eul_wid: aau-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Shield of Heracles by Hesiod

The Shield of Heracles is a short epic poem of 480 lines composed in the traditional Greek epic dialect. Although attributed since antiquity to the poet Hesiod, its authenticity is widely disputed. The work narrates a heroic episode in which Heracles and his nephew Iolaus confront the violent brigand Cycnus, son of the war god Ares. Its most celebrated passage is an extended description of the magnificent shield crafted for Heracles by the god Hephaestus. This detailed section depicts scenes of war and peace, city life, and the cosmos, directly imitating and rivaling the famous description of Achilles' shield in Homer's Iliad. The complete poem survives within the medieval manuscript tradition of Hesiod's works. Scholars generally date its composition later than Hesiod's undisputed works, likely to the sixth century BCE. It opens with a connective link to the Hesiodic Catalogue of Women, suggesting it was intended as a focused heroic narrative celebrating Heracles for an audience well-versed in epic poetry. The poem's primary purpose is considered to be a demonstration of poetic skill, elaborating on a traditional myth with a spectacular descriptive set-piece.

ΑΣΠΙΣ
... Ἢ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε
τάων ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων
τοῖον ἄηθʼ οἷόν τε πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·
ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης
πρίν γε φόνον τείσαιτο κασιγνήτων μεγαθύμων
ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·
τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα
ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.
τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε
Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
αὐτῇ μὲν γὰρ νυκτὶ τανισφύρου Ἠλεκτρυώνης
εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·
αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε,
οὐδʼ ὅ γε πρὶν δμῶας καὶ ποιμένας ἀγροιώτας
ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
οὐκέθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·
τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα
δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην,
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
αὐτὰρ Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι·
κεκριμένην γενεήν, τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
Ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
αὐτὸν καὶ πατέρα ὃν Ἄρηʼ, ἄατον πολέμοιο,
τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι
νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει
κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων·
ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
ἵππων ἱεμένων. κεχάρητο δὲ Κύκνος ἀμύμων,
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε
χαλκῷ δῃώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
λάμπεν ὑπαὶ δεινοῖο θεοῦ τευχέων τε καὶ αὐτοῦ,
πῦρ δʼ ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
«Ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
ἦ τι μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην
ἦλθε λιπὼν Τίρυνθον, ἐυκτίμενον πτολίεθρον,
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·
ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἡνιόχην τανύπεπλον,
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρματα πάντα παρεῖχον,
ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δʼ ἄρα κηρόθι μᾶλλον.
ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
ὃς προλιπὼν σφέτερόν τε δόμον σφετέρους τε τοκῆας
ᾤχετο τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
σχέτλιος· ἦ που πολλὰ μετεστοναχίζετʼ ὀπίσσω
ἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν.
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα
ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος·
ἦ μὴν καὶ κράτερός περ ἐὼν ἄαται πολέμοιο.»
Τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
«ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα,
οἷον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα
δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε
μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
φυλόπιδα στήσειν, τά σφιν πολὺ φίλτερα θοίνης.»
Ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη
θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
«ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,
ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν ὥς κε δύνηαι.»
Ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκε.
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον,
δεινὸς ἀνήρ· κοίλην δὲ περὶ στήθεσσι φαρέτρην
κάββαλεν ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ
ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες·
πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ.
κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
δαιδαλέην, ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
ἥ τʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
Χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι.
πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι
ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ.
ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκαθεόντων,
δεινῶν, ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
Ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
ἐν δʼ Ὅμαδός τε Φόνος τʼ Ἀνδροκτασίη τε δεδήει,
Ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
Ἀμφιτρυωνιάδης· τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα·
στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσι·
κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.
Ἐν δὲ συῶν ἀγέλαι χλούνων ἔσαν ἠδὲ λεόντων
ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν, οὐδέ νυ τώ γε
οὐδέτεροι τρεέτην, φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
δοιοί, ἀπουράμενοι ψυχάς· κατὰ δέ σφι κελαινὸν
αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες
κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν·
τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
Ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε
Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος
Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.
Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν
Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
Ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης,
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
αἵματι φοινικόεις ὡς εἰ ζωοὺς ἐναρίζων,
δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
Ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
ἔγχος ἔχουσʼ ἐν χειρὶ χρυσέην τε τρυφάλειαν
αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν.
Ἐν δʼ ἦν ἀθανάτων ἱερὸς χορός· ἐν δʼ ἄρα μέσσῳ
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
χρυσείῃ φόρμιγγι·
θεαὶ δʼ ἐξῆρχον ἀοιδῆς
Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
Ἐν δὲ λιμὴν εὔορμος ἀμαιμακέτοιο θαλάσσης
κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
κλυζομένῳ ἴκελος·
δοιὼ δʼ ἀναφυσιόωντες
ἀργύρεοι δελφῖνες ἐφοίβεον ἔλλοπας ἰχθῦς.
τῶν δʼ ὕπο χάλκειοι τρέον ἰχθύες· αὐτὰρ ἐπʼ ἀκτῆς
ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος, εἶχε δὲ χερσὶν
ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
Ἐν δʼ ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
οὔτʼ ἄρʼ ἐπιψαύων σάκεος ποσὶν οὔθʼ ἑκὰς αὐτοῦ,
θαῦμα μέγα φράσσασθʼ, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις,
χρύσεον· ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα·
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
χαλκέου ἐκ τελαμῶνος· ὃ δʼ ὥς τε νόημʼ ἐποτᾶτο·
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
Γοργοῦς· ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
ἀργυρέη· θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
χρύσειοι· δεινὴ δὲ περὶ κροτάφοισι ἄνακτος
κεῖτʼ Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
Περσεὺς Δαναΐδης ἐτιταίνετο· ταὶ δὲ μετʼ αὐτὸν
Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
ἱέμεναι μαπέειν· ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα·
λίχμαζον δʼ ἄρα τώ γε, μένει δʼ ἐχάρασσον ὀδόντας
ἄγρια δερκομένω· ἐπὶ δὲ δεινοῖσι καρήνοις
Γοργείοις ἐδονεῖτο μέγας φόβος. οἳ δʼ ὑπὲρ αὐτέων
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες
μάρνανθʼ. αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς,
ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
ἄνδρες δʼ οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν
ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς
Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
δεινωποὶ βλοσυροί τε δαφοινοί τʼ ἄπλητοί τε
δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο
αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
κείμενον ἢ πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
βάλλον ὁμῶς ὄνυχας μεγάλους, ψυχὴ δὲ κατῇεν
Τάρταρον ἐς κρυόενθʼ· αἳ δὲ φρένας εὖτʼ ἀρέσαντο
αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
ἂψ δʼ ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
πὰρ δʼ Ἀχλὺς εἱστήκει ἐπισμυγερή τε καὶ αἰνή,
χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
γουνοπαχής, μακροὶ δʼ ὄνυχες χείρεσσιν ὑπῆσαν·
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
αἷμʼ ἀπελείβετʼ ἔραζʼ· ἣ δʼ ἄπλητον σεσαρυῖα
εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
δάκρυσι μυδαλέη. παρὰ δʼ εὔπυργος πόλις ἀνδρῶν,
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
ἑπτὰ πύλαι· τοὶ δʼ ἄνδρες ἐν ἀγλαΐαις τε χοροῖς τε
τέρψιν ἔχον· τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπʼ ἀπήνης
ἤγοντʼ ἀνδρὶ γυναῖκα, πολὺς δʼ ὑμέναιος ὀρώρει·
τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύφαζε
χερσὶν ἐνὶ δμῳῶν· ταὶ δʼ ἀγλαΐῃ τεθαλυῖαι
πρόσθʼ ἔκιον, τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο·
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ·
αἳ δʼ ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
τοί γε μὲν αὖ παίζοντες ὑπʼ ὀρχηθμῷ καὶ ἀοιδῇ
πρόσθʼ ἔκιον· πᾶσαν δὲ πόλιν θαλίαι τε χοροί τε
ἀγλαΐαι τʼ εἶχον. τοὶ δʼ αὖ προπάροιθε πόληος
νῶθʼ ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δʼ ἀροτῆρες
ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
ἐστάλατʼ. αὐτὰρ ἔην βαθὺ λήιον· οἵ γε μὲν ἤμων
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα
βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν·
οἳ δʼ ἄρʼ ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωῇ·
οἳ δʼ ἐτρύγων οἴνας, δρεπάνας ἐν χερσὶν ἔχοντες·
οἳ δʼ αὖτʼ ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
βριθόμενος σταφυλῇσι· μελάνθησάν γε μὲν αἵδε.
οἵ γε μὲν ἐτράπεον, τοὶ δʼ ἤρυον. οἳ δὲ μάχοντο
πύξ τε καὶ ἑλκηδόν· τοὶ δʼ ὠκύποδας λαγὸς ᾕρευν
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
ἱέμενοι μαπέειν, οἳ δʼ ἱέμενοι ὑπαλύξαι.
πὰρ δʼ αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δʼ ἀέθλῳ
δῆριν ἔχον καὶ μόχθον· ἐυπλεκέων δʼ ἐπὶ δίφρων
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
ῥυτὰ χαλαίνοντες, τὰ δʼ ἐπικροτέοντα πέτοντο
ἅρματα κολλήεντʼ, ἐπὶ δὲ πλῆμναι μέγʼ ἀύτευν.
οἳ μὲν ἄρʼ ἀίδιον εἶχον πόνον, οὐδέ ποτέ σφιν
νίκη ἐπηνύσθη, ἀλλʼ ἄκριτον εἶχον ἄεθλον.
τοῖσι δὲ καὶ προύκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
Ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον· οἳ δὲ κατʼ αὐτὸν
κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ
νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο·
θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε,
ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου,
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος
δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
Ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
καί σφεας θαρσύνουσʼ ἔπεα πτερόεντα προσηύδα·
«Χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
ἄλλο δέ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρηʼ ἐπιόντα δοκεύσας,
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
ἂψ δʼ ἀναχάσσασθαι, ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.»
Ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο·
ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
αἰγίδʼ ἀνασσείσασα· περιστενάχησε δὲ γαῖα.
τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
τῶν δʼ ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν
ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
«Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους,
ἀνδράσιν οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
εἶκε παρὲξ ἰέναι· Τρηχῖνάδε τοι παρελαύνω
ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμει τε καὶ αἰδοῖ
Τρηχῖνος προβέβηκε. σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·
τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
ὦ πέπον, οὐ μὲν γάρ τοι Ἄρης θανάτοιο τελευτὴν
ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος
ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα·
πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα ...»
Ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν
παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος·
ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους.
τῶν δʼ ὑπὸ σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών
ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
πέτραι ἀποθρώσκωσιν, ἐπʼ ἀλλήλαις δὲ πέσωσι,
πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δέ τε πεῦκαι
αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων
ῥίμφα κυλινδομένων, ἧος πεδίονδʼ ἀφίκωνται,
ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
πᾶσα δὲ Μυρμιδόνων τε πόλις κλειτή τʼ Ἰαωλκὸς
Ἄρνη τʼ ἠδʼ Ἑλίκη Ἄνθειά τε ποιήεσσα
φωνῇ ὑπʼ ἀμφοτέρων μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ
θεσπεσίῳ σύνισαν· μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα
δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν·
τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου.
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
καί τε πανημέριός τε καὶ ἠῷος χέει αὐδὴν
ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
τῆμος δὴ
μάρναντο, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
δεινὴ δέ σφʼ ἰαχὴ ἄραβός θʼ ἅμα γίνετʼ ὀδόντων ...
ἔνθʼ ἦ τοι Κύκνος μέν, ὑπερμενέος Διὸς υἱὸν
κτεινέμεναι μεμαώς, σάκει ἔμβαλε χάλκεον ἔγχος,
οὐδʼ ἔρρηξεν χαλκός, ἔρυτο δὲ δῶρα θεοῖο·
Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
μεσσηγὺς κόρυθός τε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
ἤλασʼ ἐπικρατέως, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε
ἀνδροφόνος μελίη· μέγα γὰρ σθένος ἔμπεσε φωτός.
ἤριπε δʼ, ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ὅτε πεύκη
ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ·
ὣς ἔριπʼ, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
Τὸν μὲν ἔπειτʼ εἴασε Διὸς ταλακάρδιος υἱός,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
ὅς τε μάλʼ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
ἐμ μένεος δʼ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
γλαυκιόων δʼ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·
τοῖος ἄρʼ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ.
ὡς δʼ ὅτʼ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
μακρὰ δʼ ἐπιθρώσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
ἔρχεται ἐμμεμαυῖα· πάγος δέ οἱ ἀντεβόλησεν
ὑψηλός, τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·
τὼς ἄρʼ ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
κεκληγὼς ἐπόρουσεν, ὃ δʼ ἐμμαπέως ὑπέδεκτο.
αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδʼ ἔχουσα·
δεινὰ δʼ ὑπόδρα ἰδοῦσʼ ἔπεα πτερόεντα προσηύδα·
«Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
ἀλλʼ ἄγε παῦε μάχης, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο.»
Ὣς ἔφατʼ· ἀλλʼ οὐ πεῖθʼ Ἄρεος μεγαλήτορα θυμόν,
ἀλλὰ μέγα ἰάχων, φλογὶ εἴκελα τεύχεα πάλλων
καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
κακκτάμεναι μεμαώς· καί ῥʼ ἔμβαλε χάλκεον ἔγχος,
σπερχνὸν παιδὸς ἑοῦ κοτέων περὶ τεθνηῶτος,
ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
ἔγχεος ὁρμὴν ἔτραπʼ ὀρεξαμένη ἀπὸ δίφρου.
δριμὺ δʼ Ἄρηʼ ἄχος εἷλεν· ἐρυσσάμενος δʼ ἄορ ὀξὺ
ἔσσυτʼ ἐφʼ Ἡρακλέα κρατερόφρονα· τὸν δʼ ἐπιόντα
Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
μηρὸν γυμνωθέντα σάκευς ὑπὸ δαιδαλέοιο
οὔτασʼ ἐπικρατέως· διὰ δὲ μέγα σαρκὸς ἄραξε
δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
ἤλασαν αἶψʼ ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
ἐς δίφρον θῆκαν πολυδαίδαλον· αἶψα δʼ ἔπειτα
ἵππους μαστιέτην, ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
υἱὸς δʼ Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
Κύκνον σκυλεύσαντες ἀπʼ ὤμων τεύχεα καλὰ
νίσοντʼ· αἶψα δʼ ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη
ἐξίκετʼ Οὔλυμπόν τε μέγαν καὶ δώματα πατρός.
Κύκνον δʼ αὖ Κήυξ θάπτεν καὶ λαὸς ἀπείρων,
οἵ ῥʼ ἐγγὺς ναῖον πόλιος κλειτοῦ βασιλῆος,
τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
τοῦ δὲ τάφον καὶ σῆμʼ ἀιδὲς ποίησεν Ἄναυρος
ὄμβρῳ χειμερίῳ πλήθων· τὼς γάρ μιν Ἀπόλλων
Λητοΐδης ἤνωξʼ, ὅτι ῥα κλειτὰς ἑκατόμβας
ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.