The Ω section of the Suda contains 295 entries covering Greek words, proper names, and dialect forms beginning with omega. Entries range from brief glosses—such as ω 3, which records the Doric future ὠατοθήσω for ἀκούσομαι—to longer encyclopedic notices, including the biblical figure Ὤγ, king of Bashan, described with his iron bed of nine cubits' length.
Several entries illuminate ancient philological practice: ω 5 explains the term ὠβέλισται and the critical sign ὀβελός used in manuscripts to mark spurious or rejected passages. The entry on Ὥρα (ω 149) traces the word's range from physical beauty to temporal season to the concept of care (φροντίς), citing Plato and Aelian.
The section is useful for studies in Doric morphology, Byzantine biblical reception, manuscript criticism, and the lexicography of later Greek prose authors such as Aelian, whose Περὶ θείων ἐναργειῶν is quoted near the letter's close.
| ω 1 | Ὦα: μηλωτή, διφθέρα· καὶ τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν· ἢ τὸ περιστόμιον. Ὦαν ἐκάλεσεν ὁ Δαβὶδ ὃ καλοῦμεν περιτραχή‐ λιον· οἱ δὲ στόμα ἐνδύματος εἰρήκασιν· οἱ δὲ τὴν ἀνάκλασιν τοῦ ἱματίου. ἐπὶ τὴν ὦαν τοῦ ἐνδύματος αὐτοῦ. |
| ω 2 | ᾨά: τὰ ἐκ τῶν κατοικιδίων ὀρνίθων γεννώμενα. λύσις ὀνείρου· ᾠὰ κρατεῖν ἔσθειν τε σημαίνει λύπας. |
| ω 3 | Ὠατοθήσω; ἀκούσομαι. Δωριεῖς. |
| ω 4 | Ὠβάξ: παρὰ Πλουτάρχῳ. |
| ω 5 | Ὠβέλισται: ἠθέτηται, ἠλλοτρίωται. ὁ γὰρ ὀβελὸς ἐν τοῖς βιβλίοις ἀθετήσεως σύμβολον. |
| ω 6 | Ὤγ, βασιλεὺς τῆς Βασάν, καὶ Σηών, βασιλεὺς τῶν Ἀμορραίων, οἷον ἐπὶ δυναστείᾳ ἐσεμνύνοντο. ὁ δὲ Ὢγ καὶ κλίνῃ ἐκέχρητο σιδηρᾷ διὰ τὸ τοῦ σώματος μέγεθος, θʹ μὲν πήχεις τὸ μῆκος, εʹ δὲ τὸ εὖρος ἐχούσῃ. ὁ βασιλεὺς τῆς Βασὰν Ὢγ προσαγορεύεται, τουτέστι διάφραξις· ὡς τῶν ἔργων τῆς αἰσχύνης (τοῦτο γὰρ ἡ Βασάν) τὴν ὁδὸν τῆς σωτηρίας ἡμῖν ἀποφρασσόντων. ὃν ἀποκτενεῖ κύριος ἐπ’ ἐλευθερίᾳ τῶν κρατουμένων. |
| ω 7 | Ὦγαθέ: ἀντὶ τοῦ ὦ ἀγαθέ. |
| ω 8 | Ὠγενίδαι: ἀρχαῖοι. |
| ω 9 | Ὠγκώθη· κἀκ τούτου ἐπὶ πλεῖον ἢ κατὰ τὸ ὑπάρχον ὠγκώθη. |
| ω 10 | Ὤγμευον: Ξενοφῶν ἐν βʹ ἀντὶ τοῦ ἐπορεύοντο. παρὰ τὸν ὀγμόν, τὸν σημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων. |
| ω 11 | ᾬγνυντο: ἠνοίγοντο. |
| ω 12 | Ὠγύγια κακά: ἐπὶ τῶν ὀχληρῶν· ἐπεὶ συνέβη Κάδμον τὸν Ὠγύγου διὰ τὰς θυγατέρας κακοῖς περιπεσεῖν. ἄμεινον δὲ λέγειν Ὠγύγια κακά, τὰ παλαιά· τοῦτο γὰρ ἡ λέξις δηλοῖ. |
| ω 13 | Ὠγύγιον: ἀρχαῖον, παλαιόν· ἢ ὑπερμέγεθες· ἢ διὰ τὸ Ὤγυγον πρῶτον ἄρξαι τῶν Θηβῶν. |
| ω 14 | Ὧδε: οὐ μόνον τὸ οὕτως, ἀλλὰ καὶ τὸ ἐνθάδε· ὡς ἡμεῖς. Κρα‐ τῖνος Δραπέτισι· τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. Ἀριστοφάνης Κωκάλῳ· ἐκδότω δέ τις καὶ ψηφολόγον ὧδε καὶ δίφρω δύο. καὶ Πλάτων που κέχρηται ἀντὶ τοῦ δεῦρο καὶ ἐνθάδε· τὸ δὲ οὕτως ἐν τοῖς πλείστοις δηλοῖ. Εὔπολις Ταξιάρχοις· οὐκ ἢν φυλάττῃ γ’ ὧδ’ ἔχων τὴν ἀσπίδα. |
| ω 15 | Ὧδέ πως: οὕτω πως. |
| ω 16 | ᾬδει: ὠγκοῦτο. |
| ω 17 | Ὦ δειλακρίων σύ: ἀντὶ τοῦ ὦ κακόδαιμον καὶ δειλότατε. |
| ω 18 | ᾨδεῖον: Ἀθήνησιν ὥσπερ θέατρον, ὃ πεποίηκεν, ὥς φασι, Περι‐ κλῆς εἰς τὸ ἐπιδείκνυσθαι τοὺς μουσικούς· διὰ τοῦτο γὰρ καὶ ᾠδεῖον ἐκλήθη, ἀπὸ τῆς ᾠδῆς. ἔστι δὲ ἐν αὐτῷ δικαστήριον τοῦ ἄρχοντος. διεμετρεῖτο δὲ καὶ ἄλφιτα ἐκεῖ. |
| ω 19 | ᾨδή: τραγῳδία. |
| ω 20 | ᾨδηκός: φλεγμαῖνον, πεφυσιωμένον. ᾠδηκός τε γὰρ ἦθος ὑπὸ πλούτου καταστέλλει, τὸ εὔδαιμον ἑτέρωθι δείξας· καὶ τὸ καταπεπτω‐ κὸς ὑπὸ πενίας ἐγείρει καὶ ἀταπείνωτον εἶναι παρασκευάζει τῷ κατα‐ μελιττοῦντι τὰς ἁπάντων ἀκοὰς διηγήματι· ὑφ’ οὗ κἂν Ξέρξης ἐπείσθη, Ξέρξης ἐκεῖνος ὁ τὴν μεγάλην στρατιὰν ἐλάσας ἐπὶ τοὺς Ἕλληνας. |
| ω 21 | ᾨδηκώς: οἰδήσας, φυσήσας. |
| ω 22 | Ὠδίν, ὠδῖνος. ταῖς ὠδῖσι. καὶ Ὠδίνω· αἰτιατικῇ. |
| ω 23 | Ὠδίς: ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. ὁ δὲ ἐξειπεῖν τὴν ὠδῖνα, ἣν ἐκύει, οὐκ ἐτόλμα, τὴν ἐλπίδα τοῦ ἴσως ἄν ποτε τυχεῖν ἐν τῷ κρύπ‐ τειν ὑποθάλπων ἄρα ἐκεῖνος. |
| ω 24 | Ὠδῖνες θανάτου καὶ παγίδες: οἱ θανατηφόροι κίνδυνοι. Δαβίδ· ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανά‐ του. Ὠδῖνες καλοῦνται αἱ πρὸ τοῦ τοκετοῦ τῆς τικτούσης ὀδύναι. τοιγαροῦν ἐκ τῆς μεταφορᾶς ταύτης ὠδῖνες ᾅδου προσαγορεύονται αἱ αὐτῷ προσπελάζειν τῷ θανάτῳ παρασκευάζουσαι συμφοραί. |
| ω 25 | Ὤδινον: ἐνεκυμόνησαν, ἀπέτεκον. ὁ δὲ ἦν πλούτῳ καὶ γένει διαφανής. οὐκοῦν οἱ πολῖται ὤδινον κατ’ αὐτοῦ φθόνον γενναῖον. |
| ω 26 | Ὠδίνων τὴν καθ’ ἡμῶν λοιδορίαν ἄθρουν ἐξέχεας: ἀντὶ τοῦ ἀθρόως, ὁμοῦ. |
| ω 27 | Ὡδί πῃ, καὶ Ὡδί πως. |
| ω 28 | ᾨδόν: ᾠδικὸν, ψάλτην. ἐν Ἐπιγράμμασι· χάλκεον ἱδρύσας ᾠδὸν ὑπὲρ κιθάρας. |
| ω 29 | Ὡδοποίησεν: ἀντὶ τοῦ οὐκ ἐκώλυσε τῇ φιλανθρωπίᾳ τὴν τιμω‐ ρίαν, ἀλλ’ ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ. ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. |
| ω 30 | Ὠδώδει: ἔπνει. |
| ω 31 | Ὠδύσατο: ὠργίσθη. |
| ω 32 | Ὦ δύσμορ’ Αἶαν, οἷος ὢν οἵως ἔχεις. ὡς καὶ παρ’ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. |
| ω 33 | ᾬετο: ὑπελάμβανεν. |
| ω 34 | Ὤζεσαν: προσώζεσαν. |
| ω 35 | Ὦ Ζεῦ, τί ταῦτα; πότερον εὐτυχῆ λέγω; ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ’ ἔχει, εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς: ὡς μὲν γυνὴ κεκίνηται ἐπὶ τῷ πάθει, πρὸς δὲ τὸν κίνδυνον ἀποβλέπουσα ἥδεται. |
| ω 36 | ᾨήθησαν: ἐνόμισαν. |
| ω 37 | Ὦ Ἡράκλεις, τί μαίνῃ: τοῦτο λεχθῆναι ὑπὸ τῶν Ἀργοναυτῶν φασιν, ἀνακαλούντων τὸν Ἡρακλέα ἀπολειφθέντα αὐτῶν κατὰ βούλη‐ σιν τῆς Ἥρας. |
| ω 38 | Ὠΐγνυντο: ἀνεῴχθησαν. |
| ω 39 | Ὤϊξεν: ἤνοιξεν. |
| ω 40 | Ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας. |
| ω 41 | Ὠθήσω: ἀντὶ τοῦ ὤσω. οὕτως Ἀριστοφάνης. Ὤθω γὰρ τὸ πρώθω. Ὠθῶ δὲ περισπωμένως. |
| ω 42 | Ὦκα: ταχέως. |
| ω 43 | Ὠκεανός: ἡ κύκλῳ πάσης τῆς γῆς θάλασσα. παρὰ τὸ κέω, τὸ σχίζω, κεανός, μετὰ τοῦ στερητικοῦ α καὶ τροπῇ τοῦ α εἰς ω ὠκεανός· ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πηγαί. |
| ω 44 | Ὠκεάνειον ῥεῦμα: τὸ τοῦ ὠκεανοῦ. ὃν δὴ ἐκπλεῦσαι οὐκ ἔνι, βραχώδη καὶ σκοτοειδῆ τυγχάνοντα. |
| ω 45 | Ὠκεῖα: ταχεῖα. |
| ω 46 | Ὤκειλεν. καὶ Ἐξώκειλεν. ὅ ἐστιν ἔξω τοῦ κέλλειν γέγονεν. ἀποκέλλειν γὰρ τὸ εἰς τοὔμπροσθεν ἰέναι. |
| ω 47 | Ὤκιμον: δένδρον. |
| ω 48 | Ὠκινάκης: οὐδ’ ἄλλως Ἀττικόν, ἀλλὰ Ἡρόδοτος οὕτως λέγει, τὸν ὠκινάκην. |
| ω 49 | Ὠκίναρος: ποταμός. |
| ω 50 | Ὤκλασαν: τὰ γόνατα ἔκαμψαν. |
| ω 51 | Ὤκνουν: ηὐλαβούμην. καὶ Ὤκνουν, ηὐλαβοῦντο, ὠλιγώ‐ ρουν. συνέντες δὲ οἱ Ἕλληνες ἐπὶ βασιλέα εἶναι τὴν στρατείαν ὤκνουν τὴν ἀνάβασιν· Κλεάρχου δὲ εἰπόντος τὴν ὑποστροφὴν ἄπορον εἶναι Κύρου μὴ συναιρουμένου, συνῄεσαν. |
| ω 52 | Ὠκύαλος ναῦς: ἡ ταχεῖα. |
| ω 53 | Ὠκύμολος: ταχέως πορευόμενος. |
| ω 54 | Ὠκύμορος: ταχυθάνατος. τὰ ἀνθρώπεια ὠκύμορα καὶ ἐφή‐ μερα. ταῦτά τοι καὶ σπουδῆς ἀνάπλεα· καὶ συγγνώμην αὐτοῖς νέμειν ὑπὲρ τῆς ἄγαν σπουδῆς. |
| ω 55 | Ὠκυμορώτατος. |
| ω 56 | Ὠκυπέτας: τοὺς ταχεῖς. |
| ω 57 | Ὠκυπλόων: ταχυπόρων. |
| ω 58 | Ὠκύπτερον: ταχυπέτη. |
| ω 59 | Ὠκύρροος: ταχέα ἔχων ῥεύματα. |
| ω 60 | Ὠκύς: ταχύς. |
| ω 61 | Ὠκυτόκιον Τηλέφου· τοῦτο δέ ἐστι βιβλίον ἄξιον κτήσεως πρὸς εὐπορίαν φράσεως καὶ ἐράσμιον. |
| ω 62 | Ὦ Λακιάδαι: ἐπὶ τῶν μοιχῶν λέγεται. δῆμος γὰρ τῆς Ἀττικῆς οἱ Λακιάδαι, ἐν ᾧ ῥαφανῖδες πολλαί, αἷς ἐχρῶντο κατὰ τῶν ληφθέν‐ των ἐνυβρίζοντες. καὶ στελεοῖς δὲ ἐχρῶντο μὴ παρουσῶν τούτων ἀναβάστοις. |
| ω 63 | Ὠλέκρανον: ὁ ἀγκών. |
| ω 64 | Ὦλεν: ἑάλω, ὠφείλησεν. |
| ω 65 | Ὠλέναι: θηλυκῶς. οἱ πήχεις τῶν χειρῶν. καὶ Λευκώλεναι. ἐποχούμενος ἐπέστη ἀκηράτοις ὠλέναις. Ὠλὴν δέ, ὠλῆνος, ἀρσενικόν· τοῖς ὠλέσι, πληθυντικόν. |
| ω 66 | Ὠλενία: πέτρα. καὶ ὄνομα πόλεως. |
| ω 67 | Ὠλένιος ἀγκών: οἱ Σκύθαι. |
| ω 68 | Ὤλενος: εἶδος ζῴου. |
| ω 69 | Ὠλεσίκαρποι: ματαιόκαρποι. Ὅμηρος· καὶ ἰτέαι ὠλεσίκαρ‐ ποι. καὶ ἐν Ἐπιγράμμασιν Ὠλεσίβωλος· κὠλεσίβωλον σφῦραν. τὴν κλῶσαν τοὺς βώλους. |
| ω 70 | Ὠλήν, ὠλένος κλίνεται. ὁ βραχίων. καὶ τὸ πληθυντικὸν ὠλέσιν. |
| ω 71 | Ὠλήν, Δυμαῖος ἢ Ὑπερβόρεος ἢ Λύκιος, ἐποποιός. μᾶλλον δὲ Λύκιος ἀπὸ Ξάνθου, ὡς δηλοῖ Καλλίμαχος καὶ ὁ Πολυΐστωρ ἐν τοῖς περὶ Λυκίας. |
| ω 72 | Ὠλιγώρηται: ἐκβέβληται, ἡμάρτηται. |
| ω 73 | Ὤλισθον: ἀτάκτως ἐρρήθησαν. οὐδὲ ὤλισθον ἄλλως αἱ εὐχαὶ καὶ αἱ κατὰ τοῦ θεοῦ ἐχθραὶ ἀραί. |
| ω 74 | Ὦλκα: τὴν αὔλακα. |
| ω 75 | Ὠλώλειν: ὑπερσυντελικός. |
| ω 76 | Ὦ λῷστε: ὦ βέλτιστε. |
| ω 77 | Ὧλλοι: ἀντὶ τοῦ οἱ ἄλλοι. |
| ω 78 | Ὠλύγιον καὶ Διωλύγιον. |
| ω 79 | Ὦ μακάριε τῆς τέχνης. |
| ω 80 | Ὡμάρτησαν: ἠκολούθησαν. |
| ω 81 | Ὠμαχθής: ἡ βάρος τοῖς ὤμοις παρεχομένη. ἐν Ἐπιγράμμασι· σπερμοφόρον πήρην ὠμαχθέα. |
| ω 82 | Ὦ μέγα θαῦμα: ὦ θαυμάσιε. |
| ω 83 | ᾮμαι καὶ Ἐγᾦμαι: τὸ οἶμαι. |
| ω 84 | Ὦ μέλε: παρὰ τοῖς νεωτέροις ὑπὸ τῶν γυναικῶν λέγεται μόνον· ὡς τὸ ὦ τάλαν· παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνους καὶ ἐν Θεαιτήτῳ Πλάτωνος. Μένανδρος Συνερώσῃ· ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε; σημαίνει δὲ ὦ δείλαιε, ὦ πονηρέ. ἔνιοι δὲ ὦ ἐπιμελείας ἄξιε καὶ οἷον μεμελημένε. πρόσφθεγμα, τουτέστι κάκιστε, κακοδαιμονέστατε, οἰκτρότατε. |
| ω 85 | Ὠμμένον: λέγουσι δασέως τὸν ἑωραμένον. |
| ω 86 | Ὦ μηδαμῶς: τὸ τοιοῦτο σχῆμα ἀποσιώπησις λέγεται. ἔστι καὶ παρὰ Δημοσθένει τὸ ὅμοιον· ἀλλ’ ὦ, τί ἄν σε τις εἰπὼν ὀρθῶς προσ‐ είποι; εἰρηκότος γὰρ αὐτοῦ μηδαμῶς· εἶπεν ὦ μηδαμῶς. |
| ω 87 | ᾬμην: ἐνόμισα. |
| ω 88 | Ὠμησάμενος: εἰς τὸν ὦμον ἀγαγών. |
| ω 89 | Ὠμησταί: ὠμὰ ἐσθίοντες. ἐν Ἐπιγράμμασι· δείσας δ’ ὠμηστέω θηρὸς μόρον, ὡς ἂν δόξαι τύμπανον ἐξ ἱερᾶς ἐπλατάγησε νάπης. |
| ω 90 | ᾯ μή ’στι τάρβος δρῶντι, τοῦτον οὐδ’ ἔπος φοβεῖ: τουτέστιν ὁ μὴ τὸ ἔργον δεδοικώς, οὐδὲ τὸν λόγον. |
| ω 91 | Ὠμή τις εἶναι· δέδοικα μὴ δόξῃς ὠμή τις εἶναι, δεινῶς οὕτω τιμωρουμένη. Νικόλαος ὁ Δαμασκηνός φησιν. |
| ω 92 | Ὤμιλλα: παιδιά τις, ἐν ᾗ ὁ εἰς τὸν κύκλον βαλὼν κάρυον, ὥστε ἐμμεῖναι, νικᾷ. Εὔπολις Χρυσῷ γένει· ἐπεισείμεθα δὲ μείνας εἰς ὤμιλ‐ λαν. ἀπὸ συναιρέσεως ἡ ὅμιλλα καὶ ὥμιλλα. |
| ω 93 | Ὠμοβοΐνας: βύρσας. |
| ω 94 | Ὠμοβόρων: ὠμοφάγων. |
| ω 95 | Ὠμογέρων: ὁ παρ’ ἡλικίαν γεγηρακὼς διὰ λύπην ἢ συμφοράν. καὶ πρεσβύτης, οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη. |
| ω 96 | Ὠμοκρατὴς Αἴας θολερῷ κεῖται χειμῶνι νοσήσας: ὁ δυσπέπαντον καὶ αἰτιώνυμον ἔχων πάθος, ἢ ὁ ὠμὸς καὶ καρτερικός, ἢ ὁ ὑπὸ ὠμότητος κεκρατημένος, ἢ ὁ γενναῖος, ὁ καὶ τῶν ὠμῶν κρατεῖν δυνάμενος. Σοφοκλῆς· ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. ἀπὸ τῶν καρπῶν, οἳ ὅτε εἰσὶν ὠμοί, καὶ σκληρότεροί εἰσι καὶ ἰταμοί. |
| ω 97 | Ὦμος: τὸ μέλος τοῦ σώματος. |
| ω 98 | Ὠμοσμένος, Ὀμωμοσμένος δέ. |
| ω 99 | Ὠμωμόκεσαν. |
| ω 100 | Ὠμοτόκησεν: ἐδυστόκησεν, ἢ ἐξέτρωσεν. |
| ω 101 | Ὠμοχαίτης. |
| ω 102 | Ὡμωνυμηκώς: παρακείμενος. |
| ω 103 | ᾬμωξεν. |
| ω 104 | Ὤμοι: φεῦ μοι. ἐπίρρημα σχετλιαστικόν. |
| ω 105 | Ὤν: ἀΐδιος. ἐγώ εἰμι ὁ ὤν. |
| ω 106 | Ὤνατο: ὠνείδισεν, ἐξεφαύλισεν· ἢ ἠγόρασεν. |
| ω 107 | Ὦνερ: ὦ ἄνερ. κατὰ συναίρεσιν. τὸν τέττιγ’ ὄψει μ’, ὦνερ, ἐφεζόμενον. |
| ω 108 | Ὤνευον: παρὰ Θουκυδίδῃ ἐκίνουν καὶ περιῆγον· ὄνος γὰρ τοῦ μύλωνος τὸ κινούμενον· καὶ αἱ τοιαῦται μηχαναὶ ὄνοι. Θουκυδίδης· ὤνευον ἀναδούμενοι τοὺς σταυρούς. τουτέστιν ὄνοις ἐχρῶντο. ἔστι δὲ ὄνος μηχανὴ ἐπ’ ἄκρων τῶν ἀκατίων πηγνυμένη, ἀφ’ ἧς περιβάλλοντες βρόχοις τοὺς σταυροὺς ῥᾳδίως ἐκ τοῦ βυθοῦ ἀνέσπων. ἔστι γὰρ ἡ μηχανὴ ἐπὶ τοσοῦτον βιαιοτάτη, ὥστε καὶ σαγήνην βαρεῖαν ὑπὸ δύο ἀνδρῶν ἀπόνως ἕλκεσθαι. καλοῦσι δὲ τὴν μηχανὴν οἱ τοὺς χαμαὶ λείχοντας ἕλκοντες ἁλιεῖς ἠλακάτην. ἐρρωμενεστέρα δὲ πρὸς τὴν ἀνέλκυσιν καθίσταται, ὅταν καὶ δίκρουν ξύλον πρὸ αὐτῆς τεθείη· ἐπ’ εὐθείας γὰρ ἡ ἀντίσπασις τῶν ἀνελκομένων γίνεται. |
| ω 109 | Ὠνή: ἀγορά. καὶ Ὠνησάμενος, ἀγοράσας. καὶ Ὤνησεν, ὠφέλησεν. |
| ω 110 | Ὠνηματιαῖος. |
| ω 111 | Ὠνητή: τιμῆς κτητή. καὶ τὴν χώραν ἐπιτρέπειν Τραιανῷ Αὔγαρον, καίπερ ὅτι ὠνητὴν ἐκ Πακόρου ἔχει λαβὼν πολλῶν χρημά‐ των· καὶ τοῦτο ἀσμένως τῷ βασιλεῖ γίνεται. |
| ω 112 | Ὠνητιᾶν: ὠνήσασθαι βούλεσθαι. |
| ω 113 | Ὠνητιῶν: ἀγοραστικῶς ἔχων. |
| ω 114 | Ὤνητο: ὠφέλητο. ὃς εἰ ἐπείθετο, ὤνητο ἄν. |
| ω 115 | Ὤνια: πράσιμα, ἀγοραστά. |
| ω 116 | Ὠνίους: ἀγοραστούς· ἢ τιμίους. Προκόπιος· εἰ μὴ τὴν σω‐ τηρίαν ὤνιον κτήσονται λύτρα διδόντες. Αἰλιανός· καὶ ἀπολύουσι δικασταὶ ὤνιοι αὐτόν. συμβουλεύει ἀσπάσασθαι τὰ Ῥωμαίων καὶ παρ’ αὐτοὺς ὤνιον ἀποκομίζειν τὴν μέταξαν. |
| ω 117 | Ὥνθρωπος: ἀντὶ τοῦ ὁ ἄνθρωπος. |
| ω 118 | Ὠνομάδατο: ὠνομάζοντο. Ἰωνικῶς. |
| ω 119 | Ὠνομασμένος: ἐξάκουστος. |
| ω 120 | Ὠνόμηνεν: ὠνόμασεν. |
| ω 121 | Ὦνον: ὠφέλειαν, τιμήν. τί σοι τὸ κέρδος; ἢ τίνων ὦνον εὑρήσεις; καὶ Ὦνος, ἡ τιμή. |
| ω 122 | Ὠνοῦμαι· αἰτιατικῇ. ὠνεῖται δὲ γενικῇ. τοῦτο δ’ ἐστίν, ᾧ τῶν εὑρισκο‐ μένων ἁπάντων χρημάτων Φίλιππος ὠνεῖται. |
| ω 123 | Ὠνούμενος: ἀγοράζων. ὠνῶ γὰρ τὸ ῥῆμα. |
| ω 124 | ᾨνοχόει: ἐκίρνα. ᾠνοχόει δὲ οὐδὲ εἷς, οὐδὲ νομίζεται παρὰ τοῖς ἑῴοις βαρβάροις ἐμπίνειν δειπνοῦντας. |
| ω 125 | Ὦ νῦν θερμοὶ βωμοί: ἐπὶ τῶν διὰ σπουδῆς τυγχανόντων. Ἀριστοφάνης δὲ ἐν Λημνίαις· τὴν κρατίστην δαίμονα, ἧς νῦν θερμὸς ἔσθ’ ὁ βωμός. μηνύσει, ὅτι ἀεί τινες παρὰ τοῖς Ἀθηναίοις ξένοι θεοὶ ἐτιμῶντο. |
| ω 126 | Ὦ νῦν μὲν οὐδείς, αὔριον δ’ ὑπέρμεγας: ἐπὶ τῶν παρ’ ἐλπίδας τιμωμένων. |
| ω 127 | Ὦξος: ποταμὸς ἐν τῇ Βακτρίων χώρᾳ, ὃς Ἀλεξάνδρῳ ἄπορος ἐφαίνετο· τὸ μὲν γὰρ εὖρος ἦν ἐς ἓξ μάλιστα σταδίους, βάθος δὲ οὐ πρὸς λόγον τοῦ εὔρους, ἀλλὰ πολὺ δή τι βαθύτερος, καὶ ψαμμώδης καὶ ῥεῦμα ὀξύ, ὡς τὰ καταπηγνύμενα ὑπ’ αὐτοῦ τοῦ ῥοῦ ἐκστρέ‐ φεσθαι ἐκ τῆς γῆς οὐ χαλεπῶς, οἷα δὴ οὐ βεβαίως ἐπὶ τῆς ψάμμου ἱδρυμένα. |
| ω 128 | Ὠξυθυμώθη: ὠργίσθη. |
| ω 129 | Ὠξύνθαι. |
| ω 130 | ᾨόν καὶ ᾨοτόκον. ὅτι ἀπὸ τῶν τετραπόδων ἡ χελώνη μόνη ᾠοτοκεῖ. |
| ω 131 | Ὠόπ: κέλευσμα τῶν ἐρεσσόντων, καταπαῦον τὴν κωπηλασίαν. |
| ω 132 | Ὠόπ: ἐλατικὸν ἐπίφθεγμα. ἐπὶ πλοίου. ὠόπ παραβαλοῦ. Ἀρι‐ στοφάνης Βατράχοις. τουτέστιν ὁρμισὸν τῇ γῇ τὴν ναῦν· ἐν τῇ νηῒ γὰρ ὁ Χάρων λέγει. |
| ω 133 | Ὠοπόπ, ὠοπόπος: ἐλατῶν ἐπίφθεγμα. |
| ω 134 | Ὠοτοκάταξις: ὄνομα κύριον. |
| ω 135 | Ὦ οὗτος: ὦ σύ. ὦ οὗτος, Αἶαν. δισσὴ ἡ κλῆσις. |
| ω 136 | ᾨοφόρος ἰχθύς. |
| ω 137 | Ὠόψ: ἐπίφθεγμα τῶν ἀφιέντων ἅμα τρέχειν ἤ τι τοιοῦτον ποιεῖν. |
| ω 138 | Ὦ πάντα σὺ τολμῶν: τουτέστιν ὦ θρασύτατε καὶ τολμηρό‐ τατε. |
| ω 139 | Ὦπας: ὄνομα κύριον. |
| ω 140 | Ὦ παῖ· Σοφοκλῆς· ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, τὰ δ’ ἄλλ’ ὅμοιος· καὶ γένοι’ ἂν οὐ κακός. |
| ω 141 | Ὦ περὶ πάντ’ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπ’ ἄνθεσιν ἵζων· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ᾄσαιμι γὰρ ἂν τότε μόνον, πῖνε, πῖν’ ἐπὶ συμφοραῖς· τὸν Ἰουλίου τ’ ἂν οἶμαι γέροντα πυροπίπην, ἡσθέντ’ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι: ὁ Ἀριστοφάνης· πρὸς Κλέωνα ὁ λόγος. ὦ ἐπὶ πάσῃ προδοσίᾳ ἐξετα‐ ζόμενε καὶ κακίᾳ. μεταφορικῶς δὲ εἶπεν ἅπαν τὸ νόημα ἀπὸ τῶν μελισσῶν· ὥσπερ αἱ μέλισσαι, φησί, πάντων. οὗπερ ἐκ τοῦ ῥᾴστου καὶ εὐχερῶς ἔτυχες· ἐπεὶ μηδὲ ἤλπισας εἰς τοῦτο δόξης προελθεῖν· ἔδοξε γὰρ εὐδοκιμεῖν ἐκ τοῦ περὶ Πύλον κατορθώματος· οὕτω καὶ ἀποβα‐ λεῖς. καὶ τότε ᾄσαιμι τὸ Σιμωνίδου· πῖνε, πῖν’ ἐπὶ συμφοραῖς. γέ‐ ροντα δὲ πυρροπίπην, ὡς παιδεραστὴς οὗτος ὁ πρεσβύτης διεβάλλετο· ἢ τοῦ ἐν πρυτανείῳ φυλάσσοντος τὸν σῖτον. βακχέβακχον ᾆσαι, ἀντὶ τοῦ εὐφημῆσαι τὸν Διόνυσον· Βάκχος γὰρ ὁ Διόνυσος. |
| ω 142 | Ὦπες: οἱ ὀφθαλμοί. |
| ω 143 | Ὦπις: ὄνομα πόλεως. |
| ω 144 | Ὦ πλεῖον ἵλως αἱμύλης ἀλώπεκος: παροιμία. |
| ω 145 | Ὡπός’ αἴσχιστ’ ἐν ἀνθρώποις ἔργα γίνεται. |
| ω 146 | Ὦπται: ὡράθη. |
| ω 147 | Ὠπτημένος. καὶ Ὠπτῆσθαι. |
| ω 148 | Ὤπυεν: ἐγεγαμήκει. |
| ω 149 | Ὥρα: κάλλος, καιροῦ τροπή, εὐμορφία. ψιλῶς δὲ φροντίς. ἔνθεν ὀλίγωρον λέγομεν τὸν ὀλίγην φροντίδα ἔχοντα. Πλάτων· ὁδῶ καί· περὶ τῶνδε πλευρῶν οὐδεμίαν ὤραν ἔχεις. Αἰλιανός. γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον. |
| ω 150 | Ὤρα: ἡ φροντίς. Αἰλιανός· ἀνδρὶ ἐπιόρκῳ καὶ τὰ θεῖα ἐν μηδεμιᾷ ὤρᾳ τιθεμένῳ, ἀπάταις δὲ καὶ ψευδολογίαις συμβιοῦντι καὶ οὐδὲν οὐδέποτε λέγοντι ὑγιὲς καὶ ἐντεῦθεν πλουτοῦντι πλοῦτον ἐπίρ‐ ρητον. |
| ω 151 | Ὥρα: τὸ δωδέκατον τῆς ἡμέρας. ἀπὸ τοῦ διορίζειν τὰ διαστή‐ ματα τῆς ἡμέρας. |
| ω 152 | Ὥρα γάμων: ἀκμή, γάμων καιρός. |
| ω 153 | Ὥρα ἔτους: τὸ ἔαρ, καὶ τὸ θέρος. καιρὸς ἔτους. |
| ω 154 | Ὡραΐζω· δοτικῇ. |
| ω 155 | Ὡραϊσμένη: κεκαλλωπισμένη. |
| ω 156 | Ὥρα: καιρὸς ἐπιτήδειος. εἰ μὲν εἰρήνης ἐπιθυμοῦσιν, ὥρα αὐτοῖς παραδοῦναι τὰ ὅπλα. καὶ ὁ Θεολόγος· ὥρα σοι καὶ βασιλείαν οὐ‐ ρανῶν ἀτιμάζειν, ὅτι κόκκῳ σινάπεως ἀπεικάζεται. καὶ αὖθις Προ‐ κόπιος· ὥρα σοι μὴ περιϊδεῖν ἐμὲ μὲν πρὸς τῇ τῆς οἰκίας διαφθορᾷ καὶ χρημάτων ἐστερημένον τοσοῦτον πλῆθος. |
| ω 157 | Ὡρακιάσας: ἐκλυθείς, ἐκκαυθείς· ἢ ὠχριάσας· ὡς Ἀριστοφάνης ἐν τῇ Εἰρήνῃ. |
| ω 158 | Ὡρακιάσας Κρατῖνος: ἀντὶ τοῦ λειποψυχήσας· εἰς οἰνοφλυ‐ γίαν δὲ ὁ Κρατῖνος διαβάλλεται. ἢ ὠχριάσας· ἢ ὑπὸ ἐκλύσεως σκοτω‐ θείς, ᾧ ἕπεται τὸ ὠχριᾶν· τοιοῦτοι δὲ οἱ λειποψυχοῦντες· τρέπεται γὰρ αὐτῶν πρῶτον ἡ χροιά. Ἀριστοφάνης· οὐ γὰρ ἐξηνέσχετ’ ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων. Ὡρακιάσαι λέγουσι τὸ ὑπὸ φόβου ὠχριάσαι, θλιβομένης τῆς καρδίας· τοῦτο δὲ πολλοῖς γίνεται· παρὰ τὸ τὴν ὥραν αἰκίζεσθαι, ὅ ἐστι τὴν μορφήν. ἢ ὠρακιῶ, ὠχριῶ, φροντίζω· ὥρα γὰρ ἡ φροντίς· Ἡσίοδος· ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων. ἐκ δὲ φροντίδος ἐκλύεταί τις. Ὠρακίζω γὰρ τὸ ῥῆμα. |
| ω 159 | Ὡραπόλλων, Φαινεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ, γραμματικός, διδάξας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ, εἶτα ἐν Κων‐ σταντινουπόλει ἐπὶ Θεοδοσίου. ἔγραψε Τεμενικά, ὑπόμνημα Σοφο‐ κλέους, Ἀλκαίου, εἰς Ὅμηρον. λαμπρὸς μὲν ἐπὶ τῇ τέχνῃ ἄνθρωπος καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπε‐ νεγκάμενος. Αἰγύπτιος, ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικο‐ μήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν. ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθὼν πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπι‐ όντας. ἑάλω δὲ ὁ γραμματηφόρος καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραΐσκον αἱροῦσι καὶ νεύροις ἀνακρεμά‐ σαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπῄτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος, ἀλλά τι καὶ ἐν βυθῷ τῆς περὶ θεοῦ δόξης ὧν ᾔδει ἀποκρυπτόμενος. ὁ γὰρ Ἡραΐσκος προεῖπεν ὡς αὐτομολήσει πρὸς ἑτέρους, καὶ καταπροήσεται τοὺς πατρίους νόμους ὁ Ὡραπόλλων· ὃ καὶ συνέβη γενέσθαι. ἀπ’ οὐδεμιᾶς γὰρ ἀναγκαίας τύχης εἶναι δοκούσης αὐθαίρετον εἵλετο τὴν μεταβολήν, ἔτι ἐπὶ ἐλπίσιν ἴσως ἀπλήστου τινὸς ἐπιθυμίας. οὐ γὰρ ἄλλο τί ἐστι προχειρίσασθαι ῥᾳδίως εἰς ἀπολογίαν τῆς μεταστάσεως. ὡς ἔοικε, Χριστιανὸς ἐγεγόνει. ἢ καὶ ἀνάπαλιν ἴσως. |
| ω 160 | Ὠράτ: ὄνομα κύριον. |
| ω 161 | Ὡράτιος: ὄνομα κύριον. ὁ δὲ Ὡράτιος λελωβημένος ἦν τὰ σκέλη ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν. |
| ω 162 | Ὠρατίωνα. |
| ω 163 | Ὠργασμένος: ἀντὶ τοῦ μεμαλαγμένος, ἀναδεδευμένος. Πλάτων Θεαιτήτῳ· ὅταν μὲν ὁ καιρός του ἐν τῇ ψυχῇ βαθύς τε καὶ πολὺς καὶ λεῖος καὶ μετρίως ὠργασμένος. Ὀργάζειν δὲ κυρίως τὸ ταῖς χερσὶ τὸν πηλὸν ἀναδεύειν καὶ φυρᾶν. |
| ω 164 | Ὠργυωμένοις: ἐκτεταμένοις, ἐπιθυμοῦσιν. |
| ω 165 | Ὤργων· οἱ δὲ καὶ προσκτήσασθαι τὴν ἀλλήλων δόξαν σπουδὴν ποιούμενοι ὤργων. καὶ αὖθις· οἱ δὲ ὤργων τοῖς πολεμίοις ὁμόσε ἰέναι. |
| ω 166 | Ὧραι: καιροί. |
| ω 167 | Ὧραι· Προδίκου βιβλίον ἐπιγραφόμενον Ὧραι, ἐν ᾧ πεποίηκε τὸν Ἡρακλέα τῇ ἀρετῇ καὶ τῇ κακίᾳ συντυγχάνοντα, καὶ καλούσης ἑκατέρας ἐπὶ τὰ ἤθη αὐτῆς, προσκλῖναι τῇ ἀρετῇ τὸν Ἡρακλέα καὶ τοὺς ἐκείνης ἱδρῶτας προκρῖναι τῶν προσκαίρων τῆς κακίας ἡδονῶν. |
| ω 168 | Ὡραιοκόμος: ὁ τοῦ κάλλους ἐπιμελούμενος. |
| ω 169 | Ὡραιοπολῶ: τὸ μετὰ τῶν νέων ἀναστρέφομαι. |
| ω 170 | Ὡραῖος: ὁ εὔμορφος. |
| ω 171 | Ὠραίχου. |
| ω 172 | Ὠρέξατο: ἐξέτεινεν. |
| ω 173 | Ὠρεός: τόπος. |
| ω 174 | Ὦρες: αἱ γυναῖκες. |
| ω 175 | Ὠρείθυια: ὄνομα Νηρηΐδος. Ὅμηρος· Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ’ Ἀμάθεια. τοῦ Βορέου ἐρωμένη. |
| ω 176 | Ὠρείτης: ἀπὸ τόπου τοῦ Ὠρεοῦ. |
| ω 177 | Ὠρεῖον: τὸ ταμιεῖον. ὅτι ἐν τῷ καλουμένῳ Ὠρείῳ, ὅ ἐστι μόδιος, ἔνθα νῦν ἵστανται κίονες πρὸ τοῦ οἴκου τοῦ Κρατεροῦ, ὃς νῦν ἐστι τοῦ μυρελαίου, ἵστατο μόδιος χαλκοῦς. καὶ ζήτει περὶ τούτου ἐν τῷ Μαναΐμ. |
| ω 178 | Ὡρήβ: ὄνομα κύριον. |
| ω 179 | Ὠρημάτων: φυλαγμάτων. |
| ω 180 | Ὠρήσσονται: φυλάσσονται. |
| ω 181 | Ὥρια: τὰ κατὰ καιρόν. |
| ω 182 | Ὠριγένης, ὁ καὶ Ἀδαμάντιος, ἀνὴρ ἐλλογιμώτατος καὶ κατὰ πᾶσαν παιδείαν εἰς ἄκρον ἐξησκημένος· ἀκροατὴς γενόμενος Ἀμμωνίου τοῦ φιλοσόφου, τοῦ ἐπίκλην Σακκᾶ, τοῦ πλείστην ἐπίδοσιν ἐπὶ φιλο‐ σοφίᾳ ἐσχηκότος. διά τοι τοῦτο καὶ εἰς τὴν τῶν λόγων ἐμπειρίαν πολλὴν παρὰ τοῦ διδασκάλου τὴν ὠφέλειαν ἐκληρώσατο· συνῆν τε γὰρ ἀεὶ τῷ Πλάτωνι ὁ προειρημένος ἀνήρ, τοῖς τε Νουμη‐ νίου καὶ Κρονίου, Ἀπολλοφάνους τε καὶ Λογγίνου καὶ Μοδεράτου, Νικομάχου τε καὶ τῶν ἐν τοῖς Πυθαγορείοις ἐλλογίμων ἀνδρῶν ὡμίλει συγγράμμασιν. ἐχρῆτο δὲ καὶ Χαιρήμονος τοῦ Στωϊκοῦ Κορ‐ νούτου τε βίβλοις· παρ’ ὧν τὸν μεταληπτικὸν τῶν παρ’ Ἕλλησι μυστηρίων ἔγνω τρόπον. καὶ ἁπαξαπλῶς πολλὴν ἔσχε τὴν ἐπιστήμην τῶν ἐν φιλοσοφίᾳ δογμάτων, οὐ μόνον τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν θείων τε καὶ ἡμετέρων, τουτέστι τῶν Χριστιανῶν. καὶ τί ἄν τις λέγοι περὶ τῆς ἐκείνου μικροῦ δεῖν ἀθανάτου καὶ μακαρίας φύσεως; ὅτι περ διαλεκτικήν, γεωμετρικήν, ἀριθμητικήν, μουσικήν, γραμματικὴν καὶ ῥητορικὴν καὶ πάντων τῶν φιλοσόφων τὰ δόγματα οὕτως ἐξέμα‐ θεν, ὥστε σπουδαστὰς τῶν κοσμικῶν πραγμάτων ἀκροατὰς ἐσχηκέναι καὶ ἐξηγεῖσθαι αὐτοῖς ἑκάστοτε συνδρομάς τε πολλὰς πρὸς αὐτὸν γίνεσθαι. τοῦ δέ γε Ὠριγένους καὶ τῆς μεγαλοφυΐας αὐτοῦ καὶ Πορ‐ φύριος ὁ κατὰ Χριστιανῶν λυττήσας μνημονεύει καί φησιν· ὁ δὲ τρό‐ πος τῆς ἀτοπίας ἐξ ἀνδρός, ᾧ κἀγὼ κομιδῆ νέος ὢν τετύχηκα σφόδρα εὐδοκιμήσαντος καὶ ἔτι εὐδοκιμοῦντος δι’ ὧν καταλέλοιπε συγγραμ‐ μάτων, παρειλήφθω Ὠριγένης, οὗ κλέος παρὰ τοῖς διδασκάλοις τούτῳ τῶν λόγων μέγα διαδέδοται. καὶ αὗται μὲν αἱ παρὰ τῶν ἔξωθεν μαρτυρίαι τοῦ ἀνδρός, καὶ μάλιστα τῶν ἐχθρῶν. ταῦτα Πορφυρίῳ κατὰ τὸ τρίτον σύνταγμα τῶν γραφέντων αὐτῷ κατὰ Χριστιανῶν εἴρηται, ἐπαληθεύσαντι μὲν περὶ τῆς τοῦ ἀνδρὸς ἀσκήσεως, ψευσαμένῳ δὲ σαφῶς περὶ τῶν λοιπῶν (τί γὰρ οὐκ ἔμελλεν ὁ κατὰ Χριστιανῶν μανείς;)· ἐν οἷς αὐτὸν μέν φησιν ἐξ Ἑλλήνων μετατίθεσθαι, τὸν δ’ Ἀμμώνιον ἐκ βίου τοῦ κατὰ θεοσέβειαν ἐπὶ τὸν ἐθνικὸν ἐκπεσεῖν. ταῦτα μὲν εἰς παράστασιν τῆς Ὠριγένους καὶ περὶ τὰ Ἑλλήνων μα‐ θήματα πολυπειρίας, περὶ ἧς πρός τινας μεμψαμένους αὐτῷ διὰ τὴν περὶ ἐκεῖνα σπουδὴν ἀπολογούμενος ἐν ἐπιστολῇ τινι ταῦτα γράφει· ἐπεὶ δὲ ἀνακειμένῳ μοι τῷ λόγῳ, τῆς φήμης διατρεχούσης περὶ τῆς ἕξεως ἡμῶν, προσῄεσαν ὁτὲ μὲν αἱρετικοί, ὁτὲ δὲ ἀπὸ τῶν Ἑλληνι‐ κῶν μαθημάτων, καὶ μάλιστα τῶν ἐν φιλοσοφίᾳ, ἔδοξεν ἐξετάσαι τά τε τῶν αἱρετικῶν δόγματα, καὶ τὰ ὑπὸ τῶν φιλοσόφων περὶ ἀληθείας λέγειν ἐπαγγελλόμενα. καὶ ταῦτα μὲν τοιαῦτα περὶ τῆς ἀσκήσεως ἀπολογουμένῳ εἴρηται. κατὰ τοῦτον δὴ τὸν χρόνον καὶ ἡ Ἀλεξάν‐ δρου τῶν Ῥωμαίων βασιλέως μήτηρ Μαμαία εἰς λόγους Ὠριγένει συνῆλθεν ἐν Ἀντιοχείᾳ καὶ παρ’ αὐτοῦ κατηχήθη τὸν λόγον. ἐξ ἐκείνου δὲ τοῦ χρόνου τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγέ‐ νετο ἀρχή, Ἀμβροσίου εἰς τὰ μάλιστα παρορμῶντος αὐτὸν μυρίαις ὅσαις οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐτοῦ μόνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις. ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὸν παρῆσαν ὑπαγορεύοντι, χρό‐ νοις τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφοι τε οὐχ ἥττους ἅμα καὶ κόραις ἐπὶ τῷ καλλιγραφεῖν ἠσκημέναις· ὧν ἁπάντων τὴν δέουσαν τῶν ἐπιτηδείων ἄφθονον χορηγίαν ὁ Ἀμβρόσιος παρεστήσατο· ναὶ μὴν καὶ ἐν τῇ περὶ τὰ θεῖα λόγια ἀσκήσει τε καὶ σπουδῇ προ‐ θυμίαν ἄφατον αὐτῷ συνεισέφερεν, ᾗ καὶ μάλιστα αὐτὸν προέτρεπεν ἐπὶ τὴν τῶν ὑπομνημάτων σύνταξιν. τοσαύτην δὲ ἔσχε σπουδὴν περὶ τὰς θείας γραφάς, ὥστε καὶ τὴν Ἑβραϊκὴν διάλεκτον, ἐναντιουμένην τῇ τε ἡλικίᾳ καὶ τῇ οἰκείᾳ φύσει, ἐκμαθεῖν, καὶ δίχα τῶν οʹ ἑρμηνευ‐ τῶν ἄλλας ἐκδόσεις εἰς ἓν συναγαγεῖν, Ἀκύλα λέγω τοῦ Ποντικοῦ καὶ Θεοδοτίωνος καὶ Συμμάχου τῶν Ἐβιωναίων (αἵρεσις δέ ἐστιν αὐτῶν ψιλὸν τὸν Χριστὸν ἄνθρωπον δοξαζόντων)· οἵ τινες τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ὑπεμνημάτισαν, δι’ οὗ καὶ τὸ ἴδιον δόγμα βε‐ βαιῶσαι σπεύδουσιν. ὁμοίως δὲ πέμπτην καὶ ἕκτην καὶ ἑβδόμην ἔκδοσιν. ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου ἱστοριῶν περὶ Ὠριγένους. τοσ‐ αύτη δὲ εἰσήγετο τῷ Ὠριγένει τῶν θείων λόγων ἀπηκριβωμένη ἡ ἐξέτασις, ὡς μόνας πρωτοτύπους αὐτοῖς Ἑβραίων στοιχείοις γραφὰς κτῆμα ἴδιον ποιήσασθαι ἀνιχνεῦσαί τε τὰς τῶν ἑτέρων παρὰ τοὺς οʹ τὰς ἱερὰς γραφὰς ἑρμηνεύσαντα ἐκδόσεις καί τινας ἑτέρας παρὰ τὰς κατημαξευμένας ἑρμηνείας ἐναλλαττούσας, τὴν Ἀκύλου καὶ Συμμάχου καὶ Θεοδοτίωνος, ἐφευρεῖν, ἃς ἐξ ἀπορρήτων οὐκ οἶδ’ ὁπόθεν τυχὸν τῷ πάλαι λανθανούσας χρόνῳ εἰς φῶς ἀνιχνεύσας προήγαγεν. ἔν γε μὴν τοῖς Ἑξαπλοῖς τῶν Ψαλμῶν μετὰ τὰς ἐπισήμους τέσσαρας ἐκδό‐ σεις οὐ μόνον πέμπτην, ἀλλὰ καὶ ἕκτην καὶ ἑβδόμην παραθεὶς ἑρμη‐ νείαν, ἐπὶ μιᾶς αὖθις σεσημείωται, ὡς ἐν Ἱεριχοῖ εὑρημένης ἐν πίθῳ. ταύτας δὲ ἁπάσας εἰς ἓν συναγαγὼν διελθών τε πρὸς κῶλον καὶ ἀντιπαραθεὶς ἀλλήλαις μετὰ καὶ αὐτῆς τῆς Ἑβραίων σημειώσεως, τὰ τῶν λεγομένων Ἑξαπλῶν ἡμῖν ἀντίγραφα καταλέλοιπεν, ἰδίως δὲ τὴν Ἀκύ‐ λου καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσιν ἅμα τῇ τῶν οʹ ἐν τοῖς Τετραπλοῖς ἐπισκευάσας. καὶ ἁπλῶς πᾶσαν γραφὴν ὑποσημηνάμενος ἐκκλησιαστικὴν πλεῖστα καὶ ἀναρίθμητα καταλέλοιπεν, ὡς ἐξ ἐκείνου πάντας τοὺς μετέπειτα τῆς ἐκκλησίας διδασκάλους τὰς ἀφορμὰς εἰλη‐ φέναι, ὡς ὁ θεολόγος φάσκει Γρηγόριος· Ὠριγένης ἡ πάντων ἡμῶν ἀκόνη. οὐ μόνον δὲ τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ, ἀλλὰ καὶ τοῖς τῶν ἔξω‐ θεν πολλὴν παρείχετο τὴν ὠφέλειαν, αἱρετικοῖς τε καὶ φιλοσόφοις, μονονουχὶ πρὸς τοῖς θείοις καὶ τὰ φιλόσοφα παρ’ αὐτοῦ παιδευόμενοι. εἰσῆγέ τε γὰρ ὅσους εὐφυῶς ἔχοντας ἑώρα καὶ ἐπὶ τὰ φιλόσοφα μαθή‐ ματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα παιδεύματα παραδιδούς, εἴς τε τὰς αἱρέσεις τὰς παρὰ τοῖς φιλοσόφοις προάγων καὶ τὰ παρὰ τούτοις συγγράμματα διηγούμενος, ὑπομνηματιζόμενός τε καὶ θεωρῶν εἰς ἕκαστα, ὡς ἤδη μέγαν καὶ παρ’ αὐτοῖς Ἕλλησι φιλόσοφον τὸν ἄνδρα κηρύττεσθαι. μάρτυρες δὲ τῆς περὶ ταῦτα αὐτοῦ κατορθώσεως αὐτῶν Ἑλλήνων οἱ κατ’ αὐτὸν ἠκμακότες φιλόσοφοι, ὧν ἐν συγγράμ‐ μασι πολλὴν μνήμην εὕρομεν τοῦ ἀνδρός, τοτὲ μὲν αὐτῷ προσφωνούντων, τοτὲ δὲ οἷα διδασκάλῳ ἐς τὴν αὐτοῦ κρίσιν τοὺς ἰδίους ἀναφε‐ ρόντων πόνους. τῷ δὲ Ὠριγένει ἐπὶ τῆς Καισαρείας τὰ συνήθη πράτ‐ τοντι πολλοὶ προσῄεσαν οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλὰ καὶ τῆς ἀλλοδαπῆς μυρίοι φοιτηταὶ τὰς πατρίδας ἀπολείποντες· ὧν ἐπισήμους μάλιστα ἔγνωμεν Θεόδωρον, ὃς ἦν αὐτὸς οὗτος ὁ καθ’ ἡμᾶς ἐπισκόπων διαβόητος Γρηγόριος ὁ Θαυματουργός, ὅ τε τούτου ἀδελφὸς Ἀθηνόδω‐ ρος. οἷς ἀμφὶ τὰ Ἑλλήνων καὶ Ῥωμαίων μαθήματα δεινῶς ἐπτοημένοις φιλοσοφίας εἰς ἔρωτα τῆς προτέρας σπουδῆς τὴν θείαν ἄσκησιν ἀντι‐ καταλλάξασθαι προετρέψατο. πέντε δὲ ὅλοις ἔτεσιν αὐτῷ συγγενόμενοι τοσαύτην ἀπηνέγκαντο περὶ τὰ θεῖα βελτίωσιν, ὡς ἔτι νέους ἄμφω ἐπισκοπῆς τῶν κατὰ Πόντον ἐκκλησιῶν ἀξιωθῆναι. τῷ δὲ Ὠριγένει κατὰ τοῦτον τὸν χρόνον τὰ εἰς τὸν Ἠσαΐαν, ἐν ταυτῷ δὲ καὶ εἰς τὸν Ἰεζεκιὴλ συνετάττετο, ὧν εἰς μὲν τὸ τρίτον μέρος τοῦ Ἠσαΐου μέχρι τῆς ὁράσεως τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ τριάκοντά εἰσι τόμοι· εἰς δὲ τὸν Ἰεζεκιὴλ πέντε καὶ εἴκοσιν, οὓς καὶ μόνους εἰς τὸν πάντα πεποίηται προφήτην. ἔτος δ’ ἦν αὐτῷ ἑξηκοστὸν, ἐν ᾧ ταῦτα συν‐ έταττεν· ἐν ᾧ καὶ ὁ μακάριος μάρτυς Πάμφιλος μαρτυρίῳ τὸν βίον διεξῆλθε. τὸ δὲ εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικὸν σημαίνει, τὰ πρότερα πέντε ἐπ’ Ἀλεξανδρείας ἔτι ὄντα αὐτὸν συντάξαι. τῆς δὲ εἰς τὸ πᾶν Εὐαγγέλιον πραγματείας μόνοι βʹ καὶ κʹ περιῆλθον τόμοι, ιβʹ δὲ τῶν εἰς τὴν Γένεσιν καὶ εἰς τοὺς πρώτους δὲ εʹ καὶ κʹ ψαλ‐ μοὺς, ἔτι τε τὰ εἰς τοὺς Θρήνους· καὶ τὰ Περὶ ἀναστάσεως καὶ τὰ Περὶ ἀρχῶν. γράφει δὲ καὶ τοὺς ἐπιγεγραμμένους Στρωματεῖς, ὄντας τὸν ἀριθμὸν ιʹ, οὓς καὶ συνέταξε κατὰ τὴν Ἀλεξάνδρου βασιλείαν. τὸν μέντοι πρῶτον ἐξηγούμενος ψαλμὸν ἔκθεσιν πεποίηται τῶν ἱερῶν γραφῶν τῆς παλαιᾶς διαθήκης καταλόγου, ὧδέ πως λέγων κατὰ λέξιν· οὐκ ἀγνοητέον δέ, ὡς εἶναι τὰς ἐνδιαθήκους βίβλους, ὡς Ἑβραῖοι παραδιδόασι, βʹ καὶ κʹ, ὅσος ἀριθμὸς τῶν παρ’ αὐτοῖς στοιχείων ἐστίν. εἶτα ἐπιφέρει λέγων· εἰσὶ δὲ αἱ εἴκοσι δύο βίβλοι καθ’ Ἑβραίους αἵδε· Γένεσις, Βαρησίθ, ὅ ἐστιν ἐν ἀρχῇ· καὶ αἱ λοιπαὶ καθεξῆς. ἔζησε δὲ ἕως Γάλλου καὶ Βολουσιανοῦ, τουτέστιν ἕως θʹ καὶ ξʹ ἐτῶν τῆς ἡλι‐ κίας αὐτοῦ· καὶ ἐκοιμήθη ἐν Τύρῳ, ἐν ᾗ καὶ ἐτάφη. ὁ δὲ πατὴρ αὐτοῦ Λεωνίδης μαρτυρίῳ τῷ διὰ Χριστὸν ἐτελειώθη. |
| ω 183 | Ὠριγένης Λεωνίδην εἶχε πατέρα, ἐπίσκοπον καὶ μάρτυρα, ἐπὶ Σεβήρου βασιλέως ἀκμάσας. ὅστις Ὠριγένης ἐν Ἀλεξανδρείᾳ τυγχά‐ νων μεγάλην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ καὶ ἄλλοι καὶ μάλιστα Ἀμβρόσιος ἐγένετο, ὃς ἐς γνῶσιν αὐτοῦ ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες μεγί‐ στην ὠφέλειαν ἐκαρποῦντο· μέγας γὰρ καὶ παρ’ αὐτοῖς ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ’ Ἕλλησι φιλοσόφων μέμνηνται αὐτοῦ ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς λίαν. ὃς ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθα‐ νόμενος βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιστὰς καὶ ἰδὼν τὰ στέρνα ὡς θείου πνεύματος ἔνδοθεν αὐτοῖς ἀφιερωμένου κατεφίλει καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκούμενος. καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ’ ἐδάφους καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν ἱερὰν μελέτην τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος, ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητος γενόμενος, ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασεν. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης, καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρεόντων, οὐ μόνον Ἕλληνας καὶ φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς τὴν εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χρι‐ στιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρό‐ σιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ καὶ ταχυγρά‐ φους αὐτῷ παραστήσας ἑπτά, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευε τοῖς ταχυγράφοις καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξησκημέναις. πᾶσαν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ͵ϛʹ βίβλους συνέταξε· τοσοῦτον γὰρ ζῆλον ἐς τὴν ἐξήγησιν τῶν θείων λογίων ὁ Ἀμβρόσιος ἐπεδείξατο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων· ὁ ἱερὸς θεῷ καὶ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσηγόρευσεν· ὅστις νομίζων με φίλον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ δει‐ πνῆσαι ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆ‐ σαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ ταῖς φιλολογίαις παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρις ἐννάτης καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι. πᾶσαν τοίνυν ἡρμήνευσε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺς χρόνους τούτους ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶς μάλα καὶ ἐπιστημόνως ταύτην κατεσκεύασεν. ἀλλ’ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε· συμβεβήκει γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. βουλόμενος γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθεξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων ἐς ἤθη τε καὶ ἐς φύσεις ζῴων καὶ ἀλόγων εἴρηται μέσως φερόμενος πολλάκις χαρίεντα διηγήματα γράφει· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι τοιοῦτον, ὡς καὶ τὸν θώρακα αὐτοῦ φασι δι’ ὑπερ‐ βολὴν ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος, φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξου‐ σίας ἄρχοντας κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν· Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέν‐ των αὐτῷ πραγμάτων, καὶ καθωμολόγησε θῦσαι. καὶ βαλόντες ἐπὶ τὰς χεῖρας αὐτοῦ λιβανωτὸν εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξεώσθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰου‐ δαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτερος γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ δα‐ κρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. εἰσὶ δὲ καὶ ἄλλα πολλὰ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸς ὠνομάσθη, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ Σολομῶντος λέγοντος· υἱέ, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· καί, μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιώματι αὐτοῦ. καί, μὴ σοφίζου περισσά, μήποτε ἀσεβήσῃς. ταῦτα πάντα παρωσάμενος παρεσφάλη τοῦ πρέ‐ ποντος. |
| ω 184 | Ὠριέων ἄποικον ὄντα. |
| ω 185 | Ὡρικῶς: νεωτερικῶς ἢ εὐπρεπῶς ἢ κατὰ καιρόν. Ἀριστοφάνης Πλούτῳ· ὦ μειρακίσκη, πυνθάνῃ γὰρ ὡρικῶς. προσπαίζουσι τῇ πρεσ‐ βύτιδι οἱ γέροντες διὰ τὸ τεθρυμμένον τοῦ ὡραϊσμοῦ. καὶ Ὡρικήν, ἀντὶ τοῦ ἀκμαίαν. ὥρα γὰρ καὶ ἡ ἀκμή, καὶ ὡραῖος, ὁ ἀκμαῖος. κοινὰ δὲ τὰ τοιαῦτα ὀνόματα. Ἀριστοφάνης· εὑρόνθ’ ὡρικὴν ὑληφόρον, μέσην λαβόντ’, ἄραντα, καταβαλόντα καταγιγαρτᾶν. ἐν τοῖς γιγάρτοις σποδεῖν. |
| ω 186 | Ὥριμον: εὔκαιρον. |
| ω 187 | Ὡρῖνος: ὄνομα κύριον. |
| ω 188 | Ὠρίων, Θηβαῖος τῆς Αἰγύπτου. Συναγωγὴν γνωμῶν ἤγουν Ἀνθολόγιον πρὸς Εὐδοκίαν τὴν βασιλίδα γυναῖκα Θεοδοσίου τοῦ μικροῦ, βιβλία γʹ. |
| ω 189 | Ὠρίων, Ἀλεξανδρεύς, γραμματικός. Ἀνθολόγιον, Ἀττικῶν λέξεων συναγωγήν, Περὶ ἐτυμολογίας, Ἐγκώμιον Ἀδριανοῦ τοῦ Καίσαρος. |
| ω 190 | Ὡρίως: ἐπίρρημα. ὡρίως ἔχουσι θέσεως. κατὰ καιρόν. |
| ω 191 | Ὥριστος: ἀντὶ τοῦ ὁ ἄριστος. |
| ω 192 | Ὡρκωμότηκεν. |
| ω 193 | Ὤρκυπτεν: ὑπερέκυπτεν ἐπαιρόμενος. |
| ω 194 | Ὤρκυπτον: ἔβλεπον μετεωριζόμενοι. |
| ω 195 | Ὥρμα: διεγείρετο. |
| ω 196 | Ὡρμένος: διεγερθείς. καὶ Ὡρμένον. |
| ω 197 | Ὥρμησαν: ὁρμῇ ἐχρήσαντο, οὐχὶ ᾤχοντο. |
| ω 198 | Ὡρογραφία. |
| ω 199 | Ὡρολόγιον: τὸ τὰς ὥρας μετροῦν. |
| ω 200 | Ὡροκομεῖον. |
| ω 201 | Ὦρος, Ἀλεξανδρεύς, γραμματικός, παιδεύσας ἐν Κωνσταντίνου πόλει. ἔγραψε Περὶ διχρόνων, Ὅπως τὰ ἐθνικὰ λεκτέον, Λύσεις προτάσεων τῶν Ἡρωδιανοῦ, Πίνακα τῶν ἑαυτοῦ, Περὶ ἐγκλιτικῶν μορίων, Ὀρθογραφίαν κατὰ στοιχεῖον, Περὶ τῆς ει διφθόγγου, Ὀρθο‐ γραφίαν περὶ τῆς αι διφθόγγου κατὰ Φρυνίχου κατὰ στοιχεῖον, Ἀν‐ θολόγιον, Περὶ γνωμῶν. |
| ω 202 | Ὧρος: ὁ ἐνιαυτός. καὶ ὄνομα κύριον. |
| ω 203 | Ὡροσκόπος: ἀστρίτης σκοπεύων τὴν ὥραν. καὶ Ὡροσκο‐ πεῖον. |
| ω 204 | Ὠρωπία: χώρα. ὁ δὲ Δημοσθένης ἐπεθύμησε ῥητορικῆς, Καλλίστρα‐ τον θεασάμενος τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. |
| ω 205 | Ὠρωπός: τόπος. ἐκ τοῦ Ὦρος, ὃ σημαίνει ὄνομα κύριον, καὶ τοῦ ὤψ, ὠπὸς τοῦ σημαίνοντος τὸν ὀφθαλμὸν γίνεται Ὠρωπός· ἐν αὐτῷ γὰρ τῷ τόπῳ οἱ τοῦ Ὤρου ὦπες ἀπεβλήθησαν. |
| ω 206 | Ὤρορεν. |
| ω 207 | Ὠρυγή: βοή. ἐκ τοῦ ὠρύω. |
| ω 208 | Ὠρύεται: ὑλακτεῖ. |
| ω 209 | Ὠρυόμην· καὶ Ὠρυόμενος. καὶ Ὠρύω, τὸ ὠρύομαι. |
| ω 210 | Ὤρυσσον· καὶ ὁ μετ’ ὀλίγον μέλλων ὠρύξομαι. |
| ω 211 | Ὤρυχα, καὶ Ὀρώρυχα. Ὠρύχειν δὲ καὶ Ὠρωρύχειν, ὑπερσυντελικός. |
| ω 212 | Ὠρχιπέδησας: τῶν ὄρχεων ἥψω αἰσχρῶς. |
| ω 213 | Ὡς: λίαν. Παρμενίδῃ· θαυμασίως ὡς δυσανάπειστον. Σοφοκλῆς· θαυμαστὰ γὰρ τὸ τόξον ὡς ὀλισθάνει. λβʹ δὲ σημαίνει τὸ ὡς τοῦτο. |
| ω 214 | Ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω: ἐπὶ τῶν πολλὰ ἐπαγγελλομένων ἀγαθά. |
| ω 215 | Ὡσαννά: δόξα σημαίνει. καὶ γὰρ ἄλλος εὐαγγελιστὴς λέγει· εἰρήνη τῷ υἱῷ Δαβίδ. καὶ ὁ ἕτερος· δόξα τῷ υἱῷ Δαβίδ. ὥστε τὸ ὡσαννὰ τὸ δόξα σημαίνει. παρά τισι δὲ σῶσον δή. οὐκ ὀρθῶς. |
| ω 216 | Ὡς ἂν ὑπὲρ τηλικούτων: ἀντὶ τοῦ ἕνεκεν τούτων. ἀντι‐ λαμβανομένης τῆς γυναικὸς καὶ βοώσης, ὡς ἂν ὑπὲρ τηλικούτων. |
| ω 217 | Ὡς ἀπόλοιτο, κἂν ἴσαι γένωνται: αἱ ψῆφοι δηλονότι. ὑπερβολικῶς δὲ εἴρηται· ὅταν γὰρ ἴσαι αἱ ψῆφοι γένωνται, ἀπολύεται ὁ κατηγορούμενος. |
| ω 218 | Ὤσατο ἑαυτόν: κατέβαλεν ἀπὸ τοῦ ἵππου. Ἀππιανός· οὐ μὴν ἔφθασε τρῶσαι, συναρπασάντων αὐτὸν τῶν ὑπασπιστῶν. ἢ παρενέ‐ βαλεν εἰς κίνδυνον ἑαυτόν. |
| ω 219 | Ὡσαύτως: παραπλησίως, ὁμοίως. |
| ω 220 | Ὥς γ’ ἐμοὶ κριτῇ: ἀντὶ τοῦ ὡς ἐμοὶ χρῆσθαι κριτῇ. Σοφοκλῆς· Ἔρεβος φαεννότατον, ὡς ἐμοί. παρέλκει τὸ ὡς· ἐμοὶ κριτῇ. |
| ω 221 | Ὡς δεῖ: δέον γενέσθαι. |
| ω 222 | Ὡς δή σφιν: ὡς δὴ αὐτός. |
| ω 223 | Ὡς ἐκ τῶν παρόντων: ἐξ ἀνάγκης. ἡ δὲ ὡς ἐπύθετο, ὡς ἐκ τῶν παρόντων αἵρεσιν ἑκάστῃ δόντος θανάτου ὡς ἔνι μάλιστα ἀλύπου τε καὶ κούφου, τὸ διάδημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς εἶχε σύμβολον δὴ καὶ μαρτύριον ἀρχῆς, περισπάσασα, εἶτα μέντοι τῷ τραχήλῳ περι‐ βάλλει πρὸς τὴν χρείαν τὴν παροῦσαν βρόχον ἀποφήνασα. |
| ω 224 | Ὡς ἔνι: ὡς ἐγχωρεῖ, ὡς ἔστι. δυσχερῶς αὐτοὺς ἐπιδιδόντων ὡς ἔνι μάλιστα εἰς τὴν χρείαν ταύτην. |
| ω 225 | Ὡς ἔνι μάλιστα: ἀντὶ τοῦ λίαν. οἱ δὲ τὰς μὲν ἀρχὰς ἐπτοή‐ θησαν ὡς ἔνι μάλιστα· μετὰ δὲ ταῦτα τοῦ στρατοῦ δόντος παράγ‐ γελμα πάντες ἐβοήθουν. καὶ αὖθις· ὅπως καταγωγαὶ ὡς ἔνι ἀσφα‐ λέσταται ἔσονται. |
| ω 226 | Ὡς ἐπίπαν: ὡς ἐπιπολύ. λέγεται δὲ τοῦτο καὶ ὡς πλήθει. Δίων ὁ συγγραφεὺς πολλαχοῦ κέχρηται τῇ λέξει καὶ ἐν Ῥωμαϊκῶν ιζʹ· πέφυκε γὰρ καὶ ἄλλως ὡς πλήθει τὸ μὲν εὐτυχοῦν θρασύνεσθαι, τὸ δὲ κακοπραγοῦν μετριάζειν· κἀκ τούτου τὸ μὲν δεδιὸς σωφρονεῖν, τὸ δὲ θαρσοῦν ἀκολασταίνειν. ἐπὶ πλέον δ’ ἐν ἐκείνῳ τοῦτ’ ἐφωράθη. καὶ ἐν ιγʹ. καίτοι πέφυκεν ὡς πλήθει τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος, τὸ δ’ ὀξύρροπον ἐκ τάχους διανοίας ὑπάρχειν. |
| ω 227 | Ὡς ἔπος εἰπεῖν: ὡς φαίνεται, καὶ ὡς ἐν λόγῳ εἰπεῖν. ὡς ἔπος εἰπεῖν, τοῦτο σχηματίζεται παρὰ τοῖς παλαιοῖς καὶ ὡς εἰπεῖν ἔπος καὶ ὡς ἔπος φάναι καὶ ὡς φάναι ἔπος. ἔτι δὲ καὶ διὰ μιᾶς λέξεως ἐκφωνεῖται, οἷον ὡς φάναι, καὶ ὡς εἰπεῖν. σημαίνει δὲ πάντα τὸ αὐτό. ἀλλαχοῦ δὲ λέγει Ἀριστοτέλης ὡς τύπῳ περιλαβεῖν. τοῦτο δὲ εἴρηκεν, ὅτι μή ἐστιν ἀκριβῶς ἀφορίσαντα εἰπεῖν τὰς μὲν τῶν προτάσεων πρὸς αἵρεσιν καὶ φυγὴν συντεινούσας ἠθικάς, τὰς δὲ πρὸς ἀλήθειαν καὶ γνῶσιν φυσικάς. |
| ω 228 | Ὡς τύπῳ εἰπεῖν: ἀντὶ τοῦ ὡς κοινότερον καὶ καθόλου εἰπεῖν. |
| ω 229 | Ὡς ἐς πᾶν ἀπορίας ἀφικέσθαι: παντελῶς ἀπορῆσαι. |
| ω 230 | Ὡς ἔοικεν: ὡς φαίνεται, ὡς δεῖ, ὡς γίνεται. |
| ω 231 | Ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην. |
| ω 232 | Ὠσηέ: ὁ προφήτης. |
| ω 233 | Ὠσθείς· καὶ Ὤσθην. |
| ω 234 | Ὡς καλόν, ὦ Πόσειδον, τὸ στῖφος αὐτῶν, καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία: ὅταν γὰρ εἰς κοινὸν ἑστιῶνται, ἑκάστου φέροντος ἑαυτῷ δεῖπνον, πυκνὰ πάντα φαίνεται, πῆ μὲν τὰ προσφάγια φερόντων, πῆ δὲ αὐτῶν ἑστιωμένων. |
| ω 235 | Ὠσμένῳ: ὠθισμένῳ, πεσόντι. |
| ω 236 | Ὡς οὐκ ἀρκέσοι τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν· περὶ τοῦ Τεύκρου. ὡς οὐκ ἐπαρκέσοι ἑαυτῷ μὴ λιθόλευστος γενέσθαι· ὡς οὐ κωλύσει ἑαυτὸν καταλιθωθῆναι. |
| ω 237 | Ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος: παροιμία. ὁ στίχος δέ ἐστι Χαιρήμονος ἐκ Θερσίτου. |
| ω 238 | Ὥσπερ. |
| ω 239 | Ὥσπερ κογχύλην διελεῖν: παροιμία ἐπὶ τῶν σφόδρα εὐτελῶν. |
| ω 240 | Ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπαν‐ δοκευτριαρτοπώλιδες, οὐκ ἐξέλκετ’, οὐ παιήσετ’, οὐκ ἀρήξετε; οὐ λοιδο‐ ρήσετ’; οὐκ ἀναισχυντήσετε; παύεσθ’, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε: ὦ σπερμαγόραι καὶ τὰ ἑξῆς· ᾠὰ γὰρ ἐπώλουν καὶ λάχανα καὶ ὄσπρια. |
| ω 241 | Ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι: ἔθος καὶ τοῦτο· φασὶ γὰρ τοὺς νικῶντας τῶν ἀθλητῶν ἆθλα μὲν μὴ λαμβάνειν, περι‐ ΐοντας δὲ ὅτι τις βούλεται. |
| ω 242 | Ὡς Πυθώδε ἰέναι βουλόμενοι Βοιωτοὺς δίοδον αἰτού‐ μεθα: φασὶ μεταξὺ τῆς Πυθοῦς καὶ τῆς Ἀττικῆς εἶναι τὴν Βοιωτίαν, καὶ οὐχ οἷόν τε εἶναι Ἀθηναίους εἰς Πυθὼ ἀπελθεῖν, εἰ μὴ παρέλθωσι Βοιωτίαν. ὅταν δὲ στράτευμα διάγῃ, δίοδον ᾔτουν. τοῦτο οὖν φησιν Ἀριστοφάνης· ὥσπερ ἡμεῖς δίοδον αἰτοῦμεν Βοιωτούς, οὕτως ὅταν θύσωσιν ἄνθρωποι τοῖς θεοῖς, ἢν μὴ φόρον φέρωσιν ἡμῖν οἱ θεοί, διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνίσσαν οὐ διαφρήσετε. ἀντὶ τοῦ οὐ διαφορήσετε, οὐ διαπέμψεσθε. |
| ω 243 | Ὥστ’ ἐγὼ μὲν ἠλέησα κἀπομορξάμην ἰδὼν ἄνδρα πρεσβύτην ὑπ’ ἀνδρὸς τοξότου κυκώμενον: ἀντὶ τοῦ ἔκλαυσα· ἀπὸ τοῦ παρακο‐ λουθοῦντος· παρέπεται γὰρ τοῖς δακρύουσιν ἀπομάττεσθαι. τοξότου δὲ ὑπηρέτου δημοσίου, ἐπόπτου καλουμένου. |
| ω 244 | Ὤστεια: ὄνομα πόλεως. |
| ω 245 | Ὡς τὴν ἐν Ἄργει ἀσπίδα καθελών: ἐπὶ τῶν μεγαλοφρό‐ νων. οἱ μὲν ἱεράν φασιν ἐν Ἄργει εἶναι ἀσπίδα καλουμένην ὀχυρὰν καὶ δυσκάθεκτον, οἱ δὲ λόχον φασὶν εἶναι ἐν Ἄργει τῶν πάνυ ἀκμα‐ ζόντων νεανίσκων, ὃν Ἀσπίδα καλεῖσθαι. |
| ω 246 | Ὠστία· Ἄγκος Μάρκος βασιλεύσας Ῥωμαίων πρὸς τοῖς λοιποῖς καὶ πρὸς ταῖς ἐκβολαῖς τοῦ Τιβέριδος ποταμοῦ ἐτείχισε τόπον. ἐπ’ αὐτῆς τῆς ῥαχίας ἀνίστησι πόλιν, ἣν Ὠστίαν ἀπὸ τῆς θέσεως προση‐ γόρευσεν· ὡς ἂν εἴποιεν Ἕλληνες θύραν· ἑκκαίδεκά που σημείοις ἀφεστῶσαν τῆς Ῥώμης οἶμαι. καὶ Ὠστιάριος δὲ διὰ τοῦ ω μεγάλου παρὰ τὸ ὠθεῖν. Ὀστία, ἡ θύρα παρὰ Ῥωμαίοις, ὅθεν καὶ ὀστιάριος τὸ ἀξίωμα, διὰ τοῦ ο μικροῦ. μὴ Ἑλληνικῶς ἐτυμολο‐ γείσθω. |
| ω 247 | Ὠστίας· οἱ Ῥωμαῖοι ὠστίας τὰς θύρας φασίν. παρὰ τὸ ἐξω‐ θεῖν τὸν ἐπερχόμενον. ἔνθεν καὶ ὠστιάριος, ὁ κρατῶν τὰς θύρας καὶ ὠθίζων τοὺς εἰσιέναι βουλομένους. Ἀριστοφάνης Πλούτῳ· δεινὸν γάρ, εἰ τριωβόλου μὲν ἕνεκα ὠστιζόμεθ’ ἑκάστοτ’ ἐν τῇ ἐκκλησίᾳ. καὶ ἐν Ἀχαρνεῦσιν· οἵδ’ ὠστιοῦνται, πῶς δοκεῖς, περὶ τοῦ πρώτου ξύλου. ἀντὶ τοῦ διωθήσονται περὶ τῆς προεδρείας, ὡς ξυλίνων οὐσῶν τῶν καθεδρῶν· ὅτι δὲ καὶ ἐκ λίθων, παντί που δῆλον. ἀπὸ ἐνεστῶτος τοῦ ὠστίζω. ὁ δὲ λόγος ὡς πρός τινά ἐστι λεγόμενος. καὶ Ὅμηρος· φαίης κἀκμῆτας καὶ ἀτειρέας. καί, ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοις. |
| ω 248 | Ὠστιζομένη: στενοχωρουμένη. |
| ω 249 | Ὠστικῶς: τὸ μετὰ βίας καὶ ὠθισμοῦ. μηδὲ ὠστικῶς καὶ μετὰ βίας πρὸς τὸν θάνατον ἔχειν. |
| ω 250 | Ὡς τὸ εἰκός· ἥ τε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε, ὡς τὸ εἰκός. διάφορα δὲ σημαίνει· πρέπον, ἀκόλουθον, εὔλογον· καὶ ἀντὶ τοῦ τάχα. |
| ω 251 | Ὡς τύπῳ εἰπεῖν: ἀντὶ τοῦ ὡς κοινότερον καὶ καθόλου εἰπεῖν. |
| ω 252 | Ὡς οἷόν τε: ὡς δυνατόν. |
| ω 253 | Ὣς φάσαν ἡ πληθύς: παρ’ Ὁμήρῳ. πρὸς τὸ νοητὸν ἀπήν‐ τηκε· τῷ γὰρ ἔννοιαν ἔχοντι πλήθους ὀνόματι πληθυντικὸν ῥῆμα συνέζευξε. καί, ἀγρόμενοι πᾶς δῆμος. |
| ω 254 | Ὡς σφόδρα: οἷον θαυμαστῶς, καὶ ὑπερφυῶς. |
| ω 255 | Ὤσφροντο: ὠσφραίνοντο. ἀντὶ τοῦ ᾔσθοντο· διὰ οἴνου γάρ εἰσιν αἱ σπονδαί. δι’ αἰσθήσεως δὲ ἡ αἴσθησις τῇ ἀναφορᾷ τοῦ οἴνου. |
| ω 256 | Ὠσχοφόρια: Σκιράδος Ἀθηνᾶς ἑορτή· ὦσκαι γὰρ καὶ ὦσχαι, τὰ μετὰ τῶν βοτρύων κλήματα. |
| ω 257 | Ὠσχοφόρος: δύο ἦσαν τῶν γένει καὶ πλούτῳ προεχόντων. ἡ δὲ ὤσχη κλῆμά ἐστι, βότρυας ἐξηρτημένους ἔχον. ταύτην δ’ ἔνιοι ὀρεσχάδα καλοῦσιν. |
| ω 258 | Ὦτα κατεαγότα· ἤδη γὰρ ἐνίοις τῶν τὰ ὦτα κατεαγότων καὶ διεφθαρμένων τὰς διανοίας εἰς κωμῳδίαν ἐτράπη καὶ γέλωτα πολὺν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. Δαμάσκιός φησι, διὰ τὸ τινὰς ἐκφερομυθεῖν τὰ τῆς φιλοσοφίας ἀπόρρητα. |
| ω 259 | Ὠτακουστεῖν· γενικῇ. τὰ κρύφια μανθάνειν ἐθέλειν διά τι‐ νων. καὶ Ὠτακουστής. |
| ω 260 | Ὦ τάν, ὦ οὗτος, ὦ τάλαν καὶ ὦ μέλεε: ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ ὦ τάν, ὡς παρὰ Κτησιφῶντι. οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσι, τὴν δὲ δευτέραν βραχύνουσι· καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπωμένας. Δίδυμος δὲ τὸ πλῆρες εἶναί φησιν ὦ ἐτάν, ἀγνοῶν, ὡς ἄρα τοῦ ἔτης ἡ κλητικὴ ἔστιν ἔτα καὶ Δωρικῶς ἔταν. Ἀριστοφάνης· τοῦτο μὲν ἔασον, ὦ τάν. οὔ σοι γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. τὰ περὶ δημοκρατίας καὶ ἰσότη‐ τος, φησίν, ἔασον· ἐμὸν δέ ἐστι μᾶλλον ἐμπεριπατῆσαι περὶ τούτου, οὐ σόν. |
| ω 261 | Ὦ τάν: οὐ πρὸς ἕνα μόνον τὸ ὦ τάν, ἀλλὰ καὶ πρὸς δύο. ὡς Ἀριστοφάνης Πλούτῳ· ὦ τάν, ἀπαλλάχθητον ἀπ’ ἐμοῦ. καὶ Κρατῖνος ἆρά γε, ὦ τάν, ἐθελήσετον; |
| ω 262 | Ὠτειλή: τραῦμα. |
| ω 263 | ᾯ τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι· Τίμαιον ἐν ληʹ ἱστορεῖν, ὡς οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρους εἶπον, ὅτι μόνῳ αὐτῷ πάντων Ἀθηναίων οὐκ ἔξεστι τὸ ἱερὸν πῦρ φυσῆσαι, ὡς μὴ καθαρεύοντι τοῖς ἄνω μέρεσιν. Δοῦρις δὲ ἐν τῇ δεκάτῃ Πυθέαν κατὰ Δημοσθένους τὸ ὅμοιον εἰπεῖν. |
| ω 264 | Ὠτόεις: ὁ ἔχων ὠτία. καὶ κλίνεται ὠτόεντος. καὶ Ὠτίον. |
| ω 265 | Ὠτοκάταξις: τὰ ὦτα τεθλασμένος ἐν παλαίστρᾳ, ὠτοθλαδίας. ὠτοθλαδίας τε καὶ ἐμπινὴς ὤν, ὥς φησιν Ἀντίγονος ὁ Καρύστιος. καὶ τέλος ὁ μέγας Κωνσταντῖνος τῶν ὤτων ἀναρτηθεὶς εἰς ὀργὴν ἐκπίπτει τοῦ ἁγίου Ἀθανασίου καὶ ὑπερορίαν τοῦ δικαίου καταψηφίζεται. |
| ω 266 | Ὦτος: ὄρνεον, ὅπερ ἐπαινούμενον καὶ ἀντορχούμενον ὥσπερ ὁ νυκτικόραξ ἁλίσκεται. διόπερ καὶ τοὺς χαύνους καὶ κενοδόξους οὕτω καλοῦσιν. |
| ω 267 | Ὡυτός: ὁ αὐτός. |
| ω 268 | Ὤφελεν: εὐκτικόν. ἔστι δὲ καὶ ὤφελον. ζήτει ἐν τῷ ο μίκρῳ. ὤφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον ᾅδην κεῖνος ἀνήρ, ὃς στυγερὸν ἔδειξεν ὅπλων Ἕλλησι κοινὸν Ἄρη. τουτέστιν ὤφελε πρότερον ἀφανὴς γενέσθαι ἐκεῖνος ὁ ἀνήρ, ὁ πρῶτος εἰσενεγκὼν εἰς Ἕλληνας πολεμιστήρια ὅπλα. |
| ω 269 | Ὠφελείας: χρείας, τὴν διαρπαγὴν τῶν λαφύρων. ὁ δὲ Πόπλιος εἰσελθὼν εἰς τὴν πόλιν ἐκέλευσε κτείνειν ἅπαντα τὸν παρατυχόντα καὶ μηδενὸς φείδεσθαι μηδὲ πρὸς τὰς ὠφελείας ὁρμᾶν, μέχρις ἂν ἀποδοθῇ τὸ σύνθημα. ἐν δὲ Ἐπιγράμμασι διὰ τοῦ ι· ὧδε νέμοις ἠέρος ὠφελίην. διὰ τὸ μέτρον. |
| ω 270 | Ὠφέλιμον πρᾶγμα: ὅτι τοιοῦτον, ὥστε εὐλόγως αὐτὸ αἱρεῖ‐ σθαι πρὸς αὔξησιν καὶ προσθήκην. Ὀφέλλω γὰρ τὸ αὐξάνω. Ξενοφῶν· ἐπεὶ δὲ οὐδὲν ὠφέλιμον ἔλεγον, κατεσφάγησαν. |
| ω 271 | Ὠφελιμώτερος. |
| ω 272 | Ὠφελίων, κωμικός. μέμνηται αὐτοῦ καὶ Ἀθηναῖος ἐν τῷ δευ‐ τέρῳ βιβλίῳ τῶν Δειπνοσοφιστῶν. φησὶ δὲ τῶν δραμάτων αὐτοῦ εἶναι ταῦτα· Δευκαλίωνα, Κάλλαισχρον, Κένταυρον, Σατύρους, Μούσας, Μονοτρόπους. |
| ω 273 | Ὠφελῶ· αἰτιατικῇ. |
| ω 274 | Ὤφειν: ἀντὶ τοῦ εἶδον. ὄφιν ὤφειν ὀδωδότα. |
| ω 275 | Ὦ ’φήμερε: ὦ ἄνθρωπε. οὕτω παρεισάγει Ἀριστοφάνης ἐν Νεφέλαις τὸν Σωκράτην λέγοντα, ὦ θνητέ, ὦ ἄνθρωπε, ὦ τὰ ἐφήμερα φρονῶν. τοῦτο δὲ λέγει, ὡς αὐτὸς λοιπὸν τὰ τῶν θεῶν φρονῶν καὶ ὑπερηφανῶν τὰ τῶν ἀνθρώπων διὰ τὸ φροντίζειν περὶ μετεώρων. ἢ ὅτι ἐλέγετο ὁ Σωκράτης Σειληνῷ παρεμφερὴς εἶναι· σιμός τε γὰρ καὶ φαλακρὸς ἦν. περιέθηκεν οὖν αὐτῷ φωνὴν τὴν τοῦ παρὰ Πινδάρῳ Σειληνοῦ. ὁ γάρ τοι Πίνδαρος διαλεγόμενον παράγων τὸν Σειληνὸν τῷ Ὀλύμπῳ τοιούτους αὐτῷ περιέθηκε λόγους· ὦ τάλας, ἐφήμερε, νήπιε, βάζεις χρήματά μοι διακομπεύων. ἅμα δὲ καὶ ὡς ὑπερηφανοῦν‐ τος λοιπὸν τοῦ Σωκράτους τὰ ἀνθρώπινα καὶ ἐν θεοῖς ὄντος αὐτοῦ, διότι μετεωρολέσχης ἦν, οὕτω τὸ ἐφήμερον ἐποίησεν αὐτὸν λέγοντα. |
| ω 276 | Ὠφθαλμισμένους: ὠφθαλμισμένους ἄνθραξι καὶ ἠλέκτροις εἶχον τοὺς πόδας αἱ κλίναι τῶν ἀρχαίων. |
| ω 277 | Ὦφθον: ἀντὶ τοῦ ὤφθησαν. |
| ω 278 | Ὦ φθόρε: ὦ ὄλεθρε. ἄπαγ’ ἐς μακαρίαν ἐκποδών, ὦ φθόρε. |
| ω 279 | Ὤφλησα: ἐχρεώστησα. |
| ω 280 | Ὦ φῶς, κακοῖσι τοῖς ἐμοῖσιν, ἧκε καὶ τὸν φίλον ἀπόδειξον δεο‐ μένῳ τῆς σῆς δεξιᾶς. γενοῦ τὴν τελευταίαν χρείαν Μιθριδάτης ἄλλος ἐμοί: ταῦτά φησι Μιθριδάτης πιὼν φάρμακον καὶ δυσθανατῶν. |
| ω 281 | ᾬχετο: ἀπῄει, ἐπορεύετο. ὁ δὲ τὴν Πελοπόννησον καταλιπὼν εἰς Αἰτωλίαν ᾤχετο ἀπιών. |
| ω 282 | ᾬχετο ἀπιών· ἐπαγγειλάμενος δὲ πάλιν ἐπανήξειν ᾤχετο ἀπιών. ἀντὶ τοῦ ἐς τοὐπίσω ἀνεχώρησε. συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. |
| ω 283 | Ὦχος, φιλόσοφος παρὰ Φοίνιξι, Ζάμολξις παρὰ Θρᾳξίν, Ἄτλας παρὰ Λίβυσιν. |
| ω 284 | Ὦχος: ὄνομα κύριον. Ὦχος τὸν Ἄπιν ἀποκτείνας ἐβούλετο αὐτὸν τοῖς μαγείροις παραβαλεῖν, ἵνα αὐτὸν κρεουργήσωσι καὶ παρασκευάσωσιν ἐπὶ δεῖπνον. |
| ω 285 | ᾬχου, καταλιποῦς’ ὡσπερεὶ προκείμενον, μόνον οὐ στεφανώσας’ οὐδ’ ἐπιθεῖσα λήκυθον: εἰώθασι γὰρ ἐπὶ τῶν νεκρῶν τοῦτο ποιεῖν. |
| ω 286 | Ὤχωκα. |
| ω 287 | Ὠχραίνεται. |
| ω 288 | Ὠχριῶσα: οὐ παρὰ τὸ φοβούμενος τὸ ὠχριῶσα, ἀλλ’ ἴσον τῷ ἀσθενοῦσα. ἀπὸ μεταφορᾶς τῶν νοσούντων. οὕτω γὰρ εἶπεν· ἡ πόλις ὠχριῶσα καὶ φόβῳ καθημένη. |
| ω 289 | Ὦχρος: ὠχρίασις. ἐν Ἐπιγράμμασι· ὡς εἶδον Μελίτην, ὦχρός μ’ ἕλε. |
| ω 290 | Ὤψ, ὠπός: τὸ πρόσωπον, διὰ τοῦ ω μεγάλου. Ὂψ δέ, ὀπός, ἡ φωνή, διὰ τοῦ ο μικροῦ. |
| ω 291 | Ὦψα: ἀντὶ τοῦ εἶδον. |
| ω 292 | Ὠψίκασιν: ἐβράδυναν. Ὀψίζω γὰρ τὸ ῥῆμα. |
| ω 293 | Ὠψίσθη: ὀψέ, βραδέως ἧκε νυκτὶ κατεσχέθη. ὁ δὲ ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ. Αἰλιανός φησιν ἐν τῷ Περὶ θείων ἐναργειῶν. |
| ω 294 | Ὡψοπόνος: ὁ περὶ τὰ ὄψα ἀσχολούμενος· ὁ μάγειρος. ὡψοπόνος Σπινθὴρ Ἑρμῇ τάδε σύμβολα τέχνης θήκατο, δουλοσύνας ἄχθος ἀπωσάμενος. |
| ω 295 | Ὠψωνηκότες: ὀψωνήσαντες. |
Also published as PDF.