Οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν λέγοντα αὐτὸν πολύτροπον. οὔκουν τὸν Ἀγαμέμνονα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιηκέναι, ἀλλʼ ἁπλοῦς καὶ γεννάδας, οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ παλίμβολον τὸ ἦθος, ἀλλʼ ἁπλῶς τῷ Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλλοις ἅπασι καὶ εἰς τὸ στρατόπεδον, εἴ τι ἀγαθὸν εἶχε, συμβουλεύοντα καὶ οὐκ ἀποκρυπτόμενον. καὶ τοσοῦτον ἀπεῖχε τοῦ τὸν τοιοῦτον τρόπον ἀποδέχεσθαι ὁ Ἀχιλλεύς, ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον, ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσὶν ἄλλο δὲ εἴπῃ.
λύων οὖν ὁ Ἀντισθένης φησί· τί οὖν; ἆρά γε πονηρὸς ὁ Ὀδυσσεύς, ὅτι πολύτροπος ἐρρέθη, καὶ μὴ, διότι σοφός, οὕτως αὐτὸν προείρηκε; μήποτε οὖν τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν· εὔτροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον, τρόποι δὲ λόγων αἱ ποιαὶ πλάσεις· καὶ χρῆται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος·
ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν. εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ αὐτὸ νόημα κατὰ πολλοὺς τρόπους λέγειν· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀνθρώποις ὁμιλεῖν ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα πολύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συνεῖναι. οὕτω καὶ Πυθαγόρας λέγεται πρὸς παῖδας ἀξιωθεὶς ποιήσασθαι λόγους διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικοὺς καὶ πρὸς γυναῖκας γυναιξὶν ἁρμοδίους καὶ πρὸς ἄρχοντας ἀρχοντικοὺς καὶ πρὸς ἐφήβους ἐφηβικούς· τὸν γὰρ ἑκάστοις πρόσφορον τρόπον τῆς σοφίας ἐξευρίσκειν, ἀμαθίας δὲ εἶναι τὸ πρὸς τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτο καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυίας τῆς θεραπείας τὸ πολύτροπον διὰ τὴν τῶν θεραπευομένων ποικίλην σύστασιν.
... τρόπος μὲν οὖν τὸ παλίμβολον τὸ τοῦ ἤθους, τὸ πολυμετάβολον καὶ ἄστατον. λόγου δὲ πολυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπίᾳ γίνεται· ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον. διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον. τὸ δʼ αὖ μονοειδὲς ἀνάρμοστον ὂν πρὸς ἀκοὰς διαφόρους πολύτροπον ποιεῖ τὸν ἄλλως ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπόβλητον λόγον.
διὰ τί προσέθηκεν Ὅμηρος καὶ νόον ἔγνω; εἰσὶ γάρ τινες μωροὶ πολλὰς πόλεις καὶ χώρας ἰδόντες, ἀλλʼ οὐχὶ γνῶσιν λαμβάνουσιν· διὰ γοῦν τοῦτο καλῶς προστέθεικε νόον ἔγνω.
διὰ τί, μιᾶς ὑφʼ Ἡλίου νεὼς ἀπολωλυίας, ἕνδεκα δὲ παρὰ Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη· οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον, αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ, ὡς δὴ ἁπάντων ὑφʼ Ἡλίου ἀπολωλότων; φαμὲν οὖν ὅτι ἑταῖροι ἦσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμπλέοντες αὐτῷ ἐν τῇ αὐτῇ νηί· καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ νηὶ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν κοινὴ ναῦς κοινὴ σωτηρία, ἀλλʼ οὐκέτι κοιναὶ νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν
πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρωνἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηὶ δηλοῖ, ὧν καὶ μάλιστα ὡς ἀεὶ σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο· ἐπεὶ τοῦ μόνον εἰς οἶκον ἀνακομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος, τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν ἄν τις λέγοι, τοῦ τοὺς Τρῶας ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχανησάμενον, καίτοι τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως Νεοπτολέμου Αἴαντος καὶ τῶν λοιπῶν ἀριστέων—ὁ γὰρ τὴν πρᾶξιν τελειώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται—, οὕτως κἀνταῦθα, αἰτίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου, δικαίως εἶπεν αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
οὐκ ἀνακόλουθον δὲ τὸ, εἰδότα τὸν ποιητὴν ὅτι ἡ ἀτασθαλία αὐτοῖς αἰτία τοῦ θανάτου, ἔπειτα, οὐ πάντων διʼ ἀβουλίαν ἀπολωλότων, ἀλλὰ τῶν μὲν διὰ δυστυχίαν, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες ἢ εἰς τὸν Κύκλωπα ἢ εἰς τοὺς Λαιστρυγόνας ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ διʼ ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν Ἥλιον ἑκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν Ὀδυσσέα σαφῶς φάναι ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπούδασεν, ὑπὲρ τῶν μὴ ἔξωθεν αἰτίας ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἂν, εἰ μὴ ἄφρονες ἦσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώζει ἐκ παντὸς τοῦ παρʼ ἑαυτὸν ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταίρους ἐκ τοῦ παρʼ ἑαυτοὺς θανάτου δύναται μόνου σοφὸς ῥύεσθαι, εἰ τὸ παρʼ ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν. ἀθανάτους δὲ οὔτε σοφία ποιῆσαι ἐπαγγέλλεται οὔθʼ ὁ σοφὸς ἐκ παντὸς σώσειεν ἂν θανάτου, ἀλλʼ ἐκ μόνου, εἰ ἄρα, τοῦ παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ οὐδὲ τοῦ πεῖσαι ἐκ παντὸς κύριος ὁ σοφός.
πολλὰ ὁ μὲν ἔπαθεν ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων, ἐν τοῖς παρʼ ἑαυτὸν σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλʼ οὐκ ἐν τοῖς μὴ παρʼ ἡμᾶς ἀποβαινόντων· καὶ ὁμοίως ἐν τοῖς παρʼ ἡμᾶς αὐτὸς μὲν ἔσωσεν ἂν ἀρετῇ πειθομένους τοὺς δυνηθέντας ἂν μὴ διὰ τύχην ἔξωθέν τινα καθʼ εἱμαρμένην ἀποθανεῖν, ἐκ δὲ τῆς παρʼ αὐτῶν αἰτίας καίπερ πολλὰ προθυμηθεὶς οὐκ ἔσωσεν.
αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο. οὗτοι ἦσαν εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τὴν τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὧν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρʼ ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμήν, ὧν κρατεῖν οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύχην οὔτʼ ἐφʼ ἑαυτοῦ οὔτʼ ἐπʼ ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφʼ ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων, καὶ περιγενόμενος ἐφʼ ἑαυτοῦ ἀποτακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ ἐκ φρονήσεως ἔχωσιν ἕξιν.
ἀκουστέον οὖν τὸ
πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρωνἐν τοῖς δυνατοῖς καὶ παρʼ ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλʼ οὐ μέντοι τοῖς μὴ παρʼ ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφʼ ἡμῖν μόνων ῥεκτικὸς ὁ σπουδαῖος, καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτιῶν θανάτου φυλακτικός, ἀλλʼ οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίαν ἀποβαινόντων· οὔτε γὰρ ἁπαξαπλῶς τὰ ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφʼ ἡμῖν πάντων κύριον, ἀλλʼ ὧν μὲν τὸ ἐφʼ ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν θανάτων οἱ μὲν διʼ ἔξωθεν γίνονται αἰτίας, οἱ δὲ διʼ ἡμετέρας ἁμαρτίας καὶ ἐκ τῆς ἡμετέρας ἀνοίας ἤρτηνται, ὡς οἵ γε πλεῖστοι τῶν διὰ κακίαν εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἀπαγομένων, ἠρτημένοι δὲ ἀπʼ αἰτίας τῆς ἐκ τῶν ἑκουσίων ἁμαρτημάτων.
τὸ ἀσκελές σημαίνει τὸ ἄγαν σκληρόν. σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκελετὸς ὁ κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς κατὰ στέρησιν μετὰ ἠπιότητος, ὁ διὰ τῆς ἰατρικῆς μὴ ἐῶν σκέλλεσθαι. ἐνίοτε δὲ ἀσκελές τὸ ἐπὶ πᾶσι σημαίνει. καὶ Σοφοκλῆς σίδηρον ὀπτὸν ἐκ τοῦ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδιαλείπτως κατὰ μετάληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον.
ἀσκελές τὸ ἄγαν σκληρόν. σκέλλειν γὰρ τὸ σκληροποιεῖν, ἐξ οὗ τὸ κατεσκληκέναι τὴν σάρκα. οἱ δὲ τὸ ἀσκελές ἀντὶ τοῦ ἀδιαλείπτως κατὰ μετάληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον ἀπόρευτον. καὶ ἡ ὀργὴ ἀμετακίνητος.
προφασίζεται νόσφιν εἶναι τὴν ναῦν, πρὸς τὸ μὴ καὶ τοὺς ἑταίρους ἐθέλειν ξενίσαι, τὸν δὲ πλοῦν μακρόν τε καὶ ἀναγκαῖον εἶναι, πρὸς τὸ μὴ κατασχεθῆναι παρʼ αὐτοῦ.
εἰ μηδεὶς τῶν γεννωμένων δύναται γνῶναι τὸν πατέρα, πόθεν ἡ γνῶσις τοῖς παισὶ τοῦ πατρός; τὸ γὰρ μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα λόγον μὲν ἔχει ἐπὶ τοῦ Τηλεμάχου· ὅτε γὰρ ὁ πατὴρ ἀπεδήμει, παῖς ἦν ἐπὶ μαζῷ· διὸ μόνου τοῦ ὀνόματος παρὰ τῆς μητρὸς γίνεται ἀκροατής, ἀκούων ὅτι τοῦ Ὀδυσσέως ἐστὶ παῖς. εἰ δὲ καθόλου τὸ οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω, πόθεν ἡ γνῶσις; ἔδει γὰρ φάναι· ἐγὼ γὰρ οὐκ εἶδον τὸν γεγεννηκότα, ἀλλὰ μὴ καθόλου ποιεῖσθαι τὴν ἀπόφασιν, ὡς μηδενὸς εἰδότος τὸν ἑαυτοῦ πατέρα. ὀρθῶς οὖν ὁ Σέλευκος εἴρηκεν, ὅτι δεῖ προσλαβεῖν τὸ εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι. κἂν γὰρ ἀπῇ ἢ τεθνήκῃ, ἅμα τῷ γενέσθαι τὸν παῖδα ἡ μήτηρ διδάσκει τοῦ πατρὸς τοὔνομα, κἂν περιῇ καὶ παρῇ, ἡ μήτηρ δείκνυσιν, ὅτι τούτου ἐστὶ παῖς· ὥστε τὸ οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω προσλαβόντας δεῖ τὸ εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι δοκιμάζειν, εἰ μὴ ὀρθῶς εἴρηται.
ἀλλὰ καὶ οὕτως ζητοῦσι, τίς ὁ νοῦς, τοῦ μὲν ξένου ἐρωτήσαντος·
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάις εἶς Ὀδυσῆος·αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας κείνῳ, τοῦ δὲ ἀποκρινομένου· τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω· μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. τίς γὰρ ἡ διάνοια τοῦ λέγοντος· οὐδεὶς τὸν πατέρα ἀνεγνώρισεν; οὐ γὰρ αὕτη ἡ ἀκολουθία, ὅτι μὴ περὶ παρόντος ἐστὶν ὁ λόγος, εἰ γνωρίζει τοῦτον, ἀλλὰ περὶ ἀπόντος, περὶ οὗ οὐκ, εἰ μὴ γνωρίζει ἐχρῆν λέγειν, ἀλλʼ εἰ μὴ πεπίστευκεν; ὁ γὰρ λόγος· εἰπέ μοι, εἰ τοῦ Ὀδυσσέως εἶ παῖς· ὁ δέ φησιν· οὐκ οἶδα· παρὰ γὰρ τῆς μητρὸς ἀκήκοα—Ὀδυσσέως γὰρ εἶναι φησὶ, τοῦ ἀνδρός—· οὐ γὰρ αὐτὸς ἑώρακα. πρὸς δὲ τὸ παρὰ μητρὸς ἤκουσα οὐκ ἔχει λόγον τὸ οὐ γάρ τις διʼ ἑαυτοῦ τὸν πατέρα ἐγνώρισεν. ἔσται οὖν τὸ ἀνέγνω ὡς πρὸς τὴν ἀκοήν, ἐπίστευσε. κἂν οὕτω λαμβάνηται, ἔσται ὁ λόγος· ἡ μήτηρ μὲν ἔφη ἐκείνου εἶναι, ἐγὼ δʼ οὐκ οἶδα· οὐ γάρ τις περὶ τοῦ ἑαυτοῦ πατρὸς τὴν πίστιν ἔσχεν. ἐνθάδε δεῖ πάλιν ἀκοῦσαι· εἰ μὴ παρὰ μητρὸς πύθοιτο καὶ σεβαστικῶς δὲ ἐκδέξαιτο τὸν λόγον· οὐδεὶς γὰρ τὸν πατέρα αὑτοῦ ἀνεζήτησε καὶ ἀνηρεύνησεν, ὄντως εἰ εἴη ὁ λεγόμενος, λεγούσῃ δὲ τῇ μητρὶ πᾶς πεπίστευκεν ἄνευ ζητήσεως διὰ τὸ σέβας τὸ πρὸς τοὺς τεκόντας.
..... τινὲς δὲ ταῦτα τὸν Τηλέμαχόν φασι λέγειν, ἐπεὶ μικρὸς καταλέλειπται. καὶ τὸ οὐκ οἶδα οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλʼ αὐτὸν τὸν Ὀδυσσέα φησὶν ἀγνοεῖν οὐχ ἑωρακώς· οὐδὲ γὰρ ἂν δύναιτό τις τοὺς γονέας ἐξ ἑαυτοῦ γνῶναι.
καὶ μεταφέρων—ἑταίρους, διὸ ἐπιζητεῖ κτλ.,
ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, φίλοι δὲ οἱ οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες. ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες. ἑταίρους δὲ λέγει καὶ τοὺς συνδιαίτας καὶ ἐρίηρας ἑταίρους τοὺς διὰ χρείαν φίλους. καὶ συνευωχητὴς μὲν καθὸ λέγει· τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοήν. καὶ διακρίνων λέγει· ἢ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσίν· οὐκ ἂν, φησὶν, ἐλυπήθην, εἰ ἐν τῇ Τροίᾳ ἀπέθανεν μετὰ τῶν ἑταίρων αὐτοῦ πολεμῶν ἢ εἰ κατεργασάμενος τὸν πόλεμον ἐν χερσὶ τῶν οἰκείων ἐτελεύτησεν.
τὰ ἔπη ταῦτα ὅντινα ἔχει λόγον ἐζητοῦμεν·
εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσισταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τοῖος ἐὼν, οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, εἶτα μετʼ ὀλίγον·
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς,καὶ στῇ ἐν τοῖς μνηστῆρσι τερπόμενος, ἅπαντας ὠκυμόρους γενέσθαι. πῶς γὰρ ἂν ἦν φοβερὸς ὁ εἰς ποτὰ καὶ τέρψιν δείπνων τρέψας τὴν διάνοιαν; πῶς δὲ οὐκ ἄτοπον τῷ Μέντῃ μὲν ὡμοιωμένην τὴν Ἀθηνᾶν τῷ Ἀγχιάλου παιδὶ λεληθότως ἀσεβείας κατηγορεῖν τοῦ πατρός; εἰ γὰρ ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον φάρμακον οὐκ ἔδωκεν, ὁ δοὺς Ἀγχίαλος ὁμολογουμένως ἂν εἴη ἀσεβής.
τὸ μὲν πρῶτον ζήτημα οὕτως ἂν λυθείη· εὔχεται γὰρ αὐτὸν ἰδεῖν ἐν τοῖς μνηστῆρσιν ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τῇ ἡλικίᾳ καὶ τῇ τοῦ σώματος ῥώμῃ τοῖον ἐόντα, οἷον τὰ πρῶτα ἐνόησα παρὰ τῷ Ἀγχιάλῳ ξενιζόμενον. τὸ δὲ λέγειν πίνοντά τε τερπόμενόν τε οὐ τῆς εὐχῆς ἐστι μέρος, τῆς δὲ πρὸς Ὀδυσσέα ξενίας πατρικῆς ὑπόμνησις. ἐπεὶ γὰρ ὡμοίωται Μέντῃ καὶ ἠρώτηται ὑπὸ Τηλεμάχου· ἠὲ νέον μεθέπεις ἢ καὶ πατρώιός ἐσσι ξένος; καθόλου δὴ λέγει· ξεῖνοι δʼ ἀλλήλοις πατρώιοι εὐχόμεθʼ εἶναι, κατὰ μέρος δὲ ἐξηγεῖται, ὅτι ἐν οἴκῳ ἡμετέρῳ πολλάκις αὐτὸν εἶδον πίνοντά τε τερπόμενόν τε. τὸ οὖν τοῖος ἐὼν, οἷόν μιν τὰ πρῶτʼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ οὐκ ἔχει ἀναφορὰν πρὸς τὸ πίνοντά τε τερπόμενόν τε, ἀλλὰ πρὸς τὸ τῆς ἡλικίας ῥωμαλέον, οἷος ὤφθη ἐλθὼν τότε. καὶ ἔστι τὸ ἑξῆς· εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεὺς, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, πάντες κʼ ὠκύμοροι γενοίατο πικρόγαμοί τε. ἐνθάδε μὲν οὖν τοιούτου ὀφθησομένου χρεία, ἐγὼ δὲ οἴκῳ τῷ ἡμετέρῳ ἐνόησα πίνοντά τε τερπόμενόν τε.
νῦν δὲ σκοπήσωμέν πως καὶ τὸ δεύτερον, τὸ τοῦ παρʼ Ἴλου Μερμερίδαο. καί φαμεν οὑτωσὶ λύοντες, ὅτι ἀμφότεροι εἶχον τὸ θανάσιμον φάρμακον, ὅ τε Ἶλος καὶ ὁ Ἀγχίαλος, καὶ εἰ ἦν ἀσεβὲς τὸ διδόναι, καὶ ἀσεβὲς ἦν καὶ τὸ κεκτῆσθαι, ἢ οὐδʼ ἀσεβὲς τὸ διδόναι. ἀλλʼ ὁ μὲν Ἶλος οὐκ ἔδωκε τοὺς θεοὺς φάμενος εὐλαβεῖσθαι, ὁ δὲ Ἀγχίαλος δέδωκεν οὐδὲ εὐλαβηθεὶς πρὸς τὴν δόσιν, ὅτι οὐδὲ τὴν κτῆσιν. οὔτʼ οὖν αὐτὸς οὔτε ὁ Ἶλος τοὺς θεοὺς εὐλαβήθησαν; ἀλλʼ ὁ μὲν εἰς τὰς ἑαυτοῦ ἀνάγκας οὐκ ᾤετο εἰ ἐκέκτητο ἀσεβεῖν, τὸ δὲ ἄλλοις διδόναι πλημμέλειαν ἔχειν, ὁ δʼ Ἀγχίαλος τὸ δοῦναι Ὀδυσσεῖ φίλῳ ὄντι, ὃν ἴσον ἑαυτῷ τιμᾶν τις ἐχρῆν, οὐκ ᾤετο πλημμελὲς εἶναι. ὧν γὰρ ἡ κτῆσις οὐκ ἄδικος, οὐδὲ ἡ τούτων μετάδοσις πλημμελής, εἰ φίλοι εἶεν οἱ λαμβάνοντες, καὶ ὧν ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβὴς, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. διὸ τῷ μὲν Ἴλῳ οὐ μεταδόντι ἀπολογία, ὅτι μὴ ἄγαν αὐτὸν εἶχε φίλον, τῷ δʼ Ἀγχιάλῳ μεταδιδόντι οὐδεμία ἀσέβεια· φιλέεσκε γὰρ τὸν Ὀδυσσέα αἰνῶς.
διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμοῦντας, ἀλλʼ οἱ πολλοὶ τῶν τοξευομένων διασώζονται, καὶ τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ὥσπερ Διομήδης μὲν καὶ τὸν ὦμον καὶ τὸν πόδα βληθείς, Εὐρύπυλος δὲ τὸν μηρόν, Γλαῦκος δὲ τὴν χεῖρα; καὶ διὰ τί ἐν μὲν τῇ Ἰλιάδι οὐδʼ ὅλως τόξῳ χρώμενον ποιεῖ τὸν Ὀδυσσέα, ἀλλʼ ὅτε ἐπὶ τὴν κατασκοπὴν ἐξορμᾷ σὺν Διομήδει, Μηριόνης δʼ Ὀδυσῆι δίδου βιὸν ἠδὲ φαρέτρην, ὡς ἂν μηδὲ τόξον ἔχοντι οἰκεῖον; ἐν μέντοι τῇ Ὀδυσσείᾳ φάρμακον ἀνδροφόνον διζήμενον ἀπελθεῖν πρὸ τοῦ ἀπόπλου τοῦ εἰς τὴν Ἴλιον αὐτόν φησιν, ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι, καὶ τυχεῖν γε τούτου παρὰ Ἀγχιάλου· ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός, καὶ τόξοις χρώμενον ποιεῖ ἐν τῷ ἀπόπλῳ· λέγει γάρ· αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
εἱλόμεθʼ ἐκ νηῶν, αὐτός τε παρὰ τοῖς Φαίαξιν ὑπάρχων αὐχεῖ ἐφʼ ἑαυτῷ λέγων·
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι,
πρῶτός κʼ ἄνδρα βάλοιμι καὶ τὰ ἑξῆς. ῥητέον οὖν, ὅτι ταῦτα πάντα πρὸς κατασκευὴν τοῦ μεγίστου ἀγῶνος τῆς μνηστηροφονίας· αὐτὸς μὲν γυμναζόμενος ἐν τῇ ἐπανόδῳ, ἵνα φανῇ τηρήσας τὴν ἰδίαν ἕξιν, αὐχῶν δὲ πάντων προφερέστατος εἶναι τῶν ἀνθρώπων, ἵνα μὴ ἐξαίφνης οἰηθῶμεν τοξότην αὐτὸν ἄριστον ἐν τῇ μνηστηροφονίᾳ γενέσθαι. ἀπιθάνου δὲ ὄντος πάντας τοὺς τιτρωσκομένους εἰς ὁτιδηποτοῦν μέρος τοῦ σώματος παραχρῆμα διαφθείρεσθαι, πεφαρμακευμένους προκατασκευάζει τοὺς ὀιστούς, ἵνα τοῦτο συμβαίνῃ λέγειν αὐτῷ· βάλλε τιτυσκόμενος, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. ὅταν οὖν τὰ βέλη πικρά τε καὶ πευκεδανὰ λέγῃ καὶ ἐχεπευκῆ, ἐν τῇ Ἰλιάδι κοινῶς, οὐ πάντως διὰ τὸ φαρμάκῳ κεχρῖσθαι ἀκουστέον — οὐδαμοῦ γὰρ τοῦτο ἐν τῷ Ἰλιακῷ πολέμῳ ἐπεσημήνατο —, διὰ δὲ τὸ τὰς ἐξ αὐτῶν πληγὰς ἐπωδύνους εἶναι, καθὰ καὶ τὸν πόλεμον πευκεδανὸν ἔφη καταχρηστικῶς, ἐπώδυνον βουλόμενος ἐμφανίσαι· ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο.
πῶς ἐν μὲν τῇ Ἰλιάδι οὔτε τοὺς ἥρωάς φησι χριστοῖς χρῆσθαι βέλεσι· τῶν γὰρ τοξευθέντων πολλοὶ σώζονται· οὔτε τὸν Ὀδυσσέα τόξῳ χρῆσθαί φησιν; ἀμέλει ἐν τῇ Δολωνείᾳ παρὰ Μηριόνου κίχραται τόξον, καὶ πάλιν· τὸ δʼ οὔποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο. ἐν δὲ τῇ Ὀδυσσείᾳ καὶ περὶ τῶν χριστῶν ἰῶν φησι, καὶ αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθʼ ἐκ νηῶν, καὶ εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι. δῆλον οὖν ὅτι προκατασκευάσματα τῆς μνηστηροκτονίας εἰσὶ καὶ τοῦ λέγειν ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί, τόφρʼ ὅγε μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
βάλλε τιτυσκόμενος, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον· ἦν γὰρ τὸ βέλος οὐ μόνον διὰ τοῦ σιδήρου, ἀλλὰ καὶ διὰ τοῦ φαρμάκου ἀναιροῦν, ὅθεν οὐδὲ δέονται δευτέρας πληγῆς.
οὐκ ἀποδέχονταί τινες τῆς Ἀθηνᾶς τὴν ὑποθήκην ἐκπεμπούσης Τηλέμαχον, ὅτε ἦν ἐν μεγίστοις κινδύνοις ἡ οἰκία, πρὸς τὴν ἄπρακτον ζήτησιν τοῦ πατρός, τῶν μνηστήρων ἑτοίμων ὄντων καὶ βίαν προσφέρειν τῇ Πηνελόπῃ διὰ τὴν πολυχρόνιον μνηστείαν, τῆς δὲ οἰκίας οὐκ ἐχούσης τὸν προϊστάμενον ἄνδρα. καὶ ὅμως ὑπαιτίου οὔσης τῆς συμβουλῆς οὐκ ὀκνεῖ ἡ Ἀθηνᾶ λέγειν·
σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι,ἐπαινοῦσα ὡς σοφὴν τὴν τοιαύτην παραίνεσιν. ἢ οὖν δεικτέον τὸ σοφὸν τῆς εἰς ἀποδημίαν ἀποστολῆς, ἢ ἀλόγου οὔσης ὑποθήκης ἄτοπος ὁ τοιαῦτα θεοῖς ἀνατιθεὶς νοήματα.
φαίνεται τοίνυν Ὅμηρος ἀδύνατον νομίσαι ἄνδρα ὑπὸ γυναικὶ τεθραμμένον, εἰ καὶ σωφρονεστάτη εἴη, καὶ ἐν οἴκῳ κατακεκλειμένον πλήθει ὑβριστῶν ἀνθρώπων ἐν θεραπαίναις τε ἀσελγέσιν ἐναυξόμενον καὶ νήσῳ μικροπρεπεῖ καὶ ἀβασιλεύτῳ πολὺν χρόνον, κινδύνων τε ξενικῶν μὴ εἰληφότα πεῖραν, μηδὲ μετασχόντα ἀηδιῶν καὶ ἀγωνιάσαντα ἐν ὅσαις ἀδημονίαις γέγονε Τηλέμαχος προσιέναι μέλλων Νέστορι καὶ Μενελάῳ καὶ Ἑλένῃ· φαίνεται οὖν μή τοι ἂν δυνηθῆναι νομίσαι ἀρετῆς ἄλλως τί πως μετασχεῖν. διὸ πρόφασιν μὲν ἔχει ἡ ἀποδημία περὶ ἐξετάσεως τοῦ πατρός, σκοπὸς δέ ἐστι τῇ συμβουλευούσῃ Ἀθηνᾷ παίδευσις, ἀφʼ ἧς ἤμελλεν ἔσεσθαι, ὃ προὔθετο μάλιστα ἡ θεός. καὶ ἐρεῖ·
πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.εἰ μὲν οὖν ἡ πρόφασις ἐξέτασιν εἶχε πατρὸς ἐπανόδου, σκοπὸς δʼ ἦν ταύτης παίδευσις, ἀφʼ ἧς τὸ κλέος ἐν ἀνθρώποισι γίνεται, εἴη ἂν θεία ἡ παραίνεσις καὶ τῇ Ἀθηνᾷ πρέπουσα. μένων δʼ ἐν Ἰθάκῃ ἀπαίδευτος ἢ τῶν μνηστήρων εἴχετο καὶ προὔδωκεν ἂν τὸν οἶκον, ἢ ἐπιτιθέμενος αὐτὸς ἀπώλετο ἄν, μόλις τοῦ Ὀδυσσέως διʼ ὑπερβολὴν φρονήσεως καὶ ἐμπειρίας δυνηθέντος αὐτοῖς δολίως ἐπιθέσθαι, ἄξιός τε οὐκ ἂν τοῦ πατρὸς ἐγένετο, μή τοι γε παρὰ τῶν συστρατευσάντων πυθόμενος περὶ τῶν ἐκείνου πράξεων. διὸ καὶ συνεῖναι αὐτῷ ἐλθόντι καὶ φανερῶς συμβουλεύεσθαι κωλυόμενος πεπαίδευται ἤδη, καὶ οἶδε πῶς προσενεχθῇ τῷ πατρὶ ἀφʼ ὧν ἀκήκοε περὶ αὐτοῦ διηγημάτων.
τόν τε περὶ τῆς μητρὸς φόβον καὶ ὅλως τὸν περὶ τοῦ οἴκου τὸ μέν τι ἡ Πηνελόπη ἐξέλυσεν, ἱκανὴ οὖσα περιγενέσθαι τῷ φρονήματι τῆς τῶν μνηστήρων ἀνοίας, τὸ δέ τι καὶ ἡ Ἀθηνᾶ ἠσφάλισται, τὸν δῆμον ἐπαναστῆσαι συμβουλεύσασα κατὰ τῶν μνηστήρων διᾶ τῆς κατὰ τὴν ἐκκλησίαν ὧν δρῶσιν εἰς τὴν οἰκίαν μηνύσεως. … ἐξ οὗ, ὁ γὰρ Αἰγύπτιός φησιν, Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσίν, οὐδέποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὐδὲ θόωκος, ὥστε πῶς ἂν ἔλαβέ τις τὸ μέγεθος τῆς τῶν μνηστήρων ἀδικίας; καὶ δημηγορήσαντος τοῦ Τηλεμάχου τοσαύτη ἐπιστροφὴ γίνεται, ὥστε οἶκτος δʼ ἕλε λαὸν ἅπαντα, καὶ φοβηθέντας τοὺς μνηστῆρας λέγειν·
Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπας
ἡμέας αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι;καὶ ἄλλους δʼ ἐπὶ τῆς ἐκκλησίας φάναι· πολλοῖσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται, οἳ νεμόμεσθʼ Ἰθάκην εὐδείελον, ἀλλὰ πολὺ πρὶν φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστι. ἡ δὲ πρόφασις ἐν τῇ ἐκκλησίᾳ ῥηθεῖσα τῆς ἀποδημίας οὐδὲν καινοτομεῖ· τί γάρ φησιν;
ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
ἤδη γὰρ τάγʼ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
ἀλλʼ ἄγε μοι δότε νῆα θοήν. καὶ εἰπὼν τὴν αἰτίαν, διʼ ἣν ἀποπλεῖν μέλλει, ἐπάγει·
εἰ μέν κε πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόνκαὶ τὰ ἑξῆς. οὕτως τοίνυν ἡ ὑπόθεσις, ὡς καὶ αὐτῶν ἐπὶ συμφέροντι γινομένης τῆς ἀποδημίας, πεπεῖσθαι δοκούντων ὅτι τέθνηκε, καὶ πρῶτον μὲν ὅτι οὐκ ἐπιδημήσει ἐλπιζόντων, ἔπειτα δʼ, εἰ καὶ ἐκτελέσειε τὴν ὁδὸν, ὅτι πεισθήσεται ὅτι τέθνηκεν αὐτῷ ὁ πατήρ, πεισθεὶς δὲ τὴν μητέρα ἐκδώσει, μηδὲν ἐγχειρεῖν ἐποίει τῶν ἀτόπων εἰς τὸν οἶκον. ἔπειτα δʼ οὐκ ἦν σκοπὸς βιάσασθαι τὸν γάμον—οἱ γὰρ ἄλλοι ἠμύναντʼ ἂν τὸν βεβιασμένον—, ἀλλʼ ἀποκριθῆναι ὑπὸ τῆς μνηστευομένης τῶν γονέων αὐτὸς ἕκαστος ἠξίου, ἵνʼ οὕτως οἱ λοιποὶ παύσωνται τῆς μνηστείας. πολὺν δὲ χρόνον ἡ ἀποδημία λανθάνει τοὺς μνηστῆρας· αἰσθάνονται γὰρ, ὁπηνίκα Νοήμων ὁ τὴν ναῦν χρήσας Τηλεμάχῳ πάρεστιν ἐρωτῶν αὐτοὺς περὶ τῆς ἐκείνου ἀπουσίας, καὶ φοβερὸς αὐτοῖς ἀποδημήσας γίνεται, ὡς βουλεύσασθαι περὶ τῶν καθʼ ἑαυτοὺς μᾶλλον ἢ περὶ τοῦ γάμου. ὥστε καὶ περιέσπασε μᾶλλον ἡ ἀποδημία εἰς ἄλλα ἀπὸ τῆς κατὰ Πηνελόπην βίας, ἐξεῖλε δὲ καὶ αὐτὸν ἀπὸ τῶν κινδύνων, οὓς πολλάκις ἂν ὑπέστη μετʼ αὐτῶν πάντα χρόνον διατρίβων. ὡς γὰρ τὰ τελευταῖα, ὅτε ἐπανῄει τε καὶ ἐπανῆλθεν, ἐπιβουλεύοντες διετέλουν, οὕτως ἂν παρόντι καθʼ ἡμέραν τὴν πεῖραν προλαβόντες ἔδρασαν ἄν τι τῶν ἀνηκέστων.
διὰ πάντων οὖν φαίνεται ἡ ἀποδημία ἀναγκαία, καὶ κρείττων καὶ πολλῷ ἀσφαλεστέρα τῆς ἐν Ἰθάκῃ ἐκδιηγήτου μετὰ τῶν μνηστήρων διατριβῆς. τὸ γὰρ λέγειν, ὅτι, ἵνα ἐντύχῃ τῷ πατρὶ κατὰ τοὺς ἀγροὺς, διὰ τοῦτο αὐτὸν ἡ Ἀθηνᾶ ἀποδημῆσαι πεποίηκε, ψεῦδος. καὶ γὰρ καὶ μὴ ἀποδημήσας ὑπερόριος, ἐν δὲ τοῖς ἀγροῖς γενόμενος, ἐνέτυχεν ἂν τῷ πατρί· καὶ οὐχ, ἵνα ἐντύχῃ τῷ Ὀδυσσεῖ, ἀποδημῆσαι αὐτὸν πεποίηκεν ἡ Ἀθηνᾶ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἀποδημίας διὰ τοῦτο θᾶττον εἰς τὴν πατρίδα ἐπανήγαγεν.
ἄτοπος εἶναι δοκεῖ Τηλεμάχου ἡ ἀποδημία, πρῶτον μὲν κίνδυνον προξενοῦσα τῷ νέῳ, δεύτερον ἐπανάστασιν τῶν μνηστήρων ἀπειλοῦσα, τρίτον οὐκ ὠφελοῦσα τὴν ζήτησιν τοῦ πατρός. ἀλλʼ ἔδει τὸν ἐν γυναιξὶ τεθραμμένον, λύπαις τεταπεινωμένον, ῥητορειῶν οὐ πεπειραμένον οὐδεπώποτε πολύτροπον γενέσθαι παραπλησίως τῷ πατρί, καὶ τοῦτο κερδᾶναι τῇ πλάνῃ καὶ κοινωνεῖν τῷ πατρὶ τῶν κατορθωμάτων ἐν τῇ μνηστηροκτονίᾳ. ἀσφαλίζεται δὲ τὰ κατʼ οἶκον, ἐπαναστήσας πρῶτον μὲν τὸν δῆμον κατὰ τῶν μνηστήρων ἐν τῇ ἐκκλησίᾳ, δεύτερον ταῖς ὑποσχέσεσιν ἀνεξικακεῖν διδάξας τοὺς μνηστῆρας, εἰπὼν καὶ ἀνέρι μητέρα δώσω. ἔτι μάλα καὶ τῆς ἐπιβουλῆς τῶν μνηστήρων ὁ κίνδυνος ἠκόνησεν αὐτοῦ τὴν προθυμίαν.
αἰτιᾶται ἐκ τῶν ἐπῶν τούτων Δικαίαρχος τὴν παρʼ Ὁμήρῳ Πηνελόπην·
ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνακαὶ τὰ ἑξῆς. οὐδαμῶς γὰρ εὔτακτον εἶναί φησι τὴν Πηνελόπην, πρῶτον μὲν ὅτι πρὸς μεθύοντας αὐτὴ παραγίνεται νεανίσκους, ἔπειτα ὅτι τῷ κρηδέμνῳ τὰ κάλλιστα μέρη τοῦ προσώπου καλύψασα τοὺς ὀφθαλμοὺς μόνους ἀπολέλοιπε θεωρεῖσθαι· περίεργος γὰρ ἡ τοιαύτη σχηματοποιία καὶ προσποίητος· ἥ τε παράστασις τῶν θεραπαινίδων ἑκάτερθεν εἰς τὸ κατʼ ἐξοχὴν φαίνεσθαι καλὴν οὐκ ἀνεπιτήδευτον ἐπιδείκνυσι.
φαμὲν οὖν ὅτι τὸ καθʼ Ὅμηρον ἔθος ἀγνοεῖν ἔοικεν ὁ Δικαίαρχος. σύνηθες γὰρ παρὰ τοῖς ἀρχαίοις τὸ τὰς ἐλευθέρας γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν εἰσιέναι συμπόσια· μαρτυρία δὲ τούτων ἥ τε παρὰ τοῖς Φαίαξιν Ἀρήτη συνευωχουμένη ἥ τε τοῖς τοσούτοις κεκλημένοις εἰς τὸν γάμον δαιτυμόσι καὶ νέοις ἐπελθοῦσι ξένοις τοῖς περὶ τὸν Τηλέμαχον συνεστιωμένη Ἑλένη. σαφῶς δὲ ἐδήλωσεν ὅτι παρθένοις μόνον ἦν αἰσχρὸν τὸ
ἥτʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφαδὸν γάμον ἐλθεῖν, ταῖς δὲ γαμηθείσαις μὴ εἶναι αἰσχρόν. ἔθους οὖν ὄντος ταῖς γεγαμημέναις ἀναμίγνυσθαι τοῖς ἀνδράσι καὶ φαίνεσθαι ἐν τοῖς συμποσίοις, οὐδὲν ἄτοπον ἐλθεῖν τὴν Πηνελόπην, ἵνα παύσῃ τὸν ᾠδὸν, ὃς Ἀχαιῶν νόστον ἄειδε λυγρόν. τό τʼ αὐτουργεῖν δὲ ἐλευθέριον μάλιστα εἶναι ἐδόκει τοῖς παλαιοῖς, ὡς καὶ ἐπὶ πλυνοὺς μὴ ὄνειδος εἶναι τὰς τῶν βασιλέων ἀπιέναι θυγατέρας καὶ εἰς ὑδροφορίαν καί τινας τοιαύτας ὡς ἰσοδουλικὰς τὸ νῦν ἀποβεβλημένας διακονίας. τῇ δὲ Πηνελόπῃ καὶ τὸ παῦσαι ἄλλως οὐκ ἐνῆν τὸν ᾠδὸν, μὴ αὐτῇ δεηθείσῃ καὶ μετὰ δακρύων ἱκετευούσῃ· οὐ γὰρ ἔπεισεν ἂν διʼ ἀγγέλων τοῦτο κελεύουσα. ὥστε ἡ μὲν παρουσία ἐκ τούτων οὐκ ἄτοπος, ἀλλὰ καὶ σωφροσύνην ἐμφαίνουσα· ἀεὶ γὰρ ἐβούλετο ὑπόμνησιν ποιεῖν τοῖς μνηστῆρσιν, ὡς παρὰ γνώμην αὐτῆς ἡ μνηστεία καὶ ὁ γάμος ἀπεχθής, ἡ δὲ τοῦ ἀνδρὸς μνήμη ἀνεξάλειπτος.
τὰ γὰρ τῆς ἐπιβουλῆς οὐχ ἡ κλῖμαξ ἡ ἄχρι τοῦ ὑπερῴου διεῖργεν, ἀλλʼ ἕκαστος τῶν μνηστήρων αὐτὸς κριθήσεσθαι νυμφίος ὑπολαμβάνων ἐκώλυε τὸν πέλας βίαιόν τι δρᾶν, ἵνα τῶν προκειμένων μὲν αὐτὸς μὴ σφαλῇ, ἐπιεικῆ δὲ πρὸς ἐκείνην ἑαυτὸν ἐπιδείκνυσιν, ἵνα προκριθῇ· ὁ γὰρ σκοπὸς ἦν οὐ τὴν Πηνελόπην ὑβρίσαι, ἀλλὰ νόμῳ λαβεῖν γυναῖκα καὶ κύριον ἁπάντων γενέσθαι τῶν ἐκείνης. πάντες οὖν πάντας διὰ ταύτην τὴν αἰτίαν φυλάξειν ἔμελλον.
τὸ δὲ ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα οὐκ ἔστι τὸ αὐτὸ τῷ αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
ὡρμᾶτο· τὸ δὲ κρήδεμνον οὐκ ἦν προσώπου περίβλημα, ἀλλὰ κεφαλῆς, ὥς πού φησι
κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων
καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς.τὸ οὖν ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα οὐ τὴν περιβάλλουσαν δηλοῖ τὴν κεφαλὴν καὶ τὰς παρειὰς, μόνους τοὺς ὀφθαλμοὺς δεικνῦσαν, ἀλλὰ τὴν ἐφελκύσασαν ἀπὸ τῆς κεφαλῆς τὸ κρήδεμνον καὶ γυμνώσασαν μὲν τὴν κεφαλὴν καὶ τὸ πρόσωπον δείξασαν, κρατοῦσαν δὲ ἐν ταῖς χερσὶ πρὸ τῶν παρειῶν τὰ δάκρυα, ὥσπερ ὁ Τηλέμαχος δακρύων τὴν χλαῖναν πρὸ τῶν ὀφθαλμῶν ἀνίσχει· διόπερ ἡ μὲν σχομένη εἴρηται, ὅτι ἑλκύσασα πρὸ ὀφθαλμῶν εἶχεν, ὁ δὲ ἀνασχεῖν, ὅτι κάτωθεν ἐπάρας πρὸ τῶν ὀφθαλμῶν ἐποίησεν. εἰ δὲ καὶ καλύπτει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, αἰδουμένη κλαίειν ἐπὶ τῶν παρόντων τοῦτο ποιεῖ, οὐχ ἑταιρίζουσα διὰ τῆς ἐπιτηδευτῆς προαιρέσεως. καὶ Ὀδυσσεὺς
πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
κὰκ κεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα·
αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων, καὶ παυσαμένου μὲν τοῦ ᾠδοῦ δάκρυʼ ὀμορξάμενος κεφαλῆς ἀπὸ φᾶρος ἕλεσκεν, αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν, ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν. εἰ δὴ Ὀδυσσεὺς ἀνὴρ ὢν ᾐδεῖτο κλαίων φαίνεσθαι ἐν συμποσίῳ καὶ τὴν κεφαλὴν ἐκάλυπτε καὶ τὸ πρόσωπον, πῶς οὐκ ἔτι μᾶλλον ἡ παρʼ αὐτοῦ παιδευθεῖσα κρύπτειν ἐν συμποσίοις τὰ δάκρυα αἰσχύνεται ἐπὶ ἀνδρῶν οὐ σφόδρα τῶν καθεστηκότων;
ἥ τε τῶν θεραπαινίδων παράστασις ἦν μὲν ἐξ ἔθους ταῖς παλαιαῖς, ἐξαιρεῖ δὲ τὴν Πηνελόπην τῆς βλασφημίας ἡ προσθήκη· οὐ γὰρ ἐξ ἐκείνων αὐτῇ ἕπονται τῶν μεγίστων παιδισκῶν, αἳ πᾶσαι ἀναιδείης ἐπέβησαν, ἀλλʼ ἀμφίπολος αὐτῇ κεδνὴ ἑκάτερθε παρέστη, τουτέστι σώφρων. τῇ οὖν περὶ τὰς θεραπαινίδας κοσμιότητι τὸ τῆς Πηνελόπης εἶδος διασαφεῖται.
ὅτι ἐντεῦθεν λαβὼν Ἡσίοδος καὶ τὰ Μέγαρα τὴν χώραν σκιόεντα ἔφη, ὁ Πορφύριος δηλοῖ.
ἄτοπον γὰρ τὸν μὴ δυνάμενον τὰς πράξεις τῶν μνηστήρων κωλύειν ἀποτόμως τούτοις ἐπιτιμᾶν ......
καὶ πῶς οὐκ ἄλογον μὴ συμμαχεῖσθαι τὸν Τηλέμαχον ὑπὸ τῶν Ἑλλήνων; ἢ ὅτι ἐμφυλίους οὐ ῥᾴδιον ἦν πολέμους ἀνελέσθαι, ἢ ὅτι μεγάλῳ πολέμῳ τῆς Ἑλλάδος καμούσης ἔναγχος ὀκνηροτέρους εἶναι τοὺς πολλοὺς εἰς τὴν βοήθειαν συνέβη.
πῶς Ἀντινόου εἰπόντος· μή σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν, Τηλέμαχος ὥσπερ τὸ ἐναντίον ἀκούσας φησί·
καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι;εἰ μὲν γὰρ εἰρήκεσαν· βασιλῆά σε ποιήσειαν οἱ θεοί, ἀκόλουθον ἦν φάναι· καί κεν τοῦτʼ ἐθέλοιμι, ὡς καὶ αὐτοῦ ἐθέλοντος τὸν Δία δῆθεν πιστεῦσαι αὐτῷ τὴν βασιλείαν καὶ συνευχομένου, τῷ φαμένῳ δέ· μὴ ποιήσειέ σε μηδὲ δοίη σοι ὁ θεὸς τὴν βασιλείαν, ἀκόλουθον ἦν φάναι ὅτι οὐκ ἂν τοῦτο ἐθέλοι, ἀλλὰ τοὐναντίον ὅτι βασιλεῦσαι εὔχεται· ᾧπερ τί παραστῆσαι βούλεται ὁ Τηλέμαχος;
ῥητέον οὖν ὅτι ἐστὶ τὸ τοῦτο δεικτικόν, καὶ οὐ κοινῶς ἐπὶ τὸ προειρημένον ὑπὸ τοῦ Ἀντινόου ἀναφέρεται, ἀλλʼ ὅτι ἡ περίοδος τοῦ λόγου ἀνέστραπται. ἔστι γὰρ αὕτη· οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν, αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός· καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι· ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; ἐπεὶ γὰρ ὡς ἐν εὐχῇ προήγαγε τὸν λόγον Ἀντίνους· μή σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν, ἀπευχόμενος διὰ τὸ μῖσος τὴν τεῦξιν τῆς ἀρχῆς, Τηλέμαχος δὲ οὐχ ὡς ἐχθροῦ προσποιεῖται τὴν ἀπευχὴν τοῦ ἀγαθοῦ, ἀλλʼ ὡς φίλου ὄντος ἀπευχὴν τινὸς κακοῦ, οὐκ ἐλέγχων ὅτι ἐξ ἀπεχθείας πεποίηται τὴν τοῦ ἀγαθοῦ ἀπευχὴν ὁ Ἀντίνους, προσποιούμενος δὲ ὡς ἀπὸ φίλου γενέσθαι κακοῦ παραίτησιν, διʼ εὐχῆς διορθοῦσθαι προαιρεῖται, ὅτι καὶ μὴν τοῦτο ἐθέλει Διός γε διδόντος ἀρέσθαι, τὸ βασιλεῦσαι δηλονότι, ὃ σύ μοι ἀπηύξω κηδόμενος ἴσως ἐμοῦ· ἐπερωτᾷ δέ·
ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;καὶ ἐπάγει· καὶ μὴν οὐκ ἔστι κακόν· οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. διὰ τί δέ; αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. εἶτα περὶ μὲν τῆς βασιλείας φησὶ μὴ ἀμφισβητεῖν, περὶ μέντοι τοῦ κρατεῖν τοῦ ἑαυτοῦ οἴκου·
ἀλλʼ ἤτοι βασιλῆες Ἀχαιῶν εἰσι καὶ ἄλλοι
πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέοι ἠδὲ παλαιοί·
τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,ὡς τῆς βασιλείας μετὰ τὸ ἀποθανεῖν τὸν βασιλέα ἐπὶ τῇ τύχῃ κειμένης, τῶν δὲ κτημάτων ὧν δέδωκεν ὁ βασιλεὺς ὀφείλοντα κύριον εἶναι ᾧ δέδωκε. πᾶς οὖν ὁ λόγος ῥητορικὸς καὶ ἐνθυμηματικός· διὸ καὶ τῆς περιόδου ἀνεστραμμένης προενήνεκται.
Ἠὼς διάφορα σημαίνει· τήν τε γὰρ σωματοειδῆ θεόν, διὰ τοῦ φάναι τὸν ποιητὴν
Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι, καὶ τὸν ὄρθρον φερωνύμως κληθέντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὡς ὅταν φησὶν
ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα, ὡς τὸ
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,καὶ τὴν ὅλην ἡμέραν, καθʼ ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνατολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως, ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται φορὰν ὁ θεὸς οὗτος, τὸ παρʼ ἡμᾶς διεξιὼν ἡμισφαίριον, ὡς τὸ
οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβὴ
ἠοῖ τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι, καὶ
ἤματι τῷ προτέρῳ, ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ,καὶ τὸ συναμφότερον ἡμέραν τε καὶ νύκτα, καθʼ ὃ σημαινόμενον καὶ παρὰ τοῖς μαθηματικοῖς νοεῖται, ὡς τὸ ἠὼς δέ μοί ἐστιν
ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα,καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον· ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠὼς, οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπῃ ἀννεῖται· νῦν γὰρ, καθά φησιν ὁ Κράτης, τῶν τεσσάρων τοῦ κόσμου μέμνηται μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἅπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει.
διὰ τί δὲ τῷ προτέρῳ τὸ σκῆπτρον οὐκ ἐνέθηκε; διότι ὁ μὲν ἐρωτᾷ, ὁ δὲ δημηγορεῖν ἐθέλει, ἄλλως τε καὶ βασιλέως υἱὸς ὤν.
ἑκατὸν δέκα καὶ ὀκτὼ σχεδὸν τῶν ἁπάντων ὄντων μνηστήρων, ἀπὸ τούτων δὲ ἐκ τῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι ῥηθέντων, ζητεῖ Ἡρακλείδης, πῶς ὁ Τηλέμαχος κατασμικρύνει ἐν τῇ δημηγορίᾳ, συστέλλων τὸ πλῆθος εἰς μόνους τοὺς Ἰθακησίους. τί γάρ φησι; μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι· τὸ γὰρ πολὺ φορτίον τῆς μνηστείας περιῄρηκε, συστείλας τὸ πλῆθος εἰς τοὺς ἐνθάδε, ὄντας ἐλάχιστον μέρος τοῦ παντὸς πλήθους. φαίη δʼ ἄν τις ἐν Ἰθάκῃ δημηγοροῦντα τὸν Τηλέμαχον τῶν ἐξ Ἰθάκης εἰκότως κατηγορεῖν· κατηγορηθέντων δὲ καὶ τῶν ἄλλων, ἀπολογία μᾶλλον ἦν τοῖς πατράσι τῶν Ἰθακησίων, ὅτι οὐχ οἱ ἡμέτεροι μόνον ἀλλὰ καὶ ἄλλοι, καὶ δεῖ πρότερον ἐκείνους κωλύειν πλείους ὄντας· τοῖς γὰρ πολλοῖς ἀκολουθήσειν καὶ τοὺς ἐλάττους. εἰ γὰρ ἁπλῶς ἔφη· μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, κοινῶς ἂν κατηγόρησεν ἀλλοδαπῶν καὶ ξένων ἐν ἀλλοτρίοις ἀκροαταῖς· ἡ δὲ ἐπαγωγὴ ἡ τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε εἰσὶν ἄριστοι, ἴδιον τὸ ἀδίκημα ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθησάντων, ὅτι τῶν ἀρίστων ἐν Ἰθάκῃ ἦσαν παῖδες οἱ Ἰθακήσιοι μνηστῆρες. ὡς ἂν οὖν ἡγεμόσιν οἱ ἄλλοι εἵποντο· ἐν πᾶσι γὰρ τὸ ἡγεμονοῦν ὀλιγώτερον τῶν ἀρχομένων, καὶ τῷ ἡγεμονοῦντι, κἂν ὀλίγιστον ᾖ, πείθεται τὸ ἄλλο πλῆθος εἴς τε τὰς ἐπιθέσεις καὶ τὰς ἀποχὰς τῶν πραττομένων.
αἰτιᾶται ὁ Ἡρακλείδης καὶ τὸ τῆς Τηλεμάχου δημηγορίας ἀνοικονόμητον. δέον γὰρ, φησὶν, ἀξιοῦν καὶ ἱκετεύειν συνάρασθαι αὐτῷ πρὸς τὴν τῶν μνηστήρων τοῦ οἴκου ἀπαλλαγήν, ὁ δὲ ἐπιπλήσσει, λέγων οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται οὐδέ τι καλῶς οἶκος ἐμὸς διόλωλε, καὶ τὸ ὅτι μὴ πάρεστιν ὁ πατὴρ ταῦτα πάσχειν ἐπανατεινόμενος· οὐ γὰρ ἔστʼ ἀνὴρ οἷος Ὀδυσσεὺς ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι, ἡμεῖς δʼ οὔ νύ τοι τοῖοι ἀμυνέμεν, καὶ, ἔτι πικροτέρου πρὸς τοὺς Ἰθακησίους ὄντος τοῦ λόγου, καὶ τὴν ἀπειλήν· ἄλλους τʼ αἰδέσθητε, φησὶ, περικτίονας ἀνθρώπους, θεῶν δʼ ὑποδείσατε μῆνιν.
ἀγνοεῖ δὲ ὁ κατήγορος τὴν δύναμιν τῆς δημηγορίας. συμπλέκεται γὰρ βασιλικὸν φρόνημα δεήσει καὶ ἱκεσίᾳ. καὶ ἔστιν οὐχ ἁπλῶς ὁ λόγος ἀτυχοῦντος, ἵνα δέησις ᾖ μόνη, ἀλλὰ βασιλέως ἀτυχοῦντός τε ἅμα καὶ ἀδικουμένου ὑφʼ ὧν ἥκιστα ἐχρῆν. ὁ δὲ λόγος πρὸς τοὺς ἀδικοῦντας· διὸ ἡ μὲν παρρησία τῆς ἐπιπλήξεως βασιλική, ἡ δὲ δέησις—παραμέμικται γὰρ καὶ δέησις—οἰκεία τῷ δυστυχοῦντι· λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, σχέσθε φίλοι καί μʼ οἶον ἐάσατε πένθει λυγρῷ τείρεσθαι καὶ τὰ ἑξῆς· βαρύτης μὲν γὰρ ὀνειδίζειν μὲν ἃ πάσχει, ἱκετεύειν δὲ συγχωρεῖσθαι αὐτῷ πενθεῖν τὸν πατέρα, ὃν πάντας μὲν ἔδει ποθοῦντας δακρύειν· αὐτὸς δὲ ἐν ἱκετηρίᾳ τίθεται τὸ κἂν μόνῳ αὐτῷ συγχωρηθῆναι τὸ πένθος. καὶ εὐθὺς ἀπολογισμὸς περιδέξιος ἐφʼ οἷς δρῶσι παραδόξως· εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκʼ ἔρεξεν εὐκνήμιδας Ἀχαιούς, καὶ ἐχθρὸν τιμωρούμενοι ἐμὲ διʼ ἐκεῖνον ἀμείβεσθε. συμπλέκει δὲ τοὺς Ἰθακησίους τῇ ἀδικίᾳ τῶν μνηστήρων, καίπερ κατʼ ἀρχὰς χωρίσας τοὺς μνηστῆρας ἀπʼ αὐτῶν, κατʼ ἰδίαν τούτων κατηγορῶν· μητέρι μοι μνηστῆρες ἐπέχραον, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι, οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι, οἳ δʼ εἰς ἡμετέρου πωλεύμενοι καὶ τὰ ἑξῆς. ἐκθεὶς γὰρ ταῦτα περὶ ἐκείνων, μετὰ τὴν διήγησιν καὶ ἐπίδειξιν τοῦ ὅτι παῖδές εἰσι τῶν ἐν Ἰθάκῃ ἀρίστων ἀκόλουθον τὸ τῆς κοινοποιίας ἐπήγαγε· νεμεσσήθητε καὶ αὐτοὶ ἄλλους τʼ αἰδέσθητε, θεῶν δʼ ὑποδείσατε μῆνιν, σχέσθε φίλοι. τίς οὖν ἡ τούτων ἀδικία; οὐ μόνον ὅτι οὐκ ἀμύνονται, ἀλλὰ καὶ τούτους ὀτρύνοντες. πῶς οὖν ὀτρύνουσιν; ὅτι παῖδας ὄντας αὐτῶν οὐκ ἐπέχουσιν· οὓς γὰρ αὐτός τις κωλύειν δυνάμενος διὰ τὸ εἶναι κύριος ἐᾷ πλημμελεῖν, αὐτὸς ἂν εἴη ὁ δοὺς τὴν ἐξουσίαν τῆς ἀδικίας. καὶ πάλιν χωρίσας ἀπʼ αὐτῶν τοὺς μνηστῆρας ἐμοὶ δέ κε κέρδιον εἴη, φησὶν, ὑμέας ἐσθέμεναι. διὰ τί; παρʼ ὑμῶν μὲν γὰρ ἔστιν ἀπολαβεῖν, παρὰ δὲ τούτων οὐκέτι· εἶτα πάλιν κοινῇ· νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. τῷ μεταξὺ διαιρεῖν τε καὶ κοινοποιεῖν τὸ ἀδίκημα καὶ παρρησίᾳ κέχρηται βασιλικῇ καὶ δεήσει πάλιν ταπεινὰ πράττοντος, καὶ ποτὲ μὲν τὸ δίκαιον ὑπομιμνήσκει καὶ νέμεσιν, ποτὲ δʼ αὖ καὶ αἰσχύνην τῶν ἄλλων ἀνθρώπων καὶ τὴν παρὰ θεῶν μῆνιν καὶ τὴν τοῦ πατρός. διὰ πάντων γοῦν τούτων μικτήν τε ὁμοῦ καὶ ποικιλίας πλήρη ποιήσας τὴν δημηγορίαν δεινοῦ ῥήτορος δυνάμει κεχρημένος φαίνεται.
τινὲς τὸ ἀγασσάμενοι ἀντὶ τοῦ μεμψάμενοι ἐκλαμβάνουσιν. οὐκ ἔστι δέ, ἀλλὰ σημαίνει τὸ ἐκπλαγῆναι ἐπί τινι μεγάλῳ παρανομήματι, ἀπὸ τῆς ἄγαν καὶ τῆς ἄγης· ἄγη μʼ ἔχει· ὅθεν καὶ ἀγηνορίη ἡ ἄγαν ἐπιτρισαμένη ἠνορέη. καὶ ἔστιν ἄγαν ἐκπλαγέντες ἐπὶ τοῖς ἀδικήμασιν.
προεμαντεύοντο, προεδήλουν αὐτοῖς ἀπώλειαν.
ἐγγὺς ἐών. ἀλλὰ μὴν ἐν Ὠγυγίᾳ ἐστίν, ὥστε οὐκ ἐγγύς ἐστιν. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὸ γὰρ ἐγγύς καὶ ἐπὶ χρόνου καὶ ἐπὶ τόπου τάσσεται· νῦν οὖν ἐπὶ χρόνου παρείληπται.
τὸ ἐγγύς οὐ τοπικὸν νῦν ἀλλὰ χρονικόν· ἐν Ὠγυγίᾳ γὰρ νήσῳ ἦν. λύσις δὲ τοῦτο τοῦ ἀποροῦντος εἰς τὸ ἐγγύς· τάσσεται γὰρ τοῦτο καὶ ἐπὶ χρόνου καὶ ἐπὶ τόπου.
τὸ ἑξῆς· εἶμι μὲν ἔμπορος, ὅ ἐστιν ἐπιβάτης ἐπὶ νεὼς ἀλλοτρίας. ἔμπορος· τὸν ἐπʼ ἀλλοτρίας νεὼς πλέοντα ἐπιβάτην οὕτως εἴρηκεν, ὡς καὶ ἀλλαχοῦ· ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίης.
ἀντὶ ναυκλήρου διʼ ὑμᾶς ἐπιβάτης ἐσόμενος τοὺς κατηναλωκότας μου τὸν πλοῦτον, διὰ τὰ ἄνω· ἢ οὐχ ἅλις, ὡς τὸ πάροιθεν ἐκείρετε πολλά.
οὐ μέντοι ὁ ἔμπορος ἀπὸ τοῦ πορίζειν πεποίηται παρʼ Ὁμήρῳ, ἀλλʼ ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τοῦ ὕδατος, λέγων Θρύον Ἀλφειοῖο πόρον καὶ ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐυρρεῖος ποταμοῖο, τὴν διάβασιν τὴν διὰ τοῦ ὑγροῦ. ὡς οὖν τὸ μὴ ἐν ἰδίῳ οἴκῳ γαμεῖν, ἀλλʼ ἐν ἀλλοτρίῳ, ἐγγαμεῖν λέγουσιν, οὕτως τῷ ἐπʼ ἀλλοτρίας νεὼς τὸν πλοῦν ποιεῖσθαι καὶ ἐμπορεύεσθαι καλεῖται ἔμπορος ὁ τοιοῦτος.
ἐπήβολος ἐκ τοῦ βάλλω, τὸ ἐπιτυγχάνω, ἐξ οὗ καὶ τὸ βουλή, οἱονεὶ βολή τις οὖσα, ὅθεν ἔφη· σῇ δʼ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνακτος, ὡς εἰ ἔφη· τοῖς σοῖς ὅπλοις ἢ τοῖς σοῖς τόξοις ἢ βέλεσιν.
λύσεις ἐντεῦθεν καὶ τὸ ἡ δὲ Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ· μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων· ἡ ναῦς οὖν ἐπιβολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. χρῶνται δὲ ταύτῃ τῇ λέξει καὶ οἱ μεθʼ Ὅμηρον· Ἄρχιππος· νῦν δʼ ὡς ἐγενόμην χρημάτων ἐπήβολος, ἀντὶ τοῦ ἐπιτυχὴς καὶ κύριος. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται. τὸ δὲ ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι σὺν βαρύτητι εἴρηται, λέγοντος τοῦ Τηλεμάχου, ὅτι ἐν ἀλλοτρίῃ πλευσοῦμαι νηί· οὐ γάρ εἰμι, φησὶν, ἐπιτυχὴς ἰδίας νεὼς οὐδὲ κέκτημαι οἰκείους ἐρέτας· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτατον εἶναι ἐφάνη, τουτέστι τὸ ἐμὲ μὴ ἔχειν ἰδίαν ναῦν ἀλλʼ ἔμπορον πλεῖν. ἀναφέρει δὲ εἰς ἐκεῖνο, ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γάρ·
Ἀντίνοʼ, οὔπως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
ἢ οὐχ ἅλις, ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
κτήματʼ ἐμὰ μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;ἔστιν οὖν δυνάμει τὸ νόημα· ἀντὶ τοῦ ναυκλήρου διʼ ὑμᾶς ἐπιβάτης γέγονα, τοὺς τὰ ἐμὰ κατηναλωκότας.
ἐπήβολος. Ἀττικὴν εἶναί φησι τὴν λέξιν ὁ Πορφύριος. δηλοῖ δὲ τὸ ἐπιτυχὲς καὶ ἐγκρατές, ἀπὸ τοῦ βάλλειν, τοῦ σκοποῦ τυγχάνειν.
ἠῶ τὴν ὀρθρινὴν ὥραν τὴν μεταξὺ νυκτὸς καὶ ἡλίου ἀνατολῆς.
Ἐναντίον ἐστὶ τοῦτο τῷ ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὅμοια· καὶ γὰρ πεπνυμένος ὑπόκειται. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· τὸ γὰρ κατὰ καιρὸν κατεπείγοντα ψεύδεσθαι, τοῦτο φρόνησιν εἶναι φασίν.
καὶ πῶς ὁ πεπνυμένος καὶ συνετὸς Ὀδυσσεὺς ἴσκεν ψεύδεα πολλὰ λέγων; ἀλλὰ τὸ πρὸς μηδὲν κατεπεῖγον ψεύδεσθαι, τοῦτο κομιδῇ νηπίου ἀνδρός.
οὐδέ τί πω μύθοισι πεπείρημαι. καὶ πῶς ἐν τοῖς Ἰθακησίοις οὕτως ἐπαρρησιάσατο; ἀλλʼ ἐκείνοις μὲν συνανατραφεὶς, ἔτι δὲ καὶ κινηθεὶς πρὸς ὀργὴν ἱκανῶς παρρησιάζεται, Νέστορα δὲ συνέσει πανταχοῦ κηρυττόμενον ἀκούων εἰκότως αὐτὸν εὐλαβεῖται.
πῶς ὁ μὲν Τηλέμαχός φησιν αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι, ὁ δὲ οὕτως ἀόκνως διαλέγεται τῇ Ἀθηνᾷ; ὑποφαίνει οὖν ὁ ποιητὴς ὅτι ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς δίδαξιν ἐσθλοῦ. ἦν δὲ καὶ τοῦτο γενναίου τρόπου, ἀντιλαμβάνεσθαι τῶν ἰδίων ἐλαττωμάτων.
ἀπρεπὲς τὸ τὸν φρόνιμον Νέστορα ὑπονοεῖν λῃστείαν. λύεται δὲ τῷ ἔθει· φαίνεται γὰρ οὐκ αἰσχρὸν παρὰ τοῖς ἀρχαίοις ὂν τὸ λῃστεύειν, ὡς καὶ Θουκυδίδης εἴρηκεν.
πρὸς ἀντιδιαστολὴν διὰ φαντασίας βλέποντός τι ὥσπερ κατὰ τοὺς ὕπνους κτλ. —αἰσθήσεως.
οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος. ἐναντίον τοῦτο τῷ στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί. λύοιτο δʼ ἂν ἐκ τοῦ προσώπου· τὰ μὲν γὰρ λέγει ὁ Νέστωρ τὰ δὲ Φοῖνιξ, ὥστε οὐ ταὐτὰ ἐδοκίμαζον. λύεται δὲ καὶ ἐκ τοῦ καιροῦ· τὸ γὰρ προθυμούμενον, τὸ στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, τῷ καιρῷ ἥρμοσται. λύεται δὲ καὶ ἐκ τῆς λέξεως· πρόσκειται γὰρ τὸ αἶψα· τρέπεται μὲν γὰρ, οὐκ αἶψα δέ.
τὸ ἀέσαμεν οὐκ ἐκοιμήθημεν ἀλλʼ ἀνεπνεύσαμεν, ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν. λέγει δὲ καὶ ἀνάπνευσιν τὴν μικρὰν τῶν κακῶν παραμυθίαν· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο, ἀπὸ τῶν ἐκ πολέμου ἐπʼ ὀλίγον ἀναπνεόντων, καὶ ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον, ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, αὖθις δʼ ἀμπνύνθη. ἀφʼ οὗ καὶ τὸν εὑρίσκοντα πόρους εἰς ἀνάπνευσιν τῶν κακῶν, ὅπερ ἐστὶν ὁ φρόνιμος, πεπνυμένον φησίν. τὸ δὲ ἀέσαμεν δηλοῖ τὸ χαλεπὰ φρεσὶν ὁρμαίνοντες ἀλλήλοις, ἀντὶ τοῦ ἀγρυπνοῦντες καὶ χαλεπὰ μεριμνῶντες εἰς ἀλλήλους· ἀνοίκειον γὰρ τὸ κοιμᾶσθαι αὐτοὺς ἐν τοσούτῳ κινδύνῳ, εἴ τις τὸ ἀέσαμεν ἀντὶ τοῦ ἐκοιμήθημεν ἐκδέξαιτο.
ἀποροῦσί τινες, διὰ τί ὁ Ὅμηρος παρεισάγει ἐνταῦθα τὸ αὐτὸ καὶ ἓν πρόσωπον, τὸν δῆθεν Μέντορα, ἀνωτέρω μὲν λέγοντα ὅτι ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι, πάλιν δʼ ἐν τῷ παρακατιέναι λέγοντα ὅτι οὐδὲ θεοὶ δύνανται τὸν ὁμοίιον θάνατον οὐδὲ ἀπὸ τοῦ φίλου αὐτοῖς ἀνδρὸς ἀποσοβῆσαι. καὶ πρὸς τοῦτο φαμὲν ὅτι ὃ μὲν ἀνωτέρω λέγει τοιοῦτόν ἐστιν, ὡς εὐκόλως ἂν σώσειαν καὶ ἀπὸ μακρόθεν οἱ θεοὶ ὃν ἂν βούλωνται, κἂν ἐν ἀφύκτοις δεσμοῖς περιέχηται, μὴ δὲ πεπρωμένης οὔσης τῆς αὐτόθι τελευτῆς ἐκείνου, καὶ ἴσως καὶ τὴν ζωὴν αὐτῷ παρατείνουσιν· ὃ δὲ παρακατιὼν λέγει τοιοῦτόν ἐστιν· ἀλλὰ τὸν ὁμοίιον θάνατον, ἤγουν τὸν πᾶσιν ὁμοίως διδόμενον, οὐδʼ οἱ θεοὶ ἂν ἀποσοβήσειαν ἀφʼ οὗ βούλοιντο, ἀλλὰ τότε, ὁπόταν ᾖ πεπρωμένον τὸ τελευτῆσαι αὐτὸν, τελευτήσει.
ὁ Ὅμηρος, ὁπόταν τὸ γένος προείπῃ καὶ τὸ συνεκτικόν τινων, ἐπιφέρειν εἴωθεν καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτικοῦ συνδέσμου, ὃς οὐκ ἔστι συναγωγός, ἀλλὰ διὰ τοῦ τε τοῦ συμπλεκτικοῦ καὶ ἀναφορικοῦ ὑπάρχοντος πάντα σημαίνων, ὥσπερ ἐν τούτοις· πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν· τίνα οὖν ταῦτα; ὑφάσματά τε χρυσόν τε. νηῶν δʼ ἔκφερʼ ἄεθλα· τὸ γενικὸν τοῦτο, τὰ δὲ εἴδη λέβητάς τε τρίποδάς τε. πάλιν μῆλα εἰπὼν ἐπάγει τὸ εἶδος· ὄιές τε καὶ αἶγες. καὶ Βοιωτῶν Πηνέλεως καὶ Λήιτος ἦρχον· ποῖοι; οἵ θʼ Ὑρίην ἐνέμοντο. πάλιν φυτόν εἰπὼν ἐπάγει· οὐ συκῆ, οὐκ ἄμπελος, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον, καὶ πρὸς μὲν τὸ φυτὸν τὴν συκῆν ἀπέδωκε, πρὸς δὲ τὸν κῆπον τὴν πρασιάν … καὶ τὰ μὲν συνεκτικὰ οὕτως, τὰ δὲ διαζευκτικά· μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων.
διὰ τί ὁ μὲν βορέας μέγα κῦμα κυλίνδει, ὁ δὲ νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ; ἔστι δὲ τὸ μὲν κυλίνδειν τὸ ἐξ ὕψους τι καταφέρειν, τὸ δὲ ὠθεῖν ἐκ ταπεινοτέρων εἰς ὕψος ἀνάγειν βεβιασμένως. ῥητέον δὲ ὅτι εἰδὼς Ὅμηρος, ὅτι ἡ ἡμετέρα οἰκουμένη βορειοτέρα ἐστὶ καὶ ὑψηλὴ, ἡ δὲ ἀντοικουμένη νοτιωτέρα καὶ ταπεινὴ ὡς πρὸς ἡμᾶς, εἰκότως, ὡς ἂν τοῦ βορέου ἐκ τοῦ ὑψηλοῦ πνέοντος, κυλίνδειν αὐτὸν ἔφη τὰ κύματα· τοῦ δὲ νότου ἐκ τοῦ ταπεινοτέρου πνέοντος, ἀνωθεῖν ἔφη τοῦτον τὰ κύματα. ὅθεν, καὶ τῆς Ἰλίου καὶ τοῦ Ἑλλησπόντου βορειοτέρων ὄντων τῆς Ἑλλάδος, ἀνάπλουν καὶ ἀναγωγὴν καλεῖ τὸν ἀπὸ τῆς Ἑλλάδος δρόμον εἰς Ἴλιον. ἐπεὶ δὲ πασῶν πόλεων καὶ νήσων, ἃς κατέλεξεν ἐν τῷ καταλόγῳ, περὶ τὸ Ἑλληνικὸν οὐδεμία βορειοτέρα ἢ προσάρκτιος μᾶλλον Ἰθάκης, ἐν δὲ τοῖς προσαρκτίοις μείζους αἱ νύκτες, εἰκότως τὴν νύκτα φησὶν ἐν τῇ Ἰθάκῃ μακροτάτην εἶναι. λέγει δέ· αἱ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρὴ πρὶν ὥρη καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
διὰ τί οὐ μόνον ἐν τῇ Νέστορος θυσίᾳ τοῖς θεοῖς ἀπένεμον τὰς γλώσσας, ἀλλὰ καὶ οἱ Ἴωνες τοῦτο ἐποίουν, ζητήσειεν ἄν τις. Ἀπίων δὲ ὅτι ἡ γλῶσσα κράτιστον ἐν ζώοις, τὰ δὲ κράτιστα τοῖς θεοῖς ἀπένεμον. Ἀντίπατρος δὲ ὅτι χρὴ αὐτῇ τέλος ἐπιθέσθαι πρὸς κοίτην ἰόντας. Πρώταρχος δὲ ὅτι χρὴ ἐκ τοῦ συμποσίου ἐχεμυθεῖν, ὅθεν καὶ παροιμίαν λέγεσθαι· μισῶ μνάμονα συμπόταν. ἡμεῖς δὲ ὅτι τὰ ῥηθέντα τοῖς θεοῖς ἀνετίθεσαν· ὡς γὰρ ἐπὶ μαρτύρων τῶν θεῶν διελέγοντο· ὥσπερ καὶ κατὰ τὸ οὖς τῶν ἐκπωμάτων ἔσπενδον ὀττευόμενοι τὰς ἀκοὰς τῶν θεῶν, οὕτως καὶ τὰς γλώσσας ἔβαλλον ὀττευόμενοι τὰ ῥηθέντα εἰρῆσθαι πρὸς τοὺς θεούς. οἱ δὲ ὅτι τοῖς χθονίοις τὰς γλώσσας ἀπήρχοντο, τοὺς βλασφήμους λόγους καὶ τὰς λοιδορίας ἐξ ἑαυτῶν διὰ τούτων ἐκκαθαίροντες· οἱ δὲ ὅτι τῷ Ἑρμῇ πυμάτῳ σπένδοντες ὅτε μνησαίατο κοίτου· τούτῳ οὖν καὶ τὰς γλώσσας λόγῳ ὄντι ἐκάρπουν.
τετραχῶς λέγεται. τὰς γλώσσας γὰρ τῷ Ἑρμῇ ἀνετίθουν ὡς ἐφόρῳ τοῦ λόγου, καὶ ὅταν ἔμελλον κοιμηθῆναι ἔθυον γλώσσας, δεικνύντες ὅτι τῆς ἡμέρας παρελθούσης οὐ χρὴ ἔτι λαλεῖν, ἀλλὰ καιρὸν ποιεῖσθαι ὕπνου μετὰ τὸ δειπνῆσαι τὴν νύκτα. καὶ ὅτι τὰ ἐν συμποσίῳ ᾀδόμενα οὐ χρὴ τῇ ἐπαύριον ἐν τῷ μεμνῆσθαι ἐκείνων λέγειν πρὸς ἄλλους, ἀλλὰ σιωπᾶν ταῦτα· διὸ καί τις σοφός· μισῶ μνάμονα συμπόταν. καὶ ὅτι τὰ μυστικὰ καὶ θεοῖς ἁρμόζοντα οὐ χρὴ πρὸς τοὺς ἀμυήτους καὶ ἰδιώτας λέγειν ἀνθρώπους. καὶ ὅτι τὸ κάλλιστον τοῦ ἱερείου ἡ γλῶσσα, τὸ δὲ κάλλιστον τοῖς θεοῖς ἀνετίθουν .......
πῶς ψευδῶς εἶπεν ἡ Ἀθηνᾶ; οὐκ ἔστι τοῦτο μεμπτὸν ἀλλʼ οἰκονομικόν. εἰ μὴ γὰρ οὕτω εἶπεν, οὐκ ἂν εἰάθη παρὰ τοῦ Νέστορος ὑποχωρῆσαι, καὶ οὕτως οὐδὲ ἐφάνη τίς ἦν, εἰ μὴ ὑπεχώρησεν. … ἔλεγε γὰρ ὄπισθεν ὁ Νέστωρ τῷ Τηλεμάχῳ· εἴ σʼ οὕτως φιλέει, ἤγουν τὸν Τηλέμαχον ὁμοίως τῷ πατρὶ αὐτοῦ, καὶ νῦν μέλλει δεῖξαι αὐτή, ὅτι προφανῶς αὐτῷ συνέπεται ὡς τῷ πατρί. καὶ ἅμα ποιῆσαι θέλει πλείονα τὸν Τηλέμαχον προσφιλῆ τῷ Νέστορι. εἰ γὰρ ὡς ἄνθρωπος ὑπεχώρησεν, οὐκ ἂν ταῦτα οὕτως ἐγένετο καὶ οὐδʼ αὐτῇ θυσίαν ἐποίησεν ὁ Νέστωρ.
διὰ τί ὁ Νέστωρ βασιλεὺς ὢν τοῖς αὑτοῦ παισὶν ἐπιτέλλει τὰ τῶν δούλων καὶ τῶν ὑπὸ χεῖρα; φασὶν οὖν ὅτι ἁπλοϊκῶς καὶ ἀκενοδόξως τότε διέκειντο καὶ οὐκ ἔχοντες ἔπαρσιν. ἀλλαχοῦ δὲ καὶ θυγατέρες τῶν τοιούτων βασιλέων μετὰ οἰκείων χειρῶν ἔπλυναν τὰ ἱμάτια. ὥστε οὐκ ἦν αὐτοῖς εἰς ἀτιμίαν τὸ οὕτω ποιεῖν διὰ τὴν ἁπλότητα.
διὰ τί μικρὸν μέρος τῆς γῆς φησιν ἀπὸ χθονὸς εὐρυοδείης; οὐκ ἂν τὴν ὅλην γῆν λέγοι τὴν εὐρυοδείην, ἀλλὰ τὸ κοινὸν τῆς γῆς ὄνομα μᾶλλον κατʼ ἐπίθετον χαρίζεται τῷ μικρῷ αὐτῆς μέρει.
Οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα. παρὰ τὴν ἱστορίαν φασὶν εἶναι τὸν γενόμενον ἤδη ἐν τῇ Λακωνικῇ· αἱ γὰρ Φηραὶ, ἔνθα Διοκλῆς ᾤκει, τῆς Λακωνικῆς εἰσιν. τὸν οὖν γενόμενον ἐν τῇ Λακωνικῇ αὖθις ὡς μὴ γενόμενον ἐπισημαίνεσθαι ἄτοπον. ἔστι δὲ ἡ λύσις ἐκ τῆς λέξεως· τὰ γὰρ τῶν χωρίων ὀνόματα τίθεται καὶ ἐπὶ τῶν προηγουμένων πόλεων, ὥστε τὴν Σπάρτην οὐκ ἀπεικότως Λακεδαίμονα λέγει, καθάπερ καὶ τὴν Ἴλιον Τροίαν· ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν· καὶ ἀντεστραμμένως τὴν Ἀττικὴν εἴρηκεν Ἀθήνας· ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ ἄκρον Ἀθηνέων.
διὰ τί ὁ Τηλέμαχος εἰς Λακεδαίμονα ἐλθὼν οὐκ ἐνέτυχε τῷ Ἰκαρίῳ; καίτοι ἄλογον ἐλθόντα τῷ πατρὶ τῆς μητρὸς μὴ ἐντυχεῖν. οὐδαμοῦ δὲ εἴρηκεν ὡς ἐν Λακεδαίμονι ᾤκουν, ἀλλὰ μᾶλλον πλησίον αὐτῆς ἦσαν. ἡ γοῦν Ἀθηνᾶ ἐν τῷ ὕπνῳ ἐπιστᾶσά φησιν· ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι. καὶ τὸ μὲν ὀνείροις μάρτυσι χρῆσθαι ἴσως ἄπιστον, αὐτὴ δὲ ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τὰ καθʼ ἑαυτὴν ἀφηγουμένη φησί· νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην μῆτιν εὑρίσκω, μάλα δʼ ὀτρύνουσι τοκῆες. ὅθεν καὶ ἄλλη λύσις γίνεται πρὸς τοὺς ἀποροῦντας, διὰ τί πρὸς τοὺς γονέας οὐκ ἀποστέλλει τοὺς ἑαυτῆς ἡ Πηνελόπη εἰς βοήθειαν, ὅτε ὁ παῖς ἐκινδύνευσεν, ἀλλὰ πρὸς τὸν Λαέρτην βούλεται ἀποστεῖλαι. φαίνεται γὰρ ἠλλοτριωμένη τοῖς γονεῦσιν ὡς ἀναγκάζουσι γήμασθαι· διὸ καὶ ἐξῄρηται ἀπὸ τῆς τοῦ Τηλεμάχου προσηκούσης μνήμης ὁ Ἰκάριος τοῦ τε Ὀδυσσέως καὶ τῆς Πηνελόπης. τοσοῦτον δὲ εἴρηται ὑπὸ τοῦ Τηλεμάχου· οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου καὶ κακὸν δέ με πόλλʼ ἀποτίνειν Ἰκαρίῳ. αὐτὸς μὲν γὰρ ἐκβάλλων μὴ βουλομένην καταλιπεῖν τοῦ ἀνδρὸς τὸν οἶκον ἀναγκάζειν οὐκ εὐπρεπὲς ἡγεῖτο. πῶς ἂν οὖν εἰς τὴν προαίρεσιν τῆς Πηνελόπης ἀνῆψαν τοῦ γάμου τὸ τέλος;
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι.δῆλον ἐκ τούτων ὅτι ὁ Ἰκάριος Ἰθακήσιος ἦν· φησὶ γοῦν ἐς οἶκον. εἰ γὰρ ἦν ξένος, ἔφη ἂν προτὶ ἄστυ ἢ προτὶ γαῖαν. εἰ δὲ ἦν Σπαρτιάτης, πῶς εἰς Σπάρτην ἐλθὼν Τηλέμαχος οὐ συνέτυχεν αὐτῷ, πῶς τε ὁ φιλοδέσποτος Εὔμαιος κατηρᾶτο τῇ δεσποίνῃ λέγων· ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ; Ἰκάριος γὰρ καὶ Τυνδάρεως ἀδελφοί, καὶ περιείχετο τῇ κατάρᾳ ἡ Πηνελόπη, εἴπερ ἐκείνου τοῦ Ἰκαρίου ἦν θυγάτηρ. πῶς τε Ἀθηνᾶ ἐν Σπάρτῃ ὄντι τῷ Τηλεμάχῳ φησίν· ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι; ὡς γὰρ ἐν Ἰθάκῃ οἰκούντων ποιεῖται τὸν λόγον.
διὰ τί Ἑλένη μόνην τὴν Ἑρμιόνην ἔτεκε; διότι τὸ πολλὰ τεκεῖν ἀλλοιοῖ τὸ κάλλος τῆς γυναικός. μελλούσης γὰρ αὐτῆς μεσολαβῆσαι εἰς τὸν πόλεμον τῶν Τρώων καὶ τῶν Ἑλλήνων, οὐκέτι ἐδίδουν αὐτῇ τέκνον οἱ θεοί, ἵνα τὸ κάλλος φυλάττῃ, ᾧ Ἀλέξανδρος ἡδυνθῆναι ἔμελλε. τὸ δὲ παντελῶς εἶναι ἄτεκνον ἦν δύσδαιμον καὶ κακόν, τὸ δὲ τεκεῖν εὔδαιμον καὶ μακάριον. διὰ τοῦτο ἔτεκεν ἕν, ἵνα μακαρία λογίζηται καὶ ἵνα τὸ κάλλος ἔχῃ. ἐπιφέρει δὲ καὶ ὁ ποιητής· Ἑλένη δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον.
Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον. πιθανῶς, ἵνα ἐπὶ πλεῖστον ἀκμάσῃ ἢ ἵνα διʼ Ἀλεξάνδρου γόνον μὴ σχῇ.
διὰ τί τοὺς ἀνθρώπους πρὶν φαγεῖν ποιεῖ τὰς χεῖρας ἀπονίζεσθαι, τοὺς δὲ θεοὺς οὐδαμῶς; διὰ τί πρὸς δεῖπνον μὲν ἀπονίζονται, μετὰ δὲ τὸν δεῖπνον οὐδαμῶς; θεοὶ μὲν οὐκ ἀπονίζονται· καθαροὶ μὲν γάρ. μετὰ τὸν δεῖπνον οὐ ποιεῖ ἀνθρώπους ἀπονίζεσθαι τὰς χεῖρας, ὅτι οὐδὲ ὄψοις τοιούτοις ἐχρῶντο ὥστε δεῖσθαι ἀπονίψεως, καὶ ὅτι παυσαμένου τοῦ δείπνου ἔσπενδον, μετὰ δὲ σπονδὰς οὐ χρὴ ἀπονίζεσθαι.
διὰ τί πρὸ μὲν τοῦ δειπνεῖν ἐνίπτοντο, μετὰ δὲ τὸ δειπνεῖν οὐκέτι, ἐρρήθη μὲν ἤδη καὶ ἄλλῃ, ῥητέον δὲ καὶ τοῦτο. ὅταν γὰρ λέγῃ χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος νίψασθαι, φήσομεν ὅτι οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ δειπνεῖν κυρίως τοῦτο εἴρηται, ἀλλὰ συλλαβὼν τὰ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον λέγει, οὐκέτι τὰ κατὰ μέρος ἐπεξιών. τινῶν γὰρ τὰς ἀρχὰς μηνύσας οὐκέτι τοῖς κατὰ μέσον ἐπέξεισι, συγχωρεῖ δʼ ἡμῖν ἐπινοεῖν καὶ τὰ μεταξὺ οἷα γίνεται. ὥσπερ οὖν οὐδʼ αἰρομένας τὰς τραπέζας ἐποίησεν οὐδὲ τὰ λείψανα τὰ ἐκ τοῦ συμποσίου συναγόμενα, οὕτως οὐδὲ μεταξὺ νιπτομένους καὶ μετὰ τὸ δεῖπνον ἐπινιπτομένους. ἐπεὶ καὶ τοῦτο οὐ δηλοῖ ἁπλῶς τὸ νίψασθαι ἐκόμισεν, ἀλλʼ ὅτι ἐκόμισε τὰ χερόνιπτρα ἐν προχόῳ χρυσέῃ καὶ λέβητι ὑποδεχομένῳ ταῦτα ἀργυρῷ, ὥστε παρέκειτʼ ἀεὶ τὰ χερόνιπτρα, ὅτε βούλοιντο νίψασθαι, ὥσπερ ἡ τράπεζα καὶ τὰ ἄλλα, ἄχρις ὅτου βούλοιντο, αὐτοῖς. οὕτως καὶ τοὺς Πυλίους ποιήσας ἐν τῷ κατάπλῳ τῶν περὶ τὸν Τηλέμαχον εὐωχουμένους οὐκέτι δεδήλωκεν, ὅπως ἐκ τῆς ᾐόνος ἀναστάντες ἀπηλλάγησαν, καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ οὐκέτι ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν ἐπεσημήνατο· ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ, ὅπως δὲ τοῦτο ἀπέδωκεν οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογίζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρʼ αὐτῷ· οὐ γὰρ μόνον τί εἴπῃ ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισε, καὶ οὐχ ἧττον ὧν κατορθοῖ ἐν οἷς λέγει σοφὸς εὑρίσκεται ἢ ἐν οἷς ἀποσιωπᾷ καὶ οὐ λέγει.
πῶς φησι Σιδονίους καὶ Ἐρεμβούς καὶ τοὺς ἄλλους καὶ σὺν αὐτοῖς καὶ τὴν Λιβύην; αἱ γὰρ λεχθεῖσαι χῶραι τῆς Λιβύης εἰσίν, οὗτος δʼ ἔοικε διαχωρίζειν. νοητέον δὲ ὅτι ἔλεγεν ὅλας ἐξ ὀνόματος, εἶτα συνάψας λέγει συντόμῳ λόγῳ αὐτὴν τὴν Λιβύην.
χρυσῆν τʼ ἠλακάτην ἠλακάτη τὸ ξύλον, ἐν ᾧ περιειλοῦσι τὸ ἔριον, ἠλάκατα δὲ τὰ περιειλούμενα τῇ ἠλακάτῃ ἔρια.
ἠλακάτη λέγεται τὸ ἐργαλεῖον, ἠλάκατα δὲ τὰ ἔρια τὰ πλεκόμενα τῇ ἠλακάτῃ.
πῶς τὸν Τηλέμαχον ἐχαρακτήριζον καίτοι μὴ ἰδόντες καὶ ἄλλοτε αὐτόν, τὸν δὲ Πεισίστρατον οὐκ ἐχαρακτήριζον; πλείονα γὰρ φιλίαν καὶ προσοχὴν εἶχον πρὸς τὸν Ὀδυσσέα παρʼ ὃ πρὸς τὸν Νέστορα, καὶ ὡς ἀκμάζοντα καὶ σφριγῶντα. τὸν δὲ Πεισίστρατον καθʼ ὃ οὐκ ἐγνώρισαν, δηλοῖ αὐτὸς ἑαυτόν.
διὰ τί μὴ συμμαχεῖ Μενέλαος — καλὴ γὰρ ἡ πρόφασις γυναῖκα περισῶσαι φίλου — εἰς τὰ ὅμοια ὑπὸ Ὀδυσσέως εὐεργετηθείς; διὰ τί δὲ καὶ Τηλέμαχος οὐκ αἰτεῖ συμμαχίαν; ἢ ὅτι ἔλεγεν Ἀθηνᾶ· οὔτοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος ἔσσεται, οὐδʼ εἴπερ σιδήρεα δέσματʼ ἔχῃσι. μετὰ δὲ τοὺς λόγους τούτους θεασάμενος τὴν ἀπαλλαγὴν τῆς θεᾶς καὶ γνοὺς ὅτι παρὰ θεοῦ ταῦτα ἠκηκόει εἰκότως ἐκδέχεται τὴν τοῦ πατρὸς παρουσίαν, καὶ τοῦτο μάλιστα σπεύδει μαθεῖν, ποῦ ποτε ἄρα τυγχάνει Ὀδυσσεύς. τὸ δὲ μὴ δεηθέντος τοῦ Τηλεμάχου Μενέλαον συμμαχεῖν περίεργον· δεῖ γὰρ ὠφελεῖν τοὺς φίλους ἃ βούλονται. ἄλλως τε καὶ ἀφορμὴν ἔχει Νέστωρ τε καὶ Μενέλαος τοῦ μὴ πέμψαι στρατιάν, Νέστωρ μὲν ἐκ τοῦ αὐτόπτης γενέσθαι τῆς Ἀθηνᾶς πιστεύσας τῇ Ὀδυσσέως παρουσίᾳ, ὁ δὲ ἐκ Πρωτέως ἀκούσας. τί οὖν ἔδει ὑφαρπάζειν τῆς Ὀδυσσέως ἐκδικίας;
πῶς ὁ Μενέλαος γινώσκων ζῶντα τὸν Ὀδυσσέα — ἔμαθε γὰρ αὐτὸ παρὰ τοῦ Πρωτέως — εἰς θρήνους κατάγεται; καὶ εἰ ἀπέθανεν, οὐκ ἔδει κλαίειν, ἵνα μὴ ὑποψίας ἐμποιήσῃ τῷ Τηλεμάχῳ περὶ τῆς τοῦ πατρὸς ἀπωλείας. καὶ ῥητέον ὅτι συνήρπασται τοῖς κλαίουσι καὶ μὴ βουλόμενος, ἢ ὅτι περὶ τοῦ ζῆν τὸν Ὀδυσσέα εἶπεν αὐτῷ ὁ Πρωτεύς, περὶ δὲ τῆς ὑποστροφῆς οὐδόλως.
τί κατήπειγε, φασὶ, μηνύειν τοῖς Τρωσὶν ὅτι ἦν Ὀδυσσεύς; τοῦτο γὰρ καὶ προδοσίας ὑποψίαν παρεῖχε τῇ Ἑλένῃ, εἴ γε ὁμολογοῦσα ἐγνωκέναι τὸν κατασκεψάμενον ὃς ἦν οὐ τότε ἐμήνυσεν, ἀλλʼ ἐπίτηδες αὐτὸν περιέσωσεν. ἔστιν οὖν ὅμοιον τῷ τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν καὶ οὐδέ ποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἀργοὶ ἔδονται.
γράφεται δάος, ἤγουν μερισμὸν σπουδὴν ἢ ταχύτητα ἢ φῶς· ἀφʼ οὗ καὶ αἱ δεκτικαὶ τοῦ φωτὸς αἱ δάδες,
ὀλοώτατος ὀδμή ὅμοιον τῷ κλυτὸς Ἀμφιτρίτη καὶ θερμὸς ἀυτμή καὶ κλυτὸς Ἱπποδάμεια.
θαυμάσαι τις ἂν τοὺς τὸν ποταμὸν τοῦτον διιπετῆ εἰρῆσθαι οἰηθέντας διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς καὶ κατὰ τοὺς Αἰγυπτίους οὐρανόθεν ῥεῖν. πρῶτον μὲν καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει· υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο, καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ· ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο. καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει· ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα. διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς τοὺς ἐκ Διὸς γεγενημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γενέσθαι χρῆται, ὥσπερ τῷ ὅστις ἐπʼ ἤματι πέσεν παρὰ ποσσὶ γυναικός. ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς· Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέτοκε Ζεύς. τοῦτο δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη· καί σφιν Διὸς ὄμβρος ἀέξει, οἵῳ λόγῳ καὶ τὰς Νύμφας Διὸς θυγατέρας λέγει· Νύμφαι κρηναῖαι, κοῦραι Διός, ἔτι Νύμφαι ὀρεστιάδες, κοῦραι Διός, ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὕδατι τρέφεται. Ζηνόδωρος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσι· διὰ τοῦτο καὶ γράφει διειπετέος διὰ τῆς ει διφθόγγου.
ἔοικεν ὡς τρυφητοῦ κατηγορεῖν τοῦ Ἀγαμέμνονος καὶ μεθύσου καὶ διὰ τοῦτο ἀγνοοῦντος τὴν αὑτοῦ ἐπιβουλὴν ὡς μεμεθυσμένου· ἀλλʼ οὐκ ἔστι τοῦτο· ἐθάρρει γὰρ ὡς τὸν δόλον ἐνόησεν. εἰ δὲ καὶ βοῦν εἶπεν, ἀλλʼ οὐ πρὸς ὕβριν αὐτοῦ εἶπεν, ἀλλὰ μᾶλλον τὴν ἀνδρείαν αὐτοῦ ἐδήλωσε. κατεκτάνθη γὰρ καθήμενος ἐπὶ τῆς τραπέζης καὶ ἐσθίων, ὡς ὅταν μὲν βοῦς στερρὸς καὶ δυνατὸς ᾖ, σφαγῇ δὲ ὅμως ἐν φάτνῃ δεδεμένος καὶ ἀγνοῶν τὴν ἑαυτοῦ ἐπιβουλήν.
τὸ ἐξονομάζειν οὐ γὰρ ἐξ ἀνάγκης δηλοῖ τὸ ἐξ ὀνόματος καλεῖν, ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ.
δοκεῖ μαχόμενον εἶναι τῷ ὑπὸ τοῦ Τηλεμάχου λεγομένῳ τὸ οὐ γάρ τις νήσων ἱππήλατος, εἴπερ οὗτος μέλλει δαμάζειν ἵππους, μὴ δυνάμενος χρήσασθαι αὐταῖς ἐν Ἰθάκῃ. ἀγνοοῦσι δὲ ὅτι οὐχ ἵππους δαμάσαι βούλεται, ἀλλὰ τὰς ἡμιόνους, ἵνʼ ἔχῃ ὀρεῦσι χρῆσθαι εἰς τὰς κατʼ ἀγρὸν ἐργασίας.
ἀγνοοῦσί τινες τὸ νήδυμος ὕπνος ἀποδιδόντες τὸ ἡδύς. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων· καὶ οὕτως λέγει· οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ. τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ νήγρετος, ὁ ἥδιστος καὶ θανάτῳ ἄγχιστα ἐοικώς. καὶ ἐπʼ ἄλλων περιεχόντων καὶ κατειληφότων τὸ ὅλον λέγει· ἀμφὶ δέ μιν θάνατος χύτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψεν καὶ θείη δέ μιν ἀμφέχυτʼ ὀμφή, θεσπεσίην δʼ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη. καὶ λιμένες ναύλοχοι ἀμφίδυμοι, δύο λέγων εἰς οὓς ἔστι δύνειν. ὅθεν καὶ δίδυμοι, δύο ἐκ μιᾶς καταδύσεως τῆς ἐκ γαστρός.
Οὐδὲν, φασὶν, ὄφελος ἐνθάδε ῥάβδου, ὥσπερ ἐν Ἰλιάδι πρὸς τὸ κοιμίσαι τοὺς πυλωρούς. οὐ συνορῶσι δὲ ὅτι ἴδιά ἐστί τινα θεῶν φορήματα, ὡς εἴ τις μέμφοιτο, ὅτι Ποσειδῶν εἰς Αἰθιοπίαν πορευόμενος τὴν τρίαιναν ἔχει.
διὰ τί λάρῳ καὶ μὴ ἀετῷ ἐοικὼς ἢ ἄλλῳ τινὶ τοιούτῳ; διότι οὔτʼ ἀετὸς οὔτʼ ἄλλο τι χερσαῖον ὄρνεον δύναται πλέειν, ὡς τῶν πτερῶν ἠραιωμένων ὄντων, ὁ δὲ λάρος θαλάσσιος καὶ πυκνότερος. καὶ οὐκ ἦν ὁμοιωθῆναι ἄλλῳ τινὶ θαλασσίῳ οὐδενί, ἀλλὰ τούτῳ διὰ τὸ λαμπρὸν καὶ λευκὸν τῆς θέας … τοιοῦτος γὰρ καὶ ὁ λάρος, ὡς τῷ ἡλίῳ ὁ κύκνος ἀνατίθεται.
εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ τὸ νέκταρ, διὰ τί αὐτὸ ἡ Καλυψὼ τῷ Ἑρμῇ κεράσασα δίδωσιν; εἰ γὰρ κεκέρασται σὺν ὕδατι, οὐ μόνον τὸ νέκταρ, ἀλλὰ καὶ ὕδωρ πίνουσιν. καίτοι, φησὶ, ψιλὴν ἀμβροσίαν παρέθηκεν, κέρασσε δὲ νέκταρ ἐρυθρόν. λύων οὖν ὁ Ἀριστοτέλης τὸ κέρασσε φησὶν ἤτοι τὸ μῖξαι ἄλλο ἄλλῳ ὑγρῶ δηλοῖ ἢ τὸ ἐγχέαι· ἄμφω γὰρ δηλοῖ τὸ κεράσαι. νῦν οὖν τὸ κέρασσε δὲ νέκταρ ἐρυθρόν οὐ τὸ μῖξαι δηλοῖ, ἀλλὰ ψιλῶς ἐγχέαι.
κέρασε δὲ νέκταρ ἐρυθρόν. ἀντὶ τοῦ ἐνέχεεν· οὐ γὰρ κιρνᾶται τὸ νέκταρ. εἰ οὐδὲν γὰρ ἄλλο πίνουσιν οἱ θεοὶ ἢ νέκταρ, πῶς αὐτὸ κιρνᾷ ὕδατι ἡ Καλυψώ; ἔστιν οὖν ἀντὶ τοῦ ἐνέχεεν, ἀπὸ τῆς ἀρχαίας συνηθείας· εἰς κέρας γὰρ ἐγχέοντες ἔπινον.
ἐπιλαμβάνονταί τινες τῆς Καλυψοῦς διαρρήδην ἀπαναισχυντούσης· ἀναισχύντου γὰρ χαλεπαίνειν μὴ ἐωμένην ἀνδράσιν εὐνάζεσθαι καὶ ἐπὶ τούτῳ αὐτῷ σχετλιάζειν. φαίνεται δὲ ὅτι οὐ διὰ τὸ κωλύεσθαι εὐνάζεσθαι σχετλιάζει, ἀλλὰ διὰ τὸ εὐλαβεῖσθαι, μὴ ζήλῳ τῷ πρὸς αὐτὴν ἀποκτείνωσι τὸν Ὀδυσσέα. δηλοῖ δὲ τὰ παραδείγματα τὴν γνώμην αὐτῆς. ὑπομιμνήσκει δὲ ὅτι ἐγὼ διὰ φιλανθρωπίαν σαώσασα κατεῖχον, εἰ καὶ ὁ Ζεὺς νῆα θοὴν ἀργῆτι κεραυνῷ βαλὼν ἐκέασεν ἐν μέσῳ πόντῳ. δηλοῖ δὲ καὶ τὸ φάναι ἀτάρ οἱ πρόφρων ὑποθήσομαι τὸ πρόθυμον αὐτῆς εἰς τὸ σώζεσθαι τὸν Ὀδυσσέα καὶ οὐδαμῶς διὰ τὸ ἐρωτικὸν πάθος σχετλιάζειν· οὐδὲ γὰρ οὐδὲ δακρύουσαν πεποίηκε. σχέτλιοι οὖν, ὅτι γάμων φθονοῦσι θεαῖς φανερῶν, οὐ κρυφίων, καὶ ζηλήμονες, ὅτι ἀναιροῦσι τοὺς εἰς γάμους προκριθέντας. καὶ σχετλιασμοῦ ἄξιον ὅτι πείσεται καὶ ὁ Ὀδυσσεὺς τὰ ὅμοια. καὶ τούτου πίστις· ἤδη γὰρ κεραυνῷ βληθεὶς ἀφίκετο· καὶ πίστις τοῦ μὴ διὰ πάθος αἰσχρὸν σχετλιάζειν τὸ ἑτοίμως ἔχειν ἀποπέμπειν καὶ ὑποτίθεσθαι τότε τὰ σωτήρια, καὶ ὅτι διʼ ἔλεον κατεῖχεν ἐκ τοῦ ναυαγὸν λαβοῦσα τρέφειν καὶ φιλεῖν, καὶ ὅτι, εἰ καὶ ἀπολέσαι αὐτὸν κεκρίκασιν, ἐρρέτω.
τῷ Ὀδυσσεῖ Ἀθηνᾶ μὲν ἐμαρτύρησεν φιλεῖσθαι αὐτόν, καίπερ δύστηνον ἐόντα, οὕνεκʼ ἐπητής ἐστιν καὶ ἀγχίνοος καὶ ἐχέφρων. Καλυψὼ δὲ ἰδοῦσα τὸ δύστηνον αὐτοῦ· ὅτʼ ἄλλοι μὲν ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμʼ ἐπέλασσεν οἶον, καὶ διὰ τούτων ἐξηγησαμένη πως τὸ δύστηνον, εἰποῦσα δὲ φιλεῖν αὐτόν, λέγει πάλιν ἦ δὴ ἀλιτρὸν ὄντα καὶ οὐκ ἀποφώλια εἰδότα. πῶς οὖν ἀλιτρός τε ὁ αὐτὸς καὶ ἐπητής, οὗ κήδονται ὡς οὐκ ἀποφώλια εἰδότος καὶ ἀγχίνου καὶ ἐχέφρονος; καὶ πῶς ὁ ἀλιτρὸς εἴρηται; ῥητέον οὖν ὅτι εἰς ὅρκον προκαλουμένου τὴν Καλυψὼ τοῦ Ὀδυσσέως· μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, φησὶν ἐκείνη ἀλιτρὸν ὄντα, τουτέστι διαμαρτάνοντα τῆς ἀληθείας καὶ σφαλλόμενον, καίπερ οὐκ ἀπαίδευτα εἰδότα· τὸν γὰρ ἀπαίδευτον ὄντα οὐκ ἀπεικὸς σφάλλεσθαι, τὸν δὲ πεπαιδευμένον θαυμαστὸν σφαλῆναι. θαυμάζουσα οὖν λέγει· ἦ δὴ ἀλιτρός τʼ ἐσσὶ ἀντὶ τοῦ ἦς ἄρα σφαλερός, καίπερ οὐκ ἀπαίδευτος ὤν. τὸ δὲ ἀμφίβολον ἐποίησεν ὁ πλεονασμὸς τοῦ τε καὶ ἡ ἔλλειψις τοῦ περ. προςρηθεὶς γὰρ οὕτω· ἦ δὴ ἀλιτρός ἐσσι, καίπερ οὐκ ἀποφώλια εἰδώς, οὕτως ἂν εἴη ὁ αὐτὸς ἐπητής. τὸ ἐπητής δʼ ἐστὶν παρὰ τὸ ἔπος, ὥσπερ παρὰ τὸν λόγον λόγιος γέγονεν. λόγιος δὲ ὁ πεπαιδευμένος καὶ τῷ λόγῳ καὶ τῷ ἔπει χρῆσθαι δυνάμενος διὰ τὴν παίδευσιν, λόγῳ δὲ οὐ τῷ προφορικῷ μόνῳ ἀλλὰ καὶ τῷ ἐνδιαθέτῳ. ὁ δʼ αὐτὸς ἂν εἴη ἄριστος ἐν μύθοις, ὥσπερ ἀγχίνους καὶ ἐχέφρων ὁ ἐν βουλῇ ἄριστος. καὶ γὰρ ἀγχινοίᾳ καὶ φρονήσει συνήρτηται λογιότης· ὃ καὶ ἐξηγεῖται συλλαβὼν περὶ αὐτοῦ λογιότητα καὶ ἀγχίνοιαν καὶ φρόνησιν ἐν οἷς φησι πρὸς τὸν αὐτόν· ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων βουλῇ καὶ μύθοισιν. ὁ γὰρ ἄριστος ἐν βουλῇ ὁ φρόνιμος καὶ ἀγχίνους, ὁ δὲ ἄριστος ἐν μύθοις ὁ ἐπητὴς καὶ λόγιος· τοιοῦτος δʼ ἂν εἴη ὁ οὐκ ἀποφώλια εἰδὼς μόνος.
ἀλιτρός λέγεται ὁ κατὰ ψυχὴν ἁμαρτωλός. λέγεται δὲ καὶ ὁ τῆς ἀληθείας ἀποτυχὼν καὶ ἁμαρτών, ὡς καὶ νῦν Ὀδυσσεύς. τὸ ἑξῆς δὲ οὕτως· ἦ δὴ ἀλιτρός γʼ ἐσσί, καίτοι οὐκ ἀποφώλια εἰδώς, ἤτοι ὄντως ἁμαρτάνεις τῆς ἀληθείας, καίτοι οὐκ εἰδὼς ἀπαίδευτα. εἰ μὴ γὰρ συννοοῖτο τὸ καίτοι, ἄλλως οὐκ ἂν ἀκολουθήσαι .....
ἀλιτρός ὁ ἀλιτήριος καὶ ἁμαρτωλός, ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ ἅμα οὐκ ἀπαίδευτός φησιν; οὐκ ἔστιν οὕτως, ἀλλὰ λέγει· πάνυ ἥμαρτες, καίπερ οὐκ ὢν ἀπαίδευτος.
εἴκοσι δʼ ἔκβαλε πάντα. παρέλκει τὸ πάντα, ὡς ἐν τῷ τριχθὰ δὲ πάντα δέδασται· ἐπιφέρει γὰρ γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
πολλάκις ἀπὸ διαφόρων κλίσεων πτώσεων συνέμπτωσις γινομένη πλανᾷ τοὺς πολλούς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴσατο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβε καὶ τὸ ἐπορεύθη καὶ τὸ ἴσος καὶ ὅμοιος ἐγίνετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω τὸ πορεύομαι, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίσκω. τὸ μὲν οὖν ὑπέλαβεν· εἴσατο δʼ ὡς ὅτε ῥινόν, ἀντὶ τοῦ ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων. καὶ εἴσομαι αἴ κε τύχωμι, ἀντὶ τοῦ νοήσω ὑπολάβω, ἀπὸ τοῦ εἴδω. εἴσατο ἀντὶ τοῦ ὡμοιώθη ἀπὸ τοῦ ἐίσκω, ὡς τὸ εἴσατο φθογγήν καὶ τὸ εἰσάμενος Κάλχαντι δέμας. εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω, ὡς τὸ εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά.
τὸ δὲ εἴσατο ἐστὶν ἀπὸ διαφόρων κλίσεων συνέμπτωσις. ἐξ οὗ γίνεται καὶ τὸ ὅθι οἱ καταείσατο γαίῃ, ἀντὶ τοῦ κατεπορεύθη.
εἰκαίως· οὐ γὰρ νεφεληγερέτης ἐστὶν ὁ Ποσειδῶν. ἀλλʼ οὖν γε πρὸς ἀνθρώπους πάντες οἱ θεοὶ πάντων ἐξουσίαν ἔχουσιν. ὁ δὲ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς κατὰ τὴν τῶν πολλῶν δόξαν εἰς Δία ἀναφέρει τὴν αἰτίαν.
διὰ τί Ἀχιλλέως ἀποθανόντος μάλιστα τοῦ νεκροῦ προὔστησαν Ὀδυσσεὺς καὶ Αἴας; φαίνονται οὗτοι φίλτατοι γεγονότες Ἀχιλλεῖ, καὶ διὰ τοῦτο ὑβρίζων Ἀγαμέμνων τὸν Ἀχιλλέα καὶ τούτους ὑβρίζει λέγων· ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος, καὶ εἰς τὴν Χρύσαν ἐκ τούτων μάλιστα ἡγεμόνα προαιρεῖται ἐκπέμπειν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σύ, Πηλείδη, καὶ εἰς τὴν πρεσβείαν τούτους ἀποστέλλει, ὅτε Αἴας φησὶν Ἀχιλλεῖ· μέμαμεν δέ τοι ἔξοχον ἄλλων
κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι.
Κάδμου θυγάτηρ. διὰ τί αὕτη μόνη οἰκτείρει τὸν Ὀδυσσέα; λύεται δὲ ἐκ τῆς λέξεως· φησὶ γὰρ αὐτὴν ἄνθρωπον εἶναι πρότερον· ὡς ὁμοιοπαθὴς οὖν ἄνθρωπος εἰκότως οἰκτείρει τὸν Ὀδυσσέα. οὐκ ἐναντιοῦται οὖν Ποσειδῶνι· κἀκεῖνος γὰρ οἶδεν ὅτι δεῖ σωθῆναι αὐτόν.
ἐλεεῖ αὐτὸν ὡς ἄνθρωπος γενομένη Ἰνώ, ἢ ὅτι ἦν φιλογύνης ὁ Ὀδυσσεύς … ἡ δὲ διὰ τὸν Ἀθάμαντα ἐδυστύχησεν. οὐκ ἐναντιοῦται δὲ τῷ Ποσειδῶνι· κἀκεῖνος γὰρ οἶδεν ὅτι δεῖ σωθῆναι αὐτόν.
αἰθυίῃ δʼ εἰκυῖα. πρὸς τὴν ἀνάδυσίν ἐστιν ἡ εἰκὼν καὶ τὸ παράδειγμα, οὐ κατὰ σῶμα. οὕτω καὶ ὁ Ἑρμῆς σεύατʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς· οὕτω καὶ ἐπὶ Ἥρας καὶ Ἀθηνᾶς αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι, οὐ περιστεραὶ γενόμεναι, ἀλλʼ ὁμοῖαι τοῖς ἴθμασι τῶν περιστερῶν εἰς τὸ στρατόπεδον ἔρχονται. ἴθματα δὲ οὐκ ἔστιν ἴχνια, ἀλλὰ ὁρμήματα καὶ πτήσεις, ἀπὸ τοῦ ἰέναι, καὶ ἀπὸ τοῦ ἴθι ἰθμός· καὶ γὰρ καὶ τὴν εἴσοδον εἰςίθμην καλεῖ. τὸ δὲ ποτήν, ἵνʼ ᾖ κατὰ τὴν πτῆσιν καὶ τὴν ὁρμήν. καὶ ἀπαλλαττομένη μέντοι εἴκασται τῇ αἰθυίᾳ, ὡς καὶ ἡ Ἀθηνᾶ ὄρνις δʼ ὡς ἀνόπαια διέπτατο καὶ φήνῃ εἰδομένη.
προσκείσθω δὲ καὶ τὸ ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα. ζητεῖ γὰρ ὁ Ἀριστοτέλης, διὰ τί τὴν Καλυψὼ καὶ τὴν Κίρκην καὶ τὴν Ἰνὼ αὐδηέσσας λέγει μόνας· πᾶσαι γὰρ καὶ αἱ ἄλλαι φωνὴν εἶχον. καὶ λῦσαι μὲν οὐ βεβούληται, μεταγράφει δὲ ποτὲ μὲν εἰς τὸ αὐλήεσσα, ἐξ οὗ δηλοῦσθαί φησιν ὅτι μονῳδοὶ ἦσαν, ἐπὶ δὲ τῆς Ἰνοῦς οὐδήεσσα· τοῦτο γὰρ πάσαις ὑπῆρχεν αὐταῖς καὶ μόναις· πᾶσαι γὰρ αὗται ἐπὶ γῆς ᾤκουν. μήποτε δὲ τὸ αὐδήεσσα οὐ τὸ ἀνθρωπίνῃ φωνῇ μόνον χρῆσθαι δηλοῖ, ὡς τὸ αὐδήεντα δʼ ἔθηκε, σημαίνει δὲ καὶ τὸ ἔνδοξον καὶ ἐπίφημον. καὶ ἑκάστη δὲ τούτων ἔνδοξος, ὥσπερ ἡ Ἰνὼ, ὅτε ἐν ἀνθρώποις ἦν, ἔνδοξος ἦν καὶ πᾶσι περίφημος.
ὥσπερ ὅταν λέγῃ κατὰ θνητῶν ἀνθρώπων ἀντιδιαστέλλει πρὸς τοὺς θεούς, ὅτι ἐκεῖνοι ἀθάνατοι, οὕτω καὶ ὅταν λέγῃ ἦ νύ που ἀνθρώπων σχεδόν εἰμι αὐδηέντων ἀντιδιαστέλλει πρὸς τοὺς θεούς, ὅτι οἱ θεοὶ αὐδῇ τῇ αὐτῇ οὐ χρῶνται. ὥσπερ καὶ ἐπὶ τῆς Λευκοθέας· ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα καὶ θνητῇ αὐδῇ χρωμένη, καθὰ καὶ οἱ βροτοί. καὶ τὸ αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη οὐκ ἔστι φωνὴν ἔχοντα, ἀλλʼ ἀνθρωπίνως φθεγγόμενον, τουτέστι τῇ αὐτῇ ὀπὶ χρώμενον, οἵᾳ δὴ καὶ οἱ λοιποὶ ἄνθρωποι. καὶ τὸ Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα σημαίνει ἀνθρωπιστὶ φθεγγομένη, οὐχ ὡς θεός· διὰ σημείων γὰρ καὶ ὀνείρων καὶ ἱερείων καὶ οἰωνῶν καὶ θυσιῶν, οὐκ αὐδῆς, φθέγγονται οἱ θεοί. τὸ δὲ οἱ δʼ αἰεὶ βούλονται θεοὶ μεμνῆσθαι ἐφετμέων τῶν θεοπροπιῶν λέγει. ἡ δὲ Κίρκη καλὸν ἀοιδιάει, ὡς ἄνθρωπος δηλονότι.
ὁ μὲν Ἀριστοφάνης τὰς ἀνθρωποειδεῖς θεὰς αὐδηέσσας φησίν, οἱονεὶ φωνὴν μετειληφυίας, ὁ δὲ Ἀριστοτέλης οὐδήεσσαν γράφει, οἱονεὶ ἐπίγειος. οὕτως καὶ Χαμαιλέων.
πῶς τὸ τεταραγμένον πέλαγος λίμνην φησίν; ὅτι πρὸς τιμὴν τῆς θεοῦ πρὸς τὸ παρὸν ἐγαληνίασε.
τοῦτο δοκεῖ μάχεσθαι τῷ ἐπιφερομένῳ ἔνθα δύο νύκτας, δύο δʼ ἤματα κύματι πηγῷ πλάζετο. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὰ γὰρ πρότερα, φησὶ, κύματα κατέαξε, τὰ ἐκ τῶν ἄλλων ἀνέμων μόνον δὲ τὸν βορέαν εἴασε πνεῖν.
τίνι διενηνόχασιν αἱ ἐπιωγαὶ τῶν λιμένων; φημὶ οὖν ὅτι ἰωὴν τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς, ποιήσας ἐκ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνεῖν. ὅθεν, ἐπειδὴ καὶ ἀντὶ τοῦ φωνεῖν καταχρηστικῶς εἶπεν αὖε δʼ ἑταίρους, καὶ τὴν φωνὴν ἰωὴν κέκληκε· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή. καὶ μεταφορικῶς· λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηίοιο ἰωήν. κυρίως οὖν τῆς πνοῆς ἰωῆς οὔσης, ἐκ ταύτης καὶ τοῦ ἄγνυσθαι τοῦ σημαίνοντος τὸ κλᾶσθαι εἴρηται βορέω ἐπιωγή, ὅπου ἄγνυται ἡ πνοὴ τοῦ βορέου. αἱ ἐπιωγαί οὖν ῥηθήσονται τόποι ἀλίμενες μὲν, δυνάμενοι δὲ διὰ τὴν ἐκ τῶν ἀνέμων σκέπην δέξασθαι νῆας.
εὔχεται τῷ ποταμῷ, ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς κρήναις οἶδεν θεὰς, ἃς Νύμφας καλεῖ· Νύμφαι κρηναῖαι κοῦραι Διός, καὶ ἄλλαι Νύμφαι ὀρεστιάδες κοῦραι Διός. οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖται ἅπαντα.
Ἵνα κλυτὰ εἵματʼ ἄγωμαι. οὐ τὰ τότε, ἀλλὰ τὰ φύσει, ὡς ἐπὶ τοῦ φαεινὴν ἀμφὶ σελήνην, οὐ τὴν τότε, ἀλλὰ τὴν φύσει, καὶ ἐπὶ τοῦ πλήθει δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα.
ἐσθῆτα φαεινήν. τινὲς τὴν λεπτήν, ὡς καὶ μάστιγα φαεινήν, ἢ τὴν φύσει φαεινήν, οἷόν ἐστι καὶ τὸ φαεινὴν ἀμφὶ σελήνην.
διὰ τί εἰωθὼς ὁ ποιητὴς κάπρους λέουσι παραβάλλειν νῦν τερπομένη φησὶ κάπροισι καὶ ὠκείῃς ἐλάφοισιν; οὐκ εἰκαίως δὲ οὕτως· οἱ γὰρ τόποι οὗτοι πλεονάζουσι κάπροις καὶ ἐλάφοις. οὐκ εἶπε δὲ λέουσιν, ἐπεὶ οὐ γεννᾶται ἐνταῦθα τὰ ζῶα ταῦτα, ὡς Ἀριστοτέλης μαρτυρεῖ. ἐλαττώσει δὲ ἐνταῦθα ἐχρήσατο ὁ ποιητής, ὡς ἐν μὲν τῷ λίην φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἐπίτασίς ἐστι κατὰ τὸ ἐπενηνεγμένον τοῖς φύλλοις, τὰ τοῦ πλήθους τῶν ψαμάθων· ἐν δὲ τῷ περὶ Κικόνων ῥηθέντι· ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθη γίνεται ὥρῃ, δόξειεν ἂν ἐλάττωσις εἶναι ἐκ τοῦ ἐπαγομένου· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων. ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει, τῶν Θρᾳκῶν μάλιστα, ὧν εἰσιν οἱ Κίκονες, ταῖς χροιαῖς ποικιλλόντων τὴν ἀμφίεσιν.
καὶ ἐπὶ τῶν Ἑλλήνων ἐν Ἰλιάδι· ἔσταν δʼ ἐν λειμῶνι Σκαμάνδρου ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, δόξειεν ἄν τις ἐλάττωσιν εἶναι ἐκ τοῦ ἐπαγομένου, τὰ ἄνθεα· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων. οὐκ ἔστι δέ· οὐ γὰρ τοῦ πλήθους παραστατικὰ παρείληπται ἄμφω, ὥσπερ ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμμου· λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν—ἐπίτασις γάρ ἐστι κατὰ τὸ ἐπενηνεγμένον—, ἀλλὰ τὰ μὲν φύλλα κτλ.
Μεγακλείδης· ἀγρόμεναι παίζουσιν ἀνὰ δρία παιπαλόεντα,
ἀποροῦσι πῶς, εἰ ἐν Κερκύρᾳ οἰκοῦσι Φαίακες, λέγει οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχατοι οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. ἐσχάτους εἶπε τῆς Ἑλλάδος· πάντα γὰρ ὡς πρὸς τὴν Ἑλλάδα γράφει. καὶ ὅταν μέγιστον ὄρος εἴπῃ, οὐ μεῖζον Καυκάσου οὐδὲ Τμώλου λέγει καὶ Ἄλπεων, ἀλλὰ τῶν Ἑλληνικῶν. καὶ τὸν Ἀχελῷον οὐ τοῦ Νείλου προκρίνει καὶ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς. ἔσχατοι οὖν Φαίακες τῶν Ἑλλήνων. καὶ Αἰσχύλος λέγει· ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, οὐ τῆς οἰκουμένης, ἀλλὰ τῆς Αἰγυπτίας. ἀλλὰ καὶ ἡ Ἀπειραίη γρηῦς ἡ ἐκ τῆς ἀντικειμένης ἠπείρου. θαυμαστὸν γὰρ εἰ δούλην τινὰ ἔξω στηλῶν Ἡρακλείων ἐμπορευσάμενός τις ἐπώλησε. καὶ τί δεῖ πλείονα λέγειν, Ὀδυσσέως αὐτοῦ ὁμολογοῦντος, ὅτι περὶ Θεσπρωτίαν εἰσὶν οἱ Φαίακες· ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, καὶ πάλιν· ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων, δηλοῦντος ὅτι γείτων ἐστὶ Φαιάκων ὁ Φείδων ὁ τὰ παρʼ αὐτοῖς πρασσόμενα γινώσκων. ἡ Δωδώνη τε οὐ πρόσω, εἰς ἣν ἀπὸ Φαιάκων παραγενέσθαι αὐτὸν μαντευσόμενον.
ταῦτα μάχεται τῷ ὑπὸ παρθένων ποιεῖν λουομένους. λύοιτο δʼ ἂν τῇ λέξει· προσέθηκε γὰρ μετελθών, οἷον ξένος ὤν. τάχα δʼ οὐδʼ ὅλως παρθένοι λούουσιν· λέγεται γὰρ τὸν δʼ ἐπεὶ δμῳαὶ λοῦσαν, ἀλλʼ οὐχὶ κοῦραι. καὶ περὶ τῆς Ἥβης γὰρ ἀμφισβητεῖται, εἰ παρθένος ἦν, καὶ ἡ Ἑλένη λούει τὸν Ὀδυσσέα.
ἀδύνατον γὰρ τῷ Νέστορι εἶναι παρθένον γέροντι ὄντι θυγατέρα. λύεται δʼ ἐκ τοῦ ἔθους· ἔφαμεν γὰρ μὴ εἶναι τῷ ὄντι παρθενικὸν ἔργον τὸ λούειν, ὡς Ἀρίσταρχος οἴεται.
δοκοῦσιν οἱ λόγοι ἀπρεπεῖς εἶναι παρθένῳ καὶ ἀκόλαστοι. λύουσι δʼ ἐκ τοῦ προσώπου· ὑπόκεινται γὰρ τρυφῶντες οἱ Φαίακες καὶ παντάπασιν ἁβροδίαιτοι. Ἔφορος μέντοι τοὔμπαλιν ἐπαινεῖ τὸν λόγον ὡς ἐξ εὐφυοῦς πρὸς ἀρετὴν ψυχῆς.
λέγει ὅτι οὐδεὶς ξένος ἐστίν, ἀλλὰ πάντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψιλοῦ τοῦ ἀντιστοίχου ἐξενήνεκται, ὡς τὸ δέχεσθαι δέκεσθαι καὶ οὐχὶ οὐκί.
οὐκ εἶπεν ἐπὶ τῆς ἐσχάρας ἐκάθητο. πῶς γὰρ ἐκεῖσε ἐκάθητο; ἀλλʼ ἐκ τούτου ἐδήλωσεν ὁ Ὅμηρος, ὡς ἐπὶ τοῦ θρόνου ἐκάθητο, ὑψηλοτέρου ὄντος τοῦ θρόνου ὑπὲρ τῆς ἐσχάρας.
.... πρὸς δὲ τοὺς ζητοῦντας, πῶς φησιν ὡς χειμῶνος ὄντος Ἀρήτην ἀλεαίνεσθαι παρὰ τῷ πυρί—εὔκρατος γὰρ ὁ ἀὴρ καὶ οἱ καρποὶ διαμένουσιν καὶ γειτνιῶσιν Ἠλυσίῳ πεδίῳ εὐδίῳ μένοντι, ὅθεν καὶ τὸν Ῥαδάμανθυν διεκόμισαν—, λεκτέον ὅτι πῦρ οὐ δεῖ νοεῖν τὸ διακονικόν, τὸ δὲ ἀεὶ καθιερωμένον τῇ Ἑστίᾳ πῦρ.
τὸ μένος ποτὲ μὲν λαμβάνεται ἐπὶ τοῦ σθένους, ὡς τὸ οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, ποτὲ δὲ ἐπὶ τῆς ὀργῆς, ὡς ἐνταῦθα καὶ ἀλλαχοῦ· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο, ὄσσε δὲ πυρὶ λαμπετόωντι ἐίκτην.
ζητοῦσί τινες, πῶς ἐν τοῖς ἑξῆς φιλοξενωτάτους λέγει τοὺς ἀνθρώπους. καί φαμεν, ἢ τὸν μὲν ναυτικὸν ὄχλον εἶναι τῷ ὄντι ἀηδῆ, τοὺς δὲ βασιλεῖς φιλοξένους· ἢ ἵνα φυλάξηταί τινος πυθέσθαι ἢ πρὸς ἕτερον καταχθῆναι.
ὑπερόπτας εἰσήγαγε τοὺς Φαίακας οἰκονομικῶς, ἵνα πρὸ καιροῦ μήτε ὄνομα μήτε πατρίδα μήτε τύχην αὐτοῦ μάθωσιν, ἀλλʼ ὡς ἤθελεν αὐτοῖς οἰκονομήσῃ τὴν ἀπόκρισιν. πῶς οὖν πέμπουσι τοὺς ξένους; ὅτι ἐκ τῶν ἐναντίων φιλανθρώπους πεποίηκε τοὺς ἄρχοντας αὐτῶν· οὐδὲν οὖν, εἰ τὰ τέλη τοιαῦτα, ἔμελλε βλάψειν τὸν Ὀδυσσέα ἡ τῶν ὑποτεταγμένων αὐθάδεια.
καὶ πῶς ἡ Ναυσικάα φησί· τὸν παραμειψάμενος μητρὸς ποτὶ γούνασι χεῖρας βάλλειν; κιχήσεαι οὖν ἱκετεύσεις. ἢ ἐκεῖ τὸ παραμειψάμενος ἀντὶ τοῦ παρελθών, ἐάσας ἀπαράκλητον.
τοῦτο μάχεται τοῖς ἑξῆς· τὴν μὲν γὰρ λέγει Ῥηξήνορος, τὸν δὲ Ναυσιθόου. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὸ γὰρ τοκήων δηλοῖ καὶ τὸ προγόνων· καὶ γὰρ τοὺς πατέρας ἐπὶ τῶν προγόνων τάττουσιν.
τοῦτο ἐναντίον τῶν ἐπιφερομένων, μίαν οἴην παῖδα λιπόντα Ἀρήτην. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὸ γὰρ ἄκουρον οὐκ ἐκδεκτέον ἄπαιδα, ἀλλὰ οὐκ ἔχοντα κοῦρον, ὅ ἐστιν ἄρρενα παῖδα.
οὐκ ἔστι τὸ αἱ μὲν ἀλετρεύουσι μύλῃς ἐπὶ μήλοπα καρπόν τὸ ἐκ τῶν μήλων ἔριον, ὥς τινες οἴονται, ἀλλὰ μήλοπα καρπόν ἔφη τὸν μήλῳ ἐμφερῆ κατὰ τὴν χροιάν· τοιοῦτος γὰρ ὁ πυρός. καὶ ἐν ἄλλοις ἔφη μυληφάτου ἀλφίτου ἀκτῆς. ἔστι δὲ ἡ ἀκτὴ οὐ τὸ κατεαγμένον, ὥς τινες, ἀλλὰ τὸ ἐξέχον, ἐκ μεταφορᾶς τῶν κατὰ τοὺς αἰγιαλοὺς ἐξοχῶν, ἃς ἀκτὰς λέγει· ἀκτῇ ἐπὶ προὐχούσῃ· τὸ ἄκρον οὖν καὶ ἐξέχον τοῦ ἀλφίτου. ὡσαύτως δὲ ἐξηγητέον καὶ τὸ ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν, τὸν ἔξοχον πυρόν, ὡς τὸ οἰὸς ἄωτος.
τὸ ἕτεραι δοκεῖ παρὰ τὴν Ὁμηρικὴν χρῆσιν ἐνταῦθα κεῖσθαι. εἰπὼν γὰρ ἕτερον μὲν θειλόπεδον, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν, εἶτα ἐκ τρίτου ἄλλας δὲ τραπέουσιν, ἐπήγαγεν· ἕτεραι δʼ ὑποπερκάζουσιν. Ἀττικοὶ μὲν οὖν καὶ ἐπὶ τρίτῳ καὶ τετάρτῳ τάττουσι τὸ ἕτερος, ἀλλʼ οὐχ ὁ ποιητής. εἴωθε γὰρ τὸ ἕτερος ἐπὶ δύο τάττειν, ὥς που καὶ ἐν τῇ Πατροκλείᾳ φησί· τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ, τῆς δʼ ἑτέρης Εὔδωρος, τῆς δὲ τρίτης Πείσανδρος. ῥητέον δὲ ὅτι κἀνθάδε παραπεφύλακται τῷ ποιητῇ ἡ ἀκρίβεια. τῶν γὰρ σταφυλῶν τὰς μὲν πεπείρους ἐπίσταται, τὰς δὲ ὄμφακας, εἶτα περὶ τῶν πεπείρων φησὶν ὡς αἱ μὲν ψύχονται, αἱ δὲ τρυγῶνται, αἱ δὲ ἄλλαι πατοῦνται. τελέσας δὲ τὸν περὶ τούτων λόγον καὶ ἐπὶ τὰς ὄμφακας μεταβαίνει, ὅτι αἱ μὲν αὐτῶν ὀμφακίζουσιν, ἕτεραι δὲ μελαίνονται ἐξ ὄμφακος.
αἰτιῶνται δέ τινες τὸν Ἀλκίνοον ὡς οὐ φιλόξενον, ἐῶντα ἐπὶ τοσαύτης ὥρας ἐρρῖφθαι ἐπὶ κόνει τὸν Ὀδυσσέα. πρὸς οὓς λεκτέον, ὅτι οὐκ ἐκ τυραννίδος εἶχε τὴν ἀρχήν, ἀλλὰ εἰς οὓς ἀπέλασε. ὁπότε οὖν ἐβούλευσε τὸ κοινόν, εἰκότως αὐτὸν .... ἀνίστησιν.
γενικόν ἐστι τὸ αἶσα, εἶτα εἰδικὸν τὸ κλῶθες, ὡς ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον. τὸ μὲν γὰρ γενικόν, τὰ δὲ εἰδικά.
διὰ τί καυχᾶται ἐν τοῖς ἑξῆς ὁ πρὶν τοὺς ἐπαίνους διαφεύγων; ἐπειδὴ ἐκεῖ μὲν ἐν τοῖς εἰδόσιν ἦν τὰ αὐτοῦ, ὧδε δὲ οὔ.
κατατρέχουσί τινες τούτων ἱκανῶς, ὡς ἀγενέστατα περὶ τῆς γαστρὸς διαλεγομένου καὶ δεῖπνον ἀπαιτοῦντος, καὶ ταῦτα παρὰ ἀνθρώποις, οἵους οὐδέπω εἶδεν· οὐδὲ ἡρωικὸν τὸ παράγγελμα γαστρὶ εἴκειν. πρὸς οὓς ῥητέον ὅτι ἀποτρίβεται τὴν ὑπόνοιαν τοῦ δοκεῖν εἶναι θεὸς εἰς ταπεινοὺς λόγους καταβαίνων· διὸ καὶ ἴσως μηκύνειν τὰ περὶ τῆς γαστρός.
ἄμεινον ἂν ἔσχε πατρίδʼ ἐμὴν ἄλοχόν τε· κομιδῇ γὰρ σμικρολόγος φαίνεται προτάσσων τῶν φιλτάτων τὴν κτῆσιν, ὡς παρὰ Μενάνδρῳ Σμικρίνης ἐν Ἐπιτρέπουσιν. ὁ δὲ Πῖός φησιν, ὅτι διὰ τοῦ κτῆσιν ἐμὴν δμῶάς τε συνίστησιν ἑαυτόν, ἐνδεικνύμενος τὴν οἴκοι εὐδαιμονίαν. οὐ μέντοι καὶ περὶ τῆς γυναικὸς νῦν λέγει· τὸ γὰρ ἔχειν γυναῖκα καὶ τοῖς ἀπερριμμένοις παρακολουθεῖ.
ἐκ τούτου ἐνδείκνυται, ὅτι καὶ αὐτός ἐστι τῶν ἐχόντων κτήματα, οὐχ οἷος τότε ὁρᾶται, ὥσπερ καὶ Ναυσικάᾳ ἔλεγεν· πολὺς δέ μοι ἕσπετο λαός. ἔνδειξιν οὖν ἐποιεῖτο, ὅτι οὐ παρημελημένος ἦν, ἀλλʼ ἔστιν αὐτῷ καὶ πατρὶς καὶ οἶκος καὶ κτήματα.
δοκεῖ τισι μικροπρεπὲς καὶ ταπεινὸν τὸ τὴν Ἀρήτην παρὰ τοῦ ξένου πρῶτον περὶ τῆς ἐσθῆτος πυνθάνεσθαι. ῥητέον δὲ ὅτι πολλῶν ἕνεκα ἐντεῦθεν ἤρξατο· πρῶτον μὲν ἐπιγνῶναι τὴν γυναῖκα τὰ ἱμάτια εἰκὸς ἦν πρώτην· καὶ γὰρ ὑφαίνειν καὶ θεραπεύειν καὶ διαχειρίζειν τὰ τοιαῦτα τῆς γυναικείας φύσεως ἔργον .....
διὰ τί Ὀδυσσεὺς, τῆς Καλυψοῦς διδούσης αὐτῷ τὴν ἀθανασίαν, οὐκ ἐδέξατο; Ἀριστοτέλης μὲν οὖν πρὸς τοὺς Φαίακάς φησι ταῦτα λέγειν Ὀδυσσέα, ἵνα σεμνότερος φαίνηται καὶ μᾶλλον ἄλλων σπουδάσαι πάντων τὸν νόστον· συνέφερε γὰρ αὐτῷ πρὸς τὸ θᾶττον ἀποσταλῆναι. ἔπειτα ἔοικεν οὐ τῷ μὴ πεισθῆναι λέγειν μὴ λαβεῖν τὴν τοιαύτην δωρεάν, ἀλλὰ μὴ πιστεῦσαι αὐτῇ τοιαῦτα λεγούσῃ· ἡ μὲν γὰρ ἔφασκε ποιήσειν, ὁ δὲ οὐκ ἐπίστευσεν, οὐχὶ πιστεύων παρῃτεῖτο. εἴη δʼ ἂν καὶ τοῦ σοφοῦ ἀθανασία οὐχ ἣν τοιαῦται δαίμονες χαρίσαιντʼ ἂν, ἀλλὰ τοῦ Διὸς ἂν εἴη καὶ τῶν ἔργων, ἃ μὲν πέφυκεν ἀπαθανατίζειν· τοιαῦτα δʼ ἂν εἴη ἀπὸ ἀρετῆς. παραιτούμενος δὲ τοὺς οἰκείους καὶ τὴν εἰς οἶκον ἐπάνοδον διʼ ἐπαγγελίαν ἀθανασίας ἀπώλεσεν ἂν τὴν ἀρετήν· σὺν αὐτῇ δὲ καὶ τὴν τῆς ψυχῆς ἀθανασίαν καὶ τὴν πρὸς θεοὺς ἄνοδον ἀπώλεσεν ἄν. διδάσκει οὖν ὅτι διὰ τῶν ἐναντίων οὐκ ἄν τις ἐνδύοι το τὰ ἐναντία, ὡς οὔτε διʼ ἀποστερήσεως λάβοι ἂν δικαιοσύνην οὔτε ἂν διὰ μάχης σωφροσύνην οὔτε διὰ τοῦ φιλεῖν τὸν τῇδε βίον θνητὸν ὄντα καὶ ἐπίκηρον τὸ τέλος τῆς ἀθανασίας, οὔςης ἀνδρὸς τὰ καθήκοντα καὶ τῶν ἔργων τὰ τοιαῦτα φιλοῦντος ἃ καθήρειεν ἂν τὴν ψυχήν, ....................... α τοῖς θεοῖς γίνεται πάντα ....................... τυχεν ἀλλʼ οὐ τοῦ τέλους.
Ἀντισθένης φησὶν εἰδέναι σοφὸν ὄντα τὸν Ὀδυσσέα, ὅτι οἱ ἐρῶντες πολλὰ ψεύδονται καὶ τὰ ἀδύνατα παραγγέλλονται. ἐπισημαίνεται δὲ καὶ τὴν αἰτίαν, τὴν παραίτησιν διʼ ἣν πεποίηται. τῆς θεοῦ ἐκείνης μὲν γὰρ ἐπὶ σώματος εὐμορφίᾳ καὶ μεγέθει μεγαλαυχούσης καὶ τὰ καθʼ ἑαυτὴν προκρινούσης τῆς Πηνελόπης, συγχωρήσας μὲν τοῦτο καὶ τῷ ἀδήλῳ εἴξας—ἄδηλον μὲν γὰρ αὐτῷ, εἰ ἀθάνατος καὶ ἀγήρως—ἐπεσημήνατο ὅτι τὴν γαμετὴν ζητεῖ διὰ τὸ εἶναι περίφρονα, ὡς κἀκείνης ἂν ἀμελήσας, εἰ τῷ σώματι καὶ μόνῳ τῷ κάλλει κεκόσμητο. τοῦτο γὰρ καὶ τοὺς μνηστῆρας εἰρηκέναι, λέγοντας· οὐδʼ ἐπὶ ἄλλας ἐρχόμεθα, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ, ταύτης δὲ ἕνεκα τῆς ἀρετῆς ἐπιδικαζόμεθα .....
ἄτοπος, φασὶν, ἡ εὐχή. μὴ γὰρ ἐπιστάμενος, ὅστις ἔστι μηδὲ πειραθεὶς εὔχεται συμβιωτικὸν αὐτὸν λαβεῖν καὶ γαμβρὸν ποιήσασθαι. ἀλλʼ ἦν μὲν παλαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρίστους τῶν ξένων καὶ διʼ ἀρετὴν ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ Βελλεροφόντου Τυδέως Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώρων οἱ παλαιοί, ἀλλʼ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως· βασιλῆι γὰρ ἀνδρὶ ἔοικας. ὁρᾷ δὲ δὴ καὶ ἐκ τῆς ὄψεως τὸν Ὀδυσσέα καὶ ἐκ τῶν λόγων τεκμαίρεται τὸ ἀξίωμα τοῦ ἀνδρός. ἴσως δὲ καὶ πεῖραν αὐτοῦ λαμβάνων τοῦτο εἴρηκεν, ὡς, εἰ μὲν θέλοι παραμένειν παρʼ αὐτοῖς καὶ πολιτεύεσθαι, ἐλέγχοιτο ἂν ἀλαζονευσάμενος περὶ τῆς Καλυψοῦς καὶ διʼ ὧν ἐπιθυμεῖν ἔφησε τῆς πατρίδος καὶ τῶν οἰκείων· οὐ γὰρ εἰκὸς εἶναι τὴν μὲν ἀθανασίαν ὑπεριδεῖν, θνητῆς δὲ γυναικὸς ὑπομεῖναι γάμον. εἰ δὲ μηδὲν προσέχοι τῷ γάμῳ, τεκμήριον εἶναι τῆς ἐπιεικείας αὐτοῦ καὶ τῆς πίστεως ὧν ἔφη περὶ τῆς Καλυψοῦς, ὥστε προθυμότερον γενέσθαι περὶ τὴν παρασκευὴν πρὸς τὸν νόστον, ὡς ἀνδρὶ ὄντι τιμῆς καὶ πολλῆς χάριτος ἀξίῳ.
ταῦτά φησι πειρώμενος, εἰ ταῖς ἀληθείαις ἀπείπατο τὸν τῆς Καλυψοῦς γάμον. ἢ τοῦτο μὲν κακόηθες καὶ οὐδὲ βασιλικὸν οὐδὲ κατὰ τὸ Ἀλκινόου ἦθος· ἁπλοϊκὸς γὰρ μάλιστα εἰσάγεται, ὅπερ συμβαίνει περὶ τοὺς ἐκ γενετῆς εὐτυχοῦντας. ἐκεῖνο δὲ ῥητέον ὅτι παλαιὸν ἔθος τὸ προκρίνειν τοὺς ἀρίστους τῶν ξένων καὶ διʼ ἀρετὴν αὐτοῖς ἐκδιδόναι τὰς θυγατέρας, ὡς καὶ ἐπὶ τοῦ Βελλεροφόντου Τυδέως Πολυνείκους. οὐ γὰρ εἰς τὸν πλοῦτον ἀφεώρων οἱ παλαιοί, ἀλλʼ εἰς τὴν ἀρετὴν τὴν ἀπὸ τῆς ὄψεως· βασιλῆι γὰρ ἀνδρὶ ἔοικας, γενεῇ δὲ Διὸς μεγάλοιο ἐίκτην, οἵ τε ἀνάκτων παῖδες ἔασιν, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
πῶς οὖν ἐν τῇ Νεκυίᾳ τὰ περὶ Τιτυὸν ἐν τῇ Φωκίδι φησὶ γενέσθαι; καὶ Λητὼ γὰρ ἥλκησε Πυθώδʼ ἐρχομένην. ἴσως ἐν Εὐβοίᾳ μὲν ᾤκει, ἀσεβήσας ἐν Φωκίδι δὲ ἐτελεύτησεν.
δάος, ἀπὸ τοῦ δαίω, τὸ μερίζω· διακριτικὸν γὰρ ὄψεως.
διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; ἐπεὶ γὰρ ὁ Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον Τροίαν ἐπόρθησε, διʼ ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετεσχήκεσαν, κατασχεῖν αὐτὴν θέλοντες· διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον.
μέμφονταί τινες, ὡς ὀλίγα παρασκευάσαντος Ἀλκινόου τοῖς Φαίαξι, πολλῶν ὄντων τῶν μελλόντων εὐωχεῖσθαι. καὶ Κράτης δὲ τὸ αὐτὸ πέπονθεν αὐτοῖς, πάντας οἰόμενος τοὺς Φαίακας εὐωχεῖσθαι παρὰ τῷ Ἀλκινόῳ. οὐ γὰρ ἦν τὸ πλῆθος ἠθροισμένον, ἀλλὰ δώδεκα μὲν βασιλεῖς, αὐτὸς δὲ τρισκαιδέκατος καὶ οἱ παῖδες αὐτοῦ καὶ οἱ ἐρέται τῆς νεὼς πεντήκοντα δύο.
ὡς οὐ δυνατὸν ἀνθρώπῳ τελείαν εὐδαιμονίαν ἔχειν· δοιοὶ γὰρ πίθοι. ἀλλὰ ταῦτα, φησὶν, ὁ Ἀχιλλεὺς παραμυθίαν εἴρηκε τῷ Πριάμῳ, ἐνταῦθα δὲ ἐκ τοῦ ποιητικοῦ προσώπου λέγεται. πῶς οὖν ἀγαπήσασα καὶ .....
πῶς οὖν ἐφίλησεν; ἢ ὅτι ἐπεὶ οἱ τυφλοὶ μουσικώτεροι μὴ περὶ πολλὰ ἀσχολούμενοι, ἢ ἐπεὶ πάντως ἄνθρωπον ὄντα δεῖ κατά τι δυστυχεῖν, ἢ οἰκονομικῶς, ἵνα μὴ ἐπιγνῷ τὸν Ὀδυσσέα. τινὲς δέ φασιν εἰς ἑαυτὸν ταῦτα αἰνίττεσθαι τὸν ποιητήν.
ἀπρεπὲς εἶναι δοκεῖ τὸ χαίρειν ἐπὶ ταῖς διαφοραῖς τῶν φίλων. λύουσι δὲ ἐκ τῆς λέξεως, οἱ μὲν ὅτι μάχονται ἄνθρωποι οὐ μόνον φιλέχθρως, ἀλλὰ καὶ φιλονεικοῦντες ὑπὲρ καλοῦ καὶ ἀρετῆς, οἱ δὲ ὅτι ἐπιφέρει, χρησμὸν δεδόσθαι τῷ Ἀγαμέμνονι, κατὰ τὴν τῶν ἀριστέων διαφορὰν αἱρήσειν τὴν Ἴλιον, τὴν Ἀχιλλέως μῆνιν αἰνιττόμενον· τὸν δὲ Ἀγαμέμνονα οἰηθέντα τῶν ἀριστέων τούτων εἶναι τὴν διαφορὰν, ἣν ὁ χρησμὸς εἴρηκε, χαίρειν ἀγνοοῦντα, ὅτι τῶν κακῶν ἔτι συνέβαινεν ἀρχὴν εἶναι.
ἔχαιρε τῶν ἀριστέων φιλονεικούντων, τοῦ μὲν τὰ ψυχικὰ ἐπαινοῦντος, τοῦ δὲ τὰ σωματικά. ἔχαιρε δὲ ὁ Ἀγαμέμνων ἐπὶ τῇ τούτων φιλονεικίᾳ οὐχ ὡς χαιρέκακος, ἀλλὰ διὰ τὸ ἔχειν ἀπὸ χρησμοῦ, τότε ἐγγίζειν τὴν τῆς Τροίας ἅλωσιν, ὅτε ἴδῃ τοὺς τῶν Ἀχαιῶν ἀρίστους φιλονεικοῦντας. καὶ ὁ μὲν Ἀχιλλεὺς ἔλεγε διʼ ἀνδρίας δεῖν ἁλῶναι τὸ Ἴλιον, ὁ δὲ Ὀδυσσεὺς διὰ μηχανῆς καὶ φρονήσεως.
διὰ τί οἱ Φαίακες εὐωχηθέντες ἠγωνίζοντο γυμνικὸν ἀγῶνα, δρόμον καὶ δίαυλον καὶ τὴν ἄλλην ἄθλησιν; παντελῶς γὰρ ἀπόνων ἀνθρώπων ταῦτα. ἴσως δὲ, ὡς ἁρμόττον τοῖς ἤθεσι δέον ποιεῖν, ἐπειδὴ μίμησις ἡ ποίησις, οὕτως πεποίηκεν. ὅτι δὲ τοιοῦτοι, δῆλον· ἔφασαν γάρ· αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε.
καὶ πῶς φησιν οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί; ἐν ὅσῳ τοίνυν ἄπειροί εἰσιν Ὀδυσσέως οἴονται νικᾶν ἅπαντας ἐν τούτοις, ὅτε δὲ τῇ πείρᾳ δείξας ἑαυτὸν Ὀδυσσεὺς ἐκαυχήσατο περὶ τῶν ἄλλων ἄθλων, μόνον παραιτησάμενος τὸν δρόμον, ἀντιμεταβαλὼν τὰ ἐγκώμια Ἀλκίνους φησίν· ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, ἀεὶ δʼ ἡμῖν δαῖς τε φίλη εἵματά τʼ ἐξημοιβά.
κακῶς φησιν ....., ὅτι ἑαυτὸν ἐπαινεῖ. οἱ μὲν γὰρ ἐπαινοῦντες ἑαυτοὺς οὐδὲ θεῷ παραχωρήσειαν ἄν· οὗτος δὲ τί φησιν; οἶος δή με Φιλοκτήτης, καὶ πάλιν ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω κτλ.
οὐκ ἀτόπως ἐπὶ ἡδυπαθῶν ᾄδει ταῦτα ὁ κιθαρῳδός, διʼ ὧν ἥδονται σωφρονίζων αὐτούς· δέσμιον γὰρ εἰσάγει τὸν μοιχὸν καὶ τοὺς θεοὺς λέγοντας οὐκ ἀρετᾷ κακὰ ἔργα. ὁ δὲ σπουδαῖος τί φησιν; ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον, ὡς δέον τὸν Δημόδοκον αὐτοῖς μὴ μοιχείαν γενομένην ἐν θεοῖς ᾄδειν, ἀλλὰ πράξεις εἰς ὠφέλειαν καὶ ἔπαινον φερούσας. ἡ μὲν οὖν κατηγορία πρόδηλος, διότι περὶ θεῶν οὐκ ἔδει τὰ τοιαῦτα δεδηλωκέναι. ἀλλʼ οὐχ Ὁμήρου τὸ ἔγκλημα· ἄνωθεν γὰρ τοῖς ἀρχαιοτάτοις παραδέδοται καὶ κατασκευάσμασι καὶ τελεταῖς ταῖς παλαιοτάταις, καὶ ἐν Ἑλληνικαῖς καὶ βαρβαρικαῖς. ὅτι δὲ Ὅμηρος οὐχ ἥδεται τούτοις, δῆλον ἐξ ὧν περιέθηκεν τῇ Ἀθηνᾷ· ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅστις τοιαῦτά γε ῥέζοι. ὅλως δὲ Ὅμηρος οὐδὲ οἶδεν Ἥφαιστον Ἀφροδίτῃ συνοικεῖν, Χάριτι δὲ αὐτὸν συμβιοῦντα, Δημόδοκος δὲ τῇ ἰδίᾳ μυθοποιίᾳ ἕπεται.
.... ἐπιτιμᾷ δὲ αὐτοῖς ὁ Ζωίλος, ἄτοπον εἶναι λέγων γελᾶν μὲν ἀκολάστως τοὺς θεοὺς .. ἐπὶ τοῖς τοιούτοις, τὸν δʼ Ἑρμῆν εὔχεσθαι, ἐναντίον τοῦ πατρὸς καὶ τῶν ἄλλων θεῶν ὁρώντων δεδέσθαι σὺν τῇ Ἀφροδίτῃ. οὐκ εἰσὶ δὲ οἱ ποιητικοὶ θεοὶ φιλόσοφοι, ἄλλως τε καὶ παίζοντες. ἀλλὰ καὶ τὸ κάλλος ἠθέλησε δηλῶσαι τῆς Ἀφροδίτης, ὡς καὶ ἐν Ἰλιάδι ἐπαινοῦντες οἱ δημογέροντες.
ἑρμῖσι, τοῖς κλινόποσι, τοῖς ποσὶ τῆς κλίνης, παρὰ τὸ ἐνείρεσθαι ἢ ἐπεὶ τετράγωνοι, παραπλήσιοι τοῖς Ἑρμαῖς.
τί γὰρ δέονται χρημάτων οἱ θεοί, ἵνα καὶ οὗτος τὰ ἔεδνα ἀπαιτῇ· τὸ ὅλον οὖν κατὰ τοὺς ἀνθρωπίνους λόγους ἔγκειται.
... ζητεῖ δὲ ὁ Ἀπολλόδωρος, διὰ τί τῶν ἄλλων θεῶν οὐδεὶς ἦν, οὔτε Δεῖμος οὔτε Φόβος, ἀλλʼ οὐδὲ Ζεὺς οὐδὲ Ἥρα. ῥητέον δὲ ὅτι Ἥρα μὲν καὶ Διώνη σὺν ταῖς ἄλλαις θεαῖς .....
καὶ τίς οὐκ ἐπίσταται ὅτι ἡ κακία οὐκ ἔστιν ἀρετή; τὸ λεγόμενον οὖν τοιοῦτόν ἐστιν· εἰ δὴ οἱ ἀρετῇ λεγόμενοι κρείττω τῶν ἄλλων καλοῦσι τὰ οὐκ ἀρετά, οἷον οὐ κρατεῖ οὖν καὶ τὰ κακὰ ἔργα. σύμφωνον καὶ τὸ ἐπιφερόμενον κιχάνει τοι βραδὺς ὠκύν.
τὸ ἀπείρονες οὐ πρὸς ἐπίτασιν· ἤρκει γὰρ τὸ τρὶς τόσσοι· ἀλλʼ οἱ πανταχόθεν εἰλημμένοι καὶ μήτε πέρας ἔχοντες μήτε ἀρχήν.
διὰ τί οὐκ ἐγέλα ὁ Ποσειδῶν; ἐπεὶ παρεκάλει οὐκ ἐγέλα. καὶ ἄλλως· ἐπειδὴ ἀδελφὸς ἦν τοῦ Ἄρεος, οὐκ ἐνεδέχετο γελᾶν ἐπὶ τῇ δεσμήσει τοῦ ἀδελφοῦ.
τὰ τῶν κακῶν πράγματα οὐ μόνον αὐτὰ κακά, ἀλλὰ καὶ ἐγγύαι αὐτῶν κακαί. τὸ γὰρ καὶ ἐγγύαι τὴν ἀναφορὰν ἔχει πρὸς τὰ πράγματα.
ὅτι δειλαὶ καὶ δυστυχεῖς. αἱ ἐγγύαι καὶ δειλῶν τὸ ἐγγυᾶσθαι. ἢ αἱ πρὸς τοὺς δειλαίους καὶ ἀσθενεῖς γινόμεναι ἐγγύαι οὐδὲν δύνανται, τῶν ἀδικουμένων ἐπεξελθεῖν μὴ δυναμένων διʼ ἀσθένειαν. ἢ οὕτως· αἱ ὑπὲρ τῶν κακῶν καὶ δειλῶν ἐγγύαι καὶ αὐταὶ κακαί εἰσι, τὴν πίστιν ὑπὲρ τῶν τοιούτων μηδενὸς τηρεῖν δυναμένου. παρὰ τοῦτο δὲ καὶ τὸ τοῦ σοφοῦ ἀπόφθεγμα· ἐγγύα, πάρα δʼ ἄτα.
δειλαὶ αἱ ἐγγύαι εἰσὶ καὶ δειλῶν τὸ ἐγγυᾶσθαι· καὶ τὸ ἐν Δελφοῖς ἐπίγραμμα· ἐγγύα, πάρα δʼ ἄτα. σκληρὸν δὲ τοῦτο καὶ οὐκ ἀνθρώπινον, τὸ πᾶσαν ἐγγύην ἀναιρεῖν, κἂν πατέρα τις ἐγγυήσασθαι βούληται. ὁ δὲ Ὅμηρος ἄλλῃ διανοίᾳ κέχρηται, ὅτι τῶν δειλῶν καὶ εὐτελῶν εὐτελεῖς ὀφείλουσιν εἶναι καὶ αἱ ἐγγύαι, ἀντὶ τοῦ· μείζων εἶ, ὦ Πόσειδον, ἢ κατὰ τὸ ἀπαιτεῖσθαι παρʼ ἐμοῦ, ὡς δηλοῖ καὶ τὸ ἑξῆς· πῶς ἂν ἐγώ σε δέοιμι καὶ καταλάβοιμι.
αἱ τῶν δειλῶν ἐγγύαι, ἤτοι τῶν κακῶν καὶ ἀπόρων, δειλαὶ ἐγγυάασθαι· λεγόμεναι γὰρ οὐ πιστεύονται.
ἀνόητοι δὲ οἱ Τρῶες εἰσαγαγόντες καὶ τότε ζητοῦντες, μὴ ἄρα ἐνέδρα ἐντός. ἡ Ἀθηνᾶ δὲ βλάψασα αὐτῶν τὰς φρένας καὶ ἡ Εἱμαρμένη. ἀνόητοι δὲ καὶ οἱ παρακινδυνεύοντες καὶ εἰσελθόντες. ἔστι δὲ εἰπεῖν, ὅτι ὁ καιρὸς ἐβιάζετο· αἱ γὰρ ἀριστεῖς ἤδη ἐτεθνήκεσαν, καὶ χρόνος ἦν ἤδη πολύς, καὶ τοῖς πολεμίοις ἐπῄεσαν σύμμαχοι, καὶ ἐτετείχιστο ὑπὸ θεῶν ἡ πόλις, καὶ ᾠκοφθόρητο τὰ ἐν τῇ Ἑλλάδι, ὁπότε καὶ μετὰ νίκην ἀναστρέψαντες κακοῖς περιέπεσον. διὸ παράβολον ἐποιήσαντο, ὥσπερ καὶ οἱ ἰατροὶ ἔσθʼ ὅτε κινδυνευομένοις ἐπιχειροῦσί τι ταῖς θεραπείαις.
διὰ τί τοὺς ἄλλους ἐλάνθανε δακρύων; ὅτι οὐκ ἐφεξῆς αὐτοὺς συνέβαινε καθέζεσθαι· ἔπειτα ἀπεστραμμένοι πρὸς τὴν ᾠδὴν καὶ τὸν Δημόδοκον ἀποβλέποντες εἰκότως ἠγνόουν τὸ γινόμενον. ὁ γοῦν Ἀλκίνοος διὰ τὸ πλησίον καθέζεσθαι στένοντος ἤκουσεν.
ἄλογον δοκεῖ, πῶς ἀκούσας ὁ Ὀδυσσεὺς τὴν Ποσειδῶνος γνώμην ἔτι διηγήσασθαι μέλλει, ὅτι ἐν προσκρούσει γέγονε τῷ θεῷ· διὸ δεῖ ὑποπτεύειν τοὺς στίχους τούτους. φαμὲν οὖν ὅτι ὑποσχόμενος ἤδη Ἀλκίνους τὴν πομπήν, οἱ δὲ ἀγαθοὶ τὰς ὑποσχέσεις οὐκ ἀναπαλαίουσιν· οὐδʼ ἀτελεύτητον, ὅτι κεν κεφαλῇ κατανεύσῃς. ἔτι δὲ καὶ ἡ φιλοξενία ἐποίει καταφρονεῖσθαι τὴν πρόρρησιν μηδὲ πάνυ πιστευομένην παρὰ τοῦ Ἀλκινόου· διό φησι τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη. νῦν δὲ ἐν τῇ διηγήσει Ὀδυσσεὺς οὐ μόνον τὴν ἔχθραν τοῦ θεοῦ λέγει, ἀλλὰ καὶ τὴν μαντείαν τὴν παρὰ τοῦ Κύκλωπος· ὀψέ ποτʼ ἔλθῃ, ὀλέσας ἀπὸ πάντας ἑταίρους.
.... εἰ δὲ ἔμαθεν Ὀδυσσεὺς τὸν χρησμόν, οὐκ ἂν αὐτοῖς ἐμήνυσεν τὰ ὑπὲρ αὑτοῦ. ὁ δὲ Ἀλκίνοος ἔπεμψεν ὑπερβολῇ φιλοξενίας. ἀλλὰ καὶ εὐχὴ γέγονε τοῦ Κύκλωπος· ὀψὲ κακῶς νεῖαι. ἀλλὰ καὶ αὐτοὶ ἴσως ἔχαιρον τῇ πηρώσει τοῦ Κύκλωπος, διʼ αὐτῶν ἀναγκασθέντες μετοικῆσαι.
διὰ τί Ὀδυσσεὺς πρὸς τοὺς Φαίακας ἔλεγεν, ὅτι τὸν Κύκλωπα ἐτύφλωσε Ποσειδῶνος υἱὸν ὄντα, οὖσιν ἀπογόνοις Ποσειδῶνος; λύων οὖν Ἀριστοτέλης φησίν, ὅτι ᾔδει ἐχθροὺς αὐτοὺς ὄντας τοῦ Κύκλωπος· ἐκβληθέντας γάρ φησιν ὑπὸ τῶν Κυκλώπων ἐλθεῖν ἐπὶ τὴν Σχερίαν·
οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ
ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων,
οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἄλλων ἀλφηστάων·
πῶς παρὰ Φαίαξιν ἐχθρὸν ἑαυτὸν Ποσειδῶνος λέγει; φαμὲν ὡς ἀπολαβὼν ἤδη τὰ τῆς εὐχῆς καὶ πεπονθὼς ἐλεεινά· ἔτι δὲ καὶ τὸ τελευταῖον ναυάγιον διὰ Ἥλιον γενόμενον καὶ τὰς ἐκείνου βόας ἔπειθεν αὐτόν, ὅτι πέπαυται μὲν Ποσειδῶν εἰς Ἥλιον.
αἷμα μὲν λέγειν ἀκουστέον τὰ τέκνα· καὶ γὰρ τὸ αἵματος εἶς ἀγαθοῖο δηλοῖ τὸ ἐκ σπέρματος εἶναι ἀγαθοῦ, ὅτι καὶ τὸ σπέρμα ἐν οὐσίᾳ ἐστὶ τῷ αἵματι. τὸ δὲ καὶ γένος αὐτῶν ἤτοι τῶν τέκνων λέγει, ἵνʼ ᾖ τὰ ἔκγονα, ἢ τὸ αὐτῶν γένος, ἵνα τοὺς ἀδελφοὺς αὐτῶν καὶ τοὺς ἐκ γεννήσεως ὀνομάζῃ· μεθʼ οὓς κηδίστους εἶναι τοὺς κατʼ ἐπιγαμίαν συγγενεῖς, οἵπερ εἰσὶ γαμβροὶ καὶ πενθεροί, οὓς πηοὺς ὀνομάζει διὰ τὰ ἐπιδιδόμενα ἐπὶ ταῖς γαμουμέναις πάματα καὶ πώεα.
Ἀπρεπὲς τέλος ὁρίζειν τρυφὴν καὶ ἀπόλαυσιν. λύεται δʼ ἀπὸ τοῦ προσώπου· πρὸς οὓς λέγει, αὐτοὶ γὰρ ἦσαν οἱ φάσκοντες αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε. οἱ δὲ ἀπὸ τοῦ καιροῦ· συμπόσιον γὰρ τότε παρῆν. οἱ δὲ ἀπὸ τῆς λέξεως· καὶ τούτων οἱ μὲν ὅτι εὐφροσύνη τῆς ἡδονῆς τῷ φρονεῖν διαφέρει, οἱ δὲ ὅτι τέλος ἐπὶ οὐσίας ἢ τάξεως ἢ συμπληρώσεως, ἀκουστέον δὲ τῶν πρὸς εὐωχίαν.
τῶν Ἐπικουρείων ἡ δόξα· οὗτοι γὰρ ἐδόξαζον τέλος εἶναι τὴν ἡδονήν. ἄλλοι δέ φασιν, ὅτι οὐ τοῦ παντὸς βίου τέλος εἴρηκε τὴν ἡδονήν, ἀλλὰ συμποσίου τινός.
οὐ πάντως ἀποδεχόμενος τὸν τοιοῦτον βίον ἐπαινεῖ, ἀλλὰ ἁρμόζεται κατὰ τὸν παρόντα καιρὸν ὑπὲρ τοῦ τυχεῖν ὧν ἐβούλετο. προσποιεῖται οὖν τὸ ἁβροδίαιτον ἀσπάζεσθαι τῶν Φαιάκων, ἀκηκοὼς λεγόντων αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε. Σέλευκος δὲ τὴν εὐφροσύνην, ὅταν εὖ φρονῶμεν, καὶ σώζει τὴν αὐτάρκειαν, ἵνα μὴ φαίνηται κόλαξ.
πῶς χθαμαλή; πῶς καὶ πανυπερτάτη; ἔστι δὲ σύγκρισις, ἣ πρὸς τὰς ἄλλας νήσους ποιεῖ αὐτὴν λέγεσθαι χθαμαλήν· αὐτὴ δὲ καθʼ αὑτὴν μὴ ἀντεξεταζομένη πρὸς Σάμον καὶ Ζάκυνθον ὑψηλή ἐστιν. ἐπὶ δὲ τὸ πρὸς δύσιν μέρος ὑψηλή ἐστι διὰ τὸ ὄρος, τὸ δὲ πρὸς ἀνατολὴν χθαμαλή· εἰκὸς οὖν ἔχειν αὐτὴν ἄμφω. ἢ καὶ χθαμαλὴ μὲν διὰ τὴν θέσιν, πανυπερτάτη δὲ διὰ τὴν τῶν οἰκούντων λαμπρότητα· ἐπάγει γὰρ τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος. … τὸ δὲ πρὸς ζόφον ὡς πρὸς σύγκρισιν τῶν λεχθεισῶν νήσων εἴρηται, ἐπεί ἐστι δυτικωτέρα αὐτῆς ἡ Σικελία.
ἐναντιότητα ἔχει τὸ χθαμαλή τῷ πανυπερτάτη. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως. φύσει μὲν γὰρ χθαμαλή, τῶν δʼ ἄλλων πανυπερτάτη κατὰ δόξαν. ἀλλὰ ταῦτα μὲν ὁ θαυμαστὸς Πορφύριος. μήποτε δὲ τὸ πανυπερτάτη πρὸς ζόφον συναπτέον, ὡς εἶναι τὸ λεγόμενον, ὅτι ἡ χθαμαλὴ πρὸς τὰς ἄλλας τὰς κατὰ ἀνατολὰς κειμένας Ἰθάκη πανυπερτάτη ἐστὶ πρὸς δύσιν, ὡς ὑπερκειμένη καὶ ὑψηλοτέρα οὖσα τῶν δυτικῶν. ἢ διὰ τὸ εἶναι ἐκεῖ τοὺς κατοικοῦντας ἀνδρείους· ἐπάγει γὰρ τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος.
ἐναντία, φησὶ, λέγει ἑαυτῷ ὁ Ὅμηρος. ἐν μὲν γὰρ Ἰλιάδι παράγει τὸν Ὀδυσσέα τύπτοντα καὶ τοὺς μηδὲν αὐτῷ προσήκοντας τῶν στρατιωτῶν· ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκε παραστάς, καὶ ταῦτα ποιῶν ἔπειθεν. ἐνταῦθα δὲ οὐδὲ τῶν ἰδίων ἄρχειν δύναται· οὐ γὰρ αὐτῷ πείθονται ἀποπλεῖν· στρατηγοῦ δέ ἐστι κακοῦ τὸ καταφρονεῖσθαι. οὔτε οὖν λόγῳ δεινὸς ἦν — ἔπειθε γὰρ ἄν —, οὔτε δόξῃ μέγας — ἐδεδίεσαν γὰρ ἄν —, οὔτε μὴν χρηστὸς — ᾐδοῦντο γὰρ ἄν. ἐροῦμεν οὖν ὅτι εὐθὺς ἀπὸ τῆς νίκης ὄντες οἱ ἑταῖροι ἐγαυρίων τῇ τύχῃ. τοιαῦτα δέ τινα καὶ Ἀγαμέμνων πέπονθεν· ἠναντιοῦντο γὰρ αὐτῷ πολλάκις Ἕλληνες. παραδέδωκε δὲ ἡ ἱστορία ὅτι καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι ὕστερον ἐπανάστασιν ἐποιήσαντο οἱ ἴδιοι αὐτοῦ στρατιῶται.
πῶς οἱ ἀπολόμενοι Κίκονες βοᾶν εἶχον; φαμὲν ὅτι ἐν τῷ πορθεῖσθαι ἐβόων, ἤκουσαν δὲ οἱ γείτονες οἱ τὴν ἤπειρον οἰκοῦντες, ὅ ἐστι μεσόγειοι· οἱ γὰρ πορθηθέντες παραθαλάσσιοι ἦσαν.
ἠὼς τὸ ἀπὸ πρωίας μέχρι ὥρας ϛʹ διάστημα.
πολλοὶ κατηγόρουν τοῦ ἀπιθάνου, ὧν εἷς ἐστι καὶ Ζωίλος· ἄτοπον γὰρ ἡγοῦνται μήτε πλέονας μήτε ἐλάττους ἀνῃρῆσθαι ἀφʼ ἑκάστης νηός, ἀλλʼ ἴσους ὡς ἀπὸ τοῦ ἐπιτάγματος· χρὴ δὲ τὰ πλάσματα πιθανὰ εἶναι. λύει δὲ ὁ Κράτης οὕτως· βούλεται Ὅμηρος ἑβδομήκοντα δύο ἀπολωλότας σημᾶναι. πεζὸν μὲν τὸ φάναι ἀπώλοντο οἱ ἑβδομήκοντα δύο, καὶ σχεδὸν ἀδύνατον εἰπεῖν ποιητικῶς διὰ τὸ μέτρον. δώδεκα δὲ νεῶν οὐσῶν καὶ ἀπολομένων ἑβδομήκοντα δύο, εἴτε ἐκ μιᾶς νεὼς ἁπάντων εἴτε ἐκ πλειόνων, μηκέτι εἶναι τὸν ἀριθμὸν τῶν στρατιωτῶν πλήρη ἐν ἑκάστῳ πλοίῳ. ὅτε γὰρ ἤμελλον ἀποπλεῖν, τότε ἐξ ὀνόματος καλῶν πάντας καὶ εὑρὼν τοὺς λείποντας, ἀναγκαίως ἐμέρισεν εἰς τὰς ναῦς ἐξ ἴσης· ἐνέλιπον δὲ ἓξ εἰς ἑκάστην ναῦν ἐρέται.
ζητεῖ Ἀριστοτέλης, πῶς ὁ Κύκλωψ ὁ Πολύφημος, μήτε πατρὸς ὢν Κύκλωπος—Ποσειδῶνος γὰρ ἦν— μήτε μητρός, Κύκλωψ ἐγένετο. αὐτὸς δὲ ἑτέρῳ μύθῳ ἐπιλύεται· καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται, καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Μεδούσης ὁ Πήγασος ἵππος. τί δʼ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γεγονέναι, ὥσπερ καὶ τὰ ἄλλα ἐξ αὐτοῦ ἀναλόγως τῇ θαλάττῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα.
γελοίως δʼ αὐτοὺς ἐτυμολογεῖ Ἡσίοδος· Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ.
ὁ δʼ Ὅμηρος φαίνεται τὴν φύσιν αὐτῶν λέγων οὐκ εἰδὼς τὸ τοιοῦτον· εἰ γὰρ ἦν τι τοιοῦτον, ὥσπερ τὰς ἄλλας ἰδιότητας τῶν ὀφθέντων ἔγραψεν ἐπʼ αὐτοῦ Κύκλωπος, τὸ μέγεθος, τὴν ὠμότητα, οὕτω κἂν τὸ περὶ ὀφθαλμοῦ ἔγραψε. φησὶ δὲ ὁ Φιλόξενος, ὅτι ἐπλάνησε τὸν Ἡσίοδον τὸ τὸν ἕνα ὀφθαλμὸν τυφλωθέντα μηκέτι ὁρᾶν. οὔτε δὲ περὶ πάντων εἶπε τῶν Κυκλώπων τοῦτο Ὅμηρος εἰκός τε τὸν Πολύφημον κατά τινα ἄλλην αἰτίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπολωλεκέναι πρὸ τῆς Ὀδυσσέως ἀφίξεως.
ὁ Κύκλωψ κατὰ Ὅμηρον οὐκ ἦν μονόφθαλμος φύσει, ἀλλὰ κατά τινα συντυχίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀποβεβλήκει· δύο γέ τοι ὀφρῦς εἶχε· φησὶ γὰρ πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρῦς εὗσεν ἀυτμή.
οἱ δὲ ἀντιλέγοντες τούτῳ φασίν· εἰ δύο εἶχεν ὀφθαλμοὺς καὶ τὸν ἕνα Ὀδυσσεὺς ἐτύφλωσε, πῶς συμφωνήσει τὸ ὑπʼ αὐτοῦ λεγόμενον· Κύκλωψ, αἴ κέν τίς σε κατὰ θνητῶν ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν, καὶ οὐκ εἶπεν ὀφθαλμῶν; ἔτι δὲ καὶ τὸ προκείμενον παρὰ τοῦ Κύκλωπος, ὅτι δύναταί μου ὁ Ποσειδῶν ἰάσασθαι τὸν ὀφθαλμόν. εἰ γὰρ ἦν ἑτερόφθαλμος ἤδη ὑπάρχων, ἔλεγεν ἂν αὐτῷ Ὀδυσσεύς· καὶ πῶς τὸν ἕτερον οὐκ ἐθεράπευσεν; ἀλλʼ εἶπεν· ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ Ἐνοσίχθων.
πῶς ὑπερφιάλους καὶ ἀθεμίστους καὶ παρανόμους εἰπὼν τοὺς Κύκλωπας ἄφθονα παρὰ θεῶν αὐτοῖς ὑπάρχειν φησὶ τὰ ἀγαθά; ῥητέον οὖν ὅτι ὑπερφιάλους μὲν διὰ τὴν ὑπεροχὴν τοῦ σώματος, ἀθεμίστους δὲ τοὺς μὴ νόμῳ χρωμένους ἐγγράφῳ διὰ τὸ ἕκαστον τῶν ἰδίων ἄρχειν· θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχου, ὅπερ ἀνομίας σημεῖον. Ἀντισθένης δέ φησιν ὅτι μόνον τὸν Πολύφημον εἶναι ἄδικον· καὶ γὰρ ὄντως τοῦ Διὸς ὑπερόπτης ἐστίν· οὐκοῦν οἱ λοιποὶ δίκαιοι· διὰ τοῦτο γὰρ καὶ τὴν γῆν αὐτοῖς τὰ πάντα ἀναδιδόναι αὐτομάτως· καὶ τὸ μὴ ἐργάζεσθαι αὐτὴν δίκαιον ἔργον ἐστίν. ἀλλʼ ἔμπροσθεν εἶπε βιαίους· οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν, ὥστε καὶ τοὺς Φαίακας βλαπτομένους ὑπʼ αὐτῶν μεταναστῆναι. ἐγένετο δὲ διὰ τὸ ἀνόμοιον τῆς πολιτείας.
ὑπερφιάλων τῶν μεγαλοφυῶν τῷ σώματι· τῶν δισήμων γὰρ ἡ λέξις, ἀθεμίστων δὲ τῶν νόμοις μὴ κεχρημένων· φησὶ γὰρ θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχων. εἰ γὰρ ἦν ἀθεμίστων ἀντὶ τοῦ ἀδίκων, πῶς λέγει· οἵ ῥα θεοῖσι πεποιθότες; εἰ δʼ εἴποι τις· καὶ πῶς ὁ Πολύφημός φησιν· οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν; σκοπείτω τὸ πρόσωπον, ὅτι Πολυφήμου ἐστὶ τοῦ ὠμοφάγου καὶ θηριώδους. καὶ Ἡσίοδος·
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεινοῖςἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς, ἀνθρώποις δὲ δέδωκε δίκην. ὥστε Πολύφημον μόνον λέγει ὑπερήφανον καὶ ἄδικον, τοὺς δὲ λοιποὺς πάντας Κύκλωπας εὐσεβεῖς καὶ δικαίους καὶ πεποιθότας τοῖς θεοῖς, ὅθεν καὶ ἀνῆκεν αὐτοῖς αὐτομάτως ἡ γῆ τοὺς καρπούς.
ὑπερφιάλων ἀθεμίστων. οὔ φασι συμφερόντως εἰρῆσθαι τοῦτο· τὸ γὰρ τοῖς ἀθεμίστοις, ὡς αὐτὸς λέγει, τοιαῦτα ἐκ θεῶν δεδωρῆσθαι ἀκούειν ἀσύμφορον. λύεται δὲ τῇ λέξει· τὸ μὲν γὰρ ὑπερφίαλον καὶ ἐπὶ τοῦ μεγάλου καὶ κρείττονος τάττεται. οὐ γὰρ οἱ μνηστῆρες καθʼ ἑαυτῶν ἔλεγον ἄν· οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι. τὸ δὲ ἀθέμιστον τὸ μὴ κοινῶς τοῖς θεσμοῖς χρῆσθαί φασιν, ὡς τὸ τοῖσι δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες, ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχων· ὅτι μὲν γὰρ χρῶνται τῇ θέμιδι δηλοῖ, πλὴν οὐ κοινῇ.
οὐδʼ ἀλλήλων ἀλέγουσιν. ἀδικίαν καὶ παρανομίαν ἐγκαλεῖ τοῖς Κύκλωψιν ἐντεῦθεν ὁ ποιητής, ὡς μὴ προνοουμένοις ἀλλήλων. ἀλλὰ μᾶλλον ἐμφαίνει, ὅτι διὰ τὴν ἄγαν δικαιοσύνην καὶ τὸ μὴ πλεονεκτεῖσθαι παρʼ ἀλλήλων ἢ ἄλλως ἀδικεῖσθαι οὐδὲ ἐδέοντο τῆς ἀλλήλων προνοίας. ὅτι δὲ οὕτως ἔχει δῆλον ἐκ τοῦ Πολυφήμου· τούτου γὰρ κράξαντος συνῆλθον ἅπαντες. τινὲς δὲ τὸ οὐκ ἀλέγουσιν ἀλλήλων οὕτω φασίν· οὐ φροντίζουσιν ἀλλήλων ὅσον ἕνεκεν ὑποταγῆς· ἕκαστος γὰρ αὐτοκράτωρ ἐστὶ καὶ οὐχ ὑποτάσσεται τῷ ἑτέρῳ.
...... μόνος γὰρ ἄδικος ὁ Πολύφημος· ἀπάνευθεν γὰρ ὢν ἀθεμίστια ᾔδη καὶ οἶος ποιμαίνεσκε, τῶν δʼ ἄλλων ἕκαστος θεμιστεύει παίδων ἠδʼ ἀλόχων· ὅθεν οὐδὲ τὸ σπήλαιον ἀνοίξαντες πολυπραγμονοῦσι, τί πέπονθεν. καὶ μαντείαις χρῶνται καὶ θεοὺς νομίζουσι· ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
πῶς τοῦ Κύκλωπος προειπόντος· οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν, οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροί εἰμεν, πάλιν ἐποίησε τοὺς Κύκλωπας λέγοντας· νοῦσον δʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι; ἐναντίωμα γὰρ φαίνεται, μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντος· τὸ γὰρ μὴ προσέχειν τοῖς θεοῖς κρειττόνων ἂν εἴη εἰκότως, τὸ δὲ προσέχειν πάλιν ἡττόνων. λύεται δὲ πάλιν ἐκ προσώπου τῶν λεγόντων. ὅτι μὲν γὰρ οἱ Κύκλωπές εἰσι πολὺ φέρτεροι τῶν θεῶν, ὁ Πολύφημος εἴρηκε πρὸς τὸν Ὀδυσσέα, ὅτι δὲ οἱ Κύκλωπες τῶν θεῶν εἰσι κρείττους, τῶν ἄλλων οὐδεὶς εἴρηκεν. εἰ μὲν οὖν ὁ ποιητὴς ταῦτα εἴρηκεν ἢ ὁ αὐτὸς παρὰ τῷ ποιητῇ, ἐναντία ἦν. ἐπεὶ δὲ ἄλλος καὶ ἄλλος ἐστὶν ὁ λέγων, σκεπτέον τίνι περιέθηκε τοὺς ἀφρονεστέρους λόγους. δῆλον δὲ ὅτι τῷ Πολυφήμῳ, ὃς οὐχ ὁμογνώμων ἦν τοῖς ἄλλοις οὐδʼ ἐν τῇ περὶ θεῶν δόξῃ ὡμολόγει· ἐποιμαίνετο γὰρ, ὥς φησιν ὁ ποιητὴς, ἀπόπροθεν οὐδὲ μετʼ ἄλλους πωλεῖτο, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδει. αὐτὸς οὖν καὶ περὶ θεῶν τὰ ἀθεμίστια εἰδὼς ἡγεῖτο καὶ τοὺς ἄλλους Κύκλωπας τὰ αὐτὰ δοξάζειν αὐτῷ, τοὺς δὲ συμβεβήκει βελτίους ἐκείνου τὴν φύσιν ὄντας μὴ τὰ αὐτὰ γινώσκειν ἐκείνῳ· περὶ γὰρ τούτων ἔφη ὁ ποιητής· οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν.
ἀντίθεος Πολύφημος ὁ αὐτὸς ἑαυτὸν διὰ τὴν ἄνοιαν ἐξισάζων τοῖς θεοῖς· ἔστι γὰρ εἷς ἐκείνων, περὶ ὧν λέγει· οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. κοινῶς γὰρ περὶ αὐτῶν λέγει ὁ Πολύφημος· οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν οὐδὲ θεῶν μακάρων.
προτάξας τὸ γένος ἐπήνεγκε τὸ εἶδος.
διὰ τί δώδεκα; καὶ γὰρ ὀλίγοι, ἵνα μὴ δοκῇ ὡς ἐπὶ λῃστείαν ἥκειν· ἐλάττους δὲ πάλιν οὐκ ἦγεν, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δόξῃ. ἀλλʼ οὐδὲ ὅπλα ἐπιφέρεται, ἵνα μὴ ὡς πολέμιος εἶναι δοκῇ. αὐτὸς δὲ πάρεστι καὶ οὐ προπέμπει, ἵνα μὴ φαίνηται δειλός. τὸν δὲ ἀσκὸν οἰκεῖον ἐφόδιον λαμβάνει πρὸς ποιμενικοὺς καὶ ἀγρίους ἄνδρας. τί οὖν κινεῖ τὸν Ὀδυσσέα πρὸς τὸ μὴ πεισθῆναι τοῖς ἑταίροις συμβουλεύουσι φυγεῖν; ὅτι γενόμενος ἐν τῷ σπηλαίῳ οὐδεμίαν βίου θηριώδους ὑπόνοιαν ἔλαβε.
αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, ἄγριον κτλ. εἴκασεν ἐκ τοῦ μεγέθους τοῦ σπηλαίου μέγαν τινὰ εἶναι καὶ ἄγριον ἐκ τοῦ ἐπʼ ἐσχατιὰν οἰκεῖν. διὰ τί οὖν οὐ πείθεται τοῖς ἑταίροις; ἄδικον αὐτῷ ἐδόκει .... μηθὲν ἀδικήσαντα. καὶ ἄλλως δὲ, ὡς ἔφην, ἡμερότητα ἔβλεπε, καὶ ἔμπειρος ὢν κινδύνων οὐ πάνυ ἐφοβεῖτο, καὶ συνέσει ἐθάρσει. καὶ εἰ ἄγριος ἦν, ἀλλʼ οὐκ ᾤετο ἀνθρωποφάγον εἶναι.
καὶ εἴ μοι ξείνια δοίη. ποῖον ξένιον ἤλπιζε λαβεῖν παρὰ ἀνθρώπου θησαυροὺς μὴ ἔχοντος, τυροὺς δὲ μόνον καὶ γάλα βλέπων; δεῖ δὲ τὰς κατηγορίας ποιεῖν οὐκ ἐκ τῶν ἀποβάντων· ἄδηλον γὰρ εἰ ἐπιεικὴς ἦν ἀνήρ· εἰ καὶ πρὸ τῆς πείρας γὰρ λέγει περὶ τοῦ Πολυφήμου τὸ αὐτίκα γάρ μοι ὀίσατο κτλ., τὰ ἐπίθετα ταῦτα τὰ δεινὰ ἄλλοτε ἐπράττετο εἰ μὴ ἐπὶ τῶν ἔργων οὐκ ἔγνωσται. δεῖ δὲ εἰδέναι ὅτι τὸ ἄδηλον ἐν τῷ βίῳ καὶ τῶν φρονίμων κρεῖττόν ἐστιν, ὅπου ἐν τοῖς τοιούτοις ἐνίοτε καὶ ἄφρονες κατορθοῦσιν.
καὶ τί ξένιον ἤλπιζεν; προβάτου δορὰν ἴσως; ἀλλὰ τὸν εἰς τοὺς ξένους καθήκοντα ἔλεον προσδέχεσθαι πρέπον τὸν ἀποπεπλανημένον ἔξω τῆς οἰκουμένης διὰ τοῦ .. ἀγνοεῖν καὶ παραπεμφθῆναι βούλεσθαι διὰ τῆς μηνύσεως τῶν τόπων. τοῦτο γὰρ καὶ εἰκὸς διανοούμενος οὐκ ἐπείσθη τοῖς ἑταίροις ὥστε φεύγειν, ἀλλὰ τῷ κινδύνῳ προσεβάλλετο μαθεῖν ἀξιῶν ὁποίῳ πλῷ τεύξεται τοῦ νόστου.
.... πῶς δὲ ἔχει ποιμενικὰ ἀγγεῖα, μήτε τεκτόνων ὄντων μήτε λιθοξόων; τί δὲ καὶ κισσύβιον; ἴσως ἀγροικοτέρως ἑαυτὸν κατεσκεύασεν.
διὰ τί οὐ καυχᾶται ὁ Ὀδυσσεύς; ὅτι ἐλέου ἄξιον θέλει παραστῆσαι αὑτόν.
.... πῶς δὲ οὐκ ἄλογον, ὅτε μὲν ἠρημωμένον ἦν τὸ σπήλαιον ἄθυρον αὐτὸ καταλιπεῖν, ἔνδον δὲ γενόμενον ἐπικλείειν; καὶ τοῦτο πρὸς τὸν μῦθον, ὑπὲρ τοῦ μὴ διαδρᾶναι τοὺς ξένους. ἢ ἵνα μὴ ἐπεισέλθῃ τὰ ἄρσενα.
οὐ δεῖ ζητεῖν, πῶς ταῖς εἰωθυίαις ὁμιλίαις χρῆται, εἴπερ ἔξω τυγχάνει τῆς οἰκουμένης· ἐπεὶ τούτῳ τῷ λόγῳ καὶ τὰ περὶ τοὺς Φαίακας ἀνασκευάσομεν. εἰκὸς οὖν καὶ ἄλλους πεπλανῆσθαι.
διὰ τί μὴ ἔλαβεν ἐξ αὐτῶν τὰ ξίφη ὁ Κύκλωψ καὶ ἀπεγύμνωσεν αὐτούς; τὰ τῆς ἐπιβουλῆς ἴσως ἔλαθεν αὐτὸν πρὸς τὴν βορὰν ἐπειγόμενον.
κακῶς φασιν ἐπιτρέπειν τῇ ἐκ τοῦ κλήρου τύχῃ τὸ πρᾶγμα· δέον γὰρ ἑλέσθαι τοὺς ἐπιτηδείους. ἀλλʼ οὐδεὶς ἂν τοιοῦτον πρᾶγμα ἑκουσίως ὑπέστη. τὸ δὲ ἐπιλέξασθαι καταγινώσκοντος ἦν τῶν λοιπῶν. πρὸ καιροῦ δὲ ὁ κλῆρος· οὐ γὰρ ἐν ταῖς χρείαις ἕκαστα δεῖ πράττειν.
φασὶν οἱ ἰατροί, ὅτι οἱ καιόμενοι οὐκ ἐκβάλλουσιν αἷμα, φρυγομένων τῶν σαρκῶν. ῥητέον οὖν ὅτι οὐκ ἔφθασεν ἀποφρυγῆναι τὰ ἐν βάθει ἀγγεῖα.
πῶς δὲ μὴ εὐθὺς πληγεὶς ταῖς χερσὶν ἐπελάβετο τῶν περιστρεφόντων τὸν μοχλόν; ἢ ὅτι μακρὰν ἀπέσχον, ἢ ἡ ἐπίθεσις ὀξεῖα, ἢ ὅτι αἱ κινήσεις τῶν μεγάλων σωμάτων βραδεῖαι. ἢ περιαλγὴς ὢν τῷ πάθει ἐπετετάρακτο, ἢ οὐκ ἐσωφρόνει διὰ τὴν μέθην. εὐρὺ δὲ ἦν καὶ τὸ σπέος, ὥστε μὴ εἶναι ῥᾴδιον συνειλῆσαι εἰς ἕνα τόπον.
αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν. καίτοι οὐ περὶ αὐτὸν ᾤκουν, ἀλλʼ ἀπάνευθεν, ἐκ τοῦ εἰπεῖν ἐφοίτων ἄλλοθεν ἄλλος. λύει δὲ τὴν ἀπορίαν τὸ μεγάλα βοᾶν αὐτὸν καὶ ἐν ἐρημίᾳ εἶναι καὶ διὰ τοῦτο ἐξακούεσθαι.
διὰ τί οὐκ ἤκουον οἱ ἑταῖροι τοῦ Ὀδυσσέως οἱ ἐν τῇ νηὶ βοῶντος τοῦ Κύκλωπος; καίτοι Ὀδυσσεὺς ἀπὸ τῆς νήσου φησὶ τῆς πόρρωθεν ἀκούειν αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. ῥητέον οὖν ὅτι ἀσήμους φθόγγους συμμίκτους οἷόν τε ἦν πόρρωθεν ἀκούειν, ὁ δὲ Κύκλωψ εἷς ὢν ἐβόα ἐν τῷ ἄντρῳ.
διὰ τί τοὺς φίλους προεξήνεγκε τοῦ σπηλαίου; δεικνὺς τὸ κηδεμονικὸν αὑτοῦ περὶ αὐτούς, ἢ ἵνα, ἐάν τι συμβῇ αὐτοῖς εἰς τὴν ἐκβολὴν, αὐτὸς γοῦν πάθῃ σὺν αὐτοῖς, ἢ ἵνα μὴ τάραχον ἐμποιήσωσιν ἰδόντες αὐτὸν μὲν προεξερχόμενον, αὑτοὺς δὲ ἀπολειπομένους.
πῶς οὖν ἀκούει; προείρηκε γὰρ ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας· ἤτοι μεγαλόφωνος ὁ Ὀδυσσεύς —οὐ μακρὰν γὰρ ἀπελθὼν κατὰ τὸ πρῶτον ἐλάλησεν, ἀλλὰ ὀλίγον τι —ἐδιπλασίασεν ἴσως τὴν φωνήν· ἐπεὶ δὲ ἐκ τῆς νήσου ἤκουε τῆς φθογγῆς τῶν ζώων καὶ τῶν Κυκλώπων, πῶς ἐγγυτέρω ὢν τότε οὐ μὴ ἠκούσθη; ἢ ὁ μὲν Κύκλωψ τὸ πρὶν ἐν τῷ σπηλαίῳ ἐκάθητο, ἀκούσας δὲ τῆς φωνῆς ἀνέστη καὶ ἀπῆλθε πρὸς τὸ ἀκρωτήριον.
.... ὁ μέντοι Πορφύριος οὕτω φησὶν αὐτολεξεί· ὅτι οὐ τὸ τῆς τοῦ βοῶντος φωνῆς περιγράφει τὸ ὅσσον τε γέγωνε βοήσας, τὸ δὲ μέτρον τῆς ἀκοῆς, ὃ ἔμμετρόν ἐστι πρὸς τὴν τοῦ βοῶντος ἀκρόασιν. εἴπερ οὖν ἐν τῷ πρώτῳ διαστήματι τοσοῦτον μέγεθος φωνῆς ἀφῆκεν, ὅσον ἤρκει πρὸς τὸ ἐξάκουστον γενέσθαι—ἐπεὶ καὶ ὁ ποιητὴς οὐχ ὅσον μέγιστον εἴρηκε γεγωνήσαι ἄν τις ἀπεῖχεν, ἀλλʼ ὅσον βοήσαντος γεγωνὸς ἐγένετο καὶ ἐξακουστόν· εἰ δὲ καὶ τὸ μέγιστον εἴρηκεν, ἀλλʼ ὅσον τότε γέγωνε βοήσας—, ἐνεδέχετο καὶ διπλάσιον καὶ πολλαπλάσιον ἀπέχοντα τὴν βοὴν ἐπιτείνοντα γεγωνεῖν.
πῶς ἤκουσεν ἔτι Πολύφημος, διπλάσιον αὐτοῦ ἀποστάντος; καί φαμεν ὅτι οὐκ ἦν ἴσως πολὺ τὸ διάστημα. ἔτι δὲ καὶ γέγωνε βοήσας· δυνατὸν οὖν ἐπιτείνοντα τὴν βοὴν ἀκουσθῆναι. ἢ τάχα οὐ τὴν διπλασίονα ὁδὸν σημαίνει, ἀλλʼ ὅτι τὸ δεύτερον διεπεραιώθημεν. ἦν δὲ καὶ μεγαλόφωνος Ὀδυσσεύς, ὡς καὶ ἐν Ἰλιάδι· ἀλλʼ ὅτε δὴ ὄπα τὴν μεγάλην. ἄμεινον δὲ εἰπεῖν, ὡς τὸ μὲν πρῶτον ἀπὸ τοῦ σπηλαίου ἤκουσεν αὐτοῦ, τὸ δὲ δεύτερον ἀπὸ τῆς θαλάσσης καὶ τοῦ αἰγιαλοῦ.
διὰ τί ὁ Ὀδυσσεὺς οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν εἰπών· ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ Ἐνοσίχθων; Ἀντισθένης μέν φησι διὰ τὸ εἰδέναι ὅτι οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν, ἀλλʼ ὁ Ἀπόλλων· Ἀριστοτέλης δὲ οὐχ ὅτι οὐ δυνήσεται, ἀλλʼ ὅτι οὐ βουλήσεται, διὰ τὴν πονηρίαν τοῦ Κύκλωπος.
φασὶν ὅτι συνασεβεῖ τῷ Κύκλωπι καὶ ὁ Ὀδυσσεύς. φαμὲν δὲ ὅτι διὰ τὴν τύφλωσιν, οὐ διὰ τὰς φωνὰς ταύτας ὠργίσθη Ποσειδῶν· τούτων γὰρ ὁ νοῦς· οὐδὲ Ποσειδῶν ἰάσεται κακὸν ὄντα, μὴ βουλόμενος· οὐ γὰρ μὴ δυνάμενος. ἐδύνατο γὰρ ὁ Ποσειδῶν αὐτὸν θεραπεῦσαι, οὐκ ἠβούλετο δὲ διὰ τὰς πονηρίας αὐτοῦ.
διὰ τί οὖν ὁ Ποσειδῶν ὠργίσθη, καίτοι μὴ χαλεπαίνων διὰ τὸ ἀπόφθεγμα, ἀλλὰ διὰ τὴν τύφλωσιν; Κύκλωπος γὰρ κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσε, καίπερ πονηροῦ ὄντος καὶ τοὺς ἑταίρους ἐκείνου κατεσθίοντος; λύων δὲ ὁ Ἀριστοτέλης φησὶ, μὴ ταὐτὸν εἶναι ἐλευθέρῳ πρὸς δοῦλον καὶ δούλῳ πρὸς ἐλεύθερον, οὐδὲ τοῖς ἐγγὺς τῶν θεῶν οὖσι πρὸς τοὺς ἄποθεν. ὁ δὲ Κύκλωψ ἦν μὲν ζημίας ἄξιος, ἀλλʼ οὐκ Ὀδυσσεῖ κολαστέος, ἀλλὰ τῷ Ποσειδῶνι, καὶ εἰ πανταχοῦ νόμιμον τῷ φθειρομένῳ βοηθεῖν, πολὺ μᾶλλον τῷ υἱῷ· καὶ ἦρχον ἀδικίας οἱ ἑταῖροι.
ἰήσεται οὐδʼ Ἐνοσίχθων, ὡς εὐλαβούμενος δηλονότι ἀντιπράττειν τῷ Διὶ τῷ πάντων πατρὶ θεῶν, οὗ μὴ ἐπιστρέφεσθαι διετείνετο ὁ Κύκλωψ ὄπισθεν ἐν τῷ οὐ γὰρ Κύκλωπες Διὸς μεγάλοιο ἀλέγουσιν.
πῶς παρὰ Φαίαξιν ἐχθρὸν ἑαυτὸν Ποσειδῶνος λέγει κτλ.,
διὰ τί οὐκ αὐτὸς κατέχει τοὺς ἀνέμους, μόνον κελεύσας Ζέφυρον πνεῖν; ἐπεὶ καὶ δίχα τοῦ κλεῖσαι τὸν ἀσκὸν ἐδύνατο κελεῦσαι τῷ Ζεφύρῳ, ἅτε δὴ τὴν ἐξουσίαν λαβὼν παρὰ τοῦ Διός. πῶς δʼ αὖ καὶ ἐν Ἰλιάδι ὑποστησάμενος τοὺς ἀνέμους ἐν Θρᾴκῃ οἰκεῖν νῦν παρʼ Αἰόλῳ φησίν; εἴληπται μὲν τὸ πλάσμα πρὸς τὸν καιρόν, διὸ οὐ δεῖ ζητεῖν τὰ τοιαῦτα· ἀνεύθυνα γὰρ τὰ τῶν μύθων. οἱ δὲ εἶπον τοὺς δαίμονας οἰκεῖν ἐν Θρᾴκῃ αὐτεξουσίους ὄντας, τῶν δὲ πνοῶν τὸν Αἴολον κρατεῖν. οἱ δὲ ἐμπειρίαν ἔχειν τὸν Αἴολον πνευμάτων μεταβολῆς, καὶ διὰ τοῦτο κατέχειν τὸν Ὀδυσσέα μηνὸς ἡμέρας, ἕως οὗ εὕρῃ τὸ ἐπίφορον πρὸς Ἰθάκην. τινὲς δὲ ὅτι παρετήρησεν ἀστρολογίας ἔμπειρος ὢν ὁ Ὀδυσσεὺς, ἡλίου ὄντος ἐν ταύρῳ Ζέφυρον πνεῦσαι. οἱ δὲ ἄνεμοι πνέουσιν ἐνίοτε καὶ καθʼ ἑαυτοὺς, οὐ κατʼ Αἴολον· καὶ γὰρ ἡμεῖς δίχα βασιλικοῦ πράσσομέν τι προστάγματος.
διὰ τί οὐ προεῖπεν αὐτοῖς; ἐπειδὴ οὐκ ἤλπιζεν ὑπονοήσαντας κακουργῆσαι. καὶ γὰρ τῶν ἐν Ἰσμάρῳ λαφύρων τὴν ἴσην μοῖραν ἔδωκεν καὶ τῶν ἀγρίων αἰγῶν καὶ τῶν περὶ Κύκλωπα.
καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι.πόθεν τεκμηράμενοι; ὁ γὰρ ἀσκὸς κοῦφος, ἅτε πλήρης ἀνέμων. λύεται δʼ ἐκ τῆς λέξεως· πρόκειται γὰρ ὡς ἐλέγετο περὶ τοῦ Αἰόλου αὐτοῦ, ὡς νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ, ἀργυρέῃ. διὰ τοῦτο οὖν ἐβάσκηναν, ὅ τε δεσμὸς πολυτελὴς ὢν ὑποψίαν ἐδίδου.
πῶς ἄγοντες αὐτὸν εἰς τὴν ναῦν οὐκ ᾔσθοντο κοῦφον ὄντα; ἀλλʼ ἐν νηὶ κατέδει μέρμιθι ἀργυρέῃ.
καὶ πῶς ἤμελλεν ὑπὸ Φαιάκων τυχεῖν κομιδῆς, ταῦτα καθʼ ἑαυτοῦ λέγων; ἀλλʼ ἀπέδειξε τοὺς ἑταίρους αἰτίους ὄντας· ἐλεεινότερον οὖν ἑαυτὸν ἀποδείκνυσιν.
κακῶς δέ φησι ταῦτα πρὸς τὸν Ἀλκίνουν ἐκφέρειν, ὡς θέμις καὶ αὐτὸν διαβάλλειν. ἀλλʼ Ὀδυσσεὺς ἐλεεινότερος εἶναι ἡγεῖται, ὡς οὐκ ἰδίου ὄντος τοῦ ἁμαρτήματος, ἀλλὰ τῶν ἑταίρων.
τὸ τοὺς Λαιστρυγόνας κατάγειν τὴν ὕλην ἐναντίον ἐστὶ τῷ παριστᾶν αὐτοὺς ὠμοφάγους εἶναι. λύοιτο δʼ ἂν ἐκ τοῦ ἔθους· εἰθίσμεθα γὰρ τῇ ὕλῃ καὶ εἰς ἄλλο χρῆσθαι, πρός τε ἀλέαν καὶ φῶς καὶ κατασκευήν.
ἄλογόν ἐστι τὸ τοὺς ἑταίρους ἀθυμίᾳ περιβάλλειν. λύεται δὲ ἐκ τοῦ καιροῦ. πρὸς γὰρ τὸ δεῖν σκέψασθαι τοὺς οἰκήτορας τῶν τόπων ἥρμοττε τὸ τὴν ἀπορίαν τῶν χωρίων εἰπεῖν.
τί οὖν, φασί τινες, αὐτῇ χρεία ἀποθηριοῦν; εἰ μὲν γὰρ οἰκετῶν ἔχρῃζεν, ἔδει φυλάττειν ἀνθρώπους, εἰ δὲ ἀνελεῖν, ἦν ἀποκτεῖναι. ἴσως τὰ μυθικὰ ἀσυκοφάντητα, καὶ ὅτι ἐτέρπετο, ὡς καὶ ἄλλοι θεῶν παῖδες.
διὰ τί ἐφοβήθη ἡ Κίρκη τὸ ξίφος τοῦ Ὀδυσσέως θεὰ οὖσα; φαμὲν ὅτι τοὺς πολὺν χρόνον ζῶντας δαίμονας θανάτῳ δὲ ὅμως καθυποβαλλομένους θεοὺς εἴωθεν ὀνομάζειν ὁ ποιητής. ἢ φυσικῶς φοβεῖται τὸ ξίφος ἡ Κίρκη, ὡς καὶ ἄλλας τινὰς ὕλας τινὲς τῶν δαιμόνων, ὡς καὶ Διονύσιος ἐν Λιθικοῖς· φύσει δὲ κρύσταλλον ἰδʼ ἱερὴν ἴασπιν, ἐχθρὴν Ἐμπούσῃσι καὶ ἄλλοις εἰδώλοισιν.
εὐνῆς ἡμετέρης ἐπιβείομεν. οὐχ ἡδονῆς ἀλλὰ πίστεως ἕνεκεν τοῦτο προβάλλεται.
τὸ σοὶ δέ τις ἀκήλητος ἐν στήθεσσι νόος ἐστίν ἐναντίον τῷ οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.εἰ γὰρ ἔμενεν ὁ νοῦς, πῶς ἀπορεῖ ἐπὶ τοῦ Ὀδυσσέως, ὅτι οὐ μεταβέβληκε; καὶ τούτου δὲ ἡ λύσις ἐκ τῆς λέξεως. καὶ γὰρ περιφραστικῶς λέγει σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν ἀντὶ τοῦ ἀκήλητος εἶ. ἢ τὸ αὐτὰρ νοῦς ἔμπεδος ὡς τὸ πάρος περ οὐκ ἐπὶ παντὸς λέγει τοῦ νοῦ, ἀλλὰ τῆς ἡμερότητος.
αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ. οὐχ ὡς σύμπας, ἀλλὰ κατὰ τὸ φιλάνθρωπον μόνον, διὸ καὶ σαίνουσιν, ὥσπερ οἱ δελφῖνες φιλάνορα δʼ οὐκ ἔλιπον βιοτάν κατὰ τὸν Πίνδαρον ........ ἐκ τοῦδε δῆλον, ὅτι ἡδονῇ σχεθεὶς τὸν νοῦν οὐκ ἀποβάλλει, ὥστε, εἰ θέλει, πάλιν ἐπανέρχεται εἰς καλὴν διαγωγήν.
οἱ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ. καὶ πῶς; εἰ γὰρ σώζουσι τὴν ἀνθρωπίνην γνώμην καὶ πιόντες, πῶς Ὀδυσσέα θαυμάζει; οὐδὲν γὰρ πέπονθεν ἀλλοιότερον. ῥητέον οὖν ὅτι ὁ μὲν Ὀδυσσεὺς οὐκ ἐθέλχθη οὐδʼ ἤλλαξε τὸ τῆς γνώμης, διότι σοφὸς ἦν, οἱ δὲ ἑταῖροι ἐν τοιαύτῃ τινὶ ἕξει ἐγένοντο, ὥστε ἔχειν μὲν τὴν ἀνθρωπίνην ψυχὴν ὀρθήν, οὐ μέντοι καὶ τὸν νοῦν ἐγρηγορότα. ἴσως οὖν τὸν μὲν νοῦν ἀπὸ μέρους ὅλον λέγει· ἢ αὐτὴ τούτων μὲν οἴεται καὶ τὸν νοῦν τρέπεσθαι, ὁ δὲ Ὀδυσσεὺς αὐτὰρ νοῦς ἔμπεδος ὡς τὸ πάρος περ ἀκούσας παρὰ τῶν ἑταίρων φασὶν ἔμαθεν. πῶς δὲ, εἰ ἡ ῥάβδος ἡ μεταμορφοῦσα—ἐπὶ γοῦν τοῦ Ὀδυσσέως λέγει ῥάβδῳ πεπληγυῖα—, ἔπειτά φησι θαυμάζειν ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθη; ἀλλʼ ἕτερόν ἐστι τὸ λεγόμενον. οὐ γὰρ ὅτι οὐκ ἔθελξεν αὐτὸν διὰ τοῦ φαρμάκου, διὰ τοῦτο φάσκει τῇ ῥάβδῳ πλήσσειν ὡς μεταμορφοῦν ἱκανῇ, ἀλλʼ, ὁποῖον ἦν καὶ ἐπὶ τῶν ἑταίρων, εἰληφέναι μὲν τὸν κυκεῶνα καὶ πεπωκέναι, τὴν δὲ τὴν ψυχὴν οἰομένην τεθέλχθαι αὐτὸν ἐπιφέρειν τὴν ῥάβδον, ὅτι οὐχ ὁ κυκεὼν τὸ σῶμα ἦν τὸ μεταβάλλον, ἀλλʼ ἡ ψυχή. ἔπειτα διὰ τοῦτο οὐ θαυμάζει, ὅτι τῇ ῥάβδῳ πληγεὶς οὐ μετεμορφώθη, ἀλλά φησιν ὡς οὐ πιών.
τὸ θελχθῆναι ὁ ποιητὴς οὐκ ἐπὶ τοῦ σώματος τίθησιν ἀλλοιώσεως, ἀλλʼ ἐπὶ τῆς ἀφροσύνης· ἥ τʼ ἀνδρῶν ὄμματα θέλγει· θελχθείσης γὰρ τῆς ψυχῆς, διὰ τὸν ἐπιφερόμενον ὕπνον καὶ ἡ ὅρασις τῶν ὀφθαλμῶν .......... τούτου δὲ οὕτως ἔχοντος, μαχόμενον εἶναι δοκεῖ τὸ σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν ....
ἀπορήσειε δʼ ἄν τις, πῶς ὁ Εὐρύλοχος ταῦτα λέγει, μὴ εἰσελθὼν πρὸς τὴν Κίρκην. ἀλλὰ ῥητέον, ὅτι ἐστοχάσατο ἀπὸ τῶν πρὸ τῆς θύρας προσσαινόντων αὐτῷ ἀνθρωπίνως.
διὰ τί οὐκ αὐτὴ μαντεύεται; ὅτι οὐκ ἂν ἐπίστευσεν Ὀδυσσεὺς ἐρώσης αὐτῆς. ἢ τὰ κατὰ μὲν Σειρῆνας καὶ τὸν πορθμὸν ὡς γειτνιῶσα μηνύει, περὶ ὧν οὐδʼ ὁ Τειρεσίας εἶπεν εἰδὼς ἐροῦσαν τὴν Κίρκην, περὶ δὲ τῶν λοιπῶν ἐπιτρέπει τῷ μάντει.
καὶ πῶς ἠπίσταντο τὴν δύσιν ἐν σκότῳ ὄντες; λέγομεν ὅτι παρὰ τοῖς Κιμμερίοις σκότος ἦν, οὐχ ὅπου ἡ θυσία ἐγίνετο.
Πῶς οὖν ζῶσιν; ἢ ἐπιδέρκεται, ὅ ἐστιν ἐπιλάμπει, μὲν ὁ ἥλιος τοὺς Κιμμερίους, οὐ φαέθων δέ, ἀντὶ τοῦ οὐ πάνυ λάμπων, οὔτε κατὰ δύσιν οὔτε κατὰ ἀνατολήν, διὰ τὸ ἀνατολικοῖς καὶ δυτικοῖς ὄρεσι περιέχεσθαι· κατὰ μόνην δὲ μεσημβρίαν ἥλιον ὁρῶσι. τὸ οὖν ἀλλʼ ἐπὶ νύξ ἐπὶ τῆς ἀορασίας κεῖται.
διὰ τί προτράπηται; δοκεῖ εἰδέναι ὁ ποιητής, ὅτι ὁ ἥλιος τὴν ἑκούσιον πορείαν ποιούμενος ἀπὸ δύσεως εἰς ἀνατολὰς ὅμως ὑπὸ τοῦ παντὸς ἀνθέλκεται εἰς τὸ ἐναντίον καὶ αὐτός.
πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα κτλ. πῶς, εἰ μὴ αἰσθάνονται πρὸ τοῦ πιεῖν τὸ αἷμα; εἰς τιμὴν οὖν τῶν δεσποτῶν ἡ δέησις.
ζητεῖται, διὰ ποίαν αἰτίαν κατελθὼν ἐν τῷ Ἅιδῃ Ὀδυσσεὺς ἐτάξατο τοῖς νεκροῖς, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν θῦσαι. καί φαμεν· ὅτι οἱ νεκροὶ ἄτοκοί εἰσι καὶ οὐ τίκτουσι, διὰ τοῦτο ἐτάξατο αὐτοῖς βοῦν μὴ γεννῶσαν θῦσαι.
πῶς οὐδένα ὁρᾷ τῶν παρὰ Κύκλωψιν ἢ Λαιστρυγόσιν ἀπολομένων; ἐπεὶ, εἰ καὶ ἀθέσμως, ἐτάφησαν.
καὶ πόθεν ἔγνω ὁ Ὀδυσσεὺς τὸν Τειρεσίαν; ἢ ἀπὸ τοῦ εἶναι τυφλὸν ἢ ἀπὸ τοῦ βαστάζειν τὸ σκῆπτρον. ἐκεῖνος δὲ πάλιν πῶς ἔγνω τὸν Ὀδυσσέα τυφλὸς ὤν; ἤγουν ὡς μάντις, ἢ οὐχ ὡς Ὀδυσσέα τοῦτον ἔγνω, ἀλλʼ ὡς προσάγοντα τὰ σφάγια.
οὐδὲ πόλινδε κατέρχεται. πῶς οὖν οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο; νῦν οὖν ἡ κατά ἀντὶ τῆς ἀπό.
ἐναντίον εἶναι δοκεῖ τοῦτο τῷ Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν· εἰ γὰρ κάλλιστος οὗτος πάντων, οὐκ ἄρα ἐκεῖνος. λύεται δὲ κατὰ λέξιν· τὸ γὰρ κάλλιστον οὐχ ἓν λέγεται, ἀλλὰ πλείω. δηλοῖ δὲ καὶ αὐτός, ποτὲ μὲν λέγων Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην, ποτὲ δὲ ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασάνδρην· καὶ μὴν καὶ ἀμφότεραι τοῦ Πριάμου θυγατέρες, καὶ ἐὰν ἡ μία θυγατρῶν εἶδος ἀρίστη, οὐκ ἄρα τις ἄλλη, ἀλλʼ ὅμως καὶ ἐπὶ τῶν δύο τοῦτό φησι. δύναται δὲ καὶ τὸ αἶα μὴ τὴν γῆν λέγειν, ἀλλʼ ὄνομα κρήνης. φέρει δὲ τὸ ἔπος καὶ Εὔδοξος ἄνευ τοῦ ν· Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶα. πολλῶν γὰρ ποταμῶν ἐμβαλλόντων εἰς τὸν Ἀξιὸν θολερῶν, Αἶα ἡ κρήνη διαυγέστατον ἀνίησιν ὕδωρ, ὥστε τὸ κάλλιστον οὐκ ἐπὶ τοῦ ποταμίου ὕδατος, ἀλλʼ ἐπὶ τοῦ κρηναίου φησίν. ἔστι δὲ καὶ ἐκ προσώπου λῦσαι· τὸ γὰρ περὶ τοῦ Ἐνιπέως ἡ Τυρὼ λέγει ἐρασθεῖσα αὐτοῦ.
πῶς οὖν ἐν Ἰλιάδι ὁ Ἀξιός; ἢ τοῦ μὲν Ἀξιοῦ τὸ ὕδωρ, τοῦ δὲ Ἐνιπέως τὸ σῶμα, ὅθεν καὶ ἠράσσατο.
πῶς οὖν ἐν Ἰλιάδι· δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν; ἐξ ἄλλων καὶ ἄλλοι, ἐκ Χλωρίδος δὲ τρεῖς. ἢ νῦν κατʼ ἐξοχὴν τῶν τριῶν ἐμνήσθη, Χρομίου μὲν ὡς πρεσβυτάτου, Περικλυμένου δὲ ὡς ἀνδρειοτάτου, Νέστορος δὲ ὡς συνετωτάτου.
ἀποροῦσί τινες, πῶς τὸν Τιτυὸν εἰπὼν, ὅτι ἐπʼ ἐννέα κεῖτο πέλεθρα, πάλιν περὶ Ὤτου καὶ Ἐφιάλτου διαλεγόμενος· μηκίστους τούτους ἔθρεψε ζείδωρος ἄρουρα μετά γε κλυτὸν Ὠρίωνα. καίτοι ἐννεαπήχεις τούτους φησὶν εὖρος, αὐτὰρ μῆκος γενέσθαι ἐννεοργυίους. τί γὰρ ἂν εἴη καὶ εἰκοσιεννέα ὀργυιῶν μῆκος πρὸς ἐννέα πλέθρων μεγέθη παραβαλλόμενον, ἵνα δὴ μήκιστοι οὗτοι λέγωνται μετά γε κλυτὸν Ὠρίωνα, ἀλλʼ οὐχὶ καὶ μετὰ τὸν Τιτυὸν πολλῷ μᾶλλον; λύει δὲ Ἡρακλείδης λέγων, ὅτι ἐκ τῶν γυναικῶν ἡ παραβολὴ πρὸς τὸ ὁμόφυλον, ἔπειτα ἐνναετεῖς ὄντες οὗτοι ἐννεαπήχεις ἐγένοντο τὸ εὖρος μῆκός τε γενέσθην ἐννεόργυιοι· εἰ δὲ ἥβης μέτρον ἵκοντο, δῆλον ὡς ἀνάλογον ἂν τοῖς ἔτεσι καὶ τὸ μῆκος ἔσχον. ἔπειτα μηκίστους τε ἔφη καὶ καλλίστους· ταῦτα γὰρ ἀμφότερα μάλιστα τῶν ἄλλων τούτοις ὑπῆρξε, μείζω μέντοι τινὰ οὐδὲν κωλύει τούτων τῷ κάλλει λειπόμενον.
.... ἀθετοῦνται δὲ ὡς ἀδύνατοι. ἀλλὰ μέμασάν φησιν, οὐκ ἔπραττον δέ.
καί νύ κεν ἐξετέλεσσαν. εἶτα πῶς οὐ ληρῶδες, διστάζειν ὅλως εἰς τοῦτο τὸν ποιητήν; ἀλλʼ ἔοικεν ὁ ποιητὴς τὰ ἀδύνατα τοῖς ἀδυνάτοις συμπλέκων ἀναιρέσει ἀναγκαίᾳ τοῦ δευτέρου ἀναιρεῖν καὶ τὸ πρῶτον, ὥσπερ εἰ λέγοις ὅτι ἐπετάσθησαν· πτέρυγας ἄρα εἶχον· ἀλλὰ μὴν πτέρυγας οὐκ εἶχον· οὐκ ἄρα ἐπετάσθησαν. οὕτως οὖν καὶ νῦν συνελογίσατο· ἐξετέλεσαν ἂν, εἰ ἥβησαν· ἀλλʼ ὥσπερ ἀδύνατον ἡβῆσαι τοὺς θεομάχους, οὕτω καὶ τὸ τελέσαι τὸν τοιοῦτον πόλεμον.
κούρην Μίνωος ὀλοόφρονος. καὶ πῶς Μίνωα εἶδον Διὸς ἀγλαὸν υἱόν; ἢ τὸν κατὰ τῶν ἀσεβῶν ὀλοόφρονα, ὡς Ἀλάστορα τὸν κατὰ τῶν ἀλαστόρων· ὀλοόφρονος οὖν τοῦ ὀλοὰ τοῖς ἀδίκοις φρονοῦντος. ἢ τοῦ τέλεια φρονοῦντος.
πῶς οὖν θεμιστεύει τοῖς νεκροῖς ὀλοόφρων ὤν; φησὶ Κράτης, ὅτι ἕτερον τὸν ἐν Ἅιδου δικάζοντα καὶ ἄλλον τὸν νῦν λεγόμενον.
διὰ τί τὰς τῶν Τρώων ψυχὰς οὐχ ὁρᾷ; ᾔδει γὰρ αὐτὰς ἐχθρὰς οὔσας τῷ Ὀδυσσεῖ ἡ Φερσεφόνη καὶ οὐκ ἐπιπέμπει.
διὰ τί, φησὶν, οὐκ ἐγνώρισεν, ὡς καὶ τοὺς ἄλλους; φησὶ γὰρ οἳ πολλοὶ δὲ καὶ ἄλλοι ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες. ὅτι ὅπλα μὲν οὐκ εἶχεν οὐκ ἐν ὅπλοις ἀνῃρημένος, τραύματα δὲ εἶχεν· ἐνδέχεται γὰρ ἐν ναυαγίῳ τρωθῆναι ξύλῳ ἐμπηχθέντα.
ἀπρεπὲς τοῦτο. λύεται δὲ τῷ καιρῷ καὶ τῷ προσώπῳ. διαλέγεται δὲ πρὸς Ὀδυσσέα κάμνοντα τοῖς ἐν τῇ ξένῃ κακοῖς, ὃν χρὴ παραμυθεῖσθαι. ἔστι δὲ καὶ τῷ καιρῷ, διττῶς· ἢ γὰρ ὅτι τεθνηκὼς τὸ τῶν θανόντων ἄπρακτον προβέβληκεν, ἢ ὅτι τῷ πατρὶ παγκάκως πάσχοντι βοηθῶν βούλεται καὶ μοίρας ἀτιμοτάτης τυχεῖν.
ἀλλʼ ἄγε μοι.. διὰ τί, φησὶ, καὶ παρὰ ἄλλων ἐπύθετο τῶν ἀποθανόντων; ῥητέον ὅτι ἐνδέχεται μὲν αὐτὸν καὶ πεπνῦσθαι μάλιστα αὐτὸν ἐρωτᾷ, καὶ ἀκριβῶς ἐπιστάμενον καὶ δυνάμενον εἰπεῖν.
.... ἀλλὰ καὶ ὁ Σίσυφος κέρδιστος ὢν διὰ τούτων κολάζεται. τὸ κακότροπον ὁ Γλαῦκος τοῦ προγόνου εἰς σύνεσιν μετήνεγκεν.
πῶς δὲ καὶ ὁ Ἡρακλῆς ἐνταῦθα μένων θεός; καὶ πῶς οἷόν τε τὸν αὐτὸν εἶναι καὶ ἐν Ἅιδου καὶ ἐν οὐρανῷ; καὶ ἡ Ἥβη δὲ καθʼ Ὅμηρον παρθένος, ὅθεν καὶ οἰνοχοεῖ· ἀπίθανον δὲ αὐτὸν ἔχειν καὶ τὴν σκευήν. μὴ πιὼν δὲ πῶς ὁμιλεῖ; τὴν μὲν σκευὴν ἔχει κατὰ φαντασίαν, τοὺς δὲ δύο στίχους καὶ ἡμεῖς ἀθετοῦμεν· εἴδωλον καὶ τέρπεται ἐν θαλίῃς. πάντες δὲ οὗτοι ἐν τῷ τῶν ἀτάφων εἰσὶ χώρῳ, οἱ μὲν κολαζόμενοι, οἱ δὲ κολάζοντες, ὡς ὁ Μίνως καὶ ὁ Ἡρακλῆς. οὗτοι δὲ μὴ πεπωκότες τοῦ Λήθης ὕδατος καὶ φθέγγονται χωρὶς τοῦ πιεῖν.
.... ἔνιοι δὲ οὐ τὴν οἰνοχόον Ἥβην, ἀλλὰ τὴν ἑαυτοῦ ἀνδρείαν.
καὶ πῶς ἵστατο ἐν ὕδατι τὰ δένδρα; φαμὲν ὅτι κατὰ φαντασίαν, πρὸς τιμωρίαν Ταντάλου.
πόθεν ᾔδει τῶν κολάσεων τὰς αἰτίας; οὐ γὰρ ἤκουσεν. εἰ μή φησί τις εἶναι τοῦτο κατὰ τὴν Ἑλλάδα φήμην.
.... καὶ πῶς ἐν τῷ ὅπλῳ τῆς Ἀθηνᾶς ἐγκεῖσθαί φασιν αὐτήν; ἤτοι ἐκεῖ μὲν τὸ σῶμα, ἐν Ἅιδου δὲ τὴν ψυχήν. Γοργείην κεφαλήν· φοβεράν τινα δαίμονα.
Πῶς ἐν τοῖς δυτικοῖς μέρεσιν ἠοῦς οἰκία καὶ ἀνατολὰς καὶ χοροὺς ἡλίου λέγει; ἀλλʼ ἐπεὶ κατέλιπεν ἡ ναῦς τὸν ἀφώτιστον τόπον, ἦλθεν εἰς τὸν τόπον τὸν πεφωτισμένον, ὅθι τʼ ἠοῦς ἠριγενείης οἰκία κτλ., τουτέστιν ἐν ᾧ τόπῳ ἥλιος καὶ ἀνατολὴν καὶ δύσιν ποιεῖται. πρὸς γὰρ τὸ ἦν ἐπὶ ἀνατολὰς ἤρχετο καὶ καθαροῦ ἡλίου φῶς ἑώρα.
ἢ ὡς ἐπὶ ἀνατολικὰ μέρη τῆς νήσου προσορμισάντων, ἢ ὅτι ἐξ Ἅιδου ἐλθόντες πρῶτον ἐν αὐτῇ τὴν φωτεινὴν ἐθεάσαντο. ἔνιοι δὲ βιαιότερον ὑπερβατῶς, κολλῶντες τὸ Ὠκεανοῖο τῷ ὅθι τʼ ἠοῦς ἠριγενείης, οὗ, φασὶν, οἰκεῖ ἡ ἡμέρα· ἐξ αὐτοῦ γὰρ ἀνατέλλει καὶ εἰς αὐτὸν δύνει. οὐ μόνον δέ ἐστι βίαιον, ἀλλὰ καὶ ἐναντίον τῷ ποιητῇ· οὐ γὰρ παραδίδωσιν ὁ Ὅμηρος τοὺς ἥρωας ἐπισταμένους, ὅτι ἐξ Ὠκεανοῦ αἱ ἀνατολαὶ τοῦ ἡλίου, ἀλλʼ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου τὸ τοιοῦτον παρέδωκεν· ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο καὶ ἐν δʼ ἔπεσʼ Ὠκεανῷ φάος ἠελίοιο· οἱ δὲ ἥρωες ἄλλως λέγουσιν· οὔτε ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν.
διὰ τί ἡ Κίρκη, τοσούτων ὄντων κινδύνων τῷ Ὀδυσσεῖ ἐν τῷ οἴκαδε παρʼ αὐτῆς ἀπόπλῳ, οὐχὶ πάλιν τὸν αὐτὸν ἐκέλευε πλοῦν, ὅνπερ ἦλθεν, ἀποπλεῖν, ἀλλὰ κατὰ τὰς Σειρῆνας καὶ τὴν Σκύλλαν καὶ τὴν Χάρυβδιν συνεβούλευε ποιεῖσθαι τὸν πλοῦν καὶ παρὰ τὴν νῆσον, ἐν ᾗ αἱ Ἡλίου βόες ἦσαν; ῥητέον οὖν ὅτι, τῶν δύο ἀπόπλων χειρίστων ὄντων, οὐδὲν ἡμάρτανεν ἡ Κίρκη συμβουλεύουσα τοῦτον ποιεῖσθαι τὸν πλοῦν, ἐν κακῶν ἐκλογῇ αἱρετώτερον ὄντα· οὐ γὰρ ἐξ ὧν ἀπειθήσαντες αὐτῇ ἠτύχησαν, ἀποκτείναντες Ἡλίου βοῦς, αἰτιᾶσθαι χρή, θεωρεῖν δὲ ὅτι, εἰ ἐπείσθησαν αὐτῇ, οὐδὲν ἂν παθόντες δεινὸν οἴκαδε ἀπῆλθον.
..... ἀθετοῦνται στίχοι τρεῖς. πῶς γὰρ ἡ δεινὸν λελακυῖα δύναται νεογνοῦ σκυλάκου φωνὴν ἔχειν; δύναται δὲ τὸ ὅση ἀντὶ τοῦ οἵα κεῖσθαι, ἵνα μὴ πρὸς τὸ μέγεθος, ἀλλὰ πρὸς τὴν ὁμοιότητα εἴη ἡ παραβολή.
δελφῖνάς τε κύνας τε. πῶς φησιν ἐπʼ αὐτῶν τὸ ἰχθυάᾳ; ὅτι οὕτως ἐξῆγεν αὐτοὺς ἐκ τῆς θαλάσσης, ὥσπερ ὁ ἁλιεὺς σμικροτάτους ἰχθύας.
ἐναντίον τοῦτο τῷ αὖθις δὴ συμβαίνειν τὴν ἀναρροίβδησιν ἐπὶ τῆς τοῦ Ὀδυσσέως παρουσίας φάναι … Κράτης μὲν οὖν· τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ ἔφησεν ἀποτροπῆς χάριν. μᾶλλον δʼ ἂν ἀπὸ τῆς λέξεως λύοιτο, οὐχ ὅτι τὸ τρίς δύναται δηλοῦν πολλάκις, ἀλλʼ ὅτι ἦμαρ λέγεται τὸ σὺν τῇ νυκτί, οἷον ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο· διʼ ὀκτὼ δʼ ὡρῶν, ἔοικε, γίνεται ὁ ἀνασπασμός.
Ἀριστοτέλης φυσικῶς τὰς κατὰ σελήνην ἡμέρας αὐτὸν λέγειν φησὶ τνʹ οὔσας· τὸν γὰρ πεντήκοντα ἀριθμὸν ἑπταπλασιάσας εἰς τὸν τριακοστὸν πεντηκοστὸν περιεστάναι εὑρήσεις.
ἀπόβλητον ἦν τοῖς ἀρχαίοις ἀρότην βοῦν κτείνειν· ἔπασχε γὰρ κακῶς ἐξ ἀνθρώπων ἢ θεῶν ὅστις τοῦτο πεποίηκεν· ὅπερ οἱ τοῦ Ὀδυσσέως φίλοι ποιήσαντες ἀπώλοντο.
διὰ τί ἐν μὲν τοῖς ἀκινδύνοις μέρεσι τοῦ πλοῦ παρέχει αὐτῷ πνοὴν οὔριον, παραπλέοντι δὲ Σειρῆνας καὶ Σκύλλαν οὐκέτι; τάχα οὖν καὶ τοὺς ἀνέμους ἔθελγον.
μαντικαί τινες αἱ Σειρῆνες, ὅθεν γνωρίζουσι τοὔνομα. πῶς οὖν ὅτι οὐκ ἀκούουσιν οὐ γνωρίζουσιν; ὅτι θεοὶ οἷς ἂν μὴ ἐπιστήσωσιν οὐκ ἴσασιν.
καὶ πῶς οὐ μᾶλλον ἐξεπλάγησαν οἱ ἑταῖροι; ἤτοι οὖν ἀπεστραμμένοι καὶ ἐρέσσοντες ὁπλιζόμενον οὐκ εἶδον, ἢ οἴονται τεθαρρηκέναι αὐτόν, ὡς καὶ μόνον ἀμύνεσθαι τὸν ἐπερχόμενον.
διὰ τί τὸν Ἥλιον πάντα ἐφορᾶν καὶ πάντα ἐπακούειν εἰπὼν ἐπὶ τῶν ἑαυτοῦ βοῶν ἀγγέλου δεόμενον ἐποίησεν; ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταν ἑταῖροι. λύων δὲ Ἀριστοτέλης φησίν, ἤτοι ὅτι πάντα μὲν ὁρᾷ ἥλιος, ἀλλʼ οὐχὶ ἅμα· ἢ ὅτι τῷ Ἡλίῳ ἦν τὸ ἐξαγγεῖλαν ἡ Λαμπετία, ὥσπερ τῷ ἀνθρώπῳ ἡ ὄψις. ἢ ὅτι, φησὶν, ἁρμόττον ἦν εἰπεῖν οὕτως τόν τε Ἀγαμέμνονα, ὁρκίζοντα ἐν τῇ μονομαχίᾳ, ὅτι Ἠέλιος, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, καὶ τὸν Ὀδυσσέα πρὸς τοὺς ἑταίρους λέγοντα … οὐ γὰρ δὴ καὶ τὰ ἐν Ἅιδῃ ὁρᾷ. καὶ ὅλως ὁ ποιητὴς, ὅπου πάρεστιν, ἐκεῖνά φησιν ὁρᾶν πάντως, ἐν μὲν τῇ ἀνατολῇ ὄντα τὰ ἐν τῇ ἀνατολῇ, ἐν δὲ τῇ μεσημβρίᾳ τὰ ἐν αὐτῇ, καὶ πάλιν ἐπὶ δυσμῶν τὰ κατʼ αὐτὰς ἐπιβλέπειν. εἰκὸς οὖν ἐστι κατʼ ἄλλο κλίμα τῆς κινήσεως ὄντα μὴ ἑωρακέναι τὰ κατὰ τὴν Θρινακίαν πραττόμενα· πάντα μὲν γὰρ ἐφορᾷ, οὐ κατὰ τὸν αὐτὸν δὲ καιρὸν πάντα ἐποπτεύει.
ἐναντίον τοῦτο τῷ Ἠέλιός θʼ ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις· ἀφʼ ἑαυτοῦ γὰρ ἐχρῆν ἐγνωκέναι τὸν πάντα ἐφορῶντα. λύοιτο δʼ ἂν ἢ τῇ λέξει· τὸ γὰρ πάντα δηλοῖ τὰ πλεῖστα· ἄλλως τε οὐκ ἠγνόει τὸ πεπραγμένον ὁ Ἥλιος, ἀλλʼ ἔδει ὡς ποιμαίνουσαν καὶ ταύτην ἀπαγγεῖλαι. ἢ τῷ καιρῷ λύεται, ὡς νυκτὸς ἐπιθεμένων τοῖς βουσὶ τῶν ἑταίρων. ἢ ὅτι Ἡλίῳ ἐξαγγέλλει ἡ Λαμπετία, ὥσπερ τῷ ἀνθρώπῳ ἡ ὄψις. ἢ ὅτι, φησὶν, ἁρμοστὸν ἦν εἰπεῖν οὕτω τόν τε Ἀγαμέμνονα, ὁρκίζοντα ἐν τῇ μονομαχίᾳ, ὅτι Ἠέλιος, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, καὶ τὸν Ὀδυσσέα πρὸς τοὺς ἑταίρους λέγοντα … οὐ γὰρ δὴ καὶ τὰ ἐν Ἅιδου ὁρᾷ. καὶ ὅλως ὁ ποιητὴς, ὅπου πάρεστιν, ἐκεῖνά φησιν ὁρᾶν πάντως, ἔν τε τῇ ἀνατολῇ ἔν τε τῇ μεσημβρίᾳ καὶ πάλιν ἐπὶ δυσμῶν τὰ κατʼ αὐτὰς ἐπιβλέπειν. εἰκὸς οὖν ἐστι κατʼ ἄλλο κλίμα τῆς κινήσεως ὄντα μὴ ἑωρακέναι τὰ κατὰ Θρινακίαν πραττόμενα· πάντα μὲν γὰρ ἐφορᾷ, οὐ κατὰ τὸν αὐτὸν δὲ καιρὸν πάντα ἐποπτεύει.
ἀέρα λέγει τὸ ὁμιχλῶδες καὶ ἀόρατον· ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν· ὅθεν καὶ ἠεροφοῖτις Ἐρινύς, ἡ σκοτεινῶς καὶ ὁμιχλωδῶς φοιτῶσα. τὸ οὖν ἠεροειδές, ὅσον εἶδε μέχρι τοῦ ἀεροειδοῦς, τουτέστι τοῦ ἀφανοῦς καὶ ἀχλυώδους. ἠερόφωνοι οὖν κήρυκες, ὧν ἡ φωνὴ καὶ μέχρι τοῦ ἀφανοῦς καὶ ἀχλυώδους διικνεῖται, ὅπερ ἐν ἄλλοις· φωνὴ δʼ αἰθέρʼ ἵκανεν, ἀφανὴς δὲ οὗτος ἀνθρώποις.
.... λύσις. ἐπὶ τῶν δύο θυρῶν ἐν τῷ διαιρεῖν φησιν αἱ μὲν, αἱ δέ. ἐνδέχεται γὰρ μίαν ἑκάστην θύραν δίθυρον εἶναι.
τὴν τῶν Φαιάκων ἀτοπίαν, καθʼ ἣν τὸν Ὀδυσσέα καθεύδοντα μὴ διυπνίσαντες εἰς τὴν γῆν κατέθεντο τοῦ τε Ὀδυσσέως τὸν ἄκαιρον ὕπνον διαλύειν πειρώμενος ὁ Ποντικὸς Ἡρακλείδης φησὶν ἀτόπους εἶναι τοὺς ἐξ ὧν εἴρηκεν ὁ ποιητὴς μὴ στοχαζομένους περὶ τοῦ παντὸς τρόπου τῶν Φαιάκων. συνειδότας γὰρ ἑαυτοῖς φιληδονίαν καὶ ἀπολαυστικὸν τρόπον καὶ δεδιότας, μή τις αὐτοὺς ἄλλος ἐπελθὼν ἐκβάλλῃ ἀπὸ τῆς χώρας, δύο ταῦτα ὑποκρίνασθαι, φιλοξενίαν τε πρὸς τοὺς παρόντας ταχεῖάν τε ἀπόπεμψιν πρὸς τοὺς ἐλθόντας, πάντα δὲ ἐργάζεσθαι, ὅπως αὐτῶν ἡ οἴκησις λανθάνῃ καὶ διάστημα ὅσον ἐστὶ μὴ γινώσκηται, νῆσον ἀγαθὴν οἰκοῦντας, πρὸς δὲ τὸν πόλεμον οὔτε γεγυμνασμένους οὔτε προαιρουμένους, ἀλλʼ ἐναντίαν βιοτὴν τοῖς πολεμικοῖς ἐπιτηδεύμασιν ἔχοντας· οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη—καὶ πάλιν φησὶν αὐτοῖς αἰεὶ δαῖτα μέλειν κίθαρίν τε καὶ ᾠδάς—. τοιούτους οὖν ὄντας καὶ τοιαύτην γῆν ἔχοντας οὐδὲν ἀπεικὸς εὐλαβεῖσθαι, μὴ κατοπτευθέντες ὑπό τινων πολεμῆσαι δυναμένων ἐκπέσωσι τῆς χώρας, καὶ ταχείας τὰς ἀποπομπὰς ποιεῖσθαι τῶν ξένων, οὐ διὰ φιλοξενίαν· οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται, οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ, ὅτε κέν τις ἵκηται. οὐδὲν οὖν ἄλογον, διά τινα τοιαύτην αἰτίαν αὐτοὺς ἀποστέλλειν ταχέως τοὺς ξένους, πρὶν ἐντὸς γενέσθαι τῶν παρʼ αὐτοῖς τοὺς ἐπιδημήσαντας. εὔλογον δὲ ἦν μάλιστα τὸν Ὀδυσσέα φοβηθῆναι· τούτῳ γὰρ συμβεβήκει τὰ μὲν περὶ πόλεμον δεινότατον τῶν θνητῶν εἶναι καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν ἐν τῇ Τροίᾳ γυμνασίαν, πατρίδα δὲ τραχεῖαν καὶ μικρὰν οἰκεῖν. πρὸ τοῦ εὖ γνῶναι οὖν εὐκαταφρόνητον εἶναι νομίζοντες ἧττον ἔκρυπτον τὴν ἑαυτῶν διαγωγήν, ἀλλά τι καὶ παρεδήλουν· ἐπεὶ δὲ ᾔσθοντο ὃς ἦν, βουλόμενοι μήτε τὸν τόπον, ὅπου τὴν νῆσον αὐτῶν εἶναι συμβέβηκε, μήτε πόσος ἦν αὐτῷ ὁ πλοῦς ἐκ τῆς Ἰθάκης πρὸς αὐτοὺς γνῶναι, πρῶτον μὲν ἔφασαν αὐτῷ, ὅτι δεῖ καθεύδειν αὐτὸν ἀναβάντα εἰς τὸ πλοῖον· εἶτα πολὺ τῆς Ἑλλάδος ἀπέχειν τὴν νῆσον αὐτῶν ὑπολαβεῖν τὸν Ὀδυσσέα θέλοντες παρενέβαλλον, ὡς αὐθημερὸν εἰδεῖεν αἱ νῆες κατανύειν εἰς ὃν ἂν οἱ ναῦται πρόθωνται τόπον· καὶ τὸ λέγειν ὅτι ῥᾳδίως αὐτὸν ἀπάξουσιν εἰς τὴν πατρίδα, εἰ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης, ἥνπερ τηλοτάτην φασὶν ἔμμεναι, οἵπερ ἴδοντο ἡμετέρων προγόνων, συνῳδόν ἐστι τῷ προσποιεῖσθαι πόρρω τῆς Ἑλλάδος τὴν χώραν αὐτῶν εἶναι· τῷ γὰρ τὴν Εὔβοιαν τηλοτάτην λέγειν εἶναι παντελῶς φασιν ἑαυτοὺς κατοικεῖν πόρρω τῆς Ἑλλάδος. ἀλλὰ δῆλον ὅτι πάντα ταῦτα συνέτεινεν αὐτοῖς πρὸς τὸ μὴ γνωσθῆναι καθʼ ὃν ᾤκουν τόπον. τοιαύτης δὲ αὐτῶν οὔσης τῆς προαιρέσεως, ἐπειδὴ καθεύδοντος τοῦ Ὀδυσσέως εἰς τὴν Ἰθάκην ἥκειν αὐτοὺς συνέπεσε, κάλλιστον, οἶμαι, τοῦτο ἡγήσαντο ὑπάρχειν αὐτοῖς, καθεύδοντα αὐτὸν ἐκθεῖναι, πρὸς τὸ μηδὲ εἰς ὃν ἀποπλέουσι τόπον, εἴτε πρὸς ἕω εἴτε πρὸς ἑσπέραν, γνωσθῆναι. τὸ δὲ παθεῖν τι τὸν Ὀδυσσέα ὑπὸ τῶν περιτυχόντων τάχα μὲν ἴσως οὐδὲν αὐτοῖς διέφερεν, ἐπειδή γε αὐτοῖς συμβέβηκε μηδὲν εἰς αὐτὸν ἀσεβῆσαι, καθάπερ ὑπέσχοντο μετὰ τῶν σπονδῶν εἰς τὴν πατρίδα ἀπαγαγεῖν· οὐ μὴν ἀλλʼ εἴ τινα φιλανθρωπίαν δεῖ αὐτοῖς ἀποδοῦναι πρὸς τὸν Ὀδυσσέα, ἔξεστι λέγειν, ὡς ἐξ ὧν ἤκουσαν αὐτοῦ λέγοντος οὓς ὁ Τειρεσίας αὐτῷ χρησμοὺς εἶπε συνελογίζοντο ὅτι οὐδὲν παθεῖν αὐτῷ εἵμαρται δεινόν, ἀλλὰ τιμωρήσασθαι τοὺς ἐχθρούς. εἰδότες δὴ ἐκεῖνον οὐδὲν βλαβησόμενον, αὐτοὶ δʼ ὅπερ προετέθειντο ἀπεργασάμενοι, τὴν ἀναγωγὴν ἐποιήσαντο οὐκ ἐπεγείραντες αὐτόν.
κἀνταῦθα μὲν δεῖ θεωρεῖν, παρὰ τί ποτε τὴν ἀπολογίαν ποιούμεθα. οἱ μὲν γὰρ κατηγοροῦντές φασί τι πρᾶξαι τοὺς Φαίακας τοιοῦτον, ἐξ οὗ κίνδυνος ἦν ἀδοξίᾳ περιπεσεῖν, οὐ προσαποδεικνύουσι δὲ ὅτι εἰ μὴ διὰ τὴν πρᾶξιν αὐτοῖς ταύτην οὐδὲν ἀγαθὸν συνέβαινεν ἄν· πολλάκις γὰρ τῶν ἐν μιᾷ πράξει καὶ δυσχερὲς ὑπάρχει τι καὶ ἀγαθόν, καὶ μᾶλλόν ἐστιν αἱρετὸν τὸ ἀγαθὸν ἢ τὸ κακὸν φευκτόν. διόπερ οὐκ ἀποδοκιμάζομεν τὰς τοιαύτας πράξεις, καὶ τοῖς Φαίαξι δὲ τοῦτο συμβαίνειν λέγομεν· οὐ γὰρ τὴν ἀπόδειξιν ἐφοβήθησαν, ὡς λαθεῖν ἐβουλήθησαν ἐν ᾧ τόπῳ κατοικοῦσιν.
ἡ μὲν οὖν ἀφορμὴ τῆς ἀπολογίας ἐκ τούτου γέγονεν ἡμῖν. εἰ δὲ δὴ πλάττομεν ἐκτὸς τῶν ἐπῶν τι τοῖς Φαίαξιν αἱρετώτερον ἄλλο συμβαῖνον, διʼ ὃ περιεῖδον τὸν τῆς ἀδοξίας κίνδυνον ...
οὐ διανιστᾶσιν αὐτὸν ὑπὲρ τοῦ μὴ δοκεῖν χάριν τῆς παραπομπῆς ἀπαιτεῖν, ἢ ἵνα μὴ κατασχεθῶσιν ὑπʼ αὐτοῦ. ἢ οὕτως ᾠκονόμησε διὰ τὰ ἑξῆς· ἀνῄρητο γὰρ ἂν ὑπὸ τῶν μνηστήρων φανερῶς κατιών.
φασί τινες· διὰ ποίαν αἰτίαν ἤγαγον τὸν Ὀδυσςέα τῆς νυκτὸς εἰς Ἰθάκην; καί φαμεν, ὅτι οἱ Φαίακες φιλήδονοι ὄντες καὶ πολέμων ἄπειροι οὐκ ἠθέλησαν ἀπάξαι αὐτὸν ἐκεῖ κατὰ τὴν ἡμέραν, ἵνα μή τινες ἴδοιεν τὴν ναῦν καὶ μαθόντες τὴν ἐκείνων πατρίδα ἐπελθόντες ἐκείνην πορθήσωσιν. ἄλλοι δὲ, ὅτι καλῶς ἡ Ἀθηνᾶ τοῦτο ᾠκονόμησεν, ἵνα μὴ ἴδωσιν ἐκεῖνον οἱ μνηστῆρες καὶ ... ἐπιβουλήν τινα κατʼ ἐκείνου ποιήσωσιν.
τὰ χρήματʼ ἀριθμήσω. οὐχ ὡς μικρολόγος, ἀλλʼ ἐκ τούτου τεκμαιρόμενος, εἰ καὶ περὶ ..... ἀγωγὴν τῆς πατρίδος ἠδίκησαν αὐτόν. ἢ ὡς μέλλων ἀναλωθέντα.
κοίλης ἐκ νηός. καίτοι τῇ σφραγῖδι αὐτοῦ ἦσαν ἐσφραγισμένα. ἀλλʼ ἐδόκει, μή πως αὐτοῦ κοιμηθέντος αὐτοὶ ἤλλαξαν αὐτά, τὸν τύπον ἀντιγράψαντες.
ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω. ἵνα τὴν γνώμην αὐτῶν καταμάθῃ. εἰ γὰρ μηδὲν ἔλιπε τῶν χρημάτων, ψευδὲς ἦν τὸ εἰς ἀλλοτρίαν γῆν αὐτὸν ἀφῖχθαι. οὐ πιστεύει δὲ τῷ δεσμῷ τῆς Κίρκης, ἤτοι διὰ τὴν ἔκπληξιν ἢ οἰηθεὶς μεμαθηκέναι αὐτοὺς τὸν δεσμόν.
πῶς οὖν ἔνδροσος, εἰ ἐν ἠπείρῳ νέμονται; οὐδὲν κωλύει καὶ ἐν Ἰθάκῃ. ἢ βούβοτος βοσκημάτων πλήρης.
καὶ μὴν οὐκ ἔδειξε τῷ Ὀδυσσεῖ σαφῶς ἑαυτὴν παρὰ Φαίαξιν. ἢ οὐ κατὰ παρθένον θνητὴν ὡμοιώθη παρὰ Φαίαξι τῆς θεοῦ συμβουλὴν διὸ ἔγνω.
ἐπιλαμβάνεται Πτολεμαῖος· ἔδει γὰρ πρῶτον σκεδάσασα, φησὶ, τὸν ἀέρα εἶτα δεῖξαι. εἰ μὴ ἄρα ὅμοιόν ἐστι τῷ τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε.
οὐκ εἶπεν ἐσκεδάννυεν, ἀλλʼ ἐσκέδασεν, δεικνὺς ὅτι πρῶτον ἐσκέδασε τὴν ἀχλὺν εἰποῦσα τὸ ἀλλʼ ἄγε τοι δείξω, καὶ οὕτως αὐτῷ ἔδειξε· Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν· οὐ γὰρ ἔτι ἀορασίας οὔσης ἐφαίνετο αὐτῷ τὰ μὴ ὁρώμενα.
πῶς οὐ πρὸς Νέστορα καὶ Μενέλαον μετέρχεται στρατιὰν λαβεῖν; τάχα ὅτι τοῖς λοιποῖς πολίταις οὐδὲν αἰτίοις οὖσι πόλεμον ἐπάγειν ἀδικώτατον ἔδοξε. μεμάθηκε γὰρ καὶ παρὰ τῆς μητρὸς ἐν Ἅιδου τὰς δημοσίας Τηλεμάχῳ φυλασσομένας τιμάς, καὶ ὅτι τοὺς τρυφῶντας μνηστῆρας τιμωρήσεται καὶ καθʼ ἑαυτόν. οἵ τε μνηστῆρες, εἰ ᾔσθοντο, ἔφυγον ἂν μὴ δόντες δίκην.
καὶ πῶς οὖν ἡ Εὐρύκλεια γινώσκει; ὅτι χρεία αὐτῆς ἐστιν ἐν τῇ μνηστηροκτονίᾳ.
πῶς πρὸς Ἀθηνᾶν διαλεγόμενος εὐλογεῖ τοὺς Φοίνικας, διʼ ὧν φησι· πόλλʼ ἀεκαζομένους οὐδʼ ἤθελον ἐξαπατῆσαι, ὧδε δὲ τὸ ἐναντίον; ἐκεῖ μὲν προτρέπεται τὸν ξένον μὴ γενέσθαι ἀλιτόξενον, ἐνθάδε δὲ οἶδεν Εὔμαιον ὑπὸ Φοινίκων πεπραμένον.
καὶ πῶς ἐν Ἰλιάδι Μέγητά φησιν εἶναι βασιλέα Δουλιχίου; βασιλέας οὖν τοὺς δυνάστας φησίν.
εἰ κατέτεμον, πῶς πάλιν ἐμίστυλλον; ἀλλὰ τὸ μὲν διέχευαν ἐμέλισαν, διασχίσαντες οἱονεὶ τὴν συνέχειαν τῶν μελῶν, τὸ δὲ μίστυλλον εἰς μικρὰ κρέα ἔτεμον. τινὲς δὲ τὸ διέχευαν εἰς τὸ πλάτος διέθηκαν, ἀνέπτυξαν.
ζητεῖται, πῶς ἀμφότερον προειπὼν τρία ἐπιφέρει. ἤτοι οὖν κῦδός τε, καὶ ἀγλαΐη τῷ ὄνειαρ συναπτέον, ἵνα ᾖ ὠφέλεια ἠγλαϊσμένη.
αἰτιῶνται, ὡς οὐκ ἐσχηκυίας καιρὸν τῆς Ἑλένης ἐργάσασθαι· νῦν γὰρ ἧκε. δύναται μέντοι καὶ πρὸ τοῦ ἀπᾶραι ἐργάσασθαι καὶ ἐξ Ἰλίου κεκομικέναι.
ἁματροχόωντα. σὺν ἐμοὶ τρέχειν δυνάμενον.
Καὶ πῶς ἐν τῇ μεταμορφώσει φησὶ ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας; φαμὲν οὖν πρὸς τὸ πιθανὸν τῆς φαλακρώσεως· αἱ γὰρ ξανθαὶ τρίχες ἀραιαί εἰσι καὶ εὐχερῶς φαλακροῦνται. ὀλέσω οὖν τὰς τρίχας ἔμφασιν παρέχουσα ξανθότητος· καὶ οἱ φαλακροὶ γὰρ ἔχουσιν ἐλλείμματα δεικνύντα τὴν προτέραν τρίχωσιν.
διὰ τί Ὀδυσσεὺς τῇ μὲν Πηνελόπῃ ἡλικίαν τε ἤδη ἐχούσῃ καὶ φιλούσῃ αὐτὸν οὐκ ἐδήλωσεν ὃς ἦν, τῷ δὲ Τηλεμάχῳ νέῳ ὄντι καὶ τοῖς οἰκέταις, τῷ μὲν συβώτῃ τῷ δὲ βουκόλῳ ὄντι; οὐ γὰρ δήπου μὴ πεῖραν ἐκείνων εἰληφώς. ἔστι φάναι, φησὶν Ἀριστοτέλης, ὅτι τοῖς μὲν ἔδει ὡς ἂν μετέχειν μέλλουσι τοῦ κινδύνου εἰπεῖν· ἀδύνατον γὰρ ἦν ἄνευ τούτων ἐπιθέσθαι τοῖς μνηστῆρσι· διὰ ταῦτα δὲ καὶ τῇ Εὐρυκλείᾳ ἐκκαλύπτει αὑτὸν χρησίμῳ ἐσομένῃ πρὸς τὴν θυρῶν ἀσφάλειαν καὶ τὴν τῶν θεραπαινίδων ἡσυχίαν, πᾶσι δʼ οὐχ ἅμα, ἀλλὰ κατὰ τὸν δέοντα καιρὸν καὶ ἰδίᾳ ἑκάστῳ καὶ μόνῳ ἐκφαίνων, ἵνα μὴ ἐκλαλήσας τις εἰς ἕτερον τὴν αἰτίαν ἀνενέγκῃ. κατʼ ἰδίαν γὰρ καὶ πρώτῳ τῷ υἱῷ, εἶτα τῇ τροφῷ, εἶτα τῷ βουκόλῳ καὶ τῷ συβώτῃ, καὶ πρὸς οὐδένα διότι ἤδη τις ἄλλος μεμάθηκεν· ἀλλὰ καὶ οἱ εἰδότες λανθάνειν ἀλλήλους σπουδάζουσιν. ἔστι δὲ εἰπεῖν καὶ ὅτι ηὐλαβήθη μὴ περιχαρὴς ἀκούσασα γένηται καὶ ἐπίδηλον ποιήσῃ· ἑώρα γὰρ αὐτὴν σφόδρα ἐπιθυμοῦσαν. οὐκοῦν καὶ ὁ υἱός; ἀλλʼ ὁ μὲν καὶ μειδιᾶν εἴωθε καὶ ἁπλῶς διαλέγεσθαι καὶ κρατεῖν τοῦ πάθους, ἡ δὲ μόνον κλαίειν. παυσαμένης οὖν τοῦ κλαίειν μόνον, εἰ καὶ μηδεὶς ἐξεῖπεν, ὑποψία τις ἐγίνετο. οὐ γὰρ ἂν προσεποιήθη δακρύειν· ἡ γὰρ χαρὰ ὑποῦσα οὐκ ἂν κρατεῖν τῆς προςποιήσεως εἴασεν. ἴσως δὲ καὶ μὴ σῶσαί τινας βουληθείη ὑπείδετο· ἑώρα γὰρ καὶ ἑαυτὸν πεπονθότα τοῦτο πρός τινας, ὥστε καὶ τῷ Ἀμφινόμῳ ἐπαρρησιάσατο. εἶχε δέ που κἀκεῖνα ἐν μνήμῃ, ἃ Ἀγαμέμνων συνεβούλευσε· τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι, μηδʼ οἱ μῦθον ἅπαντα πιφαυσκέμεν καὶ τὰ ἑξῆς· καὶ πάλιν ἐπάγει· ἀλλʼ οὐ σοί γʼ Ὀδυσεῦ φόνος ἔσσεται ἐκ γυναικός, ἀλλʼ αὖθις παρακελεύεται· κρύβδην μηδʼ ἀναφανδὰ φίλην ἐς πατρίδα γαῖαν νῆα κατισχέμεναι· καὶ διὰ τοῦτο καὶ Τηλεμάχῳ παρακελεύεται Ὀδυσσεύς· μήτʼ οὖν Λαέρτης ἴστω τόδε μήτε συβώτης μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια, ἀλλʼ οἶον σύ τʼ ἐγώ τε. μήποτε δʼ οὐχ ἅμα πάσας τὰς ἀναγνωρίσεις ἠθέλησε λαβεῖν, ἀλλὰ τὰς μὲν πρὸ τῆς μάχης, τὰς δὲ μετὰ τὴν μάχην. ὑπερτίθεται δὲ τὰς πρὸς οὓς ἥκιστα ἐχρῆν, τήν τε πρὸς τὴν γυναῖκα καὶ τὸν πατέρα, διώκων τὸ παράδοξον καὶ ἵνα ἐκπληκτικαὶ γένωνται· εἰ μὲν γὰρ πρότερον ἐποίησεν, ἧττον ἂν τὸ παράδοξον παρέσχε, νῦν δὲ ἅμα καὶ τὸ χαρτὸν μέγα τοῖς φιλτάτοις παρεσκεύασε, τῇ τε γυναικὶ καὶ τῷ πατρί· ἅμα τε γὰρ ἀκούουσι παρόντα αὐτὸν καὶ τοὺς μνηστῆρας ἅπαντας τεθνεῶτας. ἀγωνίας δʼ ἂν οἱ μὴ πολεμοῦντες μείζονος ἐπλήσθησαν, ἧς καὶ ἐσπούδασε τοὺς φιλτάτους ἀπαλλάξαι καὶ καθεύδουσι μᾶλλον καὶ τὴν ἐκ τοῦ ὕπνου ἔχουσι τέρψιν καὶ μὴ περὶ τὰ ἔργα ἀσχολουμένοις ἐξαίφνης δηλῶσαι ἀκίνδυνον τὸ εὐτύχημα ἢ τὸ εὐφρόσυνον τὸ ἐκ τῆς παρουσίας διὰ τὸν φόβον ἀπολέσθαι τῆς τοῦ πολέμου ἐκβάσεως. ἀρκεῖ γὰρ αὐτοῖς μετὰ τὴν μνηστηροφονίαν περὶ τοῦ πολιτικοῦ μεριμνῆσαι πολέμου οὐχ οὕτως ὄντος ἐκπληκτικοῦ διὰ τὴν κατὰ τῶν μνηστήρων λαμπρῶς ἀποβᾶσαν νίκην, ἣ τῆς ἐλπίδος ἐξεκρούετο πᾶν τὸ ἀπὸ τοῦ ἄστεος ἐπανιστάμενον.
καὶ διὰ τί μὴ ποιεῖ τὸν Ὀδυσσέα ὁ ποιητὴς κατʼ ἀρχὰς τῇ Πηνελόπῃ μηνύοντα ἑαυτὸν ἀλλὰ βουκόλῳ καὶ συβώτῃ τοῖς δούλοις; ἢ διὰ τὸ συνέχειν μέχρι παντὸς τὸν ἀκροατὴν καὶ ἐξαρτᾶν προσδοκῶντα, πότε εἴπῃ αὐτῇ τὴν ἀλήθειαν. ἄλλως τε, εἰ ἐκήδετο αὐτῆς, πάμπολυ συνέφερε, γενομένης τῆς μνηστηροφονίας, αὐτῇ συνέσεσθαι ἢ πρότερον ἀγωνίᾳ τοσαύτῃ περιβάλλειν, υἱοῦ τε καὶ ἀνδρὸς τὸν ὑπὲρ ψυχῆς κίνδυνον ἀναδεδεγμένων.
... σταθμὸς δέ ἐστι τὸ ἐνδότερον τῆς αὐλῆς, ἀπὸ τῶν ἑστώτων ἐν αὐτῷ ζώων.
δοκεῖ ἐναντιοῦσθαι τῇ τοῦ Ὀδυσσέως ἀλλοιώσει εἰς τὸ μηδένα αὐτὸν ἐπιγνῶναι. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· εἴρηκε γὰρ ἀλλά σε ἄγνωστον τεύξω πάντεσσι βροτοῖσιν. ἔτι ὀδμῇ ὁ κύων γινώσκει καὶ οὐκ ὄψει, ὥστε οὐδὲν πρὸς τοῦτο.
πῶς τὸν μεταμεμορφωμένον ὁ κύων γινώσκει; ὅτι παρὰ τοὺς ἀνθρώπους τὰ ἄλογα ζῶα μᾶλλον ἀντιλαμβάνεται, ἢ καὶ ἐκ τῆς ὀσμῆς αὐτὸν ἐπέγνω. ἀλλὰ τοσαῦτα ἔτη πῶς ὁ κύων ἔζη; Ἀριστοτέλης φησὶν ....... κδʹ ἔτη ζῆν τὸν κύνα.
Ἀριστοτέλης φησὶν ὅτι πρεσβύτης ἦν ἤδη σφόδρα ὁ κύων. καὶ ὑπὸ τῆς ἡδονῆς τῆς πρὸς τὸν Ὀδυσσέα ἐτελεύτησεν εἰκότως· αἱ γὰρ σφοδραὶ ἡδοναὶ καὶ ἰσχυροὺς διαλύουσι. διὸ καὶ τὸν κύνα ἐποίησεν ἀναγνωρίσαντα καὶ ἡσθέντα διεκψῦξαι.
Ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, διʼ ὅλης τῆς πόλεως ἐπαιτῶν· ἐξηγεῖται δὲ αὐτὸ διὰ τοῦ ἑξῆς.
Ἶρος παρὰ τὸ εἴρω, τὸ λέγω, ὁ τὰς ἀγγελίας κομίζων· λέγει γὰρ οὕνεκʼ ἀπαγγελίας.
ἐπιλλίζουσι, διανεύουσι τοῖς ὀφθαλμοῖς.
τί ἐστι τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν; ἐπάγει δειδιότα. τί οὖν παρακολούθημα δέους; σάρκες δὲ περιτρομέοντο μέλεσσιν· ὁ δὲ δειλὸς κακός, ἀφʼ οὗ τὸ κακῶς. καὶ πάλιν τὸ δεδιέναι, ὅπερ πάθος ἐν ψυχῇ γίνεται, καὶ τὸ τρέμειν, ὅπερ ἐν τῷ σώματι, ἐπιτέμνων φησίν· εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς. ὅμοιον τοῖς εἰρημένοις ἐστὶν ἤτοι ὁ καππεδίον τὸ ἀλήιον οἶος ἀλᾶτο. κἀκεῖ γὰρ ἐξηγεῖται ὁ ποιητής, τί ἐστι τὸ οἶος ἀλᾶτο, διʼ ὧν ἐπάγει πάτον ἀνθρώπων ἀλεείνων.
βουγάιον ἀκουστέον ὑπερμεγέθη ἔχειν βοείαν ἀσπίδα ἐπὶ τοῦ Αἴαντος· ὦ Αἶαν ἁμαρτοεπὲς βουγάιε, ὡς εἰ ἔλεγεν ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς τὸ κύδεϊ γαίων. ἐπὶ δὲ τοῦ Ἴρου χαριεντιζόμενος λέγει ὡς γαυριῶντος ἐπὶ τῇ ἀναισθησίᾳ ἢ διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἂν ἔχοντος ἀσπίδα. λέγει δέ· μὴ εἴης μέγας μηδὲ γένοιο, ὅμοιον τῷ ἦ τάχα Ἶρος ἄιρος καὶ τῷ
οὕτω γάρ κεν δή μοι ἐυκλείη τʼ ἀρετή τε
εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα· ταὐτὸν γὰρ τὸ εἴης καὶ γένοιο. ἢ νῦν μὴ εἴης ἀντὶ τοῦ ἀποθάνοις νῦν, μήτε γένοιο δὲ ἀντὶ τοῦ μηδὲ ἐν παλιγγενεσίᾳ ἔλθοις τὸ δεύτερον.
ζητοῦσι, πῶς τὰς ἐαρινὰς ἡμέρας μακρὰς εἶπεν. ὅθεν ἠναγκάσθησάν τινες λέγειν, ὅτι ἐαρινῇ τέθεικεν ἀντὶ τοῦ θερινῇ. ῥητέον δὲ ὅτι ἄλλο ἐστὶ τὸ πέλειν καὶ ἄλλο τὸ πέλονται· τὸ μὲν γὰρ σημαίνει τὸ εἶναι, τὸ δὲ τὸ γίνεσθαι· ἐν δὲ τῷ ἔαρι μακραὶ γίνονται αἱ ἡμέραι. ἢ εἰς γένεσιν ἀγομένων τῶν μακρῶν· ἔστι δὲ ὅμοιον τῷ
ἥλιος, ὃς διὰ γῆς πάντα βλαστάνει βροτοῖς
φθίνει τε· οὕτω γὰρ καὶ τὸ μακραὶ πέλονται κατὰ τὴν Ἀττικὴν συνήθειαν ἀκουστέον.
Δουλοπρεπὲς καὶ λίαν εὐτελὲς τὸ τῆς διανοίας· πολλῷ γὰρ ἦν ἄμεινον ἐπιδημησάσης τῆς δαίμονος αὐτόματον ἐπιλάμψαι πολυτελὲς φῶς. οὕτως οὖν ὁ λόγος ἐχέτω· ἡ δʼ Ἀθηνᾶ φάος ἐποίει, ὡς χρύσεον λύχνον ἔχουσα· καὶ γὰρ οὐκ ἐχρῆν δαψιλὲς ἐπιλάμψαι τὸ φῶς πρὸς τὸ μὴ γνωσθῆναι κατὰ τὴν αὐλὴν τὴν μετακομιδὴν τῶν ὅπλων.
ἐν Ἰλιάδι ἑκατόμπολιν τὴν Κρήτην λέγει, οὐχ ὡρισμένως ἑκατὸν πόλεις ἔχουσαν, ἀλλʼ ἀντὶ τοῦ πολλάς. ἔνιοι δέ φασιν Ἰδομενέα κατὰ τὸν ἐξ Ἰλίου ἀνάπλουν ἀπελαυνόμενον τῆς Κρήτης ὑπὸ Λεύκου, ὃν θετὸν παῖδα καταλελοίπει φύλακα τῆς βασιλείας, δέκα πόλεις πορθῆσαι. μετὰ δὲ τὰ ἡρωικὰ αἱ δέκα πόλεις προσεκτίσθησαν.
Ἀριστοτέλης δὲ, φασὶν, ἐπιλαμβάνεται τοῦ τοιούτου ἀναγνωρισμοῦ, λέγων ὡς ἄρα κατὰ τὸν ποιητὴν τῷ τοιούτῳ λόγῳ πᾶς οὐλὴν ἔχων Ὀδυσσεύς ἐστιν. τὸ δέ ἐστιν οὐχ ἁπλῶς τοιοῦτον, ἀλλὰ συμβάλλεταί τι καὶ τὸ ποιὸν τῆς, ὡς ἐρρέθη, ἀξιολόγου οὐλῆς σύν γε τοῖς ἄλλοις· καὶ γὰρ κατὰ τὸν τῆς γραὸς λόγον καὶ δέμας καὶ φωνὴν καὶ πόδας ὁ παρὼν ξένος ἐῴκει τῷ Ὀδυσσεῖ.
Αἰόλλῃ, κινῇ, παρὰ τὸ ἄελλαν, ὅθεν καὶ πόδας αἰόλος ἵππος, εὐκίνητος τοὺς πόδας, καὶ κορυθαιόλος, ὃν ἀλλαχοῦ κορυθάικα εἶπε· καὶ αἰόλαι εὐλαί καὶ αἰολοπώλους καὶ σφῆκες μέσαι αἰόλαι.
πῶς οὖν φησιν ἡ ἀλετρίς· οὐδέποθι νέφος ἐστίν; νῦν τὸν τόπον ἔφη Ἀττικῶς, ἐν ᾧ εἴωθε συνίστασθαι τὰ νέφη· ἢ τῶν χρυσῶν νεφῶν, ἃ ἦν ἐν οὐρανῷ· ἀλλʼ ὁ γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσιν.
... ὁ δὲ Πορφύριος τὸν ἱερέα ἀποδίδωσιν ἀπὸ τοῦ καίειν τὰ θύη, ἤγουν τὰ θυμιάματα. τοῦτο δὲ παρίστησιν ἀφʼ ὧν ὁ ποιητὴς προϊὼν ἐν τῷ ἐφεξῆς γράμματι πρὸ τινῶν φύλλων τοῦ τέλους φησί, λέγων οὕτως· Λειώδης φησίν· αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι, πρὸς ὃν Ὀδυσσεὺς λέγει· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, πολλάκις μέλλεις ἀρήμεναι ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι· τοὺς γὰρ ἱερέας φιλεῖ ποιεῖν καταρωμένους, ὥσπερ τὸν Χρύσην, οὐ τοὺς μάντεις.
Εἰκότως ἐπὶ τῇ μνηστηροφονίᾳ παριστᾷ ὁ ποιητὴς τῷ Ὀδυσσεῖ τὴν Ἀθηνᾶν, ἤτοι τὴν φρόνησιν· εἰ μὲν γὰρ ἐκ τοῦ φανεροῦ καὶ βιαζόμενος ἠμύνατο τοὺς λελυπηκότας, Ἄρης ἂν αὐτῷ συνηγωνίζετο· νῦν δὲ δόλῳ καὶ τέχνῃ περιελθὼν, ἵνʼ ἀγνοούμενος ἕλῃ, διὰ συνέσεως κατώρθωσεν.
ἄλογον τοῦτο δοκεῖ· καὶ γὰρ πάντες τοὺς ἐχθροὺς κτείναντες καυχῶνται. λύεται δὲ ἐκ τοῦ προσώπου· οἱ γὰρ μνηστῆρες οὐ πολέμιοι, ἀλλʼ ὁμόφυλοι καὶ πολῖται οἱ πλεῖστοι. ἢ ἐκ τῆς λέξεως· οὐ γὰρ τὸ καυχᾶσθαι φαίημεν ἂν λέγειν αὐτὸν, ἀλλὰ τὸ εὔχεσθαι, συνήθως ἡμῖν, ἐπὶ νεκροῖς κειμένοις· τὸ γὰρ ὀλολύξαι εὐχήν, οὐ καύχησιν εἶπεν.
οὐ λέγει ἐπικαυχᾶσθαι τοῖς ἀποθανοῦσιν· αὐτὸς γοῦν ὁ Ὀδυσσεὺς τοῦτο φαίνεται ποιῶν ἐπὶ Σώκου, ἀλλʼ εὐχετάασθαι νῦν φησιν εὔχεσθαι· οὐ χρὴ εὔχεσθαι νεκρῶν παρακειμένων. οἱ γὰρ εὐχόμενοι παρουσίαν αἰτοῦσι τοῦ θεοῦ, νεκροῖς δὲ παρεῖναι τὸ θεῖον ἀδύνατον. ἄλλοι δὲ, ἐπεὶ οὐκ ἐξ ἀνδρίας τῶν καταβαλόντων, ἀλλʼ ἐκ θεομηνίας ἔπεσον.
ἀθετοῦνται οἱ ἑπτὰ στίχοι οὗτοι ὡς σκάζοντες κατὰ τὸν νοῦν. σώζοιντο δʼ ἂν, εἰ στίζοιμεν ἐπὶ τῷ εἰ ᾔδη. καὶ τὸ ὅ ἀντὶ τοῦ διό· ὥστε εἶναι· οὐδʼ ἂν ἡ Ἑλένη ἐμίγη παρʼ ἀλλοδαπῷ ἀνδρί, εἰ μὴ ἦν ἐξηπατημένη· διὸ αὐτὴν, ἐπεὶ παρελογίσθη, οἱ Ἕλληνες ἐπανήγαγον.
καταλείπει τὴν γυναῖκα θαρρῶν τῷ πατρὶ αὐτῆς καὶ τοῖς ἀδελφοῖς. ἢ δῆθεν ὡς ἀγνοοῦσαν τῶν πεπραγμένων τὸ ἀληθές. ἢ ἐμπιστεύων τῇ Ἀθηνᾷ.
Ἀρίσταρχος ἀθετεῖ τὴν Νέκυιαν κεφαλαίοις τοῖς συνεκτικωτάτοις τοῖσδε·
ὅτι οὐκ ἔστι καθʼ Ὅμηρον ψυχοπομπὸς ὁ Ἑρμῆς. οὐδὲ οἶδε τὸν Ἀπόλλωνα ἐπὶ τῆς πυκτικῆς, εἰ μὴ ἅπαξ. ἀλλʼ οὐδὲ χθόνιος ὁ θεός. οὐκ εὐθέως ὁ εἰς Ἅιδου κατελθὼν χθόνιος, ἐπεὶ καὶ Ἀθηνᾶ διʼ Ἡρακλέα· καὶ ὁ Ἅιδης Ὀλύμπιος ἂν ἦν.
ἡ λύσις, ὅτι συνῳδὰ ταῦτα τοῖς Ἰλιακοῖς, ἔνθα ἐριούνιον αὐτὸν καλεῖ, καθὰ καὶ ἐν τοῖς πρὸ τούτων, ὁ δὲ ἐριούνιος ἐκ τῆς ἔρας παραφωνεῖται. καὶ τὸν Ἡρακλῆν δὲ εἰς Ἅιδου Ἑρμείας πέμπει σὺν Ἀθηνᾷ, ὅτε τὸν Κέρβερον ἀνήγαγε.
Κυλλήνιος δὲ οὐδαμοῦ εἴρηται ἢ ἅπαξ. οὐκ ἔξω λόγου, καὶ σῶκος, καὶ ἤιος Ἀπόλλων.
ἀλλὰ πῶς αἱ ψυχαὶ οὐκ αὐτόμαται κατίασιν, ὡς ἐν Ἰλιάδι; οὐδὲν κωλύει καὶ παραπέμποντος αὐτάς τινος. ἀλλʼ αὗται καὶ ἄταφοι κατίασιν. ἴσως διά τι καθάρσιον, ἢ διὰ τὴν Ἑρμοῦ πρόνοιαν κηδομένου τοῦ Ὀδυσσέως διὰ τὴν συγγένειαν.
ἀλλʼ οὐδὲ ἔοικεν εἰς Ἅιδου λευκὴν εἶναι πέτραν. τὰ πρὸς τὴν ἡμέραν ἐστραμμένα αὐτῆς λευκαίνεται.
ἄκαιρος δὲ καὶ ἡ Ἀχιλλέως καὶ Ἀγαμέμνονος ὁμιλία, καὶ Ἀγαμέμνων οὐκ ἀγείρει τὴν στρατιάν, ἀλλʼ ὁ Νέστωρ. εὐκαίρως ἀναπληροῖ τὰ ἀλλαχοῦ παραλειφθέντα.
ἔτι γελοῖόν φασι μεθʼ οὕτω πολὺν χρόνον ἄχνυσθαι τὴν Ἀγαμέμνονος ψυχήν, ὡς προσφάτως θανοῦσαν, καὶ τοῖς ἑταίροις συνολοφύρεσθαι. ἡ λύσις, ὅτι πρὸς αὐτῷ τῷ θανάτῳ τοιοῦτος ὢν ὁ Ἀγαμέμνων φυλάσσει διὰ τέλους τὸ οὕτω φαίνεσθαι. ταῖς γὰρ ψυχαῖς κατὰ τὸν ποιητὴν τὰ τῶν ἄνω παθημάτων εἴδωλα καὶ κάτω διηνεκῶς ἐμφαντάζονται, καθὰ καὶ ἡ πρώτη Νεκυία ἐδήλωσεν.
πῶς δὲ καὶ τὸ σῶμα διέμεινε τοῦ Ἀχιλλέως ἐπὶ τοσαύτας ἡμέρας; διὰ τὴν Θέτιν, ὡς καὶ τὸ Πατρόκλου.
ἀλλὰ καὶ τὸ ἀριθμεῖν τὰς Μούσας οὐχ Ὁμηρικόν. τί κωλύει ἅπαξ;
ἄλογον δὲ καὶ ἐπὶ τῶν νεῶν ὄντων αὐτῶν λέγειν, ὅτι δείσαντες τὰς Νηρηίδας ἔφυγον ἐπὶ τὰς ναῦς. ἀπὸ τοῦ τῶν Μυρμιδόνων ναυστάθμου ἔφυγον ἐπὶ τὰς αὑτῶν ναῦς.
πῶς δὲ καὶ ὁ Ἀμφιμέδων ἐπίσταται τὴν ἐν τοῖς ἀγροῖς ἐπιβουλήν; ἐκ τῶν εἰκότων τεκμαίρεται.
τίς, φασὶ, χρεία τοῦ δευτέρου τῆς Νεκυίας ἐπεισοδίου; ἡ λύσις, ὅτι αἴτιον ἡ τῆς ποιήσεως πολύφωνος ποικιλία, καὶ ὅτι καὶ ἕτερα παρὰ τῷ ποιητῇ πολλὰ κεῖνται ὁμοειδῆ, οἷον μονομαχίαι κατὰ πρόκλησιν καὶ σφαγαὶ κατὰ τύχην ὅμοιαι καὶ προσώπων μεγαλαυχίαι ταυτότητα ἔχουσαι.
καὶ ἄλλως δὲ ἐκ τῆς κατὰ τὴν στιχοποιίαν δεινότητος τὸ ποίημα τὸν Ὅμηρον ὁμολογεῖ.
ἀπρεπές φασι παρέντα τὸ συμπαθεῖν τῷ Ἀμφιμέδοντι ἐπαινεῖν τὸν Ὀδυσσέα. οὐκ ἀπεοικὸς δὲ διὰ τὸ αὐτὸν ὑπὸ τῆς συνοικούσης τὰ κάκιστα πεπονθέναι.
ὅλου βιβλίου ἐδέησε Δωροθέῳ τῷ Ἀσκαλωνίτῃ εἰς ἐξήγησιν τοῦ παρʼ Ὁμήρῳ κλισίου. τρία δέ φησι ζητεῖσθαι περὶ τοῦ αὐτοῦ, περὶ τοῦ σημαινομένου, εἰ ταὐτὸ δηλοῦται τῷ παρὰ Ἀττικοῖς, καὶ δεύτερον περὶ τῆς ὀρθογραφίας, πότερον διὰ διφθόγγου ἡ πρώτη ἢ διὰ τοῦ ἰῶτα, καὶ τρίτον περὶ τῆς προσῳδίας, πότερον παροξύτονον ἢ προπαροξύτονον. τὸ μὲν οὖν δηλούμενόν φησιν οὐ πολλῆς σκέψεως δεῖσθαι, οὔτε παρὰ τῷ ποιητῇ οὔτε παρὰ τοῖς Ἀττικοῖς. οἶκον γάρ τινά φησι μέγαν Ὅμηρος τῶν ἐν ταῖς ἐπαύλεσι κατασκιαζόμενον, πῦρ δὲ ἐν αὐτῷ καίειν καὶ κοιμᾶσθαι τοὺς ἐργάτας σὺν γυναιξὶ καὶ τέκνοις. κλίσιον δὲ αὐτὸ προσηγόρευσεν ἀναλόγως τῇ κλισίᾳ, ἥτις στρατιωτικὴ σκηνή ἐστιν αὐτοσχέδιος. ἀπὸ γὰρ τοῦ κλίνω, ἐξ οὗ καὶ κλιντὴρ καὶ κλισμός — καὶ οἱ μὲν ἔχοντες ἀπέρεισιν τοῖς ὤμοις κλισμοί, οἱ δʼ ἄλλοι θρόνοι —, Ἀττικῶς δὲ κλιντήριον τὸ μικρὸν κλινίδιον λέγεται. τὸ οὖν χωροῦν κλίνας πολλὰς καὶ θρόνους κλίσιον ἐκάλεσαν, ᾧ τρόπῳ καὶ τὸν κοιτῶνα ἡμεῖς ἐκαλέσαμεν, δωμάτιον δὲ οἱ Ἀττικοὶ ἔλεγον, Ὅμηρος δὲ θάλαμον. ἄλλο δὲ τὸ παρὰ Ἀττικοῖς κλίσιον· τοῦτο μὲν γὰρ ἁμαξῶν καὶ ζευγῶν δεκτικόν. ἐμοὶ δὲ δοκεῖ, φησὶ Δωρόθεος, ἀπὸ τοῦ κεκλίσθαι κατωνομάσθαι, τοῦ σημαίνοντος τὸ περιειληφέναι καὶ περιέχειν, περιέχειν δὲ ἐν μέσῳ τὸν οἶκον.
Ἀρίσταρχος δὲ ἑτέρως ἐξηγήσατο· τὸ γὰρ περὶ κλίσιον θέε πάντη δηλοῦν, ὡς κύκλῳ τοῦ οἴκου στιβάδων ᾠκοδομημένων, πρὸς αἷς οἱ θρόνοι ἔκειντο, ὥστε ἐπʼ αὐτῶν καθεζομένους δειπνεῖν, ἐπὶ δὲ τῶν στιβάδων κοιμᾶσθαι, ἵνα μὴ ἄλλος οἶκος ᾖ τοῦ Λαέρτου, ἄλλο δὲ τὸ κλίσιον, ἀλλʼ ἐν τῷ οἴκῳ τοῦ Λαέρτου εἰρῆσθαι τὴν ἐν κύκλῳ οἰκοδομίαν τῶν στιβάδων καὶ θέσιν τῶν θρόνων.
ἐμφαίνει δὲ ὅτι ὁ μὲν οἶκος Λαέρτου ἐν τῷ ἐντὸς καὶ περιεχομένῳ ὑπὸ τοῦ κλισίου, τῶν δὲ ἄλλων ἐν τῷ ἔξωθεν περιέχοντι κλισίῳ ὄντων. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ Ὀδυσσέως οἰκίᾳ ὁ θάλαμος τοῦ Τηλεμάχου μέσος ὑψηλὸς ᾠκοδόμητο, ὑπὸ τῆς αὐλῆς περιεχόμενος· Τηλέμαχος δὲ ὅθι οἱ θάλαμος ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ. καὶ γὰρ τοῦτον τὸν θάλαμον κατὰ τὸ μέσον τῆς αὐλῆς κεῖσθαί φησι· διὸ καὶ περίσκεπτον ὠνόμασεν, οἷον περιφανῆ, διὰ τὸ πανταχόθεν περιέχεσθαι. τὸν αὐτὸν τρόπον καὶ τὸν Λαέρτου οἶκον περιέχεσθαι πανταχόθεν ὑπὸ τοῦ κλισίου, κατὰ μέσον ᾠκοδομημένον. τὸ γὰρ περιθεῖν τοῦτο δηλοῖ, οἷον καὶ Ἀρχίλοχος δηλοῖ, ποιήσας· τοῖον γὰρ αὐλὴν ἕρκος ἀμφιδέδρομεν. ἔχει γὰρ τὸ κλίσιον ἀναλογίαν τινὰ πρὸς τὰ τοιαῦτα· πρὸς τὰς παστάδας πρόδομος ἐξέδρα· προῳκοδόμητο γὰρ οἰκήσεώς τινος ἡ παστὰς καὶ ἡ προπαστὰς καὶ ὁ πρόδομος, καθάπερ καὶ τοὔνομα δηλοῖ· ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. τοιοῦτο δέ τι καὶ ἐξέδρα, τῆς οἰκίας ἔξω πάσης πρὸς αὐτῇ τῇ εἰσόδῳ κατεσκευασμένη. οἷς δὴ παραπλησίως καὶ τὸ κλίσιον ἔξω τοῦ οἴκου.
νώροπα χαλκόν. ἔγκειται καὶ τὸ μὴ ὁρᾶν καὶ τὸ ὦπες· σημαίνει οὖν στιλπνότητα καὶ λαμπρότητα δυσόρατον.