδυνῶ ἔχει τὸ ὀδύνη καὶ τὸ υ βραχύ. καὶ τὸ τορυνῶ ἔχει τὸ τορύνη. τοῦτο δὲ οἱ Ἀττικοὶ καὶ βαρύνουσι καὶ ἐκτείνουσι «ἐτόρυνε» γάρ.
Τὰ διὰ τοῦ αινω βαρύνεται· ἃ δὲ περισπῶνται, ὀλίγα εἰσὶ καὶ παρʼ ὄνομα γεγόνασι, φαίνω φαίνομαι, μαίνω μαίνομαι, χαίνω, ῥαίνω, βαίνω, δραίνω, καίνω, κραίνω, σαίνω, χραίνω, αἵνω τὸ δασυνόμενον τὸ παρὰ τοῖς Ἀττικοῖς. Φερεκράτης «αἵνειν, πτίσσειν». μιαίνω, μελαίνω, ὑφαίνω. τὸ μέντοι αἰνῶ περισπώμενον ἔχει τὸ αἶνος ὥσπερ καὶ τὸ κελαινῶ τὸ κελαινός καὶ τὸ τριαινῶ τὸ τρίαινα.
Τὰ εἰς νω παραληγόμενα διφθόγγῳ, μὴ τῇ αι ἢ ει, περισπᾶται, ἐρευνῶ, θοινῶ, χαυνῶ, κοινῶ, οἰνῶ χωρὶς τοῦ ἐλαύνω.
Τὰ εἰς νω ὑπερδισύλλαβα παραληγόμενα τῇ ει διφθόγγῳ ἢ μακρῷ τῷ ι βαρύνεται καταείνω τὸ καλύπτω, ὠδίνω, ὀρίνω, ἀλεείνω, φαείνω, ἐλεείνω. τὸ χαλινῶ περισπᾶται, ὅτι ἔχει τὸ χαλινός, ὥσπερ καὶ τὸ ταπεινῶ τὸ ταπεινός.
Τὰ εἰς νω μετʼ ἐπιπλοκῆς συμφώνου περισπᾶται, ὑπνῶ, πυκνῶ, ἱκνῶ καὶ ἱκνοῦμαι, τεχνῶ καὶ τεχνῶμαι, σκιδνῶ, ἰδνῶ. σεσημείωται τὸ δάκνω βαρύτονον, ὅπερ ἀπὸ τοῦ δαγκάνω γέγονε κατὰ συγκοπήν. τὰ δὲ ἔχοντα πρὸ τοῦ ν τὸ μ βαρύνεται, χωρὶς εἰ μὴ ἀπὸ δύο συμφώνων ἄρχοιτο, ἢ ὄνομα προκατάρχοι, μίμνω, κάμνω, τέμνω. τὸ δὲ κρημνῶ περισπᾶται, ὅτι ἀπὸ δύο συμφώνων ἤρξατο.
Τὰ διὰ τοῦ ανω ὑπερδισύλλαβα βαρύνεται, ὁπότε παρῆκται ἀπὸ ῥήματος· αὐτὴ δὲ ἡ διὰ τοῦ ανω παραγωγὴ οὐκ ἔχει κατʼ ἀρχὴν τὸ ι ἐκτεταμένον διὰ τὸ ἴσχω ἰχανῶ ἢ τὴν ει δίφθογγον διὰ τὸ δείκω τὸ δεικνύω καὶ δεικανῶ. βαρύνεται δὲ ταῦτα, λείπω λιμπάνω, λήβω λαμβάνω, μήθω μανθάνω, λήθω λανθάνω, δήκω δαγκάνω, φεύγω φυγγάνω, οἰδῶ οἰδάνω «οἰδάνει ἐν στήθεσσι νόον», ᾧ ὅμοιον καὶ τὸ κυδάνω καὶ τὸ μελάνω. ἱκάνω, κιχάνω, ἃ ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον. περισπῶνται δὲ τὰ διπλασιασμὸν πάσχοντα γαγγανῶ τὸ ταράσσω καὶ παμφανῶ ἢ ὁπότε ἀπὸ ὀνόματος ἐγένετο, κυρκάνη κυρκανῶ τὸ θορυβῶ, δαπάνη δαπανῶ, μηχανή μηχανῶ, στέφανος στεφανῶ, λίβανος λιβανῶ, μέλανος μελανῶ.
Τὰ εἰς ρω παραληγόμενα φωνήεντα α ἢ η ἢ ω περισπᾶται, κηρῶ, πληρῶ, γηρῶ, τηρῶ, ὠρῶ τὸ φυλάττω, τιμωρῶ. σεσημείωται τὸ ἄρω βαρύτονον τὸ ἁρμόζω ἢ τὸ λαμβάνω καὶ ἀποφέρομαι.
Τὰ εἰς ρω παραληγόμενα τῷ ε καὶ βαρύνεται καὶ περισπᾶται. καὶ περισπᾶται μέν, ὁπότε ἔχει πλησιάζον ψιλὸν τῷ ε, κερῶ τὸ κιρνῶ, περῶ, πτερῶ, στερῶ. μὴ οὕτως δὲ ἔχοντα βαρύνεται, δέρω, φέρω. τὸ ἐρῶ περισπᾶται ἀπὸ φωνήεντος ἀρχόμενον.
Τὰ εἰς ρω μὴ ὄντος πρὸ τοῦ ρ συμφώνου, εἰ παραλήγοιτο τῷ ο μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, περισπᾶται, ἀγορῶ, ἀφορῶ, εὐπορῶ, ἀπορῶ, καρποφορῶ, ἱστορῶ, ἐπικουρῶ, ἀμοιρῶ. τὸ δὲ ὄρω «ὅτε τʼ ὤρετο» «ὦρτο πολὺ πρῶτος μὲν» «ὄρθαι» βαρύτονόν ἐστιν.
Τὰ διὰ τοῦ αιρω βαρύνεται, χωρὶς εἰ μὴ παρʼ ὄνομα εἴη, μαρμαίρω, καρκαίρω, σπαίρω καὶ ἀσπαίρω, χαίρω, γεραίρω, αἴρω τὸ κουφίζω, ἐξ οὗ τὸ ἐπαίρω· τὸ δὲ αἰρῶ καὶ τὰ ἀπʼ αὐτοῦ ἀναιρῶ, διαιρῶ, καθαιρῶ, συναιρῶ περισπῶνται. τὸ δὲ σφαιρῶ ἔχει τὸ σφαῖρα καὶ ἑταιρῶ τὸ ἑταῖρος.
Τὰ διὰ τοῦ ειρω βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, μείρω τὸ μερίζω, τείρω, φθείρω, εἴρω, σπείρω, κείρω, πείρω «παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον», δείρω, ἐγείρω, οἰκτείρω, ἐθείρω τὸ ἐξ ἔθους τι διαπράττομαι, ἀείρω, ἀγείρω. τὸ δὲ πειρῶ, ὅτι πεῖρα, καὶ τὸ χειρῶ, ὅτι χείρ.
Τὰ διὰ τοῦ υρω ἐκτεταμένον τὸ υ ἔχοντα βαρύνεται, σύρω, πτύρω, φύρω καὶ φυρῶ περισπώμενον, μορμύρω, πλημμύρω, ὀδύρω, ἐξ οὗ τὸ ὀδύρομαι, ὀλοφύρω, ἐξ οὗ τὸ ὀλοφύρομαι, πορφύρω. τὰ μέντοι ἔχοντα συνεσταλμένον τὸ υ περισπᾶται, μαρτυρῶ, ἀργυρῶ, πυρῶ, ξυρῶ, κυρῶ τὸ τυγχάνω, τοῦ δὲ κύρω τὸ υ ἐκτέταται.
Τὰ εἰς ρω παραληγόμενα διφθόγγω τῇ διὰ τοῦ υ περισπᾶται, ἀμαυρῶ, εὑρῶ, ἐπικουρῶ, οἰκουρῶ.
Τὰ εἰς ρω ἔχοντα ἐπιπλοκὴν συμφώνου, ὁπότε μὴ συγκοπὴν ἐμφαίνοι, περισπᾶται, μετρῶ, γεωμετρῶ, ἱδρῶ, κοπρῶ, πιμπρῶ, ποδαγρῶ, λυτρῶ, ἐξ οὗ τὸ λυτροῦμαι. τὸ δὲ ἔγρω κατὰ συγκοπὴν τοῦ ἐγείρω.
Οὐδὲν ῥῆμα λῆγον εἰς ρ δισύλλαβον κατὰ τὴν τῶν ποιητῶν χρῆσιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλους συλλαβὴν εἰς ρ καταλήγουσαν, ἀλλὰ μόνον τὸ ἔρρω «ὅτε τʼ ἤλυθεν ἐνθάδε ἔρρων» καὶ ἔρρʼ ἐκ νήσου θᾶσσον ἐλέγχιστε ζωόντων. τὰ δὲ τοιαῦτα Αἰολικὰ ἦν ἔχοντα κοινά, ἱμέρρω, ἀγέρρω, οἰκτίρρω, ὀλοφύρρω. εἴπερ οὖν Αἰολικόν, ζητητέον, τί αὐτοῦ ἦν κοινόν. οὐ γὰρ αὐτὸ τὸ φθείρω, ὡς οἴονταί τινες.
Τὰ διὰ τοῦ αιω βαρύνεται, εἰ μὴ εἴη ἀπὸ ὀνόματος, ῥαίω τὸ φθείρω, πταίω, ναίω, παίω, δαίω, καίω, κλαίω, γαίω, παλαίω, λιλαίω, ὅθεν λιλαίομαι, κεραίω, ἀγαίω, σταλαίω, χαλαίω, κρεμαίω, διχαίω. τὸ δὲ ἀραιῶ ἔχει τὸ ἀραιός, καὶ τὸ ἑδραιῶ τὸ ἑδραῖος καὶ τὸ δικαιῶ τὸ δίκαιος καὶ βεβαιῶ τὸ βέβαιος καὶ τὸ παλαιῶ τὸ παλαιός καὶ περαιῶ τὸ πέρας καὶ μαιῶ τὸ ζητῶ τὸ μαῖα καὶ ματαιῶ μάταιος.
Τὰ εἰς ω καθαρὰ παραληγόμενα τῇ διὰ υ διφθόγγῳ βαρύνεται ψαύω, θραύω, ἀπολαύω, αὔω τὸ βοῶ καὶ αὕω τὸ ξηραίνω ἢ ἅπτω, δαύω τὸ κοιμῶμαι. ἅπαξ δὲ ἡ λέξις παρὰ Σαπφοῖ δαύοις ἀπάλας ἐτάρας ἐν στήθεσιν ... δαύω τὸ καίω παρὰ Σιμωνίδῃ «μηρίων δεδαυμένων» παρὰ τὸ δαίω τὸ καίω τροπῇ τοῦ ι εἰς υ. δεύω, ὁδεύω, τοξεύω, ἰξεύω, λιτανεύω, ἱππεύω, βασιλεύω, κυριεύω, σεύω. τὸ δὲ «ἐδεύησεν δʼ οἰήϊον ἄκρον ἱκέσθαι» οὐκ ἀπὸ περισπωμένου τοῦ δευῶ γέγονεν, ἀλλʼ ἐδέησεν ἐστὶ καὶ πλεονάσαντος τοῦ υ ἐδεύησε. τὸ ἐρευνῶ περισπώμενον οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ν βαρύνουσι διὰ τὸν τρόπον τοῦ ευω.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ α βαρύνεται, ὁπότε πλησιάζουσι τοῖς διὰ τοῦ αυω, χραύω χράω, φαύω φάω. περισπῶνται δὲ τὰ μὴ οὕτως ἔχοντα, δαῶ δαήσω, σαῶ σαώσω, ἀλαῶ ἀλαώσω. τὸ δὲ βοάω καὶ γελάω καὶ πεινάω βαρύνεται καὶ τἆλλα ὡς ἐντέλειαι τῶν περισπωμένων.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα ε βαρύνεται, χωρὶς εἰ μὴ προκατάρχοιτο ὄνομα, ἢ ἀπὸ βαρυτόνου μετασταίη εἰς περισπώμενον, ἔω τὸ ὑπάρχω, ἐξ οὗ τὸ εἰμί, ἔω τὸ πορεύομαι, ἐξ οὗ εἶμι, ἕω, οὗ παραγωγὸν τὸ ἑννύω, νέω, χέω, κέω, ἐξ οὗ τὸ κέομαι καὶ ἐν πλεονασμῷ τοῦ ι καὶ συγκοπῇ τοῦ ο κεῖμαι, δέω, ξέω, θέω, πνέω, πλέω, ῥέω, ποιέω, νοέω, τελέω. κιρνάμενα δὲ ἔνια περισπῶνται, ποιῶ, νοῶ, τελῶ. σεσημείωται τὸ ἐῶ περισπώμενον. τὸ δὲ θεῶ, ὅθεν τὸ θεῶμαι, ἔχει τὸ θέα, καὶ τὸ νεῶ τὸ νέος. καὶ τὸ δεῶ δεήσω ἀπὸ τοῦ βαρυτόνου δέω γέγονεν.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῇ ει διφθόγγῳ βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, σείω, θείω, κείω, ἐξ οὗ παθητικὸν κείομαι καὶ κατὰ συγκοπὴν κεῖμαι, βρωσείω, ὀψείω, κιχείω, τελείω, ὀκνείω, ῥιγείω, θαλπείω, γαμησείω. τὸ μέντοι μειῶ ἔχει μεῖος καὶ τὸ τελειῶ τὸ τέλειος καὶ τὸ ἀρειῶ τὸ ἀρείων καὶ ἀρειῶ ἀρειᾷς τὸ ἀπειλῶ ὡς παρʼ Ἱππώνακτι «ἀρειᾷς σύκινόν με ποιῆσαι» τὸ ἀρειή καὶ τὸ ἀχρειῶ τὸ ἀχρεῖος, τὸ οἰκειῶ τὸ οἰκεῖος καὶ τὸ ἀνδρειῶ τὸ ἀνδρεῖος.
Οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω δήεις «δήεις τόνγε σύεσσι παρήμενον». τὸ γὰρ ἔκηα οὐ πάντως ἐνεστῶτα τὸν κήω αἰτήσει, ὡς ἀπαιτεῖ Φιλόξενος. ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ ἢ εἴπερ βαρύτονα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς, τὸ παλαίω παλήω καὶ παρʼ Αἰολεῦσιν ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀδικήω «Ψάπφʼ, ἀδικήει», ποθήω «καὶ ποθήω καὶ μάομαι» τό τε κλήω ἐκ τοῦ κλείω γενόμενον.
Τὰ εἰς ω καθαρὸν ὑπερδισύλλαβα παραληγόμενα ι βραχεῖ περισπᾶται, μειδιῶ, κοπιῶ, ἀξιῶ, ἐρυθριῶ, ἀγωνιῶ, ἀκηδιῶ, μετριῶ, καὶ χαιριῶ, ἐρευθιῶ, φλεγιῶ, κνηθιῶ, κνιφιῶ κατʼ ἐπέκτασιν τοῦ ι γενόμενα παρὰ τὸ χαίρω, ἐρεύθω, φλέγω, κνήθω, κνίφω. τὸ δὲ ἐσθίω καὶ αὐτὸ ἐπέκτασιν τοῦ ι λαβὸν καὶ ἀΐω καὶ ἀτίω σύνθετον βαρύνονται. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ γὰρ «δείδιε» οὐχ, ὥς τινες οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήσῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον. τὸ δὲ κηκίω τὸ ἀναδίδωμι ἐκ διπλασιασμοῦ «πολλὴ δʼ ἀνεκήκιεν ἅλμη». τὸ δὲ μαστίω κατʼ ἔλλειψιν τοῦ ζ ἀπὸ τοῦ μαστίζω. σπάνια δέ εἰσι τὰ δισύλλαβα κατὰ συστολὴν τοῦ ι, ὡς καὶ τὸ δίω «τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον» καὶ τὸ «κνώδαλον ὅτι δίοιτο» καὶ διῶ τὸ διώκω, ἔνθεν τὸ δίημι ἐγένετο, παρʼ ὃ τὸ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ «αὕτως ἐνδίεσαν», ἴω καὶ ἰῶ τὸ πορεύομαι καὶ τίω τὸ τιμῶ, τιῶ δὲ τὸ τιμωρῶ. τὸ δὲ βιῶ βιοῖς βιοῖ τὸ ζῶ, βιῶ δὲ βιᾷς βιᾷ τὸ βιάζω.
Τὰ εἰς ω καθαρὸν ἔχοντα ι ἐκτεταμένον βαρύνεται, εἰ μὴ ὄνομα ἔχοι, ψίω τὸ ἐμβρωματίζω, λίω τὸ θέλω, πίω, ἀφʼ οὗ ὁ μέλλων πίσω, ἀφʼ οὗ πιπίσκω, ἵω ὃ καὶ περισπᾶται, ἐξ οὗ καὶ ἵημι, μνίω τὸ ἐσθίω, δηρίω καὶ δηριῶ περισπώμενον «δὴ τότε δηριόωντο Ποσειδάων καὶ Ἀπόλλων», μητίω καὶ μητιῶ, κονίω, μηνίω τὸ ὀργίζομαι ὃ διφορεῖται κατὰ τὸν χρόνον, καὶ μηνιῶ, τὸ δὲ ἰῶ ἰῶμαι ἰός, κριῶ κριός, ἀνιῶ ἀνία.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ ο μόνῳ περισπᾶται, νοῶ, βοῶ, γοῶ, θροῶ, ποῶ, μακκοῶ τὸ μωραίνω, πτοῶ, λοῶ, κοῶ, ἀγνοῶ, ἀκροῶ, ἀλοῶ. αἱ μέντοι ἐντέλειαι τῶν περισπωμένων βαρύνονται, χρυσόω, στεφανόω, γυψόω.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῇ οι διφθόγγῳ περισπᾶται, εἰ μὴ διάστασις γένοιτο τοῦ ι, ποιῶ, οἰῶ τὸ μονῶ, ἀλοιῶ τὸ τύπτω, ἀλλοιῶ τὸ μεταποιῶ, πτοιῶ, χροιῶ, ὁμοιῶ, ἑτεροιῶ. τὸ δὲ οἴω, ὅθεν οἴομαι καὶ οἶμαι, διαιρεῖται, ὀΐω γὰρ ποιητικῶς. ὁ δὲ οἴω ἐνεστὼς τοῦ οἴσω μέλλοντος οὐκ ἔστιν ἐν χρήσει.
Τὰ διὰ τοῦ υω δισύλλαβα βαρύνεται καὶ περισπᾶται. περισπᾶται μέν, ὅσα ἔχει ὄνομα ἢ κατʼ ἐναλλαγὴν γέγονε, δυῶ, θυῶ τὸ θυμιῶ, ὅτι θύος, μυῶ καὶ μύω βαρύτονον, κυῶ Ἀττικὸν ἐκ τοῦ κύω. τὰ δὲ μὴ οὕτως ἔχοντα βαρύνεται, δύω, ἐξ οὗ δύνω, θύω, ἐξ οὗ θύνω, λύω, μύω, κύω, ξύω, ὕω, βρύω, πτύω, ῥύω.
Ἔτι τὰ διὰ τοῦ υω ὑπερδισύλλαβα βαρύνεται, εἰ μὴ ἔχοι ὄνομα, ἀλύω, ἀρτύω, πληθύω, κωλύω, ζευγνύω, ὀμνύω, ὀρνύω, σβεννύω, ἀνύω, μηνύω, ἀρύω, ζωννύω, χρωννύω, ῥωννύω, χωννύω, στρωννύω. τὸ δὲ ἰχθυῶ ἔχει τὸ ἰχθῦς, καὶ τὸ ἐγγυῶ τὸ ἐγγύη καὶ τὸ βοτρυῶ τὸ βότρυς.
Τὰ εἰς ω καθαρὸν παραληγόμενον τῇ υι βαρύνεται, εἰ μὴ παρʼ ὄνομα εἴη, ἀλυίω, ὀπυίω, μεθυίω. τὸ δὲ γυιῶ περισπᾶται.
Τὰ εἰς ω καθαρὸν παραληγόμενα τῷ ω βαρύνεται, ζώω, πλώω, σώω, χώω, τρώω, ῥώω, ἁλώω, ἡβώω. χωρὶς τοῦ κολῳῶ, ὅπερ ἀπὸ τοῦ κολῳός γέγονε, καὶ ἔχει ι προσγεγραμμένον, ὡς Φιλόξενος.
Τὰ εἰς ξω καὶ ψω περισπᾶται, διψῶ, γυψῶ, κενοδοξῶ, φιλοδοξῶ, ἀδοξῶ, αὐξῶ, ἀλεξῶ, ἑψῶ. τὸ γὰρ αὔξω καὶ ἀλέξω καὶ ἕψω Ἀττικῶς βαρύνεται. τὸ δὲ ἵξω, οὗ ὁ παρατατικὸς ἷξον «οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα» καὶ τὸ ἄξω, οὗ τὸ προστακτικὸν «ἄξετε δὲ Πριάμοιο βίην» καὶ τὸ ὄψω καὶ ὄψομαι, οὗ τὸ προστακτικὸν «ὄψεσθε Τρῶες καὶ Τρῳάδες» καὶ πάλιν «ἀλλʼ ὄψεσθε ἵνα τώγε καθεύδετον» ἀντὶ τοῦ ἴδετε, κατὰ ποιητικὴν ἄδειαν μετηνέχθη ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα.
Οἱ εἰς ω μέλλοντες κατὰ τὴν κοινὴν διάλεκτον, ἐὰν ἔχωσι πρὸ τοῦ ω τὸ ξ ἢ τὸ ψ ἢ τὸ σ, βαρύνονται, λέξω, πλέξω, τύψω, γράψω, ποιήσω, νοήσω. ἐὰν δὲ μηδὲν ἔχωσι τούτων πρὸ τοῦ ω, περισπᾶται, σπερῶ, φθερῶ, πλυνῶ, κτενῶ, τιλῶ. πρόσκειται δὲ κατὰ τὴν κοινὴν διάλεκτον, ἐπειδὴ τὸ ποιήσω ποιησῶ οἱ Δωριεῖς λέγουσι, καὶ τὸ λέξω λεξῶ.
Τὰ εἰς ω λήγοντα δεύτερα πρόσωπα προστακτικὰ ὁμοτονεῖ τοῖς ἰδίοις ὁριστικοῖς, νικῶ ἐγώ, νικῶ σύ, κρεμῶ ἐγώ, κρεμῶ σύ. τὰ μέντοι τρίτα εἴτε εἰς τω εἴτε εἰς θω βαρύνεται, λεγέτω, ποιείτω, τυπτέσθω, λεγέσθω.
Τὰ εἰς ω τρίτα πρόσωπα τῶν εὐκτικῶν περισπῶνται μετὰ τοῦ προσγεγραμμένου ι βοάοι βοῷ, τρυπάοι τρυπῷ.
Τὰ εἰς ω ὑποτακτικὰ μονοσύλλαβα μὲν ὄντα περισπῶνται, ἐὰν ὦ, ἐὰν δῶ, ἐὰν βῶ, ἐὰν στῶ, ἐὰν σχῶ. καὶ ἐξ ἀνάγκης δὲ περισπῶνται. βαρύνεσθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοσύλλαβά εἰσι· οὐδέποτε δὲ μονοσύλλαβος λέξις βαρύνεται, ἀλλʼ ἢ ὀξύνεται οἷον τίς, τί, πούς, Ζεύς, Φρύξ, Κρής, νύξ ἢ περισπᾶται οἷον βοῦς νοῦς ῥοῦς. ὀξύνεσθαι δὲ οὐκ ἠδύναντο, ἐπεὶ τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν οἷον τύπτω, γράφω, βοῶ, χρυσῶ, ποιῶ χωρὶς τῶν σεσημειωμένων. λοιπὸν οὖν ἐξ ἀνάγκης περισπῶνται, ἐὰν ὦ ἐὰν σχῶ καὶ ἐὰν σπῶ, συντιθέμενα δὲ καὶ ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται οἷον ἐὰν κατάσχω ἐὰν παράσχω, ἐὰν ἐπίσπω· τὸ δὲ ἐὰν ὦ ἐν συνθέσει τὸν αὐτὸν τόνον φυλάσσει, οἷον ἐὰν συνῶ ἐὰν παρῶ, ἐπειδὴ ἡ συναίρεσίς ἐστιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν συνέω καὶ ἐὰν παρέω γεγόνασι κατὰ κρᾶσιν τοῦ ε καὶ ω εἰς ω. Τὰ δὲ εἰς ω ὑπὲρ μίαν συλλαβὴν ὑποτακτικὰ βαρύνεται καὶ περισπᾶται. καὶ περισπῶνται μέν, ἡνίκα ἔχωσι τὴν μετοχὴν εἰς εις μετʼ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, τιθείς τιθέντος ἐὰν τιθῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθαρέντος ἐὰν φθαρῶ. ἢ ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν συνῃρημένων, ποιῶ ἐποίουν ἐὰν ποιῶ, ἐὰν βοῶ, ἐὰν χρυσῶ. ἡνίκα δὲ μὴ ὦσι τοιαῦτα, βαρύνονται, ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔφαγον ἐὰν φάγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, τέτυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω. σεσημείωται τὸ ἐὰν εἰδῶ περισπώμενον οἷον «ὄφρʼ εὖ εἰδῶ», οὗ ἡ μετοχὴ ὁ εἰδώς τοῦ εἰδότος, εἰ καὶ ἀπὸ τοῦ εἰδέω. τὸ δὲ «ἵνα εἴδομεν ἄμφω» προπαροξύνεται, ἐπειδὴ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον. οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον.
Τὰ εἰς ω ὑποτακτικὰ τῶν ἀορίστων παθητικῶν περισπῶνται, ἐὰν ληφθῶ, ἐὰν τυφθῶ, διὸ καὶ τὸ «ἐὰν ἐγκαταλειφθῶ ὑπὸ σοῦ» περισπᾶται. τότε γὰρ τὰ τοιαῦτα ὑπὲρ μίαν συλλαβὴν περισπῶνται, ὅτε ἔχουσιν ἀπαρέμφατον εἰς ναι, ὡς τὸ ἐὰν νυγῶ νυγῆναι, ἐὰν δαρῶ δαρῆναι, καὶ μετοχὴν εἰς εις ὁ νυγείς ὁ δαρείς, καὶ τὸ εὐκτικὸν εἰς ην καθαρὸν νυγείην, δαρείην. ὁμοίως ἐὰν εἰδῶ εἰδείην, εἰ καὶ μὴ ἔχει τὴν μετοχὴν εἰς εις. γέγονε δὲ ὡς ἀπὸ τοῦ περιπατοῖμι περιπατοίην κατὰ τροπὴν τῆς μι εἰς ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴδοιμι εἰδοίην καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο εἰς ε. ἐὰν δὲ μὴ οὕτως ἔχῃ, βαρύνεται, ἐὰν δράμω· δραμεῖν γὰρ καὶ δράμοιμι, ἐὰν φύγω φυγεῖν καὶ φύγοιμι.
Τὰ δεύτερα καὶ τρίτα ἑνικὰ τῶν ὁριστικῶν ὁμοτονεῖ τοῖς πρώτοις, ἐὰν ἰσοσυλλαβῇ, λείπω λείπεις λείπει, ποιῶ ποιεῖς ποιεῖ. τὸ δὲ πνεῖ καὶ ῥεῖ καὶ πλεῖ οὐκ ἰσοσυλλαβεῖ. οὕτω καὶ ἐπὶ μέλλοντος, νοήσω νοήσεις νοήσει καὶ ἐπὶ ὑποτακτικῶν, ἐὰν λέγω ἐὰν λέγῃς ἐὰν λέγῃ, ἐὰν βοῶ βοᾷς βοᾷ.
Τὰ εἰς μι λήγοντα ὁριστικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, καὶ τὰ τρίτα ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις, τίθημι τίθης τίθησι, δίδωμι δίδως δίδωσι· σεσημείωται φημί φῄς φησί, εἰμί εἴς εἶ ἐστί. Τὰ τρίτα πληθυντικὰ ἐνεστῶτος χρόνου ἢ μέλλοντος εἰς ι λήγοντα θέλει ὁμοτονεῖν ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν, ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσι, λέξομεν λέξετε λέξουσι καὶ τοῖς λέξουσι, διδοῦσιν ἐκεῖνοι καὶ τοῖς διδοῦσιν, ζευγνῦσιν ἐκεῖνοι καὶ τοῖς ζευγνῦσιν. ἀντιπίπτει μόνον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν ὡς στᾶσι. τὸ δὲ αἴτιόν ἐστιν, ὅτι τοῦτο ἐγκλιτικόν, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθʼ ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλουσιν ἔχειν τὸν τόνον, φημί, εἰμί, ἐστί.
Τὰ εἰς σι παραληγόμενα τῷ α προπερισπᾶται, πιμπρᾶσι, κιχρᾶσι, ἱστᾶσι· καὶ ζητοῦσί τινες, τίνος χάριν οὐ περισπᾶται «καί τʼ ἀγεληδὸν ἴασι» καὶ λέγομεν, ὅτι τὰ προπερισπώμενα ἰσοσυλλαβεῖ τοῖς πρώτοις, ἱστᾶσι ἵσταμεν, κιχρᾶσι κίχραμεν, τὰ δὲ πλεονάζοντα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, δίδομεν διδόασι, τίθεμεν τιθέασιν, ἐν οἷς οὖν τὸ ἴασι πλεονοσυλλαβεῖ τοῦ ἴμεν, ἐν τούτοις καὶ προπαροξυνθήσεται. ἔστι καὶ οὕτως εἰπεῖν περὶ τοῦ ἴασιν· πᾶν πληθυντικὸν εἰς μεν λῆγον, ὅτε ἐστὶ ἀπὸ τῶν εἰς μι, μεταποιεῖ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ασι προπαροξυνόμενον, τίθεμεν τιθέασι, δίδομεν διδόασι, ἵεμεν ἱέασι, ἔμεν ἔασι, ζεύγνυμεν ζευγνύασιν· εἰ οὖν ἐστιν ἴμεν, σαφὲς ὅτι τῇ αὐτῇ ἀκολουθίᾳ καὶ τὸ ἴασι προπαροξυτονηθήσεται. ἔστι δὲ ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι τὸ πληθυντικὸν ἴμεν διὰ τοῦ ι.
Τὰ εἰς μι εὐκτικὰ ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, τύπτοιμι, τύποιμι, ποιοῖμι, χρυσοῖμι, βοῷμι.
Τὰ δεύτερα καὶ τὰ τρίτα τῶν εἰς μι εὐκτικῶν ὁμοτονοῦσι τοῖς ἰδίοις πρώτοις, τύπτοιμι τύπτοις, τύπτοι, ποιοῖμι ποιοῖς ποιοῖ, βοῷμι βοῷς βοῷ.
Πᾶς παρῳχημένος ὁριστικὸς εἰς α λῆγον ὑπερδισύλλαβος ἁπλοῦς προπαροξύνεται, τέτυφα, πεποίηκα παρακείμενος. ὁμοίως καὶ ὁ ἀόριστος ἔτυψα ἐποίησα. τὸ δὲ ἧψα καὶ οἶδα δισύλλαβα, καὶ τὸ συνῆψα σύνθετον. τὸ δὲ ἐφοίτα ἀπὸ τοῦ ἐφοίταε τὸ α μακρόν.
Τὰ εἰς θα ἐν δευτέραις προσώποις ὑπερδισύλλαβα προπαροξύνεται, λάβῃσθα, ἔφησθα, οἴδησθα, λέγῃσθα, βάλῃσθα. τὰ μέντοι δισύλλαβα προπερισπᾶται, φῆσθα ἐπὶ δευτέρου ἀορίστου καὶ φῇσθα σὺν τῷ ι ἐπὶ τοῦ ἐνεστῶτος, ἦσθα, οἶσθα.
Καὶ τὰ εἰς θα πρῶτα πρόσωπα προπαροξύνονται, τυπτόμεθα, νικώμεθα, χρυσούμεθα.
Πᾶν ῥῆμα εἰς ν μακροκατάληκτον ὑπὲρ μίαν συλλαβὴν πρὸ μιᾶς τοῦ τέλους ἔχει τὴν ὀξεῖαν, ἐνόουν, ἐδείκνυν, ἔγνων, ἐγεγράφειν, νυγείην, διδοίμην, ἐτυπέτην, ἔστων. τὸ δὲ ἐχρῆν καὶ ἦν περισπᾶται.
Πᾶν πρόσωπον ὁριστικὸν εἰς ον εἴτε ἑνικὸν εἴτε πληθυντικὸν ἁπλοῦν ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ἔγραφον ἐγὼ καὶ ἔγραφον ἐκεῖνοι, ἔτυπτον ἐγὼ καὶ ἔτυπτον ἐκεῖνοι, ὑπεσταλμένης τῆς Δωρίδος διαλέκτου, οἱ γὰρ Δωριεῖς τὸ ἐλέγον ἐκεῖνοι παροξύνουσι. τὸ δὲ εἶχον, ἐξ οὗ τὸ κατεῖχον, καὶ ἄλλα περισπᾶται ὡς δισύλλαβον. τὰ γὰρ δισύλλαβα ἢ προπερισπῶνται ἢ παροξύνονται κατὰ τοὺς κανόνας. μακρᾶς γὰρ οὔσης τῆς παραληγούσης προπερισπῶνται, ἦλθον, εὗρον, εἶχον, εἶδον καὶ τἆλλα· βραχείας δὲ τῆς παραληγούσης, παροξύνονται, ἴδον, ἔσχον.
Τὰ εἰς ον προστακτικὰ τοῦ πρώτου ἀορίστου ὑπερδισύλλαβα προπαροξύνονται, ἄκουσον, νόησον, φίλησον· δισύλλαβα δὲ ὄντα παροξύνονται ἢ προπερισπῶνται κατὰ τοὺς κανόνας, νεῖμον, κρῖνον, τύψον, λέξον, γράψον, εἶπον ἀντὶ τοῦ εἰπέ ὡς παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε». ἔστι δὲ δηλονότι ἀορίστου τοῦ εἶπα προστακτικόν· εἰ γὰρ ἦν δευτέρου ἀορίστου Συρακουσίων ἔθει, ὠξύνετο ἂν ὁμοίως τῷ κοινῷ προστακτικῷ τῷ εἰπέ. οἱ γὰρ Συρακούσιοι μεταποιοῦντες εἰς ον τὰ προστακτικὰ τοῦ βʹ ἀορίστου τὸν τόνον φυλάττουσι τῶν κοινῶν προστακτικῶν οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον.
Πᾶν δεύτερον πρόσωπον παρῳχημένου χρόνου ὑπὲρ μίαν συλλαβὴν λήγοντος ἢ εἰς ν ἢ εἰς α ὁμοτονεῖ τῷ πρώτῳ, ἐνύγην ἐνύγης, ἐδάρην ἐδάρης, τέτυφα τέτυφας, ἔτυψα ἔτυψας, ἔτυπον ἔτυπες. ἔτι καὶ τὰ τρίτα ὁμοτονεῖ τοῖς δευτέροις, ἔλαβες ἔλαβεν, ἔτυψας ἔτυψεν.
Τὰ εἰς μαι ὁριστικὰ προπαροξύνονται ἢ προπερισπῶνται. τὰ μὲν οὖν βραχείᾳ παραληγόμενα προπαροξύνονται, λέγομαι, ἵσταμαι, δύναμαι, ἄγαμαι, δίδομαι· τὰ δὲ φύσει μακρᾷ ἁπλᾶ ὄντα προπερισπῶνται, κεῖμαι, ἧμαι, ποιοῦμαι, γελῶμαι, ἀγῶμαι, ὑπεσταλμένων τῶν τῆς Αἰολίδος διαλέκτου, ἀκάχημαι γὰρ καὶ ἀλάλημαι, καὶ τοῦ παρακειμένου· οὗτος δὲ προπαροξύνεται, ὁμότονος ὢν τῷ ἰδίῳ ἐνεργητικῷ, νενόηκα νενόημαι, πεποίηκα πεποίημαι. τὸ δὲ κατάκειμαι καὶ κάθημαι προπαροξύνονται σύνθετα ὄντα.
Τὰ εἰς ται τρίτα ὁμοφωνεῖ τοῖς εἰς μαι πρώτοις, τύπτομαι τύπτεται, πεποίημαι πεποίηται, ποιοῦμαι ποιεῖται, οἴομαι καὶ οἶμαι οἴεται. τὰ δεύτερα πρόσωπα τῶν εἰς μαι ἰσοσυλλαβοῦντα μὲν τοῖς πρώτοις καὶ ὁμοτονεῖ αὐτοῖς, τίθεμαι τίθεσαι, δίδομαι δίδοσαι, πεποίημαι πεποίησαι· ἐνδέοντα δὲ μιᾷ συλλαβῇ, ἀπὸ μὲν προπαροξυτόνων ὄντα, παροξύνονται, τύπτομαι, τύπτῃ, γράφομαι γράφῃ, ἀπὸ δὲ περισπωμένων περισπᾶται, βοῶμαι βοᾷ, ποιοῦμαι ποιῇ.
Τὰ εἰς μαι ὑποτακτικὰ περισπῶνται μὲν ἀπὸ περισπωμένων ὄντα, ἐὰν νοῶ ἐὰν νοῶμαι, ἐὰν φιλῶ ἐὰν φιλῶμαι· καὶ ὅταν ὦσι παρακειμένου καὶ ὑπερσυντελίκου, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι, ἐὰν κεχρυσῶμαι. βαρύνονται δὲ ἀπὸ βαρυτόνων ὄντα, ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λίπω ἐὰν λίπωμαι, ἐὰν ἵκωμαι.
Ζήτησιν δὲ ἔχουσι τὰ τοῦ ἐνεστῶτος χρόνου τοῦ ἀπὸ τῶν εἰς μι, πότε προπαροξύνονται καὶ πότε προπερισπῶνται; καὶ ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν ἔχωσι τὸ ἐνεργητικὸν ὁριστικὸν ἐν χρήσει, προπερισπῶνται, τίθημι ἐὰν τιθῶμαι, ἵστημι ἐὰν ἱστῶμαι, δίδωμι ἐὰν διδῶμαι. εἰ δὲ μὴ ἔχωσι τὸ ἐνεργητικὸν ἐν χρήσει, προπαροξύνεται, δύναμαι ἐὰν δύνωμαι — τὸ γὰρ δύνημι οὐκ ἐν χρήσει —, ἐπίσταμαι ἐὰν ἐπίστωμαι, κρέμαμαι ἐὰν κρέμωμαι.
Τὰ δεύτερα τῶν εἰς μην παρῳχημένων βαρύνεται, ὁπότε βραχυκαταληκτεῖ. καὶ προπαροξύνονται μὲν κατὰ τὸ δεύτερον πρόσωπον ὑπὲρ δύο συλλαβὰς ὑπάρχον, ἐτίθεσο, ἐδίδοσο, ἐπεποίησο, ἔκεισο. τὸ δὲ ἧσο προπερισπᾶται ὡς δισύλλαβον. εἰ δὲ μακρᾷ λήγουσιν, ἀορίστου μὲν ὄντα παροξύνονται, ἐγράψω, ἐποιήσω, ἐγένου, ἐλάβου· παρατατικοῦ δὲ ὄντα ἀπὸ βαρυτόνων θεμάτων βαρύνονται, ἐλεγόμην ἐλέγου, ἐκρεμάμην ἐκρέμω. εἰ δὲ ἀπὸ περισπωμένων ῥημάτων, περισπῶνται, ἐποιούμην ἐποιοῦ, ἐνικώμην ἐνικῶ, ἐκρεμώμην ἐκρεμῶ.
Τῶν εἰς μην εὐκτικῶν τὰ δεύτερα πρόσωπα εἰς ο καταλήγουσι καὶ ἢ προπαροξύνονται ἢ προπερισπῶνται. προπερισπῶνται μὲν τὰ δισύλλαβα, σχοίμην σχοῖο, δοίμην δοῖο. ἔτι καὶ ὧν τὰ ἐνεργητικὰ εἰς μι λήγουσι, νοοίμην νοοῖο, ποιοίμην ποιοῖο, βιῴμην βιῷο. Ὁμοίως δέ ἐστιν εἰπεῖν, ὅσα ἀπὸ τῶν εἰς μι ὁριστικῶν εἰσι καὶ ἔχουσι τὰ εὐκτικὰ ἐνεργητικὰ εἰς ην καθαρόν, προπερισπῶνται, τίθημι τιθείμην τιθεῖο, τιθείην γὰρ τὸ εὐκτικὸν ἐνεργητικόν. τὸ δὲ δυναίμην δύναιο προπαροξύτονον διὰ τὸ μὴ ἔχειν δύνημι ἐν χρήσει οὔτε δυναίην εὐκτικόν. προπερισπῶνται δὲ καὶ τὰ τοῦ παρακειμένου, δεδοίμην δεδοῖο, πεποιῄμην πεποιῇο, μεμνῄμην μεμνῇο, μεμνῴμην μεμνῷο. τὰ δὲ λοιπὰ πάντα δεύτερα πρόσωπα εἰς ο λήγοντα προπαροξύνονται, τυπτοίμην τύπτοιο, λεγοίμην λέγοιο, τετυψοίμην τετύψοιο· οὕτω καὶ μεμνεῴμην μεμνέῳο.
Τὰ εἰς το τρίτα τῶν εὐκτικῶν ὁμοτονεῖ τοῖς οἰκείοις δευτέροις. νοοῖο νοοῖτο, τύπτοιο τύπτοιτο, μεμνῇο μεμνῇτο ὡς παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου», μεμνῷο μεμνῷτο παρὰ Ξενοφῶντι ἐν Κύρου παιδείας πρώτῳ «ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». μεμνέῳο μεμνέῳτο, «ὡς μεμνέῳτο δρόμου»
Τὰ εἰς το τρίτα τῶν ὁριστικῶν ὑπερδισύλλαβα ὄντα τότε προπερισπῶνται, ὅτε τὰ ἑαυτῶν δεύτερα περισπῶνται, ἐνοοῦ ἐνοεῖτο· ὅτε δὲ τὰ δεύτερα μὴ περισπᾶται, τὰ τρίτα προπαροξύνονται, ἐδέξω ἐδέξατο, ἐγένου ἐγένετο. ἧσο δὲ τὸ καθέζου καὶ ἧτο τὸ τρίτον καὶ πλεονασμῷ τοῦ σ ἧστο προπερισπῶνται.
Πᾶν μονοσύλλαβον προστακτικὸν μακροκαταληκτούμενον περισπᾶται, θλᾶ, κλᾶ, ζῆ, τῆ ἀντὶ τοῦ δέξαι. βραχυκατάληκτον δὲ ὀξύνεται, σπές, σχές, ἕς, ἀφʼ οὗ τὸ ἄφες, δός, φρές τὸ φέρε.
Τὰ εἰς θι προστακτικὰ βαρύνονται, τύπηθι, δάρηθι, τύφθηθι καὶ τύφθητι, βῆθι, στῆθι, ἴσθι τὸ γίνωσκε. τὸ φαθί ὀξύτονον σεσημείωται. τοῦτο δὲ ὀξύνουσιν, ἐπεὶ πᾶν ῥῆμα τῶν εἰς μι τροπῇ τοῦ μ εἰς θ συστέλλον τὴν παραλήγουσαν εἰς τὴν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν μετὰ τοῦ αὐτοῦ τόνου προστακτικὸν ποιεῖ, τίθημι τίθετι, ἵστημι ἵσταθι καὶ ἐπειδὴ ὀξύνεται τὸ φημί, ὀξύνεται καὶ τὸ φαθί. ἐγὼ δὲ οὐ συγκατατίθεμαι τοῖς ὀξυτονοῦσι, οὐδὲν γὰρ προστακτικὸν εἰς θι λῆγον ὀξύνεται. παραλόγως δὲ ὀξύνεσθαι ἐπεκράτησεν.
Πᾶν προστακτικὸν ὑπὲρ μίαν συλλαβὴν ὁμοιοκατάληκτον τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονόν ἐστιν αὐτῷ, ἔτυπτε τύπτε, ἐνόει νόει, ἐβόα βόα, ἐτίθη τίθη, ἐπίμπλη πίμπλη, ἵστην ἵστης ἵστη καὶ ἵστη, ἐκρήμνην ἐκρήμνης ἐκρήμνη καὶ κρήμνη, ὡς παρʼ Εὐριπίδῃ «κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος»· ἐτύπτου τύπτου. τὸ δὲ λαβοῦ καὶ πιθοῦ παρὰ Ἀττικοῖς περισπᾶται. οὐ πάντῃ δὲ τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου περισπῶνται, εὑρίσκεται γὰρ τὸ ἀφίκου βαρυνόμενον καὶ τὸ ἴδου. ἔτι καὶ τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνουσιν. ἔστι δὲ ἀπολογεῖσθαι περὶ αὐτῶν κατὰ δύο τρόπους. τὰ γὰρ ἀπαρέμφατα τοῦ βʹ ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν οἷον φαγεῖν φαγέειν, ἰδεῖν ἰδέειν, ταῦτα δὲ οὐ προφέρεται κατὰ διάλυσιν· τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν οὐδὲ τὸ εἰπεῖν εἰπέειν οὐδὲ τὸ εὑρεῖν εὑρέειν. ἐπειδὴ οὖν ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ τὸ μὴ διαλύεσθαι, τούτου χάριν καὶ ἐν τοῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρτήθησαν καὶ ὠξυτονήθησαν. ἄλλως τε δὲ ὁ βʹ ἀόριστος οὐ θέλει μακρᾷ παραλήγεσθαι, ἀλλὰ βραχείᾳ οἷον ἔλαβον ἔφαγον ἔνυγον. ταῦτα δὲ μακρᾷ παραλήγεται οἷον ἦλθον εἶπον εὗρον. ἐπειδὴ οὖν διήλλαξε περὶ τὸν χρόνον τῆς παραληγούσης ἐν τοῖς ὁριστικοῖς, τούτου χάριν διήλλαξε καὶ περὶ τὸν τόνον ἐν τοῖς προστακτικοῖς καὶ ὠξυτονήθησαν.
Τὰ εἰς τε προστακτικὰ ὁμοιοκατάληκτα ὄντα τοῖς ὁριστικοῖς ὁμότονα καθεστήκασιν οἷον ὅτι λέγετε—λέγετε, ὅτι ἄγετε—ἄγετε. ἐπίστασιν οὖν ἔχει τὸ ἔστε. τὸ μὲν ὁριστικὸν ὀξύνεται, τὸ δὲ προστακτικὸν βαρύνεται. ὁμοίως καὶ τὸ φάτε.
Τὰ εἰς σθε προστακτικὰ ὁμοιοκατάληκτα τῷ οἰκείῳ ὁριστικῷ καὶ ὁμότονά ἐστιν αὐτῷ, ἐτύπτεσθε—τύπτεσθε, ἐλέγεσθε—λέγεσθε, ἐπίθεσθε πίθεσθε, ἐλάβεσθε λάβεσθε. τὸ δὲ πιθέσθε λαβέσθε παροξυνόμενα μεταγενεστέρων Ἰώνων ἐστίν.
Τὰ εἰς αι ὑπερδισύλλαβα προστακτικὰ προπαροξύνονται, ποίησαι, ἄσπασαι, πείρησαι «εἰ δʼ ἄγε μὴν πείρησαι», «ἀλλὰ σὺ μὲν κατάλεξαι», «νῦν δʼ αὖτʼ ἐμὸν ἔγχος ἄλευαι». τὸ δὲ λοῦσαι καὶ δέξαι καὶ κτῆσαι βαρύνονται ὡς δισύλλαβα.
Πᾶν ἀπαρέμφατον ἢ εἰς ν λήγει ἢ εἰς αι. καὶ τὰ εἰς ν μακροκατάληκτα δύο ἔχει τόνους. ἢ γὰρ βαρύνονται ἢ περισπῶνται. καὶ τὰ μὲν μονοσύλλαβα περισπῶνται, πλεῖν, ῥεῖν, ζῆν, δρᾶν. τὰ μέντοι ὑπὲρ μίαν συλλαβὴν ἢ βαρύνεται ἢ περισπᾶται. βαρύνεται μὲν τὰ ἀπὸ βαρυτόνων χρόνων ἐνεστῶτος καὶ μέλλοντος τύπτω τύπτειν τύψω τύψειν, ποιήσω ποιήσειν. τότε δὲ περισπᾶται, ὅτε καὶ τὰ ὁριστικὰ περισπῶνται, ποιῶ ποιεῖν, κτυπῶ κτυπεῖν, στελῶ στελεῖν, χρυσῶ χρυσοῦν, βοῶ βοᾶν. καὶ οἱ μὲν ἐνεστῶτες ἀπὸ ἐντελείας ἔχουσι τὴν περισπωμένην ποιέειν ποιεῖν, οἱ δὲ δεύτεροι μέλλοντες οὔ· ἀπὸ γὰρ τοῦ εὐφρανεῖν γέγονε κατὰ διάλυσιν τὸ εὐφρανέειν. καὶ τὰ δὲ εἰς ν τοῦ δευτέρου ἀορίστου ἀπὸ κλίσεως περισπῶνται, ὥσπερ καὶ τὰ περισπώμενα, δραμεῖν, φαγεῖν, πιεῖν, ἐλθεῖν, ἰδεῖν. τὸ δὲ πέφνειν σεσημείωται. ἐβαρύνθη δέ, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτου ἐβαρύνθη.
Τὰ δὲ εἰς αι λήγοντα ἀπαρέμφατα πάντα βαρύνεται, τύψαι, ποιῆσαι, κεῖραι—τὸ δὲ ποιήσαι κείραι εὐκτικά ἐστι—τελέσαι, συρίσαι, λεπίσαι, τιθέναι, ἱστάναι, διδόναι, ζευγνύναι, στῆναι, βῆναι, γνῶναι, βιῶναι, ἁλῶναι, θεῖναι, δοῦναι, εἷναι, τυφθῆναι, τετύφθαι, τύπτεσθαι, τυπέσθαι.
Πᾶν ἀπαρέμφατον εἰς σθαι ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ οἷον τύπτεται τύπτεσθαι, βοᾶται βοᾶσθαι, χρυσοῦται χρυσοῦσθαι, τυφθήσεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, ἔρχεται ἔρχεσθαι, ἐτύψατο τύψασθαι, ἐποιήσατο ποιήσασθαι, τύψεται τύψεσθαι χωρὶς τῶν εἰς θαι ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ δευτέρου μέσου ἀορίστου. ταῦτα γὰρ οὐχ ὁμοτονοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, ἀλλὰ πρὸ μιᾶς ἔχουσι τὸν τόνον οἷον πεποίηται πεποιῆσθαι, νενόηται νενοῆσθαι, τέτυπται τετύφθαι, γέγραπται γεγράφθαι, λέλεκται λελέχθαι, ἐτύπετο τυπέσθαι, ἐνύγετο νυγέσθαι, ἐλάβετο λαβέσθαι, ἵκετο ἱκέσθαι, ἀφίκετο ἀφικέσθαι. σεσημείωται τὸ ἔρεσθαι δευτέρου μέσου ἀορίστου ὂν καὶ προπαροξυνόμενον, περὶ οὗ ἔστιν εἰπεῖν ὅτι ἐξηκολούθησε τῷ δέρεσθαι καὶ φέρεσθαι καὶ στέρεσθαι, ἅτινά εἰσιν ἐνεστῶτος καὶ παρατατικοῦ, καὶ ἐκ τοῦ ἐναντίου δὲ σεσημείωται τὸ λιτέσθαι ἐνεστῶτος καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον οἷον «οἷ τʼ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι» ἀντὶ τοῦ ἱκετεύειν. ὤφειλε γὰρ προπαροξύνεσθαι ὁμοίως τῷ ἰδίῳ ὁριστικῷ τῷ λίτεται. κάλλιον δὲ ἠκολούθησε τῷ λιπέσθαι θέσθαι ἰδέσθαι, ἅτινά εἰσι δευτέρου μέσου ἀορίστου. Σεσημείωται τὸ ἐγρήγορθαι οἷον «ἐγρήγορθαι ἄνωχθι», ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσί. τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσι καὶ τὸ Πηλεύς Πήλευς. —πρόσκειται ἐν τῷ κανόνι ἁπλοῦν διὰ τὸ κατάκειται κατακεῖσθαι, κάθηται καθῆσθαι.
Ὅσα εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατʼ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τοῦ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, κίχρασθαι, πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακράν, περισπᾶσθαι θέλει, νικᾶσθαι, φιλεῖσθαι. τὰ γὰρ τοιαῦτα δίζησθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι, πάντως μὲν περισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην· οὕτως οὖν πάντα ταῦτα ἀναγνωστέον, δεδάασθαι, μηχανάασθαι, αἰτιάασθαι, ἑδριάασθαι, μνάασθαι. ΠΕΡΙ ΤΩΝ ΣΥΝΘΕΤΩΝ ΡΗΜΑΤΩΝ ΚΑΙ ΕΤΙ ΠΕΡΙ ΜΕΤΟΧΩΝ. ΒΙΒΛΙΟΝ ιζ.
Πᾶν ῥῆμα ὀξύτονον ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον· καὶ εἰ μὲν δισύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον προπαροξύνεται, φημί σύμφημι, ἔστι σύνεστι, εὑρέ ἔφευρε, τὸ γὰρ ἐφεῦρε ἐκ τοῦ εὗρε βαρυτόνου ἐγένετο, εἰπέ κάτειπε. εἰ δὲ μονοσύλλαβον εἴη τὸ ἁπλοῦν, τὸ σύνθετον παροξύνεται δός ἀπόδος, θές ἐπίθες, ἕς πρόες σημαῖνον τὸ ἄφες, σχές ἐπίσχες, σπές ἐνίσπες «σὺ δʼ ἀληθὲς ἐνίσπες», τὸ δὲ «ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες» ἐστιν ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἀρχὴν συστείλαντος. τὸ μέντοι ἄνευ τοῦ σ προστακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτές μοι ἔνισπε»—χρή ἀπόχρη. τὸ γὰρ ἀποχρῇ ἀπὸ τοῦ χρῇ περισπωμένου ἐγένετο.
Τὰ εἰς ω μονοσύλλαβα μὴ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον ἐπὶ ἐνεστῶτος μετὰ προθέσεως συντεθειμένα τὴν περισπωμένην φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῶ περισμῶ, δρῶ συνδρῶ, κλῶ συγκλῶ, ὦ συνῶ, παρῶ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχῶ παράσχω, σπῶ ἐπίσπω, τὸ δὲ βῶ ἀναβῶ, δῶ παραδῶ φυλάσσει τὸν αὐτὸν τόνον ὡς ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον. πρόσκειται «μετὰ προθέσεως» διὰ τὸ ἄζω τὸ ξηραίνω. τοῦτο γὰρ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ζῶ.
Τὰ εἰς ου μονοσύλλαβα προστακτικά, ἡνίκα μὲν συντεθῇ μετὰ μονοσυλλάβου προθέσεως, περισπᾶται οἷον οὗ προοῦ. ἡνίκα δὲ μετὰ δισυλλάβου, βαρύνεται, θοῦ ἀπόθου κατάθου, σχοῦ ἀνάσχου.
Πᾶν ῥῆμα ὁριστικὸν εἰς ω ὑπὲρ μίαν συλλαβὴν ἐν τῇ συνθέσει φυλάττει τὸν αὐτὸν τόνον, γράφω καταγράφω, βαίνω μεταβαίνω, φιλῶ καταφιλῶ, λέγω ἀλέγω. τὸ δὲ χειρογραφῶ καὶ καλαμογλυφῶ καὶ ἀσθενῶ καὶ εὐσεβῶ καὶ ἀπειθῶ οὐ φυλάττουσι τὸν τόνον οὐ γὰρ ἀπὸ ῥημάτων συνετέθησαν.
Πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν φυλάττει τόνον καὶ ἐν τῇ συνθέσει, εἶχον κατεῖχον, ἧψα συνῆψα, εἶπον ἐξεῖπον, εὗδον «εὗδʼ ἀνακλινθείς» καθεῦδον «ἔνθα καθεῦδʼ ἀναβάς», ἧστο καθῆστο, πλὴν τοῦ εἶξεν ὑπόειξεν ὡς παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείᾳ τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς, εἶκον ὑπόεικον «νεῶν δʼ ὑπόεικον ἀνάγκῃ». τὸ δὲ οἶδα σύνοιδα Αἰολικόν. χαίρουσι γὰρ οἱ Αἰολεῖς ἀναβιβάζειν τοὺς τόνους ὥσπερ ἐπὶ τοῦ Ἀτρεύς Ἄτρευς. πρόσκειται ἀπὸ φωνήεντος ἀρχόμενα διὰ τὸ χεῦε περιέχευε, κεῖτο κατέκειτο. πρόσκειται ἀπὸ φύσει μακρᾶς διὰ τὸ ἷζε ἔφιζε «Νέστωρ δʼ αὐτὸς ἔφιζε». ἷεν ξύνιεν «καὶ μέν μευ βουλέων ξύνιεν» ὡς «αὐτὰρ ἐπεὶ κόσμηθεν». εἶχε κάτεχε «νὺξ δὲ μάλα στυγερὴ κάτεχʼ οὐρανόν». πρόσκειται «ὁριστικός» διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε εὗδε κάθευδε, ἧσο κάθησο «ἀλλʼ ἀκέουσα κάθησο»
Πᾶν ὑποτακτικὸν εἰς μαι λῆγον ἐπὶ δευτέρου μέσου ἀορίστου ἐν τῇ συνθέσει προπαροξύνεται οἷον θῶμαι ἀπόθωμαι καὶ διάθωμαι «δεῦτε τέκνον καὶ διάθωμαι», σχῶμαι ἀπόσχωμαι «ἀπόσχωνται πολλοί».
Τὰ εἰς μι εὐκτικὰ ἀπὸ μονοσυλλάβων ῥημάτων ἐπὶ ἐνεστῶτος τὸν αὐτὸν τόνον φυλάττει καὶ ἐν τῇ συνθέσει, σμῷμι σμῷς σμῷ περισμῷμι περισμῷς περισμῷ, δρῷμι δρῷς δρῷ συνδρῷμι συνδρῷς συνδρῷ. πρόσκειται «ἐπὶ ἐνεστῶτος» διὰ τὸ σχοῖμι σχοῖς σχοῖ ἐπίσχοιμι ἐπίσχοις ἐπίσχοι. τὸ δὲ «ἐπίσχοιες» ἀπὸ τοῦ ἐπίσχοις πλεονασμός ἐστι τοῦ ε ἢ συστολὴ τοῦ ἐπισχοίης.
Τὰ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε, ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει.
Πᾶν ἀπαρέμφατον συντιθέμενον φυλάττει τὸν αὐτὸν τόνον, ἴσχειν ἐπίσχειν, σχεῖν ἐπισχεῖν, πτέσθαι ἐπιπτέσθαι, σχέσθαι ἀποσχέσθαι «τότʼ ἂν οὔτοι ἀποσχέσθαι», ἧσθαι καθῆσθαι, κεῖσθαι κατακεῖσθαι.
Οὐδεμία μετοχὴ περισπᾶται, εἰ μὴ ἐκ συναιρέσεως εἴη. αὗται δὲ ἢ εἰς ων λήγουσαι, ἀρσενικαὶ οὖσαι ἢ οὐδέτεραι, ἢ εἰς ουν μόνως οὐδέτερον ἢ ἐνεστῶτός εἰσιν ὁ ποιέων ὁ ποιῶν καὶ τὸ ποιέον τὸ ποιοῦν, ὁ βοάων ὁ βοῶν καὶ τὸ βοάον τὸ βοῶν, ὁ χρυσόων ὁ χρυσῶν καὶ τὸ χρυσόον τὸ χρυσοῦν, ἤγουν μέλλοντος τῆς πέμπτης συζυγίας, κερῶν, σπερῶν, κτενῶν, ἐπεὶ καὶ τούτων ῥήματα περισπῶνται— ποιῶ, βοῶ, χρυσῶ, κερῶ, σπερῶ, κτενῶ. —βαρύνεται δὲ ἡ εἰς ων μετοχή, ὅτε τὸ ῥῆμα βαρύνεται, τύπτω τύπτων, γράφω γράφων, γράψω γράψων, ποιήσω ποιήσων. ὀξύνονται δὲ αἱ εἰς ων δευτέρου ἀορίστου λαβών, τυπών, φαγών, μεθʼ ὧν καὶ ἐών καὶ ἰών καὶ κιών, πλὴν τοῦ πέφνων βαρυνομένου ὁμοίως τῷ τέμνων καὶ κάμνων, τὸ δὲ ἑκών ἠκολούθησε τοῖς προειρημένοις ἀπὸ τοῦ εἴκω τὸ ὑποχωρῶ. ἐπειδὴ δὲ αἱ εἰς ων λήγουσαι καὶ ἐπὶ τέλους ἔχουσαι τὸν τόνον ἄδηλον εἴτε ὀξύνονται εἴτε περισπῶνται, ἐκ τῆς κλίσεως διατελείσθωσαν. ὧν μὲν γὰρ αἱ πλάγιοι φύσει μακρᾷ παραλήγονται, τούτων πάντως καὶ αἱ εὐθεῖαι περισπῶνται οἷον βοῶντος βοῶν, χρυσοῦντος χρυσοῦν, κεροῦντος κερῶν, κτενοῦντος κτενῶν. ὧν δὲ μόνον ἐστὶ τὸ ο ἐν τῇ παραληγούσῃ, τούτων αἱ εὐθεῖαι ὀξύνονται, δευτέρου οὖσαι ἀορίστου, λαβόντος λαβών, δραμόντος δραμών.
Αἱ δὲ εἰς ας αἱ μὲν τοῦ πρώτου ἀορίστου πᾶσαι πρὸ μιᾶς ἔχουσι τὸν τόνον τελέσας, ποιήσας, τύψας, γεμίσας, σαλπίσας, λεπίσας, καλλωπίσας, βρίσας, κτίσας, λακτίσας, μεθʼ ὧν καὶ ἡ ἴσας ἀπὸ τοῦ ἴσημι. αἱ δὲ τοῦ δευτέρου ἀορίστου ἢ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι πᾶσαι ὀξύνονται, στάς, φθάς, ἱστάς, κιχράς.
Αἱ δὲ εἰς εις καὶ εἰς ους καὶ εἰς ως καὶ εἰς υς πᾶσαι ὀξύνονται, τυφθείς, δαρείς, τυπείς, τιθείς, διδούς, βιούς, πεποιηκώς, τετυφώς, τετυπώς, ἑστώς, βεβώς, πηγνύς, ὀλλύς, ὀμνύς.
Αἱ δὲ εἰς μενος πᾶσαι προπαροξύνονται χωρὶς τῶν τοῦ παρακειμένου, τυπτόμενος, γραφόμενος, τυψόμενος, τυψάμενος, γραψάμενος, τυπούμενος· αἱ γὰρ τοῦ παρακειμένου πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τετυμμένος, πεποιημένος, πεφιλημένος, πεπταμένος, χωρὶς εἰ μὴ πάθωσι· τότε γὰρ ἀναβιβάζουσι καὶ αὗται τὸν τόνον μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς ὡς ὦρκα ὦρμαι ὄρμενος, ἥδω ἥσω ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ βεβλημένος βλήμενος καὶ ἄρχμενος καὶ δέγμενος καὶ ἄλμενος καὶ ἐμπλήμενος, εἴτε παρακειμένου εἶεν παθητικοῦ εἴτε ἄλλου χρόνου, εἰκότως προπαροξύνονται. πρόσκειται «μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς» διὰ τὸ ἀκαχῶ ἀκαχήσω ἠκάχημαι ἠκαχημένος ἀκαχημένος. τὸ γὰρ οὐτάμενος καὶ ἐληλάμενος οὐ κατὰ πάθος γίνονται προπαροξυτόνως ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλον τὸν αὐτὸν τόνον φυλάξαι, ἀλλʼ ἀπὸ τῶν εἰς μι εἰσίν, ὡς ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ ὥσπερ ἵστημι ἵσταμαι ἱστάμενος.
Αἱ εἰς η λήγουσαι θηλυκαὶ παροξύνονται, τυπτομένη, τετυμμένη.
Αἱ εἰς α θηλυκαὶ προπαροξύνονται ἢ προπερισπῶνται. καὶ προπερισπῶνται μέν, ὅσαι ἀπὸ ὀξυτόνων εἰσὶν ἀρσενικῶν ἢ περισπωμένων, νοῶν νοοῦσα, εὐφρανῶν εὐφρανοῦσα, τυπείς τυπεῖσα, τετυφώς τετυφυῖα. προπαροξύνονται δέ, ὅσαι ἀπὸ βαρυτόνων εἰσὶν ἀρσενικῶν, λέγων λέγουσα, τύψων τύψουσα, ποιήσας ποιήσασα.
Αἱ οὐδέτεραι μετοχαὶ ὁμοτονοῦσι τοῖς ἰδίοις ἀρσενικοῖς, ὁ τύπτων τὸ τύπτον, ὁ ποιῶν τὸ ποιοῦν, ὁ λαβών τὸ λαβόν, ὁ ποιήσας τὸ ποιῆσαν, εἰ καὶ μὴ τὸν αὐτὸν διὰ τὸν κανόνα.
Αἱ συντιθέμεναι μετοχαὶ οὐκ ἀναβιβάζουσι τὸν τόνον, λέγων καταλέγων, φέρων περιφέρων, ἐλθών ἀνελθών, σπών μετασπών, πατῶν περιπατῶν. εἰ δὲ ἀναβιβάζουσι τὸν τόνον, οὐκέτι μένουσι μετοχαί, ἀλλʼ ὀνόματα γίνονται, τλάς Ἄτλας, βάς Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών καὶ ἀέκων. καὶ ἔστιν εἰπεῖν διαφόρους λύσεις, ὧν πρώτη ἐστὶν αὕτη. αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων σύνθετός ἐστιν, οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλʼ ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις οἷον ἑκών ἀέκων, τούτου χάριν ἐν τῇ συνθέσει ἀνεβίβασε τὸν τόνον, ἵνα δείξῃ, ὅτι σύνθετός ἐστι καὶ οὐ παρασύνθετος ὡς ἄλλαι μετοχαί. δευτέρα δὲ αἰτία ἐστὶν αὕτη· ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ γέγονε ἡ ἑκών κατὰ πάθος τουτέστι κατὰ ἀποβολὴν τοῦ ι, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα συνέστειλε τὴν παραλήγουσαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ὠξύνθη ὁμοίως ταῖς ἄλλαις μετοχαῖς ταῖς βραχείᾳ παραληγομέναις, φημὶ δὴ ταῖς τοῦ δευτέρου ἀορίστου, ἀλλʼ ἐπειδὴ ἡ ἑκών οὐκ ἔστι δευτέρου ἀορίστου, ἀλλʼ ἐνεστῶτος καὶ παρατατικοῦ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεσθαι ὁμοίως ἐκείναις. Ἐπειδὴ οὖν παραλόγως συνέδραμεν ἐκείναις καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων ἐβαρύνθη, ἵνα τὴν παράλογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. —ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀναβιβάσασα τὸν τόνον ἔμεινε μετοχὴ καὶ οὐκ ἐγένετο ὄνομα; καὶ ἔστιν εἰπεῖν, ὅτι λέξις ἐκ τῆς α στερήσεως συντιθεμένη καὶ φυλάττουσα τὸ τέλος, φυλάττει καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου οἷον δοῦλος ἄδουλος, φίλος ἄφιλος, σεμνός ἄσεμνος, κακός ἄκακος, ψευδής ἀψευδής, σαφής ἀσαφής· τὸ γὰρ τλάς Ἄτλας καὶ τὸ βάς Ἄβας φυλάξαντα τὸ τέλος καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσι τὴν α στέρησιν, ἀλλὰ τὴν α ἐπίτασιν οἱονεὶ ὁ πάνυ καρτερῶν, πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλος τῆς ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή. ΠΕΡΙ ΤΟΝΟΥ ΑΡΘΡΩΝ ΑΝΤΩΝΥΜΙΩΝ ΚΑΙ ΠΡΟΘΕΣΕΩΝ. ΒΙΒΛΙΟΝ ιηʹ. Περὶ ἄρθρων.
Πᾶν ἄρθρον ὀξύνεται, χωρὶς τῶν γενικῶν καὶ δοτικῶν· αὗται γὰρ περισπῶνται, τοῦ τῷ, τῆς τῇ, τοῖν ταῖν, τῶν, τοῖς ταῖς. καὶ τὰ τούτων δὲ ὑποτακτικά, ἀποβολῇ τοῦ τ γινόμενα, περισπῶνται. ὁμοίως καὶ τὸ κλητικὸν ὦ ἄρθρον μὲν οὐκ ἔστιν, ἀλλʼ ἐπίρρημα, περισπᾶται δὲ ὅμως καὶ ψιλοῦται τῶν ἀπὸ φωνηέντων ἀρχομένων ἄρθρων δασυνομένων «ᾧ ἐχαρισάμην». τὰ δὲ λοιπὰ πάντα ὀξύνονται, ὅ, τόν, οἵ, τούς, οὕς, ἥ, ἥν, τήν, τά, ἅ. Περὶ ἀντωνυμίας.
Πᾶσα πρωτότυπος ἀντωνυμία ἑνικὴ ἀπαθής, ὑπεσταλμένων τῶν καλουμένων μονοπροσώπων, ὀξύνεσθαι θέλει κατὰ πᾶσαν πτῶσιν ἐν τοῖς τρισὶ προσώποις, πλὴν τῆς εἰς ου γενικῆς, ἐγώ, σύ, ἵ. ἐπεκτεινομένη δὲ ἡ ἐγώ παρʼ Ἀθηναίοις ἐν τῷ ἔγωγε τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὡς καὶ ἡ ἔμοιγε δοτική. ἡ δὲ σύγε φυλάττει τὸν τόνον. ὀξύνονται αἱ δοτικαὶ καὶ αἰτιατικαὶ εἴτε δισυλλάβως εἴτε μονοσυλλάβως προφερόμεναι, μέ ἐμέ σέ ἕ, μοί ἐμοί σοί. ἡ δὲ τοῦ τρίτου οἷ ἔχει περισπωμένην, ὀφείλουσα καὶ αὐτὴ ὀξύνεσθαι. τὰ γὰρ ἀπὸ τοῦ σ ἀρχόμενα καὶ τὰ κατὰ ἀποβολὴν τοῦ σ ἀπὸ δευτέρων γινόμενα ὁμοτονεῖ. καὶ τὰ παραδείγματα πρόκειται. αἱ γενικαὶ μοῦ ἐμοῦ σοῦ οὗ περισπῶνται. εἴπομεν γὰρ ὅτι ἡ διὰ τοῦ υ δίφθογγος ἀπέστραπται τὴν ὀξεῖαν τάσιν χωρὶς τῆς οὔ ἀποφάσεως καὶ τοῦ ἰδού δεικτικοῦ καὶ τοῦ ἰού σχετλιαστικοῦ. αἱ δὲ ἐκ τούτων διαλυθεῖσαι ἢ πλεονάσασαι τῷ ι ἢ κατὰ φωνὴν παραχθεῖσαι εἰς θεν πρὸ μιᾶς ἔχουσι τὸν τόνον ἐμέο ἐμεῖο, ἐμέθεν. ἡ δὲ ἐμεῦ συνῃρημένη παρʼ Ἴωσι περισπᾶται «ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον». ὁμοίως τοῦ δευτέρου καὶ τοῦ τρίτου, σέο σεῖο σεῦ σέθεν, ἕο εἷο εὗ ἕθεν.
Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προσώπου κοιναὶ καὶ ἀπαθεῖς βαρύνονται, νῶϊ, σφῶϊ. καὶ αἰτιατικῇ ταύτας κατὰ ἀποβολὴν τοῦ ι μονοσυλλάβως Ἀθηναῖοι προφέρουσι, νώ σφώ, οὐκέτι περισπωμένως, καίτοι τῷ λόγῳ τῆς ἀποκοπῆς ὀφειλούσας περισπᾶσθαι ὡς τὸ Ποσειδῶ κυκεῶ. ἀλλʼ οὐδὲν δυϊκῶν εὐθείας πτώσεως καὶ αἰτιατικῆς εἰς ω περισπᾶται, ὅθεν ὠξύνθησαν μετὰ τὴν ἀποκοπήν. αἱ δὲ τούτων γενικαὶ νῶϊν σφῶϊν προπερισπῶνται. ταύτας δὲ κατὰ συναίρεσιν Ἀττικοὶ προφέρονται μονοσυλλάβως, τοῦ ι γραφομένου μὴ συνεκφωνουμένου ὧν καὶ ἡ περισπωμένη μένει μετὰ τὴν συναίρεσιν οἷον νῷν σφῷν. Αἱ τρίτου προσώπου ὀξύνονται πᾶσαι καὶ ἐγκλίνονται πᾶσαι, αἰτιατικῆς μὲν σφωέ «τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι»; εὐθεῖα γὰρ τούτου οὐκ ἔστι, διότι οὐδεμία ἐστὶν εὐθεῖα ἀντωνυμίας ἐγκλινομένης. γενικῆς καὶ δοτικῆς σφωΐν «καί σφωϊν δὸς ἄγειν»· τόνῳ μὲν μόνῳ τῆς τοῦ δευτέρου διήνεγκεν. ὥστε ὅτε μὲν περὶ Ἀθηνᾶς καὶ Ἥρας Ζεὺς πρὸς τὴν Ἶρίν φησιν, ἐγκλιτικῶς ἀναγινώσκομεν «γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους». τρίτου γὰρ προσώπου. ὅτε δὲ πρὸς αὐτὰς ἡ Ἶρις, ὀρθοτονοῦντες προπερισπῶμεν «γυιώσειν μὲν σφῶϊν ὕφʼ ἅρμασιν ὠκέας ἵππους».
Πληθυντικὴ ἀντωνυμία ἀπαθὴς μὴ κατὰ διάλεκτον ἐκφερομένη, ἀλλὰ κοινῶς καὶ Ἀττικῶς περισπᾶται, ἡμεῖς ὑμεῖς σφεῖς, ἡμῶν ὑμῶν σφῶν, ἡμᾶς ὑμᾶς, ἡμῖν ὑμῖν. σημειώδης κἀνταῦθα ἡ τοῦ τρίτου σφίν καὶ βραχυνομένη καὶ ὀξυνομένη, δέον ἀκολούθως τοῖς τοῦ πρώτου καὶ δευτέρου ἐκτείνεσθαι καὶ περισπᾶσθαι. ἐν ἑνικοῖς ἡ οἷ παραλόγως περιεσπάσθη. οὕτως ἐκ τοῦ ἐναντίου ἡ σφίν πληθυντικὴ συσταλεῖσα ὠξύνθη· ὥστε ἀμοιβὴ τῶν τόνων ἐν αὐταῖς γέγονεν. βαρύνεται δὲ ἡ σφίν ἐν τῇ σφίσιν καὶ δισυλλαβήσασα ἐπεκτείνεται. τὴν σφᾶς οἱ μὲν ὀξύνουσιν, οἱ δὲ περισπῶσι.
Αἱ ἀντωνυμίαι μονοπρόσωποι ὑπὲρ μίαν συλλαβὴν οὖσαι, μὴ ἐπεκτεταμέναι διὰ τοῦ ι, βαρύνονται χωρὶς τῆς αὐτός. αὕτη γὰρ μόνη ὀξύνεται. αἱ δὲ βαρύνονται οὗτος ἐκεῖνος ὅδε. κλίσιν δὲ εἴς τε τὰς πτώσεις καὶ εἰς τὰ γένη καὶ εἰς ἀριθμοὺς αὗται κατὰ τὴν ὀνομάτων ἔχουσιν ἀναλογίαν τῶν οὕτως παρηγμένων, λέγω δὲ τὸ τόσος τοσοῦτος τοσόσδε, τόση τοσαύτη τοσῆδε, τόσον τοσοῦτον τοσόνδε. Αἱ δὲ διὰ τοῦ ι ἐπεκτεταμέναι ὀξύνονται, οὑτοσί, ἐκεινοσί, ὁδί. Αἱ μονοσύλλαβοι κατʼ εὐθεῖαν μὲν καὶ αἰτιατικὴν ὀξύνονται, ὅς, ἕ, μίν, νίν, κατὰ δὲ γενικὴν καὶ δοτικὴν περισπῶνται, οὗ οἷ.
Αἱ δὲ σύνθετοι τῶν ἀντωνυμιῶν τὸν αὐτὸν ταῖς ἁπλαῖς τόνον φυλάττουσιν, ἐμοῦ αὐτοῦ ἐμαυτοῦ, ἐμοὶ αὐτῷ ἐμαυτῷ, ἐμὲ αὐτόν ἐμαυτόν. ὁμοίως ἐπὶ δευτέρου καὶ τρίτου καὶ ἐπὶ θηλυκῶν ὁμοίως. αἱ γὰρ οὐδέτεραι κατὰ γενικὴν καὶ δοτικὴν τῷ ἀρσενικῷ ὁμοφωνοῦσιν, ἡ δὲ αἰτιατικὴ τῶν οὐδετέρων ἐκλέλοιπεν. ἐπεὶ ὁμόφωνοι μὲν ἐν οὐδετέροις ἡ εὐθεῖα καὶ αἰτιατική, οὐδέποτε δὲ εὐθεῖα ἀντωνυμίας συντίθεται, ἔνθεν συνεκλείπει ἡ αἰτιατική. εἰ δὲ ἅπαξ που παρʼ Εὐριπίδῃ εὕρηται τὸ σεαυτό εἶα δή, φίλον ξύλον ἔγειρέ μοι σεαυτό καὶ παρὰ Φιλήμονι τὸ αὐτό, ἀλλʼ οὐ τὸ σπάνιον τοῦ ὅλου κατέστησε κανόνας.
Ἡ ὁ δεῖν περισπᾶται, κλίνεται δὲ τοῦ δεῖνος τῷ δεῖνι, τὸν δεῖνα. ἡ ὁ δεῖνα προπερισπᾶται, κλίνεται δὲ τοῦ δείνατος, τῷ δείνατι. εἰσὶ δὲ κοιναὶ τῶν τριῶν γενῶν.
Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν, ὀνομάτων ἔχουσαι χαρακτῆρα, καὶ τὴν τῶν ὀνομάτων ἀναλογίαν ἔχουσιν. ἡ μὲν οὖν τῶν ἑνικῶν εὐθειῶν ὀξύνεται, ἀπὸ τῆς ἐμοῦ ὁ ἐμός καὶ κατʼ ἀκολουθίαν ταύτης καὶ ἡ αἰτιατικὴ ἐμόν, ἡ δὲ γενικὴ καὶ δοτικὴ περισπᾶται, ἐμοῦ, ἐμῷ. οἱ δὲ ἀριθμοὶ καὶ τὰ γένη ἀκολούθως τονοῦνται, ὡς καὶ τὰ εἰς ος ὀνόματα. ὁμοίως καὶ ἡ σός καὶ ἑός.
Αἱ διὰ τοῦ τερος, αἵτινές εἰσι δυϊκαὶ ἢ καὶ πληθυντικαί, πᾶσαι τρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, δυϊκαὶ μὲν ἀπὸ τῆς νῶϊ νωΐτερος καὶ ἀπὸ τῆς σφῶϊ σφωΐτερος. ἀπὸ γὰρ τῆς τοῦ τρίτου δυϊκῆς οὐ γίνεται κτητικὴ παραγωγή, διότι αἱ μὲν τοῦ τρίτου δυϊκαὶ πᾶσαι ἐγκλίνονται, ἀπὸ δὲ ἐγκλινομένων οὐ γίνεται κτητικὴ ἀντωνυμία. πληθυντικαὶ δὲ ἀπὸ μὲν τῆς ἡμῶν ἡμέτερος καὶ ἀπὸ τῆς ὑμῶν ὑμέτερος καὶ ἀπὸ τῆς σφῶν σφέτερος. ἀπὸ δὲ τῆς ἡμῶν καὶ ὑμῶν ἐγένετο ἐθνικὴ παραγωγή, ἡμεδαπός καὶ ὑμεδαπός, αἵτινες ὠξύνθησαν τῷ χαρακτῆρι τῶν ὁμοίων τοῦ ἀλλοδαπός καὶ παντοδαπός καὶ τηλεδαπός. Περὶ προθέσεως.
Πρόθεσις εἴρηται ἐκ τοῦ πάσης λέξεως ἐθέλειν προτίθεσθαι, λέγω δὲ ὀνομάτων περὶ Ἀριστάρχου, ῥημάτων καταγράφω, μετοχῶν καταγράψας—λέγομεν δὲ ὅτι οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ καταγράφω, καταγράψας, ἀλλὰ μέρος ἐστὶ τοῦ ῥήματος, εἰ καὶ μετὰ προθέσεως ἐγένετο ἡ σύνθεσις. ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος ἐγένετο ἡ σύνθεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις—ἀντωνυμιῶν περὶ ἐμοῦ, ἄρθρων τῶν προτακτικῶν περὶ τοῦ στεφάνου.
Οὐδεμία πρόθεσις διὰ δασέος συμφώνου ἐκφέρεται, ἀλλὰ μόνον τὸ ἀμφί. λέγεται δʼ ἔσθʼ ὅτε καὶ ἀμπί ἐν συνθέσει διὰ τοῦ π καὶ ἴσως ἀναλογώτερον.
Οὐδεμία πρόθεσις μονοσύλλαβος εἰς φωνῆεν λήγει, ἀλλὰ μόνον ἡ πρό.
Οὐδεμία πρόθεσις εἰς διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ.
Αἱ εἰς α λήγουσαι προθέσεις σύμφωνον ἔχουσι πρὸ τοῦ α, ἀλλὰ μόνη ἡ διά τὸ α καθαρεύει.
Οὐδεμία πρόθεσις δισύλλαβος εἰς σύμφωνον καταλήγει, ἀλλὰ μόνη ἡ ὑπέρ.
Αἱ ὑπὲρ μίαν συλλαβὴν προθέσεις εἰς φωνῆεν λήγουσι δίχρονον ὑπεσταλμένης τῆς ἀπό καὶ ὑπό· ἀναλογώτεροι ἄρα οἱ Αἰολεῖς τὴν ὑπό ὕπα λέγοντες, τὴν δὲ ἀπό ἄπυ, ἴσως ἵνα τὸ υ ληκτικὸν γένηται τῆς προθέσεως ὡς τὸ α καὶ ι.
Πᾶσα πρόθεσις εἴτε μονοσύλλαβος εἴτε δισύλλαβος ὀξύνεται—εἰ μὴ κατὰ ἀναστροφὴν παραληφθῶσι· τότε γὰρ βαρύνονται αἱ δισύλλαβοι οἷον «ἄστυ κάτα Ξάνθοιο»—ὅθεν καὶ ἡ ἀπό καὶ ὑπό, μηδεμιᾶς ληγούσης λέξεως εἰς ο ὀξυνομένης, διὰ τὸ εἶναι προθέσεις ὠξύνθησαν· διὸ σημειούμεθα τὴν αὐτό ἀντωνυμίαν, ὅτι ὠξύνθη διὰ τὴν αὐτός ἀρσενικήν. διὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐγένετο, ὅτι ἡ ὑπέρ πάλιν ὠξύνθη καὶ ταῦτα μηδεμιᾶς λέξεως εἰς ερ ληγούσης μετὰ βραχείας καὶ ὀξυνομένης. καὶ διὰ τοῦτο καὶ τὸν αὐτάρ σύνδεσμον τῷ λόγῳ τῶν συμπλεκτικῶν πάλιν ὠξύνομεν, ἐπειδὴ πᾶς σύνδεσμος συμπλεκτικὸς ὀξύνεται χωρὶς τοῦ ἤτοι.
Εἰσὶ δὲ προθέσεις δέκα καὶ ὀκτώ. τούτων αἱ μὲν ὀρθοτονούμεναι δέκα, ἀνά, διά, ἀμφί, ἀντί, σύν, ἐξ, εἰς, ἐν, πρός, πρό. ἐγκλινόμεναι δὲ καὶ ἀναστρεφόμεναι ὀκτώ, κατά, μετά, παρά, περί, ἀπό, ἐπί, ὑπό, ὑπέρ.
Καθόλου δὲ αἱ ἀναστρεφόμεναι δισύλλαβοί τε εἶναι θέλουσι καὶ δίχρονοι· ὅθεν τριχρονοῦσαι ἡ ἀντί καὶ ἀμφί οὐκ ἀναστρέφονται, οὐδὲ αἱ τῷ ι πλεονάζουσαι, καταί, παραί, ὑπαί, ὑπείρ. σημειούμεθα τὴν διά χώραν ἔχουσαν ἀναστροφῆς καὶ μὴ ἀναστρεφομένην διὰ τὴν πρὸς τὸν Δία «Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος» συνέμπτωσιν καὶ τὴν ἀνά μὴ ἀναστρεφομένην, ἵνα μὴ σημαίνῃ τὸν ἄνακτα ὡς ἐν τῷ «Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ» ἢ τὸ ῥῆμα «ἀλλʼ ἄνα, εἰ μέμονάς γε». ἡ δὲ ἐν πλεονάσασα τῷ ι ἀνεστράφη «ᾧ ἔνι κούρη κοιμᾶτο». καὶ τὰς μονοσυλλάβους δὲ ἐὰν ἐπὶ τέλει ὦσι στίχου, ἀναστρέφουσιν οἷον «ἐλθὼν δʼ ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν»· ῥώννυται γὰρ ὁ τόνος τῆς σύν προθέσεως, ἵνα νοῆται ἡ ἀναστροφή. τοιοῦτό ἐστι καὶ τὸ «οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ».
Αἱ ὀρθοτονούμεναι.
Ἡ ἀνά ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτιατικῇ «ἀνὰ στρατόν». κατὰ δὲ Ἀττικοὺς καὶ Ἴωνας δοτικῇ «χρυσέῳ ἀνὰ σκήπτρῳ» ἀντὶ τῆς σύν.
Ἡ διά ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ καὶ αἰτιατικῇ «διὰ προμάχων» «διὰ δρυμὰ πυκνά».
Ἡ ἀμφί ὀρθοτονουμένη οἰκείαις πτώσεσι γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἀντί ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ.
Ἡ σύν καὶ ξύν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δοτικῇ.
Ἡ ἐξ καὶ ἐκ ὀρθοτονουμένη οἰκείᾳ πτώσει γενικῇ.
Ἡ εἰς καὶ ἐς ὀρθοτονουμένη οἰκείᾳ πτώσει αἰτιατικῇ καὶ γενικῇ Ἀττικῶς.
Ἡ ἐν ὀρθοτονουμένη οἰκείᾳ πτώσει δοτικῇ καὶ γενικῇ Ἀττικῶς.
Ἡ πρός ὀρθοτονουμένη γενικῇ καὶ δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ πρό ὀρθοτονουμένη γενικῇ. Αἱ δὲ ἐγκλινόμεναι καὶ ἀναστρεφόμεναι αἷδε.
Ἡ κατά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ.
Ἡ μετά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ. τὸ δὲ «μετά σφισιν» ἀντὶ τοῦ ἐν.
Ἡ παρά ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῆ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ περί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἐπί ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, καὶ δοτικῇ καὶ αἰτιατικῇ συντάσσεται.
Ἡ ὑπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ, δοτικῇ καὶ αἰτιατικῇ.
Ἡ ἀπό ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ.
Ἡ ὑπέρ ἐγκλινομένη καὶ ἀναστρεφομένη γενικῇ καὶ αἰτιατικῇ.
Ὅταν πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν «νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο—ἤσθιον».
Ἐὰν μεταξὺ πέσωσιν ὀνόματος καὶ ῥήματος ἢ μετοχῆς, πρὸς διάφορον σημασίαν ἢ ἀναστρέφονται ἢ οὔ, οἷον «Ἰθάκην κατακοιρανέουσιν»· εἰ μὲν πρὸς τὴν Ἰθάκην συντάττοις τὴν κατά, ἵνα τοπικὴν δηλώσῃς σχέσιν κατὰ Ἰθάκην, ἀναστρέψεις τὴν πρόθεσιν· εἰ δὲ πρὸς τὸ κοιρανέουσιν, ἵνα πλείονα ἔμφασιν δηλώσῃς τῆς τῶν μνηστήρων ἐπικρατείας, ὅπερ καὶ μᾶλλον δοκεῖ, ὀρθοτονήσεις τὴν πρόθεσιν. τὸ αὐτὸ καὶ ἐν τῷ «εὗρε δὲ Πατρόκλῳ περικείμενον»· εἰ γὰρ περὶ τῷ Πατρόκλῳ κείμενον, καὶ ἀναστραφήσεται ὁ τόνος· εἰ δὲ τῷ Πατρόκλῳ περικείμενον, ἵνα ᾖ οἷον περικεχυμένον αὐτῷ, ὀρθοτονηθήσεται, ἔμφασιν γὰρ πλείονα δηλοῖ.
Εἰ δὲ μεταξὺ πέσῃ δύο ὀνομάτων ἡ πρόθεσις, τοῦ μὲν κυρίου ὄντος, τοῦ δὲ προσηγορικοῦ, ἢ ἐπιθετικοῦ καὶ προσηγορικοῦ, ἐν πᾶσι τούτοις ἀναστρέφειν δεῖ τὴν πρόθεσιν, ἵνα τῆς ὅλης συντάξεως προηγήσηται· «ποταμοῦ ἄπο Σελλήεντος» ἀπὸ τοῦ ποταμοῦ. «Ξάνθῳ ἔπι δινήεντι» ἐπὶ τῷ δινήεντι ποταμῷ· «μάχῃ ἔνι κυδιανείρῃ» ἐν τῇ κυδιανείρῃ μάχῃ.
Ὁμοίως καὶ ἐὰν μεταξὺ δύο κυρίων ᾖ ἢ δύο προσηγορικῶν, ἀναστρέφεται, συνδέσμου συμπαραλαμβανομένου μετὰ τὴν πρόθεσιν· «νηῶν ἄπο καὶ κλισιάων», «Ἀγαμέμνονος πέρι καὶ Ἀχιλῆος», ἵνα πάλιν προηγῆται ἡ πρόθεσις· εἰ δὲ μὴ μεταξὺ εἴη, ὑποταγείη δὲ τούτῳ, οὗπερ ἔδει αὐτὴν προηγεῖσθαι, μηδενὸς λόγου μεταξὺ πίπτοντος, πάλιν ἀναστρέφεται «ᾧ ἔπι πόλλʼ ἐμόγησα»· τὸ γὰρ ἑξῆς ἐστιν ἐφʼ ᾧ πόλλʼ ἐμόγησα. «θεῶν ἄπο μήδεα εἰδώς» ἀπὸ θεῶν εἰδὼς μήδεα. εἰ δὲ μεταξὺ τῆς προθέσεως καὶ τοῦ προσηγορικοῦ ὀνόματος ἢ ῥήματος, πρὸς ὃ τὴν σύνταξιν ἔχει ἡ πρόθεσις, ἕτερον μέρος λόγου πέσῃ, ὡς ἐπὶ τοῦ «τῷ δʼ ἐπὶ Τυδείδης ἦλθε κρατερὸς Διομήδης»· ἔστι γὰρ τὸ ἑξῆς ἐπὶ τούτῳ δὲ ὁ Τυδείδης ἦλθε· οὐκ ἀναστρέφεται ἡ πρόθεσις διὰ τὸ μεσοσυλλαβῆσαι τὸν δέ. τοιοῦτό ἐστι καὶ τὸ «ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος».
Εἰ μέντοι ἐν τέλει στίχου εἴη ἢ ἁπλῶς ἐν τέλει ὀνόματος, μεθʼ ἣν τίθεται στιγμή, ἀναστρέφεται πάντως οἷόν ἐστι «τῶν πάντων δʼ ἔπτυσε πουλὺ κάτα». ἀναστρέφομεν γὰρ τὴν πρόθεσιν, τοῦ ἑξῆς ὄντος κατέπτυσε, κἂν μεσοσυλλαβήσῃ τινὰ μόρια. διὸ σημειοῦνται τὴν παρὰ τῷ Πλάτωνι ἀνάγνωσιν «ἀρετῆς δʼ αὖ πέρι», διότι ἀνεστράφη ἡ πρόθεσις, μεσοσυλλαβοῦντος τοῦ δέ συνδέσμου καὶ τοῦ αὖ. τὸ γὰρ ἑξῆς ἐστι περὶ ἀρετῆς δʼ αὖ.
Ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται οἷον «οἱ περὶ μὲν βουλήν»· ἡ περί γὰρ ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ.
Ὅταν παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐναλλαγὴν ὡς ἐν τῷ «τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν» βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ.
Καὶ πᾶσα δὲ πρόθεσις ῥῆμα σημαίνουσα βαρύνεται «ἔνθʼ ἔνι μὲν φιλότης» «πάρα δʼ ἀνήρ, ὃς καταθήσει».
Αἱ συναληλιμμέναι οὐκ ἀναστρέφονται, εἰ μὴ στιγμῆς ἐπιφέροιτο ἀνάπαυσις ἢ κινδυνεύοι τὸ σημαινόμενον λυμαίνεσθαι «τῇσι παρʼ εἰνάετες»· τὸ γὰρ ἑξῆς παρὰ τῇσι· «νῆας ἐπʼ ἐσσεύοντο» ἐπὶ τὰς νῆας· οὐκ ἀναστρέφονται οὖν διὰ τὴν συναλοιφήν· ἐν μέντοι τῷ «ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθινύθουσι νομῆες» ἀναστρέφεται ἡ κατά, διότι μετʼ αὐτὴν κεῖται στιγμή. καὶ ἐν τῷ «στεῦτο γὰρ Ἡφαίστοιο παρʼ οἰσέμεν» τὴν παρά ἀναστρέφουσιν, ἵνα ᾖ παρὰ τοῦ Ἡφαίστου οἰσέμεν καὶ μὴ νομίζηται τοῦ Ἡφαίστου ὅπλα παροισέμεν. ΠΕΡΙ ΤΟΝΟΥ ΤΩΝ ΕΠΙΡΡΗΜΑΤΩΝ ΚΑΙ ΣΥΝΔΕΣΜΩΝ. ΒΙΒΛΙΟΝ ιθʹ. Περὶ ἐπιρρημάτων.
Τῶν ἐπιρρημάτων τὰ μὲν ἀπὸ πτωτικῶν σύνταξιν ἐπιρρηματικὴν μετῆλθον, τὰ δὲ θεματικά εἰσιν.
Τὰ ἐπιρρήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνεται. πολλὰ μὲν οὖν ἐπιρρήματα ὁμοφωνοῦσι τῇ εὐθείᾳ τῶν ἑνικῶν οὐδετέρων «ψεύσομαι ἢ ἔτυμον ἐρέω», «ἠὲ νέον μεθέπεις», «νέον δʼ ἀπέληγεν ἐδωδῆς», «οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι», «Ἕκτωρ δʼ ἐχάρη μέγα μῦθον ἀκούσας», «οὐ μὲν καλὸν ἀτέμβειν», «δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ», «ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον»· δύναται δὲ ταῦτα καὶ κατὰ διάλυσιν ἀναγινώσκεσθαι ὁμοίως τῷ «μὴ καὶ ὑπὲρ μοῖραν Ἄϊδος». πολλὰ δὲ καὶ τῇ εὐθείᾳ τῶν πληθυντικῶν οὐδετέρων «ἤ μευ καλὰ πατὴρ ὣς κήδεαι», «οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο», «δεῖξʼ ἐνδέξια πᾶσιν», «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη», «πυκνὰ μάλα στενάχοντα», «πύκα ποιητοῖο» μὴ φυλάξαν τὴν φωνὴν τοῦ ὀνόματος, ἀλλὰ ἀποβολῇ τοῦ ν πεποιηκὸς βαρύτονον· ὠκέα ὦκα, σαφέα σάφα, κρατέα κράτα καὶ ἐν ὑπερθέσει κάρτα, ἀντία οἷον «ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα» καὶ ἄντα, καὶ τούτων ἀνεβιβάσθη ὁ τόνος μετὰ τὴν ὑπεξαίρεσιν τοῦ ε ἢ τοῦ ι. τὸ δὲ θαμά ὀξότονον ἀπὸ θαμός ὀξυτόνου. «καλλιγραφεῖς καὶ ταχύτατα διαλέγῃ». ἀπὸ τοῦ ἐτεόν ὀξυτόνου «ἀλλʼ ἐτεὸν μὲν ἐοικότες» καὶ ἐτεά. καὶ ἀπὸ τοῦ ἐτός πάλιν ὀξυτόνου ἐτά ὀξυτόνως, ὡς «ἐτὰ Τημενίδεω χρύσεον γένος» καὶ ἐπὶ πάντων ὁμοίως.
Τὰ εἰς η μετὰ τοῦ ι, εἰ ἀπὸ δοτικῶν εἴη μηδὲ θαυμαστικά, ἢ βαρύνεται ἢ περισπᾶται, οὐδέποτε δὲ ὀξύνεται. περισπᾶται μὲν διπλῇ καὶ τριπλῇ, πεζῇ, πῇ, ὁμαρτῇ καὶ ἁμαρτῇ, κομιδῇ, διχῇ, τριχῇ, τετραχῇ, ἀλλαχῇ, μοναχῇ, ἡσυχῇ, ὁμῇ, σιωπῇ, ἐνωπῇ. βαρύνεται δὲ πάντῃ, ἄλλῃ, ταύτῃ· τοιοῦτόν ἐστι καὶ τὸ ἀμηγέπῃ παρʼ Ἀττικοῖς. τὸ ἤδη τῶν βαρυτονουμένων χωρὶς τοῦ ι γράφεται καὶ τὸ νῦν δή, ὅτε σημαίνει τὸ πρὸ ὀλίγου «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος», ἐστὶ σύνθετον ὡς καὶ τὸ δηλαδή ὀξυνόμενον. τὸ δὲ μή ἀπαγορευτικὸν καὶ νή καὶ ἥ ἀντὶ τοῦ ὡς καὶ φή «φὴ νέος οὐκ ἀπάλαμνος» χωρὶς τοῦ ι γράφεται καὶ ὀξύνεται. καὶ τὰ καθαρεύοντα μὴ δηλοῦντα χρόνον ὀξύνεται οἷον ἰή ὠή ἰωή. ὥστε λοιπὸν εἴ τι εἰς η λήγει καὶ ἐπὶ τέλει τὸν τόνον ἔχει, τοῦτο καὶ περισπᾶται καὶ τὸ ι ἔχει προσγεγραμμένον.
Καὶ τὸ ἰδίᾳ δὲ καὶ δημοσίᾳ ἀπὸ δοτικῆς γέγονε· καὶ τὸ κατωκάρᾳ παρʼ Ἀθηναίοις «κατωκάρᾳ ῥίψας με βουκολήσεται» ἐπίρρημά ἐστι σύνθετον καὶ σὺν τῷ ι γράφεται. τὸ ἁμᾷ οἱ Δωριεῖς περισπῶσι καὶ τὸ παντᾷ ὥσπερ καὶ τὸ κρυφᾷ παρὰ Πινδάρῳ· τοιοῦτον δέ ἐστι καὶ τὸ ἁμᾷ ἀπὸ τοῦ ἁμῇ γινόμενον. ζητεῖται δὲ ἐν τῷ περισπωμένῳ ἁμᾷ, εἰ προστεθήσεται τὸ ι.
Ἔστι δέ τινα καὶ παρʼ αἰτιατικῆς γεγονότα, οἷον τὸ πέραν καὶ πέρην «ἀλλʼ ὅσοι ναίουσι πέρην» καὶ μετὰ προθέσεως «ἀντιπέραν λεύσσουσα πυρὸς σέλας» καὶ ἀπὸ δοτικῆς «ἐπίσχες αὐτοῦ, μὴ πέρᾳ προβῇς λόγου» Κρατῖνος ἐν Εὐνείδαις. καὶ τὸ πρῴην δὲ παρʼ αἰτιατικὴν σχηματίζουσι—ἐκ τῆς πρό προθέσεως γέγονε προΐα, ἐξ οὗ καὶ ἡ αἰτιατικὴ προΐαν καὶ ἐκτάσει τοῦ ο εἰς ω πρωΐαν καὶ Ἰωνικῶς πρωΐην καὶ κατὰ συναίρεσιν τοῦ ω καὶ τοῦ ι εἰς τὴν ω δίφθογγον πρῴην— «τῇδε πρῴαν» καὶ τὸ «ἀκὴν ἐγένοντο σιωπῇ» καὶ «ἀκμήν τοι βρύα τῆμος ἐπὶ στήθεσσι κέχυνται». ὡς παρὰ ἀεικές ὄνομα ὀξύτονον ἐπίρρημα τὸ «οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης τεθνάμεν καὶ τὸ “ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ καὶ τὸ «ὗε δʼ ἄρα Ζεὺς συνεχές» ἀτρεκές, διαμπερές, οὕτως ἔδει καὶ παρὰ τὸ ἀληθές ὄνομα τὸ ἐπίρρημα ὀξύνεσθαι. ἀλλὰ καὶ παρʼ Ἀθηναίοις διαστολῆς ἔτυχεν καὶ ἐπὶ μὲν τοῦ ὀνόματος ὀξύνεται, ἐπὶ δὲ τοῦ ἐπιρρήματος βαρύνεται· «ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεᾶς;» Ἀριστοφάνης Βατράχοις καὶ ἐν Νεφέλαις «τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστός τις ἄν; ἄληθες; ὅσα περ ἔστʼ ἐν ἀνθρώποις σοφά». τοιοῦτό ἐστι καὶ τὸ ἐπιτηδές ὀξυνόμενον, ἐπιρρηματικῶς προπαροξυνόμενον. καὶ τὸ αὐτοετές ὁμοίως. καὶ τὸ χάριεν δὲ παρʼ αὐτοῖς προπαροξυνόμενον, ὅτε καὶ ἐπιρρηματικῶς λέγεται· ὄνομα δὲ ὂν παροξύνεται. καὶ τὸ σφόδρα βαρύνεται ἐπίρρημα ὄν, καὶ τὸ ἠρέμα παροξύνεται, ἐπίρρημα ὄν, δέον προπαροξύνεσθαι ὡς τὸ ἥσυχα, πλὴν εἰ μὴ παρὰ τὸ ἠρεμῶ γέγονεν ὡς ἀτρεμῶ ἀτρέμα, σιγῶ σῖγα, ἀντῶ ἄντα· τό τε ἡσυχῇ περισπᾶται παραλόγως, εἰ μὴ συνεξέδραμε τοῖς εἰς χῃ ἐπιρρήμασι περισπωμένοις, τριχῇ, τετραχῇ, πενταχῇ. καὶ τὸ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου. ἔστι τινὰ σύνθετα ἀναβιβάζοντα τὸν τόνον ὡς τὸ παντάπασι, πάμπαν. τὰ παρὰ τὸ ἦμαρ συντιθέμενα φυλάττει τοῦ ἁπλοῦ τὸν τόνον, αὐτῆμαρ, ἐννῆμαρ, ἑξῆμαρ, ποσσῆμαρ. τὰ μὲν οὖν ἐξ ὀνομάτων γενόμενα ἐπιρρήματα τοιαῦτά ἐστι. λοιπὸν καὶ περὶ τῶν θεματικῶν λεκτέον.
Πᾶν μονοσύλλαβον ἐπίρρημα, εἰ μὲν ἔχει φύσει βραχεῖαν, δῆλον ὡς ὀξύνεται, πάξ, μάψ, λάξ, χθές, ἄψ, δάξ παρὰ τὸ δήκω, ὅπερ καὶ ὀδάξ λέγεται, μίξ, πύξ, πρίν, δίς, τρίς, ψό παρὰ τῷ Σοφοκλεῖ ἐν ποιμέσι μόνον εἰς ο λῆγον ἐπίρρημα, καὶ εἴτι ὅμοιον. Τούτοις ὁμοίως ὀξύνεται καὶ τὰ ἐπιτατικὰ καὶ στερητικὰ μόρια, ζά, δά, δύς, νό, νέ, νή, ἐρί, ἀρί, ἃ οὐδέποτε καθʼ αὑτὰ λέγονται, ἀλλʼ ἐν συνθέσει. τῶν δὲ μακρὰν ἐχόντων φύσει τὰ μὲν περισπᾶται, τὰ δὲ ὀξύνεται. τὰ πυσματικὰ περισπᾶται, πῇ, ποῦ, πῶς. ταῦτα δὲ ἀοριστούμενα ἐγκλίνεται· οὔ πως ἐστʼ Ἀγέλαε”, “ἀλλά που ἄλλῃ”, “οὐ γάρ πω τοιούτους ἴδον”. τὸ δὲ πῶ συντασσόμενον τῇ οὐ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον οὔπω ἔφαγον, οὔπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. ἀνταποδοτικὰ δὲ ταῦτα γινόμενα μεταβάλλει τὸν τόνον, ὅπως, ὅπῃ, ὅποι, ὅπου. ἐκ δὲ τοῦ πω καὶ τοῦ μάλα τὸ πώμαλα προπαροξύνουσιν Ἀθηναῖοι καὶ ἔτι τὸ πώποτε ἐκ τοῦ πω καὶ τοῦ ποτέ. τὸ δὲ πῶς ποτε περισπᾶται.
Τὰ ἔχοντα δίχρονον ἐκτεταμένον περισπᾶται, “ἆ δειλὲ πάντων” “ἆ γῆρας” καὶ τὸ βᾶ ἐν τῇ συνηθείᾳ παρὰ ἀρχαίοις ἔκπληξιν δηλοῦν, καὶ νῦν χρονικόν, γρῦ, μῦ, κρῖ καὶ εἴ τι ὅμοιον. ὁπότε δὲ συστέλλεται, ὀξύνεται, μά, μύ τὸ θρηνητικόν. τὸ δὲ αἴ ὀξύνεται ὡς ἔχον τὸ ι.
Τὰ μέντοι τὸ η ἔχοντα μονοσύλλαβα μὴ προσκειμένου τοῦ ι ὀξύνεται ὡς καὶ ἤδη εἶπον, νή, μή, πλήν καὶ τὸ δήν καὶ τὸ ἥ ἰσοδυναμοῦν τῷ ὡς “ἣ θέμις ἐστί”, φή ἀντὶ τοῦ καθάπερ “φὴ νέος οὐκ ἀπάλαμνος”. τὸ δὲ ᾗ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ καθά τοῦ ι προσκειμένου περισπᾶται ὡς καὶ τὸ πῇ τὸ ἐρωτηματικὸν καὶ αὐτὸ σὺν τῷ ι καὶ τὸ κῇ ἀντὶ τοῦ ἐκεῖ τροπῇ τῆς ει διφθόγγου εἰς ῃ Αἰολικῶς καὶ βῆ μίμημα φωνῆς ἀλόγου ἰσοδυναμοῦν τῷ βληχᾶσθαι.
Τὰ ἔχοντα τὸ ω ὀξύνεται καὶ περισπᾶται· τὸ τώς ἀνταποδοτικόν “τὼς δέ σʼ ἀπεχθήρω”. τὸ τώ, ὅτε τὸ διό σημαίνει “τὼ οὐκ ἂν βασιλῆας”. τὸ ὥς ἀεὶ ὀξύνεται, κἂν ἐν ἀρχῇ κἂν ἐν μέσῳ κἂν ἐν τέλει ᾖ, πλὴν μόνον ὅτε σημαίνει τὸ οὕτως, ὁπότε γε ὑποτάσσοιτο συνδέσμῳ, ὡς Ἀρίσταρχος καὶ Τυραννίων, ἢ ὡς ἐγὼ ἡγοῦμαι τὸ ὅμως. τότε γὰρ περισπᾶται. ὀξύνεται μὲν ἐν ἀρχῇ οὕτως “ὣς δὲ λέων ἐχάρη κοιμιζομένης ἐν τούτῳ τῆς ὀξείας διὰ τὸ μὴ εἶναι τὸ δέ ἐγκλιτικόν. καὶ ἐν μέσῳ «ὣς ἀεὶ τὸν ὁμοῖον ἄγει ὣς τὸν ὁμοῖον» «τὼς δέ σʼ ἀπεχθήρω, ὣς νῦν ἔκπαγλα φίλησα» καὶ ἐν τέλει «Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὥς». τοῦ δὲ περισπωμένου, ὅτε δηλοῖ τὸ ὅμως «ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν, εἰ τόγʼ ἄμεινον» «ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισιν—καὶ πεζός περ ἐών, ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη», τὸ μὲν πρότερον ὧς περισπωμένως, τὸ δὲ ἕτερον κατʼ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν, ἐπεὶ οὕτως ἦγε τὸ νεῖκος Ἀθήνη. «ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι» «ἐμὲ δʼ οὐδʼ ὧς θυμὸς ἀνῆκεν».
Καὶ τὸ ὦ κλητικὸν περισπᾶται «ὦ ἄνθρωπε». ὅτε δὲ σχετλιαστικόν, ὀξύνεται «ὢ τί σʼ εἴπω» καὶ ὅτε προσγράφεται αὐτῷ τὸ ι καὶ ταὐτὸν σημαίνει τῷ ὥσπερ «ἀλλʼ ἔχον ᾥτε τάλαντα γυνὴ χερνῆτις ἀληθής» καὶ ᾥπερ· γίνεται δὲ οὕτως· ὡσείτε καὶ ὡσείπερ καὶ ἀποβολῇ τοῦ σ καὶ κράσει τοῦ ω καὶ ε εἰς τὴν ῳ δίφθογγον διὰ τὴν τοῦ ι συναίρεσιν ᾥτε καὶ ᾥπερ.
Τὸ μέντοι πρῴ μονοσύλλαβον παρʼ Ἀττικοῖς ὀξύνεται, ἐπεὶ ἐκ τοῦ πρωΐ δισυλλάβου ὀξυνομένου κατὰ συναίρεσιν γέγονε. τὸ δὲ πρῷν περισπᾶται «οὐ πρῷν μὲν ἡμῖν ὁ τραγῳδὸς ἤγειρεν», ἐπεὶ ἐκ τοῦ πρῶϊν.
Τὰ ἔχοντα τὴν οι δίφθογγον ἢ τὴν ει περισπᾶται. Ἀριστοφάνης ἐν Βατράχοις «ἵζω ʼπὶ κώπην, οἷπερ ἐκέλευσάς με σύ». ποῖ, εἷ «εἷ τὰ τῶν χοιραγχᾶν». Σώφρων. «πεῖ γὰρ ἁ ἄσφαλτος». κεῖ παρὰ Ἀρχιλόχῳ. ὅτε δὲ ἐπίρρημά ἐστιν εὐκτικόν, τὸ εἴ ὀξύνεται ὁμοίως τῷ συνδέσμῳ «εἴγʼ ὤφελες». τὸ γὰρ στοιχεῖον περισπᾶται. καὶ τὸ φνεί παρʼ Ἀριστοφάνει· ἔστι δὲ μίμημα φωνῆς ὀρνέου. καὶ πάντα ὅσα εἰς τὴν διὰ τοῦ υ δίφθογγον περισπᾶται, εὖ, φεῦ, ποῦ, οὗ τὸ δασυνόμενον. κἂν ὑπὲρ μίαν συλλαβὴν εἴη, ὁμοίως περισπᾶται πλὴν τῶν ἀναφορικῶν, αὐτοῦ, τηλοῦ, ἀγχοῦ, πανταχοῦ, ἀλλαχοῦ, ὁμοῦ καὶ τὰ λοιπὰ πάντα. σημειωτέον ἰδού ἰού καὶ οὐ ἀρνητικόν. ταῦτα γὰρ ὀξύνεται. τὰ δὲ ἀναφορικὰ βαρύνεται, ὅπου, ὅκου. καὶ τὸ βαύ κατὰ μίμησιν κυνὸς ὀξύνεται «βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς». ἐξ οὗ καὶ τὸ βαύζω ῥῆμα.
Τὰ τὴν αι δίφθογγον ἔχοντα ὀξύνεται, οἷον αἴ τάλας καὶ αἴ τὸ εὐκτικόν, ὅπερ ἀπὸ τοῦ εἴ γέγονε Δωρικῇ τροπῇ τοῦ ε εἰς α ὡς κύπειρον κύπαιρον, καὶ τὸ ναί συγκαταθέσεως.
Ταῦτά ἐστι μονοσύλλαβα.
Οὐδὲν τῶν ὑπὲρ μίαν συλλαβὴν εἰς α ληγόντων ἐπιρρημάτων περισπᾶται, ἀλλὰ ὀξύνεται, ὡς τὸ ἀναφανδά, τριχθά, δηθά ἢ βαρύνεται ὡς τὸ αἶψα, ἤλιθα, αὐτίκα.
Τὰ εἰς α δισύλλαβα, ὑπεσταλμένων τῶν εἰς δα καὶ θα, βαρύνεσθαι θέλει, ῥέα ῥεῖα, σάφα, μίγα, ὅπερ μίγδα λέγεται, ἅμα, κάρτα, τέττα, ἔμπα, ὅπερ καὶ σύνδεσμός ἐστιν, αἶψα, ὦκα, ἦκα, οἷα ἀντὶ τοῦ καθά, εἷα τὸ παρακελευστικὸν ἐπίρρημα, ὄκκα τὸ ὅτε παρʼ Ἀλκμᾶνι. καὶ τὸ τρόπα δὲ ὀφείλει βαρύνεσθαι, ἔστι δὲ παιδιά· τινὲς δὲ ὤξυναν. συντιθέμενα δὲ δισύλλαβα προπαροξύνεται, ἄναντα, πάραντα. τὰ εἰς δα ἐπὶ παιδιᾶς κείμενα, παραληγόμενα τῷ ι καὶ ν παροξύνεται, βασιλίνδα, χυτρίνδα, φαινίνδα, ὀστρακίνδα, μυΐνδα ἀπὸ τοῦ μύειν τοὺς ὀφθαλμοὺς καὶ ἐρωτώμενον λέγειν τίνα τάδε καὶ πόσα τάδε, ἔστʼ ἂν ἐπιτύχῃ, δραπετίνδα, ποσίνδα, ἐπαιτίνδα, ξιφίνδα, δαληκίνδα, φυγίνδα. τὸ σκαπέρδα ἐπὶ παιδιᾶς μὲν κεῖται, ὄνομα δέ ἐστι καὶ οὐκ ἐπίρρημα. τὰ δὲ λοιπὰ τῶν εἰς δα ὀξύνεται, χωρὶς εἰ μὴ πρὸ τοῦ δ ἕν τι τῶν μέσων, ἀναφανδά, καναχηδά, παμπηδά, ἀποκριδά. τὸ δὲ κρύβδα καὶ μίγδα πρὸ τοῦ δα μέσον ἔχουσι τὸ β καὶ γ. τὸ χύδα οἱ μὲν ὤξυναν, οἱ δὲ ἐβάρυναν, ὅπερ καὶ ἐπεκράτησεν. τὰ εἰς θα, εἰ μὲν πρὸ τοῦ θ τὸ χ, ὀξύνεται, τριχθά, τετραχθά. εἰ δὲ μὴ ἔχῃ, βαρύνεται, ὑπὲρ δύο συλλαβὰς ὄντα προπαροξύνεται, ὑπεσταλμένου τοῦ ἐνταῦθα προπερισπωμένου, ἔνθα, πρόσθα, πάροιθα, ἄτερθα, ὄπισθα, ὔπισθα, ἤλιθα, ὕπαιθα «ὁ δʼ ὕπαιθα λιάσθη», μίνυνθα. τὰ εἰς χα λήγοντα ἐπὶ ποσότητος βαρύνεται, δίχα «δίχα δέ σφιν ἥνδανε βουλή», τρίχα· τὸ «διὰ τρίχα κοσμηθέντες» οὐ σύνθετον. ἔμελλε γὰρ προπαροξύνεσθαι ὡς διάνδιχα, ἀλλʼ ἔστι τὸ ἑξῆς διακοσμηθέντες τρίχα. τὰ γὰρ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, τέτραχα, πένταχα, ἕξαχα. τὰ διὰ τοῦ δεια δίφθογγον ἔχοντα ὑπὲρ δύο συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, διχάδεια, τροπάδεια, ἐγκρικάδεια, καταλοφάδεια «βῆν δὲ καταλοφάδεια φέρων», κρυφάδεια. τὰ εἰς α λήγοντα, ὅτε δικαταληκτοῦντα καὶ εἰς σύμφωνον λήγει, πρὸ μιᾶς ἔχει τὸν τόνον, ἀτρέμα καὶ ἀτρέμας, ἠρέμα καὶ ἠρέμας, ὑπόδρα καὶ ὑποδράξ λέγεται, χωρὶς δὲ τοῦ ξ παροξύνεται. καὶ τὰ εἰς κα τῷ ι παραληγόμενα πρὸ μιᾶς ἔχει τὸν τόνον, κἂν ἁπλᾶ ᾖ κἂν σύνθετα, αὐτίκα, παραυτίκα, ἡνίκα, πηνίκα, ὁπηνίκα.
Τὰ εἰς τε λήγοντα ὑπὲρ δύο συλλαβὰς πάντα προπαροξύνεται, ἄλλοτε, ἐνίοτε, ἑκάστοτε, ἔκτοτε. μόνον τὸ ἠΰτε πρὸ μιᾶς ἔχει τὸν τόνον· τὸ δὲ αἴτιον, ὅτι μόνον τῷ υ παραλήγεται, τὰ γὰρ ἄλλα ο. τὰ δὲ δισύλλαβα μὴ ἔχοντα τὸ τ πρὸ τοῦ ε καὶ αὐτὰ βαρύνεται, ὑπεσταλμένων ὀλίγων, τῆλε, πόσε, κεῖσε, ὧδε, βάλε. τὸ δὲ εἴθε καὶ αἴθε βαρύνεται μέν, οὐ περισπᾶται δὲ ὡς τὸ τῆλε καὶ ὧδε, ἀλλὰ παροξύνεται, ὅτι περιττή ἐστιν ἡ θε συλλαβή. τὸ μέντοι ὀψέ ὀξύνεται· ἔστι δὲ μόνον εἰς ψε λῆγον ἐπίρρημα, ὅπερ ἐν συνθέσει φιλεῖ τρέπειν τὸ ε εἰς ι· διὸ τὸ «ὀψὲ δύων» ἐν δυσὶ μέρεσι λόγου· εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων ὡς ὀψιμαθής, ὀψιτέλεστον. οὕτως δὲ καὶ τὸ «ὀψὲ δύοντα Βοώτην». ἤδη μέντοι Αἰολεῖς καὶ ἐν ἁπλῇ προφορᾷ διὰ τοῦ ι αὐτὸ ἀποφαίνονται «ὄψι γὰρ ἄρξατο». καὶ τὸ αἰέ ὀξύνεται, ὃ χωρὶς τοῦ ν καὶ μετὰ τοῦ ν λέγεται. δωδεκαχῶς δὲ λέγεται ἀεί τὸ ἐπίρρημα. αἰεί αἰέν παρὰ Δωριεῦσιν· παρὰ δὲ Ἀττικοῖς κατὰ συστολὴν τοῦ α ἀεί. ἀλλὰ καὶ κατʼ ἔκτασιν τοῦ α ἀεί. παρὰ δὲ Αἰολεῦσιν τῆς ἀρχούσης ἐχούσης τὴν αι δίφθογγον, τοῦ δὲ τέλους τὸ ι συστελλόμενον βαρυτόνως αἶι· λέγεται δὲ παρʼ αὐτοῖς καὶ σὺν τῷ ν αἶιν. γίνεται δὲ παρʼ αὐτοῖς καὶ κατὰ συστολὴν τῆς ἀρχούσης ἄϊν καὶ ἀποβολῇ τοῦ ν ἄϊ βαρυτόνως. Λάκωνες δὲ αἰές φασίν. λέγεται δὲ καὶ αἰέ δίχα τοῦ ν καὶ τοῦ ς διὰ τῆς αι διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ ε κατὰ τὸ τέλος. Βοιωτοὶ δὲ ἠΐ διὰ τοῦ η καὶ μακροῦ τοῦ ι κατὰ τὴν λήγουσαν· λέγεται δὲ καὶ αἰή διὰ τοῦ η παρὰ Ταραντίνοις φυλαττομένης τῆς κατʼ ἀρχὴν αι διφθόγγου τροπῇ τῆς ει διφθόγγου εἰς η. —τὰ δὲ ἔχοντα τὸ τ, πυσματικὰ μὲν ὄντα ἢ ἀνταποδοτικὰ ἢ ἀναφορικά, βαρύνεται, πότε, τότε, ὅτε, εὖτε, ὃ ἐκ τοῦ ὅτε καὶ πλεονασμῷ τοῦ ε καὶ κράσει τοῦ εο εἰς τὴν ευ δίφθογγον Δωρικῶς γίνεται. ἀόριστα δὲ ὀξύνεται καὶ ἐγκλίνεται, ὡς τὸ «ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοισι φάνεσκεν» ὀξυτόνως δεῖ ἀναγινώσκεσθαι.
Τὰ εἰς δε ἐπιρρήματα, τὴν εἰς τόπον σχέσιν σημαίνοντα, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, οἴκαδε, ἄγραδε, ἅλαδε, Παλλήναδε, φύγαδε «ὁ μὲν φύγαδʼ αὖθις ὑποστρέψας», ὃ ἰσοδυναμεῖ τῷ εἰς φυγήν, οὐ μὴν τὸ «τοὺς ἕλεν, οἱ δʼ ἄλλοι φύγαδε μνώοντο»· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπʼ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις «Ἴδηθεν μεδέων», «δόρυ δʼ ἔκβαλεν ἔκτοσε χειρός». ἀλλʼ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγα δέ, ὡς Οὔλυμπον δέ, ἢ εἷς ὡς ἄγραδε. τὸ γοῦν ἅλαδʼ ἑλκομενάων” δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς οἶκον δέ, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγήν, ὡς ἄγραδε ἅλαδε. τὸ οἶκον δέ, ἀγρὸν δέ δύο μέρη λόγου, τὴν ἰδίαν ἕκαστον ἔχον προσῳδίαν, ἰσοδυναμοῦντα τοῖς ἐπιρρήμασι, τὸ ἀγρὸν δὲ τῷ ἄγραδε, τὸ οἶκον δὲ τῷ οἴκαδε. οὕτως Ἄϊδος δέ, οὐκ Ἄϊδος δῶ. τὸ ἐνθάδε παροξυνόμενον οὐκ ἀντίκειται· οὐδὲν γὰρ πλέον σημαίνει τοῦ ἐνταῦθα, ὥστε περιττὴ ἡ συλλαβή, οὐδὲ τῆς παραγωγῆς τὸ α, ἀλλὰ τοῦ πρωτοτύπου. τοιοῦτό ἐστι καὶ τὸ πηνικάδε ἀπὸ τοῦ πηνίκα. τὰ γὰρ φωνὴν παραχθέντα εἰς δε, μηδὲν πλέον τοῦ πρωτοτύπου σημαίνοντα, πρὸ μιᾶς ἔχει τὸν τόνον, τοιόσδε, τοσόσδε, τηλικόσδε. οὕτως οὖν καὶ ἐπὶ τῶν ἐπιρρημάτων, τημόσδε, τηνικάδε, ἐνθάδε. οὐδὲν γὰρ πλέον δηλοῖ τοῦ τῆμος, τηνίκα, ἔνθα.
Τὰ εἰς ζε, εἰ μὲν ἔχει πρὸ τέλους βραχὺ τὸ α, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν οἷον ἔραζε, θύραζε· παραιτητέον δὲ τοὺς περισπῶντας τὸ θύραζε· Ἀθήναζε, Ὀλυμπίαζε, Θήβαζε, Ἀφίδναζε, μέταζε μόνον τῶν εἰς αζε ἐπὶ χρόνου τεθειμένον “μέταζε χατίζων” παρὰ πρόθεσιν παρηγμένον. τὰ φύσει μακρᾷ παραληγόμενα προπαροξύνεται ἢ προπερισπᾶται· προπαροξύνεται μὲν ὅσα ἔχει βαρύτονον τὸ πρωτότυπον, ὡς παρὰ τὸ Οἰνόη Οἰνόηζε, προπερισπᾶται δὲ τὰ ἀπὸ ὀξυτόνων, ὡς παρὰ τὸ Ἀχαρνή Ἀχαρνῆζε, κεφαλή κεφαλῆζε, χαμαί χαμᾶζε.
Τὰ εἰς σε τοῖς εἰς θεν ὁμοτονεῖ· ἐπεὶ γὰρ τὸ πάντοθεν προπαροξύνεται, διὰ τοῦτο καὶ πάντοσε, ἔκτοθεν ἔκτοσε, ἄλλοθεν ἄλλοσε, ἑτέρωθεν ἑτέρωσε, ἀμφοτέρωθεν ἀμφοτέρωσε, ἑκατέρωθεν ἑκατέρωσε. προπερισπᾶται δὲ τὸ Θριῶσε, ἐπεὶ καὶ τὸ Θριῶθεν ὁμοίως, ἐκεῖθεν ἐκεῖσε. τό τε κυκλόθεν παροξύνεται καὶ τὸ κυκλόσε, τηλόθεν τηλόσε, ὁμόθεν ὁμόσε.
Τὰ εἰς θεν πάντα δισύλλαβα μὲν ὄντα πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον νέρθεν, πόθεν, πρόσθεν, ὅθεν, τόθεν, κεῖθεν, γῆθεν, δῆθεν, κρῆθεν “ἀπὸ κρῆθεν”. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς εἰ ἔχοι πρὸ τοῦ θ σύμφωνον, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ὕπερθεν, ἔνερθεν, ὄπισθεν. καὶ τὰ τῷ ο παραληγόμενα παροξύνεσθαι θέλει, πλὴν τῶν ἐχόντων ἐγκειμένην πρόθεσιν ἢ παρʼ ὄνομα ἐπιμεριζόμενον παρηγμένων· ταῦτα γὰρ προπαροξύνεται· τὸ μὲν γὰρ ἔνδοθεν, ἔκτοθεν, ἀπόπροθεν πρόθεσιν ἕκαστον ἔχει καὶ ἔτι τὸ πάροιθεν πλεονάσαν τὸ ι. τὸ δὲ ἄλλοθεν, ἑκάστοθεν ὀνόματα ἔχει ἐπιμεριζόμενα. τὰ δὲ λοιπὰ πάντα παροξύνεται, ἀγρόθεν, οὐρανόθεν, κυκλόθεν, Λεσβόθεν, Ἰλιόθεν, Ἀβυδόθεν, ποντόθεν, αὐτόθεν, πρυμνόθεν—τὸ δὲ πρύμνηθεν τῷ η παραληγόμενον προπαροξύνεται—τηλόθεν καὶ ἄλλα μυρία. σημειούμεθα τὸ οἴκοθεν, πάντοθεν προπαροξυνόμενα. τὰ μέντοι τῷ α μακρῷ παραληγόμενα ἢ τῷ η ἢ τῷ ω, εἰ μὲν πρωτότυπον αὐτῶν βαρύτονον ᾖ, τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ δὲ ὀξύτονον, προπερισπᾶται. τῶν μὲν προπαροξυνομένων ὑποδείγματα πρῷρα πρῴραθεν, Φθία Φθίαθεν, Πιερία Πιερίαθεν, τὸ δὲ Πιερίηθεν τροπῇ τοῦ α εἰς η, Ὀλυμπία Ὀλυμπίαθεν, θύρα θύραθεν, Ἀφίδνηθεν, Αἰγίνηθεν, κλισίηθεν, Μυκήνηθεν, Ἴδηθεν, πρύμνηθεν, τὸ μέντοι πρυμνόθεν διὰ τοῦ ο παροξύνεται. τῶν δὲ προπερισπωμένων ὑποδείγματα ταῦτα, Ὑσιαί ὀξυτόνως, προπερισπωμένως Ὑσιᾶθεν, Θεσπιᾶθεν, Πλαταιᾶθεν, Δεκελιᾶθεν, παρὰ δὲ Καλλιμάχῳ Δεκελειόθεν, ἀρχῆθεν, ὅτι ἀρχή. ἔσω ἔσωθεν, ἔξω ἔξωθεν, πρόσω πρόσωθεν, ἄνω ἄνωθεν, κάτω κάτωθεν, προτέρωθεν, ἑκατέρωθεν, ὁποτέρωθεν, ἑτέρωθεν, ἀμφοτέρωθεν, καὶ ὡς ἀπὸ τοῦ ἄπω μὴ εἰρημένου τὸ ἄπωθεν. διὰ τοῦτο ἀπὸ μὲν τοῦ ἕως βαρυτόνου τὸ ἕωθεν, ἀπὸ δὲ τοῦ ἠώς ὀξυτονουμένου ἠῶθεν προπερισπᾶται ὡς ἀπὸ τοῦ Πυθώ Πυθῶθεν διὰ τοῦ ω ὡς Κριῶθεν καὶ μετὰ συστολῆς Πυθόθεν ὡς Λεσβόθεν καὶ Θριώ ὄνομα δήμου Ἀττικοῦ Θριῶθεν, μεθʼ ὧν τηλῶθεν ποιητικῶς ἐκτεταμένον. παρὰ τὸ ἄνευ ἄνευθεν φυλάττει τοῦ πρωτοτύπου τὸν τόνον. ὁμοίως ἄτερ ἄτερθεν. τὸ ἐντεῦθεν προπερισπᾶται παρὰ τὸ ἐνταῦθα, καὶ παρὰ τὸ ἐκεῖ περισπώμενον ἐκεῖθεν προπερισπώμενον. παρὰ τὸ ἐγγύς ὀξύτονον ἐγγύθεν παροξυνόμενον καὶ ἀπὸ τοῦ πρωΐ πρωΐθεν. τὸ ἕκαθεν καὶ ἀνέκαθεν προπαροξύτονα, οὐκ οὖν παρὰ τὸ ἑκάς ὀξυνόμενον γενόμενα.
Τὰ εἰς θι καὶ εἰς σι τὸν τῶν εἰς θεν ἐπιρρημάτων ἔχει τόνον, οἷον οἴκοθεν οἴκοθι, ἀγρόθεν ἀγρόθι, οὐρανόθεν οὐρανόθι, ὑψόθι, αὐτόθι, Ὀλυμπίαθεν Ὀλυμπίασιν, θύραθεν θύρασι, Θήβηθεν Θήβησι, Ἀθήνησι, Ἀλωπεκῆθεν Ἀλωπεκῆσιν, Ἑρχιᾶθεν Ἑρχιᾶσι, Πλατειᾶθεν Πλατειᾶσιν, Θριᾶθεν Θριᾶσι, Θριῶθεν Θριῶσιν. Τὸ ὥρασι “μὴ ὥρασʼ ἵκοισθε” προπαροξύνεται μὲν εὐλόγως παρὰ βαρυτόνου τοῦ ὥρα, οὐκ ἔχει δὲ προϋποκείμενον εἰς θεν.
Τὰ εἰς οι ἐπιρρήματα, ὅτε δηλοῖ τὴν ἐν τόπῳ ἢ τὴν εἰς τόπον σχέσιν, ὑπὲρ δύο συλλαβὰς ὄντα, περισπᾶται, Μεγαροῖ, Πυθοῖ, Φρεαροῖ, Παιανιοῖ, Ἁθμονοῖ, οὐδαμοῖ, μηδαμοῖ, πανταχοῖ, ἑκασταχοῖ, ἐνταυθοῖ, ὃ τὴν αὐτὴν ἔχει σημασίαν τῷ ἐνταῦθα τῷ πρωτοτύπῳ. τὰ δὲ δισύλλαβα τῶν εἰς οι βαρύνεται καὶ περισπᾶται· περισπᾶται μέν, ὅτε ἔχει πρωτότυπον ὀξύτονον, παρὰ τὸ σφίγξ σφιγγοῖ, ἰσθμός ἰσθμοῖ, βυθός βυθοῖ, τὸ ἁρμοῖ συμπερισπᾶται τῷ ἁρμῷ. ἔστι δὲ τὸ ἁρμοῖ Συρακουσίων· ἁρμός γὰρ ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ ὡς παρὰ Καλλιμάχῳ ἁρμοῖ πὰρ Δαναὸν γῆς ἀπὸ βουγενέων ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος. οὕτως Θέων ὁ Ἀρτεμιδώρου. τὰ δὲ ἀπὸ βαρυτόνων βαρύνεται, ἔξω ἔξοι, πέδον πέδοι “πέδοι δὲ βᾶσαι” Αἰσχύλος Προμηθεῖ δεσμώτῃ, ἔνδον ἔνδοι “ἔνδοι Πραξινόα” ὁ Θεόκριτος οἶκος οἴκοι.
Τὰ σχετλιαστικὰ τῶν εἰς οι καὶ αι ἄλογον ἔχει τὸν τόνον. ἃ μὲν γὰρ αὐτῶν περισπᾶται, ὡς τὸ ὀτοτοῖ ἔχον συμπαρακείμενον καὶ τὸ ἀταταῖ, καὶ τὸ οὐαῖ καὶ αἰαῖ, σαβοῖ τε καὶ αἰβοῖ καὶ τὸ σαβαῖ παρʼ Εὐπόλιδι ἐν Βάπταις. τὸ δὲ εὐαί παρὰ τῷ αὐτῷ ὀξύνεται “εὐαὶ σαβαῖ” ὡς τὸ αἴ, οὐαί, βαβαί. βαρύνεται δὲ τὸ οἴμοι ὤμοι. τὸ δὲ ὦ πόποι δυσὶ τόνοις χρῆται. Ἀρίσταρχος δέ φησιν ἀπίθανον εἶναι τὸ τὸν Δία ὦ πόποι οἷον ὦ θεοί λέγειν· ἀλλʼ ἐπεὶ ἔδει τὸ πόποι σχετλιαστικὸν ὑπάρχον καὶ ἄνευ τοῦ ὦ λέγεσθαι καὶ ἐπεὶ παράκειται αὐτῷ τὸ παπαῖ, ὥστε εἰ μὴ ὀνοματικόν ἐστιν, ὀφείλει περισπᾶσθαι ὡς εἶναι δύο περισπωμένας ὦ ποποῖ, λέγομεν βαρύνεσθαι αὐτὸ ὡς τὸ ὦ φίλοι, ἐκ τοῦ ὑπολαβεῖν ὄνομα εἶναι τὸ πόποι. καὶ τὸ ἰατταταῖ δὲ περισπᾶται καὶ τὸ ἀππαπαῖ· ἡ δὲ συνήθεια ὀξύνει τὸ παπαί καὶ ἀταταί. καὶ καθόλου δὲ οὐ δεῖ τὰ σχετλιαστικὰ τῶν ἐπιρρημάτων οἱονεὶ βακχικὰ ὄντα ὑπὸ τὴν ἔντεχνον ἀκολουθίαν ἄγειν, εἴγε οὐδὲ μέρη λόγου τινὲς ταῦτα ἐνόμισαν· πασχούσης γὰρ ψυχῆς ἢ διακόρου ὑπὸ οἴνου οὔσης ἄλογοι δηλονότι καὶ αἱ ἐκφωνήσεις αὐτῆς. διὸ ἐπʼ αὐτῶν ἔσθʼ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ εὔἁν, εὐαἵ. τὸ γὰρ λέγειν ὅτι εὖ σοι ἦν καὶ κατὰ ἔλλειψιν τοῦ σ γέγονε εὐ οἵ καὶ κατὰ συναφὴν εὐοἵ ἀμφίβολον, εἰ μὴ ἄρα παρὰ τὸ εὐοἵ Εὔϊος παρῆκται. τὸ δὲ χαμαί ὀξύνεται, οὐκ ὂν σχετλιαστικόν. τὸ δὲ πάλαι χρονικὸν βαρύνεται καὶ συντιθέμενον προπαροξύνεται, πρόπαλαι, τρίπαλαι.
Τὰ εἰς ου περισπῶνται, πανταχοῦ, ἀγχοῦ “ἀγχοῦ δʼ ἱσταμένη”, ὁμοῦ, αὐτοῦ ἀντὶ τοῦ εἰς τὸν τόπον αὐτόν “αὐτοῦ πρόσθε ποδῶν”, ὑψοῦ “ὑψοῦ δʼ ἐπὶ ψαμάθοισι” τηλοῦ, ἀλλαχοῦ, οὐδαμοῦ, ἑκασταχοῦ ὡς παρὰ Δημοσθένει “καὶ ἔτι τὰς ἑκασταχοῦ βραδυτῆτας” καὶ τὰ λοιπὰ πλὴν τοῦ ἰδού τὸ δεικτικόν, ἰού τὸ σχετλιαστικὸν καὶ οὔ τὸ ἀρνητικόν. τοῦτο δὲ καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται. οὐ μάχεται τὸ ὅπου βαρυνόμενον, ἀλλʼ ἀνέδωκε τὸν τόνον ὁμοίως τῷ πῇ ὅπῃ, ποῦ ὅπου.
Ὀλίγα ἐστὶν εἰς ευ. τὸ μὲν εὖ περισπᾶται καὶ τὸ φεῦ. καὶ τὸ ἄνευ βαρύνεται καὶ τὸ ὑπέρφευ συντεθέν. τὸ ἐλελεῦ περισπᾶται.
Τὰ εἰς ει δίφθογγον λήγοντα ἐπιρρήματα ὀξυνόμενα δύο ἐστί, τὸ ἀεί καὶ τὸ ἐπεί χρονικὸν “ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς”. ἔστι γὰρ ὁ ἐπεί καὶ σύνδεσμος. βαρύτονα δὲ τὸ ἄγρει, ὃ κατὰ συνεκδρομὴν τοῦ ῥήματος πληθυντικῶς εἴρηται “ἀγρεῖθʼ αἱ μὲν δῶμα κορήσατε”, ὁ δέ γε Ἀντίμαχος ἀργεῖτε ἔφη ὑπερβιβάσας τὸ ρ. καὶ ἔτι τὸ οἴκει παρὰ Μενάνδρῳ ἀντὶ τοῦ οἴκοι. περισπώμενα δὲ τοπικὰ Δώρια, τηνεῖ, τουτεῖ, πεῖ αὐτεῖ. τὸ δὲ ἐκεῖ ἀποκέκοπται.
Τὰ διὰ τοῦ ι ἐπεκτεταμένα δεικτικῶς ὀξύνεται, δευρί, νυνί, οὑτωσί, ὡδί, ἐνθαδί, ἐντευθενί. τὸ κοΐ μίμημά ἐστι φωνῆς ἀλόγου ζῴου. ἐχρήσατο δὲ καὶ Ἀριστοφάνης τῇ λέξει. καὶ τὰ παρωνύμως παρηγμένα ὀξύνεται, ἅπερ τινὲς διὰ τῆς ει διφθόγγου, τινὲς δὲ διὰ τοῦ ι γράφουσι μακροῦ, πάνδημος πανδημεί, ἄπνευστος ἀπνευστί, ἀναιμωτί, ἀκλαυτί, ἀνιδρωτί, ἀπηρωτί, ἀπαυστί, ἀγελαστί, αὐτονυχί, ἀκονιτί, πανθοινί, ἀκριτί, ἐρρεντί παρὰ Ἀλκαίῳ. ἀπὸ τοῦ ἔρρω ἢ ἐρρῶ περισπωμένου ἡ μετοχὴ ἐρρείς ἐρρέντος ἐρρεντί ὡς παρὰ τὸ ἐθέλοντος ἐθελοντί, ἀμισθί, ἀμογητί. τὸ δὲ ι ἐσθʼ ὅτε καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ “Νέστωρ δʼ ὁ γέρων ἀμογητί” “ἀμισθὶ γάρ σε πάμπαν”. Τὰ δὲ εἰς βραχὺ ι καταλήγοντα δισύλλαβα ὄντα βαρύνεσθαι θέλει, ἔτι, αὖθι, νόσφι, ἶφι, ἄγχι, μέχρι, ἄχρι, κεῖθι, πόθι, ἄρτι, ἦρι, ὕψι—τινὲς δὲ τοῦτο ὀξύνουσι—ᾗχι τὸ γενόμενον ἐπεκτάσει τῆς χι συλλαβῆς, οἱ Δωριεῖς ᾇχι λέγουσι διὰ τοῦ α “ᾇχι Λίχα μέγα σᾶμα” ᾇχι ὁ κλεινὸς Ἀμφιτρυωνίδας Ἀρίσταρχος τὸ ᾗχι ἄνευ τοῦ ι φησί καθάπερ καὶ τὸ ἧφι βίηφι, ἡ μέντοι παράδοσις ἔχει τὸ ι. ναίχι, ὅπερ παροξύνεται διὰ τῆς χι ἐπεκτεταμένον. ἐχρῆν δὲ καὶ τὸ οὐχί βαρύνεσθαι· ἔστι γὰρ ἐπέκτασις τῆς οὔ. ἀλλʼ ἐπειδὴ παραλόγως ὀξύνεται πρὸ τῆς ἐπεκτάσεως—ὤφειλε γὰρ περισπᾶσθαι, ἐπεὶ πᾶσα συλλαβὴ τελικὴ εἰς ου λήγουσα καὶ ἐφʼ ἑαυτῆς τὸν τόνον ἔχουσα περισπᾶται—τούτου χάριν παραλόγως ὀξύνεται καὶ μετὰ τὴν ἐπέκτασιν· οὐδέποτε δὲ ἀποβολὴν τοῦ ι πάσχει. ὀξύνεται δὲ καὶ τὸ οὐκί καὶ τὸ πρωΐ. καὶ τὸ γίγγρι ἐπιφώνημά τι ὂν ἐν καταμωκήσει λεγόμενον, εἰ ὠξύνετο, οὐκ ἄτοπον. ἀχαρακτήριστον γάρ ἐστιν. τὸ δὲ “χῶρι διατμήγουσι” βαρύνεται. τὰ ὑπὲρ δύο συλλαβὰς εἰς τι ὀξύνεται, Ἰαστί, Ἰαονιστί, Δωριστί, Συριστί, Ἀττικιστί, Μεγαριστί, Θρᾳκιστί, Περσιστί, Σκυθιστί, Λυδιστί, Φρυγιστί, μεγαλωστί, ἱερωστί, νεωστί, δημιωστί. εἰ δὲ μὴ ἔχοι τὸ σ πρὸ τοῦ τ, βαρύνεσθαι θέλει, ἕκητι. τὸ δὲ ἀπαρτί παρʼ Ἀθηναίοις ὀξύνεται καὶ τὸ ἐγκυτί “σὺ δʼ ἐγκυτὶ τέκνον ἐκέρσω”. τὸ ἱνατί καὶ διατί καὶ ἐν τῇ συνεπείᾳ ὀξύνεται. Καὶ τὰ ἀπὸ τῶν εἰς ις κατʼ ἀποβολὴν τοῦ ς βαρύνεται, πολλάκι, τουτάκι, θαμάκι, δυάκι, τριάκι, ἑξάκι.
Τὰ εἰς υ λήγοντα δισύλλαβα, μὴ καθαρεύοντα μηδὲ μελετήσαντα τὸ ς ἔχειν, βαρύνεται, κόκκυ τὸ ἐλάχιστον, πάγχυ, πρόχνυ, δεῦρυ, πῆλυ, ἄρρυ ἐπίφθεγμα τῶν ἐρετῶν. τὸ ἰύ, ὃ λέγεται καὶ ἰηΰ, ὀξυνόμενον καθαρεύει ἐπὶ θαύματος κείμενον. τὸ δὲ ἔϋ βαρύνεται· ἔστιν ἐΰς ἐΰ εὖ καὶ ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν τῆς ευ διφθόγγου εἰς ε καὶ υ ἔϋ. εἶπον δὲ μὴ μελετήσαντα τὸ ς ἔχειν, διὰ τὸ ἰθύς ἰθύ, εὐθύς εὐθύ ὀξυνόμενα· δισύλλαβα διὰ τὸ μεταξύ, μεσσηγύ καὶ τὸ ἀντικρύ, ὅτε χωρὶς τοῦ ς· ὅτε γάρ ἐστι μετὰ τοῦ ς, προπαροξύνεται· ὡς καὶ τὸ ἐμβραχύ σημαῖνον τὸ ἁπαξαπλῶς ἢ καθάπαξ.
Τὰ Αἰολικῶς διὰ τοῦ υϊ ἐκφερόμενα βαρύνεται καὶ τοπικὴν σχέσιν δηλοῖ οἷον πήλυϊ, ἄλλυϊ, ἀτέρυϊ, τούτυϊ· τὸ ὀτοτύϊ παρὰ τὸ ὀτοτοῖ παροξυνόμενον ἀπολογίαν ἔχει ὡς οὐκ ἔστιν τοπικὸν οὔτε Αἰολικόν, σχετλιαστικὸν δέ· τὰ σχετλιαστικὰ οὐ πεφρόντικε τῆς ἀκριβοῦς ἐξετάσεως, ὡς πολλάκις διείληπται.
Τὰ εἰς ο λήγοντα ἐπιρρήματα ὑπὲρ μίαν συλλαβὴν οὐκ ἔστιν ὅτι μὴ τὸ δεῦρο βαρυνόμενον. τὸ γὰρ εἰς ὃ δύο μέρη λόγου εἰσίν καὶ τὸ ἀπό πρόθεσίς ἐστιν ἰσοδυναμοῦσα τῷ ἄποθεν ἐπιρρήματι. τὸ γοῦν δεῦρο παρακελευσματικὸν ὂν ἔχει τὸ δεῦτε πληθυντικόν· γίνεται δὲ καὶ δευρί παρὰ Ἀττικοῖς· ποιητικῶς δὲ κατʼ ἐπέκτασιν τοῦ ο εἰς ω δεύρω. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ ἐν τῷ “ἦ δεύρω μὲν ἕποντο”, ἐνίοτε καὶ δεῦρυ.
Πᾶν ἐπίρρημα εἰς ω λῆγον παραγωγόν, μὴ Δώριον πρὸ μιᾶς ἔχει τὸν τόνον, ἄνω, κάτω, ἔξω, εἴσω, πρόσω καὶ πόρσω καὶ τροπῇ Ἀττικῇ τοῦ σ εἰς ρ ὡς ἄρσην ἄρρην πόρρω, ἄφνω· παρὰ τὸ ἀφανής ἀφανῶς ὡς εὐσεβής εὐσεβῶς καὶ συγκοπῇ καὶ ἀποβολῇ τοῦ ς καὶ ἀναδρομῇ τοῦ τόνου διὰ τὸν χαρακτῆρα ἄφνω. ἑκαστέρω τὸ πορρωτέρω ἀπὸ τοῦ ἑκάς, ὃ σημαίνει τὸ ἄποθεν, καὶ οὐ παρὰ τὸ ἑκάτερος, ἑκατέρω γὰρ ἦν. πορρωτέρω, ἐγγυτέρω, ἀνωτάτω, ἐγγυτάτω, ἀπωτέρω, περαιτέρω. τὸ δὲ ἄνεῳ προπαροξύνεται· τὸ ἰώ ὀξύνεται, ἀνακλητικὸν ὂν καὶ οὐκ ὂν παραγωγόν· καὶ τὸ ἐπισχερώ ὀξύτονον. τὸ δὲ τουτῶ αὐτῶ κατὰ ἀποκοπὴν τῆς θεν συλλαβῆς καὶ ἐκτάσει τοῦ ο εἰς ω Δώριά ἐστιν.
Τὰ εἰς αν λήγοντα καὶ μακρὸν ἔχει τὸ α καὶ βαρύνεται, λίαν, ἄγαν, εὔἁν, πέραν, ὅπερ Ἰωνικῶς πέρην λέγεται “πέρην κλυτοῦ ὠκεανοῖο” Διονύσιος. τὸ πάμπαν καὶ τάλαν συστέλλει τὸ α. τὸ δὲ ὅταν δύο μέρη λόγου, ὅτε καὶ ἄν. τὸ δοάν ὀξυνόμενον πλεονασμὸν ἔχει τοῦ ο, δήν δάν δοάν. τὸ ὦ τᾶν δύο περισπωμένας ἔχει.
Σπάνια τὰ εἰς εν λήγοντα ἐπιρρήματα τὰ μὴ ἔχοντα πρὸ τοῦ ε τὸ θ καὶ εὐαρίθμητα· ἔστι γὰρ τὸ ἔπειτεν ἀπὸ τοῦ ἔπειτα γεγονὸς καὶ εἶεν, ὅ τινες ὀξύνουσιν. καὶ τὸ αἰέν ὁμότονον καὶ ὁμόσημον τῷ ἀεί.
Τὰ εἰς δην πάντα βαρύνεται, κλίδην, μίγδην, ἐμπλήγδην, ἅδην, ἐπαΐγδην, βάδην, χύδην, κρύβδην, φύρδην, σποράδην, ἀλλάγδην, παμπήδην, διαρρήδην καὶ ἄλλα μυρία. καὶ τὰ εἰς ην ἐπιρρήματα μὴ προηγουμένου τοῦ δ πρῴην, μάτην, βύζην, ἔμπλην καὶ ἄντην βαρύνεται· τὸ γὰρ ἀκμήν, ἐθελοντήν, ἑκοντήν ὀνοματικά· διὸ καὶ συνοξύνονται τοῖς ὀνόμασιν. τὸ δὲ ἠμήν ὁρκικὸν ἐπίρρημα ὀξύνεται. ὁ δὲ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται “ἠμέν μοι πρόφρων” “ἠμὲν ἐμοὶ δώσειν”. τὸ δὲ ἐχρῆν περισπώμενον οὐκ ἐπίρρημα, ἀλλὰ ῥῆμα.
Τὰ εἰς ιν ἐπιρρήματα ἐκ πλεονασμοῦ ἔχει τὸ ν οἷον αὖθι αὖθιν, οὕτω γὰρ λέγεται παρὰ Ῥηγίνοις. πάλι πάλιν, πέρυσι πέρυσιν, ὃ καὶ πέρυτις λέγεται Δωρικῶς. αἶιν, ὅπερ ἀπὸ τοῦ ἀεί παρὰ Αἰολεῦσι γέγονεν. νυνίν, οὑτωσίν.
Τὰ εἰς δον ὀξύνεται, χανδόν, σχεδόν, βοτρυδόν “βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσι”. ἔστι δὲ μονῆρες τὸ βοτρυδόν. τὰ γὰρ εἰς δον ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰς υς ὀνομάτων παράγεσθαι καὶ πρὸ τέλους ἔχειν τὸ υ· ὁ μέντοι Εὐφορίων παρὰ τὸ εἰς υς παραγωγὸν ποιήσας ἐπίρρημα οὐκ ἔδωκε πρὸ τέλους τὸ υ, ἀλλὰ τὸ η “πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα”. ἀγεληδόν, σωρηδόν, ποταμηδόν, κιονηδόν, ταυρηδόν, κρουνηδόν, βομβηδόν, ἰλαδόν, ἐνωπαδόν, στοχανδόν, φανδόν, ἑλκηδόν, παρασταδόν, παρακλιδόν, ῥυδόν “ῥυδὸν ἀφνειοῖο”, ἀμφαδόν· καὶ ἐν συνθέσει φυλάσσουσι τὸν τόνον οἷον αὐτοσχεδόν. μόνον τὸ ἔνδον βαρύνεται, διότι μόνον παρὰ προθέσεως καὶ ὅτι μόνον τοπικὸν τῶν εἰς δον. λήγει δὲ καὶ δος, ἔνδος γὰρ λέγεται πολλάκις καὶ εἰς δοι ἔνδοι. τέσσαρσιν οὖν διαφοραῖς διαλλάξαν οὐδὲν θαυμαστὸν εἰ καὶ κατὰ τόνον διήλλαξεν. εἰδέναι δὲ δεῖ ὡς τὰ εἰς δον σπανίως κατʼ ἀρχὴν λέξεως συντίθενται, ὡς ἔχει τὸ ἐνδόμυχος, ἐνδόπυρος, ἔνδορχις. Τὰ εἰς ον ἐπιρρήματα μὴ ἔχοντα πρὸ τοῦ ο δ ἀλλʼ ἢ ἕτερον σύμφωνον ἢ τὸ ι βαρύνεται, σήμερον, αὔριον, πόρσιον, ἔγγιον, μᾶλλον, ἧττον, ἄσσον. τὸ δὲ αὐθημερόν ὀξύνεται ἀπὸ τοῦ αὐθήμερος προπαροξυνομένου.
Εἰς υν λῆγον οὐδέν ἐστιν, εἰ μὴ τὸ βίσχυν βαρύτονον μόνον ὄν.
Τὰ εἰς ων πάντα ὀξύνονται, ἐμποδών, ἐκποδών, ἐκδεξιών, ἐξαριστερών, τελευτών. καὶ τὸ χρεών μετοχικὸν ὀξύνεται, τὸ δὲ ἀκέων καὶ αὐτὸ μετοχικὸν παροξύνεται.
Οὐδὲν εἰς ουν ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν· ὅπερ καὶ ἐπεκτάσεσι ποιητικαῖς κέχρηται καὶ παραθέσει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ αἰσχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺς εἴλω τασαίμην· ἀλλὰ μισχοῦν καθήμενοι· ἐπεὶ ὀνοματικά ἐστι.
Τὰ εἰς ξ λήγοντα ἐπιρρήματα ὀξύνεσθαι θέλει πλὴν τῶν ἀπὸ προθέσεως· ταῦτα γὰρ βαρύνεται, εὐράξ, μουνάξ, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, αὐτοδάξ, ἐπιτάξ, κοάξ, ὑποδράξ, ἰατταταιάξ, διαμπάξ, βεβρεκέξ, κουρίξ, ἀπρίξ, ἀναμίξ, ἐπιμίξ. τὸ δὲ πέριξ βαρύνεται ἀπὸ προθέσεως ὂν καὶ πάρεξ· τὸ δὲ πάρεξ βαρυνόμενον καὶ γενικῇ συντασσόμενον ἔχει τι παράσημον, ὡς καὶ παρὰ δύο προθέσεις ἐγένετο. ὁπότε γὰρ ὀξύνεται, οὐ φαμὲν εἶναι ἐπίρρημα, ἀλλὰ δύο προθέσεις. σημειούμεθα δὲ καὶ τὸ ἅπαξ βαρυνόμενον. διὸ ἐν τῇ συντάξει μεταλαμβάνει τὸν ἴδιον τόνον ἁπαξἅπαντες, ἁπαξἁπλῶς κεκοιμισμένου τοῦ τόνου.
Εἰς ρ λήγοντα ἐπιρρήματα ὀξύτονα οὐκ ἔστιν καὶ τὰ ἁπλᾶ βαρύτονα σπάνια καὶ μονήρη ὡς ἔχει τὸ νύκτωρ μόνον εἰς ωρ καὶ τὸ ἄτερ μόνον εἰς ερ. τὸ γὰρ Δάματερ κλητικὴ ὡς τὸ Ἥρακλες, καὶ ἄφαρ. τὸ γὰρ αὐτῆμαρ, ποσσῆμαρ, ἐννῆμαρ σύνθετα παρώνυμά εἰσιν.
Τὰ εἰς ας μὴ παραληγόμενα τῷ ε σὺν ἀμεταβόλῳ ὀξύνεται, ἑκάς, ἀνεκάς, ἀγκάς, ἐντυπάς, ἀνδρακάς. τὸ μέντοι πέλας βαρύνεται καὶ τὸ ἀτρέμας “ἀτρέμας ἧσο”, ὅπερ καὶ χωρὶς τοῦ ς λέγεται ἀτρέμα. τὸ δὲ ἅλιας παρʼ Ἱππώνακτι προπαροξύνεται ἀπὸ τοῦ ἅλις πλεονάσαν τὸ α.
Τὰ εἰς ες λήγοντα ἐπιρρήματα ἁπλᾶ φυσικῶς οὐκ ἔστιν, εἰ μὴ τὸ ἐχθές δισύλλαβον καὶ χθές μονοσύλλαβον καὶ ἐνδελιστές ὀξύτονον παρὰ Συρακοσσίοις, ὃ καὶ ἐλλιστές λέγεται· τὸ γὰρ ἀές ἀπὸ τοῦ ἀεί· τὸ δὲ ἄληθες, ἐπίτηδες ὀνοματικὰ καὶ βαρύτονα.
Τὰ εἰς ης βαρύνεται, ἔμπης, ἐξαίφνης, ἐξαπίνης, ἑξείης· τὸ δὲ ἑξῆς τὸ ἀπʼ αὐτοῦ περισπᾶται. καὶ τὸ ἀκαρής ὀξυνόμενον ὀνοματικόν ἐστιν ὅμοιον τῷ εὐρυπυλής.
Τὰ εἰς ις λήγοντα δισύλλαβα βαρύνεται, μόλις, μόγις, ἅλις, ἄνις ἀντὶ τοῦ χωρίς, μέχρις καὶ τὸ παρʼ αὐτὸ ἄχρις. λέγεται δὲ καὶ μέχρι καὶ ἄχρι ἄνευ τοῦ ς, αὖθις, ὃ λέγεται καὶ αὖθι καὶ αὖθιν. μόνα τὸ χωρίς καὶ ἀμφίς ὀξύνονται. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς εἰς ις λήγοντα, ὑπεσταλμένων τῶν διὰ τοῦ αδις καὶ ακις ὀξύνονται, ἐγκυτίς, ὃ χωρὶς τοῦ ς Καλλίμαχος εἶπεν “σὺ δʼ ἐγκυτὶ τέκνον ἐκέρσω”, λικριφίς, κραταιΐς, αὐτονυχίς. λέγεται δὲ καὶ αὐτονυχιδίς καὶ αὐτονυχί, παμπηδονίς, λέγεται δὲ καὶ πάμπαν καὶ παμπήδην καὶ παμπηδόν, σολικρίς … ἀμφικελεμνίς. τὸ μέντοι πέρυτις προπαροξυνόμενον Δώριόν ἐστιν ἐκ τοῦ πέρυσι μεταποιηθὲν καὶ οὐ μάχεται. τὰ διὰ τοῦ ακις παροξύνεται, πολλάκις, ὀλιγάκις, τοσαυτάκις. καὶ τὰ εἰς δις τρισύλλαβα τῷ α παραληγόμενα παροξύνεται, χαμάδις, φυγάδις, ὀκλάδις, κρυφάδις, ἐσχάδις … πτακάδις, μιγάδις, ἁμάδις. τὸ ὠμαδίς ὀξύνεται καὶ ἴσως ἐκ τοῦ κατωμαδίς ἀφῃρέθη. τὸ οἴκαδις σεσημείωται προπαροξυνόμενον. τὰ δὲ ὑπερτρισύλλαβα ἢ ὅσα μακρᾷ φύσει ἢ θέσει παραλήγεται, πάντα ὀξύνεται, λαθρηδίς, κωπηδίς, αἰφνηδίς, στοιχηδίς, ἀντηδίς, ἀμοιβηδίς· λέγεται καὶ ἀμοιβηδόν, ἐπαμοιβαδίς “ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς”, ἐμβολαδίς, κατωμαδίς, ἀμφουδίς, ἐπουδίς, ἀκροπουδίς. Τὰ δὲ τῷ υ παραληγόμενα προπαροξύνεται, ἄλλυδις, ἄμυδις Αἰολικὸν ἔχον τὸ πνεῦμα.
Τὰ εἰς δις ἐπιρρήματα ἔχοντα πρὸ τοῦ δ τὴν αν συλλαβὴν Δώριά ἐστι καὶ παροξύνεται, χαμάνδις, ἀγράνδις, Ὀλυμπιάνδις.
Τὰ εἰς ος ἀπὸ προθέσεως παραχθέντα, εἰ ἔχοι τὸ τ, ὀξύνεται, ἐντός, ἐκτός. τὰ δὲ ἄλλα βαρύνεται, πάρος, ἦμος, τῆμος, ὁπῆμος, τημοῦτος, κῆχος. “ποῖ κῆχος; εἰς οὐρανόν” καὶ Ἀριστοφάνης “ποῖ κῆχος, εὐθὺ Σικελίας” καὶ παρὰ Φερεκράτει “ποῖ κῆχος;” τὸ πῇ κῇ· πῇ ἐγγύς πῇ ἄγχος, ὅπερ ἐστὶν ἐν τῷ ἔναγχος· ἐλλείψει τοῦ γ κῆχος. τὸ δὲ ἔναγχος προπαροξύνεται· τὸ εἰκός ὀξυνόμενον οὐδέτερον ἦν μετοχὴ οὐδετέρου γένους εἰς σύνταξιν ἐπιρρηματικὴν ἐλθοῦσα. τὸ γοῦν ἔνδος, ἔξος βαρύτονα Δώρια.
Τὰ εἰς υς συστελλόμενον ἔχοντα τὸ υ ὀξύνεσθαι θέλει, πλὴν εἰ μὴ τρισύλλαβα ὄντα ἀπὸ προθέσεως ἄρχοιτο, ἐγγύς, εὐθύς, ἰθύς, μεσσηγύς, ἃ εἰ λέγοιτο ἄνευ τοῦ ς ἰσόχρονα λέγεται ἰθύ εὐθύ μεσσηγύ. τὸ δὲ ἄντικρυς καὶ σύνεγγυς πρόθεσιν ἔχει. τὸ ἀντικρύ ὀξυνόμενον ἐκτείνει τὸ υ. τὸ ἀλλῦς μακρὸν ἔχον τὸ υ περισπᾶται.
Τὰ εἰς χως ἐπὶ ποσότητος περισπᾶσθαι θέλει, διχῶς, τριχῶς, τετραχῶς, ἑξαχῶς, ἑπταχῶς, ποσαχῶς. τὸ ἐξόχως, ἡσύχως βαρύνεται· ἀπὸ ὀνομάτων γάρ.
Τὰ καλούμενα τῆς μεσότητος ἀπὸ γενικῶν πληθυντικῶν γενόμενα καὶ τὸν αὐτὸν τόνον αὐταῖς ἔχει, εἴτε παρʼ ὀνόματα γένοιτο εἴτε παρὰ μετοχάς, εἴτε παρʼ ἀντωνυμίας, κούφων κούφως, βαρέων βαρέως, καλῶν δὲ καλῶς περισπωμένως καὶ σεμνῶν σεμνῶς ἀσέμνων ἀσέμνως, καὶ τὰ παρὰ τὸ πᾶς δὲ καὶ μέγας πάντων μεγάλων ὁμοίως πάντως, μεγάλως ὡς καὶ ἐξόχων ἐξόχως καὶ ἡσύχων ἡσύχως. τὸ δὲ αὐτάρκως, εὐώδως τῷ μὲν λόγῳ περισπασθήσεται, ἐπεὶ καὶ αἱ γενικαὶ αὐτῶν, ὁ δὲ Ἀρίσταρχος βαρύνει. καὶ τὴν κακοήθων γενικὴν καὶ αὐθάδων βαρύνειν μεμελετήκασι παραλόγως, αἷς συμβαρύνουσι καὶ τὰ ἐπιρρήματα, κακοήθως, αὐθάδως. ὁ δὲ Ἀρίσταρχος καὶ τὸ νοσώδων ἐβάρυνεν ἀλόγως. καὶ ἀπὸ μετοχῶν, ἀγαπώντων ἀγαπώντως, ἐπαρκούντων ἐπαρκούντως, προσηκόντων προσηκόντως. παρὰ τὸ ζάφελος προπαροξυνόμενον ὀφείλει καὶ τὸ ζαφελῶς ἐπίρρημα βαρύνεσθαι, ὡς ἀπὸ τοῦ ζάθεος ζαθέως· οὐ γάρ ἐστι παρὰ τῷ ποιητῇ ζαφελής. περιεσπάσθη δὲ τὸ ζαφελῶς, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα παραληγόμενα τῷ ε ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, ἀμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται “ὡς ἐπὶ τὸ πλεῖστον” διὰ τὸ εὐτραπέλως, ἰκέλως. τὸ νουνεχόντως ἀπὸ δύο κατὰ διάστασιν λέξεων παρήχθη, τῆς νοῦν καὶ τῆς ἐχόντων. τὸ ἕως καὶ ἀνταποδοτικὸν τὸ τέως πρωτότυπά ἐστι καὶ οὐχ ὡς τὰ λοιπὰ παρῆκται. τὸ ὥς παρʼ εὐθεῖαν γέγονε τὸ ὅς, ὅθεν καὶ ὀξύνεται καὶ συνετέθη καθώς. καὶ τὸ οὕτως καὶ τὸ αὕτως βαρύνεται. οὐκ ἔστι δὲ τὸ οὕτως ἀπὸ τῆς γενικῆς, ἀλλʼ ἀπὸ εὐθείας γίνεται. εἰ γὰρ ἀπὸ γενικῆς, ὤφειλεν εἶναι τούτως. καὶ ὅτε μὲν ἐπιφέρεται σύμφωνον, ἐξέρχεται τὸ ς. ὅτε δὲ φωνῆεν, φυλάττεται τὸ ς. ἔστι δὲ οὕτως ἀναλογώτερον τοῦ οὕτω· ἐπειδὴ τὰ ἀπὸ τριγενῶν ὀνομάτων γινόμενα μεσότητος ἐπιρρήματα εἰς ως λήγειν ὀφείλει· ὅταν δὲ μὴ τριγενῆ ᾖ, εἰς ω λήγει, κύκλος κύκλῳ. ἴδωμεν οὖν, εἰ τοῦτο τριγενές. οὗτος αὕτη τοῦτο. οὕτως ἄρα τὸ ἀνάλογον. τὸ δὲ οὕτω ἀπὸ τοῦ οὕτως γέγονε κατʼ ἀποβολὴν τοῦ ς.
Τὰ εἰς ως μέγα ἐπιρρήματα ἐπὶ τέλους ἔχοντα τὸν τόνον περισπῶνται ἀληθῶς, ἀψευδῶς πλὴν τοῦ ὥς. Δωριεῖς δὲ τὰ ἀπὸ τῶν εἰς ος ὀξυτόνων ἐπιρρήματα ὀξύνουσι σοφός σοφώς, καλός καλώς. Περὶ συνδέσμων.
Πᾶς σύνδεσμος μονοσύλλαβος μὴ ἔχων φύσει μακρὰν ὀξύνεται, γάρ, τάρ, ἄρ, ῥά, δέ, τέ, μέν, κέν, ἄν, πέρ.
Οἱ δὲ εἰς α λήγοντες καὶ ὑπὲρ μίαν συλλαβὴν ὄντες πάντες βαρύνονται, ὡς ἔχει τὸ ἆρα, ὅτε διαπορητικός ἐστι, ἐκτείνων τὸ πρῶτον α, καὶ ὁ συλλογιστὸς καὶ παραπληρωματικὸς ἑκάτερον συστέλλων. τοιοῦτος καὶ ὁ κᾶτα μακρὸν ἔχων τὸ α τὸ πρῶτον, ὄφρα, ἵνα, ἔμπα, ἕνεκα, οὕνεκα, δῆτα. ὅθεν σημειούμεθα τὸν ἀλλά ὀξυνόμενον. καθόλου γὰρ οἱ συμπλεκτικοὶ ὀξύνονται, μέν, δέ, τέ, καί, ἠμέν, ἠδέ, ἀτάρ, αὐτάρ· οὕτως οὖν καὶ ὁ ἀλλά. σημειούμεθα ἐν τοῖς συμπλεκτικοῖς τὸν ἤτοι βαρυνόμενον, ὃς οὐ μόνον συμπλεκτικός ἐστιν, ἀλλὰ καὶ διαζευκτικὸς οἷον “ἤτοι ἄξιον ἢ οὐκ ἄξιον”.
Πᾶς σύνδεσμος εἰς ς λήγων μακροκατάληκτος βαρύνεται, εἰσὶ δὲ σπάνιοι, ὅπως, ἔμπης, ὅμως ὅτε σύνδεσμος, ὅτε δὲ ἐπίρρημα, περισπᾶται ὁμῶς ὡς σαφῶς.
Καὶ οἱ παραπληρωματικοὶ πάντες ὀξύνονται, δή, θήν, νύ, τάρ, ἄρ, ῥά, τοί, γέ, πέρ, ἄν, κέν, μήν. Ὁ δὲ αὖ καὶ ὁ οὖν περιεσπάσθησαν διὰ τὸ τὴν εἰς υ λήγουσαν δίφθογγον ἀποστρέφεσθαι τὴν ὀξεῖαν, ὡς πολλάκις εἴπομεν.
Πᾶς αἰτιολογικὸς σύνδεσμος ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, οὕνεκα, ἕνεκα, ὄφρα, ἵνα, ὅτι, χάριν, δηλοῖ γὰρ οὐκ ὄνομα μόνον, ἀλλὰ καὶ σύνδεσμον αἰτιολογικὸν “χάριν Δίωνος” ἀντὶ τοῦ ἕνεκα Δίωνος.
Ὁ εἰ συναπτικὸς καὶ ὁ ἐπεί παρασυναπτικὸς συνεστηκὸς παρὰ τὴν ἐπί πρόθεσιν καὶ τὸν εἰ σύνδεσμον συναπτικὸν ὀξύνονται· τούτῳ ἠκολούθησε καὶ ὁ ἐάν, ὅτι καὶ αὐτὸς σύνδεσμός ἐστιν ἀπὸ τοῦ εἰ συναπτικοῦ συνδέσμου καὶ τοῦ ἄν παραπληρωματικοῦ. ὁμοίως καὶ ὁ ἤν καὶ ὁ ἐπήν καὶ ὁ ἐπεάν καὶ ὁ μήν· ἔτι δὲ καὶ ὁ ἀλλαμήν εἴτε δύο λέξεις εἶεν εἴτε μία, ὀξύνεται. ὁ εἰδή καὶ ἐπειδή δύο μέρη λόγου ἐστὶν ὀξυνόμενα. ὁμοίως καὶ ὁ εἴπερ καὶ ὁ ἐπείπερ καὶ ἐπειδήπερ. ἀλλʼ ἐπειδὴ ἐγκλιτικός ἐστιν ὁ πέρ, ἐγείρει τὴν πρὸ αὐτοῦ βαρεῖαν εἰς ὀξεῖαν ὡς ὁ κέ ἐν εἴκε, αἴκε.
Πᾶς σύνδεσμος δίφθογγον ἔχων τὴν διὰ τοῦ ι ὀξύνεται, τοί, δαί, εἰ.
Ὁ μῶν παρʼ Ἀθηναίοις διαπορητικὸς ὢν περισπᾶται· ἀπὸ γὰρ τοῦ μὴ καὶ τοῦ οὖν σύγκειται, Δωρικώτερον τραπείσης τῆς ου διφθόγγου εἰς τὸ ω, τὴν δὲ οὖν εἴπομεν περισπᾶσθαι. Οὕτως δὲ καὶ ὁ οὖν συντασσόμενος τῇ οὐ ἀποφάσει ἐν τῷ οὔκουν, ὅτε μὲν παραπληροῖ, ὀξύνει τὴν οὐ ἀπόφασιν οὔκουν ὡς εὔρουν· ὅτε δὲ τὴν ἰδίαν ἔχει δύναμιν, τουτέστιν συλλογιστικός ἐστι, φυλάττει τὴν ἰδίαν περισπωμένην, ὡς χρυσοῦν, οὕτως καὶ οὐκοῦν.
Ὁ ἠ ὀξύνεται ἢ περισπᾶται. διαζευκτικὸς μὲν οὖν ὑπάρχων ἢ παραδιαζευκτικὸς ἢ διασαφητικὸς ὀξύνεται πάντως· εἰ δὲ καὶ πλεονάζει τὸ ε, ἐπὶ τέλους ἔχει τὴν ὀξεῖαν. διαζευκτικὸς μὲν “ἢ νύξ ἐστιν ἢ ἡμέρα”· τὸ γὰρ ἕτερον ἀληθές, τὸ δὲ ἕτερον ψευδές. καὶ τὸ Αἰδώς, Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν». παραδιαζευκτικὸς δὲ «Φαίδων ἢ περὶ ψυχῆς» «ἢ νέος ἠὲ παλαιός»· ἢ γὰρ τὸ ἓν ἢ καὶ τὸ ἕτερον ἢ καὶ ἀμφότερα· ἡ γὰρ τῶν διαζευκτικῶν δύναμις τοιαύτη ἐστί. διασαφητικὸς δὲ «πλουτεῖν ἢ πένεσθαι» ὃς καὶ τὸ περ λαμβάνει, ἤπερ πένεσθαι. βούλομʼ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. διασαφεῖ γὰρ τὸ ἕτερον, ὅπερ αἱρεῖται.
Ἡνίκα εὑρέθη διαπόρησις μετὰ διαζεύξεως, τότε τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον οἷον ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα. ἐναντία γὰρ ταῦτα μαχόμενα καὶ ἅμα εἶναι οὐ δυνάμενα. καὶ διὰ τοῦτο ἐρώτησις καὶ ἀπορία μετὰ διαζεύξεως. τοιοῦτό ἐστι καὶ τὸ ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι. διαζευκτικῆς οὖν οὔσης τῆς τάξεως τῶν διαπορητικῶν, ὁ μὲν πρότερος ὀξύνεται, ὁ δὲ δεύτερος περισπᾶται. οὗτος δὲ ὁ περισπώμενος, ἐὰν προσλάβῃ τὸ ε, φυλάττει τὴν περισπωμένην. οἷόν ἐστιν· ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὁ δʼ Ἀτρείδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον. διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις.
Ὅτε δὲ μόνως ἐρωτηματικός ἐστιν ὁ ἦ χωρὶς διαζεύξεως, κἂν ἅπαξ κἂν πολλάκις παραληφθῇ, περισπᾶται, μὴ οὔσης τῆς ἐρωτήσεως ἐν διαζεύξει. ἐν μὲν γὰρ τῷ «ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα» διαζευκτικὸν τὸ αἰφνιδίως τελευτῆσαι τοῦ μακροχρονεῖν. ὅθεν ὁ πρῶτος ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. ἐν μέντοι τοῖς ὑποκειμένοις ἔπεσι πάντες περισπῶνται ἐρωτηματικοὶ ὄντες, οὐκ ἐν διαζεύξει· ἦέ τι Μυρμιδόνεσσι πιφαύσκεαι ἦ ἐμοὶ αὐτῷ; ἦ τῷ Ἀχιλλεῖ ἦ τοῖς Μυρμιδόσιν, ἀντὶ τοῦ τούτῳ κἀκείνοις. ἦέ τινʼ ἀγγελίην Φθίης ἐξ ἔκλυες οἶος; ἦε σύγʼ Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται. Περισπῶσι καὶ τὸν βεβαιωτικόν· τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων Ἀτρεῖδαι; ἐνταῦθα μὲν βεβαιωτικός ἐστιν ὁ ἦ μεθʼ ὑπερωτήσεως· ἔστι δὲ καὶ μόνως διαβεβαιωτικὸς χωρὶς ἐρωτήσεως· ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός, ἦ μάλʼ ἐλαφρὸς ἀνήρ· ὡς ῥεῖα κυβιστᾷ ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται. ἀλλὰ κἂν ὑποτάσσηται τῷ ἐπεί διαβεβαιωτικὸς ὤν, ὁμοίως περισπᾶται ἐπεὶ ἦ φάτʼ ἄρʼ ἀσφαλές. ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα Ὅτε παραπληροῖ μετὰ τί τὸ πυσματικόν, ὀξύνεται τί ἢ δὲ σὺ κήδεαι αὕτως Ἀργείων; ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; ΠΕΡΙ ΧΡΟΝΩΝ ΤΩΝ ΕΝ ΦΩΝΗΕΣΙ ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ. ΒΙΒΛΙΟΝ κʹ. Περὶ χρόνων.
Τῶν χρόνων οἱ μὲν μακροί, οἱ δὲ βραχεῖς. καὶ μακρὸς χρόνος ἐστὶ φωνήεντος ἔκτασις· βραχὺς δὲ τοὐναντίον, οὗ παραδείγματα πάντα τὰ βραχυκατάληκτα.
Πᾶν δίχρονον ἐκ κράσεως ὂν ἐκτείνεται, ἀέκων ἄκων, κρέαα κρέα, κέραα κέρα· εἰ μέντοι ἀποκοπήν τινα δέξεται τῆς τα συλλαβῆς, τοῦ κέρατα κέρα καὶ κρέατα κρέα συνεσταλμένον ἐστὶ τὸ δίχρονον. Θέτιι Θέτι «πάντα Θέτι καλλιπλοκάμῳ, μήτιι μήτι “μήτι δʼ ἡνίοχος περιγίγνεται”, μάστι, Χίος Χίιος καὶ Χῖος, ἱερεύς ἱρεύς, ἴρηξ, οἱ νέκυες οἱ νέκυς τοὺς νέκυας τοὺς νέκυς “ἐκ δὲ νέκυς οἴκων φόρεον”, οἱ βότρυς, ἐρύεσθαι ῥῦσθαι “πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε”, δαινύατο δαινῦτο “τῇ δεκάτῃ δέ κε θάπτομεν δαινῦτό τε λαός”, λελῦτο δὲ γυῖα ἑκάστου», χοᾶ, Ἐρετριᾶ Πειραιᾶ Στειριᾶ, εὐφυᾶ διφυᾶ, εὐκλεᾶ. τὸ μέντοι «ὑπερδέα δῆμον ἔχοντας», καὶ «δυσκλέα Ἄργος ἱκέσθαι», καὶ «νηλέα θυμόν», οὐκ ἔστι κατὰ κρᾶσιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸς ε.
Πᾶν δίχρονον ἔχον διπλασιασμὸν ἀμεταβόλου ἐπιφερομένου συστέλλεσθαι θέλει, Πράξιλλα, Τελέσιλλα, ἄμμος, Κόριννα, ἄλλος, γάλλος, θαλλός, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, πυρρός. παραλόγως οὖν ἐκτέτατο τὸ μᾶλλον. τὸ δὲ ἄλλα, μὴ μεγαλύνεο δακτυλίω πέρι καὶ ἄλλαν, μήτι κατʼ ἀμμετέραν φρένα καὶ ἄβρα δηὖτε πάχῃ σπόλᾳ ἀλλόμαν κατὰ διάλεκτόν ἐστιν.
Τὸ α ἡ στέρησις συστέλλεσθαι θέλει, ἄκακος, ἄσεμνος, ἄφιλος. τὸ γὰρ ἀθάνατος καὶ ἀκάματος ἐξέτειναν τὸ α διὰ τὰς ἐπαλλήλας τέσσαρας βραχείας, αἵ τινες ἄθετοί εἰσιν εἰς ἡρωϊκὸν μέτρον.
Τὸ α πρὸ τοῦ β συστέλλεται, ῥάβδος, Λάβδακος, βλάβη, βλάβος, Ἄβυδος, στραβός, Ἄβος, ἁβρός, Ἄβδηρος, Ἀβαρβαρέη, ἐπιγράβδην. οὐ μάχεται τὸ ἆ βάλε. δύο γὰρ μέρη λόγου εἰσί. τὸ δὲ ἁβάσομεν, ἄναβος κατὰ διάλεκτον ἐγένετο ἐκ τοῦ ἡβήσομεν καὶ ἄνηβος.
Τὸ α πρὸ τοῦ μ συστέλλεται, ἅμιλλα, ἀμύμων, ἅμα, ἀμύσσω, ἅμαξα, ἀμνός, ἀμάρα, ἄμυστις, ἄμεινον, ἀμίς, ἀμύνω, ἄμαθος. σημειούμεθα τὸ ἀμῶ ῥῆμα ἐκτεινόμενον «εἰς ὥρας ἀμῷεν», ᾧ ἀκόλουθα ῥηματικά «οἱ δʼ ὥστʼ ἀμητῆρες», καὶ «ὀλίγος δʼ ἀμητὸς ἔην». «ἀμητὸς δʼ ὀλίγιστος». τὸ δὲ ἁμέρα, ἆμος, ἆμαρ διαλέκτῳ κατὰ τροπὴν ἐγένετο.
Ἡ αρ συλλαβὴ ἄρχουσα ἀσυνάλειπτος οὖσα, ἐπιφερομένου συμφώνου μὴ τοῦ δ, συστέλλεσθαι θέλει, ἄρβηλος, ἄρκευθος, ἀρκῶ, ἄρκιον, ἄρτος, ἄρχων, ἀργής, Ἄργυννος. τὸ ἀργός ἐκτεινόμενον ἐκ τοῦ ἀεργός συναληλιμμένον· τὸ δὲ δ ἐφυλαξάμην, ἐπεὶ τὸ μὲν ἄρδις συστέλλεται, τὸ δὲ ἄρδω ἐκτείνεται «τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν». καὶ τὸ ἄρδην δὲ ἐκτείνουσιν.
Τὸ α ἐπιφερομένου τοῦ σ, ᾧ ὑποτέτακται ἄφωνον, συστέλλεσθαι θέλει, ἄσθμα, ἀσπίς, ἄστυ, Ἀσκληπιός, ἀσχάλλω, ἄσβολος, ἀσκός. οὕτως ἄρα ὀφείλει καὶ τὸ ἀσκήσας καὶ ἀσκηθείς.
Τὸ α ἔχον ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ξ ἢ ψ μὴ ἐν ῥηματικῇ κλίσει φιλεῖ συστέλλεσθαι, ἄξων, ἀξίνη, ἁψίς, ἅψεα, Ἄψυρτος, ἀψευδής. τὸ δὲ «ἆξον δὴ ἔγχος Διομήδεος», καὶ τὸ κρᾶξον ἐκτεταμένον ἔχουσι τὸ α, διὸ ἔφην μὴ ἐν ῥηματικῇ κλίσει.
Τὸ α πρὸ τοῦ ζ ἐν ὀνόμασι συστέλλεται, γάζα, χάλαζα, ἀζηχές, μαζός· σεσημειωμένου τοῦ μᾶζα καὶ Ἀμαζών καὶ ἀλαζών.
Τὸ ι κατʼ ἀρχὴν πρὸ τοῦ τ συστέλλεται, ἴτυς, ἰταμός, Ἰταλός, Ἰταμών, ἰτέα. τὸ γὰρ «Ἴτωνά τε» καὶ «ἰτέαι», ποιητικά. τὸ δὲ Ἰτυμονεύς ἐκτέταται, ὀφείλει δὲ συστέλλεσθαι, διὰ τὸ υ. καὶ τὸ ἴτριον· ἐκτέταται.
Τὸ ι ἐπιφερομένου ἑνὸς συμφώνου ἁπλοῦ, ὅπερ ἔχει ὑποτασσόμενον ι ἢ υ, φιλεῖ ἐκτείνεσθαι ὑπεσταλμένων τῶν κατὰ κλίσιν, ἶβις, Ἴβυκος, ἰδίω, ἰθύς, Ἶρις, Ἴλιον, ἰνίον, ἶφι, Ἰτυμονεύς. τὸ δὲ ἴτυς συστέλλει τὸ ι. τὸ δὲ ἴθι κλίσις ῥηματική.
Τὸ ι κατʼ ἀρχὴν ἐπιφερομένων δύο συμφώνων μὴ κατὰ κλίσιν συστέλλεσθαι θέλει, ἴσχω, ἱστός, ἴκτινος, Ἴσμαρος, ἴφθιμος. ἐφυλαξάμην δὲ κατὰ κλίσιν διὰ τὸ ἵστανον καὶ ἵστην. σεσημείωται τὸ ἴκριον
Τὸ ι κατʼ ἀρχὴν ἔχον τὴν δευτέραν συλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ν, μὴ κατὰ κλίσιν ῥηματικήν, ἐκτείνεσθαι θέλει, Ἰνώ, Ἴναχος, ἰνίον. ἀντιπίπτει τὸ ἵνα εἴτε ἐπίρρημα εἴη εἴτε σύνδεσμος. προσέθηκα δὲ μὴ ἐν κλίσει ῥηματικῇ διὰ τὸ ἴναι καὶ ἐξίναι ἀπαρέμφατα.
Αἱ διὰ τοῦ ι μόνου ἐπεκτάσεις ἐν οἱῳδήποτε μέρει λόγου ἐκτεταμένον ἔχουσι τὸ ι, ὡδί, ἐνθαδί, νυνί, δευρί. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀντωνυμιῶν, ἐκεινοσί, οὑτοσί.
Πᾶν ὄνομα μονοσύλλαβον μακροκατάληκτόν ἐστι φύσει ἢ θέσει οἷον, στύξ, νύξ, πᾶς, Γρᾶς, Πράς, κράς, λίς, κίς, ῥίς, ἴς, μῦς, σῦς, δρῦς, πῦρ, ψάρ, Κάρ. διὸ τὸ τίς σημειούμεθα συστελλόμενον τὸ ι. εἰ δέ τινες συστέλλουσι τοῦ Ἴς ἐπὶ ποταμοῦ τὸ ι εἰς ἀποφυγὴν τούτου «οὐ γὰρ ἐμὴ ἲς Ἔσθʼ οἵη πάρος ἔσκεν», πταίουσι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱστορίαν. τὸ δὲ «στάδα λίμνην» ἢ «κλάδα χρυσεόκαρπον» οὐχ ἕξει τινὰ εὐθεῖαν στάς ἢ κλάς. μεταπλασμοὶ γάρ εἰσι. τὸ δὲ «ἐξ ὀρέων ἐπὶ κὰρ» κατὰ πάθος. ἀπὸ γὰρ τοῦ κάρη κατὰ ἀποκοπὴν τοῦ η γέγονεν.
Πᾶν ἀρσενικὸν ἢ θηλυκὸν εἰς ἀμετάβολον λῆγον μακροκαταληκτεῖ, Ἀλκμάν, παιάν, Τιτάν, δελφίν, ἀκτίν, ῥίν, Σαλαμίν, κάρ, ψάρ, μάρτυρ. καὶ τοῦ Φόρκυν, Πόλτυν τινὲς μὲν ἀξιοῦσι καὶ ἐν τῇ εὐθείᾳ ἐκτείνεσθαι τὸ υ, ἐμοὶ δὲ δοκεῖ, ὅτι ἐν μὲν τῇ εὐθείᾳ συστέλλεται τὸ υ, ἐν δὲ ταῖς πλαγίαις ἐκτείνεται. σεσημείωται τὸ μάκαρ, δάμαρ.
Τὰ εἰς αρ λήγοντα ὑπὲρ μίαν συλλαβὴν ἐπὶ παντὸς γένους συστέλλει τὸ α, μάκαρ, ὄαρ, θέναρ, φρέαρ, στέαρ. Ἀττικοὺς δέ φασιν ἐκτείνειν τὸ στέαρ καὶ φρέαρ.
Τὰ εἰς ων λήγοντα καθαρὰ συγκριτικά, ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγονται, καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς λέξεσιν Ἀττικοὺς ἱστορεῖ προφέρεσθαι ἐκτεταμένως.
Τὰ εἰς σσων συγκριτικὰ οὐδέποτε ἐκτεταμένῳ διχρόνῳ παραλήγεται, βράσσων, πάσσων, μάσσων, γλύσσων, βάσσων, ἔνθεν παρʼ Ἐπιχάρμῳ βάσσον. τὸ ἐλάσσων, θάσσων «θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους» σεσημείωται, ὅτι φύσει μακρᾷ παραλήγεται.
Τὰ εἰς ων δισύλλαβα τῷ ι παραληγόμενα μὴ ὄντα κύρια ἐκτείνει αὐτό, κίων, πρίων, πίων. τὸ δὲ Δίων, Ἴων κύριά εἰσιν.
Τὰ εἰς αξ λήγοντα καὶ ἐκτείνει τὸ α καὶ συστέλλει· ὅσα μὲν οὖν δισύλλαβα ὄντα ἔχει πρὸ τέλους μὴ φύσει μακράν, ἀλλʼ ἢ βραχεῖαν ἢ θέσει μακράν, ἀδιάφορον ἔχει τὸν χρόνον τοῦ α, κόραξ, κόλαξ, φύλαξ, ἄναξ, βόαξ, νέαξ, ὄμφαξ, φόρταξ. εἰ μέντοι ἡ πρὸ τέλους φύσει μακρὰ εἴη, ἡ δὲ τελευταία συστέλλοιτο, γένος θηλυκὸν ὁρᾶται, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ. διὸ καὶ τὸ μεῖραξ ἐπὶ θηλυκῷ τιθέμενον εὖ ἂν ἔχοι. οὐκ ἀγνοῶ δὲ ὡς ἔσθʼ ὅτε οἱ κωμικοὶ καὶ ἀρσενικῷ γένει τὴν σύνταξιν ποιοῦνται ἀλλʼ εἰκὸς αὐτοὺς θηλυκῇ προσηγορίᾳ σκώπτειν τοὺς πασχητιῶντας. ὅσα μέντοι ἔχει τὴν πρὸ τέλους φύσει μακρὰν ἀρσενικὰ ὄντα καὶ τὸ α θέλει ἔχειν ἐκτεταμένον, ὡς ἔχει τὸ Φαίαξ, θώραξ, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ· σημειούμεθα τὸ Γῦναξ καὶ Γῦλαξ, ἔχοντα φύσει μακρὰν τὴν παραλήγουσαν καὶ συστέλλοντα τὸ α. εἰσὶ δὲ ταῦτα κύρια ὀνόματα, καὶ τὸ σαῦσαξ, φασὶ δὲ εἶναι τοῦτο ὄσπρεον, καὶ τὸ καύαξ διφορούμενον. τοῦτο γάρ ποτε μὲν συστέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό. ἔστι δὲ ὄρνεον. Τὰ μέντοι ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ α μὴ ὄντα σύνθετα, ἱέραξ, Ἐπιδαύραξ, ὀρθίαξ, θυμέλαξ. τὰ δὲ σύνθετα βαρύτονα καὶ τὸν τῶν ἁπλῶν χρόνον φυλάττει, Ἀχαρνοφαίαξ, Ἱππῶναξ, Ἀρχεάναξ, ἐριβῶλαξ, πολυπῖδαξ. τὰ δὲ ὀξύτονα σύνθετα συστέλλει τὸ α, διασφάξ, βλεφαροσπάξ. τὰ μέντοι μονοσύλλαβα θηλυκὰ μὲν ὄντα, θέλει συστέλλειν τὸ α, σπάξ, οὕτως ὁ κύων παρὰ Πέρσαις, πλάξ, γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτέταται. τὰ δὲ ἐκτείνοντα τὸ α ἀρσενικά ἐστι, βλάξ, κράξ, πτάξ· τὸ δὲ Πράξ ἱστορεῖται μὲν ἐκτείνεσθαι· ἐγένετο δὲ Ἀχιλλέως ἀπόγονος, ἔνθεν οἱ Πρᾶκες· συστέλλεται δέ ἐσθʼ ὅτε τὸ α.
Τὰ μέντοι εἰς ιξ μονοσύλλαβα συστέλλει τὸ ι ἔχοντα δύο σύμφωνα πρὸ τοῦ ι, στίξ, φρίξ, θρίξ. τὸ μέντοι ἴξ καὶ Φίξ ἐκτείνεται. τὰ μέντοι εἰς ιξ λήγοντα ὑπὲρ μίαν συλλαβὴν πάντα συστέλλει τὸ ι. ἐπὶ μέντοι γενικῇ πῇ μὲν φυλάττει τὸ ι συνεσταλμένον, πῇ δὲ ἐκτείνει. καί φασι τήρησίν τινα εἶναι τοιαύτην, ὡς τὰ ἔχοντα πρὸ τέλους μακρὸν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι, φοῖνιξ, βέμβιξ, Τέμμιξ, πέμφιξ, τέττιξ, σκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης φησὶν ὡς τῆς πέρδικος καὶ χοίνικος γενικῆς ἡ μέση συστέλλεται, πεισθεὶς Ἀριστοφάνει τῷ γραμματικῷ καὶ τοῖς οὕτω χρησαμένοις ποιηταῖς διὰ μέτρον· ἀλλὰ ταῦτα διὰ μέτρον ἐγένετο. ἔστι γὰρ αὐτὰ εὑρεῖν ἐκτεταμένα πολλάκις· τὸ μέντοι Θρήϊκος συστέλλει τὸ ι, ἔχον διαλλαγήν. λέγεται γὰρ καὶ κατὰ συναλοιφὴν Θρῃκός. τὸ δὲ ἧλιξ συνεξῆλθε τοῖς ἔχουσι τὸ λ πρὸ τοῦ ι, χόλικος, ἕλικος, χάλικος, κύλικος. τὸ σύμμιγος σύνθετόν ἐστι.
Τὰ εἰς υξ μονοσύλλαβα συστέλλει τὸ υ, τρύξ, Φρύξ, πτύξ, Στύξ. χρόνος ὁ αὐτὸς καὶ ἐπὶ γενικῆς. τὰ εἰς υξ δισύλλαβα καὶ αὐτὰ συστέλλει τὸ υ, φυλάττει μέντοι τὸ υ συνεσταλμένον, ὁπότε τὸ χ ἢ τὸ γ ἐπὶ γενικῆς ἔχει, στόνυχος, ὄνυχος, ὄρτυγος, ἤλυγος, δίζυγος, φάρυγος, τὸ δὲ κόκκυγος συστέλλουσι καὶ ἐκτείνουσιν. εἰ μέντοι διὰ τοῦ κ ἡ κλίσις ὑπάρχοι, πῇ μὲν φυλάττει τὸ υ συνεσταλμένον, πῇ δὲ ἐκτείνει. Ἔρυκος γὰρ συνεσταλμένως καὶ ἄμβυκος, Βέβρυκος, κάλυκος, Γάνυκος, ἴβυκος, ἐκτεταμένως δὲ βόμβυκος, αἴθυκος, κήρυκος. τὸ «κήρυκι Ἠπυτίδῃ» διὰ μέτρον φασὶν ἔχειν συστολήν. τὰ μέντοι εἰς υξ ὑπὲρ δύο συλλαβὰς ἤτοι σύνθετα ἢ καὶ ἁπλᾶ πρόδηλον ἔχει τὸν χρόνον.
Τὰ εἰς αψ ὑπὲρ μίαν συλλαβήν φαμεν συστέλλειν τὸ α, λαῖλαψ. ἐν δὲ μονοσυλλάβοις τὸ δράψ ἐκτείνεται κείμενον παρὰ Ἀριστοφάνει· καὶ τὸ λάψ παρὰ Ταραντίνοις. ἡ δὲ γράψ καὶ φάψ θηλυκῷ γένει κατακλειόμενα συστέλλεται.
Τὰ εἰς ιψ μονοσύλλαβα ἐκτείνεται, ὁμοίως καὶ ἐπὶ γενικῆς. διὸ ἡ λιβός γενικὴ σημειώδης. τὰ δὲ ὑπὲρ μίαν συλλαβὴν συστέλλεται. θέλουσι δὲ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρʼ Ἀρχιλόχῳ «ἄνδρας ἀμφιτρίβας».
Τὰ εἰς ας περισπώμενα ἀναγκαίως ἔχει τὸ α μακρόν, ἀλλᾶς, Ἡρᾶς, Βορρᾶς, πελεκᾶς.
Τὰ εἰς ας ἀρσενικὰ βαρύτονα εἴτε ὀνόματα εἴτε μετοχαὶ ἐκτείνονται, Αἴας, Θόας, Δρύας, Αἰνείας, λέξας, γράψας, ποιήσας. σεσημείωται τὸ μέγας ἐπίθετον καὶ τὸ «λᾶας ἀναιδής». τὸ «δουρὶ δὲ ξυστῷ μέμηνεν Αἶας» καὶ ὅσα τοιαῦτα κατὰ διάλεκτον, «δῆσας ἀλυκτοπέδῃσι».
Τὰ εἰς ας ὀξύτονα, εἰ μὲν εἴη ὀνόματα, συστέλλονται, εἰ δὲ μετοχαί, ἐκτείνονται, Ἀρκάς, φυγάς, ἐθάς, πολυδειράς, κιχράς, ἱστάς, πιμπράς, βιβάς. σεσημείωται τὸ ἱμάς καὶ ἀνδριάς καὶ ὅσα παρὰ τὸ κέκραμαι, ἰσοκράς, ἁλικράς.
Τὰ εἰς ις εἴτε καθαρὸν εἴτε μὴ βαρύτονα εἴτε ἀρσενικὰ εἴτε θηλυκὰ συστέλλει τὸ ι, ὄϊς, πάϊς, ἔρις, Θέτις, μῆνις, Πάρις, ἔχις, ὄφις, κόνις, δῆρις, μάντις, ὄρχις, λάτρις, ὄρνις, Ἀριστοκλῆς δὲ ἐν τῷ περὶ διαλέκτων φησὶν Ἀττικοὺς ἐκτείνειν. εἰ δὲ σύνθετα ὑπάρχοι ἐξ ἁπλῶν ἐκτεινόντων τὸ ι, ἐκτείνονται, κνημίς εὐκνήμις, ψηφίς μελαμψήφις καὶ ὅσα τοιαῦτα. οὕτως καὶ ἐν τῷ «ἐϋκλήις ἀραρυῖα» Ἀρίσταρχος ἀναγινώσκει ἐϋκλήϊς ὡς ἐϋκνήμις σύνθετον ποιῶν τὴν λέξιν, οὕτως καὶ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ διεῖλον «ἐῢ κληῖσʼ ἀραρυῖα», οἷς συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ. ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστι, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς «κέρκιδʼ ὕφαινε», «χέρσʼ ἐρετάων», «καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν», οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις ἐκτεταμένον θηλυκῶν εἰ δʼ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ εὐκλήις, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν.
Τὰ ὀξύτονα θηλυκὰ εἰς ις λήγοντα μὴ καθαρεύοντα μεμελέτηκε καὶ ἐκτείνεσθαι καὶ συστέλλεσθαι. τοῖς μὲν οὖν συστέλλουσι τὸ ι ἀδιάφορος ἡ πρὸ τέλους εἴτε μακρὰ εἴη εἴτε βραχεῖα, βολίς, ῥανίς, αἰγίς, μηλίς, Δωρίς· τοῖς δὲ ἐκτείνουσι τὸ ι, καὶ μάλιστα ἐπὶ δισυλλάβων, ἡ πρὸ τέλους μακρὰ ὑπῆρχεν ἤτοι φύσει ἢ θέσει, κρηνίς, ψηφίς, κηκίς, κηλίς, νησίς, σφραγίς, βαλβίς, φαρκίς, ἁρπίς, ἁψίς. δικαίως οὖν οἱ Ἀττικοὶ τὸ ῥιπίς καὶ καρίς, ἃ ἡ κοινὴ συνήθεια ἐκτείνει, συστέλλουσι. δισύλλαβα δὲ παρεθέμην, ἐπεὶ ὁρᾶται τρισύλλαβα βραχείᾳ παραληγόμενα καὶ κατὰ τὴν συνήθη χρῆσιν καὶ κατὰ τὴν τῶν Ἰώνων ἐκτείνοντα τὸ ι· κατὰ δὲ τοὺς Ἀττικοὺς συστέλλονται. πλοκαμίς, κεραμίς, καλαμίς, βλεφαρίς, ῥαφανίς. τὸ δὲ ἀγαθίς ἀεὶ συστελλομένως· οὕτω δὲ καὶ ἡ τρυφαλίς συστέλλεται. καὶ ἐπίστασιν ἔχει τὸ κληΐς ἐκτεινόμενον καὶ καθαρεῦον. τὰ δὲ λοιπὰ πάντα συστέλλονται, Λαΐς, Ναΐς, Θησηΐς, δμωΐς, ἡρωΐς, Μινωΐς.
Τὰ εἰς υς θηλυκὰ ὀξύτονα διὰ τοῦ δ κλινόμενα συστέλλονται, κροκύς κροκύδος, χλαμύς χλαμύδος, πηλαμύς πηλαμύδος. τὰ δὲ εἰς υς θηλυκὰ ὀξύτονα διὰ καθαροῦ τοῦ ος κλινόμενα ἐκτεταμένον ἔχουσι τὸ υ, πληθύς, ἐδητύς, ὀϊζύς, ἐρινύς, ἰξύς ἡ ῥάχις, ἰσχύς, ἰλύς, τὸ δὲ νηδύς ποιητικῇ ἀδείᾳ συστέλλεται. φιλεῖ δὲ τὸ υ ἐπʼ εὐθείας ἐκτεινόμενον συστέλλειν τὰς ἄλλας πτώσεις οὐ μόνον ἐν τῷ πῦρ πυρός, ἀλλὰ καὶ ἐν τῷ ἰχθύος, δρυός, ἰσχύος, ἰλύος. ἐν δὲ τῷ «ἰλύος» τὸ υ ἐκτέταται διὰ τὸ μέτρον.
Τὰ εἰς υς βαρύτονα εἴτε θηλυκὰ εἴτε ἀρσενικὰ συστέλλονται, γένυς, πίτυς, χέλυς, γῆρυς, ἀτράφαξυς, Πόλτυς, βότρυς, Ἕρπυς, Ἅλυς, ἥμισυς, πέλεκυς, Ῥαδάμανθυς.
Τὰ εἰς υς ὀξύτονα ἐπιθετικὰ συστέλλεται, πολύς, ἠΰς, ἡδύς, βραδύς.
Τὰ εἰς υς σύνθετα πάντα συνεσταλμένον ἔχει τὸ υ καὶ προπαροξύνεται, σύνοφρυς, λεύκοφρυς, κάλλιχθυς, δίβραχυς.
Τὰ εἰς ος ὀξύτονα ἀρσενικὰ δισύλλαβα καθαρὰ διχρόνῳ παραληγόμενα ἐκτείνει αὐτὸ οἷον ναός, λαός, κριός, ἰός πλὴν τοῦ βιός.
Τὰ εἰς ος καθαρὸν ἀρσενικὰ δισύλλαβα εἰ παραλήγοι τῷ α, ἐκτείνει αὐτὸ ναός, λαός. δάος οὐδέτερον. σεσημείωται τὸ σάος.
Τὰ εἰς λος λήγοντα δισύλλαβα ὀξύτονα, ὁπότε ἔχει πρὸ τέλους δίχρονον, τοῦτο ἔχει συνεσταλμένον ἢ ἐκτεινόμενον διʼ ἑαυτοῦ ἢ διὰ συμφώνου μεγεθυνόμενον. καὶ τὰ μὲν διὰ συμφώνων μεγεθυνόμενα τὰ τοιαῦτά ἐστι, κυλλός, μαλλός, θαλλός, τὰ δὲ διʼ ἑαυτῶν τὰ τοιαῦτα, ψιλός, χυλός, δαλός, βαλός, οὕτως ὁ βαθμός καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ κωμῳδίᾳ. ἐχρῆν οὖν καὶ τὸ καλός ἢ βοηθεῖσθαι συμφώνῳ ἢ αὐτόθεν ἐκτείνεσθαι. ὑγιὴς οὖν ἡ ἔκτασις παρὰ τῷ ποιητῇ.
Τὰ διὰ τοῦ ιμος παραγωγὰ ὑπὲρ δύο συλλαβὰς συνεσταλμένον ἔχει τὸ ι, κύδιμος, ὠφέλιμος, ὤκιμος. τὸ μέντοι ἄτιμος ἐκτεῖνον τὸ ι σύνθετόν ἐστιν. οὕτως δὲ ἀξιοῦται καὶ τὸ βούλιμος ἐκτείνεσθαι κατὰ τὴν δευτέραν συλλαβὴν συνθέτου ὑπάρχοντος τοῦ ὀνόματος· ἀντὶ γὰρ τοῦ ὁ μέγας λιμός. καὶ τὸ ἴφθιμος δὲ ἐκτείνει τὸ πρὸ τέλους ι.
Τὰ εἰς μος καθαρὸν δισύλλαβα ἔχοντα τὸ υ ἐκτείνουσιν αὐτὸ καὶ ὀξύνονται, χυμός, θυμός, δρυμός, ῥυμός. εἰ δὲ ὑπὲρ δύο συλλαβὰς ὑπάρχει, καὶ προπαροξύνεσθαι θέλουσι καὶ συστέλλουσι τὸ υ, εἰ μὴ ἐκ συνθέσεως ὑπάρχει, οἷον ἔρυμος, ἔλυμος, δίδυμος, ἔτυμος ὁ ἀληθής. τὸ δὲ πρόθυμος καὶ τὸ μεγάθυμος καὶ τὰ τοιαῦτα ἐκ συνθέσεως ἔσχον τὸ υ.
Τὰ εἰς νος λήγοντα δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου εἰ ἔχοι πρὸ τέλους ἕν τι τῶν διχρόνων συνεσταλμένον αὐτὸ ἔχει, καπνός, θαλπνός, ἁγνός, ἀμνός, γυμνός, πρυμνός, συχνός, πυκνός, στυγνός. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὑπὲρ δύο συλλαβάς, ἀλαπαδνός, ἀκιδνός, ὀλοφυδνός. τὸ μέντοι στρυφνός οἱ Ἀττικοὶ ἐκτείνουσι τὸ υ. οὕτω γὰρ ἀνέγνωμεν παρʼ Ἀριστοφάνει ἐν Σφηξί παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνόν.
Τὰ εἰς νος λήγοντα δισύλλαβα ὀξύτονα καθαρεύοντος τοῦ ν, εἰ ἔχοιεν ἐν τῇ πρὸ τέλους τὸ α, ἐκτεταμένον αὐτὸ ἔχουσι, δανός ὁ ξηρός, τρανός, μανός. τοῦτο δὲ παρὰ τοῖς Ἀττικοῖς συστέλλεται.
Τὰ εἰς νος λήγοντα ὀνόματα τρισύλλαβα ὀξυνόμενα καὶ ἔχοντα τὸ α συνεσταλμένον πρὸ τέλους μὴ καθαρεῦον οὐδέποτε τὴν ἄρχουσαν ἔχει φύσει μακράν, οἷον ἱκανός, καίτοιγε τὸ ῥῆμα ἐξέτεινε τὸ ι, πείθω πιθανός, εἴδω ἰδανός «σὰς ἰδανὰς χάριτας» ὁ Καλλίμαχος, τρώγω τραγανός, ἥδω ἑδανός, ἄγω ἀγανός, στέγω στεγανός, σφεδανός, ὀρφανός, πεδανός, ῥοδανός. σημειῶδες ἄρα τὸ οὐρανός, ὅτι ἤρξατο ἀπὸ φύσει μακρᾶς. Ἀλκαῖος δὲ καὶ εἰς ω ἀποφαίνεται τὸ ὄνομα, ὠρανός λέγων κατὰ τροπὴν τῆς ου διφθόγγου εἰς τὸ ω καὶ ἄνευ τοῦ υ ὀρανός, ὥστε τὸ ἐπιζητούμενον παρʼ αὐτῷ λελύσθαι. καὶ Σαπφώ· «ψαύην δʼ οὐ δοκίμωμʼ ὀράνω δυσαπάχεα». προσέθηκα μὴ καθαρεῦον, ἵνα μὴ ἐπιζητῶμεν περὶ τοῦ «εἱανοῦ ἁπτομένη» καὶ «ἑανοῦ κασσιτέροιο».
Τὰ διὰ τοῦ ινος ὑπὲρ δύο συλλαβὰς ὀξύτονα κατὰ καιροῦ ἢ χρόνου παραλαμβανόμενα συστέλλει τὸ ι, ἐαρινός, θερινός, νυκτερινός, χειμερινός, ἑωθινός, πρωϊνός, ἡμερινός, ὀπωρινός. παρὰ μέντοι τῷ ποιητῇ κατʼ ἔκτασιν ἀναγινώσκομεν τοῦτο ἐπιζητοῦντος τοῦ μέτρου «ὡς δʼ ὅτʼ ὀπωρινὸς βορέης» καὶ πάλιν «ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιος».
Τὰ διὰ τοῦ ινος ἀπὸ ἐπιρρήματος ὀξύτονα τὸ ι βραχὺ ἔχουσι, ταχινός, ἀληθινός, πυκινός, ἀδινός.
Τὰ διὰ τοῦ ινος σημαίνοντα μετουσίαν προπαροξύτονα τὸ ι βραχὺ ἔχουσι, κρίθινος, δάφνινος, πύρινος, ξύλινος, λίθινος. τὰ δὲ μὴ οὕτως ἔχοντα ἐκτείνουσι τὸ ι, κάμινος, κύμινος, κυκλάμινος.
Τὰ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα ἐκτείνουσι τὸ ι, ἐχῖνος, κορακῖνος, φοξῖνος πλὴν τοῦ καρκίνος.
Τὰ διὰ τοῦ ινος ὀνόματα ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ βραχέος τοῦ ι ἐκφέρεται οἷον ἀδινός, πεδινός, ταχινός, πυκινός, ἀληθινός. σεσημείωται τὸ χαλινός καὶ λαρινός. τὸ μὲν χαλινός, ὅτι ἐστὶ καὶ οὐδέτερον. λέγεται γὰρ τὰ χαλινά καὶ ὡς διαλλάξαν κατὰ τὰ ἄλλα, διήλλαξε καὶ κατὰ τὸν χρόνον. τὸ δὲ λαρινός ἐκτοῦ ῥινός βύρσης καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ σύνθετον.
Τὰ διὰ τοῦ υνος δισύλλαβα ἐκτείνει τὸ υ, φρυνός, γρυνός, θυνός, Κῦνος. σεσημείωται τὸ πλυνός κατὰ χρόνον, καίτοιγε τὸ πλύνω ἐκτεινόμενον τὸ υ.
Τὰ διὰ τοῦ υνος ὑπὲρ δύο συλλαβάς, εἰ μὲν παραλήγει τὸ σ, συστέλλει τὸ υ, δεσπόσυνος, πίσυνος, θάρσυνος. τὸ δὲ μόσυνος ἐκτεταμένον ἀπὸ γενικῆς ἐστι γενόμενον, αἱ δὲ γενικαὶ αἱ διὰ τοῦ υνος ὑπὲρ δύο συλλαβὰς ὑπάρχουσαι Φόρκυνος, Πόλτυνος τῶν εὐθειῶν συστελλομένων ἐξέτειναν τὸ υ. εἰ δὲ μὴ παραλήγει τὸ σ, ἐκτείνει τὸ υ, κίνδυνος, εὔθυνος, Πάχυνος, Λάμυνος, διὸ καὶ τὸ βόθυνος ἀναλόγως ἐκτείνουσιν Ἀττικοί. κἂν ὀξύνηται δὲ τοιαῦτά ἐστι, Μαρυανδυνός, Βιθυνός. τὸ ἀνδρόγυνος, ἄγυνος καὶ τὰ ὅμοια τοῦ γυνή ἐτήρησαν τὸ υ.
Τὰ εἰς ρος καθαρὸν δισύλλαβα τῷ α παραληγόμενα ὀξυνόμενα μὲν ἔχει ἐκτεινόμενον τὸ α ψαρός, ναρός, ἔνθεν θηλυκὸν παρὰ Σοφοκλεῖ ἐν Ἰνάχῳ σατυρικῷ «ναράς τε πατρὸς κυμάτων ἐπιρροὰς—ἐπώμοσα». Λαρός «λαρὸς ἄμης», ἔνθεν τὸ οὐδέτερον «λαρὸν τετυκοίμεθα δόρπον». βαρυνόμενα δέ, εἰ καὶ ἀρσενικὰ ὑπάρχοι ἢ θηλυκά, συστέλλειν θέλει τὸ α, λάρος «λάρῳ ὄρνιθι ἐοικώς», γάρος. Αἰσχύλος Πρωτεῖ σατυρικῷ «καὶ τὸν ἰχθύων γάρον», σκάρος, φάρος. λέγω δὲ τὸ ἀρσενικὸν ἢ καὶ τὸ θηλυκόν, Κλάρος, Νίκανδρος «μνῆστιν ἔχοις, τὸν ἔθρεψε Κλάρος νιφόεσσα πολίχνη», Πάρος νῆσος, σπάρος, Σάρος ὁ ποταμός. τὸ τοίνυν βᾶρος καὶ Ρᾶρος παρʼ Ἀττικοῖς σημειώδη. τὸ δὲ κλᾶρος κατὰ Δωρίδα διάλεκτον ἐκ τοῦ κλῆρος. τά τε ὑπὲρ δύο συλλαβὰς βαρυνόμενα πάμπολλα ὄντα συνεσταλμένον ἔχουσι τὸ α, μὴ ὄντα Δώρια μήτε σύνθετα, μάρμαρος, βάρβαρος, τάλαρος, κύλλαρος· ἐπίστασιν οὖν ἔχει τὸ ἄγγαρος καὶ Αἴσαρος. τὸ δὲ φλύαρος ὀφείλει συστέλλεσθαι. τούτου δέ τινες ἐκτείνουσι τὸ α, καὶ μάλιστα παρʼ Ἀττικοῖς.
Τὰ διὰ τοῦ αρος ὀξύτονα συστέλλει τὸ α, μαδαρός, χαλαρός, ῥυπαρός, καὶ ὅσα ἄλλα ἐστὶ τοιαῦτα. χρὴ οὖν καὶ τὸ ἀνιαρός συστέλλειν τὸ α. δηλονότι τὸ νομιζόμενον Ἴωσιν ἀνιηρός πρότερόν ἐστι καὶ λοιπὸν τὸ ἀνιαρός ὡς ἐδέξατο τροπὴν Ἰωνικὴν … ἔμεινεν ἐκτεινόμενον.
Τὰ εἰς ρος λήγοντα ὀξύτονα, ὅτε ἔχει τὴν τρίτην ἀπὸ τέλους ἤτοι θέσει μακρὰν ἢ φύσει, πάντως ἔχει τὴν πρὸ τέλους μηκυνομένην. εἰ δὲ ἡ πρὸ τέλους εἴη βραχεῖα, καὶ ἡ τρίτη ἀπὸ τέλους, βλαβερός, φανερός, ῥυπαρός, ὀχυρός, καπυρός, ἱερός. τὸ γὰρ ἐκτεῖνον τὸ ι ποιητικόν ἐστι· κρατερός, τὸ γὰρ καρτερός ὑπέρθεσιν ἔχει. τὰ μέντοι ἔχοντα τὴν πρὸ τέλους τρίτην μακράν, ὡς ἔφην, ἔχει καὶ τὴν πρὸ τέλους μακράν, ποιηρός, ἀτηρός, ἀλγηρός, πνιγηρός, ἀνθηρός, τολμηρός, ἰσχυρός. ὅθεν ἐπεὶ τὸ ἁλμυρός ἔχει τὴν τρίτην ἀπὸ τέλους μακρὰν ὑγιῶς ἕξει καὶ τὴν πρὸ τέλους μακράν. ἀναλογώτεροι οὖν οἱ Ἀττικοὶ ἐκτείνοντες αὐτό. παρὰ μέντοι τῷ ποιητῇ ἀνέγνωμεν «ἁλμυρὸν ὕδωρ». ἀντιπίπτει τὸ πενθερός μακρὰν ἔχον τὴν τρίτην ἀπὸ τέλους, βραχεῖαν τὴν πρὸ τέλους. ἀλλʼ οὖν γε εἴρηται πενθηρός τὸ ἐπίθετον διὰ τοῦ η ὥσπερ ἐπὶ ἱματίου μέλανος «Α. φέρʼ αὔτʼ ἀνύσας. Β. ἀλλʼ ἐστὶ πενθηρὸν πάνυ». οὕτως γὰρ ἔφη Ἀναξίλας. οὐκ ἀναστρέφει ὁ κανών. οὐ γὰρ πάντως τὰ ἔχοντα πρὸ τέλους μακρὰν ἔχουσι καὶ τὴν τρίτην μακράν. ἰδοὺ γὰρ πονηρός, τυχηρός.
Τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλλαβὰς προπαροξυνόμενα καὶ ἔχοντα πρὸ τέλους α συνεσταλμένον αὐτὸ ἔχουσι· ταύτῃ μοι δοκεῖ καὶ τὸ Ἴασος τὸ α συστέλλειν τῷ χαρακτῆρι πεισθέν. ἐπὶ δὲ τῶν ὀξυτόνων τῶν ἐχόντων τὸ α ὁρᾶται καὶ ἡ συστολὴ καὶ ἡ ἔκτασις, … ὡς ἐν τῷ Τάμασος καὶ Ἐγγύασος, ἀλλὰ καὶ κέρασος καὶ Ἔρασος …
Πᾶν θηλυκὸν εἰς α λῆγον ὀξυνόμενον ἢ περισπώμενον ἐκτείνει αὐτό, φοβερά, Ἀθηνᾶ, πυρκαϊά, μνᾶ. διὸ καὶ τὸ ἀγυιά καὶ ὀργυιά ὁτὲ μὲν ἐκτείνεται ὀξυνόμενον παρʼ Ἴωσι, ὁτὲ δὲ βαρύνεται καὶ συστέλλεται.
Τὰ εἰς α λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικῷ ὁμόχρονον ἔχει τῷ τέλει τῆς γενικῆς τοῦ ἀρσενικοῦ τὸ α, ὀξέος ὀξεῖα, τάλανος τάλαινα, χαρίεντος χαρίεσσα. Ῥόδιος δὲ Ῥοδίου Ῥοδία καὶ Σάμιος Σαμίου Σαμία. διὸ Ἀττικοὶ ἱερέως λέγοντες ἱερεία ἐκτεταμένως λέγουσιν, ἀλλʼ οὐκέτι πανδόκεια, βασίλεια. σεσημείωται τὸ ἴα ἀπὸ τοῦ ἴος ἴου «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς», ὅπερ λέγεται καὶ μία, καὶ «δῖα γυναικῶν» καὶ τὸ πέπειρα.
Πᾶν εἰς α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπερισπώμενον συνεσταλμένον ἔχει τὸ α Ἀντιόχεια, ταχεῖα, ὀξεῖα.
Τὰ διὰ τοῦ αια παρώνυμα παραγόμενα ἐκ θηλυκῶν εἰς α ἢ εἰς η ἐκτεταμένον ἔχει τὸ α, σελήνη σεληναία, ἅμαξα ἁμαξαία, οὐρά οὐραία, ἀρχαία, ἀναγκαία. ὅθεν ἐχρῆν καὶ τὸ γαῖα ἐκτείνεσθαι, χωρὶς εἰ μὴ ἡ ποσότης τῶν συλλαβῶν ποιεῖ συνεσταλμένον τὸ α. τοιαῦτα γὰρ τὰ δισύλλαβα, γραῖα, μαῖα.
Τὰ εἰς α λήγοντα καθαρὸν συνεσταλμένον, ὁπότε ἐστὶ ὑπὲρ δύο συλλαβάς, τὴν πρὸ τέλους ἔχει φύσει μακράν, Μήδεια, Θάλεια, Πηνελόπεια, εὔνοια, εὔχροια, ὑπεσταλμένων τῶν πρὸ τέλους ἐχόντων τὴν τρι συλλαβήν, οἷον ποιήτρια, μεσήτρια, ὁδηγήτρια, ὀρχήστρια, αὐλήτρια, μαθήτρια. παράλογος οὖν ὁ πρὸ τέλους χρόνος τοῦ πότνια, ὄμπνια, Πολύμνια, Ἰάμνια, Λάμια. ὅσα γὰρ ἔχει πρὸ τοῦ τέλους τὸ ι ὑπὲρ δύο συλλαβὰς ὄντα μὴ διὰ τοῦ τρια οὐκ ἐν συστολῇ ἔχει τὸ α, ἀλλʼ ἐκτάσει, κακία, φιλία, κοπία, ἐσχατιά. τοῦ οὖν πότνια καὶ ὄμπνια καὶ τῶν τοιούτων ἢ ἡ πρὸ τέλους ἠλάττωται ἢ ἡ ἐπὶ τέλους.
Τὰ ἀπὸ τῶν εἰς ης ὀξυτόνων διὰ τοῦ εια προπαροξύτονα συστέλλει τὸ α, παροξύτονα δὲ ἐκτείνει, εὐσέβεια καὶ εὐσεβία, ἀμέλεια καὶ ἀμελία, συνήθεια καὶ συνηθία. τὸ μέντοι ἀμαθία μόνον παροξύνεται καὶ διὰ βραχέος ι γράφεται.
Τὰ διὰ τοῦ νια θηλυκὰ τῷ ι παραληγόμενα συστέλλουσιν αὐτὸ ἔχοντα μακρὸν τὸ α οἷον γωνία, πενία, ξενία. σεσημείωται τὸ ἀνία, ἐπειδὴ ἀπὸ τοῦ ἰῶ γίνεται, ὅπερ ἔχει μακρὸν τὸ ι. τὸ δὲ κονία διφορεῖται.
Πᾶν εἰς α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἢ τὸ σ ἢ τὸ ν, μὴ κατὰ πάθος ἢ διάλεκτον, ἔχει τὸ α συνεσταλμένον, χάλαζα, ἅμαξα, ἀμφίσβαινα, Λάκαινα, χαρίεσσα, μοῦσα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανᾶ καὶ ὅσα τοιαῦτα, ἐστὶ κατὰ πάθος, τὸ δὲ Ἑλένα καὶ ὅσα τοιαῦτα, ἐστὶ κατὰ διάλεκτον.
Τὰ εἰς α λήγοντα, ὁπότε ἔχει πρὸ τοῦ α διπλοῦν, δίχρονον δὲ πρὸ τοῦ διπλοῦ, πάντως συνεσταλμένον αὐτὸ ἔχει, ὡς τὸ ῥίζα, σχίζα, σπίζα, δίψα, Δούριζα λίμνη, Βόρυζα πόλις Περσική, Ἀράβυζα τῆς Καυκωνίδος πόλις, ὄρυζα, φύζα, ἄζα, γάζα, χάλαζα. σημειῶδες ἄρα ἡ μᾶζα ἐκτείνουσα τὸ πρὸ τέλους α.
Τὰ εἰς σα λήγοντα θηλυκὰ εἴτε ἐπʼ ὀνομάτων εἴτε καὶ ἐπὶ μετοχῶν, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς δίχρονον καταλήγουσαν, πάντως ἐκτεταμένον αὐτὸ ἔχει, πᾶσα, πτᾶσα, φῦσα, δῦσα, Τῖσα, Κρῖσα, κνῖσα· οὐκ ἀγνοῶ δὲ ὅτι Πίσαν εἶπεν κατὰ συστολὴν Πίνδαρος. εἰ μέντοι εἰς σύμφωνον λήγει ἡ πρὸ τέλους συλλαβή, τὸ δίχρονον συστέλλεται, θάλασσα, ἄνασσα, πίσσα, νύσσα, λύσσα.
Τὰ διὰ τοῦ υρα θηλυκὰ ἀμοιβὴν ποιοῦνται τοῦ χρόνου· ἢ γὰρ ἐκτείνουσι τὸ υ καὶ συστέλλουσι τὸ α καὶ προπαροξύνονται, ἄγκυρα, Κέρκυρα, ὄλυρα, γόργυρα. ἢ ἐκτείνοντα τὸ α συστέλλει τὸ υ καὶ παροξύνεται, Ἐφύρα, πορφύρα, Ζεφύρα. σεσημείωται τὸ κολλύρα τὰς δύο ἐκτεῖνον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν δισυλλάβων. πυρά ἐκτείνει τὸ α, συστέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ σφῦρα ἐκτεῖνον τὸ υ καὶ συστέλλον τὸ α.
Τὰ εἰς ρα λήγοντα δισύλλαβα μὴ ἐπὶ τέλους ἔχοντα τὸν τόνον, εἰ μὲν διφθόγγῳ παραλήγεται, συστέλλει τὸ α, πεῖρα, στεῖρα, σπεῖρα, σφαῖρα, πρῷρα, εἰ δὲ ἑνὶ φωνήεντι μακρῷ, ἐκτείνει αὐτὸ χώρα, ψώρα, χήρα, πήρα, ὤρα, ὥρα.
Τὰ εἰς ρα μετʼ ἐπιπλοκῆς συμφώνου ἐκτείνει τὸ α, Ἠλέκτρα, ποτίστρα, καλύπτρα, ἐνέδρα, κολυμβήθρα. σεσημείωται τὸ Τάναγρα καὶ σκολόπενδρα.
Τὰ εἰς κη λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ ι, ἤτοι συνεσταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον. καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτως ἔχει. οἷον Κίρκη, Δίρκη, Τρίκκη. συνέσταλται δὲ τούτων τὸ ι, ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ κ. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη σημειῶδες· λείπει γὰρ ἢ χρόνῳ ἢ συμφώνῳ.
Τὰ διὰ τοῦ ινη ὑπὲρ τρεῖς συλλαβὰς ἐκτείνει τὸ ι, Αἰητίνη, θριδακίνη, ἡρωΐνη, ἰατρίνη, Ὠκεανίνη. τὸ εἰλαπίνη, Μολυβδίνη ὄνομα πόλεως συνέσταλται. ὑπὲρ τρεῖς συλλαβὰς ἔφην διὰ τὸ σατίνη, ἔστι δὲ εἶδος ἅρματος, καὶ τὸ Ἀσίνη, ἔστι δὲ ὄνομα πόλεως, καὶ μυρσίνη, οὐκ ἐκείνου ἀποφαινομένου ὡς τὸ τρισύλλαβον συστέλλει τὸ ι. πολλάκις γάρ ἐστι τὰ ἐκτείνοντα τὸ ι, ὡς ἔχει τὸ δωτίνη, ὑσμίνη, πυτίνη.
Τὰ εἰς υνη θηλυκὰ δισύλλαβα ἐκτείνει τὸ υ, μύνη, Φρύνη, Βύνη πλὴν τοῦ τυνή. τὰ δὲ ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ υ διὰ τοῦ συνη ὄντα, κερδοσύνη, βριθοσύνη, ὑποθημοσύνη, καλλοσύνη. εἰ δὲ μὴ ἔχοι τὸ σ πρὸ τοῦ υ, ἀδιάφορον ἔχει τὸν χρόνον. Δελφύνη γὰρ καὶ χελύνη ἐκτεταμένως, κορύνη δὲ καὶ Ταμύνη συνεσταλμένως ὡς τορύνη. ἐκτείνουσι δὲ Ἀττικοὶ τὸ τορύνη.
Τὰ εἰς τη λήγοντα δισύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ «οὔτι τοι μέτρον μάτας», Βατή δῆμος Ἀττικοῖς. ἀδιάφορα γὰρ τὰ τοῦ τόνου. σημειῶδες ἄρα τὸ ἄτη ἐκτεῖνον τὸ α. λέγεται δὲ καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ α, ὡς παρὰ τῷ Κυρηναίῳ «εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην».
Πᾶν εἰς α λῆγον οὐδέτερον ἑνικὸν συνεσταλμένον ἔχει τὸ α, βῆμα, αἷμα, ποίημα, νόημα. τὸ τοίνυν κάρα ἐκτεινόμενον ἐξ ἀποκοπῆς ἐστι τοῦ κάρανον.
Τὰ εἰς μα δισύλλαβα τῷ υ παραληγόμενα συστέλλειν αὐτὸ θέλει, πλύμα, χύμα, ῥύμα, φύμα, θύμα, λύμα. διὸ σημειούμεθα τὸ κῦμα μόνως ἐκτεινόμενον. ἱστοροῦσι μέντοι Ἀττικοὺς τὸ λῦμα ἐκτείνειν καὶ τὸ φῦμα.
Πᾶν εἰς αν λῆγον οὐδέτερον τὸν χρόνον ἔχει τοῦ α τοῦ κατὰ τὴν γενικὴν τοῦ ἀρσενικοῦ, τάλανος τάλαν, μέλανος μέλαν, στάντος στάν, βάντος βάν. ποιητικῶς γὰρ ἐκτέτατο «ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ». ἐπεὶ οὖν παντός φαμεν κατὰ συστολὴν καὶ πάν ὀφείλομεν λέγειν κατὰ συστολήν, ὥσπερ Αἰολεῖς καὶ Δωριεῖς ἀποφαίνονται. ἡ μέντοι παρʼ ἡμῖν ἔκτασις τοῦ α καὶ παρὰ τοῖς Ἀττικοῖς καὶ παρὰ τοῖς Ἴωσιν ἀφορμὴν ἔχει τὸν τόνον. διὰ γὰρ τὸ δέξασθαι τὴν περισπωμένην τοῦ πᾶς ἀρσενικοῦ ἐκτείνει τὸ α. ὅταν μέντοι τὸ πᾶν δισυλλάβως λέγηται, τότε ἕξει τὸ α συνεσταλμένον, σύμπαν, ἅπαν. εὕρηται παρʼ Ἀθηναίοις ἐκτεῖνον τὸ α.
Τὰ διὰ τοῦ αριον ὑποκοριστικὰ παρὰ τοῖς παλαιοῖς Ἕλλησι συστέλλει τὸ α, ἱππάριον, πλοιάριον, φυτάριον. ἡ μέντοι νῦν συνήθεια ἀπὸ τῆς τῶν Ῥωμαίων διαλέκτου πολλὰ ἐπίσταται διὰ τοῦ αριον ἐκτεταμένα, σουδάριον λέγουσα καὶ κελλάριον.
Τὰ διὰ τοῦ υλον οὐδέτερα δισύλλαβα καθαρὰ μονογενῆ ἐκτείνει τὸ υ οἷον σκῦλον, φῦλον, κῦλον. σεσημείωται τὸ ξύλον.
Τὰ εἰς ας λήγοντα οὐδέτερα καὶ βαρύνεται καὶ συστέλλονται, κρέας, τέρας, δέπας, κέρας.
Τὰ εἰς ος οὐδέτερα δισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, δάος, φάος, χάος, ἄχος, σάκος, βάρος, πάθος, κράτος, θράσος. πλὴν τοῦ φᾶρος «φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα»· οἱ μέντοι τραγικοὶ ἐπίσης ἐκτείνουσι τοῦ προκειμένου ὀνόματος τὸ α καὶ συστέλλουσι. καὶ τοῦ πρᾶγος· τοῦτο δὲ παρὰ τὸ πρήσσω καὶ πράσσω γενόμενον συνεκτεινόμενον ἔσχε τῷ ῥήματι τὸ α. τὸ δὲ μᾶκος ἐστὶ κατὰ διάλεκτον ἐκ τοῦ μῆκος.
Πᾶσα αἰτιατικὴ ἀπαθὴς εἰς α λήγουσα συστέλλεσθαι θέλει, Ἀλκμᾶνα, ποιμένα, Ἕκτορα, θώρακα, Αἴαντα, Ἀχιλλέα, βασιλέα. Ἀττικοὶ μέντοι ἐκτείνουσι τὰς ἀπὸ τῶν εἰς ευς, Ἀτρέα λέγοντες καὶ ἱερέα. πρόσκειται ἀπαθὴς διὰ τὸ χοᾶ καὶ Ἐρετριᾶ καὶ Πειραιᾶ καὶ Στειριᾶ.
Τὰ εἰς ιν λήγοντα ἐν τῇ αἰτιατικῇ πάντα βραχέα ἐστίν, οἷον Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν, διὸ τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν λέγοντες μετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν.
Αἱ εἰς αι λήγουσαι εὐθεῖαι πληθυντικαὶ ἐκτείνουσαι τυγχάνουσι τὸ α τῶν αἰτιατικῶν, Σκύθαι Σκύθας, καλαί καλάς, οἱ δὲ Δωριεῖς συστέλλουσι Σκύθας, ναῦτας.
Τὰ εἰς ω λήγοντα καθαρὰ βαρύτονα ῥήματα, ὑπὲρ δύο συλλαβὰς ὑπάρχοντα, εἰ παραλήγοιτο τῷ ι, μόνῳ ἐκτεταμένῳ αὐτῷ παραλήγεται, χωρὶς εἰ μὴ σύνθετα εἴη ἢ κατʼ ἔλλειψιν τοῦ ζ, κυλίω, ἀλίω, μηνίω, δηρίω, κονίω, ἰδίω. τὸ δὲ ἐσθίω συστέλλει τὸ ι. ἐφυλαξάμην δὲ σύνθετα διὰ τὸ ἀτίω τήν τε ἔλλειψιν τοῦ ζ διὰ τὸ μαστίω. τὸ δὲ δειδίω οὐ ῥητόν. τὸ δὲ κηκίω ἐκ διπλασιασμοῦ «πολλὴ δʼ ἀνεκήκιεν ἅλμη».
Τὰ εἰς πτω λήγοντα ῥήματα, εἰ ἔχοι τὸ ι πρὸ τοῦ τέλους, συνεσταλμένον αὐτὸ ἔχει, λίπτω, ἴπτω, χρίπτω· διὸ σημειούμεθα τὸ πίπτω καὶ ῥίπτω.
Τὰ διὰ δύο σσ παραγωγὰ ῥήματα ὑπὲρ δύο συλλαβὰς βαρύτονα ὅτε ἔχει δίχρονον πρὸ τέλους συστελλόμενον αὐτὸ ἔχει, ἀράσσω, πατάσσω, χαράσσω, ἀλλάσσω, ἀφύσσω. δῆλον οὖν ὅτι καὶ τὸ θαάσσω ὀφείλει τὸ α συστελλόμενον ἔχειν. τὸ δὲ ἐλασσῶ περισπᾶται παρὰ τὸ ἔλασσον γενόμενον. διὸ βαρύτονα πρόσκειται.
Τὰ διὰ τοῦ αζω δισύλλαβα συστέλλει τὸ α, ὑπεσταλμένων τῶν Αἰολικῶν, διὰ τὸ πτάζω καὶ πλάζω, ὅθεν ἐπιπλάζω ἀντὶ τοῦ ἐπιπλήσσω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· στάζω, φράζω, βάζω, σφάζω. παραλόγως ἄρα τὸ κράζω ἐκτέταται. καὶ τὰ ὑπὲρ δύο συλλαβὰς ἔχει συνεσταλμένον τὸ α, χωρὶς εἰ μὴ ἔχοι πρὸς τῷ α τὸ ι, διὰ τὸ ματᾴζω, σφαδᾴζω. ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· σκιάζω, ἐνθουσιάζω, ἀγοράζω. τινὲς δὲ ἐκτείνουσι τὸ «ὅδʼ ἀγοράζει κλεῖδʼ ἔχων». τουτέστιν ἐν ἀγορᾷ διατρίβει, πρὸς διαστολὴν τοῦ ἑτέρου, λέγω δὲ τοῦ ὠνεῖσθαι.
Πᾶν ῥῆμα εἰς ζω λῆγον ἔχον πρὸ τέλους τὸ ι συνεσταλμένον αὐτὸ ἔχει, οἰκίζω, κιθαρίζω, πολεμίζω, ἐλπίζω, σκελίζω. τὸ μέντοι δανείζω διὰ τῆς ει διφθόγγου γράφεται, οὐ μέντοι διὰ ἐκτεταμένου τοῦ ι.
Τὰ διὰ τοῦ ανω ὑπὲρ δύο συλλαβὰς συστέλλει τὸ α, λιμπάνω, ἁνδάνω, λαμβάνω, μανθάνω, λανθάνω, τὸ μέντοι ἱκάνω καὶ κιχάνω ἄλογον ἔχοντα τὸν πρῶτον χρόνον τοῦ ἀορίστου ἐκτείνει τὸν δεύτερον.
Τὰ διὰ τοῦ υνω ῥήματα ὑπερδισύλλαβα βαρύτονα ἐκτείνει τὸ υ, ὀτρύνω, μολύνω.
Τὰ εἰς σι λήγοντα ῥήματα μακρᾷ παραλήγει, ἱστᾶσι, κιχρᾶσι, ἑστήκασι, βεβασιλεύκασι, τετύφασι, γεγράφασι, νενοήκασι. ποιηταὶ δὲ ἐνίοτε συστέλλουσι, ὡς παρὰ Ξενοφάνει «ἐξ ἀρχῆς καθʼ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες» καὶ πάλιν «ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι», καὶ παρʼ Ἀντιμάχῳ «οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπʼ ἄλλῳ» καὶ παρὰ Ὁμήρῳ «τιμὴν δὲ λελόγχασι». τοιοῦτον δὲ καὶ τὸ «ἀμφὶ δὲ δένδρεα μακρὰ πεφύκασι» καὶ ἕτερα πλεῖστα.
Τὰ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν «ὧδε δέ τις εἴπεσκε» καὶ «τὴν αὐτὸς φορέεσκε». οὕτως καὶ ἔασκε.
Πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς μι μακροκατάληκτός ἐστιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔστην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν.
Τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα μὴ κατὰ Αἰολίδα διάλεκτον τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, πίμπρασθαι. τὰ γὰρ τοιαῦτα δίζησθαι, φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. οὕτως οὖν καὶ ταῦτα ἀναγνωστέον τῆς παραληγούσης βραχυνομένης, δεδάασθαι, μηχανάασθαι, αἰτιάασθαι, ἑδριάασθαι, μνάασθαι. τὸ δὲ δηριαάσθων τὸ δεύτερον α ἐκτατέον. τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται.
Αἱ εἰς ς λήγουσαι μετοχαὶ ἀρσενικαὶ ἤτοι βραχυκατάληκτοί εἰσιν, ὡς αἱ εἰς ος λήγουσαι, τυπτόμενος, λεγόμενος ἢ μακροκατάληκτοι ὡς αἱ μὴ οὕτως ἔχουσαι, πεποιθώς, διδούς, βιούς· εἰ δὲ εἰς δίχρονον λήγουσιν, ἐκτεταμένον αὐτὸ ἔχουσιν, ἱστάς, βιβάς, ζευγνύς, δύς, φύς.
Τὰ εἰς ζε λήγοντα ἐπιρρήματα, ὁπότε ἔχει πρὸ τέλους τὸ α, συνεσταλμένον αὐτὸ ἔχει, Ἀθήναζε, θύραζε, Θήβαζε, ἔραζε. τὸ μέντοι χαμᾶζε ἐκτείνει τὸ α καὶ προπερισπᾶται.
Τὰ εἰς τι λήγοντα ἐπιρρήματα, εἰ γένοιτο ἀπὸ τῶν εἰς ζω ληγόντων ῥημάτων ἢ ἀπὸ τῶν εἰς ως ἐπιρρημάτων, συστέλλειν θέλει τὸ ι, Ἰαστί, Λυδιστί, Φρυγιστί, Δωριστί, μεγαλωστί, δημιωστί, ἱερωστί, νεωστί. τὸ μέντοι ἀπνευστί καὶ ἀνωιστί παρὰ τὸ ἄπνευστος καὶ ἀνώϊστος. τὰ δὲ ἀπὸ τῶν πτωτικῶν οὕτω μηκύνεται, ὡς ἔχει τὸ ἀκονιτί, ἀναιμωτί, ἀκλαυτί, πανθοινί, ἀκριτί, ἀμογητί. τὸ ι δὲ ἔσθʼ ὅτε καὶ συνεσταλμένον προφέρεται ἀδείᾳ ποιητικῇ «Νέστωρ δʼ ὁ γέρων ἀμογητί» καὶ τὰ ἑξῆς. οὕτω δὲ καὶ ἀμισθί «ἀμισθὶ γάρ σε πάμπαν».
Τὰ εἰς αν λήγοντα ἐπιρρήματα ἐκτείνουσι τὸ α, ἄγαν, λίαν, πέραν, εὔἁν, ὑπεσταλμένου τοῦ πάμπαν. τὸ γὰρ ὅταν δύο μέρη λόγου ἐστί, ὅτε καὶ ἄν. τὸ δὲ τάλαν ὀνοματικόν ἐστι.
Τὰ εἰς υς ἐπιρρήματα εἰ λέγοιτο ἄνευ τοῦ ς ἰσόχρονα λέγεται, μεσσηγύς μεσσηγύ. τὸ μέντοι ἄντικρυς μεταβαλὸν τὸν τόνον μετέβαλε καὶ τὸν χρόνον. Περὶ πνευμάτων.
Πᾶν ἄρθρον ἀπὸ φωνήεντος ἀρχόμενον δασύνεται, ὅ, οὗ, ᾧ. τὸ δὲ ὦ ψιλοῦται, οὐ γὰρ ἄρθρον, ἀλλʼ ἐπίρρημα κλητικόν.
Πᾶσα ἀντωνυμία ἀποβαλλομένη τὸ σ δασύνεται, σός ὅς, σοῦ οὗ, σέθεν ἕθεν.
Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται, πλὴν τῆς ὑπό καὶ ὑπέρ οἷον ἀντί, ἐπί, ἀμφί, ἀπό, ἐν, ἐξ.
Τὰ πλεονάζοντα φωνήεντα ἐν λέξεσι ταῖς ἀπὸ φωνήεντος δασυνομένου ἀρχομέναις μεταληπτικὰ γίνονται τοῦ δασέος πνεύματος οἷον ἥνδανεν ἑήνδανεν, ἕερσα, ἕεδνα, ἑώρων.
Τὸ υ πλεονάζον ψιλοῖ τὰ πρὸ αὐτοῦ φωνήεντα, ὅρος οὖρος, ἕκηλος εὔκηλος, ὁδός οὐδός, ἕαδε εὔαδε, ὅλος οὖλος.
Τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦται, αἶσχος, ἦθος, εὖρος, εἶδος. οὕτως οὖν καὶ ἦδος ἀπὸ τοῦ ἡδονή μετασχηματιζόμενον.
Πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται, ἔχω, ἄχος, ἠχώ. τὸ γὰρ ᾗχι δασύνεται, ὅτι κατʼ ἐπέκτασίν ἐστι τῆς χι. τὸ δὲ υ καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ πᾶσιν Ἕλλησι πρὸ τοῦ χ εἶναι ἀπείρηται. καὶ τὸ αἴτιον ἐχυρόν. πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται καὶ τὸ υ ἐν ἀρχῇ λέξεως δασύνεται, δύο οὖν κανόνων ἀλλήλοις ἀνθισταμένων ἐξέφυγεν τὸ υ πρὸ τοῦ χ καθαρὸν εὑρίσκεσθαι.
Τὸ ε καὶ ο πρὸ δασέος ψιλοῦται, ὄφις, ἔθνος, Ἔφεσος.
Πᾶν φωνῆεν, πλὴν τοῦ υ, ἐπαγομένων δύο δασέων, ἢ δασέος σὺν ἀμεταβόλῳ ψιλοῦται, ἴφθιμος, ἄφνω, ἰχθῦς. σεσημείωται τὸ ἑφθός.
Πᾶν φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ὀφρῦς, ἀφρός, ὄφρα, ἀθρῶ «ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατο». τὸ ἁθρόος, ὅτε ἐπιτατικὸν ἔχει τὸ α, δασύνεται παρʼ Ἀττικοῖς.
Πᾶν φωνῆεν εἰς ρ λῆγον ἐπιφερομένου δασέος ψιλοῦται, ἄρχω, ἔρχομαι, ὄρχος, ὀρφανός, ὔρχα τὸ ταριχηρὸν ἀγγεῖον. Ἀττικοὶ δὲ δασύνουσι τὸ εἱρκτή εἱρχθῆναι.
Τὰ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι φιλεῖ, ἄρσαντες, Ἀρσινόη «ἐς δὲ σταθμοὺς ἄρσε», ὄρσας «ὄρσεο κυλλοπόδιον». ταύτῃ ἀναλογώτερον τὸ ἕερσα τρισυλλάβως.
Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος, ἅρμα, Ἑρμῆς, ὁρμαθός. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. καὶ τὸ ἕρματα εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες.
Τὰ α καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέος, ἑρπετόν, ἑρπύζω, Ἅρπυια καὶ τὸ ὄρπηξ τούτοις ἐξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω πλεονασμῷ τοῦ π γεγένηται τὸ ὄνομα.
Τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται, ἔρος, ἄρω.
Πᾶν φωνῆεν πρὸ τοῦ γ ψιλοῦται, πλὴν τοῦ η καὶ υ, ἀγορά, ἄγαν, ὠγύγιος, ἐγγύς. τὸ μέντοι ἁγνός καὶ ἅγιος τοῦ ἅζω ῥήματος τὴν δασεῖαν ἐφύλαξαν.
Πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, ἀντίος, ἐννέα, ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου.
Τὰ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ σ ἔχοντος ἓν τῶν δασέων, ὀσφῦς, ὀσφραίνεσθαι, ἀσφόδελος, ἀσφάραγος, ἀσχάλλω, ὀσχεός, ἴσχω, ἰσχύς, ἀσθενής, ἐσθλός, ἄσθμα, ἔσθω, ἔσθος, ἐσθής.
Τὸ α ι ο ἐπαγομένου τοῦ ψ ψιλοῦται, ἄψορρον, ἴψας, ὀψέ. τὰ δὲ παρὰ τὸ ἅψω δασύνεται, ἅψεα, ἁψίς.
Τὸ α ι η ο πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦται, ἀάπτους, ἀήσυλα, ἀΐσσω, ἰάπτω, ἰατρός, ἠΐθεος, Ἠετίων, ἠέλιος, ὀΐω, ὀϊστός. σεσημείωται τὸ ἵημι καὶ ὅσα γέγονε παρʼ αὐτό, ἱερεύς, ἱέραξ, ἱόμωρος. καὶ τὸ ἱάλλω Ἀττικοὶ δασύνουσι.
Τὸ στερητικὸν α ψιλοῦται, ἄφιλος, ἄοικος, ἀλίαστος πλὴν τοῦ ἅλυσις καὶ Ἅιδης.
Τὸ α πρὸ τοῦ γ ψιλοῦται, οἷον ἀγανός.
Τὸ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως, ἀδαής, ἀδρανής, ἀδευκής, ἀδολέσχης, κατὰ κρᾶσιν Ἅιδης. μὴ οὕτως δὲ ἔχον «ἅδε Ἕκτορι μῦθος ἀπήμων», ἅδος δέ μιν ἵκετο θυμὸν, ἅδην, ἁδινός, ἁδρός, ἁδήν ἡ νόσος. διὸ καὶ τὸ Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. μάχεται τὸ ἀδράφαξυς δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον καὶ τὸ Ἁδρίας ψιλούμενον.
Τὸ α πρὸ τοῦ ζ ψιλοῦται, τὸ ἄζω ἐπὶ τοῦ ξηραίνω ψιλοῦται, ἐπὶ δὲ τοῦ σέβομαι δασύνεται, ἅζω.
Τὸ α πρὸ τοῦ κ ψιλοῦται, ἀκοή, ἄκμων, ἀκόνη.
Τὸ α πρὸ τοῦ λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται οἷον ἄλλος, ἀλλότριος, ἀλύω «δινεύεσκʼ ἀλύων», «ἄλεται», ἀλήμεναι. ἠλόγητο τὸ ἅλλομαι δασυνόμενον καὶ τάχα μὲν τὸ ἆλτο ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· τάχα δʼ ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας ψιλοῦται «Ἄλτεω ὃς Λελέγεσσι», «ληΐου ἀλδήσκοντος», «ἄλθετο χείρ»· ἔνθεν τινὲς καὶ τὸ «ὃς τοῦτον τὸν ἄναλτον» ψιλῶς προφέρονται. δασύνεται τὸ ἅλς καὶ τὰ παρʼ αὐτό, ἅλιος παρὰ τὴν ἁλός γενικὴν ποιητικῶς μετενεχθέν. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ, τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμός λέγεται. Ἁλίζωνες. Ἁλαί, ὡς καὶ ἐν δράματι Μενάνδρου ἀπὸ τοῦ Ἀραφηνίσιν Ἁλαῖς διακεῖσθαι τὰ πράγματα, ὅ ἐστι τόπος Ἀττικῆς. τὸ Ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον. τὸ ἀλωή, εἰ μὲν σημαίνει τὴν ἅλωνα, δασύνεται, εἰ δὲ τὴν ἀμπελόφυτον γῆν, ψιλοῦται.
Ὁμοίως καὶ τὸ ι πρὸ τοῦ λ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἴλλειν καὶ τὸ ω, ὦλλος καὶ τὸ ε. σεσημείωται τὸ Ἕλλην, Ἑλλάς.
Τὸ α πρὸ τοῦ μ ἢ ἑνὸς ἢ δισσοῦ ψιλοῦται, ἀμνός, ἄμαχος πλὴν τοῦ ἅμα καὶ τῶν ἐξ αὐτοῦ, ἁμαρτῇ, ἁματροχιά. τὸ δὲ ἄμαξα εἰς ἰδιότητα ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλοιφὴ οὕτως εὑρέθη «τιλλέσθην ἐπʼ ἄμαξαν» καὶ «οἱ δʼ ὑπʼ ἀμάξῃσιν» ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρʼ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος «καθημαξευμένα». τὸ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. Νικίας μὲν καὶ Πάμφιλος δασύνουσιν, ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδος. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς «πάντʼ ἄμυδις κεφαλῆς». ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις καὶ ἐξαιρέτως τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ υ ἐξηνέχθησαν. ἐχρῆν οὖν ἁμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ ἐγένετο τοῦ α εἰς τὸ υ, ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα. —τὸ ἁμαρτάνω δείκνυται καὶ ἐκ τῆς συναλοιφῆς δασυνόμενον, ἐφαμαρτάνω γάρ. τὸ δὲ ἀμόν Δημήτριός φησι ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος.
Τὸ α ἐπιφερομένου τοῦ ν ψιλοῦται, ἄνεμος, ἀντίος, ἄνυσις πλὴν τοῦ ἁνδάνω. τὸ ἁνύω Ἀττικοὶ δασύνουσι.
Τὸ α ἐπαγομένου τοῦ ρ μετὰ φωνήεντος ψιλοῦται, ἄραβος, ἀρετή, ἀριθμός. τὸ δὲ «χεῖρα ἁραιήν» δασύνεται. ἀπὸ γὰρ τοῦ ῥαίω ῥήματος, ὃ δηλοῖ φθείρω, γέγονε ῥαιός καὶ ἐν πλεονασμῷ τοῦ α ἁραιός μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α, καθὼς καὶ ἐπὶ τοῦ ῥέζω ἕρδω.
Τὸ α ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσιν, ἐπαγομένου τοῦ σ ἢ ἑνὸς ἢ δισσοῦ, ψιλοῦται, Ἀσία, ἄστυ, ἀστράγαλος, ἀσάμινθος. τὸ ἅσσα, ὃ δηλοῖ τὸ ἅτινα, παραλόγως δασύνεται «ἅσσʼ ἐθέλησθα» Ἀρίσταρχος μέν φησι τρία σημαίνειν τὴν λέξιν, τινά, ἅτινα, ὅσσα καὶ ἀεὶ ψιλοῦσθαι. δασύνεται δὲ ὅτε δηλοῖ τὸ ἅτινα καὶ ἔστι δύο μέρη λόγου, τὸ α ἄρθρον καὶ τὸ σα, ὅ ἐστι Μεγαρικόν, δηλοῦν τὸ τινά.
Τὸ α πρὸ τοῦ τ ἑνὸς ἢ διττοῦ ψιλοῦται πλὴν τοῦ ἅτε καὶ ἅτερος.
Τὸ α πρὸ δασέος ψιλοῦται. σεσημείωται τὸ ἁφή καὶ τὰ παρʼ αὐτοῦ.
Τὸ ε κατὰ τοὺς παρῳχημένους προερχόμενον καὶ ἀποπῖπτον ψιλοῦται, ἔλεγον λέγον, ἔστην στῆν «ἔσταν ἅπαντες», ἐπεὶ γίνεται «στὰν δὲ μεταστοιχεί», ἔστησα, ἐπεὶ «στῆσε δʼ ἐν Ἀμνισῷ ποταμῷ», τὸ δὲ «ἕστασαν», δασύνεται, ἐπειδήπερ τὸ αὐτὸ ἐστὶ τῷ ἑστήκεσαν, τὸ δὲ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος δασύνεται. τὸ δὲ ἑήνδανε καὶ ἑώρων, ἑέσσατο οὐκ ἐκ κλίσεως, ἀλλʼ ἐκ πλεονασμοῦ.
Τὸ ἐν ἀντωνυμίαις ε πρὸ συμφώνου ψιλοῦται, ἐμοί, ἐκεῖνος, πλὴν τοῦ ἕθεν.
Τὸ ε τῶν ἀριθμῶν δασύνεται, ἕν, ἕξ, ἑπτά καὶ τὰ λοιπὰ πλὴν τοῦ ἐννέα καὶ ἐννενήκοντα. καὶ καθόλου εἰπεῖν, πᾶς ἀριθμὸς ἀπὸ φωνήεντος ἀρχόμενος δασύνεται.
Τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς «ἥ ἑ μάλιστʼ εἴωθε», εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ σ, σέθεν ἕθεν.
Τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ὡς ἐκάλουν, ἔκρινον, ἢ προθέσεως ὡς ἔκπωμα, ἐκτός ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, ὡς ἐκεῖνος, οἷον, ἑκάς, Ἑκάβη, ἕκηλος, ἑκυρός, ἕκαστος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον.
Τὸ ε ἐπιφερομένου τοῦ μ ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν ψιλοῦσθαι θέλει, ἔμπλην, Ἔμπουσσα.
Τὸ ε πρὸ τοῦ ἑνὸς ν ψιλοῦσθαι θέλει οἷον Ἐνυώ, ἔνδιοι, ἔνατος ὁμοίως δὲ καὶ τὸ η, χωρὶς τῶν συνδέσμων καὶ εἰ μὴ ἐκ κλίσεως εἴη οἷον «ἤνις ἠκέστας». τὸ ἡνία, ἐπειδὴ παρὰ τὸν ἥσω μέλλοντα γίνεται, ὁμοίως τῷ ποιήσαντι ἐδασύνθη. πρόσκειται χωρὶς τῶν συνδέσμων διὰ τὸ ἕνεκα καὶ εἵνεκα, ταῦτα γὰρ δασύνονται, καὶ χωρὶς εἰ μὴ ἐκ κλίσεως εἴη διὰ τὴν ἕντος μετοχήν. αὕτη γὰρ δασύνεται.
Τὸ ε πρὸ τοῦ ξ, ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις, ἑξῆς, ἕξω. οὕτως καὶ τὸ Ἐξάδιος πρὸς τὸν χαρακτῆρα ἐχρῆν δασύνεσθαι, χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι.
Τὸ η ἐν τροχαϊκῇ λέξει, ἀμεταβόλου ἐπαγομένου, ψιλοῦται, πλὴν τῶν παρὰ τοῦ ἥσω μέλλοντος, ἦμαρ Σοφοκλῆς Τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει, προσθεῖσα κἀναθεῖσα τοῦγε κατθανεῖν; ἦμος, ἦνις, ἦρα. τὸ ἧλος παρὰ τὸ ἵημι καὶ ἥσω.
Ἀεὶ τὸ η πρὸ φωνήεντος ψιλοῦται, ἠώς, ἤϊα. ταύτῃ καὶ τὸ «ἥ τε ξείνων Θέμις ἐστί» δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται, καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται, καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη· ὥστε τὸ «ἤϊε Φοῖβε» εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστίν—ἀπὸ τῆς ἕσεως τῶν βελῶν, ὡς Ἀρίσταρχος— εἴτε ἐκ τοῦ ψιλουμένου—ἀπὸ τῆς ἰάσεως, ὡς οἱ περὶ τὸν Κράτητα —πρὸς τὸν χαρακτῆρα μόνως ψιλωτέον.
Τὸ η πρὸ δασέος ψιλοῦται, ἦθος. τὸ δὲ ἡθμός δασύνεται τῇ ἐννοίᾳ τοῦ ἥσω μέλλοντος δασυνομένου. καὶ τὸ Ἥφαιστος δασύνεται διὰ τὴν ἐτυμολογίαν. παρὰ γὰρ τὸ ἅπτω ἐγένετο.
Τὸ η πρὸ τοῦ κ δασύνεται. τὸ δὲ ἤκιστα ψιλοῦται παραλόγως, δασύνεται δὲ Ἀττικῶς, ἐπειδὴ ἐκ τοῦ ἡσσῶ τοῦ δασυνομένου γίνεται. δείκνυται δὲ ἐκ τῆς συναλοιφῆς δασυνόμενον. «οὐχ ἥκιστα» γάρ.
Τὸ η πρὸ τοῦ λ ψιλοῦται, ἠλίβατος ἀπὸ τοῦ ἀλιτεῖν ἐσχηματισμένον· οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ· οὐκ ἐπείσθη δὲ ἡ παράδοσις, ὡς πρόδηλον ἐκ τῆς συναλοιφῆς «τὸν μέν τʼ ἠλίβατος πέτρη», ἠλιτόμηνος, πλὴν τοῦ ἥλιος· τὸ δὲ Ἦλις, ἀφʼ ἧς οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα. καὶ δασύνεται γάρ. ἀπὸ τοῦ ἁλίζω τὸ ἀθροίζω διὰ τὸ πολλοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεσθαι. καὶ ψιλοῦται μάλιστα διὰ τὸν χαρακτῆρα. ὡσαύτως καὶ Ἠλιαία δικαστήριον Ἀθηναίων παρὰ τὸ «ἁλέες δεῦτε» παραγωγὸν ἁλία καὶ ἡλιαία.
Τὸ η πρὸ τοῦ μ δασύνεται καὶ ψιλοῦται, ἡμέρα δασύνεται, τὸ δὲ μετασχηματιζόμενον ἦμαρ ψιλοῦται, ἥμην ἐπὶ τοῦ καθῆσθαι δασύνεται, τὸ δὲ σημαντικὸν τοῦ ὑπάρχειν, ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο, ψιλοῦται. τὸ ἥμονες ἀκοντισταὶ καὶ ῥήτορες καὶ ὀρχησταὶ δασυντέον. τὸ θέμα ἵημι. παρὰ τὸν ἥσω μέλλοντα «ἥσω γὰρ καὶ ἐγώ», παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον «καὶ ἥμασιν ἔπλευ ἄριστος» καὶ ἡμοσύνη καὶ μεθημοσύνη.
Τὸ ι πρὸ δασέος ψιλοῦται, ἶφις, ἰχθῦς, ἰχανόων.
Τὸ ι πρὸ τοῦ στ μόνου δασύνεται, ἱστῶ, ἱστίον, ἵστημι, ἵστωρ. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται.
Τὸ ο πρὸ τῶν διπλῶν ψιλοῦται, ὄξος, ὀψέ, ὄζαινα.
Τὸ ο πρὸ τοῦ ν ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, ὄνυξ, ὄναρ, ὄνομα.
Τὸ ο πρὸ τοῦ π ψιλοῦται, εἰ μὴ τὸ λ ἐπάγοιτο, ὀπίσω, ὀπιπεύω, ὀπή, ὀπώρα· παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτως ἔχει καὶ τὸ ὄπατρος· οὐκ ἔστι δὲ ψιλωτέον ὡς οἴονται διὰ τὴν συγκοπήν. πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀλλὰ καὶ δασύνεται, ἑστήκαμεν ἕσταμεν, Ἡράκλεες Ἥρακλες. πρόσκειται «εἰ μὴ τὸ λ ἐπάγοιτο» διὰ τὸ ὁπλή καὶ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. τὸ δὲ ὁπόσος, ὁποῖος, ὅπως καὶ τὰ ὅμοια ὡς ἀναφορικὰ δασύνεται.
Τὸ ο ἐπιφερομένου τοῦ ρ ψιλοῦται, ὄρος τὸ οὐδέτερον, ὄρυζα, ὀρεύς, ὀρέγω, Ὀρέστης, πλὴν τοῦ ὁρῶ ὁρᾷς καὶ ὅρος ἀρσενικὸν ὅπερ ἀπὸ τοῦ ὁρῶ τὸ βλέπω γέγονεν. καὶ γὰρ ὁ ὅρος εὐόρατα καὶ εὔοπτα ποιεῖ ἡμῖν τὰ ὁριζόμενα. καὶ ὁρίζω καὶ ὅρκος ἐκ τοῦ ὅρος. καὶ γὰρ οἱ ὀμνύοντες ὁρίζονται καὶ ὀμνύουσιν.
Τὸ ο πρὸ τοῦ τ ψιλοῦται, ὀτρηρός, ὀτοτύζειν, ὄτλος. οὐ μάχεται τὸ ὅτε καὶ ὅτι δασυνόμενα.
Τὸ υ πάσης λέξεως ἄρχον δασύνεται πλὴν τῶν Αἰολικῶν. τὸ ὐββάλλειν ψιλωτέον. ἔστι γὰρ Αἰολικόν. καὶ ὔμμες ψιλωτέον· ἡ γὰρ λέξις Αἰολική. τὸ υ καθαρὸν ἐν ἀρχῇ λέξεως παρὰ τοῖς Ἕλλησιν πρὸ τοῦ χ ἀπείρηται. καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ υ εὕρηται. πρὸ τοῦ ζ ἢ ξ ἢ ψ τὸ υ οὐχ εὕρηται, εἰ μὴ ἐν τῷ ὕψος. γεγονέναι δὲ καὶ αὐτό φασι παρὰ τὸ ὄπτω τὸ βλέπω, ὄψω ὄψος καὶ τροπῇ Αἰολικῇ ὕψος.
Ἡ αυ δίφθογγος ψιλοῦται, αὔξω, αὐδῶ, αὐτός, αὔριον, πλὴν τοῦ αὕτη βαρύτονον ἀπὸ τοῦ οὗτος καὶ αὑτόν ἀντὶ τοῦ ἑαυτόν. τὸ αὔω ἐπὶ τοῦ φωνεῖν ψιλοῦται, ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν τάσσηται, τότε δασυντέον ἐστί.
Ἡ ει δίφθογγος ψιλοῦται οἷον εἶδος, εἰκάζω, εἴρων καὶ τὰ λοιπὰ πλὴν τοῦ εἱρκτή, Εἵλως ὁ δοῦλος καὶ εἱκώς ὁ πέμψας, καὶ εἱλίζω τὸ συστρέφω, καὶ εἱλόμην καὶ εἷμα τὸ ἱμάτιον, καὶ εἱμένος ὁ ἐνδεδυμένος καὶ εἷνα τὸ ἕνα καὶ εἵποντο ἀντὶ τοῦ ἠκολούθουν καὶ εἷσεν ἀντὶ τοῦ ἐκάθισεν, εἱστήκει καὶ εἵως ἀντὶ τοῦ ἕως καὶ εἵατο καὶ εἵλη ἡ θερμασία καὶ εἱαμενή ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων. σεσημείωται καὶ τὸ εἷς ἀριθμητικόν.
Ἡ ευ δίφθογγος ψιλοῦται, οἷον εὐλή εὐλαί οἱ σκώληκες, εὐδία, εὐθεῖα, εὐνή, εὐχή, εὖρος, εὔκηλος καὶ τὰ λοιπὰ πλὴν τοῦ εὕδω τὸ καθεύδω καὶ εὕω τὸ φλογίζω καὶ εὕρω, ἀφʼ οὗ καὶ εὑρίσκω. καὶ εὗ ἀντὶ τοῦ ἑαυτοῦ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον Δωρικῶς.
Ἡ οι ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, εἰ μὴ τὸ μ ἐπάγοιτο, οἷον οἶστρος, οἶκος· τὸ οἷος ἀναφορικὸν δασύνεται. τὸ οἷμος οἱμῶ δασύνεται. τὸ δὲ οἴμοι ἐπηύξηται ἀπὸ τοῦ οἴ ψιλουμένου.
Ἡ ου ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται, οὐρανός, οὐλή, οὐρῶ, οὖλος, οὐρός. οὕτω δὲ ἢ οὕτως δασύνεται.
Τὸ ρ ἀρχόμενον λέξεως δασύνεσθαι θέλει, ῥά, ῥανίς, ῥάξ χωρὶς τοῦ Ρᾶρος — ἔστι δὲ ὄνομα κύριον — καὶ χωρὶς τῶν ἐξ αὐτοῦ οἷον «Ραρίδος Δηοῦς» καὶ Ραρία γῆ καὶ Ραριάς, σημαίνει δὲ τὴν Δήμητρα, καὶ Ράριον πεδίον ἐν Ἐλευσῖνι, ἐπὶ τούτων γάρ φασι τὸ μὲν πρῶτον ρ ψιλοῦσθαι, τὸ δὲ δεύτερον δασύνεσθαι. ἀλλὰ τὰ δύο ρρ ψιλωτέον ἐπὶ τούτων καὶ κατὰ τὴν πρώτην συλλαβὴν καὶ κατὰ τὴν δευτέραν.
Τὸ ρ, ἐὰν δισσὸν γένηται ἐν μέσῃ λέξει, τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δασύνεται οἷον συῤῥάπτω.
Τὸ πνεῦμα κατὰ τὴν ἀρχὴν ἀεὶ φαίνεται, καὶ μέσον ὀλιγάκις.
Ἐπὶ τῶν σχετλιαστικῶν ἔσθʼ ὅτε τὸ δασὺ πνεῦμα ἀλόγως ἐν τῇ ληγούσῃ συλλαβῇ ὁρᾶται, ὡς ἔχει τὸ εὐοἵ, εὔἁν, εὐαἵ.
Δασυνομένου φωνήεντος ἐπιφερομένου τὸ προηγούμενον ψιλὸν τρέπεται εἰς τὸ ἀντίστοιχον δασύ, κατὰ ἡμῶν καθʼ ἡμῶν. τὸ δὲ ἀνάπαλιν οὔ, εἰ μὴ κατὰ διάλεκτον τραπῇ. τὸ γὰρ ἀμπέχεσθαι Αἰολικόν ἐστιν.