Allegories-Hesiod's TheogonyἈλληγορίαι εἰς τὴν Θεογονίαν τοῦ Ἡσιόδου
Galen of Pergamon II Allegories Hesiod's Theogony PDF
Galen's Allegories on Hesiod's Theogony is a lost treatise representing the physician's early foray into literary exegesis. Known only from Galen's own reference in his bibliographical work On My Own Books, the text was an allegorical commentary structured in 71 passages that systematically interpreted Hesiod's mythological poem. It decoded the narrative of the Theogony, treating its gods and their conflicts as symbolic representations of physical, cosmological, and ethical principles. For instance, the epic's succession myth was read as an allegory for natural processes. The work aimed to reconcile archaic poetry with contemporary philosophical and scientific thought by arguing that traditional poetry contained veiled philosophical wisdom, a method common within the Second Sophistic intellectual tradition. Galen later disavowed this early composition, listing it among writings circulated without his permission and expressing a desire for it to be disregarded. Consequently, it did not survive within the main manuscript tradition of his works. Its existence, however, illustrates the breadth of Galen's early scholarly activities and his participation in Imperial-era literary culture, while his subsequent rejection of it highlights his evolving standards for publication and his later exclusive focus on medical and philosophical subjects.
| 295 [25] | “ Κεραμεία τὸν πίθον” ἡ παροιμία φησί. ταῦτ’ ἄρα καὶ τοὺς ἤδη πρώτως εἰς τὴν ἀληθῆ καὶ μόνην ἐμβιβάζεσθαι μέλλοντας νέους εὐσέβειαν, οὐκ εὔλογον εἶναί μοι δοκεῖ τοῖς Ἑλληνικοῖς ἐὰν ὕθλοις καὶ τῷ ἐκ τούτων ἡδεῖ καθυπάγεσθαι· φιλόμυθον γὰρ ἀεὶ τὸ τῶν νέων γένος καὶ τοῖς τοιούτοις βοσκόμενον χώροις· ἀλλ’ ἀντιθεῖναι τῷ φαινομένῳ ἡδεῖ καὶ τὴν ἀκοὴν καταθέλγοντι μόνον, τὸ μὴ φαινόμενον ἀλλ’ ἤδη καὶ ὄν, ἀληθές. τοιοῦτον δὲ πάντως τὸ μεταληπτικὸν εἶδος τοῦ λόγου καὶ ἀλληγορικὸν οὐ μέχρις ἀκοῆς παραμένον, ἀλλ’ ἔνδον καὶ εἰς ψυχὴν ἀφικνούμενον νοεράν τε καὶ τῆς ἀληθοῦς ἐφιεμένην γνώσεως. αἰνῶ δὲ ἄρα καὶ Πλωτῖνον ἐκεῖνον, κἂν τῶν θύραθεν οὗτός ἐστι, παρεγγυώμενον τοῖς νέοις τὰ μαθήματα παραδίδοσθαι, πρὸς συνεθισμὸν τὴς ἀσωμάτου φύσεως· ἔτι δὲ καὶ Σωκράτην ἕωθεν ἀνισταμένοις παρακελευόμενον, τὴν ἱερὰν καὶ ἀρρενωπὸν κατασπάζεσθαι μουσικήν, τὸ ἐν ταῖς σφῶν ψυχαῖς καταστέλλουσαν ταραχῶδες, καὶ πρὸς τὴν κρείττω καὶ θειοτέραν ἐντεῦθεν καὶ ἀνδρώδη ἐμβιβάζεσθαι ἡλικίαν. πολλῶν δὲ τῶν παρ’ Ἕλλησι βίβλων οὐσῶν, ἐν αἷς μῦθοι καὶ τερατολογίαι τινὲς ἐπιφέρονται καὶ ἀναπλάσματα, τῆς Ἑλληνικῆς τε κακοδαιμονίας σεβάσματα, τὴν Ἡσιόδου Θεογονίαν ἡμεῖς μεταχειριούμεθα· πλήρης γάρ ἐστι τῶν τοιούτων τερατολογιῶν, καὶ τὴν ἐγκεκρυμμένην ἐν ταύτῃ ἀλήθειαν τοῖς βουλομένοις ἀνακαλύψομεν, κἂν οἱ τῇ πλάνῃ κατεχόμενοι Ἕλληνες τὰ τῆς ψυχῆς μύσαντες αἰσθητήρια τὴν ἐναντίαν ἐτράποντο· ἥν τινα δὴ βίβλον Φυσιογονίαν οἶμαι δέον καλεῖν, ὅτι περὶ φυσικῆς τινων γενέσεως διαλαμβάνει, καθὼς ὁ λόγος προϊὼν διαρθρώσει, κἂν Θεογονίαν οὕτως ἀγερώχως ἐκεῖνοι ταύτην ὠνόμασαν. |
| 296 [10] | πρῶτον δὲ ἀθρητέον τὸ προοίμιον, καὶ τὴν ἐν τούτῳ μετιτέον ἀλήθειαν, οὐχ ἡμῶν ἴσως ἀνακαλυπτόντων ταύτην, ἀλλὰ καὶ αὐτοῦ τοῦ ποιητοῦ ἐνίοτε καὶ ἀπὸ λέξεών τινων ταύτην ἡμῖν καταφανῆ ποιοῦντος καὶ γνώριμον. 1. Μουσάων Ἑλικωνιάδων ἀρχώμε θ ’ ἀείδει ν. δῆλός ἐστιν ὁ ποιητὴς τὸν εὐχαριστήριον ταῖς Μούσαις τοῦτον ἀνατιθέμενος τὸν λόγον, ὑπὲρ ὧν αὐτὸν ἐσοφίσαντο ἄρνας ποιμαίνονθ’ Ἑλικῶνος ὑπὸ ξαθέοιο δάφνης ἐριθηλέος αὐτῷ κλάδον παρασχοῦσαι καθεύδοντι. παιδεύει δὲ πάντας ἡμᾶς· πρῶτα μέν, ὡς οὐκ ἀχαριστεῖν δεῖ τοῖς εὐεργετοῦσι καὶ τῆς εἰς τὸ θεῖον ἀφοσιώσεως μὴ ἀφίστασθαι, ἔπειτα δέ, ὡς πᾶσαν κακίαν ἀφ’ ἑαυτῶν ἀποτίθεσθαι, καὶ τὰ τοῦ σώματος αἰσθητήρια μύσαντας, νοερῶς ἅμα καὶ θειοτέρως ζῆν, ταῖς ψυχικαῖς ἐνεργείαις τὸ πᾶν ἀναθεμένους. τοῦτο γάρ μοι δοκεῖ παρασημαίνειν ἡ τῶν ἀρνῶν ποίμανσις, ἡ δὲ τοῦ φυτοῦ γεῦσις, καὶ ἡ πίκρανσις τὴν τῆς αἰσθητικῆς ζωῆς ἀποστασίαν καὶ ἀπόταξιν· πικραίνονται γὰρ οἱ ἄνθρωποι καὶ λυποῦνται τοῖς κατὰ τὸν βίον ἡδέσιν ἀποταξάμενοι καὶ πρὸς σκληραγωγίαν ἐκκλίναντες· αἱ γὰρ ἀρεταὶ περὶ ἡδονὰς καὶ λύπας εἰσίν· ἡδονὰς μέν, ὅτι τοῦ καλοῦ ἕνεκα· λύπας δέ, ὅτι τοῖς φοβεροῖς ἢ δεινοῖς ἐντυγχάνουσιν· ἀλλὰ ταῦτα κατὰ λόγον φέροντες τὰς γνώσεις ἢ ἕξεις ἐν ἑαυτοῖς ἐπιγινομένας ἔχουσιν. ὁ τοίνυν Ἡσίοδος πάσῃ μὲν ἀποταξάμενος φαντασίᾳ, πάσῃ δὲ χαίρειν εἰπὼν ἀνέσει τοῦ σώματος καὶ πρὸς τὴν σπουδαίαν ἐκκλίνας διαγωγὴν καὶ σχολάσας, ἔσχε ποτὲ τὰς ἐπιστήμας αὐτῷ ἐγγενομένας καὶ σοφιζούσας αὐτόν· αἵ τινες δὴ γνώσεις ἐν τοῖς ἡσυχίοις τόποις καὶ πάσης ἀπηλλαγμένοις τύρβης βιωτικῆς διατρίβουσιν· ἔτι δὲ καὶ τοῖς ὄρεσι καὶ ταῖς ὑψηλαῖς σκοπιαῖς· εἰώθασι γὰρ οἱ σχολάζοντες ἐνίοτε καὶ ὑψηλὰς φύσεις καὶ μετεώρων πάθη σκοπεῖν καὶ καταλαμβάνειν αὐτά, καὶ διὰ τοῦτο δάφνης ἀπογεύεσθαι ἀνέκαθεν τοῖς μάντεσι παρεδίδοτο πρὸ τοῦ τῶν μαντειῶν ἀπάρχεσθαι, παρόσον, οἶμαι, δαφοινῆς τινος διαγωγῆς καὶ νεκρωτικῆς τῶν τοῦ σώματος σκιρτημάτων, τοῖς τά τ’ ἐόντα, τά τ’ ἐσόμενα, πρό τ’ ἐόντα καταλέγειν μέλλουσι χρεία ἐστίν· οὕτω γὰρ ἡ τῶν ἑξῆς ἐριθηλεστάτη γνῶσις γένοιτ’ ἂν καὶ ἡ τοῦ νοὸς ἀνάβλυσις ἢ προαιρετικὴ χάρις τῆς γνώσεως. |
| 297 [20] | ἐν Ἑλικῶνι δὲ χορεύειν λέγονται αἱ Μοῦσαι καὶ ἐν τῷ βωμῷ τοῦ Διὸς ὀρχεῖσθαι ποσὶν ἁπαλοῖς, ἔτι δὲ καὶ λούεσθαι ἐν κρήνῃ Ἵππου καὶ ἐν Ὀλμειῷ, διότι αἱ γνώσεις καὶ ἐπιστημονικαὶ θεωρίαι, ἑλισσομένης τῆς ψυχῆς πρὸς ἑαυτὴν καὶ τῷ πατρὶ τῷ νοῒ συγκιρνωμένης ἢ ἑνουμένης, ὥσπερ ἔκ τινος κρήνης πηγάζουσι, θᾶττον βλαστάνουσαι, καὶ οἷον ἱπτάμεναι καὶ ὄλλουσαι τὸ τῆς ἀγνοίας μεῖον, πλατύνονται αὗται οὕτω, καὶ ὡς ἄν τις φαίη ὀρχοῦνται ταῖς οἰκείαις ἐνεργείαις καὶ προέσεσιν, ἄλλης ἐπ’ ἄλλῃ συλλεγομένης εἰλικρινοῦς θεωρίας καὶ ἀμοιβαδὸν ἀλλήλας διαδεχομένης· τοιαύτη γὰρ ἡ τῶν καθαρῶν νοημάτων τοῦ νοὸς προέξαλσις, ἥτις δὴ καὶ ἱμερόεσσα λέγοιτ’ ἄν. τί γὰρ ἡδύτερον τῆς τοιαύτης ῥᾳστώνης γένοιτ’ ἂν διαβατικωτάταις ψυχαῖς καὶ αἰθεροβάμοσι, καθ’ ἣν ἐς ἀκρότατον Ἑλικῶνα χορεύουσιν, ἀνατεινόμεναι δηλαδὴ καὶ συμπτυσσόμεναι νῷ αὐτὰς καταλάμποντι καὶ ζωὴν τὴν μακαρίαν παρέχοντι νῷ; αἱ γὰρ οὕτω κουφισθεῖσαι ψυχαὶ καὶ πάσης ἀπηλλαγμέναι σωματικῆς ἀχλύος, λεπτομερῶς τε καὶ ἀεροειδῶς κινοῦνται, καὶ παντός εἰσι καταληπτικαί, οὗπερ ἐθέλουσι, καὶ τὴν τῶν ὄντων εἰδυῖαι φύσιν, ὑμνοῦσί τε δι’ ὧν ἐνεργοῦσιν ἐνεργειῶν τὸν πάντων πατέρα καὶ πολυτίμητον νοῦν, καὶ τὴν τοῖς αἰσθητοῖς τούτοις ἐγκεκρυμμένην ἀλήθειαν ἀνακαλύπτουσι, τίς τε ἡ τοῦ ἀέρος φύσις, διδάσκουσαι, καὶ τίς ἡ τοῦ ὕδατος, καὶ ἁπλῶς τῶν στοιχείων καὶ τῶν συνθέτων ἐκ τούτων σωμάτων, ζώων τε καὶ φυτῶν· ἔτι δὲ καὶ πῶς τόδε τὸ πᾶν συνέστη καὶ ἥρμοσται, τίσιν ἁρμονίαις ἢ λόγοις, καὶ πῶς ὁ ἥλιος καὶ ἡ σελήνη, ἡμέρας τε καὶ νυκτὸς δημιουργοὶ καὶ καιρῶν καὶ χρόνων καὶ ζωώσεως φυτῶν ἢ ζώων γενέσεως τυγχάνουσι· τίς τε ἡ διευθετοῦσα τόδε τὸ πᾶν τάξις καὶ συνέχουσα δύναμις, ὥσπερ τις κοσμήτωρ ἄριστος ἐν στρατοπέδῳ στρατηγός· πῶς δὲ τοῖς ζώοις ἔρωτές τε καὶ ἡδοναὶ ἄλογοι ἐγγίνονται, καὶ τίνες οἱ τοῦ σπέρματος λόγοι, δι’ ὧν ἡβάσκουσι τὰ κυήματα, πῶς τε κινεῖ ὁ ὑπερκαθήμενος νοῦς ἐν τῇ ἀπλανεῖ τὸ πάντων κινητικὸν αἴτιον, ὡς ἀκρότατον ἐφετόν· πῶς δὲ καὶ τὰ οὐράνια κινεῖται καὶ φέρεται σώματα, καὶ διὰ τίνας ἄρα αἰτίας, καὶ τίς ἡ τοῦ χρόνου φύσις· ταῦτα καὶ τὰ τοιαῦτα αἱ νοερώτεραι τῶν ψυχῶν καὶ τὰς οἰκείας ἐνεργείας μὴ συγχύσασαι ταῖς πρὸς τὸ σῶμα νεύσεσιν ἐξετάζουσί τε καὶ ἡμᾶς ἐκδιδάσκουσιν, ἀπαθανατισθεῖσαι καὶ τῆς κρείττονος ἠξιωμέναι μοίρας καὶ τοῦ κρατῆρος ἐκείνου ἀποσπάδες οὖσαι τοῦ θειοτέρου, ἃς δὴ καὶ ὡς ποθουμένας καὶ ζητουμένας παρ’ ἡμῶν Μούσας ὁ λόγος προσαγορεύειν ἐθέλει· φύσει γὰρ ἡ εἰδητικὴ ὄρεξις τοῖς ἀνθρώποις ἐγκατέσπαρται, καθὰ καὶ Ἀριστοτέλει δοκεῖ, ἀρχομένῳ τῆς μετὰ τὰ φυσικὰ πραγματείας. |
| 298 [30] | διὰ τί ἐννέα αἱ Μοῦσα ι. ἐννέα δ’ εἰσὶν αἱ Μοῦσαι, ὡς τὸ τετράγωνον καὶ ἔμπεδον τῶν τοιούτων γνώσεων τοῦ ἀριθμοῦ τούτου ἐμφαίνοντος, καὶ τὴν ἀκλινῆ καὶ ἀμετακίνητον τῶν ψυχικῶν δυνάμεων ἡμῖν παριστάνειν ἐθέλοντος, ἀναταθεισῶν τάχα καὶ πρὸς ἑαυτὰς συνιουσῶν, ὁλικὴν καὶ ἑνιαίαν ἀνάκρασιν. ἅπαξ γὰρ ψυχὴ πρὸς ἑαυτὴν ἑλιχθεῖσα καὶ νοερῶς ἑαυτὴν ἐποπτεύουσα, οὐκέτι θέλει πρὸς πολυμέρειάν τινα διασκεδάννυσθαι, καὶ τοῦ συμπτύσσοντος ἑνὸς ὑποχωρεῖν τε καὶ ἀφίστασθαι. τοῦτο γὰρ οἶμαι καὶ τὸ τοῦ ἐννέα ὄνομα ἀριθμοῦ ὑποσημαίνειν· οὐ γάρ ἐστιν ἕτερον τὸ ἐννέα, ἀλλ’ ἢ ἓν πρὸς ἑαυτὸ ἀναστρεφόμενόν τε καὶ συμπτυσσόμενον, ὥσπερ ὑπό τινος ὅρου καὶ πέρατος, τῆς μονάδος καὶ τοῦ πληθυντικοῦ σκεδασμοῦ, καὶ εἰς ἀπειρίαν προϊόντος ὑπ’ αὐτῆς εἰργόμενόν τε καὶ ἐπεχόμενον. |
| 299 [35] | ἔστι γὰρ ταῖς ψυχαῖς ῥοπή τις πρὸς πληθυσμόν, ἣν ἀνασειράζειν εἴωθεν ἡ τοῦ νοῦ πρὸς ἑαυτὸ ἐπιστροφή τε καὶ ἕλιξις. ἐννάδι δὲ πάντως κατίδοις καὶ τὰς νοερωτέρας οὐσίας σεμνυνομένας, καὶ ἀπαριθμουμένας ὑπὸ τῶν κλεινῶν καὶ θεσπεσίων ἀνδρῶν, καὶ κατὰ τῆς τριάδος προκοπὴν προϊούσας, τὸ ἐν αὐταῖς πάντως καὶ τούτου ὑποσημαίνοντος τοῦ ἀριθμοῦ τελειωτικόν. ἄθρει δὲ ὁ διαβατικώτατος καὶ ὑψηλόνους ἀκροατὴς καὶ τὴν τοῦ ὀνόματος σύμπτυξιν ἢ ἀνέλιξιν. ὁ ἐννέα ἀριθμὸς δύο εν ἐστὶ πρὸς ἑαυτὰ συστρεφόμενα. τὸ μὲν γὰρ πρῶτον εν τὴν ταῖς ψυχαῖς ἐνοῦσαν ῥοπὴν πρὸς πληθυσμὸν ὑποσημαίνειν ἔοικε· διὸ πνεῦμα ἐπιδέχεται τὴν τοιαύτην ἐμφαῖνον ὁρμήν· οὐ γάρ εἰσιν ἀκίνητοι τέλειον αἱ μετὰ τὴν πρώτην οὐσίαν νοεραὶ καὶ θεῖαι οὐσίαι πρὸς σκεδασμόν τινα καὶ διάστασιν ἢ πολυμέρειαν, ὥς τινι τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα· τὸ δὲ δεύτερον εν , ὃ καὶ ἀντιστρόφως ἀναγινώσκεται νε , τὴν πρὸς ἑαυτὴν ὑποσημαίνει τῆς ψυχῆς στροφήν· πάσχει δὲ τοῦτο ἡ ψυχὴ τῇ μοναδικῇ ἀμερείᾳ καὶ ἀσκεδάστῳ ἐπισχεθεῖσα καὶ πρὸς ἑαυτὴν καταναγκασθεῖσα ἐπιστραφῆναι, ὥσπερ ὑπό τινος ὅρου καὶ πέρατος. ὃ δὴ δεύτερον εν οὐδὲ πνεῦμα ἐπιδέχεται, οὐδὲ γάρ ἐστι τῇ τοιαύτῃ στροφῇ πρὸς τὰ τῇδε ὁρμὴ ἢ φορά τις ἢ ὄρεξις. ἐπεὶ δὲ γραμματικοῖς προσδιαλεγόμεθα, καὶ ποιητὴς ἡμῖν τὸ ἀνὰ χεῖρας, οὐ κατόπιν ὁ λόγος ἀπαντήσει τοῦ δέοντος, εἰ καὶ πορισόμεθα κατὰ τοὺς γεωμέτρας ἐκ τῶν προσεχῶς ἡμῖν δεδειγμένων, καὶ διὰ τί τὸ μὲν ἓν τῶν ἀριθμῶν δασύνεται; πλὴν τοῦ ἐννέα, καὶ ἐννενήκοντα, καὶ ἁπλῶς διὰ τί τὸ μὲν ἓν δασύνεται, τὸ δὲ ἐννέα δύο εν ὄν, ὡς εἴρηται, οὐ δασύνεται. λεκτέον δέ, ὅτι τὸ δασύνεσθαι τὸ ε τῶν ἀριθμῶν καὶ ἁπλῶς τὸ εν παριστάνειν ἔχει ἡμῖν τὴν ἐπ’ ἄπειρα πρόοδον τῶν ἀριθμῶν· ὁρμὴν γὰρ ὡσανεὶ φυσικὴν ἔχει τὸ ἓν εἰς σκεδασμόν τε καὶ πληθυσμόν, ἣν δὴ ῥοπὴν ὑποσημαίνειν ἐθέλει τοῦ πνεύματος ἡ δασύτης. |
| 300 [35] | ἄρχεται δὲ ἡ τοιαύτη φορὰ ἀπὸ τοῦ ἑνὸς καὶ προελθοῦσα μέχρι τοῦ ἐννέα, ἐπειδὴ μέλλει συστέλλεσθαι καὶ συμπτύσσεσθαι, ὥσπερ ὑπό τινος πέρατος τῆς δευτερευομένης μονάδος. ἤτοι τοῦ δέκα, μιμεῖται πάντως τὴν συστολὴν τὸ πνεῦμα τὸ ψιλόν, καὶ ἡμῖν ὑποδηλοῖ ταύτην, ἄνωθεν τοῦ ἐννέα ἐπιτιθέμενον. πολλὰς δ’ εὑρήσει τις συμπασχούσας λέξεις τοῖς ὑπ’ αὐτῶν σημαινομένοις καὶ μιμουμένας αὐτά. καὶ μάρτυς τοῦ λόγου τὸ λιμὸς ὄνομα· δέον γὰρ διὰ διφθόγγου γράφεσθαι ὡς ἀπὸ τοῦ λείπω καὶ τοῦ αἷμα γεγονός, ὅμως τὴν τῶν λιμωττόντων συστολὴν καὶ τὸ πάθος ἐμιμήσατο, καὶ ἔπαθέ τινα ἔνδειαν τοῦ ε , ὥσπερ καὶ τὸ ἰδέα ὄνομα καὶ τὸ εἶδος μαρτυροῦσι. τὸ γὰρ ἰδέα διὰ τοῦ ι γράφεται, τὴν τῶν ἰδεῶν ἐκείνων ὑποσημαῖνον ἁπλότητα τῶν Πλατωνικῶν. τὸ γὰρ αὐτοὲν καὶ ἡ αὐτοδυὰς ἁπλᾶ πάντη, οὐκ ἔκ τινων· τὸ δὲ εἶδος ἐπὶ τῶν συνθέτων λεγόμενον τῶν ἐκ ψυχῆς τε καὶ σώματος ἢ μορφῆς, εὐλόγως καὶ σύνθετον εἴληχε γραφήν. περὶ τοῦ δύ ο. ἀλλ’, ὅπερ ἐλέγομεν, τῆς ἐπ’ ἄπειρα καὶ τῶν ἀριθμῶν προόδου ἡ τοῦ πνεύματός ἐστι δασύτης δηλωτική, ἀπὸ τοῦ ἑνὸς ἀρχομένη· ἓν γὰρ φαμέν, εἶτα δύο, διὰ μὲν τοῦ ἑνὸς τὴν ἑνίζουσαν τὰ πεπληθυσμένα καὶ περατοῦσαν φύσιν ὑποσημαίνοντες, ὡς δῆθεν αὐτῆς συμμετέχοντά πως· πᾶν γὰρ πλῆθος μετέχει πως τοῦ ἑνός. διὰ δὲ τοῦ δύο τὴν εἰς πλῆθος διάστασιν ἢ τὴν δίοδον τὴν εἰς τὰ πολλὰ αἰνιττόμενοι, ἐκ τοῦ δύνω τάχα παράγουσι τὸ ὄνομα, ὃ σημαίνει τὸ ὑπεισέρχομαι· τὰ γὰρ δύο πὼς μὲν πλήθους ἀρχή ἐστι, πὼς δὲ πλῆθος, καὶ πὼς μὲν πολλά, πὼς δὲ ὀλίγα· καὶ πὼς μὲν ἀριθμός, πὼς δὲ ἀρχὴ ἀριθμοῦ. ὡς μὲν γὰρ μετρητὸν καὶ ἀριθμητὸν ἀριθμός ἐστι καὶ πλῆθος (ὑπὸ γὰρ τοῦ ἑνὸς μετρεῖται, ἓν γὰρ καὶ ἓν δύο), πρὸς ὃ ἓν συγκρινόμενα τὰ δύο καὶ πολλὰ λέγεται· ἐπεὶ καὶ ὀλίγα εἴη ἂν, πρὸς τὰ τέσσαρα. ὃ δέ ἐστι πολύ, τοῦτο καὶ ὀλίγον λέγεται, ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο πάντως. |
| 301 [35] | καὶ ὅτι τῶν παρ’ ἑκάτερα τοῦ δύο συντεθειμένων ἅμα, τοῦ ἑνὸς καὶ τοῦ τρία ἥμισύς ἐστιν ὁ δύο, καὶ κατὰ τοῦτο ἀριθμός ἐστι. πάλιν δὲ ὅτι τὰ δύο οὐκ εἰσὶ πολλά, οὐδὲ ἀριθμὸς οὐδὲ πλῆθος, σκόπει ἐντεῦθεν, μεταχειρισάμενος τὸ καθ’ ὑπεροχὴν πολύ. διττὸν γὰρ τὸ πολὺ καὶ τὰ πολλὰ καὶ τὸ ὀλίγον καὶ τὰ ὀλίγα, ἢ κατὰ σύγκρισιν ἢ καθ’ ὑπεροχήν. πᾶς ἀριθμὸς ὑπερέχειν θέλει ἐν ἀριθμοῖς, τινὸς ἀριθμοῦ ἐνεργείᾳ. ὁ δύο οὐχ ὑπερέχει· οὐ γάρ ἐστιν ἀριθμὸς ἡ μονὰς ἐνεργείᾳ. καὶ τὸ ἐν δευτέρῳ σχήματι συναγόμενον συμπέρασμα νόει. εἰ δ’ ἀριθμὸς οὐκ ἔστι, τί ἂν ἄλλο εἴη ἢ ἀρχὴ ἀριθμοῦ· πᾶν γὰρ τὸ ἐν ἀριθμοῖς λεγόμενον ἢ πάθος ἐστὶν ἀριθμῶν, ὡς ἀρτιότητές τε καὶ περιττότητες, ἢ ἀριθμὸς ἢ ἀρχὴ ἀριθμοῦ. ἕπεται δὲ δεδειγμένου τοῦ, ὅτι τὰ δύο ἀριθμὸς οὐκ ἔστι, συναποδείκνυσθαι καὶ ὅτι οὐδὲ πολλὰ οὐδὲ πλῆθος· ὁ γὰρ ἀριθμὸς οὐδέν ἐστιν ἄλλο, ἀλλ’ ἢ πλῆθος τῷ ἑνὶ μετρητόν· τὸ δὲ ὑφ’ ἑνὸς μετρητὸν πλῆθος πολλά ἐστιν. περὶ τοῦ τρί α. εἶτα φαμὲν τρία ἀπὸ τοῦ τρὶς ἴα· τρὶς γὰρ μία τρεῖς, τριπλοῦντες τὴν μονάδα τρισσάκις εἰς ἑαυτήν. ἢ ἀπὸ τοῦ τηρεῖν τὸ μοναδικὸν καὶ ἑνιαῖον, ἀκραιφνέστερον ἔτι καὶ εἰλικρινέστερον ὑπὲρ τοὺς μετ’ αὐτὸν ἀριθμοὺς κατονομάζοντες, τὸν τρία· ἀμιγὲς γὰρ ἔτι καὶ ἀθόλωτον τὸ ἓν ἔχει ὁ τρία, ὃ δὴ καὶ ἐμφαίνει διὰ τοῦ ἴα, τηρίας ὤν τις. περὶ τοῦ τέσσαρ α. τὸν δὲ τέσσαρα ἢ ἐθνικὴν εἶναι τὴν λέξιν καὶ διαλέκτῳ ἰδίᾳ τινί, ὡς τὸ παρ’ Ἡσιόδῳ δηλοῖ ἐν ταῖς Ἡμέραις εὑρεθὲν ‚τέτορ’ ἡβώῃ‛, ἀντὶ τοῦ τεσσαρεσκαιδέκατον χρόνον, ἢ παράγοιτο ἂν ἀπὸ τοῦ ταράσσω ταράξω, τετάραχα, τετάραγμαι, τετάραξαι, τετάρακται· ταραχὴν γάρ τινα καὶ σκεδασμὸν τὸν εἰς πολυμέρειαν ἐμφαίνει ὁ ἀριθμὸς οὗτος· ἐντεῦθεν γὰρ ὁ πληθυσμὸς καὶ ὁ μερισμὸς μᾶλλον ἐπεισάγεται. διὰ τοῦτο δέ, οἶμαι, καὶ τὸν τέσσαρα σώματι ἀναλογεῖν ἔλεγον οἱ Πυθαγόρειοι συμβολικῶς καὶ τετρακτὺν αὐτὸν ἐκάλουν παγὰν ἀενάου φύσεως, διὰ τὸν σκεδασμὸν τὸν ἐς πλῆθος καὶ τὰς ἐναντιότητας καὶ τὰ πάθη τῶν σωμάτων, ἅ τινα δὴ ταραχὰς ὁ λόγος καλῶν οὐκ ἀπεικότως λέγει. |
| 302 [35] | περὶ τοῦ πέντ ε. πέντε δὲ ἢ ἀπὸ τοῦ ἐντύνω τὸ κατασκευάζω παρωνόμασται ἢ ἀπὸ τοῦ πένω τὸ ἐνεργῶ· ἐνεργητικώτερος γὰρ καὶ κατασκευαστικώτερος ἢ γεννητικώτερος τῶν ἐντὸς τῆς δεκάδος ἀριθμῶν οὗτός ἐστι. καὶ γὰρ τοῖς πρὸ αὐτοῦ συνερχόμενος τοὺς μετ’ αὐτὸν γεννᾷ πάντας· αὐτὸς γὰρ εἰς ἑαυτὸν συντιθέμενος ἢ συστρεφόμενος τὸν δέκα ποιεῖ· πέντε γὰρ καὶ πέντε δέκα· πρὸς δὲ τὸν τέσσαρα ποιεῖ τὸν ἐννέα· τέσσαρα γὰρ καὶ πέντε ἐννέα· πρὸς δὲ τὸν τρία ἐπιτιθέμενος τὸν ὀκτώ· τρία γὰρ καὶ πέντε ὀκτώ· πρὸς δὲ τὸν δύο τὸν ἑπτά, πρὸς δὲ τὴν μονάδα τὸν ἕξ. περὶ τοῦ ἕ ξ. ἓξ δὲ εἴρηται ἀπὸ τοῦ ἐξιέναι πρὸς πλῆθος· τοῦ γὰρ πλήθους ἀρξαμένου ἀπὸ τοῦ τρία, ἐνταῦθα ἡ ἐπιδίπλωσις τοῦ πληθυντικοῦ θεωρεῖται ἀριθμοῦ. δύο γὰρ τρία ὁ ἕξ ἐστι· διὸ καὶ μερισμοὺς πλείονας τῶν πρὸ αὐτοῦ ὑφέστηκεν ἀριθμῶν· ἔχει γὰρ ἕκτον τὴν μονάδα, τρίτον τὰ δύο, καὶ ἥμισυ τὰ τρία, καὶ ἁπλῶς πολυμερέστερός ἐστι τῶν πρὸ αὐτοῦ. δασύνονται δὲ καὶ τὰ ἓξ διὰ τὴν προειρημένην ἄνωθεν αἰτίαν. περὶ τοῦ ἑπτ ά. ἑπτὰ δὲ ἀπὸ τοῦ ἐπιτείνεσθαι πλέον εἰς σκεδασμόν· ἐγὼ δὲ εἴποιμι, ἐκ τοῦ ἕπεσθαι τοῖς λοιποῖς ἓξ καὶ τὴν μονάδα τηρεῖν· διὸ καὶ δασύνεται. περὶ τοῦ ὀκτ ώ. ὀκτὼ δὲ ἀπὸ τοῦ δεκτώ τις εἶναι· στερεὸς γάρ ἐστι καὶ κύβος· δὶς γὰρ δύο τέσσαρες, καὶ δὶς τέσσαρες ὀκτώ· ἢ ὅτι δεκτικώτερός ἐστι πολυμερείας ὑπὲρ τοὺς πρὸ αὐτοῦ· ἔχει γὰρ καὶ ἥμισυ τὰ τέσσαρα, καὶ τέταρτον τὰ δύο, καὶ ὄγδοον τὴν μονάδα, τοὺς ἀρτίους μερισμοὺς ὑποδεχόμενος. ὁ γὰρ ἓξ καὶ περιττὸν μερισμὸν εἶχε τὸν τρία, καὶ ἄρτιον τὸν δύο· οὗτος δὲ οὐδέν τι τοιοῦτον ἔχει. περὶ τοῦ ἐννέ α. ἐννέα δὲ εἴρηται ἀπὸ τοῦ τὸ ἐκχυθὲν ἓν καὶ διὰ τῶν ἄλλων προελθὸν μέλλειν ἐν τῇ δεκάδι, δευτερευομένῃ οὔσῃ μονάδι, πάλιν ἑνοῦσθαι καὶ πρὸς ἑαυτὸ στρέφεσθαι καὶ ἀνακάμπτειν. |
| 303 [5] | ὅθεν καὶ ψιλοῦται, τὴν συστολὴν τὴν πρὸς ἑαυτὸ τοῦ πνεύματος τοῦ ψιλοῦ ἐμφαίνοντος. περὶ δεκάδο ς. δεκὰς δὲ εἴρηται ἀπὸ τοῦ τῶν δύο ἑκὰς εἶναι, δύο ἑκάς τις οὖσα. μονὰς γάρ ἐστι δευτέρα, συμπτύσσουσα τὰ σκεδάννυσθαι μέλλοντα καὶ διχοτομεῖσθαι. ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς ἡμῖν εἴρηται, ἔτι δὲ καὶ διὰ τί ἐννέα τὸν ἀριθμὸν αἱ Μοῦσαι λέγονται εἶναι, προφθάσαντες ἀνωτέρω εἴπομεν. εἰ δοκεῖ δέ, τὰ ὀνόματα αὐτῶν κατίδωμεν· Κλειώ τ’, Εὐτέρπη τε, Θάλειά τε, Μελπομένη τε, Τερψιχόρη τ’, Ἐρατώ τε, Πολύμνιά τ’, Οὐρανίη τε, Καλλιόπη θ’· ἣ καὶ προφερεστάτη ἐστὶν ἁπασέων. ὅτι μὲν Μούσας τὰς ἐπιστημονικὰς γνώσεις ὁ λόγος προσαγορεύει, παντί, φασί, δῆλόν ἐστι· διαφόρων δὲ οὐσῶν τῶν τοιούτων γνώσεων, ποῖον εἴληχεν ἑκάστη ὄνομα μουσικόν, τοῦτο νῦν ἡμῖν εἰς ἐξέτασιν προκείσθω. φαμὲν δή, ὅτι ἐννέα εἰσὶ καὶ αἱ ἀπὸ τῶν μαθημάτων τῇ ψυχῇ ἐγγινόμεναι μέθοδοι γνώσεων· γραμματική, ποιητική, μετρική, ῥητορική, φυσική, φιλοσοφία, γεωμετρική, ἀστρονομική, ἀριθμητικὴ καὶ μουσική· ἡ γὰρ ἠθικὴ καὶ ἡ θεολογικὴ ὡς ἀπὸ τούτων ἐγγινόμεναι συνεπινοείσθωσαν αὐταῖς· ῥυθμίζει γάρ τις τὸ οἰκεῖον ἦθος ταύταις προσομιλήσας ταῖς ἐπιστήμαις τελεώτερον. ἀλλὰ μέντοι καὶ διὰ τούτων προελθὼν περὶ θειοτέρας φιλοσοφεῖ λήξεως ὕστερον. Πολύμνια γοῦν λέγοιτ’ ἂν ἡ γραμματική, ὡς πολλοὺς ὑμνοῦσα καὶ δοξάζουσα. τοὺς γὰρ πολλοὺς ἤτοι τοὺς ἀγελαίους καὶ πρότερον ἰδιωτικὸν βίον ζῶντας πρὸς ἑαυτὴν ἑλκυσαμένη, ὑμνεῖ τε καὶ ἀνυψοῖ ἐκ τότε καὶ τὴν παχυτῆτα παρασκευασαμένη ἀποθέσθαι καὶ τὸν δίυγρον βίον καὶ τὴν ἀνοησίαν καὶ ἀγροικίαν ἀποξέσασα (τοὺς γὰρ οὕτω ζῶντας πολλοὺς εἰώθαμεν ὀνομάζειν) ὑμενοῖ, καὶ οἷον πτερύσσει καὶ λεπτοτέρους ἐργάζεται πρὸς τὰς ἑξῆς μαθήσεις καὶ γνώσεις, παιδαγωγός τις οὖσα καὶ καλλίστη μαιεύτρια, διαπλάττουσα μὲν καὶ διαρθροῦσα τὴν ἄναρθρον γλῶτταν καὶ ἐξελληνίζουσα, τῷ ἀποδιώκειν μακρὰν πᾶν βαρβαρῶδες καὶ ἄλογον· μορφοῦσα δὲ πρόσωπον καὶ παρρησιάζεσθαι ποιοῦσα τοὺς πρὶν ἀφανεῖς, χεῖρας δὲ ὀξύνουσα πρὸς ὀρθογραφίαν καὶ ἑτοιμάζουσα, καὶ οὐδέν τι κατὰ τοῦτο τάχα λειπομένη ἐστὶ τῆς ἄρκτου· ἀδιάρθρωτα γὰρ καὶ βάρβαρα καὶ ἄσημα παραλαβοῦσα μειράκια, διαρθροῖ τε καὶ περίβλεπτα ποιεῖ. |
| 304 [35] | Θάλεια δὲ εἴη ἂν καὶ Εὐτέρπη ἥ τε μετρικὴ καὶ ἡ ποιητικὴ διὰ τὸ τοῖς μέτροις χρῆσθαι τοὺς παλαιοὺς ἐν ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις· καὶ διὰ τὸ θάλλειν τὰς εὐνομουμένας τῶν πόλεων, ἐν αἷς κολάζεται μὲν τὸ κακόν, τιμᾶται δὲ τὸ καλόν, ὁποῖον τὸ χρήσιμον ἡ ποιητικὴ παρεισάγει ταῖς πόλεσι, καὶ διὰ τὸ εὐτέρπεσθαι τοὺς τερπομένους ἐν ταῖς τῶν ποιημάτων ἀναγνώσεσιν ἢ ὑποκρίσεσιν. οὐ γὰρ ἐπὶ βλάβῃ, ἀλλ’ ἐπὶ σωτηρίᾳ χαίρουσιν ἑαυτῶν τε καὶ τῇ τῶν πόλεων συστάσει. Μελπομένην δὲ καὶ Τερψιχόρην ἀκουστέον τήν τε μουσικὴν καὶ τὴν ἀριθμητικήν· τοὺς γὰρ λόγους τῶν ἁρμονιῶν ἡ ἀριθμητικὴ δίδωσιν· οἷον τὸν ἡμιόλιον ἢ τὸν ἐπίτριτον καὶ τὰς συμφωνίας αὕτη ἁρμόζεται, τήν τε διὰ τεσσάρων, καὶ τὰς λοιπὰς τῷ καρκίνῳ καὶ ταῖς καταμετρήσεσι συνταξαμένη. ἀλλὰ μέν τοι καὶ ταῖς ψήφοις τοὺς ψόφους καταστησαμένη τὸ ἑξῆς ἐπιτρέπει τῇ Τερψιχόρῃ, ἤγουν τῇ μουσικῇ τῇ τερπούσῃ τοὺς χοροὺς τῶν ἀκουόντων. Μελπομένη δὲ λέγοιτ’ ἂν ὡς τῷ μέλει ἑπομένη, μελεπομένη τις οὖσα. δεῖ γὰρ τὸν λόγον σύμφωνον εἶναι τῇ αἰσθήσει. τὰ δύο ταῦτα τῶν ψόφων κριτήρια καὶ μὴ τὴν ἀκοὴν μὲν ἄλλως ἔχειν, τοὺς ἀριθμοὺς δὲ ἑτέρως· οὕτω γὰρ ἂν συμφωνία λέγοιτο. Ἐρατὼ δὲ ἐκληπτέον καὶ Οὐρανίαν τὴν γεωμετρίαν, ὡς τὸ ὄνομα ὑπεμφαίνει αὐτό, καὶ τὴν ἀστρονομίαν τὴν περὶ τῶν οὐρανίων κινήσεων ἐπτοημένην γνῶσιν. Κλειὼ δὲ νοητέον τὴν ἔνδοξον φιλοσοφίαν, τὴν κλείουσαν τὸν ἄνθρωπον καὶ ἀπαθανατίζουσαν καὶ τῷ θεῷ ἀφομοιοῦσαν διὰ τὴν τῶν ὄντων γνῶσιν. Καλλιόπη δὲ λέγεται ἡ ῥητορική· ταύτῃ γὰρ πλέον τοῦ κατὰ τὴν λέξιν κάλλους μέλει, καὶ τῆς εὐφραδείας ἢ εὐγλωττίας· ἧς τινος δὴ Καλλιόπης τὰ κατορθώματα καταλέγει καὶ ὁ Ἡσίοδος. |
| 305 [30] | ἀλλὰ ταύτας τὰς ἐννέα Μούσας ὁ Ζεύς, ἐπ’ ἐννέα νυξὶ τῇ Μνημοσύνῃ συνών, ἀποτίκτει ἐν τῇ Πιερίᾳ καὶ τοῖς γουνοῖσι τοῦ Ἐλευθῆρος, παρόσον ἐκ τῆς πρὸς ἑαυτὸν τοῦ νοῦ ἀνελίξεως καὶ τῇ τοῦ μνημονικοῦ μέρους τῆς ψυχῆς ἀνεγέρσει καὶ ἀναδόσει τῶν αἰσθημάτων ἢ τῶν ἐναποκειμένων αὐτῷ μαθημάτων, ἐπιγίνονται καὶ προέρχονται αἱ ἐννέα γνωστικαὶ μέθοδοι. δεῖ γὰρ μαθόντας ἡμᾶς πολλά τε καὶ μνημονεύοντας αὐτῶν, καὶ γεννᾶν οἴκοθεν ἄλλα ἅττα τελεώτερα, καὶ τὰς ἐπιστήμας κατορθοῦν, τετραγωνικῶς πρὸς ἑαυτοὺς στρεφομένους καὶ ἀκλινῶς, ὥσπερ καὶ αὐτὸς ὁ Ἡσίοδος φωραθήσεται ποιῶν· χρήσεται γὰρ πάσαις ταῖς εἰρημέναις μεθόδοις. ἀλλ’ αἱ μὲν προοιμιακαὶ τοῦ Ἡσιόδου σχολαὶ ἅλις ἐχέτωσαν· ἤδη δ’ ἐπ’ αὐτὴν τὴν προκειμένην θεογονίαν ἢ μᾶλλον εἰπεῖν, τοῦ παντὸς φυσιογονίαν, ἰτέον, ἐπαγομένους ἀρωγὸν εἰς τὴν διατράνωσιν τῶν Ἡσιοδείων ῥημάτων τὴν πάντα νοῦν ὑπερέχουσαν γνῶσιν καὶ τὴν γλῶτταν, πρὸς τὰ ἑξῆς χειραγωγεῖν δυσωποῦντας αὐτὴν καὶ ἐμπνέειν ἀρρήτως ἡμῖν τῆς βιαίας ἐκείνης πνοῆς ἱκετεύοντας τὴν ἀγαθοδότιδα σοφίαν καὶ κρυφιομύστιδα. εἴ τι δὲ εἰρήσεται σοφὸν τάχα καὶ ἄριστον καὶ τὰς τῶν πολλῶν διανοίας εὐφραῖνον, τῆς ἐκεῖθεν πάντως ἐπιπνοίας οἰητέον· εἰ δ’ ἄχρηστόν τι καὶ ἄχαρι καὶ τὰς τῶν ἀκροωμένων ἀκοὰς ἀηδίζον, τῆς ἡμετέρας νομιστέον ἀπότευγμα φύσεως καὶ τῆς τοῦ κρείττονος ἐγκαταλήψεως. 116. ἤτοι μὲν πρώτιστ α. ἄλλοι μὲν ἄλλως τῶν φυσικῶν ἀνδρῶν περὶ τῆς τῶν ὄντων γενέσεως φυσιολογοῦσιν, ὁ μὲν τὸ πῦρ τιθεὶς προγενέστερον τῶν ἄλλων, ὁποῖος Ἡράκλειτος, ὁ δὲ τὴν γῆν, ὡς Ἵππων ὁ ἄθεος, ἕτερος δὲ ἄλλο τι. Ἡσίοδος δὲ γεννᾷ τἆλλα ἐκ τοῦ ὕδατος καὶ ἀρχαιότερον πάντων τὸ ὕδωρ τίθησιν, ἀπὸ τῆς χύσεως παρονομάσας αὐτὸ χάος· χυτὸν γὰρ καὶ ῥυτὸν τὸ ὕδωρ. |
| 306 [30] | ἐξ αὐτοῦ δ’ οἶμαι καὶ τὸν Μιλήσιον Θάλητα τὴν δόξαν ταύτην σφετερίσασθαι καὶ Πίνδαρον, ἄριστον τὸ ὕδωρ λέγοντα. ἔπειτα δὲ ἡ γῆ παράγεται μετὰ τὸ χάος, εὐλόγως· τοῦ γὰρ ὕδατος πυκνουμένου καὶ εἰς ὁλοσχερεστέραν φύσιν συνισταμένου, παχύ τι καὶ γεωδέστερον τὸ συναγόμενον γίνεται· μανουμένου δὲ καὶ ἀραιουμένου, εἰ μὲν ἧττον, ἀὴρ ἀπογεννᾶται· εἰ δὲ μᾶλλον λεπτομερέστερον γίνεται, πῦρ τὸ ἐντεῦθεν ἀποτελούμενον. 117. πάντων ἕδος ἀσφαλέ ς. λέγεται δ’ ἐνταῦθα ἡ γῆ ἕδος ἀσφαλὲς τῶν τε οὐρανίων θεῶν καὶ ὑποχθονίων, παρόσον στήριγμά ἐστι τοῦ οὐρανοῦ καὶ τῶν μερῶν αὐτοῦ, δηλαδὴ τῶν τε ἄνω ἄστρων καὶ τῶν κάτω. καὶ γὰρ πᾶν κινούμενον περί τι ἀκίνητον ἑδράζεται· ἕδρα δὲ πάντως τῆς οὐρανίου κινήσεως τὸ μεσαίτατον τοῦ παντός ἐστιν, ἤγουν ἡ γῆ ἀκίνητος μένουσα· ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ἡ γῆ ἕδος λέγεται τῶν θεῶν, παρόσον κυκλικῶς τοῦ οὐρανοῦ κινουμένου αὕτη ἐστὶν αἰτία· τὸ γὰρ κέντρον τοῦ κύκλου αἴτιον· πρῶτον γὰρ ἡ νυγμὴ καὶ ἡ τοῦ κέντρου πῆξις καὶ τότε ἡ περιφέρεια· θεοὺς δὲ νῦν λέγει τὰ ἄστρα, καὶ ἁπλῶς τὰ οὐράνια σώματα διὰ τὸ θέειν ἀεί. 120. ἠ δ ’ Ἔρο ς , ὃ ς. ἔρωτα δὲ ἐνταῦθα νοητέον οὐ τὸν τῆς Ἀφροδίτης παῖδα (πῶς γὰρ τῆς μητρὸς μήπω γεγονυίας οὗτος παράγεται;), ἀλλ’ ἄλλον τινὰ πρεσβυγενῆ ἔρωτα ἐκληπτέον. οἶμαι δὲ τὴν ἐγκατεσπαρμένην φυσικῶς κινητικὴν αἰτίαν ἑκάστῳ τῶν ὄντων καθ’ ἣν ἐφίεται ἔκαστον τοῦ εἶναι· τὸ μὲν νοερῶς· τὸ δὲ αἰσθητῶς· δεῖ γὰρ προϋποκεῖσθαι τὴν ἐν ἑκάστῳ ἐπιτηδειότητα καὶ ὁρμὴν πρὸς τὸ τόδε τι γενέσθαι. 123. ἐκ Χάεος δ ’ Ἔρεβο ς. ἐκ χάους δὲ τὸ ἔρεβος καὶ ἡ νὺξ γεννᾶται, δηλαδὴ ὁ ἀπὸ τοῦ πρὸ τῆς διακοσμήσεως ὑγροῦ ζοφώδης καὶ σκοτεινὸς ἀήρ, ὅστις δὴ λεπτυνόμενος ἀὴρ εἰς αἰθέρα καὶ εἰς φῶς μετέβαλεν, ἢ ὅτι ἐκ τῆς στερήσεως πάντα προῆλθε· διὰ τοῦτο τὸ χάος ἀρχέγονον λέγεται. |
| 307 [30] | 124. Νυκτὸς δ ’ αὖ τ ’ Αἰθή ρ. ἀπὸ δὲ τῆς νυκτὸς καὶ τοῦ ἐρέβους μιγνυμένων ἡ ἡμέρα καὶ ὁ αἰθὴρ γεννᾶται, ὅτι ὁρῶμεν τὸν αἰθέρα κεκοσμημένον τοῖς ἄστρασιν ἐν τῇ νυκτί, καὶ ὅτι ἡ ἡμέρα γίνεται νυκτὸς ὑποχωρούσης. Ἔρεβος δ’ ἂν εἴη ὁ κοσμητικὸς λόγος καὶ τακτικός, ὁ ἐντεθεὶς ἡμέρᾳ τε καὶ νυκτί, καὶ ποιῶν ἐρέβεσθαι, ἤγουν καταλαμβάνεσθαι θάτερον ὑπὸ θατέρου, “νὺξ γὰρ νυκτὶ ἀναγγέλλει γνῶσιν, καὶ ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα·” ὑποχωρούσης μὲν γὰρ τῆς νυκτὸς ἡμέρα ἔρχεται, καὶ ἡμέρας τερματιζομένης ἡ νὺξ ἀφικνεῖται, ὥσπερ τινὶ κοσμήτορι τῷ ἐν αὐταῖς ἐντεθέντι παρὰ τοῦ δημιουργοῦ λόγῳ, τὸ πᾶν συντηροῦσαι καὶ φυλάττουσαι. 126. Γαῖα δέ τοι πρῶτο ν. ἡ γῆ δὲ τὸν οὐρανὸν ἴσον ἑαυτῇ γεννᾷ, διότι κέντρου λόγον ἐπέχουσα πρὸς τὸ πᾶν αἰτία ἐστὶ τῆς κυκλικῆς αὐτοῦ διαμορφώσεως, ὥσπερ εἴρηται ἀνωτέρω. ἔδει γὰρ τοῦ κέντρου προϋποστάντος περιγράφεσθαι πέριξ τὸν κύκλον. ἴσον δ’ ἑαυτῇ λέγεται τὸν οὐρανὸν γεννῆσαι, ὡς κατὰ πᾶν μόριον ἑαυτοῦ ἀφεστηκότα ἐπίσης τῆς γῆς. 129. γείνατο δ ’ Οὔρεα μακρ ὰ. γεννᾷ δὲ καὶ τὰ ὄρη ἡ γῆ, ἐν οἷς κατοικοῦσιν αἱ Ὠκεανίδες, καὶ τὴν θάλατταν, ἄτερ φιλότητος, παρόσον ἐν τοῖς κοίλοις αὐτῆς μέρεσιν ἡ θάλασσά τε ὑπέστη καὶ συνηθροίσθη τὰ ὕδατα, τὰ ὄρη δὲ περὶ τὸ ἀνώμαλον τῆς συνιζήσεως ἔλαβε τὰς ἐξοχὰς καὶ κατὰ ἐξοστρακισμὸν αὐτῆς. 133. Οὐρανῷ εὐνηθεῖσ α. τὸν δ’ Ὠκεανὸν οὐκ ἄνευ τίκτει φιλότητος ἐφιμέρου, ἀλλ’ οὐρανῷ εὐνηθεῖσα, ὅτι σύνεισι μὲν τῷ οὐρανῷ καὶ πέριξ ἑαυτῆς μετὰ τοῦ οὐρανοῦ συμπεριέχει τὸν λεγόμενον ὠκεανόν· φιλότητα γὰρ ἐφίμερον τὴν μετά τινος συνέλευσιν ὁ λόγος προσαγορεύει· ὅθεν καὶ τὴν θάλασσαν μετὰ τὰ ὄρη ἄνευ φιλότητος ἀπεγέννησεν· οὐ γάρ τινι συνηλάθη πρὸς τὴν τούτων παραγωγὴν ἢ περιοχήν· ἀλλ’ αὐτὴ μόνη κατὰ τὸν ἑαυτῆς ἐξοστρακισμὸν καὶ τὴν ἐκμύζησιν ταῦτα ἀπεγέννησεν. |
| 308 [5] | 134. Κοῖόν τε Κρεῖόν θ ’ Ὑπερίον α. τάχα ἂν εἴη τὰ στοιχεῖα διαγορεύων, ἐκ τῆς ἀνειδέου ὕλης ἐκείνης εἰδοποιηθέντα καὶ ταῖς οἰκείαις ποιότησι διακριθέντα. Κρεῖον δὲ καὶ Ὑπερίονα καὶ Ἰαπετὸν τὸ πῦρ ἐκληπτέον, ὡς ὑπερανεστηκὸς τῶν ἄλλων βασιλικῶς ἢ δραστικῶς, καὶ ὑπεριέμενον ἢ ὑπερφερόμενον· τὸν ἄνω γὰρ τόπον εἴληχε· τὰ δ’ ἄλλα τῶν στοιχείων διὰ τὸ ὑποβεβηκέναι τῷ πυρὶ καὶ μὴ κατ’ ἐκεῖνο ἐνεργά τε καὶ δραστήρια εἶναι θηλυτέρως ὠνόμασται. Φοίβη μὲν χρυσοστέφανος ὁ ἀὴρ ὀνομαζόμενος διὰ τὸ φῶς τοῦ ἡλίου βαίνειν δι’ αὐτοῦ καὶ πρὸς ἡμᾶς διαπορθμεύεσθαι καὶ ὥσπερ τινὶ χρυσῷ στεφάνῳ τῷ ἡλιακῷ δίσκῳ καὶ ταῖς ἀκτῖσι κατακοσμεῖσθαι. Θείαν δὲ καὶ Ῥείαν τὴν ὑδαρὰν φύσιν ἐκληπτέον, Τηθὺν δὲ τὴν γῆν, πάντων μητέρα καὶ τροφὸν οὖσαν. Θέμις δ’ ἂν εἴη καὶ Μνημοσύνη ἡ θεμιτουργὸς ἢ μᾶλλον γενεσιουργὸς καὶ παραμένειν ποιοῦσα τὰ ἐκ τῶν στοιχείων ἀποτελούμενα κρᾶσις ἢ ἐπιτηδειότης καὶ εὐφυΐα πρὸς τὸ γενέσθαι τόδε τι. γεννᾶται δὲ νεώτερος τούτων ὁ Κρόνος καὶ δεινότατος, δηλαδὴ ὁ χρόνος, ὕστερος γὰρ παρῆκται τῶν στοιχείων, διότι καὶ ἀγκυλομήτης καὶ δεινότατος λέγεται· ὅτι τε ἀγκύλα μήδεα καὶ πολλὰ καὶ ποικίλα βουλεύματα εἰδέναι τοὺς πολυχρονίους ποιεῖ, καθὼς εἴρηται· χρόνος θ’ ὃς πάντ’ ἐθέλει με διδάσκειν. δεινότατος δὲ τῶν τοῦ Οὐρανοῦ παίδων λέγεται, παρόσον ἀφανιστικός ἐστι καὶ λυμεὼν τῶν πραγμάτων κατὰ τὸ Σοφόκλειον· ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος φύει τ’ ἄδηλα, καὶ φανέντα κρύπτεται. τοῦ Οὐρανοῦ δὲ γεννηθῆναι λέγεται, παρόσον μέτρον τῆς ἐκείνου κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερόν ἐστιν· ἀλλὰ καὶ ὡς μετρῶν τὴν ἐκείνου κίνησιν καὶ περιορίζων, κατάγειν αὐτὸν λέγεται τῆς βασιλείας· πᾶν γὰρ τὸ ὑπό τινος μετρούμενον ὡσπερεὶ δεσμεῖται καὶ ἀφαιρεῖται τὸ κράτος· τότε δ’ ἐλέγετο βασιλεύειν ὁ οὐρανός, ἡνίκα καὶ ἡ κίνησις αὐτοῦ ὁπόση τίς ἐστιν οὐκ ἐγινώσκετο· θαλερὸς δὲ λέγεται ὁ οὐρανός, ὡς θαλεροποιὸς τῷ βίῳ· ζωογόνος γάρ. |
| 309 [30] | 139. γείνατο δ ’ αὖ—ἔχοντα ς. Κύκλωπες δὲ νοηθεῖεν ἐνταῦθα τὰ κατὰ περιόδους τινὰς καὶ κυκλικῶς ὑφιστάμενα ἐν τοῖς μετεώροις πάθη τῷ διττῷ τῆς ἀναθυμιάσεως· διὸ καὶ αὐτοὺς εἰκότως ἡ γῆ γεννᾷ· λέγονται μὲν οὗτοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι, Κύκλωπες δὲ καλεῖσθαι καὶ ἕνα ὀφθαλμὸν ἔχειν, παρόσον τῷ ξηρῷ μὲν εἴδει τῆς ἀναθυμιάσεως, οὐρανῷ πλησιάζουσι καὶ μετεωρίζονται ἀνερχόμενοι περὶ τὰ ἄνω· τῷ δὲ ὑγρῷ βαρυνόμενοι κάτω φέρονται· διὰ τοῦτο γὰρ ἄνωθεν μὲν βρονταὶ καὶ ἀστραπαὶ γίνονται, κατωτέρω δὲ χιόνες καὶ ὁμίχλαι· ἢ διὰ τοῦτο ἕνα ὀφθαλμὸν ἐν τῷ μετώπῳ κείμενον ἔχειν λέγονται, παρόσον ἐν τοῖς νέφεσιν ἐναπειλημμένων πνευμάτων ἰσχυρῶν τε καὶ βιαίων καὶ κύκλῳ περιϊπταμένων, ἐκπυρηνίζεσθαι συμβαίνει τὰ πνεύματα καὶ ἐξιέναι ἐκεῖθεν καὶ τὰς ἀστραπὰς ποιεῖν, θᾶττον ἡμῶν περιθεούσας τοὺς ὀφθαλμούς· ἢ διὰ τὸ κατὰ περιόδους τινὰς καὶ κυκλικῶς τὰ τοιαῦτα πάθη γίνεσθαι. 147. ἄλλοι δ ’ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντ ο, παῖδες ἑκατοντάχειρές τε καὶ πεντηκοντακέφαλοι, δηλαδὴ τὰ ὑπὸ τὴν γῆν ἐναποκλειόμενα πνεύματα, καὶ αὐτὴν δεινῶς σπαράττοντα καὶ οἷον μαστίζοντα. 155. σφετέρῳ δ ’ ἤχθοντο τοκῆ ι. ἀπεχθάνονται δὲ οὗτοι τῷ πατρὶ τῷ οὐρανῷ, παρόσον ἐξ αὐτοῦ ἀποπέμπονται πρὸς γῆν καὶ κατακρύπτονται· οἵ τινες καὶ Τιτᾶνες λέγονται, παρόσον τιταίνουσιν, ἤγουν κατασκευάζουσι βλάβας τοῖς ἀνθρώποις· ὑπὸ σεισμῶν γὰρ καὶ οἰκίαι καταπίπτουσι καὶ ἡ γῆ σχίζεται καὶ κατακλύζονται ἄνθρωποι καὶ ἀλλ’ ἅττα συμβαίνουσι. |
| 310 [30] | 161. αἶψα δὲ ποιήσασ α. ποιεῖ δὲ ἡ γῆ ἐκ τοῦ πολιοῦ ἀδάμαντος μέγα δρέπανον, παρόσον ἡ τοῦ σιδήρου γένεσις ἐκεῖθέν ἐστιν, ὃ δὴ καὶ πολιὸν καλεῖ, οὐχ ὡς λευκόν, ἀλλ’ ὡς τίμιον καὶ πολύχρηστον. 171. πατρός γε δυσωνύμο υ. δυσώνυμος δὲ ὁ οὐρανὸς λέγεται κατὰ ἀντίφρασιν, ἤγουν διότι ὠρεῖ, τουτέστι φυλάσσει καὶ ἔνδον ἑαυτοῦ ἀποκλείει τὰ πάντα· τοῦτο δὲ οἷον ἀπᾷδον δοκεῖ κατὰ τὸν μῦθον τοῖς τηρουμένοις. λέγεται δὲ πολλῶν καὶ ἄλλων τῆς Γῆς τε καὶ τοῦ Οὐρανοῦ ὄντων παίδων, μόνος ὁ Κρόνος τὴν κατ’ αὐτοῦ βουλὴν μελετῆσαι καὶ ἅρπην ἐν χειρὶ κατασχεῖν, παρόσον ὁ χρόνος μετακυλινδούμενος, τῶν ἐξ οὐρανοῦ τε καὶ γῆς ἀναδιδομένων καρπῶν καὶ τῆς γονιμότητος ἀφανιστικός ἐστιν ἢ θεριστικός. τοῦ γὰρ θέρους ἐλθόντος, θερίζουσι τὰ ὥρια οἱ ἄνθρωποι, δρεπάνας ἐν χερσὶν ἔχοντες, τὴν ἐξ οὐρανοῦ δηλαδὴ εὐκράτως τοῖς σπέρμασι καὶ ἐκ γῆς ἐντεθεῖσαν γονιμότητα. πάλιν δὲ ῥίπτουσι φέρεσθαι ἐξοπίσω, παρόσον τοὺς σπόρους ἐκ τῶν θερισθέντων ποιοῦσι. 183. ὅσσαι γὰ ρ. ῥαθάμιγγες δ’ αἱματόεσσαι τῶν τοῦ οὐρανοῦ αἰδοίων καταρρέουσι, καὶ ταύτας ἡ γῆ δέχεται καὶ ἐξ αὐτῶν γεννᾷ τὰς Ἐρινῦς, τοὺς Γίγαντας καὶ τὰς Μελιάδας Νύμφας διὰ τοὺς ἐπισυμβαίνοντας μόχθους καὶ αἱματηροὺς ἱδρῶτας καὶ πολέμους, περί τε πόλεων καὶ χωρῶν εὐκράτων καὶ γονίμων γαιῶν. εἰκότως δὲ λέγεται τὰ τοῦ οὐρανοῦ μήδεα ἐν τῇ Κύπρῳ πεσεῖν ἢ καταβληθῆναι, παρόσον ὁ τόπος γονιμώτατός ἐστι καὶ τοῦ κύειν ποριστικός· ἐν ᾧ καὶ ἡ Ἀφροδίτη ἀναδοθεῖσα καὶ ἐξελθοῦσα, ἐν τοῖς ποσὶν ἀναδιδομένας ἔχει παντοδαπὰς πόας· ἱμερόεσσα γάρ τις χάρις καὶ τερψίθυμος τῇ τῶν Κυπρίων ἐμπελάζει χώρᾳ. |
| 311 [5] | καὶ λεγέτωσαν, ὅσοι τὸν τόπον εἶδον, καὶ φυσιολογείτωσαν περὶ τῶν ἐν αὐτῷ γυναικῶν, διὰ τί μαχλόταται καὶ πρὸς συνουσίαν ἑτοιμόταται. 211. Νὺξ δ ’ ἔτεκ ε. ὑπὸ δὲ τῆς νυκτὸς γεννᾶται ὁ Μόρος καὶ ἡ Κήρ, παρόσον ἀγνώστως ἐπιφοιτῶσι ταῦτα τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἀοράτως. ὁ ὕπνος δὲ καὶ οἱ ὄνειροι τέκνα λέγονται ταύτης, ὅτι περ νυκτὸς ἐπιτελοῦνται. Κλωθὼ δὲ καὶ Λάχεσις καὶ Ἄτροπος διανεμητικαί τινες δυνάμεις τῶν κατ’ ἀξίαν εἶεν ἄν, τοῖς ἀνθρώποις ἄνωθεν ἐπιπολάζουσαι, ἔφοροί τε τῶν παρ’ ἡμῖν καὶ ἐπόπτριαι, κλώθουσαί τε τὸν ἑκάστου βίον καὶ ποικίλλουσαι καὶ λαχμοὺς καὶ κλήρους ποιοῦσαι, οὓς μετατρέψαι ἀδύνατον. γεννᾷ δὲ ἡ Νὺξ τὴν Νέμεσιν καὶ τὴν Ἀπάτην, καὶ τὴν Φιλότητα καὶ τὸ Γῆρας καὶ τὴν Ἔριν, ἢ ὅτι ἀπὸ τῆς στερήσεως τῶν ἀγαθῶν ταῦτα προέρχεται· γηράσκουσι γὰρ οἱ ἄνθρωποι νεότητα παριππεύσαντες καὶ ἐρίζουσι τὴν κακόχαρτον ἔριν, ἀπὸ τῆς ἰσότητος καὶ τῆς δικαιοσύνης εἰς πλεονεξίαν ἐκκλίναντες, καὶ τὴν ἐφίμερον ἀσπάζονται φιλότητα, τῇ Ἀφροδίτῃ θύοντες καὶ τὸν ἀνασειράζοντα λόγον τῆς ἀλόγου ὀρέξεως ἀποτροπιασάμενοι, καὶ μέντοι καὶ ἀπατῶνται τὴν τοῦ μέλλοντος γνωστικὴν ἐπιζοφώσαντες δύναμιν τῆς ψυχῆς, καὶ μὴ ὡς δέον ποιοῦντες· ἢ ὅτι ἀδήλως ταῦτα πάντα ἐπιγίνεται καὶ ἀφανῶς. Φιλότης δ’ ἂν λέγοιτο τῆς νυκτός, παρόσον ἐν τῇ νυκτὶ ἐπιτελεῖται μᾶλλον. λέγονται δὲ τῆς Ἔριδος τέκνα ὁ λιμός τε καὶ ἡ λήθη καὶ τὰ δακρυόεντα ἄλγεα καὶ ὁ ὅρκος, καὶ ἡ δυσνομία καὶ τἆλλα· παρόσον ἐπισυμβαίνουσιν ἐξ ἔριδος μάχαι τε καὶ ψεύδεα καὶ ἀμφιλογίαι καὶ λησμοσύνη καλῶν, λιμοί τε καὶ ὅρκοι, ἀλλὰ καὶ τὸν Μῶλον καὶ τὴν Ὀϊζὺν γεννᾷ· τὸν Μῶλον μέν, ὅτι ἀοράτως οἱ πόλεμοι ἀναφύονται, τὴν Ὀϊζὺν δέ, ὅτι εἰώθασιν οἱ ἄνθρωποι ἐν νυκτὶ κακοπαθεῖν, ὁδοιποροῦντες καὶ ἐργαζόμενοι καὶ χειρωνακτοῦντες· ἢ ὅτι καὶ ἀμφότερα ἡμῖν ἐξ ἀγνοίας ἐπιγίνεται, οὐκ οἴδαμεν γάρ, ὅθεν ὁ πόλεμος, καὶ ὅθεν ἡ κακοπάθεια. γεννᾷ δὲ καὶ τὰς Ἑσπερίδας ἡ Νύξ, αἷς χρυσᾶ μῆλα μέμηλε, τουτέστι τὰς ὥρας τῆς νυκτὸς, αἷς τισι τὰ ἄστρα τὰ καλὰ δηλαδή, τὰ χρύσεα μῆλα, διὰ φροντίδος εἰσίν· αἱ γὰρ ὧραι ἀμοιβαδὸν διαδέχονται ἀλλήλας, κινουμένου τοῦ οὐρανοῦ, καὶ τῶν μορίων αὐτοῦ, δηλαδὴ τῶν ἄστρων· οὕτω γὰρ καὶ ὁ θεῖος Ὅμηρος πυλωροὺς αὐτὰς παρεισάγει τοῦ οὐρανοῦ. |
| 312 [30] | φέρουσι δὲ τὰ δένδρα καρπὸν ἀπὸ τῶν ὡρῶν· μετακυλινδουμένου γὰρ τοῦ ἐνιαυτοῦ αἱ ὧραι τεθηλέναι ταῦτα ποιοῦσιν. ἀλλὰ μέντοι καὶ τὰς Μοίρας καὶ τὰς Κῆρας γεννᾷ τὰς νηλεοποίνους ἡ Νύξ, τουτέστι τὰς ἐπιμεριζούσας ἑκάστῳ τὰς κατ’ ἀξίαν δυνάμεις, καὶ τὰς γινομένας τιμωροὺς τῶν κακῶν ἔργων· αὗται γὰρ ἀοράτως ἐπιφοιτῶσι τῷ βίῳ τῶν ἀνθρώπων· ἢ Μοῖραι καὶ Κῆρες τῆς νυκτὸς εἶεν ἂν τέκνα κλεοπόνα, αἱ δόξαι αἱ ἐπιγινόμεναι καὶ μειρόμεναι καὶ ὡς γέρας παρεχόμεναι καὶ κλέα τοῖς ἀνθρώποις ἐκ πόνων τῶν ἐν νυκτί. 233. Νηρέα τ ’ ἀψευδέ α. γεννᾷ δ’ ὁ Πόντος τὸν Νηρέα, ἀληθέστατον καὶ ἀψευδέστατον καὶ πρεσβύτατον τῶν ἄλλων παίδων, παρόσον εἰώθεσαν ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἐν θαλάσσῃ διάγοντες καὶ ναυτιλλόμενοι ἄνθρωποι ἀληθεῖς τε καὶ ἀψευδεῖς εἶναι· καὶ διὰ τοῦτο καὶ ἔντιμοι καὶ γεραροί· ὁ γὰρ καθ’ ἑκάστην αὐτοῖς ἐλπιζόμενος θάνατος ἀναπείθει νημερτεῖς τε καὶ πράους εἶναι καὶ μὴ θεμίστεων ἐπιλανθάνεσθαι, μὴ δὲ δικαιοσύνης ἢ ἰσότητος. 237. αὖτις δ ’ αὖ Θαύμαντ α. γεννᾷ δὲ καὶ Θαύμαντα, ὅτι περ εἰώθεσαν μακρὰ πελάγη διαπερῶντες οἱ ἄνθρωποι, καὶ θάλασσαν καὶ οὐρανὸν μόνον ὁρῶντες, καταπλήττεσθαί τε καὶ θαυμάζειν τοῦ κάλλους ὁμοῦ καὶ τοῦ μήκους, ἀλλὰ μέντοι καὶ τοῦ βάθους τοῦ θαλασσίου πόντου τὸν γενεσιουργὸν θεόν. Φόρκυνα δὲ ὁ Πόντος γεννᾷ Γαίῃ μισγόμενος, εὐλόγως· ὅσον γὰρ πλησιάζουσι τῇ γῇ οἱ ἐκ πελάγους καταίροντες φέρονται πρὸς αὐτὴν καὶ ἐλλιμενίζονται. ἀλλὰ μέντοι καὶ τὰ κήτη τοῦ πόντου λέγονται, παρόσον ἐκ πόντου καὶ ἐν πόντῳ τὰ τοιαῦτα ζῶα διάγειν εἰώθεσαν, ἰσχυρότατά τε ὄντα καὶ εὐμεγέθη καὶ ἀδάμαντος ἰσχὺν ἔχοντα, καὶ ἀναφυσιῶντα γενναίως καὶ σθεναρῶς. |
| 313 [30] | 240. Νηρῆος δ ’ ἐγένοντ ο. γίνονται δ’ ἐκ Νηρῆος τέκνα καὶ Δωρίδος ἡ Πρωθὼ καὶ ἡ Εὐκράτη, ἡ Σαώ τε καὶ ἡ Ἀμφιτρίτη, ἡ Κυμοθόη τε καὶ ἡ Σπειώ, ἡ Δωτώ, ἡ Πρωτὼ καὶ αἱ λοιπαί, παρόσον ἐπισυμβαίνειν εἴωθεν ἐν θαλάσσῃ τοῖς ναυτίλοις πρώθειν τε τὰς νῆας, καὶ εὐκρατοῦσθαι ὑποπνεόντων ἀνέμων καὶ σώζεσθαι καὶ ἀμφοτέρωθεν τηρεῖσθαι, ἀγκύραις τε εὐναζούσαις, καὶ πνοαῖς ζαχρειῶν ἀνέμων, καὶ εὖ δωρεῖσθαι, καὶ πλουτεῖν, καὶ πορίζεσθαι, καὶ τίθεσθαι εὖ ἐν γαλήνῃ, καὶ κύμασι θέειν, καὶ σπένδειν, καὶ θάλλειν ἐξ ἀέρος καὶ μελετᾶν, τουτέστι φροντίζειν χαριέντως, καὶ εἰς λιμένας κατάγεσθαι καὶ παραθέειν τὴν γῆν, καὶ εὐνάζεσθαι ἐν αἰγιαλοῖς, καὶ δώματα ἔχειν, καὶ δῶρα, καὶ πρώσματα ἐξ ἰσχύος καὶ δυνάμεως ἐπιτελούμενα τοῖς ναυτίλοις τῶν νηῶν, εἰς νήσους τε καταντᾶν καὶ ἀκταῖς προσπελάζειν, βουλαῖς οἰακονόμου τοῦ πρωτομέδοντος καὶ ἐπιστήμαις πάντοθεν ὀπιπτεύοντος, καὶ εὖ δωρουμένου τὴν σωτηρίαν τοῖς ἐν τῇ νηΐ. καὶ ἁπλῶς, ὅσα κατὰ τὴν ναυτιλίαν ἔργα ἐπαινετά τε καὶ ἀξιόχρεα συμβαίνει, ταῦτα δὴ ὁ λόγος τέκνα τοῦ Νηρέως προσαγορεύει. 263. αὗται μὲν Νηρῆο ς. τοῦ μὲν πρακτικοῦ νοῦ τὰ τέκνα, τουτέστι τὰ ἐφευρήματα τὰ περὶ ναυτιλίαν καὶ αἱ ἐνέργειαι ταῦτά εἰσι. τό τε πρώτως ἐπεμβαίνειν τῆς θαλάσσης τοὺς ἐμπορεύεσθαι μέλλοντας καὶ εὖ κατορθοῦσθαι καὶ σώζεσθαι τοὺς πλέοντας, καὶ ἀμφοτέρωθεν τρέοντας, τουτέστι φοβουμένους, εὖ διατίθεσθαι τὸ σκάφος, καὶ γαληνιῶσαν ὁρᾶν τὴν θάλασσαν, καὶ γλαυκίζουσαν ταῖς τοῦ πρωτομέδοντος ἐμπειρίαις καὶ ἀνδρικαῖς παρατάξεσι. Νηρέα δὲ ὁ λόγος τὸν πρακτικὸν νοῦν ὀνομάζει νῦν, ὃν καὶ ἐκ τοῦ πόντου γεννηθῆναι πρεσβύτατον λέγει, τάχα διὰ τὸ νέεσθαι ῥεῖα, τουτέστι πορεύεσθαι. |
| 314 [30] | ἴδοις γὰρ ἂν τοὺς πρακτικὸν πλουτήσαντας νοῦν νῦν μὲν ἐξ Ἰωνίας εἰς Ἑλλάδα μεταβαίνοντας, νῦν δ’ εἰς τὴν Ἀλεξάνδρου μεταχωροῦντας τῷ λόγῳ, καὶ αὔριον εἰς τὴν Βύζαντος ταῖς νομοθεσίαις καὶ τοῖς θεσπίσμασιν. ἐκ πόντου δὲ λέγοιτ’ ἂν γεννηθῆναι ὁ τοιοῦτος νοῦς, δηλαδὴ ἐξ ἐμπειρίας τῆς κατὰ θάλατταν· αἱ γὰρ ἕξεις καὶ αἱ ἐπιστῆμαι, ἐκ τῶν περὶ ἕκαστα ἀτελῶν ἐνεργειῶν ἐπιγίνονται καὶ ἐκ τῶν ἐθισμῶν αἱ τέχναι κατὰ τὸν φιλόσοφον λόγον. διὸ καὶ τὰς τελείας ἐνεργείας τοῦ πρακτικοῦ τοῦ περὶ τὴν ναυτιλίαν τοῖς ἀνθρώποις ἔξωθεν ἐπιγινομένου, θυγατέρας τοῦ Νηρέως ὁ λόγος προσαγορεύει, ἀμύμονα ἔργα εἰδυίας. πεντήκοντα δὲ τὸν ἀριθμὸν λέγονται, παρόσον ἀπὸ τῆς πενταδικῆς αἰσθήσεως ἐπισυνάγεσθαι εἴωθεν ὁ πρακτικὸς νοῦς. ἐξ αἰσθήσεως μὲν γὰρ μνήμη· ἐκ μνήμης δὲ ἐμπειρία· καὶ γὰρ αἱ πολλαὶ μνῆμαι τῷ ἀριθμῷ ἐμπειρία μία ἐστίν· ἐκ δ’ ἐμπειρίας τέχνη ἢ ἐπιστήμη, καθά φησι Πῶλος ὁ φιλόσοφος. κἂν γὰρ ὁρῶντες ἢ ἀκούοντες ἢ καὶ ἐνεργοῦντες, πλὴν ἀτελῶς, πόλλ’ ἅττα μανθάνουσιν οἱ ἄνθρωποι ἔργα καὶ τῆς ναυτιλίας καὶ τῆς γεωργικῆς καὶ τῆς στρατιωτικῆς. ἡ πεντὰς δὲ τῷ τελείῳ ἀριθμῷ τῷ δέκα ἐπιτιθεμένη καὶ αὐτὸν πολυπλασιάζουσα πάντως τὸν πεντήκοντα ἀποτελεῖ· τοιαῦται δὲ αἱ διὰ τῶν αἰσθήσεων τελειωθεισῶν ἡμῖν ἐπιφυόμεναι ἐνέργειαι. 265. Θαύμας δ ’ Ὠκεανοῖ ο. Θαύμας δὲ τῇ θυγατρὶ τοῦ Ὠκεανοῦ λέγεται συνελθεῖν, καὶ τεκεῖν ἐξ αὐτῆς τήν τε Ἶριν καὶ τὴν Ἀελλὼ καὶ τὰς Ἁρπυίας, παρόσον ἐξ ἀναθυμιάσεως ἀνιούσης περὶ τὸν ἀνωτέρω τῆς λεγομένης ἀπαρτιζούσης τόπον, τὴν σύστασιν ἔχει ἥ τε Ἶρις, τὸ πολύχρουν τοῦτο καὶ περιφερὲς τόξον, τὸ ἐν τοῖς μετεώροις ὑφιστάμενον, καὶ οἱ ἄνεμοι· τίς γὰρ οὐκ ἂν θαυμάσειε τὴν Ἶριν τοῦ τε σχήματος, τοῦ τε χρώματος, τοῦ τε μεγέθους, καὶ τοῦ κάλλους, ἀλλὰ καὶ τοὺς ἀνέμους πάντοθεν πνέοντας; 270. |
| 315 [30] | Φόρκυι δ ’ αὖ Κητ ὼ. Κητὼ δὲ μετὰ τοῦ Φόρκυνος τὰς Γραίας ἀποτίκτει, τὴν Πεφριδὼ καὶ τὴν Ἐνυώ, δηλαδὴ ἡ τῶν ὑδάτων περιφορὰ τῶν θαλασσίων ἐκ βάθους ὀρινομένη τὰ κύματα ἀποτίκτει, τὰ φρίσσειν ἡμᾶς ποιοῦντα καὶ κραυγάζειν, ἃ δὴ καὶ ὑπολευκαινόμενα πολλὸν φῦκος παρὲξ ἅλα χεύει· διὸ καὶ Γραίας αὐτὰς ὁ λόγος εὐπέπλους καὶ κροκοπέπλους ὀνομάζει, γηραιάς τινας διὰ τὸ λευκόν, εὐπέπλους δὲ καὶ κροκοπέπλους διὰ τὸ ποτὲ μὲν εἰς ἀγαθὸν τέλος καταντᾶν τὰ κύματα καὶ εἰς τὸν αἰγιαλὸν ἐξάγειν τὰς ναῦς, ποτὲ δὲ εἰς βυθὸν παραπέμπειν καὶ εἰς θορυβῶδες τέλος καὶ σκοτεινὸν ἀφικνεῖσθαι. 274. Γοργούς θ ’ α ἳ. ἔτι δὲ τοῦ Φόρκυνος αἱ Γοργόνες λέγονται θυγατέρες, ἡ Σθενώ, ἡ Εὐρυάλη καὶ ἡ Μέδουσα, τουτέστιν οἱ ἀθρόοι καὶ ἀφανεῖς πλόοι, οἵ τινες πολλάκις ἀπολιθοῦσι τοὺς ἀνθρώπους· οἱ γὰρ αὐτοῖς ἐντυγχάνοντες δι’ ἀνεπιστημοσύνην καὶ ἀνανδρίαν, ἐννεοί τε καθίστανται καὶ ἄψυχοι, καὶ καταπίπτοντες ὑπὸ τῆς συμφορᾶς πατεῖν ἑαυτοὺς παρέχουσι τῷ θέλοντι ναυτίλῳ· ἢ καὶ πολλάκις ἀποψύχουσιν ἐκ φόβου ἢ κλυδωνίζονται· διὸ καὶ ἀπολιθοῦσθαι ὑπὸ Γοργόνων λέγονται. τούτων δὲ τῶν Γοργόνων ἡ μὲν μία λέγεται θνητὴ εἶναι, ᾗ καὶ συγκαθεύδει ὁ Κυανοχαίτης ἐν ἁπαλῷ λειμῶνι καὶ μαλακῷ, αἱ δὲ δύο ἀθάνατοι· τῶν γὰρ ἐν θαλάσσῃ γινομένων πλόων ταραχωδῶν καὶ ἁρπακτῶν, ὁ μὲν εἷς συντόμως διασκεδαζομένην ἔχει ἐν τῷ ἀέρι τὴν ἑαυτοῦ σύστασιν, ἔαρος ἐπιτελουμένου, καθά φησιν αὐτὸς ὁ Ἡσίοδος ἀλλαχοῦ, ὃν καὶ ἁρπακτὸν ἐκεῖ λέγει· οἱ δὲ δύο, ὅ τε μετοπωρινὸς καὶ ὁ χειμέριος οὐχ ἅπαξ ἐπισυμβαίνοντες, ἀλλὰ καὶ πολλάκις εὐλόγως ἀθάνατοι λέγονται. εἰκότως δὲ ὁ Κυανοχαίτης ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν εὐνάζεται τῇ μιᾷ τῶν Γοργόνων· ἐν ἔαρι γὰρ ἤδη λαμπρῷ καὶ ἀνθοῦντι τοῖς ἄνθεσιν ἐπιγίνεται ὁ ἐαρινὸς πλοῦς. |
| 316 [35] | 280. τῆς δ ’ ὅτε δὴ Περσεὺ ς. ὁ Περσεὺς δὲ ἀποδειροτομεῖ τὴν κεφαλὴν τῆς Μεδούσης, κἀντεῦθεν ὁ Πήγασος ἐκθορεῖ, παρόσον ὁ ἥλιος ἤδη τὰς ἐν τῷ ἀέρι νεφώσεις διασκεδάζων, καὶ τοῦ τοιούτου πλοῦ τὴν ἰσχὺν ἀφαιρούμενος πᾶσαν ἔαρ ἐπιτελεῖ καθαρόν, ἐν ᾧ καὶ αἱ πηγαὶ τὰ χρυσοειδῆ ὕδατα ἀναβλύζουσιν· ἐξ ὧν πλεοναζόντων ὑδάτων καὶ πανταχοῦ ῥεόντων ἄνεισι περὶ τὸν αἰθέρα ἡ τῶν ἐν θέρει γινομένων βροντῶν τε καὶ ἀστραπῶν συστατικὴ ἀναθυμίασις. Πήγασος δὲ εἴρηται ἡ ἀπὸ τῶν πηγῶν σεύουσα καὶ ὁρμῶσα ἀναθυμίασις. 287. Χρυσάωρ δ ’ ἔτεκ ε. γεννᾷ δὲ ὁ Πήγασος τὸν τρικέφαλον Γηρυόνην, ὅν τινα καὶ φονεύει ὁ Ἡρακλῆς καὶ τὰς βοὺς αὐτοῦ ἐλαύνει, κτείνας τὸν Ὄρθον καὶ τὸν βουκόλον Εὐρυτίωνα, παρόσον ἀπὸ τῶν ὑδάτων ἀναδίδονται αἱ τὰ νέφη συνιστῶσαι καὶ τὸν χειμῶνα ἀναθυμιάσεις, ἃς δὴ διασκεδάζει ὁ ἥλιος, τοῦ ἀέρος ὢν κλέος οἷον, καὶ ἐλαύνει τὰς βοώσας βροντὰς καὶ τοὺς εὐρεῖς ψόφους. 292. διαβὰς πόρον Ὠκεανοῖ ο. τουτέστιν ἐν τῷ καθ’ ἡμᾶς ὁρίζοντι παραγενόμενος καὶ ἡμῖν πλησιάσας. Ὠκεανὸς γὰρ ὁ ὁρίζων λέγεται ἀπὸ τοῦ ὠκέως νάειν· ἄλλος γὰρ ἐπ’ ἄλλῳ ὁρίζων ταῖς διαφόροις τῶν οἰκήσεων γίνεται· οὐ γὰρ ὁ αὐτὸς τοῖς πᾶσιν ὁρίζων ἐστίν, ἀλλ’ ὡς πρὸς τὰς οἰκήσεις ἕτερος. ἔστι δὲ ὁρίζων κύκλος διαιρῶν τὸ ἄνω ἡμισφαίριον καὶ τὸ κάτω. κτείνει μέντοι ὁ Ἡρακλῆς καὶ τὸν Ὄρθον, καὶ τὸν Εὐρυτίωνα τὸν βουκόλον τοῦ Γηρυόνου, τοὺς ὄρθρους τε τοὺς μεγάλους δηλαδὴ καὶ τὰς νύκτας τὰς μεγάλας καὶ εὐρείας, καὶ κολοώσας τοῦ ἀέρος βοάς, τουτέστι θορυβούσας. διαβὰς δὲ εἰς τὴν ἱερὰν Τίρυνθα τοῦτο ποιεῖ, παρόσον εἰς τὴν τειρομένην τῷ ψύχει οἴκησιν, τὴν καὶ ὅσον ἤδη ἱεμένην ῥέειν, τουτέστι μέλλουσαν ὑπὸ ψύχους παρέρχεσθαι, πορευθεὶς ὁ ἥλιος ζωογονεῖ καὶ ἀναθάλλειν ποιεῖ. |
| 317 [30] | τρικέφαλος δὲ ὁ Γηρυόνης λέγεται, παρόσον ὁ χειμὼν τὴν πλείονα ἰσχὺν τῶν ἄλλων μερῶν τοῦ χρόνου ἀπηνέγκατο καὶ τὴν ἐξοχήν· διὸ καὶ πατέρα αὐτὸν καλοῦσιν ἔνιοι διὰ τὸ ἀρρενωπὸν καὶ ἐνεργὸν καὶ τὴν δραστικὴν δύναμιν τὴν αὐτοῦ. Ζηνὸς δ’ ἐν δώμασιν ὁ Πήγασος λέγεται κατοικεῖν ἀνελθὼν ἀπὸ τῆς γῆς, παρόσον ἐν τῷ καλουμένῳ αἰθέρι αἱ τῶν νεφῶν συστάσεις ἀνέρχονται. Ζὴν γὰρ ὁ αἰθὴρ ἀπὸ τοῦ ζωῆς εἶναι αἴτιος. ὁ δὲ χειμὼν Γηρυόνης προσαγορεύεται ἀπὸ τοῦ γαρυόνης τις εἶναι καὶ θορυβώδης· γαρύω γὰρ τὸ φωνῶ, ὡς καὶ Πίνδαρος· ἄκραντα γαρύετον Διὸς πρὸς ὄρνιχα θεῖον. αἱ βόες δὲ τοῦ Γηρυόνου ἐν Ἐρυθείῃ περιρρύτῳ λέγονται νέμεσθαι, παρόσον αἱ βρονταὶ καὶ αἱ βοαὶ τῶν νεφῶν αὔξονταί τε καὶ θάλλουσιν ἐκ τῶν ἀναδιδομένων καὶ θεουσῶν ἀναθυμιάσεων ἐξ ὑγροτέρων τόπων. 295. ἣ δ ’ ἔτε κ ’ ἄλλο πέλωρο ν. καὶ τὴν Ἔχιδναν ἐν γλαφυρῷ σπηλαίῳ ἀποτίκτει, τὸ ἥμισυ μὲν γυναῖκα, τὸ ἥμισυ δ’ ὄφιν οὖσαν, ποικίλον, ὠμηστήν, παρόσον ἐκ πνευμάτων ἀποκλειομένων τοῖς κοιλώμασι τῆς γῆς οἱ ἐλαύνοντες καὶ δονοῦντες τὴν γῆν συνίστανται σεισμοί, οὕς τινας δὴ διὰ μὲν τὸ τῆς ἐν αὐτοῖς ξηρᾶς ἀναθυμιάσεως ἀνωφερὲς νύμφην ἑλικώπιδα κατὰ τὸ ἄνω μέρος ἡ αὐτονομία ἡ Ἑλληνικὴ προσηγόρευσε· διὰ δὲ τὸ κάτωθεν τὴν τοιαύτην ἀναθυμίασιν ῥοιζηδὸν ἐπιτελεῖσθαι καὶ σφοδρότερον φαρμακεύειν, οἶον καὶ παραπικραίνειν τῇ τοῦ ἐν ἑαυτῇ κενώσει ἰοῦ, ὄφιν ὠμηστὴν ὠνόμασε. ποικίλον δὲ διὰ τὸ διάπορον καὶ ποικίλον τῶν κινήσεων· διάφορα γὰρ εἴδη σεισμῶν κατὰ διαφόρους κινήσεις τῶν ἐν γῇ πνευμάτων ἐπιγίνεται. διὰ τοῦτο δὲ καὶ ὑπὸ χθόνα ἡ λυγρὴ Ἔχιδνα ἐρύεσθαι λέγεται καὶ κωλύεσθαι, παρόσον οὐδέποτε ἐπιλείπουσιν ἐν τοῖς τῆς γῆς κοιλώμασι πνεύματα. 306. |
| 318 [10] | τῇ δὲ Τυφάον α. μίγνυται δὲ ταύτῃ ὁ Τυφὼν καὶ ἀπογεννᾷ ἐξ αὐτῆς τὸν Ὄρθον τὸν τοῦ Γηρυόνου κύνα, καὶ τὸν Κέρβερον τὸν τοῦ Ἀΐδαο, παρόσον εἰ συμπνεύσωσιν ἄνεμοι καὶ Τυφῶνες σφοδροὶ καὶ θύελλαι ἐπιγένωνται τοῖς σεισμοῖς, εἰώθεσαν καταποντίζεσθαι πόλεις ὅλαι καὶ χῶραι μυριάνθρωποι βροχθίζεσθαι ἀναιδῶς καὶ ἀπηνῶς, καὶ τὸ κέαρ βαρύνεσθαι τῶν εἰς ᾅδου καταγομένων ἀνθρώπων. 313. τὸ τρίτον Ὕδρη ν. ἀλλὰ καὶ τὴν Λερναίαν Ὕδραν γεννᾷ τὴν πολυκέφαλον, ἣν τρέφει μὲν ἡ Ἥρα τῷ Ἡρακλεῖ ἐγκοτοῦσα, ἐκεῖνος δ’ αὐτὸς σὺν τῷ φίλῳ Ἰολάῳ ἀποκτείνει ταύτην καὶ τὰς κεφαλὰς αὐτῆς πάσας ἐν δαλῷ ἀνημμένῳ κατακαίει, διότι περ ἐκ τῶν ἀναδιδομένων ἀναθυμιάσεων περὶ τὸν ἀέρα ὕδατα ῥέοντα σφοδρῶς ἐπιτελοῦνται καὶ λίαν ὑγρὰ καὶ δίκην ἔρνου λίαν αὐξομένου ἐν διύγροις τόποις· ἅ τινα δὴ ὕδατα ἐν ἀέρι συστάντα καὶ οἷον τραφέντα ὁ Ἡρακλῆς, ὁ ἥλιος, ὥσπερ ξίφη τινὰ τὰς ἀκτῖνας ἐκπέμψας, καὶ τὸν ἀέρα τὸν πέριξ θερμάνας τῇ ἀναδιπλώσει τῶν ἑαυτοῦ ἀκτίνων, διασκεδάζει τε τὰ τοιαῦτα ὕδατα, τὰ ὑπὲρ κεφαλῆς ἡμῶν ἄνωθεν ἐπιρρηγνύμενα, καὶ πᾶσαν καταξηραίνει ὑγρότητα, μέλλουσαν ἤδη ἀναδίδοσθαι ὑπὲρ κεφαλῆς ἡμῶν, καὶ οὕτως ἰᾶται τὸν λαόν. 318. βουλῇσιν Ἀθηναίης ἀγελείη ς. τῆς ἀθρούσης τὰ πάντα προνοίας καὶ ἀγούσης, καὶ διευθετούσης λίαν ἐξόχοις τὰ καθ’ ἡμᾶς διευθετήσεσιν. 319. ἣ δὲ Χίμαιραν ἔτικτ ε. ἔτι δὲ καὶ τὴν Χίμαιραν ἀποτίκτει πνέουσαν πῦρ, τρικέφαλόν τε οὖσαν καὶ τρίμορφον, καὶ τὸ μὲν ἔμπροσθεν ἔχουσαν λέοντος, τὸ δ’ ὄπισθεν δράκοντος, τὸ μέσον δὲ χιμαίρας, παρόσον ἐκ τῶν τοιούτων ἀναθυμιάσεων καὶ τῶν ἐν χειμῶνι γινομένων ὄμβρων γίνεσθαι εἰώθεσαν ποταμοί τινες οἱ καλούμενοι χείμαρροι δίκην πυρὸς ἀκατάσχετοι, καὶ πᾶν τὸ προστυχὸν παρασύροντες, οἵ τινες δὴ κατὰ μὲν τὰ ἔμπροσθεν λέοντες λέγοιντ’ ἄν, διά τε τὸ ἁρπάζειν οἷον πᾶν τὸ παρατυχὸν καὶ διὰ τὸ ὥσπερ ὠρύεσθαι καὶ ἠχεῖν καὶ οἷον ὀρύσσειν ὥσπέρ τισιν ὄνυξι τὴν γῆν, ἣν μέλλουσι πορεύεσθαι καὶ χαραδραίνειν αὐτὴν καὶ κοιλαίνειν· τὸ μέσον δὲ χίμαιρα εἴη, τὸ καταρρέον δηλαδὴ καὶ ῥοιζηδὸν φερόμενον ὕδωρ τὸ δ’ ὄπισθεν δράκων, παρόσον τὸ σχῆμα τῶν ποταμῶν ἑλικοειδές ἐστι καὶ οὐκ εὐθύ· οὐ γὰρ κατ’ εὐθεῖαν ῥέουσιν, ἀλλὰ παρεκκλίναντες ἔνθα καὶ ἔνθα καὶ κοιλότητας ἐν γῇ ποιοῦντες. |
| 319 [35] | εἴρηται δὲ καί τινι Λυκηγενέτῃ ἀνθρώπῳ, ἐμοῦ δῆθεν αὐτὸν ἐρωτήσαντος, εἰ ἔστιν ἄρα ἐν Λυκίᾳ τῆς Χιμαίρας τόπος ἐν ᾧ φασιν αὐτὴν διατρίβειν, ὡς ἔστι μὲν τὸ καλούμενον Χίμαιρα χωρίον, ἐν ᾧπερ ἐξελθεῖν τὴν θάλασσαν εἶπεν ἐκεῖνος ἀκοῦσαί ποτε καὶ κοίλανσίν τινα τῷ τόπῳ ἐμποιῆσαι, ἣν δὴ κοίλανσιν οἱ ἐγχώριοι χίμαιραν προσαγορεύουσιν. 325. τὴν μὲν Πήγασος εἷλ ε. ἀναιρεῖ δὲ ταύτην ὁ Βελλεροφόντης τῷ Πηγάσῳ ἐποχούμενος, ὁ Ἥλιος δηλαδή, ὁ τὰ βέλη τὰ ῥέοντα φονεύων καὶ ἄνωθεν πρὸς αὔξησιν τοῖς τοιούτοις ποταμοῖς ἐπιφερόμενα καὶ γὰρ τῶν ἄνωθεν ὄμβρων ἐκλειψάντων ξηραίνονται καὶ οἱ ἐν τῷ χειμῶνι ποταμοί, ἐξ ὧν δὴ συνεστήκασι. λέγοιτο δ’ ἂν Πήγασος νῦν ὁ Ἥλιος αὐτός, ὃν καὶ Βελλεροφόντην εἴπομεν. οὐ καινὸν γὰρ διαφόροις ὀνόμασιν αὐτὸν παρ’ ἡμῶν καλεῖσθαι, πρὸς τὰς διαφόρους αὐτοῦ ἐνεργείας ἀποβλεπόντων, ἐπεὶ καὶ Ὑπερίων ἀπὸ τοῦ ὑπερίεσθαι ἄνωθεν ἡμῶν καλεῖται, καὶ Ἑκάεργος ἀπὸ τοῦ ἕκαθεν ἡμῶν ὢν ἐργάζεσθαι ποιεῖν ἡμᾶς, καὶ Δήλιος ἀπὸ τοῦ δῆλος τοῖς πᾶσι προκεῖσθαι καὶ δῆλα τὰ πάντα ποιεῖν, καὶ Πύθιος ἀπὸ τοῦ σηπτικὸς εἶναι, οὐ τῇ ἑαυτοῦ παρουσίᾳ, ἀλλὰ μᾶλλον τῇ ἀπουσίᾳ, καὶ Λυκηγενέτης, ὡς τοῦ λυκαυγοῦς ὄρθρου γενέτης. εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, οὐ καινὸν εἰ καὶ αὐτὸς εἴη Πήγασος καὶ Βελλεροφόντης. Πήγασος μὲν οὖν ἀπὸ τοῦ σεύειν τοῦ Ὠκεανοῦ, τουτέστιν ὁρμᾶν, λαμπρὸν λελουμένος ἐν ἔαρι. |
| 320 [5] | οἶμαι δὲ καὶ διὰ τοῦτο τῆς ἡμέρας πῶλον λευκὸν ἡ Ἑλληνικὴ αὐτονομία τὸν Πήγασον παραδέδωκε διὰ τὸ καθαρὸν ἐν ἔαρι εἶναι τὸν ἥλιον καὶ πάσης ἀπηλλάχθαι τῆς ἔνερθεν αὐτοῦ συστάσεως τῶν νεφῶν καὶ ἐπιπροσθήσεως. ἢ Πήγασος ἂν εἴη, ᾧ ἐποχούμενος ὁ Βελλεροφόντης τὴν Χίμαιραν ἀνεῖλεν, ἡ παγετοῦσα ψύξις τὰς ἐν ἀέρι ὑγρὰς ἀναθυμιάσεις καὶ τὰ οἷον βέλη τὰ μέλλοντα ῥέειν καὶ αὐξάνειν τοὺς ἐν χειμῶνι ποταμοὺς ἀφαιροῦσα. καὶ γὰρ χιόνων καὶ χαλαζῶν καὶ τῶν λοιπῶν πεπηγότων ὑδάτων γενομένων ἐλαττοῦνται οἱ ὄμβροι τούτων δ’ ἐλαττουμένων, οἱ χείμαρροι κατ’ ὀλίγον ξηραίνονται. μὴ θαυμάσῃς δὲ τὴν τοῦ ἀντιστοίχου γραφήν· πολλὰ γὰρ τοιαῦτα εὑρήσεις ἐκτραπέντα τοῦ πρωτοτύπου ἢ διὰ τὴν τοῦ δηλουμένου πράγματος κρύψιν τε καὶ ἀσάφειαν ἢ κατὰ ἐναλλαγὴν ἢ διὰ τὴν τῶν γραφόντων ἀπροσεξίαν ἢ διὰ μέτρον ἢ δι’ ἔθος· μᾶλλον γὰρ διὰ διφθόγγου τὸ χίμαιρα ὤφειλε γράφεσθαι ἢ διὰ τοῦ ι . ὅτι δὲ πολλὰ δι’ ἔθος γράφεται τοίως ἢ τοίως, τὴν ἀκρίβειαν ἡμῶν παρορώντων, μαρτυρεῖ τὸ Ἀχιλλεὺς ὄνομα· ὅθεν γὰρ ἂν αὐτό τις ἐτυμολογήσῃ, τὴν δι’ ἑνὸς λ γραφὴν ἔχειν ὀφείλει. 326. ἣ δ ’ ἄρα Φῖ κ ’ ὀλοή ν. Χίμαιρα δὲ τὴν Σφίγγα γεννᾷ τοῖς Καδμείοις ὄλεθρον τῷ Ὄρθρῳ συνελθοῦσα, ἔτι δὲ καὶ τὸν ἐν Νεμέᾳ λέοντα, ὃν τρέφει ἡ Ἥρα καὶ τοῖς γουνοῖς κατευνάζει τῆς Νεμέας εἰς βλάβην ἀνθρώπων, ὃν δὴ καὶ δαμάζει ὁ Ἡρακλῆς, τὸν ἐν Νεμέᾳ δηλαδὴ λέοντα, εὐλόγως. Σφὶγξ γὰρ ἂν εἴη ἡ σφίγγεσθαι τοὺς ἀνθρώπους παρασκευάζουσα ψύξις ἐν χειμῶνι καὶ ὄλλουσα τοὺς Καδμείους, τουτέστι τοὺς καταδεδαμασμένους ὑπ’ αὐτῆς. τῷ Ὄρθρῳ δ’ ἂν λέγοιτο συνέρχεσθαι, παρόσον ἐν ταῖς ἑωθιναῖς καταστάσεσι καὶ ὀρθριναῖς, ἔτι τοῦ ἡλίου ὑπὸ τὸν ὁρίζοντα κρυπτομένου, ἐπιγίνεται σφοδροτέρα καὶ ἐπικρατεστέρα, ἥτις δὴ καὶ θηλυκῶς εἴρηται Σφίγξ. Νεμειαῖος δ’ ἂν εἴη λέων ὁ παγετός, ὁ νεμόμενος οἷον δίκην λέοντος ὠμηστοῦ φυτά τε καὶ σπέρματα τὰ ἐν τῇ γῇ· ἃ δὴ ὁ λόγος γουνοὺς προσηγόρευσε· τὰς γὰρ μελλούσας ἐκ γῆς ἀναδίδοσθαι γονὰς σπερμάτων ἐπιπολὺ κρατήσας ὁ παγετὸς διαφθείρει· ὅν τινα δὴ λέοντα ἡ κυδρὴ παράκοιτις τοῦ Διὸς Ἥρη τρέφει, τουτέστιν ὁ κυδορρόας ἀήρ, ὁ δοξαζόμενος ὡσανεὶ ταῖς ῥοαῖς τῶν ὑδάτων, καὶ τῷ αἰθέρι ὑποκείμενος κάτωθεν, ὑγρανθεὶς γὰρ ψύχεται. |
| 321 [5] | ἀλλὰ τοῦτον τὸν λέοντα, τουτέστι τὸν παγετόν, ὁ Ἡρακλῆς ἐλθὼν δαμάζει, τουτέστιν ὁ ἥλιος. 333. Κητὼ δ ’ ὁπλότατο ν. λέγεται δ’ ἡ Κητὼ τῷ Φόρκυνι μιγεῖσα ἀπογεννῆσαι νεώτερον τέκνον τὸν δράκοντα τὸν φυλάσσοντα τὰ μῆλα τὰ χρυσᾶ ἐν τοῖς πέρασι τῆς γῆς, παρόσον διασκεδαννυμένων ἐκ τοῦ καθ’ ἡμᾶς ἀέρος τῶν ἀναθυμιάσεων ὑπὸ τοῦ ἡλίου, ἤδη συχνῶς ἡμῖν ἐπεισβάλλοντος, ἐπὶ τὰ πόρρωθεν ἡμῶν μέρη ἀπελαύνεσθαί τινας συμβαίνει ζοφερὰς ἀναθυμιάσεις κἀκεῖ συνίστασθαι. οὐ γὰρ ἂν εὔλογον μηδεμίαν μοῖραν ἐπιλείπεσθαι τῷ παντὶ τῶν τοιούτων ἀναθυμιάσεων αἵ τινες δὴ τοιαῦται ἀναθυμιάσεις τὰ χρυσᾶ μῆλα φυλάσσειν λέγονται, τουτέστι καλύπτειν τὰ ἄστρα τὰ λαμπρὰ καὶ χρυσοειδῆ· ἐπιπροσθοῦσι γὰρ αὐτοῖς. Κητὼ δ’ ἂν εἴη ἡ κεκαυμένη καὶ ἐξατμιζομένη ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ἀναθυμίασις. Φόρκυς δὲ ἡ περιφορὰ τῶν ὑδάτων, ἐξ ὧν δὴ τελευταῖον ἐν θέρει ἀπογεννᾶται ὁ εἰρημένος δράκων, ἤγουν τὰ ἐν τοῖς ἐναντίοις κλίμασι τῷ καθ’ ἡμᾶς ὑφιστάμενα νέφη, ἃ δὴ δράκοντας ὁ λόγος προσαγορεύει ἢ διὰ τὸ σχῆμα τῶν τοιούτων νεφῶν, (ἔστι γὰρ πόλλ’ ἅττα ἰδεῖν ἐν τοῖς νέφεσι δρακοντοειδῆ,) ἢ διὰ τὸν συριγμὸν καὶ ψόφον, ἢ διὰ τὸ τοῖς δέρκουσι καὶ ὀπτανομένοις ἐμποδὼν καθίστασθαι. ἔτι δὲ καὶ τοῖς κεύθεσι τοῖς ἐρεμιοῖς γαίης διατρίβειν λέγεται ὁ τοιοῦτος δράκων, παρόσον οὐκ ἐν τοῖς ἄνωθεν ἡμῶν μέρεσιν ἐναπολιμπάνονται αἱ τοιαῦται ἀναθυμιάσεις, ἀλλὰ καὶ τοῖς κοιλώμασι τῆς γῆς ἐναποκρύπτονται· οὐ γάρ ἐστι κενὸν ἐν τῷ παντὶ κατὰ τὸν δαιμόνιον Ἀριστοτέλην. ἐρεμνὰ δ’ ἂν λέγοιτο ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ μένειν, τουτέστιν ἐν τῇ γῇ· ὅθεν οἶμαι καὶ ἐρεμνὰ φρούρια προσαγορεύεται, οὐχ ἁπλῶς τὰ ὑψηλά, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ τὰ στενὰ καὶ δυσάντη· καὶ διὰ τοῦτο ἐν γῇ μένειν παρασκευάζοντα τοὺς ἐν αὐτοῖς καταφεύγοντας καὶ στενῶς κομιδῆ διάγειν. |
| 322 [30] | 337. Τηθὺς δ ’ Ὠκεαν ῷ. ἡ Τηθὺς δὲ μετὰ τοῦ Ὠκεανοῦ γεννᾷ τοὺς ποταμούς, παρόσον ἐκ τῆς γῆς ἀναδίδονται καὶ ἀναβλυστάνουσιν οἱ ποταμοὶ καὶ αἱ πηγαί. Ὠκεανὸς δ’ ἂν εἴη τὸ ἐπεισρέον τῇ θαλάσσῃ ὕδωρ, καὶ ὠκέως νεόμενον, τουτέστι πορευόμενον. διηθούμενα γὰρ τὰ ὕδατα τῆς θαλάσσης ἐν διαφόροις τῆς γῆς τόποις καὶ εἰσδυόμενα ἀναπηγάζει καὶ ἀναρρέει γλυκύτερά τε καὶ πότιμα ἐξ ἀκρωρείας ἢ ὑπωρείας. ἀρρενικῶς δὲ οἱ ποταμοὶ εἴρηνται διὰ τὸ σφοδρότερον τῆς κινήσεως τῶν ἐν αὐτοῖς ὑδάτων καὶ ἐνεργέστερον καὶ δραστικώτερον. αἱ δὲ πηγαὶ θηλυκῶς ὀνομάζονται διὰ τὸ θηλύτερον καὶ οἷον καὶ ὑφειμένον τῆς τῶν ἐν αὐταῖς ὑδάτων ἀναβλύσεως. κουρίζειν δὲ λέγονται μετὰ τοῦ Ἀπόλλωνος οἱ ποταμοί τε καὶ αἱ κρῆναι διὰ τὸ αὐξήσεως καὶ ἀνατροφῆς τῶν τριχῶν αἰτίους εἶναι τούτους· ἔνθεν τοι καὶ οἱ Ἕλληνες ἀποκείρειν τὰς κόμας ἐν τοῖς ποταμοῖς εἰώθεσαν πρώτως. διὰ τοῦτο Ἀπόλλων δ’ ἂν εἴη ὁ ἥλιος, ὁ ὑποξανθίζων ταύτας δι’ ἐπιμελείας τῆς ἡμῶν, οἶμαι δὲ καὶ ἀκειρεκόμην αὐτὸν καλεῖσθαι, τάχα μὲν καὶ διὰ τὸ τὸν ἡλιακὸν δίσκον μετὰ τῶν ἐξ αὐτοῦ ἐφαλλομένων χρυσῶν ἀκτίνων κεφαλῇ τινι προσεοικέναι, κόμαις ἐπιχρύσοις ἀστραπτούσῃ, τάχα δὲ καὶ διὰ τὸ ἀκειρεκομεῖν τοὺς ὑφ’ ἡλίου καλλιτριχουμένους ἀνθρώπους· ἐπιγάννυνται γὰρ ταῖς ἐκτάσεσι τῶν τριχῶν οἱ ἀνθηρότριχες καὶ καλλίτριχες. 349. Πειθώ τ ’ Ἀδμήτη τ ε. τὰ πλείω δὲ τῶν ὀνομάτων τῶν πηγῶν ὠνοματοπεποίηται τῷ Ἡσιόδῳ ἀπὸ τῶν ἐπισυμβαινόντων ταῖς πηγαῖς. Ἠλέκτρα τε γὰρ εἴρηται διὰ τὸ καθαρὸν καὶ χρυσίζον τοῦ ὕδατος καὶ δίκην ἠλέκτρου λαμπρόν. |
| 323 [35] | Ἰάνθη δὲ ἀπὸ τοῦ ἰαίνειν καὶ εὐφραίνειν τοὺς πίνοντας. Ζευξὼ δὲ ἀπὸ τοῦ ζευγνύειν μετὰ τὴν ἀνάπαυσιν ἐν ταῖς πηγαῖς τὰ ὑποζύγια. Πληξαύρη δὲ καὶ Γαλαξαύρη ἡ ἐκ τῶν πηγῶν ἀναδιδομένη πλῆξις αὐρῶν εὐκραὴς καὶ καθαρά, ἣν διὰ τοῦ γάλακτος ὑποσημαίνει. Μηλόβοσις δὲ διὰ τὸ ἐν αὐταῖς τὰ μῆλα βόσκεσθαι πέριξ, ἤγουν τὰς παρακειμένας αὐταῖς πόας νέμεσθαι. Καλυψὼ δὲ διὰ τὴν κάλυψιν καὶ τὴν περιβολήν. εἰώθεσαν γὰρ οἱ ἄνθρωποι ἐν τοῖς διύγροις καὶ ψυχροτέροις τόποις διάγοντες περικαλύπτειν ἑαυτοὺς καὶ φυλάττειν διαφόροις περιβολαίοις. Πετραίη δ’ ἐρόεσσα εἴη ἂν ὠνομασμένη ἀπὸ τοῦ ἐκ πετρῶν καταρρέειν ἐνίων πηγῶν τὸ ὕδωρ ἢ ἀπὸ τοῦ ἐν καιρῷ θέρους (ὡς αὐτὸς διεκελεύσατο ἐν ταῖς ἡμέραις) διαιτᾶσθαι ὑπὸ πέτρης, τρέποντας τὸ πρόσωπον πρὸς καταρρέουσαν κρήνην· ἔξεισι γὰρ ἐκεῖθε νοτίς, παραμυθουμένη τὴν ἐν θέρει θερμότητα καὶ ξηρότητα. Τελεσθὼ δὲ προκόπεπλος λέγοιτ’ ἂν ἀπὸ τοῦ τοὺς τελευτῶντας πηγαίοις ὕδασι καταλούεσθαι, καὶ μέλανα ὥσπερ πέπλα ἀμφιέννυσθαι. οἶμαι δὲ καὶ Καλυψὼ διὰ τὸ μετὰ τοῦτο καλύπτεσθαι τούτους καὶ τῷ χοῒ παραδίδοσθαι. Στὺξ δὲ εἴρηται προφερεστάτη πασῶν οὐ διὰ τὸ στυγεῖσθαι, τουτέστι μισεῖσθαι, ἀλλὰ διὰ τὸ τιμᾶσθαι μᾶλλον καὶ ζητεῖσθαι τὰ τοιαῦτα ὕδατα. στυγῶ γὰρ καὶ τὸ τιμῶ· τιμῶμεν δὲ καὶ ζητοῦμεν τὰ τοιαῦτα τῶν ὑδάτων διὰ τὰς ἐν αὐτοῖς ἐνεργείας. μὴ θαυμάσῃς δέ, εἰ νῦν τὸ στυγεῖν ἀντὶ τοῦ τιμᾶν ἐκλαμβάνομεν, πολλὰ γὰρ τοιαῦτα εὑρήσεις παρὰ τοῖς γραμματικοῖς, ἤγουν κατὰ ἀντίφρασιν τὸ στυγεῖν ἀντὶ τοῦ τιμᾶν ἐκληπτέον, ἢ ὅτι εἴη ἂν καὶ τοῦ στυγῶ ἕτερον σημαινόμενον ἀντὶ τοῦ τιμῶ λαμβανόμενον, ὥσπερ ἀλύω τὸ χαίρω, καὶ ἀλύω τὸ λυποῦμαι παρ’ Ὁμήρῳ τε καὶ Πλουτάρχῳ τῷ ἐκ Χαιρωνείας εὕρηται. δοκεῖ δὲ καὶ τῷ παλαιῷ ἐξηγητῇ τοῦ παρόντος βιβλίου τὸ στυγεῖν ἀντὶ τοῦ τιμᾶν ἐκλαμβάνειν. μήποτε δὲ τὸ στυγεῖν ἀντὶ τοῦ ἐκφοβεῖν καὶ καταπλήττειν εἴη, ἀκουστέον νῦν. |
| 324 [35] | διὰ γὰρ τὸ ὑπὲρ τὰς ἄλλας πηγὰς καταπλήττειν καὶ ἐκφοβεῖν ἐν ᾅδου ῥέουσα ἡ Στὺξ λέγοιτ’ ἂν εἶναι προφερεστάτη πασῶν. Στὺξ δ’ εἴρηται ἀπὸ τοῦ στυγνάνσεως εἶναι παραιτία. στυγνάζουσι γὰρ οἱ τοὺς ἐν ᾅδῃ πορευομένους θρηνοῦντες, ἐν ᾧ καὶ Κωκυτὸς καὶ Ἀχέρων καὶ Πυριφλεγέθων ποταμοί τινες καταρρέειν λέγονται, παρόσον κωκύουσι καὶ θρηνοῦσι τοὺς τεθνεῶτας οἱ τούτοις προσήκοντες καὶ ἄχη ῥέουσι καὶ πυρὶ τῷ τῆς λύπης φλεγέθονται. εὐλόγως δὲ καὶ τὸ Ταίναρον εἰς ᾅδου κατάγειν λέγεται· διότι οἱ εἰς ᾅδου καταγόμενοι τιταίνουσιν ἀρὰς καὶ βλάβας ἐμποιοῦσιν. ἔστι δ’ ὅτε καὶ συνθανατοῦσι τοὺς ἀκατασχέτως θρηνοῦντας αὐτούς. 371. Θεία δ ’ Ἠέλιο ν. γεννᾷ δὲ ἡ Θεία τὸν Ἥλιον καὶ τὴν Σελήνην, ἔτι δὲ καὶ τὴν Ἡμέραν Ὑπερίονος ἐν φιλότητι μιγεῖσα, παρόσον ἐκθεούσης, τουτέστι κινουμένης, τῆς φύσεως τῶν οὐρανίων σωμάτων ὑπεράνωθεν ὁ Ἥλιος καὶ ἡ Σελήνη τῆς ἡμέρας ἐργάται κατὰ ἀπουσίαν τε καὶ παρουσίαν τὴν ἑαυτῶν τυγχάνουσιν. 375. Κρείῳ δ ’ Εὐρυβί η. ἡ δὲ Εὐρυβίη τῷ Κρείῳ συνελθοῦσα τὸν Ἀστραῖόν τε καὶ τὸν Πάλλαντα γεννᾷ, ἔτι δὲ καὶ τὸν Πέρσην, πᾶσι τούτοις μεταπρέποντα ἐν ἰδμοσύνῃ, παρόσον κριθέντα ἀπ’ ἀλλήλων καὶ χωρισθέντα ὑπὸ εὐρείας τινὸς καὶ μεγάλης δυνάμεως (ἦν γὰρ ὁμοῦ πάντα χρήματά ποτε κατὰ Ἀναξαγόραν, νοῦς δὲ διέκρινεν αὐτὰ) τὰ μὲν ἄστρα τὸν ἄνω τόπον εἴληχε καὶ τὴν παλλομένην φύσιν, τουτέστι κινουμένην· ἀεικίνητα γὰρ ταῦτα, κἂν τὰ μὲν ὁμαλῶς, τὰ δὲ ἀνωμάλως κινῶνται· ἡ γῆ δὲ τὸν κάτω καὶ μέσον ἡδρασμένη καὶ ἀκινητίζουσα. ὧν τινων δὴ ἄστρων ἡ περαίωσις καὶ ἡ ἐπιστημονικὴ τῆς αὐτῶν κινήσεως κατάληψις διαπρέπει ἐν ἐπιστήμαις, ὅσον καὶ τὸ ὑποκείμενον τιμιώτερον. 378. Ἀστραίῳ δ ’ Ἠὼ ς. ἡ δὲ Ἡμέρα τῷ Ἀστραίῳ συνερχομένη τοὺς ἀνέμους γεννᾶν λέγεται, παρόσον ἐκ τῆς τῶν ἄστρων ἐπιτηρήσεως αἱ τούτων πνοαὶ προγινώσκονται τοῖς περὶ ταῦτα ἐπιστήμοσιν· ἢ ὅτι κατὰ διαφόρους ἐπιτολὰς καὶ δύσεις ἄλλων καὶ ἄλλων ἄστρων καὶ ἐκ διαφόρων μερῶν τοῦ παντὸς οἱ ἄνεμοι πνέουσιν, ὡς Ἀριστοτέλης τε δηλοῖ ἐν τῷ δευτέρῳ τῶν μετεώρων καὶ Ἄρατος ὁ ποιητὴς καὶ Εὔδοξος. |
| 325 [35] | οἶμαι δὲ καὶ τὸν Ὅμηρον προσαγορεύειν τὸν Βορρᾶν αἰθρηγενέτην, τάχα μὲν καὶ διὰ τὸ αἰθρίαν ποιεῖν (λεπτομερεστέρα γὰρ ἡ σύστασις τοῦ τοιούτου ἀνέμου, διὸ καὶ ψυχροτέρα καὶ δυσριγοτέρα), τάχα δὲ καὶ διὰ τὸ ἐξ αἰθέρος γεννᾶσθαι, τουτέστιν ἐξ ὑψηλοτέρου τόπου· τοιοῦτον δὲ πάντως τὸ βόρειον ἔξαρμα. 383. Στὺξ δ ’ ἔτε κ ’ Ὠκεανο ῦ. ἡ Στὺξ δὲ τὸν Ζῆλον καὶ τὴν Νίκην γεννᾷ μιγεῖσα τῷ τοῦ Ὠκεανοῦ Πάλλαντι, ἔτι δὲ καὶ τὸ Κράτος καὶ τὴν Βίαν, εὐλόγως· ἐπειδὴ καὶ οἱ ζηλοῦντες καὶ νικώμενοι στυγνάζειν εἰώθεσαν· ἀλλὰ στυγνάσαντες καὶ πρύμναν κρουσάμενοι ἀπάλαμνοι πρότερον ὄντες καὶ νωθροὶ κράτος καὶ βίαν κατὰ τῶν ὁμοτέχνων ἤραντο. ὁποῖος ἦν ἐκεῖνος ὁ λέγων· οὐκ ἐᾷ με καθεύδειν τὸ Μιλτιάδου τρόπαιον. ἢ ἡ Στὺξ συνέρχεται τῷ τοῦ Ὠκεανοῦ Πάλλαντι, καὶ γεννᾷ τὸ Κράτος καὶ τὴν Βίαν, ὡς δῆθεν ἡμᾶς τοῦ λόγου διδάσκοντος, ὡς πᾶν τρόπαιον ἡμῶν προστυγνασάντων καὶ σκυθρωπασάντων, καὶ τῆς ἄνωθεν ἡμῖν ἐπιφοιτώσης ἐκ τῶν οὐρανίων ἀντύγων χορηγητικῆς τῶν ἀγαθῶν δυνάμεως ἀνεγείρεται· οὐ γάρ ἐστιν ὁ οὐράνιος χῶρος ἄμοιρος τῶν τοιούτων, ὡς αὐτός φησιν ὁ ποιητής, ἀλλ’ ἄνωθεν ἡμῖν ἐπιπέμπεται τὸ κράτος καὶ ἡ νίκη καὶ ἡ θειοτέρα συμμαχία. καὶ γὰρ μετακαλεσάμενος κατὰ τὸν μῦθον πάντας τοὺς θεοὺς ὁ Ὀλύμπιος, εἶπεν, ὃς ἂν μετ’ αὐτοῦ τοῖς Τιτᾶσι μάχοιτο, τιμήσειν αὐτὸν ἐπὶ Κρόνου ἄτιμον ὄντα. πρώτην δέ φασιν ἀφικέσθαι τὴν Στύγα πρὸς οὐρανὸν μετὰ τῶν οἰκείων παίδων καὶ τιμηθῆναι ὑπὸ Διός· ἐπειδὴ συμβουλευτικῶς ὁ λόγος ἡμῖν ὑποτίθησιν, ὡς ὅστις ἂν ἄρα καὶ εἴη ἀγέραστος ἐπὶ Κρόνου, τοῦ ἀφανοῦς δηλαδὴ βίου καὶ κοραίνοντος, στυγνασάτω, καὶ συντριβὴν καρδίας πολλάκις ἐπιδειξάτω. καὶ οὕτω τοῖς ἐναντίοις Τιτᾶσι μαχεσάμενος καὶ πᾶσαν ἐναντίαν καταβαλὼν τῶν παθῶν ἰσχύν, ἕξει τὴν ἐξ ὕψους ἀρωγήν. |
| 326 [35] | ἄνεισι γὰρ ἡ τῶν ψυχῶν συντριβὴ καὶ ἡ τῶν ἠθῶν ταπείνωσις πρὸς τὸν ὑπερέχοντα πάντα νοῦν, καὶ ἀνιοῦσα κράτος κατάγει καὶ τὰ θυμήρη ποιεῖ. εὐλόγως δὲ τὴν Στύγα φασὶν ὅρκον εἶναι τῶν θεῶν, ὡς καὶ Ὅμηρος δηλοῖ· ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ— ἢ ὅτι οἱ πρώην στυγνάσαντες μετὰ τὴν ἄνωθεν δύναμιν τίμιοι καθίστανται τοῖς ἀνθρώποις καὶ ἀρίδηλοι καὶ εἰς ὅρκον προκείμενοι. εἰώθασι γὰρ οἱ εὐσεβέστεροι τῶν ἀνθρώπων τὴν εἰς τὸ θεῖον εὐλαβούμενοι ὁρκωμοσίαν ἀσπάζεσθαι τὴν εἰς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων καὶ σεμνοτέρους καὶ πιστοῦν, ὅπερ ἄρα καὶ λέγουσι, διὰ τῆς ἐξ αὐτῶν ὑπολήψεως· ἢ εἰς τὴν Στύγα ὀμνύειν λέγονται οἱ θεοί, διότι στυγοῦσι τοὺς ὀμνύοντας· μυσαρὸν γὰρ τὸ ὁρκωμοτεῖν οὐ παρ’ ἀνθρώποις μόνον, ἀλλὰ καὶ παρὰ θεοῖς. 381. τοὺς δὲ με τ ’ ἀστέρα τίκτε ν. ἡ Ἠριγένεια δὲ τὸν Ἑωσφόρον τίκτει καὶ τὰ ἄστρα, οἷς οὐρανὸς ἐστεφάνωται, παρόσον ἐνίοτε ὁ τῆς Ἀφροδίτης καλούμενος ἀστὴρ ὁ Ἑωσφόρος ἐν ταῖς ὀρθριναῖς καταστάσεσιν ἐπιτέλλεται ἀκροκνέφαιος καί τινα τῶν ἄστρων τὴν ἑῴαν ἐπιτολὴν ἀνατέλλοντα. 404. Φοίβη δ ’ αὖ Κοίο υ. ἡ Φοίβη δὲ τῷ Κοίῳ συνελθοῦσα τὴν Λητὼ τὴν κυανόπεπλον τίκτει τὴν μείλιχον τοῖς ἀνθρώποις καὶ ἤπιον τοῖς ἀθανάτοις, παρόσον ἡ ἀκραιφνεστάτη καὶ πάσης ἀμιγὴς κακίας ἀγαθότης τοῦ πρώτου νοῦ τοῦ πολυτιμήτου καὶ πάντων πατρὸς ταῖς πεποιημέναις πάσαις οὐσίαις κατασκευαστικὴ καὶ παραγωγὸς χρηματίζει· ἥτις καὶ διὰ τὸ σύμφυτον ἑαυτῇ τὸ ἀγαθὸν ἔχειν καὶ δημιουργικὴ πάντων τῶν ὄντων εἶναι, ὅσα τε ὑπὸ σελήνην, ἃ καὶ ποιότητος μετέχει τινός, ὅσα τε ὑπεράνω καὶ οὐράνια εἰς εὐνὴν ἔρχεσθαι λέγεται τὴν πολυήρατον· τῆς γὰρ ἀγαθοπαρόχου καὶ προετικῆς τῶν ὄντων καὶ πηγαίας χύσεως ἐρῶσί τε καὶ ἐφίενται τὰ πολλά, δηλαδὴ τὰ πάντα, ἢ τὰ κρείττω, οἷον αἱ λογικαὶ ψυχαὶ καὶ αἱ νοεραὶ πᾶσαι οὐσίαι. |
| 327 [35] | οὐ γὰρ ἂν ἵππος καὶ ἄνθρωπος ἢ λίθος καὶ ὅσα τῶν ἀψύχων ἐπίσης ἐφίεσθαι λέγοιτ’ ἂν τοῦ ὄντος, καὶ πρὸς τὸ ἀγαθὸν κινεῖσθαι, ἀλλὰ τὰ μὲν ζωτικῶς καὶ αἰσθητικῶς, τὰ δὲ νοερῶς, τὰ δ’ ἄλλως τοῦ εἶναι ἐφίενται. τίκτει δὲ τὴν Λητὼ ἡ Φοίβη, εὐλόγως· ἡ γὰρ τῶν ἡμετέρων κακιῶν ἐπιλησμοσύνη ἀπὸ τῆς εἰλικρινοῦς ἐκείνης φύσεως τοῦ ἀγαθοῦ προέρχεται· τοιαύτη γὰρ ἡ τοῦ ἀγαθοῦ φύσις, ἥτις καὶ κυανόπεπλος λέγεται, τὴν ἀορασίαν καὶ τὴν κυανόχροιαν, οἷά τινα πέπλον ἐνδιδυσκομένη· ἀόρατος γὰρ καὶ ἄγνωστος ἡ φύσις ἡ θεία, ἀλλ’ οὐ τέλεον, ἀλλ’ ἐκ τῶν περὶ αὐτὴν γνωριζομένη, ὅσον ἑκάστῳ ἀνάλογον, ἥτις καὶ μείλιχός ἐστι τοῖς ἀνθρώποις καὶ ἱλαρὰ καὶ ἤπιος. 409. γείνετο δ ’ Ἀστερίη ν. ἀλλὰ καὶ τὴν Ἀστερίαν τὴν εὐώνυμον ἀποτίκτει ἡ Φοίβη, τουτέστι τὴν τῶν ἀστέρων λαμπρότητα καὶ τὴν οὐσίαν καὶ τὸ κάλλος, ἵν’ ἐκ τούτων τὸν γενεσιουργὸν γνωρίζωμεν νοῦν ἢ τὴν ἐπιστημονικὴν κατάληψιν καὶ πρόγνωσιν τῶν μελλόντων ἐκ τῆς τῶν οὐρανίων σωμάτων κινήσεως καὶ διαπεραιώσεως Ἀστερίην τάχα καλεῖ· πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ φωτὸς γνωστικοῦ πρόξενος ἀπὸ τοῦ πρώτου φωτὸς πρὸς ἡμᾶς παραγίνεται. ταύτην δὲ τὴν Ἀστερίην ὁ Πέρσης λέγεται ἀγαγέσθαι ἄκοιτιν εἰς δῶμα μέγα, παρόσον τῆς τῶν οὐρανίων σωμάτων δραστικῆς καὶ ἐνεργοῦς κινήσεως ἐξήρτηται τὰ ἀνθρώπινα πράγματα κατὰ τοὺς θύραθεν, καὶ ὑπ’ αὐτῆς περαιοῦται τὰ ἡμέτερα, ὡς ἐκεῖνοί φασιν, ἀγαθοποιοὺς τῶν ἀστέρων εἰσάγοντες, καὶ κακοποιούς, καὶ σχηματισμοὺς αἰτιώμενοι καὶ ἀποστάσεις καὶ πλησιασμοὺς ἀστέρων καὶ ἐξελιγμοὺς καὶ προποδισμοὺς καὶ ἀναποδισμοὺς καὶ ὅσα ἄλλα τῆς ἐκείνων ἐπιστήμης ἐστὶν αἰτιολογήματα. 411. ἡ δ ’ ὑποκυσαμένη Ἑκάτη ν. ἐπεὶ δὲ τῆς τῶν ἀστέρων ἐστὶ φύσεως καὶ ἡ σελήνη, καλῶς ἄρα πάντως λέγεται ἀπὸ τῆς εἰρημένης θεᾶς γεννηθῆναι, ἥν τινα δὴ σελήνην Ἑκάτην προσαγορεύει, τάχα δὴ διὰ τὸ μακρόθεν ἡμῶν εἶναι, κἀκεῖθεν τὰς ἑαυτῆς ἐνεργείας ἡμῖν ἐκπέμπειν· πολλαὶ γὰρ αἱ τῆς σελήνης δυνάμεις, ἃς καὶ αὐτὸς καταλέγει ὁ ποιητὴς ἐνταῦθά τε καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ τοῖς ἔργοις. |
| 328 [5] | ἑκτὰ δὲ ὄντων τῶν πλανήτων ἀστέρων, μάλιστα ἥλιός τε καὶ σελήνη ἐπιτροπεύειν τῶν καθ’ ἡμᾶς πραγμάτων λέγονται, καὶ δρᾶν εἰς τὰ τῇδε, οὐ φυσικῶς μόνον, ἀέρων μεταβολὰς καὶ καιρῶν, καὶ ἐνιαυτῶν ἐργαζόμενοι ταῖς οἰκείαις περιόδοις, ἀλλὰ καὶ πλουτίζοντες καὶ πτωχίζοντες, καὶ ἐντίμους καὶ ἀτίμους ποιοῦντες ἀνθρώπους, ὥς τινες λέγουσι, καὶ ὅσα ἄλλα ἐνεργοῦντες. ἔνθεν τοι καὶ κοσμοκράτορας διὰ τοῦτο καὶ σημάντορας ἔργων καὶ φερεσβίους, καὶ καρπίμους καὶ ἀστεράρχας καὶ δεσπότας κόσμου καὶ πιστοὺς φύλακας καὶ ῥιζωτῆρας πυρόεντας καὶ ὡροτρόφους καὶ χρόνου πατέρας ἀθανάτους προσαγορεύει ὁ Ὀρφεὺς ἐν τοῖς θυμίοις ἀρώμασι, σύγγραμμα δὲ τοῦτο Ὀρφαϊκόν. χρὴ δὲ εἰδέναι, ὅτι οὐ μόνον ἐν τοῖς λεγομένοις πλάνησι τῶν ἀστέρων ὁ ἥλιος καὶ ἡ σελήνη ὑπερέχει, ὡς εἴπομεν, καὶ διϊκνουμένας ἐπὶ τὴν γῆν ἔχουσι δυνάμεις, κατὰ τὰς μεταβάσεις αὐτῶν τὰς μείζους καὶ ἐλάττους, ἀλλὰ καὶ ἐν τοῖς ἀπλανέσιν· εἴτε γὰρ πύρινά ἐστι τὰ ἄστρα, εἴτε αἰθέρια, ὡς ἀρέσκει τισίν, οὐδεμίαν συμπάθειαν ἔχει πρὸς τὰ ἐπὶ τῆς γῆς γινόμενα, καὶ οὐδεμία τις ἀποφορὰ οὐδὲ ἀπόρροια διϊκνεῖται ἀπὸ τῶν ἀπλανῶν ἀστέρων ἐπὶ τὴν γῆν καὶ πρὸς ἡμᾶς, καθὼς τοῖς ἀκριβεστέροις δοκεῖ, ἀλλὰ σημείου τάξιν ἐπέχουσιν αἱ τῶν ἀπλανῶν ἀστέρων ἐπιτολαὶ καὶ δυσμαί, μὴ φυσικῶς τὰ περὶ τὸν ἀέρα πάθη ἀπογεννῶσαι, πνεύματα λέγω καὶ ὄμβρους καὶ καύματα· ὥσπερ γὰρ ὁ πυρσὸς οὐκ αὐτός ἐστιν αἴτιος τῆς πολεμικῆς καταστάσεως, ἀλλὰ σημεῖόν ἐστι πολεμικοῦ καιροῦ, τὸν αὐτὸν τρόπον καὶ αἱ τῶν ἄστρων ἐπιτολαὶ οὐκ αὐταὶ παραίτιοί εἰσι τῶν περὶ τὸν ἀέρα μεταβολῶν, ἀλλὰ σημεῖα ἔκκεινται τῶν τοιούτων περιστάσεων· οἱ γὰρ ἀπαρχῆς παρατηρήσαντες καὶ συνταξάμενοι τὰ λεγόμενα παραπήγματα ἐξετάσαντες τοὺς τόπους τοῦ ζωδιακοῦ κύκλου, ἐν οἷς ὡς ἐπίπαν αἱ μεταβολαὶ τοῦ ἀέρος γίνονται, ἐπεσκέψαντο κατὰ τοὺς χρόνους τούτους τίνα τῶν ἄστρων ἀνατέλλει ἢ συγκαταδύνει, καὶ ταῖς τούτων ἐπιτολαῖς καὶ δύσεσι σημείοις ἐχρήσαντο πρὸς τὸ προγινώσκειν τὰς μεταβολὰς τοῦ ἀέρος· οἷον, ὅτε αἱ Πλειάδες δύνουσιν, ἔχουσι δύναμιν ὥστε ὑγρασίαν τινὰ περὶ τὸν ἀέρα ἀπογεννᾶν· ἢ πάλιν ἐπιτέλλουσαι θέρους ἀρχὴν διασημαίνουσιν, οὐ διὰ τὴν τοῦ ἄστρου δύναμιν, παντελῶς γάρ ἐστιν ἀπόπληκτον τὸ τοῦτο οἴεσθαι. |
| 329 [30] | οἵας γὰρ ἂν καὶ δοίη τις εἶναι οὐσίας τὰ ἄστρα, πάντως καὶ τῆς αὐτῆς δυνάμεως εὔλογον εἶναι. καὶ οὐκ ἂν τῆς αὐτῆς ὄντα οὐσίας, ἄλλου μὲν τὸ ὑγραίνειν, ἄλλου δὲ τὸ ξηραίνειν εἶναι τῶν ἄστρων λεκτέον. τὸ δ’ αὐτὸ ὑποληπτέον καὶ περὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν γίνεσθαι· πολλοὶ γὰρ ὑπολαμβάνουσιν ἰδίαν ἔχειν δύναμιν τὸν ἀστέρα, καὶ παραίτιον γίνεσθαι τῆς τῶν καυμάτων ἐπιτάσεως, ἅμα συνεπιτέλλοντα τῷ ἡλίῳ. τοῦτο δ’ οὐκ ἔστιν οὕτως ἔχον, ἀλλ’ ἐπεὶ κατὰ τὸν πυρωδέστατον καιρὸν τοῦ ἐνιαυτοῦ οὗτος ὁ ἀστὴρ ἐπιτέλλει, τῇ τούτου φαύσει ἐσημειώσαντο τὴν πρὸς τὸ καῦμα μεταβολὴν τοῦ ἀέρος. ἔστι δὲ ὁ ἥλιος παραίτιος τῆς ἐπιτάσεως τῶν καυμάτων· ἡ δ’ αἰτία πρῶτον μέν, ὅτι ὑπὸ τοῦ χειμῶνος κατεψυγμένων ἡμῶν, κατὰ τὸν συνεγγισμὸν τὸν πρὸς ἡμᾶς ἄρχεται ἡμᾶς θερμαίνειν· οὔπω δ’ ἔκδηλον ποιεῖ τὴν θερμασίαν, ἔτι τῆς καταψύξεως τῆς ἀπὸ τοῦ χειμῶνος διαμενούσης, ἐπιμονῆς δὲ γινομένης καὶ μᾶλλον ἀεὶ συνεγγίζοντος τοῦ ἡλίου, ἐπαίσθησιν συμβαίνει τῆς θερμασίας γίνεσθαι. ἔπειτα δὲ καὶ διὰ ταύτην τὴν αἰτίαν· συμβαίνει γὰρ δὶς κατὰ τὸ συνεχὲς ἐπὶ τὴν αὐτὴν οἴκησιν ἐπιβάλλειν τὸν ἥλιον· καὶ γὰρ ἐν τῇ προσόδῳ τῇ πρὸς τὸν θερινὸν κύκλον τὸν τροπικὸν καὶ ἐν τῇ ὑποχωρήσει τὰς αὐτὰς οἰκήσεις παροδεύει ὁ ἥλιος. εἰ μὲν οὖν τις ὡς σημεῖον λαμβάνει τοῦ κυνὸς τὴν ἐπιτολήν, ὀρθῶς λαμβάνει, καθὰ καὶ Ὅμηρός φησιν ἐπὶ κυνὸς οὕτως· —κακὸν δέ τε σῆμα τέτυκται. εἰ δ’ ἄλλως οἴεται ἔχειν, πόρρω δοκεῖ τῆς ἀληθείας καὶ τοῦ φυσικοῦ λόγου πλανᾶσθαι. |
| 330 [5] | σὺ δ’, ὦ τέκνον, τὰ μὲν ἄλλα χαίρειν ἔα ἄστρα καὶ μηδεμίαν ἐξ αὐτῶν πρὸς ἡμᾶς διϊκνεῖσθαι οἴου ἀποφοράν, εἴτε πλάνητες εἶεν εἴτ’ ἀπλανεῖς, μόνον δὲ ἥλιον καὶ σελήνην τοὺς δύο τούτους φωστῆρας τοὺς μεγάλους φυσικῶς τὰ περὶ τὸν ἀέρα ἀποτελεῖν πάθη δόξαζε, καὶ ἡμέρας καὶ νυκτὸς ἐργάτας εἶναι καὶ καιρῶν καὶ χρόνων, οὐκ ἐμψύχους ὄντας, οὐδ’ ἀφ’ ἑαυτῶν δραστικήν τινα δύναμιν πλουτοῦντας, ἀλλ’ ἀπὸ τοῦ πρώτου νοῦ τοῦ πάντων πατρὸς τοῦτο λαχόντας· μὴ θαυμάσῃς δέ, εἰ τὴν σελήνην Ἑκάτην προσαγορεύει ὁ Ἡσίοδος· τοιοῦτον γὰρ τὸ μεταληπτικὸν εἶδος τοῦ λόγου ἐστίν, ἐπεὶ καὶ Ὀρφεὺς τὸν ἥλιον Ζῆνα προσαγορεύει καὶ Παιᾶνα καὶ Τιτᾶνα. ἄκουε γάρ· Τιτὰν χρυσαυγής, Ὑπερίων, οὐράνιον φῶς, δεξιὲ μὲν γενέτωρ ἠοῦς, εὐώνυμε νυκτός· φωσφόρος, αἰολόδεικτα, φερέσβιε, κάρπιμε, Παιάν. αἰθαλής, ἀμίαντε, χρόνου πάτερ, ἀθάνατε Ζεῦ. πρὸς γὰρ διαφόρους αὐτοῦ ἐνεργείας ἀπιδὼν τούτοις αὐτὸν τοῖς ὀνόμασι προσαγορεύει. Τιτᾶνα μὲν διὰ τὸ πανταχοῦ τιταίνειν καὶ ἐξαπλοῦν τὰς ἀκτῖνας ἢ διὰ τὸ παρὰ πάντων τίεσθαι, τουτέστι τιμᾶσθαι. Παιᾶνα δὲ διὰ τὸ παύειν λιμόν τε καὶ χειμῶνα ἢ διὰ τὸ παιήονα εἶναί τινα ταῖς καρπογονίαις καὶ ἀναθηλήσεσι ταῖς παρ’ αὐτοῦ γινομέναις. Ζῆνα δὲ διὰ τὸ ζωῆς εἶναι αἴτιον, τουτέστι τῶν πρὸς ζωήν. εὑρίσκω δὲ τὸν αὐτὸν Ὀρφέα καὶ τὴν Τύχην Ἄρτεμιν προσαγορεύοντα, ἀλλὰ καὶ τὴν σελήνην Ἑκάτην· εἰνοδίην Ἑκάτην κλῄζω, τριοδῖτιν, ἐραννήν. καὶ μυρία παρ’ Ὀρφεῖ τὰ μεταληπτικῶς ἔχοντα τῶν ὀνομάτων εὑρήσεις. 453. Ῥεῖα δ ’ ὑποδμηθεῖσ α. ἡ Ῥέα δὲ τῷ Κρόνῳ ὑποδμηθεῖσα τεκεῖν λέγεται τήν τε Δήμητραν καὶ τὴν Ἥραν καὶ τοὺς ἄλλους· εὐλόγως. τῆς γὰρ ῥυτῆς ἐκείνης καὶ ἀστάτου καὶ ἀνειδέου ὕλης καὶ πάντοθεν ἀλλοιωτῆς καὶ τρεπτῆς κατὰ τὴν ἑαυτῆς φύσιν, ἔτι δὲ καὶ τοῦ ἐπιπολάζοντος ἄνωθεν τῆς ὕλης ἀρχεγόνου σκότους καὶ κοραίνοντος τὰς αἰσθήσεις, ἤτοι μελαίνοντος, γέγονε τὰ στοιχεῖα τῇ ἐπεισφρήσει τῶν ποιοτήτων, ἡ γῆ τε αὐτή, ἣν καὶ Δήμητραν λέγει, καὶ ὁ ἀὴρ καὶ ὁ Ποσειδῶν, τουτέστι τὸ ὕδωρ, καὶ ὁ Ζεύς, τουτέστιν ὁ αἰθήρ. |
| 331 [35] | Ἑστία δὲ προσαγορεύεται ἡ Δημήτηρ, παρόσον τοῦ παντὸς τὸν μέσον λαχοῦσα τόπον ἡ γῆ, στάσεως καὶ μονῆς αἰτία ἐστὶ τοῖς ἄλλοις· πᾶν γὰρ τὸ κινούμενον περί τι ἀκίνητον κινεῖται· ὅθεν καὶ οἱ Πυθαγόρειοι Ζηνὸς πύργον καὶ φυλακήν, οἶμαι, διὰ τοῦτο ταύτην ἐκάλουν. Δημήτηρ δὲ λέγεται, ὡς Δηὼ μήτηρ οὖσα· πάντα γὰρ ἐκ γῆς προέρχεται. τὸν δὲ ἀέρα διαιρεῖν ἔοικεν ἡ πρεσβυτέρα παράδοσις συμβολικῶς, εἴς τε τὸν ὑφ’ ἡλίου καταλαμπόμενον τὸν φανερὸν τοῦτον καὶ αἰσθητόν, ὃν καὶ χρυσοπέδιλον Ἥραν καλεῖ, λαμπρὸς καὶ χρυσοειδὴς ἐν τῷ πέδῳ εἱλεῖται, καὶ εἰς τὸν ἀφανῆ καὶ ὑποκάτω καὶ ἡμῖν μὴ ὁρώμενον, ὃν καὶ ἀΐδην προσαγορεύει, τάχα παρὰ τὸ μὴ φαίνεσθαι καὶ βλέπεσθαι. Ἐννοσίγαιον δὲ λέγει τὸν Ποσειδῶνα, τουτέστι τὴν ὑγρὰν φύσιν καὶ ὑδαρὰν ἀπὸ τοῦ ἑνοῦν τὴν γῆν, τουτέστι κινεῖν. εἰσὶ γάρ τινες τῶν παλαιῶν, οἷς τισιν ἄρα δοκεῖ τὰ ὕδατα εἶναι αἴτια σεισμῶν, τὰ κατ’ ἐκείνους λεγόμενα ὑπὸ γῆν εἶναι. Ζεὺς δὲ νῦν λέγεται οὐ κατὰ τὰ ἄλλα τοῦ Ζηνὸς σημαινόμενα· πολλαχῶς γὰρ τὸ Ζεὺς ὄνομα εὕρηται παρὰ τοῖς παλαιοῖς, ὡς ἡμεῖς παρεσημειωσάμεθα ἐν ἄλλοις· νῦν οὖν Ζῆνα τὸν αἰθέρα οἰητέον, τουτέστι τὸ πῦρ τὸ στοιχειωτικὸν τοῦ παντός· τοῦτο γὰρ ζωῆς αἴτιον, καὶ δι’ αὐτοῦ ζῶμεν, κινούμενοί τε καὶ ὑποθερμαινόμενοι. ὃ δὴ πῦρ, ὡς ζωογόνον μᾶλλον καὶ συστατικὸν καὶ ἐνεργητικώτερον καὶ δραστικώτερον πατέρα ὁ λόγος ἀνδρῶν τε καὶ θεῶν προσαγορεύει· θεῶν μέν, τῶν στοιχείων δηλαδὴ τῶν ἄλλων· εὕρηται γὰρ καὶ τὰ στοιχεῖα θεοὶ παρ’ Ὁμήρῳ προσαγορευόμενα ἀπὸ τοῦ θείας ἀξιοῦσθαι φύσεως καὶ ἀθανάτου κατὰ τὴν ὁλότητα, ἀνδρῶν δὲ τῶν ἐκ τῶν στοιχείων συνθέτων πάντων. ταῦτα γὰρ γεννητὰ καὶ φθαρτὰ καὶ ἀλλοιωτά, ὡς μέρη δῆθεν ὄντα ἐκείνων. |
| 332 [5] | ὅτι δὲ Ζῆνα τὸν αἰθέρα νῦν ἀκουστέον, δηλοῖ καὶ αὐτὸς ὁ Ἡσίοδος λέγων· τοῦ καὶ ἀπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών· ἐν γὰρ τῷ περὶ τὸν αἰθέρα τόπῳ καὶ ἁπλῶς ἐν τῷ ὑπεκκαύματι καὶ ἔγγιστά που βρονταὶ συνίστανται καὶ ἀστραπαί, καὶ ὅσα ἄλλα παῖδες φυσικῶν λέγουσι. 459. καὶ τοὺς μὲν κατέπιν ε. ἀλλὰ γὰρ ὁ Κρόνος καταπίνειν λέγεται τὰ πρὸ τοῦ Διὸς πάντα ἐκ τῆς Ῥέας αὐτῷ γεννηθέντα τέκνα, καὶ μισότεκνος εἶναι, μόνον δὲ τὸν Δία μὴ δυνηθῆναι ἀπολέσαι, ἀλλ’ ἀντ’ αὐτοῦ λίθον καταπιεῖν ἐσπαργανωμένον· ἐκεῖνον δὲ περισωθέντα τῇ ἐς τὴν Κρήτην ἐκθέσει, τῆς βασιλείας αὐτὸν καταβιβάσαι, καὶ τὸν πάλιν ἐξεμεθέντα λίθον ἀπὸ τοῦ Κρόνου, κατὰ χθονὸς στηρίξαι ἐν Πυθοῖ, θαυμασίως πάνυ καὶ φιλοσόφως. πρὸ γὰρ τοῦ διακριθῆναι τὰ στοιχεῖα ἀπὸ τῆς ὕλης, καὶ τὸν οἰκεῖον ἕκαστον λαχεῖν τόπον, ἡνίκα δὴ ὁμοῦ πάντα χρήματα ἦν, οὐκέτι τὰ ἐκ τῆς ὕλης ἀναδίδοσθαι μέλλοντα, καὶ τὰ πρὸς τόδε τι εὐφυῶς ἔχοντα, ὑπὸ τοῦ ἐπιπολάζοντος σκότους κατελιμπάνοντο προέρχεσθαι· ἀλλὰ ἐγκεκρυμμένα ἦν καὶ ἀφανῆ, καὶ ὑπ’ ἀλλήλων κολαζομένας ἔχοντα τὰς δυνάμεις καὶ οὐκέτι ἐνεργείᾳ φαινόμενα, ἀλλὰ τῇ δυνάμει γνωριζόμενα, τῷ τῆς ὕλης χαρακτηριστικῷ· δυνάμει γὰρ ἡ ὕλη γνωρίζεται κατὰ τὸν ἀκριβῆ καὶ φιλόσοφον λόγον· ἀλλ’ ἦν μὲν ταῦτα πρὸ τοῦ διακριθῆναι τὰ στοιχεῖα ἀπ’ ἀλλήλων. ἀφ’ οὗ δὲ νοῦς διέκρινε ταῦτα καὶ εἴληχεν ἕκαστον τὸν ἴδιον τόπον, καὶ ὁ Ζεύς, τουτέστι τὸ ζωογόνον πῦρ, τὸν ἄνω τόπον εἴληχεν, ἀπηλάθη μὲν ἐκεῖνο τὸ σκότος καὶ οὐκέτι κατακρατοῦν ἦν τοῦ παντός, ἀλλ’ αἱ τῆς ὕλης δυνάμεις εἰς τὸ ἐνεργείᾳ προέβαινον, καὶ γῆ μὲν παντοδαπὰ φυτὰ ἐβλάστανεν εὐκρατουμένη· θάλασσα δὲ παντοίων ἰχθύων τὰ γένη ἐδίδου, καὶ πρὸς ζωὴν πάντα παρήγετο, τοῦ συστατικοῦ πυρὸς μετασχόντα. ἐκεῖνος δὲ ἀπελιθοῦτο καὶ ἄπρακτος ἔμενε, καὶ τοῦ κράτους κατεβιβάζετο ὁ Κρόνος, τοῦ παντὸς ἐξελαυνόμενος καὶ εἰς τὸ μηδὲν οἰχόμενος, ὅθεν καὶ ὁ Ζεὺς ἐπικρατήσας λύει τοὺς πατροκασιγνήτους ἐκ τῶν δεσμῶν, τουτέστι τοῦ πυρὸς τὸν ἄνω τόπον σχόντος, πάντα τἆλλα στοιχεῖα ζωογονεῖσθαι καὶ συνίστασθαι ἤρξατο, τὰς ἐν αὐτοῖς δυνάμεις εἰς ἐνεργείας προάξαντα, ἅ τινα δὴ στοιχεῖα, ὡς τῆς αὐτῆς προελθόντα ὕλης, ἀδελφὰ τῷ Διὶ λέγεται εἶναι. |
| 333 [5] | ἔνθεν τοι καὶ ἀντίχαριν αὐτῷ νέμουσιν ὑπὲρ ὧν ἔπαθον ἀγαθῶν, τὴν βροντὴν καὶ τὸν κεραυνόν. ἐκεῖθεν γὰρ ἀναδίδονται παρὰ τὸν αἰθέρα αἱ τούτων συστατικαὶ ἀναθυμιάσεις, ὡς ἀνωτέρω μοι εἴρηται. ἔστι δὲ καὶ οὕτως εἰπεῖν· Κρόνον μὲν τὸν χρόνον, ὑφ’ οὗ πάντα καταβροχθίζεται τὰ ἐκ τῆς ἐκείνου ὀσφύος γινόμενα· τοιοῦτος γὰρ ὁ χρόνος, δαπανητικὸς τῆς οὐσίας τῶν αἰσθητῶν· ἔμελλε δὲ καὶ αὐτὸς τῷ συνεχεῖ τῆς οἰκείας φύσεως ῥεύματι παραρρεῖν τε καὶ παραπόλλυσθαι· ἀλλ’ ἡ ἐκ διαδοχῆς τῶν ὄντων ζωή, ἥτις δὴ Ζεὺς παρὰ τοῦ μύθου προσαγορεύεται, τὴν τούτου ῥοὴν ἀνέχει καὶ οἷον δεσμεῖ, ὥστε μὴ παραπόλλυσθαι. ἐπεὶ δὲ καὶ ἡ τοῦ καθ’ ἕκαστον ζωὴ κινουμένη ἐστὶ καὶ παραρρέουσα, διὰ τοῦτο καὶ Ῥέαν τῷ Διὶ μητέρα ὁ μῦθος ἐπέστησεν· ἔδοξε γὰρ καὶ τοῦτον καταπιεῖν ὁ Κρόνος, ἀλλ’ οὐ καταπέπωκε τὸν Δία. τῷ μὲν γὰρ τὰς μερικὰς ζωὰς διαφθείρειν διολλύων ἡμᾶς τοῖς πέρασι τοῦ εἱμαρμένου βίου, ὑφήρπασε τῷ λαιμῷ τὸν παῖδα· ἐφ’ ᾧ δὲ μὴ πᾶσαν τῶν ὄντων τὴν ζωὴν δαπανᾷ, ἀλλὰ μένει συντηρουμένη ταῖς διαδοχαῖς, ἠλευθερῶσθαι λέγεται ὁ παῖς ἀπὸ τοῦ παιδοκτόνου πατρός. 507. κούρην δ ’ Ἰαπετὸ ς. Ἰαπετὸς δὲ τὴν Κλυμένην ἄγεται τὴν τοῦ Ὠκεανοῦ θυγατέρα, δηλαδὴ ἡ κίνησις τοῦ οὐρανοῦ τὴν δόξαν περὶ αὐτὴν συναθροίζει καὶ τὸ θαυμάζεσθαι· θαύματος γὰρ ἀξία ἡ τοιαύτη κίνησις καὶ ἡ τοῦ παντὸς περιφορά· ἣν δὴ περιφορὰν ἐπὶ τῷ ἄξονι Ἄτλαντα προσαγορεύει ὁ λόγος, τὰς μὲν χεῖρας καὶ τὴν κεφαλὴν ἐς τὸν οὐρανὸν ἔχοντα καὶ διὰ τούτων ἐρείδοντα αὐτόν, τοὺς δὲ πόδας ἐπὶ τῆς γῆς. καὶ γὰρ ἡ διάμετρος τοῦ παντός, ἤτοι ὁ ἄξων, περὶ ἣν ὁ οὐρανὸς στρέφεται καὶ οἱ πόλοι, αἴτιος μὲν τῆς οὐρανίου περιφορᾶς καὶ τῆς ἀνωτάτω κινήσεως, ἡ δὲ γῆ τῆς μονῆς τοῦ παντός· πᾶν γὰρ τὸ κινούμενον περί τι ἀκίνητον ἥδρασται. |
| 334 [5] | ἐπειδὴ δέ ἐστί τι πλῆθος ἰσχύος καὶ δυνάμεως, καθ’ ἣν μένει τὸ μένον, ὥσπερ καθ’ ἣν κινεῖται τὸ κινοῦν καὶ ἔστι τις ἀναλογία ἀνάγκης, ὥσπερ τῶν ἐναντίων κινήσεων, οὕτω καὶ τῶν ἡρεμιῶν, καθά φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζώων κινήσεως, οὐδέν ἐστιν ἄτοπον, εἰ καὶ τὴν ἰσχὺν ταύτην Ἄτλαντα προσαγορεύει τις. 510. τίκτε δ ’ ὑπερκύδαντ α. τίκτει δὲ τὸν Μενοίτιον καὶ τὸν Ἐπιμηθέα, τάχα τὰς ἐξ οὐρανοῦ καταπεμπομένας δυνάμεις τῆς ψυχῆς· εἰσὶ γάρ τινες τῶν παλαιῶν, οἵ τινες λέγουσιν αὐτόθεν τὰς ψυχὰς κατέρχεσθαι πρὸς τὸν ἐπιχθόνιον χῶρον, τάχα δὲ καὶ διὰ τὸ ταχὺ τῆς κινήσεως καὶ ἀεικίνητον καὶ διὰ τὸ ἔνδοξον καὶ τίμιον, ἐξ Ἰαπετοῦ καὶ Κλυμένης γεννῶνται οὗτοι· ταχυτάτη γάρ ἐστιν ἡ τοῦ φορά, ὅθεν καὶ πτερόεν τὸ ἔπος φησὶν Ὅμηρος. Ἰαπετὸς δὲ ἀπὸ τοὺ ἴεσθαι καὶ πέτεσθαι. Μενοίτιον δὲ οἰητέον τὸ ἄλογον μέρος τῆς ψυχῆς, ὅπερ καὶ ὡς ὑβριστικὸν καὶ ἀλόγιστον εἰς ἔρεβος καταπέμπεται. Προμηθέα δὲ τὸν πρακτικὸν νοῦν, τὸν προμηθευόμενον καὶ προβουλευόμενον περὶ τῶν μελλόντων, τίνα τε δεῖ ποιῆσαι, καὶ τίνα οὐχί, ὅστις καὶ διὰ τὸ ποικίλον τῶν μηδευμάτων αἰολόμητις προσαγορεύεται. Ἐπιμηθέα δὲ λέγει τὴν ὑστεροβουλίαν καὶ τὸν μετὰ τὴν πρᾶξιν ἐπισυναγόμενον νοῦν, ἢ τὸν φανταστικὸν καὶ παθητικὸν νοῦν, ὅστις καὶ τὴν γυναῖκα ὑποδέχεται, τὴν δίυγρον ταύτην καὶ θηλυτέραν διαγωγήν, καὶ ἁμαρτητικὴν ζωήν, τὴν ἐκ τῶν φαινομένων ἀγαθῶν, καὶ τὸν κόσμον ἐπίκτητον ἔχουσαν. δεσμεῖται δὲ ὁ Προμηθεὺς ἐν κίονι, καὶ τὸ ἧπαρ ἐᾶται ὑπὸ ὄρνιθος ἐν ἡμέρᾳ κατεσθίεσθαι, τὴν δὲ νύκτα πάλιν αὐξάνεσθαι, παρόσον τὸ νοητικὸν τῆς ἡμετέρας ψυχῆς καὶ νοερώτερον, ὅπερ δὴ ἐν τῷ ἥπατί ἐστι κατά τινας τῶν παλαιῶν, ἐν σώματι ἐμπεσόν, ὑπὸ τῶν βιωτικῶν φροντίδων καὶ τῶν ἐφημερινῶν μεριμνῶν κατακερματίζεται οἷον καὶ διασκεδάννυται, ἐπιθολούμενόν τε καὶ ἐπιζοφούμενον, τὰς οἰκείας μὴ καταλιμπανόμενον ἐνεργεῖν ἐνεργείας· νύκτωρ δὲ ἀνακτᾶται καὶ ἀνακομίζεται οἷον πρὸς ἑαυτὸ ἐπιστρεφόμενον, ἅτε δὴ τῶν θυρίδων αἰσθήσεων ἠρεμουσῶν, καὶ διὰ τοῦτο καὶ ὀξυτέρας εἶναι τὰς φρένας νυκτὸς ἐπισυμβέβηκε· κίονα δὲ τὸ σῶμα νοητέον, ἐν ᾧ κατακέκριται ἐμπεσεῖν ἡ ψυχή. |
| 335 [30] | 517. Ἄτλας δ ’ οὐρανὸν εὐρὺ ν. Ἑσπερίδας δὲ λιγυφώνους λέγει, τὰ ἄστρα. Ἑσπερίδας μέν, ὡς ἐν ἑσπέρᾳ φαινόμενα καὶ οἷον γεννώμενα· λιγυφώνους δὲ διὰ τὸ ἐναρμόνιόν τινα ἦχον τῶν οὐρανίων σωμάτων γίνεσθαι, καὶ πρὸς ἄλληλα σύμφωνον κατὰ λόγους μουσικούς, καὶ τὴν καλλίστην τῶν μελῳδιῶν· οὐ γὰρ ἂν εὔλογον, τὰ μικρὰ μὲν τῶν σωμάτων κινούμενα ψόφους ἀποτελεῖν τινας, τὰ μέγιστα δὲ καὶ τιμιώτατα τῶν σωμάτων, ὁποῖα τὰ οὐράνια, μὴ ψοφεῖν τι, καὶ λόγους ἁρμονίας ἔχειν τινάς. ψοφοῦσι μὲν οὖν καὶ κατὰ τὴν κρείττω τῶν ἁρμονιῶν μεθαρμόζονται, ὡς Πτολεμαίῳ τε δοκεῖ ἐν τῷ τρίτῳ τῶν ἁρμονικῶν, καὶ πρό γε τούτου Πυθαγόρᾳ, ἀλλ’ οὖν γε ἡμῖν ἀνεπαισθήτως διὰ τὸ ἐκ βρέφους συνεθίζεσθαι τῇ ἀπηχήσει τοῦ οὐρανίου ψόφου καὶ διὰ τὸ μὴ δύνασθαι τοὺς τοιούτους ἴσως χωρεῖν ψόφους ἐν ταῖς ἡμετέραις ἀκοαῖς, κἂν Ἀριστοτέλης τὴν τοιαύτην ἀποτροπιάζῃ δόξαν ἐν τοῖς περὶ οὐρανοῦ. ἐμοὶ μὲν οὖν τέως τῷ λέγειν λιγυφθόγγους τὰς Ἑσπερίδας τοῦτο ἔπεισι νοεῖν. 538. τῷ μὲν γὰρ σάρκας τ ε. λέγεται δὲ τὸν Προμηθέα παραθέμενον τῷ Διὶ ὀστᾶ μετὰ πιμελῆς ἐξαπατῆσαι τοῦτον, ἔνθεν τοι καὶ ὑπ’ αὐτοῦ κατακριθῆναι τὸν ἐν κίονι δεσμὸν καὶ τὴν ὑπὸ ἀετοῦ ἐφ’ ἡμέρας μὲν κατερχομένου ἀνόρυξιν τοῦ ἥπατος· νυκτὸς δὲ αὔξησιν αὖθις, ἕως οὗ Ἡρακλῆς ἐλθὼν αὐτὸν τοῦ δεσμοῦ ἀπέλυσε, τάχα διὰ τὸ τὸν ἡμέτερον νοῦν συνόντα ποτὲ τῷ πρώτῳ νοῒ καὶ τὴν εἰλικρινῆ καὶ θείαν ἐκείνην ῥᾳστώνην καὶ νοερὰν διαγωγὴν διάγοντα μετὰ τῶν νόων, τῶν κινητικῶν δηλαδὴ αἰτίων τῶν σφαιρῶν, καὶ τοῦ ἐπεξῃρημένου νοῦ, κατακριθῆναι τὴν εἰς τὸ σῶμα τοῦτο πτῶσιν, δι’ ἁμαρτίαν τινά. |
| 336 [5] | καὶ οἶμαι ταύτην εἶναι, ὅσον ἀπὸ τοῦ μύθου τούτου αἰνίξασθαι, τὴν ἐς τὸ παθητικὸν μέρος καὶ ἀλόγιστον τῆς ψυχῆς κατάκλισιν, ἣν διὰ τῆς πιμελῆς καὶ τῶν παρατιθεμένων ὀστῶν νοοῦμεν· τροφὴ γὰρ νοῦ ἡ εἰλικρινὴς καὶ ἀπαθὴς πάντη νόησις· ἡ δ’ ἐμπαθὴς καὶ παχυτέρα ἀνοίκειος ἄρα τῷ ἀΰλῳ νοΐ. Πλατωνικῶν δὲ παῖδες τὴν δόξαν ταύτην σφετερισάμενοι θρυλλοῦσιν ἄνω καὶ κάτω, ὡς διά τινα ἁμαρτίαν ἐς τὸ σῶμα κατακέκριται ἐμπεσεῖν ἡ ψυχή· οὐκ ἄτοπον δὲ εἴ τις ὀρθῶς ἐθέλει νοεῖν τὰ λεγόμενα, καὶ ἐς τὴν ἡμετέραν αὐλὴν τὴν εὐσεβῆ παρεισάξαι τὸν μῦθον, καὶ ἐπὶ τοῦ προπάτορος ἐκλαβέσθαι τὸ νόημα εὐσεβῶς, ὡς ἠπάτησε μὲν τὸν δημιουργὸν ὁ πρωτόπλαστος, τὴν ἐντολὴν παραβάς, ἐξόριστος δὲ γέγονεν ἔκ τοτε τῆς Ἐδὲμ καὶ τοὺς δερματίνους ἀμφιέννυται χιτῶνας τὴν παχυτέραν ταύτην σάρκα, καὶ τὴν ἐπίπονον διαγωγὴν κληροῦται καὶ τὴν ἐς τὸ κλαυθμῶνος πέδον κατάκρισιν, καὶ τὴν ἐν ἱδρῶτι τοῦ προσώπου βρῶσιν τοῦ ἄρτου, καὶ τὰς παλαμναίας ἀράς· καὶ τὸ δὴ τελευταῖον ἐπιτίμιον, τὸν θάνατον, ἕως οὗ Ἡρακλῆς ἐλθών, ὁ ἐμὸς Ἰησοῦς, τῶν δεσμῶν ἠλευθέρωσεν. ἀλλ’ ὅπερ ἔλεγον, κίονα οὖν τὸ σῶμα νοητέον, τὸ παχὺ τοῦτο καὶ γαιῶδες, εἰς ὃ ἡ ψυχὴ κατακέκριται ἐμπεσεῖν, ἀετὸν δὲ κατεσθίοντα τὸ ἧπαρ τὰς πολυχρονίους ταύτας φροντίδας, καὶ τὰς τοῦ βίου περιπετείας ἐκληπτέον, αἵ τινες δὴ κατακερματίζουσι τὰς ψυχικὰς δυνάμεις, καὶ ἐπιψοφοῦσι συχναὶ καὶ ἀλλεπάλληλοι ἐπαγόμεναι ἐν ἡμέρᾳ ὡς ἐπὶ τὸ πλεῖστον· νύκτωρ γὰρ πολλάκις πρὸς ἑαυτὴν στρέφεσθαι ἐᾶται ἡ ψυχή, ἅτε δὴ τῶν θυρίδων αἰσθήσεων ἠρεμουσῶν· διὸ καὶ ἴδοις ἂν ἐνίους ὀξυτέρως κατὰ τὴν νύκτα νοοῦντας, ὡς τό· νυκτὸς δέ τοι ὀξυτέρη φρήν. ἀλλὰ τοῦτον τὸν νοῦν ἐς σῶμα ἐμπεσόντα καὶ τὰς αὐτοῦ δυνάμεις ὥσπερ ἐν αἰθάλῃ σπινθῆρας κεκρυμμένους ἔχοντα ἐπιλύεται τοῦ δεσμοῦ ὁ Ἡρακλῆς, ὁ ἀπὸ τῶν μαθημάτων ἐπισυναγόμενος ἡμῖν νοῦς, ὁ κλεΐζων ἐκ τότε τὴν ἔραν, τουτέστι τὸ γήϊνον σῶμα· τελειοῖ γὰρ τὸ ἐν ἡμῖν ἀτελὲς οὗτος ὁ νοῦς θύραθεν ἐπιγενόμενος. |
| 337 [10] | 617. Βριάρεῳ δ ’ ὡς πρῶτ α. ὁ Κόττος δέ, καὶ ὁ Γύγης, καὶ ὁ Βριάρεως, ὅτι μὲν τὰ ὑπὸ γῆν ἐναποκλειόμενά εἰσι πνεύματα, καὶ ὅτι τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἰσι παῖδες, καὶ πῶς ἄρα εἰσὶ μετὰ τοῦ πατρὸς ἀποπεμπόμενοι εἰς γῆν, προφθάσαντες ἀνωτέρω εἴπομεν. νῦν δὲ τὴν μετὰ τῶν Τιτάνων μάχην αὐτῶν ἀθρητέον, καὶ πῶς πρότερον μὲν ἐν δεσμοῖς οἱ προειρημένοι ἦσαν· ὕστερον δὲ τῶν Τιτάνων ὑπερισχύσαντες αὐτοὺς κατεπολέμησαν καὶ εἰς ἔρεβος ἀπέπεμψαν, τίς τε ἡ Ῥέα ἡ τῷ Κρόνῳ εὐνηθεῖσα καὶ τοὺς Τιτᾶνας ἀποτεκοῦσα, καὶ τί τὸ νέκταρ καὶ ἡ ἀμβροσία ὑποσημαίνει, ὧν μεταλαβόντες οἱ προειρημένοι μένεος ἐπλήσθησαν. ἐμοὶ δοκεῖ, ὡς φυσιολογεῖ ἐνταῦθα τῆς τοῦ χειμῶνος συστάσεως ὁ ποιητὴς καὶ τὴν τῶν στοιχείων πρὸς ἄλληλα μάχην καὶ τῶν ἐν ἡμῖν ποιοτήτων ὑποσημαίνει διὰ τούτων· καὶ γὰρ νηνεμίας οὔσης ἐν θέρει καὶ τοῦ ἡλίου μακρὰν ἀπελαύνεσθαι παρασκευάσαντος πᾶσαν ἀχλὺν ἀπὸ τοῦ καθ’ ἡμᾶς κλίματος, ἡνίκα δὴ ὑπεράνωθεν ἡμῶν σελαγοῦσιν αἱ τούτου ἀκτῖνες, τὰ Τυφωνικὰ πνεύματα ὑπὸ γῆν κεκρύφθαι λέγεται τότε, ἅ τινα δὴ Κόττον καὶ Βριάρεων καὶ Γύγην ὁ λόγος πολλάκις ἐξείληφεν. ἀλλὰ μέντοι γε καὶ εἴ τις ἄλλη θύελλα ἢ καταιγὶς ἢ πάθος ἄλλο ἐν χειμῶνι συμβαίνοι, τὸν αὐτὸν ἐκείνοις ὑφίσταται δεσμόν· ἐπιπολάζουσι δὲ τότε τὰ τιταινόμενα, ἤτοι γινόμενα καὶ ὑφιστάμενα ἐν τοῖς μετεώροις πάθη, δοκίδας λέγω καὶ βοθύνους καὶ δαλοὺς καὶ αἶγας καὶ κομήτας καὶ διᾴττοντας, καὶ ὅσα ἄλλα τῆς ἐπικρατούσης τότε ξηρᾶς ἀναθυμιάσεως ἀποσυμβαίνουσιν· ἅ τινα δὴ τῷ Διί, τουτέστι τῷ αἰθέρι, ἄνωθεν ἐπιπολάζοντα, συχνῶς βάλλουσι τὰς ἐν γῇ καὶ θαλάσσῃ ὑγρότητας, καὶ ὥσπερ καταπετροῦσι καὶ ἀπολιθοῦσι, μὴ καταλιμπάνοντα ἀνιέναι τῶν οἰκείων τόπων· ἀλλὰ τούτου δὴ τοῦ πολέμου, ὃν ἥ τε ὑγρὰ ἀναθυμίασις καὶ ἡ ξηρὰ ἔχει, ἐπιπολὺ γινομένου, ἐπὰν ὁ ἥλιος τὴν θερινὴν τροπὴν ποιήσηται, καὶ τοῦ καθ’ ἡμᾶς κλίματος ἀφίστασθαι ἄρξηται, καταγωνίζονται ἔκ τοτε αἱ ἄνωθεν ἀναθυμιάσεις ὑπὸ τῶν ἐναντίων καὶ ἀντιπερίστασις γίνεται, τοῦ ψύχους μὲν ἤδη διασκεδαζομένου τῷ καθ’ ἡμᾶς ἀέρι, καὶ τῆς ὑγρότητος ἐπικρατούσης, τῶν δ’ ἐναντίων ὑποχωρούντων καὶ ὑπὸ γῆν κρυπτομένων, ὡς δηλοῖ τὰ ἐν τῷ χειμῶνι θερμὰ φρέατα· τοῦτο γάρ μοι δοκεῖ σημαίνειν τὸ ταρταροῦσθαι τοὺς Τιτᾶνας ὑπὸ τοῦ Βριάρεω καὶ τῶν ἄλλων τῶν κρατησάντων καὶ φυλαττόντων αὐτούς. |
| 338 [10] | ἀμβροσίαν δ’ ἐνταῦθα καὶ νέκταρ νομιστέον τὴν συστατικὴν οἷον τροφὴν τῶν πνευμάτων, τὰς ἀναθυμιάσεις δηλαδὴ τὰς ἐκ γῆς καὶ ὕδατος· ταύταις γὰρ ὥσπερ αὐξηθέντα καὶ τραφέντα τὰ ἐν χειμῶνι πάθη εἰσί. Ῥέαν δὲ καὶ Κρόνον τὴν δίυγρον φύσιν ἀκουστέον καὶ τὴν τοῦ χρόνου περίοδον, καθ’ ἣν ὁ χειμὼν γίνεται, καταλέγει δὲ καὶ αὐτὸς ὁ ποιητὴς τάχα τὰ ἐν χειμῶνι γινόμενα, βρασμούς τε ὑπὸ γῆν καὶ πνευμάτων σφοδρῶν ἐπαναστάσεις καὶ πετρῶν κινήσεις ῥιπτουμένων, καὶ σάλον θαλάσσης καὶ καταιγίδας καὶ θυέλλας, ἀστραπάς τε καὶ βροντὰς καὶ πρηστῆρας καὶ κεραυνοὺς τὴν γῆν πολλάκις κατακαίοντας, ἢ τὸ παρατυχόν, καὶ ὅσα ἄλλα τοιαῦτα, ἅ τινα δὴ βέλη τοῦ Διὸς ὁ ποιητὴς προσαγορεύει· ἔστι δὲ καὶ τάδε εἰπεῖν, ὡς ὁ πατὴρ Οὐρανὸς τὰ ἐξ αὐτοῦ γεννηθέντα τέκνα καὶ Γῆς (οὐδὲν δὲ ἄτοπον, τὰ ἐκ τῆς Ῥέας εἰπεῖν καὶ Κρόνου· κατ’ ἄλλο γὰρ οἱ αὐτοί εἰσιν) ὑπὸ γῆν ἐταρτάρωσεν ὀργισθείς. τὴν γὰρ τοῦ χειμῶνος πᾶσαν συστατικὴν ἀναθυμίασιν μακρὰν ἡ τοῦ οὐρανοῦ περίοδος ἀπὸ τοῦ καθ’ ἡμᾶς ἐλάσασα κλίματος, καὶ τὴν μὲν ὑπὸ γῆν κατακρύψασα, τὴν δὲ ἐν ἄλλοις διαβιβάσασα μέρεσι τοῦ παντός, ὅσην ἡ γῆ ἀναδιδόναι πέφυκε καὶ ἡ ῥυτὴ πᾶσα καὶ δίυγρος φύσις, τὸν Κόττον καὶ τὸν Γύγην καὶ τὸν Βριάρεων ἀποπέμψασθαι λέγεται. Κόττον μὲν διὰ τὸ ξηρότερον εἶναι καὶ ἐξ ἀποκαύσεως συνίστασθαι τὴν τῶν πνευμάτων ἀναθυμίασιν, ὡς Ἀριστοτέλει τε δοκεῖ ἐν τοῖς μετεώροις καὶ Ἀδαμαντίῳ ἐν τοῖς περὶ ἀνέμων· Γύγην δὲ διὰ τὸ ἐκ τῆς γῆς τὰ πολλὰ ἀναδίδοσθαι· Βριάρεων δὲ διὰ τὸ ὑψηλὸν καὶ λεπτὸν καὶ δύσριγον ἐνίων πνευμάτων, οἷα τὰ βόρεια· δοκεῖ γὰρ καὶ ἡ λέξις αὐτὸ τοῦτο δηλοῦν ἀπὸ τοῦ ἐκ τοῦ βορείου πόλου ἵεσθαι· οὐ γάρ ἐστι κυρίως βριάειν τὸ ἰσχυροποιεῖν, ὥς τινες οἴονται, ἢ βριάων ὁ ἰσχυρός, ἀλλὰ τὸ ὑπερβαίνειν ἐφ’ ὕψους καὶ μετεωρίζεσθαι, οἷον ἐν τῷ βορρᾷ· διὸ καὶ τοὺς ὑπερηφάνους καὶ ἀλαζόνας βριάοντας καλοῦμεν· ὡς τὸ —ῥέα δὲ βριάοντα χαλέπτει. |
| 339 [5] | τὸν γὰρ ἐφ’ ὑψηλοῦ βαίνοντα μέρους τῇ οἰήσει, ὁποῖον τὸ βόρειον ἔξαρμα (τοῦτο γὰρ ὑψηλότερον τοῦ λοιποῦ ἐστι) χαλᾶν ποιεῖ καὶ πίπτειν ὁ Ζεύς· εὐλόγως γὰρ ἀντέθηκε τῷ ὕψει τὴν πτῶσιν ἐκεῖ ὁ ποιητής. ἀλλὰ τοὺς προειρημένους ἐρρύσατο ὁ Κρονίδης καὶ οἱ λοιποὶ θεοί, ὅσοι ἐκ τῆς Ῥέας ἐγένοντο καὶ τοῦ Κρόνου· ὁ γὰρ ἥλιος, ὃν ὡς ζωῆς αἴτιον Ζῆνα προσαγορεύομεν, τῇ ἀπὸ τοῦ καθ’ ἡμᾶς κλίματος ἀπουσίᾳ ἀνάγεσθαι ποιεῖ τούτους καὶ ἀναζωοῦσθαι, οἷον, καὶ εἴτις ἄλλη δίυγρος καὶ ψυχρὰ φύσις τοῦ χειμῶνος συστατική, κατὰ περίοδόν τινα τοῦ ἐνιαυτοῦ ἐπικρατοῦσα· διὸ κἀκεῖνοι μεταλαβεῖν εὐλόγως λέγονται νέκταρος καὶ ἀμβροσίας, καὶ οὕτως ἐπιρρωσθῆναι· τῇ γὰρ στερήσει τῶν καταρρεουσῶν ἢ βαλλουσῶν αὐτοὺς ἀκτίνων τοῦ ἡλίου καὶ τῇ ἀναβαινούσῃ ῥυτῇ φύσει τῆς ὑγρᾶς ἀναθυμιάσεως ἀνάγεσθαι καὶ ἐπικρατεῖν ἄρχεται τὰ ἐν χειμῶνι πνέοντα πνεύματα. εἰς τοῦτο γὰρ ἐγὼ τὴν τῶν ὀνομάτων ἀνάπτυξιν ἀναλαμβάνω, τοῦ τε νέκταρος καὶ τῆς ἀμβροσίας. ἔνθεν τοι, καὶ τοῦ ἡλίου πρὸς ἄλλο τοῦ παντὸς μέρος τραπέντος, οἷον ἐπιρρωσθέντες οὗτοι, καταβάλλειν ἄρχονται τὰ τοῦ θέρους συστατικὰ καὶ τὰς ἐν αὐτῷ ἐπιπολαζούσας ἀναθυμιάσεις, νῦν μὲν πρηστήρων καταπεμπομένων ἄνωθεν καὶ τὴν γῆν κατακαιόντων, ἄλλοτε δὲ ψόφων ἐν γῇ ἀσήμων γινομένων ἢ σεισμῶν ἐπιτελουμένων ἢ θυέλλης ἢ καταιγίδος ἐγειρομένης, καὶ θαλάσσης ἠχούσης δεινὸν καὶ ἐπίφοβον· ἔστι δὲ καὶ πρὸς τὸ εὐσεβέστερον μεταρυθμίσαι τὸν μῦθον, διὰ σὲ πάντως, ὦ τέκνον, ἐπιγαννύμενον, ὡς ὁρῶ, τῇ ἀπὸ τῆς ἀγριελαίου ἐπὶ τὴν καλλιέλαιον μεταλήψει τοῦ λόγου. |
| 340 [30] | ἦν ὅτε καὶ ἡ τῶν ἀνθρώπων φύσις ὑπὸ γῆν ἐταρταροῦτο καὶ κατεκρύπτετο· ἣν Κόττον μὲν ὁ λόγος καλεῖ διὰ τὸ ἐγκοτεῖσθαι τῷ πατρὶ καὶ πλάστῃ θεῷ καὶ ἀπ’ αὐτοῦ ἀπεστράφθαι διὰ τὴν παράβασιν· Γύγην δὲ διὰ τὸ γηΐνην εἶναι καὶ φθαρτὴν κατὰ τὸ σῶμα· Βριάρεων δὲ διὰ τὸ ὑψηλὸν καὶ μετέωρον τῆς ψυχῆς καὶ τὸ ἀθάνατον. ἀλλὰ ταύτης τῆς ἡμετέρας φύσεως παρὰ θεοῦ ἀπεστραμμένης καὶ ὑπὸ γῆν κεκρυμμένης καὶ τῷ ᾅδῃ κατεχομένης, τὰ Τιτανικὰ καὶ Δαιμόνια φῦλα τῷ παντὶ ἐπεπόλαζον, κατακυριεύοντα τῶν ὑπὸ τὴν σελήνην καὶ πάντας ὑποκλέπτοντα καὶ κατακαίοντα τῷ ξηραντικῷ τῆς ἁμαρτίας καύσωνι. ἀλλὰ ὁ Κρονίδης ἐλθὼν καὶ οἱ ἀθάνατοι θεοὶ ἄλλοι, δηλαδὴ ὁ τῆς μεγάλης βουλῆς τοῦ πατρὸς ἄγγελος, ἥν τινα καὶ διὰ τὸ ἀφανῆ εἶναι καὶ ἄγνωστον τοῖς ἀγγέλοις καὶ ἀπόκρυφον ἀτρέστως ὁ λόγος κορὸν νοῦν ὀνομάζει, ἢ διὰ τὸ ἀκατάληπτον εἶναι τὴν ἐκ τοῦ πατρὸς αὐτοῦ γέννησιν, καὶ οἱ ἐκ τῆς Ῥέας γεννηθέντες καὶ τοῦ Κρόνου, τουτέστιν οἱ κατὰ χάριν υἱοθετηθέντες τῷ θεῷ, οἱ φθαρτοὶ μὲν καὶ ῥευστοὶ κατὰ τὴν οἰκείαν φύσιν, ἀθάνατοι δὲ καὶ θεοὶ χρηματίσαντες κατὰ χάριν· Κρόνον γὰρ νῦν τὸν πατέρα νομιστέον, κορὸν νοῦν ὄντα καὶ ἀκατάληπτον· τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται; οὗτοι τοίνυν ἐλθόντες, ὁ Χριστὸς δηλαδὴ καὶ οἱ προφῆται ἢ οἱ ἀπόστολοι, διαλύειν τοὺς δεσμοὺς προτρέπονται καὶ ὑποτίθενται μηκέτι δειλιᾶν τὰς Τιτανικὰς φάλαγγας, ἀλλὰ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. εἰς δὲ τὸν κατ’ ἐκείνων χωροῦμεν πόλεμον, ἀμβροσίας πρότερον πλησθέντες καὶ νέκταρος, τουτέστιν ἰδόντες ἀπαθανάτισιν τῆς ὁμοφυοῦς ἡμῖν σαρκὸς καὶ θέωσιν τοῦ προσλήμματος· συνεχάρη γὰρ πᾶσα ἡ φύσις ἡμῶν καὶ συνέζησε τῇ ζωοπαρόχῳ τοῦ σωτῆρος σαρκί, ὥσπερ τῷ Ἀδὰμ συναπέθανε πρότερον. |
| 341 [10] | ἢ νέκταρ καὶ ἀμβροσία εἴη ἂν ἡ εἰς Χριστὸν πεποίθησις· δίκαιος γὰρ ἐπὶ κύριον πέποιθεν ὡς λέων· ἢ τὸ τοῦ σταυροῦ σημεῖον καὶ ἡ πίστις αὐτή· ἐν τούτοις γὰρ θαρρήσαντες οἱ ἅγιοι τὰς τῶν δαιμόνων ἥττησαν φάλαγγας· ἢ ἡ στέρησις τῆς κατάρας τῆς Ἀδαμιαίας καὶ ἡ πρὸς οὐρανὸν ἀνάβασις τῆς ῥυτῆς φύσεως. ἐντεῦθεν δ’ ἄν τις ἀπορήσαιτο, καὶ τί σημαίνειν ἐθέλει τὸ παρ’ Ἕλλησι νέκταρ καὶ ἡ ἀμβροσία, τὰ τῶν θεῶν βρώματα καὶ πόματα, οἷς ἐκεῖνοι χρῶνται, μήτε σῖτον ἔδοντες, μήτ’ αἴθοπα οἶνον πίνοντες. ἐμοὶ δοκεῖ, ὡς νέκταρ μέν ἐστιν ἡ ἀκραιφνὴς τοῦ νοῦ νόησις καὶ ἀπαθής, ἡ ἐστερημένη τοῦ καταρρέοντος ὅλως πρὸς τὰ τῇδε βάρους, καὶ πάσης ῥοπῆς ἐμπαθοῦς ἀπηλλοτριωμένη ἐνέργεια. ὡς γὰρ νεκρὸς λέγεται ὁ ἐστερημένος κηρός, ἤγουν τῆς ψυχῆς, νεκηρός τις ὤν, οὕτω καὶ νέκταρ τὸ ἐστερημένον νόημα τοῦ καταρρέοντος καὶ καταβαρύνοντος πάθους. ἀμβροσία δὲ ἡ ἀναβαίνουσα ῥοή· δεῖ γὰρ τὸν οὕτω νοοῦντα καθαρὸν νοῦν συνανυψοῦν ἑαυτῷ καὶ μετεωρίζειν ἢ ἀπαθανατίζειν τὸ σῶμα τὸ ῥυτὸν τοῦτο καὶ ἐπίκηρον. ἀναβαροσία γάρ τίς ἐστιν ἡ τοιαύτη ἐνέργεια, ἥ τις καὶ τροφὴ τῷ ἀθανάτῳ νοῒ χρηματίζει, λεπτοῖς γαννυμένῳ καὶ ἀκραιφνέσι νοήμασιν, ἀλλ’ οὐ μέντοι γε ζοφεροῖς ἢ ἐμπαθέσιν, ὧν ὁ σῖτος δηλωτικός ἐστι καὶ ὁ οἶνος· πλησθέντες οὖν θάρρους ἡ τῶν ἀνθρώπων φύσις τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ ἀπαθανατίσει τοῦ προσλήμματος, οἱ μὲν αὐτοψεὶ ὥσπερ οἱ ἀπόστολοι, οἱ δὲ οὐχ οὕτως, ἀλλ’ ἢ μόνον ἀκούσαντες ὥσπερ οἱ μετὰ ταῦτα παρὰ τοῦ εὐαγγελίου καὶ τῆς χάριτος δημηγορούσης ἐπ’ ἐκκλησίας καὶ πανταχοῦ ἠνωτίσαντο, ὡς, τὸ ἔργον τῆς οἰκονομίας ἐτελείωσα, οὓς δέδωκάς μοι ἐτήρησα, καὶ οὐδεὶς ἀπώλετο ἐξ αὐτῶν, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας· καὶ οὐδεὶς ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, ἔστι μου ἄξιος. κἀκεῖνοι συννοήσαντες τὴν ἄφατον τοῦ μυστηρίου δύναμιν καὶ ὁμολογήσαντες χάριν τῷ θεῷ, ἐντεῦθεν ἀπετάξαντο πᾶσι, καὶ κήρυκες τῆς πίστεως ἐγίνοντο πάντες, θήλειαί τε καὶ ἄρρενες, ἤματι κείνῳ, θεοὶ δοτῆρες ἐάων· πολέμου δὲ λιλαίετο θυμός, καὶ ἄλλον ἄλλος καταλαβόντες τόπον, οἱ μὲν νήσους, οἱ δὲ ἤπειρον, οἱ δὲ θάλασσαν, ἐκεῖθεν ταῖς Τιτανικαῖς φάλαγξι συνεπλέκοντο καὶ ἠνδρίζοντο παρὰ Χριστοῦ καὶ κατηγωνίζοντο τοὺς ἀντιπίπτοντας, ἄνδρες τε καὶ γυναῖκες, πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας ἀγωνιζόμενοι, πρὸς τοὺς κοσμοκράτορας τοῦ αἰῶνος τούτου, εἰσδιώκοντες μυρίους, καὶ ἐν μιᾷ δημηγορίᾳ τόσους ἕλκοντες πρὸς εὐσέβειαν καὶ τοῖς θαύμασιν πείθοντες. |
| 342 [35] | διὸ καὶ ἑκατόγχειρες ἂν εὐλόγως λέγοιντο καὶ πεντηκοντακέφαλοι, ὡς πολυδύναμοι καὶ ἰσχυροί· τὴν δὲ τούτων καρτερίαν καὶ τὸ γενναῖον τὸ ἐν μάχαις Τιτανικαῖς ἐθαύμασε μὲν καὶ θάλασσα καὶ ἤπειρος, ἐξύμνησε δὲ καὶ ὕπαιθρος διαγωγὴ καὶ ὁ ἐν σπηλαίοις καὶ ὄρεσι, μετὰ δὲ τοὺς ἀγῶνας τοὺς ἀσκητικοὺς καὶ τοὺς μαρτυρικοὺς μόχθους ὁ Ζεύς, ἤγουν ὁ θεός, ἐδίδου τούτοις τὰ σημεῖα καὶ τὰς χάριτας, ἔνθεν καὶ ἀπηλαύνοντο παρὰ τῶν ἁγίων οἱ δαίμονες καὶ ἀπετυφλοῦντο ὑπὸ τῆς ἄνωθεν αἴγλης καὶ κατεφλογίζοντο καὶ ἐς Τάρταρον ὑπεπέμποντο. βέλη δὲ τοῦ Διὸς εἴη ἂν τὸ τοῦ σταυροῦ σημεῖον καὶ ἡ ἐκεῖθεν ἀστραπὴ τῶν ἐναντίων μὲν τυφλωτική, τῶν δὲ πιστῶν φωτιστική. Ζῆνα δὲ Κρονίδην, πατέρα ἀνδρῶν τε θεῶν τε, τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν ἀκουστέον. οὗτος γάρ, ὡς μὲν ζωῆς αἴτιος, Ζεὺς προσαγορεύεται, ὡς δὲ υἱὸς τοῦ θεοῦ, Κρονίδης καλεῖται· Κρόνον γὰρ, τὸν κορὸν ἐκεῖνον νοῦν καὶ ἀφανῆ ἡμῖν καὶ ἀκατάληπτον οἰητέον, τὸν οὐκ ἔκ τινος, οὐδὲ γεννητόν, τὸν ἀγενεαλόγητον λέγω πατέρα· τίς γὰρ διηγήσεται τὴν γενεὰν αὐτοῦ; Κρονίδην δὲ τὸν τούτου υἱόν, τὸν ὁμοούσιον καὶ σύνθρονον, καὶ ὑπεράνω ἐνθακούμενον τῶν κατὰ χάριν υἱοθετηθέντων θεῶν τῷ πατρὶ καὶ κρινοῦντα πᾶσαν τὴν ἀνθρωπίνην φύσιν καὶ διὰ τοῦτο κατέρα προσαγορευόμενον ἀνδρῶν τε θεῶν τε. ἀλλ’ ἐπεί σοι δοκεῖ καὶ τὴν κλίσιν τοῦ Διὸς ὀνόματος διαθρῆσαι, φέρε δὴ καὶ παρεκβατικώτερον λεκτέον, διὰ τί ὁ Ζεύς τοῦ Διός κλίνεται. |
| 343 [30] | ὅτι μὲν οὖν ἑτερόκλιτα πολλά εἰσιν ὀνόματα, ἔχεις τάχα μαθών, ὦ φίλος, ἐκ τοῦ ὕδωρ ὕδατος ἓν οὖν τῶν ἑτεροκλίτων ἔοικεν εἶναι καὶ τὸ Ζεύς Διός. ἑτερόκλιτα δὲ λέγομεν, ὅσα τῶν ὀνομάτων ἄλλας ἔχει εὐθείας καὶ ἄλλας γενικάς, καὶ ἁπλῶς ἐν ὅσοις ἢ διὰ συνήθειαν, ἢ διὰ διάλεκτον, ἢ διαστολῆς ἕνεκα τῆς πρὸς ἄλλο τῶν ὀνομάτων, οὐ πρὸς τὴν εὐθεῖαν ἡ γενικὴ ἀποδίδοται οὐδ’ ἐκείνης ἐστὶ γενική, ἀλλ’ ἑτέρας μὲν γενικῆς ἡ εὐθεῖα εὑρίσκεται, ἑτέρας δ’ εὐθείας ἡ ἀποδοθεῖσα γενική. τοῦ γὰρ Ζεύς ὀνόματος ὀφείλοντος κλιθῆναι τῇ εἰς ο ς γενικῇ, ὡς πάντα τὰ εἰς ε υ ς ἔχει ὀνόματα, καὶ τῆς Διός γενικῆς τὴν εἰς ις εὐθεῖαν ἀπαιτούσης, ὥσπερ ἴς ἰνός καὶ ῥίς ῥινός, ἀμφοτέρων ἡ χρῆσις ἐξέλιπε τῆς γενικῆς καὶ τῆς εὐθείας· καὶ ἄλλα ἀντ’ αὐτῶν εἰσήχθη διαστολῆς οἶμαι ἕνεκα τοῦ δὶς ἐπιρρήματος· οὕτω γὰρ τάχα ἡ εὐθεῖα τοῦ Διὸς ἀπῃτεῖτο ἀποδοθῆναι, καὶ δι’ ἀχρηστίαν τῆς Ζευὸς ἢ τῆς ζεὸς γενικῆς. καὶ πειθέτω σε τὸ ἵην ἀντὶ τοῦ ἔπεμψα· ἐπὶ μὲν τοῦ πρώτου προσώπου, ι καὶ η γραφόμενον, ἐπὶ δὲ δευτέρου καὶ τρίτου, ι καὶ δίφθογγον· ἄλλων γὰρ καὶ ἄλλων θεμάτων ὄντα ταῦτα, ὅμως εἰς τὸν αὐτὸν εἰσελθόντα χρόνον, ἄλλην καὶ ἄλλην γραφὴν ἀσπάζεται, τὴν ἐξ ὧν εἰσι θεμάτων διαφορὰν ὑπεμφαίνοντα. ἔστι δὲ καὶ ἄλλην αἰτίαν ἀποδοῦναί σοι τῆς εἰρημένης κλίσεως, οὐ γραμματικήν, ἀλλὰ φιλόσοφον ἴσως καὶ ὑψηλοτέραν· ὁ Ζεύς τοῦ Διός κλίνεται, δηλουμένου πάντως ἡμῖν, ὡς οὗτός τε ζωή ἐστι, καὶ δι’ αὐτοῦ ζῶσι τὰ ζῶντα, καὶ τὰ ὄντα ἁπλῶς δι’ αὐτοῦ τὸ εἶναι εἴληχεν· ἄκουε γὰρ τοῦ Ὀρφέως ἐν τῷ λεγομένῳ κρατῆρι τάδε σοι λέγοντος· ἔστι δὴ πάντων ἀρχὴ Ζεύς. Ζεὺς γὰρ ἔδωκε ζῶά τ’ ἐγέννησεν, καὶ Ζῆν’ αὐτὸν καλέουσι, καὶ Δία τ’ ἤδ’, ὅτι δὴ διὰ τοῦτον ἅπαντα τέτυκται. εἷς δὲ πατὴρ οὗτος πάντων, θηρῶν τε βροτῶν τε. 720. |
| 344 [35] | τόσσον ἔνερ θ ’ ὑπὸ γῆ ς. ἀλλὰ ταῦτα μὲν οὕτως ἐχέτωσαν· ἐπὶ δὲ τὰ ἑξῆς χειραγωγητέον τὸν λόγον, τίς τε ὁ χάλκεος ἄκμων φιλοσοφητέον, καὶ τί βούλεται παρὰ τῷ ποιητῇ τὸ τόσσον ἔνερθ’ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης, καὶ τ’ ἆλλα κατίδωμεν ὡς οἷόν τε ἀκολούθως. τῶν διαστάσεων μείζων λέγεται ἡ τοῦ ἄνω καὶ τοῦ κάτω· ἐντεῦθεν γὰρ καὶ τὰ ἐναντία καὶ πάντα τὰ κατὰ πολὺ ἀλλήλων διεστηκότα λέγεται διεστηκέναι, ὡς Ἀριστοτέλης φησί. τὴν ἐν τῷ παντὶ οὖν διάστασιν ὑπαινιττόμενος καὶ Ἡσίοδος, καὶ μάλιστα τὴν μείζονα, τοῖς παροῦσιν ἔπεσι κέχρηται· τόσσον γὰρ ἔνερθ’ ὑπὸ γαίης, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης. εἰ γὰρ διαμετρῆσαι θέλει τις τὴν τοῦ οὐρανοῦ διάστασιν ἀπὸ τῆς γῆς, τοσαύτην εὑρήσει πάντως, ὅσην καὶ ἀπὸ τῆς γῆς ἄχρι τοῦ δοκοῦντος κάτω ἡμισφαιρίου. σφαιρικοῦ γὰρ τοῦ παντὸς δεδειγμένου καὶ τὴν κύκλῳ κίνησιν τοῦ οὐρανοῦ κινουμένου, ἔτι δὲ τῆς γῆς κέντρου λόγον ἐχούσης πρὸς τὸ πᾶν, εὐλόγως ἰσοδιάστατον λέγεται τὸ ἄνω ἡμισφαίριον τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς καὶ τὸ λεγόμενον κάτω· αἱ γὰρ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι, ἴσαι ἀλλήλαις εἰσί, καθὰ τοῖς γεωμέτραις δοκεῖ· ὃ δὴ κάτω ἡμισφαίριον ἔοικε λέγειν Τάρταρον ἠερόεντα, εἰς ὃν ἀποπέμπονται οἱ Τιτᾶνες· καὶ γὰρ αἱ ἄνωθεν ἡμῶν ἐπιπολάζουσαι ἀναθυμιάσεις ξηραὶ ἐν θέρει, αἱ μὲν διαλυθεῖσαι πάντη, αἱ δὲ ὑπὸ γῆν καταχθεῖσαι καὶ ἁπλῶς ἄλλοις καὶ ἄλλοις διασκεδασθεῖσαι μέρεσι τοῦ κόσμου, ἀπηλάθησαν, ὡς καὶ ἀνωτέρω ἐδήλου ὁ Ἡσίοδος λέγων· προπάροιθεν Ἑσπερίδων λιγυφώνων· ἡ γὰρ ξηρὰ ἀναθυμίασις ἥ τε κούφη καὶ εὐπετὴς τὸν ἄνω τόπον ζητεῖ φύσει· ἄνω δέ ἐστι καὶ τὸ ὑπὸ γῆν ἡμισφαίριον, κἂν ἡ συνήθεια τοῦτο κάτω καλῇ. Τάρταρον οὖν ἠερόεντα δοκεῖ μοι λέγειν ὁ παρὼν ποιητὴς τὸ ὑπὸ γῆν ἡμισφαίριον, ἐν ᾧ καὶ ταραχαί τινες γίνονται ὑπὸ τῶν ἐν αὐτῷ πελαζουσῶν ἀναθυμιάσεων, δι’ ἀντιπερίστασιν πάντως τῶν ἐν τῷ ἄνω ἡμισφαιρίῳ. |
| 345 [5] | ἄκμων δὲ χάλκεος ἂν εἴη ἡ ἀπὸ τοῦ μέσου πρὸς τὴν περιφέρειαν τοῦ οὐρανοῦ νοουμένη εὐθεῖα, ἥτις καὶ ἴση ἐστί. λέγεται δέ, ὅτι ποτὲ ὁ τοῦ Ἡφαίστου ἄκμων πεσὼν ἐκ τοῦ οὐρανοῦ ἐννέα νυχθήμερα ἐφέρετο ἄχρις οὗ τῇ γῇ προσεπέλασε, καὶ αὖθις ἄλλα τοσαῦτα, ἕως εἰς Τάρταρον ἦλθεν ἐκεῖθεν. αἰνίττεται δὲ τὴν ἴσην διάστασιν τῶν τοῦ οὐρανοῦ μερῶν ἀπὸ τῆς γῆς, ὡς εἴρηται. 726. τὸν πέρι χάλκεον ἕρκο ς. ὥσπερ γὰρ ἐν τῷ ἄνω ἡμισφαιρίῳ ἔστι μὲν ἀνωτέρω πάντων τῶν στοιχείων τὸ ὑπέκκαυμα, εἶτα ὁ ἀήρ, εἶτα τὸ ὕδωρ, εἶτα ἡ γῆ, οὕτω καὶ ἐν τῷ λοιπῷ εἴληχε τάξεως ἡμισφαιρίῳ τὰ στοιχεῖα· κατωτέρω γὰρ ὡς πρὸς ἡμᾶς ἔστιν ὁ αἰθήρ, ἐν ᾧ οἱ Τιτᾶνες ἐναποκλείονται, ὃν αἰθέρα ὑπὸ γῆν καὶ Τάρταρον οὐδὲν ἄτοπον οἴεσθαι. εἶτα περὶ αὐτὸν ἐλήλαται χάλκεον ἕρκος, ἤγουν ὁ ἀήρ· χάλκεον γὰρ καλεῖ αὐτὸν διὰ τὸ διηχὲς καὶ εὔηχον, ἡ περὶ δὲ νοεῖν δίδωσιν ἡμῖν τὸ τῆς θέσεως τῶν στοιχείων σχῆμα· σφαιρικὰ γὰρ καὶ αὐτὰ διὰ τὸ τὴν γῆν εἶναι τοιαύτην καὶ τὸν οὐρανόν. 732. τοῖς οὐκ ἐξιτόν ἐστ ι. εὐλόγως δὲ ὁ Ποσειδῶν ἐπιτίθησι θύρας τοῖς Τιτᾶσι χαλκείας· τῆς γὰρ ὑγρᾶς καὶ ψυχρᾶς ἀναθυμιάσεως ἐπιπολαζούσης ἐν τῷ ὑπὲρ ἡμᾶς ἀέρι, αἱ ξηραὶ ἀναθυμιάσεις κεκώλυνται ἀνιέναι διὰ τοῦ τοιούτου ἀέρος· τεῖχος δὲ νοητέον διεῖργον ἀμφοτέροις τὴν γῆν. σημειωτέον δέ, τί ποτέ ἐστιν ὁ καλούμενος Τάρταρος· κατά γε τέως τὴν ἐμὴν ἀγροικίαν τὸ ὑπὸ γῆν καλούμενον ὑπέκκαυμα, ἐν ᾧ συνίστασθαι εὔλογον ξηρὰς ἀναθυμιάσεις· Τάρταρον δὲ αὐτὸ προσηγόρευσεν ἡ Ἑλληνικὴ αὐτονομία ἀπὸ τοῦ ταραχάς τινας ἐν αὐτῷ γίνεσθαι τῶν τοιούτων ἀναθυμιάσεων· ζητοῦσι γὰρ οἷον ἀνιέναι περὶ τὸ ὑπὲρ ἡμισφαίριον· διὰ τοῦτο βοαὶ καὶ ψόφοι ἄσημοι καὶ παλμοὶ καὶ ἄλλ’ ἅττα τοιαῦτα ἐκεῖ γίνεται. οὐχ ὡς μὴ γινομένων δὲ καὶ περὶ τὸ ἄνω ἡμισφαίριον καὶ τὸν αἰθέρα τῶν τοιούτων παθημάτων καλεῖται μόνος ἐκεῖνος Τάρταρος, ἀλλ’ ὅτι περ οὐκ ἦν ἴδιον ὄνομα αὐτῷ θεῖναι, διὰ τοῦτο ἔδοξε τοῖς παλαιοῖς οὕτως αὐτὸ ὀνοματοθετῆσαι· διαφόροις γὰρ οὖσι τοῖς ἡμισφαιρίοις διάφορα καὶ τὰ ὀνόματα τέθειται· τὸ μὲν ὑπὸ σελήνην αἰθὴρ καλούμενον ἢ ὑπέκκαυμα, ἐν ᾧ ἡ τοῦ πυρὸς φύσις ἐστί· τὸ δ’ ὑπὸ γῆν, Τάρταρος. |
| 346 [35] | 736. ἔνθα δὲ γῆς δνοφερῆ ς. διὰ τούτων τῶν ἐπῶν τὴν τοῦ Ταρτάρου τάξιν αἰνίττεται ὁ παρὼν ποιητὴς καὶ τῶν λοιπῶν στοιχείων τῶν ἐν τῷ καλουμένῳ κάτω ἡμισφαιρίῳ· πηγὰς μὲν γὰρ πάντων ἑξῆς καὶ τὰ πέρατα εἶναί φησι τὰς ἐν τοῖς οἰκείοις τόποις μονὰς παγίους καὶ τὰς ὑπ’ ἀλλήλων καὶ ἐν ἀλλήλοις περιοχὰς σφαιρικάς· περατοῦται γὰρ ἡ μὲν γῆ ὑπὸ τοῦ ὕδατος, τοῦτο δὲ ὑπὸ τοῦ ἀέρος. ἀργαλέα δὲ καὶ εὐρώεντα ταῦτα καλεῖ καὶ στυγηρὰ τοῖς θεοῖς, παρόσον ἀφανῆ εἰσιν ἡμῖν· ὑπὸ γῆν γὰρ κεκρύφαται. ἔτι δὲ καὶ τὸ ὑπὸ γῆν αἰνιττόμενος διάστημα ἄχρι τοῦ ἡμισφαιρίου ἐκείνου ἐπήνεγκε· χάσμα μέγ’, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν οὖδας ἵκοιτο. ἀλλὰ ταῦτα μὲν ᾧδέ πη ἐχέτω. περὶ δὲ τοῦ νυχθημέρου ἑξῆς ἔοικε φιλοσοφεῖν, κἂν οὐ πάνυ ἀκριβέστατα καὶ ὡς οἱ περὶ ταῦτα δεινοὶ διϊσχυρίζονται. ἔστι δὲ ὅμως ἐκ τῆς περὶ τὴν σφαῖραν τοῦ παντὸς καταγραφῆς τούς τε τροπικοὺς κατιδεῖν κύκλους καὶ τὸν μεσημβρινὸν καὶ τὸν ἰσημερινόν, ἔτι δὲ τὸν ζωδιακὸν καὶ τὴν τούτου λόξωσιν. εὐφυέστατα δὲ καὶ περὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὑποκεκαλυμμένα διέξεισι, καὶ ὡς προσῆκε ποιητικῇ χάριτι. τὸ γὰρ παρεισάγειν δώματα τῆς νυκτὸς νεφέλαις ὑποκεκαλυμμένα καὶ ἔμπροσθεν αὐτῶν ἵστασθαι τὸν Ἄτλαντα βαστάζοντα τὸν οὐρανὸν καὶ ἀλλήλαις ἐντεῦθεν συναντᾶν τὴν ἡμέραν καὶ τὴν νύκτα, καὶ ἀμείβεσθαι ἑτέραν ὑφ’ ἑτέρας, χαριέντως πάντως τήν τε τῆς νυκτὸς φύσιν δηλοῖ, ὅτι στέρησις φωτός ἐστι τοῦ ἡλιακοῦ, καὶ ὅτι τῇ περὶ τὸν ἄξονα περιφορᾷ τοῦ παντὸς ἐπιγίνεται, τοῦ μὲν ἄνω ἡμέρας οὔσης ἡμισφαιρίου, ἐν ᾧ ὁ ἥλιος, κατιόντος κάτω, κἀκείνου τοῦ ὑπὸ γῆν ἀνιόντος· οὐδέποτε γὰρ εἰς ταὐτὸ συντρέχουσιν ἅμα ἥ τε στέρησις, καὶ τὸ οὗ ἐστιν ἡ στέρησις· ἡ γὰρ νὺξ τῇ ἀπουσίᾳ τῆς ἡμέρας γίνεται· καὶ εἰ ὁ ἥλιος ὑπὲρ γῆς ἐστιν, ἡμέρα ἐστίν, εἰ δ’ ὑπὸ γῆν, νύξ. |
| 347 [30] | μεγαλεπιβολώτατα δὲ καὶ τὰ περὶ τὸν Ἄτλαντα παραδέδοται τοῖς ποιηταῖς· τὸν γὰρ Ἄτλαντα παρεισάγουσιν ἔχειν τὸν οὐρανὸν καὶ ἐρείδειν κεφαλῇ τε καὶ χείρεσιν ἑστῶτα ἀστεμφῶς· ὁ γάρ τοι ἄξων ἀπὸ τοῦ κέντρου τοῦ ἀρκτικοῦ κύκλου διήκων διὰ μέσου τοῦ κέντρου τῆς σφαίρας ἕως τοῦ κέντρου τοῦ μεσημβρινοῦ κύκλου, συνέχει τὸν οὐρανὸν περὶ αὐτὸν δινούμενον· ἔδει γὰρ τοῖς κινουμένοις τῶν σωμάτων καὶ ἀκινήτου τινός, ἑδράσεως καὶ στηριγμοῦ ἕνεκα, ὡς πολλάκις εἴρηται παρ’ ἡμῶν· ἅ τινα δὴ κέντρα, τὸ μὲν τῆς τοῦ παντὸς σφαίρας ἐν μεσαιτάτῳ ὂν καὶ ὡς συνεκτικώτερον, κεφαλὴν ὁ λόγος καλεῖ· τὰ δὲ τῶν κύκλων τῶν εἰρημένων, ὡς οἷον ὑφηπλωμένης τινὸς ἐπ’ αὐτὰ δυνάμεως συνεκτικῆς ἀπὸ τοῦ ἐν μέσῳ κέντρου, καὶ ὡς παρεχόντων καὶ αὐτῶν συνοχήν τινα τῷ παντὶ καὶ ἐνέργειαν ἀεικινησίας, ἀτρέστως ὀνομάζειν ἐθέλει χεῖρας. Ἄτλαντα δὲ τὸν ἄξονα προσαγορεύουσι τάχα διὰ τὸ καρτερώτατον εἶναι καὶ γενναῖον τὸν πάντα οὐρανὸν ἐρείδοντα καὶ συνέχοντα· μήποτε δὲ διὰ τοῦ τοιούτου ὀνόματος παρεμφαίνουσι τὸ ἰσοδιάστατον τοῦ παντὸς οὐρανοῦ ἀπὸ τοῦ τῆς σφαίρας κέντρου, ἐν ᾧ ὁ ἄξων ἐμβέβληται ἀτάλαντος ὤν τις καὶ ἰσόρροπος, καὶ οἶμαι ὅτι καὶ Ἄρατος τοῦτο δηλοῖ λέγων· αὐτὰρ ὅτ’ οὐκ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ’ αἰεὶ ἄξων αἰὲν ἄρηρεν. ἔχει δ’ ἀτάλαντον ἁπάντη μεσσηγὺς γαῖαν, περὶ δ’ οὐρανὸς αὐτὸς ἀγινεῖ. καὶ χάλκεον δὲ μέγαν οὐδὸν ἀκουστέον τὸν ἀέρα· χάλκεον γὰρ αὐτὸν καλεῖ διὰ τὸ διηχές, περὶ αὐτὸν δὲ τὸν ἀέρα ἥ τε ἡμέρα καὶ ἡ νὺξ ἐπιγίνονται, ἡ μὲν καταφωτίζουσα, ἡ δὲ ἐπιζοφοῦσα. σαφῶς δὲ τὰ ἑξῆς ἔχει τῶν ἐπῶν, καὶ οὐ δεῖ μακρηγορεῖν ἐν τούτοις. |
| 348 [30] | εἴρηται δὲ ἀνωτέρω ἡμῖν καὶ περὶ τοῦ Κερβέρου. εἰ δὲ καὶ περὶ τῆς Στυγὸς προφθάσαντες εἴπομεν ἐκεῖ, ἀλλ’ οὖν γε πάλιν τὸν λόγον ἀναλαβόντες δείξομεν ὅπως αὐτῆς ἐμνήσθη ὁ Ἡσίοδος, καὶ τί βούλεται τὰ περὶ αὐτῆς αὐτῷ νῦν λεγόμενα. 775. ἔνθα δὲ ναιετάε ι. τὴν Στύγα, φησί, κατοικεῖν χωρὶς τῶν ἄλλων θεῶν ἐν ᾅδῃ εἰς δώματα πυκνὰ μὲν καὶ εὖ ἡρμοσμένα λίθοις καὶ πέτραις μακραῖς, κίοσι δὲ ἀργαλέοις πρὸς οὐρανὸν ἐστηριγμένα. δῆλον οὖν ἐστιν ἐντεῦθεν, ὅτι Στύγα λέγει νῦν τοὺς σταλαγμοὺς τῶν ὑδάτων καὶ τὰς ψεκάδας τὰς ἀπὸ τῶν κάτω τόπων ἀναδιδομένας περὶ τὸν ὑπὲρ γῆς ἀέρα, καὶ ποιούσας ἶριν καὶ ἕτερά τινα. ὥσπερ γὰρ ἀπὸ τοῦ νύσσω νύξω νύξ, οὕτως ἀπὸ τοῦ στάζω στάξω στάξ, καὶ τροπῇ τοῦ α εἰς υ Στύξ, ἡ καταστάζουσα ἄνωθεν ὑγρὰ φύσις καὶ δροσερά, ἥτις εὐλόγως θυγάτηρ λέγεται τοῦ ἀψορρόου Ὠκεανοῦ· μενούσης γὰρ τῆς γῆς ἐν τῷ μέσῳ, τὸ περὶ αὐτὴν ὑγρὸν ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων καὶ ὑπὸ τῆς ἄλλης τῆς ἄνωθεν θερμότητος ἀτμιδούμενον φέρεται ἄνω· τῆς δὲ θερμότητος ἀπολιπούσης τῆς ἀναγούσης αὐτό, καὶ τῆς μὲν διασκεδαννυμένης πρὸς τὸν ἄνω τόπον, τῆς δὲ καὶ σβεννυμένης διὰ τὸ μετεωρίζεσθαι πορρώτερον εἰς τὸν ὑπὲρ γῆς ἀέρα, συνίσταται πάλιν ἡ ἀτμὶς ψυχομένη διά τε τὴν ἀπόλειψιν τοῦ θερμοῦ, καὶ διὰ τὸν τόπον, καὶ γίνεται ὕδωρ ἐξ ἀέρος· γενόμενον δὲ πάλιν φέρεται πρὸς τὴν γῆν. γίνεται δὲ κύκλος οὗτος μιμούμενος τὸν τοῦ ἡλίου κύκλον· ἅμα γὰρ ἐκεῖνος εἰς τὰ πλάγια μεταβάλλει καὶ οὗτος ἄνω καὶ κάτω· διὸ καὶ ἀψορρόον ὠκεανὸν τὴν τοιαύτην ὑγρὰν ἀναθυμίασιν ὠνόμασεν ὁ ποιητής· ἀψορρόον μέν, διότι πάλιν καταρρέει εἰς γῆν ἀνελθοῦσα καὶ μετεωρισθεῖσα· ὠκεανὸν δὲ τάχα μὲν καὶ διὰ τὸ ταχὺ τῆς ἀναγωγῆς καὶ αὖ τῆς καταφορᾶς εἰς τὴν γῆν, τάχα δὲ καὶ διὰ τὸ κυκλοτερῶς ἔχειν τὴν ἄνοδον καὶ τὴν κάθοδον τῆς εἰρημένης συστάσεως καὶ ἐνδελεχῶς τοῦτο γίνεσθαι ὀφείλειν κατά γε τὴν τάξιν. |
| 349 [30] | ὃ γὰρ ἄνεισιν ὑγρὸν εἰς τὸν ὑπὲρ γῆς τόπον, τοῦτο κατιέναι πάλιν εὔλογον· διὸ καὶ Ἀριστοτέλης, εἴτ’ ἐντεῦθεν ὁδηγηθείς, εἴτε καὶ σφετερισάμενος ἀπὸ τοῦ παρόντος ποιητοῦ τὰ περὶ ὄμβρων καὶ χαλαζῶν καὶ ἀναθυμιάσεων τάδε φησὶν ἐν τῷ πρώτῳ τῶν μετεώρων· „δεῖ δὲ νοῆσαι τοῦτον ὥσπερ ποταμὸν ῥέοντα κύκλῳ ἄνω καὶ κάτω, κοινὸν ἀέρος καὶ ὕδατος· πλησίον μὲν γὰρ ὄντος τοῦ ἡλίου ὁ τῆς ἀτμίδος ἄνωθεν ῥεῖ ποταμός, ἀφισταμένου δὲ ὁ τοῦ ὕδατος ῥεῖ κάτω. ὥστ’ εἴπερ ᾐνίττοντο τὸν ὠκεανὸν οἱ πρότεροι, τάχ’ ἂν τοῦτον τὸν ποταμὸν λέγοιεν τὸν κύκλῳ ῥέοντα περὶ τὴν γῆν.“ τὰ δὲ τῆς Στυγὸς δώματα κατηρεφέα μὲν ὑπὸ μακρῶν πετρῶν παραδίδονται καὶ ὑπὸ κιόνων μετεωριζόμενα μακρῶν ἄχρι καὶ τοῦ οὐρανοῦ, διὰ τὸ ἐκ πετρῶν μᾶλλον καταρρέειν τὰ ὕδατα καὶ ἐντεῦθεν ἀναδίδοσθαι τὴν εἰρημένην ἀναθυμίασιν καὶ πρὸς οὐρανὸν ἀνάγεσθαι, καὶ ποιεῖν νέφη καὶ ὄμβρους καὶ ὁμίχλην καὶ χάλαζαν. τὸν γὰρ μεταξὺ τῆς γῆς καὶ τοῦ καλουμένου αἰθέρος τόπον πληροῖ διαφόρων παθημάτων ἡ ἀναδιδομένη ἀτμίς. 780. παῦρα δὲ Θαύμαντος θυγάτη ρ. διὰ τούτων τῶν ἐπῶν καὶ τῶν ἑξῆς ἔοικε φιλοσοφεῖν περὶ Ἴριδος οὐκ ἐπιστημονικώτατα δέ, οὐδὲ πάντως ἀκριβῶς, καθὼς καὶ ὁ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ τρίτῳ τῶν μετεώρων, ἀλλ’ ὅσον προσῆκε ποιητῇ ἀνδρὶ καὶ ἀρχαίῳ σοφῷ. διὸ καὶ εἴ τι φαίνεται ἀπᾴδων τοῦ ἀληθοῦς, συγχωρητέον αὐτῷ διὰ τὴν ἀρχαιότητα, οὐ μόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐν ἄλλοις. χάρις δ’ οὖν ὅμως εἰπόντι τῷ ἀνδρὶ καὶ ὁδηγήσαντι τοὺς μετ’ αὐτόν. ὀλιγάκις, φησίν, ἡ Ἶρις ἀναστρέφεται περὶ τὴν θάλασσαν καὶ ἄνωθεν τῶν νώτων αὐτῆς φαίνεται, καὶ ὅταν οἱ θεοὶ ἐρίζωσι πρὸς ἀλλήλους, ὅταν μάχη τις ἐν τοῖς στοιχείοις ἐστί (ταῦτα γὰρ θεοὺς νῦν καλεῖ), τότε φαίνεται ἡ Ἶρις ἐν τοῖς μετεώροις, καὶ πέμπεται παρὰ τοῦ Διὸς ἄγγελος τῆς τοῦ κόσμου συστάσεως. |
| 350 [30] | χρυσέην δὲ προχοὴν καὶ πολυώνυμον ὕδωρ ἀκουστέον, τὸ χρυσίζον τῆς Ἴριδος μέρος καὶ τὸ πολύχρουν αὐτῆς, ὅπερ ἐξ ὕδατος ἔχει τὴν σύστασιν ψεκάζοντος· τὶ μὲν γὰρ αὐτῆς φοινικοῦν λέγεται, τὶ δὲ πράσινον, τὶ δὲ ἁλουργόν· διὸ καὶ πολυώνυμον ὕδωρ αὐτὴν ὁ παρὼν ποιητὴς ὀνομάζει. ἀναδίδοται δὲ τοῦτο ἐκ πετρῶν ἠλιβάτων καὶ ἀπὸ θαλάττης καὶ ἀπὸ γῆς, διὰ νύκτα μέλαιναν, ἢ ἀοράτως καὶ ἀνεπαισθήτως ἡμῖν, ἢ μάλιστα νυκτὸς διὰ τὸ τὴν σελήνην ἀνάγειν ταῖς ἑαυτῆς ἀκτῖσι τὴν δίυγρον ἀτμίδα. 790. ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα—προρέε ι. τοιαῦτα τὰ ἔπη τοιαύτην ἔχει τὴν ἔννοιαν, δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, ὡς οὐχ ὡσαύτως ἀπό τε τῆς γῆς καὶ τῆς θαλάσσης οἰητέον ἀνάγεσθαι ἀναθυμίασιν περὶ τὸν ὑπὲρ γῆς ἀέρα, ὅση ἄνεισιν ἀπὸ τῶν πετρῶν καὶ τῶν καταρρεόντων ἐξ αὐτῶν ὑδάτων· ἀλλ’ ἐκεῖθεν μὲν διὰ τὸ ἐφηπλῶσθαι τὴν θάλασσαν καὶ τοὺς ποταμοὺς προχεῖσθαι, ἐνναπλάσιος ἄνεισιν ἡ ἀναθυμίασις· ἐντεῦθεν δὲ ἀπὸ τῶν κρηνῶν καὶ τῶν ἐν σπηλαίοις ὑδάτων ἐνναπλάσιος καὶ ὀλίγη· ἡρμήνευσαν δέ τινες τὰ ἔπη ταῦτα οὕτως, ὡς διὰ τούτων περὶ τοῦ σχήματος τῆς Ἴριδος διαλαμβάνει. εἰ γὰρ καὶ Ἀριστοτέλης δείκνυσιν ἐν τῷ τρίτῳ τῶν μετεώρων, ὡς οὔτε κύκλος ἐστὶν οὔτε μεῖζον ἡμικυκλίου τὸ τῆς Ἴριδος σχῆμα, ἀλλ’ ἢ ἡμικύκλιον ἢ ἔλαττον ἡμικυκλίου. ἀλλ’ οὖν φασιν ἔνιοι, ὡς μεῖζον ἡμικυκλίου πολλῷ τοῦτο εἶναι, τὸν παρόντα ποιητὴν μάρτυρα ἐπάγοντες· λέγει γάρ, ὡς εἴ τις νοήσει κύκλον, καὶ εἰς δέκα τμήματα αὐτὸν τέμῃ, τὰ μὲν ἐννέα ὑπὲρ γῆς ἔσονται, τὸ δὲ ἓν τμῆμα ὑπὸ γῆν. μεταρρυθμίζουσι δὲ τὴν λέξιν, καὶ τὸ ἐκ πέτρης προρέει ἀντὶ τοῦ ὑπὸ πέτραν καὶ ὑπὸ γῆν κρύπτεται ἀξιοῦσι λέγειν. 792. |
| 351 [5] | μέγα πῆμα θνητοῖσ ι. ἐντεῦθεν ἀπ’ ἄλλης ἀρχῆς τὰ περὶ τοὺς ἐπιόρκους συμβαίνοντα καταλέγει δεικνὺς ἡμῖν, ὁπόσον κακόν ἐστι τὸ ἐπιορκεῖν καὶ τὸ ψεύδεσθαι. χρὴ γὰρ στίξαντας τελείαν εἰς τὸ προρέει καὶ ἑξῆς ἀπ’ ἄλλης ἀρχῆς ἀκοῦσαι, ἠθικωτέρως ἡμῖν τὸν νοῦν ῥυθμίζοντα καὶ πρὸς τὸ εὐσεβέστερον μετάγοντα. „μέγα πῆμα θνητοῖσιν ὅς κε τὴν ἐπίορκον ἀπολείψας ἐπομόσσ ῃ . “ τὴν Ἴριδα λέγει ἢ τὴν Στύγα μέγα πῆμα τοῖς ἐπιόρκοις εἶναι· εἰ γὰρ ψευδῶς τις ἐπ’ αὐτὴν ὀμόσει, σπονδὰς πρότερον ποιησάμενος καὶ συνθεσίας (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ ἀπολείψα ς) κεῖται ἄταφος μέχρι πολλοῦ, ἐπειδὰν τεθναίη· εἰ δὲ καὶ ζώῃ, ἀκοινώνητος τυγχάνει καὶ τροφῆς καὶ πόσεως καὶ οὐδενὶ πρόσιτός ἐστιν εἰς τράπεζαν. ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος στρωτοῖς ἐν λεχέεσσι, παραφρονῶν ἔστιν ὅτε καὶ οὐχ ὑπνώττων, ἀλλὰ κατεχόμενος κάρῳ, καὶ ἐπιπολὺ ἐταζόμενος ὑπὸ τῶν Ἐρινύων καὶ μακρονοσῶν, εἶθ’ ὕστερον πάλιν ἰώμενος καὶ ἀνακτώμενος τὴν προτέραν κατάστασιν. φιλάνθρωπον γὰρ ἡ πρόνοια, καὶ οὐκ ἀπογινώσκειν τέλειον παρασκευάζει τοὺς εὐσεβοῦντας, δι’ ὧν σοφῶς τὴν ἑαυτῆς προμήθειαν δείκνυσι. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ τοῦ Ἀγαμέμνονος Ὀρέστης, καὶ εἴ τις ἄλλος τοῖς αὐτοῖς ἀτοπήμασιν ἔνοχος γέγονε. τί δὲ δή ποτε εἰς τὴν Στύγα ὀμνύειν τοὺς θεοὺς λέγεται; ἐμοὶ δοκεῖ, ὡς δηλοῦται διὰ τούτου ἡμῖν, ὅτι στυγοῦνται ὑπὸ θεῶν οἱ ὀμνύοντες καὶ ὑπ’ ἀνθρώπων, ὥσπερ δὴ ἀνωτέρω προείρηται, ἢ ὅτι πρεσβύτερον ὂν τῶν ἄλλων στοιχείων τὸ ὕδωρ κατά τε Ἡσίοδον καὶ ἐνίους τῶν παλαιῶν, εἰκότως εἰς ὅρκον αὐτοῖς προὔκειτο. 805. τοῖον ἄ ρ ’ ὅρκον ἔθεντο θεο ί. ἢ γοῦν διὰ τὸ πρεσβύτερον εἶναι τὸ ὕδωρ εἰς ὅρκον αὐτοῖς παρελαμβάνετο, ἢ διὰ τὸ πολύχρηστον καὶ πολλὰς ἔχειν ἐνεργείας, ἢ Στύγα δοκεῖ λέγειν τὸ καταρρέον ὕδωρ ἀπὸ τῆς Ἴριδος διαλυομένης ἤδη καὶ σκεδαννυμένης ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων καὶ ὑπὸ τῆς ὁμίχλης, ὡσανεὶ τοῦτο παιδεύοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα διαλυθείη ὁ τὸν ὅρκον παραθραύσων οὕτως, ὡς διαλύεται καὶ διασκεδάννυται ἡ καταρρέουσα τῆς Ἴριδος δρόσος ἡ ψεκανώδης. |
| 352 [35] | 817. Βριάρεών γε μὲν ἠὺν ἐόντ α. τὸν δὲ Βριάρεων ὁ Ποσειδῶν ποιεῖται γαμβρὸν καὶ δίδωσιν αὐτῷ τὴν Κυμοπόλειαν, παρόσον ἡ τῶν κυμάτων κίνησις ἔστιν ὅτε σφοδροτέρα γίνεται καὶ βριαρωτέρα ὑπὸ πνευμάτων, οἷον αὐτῇ συνερχομένων. 820. αὐτὰρ ἐπεὶ Τιτᾶνα ς. μετὰ δὲ τὸ τοὺς Τιτᾶνας ὑπὸ τοῦ Διὸς καταβληθῆναι εἰς Τάρταρον ὁ Τυφωεὺς ἐκ τῆς γῆς νεώτερος παραδίδοται γεννηθῆναι, συνελθούσης τῷ Ταρτάρῳ, καὶ τὰ ἑξῆς τῶν ἐπῶν· ὄντος γὰρ μετὰ τὸ ἀπελαθῆναι τοῦ περὶ ἡμᾶς ἀέρος τὴν ἀτμιδώδη πᾶσαν ἀναθυμίασιν, καὶ ὑπὸ γῆν ἐμβληθῆναι καὶ τῷ λεγομένῳ κάτω ἡμισφαιρίῳ προσπελάσαι, ἐπιγίνονται, καθὼς οἴεται ὁ παρὼν ποιητής, τυφῶνες καὶ ἐκνεφίαι δεινοί, κλονοῦντες τὴν γῆν καὶ ἐκδειματοῦντες ἡμᾶς ταῖς ἀτάκτοις αὐτῶν ὁρμαῖς καὶ ἐκκυκῶντες οὐ γῆν μόνον, ἀλλὰ μικροῦ δεῖν καὶ τὸν ἅπαντα κόσμον σπαράσσοντες· διὸ καὶ ὡς τοιαῦτα ἐνεργοῦντες, εἰκότως ἑκατογκέφαλοι λέγονται καὶ πολύχειρες καὶ πολύφωνοι, ποτὲ μὲν ὡς λέοντες ὠρυόμενοι, ἄλλοτε δὲ ὡς ταῦροι μυκώμενοι, ποτὲ δὲ ὡς κύνες ἀναιδῶς ὑλακτοῦντες. ἔστι δὲ ὁ τυφὼν πνεῦμα παχύτερον νέφεσιν ἀποκεκλεισμένον καὶ διὰ τὴν ἀντίκρουσιν τῆς δίνης ἐπὶ γῆς φερομένην ἔχον τὴν ἕλικα, συγκατάγουσαν τὸ νέφος μὴ δυναμένην ἀπολυθῆναι. ὅπου δὲ κατ’ εὐθυωρίαν ἐκπνεῖ, ἐνταῦθα τῷ πνεύματι κινεῖ καὶ τῇ κύκλῳ κινήσει στρέφει καὶ ἀναφέρει ᾧ ἂν προσπέσῃ βιαζόμενον. ἀλλὰ τοῦτο τὸ ἐνοχλοῦν παχὺ πνεῦμα κατασπασθὲν καὶ λεπτομερέστερον ἑαυτοῦ γεγονὸς τῇ ἐκπυρώσει, καὶ τὸν ἀέρα χρωματίσαν, ἔτι δὲ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιβὲν πρηστὴρ καὶ κεραυνὸς γίνεται. |
| 353 [30] | ἔνθεν τοι καὶ εὐλόγως λέγεται διὰ ταῦτα, ὡς ὁ Τυφωεὺς βασιλεῦσαι μέλλων τοῦδε τοῦ παντὸς ἐκωλύθη ὑπὸ τοῦ Διὸς ἐγνωκότος τὴν αὐτοῦ μηχανήν, καὶ ἀναλαβόντος τὰ αὐτοῦ βέλη καὶ καταβαλόντος αὐτόν, βροντῇ τε καὶ ἀστραπῇ καὶ κεραυνῷ. τάχα γὰρ ἂν ἀνεκύκησε πάντα τὸν κόσμον καὶ ἠφάνισεν ἐπικρατῆσαν τὸ τοιοῦτον πνεῦμα, εἰ μὴ διεκρίθη ὑπὸ τῆς πάντα διοικούσης εὐλόγως προνοίας εἰς κεραυνούς τε καὶ πρηστῆρας καὶ ἀνέμους, καὶ οὕτως ἠλαττώθη καὶ οὕτως ἀπεδυναμώθη· ἢ ἀπὸ τῆς ἑνούσης τῷ νέφει ξηρᾶς ἀναθυμιάσεως ἰσχυρᾶς γεγονυίας τῇ ἐκτρίψει, καὶ οἷον μένος ἀναλαβούσης καὶ τὴν ἀστραπὴν καὶ τὸν κεραυνὸν ποιησάσης, διεσπάσθη καὶ ἀπεγυώθη τὸ Τυφωνικὸν ἐκεῖνο πνεῦμα. ἔοικε δὲ ὁ Ἡσίοδος ὑπὸ γῆν οἴεσθαι γίνεσθαι τὸν Τυφῶνα, παρόσον αὐτὸν λέγει ἐκ γῆς καὶ Ταρτάρου γεννηθῆναι, οἱ δὲ ὕστερον ὑπὲρ γῆς διϊσχυριζόμενοι λέγουσιν ἐν τῷ ὑπὲρ ἡμᾶς ἀέρι γίνεσθαι τοῦτον. τί δὲ βούλεται παρ’ αὐτῷ τὸ διὰ χρυσῆν Ἀφροδίτην; οἶμαι τὴν τοῦ εἶναι ἔφεσιν· ἅπαντα γὰρ τοῦ εἶναι ἐφίεται, κἂν τὰ μὲν μᾶλλον καὶ ἐπιπολύ, τὰ δὲ οὐχ οὕτω. καὶ ὁ Τυφὼν οὖν τοῦ εἶναι ἐφίεται καὶ ἡ χάλαζα καὶ ἡ ὀμίχλη, καὶ πάντα τὰ ὑπὸ φύσεως ἢ φυσικῶς γινόμενα. δράκοντι δὲ αὐτὸν παρείκασε διὰ τὸ ἀηδῆ εἶναι καὶ πικρὸν τοῖς ἀνθρώποις καὶ θανάσιμον, ἢ διὰ τὸν συριγμόν· λέοντι δὲ καὶ ταύρῳ διά τε τὸ ἰσχυρὸν καὶ τὸ θορυβῶδες· κυνὶ δὲ διὰ τὸ ἀηδὲς καὶ ἔστιν ὅτε λιγύφωνον. 869. ἐκ δὲ Τυφωέω ς. τάχα ἐκ τοῦ Τυφωέως οἴεται τοὺς ἀνέμους εἶναι, εἰ μὴ καὶ πάντας διὰ τὸ διαλυθέντος τοῦ παχέος ἐκείνου συνίστασθαι τοὺς βλαπτικοὺς τῶν ἀνέμων. πιθανῶς δὲ τὰ τοιαῦτα λέγει, καὶ τοῦτο δὴ κατὰ ποιητικὴν ἄδειαν· οὐ γάρ εἰσιν ἐκ τοῦ Τυφωέως οἱ ἄνεμοι, ἀλλ’ ἐξ οὐρανοῦ καὶ τῆς γῆς· ξηρᾶς γὰρ ἐκ γῆς ἀναθυμιάσεως πλῆθος περὶ γῆν κινούμενον τῆς μὲν κινήσεως ἀρχὴν ἔχει ἄνωθεν ἀπὸ τοῦ ἡλίου, τῆς δὲ ὕλης καὶ τῆς γενέσεως κάτωθεν. |
| 354 [30] | καλῶς δὲ παρ’ Ἡσιόδῳ εἴρηται τὸ ὑγρὸν ἀέντων· εἰ γὰρ καὶ ἀπὸ ξηρᾶς ἀναθυμιάσεως τὴν σύστασιν οἱ ἄνεμοι ἔχουσι, καὶ διὰ τοῦτο ὤφειλον ψυχροὶ μὴ δοκεῖν ἡμῖν, ἀλλ’ οὖν ἐπειδήπερ ὁ ἀὴρ πλήρης ἐστὶν ὑγρᾶς καὶ ψυχρᾶς ἀτμίδος ὁ ὑπ’ αὐτῶν μεταρριπιζόμενος, καὶ εἰς ἡμᾶς μεταφερόμενος, διὰ τοῦτο κἀκεῖνοι ψυχροὶ καὶ ὑγροί πως δοκοῦσιν εἶναι. 886. Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτι ν. καὶ ἔγκυον ταύτην ποιησάμενος καταπίνει αὐτήν, ἵνα μὴ ἄλλος τις τῶν θεῶν ἀποκυηθείη παρ’ αὐτῆς ἀναιδὴς καὶ ἀτάσθαλος. καὶ ταύτην καταπιὼν ἀποτίκτει ἐκ τῆς ἑαυτοῦ κεφαλῆς τὴν Τριτογένειαν Ἀθηνᾶν, τὴν καὶ ἀγέστρατον καὶ ἀτρυτώνην, καὶ ἀγελείαν καλουμένην. ἦ γὰρ οὐχὶ καὶ ἡ ἐν ἡμῖν βουλὴ ὑπὸ διανοίας καὶ λόγου ἐλλαμφθεῖσα καὶ τὸ ὀρθὸν ἐπιγνοῦσα τὴν εὐβουλίαν ἀποτίκτει, ὀρθοτάτην οὖσαν κατὰ τὸ συμφέρον πρός τι τέλος, καθὰ δοκεῖ τῷ Σταγειρίτῃ, οὗ τινος συμφέροντος ἡ ἀληθὴς ὑπόληψις φρόνησίς ἐστιν. εὐλόγως δὲ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ὁ Ζεὺς λέγεται τὴν Ἀθηνᾶν γεννῆσαι, διότι ἡ φρόνησις ἐξ ἐμπειρίας ἐστίν· ἡ δ’ ἐμπειρία ἐξ αἰσθήσεων· αὗται δὲ πέριξ τῆς κεφαλῆς εἰσιν εἰσάγουσαι τὰ αἰσθήματα καὶ τῶν καθ’ ἕκαστον πράξεων τὰ εἴδη· περὶ πράξεις γὰρ ἡ φρόνησις, καὶ περὶ τὰ καθ’ ἕκαστα καταγίνεται πλέον. ὁ δ’ ὑπὸ τοῦ Διὸς κωλυθεὶς γεννηθῆναι ἐκ τῆς Μήτιδος παῖς ὑπέρβιον ἦτορ ἔχων πάντως ἡ κακοβουλία ἐστὶ καὶ ἡ ἐξ αὐτῆς φαύλη πρᾶξις. τάχα γὰρ ἐκ τῆς βουλῆς μήπω τῷ λόγῳ συνελθούσης καὶ τῇ ὀρθότητι τῆς διανοίας ἀποτίκτεται τὰ φαῦλα βουλεύματα καὶ αἱ τοιαῦται πράξεις· ἐπὰν δὲ ἡ τοῦ λόγου ἔκλαμψις τῇ βουλῇ προσγένηται καὶ σφετερίσηται ταύτην ὁ λόγος ἔνδον, τοῖς οἰκείοις ὅροις περικλείσας, τότε δὴ συνίστησιν ἐκείνη ἀγαθόν τε κακόν τε, καὶ διακρίνει τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, κριτική τε οὖσα καὶ ὑπερκαθημένη τῆς κοινῆς λεγομένης αἰσθήσεως, Μῆτιν οὖν ὁ λόγος τὴν βουλὴν προσαγορεύει, Δία δὲ τὸν λόγον τὸν ἐν ἡμῖν καὶ τὴν ἐκ τοῦ νοῦ ἔκλαμψιν, ὧν συνελθόντων ἡ Ἀθηνᾶ ἀποτίκτεται, τουτέστιν ἡ εὐβουλία καὶ ἡ φρόνησις. |
| 355 [5] | ἀλλ’ ἐκ τῆς κεφαλῆς τοῦ Διὸς προκαταπεπωκότος ἐν τῇ οἰκείᾳ νηδύϊ τὴν Μῆτιν, τουτέστι προορίσαντος τὴν βουλὴν τὴν εἰς πολλὰ ὁρμῶσαν, καὶ τῇ ἐξ αὐτοῦ ἐκλάμψει ἰθυτενῶς καὶ ἀκλινῶς πρὸς τὸ δέον αὐτὴν παρασκευασαμένου ὁρμᾶν, ἥν τινα δὴ φρόνησιν καὶ ἀγελείαν καὶ ἀγέστρατον καὶ τριτογένειαν ὀνομάζει ὁ ποιητής, ἴσον ἔχουσαν τῷ πατρὶ μένος καὶ ἐπίφρονα βουλήν. τριτογένειαν μέν, ὅτι ἀπὸ τῆς τριτοῦς γεννᾶται. τριτὼ γὰρ ἡ κεφαλὴ κατὰ διάλεκτον. ἴσον δὲ μένος ἔχει τῷ πατρὶ διὰ τὸ πάντα τὰ καλὰ ὑπὸ φρονήσεως γίνεσθαι καὶ πολλὰ τὰ κατορθώματα ταύτης εἶναι τῆς ἀρετῆς. ἀγέστρατος δὲ καὶ ἀγελεία λέγεται διὰ τὸ ἄγειν λαοὺς καὶ διεξάγειν στρατόπεδα· τῇ γὰρ φρονήσει καὶ στρατόπεδα διϊθύνεται, καὶ οἰκονομοῦνται οἰκίαι, καὶ εὐνομοῦνται πόλεις ταῖς νομοθεσίαις. γλαυκῶπιν δὲ αὐτὴν προσαγορεύει διὰ τὸ λαμπρὸν καὶ περίβλεπτον τῆς ἀρετῆς· τοιούτους γὰρ τοὺς αὐτὴν ἔχοντας ποιεῖ. 901. δεύτερον ἠγάγετ ο. ἄγεται δὲ ὁ Ζεὺς τὴν λιπαρὰν Θέμιν καὶ ἐξ αὐτῆς ἀποτίκτει τὰς Ὥρας, τὴν Εὐνομίαν, καὶ τὴν Δίκην καὶ τὴν Εἰρήνην, παρόσον ἐκ τοῦ κατὰ νόμους θεμιστεύειν τοὺς σοφοὺς καιροὶ ἐπιγίνονται εὐνομίας καὶ δικαιοσύνης καὶ εἰρήνης ταῖς πόλεσι, τηροῦντες τὰ ἔργα τῶν ἀνθρώπων, καὶ ἐν θέρει μὲν παρασκευάζοντες τοὺς καρποὺς συλλέγειν, ἐν χειμῶνι δὲ τοὺς σπόρους ἐργάζεσθαι καὶ τέμνειν τὴν γῆν. εἰ γὰρ οὐχ οὕτως ἔχοιεν αἱ πόλεις, ἀλλ’ ἀνομίαι τε καὶ ἀδικίαι καὶ μάχαι ἐν αὐταῖς περιπολάζουσιν, οὔτ’ ἄρ’ ὁ γεωργὸς τὴν γῆν ἀροτριάσει, οὔτε ὁ χαλκεὺς τὸν χαλκὸν σφυρηλατῆσαι σχοίη, οὔτε ὁ ἁλιεὺς πλευσεῖται τὴν θάλασσαν· καθείργονται γὰρ πάντες τῶν οἰκείων ἔργων. ἔτι δὲ καὶ τὰς Μοίρας ἀπὸ τῆς Θέμιδος Ζεὺς γεννᾷ, παρόσον ἐν ταῖς θεμιστείαις διανομαί τινες καὶ μερισμοὶ προσήκοντες γίνονται κατὰ τὸ ἀνάλογον ἑκάστῳ, τοῦτο μὲν κόλασιν ἐπάγοντες τῷ ἀδικήσαντι, τοῦτο δὲ γέρα παρέχοντες τῷ δικαιοπραγήσαντι. |
| 356 [35] | 907. τρεῖς δέ οἱ Εὐρυνόμ η. ἡ δὲ Εὐρυνόμη τὰς Χάριτας ἀπογεννᾷ, τὴν Ἀγλαΐαν καὶ τὴν Εὐφροσύνην καὶ τὴν Θαλίαν, ἢ ὅτι ἐν αἷς τῶν πόλεων εὐρύνεται ὁ νόμος, ἀγλαΐζονται αὗται καὶ εὐφραίνονται καὶ θάλλουσιν, ἢ διὰ τὸ τὰ ἐν εὐρείαις νομαῖς νεμόμενα ζῶα θάλλειν τε καὶ ἀγλαΐζεσθαι καὶ γεγηθέναι. 912. αὐτὰρ ὁ Δήμητρο ς. συνέρχεται δὲ ὁ Ζεὺς μετὰ τῆς Δήμητρος τῆς πολυφόρβης καὶ ἀπογεννᾷ τὴν Περσεφόνειαν διὰ τὸ ἐπινοήσασθαι τοὺς ἀνθρώπους τὴν τῆς γῆς ἐργασίαν· Δημήτηρ γὰρ ἡ γῆ λέγεται ἡ πολλοὺς τρέφουσα, ἤτοι πάντας. Ζεὺς δὲ ῥηθείη ἂν ἐνταῦθα τὸ περὶ τῆς ἐργασίας νόημα πρὸς τὴν ζωὴν ἡμῶν, ἐξ ὧν ἡ Περσεφόνεια γεννᾶται, ἣν ὁ Ἅιδης μὲν ἁρπάζει ἐκ τῆς μητρός, δίδωσι δὲ ὁ Ζεύς· οἱ γὰρ ἐκ γῆς ἀναδοθέντες καρποὶ καὶ ἁπλῶς οἱ σπόροι ἁρπάζονται, οἷον ὑπὸ γῆν κρυπτόμενοι καὶ καταβαλλόμενοι ἐν καιρῷ σπόρου ταῖς βουλαῖς τῶν ἀνθρώπων, καὶ τῇ τομῇ τῆς γῆς ἀφανεῖς γινόμενοι· οὕς τινας δὴ σπόρους διὰ τὸ ἀποθνήσκειν, οἷον καὶ περισσῶς φονεύεσθαι ὑπὸ γῆν ἐκτεθέντας Περσεφόνειαν ὁ λόγος καλεῖ. περὶ δὲ τῆς Μνημοσύνης καὶ τῶν Μουσῶν τὰ μὲν ἄλλα προείρηται κατ’ ἀρχὰς τοῦ βιβλίου· ἁδεῖν δὲ ταύταις αἱ θαλίαι λέγονται καὶ ἡ τέρψις διὰ τὸ τοὺς μνημονεύοντας καὶ ἀπογεννῶντας λογικὰ κυήματα θάλλειν τε καὶ τέρπεσθαι. 918. Λητὼ δ ’ Ἀπόλλων α. τῇ δὲ Λητοῖ συνελθὼν ὁ Ζεὺς ἀποτίκτει τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν, ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, εὐλόγως. βουλόμενοι γὰρ οἱ ἄνθρωποι ἐπιλανθάνεσθαι τῶν κατὰ τὸν βίον ἀνιῶν ἐφεῦρον τὴν μουσικὴν καὶ ἀπέτεκον, ποτὲ μὲν ἀρρενοποιοῦντες τοῖς συντόνοις τῶν μελῳδιῶν, ποτὲ δὲ θηλύνοντες τῷ μαλακῷ καὶ τῇ χαλαρότητι· τοιαύτη γὰρ ἡ τῆς μουσικῆς δύναμις. |
| 357 [30] | ἱμερόεντα δὲ γόνον ταύτην καλεῖ, παρόσον πάντων, ὧν ἐφεῦρον ἐξ ἐπινοίας οἱ ἄνθρωποι, τοῦτο μᾶλλον τὸ εὕρημα ἡδονῆς ἐστι περιποιητικὸν καὶ χαρμόσυνον. 921. λοισθοτάτην δ ’ Ἥρη ν. τὴν δὲ Ἥραν ποιεῖται παράκοιτιν ὁ Ζεὺς, καὶ αὕτη γεννᾷ τὴν Ἥβην, διότι ἡβάσκουσιν ἀέρα εἰσπνέοντες οἱ ἄνθρωποι καὶ ἐκπνέοντες. τὸν δὲ Ἄρην γεννᾷ, διότι δι’ ἀέρα καὶ εὔκρατον τόπον ἐρίζουσι καὶ μάχονται ἔνιοι. ἐκ δὲ τῆς Ἥρας. γεννᾷ ὁ Ζεὺς τὸν Ἥφαιστον, κλυτὸν ἀμφιγυήεντα καὶ τέχνῃσι κεκασμένον περὶ πάντων οὐρανιώνων· καὶ ἐρίζει μετὰ τοῦ Διός, καὶ ὀργίζεται μετ’ αὐτοῦ, παρόσον ἡ φλὸξ ἀήρ ἐστιν ἐκπεπυρωμένος, ἥτις καὶ ἀμφιγυήεις ἐστίν· ὑπεσκαμμένη γάρ ἐστιν ἡ τοῦ πυρὸς κίνησις, καὶ ἀμφοτέρωσε ῥέπουσα. κλυτὸς δὲ καὶ περὶ πάντων κεκασμένος ἐστί, παρόσον τὸ διακονικὸν τοῦτο πῦρ πολυένεργον καὶ δραστήριόν ἐστι καὶ πολύχρηστον· φωτίζει τε γὰρ καὶ καίει, καὶ μεταβάλλει φύσεις καὶ διακρίνει καὶ συγκρίνει τὰ ὁμοιογενῆ καὶ ἀνομοιογενῆ. ἐρίζει δὲ τῷ ἰδίῳ παρακοίτῃ ἡ Ἥρα, παρόσον ἐξαναφθεὶς ὁ ἀὴρ ἰσοφαρίζει καὶ ἐξομοιοῦται τῷ αἰθέρι· οὗτος γὰρ διὰ τὸ ὑπερκεῖσθαι τοῦ ἀέρος λέγεται παρακοίτης τῆς Ἥρας. 930. ἐκ δ ’ Ἀμφιτρίτη ς. ἐκ δὲ τῆς Ἀμφιτρίτης καὶ τοῦ ἐρικτύπου Ἐννοσιγαίου ὁ Τρίτων γεννᾶται ὁ εὐρυβίης διὰ τὸ τοὺς ἐν θαλάσσῃ καὶ ἐν τοῖς κύμασι διάγοντας ἢ διημερεύοντας ἐνίους τρεῖν, ὅ ἐστι φοβεῖσθαι καὶ εὐρέως βοᾶν· Ἀμφιτρίτη δὲ λέγεται ἡ θάλασσα καὶ ἁπλῶς ἡ τῶν ὑδάτων ὑπόστασις διὰ τὸ ἀμφὶ τοῖς στοιχείοις τρίτην λαχεῖν τάξιν· τὸ πῦρ γὰρ πάντων ὑπέρκειται, εἶτα ὁ ἀὴρ τέτακται, καὶ τότε τὸ ὕδωρ τρίτον ἐστίν. λέγεται δὲ ὁ Τρίτων οὗτος τὸν πυθμένα ἔχειν τῆς θαλάσσης καὶ κατοικεῖν παρὰ φίλῃ μητρὶ καὶ κατοικεῖν παρὰ φίλῃ μητρὶ καὶ πατρί, παρόσον οἱ φοβούμενοι ἐν θαλάσσῃ φαντάζονται τὰ βάθη ταύτης, καὶ ἐν τούτοις δοκοῦσι κατοικεῖν. |
| 358 [35] | 934. ῥινοτόρῳ Κυθέρει α. τῷ δὲ ῥινοτόμῳ Ἄρεϊ συνελθοῦσα ἡ Ἀφροδίτη ἀποτίκτει τὸν Φόβον καὶ τὸν Δεῖμον διὰ τὸ προσδοκῶντας μεῖζόν τι ἔσεσθαι ἑαυτοῖς ἀγαθὸν τοὺς ἀνθρώπους καὶ ἐλπίδας ἀγαθὰς τρέφοντας ὑποδεδιέναι τὸν πόλεμον καὶ τὴν ῥῖνα πολλάκις τέμνεσθαι. Δεῖμος δὲ καὶ Φόβος οὐκ ἔστι ταυτόν, οὐδ’ ἐκ παραλλήλου (ὥς τισι δοκεῖ) εἴρηται· φόβος γάρ ἐστιν ἡ φυγή· φέβω γὰρ τὸ διώκω, ὡς τὸ Ὁμηρικὸν ἐκεῖνο· κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι. Δεῖμος δὲ οὐχ ἡ φυγή, ἀλλ’ ὁ ἐκ δειλίας ἐνίοις ἐπιγινόμενος δεσμός· εἰσὶ γάρ τινες ἐν πολέμῳ ἐννεοὶ καθιστάμενοι καὶ ἄφνω καταπληττόμενοι· διὰ τοῦτο καὶ Ὅμηρος μέλλων ἐπαινεῖν τὸν Μενέλαον, ὡς μὴ παντελῶς ἐπτηχότα ἐν πολέμῳ, βοὴν ἀγαθὸν προσαγορεύει· οὐ γὰρ ἀφαιρούμενος ἦν ἐν πολέμῳ τὴν φωνήν, ἐξ ἄκρας δειλίας. 937. Ἁρμονίην θ ’ ἣν Κάδμο ς. ἔτι τὴν Ἁρμονίαν γεννᾷ ἡ Ἀφροδίτη ἐκ τοῦ Ἄρεος, καὶ ταύτην ἄγεται εἰς γυναῖκα ὁ Κάδμος, παρόσον τὰ ἐκ πολέμου καταπεπτωκότα μέρη τῶν πόλεων καὶ καταδεδαμασμένα συναρμολογοῦσι καὶ εὖ πάλιν διατιθέασιν οἱ αὐτῶν ἱμειρόμενοι ἄνθρωποι καὶ οἱ ταύτας τὰς πόλεις κατοικεῖν ἐθέλοντες. 938. Ζηνὶ δ ’ ἄ ρ ’ Ἀτλαντὶς Μαί η. φιλοσόφως δὲ πάνυ λέγεται ἡ τοῦ Ἄτλαντος Μαῖα τῷ Ζηνὶ συνελθοῦσα ἀποτεκεῖν τὸν Ἑρμῆν τὸν ἄγγελον τῶν θεῶν· ἡ γὰρ ἐν ἡμῖν λεκτικὴ δύναμις τὰ ἀπὸ τοῦ νοῦ προεξαλλόμενα δεχομένη νοήματα μαιεύει καὶ οἷον διαρθροῖ, ὄνομα ἐπ’ ὀνόματι συντιθεῖσα, καὶ τὸν προφορικὸν οὕτως ἀπογεννᾷ λόγον τῇ εἰσπνεύσει καὶ ἐκπνεύσει τοῦ ἀέρος καὶ τῇ συστολῇ καὶ πλήξει τῶν φωνητικῶν ὀργάνων, πνεύμονός τε καὶ τῆς τραχείας ἀρτηρίας καὶ ὀδόντων καὶ χειλέων καὶ γλώττης καὶ ὑπερῴας, ὅστις δὴ ὁ λόγος διὰ τὸ ἐξαγγέλλειν καὶ διερμηνεύειν τὰ τῆς ψυχῆς παθήματα, κήρυξ τῶν θεῶν λέγεται καὶ ἄγγελος. θεοὺς δὲ νῦν τὰ νοερὰ νοήματα ἐκληπτέον, Ζῆνα δὲ τὸν νοῦν, ὡς τὴν ζωὴν ἡμῶν κυβερνῶντα. |
| 359 [30] | 940. Καδμείη δ ’ ἄρα οἱ Σεμέλ η. ἡ Σεμέλη δὲ λέγεται συνελθοῦσα τῷ Διῒ γεννῆσαι τὸν πολυγηθέα Διόνυσον, παρόσον τῷ περὶ φυτεύσεως ἑαυτῆς νοήματι συνελθοῦσα ἡ ἄμπελος ἀπεγέννησε τὸν οἶνον· ἐπενοήσαντο γὰρ οἱ ἄνθρωποι φυτεῦσαι ἄμπελον καὶ πιόντες ἐκ τοῦ καρποῦ αὐτῆς εἰς πλατυσμὸν τὸ ἔργον προήνεγκαν. Σεμέλη δὲ ἡ ἄμπελος λέγεται, ὡς σειόμενα ὑπ’ ἀνέμων ἔχουσα τὰ μέλη· εὐκλόνητον γὰρ τὸ φυτόν· Καδμεία δέ, ὡς καταδαμαζομένη τῷ χειμῶνι καὶ ἔξω μένουσα, καὶ καταπαγετουμένη καὶ ψυχομένη· ἢ ὡς τῆς χρήσεως αὐτῆς σείεσθαι τὰ μέλη ἡμῶν ποιούσης, καὶ δαμαζούσης· τοιοῦτοι δὲ πάντως οἱ μεθύοντες. Διόνυσος δὲ πολυγηθὴς ὁ οἶνος εἴη ἄν, ὡς τὸν Δία, τουτέστι τὸν νοῦν, νύσσων· ἀνεγείρει γὰρ ὁ οἶνος ἀκαίρως πινόμενος τὸν νοῦν· ὅθεν καί τινες τὸν οἶνον παράγουσιν ἀπὸ τοῦ οἴειν, τουτέστι κακίζειν τὸν νοῦν· πολυγηθὴς δὲ ὁ οἶνός ἐστι διὰ τὰς συμβαινούσας ἐξ αὐτοῦ χαρμονάς. 942. ἀθάνατον θνητ ή · νῦν δ ’ ἀμφότερο ι. ἡ θνητὴ δὲ τὸν ἀθάνατον γεννᾷ, παρόσον ἡ ἅπαξ φυτευθεῖσα καὶ εὑρεθεῖσα (διὸ καὶ θνητή) τὸν πολύχρηστον ἀποτίκτει οἶνον (διὸ καὶ ἀθάνατον). νῦν δὲ διὰ τὸν οἶνον κἀκείνη ποθεινή ἐστι καὶ ἐράσμιος· ὅθεν καὶ ἀθάνατος λέγεται διὰ τοῦτο. 943. Ἀλκμήνη δ ’ ἄ ρ ’ ἔτικτ ε. ἀλλὰ καὶ ἡ Ἀλκμήνη τὸν Ἡρακλέα γεννᾷ φιλότητι Διὸς νεφεληγερέταο, εὐλόγως. ὁ γὰρ ἥλιος καὶ ἡ αὐτοῦ ἐνέργεια καὶ ζωοποιὸς θέρμη παρὰ τοῦ ἀλκίμου νοῦ γέγονε καὶ σοφῶς ἄρα ἐν τῇ τετάρτῳ τῶν σφαιρῶν ἐντέθειται, ἵνα μήτε φλέγῃ κατωτέρω ἐντεθεὶς μήτε ψῦχος ἐμποιῇ καὶ ἀθέρμαντον ἐᾷ τὸ περίγειον ἀνωτέρω ταχθείς· ἵνα δὲ καὶ τὸ πᾶν ἐκθερμαίνῃ καὶ φωτίζῃ, τὴν λοξὴν εἴληχε τοῦ ζωδιακοῦ πορείαν. 945. Ἀγλαΐην δ ’ Ἥφαιστο ς. τὴν Ἀγλαΐαν δὲ ὁ Ἥφαιστος ποιεῖται ἄκοιτιν, νεωτέραν τῶν Χαρίτων, παρόσον διαφόρους καλλωπισμοὺς τεχνιτῶν ἔργων ἐκ τοῦ διακονικοῦ τοῦδε πυρὸς συμβαίνει γίνεσθαι, ὡς δηλοῖ τὰ τῶν χαλκέων μηχανήματα καὶ τὰ τῶν χρυσοχόων εὑρήματα. |
| 360 [35] | 947. χρυσοκόμης δὲ Διώνυσο ς. τὴν δ’ Ἀριάδνην τὴν ξανθὴν ὁ χρυσοκόμης Διόνυσος ποιεῖται ἄκοιτιν, τὴν τοῦ Μίνωος θυγατέρα, διὰ τὸ τοὺς οἰνιζομένους ἀνθρώπους τῆς κόμης ἐπιμελεῖσθαι τῆς ἑαυτῶν καὶ ἀρὰς ἐντεῦθεν δινεῖν, ἤτοι κινεῖν βλάβας καὶ ταύταις ἐμμένειν· πολλοὶ γὰρ μεθύοντες οὐ μόνον τῶν τριχῶν ἐπιμελοῦνται καὶ ξανθίζουσι ταύτας, ἀλλὰ καὶ βλάπτοντες ἑαυτοὺς μυρίοις ὑποβάλλουσιν ἀτοπήμασιν ἢ ἀσελγήμασιν. ἀπαθανατίζειν δὲ ὁ Ζεὺς λέγεται τὴν Ἀριάδνην διὰ τὸ τὸ τοιοῦτον ἐννόημα δόξαι τοῖς πολλοῖς καλὸν τοῦ δέοντος ἀποπλανηθεῖσι, διὸ καὶ οἴνῳ χρώμενοι καὶ ἑαυτοὺς καλλωπίζοντες οὐκ ἴσασιν, ὅ τι ποιοῦσι διὰ τὴν ἄμετρον ἢ καὶ ἄκαιρον τοῦ οἴνου χρῆσιν. 950. Ἥβην δ ’ Ἀλκμήνη ς. εὐλόγως δὲ καὶ πάνυ σοφῶς ὁ Ἡρακλῆς λέγεται τὴν Ἥβην λαβεῖν εἰς γυναῖκα τελέσας τοὺς ἄθλους ἐκείνους τοὺς δώδεκα· τὰ γὰρ δώδεκα ζώδια περιπολεύσας ὁ ἥλιος, καὶ ἁπλῶς τὸν ἅπαντα ζωδιακὸν δι’ ἐνιαυτοῦ πληρώσας, ἔκ τοτε πάλιν, ὥσπερ ἐξ ἄλλης ἀρχῆς, ἡβάσκων ἡμῖν ἀνατέλλει ἐν ἔαρι, τὴν ἀθανασίαν καὶ ἀϊδιότητα, τῷ πάλιν καὶ πάλιν ἐν οὐρανῷ παραλλήλους γραμμὰς ποιεῖν κληρωσάμενος, διὸ καὶ ὄλβιος καὶ ἀπήμαντος ἐν οὐρανῷ ναίειν λέγοιτ’ ἄν. ἕκαστον δὲ τῶν τοῦ Ἡρακλέους ἄθλων εἰ παραβάλλει τις εὐφυῶς ταῖς ἐνεργείας τῶν λεγομένων ζωδίων, ἀληθέστατον εὑρήσει τὸ λεγόμενον. ὅτι δὲ καλῶς ἡμεῖς ἐξελαβόμεθα τὸν μὲν Ἄρην εἰς τὸν πόλεμον, τὸν δὲ Διόνυσον εἰς τὸν οἶνον, τὸν δὲ Ποσειδῶνα εἰς τὴν θάλασσαν, τὸν δ’ Ἥφαιστον εἰς τὸ πῦρ, καὶ ἄλλα ἄλλως, μαρτυρεῖ καὶ ἐν τῷ μικροτέρῳ κρατῆρι ὁ Ὀρφεύς, τάδε λέγων· Ἑρμῆς δ’ ἑρμηνεὺς τῶν πάντων ἄγγελός ἐστι, Νύμφαι ὕδωρ, πῦρ Ἥφαιστος, σῖτος Δημήτηρ, ἡ δὲ θάλασσα Ποσειδάων μέγας ἠδ’ Ἐνοσίχθων· καὶ πόλεμος μὲν Ἄρης, εἰρήνη δ’ ἔστ’ Ἀφροδίτη. |
| 361 [5] | οἶνος, τὸν φιλέουσι θεοὶ θνητοί τ’ ἄνθρωποι, ὅν τε βροτοῖς εὗρεν λυπῶν κηλήτορα πασῶν ταυρογενὴς Διόνυσος ἐϋφροσύνην πόρε θνητοῖς ἡδίστην, πάσῃσί τ’ ἐπ’ εἰλαπίνῃσι πάρεστι, καὶ Θέμις, ἥπερ ἅπασι θεμιστεύει τὰ δίκαια, Ἥλιος, ὃν καλέουσιν Ἀπόλλωνα κλυτότοξον, Φοῖβον ἑκηβελέτην, μάντιν πάντων ἑκάεργον, ἰητῆρα νόσων, Ἀσκληπιόν. ἓν τάδε πάντα. ὅτι δὲ καὶ ἐκ τῆς Μνημοσύνης αἱ Μοῦσαι γεννῶνται, καὶ ὅτι ὁ Ζεὺς καὶ αἰθὴρ λέγεται, ἄκουε τοῦ εἰρημένου Ὀρφέως· Ζεὺς δέ τε πάντων ἐστὶ θεός, πάντων τε κεραστής, πνεύμασι συρίζων, φωνῇσίν τ’ ἠερομίκτοις ἦ γὰρ οὐχὶ δῆλός ἐστι τὸν αἰθέρα καλῶν οὕτω; ταυτὸ καὶ ἁρμονίᾳ Μουσέων, ταῖς τ’ ὄργανα πάντα Μνημοσύνη πάντων πρῶτον πόρεν, οὔτ’ ἀνεφάνθη· ἀλλὰ χρόνος λήθῃ κατεχρήσατο καὶ κατέκρυψε. νῦν δὲ τέχναι τε λόγοι τε νόμοι θ’, ὅσα τ’ ἔργα τέτυκται, πάντα διὰ μνήμην διασώζεται ἀνθρώποισιν. ἔχεις ταύτας τὰς χρήσεις τῶν ὀνομάτων τῆς μεταλήψεως οὐκ ἐκ ποιητοῦ τοῦ τυχόντος, ἀλλ’ ἐκ σοφοῦ καὶ χρόνῳ προήκοντος, ὥστε μὴ τερατολογεῖν ἡμᾶς οἴου, ὦ τέκνον. 956. Ἠελίῳ δ ’ ἀκάμαντ ι. τῷ ἡλίῳ δὲ τῷ ἀκάμαντι συνελθοῦσα ἡ Περσηῒς ἡ Ὠκεανίνη τίκτει τὴν Κίρκην καὶ τὸν Αἰήτην, εὐλόγως. κιρνᾶται γὰρ καὶ μεταβάλλεται τὰ φυσικὰ ταῦτα καὶ ἀλλοιοῦται εἰς ἄλληλα τῇ τοῦ ἡλίου κινήσει. ποιητικὸν γὰρ αἴτιον τῆς κράσεως καὶ μεταβολῆς τῶν ἐξ Ὠκεανοῦ ἀναδιδομένων ἢ γινομένων ὁ οὐρανός ἐστι καὶ ὁ ἥλιος. εἴρηται δὲ ἡμῖν ἀνωτέρω, τίς ἐστιν ὁ Ὠκεανός, ὥστε Ὠκεανίνη Περσηῒς εἴη ἂν ἡ διαπεραίωσις τῶν ἀναθυμιάσεων καὶ ἀπάρτισις τῶν διαφόρων συστάσεων. μεταβάλλουσι γοῦν πάντα εἰς ἄλληλα τὰ φυσικῇ συνιστάμενα τάξει, καὶ μεταβάλλοντα τὴν ἑτέρου γένεσιν ἄλλου φθορὰν ἔχει· ἀλλὰ τοῦτο ἀεὶ γίνεται· οὐχ ἵσταται γὰρ οὐδέποτε ἡ μεταβολὴ ἐν τούτοις, κἂν ἴσως ἡμῖν ἀνεπαίσθητος δοκῇ ἐνίοτε. |
| 362 [30] | διὸ καὶ τὸν Αἰήτην γεννᾷ, τὴν ἀϊδιότητα τὴν ἐκ μεταβολῆς καὶ διαδοχῆς. 958. Αἰήτης δ ’ υἱὸ ς. ἀλλ’ οὗτος ὁ Αἰήτης ὁ υἱὸς τοῦ ἡλίου τῇ τοῦ Ὠκεανοῦ θυγατρὶ σύνεισι τῇ Ἰδυίᾳ οὕτω καλουμένῃ, καὶ τίκτει ἐξ αὐτῆς τὴν Μήδειαν, διὰ τὸ τὴν ἐκ μεταβολῆς ἀϊδιότητα τῶν φυσικῶν τούτων πραγμάτων, ἣν ὁ ἥλιος ἐργάζεται, ὡς εἴπομεν, ταῖς ἰδιότησι τῶν ἐξ αὐτῆς γινομένων καιρῶν συνιοῦσαν βουλεύεσθαι παρασκευάζειν ἡμᾶς· καὶ γὰρ ἡλίου μεταβαλόντος ἤδη πρὸς τόνδε τὸν τροπικὸν καὶ ἰδιότητα χειμῶνος ἢ θέρους ποιήσαντος, ἡμεῖς ἔκ τοτε φροντίζομεν ἢ περιβλημάτων ἢ τῶν πρὸς ἀροτρίωσιν ὀργάνων ἢ τῶν πρὸς θερισμόν, τρέφοντες ἔρωτα ἢ τῶν ἐκ γῆς ὡρίων ἢ ἁπλῶς τοῦ εἶναι καὶ ζῆν· τοῦτο γὰρ Ἀφροδίτην ἀκουστέον. 969. Δημήτηρ μὲν Πλοῦτο ν. γεννᾶν δὲ λέγεται ἡ Δημήτηρ τὸν Πλοῦτον Ἰασίῳ ἥρωϊ μιγεῖσα— νειῷ ἐνὶ τριπόλῳ Κρήτης ἐν πίονι δήμῳ, διὰ τὸ εὐκρατωθέντος τοῦδε τοῦ παντὸς ἄρξασθαι ἔκ τοτε τοὺς ἀνθρώπους τὴν γῆν ἐργάζεσθαι. Δημήτηρ δέ ἐστιν ἡ γῆ. ἀλλὰ ταύτῃ ὁ Ἰάσιος σύνεισιν, ἤγουν ὁ γεωργὸς ἀπὸ τοῦ ἱέναι τὰ σπέρματα κατ’ αὐτῆς, ἐξ ἧς γεωργίας ἐπιμελῶς γενομένης ὁ Πλοῦτος γεννᾶται. εὐλόγως δὲ καὶ ἐν Κρήτης πίονι δήμῳ, τουτέστιν ἐν εὐκράτῳ χωρίῳ. 975. Κάδμῳ δ ’ Ἁρμονί η. ἀλλὰ γὰρ τῷ Κάδμῳ ἡ Ἁρμονία συμμιγεῖσα ἡ τῆς Ἀφροδίτης ἀποτίκτει τήν τε Ἰνὼ καὶ τὴν Σεμέλην, καὶ τὴν Αὐτονόην, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης. ἔτι δὲ καὶ τὸν Πολύδωρον, εἰκότως· αἱ γὰρ μουσικαὶ συμφωνίαι ἐμμελῶς ἔχουσαι καὶ εὐρύθμως τοὺς καταδεδαμασμένους καὶ καταπεπτωκότας ὑπό τινος ἀνιαροῦ ἀνεγείρουσί τε καὶ εὐτόνους ποιοῦσι, καὶ ὑφ’ ἡδονῆς ἔνθους ἐργάζονται καὶ ὀρχουμένους καὶ σειομένους τὰ μέλη. |
| 363 [30] | καὶ οὕτως οἴκοθεν καὶ ἐξ ἑαυτῶν νοεῖν ἄριστα καὶ σοφώτατα καὶ πολλὰ δωρεῖσθαι παρασκευάζουσι· ῥᾳστώνην γάρ τινα ἐπαινουμένην πάσχουσιν οἱ ταῖς ἁρμονίαις ἁλισκόμενοι ταῖς συντόνοις καὶ ἀνδρικαῖς. 979. Κούρη δ ’ Ὠκεανοῖ ο. ἡ Καλλιρόη δέ, ἡ τοῦ Ὠκεανοῦ θυγάτηρ, τῷ Χρυσάορι Πηγάσῳ μιγεῖσα τὸν Γηρυόνην γεννᾷ, ὃν κτείνει ὁ Ἡρακλῆς καὶ ἐλαύνει τὰς βόας αὐτοῦ ἐν ἀμφιρρύτῳ Ἐρυθείῃ, παρόσον (ὡς καὶ ἀνωτέρω ἐλέγομεν πρὸ πολλοῦ) ὁ χειμὼν γίνεται ἐκ τῶν ἀναδιδομένων μὲν ἐκ θαλάσσης καὶ ἁπλῶς ἐξ ὑδάτων ἀναθυμιάσεων, ὑφ’ ἡλίου δὲ ἀναγομένων. Γηρυόνην γὰρ τὸν χειμῶνά φαμεν, ὡς γαρυόνην ὄντα τινὰ καὶ θορυβώδη, οὗ τὰς βοάς τε καὶ βροντὰς ἀπελαύνει μακρόθεν ὁ ἥλιος ἐλθών, αἵ τινες βρονταὶ τρέφονταί τε καὶ νέμονται ἐν καθύγροις τόποις· ἐκεῖθεν γὰρ ἡ αὐτῶν σύστασις, ὡς πολλάκις περὶ τούτων πλατύτερον εἴρηται ὑφ’ ἡμῶν. μέχρι μὲν τοῦδε προῆλθον ἡμῖν αἱ τῆς Ἡσιόδου Θεογονίας ἀλληγορίαι, καὶ τάχα τὸ εὔλογον ἀπέλαβον τέρμα· τὰ γὰρ ἑξῆς οὐκ ἂν ἀλληγοροῖτο δικαίως, ὅτι τε πλήρεις τούτων εἰσὶ συγγραφεῖς ἄνδρες καὶ ἱστορικοί, καὶ ὅτι γεγόνασιν ἀληθῶς, καθὼς μαρτυροῦσι βίβλοι σοφῶν, ὡς δῆλον ἀπὸ τῆς κατὰ Ἰάσονα ἱστορίας καὶ ἀπὸ τῆς κατὰ τὸν Μέμνονα τὸν Αἰγύπτιον, ἔτι δὲ καὶ ἀπὸ τῆς κατὰ τὸν Λαερτιάδην Ὀδυσσέα καὶ τὸν Ἀγχίσου Αἰνείαν. ἵνα δὲ μὴ ἐπικρώζῃ λακέρυζα κορώνη, γλῶσσα πονηρά τις καὶ λοίδορος, τὸν λόγον ἡμῶν ὡς ἀτερμάτιστον αἰτιωμένη, καὶ τοῦτο προσθετέον τὸ εἶδος τῆς ἀλληγορίας τοῖς εἰρημένοις, ὡς ἄνδρες τινὲς γυναιξὶ συνελθόντες, ῥυηφενῶν γονέων θυγατράσι καὶ βασιλέων, ἐμυθεύθησαν παρὰ τῆς Ἑλληνικῆς αὐτονομίας, ὡς θεαῖς συνῆλθον· καὶ ἐξ αὐτῶν ἀπέτεκον παῖδας τοὺς ἡμιθέους. |
| 364 [35] | Ἰάσων μὲν τῇ θυγατρὶ τοῦ κρατοῦντος τῆς Κολχίδος γῆς, Ἀγχίσης δέ τινι βασιλίδι παρθένῳ Ἴδης ἐν ὑπωρείαις τοῦ ὄρους συνὼν λάθρᾳ, σκότιον ἐξ αὐτῆς τὸν Αἰνείαν ἀπέτεκε· καὶ Ὀδυσσεὺς παραπλέων τὴν θάλασσαν ἐξ Ἰλίου τῇ Κίρκῃ συνῆλθε καὶ ἐγκύμονα παρεσκεύασε ταύτην· καὶ ἄλλος ἄλλῃ συνευνασθεὶς ἄλλον ἀπεγέννησε παῖδα. τὸ γὰρ θεὸς ὄνομα πολλαχῶς ἐστιν εὑρηκέναι παρὰ τοῖς ποιηταῖς καὶ μάλιστα παρ’ Ὁμήρῳ· πῆ μὲν γὰρ αὐτὰ τὰ στοιχεῖα θεοὺς καλεῖ, ὅταν Δία νεφεληγερέτην λέγῃ, καὶ γαιήοχον Ποσειδῶνα καὶ χρυσόθρονον Ἥραν· πῆ δὲ τὰς ψυχικὰς δυνάμεις καὶ τὰ πάθη, ὅταν λέγῃ Διὶ μῆτιν ἀτάλαντον. καὶ ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη. καὶ τῷ δ’ αὖτε παρμέμβλωκε φιλομειδὴς Ἀφροδίτη. καὶ πάλιν· ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη. ποτὲ δὲ τοὺς βασιλεῖς θεοὺς ὀνομάζει, ὅταν λέγῃ· τὸν δ’ ἠμείβετ’ ἔπειθ’ Ἑλένη Διὸς ἐκγεγαυῖα. καὶ —τὸν ὑπ’ Ἀγχίσῃ τέκε δῖ’ Ἀφροδίτη Ἴδης ἐν κνήμῃσι, θεὰ βροτῷ εὐνηθεῖσα. ἄλλοτε δὲ τοὺς σοφούς, ὅταν λέγῃ· ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνα. καὶ πάλιν τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης. ἐνίοτε δὲ καὶ τὴν πρόνοιαν θεὸν ὀνομάζει καὶ τὴν εἱμαρμένην καὶ τοὺς ἀστέρας, ὡς ὅταν φησὶν ὁ Ἕλενος· ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων. καὶ πάλιν· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ. — καὶ πολλὰς ἂν εὕροις τὰς χρήσεις οὐ παρ’ Ὁμήρῳ μόνον, ἀλλὰ καὶ παρ’ Ἡσιόδῳ ἐνταῦθα καὶ παρ’ Ὀρφεῖ καὶ Προναπίδῃ τῷ Ὁμήρου καθηγητῇ. |
| 365 [25] | ἀλλὰ γὰρ ἔχεις, ὦ τέκνον Ἰωάννη, τὰς εἰς τὴν θεογονίαν τοῦ Ἡσιόδου ἀλληγορίας κατὰ τὸ ἡμῖν ἐφικτόν. ἔχεις ἄρα τὸ ζητηθέν σοι, κἂν οὐ κατ’ ἐλπίδας τὰς σάς, ὦ Μούσης τῆς Ἀττικῆς θρέμμα καὶ μαίευμα, Μούσης πάσας ἐν ἑαυτῇ περιεχούσης τὰς Μούσας, ὡς ὑπὲρ πᾶσαν Μοῦσαν εὐμούσως ἀνακρουσθείσης καὶ ἁρμονικοῖς λόγοις ἐμμελῶς ἁρμοσθείσης, Μούσης Ἀθήνηθεν μὲν ὁρμωμένης, ἐν τῇ Βύζαντος δὲ κρουομένης τῷ πνεύματι, καὶ πέρα φωνούσης Θούλης τῆς Ὠκεανίτιδος. ἐξάκουστος γὰρ ὁ ἦχος ταύτης τῆς Μούσης τοῖς τοῦ παντὸς γέγονε μέρεσιν, ἐγκόσμιον πάντως ἠχούσης τὴν μελῳδίαν, εἰ δὲ βούλει καὶ ὑπερκόσμιον. τί μοι πρὸς ταύτην τὴν ἱερὰν ἁρμονίαν καὶ ὑψηλόφθογγον μελῳδίαν ἢ Τυρσηνικὴ σάλπιγξ ἢ κώδωνος χαλκοστόμου ἦχος ὁ θρυλλούμενος; τί δὲ λύρα Ὀρφέως, τί δὲ Τιμοθέου μουσουργία ἡ ἔντεχνος; ἐγὼ ταύτην τὴν Ἀττικὴν Μοῦσαν Ἑλικῶνα καλῶ, ὅτι πάσας ἐν ἑαυτῇ τὰς Μουσικὰς ὑφίστησι συμφωνίας, τὰς μέν τινας βίου ῥυθμίσει, τὰς δέ τινας λόγου παιδαγωγίᾳ, τὰς δ’ αὖ ψυχῆς εὐκοσμίᾳ. ἀλλ’ εἴη, Χριστὲ βασιλεῦ, ἔτι καὶ ἔτι παρὰ τῆς σῆς βιαίας πνοῆς ἐμπνέεσθαι τοῦτο τὸ ὄργανον, καὶ ταῖς παντοκρατορικαῖς σου χερσὶ καὶ ἐπιστημονικαῖς εὐτόνως εἰς τὸν ἑξῆς ἀνακρούεσθαι χρόνον, καὶ ἐμμελῶς ἐναρμόζεσθαι τὴν παγκόσμιον ἁρμονίαν· οὕτω γὰρ ἂν ἡ τοῦ καθ’ ἡμᾶς βίου διατηροῖτο κατάστασις. |