eul_wid: aau-ae
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Women by Hesiod

Fragments on Women is a modern designation for a collection of excerpts attributed to the early Greek poet Hesiod that concern mythological female figures. These twenty-eight fragments are not derived from a single, unified ancient poem but are preserved through quotations in later authors and on papyrus scraps. The majority are believed to originate from Hesiod’s lost genealogical epic, known as the Catalogue of Women or the Ehoiai, with others possibly stemming from related works such as the Great Ehoiai. The fragments primarily detail heroic genealogies, using women as the pivotal link between the divine and mortal realms. They present narratives and catalogues featuring figures such as Alcmene, the daughters of Proteus, and Atalanta, often structured around the repetitive ehoie formula, meaning "Or such as she who...". The complete poems from which these fragments derive were lost in late antiquity. Their survival depends on quotations in authors like Plutarch and Clement of Alexandria, on papyri dating from the third century BCE onward, and on citations found in ancient commentators and lexicographers. The standard modern critical edition is Fragments of Hesiod by Merkelbach and West, published in 1967. This Hesiodic tradition played a crucial role in systematizing Greek heroic genealogy, providing a canonical framework that was extensively used by later poets, tragedians, and mythographers. Its catalogic structure influenced subsequent poetic forms, and its content was fundamental in shaping the enduring canon of Greek mythology.

Νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
αἳ τότʼ ἄρισται ἔσαν
μίτρας τʼ ἀλλύσαντο …
μισγόμεναι θεοῖσιν
ξυναὶ γὰρ τότε δαῖτες ἔσαν, ξυνοὶ δὲ θόωκοι
ἀθανάτοις τε θεοῖσι καταθνητοῖς τʼ ἀνθρώποις.
οὐδʼ ἄρα ἰσαίωνες ομ
ἀνέρες ἠδὲ γυναῖκες ε
ὀσσόμενοι φρεσὶ γῆρας
οἳ μὲν δηρὸν ε … κ …
ἠΐθεοι, τοὺς δʼ εἶθαρ ε …
ἀθάνατοι νεότητ
τάων ἔσπετε Μοῦσαι
ὅσσαις δὴ παρελέξατʼ Ὀλύμπιος εὐρύοπα Ζεὺς
σπερμαίνων τα …
ς τε Ποσειδάων
… ν τʼ Ἄρης …
… ηι … ιντ …
… στοσπ
… Ἑρμῆς …
βίη Ἡρακλῆος
Ἄγριον ἠδὲ Λατῖνον,
κούρη δʼ ἐν μεγάροισιν ἀγαυοῦ Δευκαλίωνος
Πανδώρη Διὶ πατρὶ θεῶν σημάντορι πάντων
μιχθεῖσʼ ἐν φιλότητι τέκε Γραικὸν μενεχάρμην
ἣ δʼ ὑποκυσαμένη Διὶ γείνατο τερπικεραύνωι
υἷε δύω, Μάγνητα Μακηδόνα θʼ ἱππιοχάρμην,
οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματʼ ἔναιον
Μάγνης δʼ αὖ Δίκτυν τε καὶ ἀντίθεον Πολυδέκτεα.
Θουκυδίδου ὑπόμνησις, Αἴλιος Ἡρωδιανός περὶ μον. λέξ.
Ἕλληνος δʼ ἐγένοντο φιλοπτολέμου βασιλῆος
Δῶρός τε Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης
Αἰολίδαι δʼ ἐγένοντο θεμιστοπόλοι βασιλῆες
Κρηθεὺς ἠδʼ Ἀθάμας καὶ Σίσυφος αἰολομήτης
Σαλμωνεύς τʼ ἄδικος καὶ ὑπέρθυμος Περιήρης
[ ]ί̣την θʼ ἑλικοβ[λέφαρον
–⏑⏑ Π]ορθά̣ων[
[ ].εγείνα[τ
–⏑⏑ Ἀλ]κάθο̣όν τ̣[ε
–⏑⏑ ]Ἱπποδά[μα
–⏑ ]τ̣ατος δὲ Πυλ[
–⏑⏑ ]ρ̣ʼ Οἰ̣νέος̣[
τὴν δʼ Ἀμαρυγκείδης Ἱππόστρατος ὄζος Ἄρηος
Φυκτέος ἀγλαὸς υἱὸς Ἐπειῶν ὄρχαμος ἀνδρῶν
ὤικεε δʼ Ὠλενίην πέτρην ποταμοῖο παρʼ ὄχθας
εὐρεῖος Πείροιο
… ἀγακλυτὸς ἱππότα Τυδεύς
… ν ταναήκεϊ χαλκῶι
ἀπηύρων Οἰνέα δῖον
… ν μένος ἀντιθέοιο
θαλερὴν ποιήσατʼ ἄκοιτιν
… μακάρεσσι θεοῖσι
… ω δῶρα ἔδωκε
… καὶ γήραος ἦεν
… ε
… γένεθʼ υἱός
… οισιν
… γείνατο παῖδα
.[
[ἀ]ν̣θρώπων̣[
ναίει καί ῥʼ ἁλιοι[
Κῆυξ δʼ οὔτεπ̣[
παύεται ἀΐσσω̣[ν
ἵεται Ἀλκυόνη[ς
ἀλλὰ Διὸς κρυπ[τὸς πέλεται νόος, οὐδέ τις ἀνδρῶν
φράσσασθαι δύ[ναται
τὴν δ[' αὖ] Μυρμι[δόνος κρατερὸν μένος ἀντιθέοιο
Πεισιδίκην ὤπυ̣[ιε
ἣ δʼ ἔτεκʼ Ἄντιφ[ον υἷα καὶ Ἄκτορα
ἣ δὲ Ποσειδάω[νος ἐν ἀγκοίνηισι μιγεῖσα
Αἰολιο̣.[...].μ̣[
[ ]..π̣ρ̣ο̣ν̣[
[ ].[
[ ]κ̣α̣λ̣λιπά[ρ]η̣ον̣
[ ].ϊερον, ὧ̣ι̣ π̣οτ[ε] ν̣ύμφη̣[
[ χαρίε]σ̣σ̣α̣ μίγη φι̣λό[τη]τ̣ι καὶ ε[ὐνῆι·
[ ]η̣ν̣ π̣ε̣ριτελλο̣μ̣έ̣νων ἐνιαυ[τῶν
[ ]..ν̣ πολυήρατον εἶδος ἔχουσ[αν.
[ ]ἐ̣κ̣όμ̣ι̣σσε πατήρ, ὀΐων τε καὶ αἰγ[ῶν
[ ]..ν ἔδουσάν τε κ[ρ]έ̣α μι̣.[
[ τι]ς ἰδεῖ̣ν̣ δύ̣ν̣ατο θνητῶν ἀνθρ[ώπων
[ ].αροις̣...ν̣ην̣ κικλ̣ήσκεσκον[
[ Ἄ]κτωρ [θαλ]ερὴν ποιήσατʼ ἄκοι[τιν
[ ]εος γαιηό̣χ̣ου ἐννοσιγαίου·
ἣ δʼ ἄρʼ ἐνὶ μεγ]άροις διδυ̣μάονε γείνατο τέκ[νω
Ἄκτορι κυσαμ]ένη καὶ ἐρικτ̣ύ̣π̣ω̣ι̣ ἐννοσιγαί̣[ωι,
ἀπλήτω, Κτέα]τ̣ό̣ν τε καὶ Εὔ̣ρυτον, οἷσι πόδες [μ]έ̣ν̣.[
ἦν τέτορες, κ]εφα̣λ̣α̣ὶ̣ δ̣ὲ̣ δ̣ύ̣ω̣ ἰ̣δ̣ὲ̣ χ̣εῖρες εεις̣[..]ν̣
[ ὤ]μων δ̣.φ̣υ̣[..]κ̣α̣π̣ι̣σ̣χι[.....]μ̣ε̣ν̣[
[ ]ν̣τ̣ο θεοί α.[....]...ι̣η̣κ̣[.....]αι
… αμβατο
… ολων
… νοπ
[ ].λ̣ι̣.κ̣ος̣[
[ ]ειηι
[ ]ν ὁμοίη
..... ..... ..... ..... Ἀ]γήνο[ρ]ος ἰσοθέοι[ο
Δημοδίκη,] τὴν πλεῖστοι ἐπι⸥χθονίων ἀνθρώπ⸤ων
μνήστευον, καὶ πολλὰ⸥ [περ]ικλυτὰ δῶρʼ ὀνόμ⸤ηναν
ἴφθιμοι βασιλῆες, ἀπειρέσ⸥ιον [μ]ετὰ εἶδος.
ἀλλά οἱ οὔ ποτε θυμὸν ἐνὶ] στήθεσσιν ἔπε̣ιθο̣[ν
..... ..... .....παραὶ λ]έχεσιν καλέεσθαι
εδρας
ὑστατ …
ἠʼ οἷαι κοῦραι
τρεῖς οἷαί τε θεαί, περικαλλέα ἔργʼ εἰδυῖαι,
Λήδη τʼ Ἀλθαίη τε Ὑπερμήστρη τε βοῶπις
Αἰτωλ
ἣ μὲν Τυνδαρέου θαλερὸν λέχος εἰσαναβᾶσα
Λήδη ἐυπλόκαμος ἰκέλη φαέεσσι σελήνης
γείνατο Τιμάνδρην τε Κλυταιμήστρην τε βοῶπιν
Φυλονόην θʼ ἣ εἶδος ἐρήριστʼ ἀθανάτηισι.
τὴν … ἰοχέαιρα,
θῆκεν δʼ ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
γῆμε δʼ ἑὸν διὰ κάλλος ἄναξ ἀνδρῶν Ἀγαμέμνων
κούρην Τυνδαρέοιο Κλυταιμήστρην κυανῶπιν·
ἣ τέκεν Ἰφιμέδην καλλίσφυρον ἐν μεγάροισιν
Ἠλέκτρην θʼ ἣ εἶδος ἐρήριστʼ ἀθανάτηισιν.
Ἰφιμέδην μὲν σφάξαν ἐυκνήμιδες Ἀχαιοὶ
βωμῶι ἔπʼ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς,
ἤματι τῶι ὅτε νηυσὶν ἀνέπλεον Ἴλιον εἴσω
ποινὴν τεισόμενοι καλλισφύρου Ἀργειώνης,
εἴδωλον· αὐτὴν δʼ ἐλαφηβόλος ἰοχέαιρα
ῥεῖα μάλʼ ἐξεσάωσε, καὶ ἀμβροσίην ἐρατεινὴν
στάξε κατὰ κρῆθεν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη,
θῆκεν δʼ ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
τὴν δὴ νῦν καλέουσιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
Ἄρτεμιν εἰνοδίην, πρόπολον κλυτοῦ ἰοχεαίρης.
λοῖσθον δʼ ἐν μεγάροισι Κλυταιμήστρη κυανῶπις
γείναθʼ ὑποδμηθεῖσʼ Ἀγαμέμνονι δῖον Ὀρέστην,
ὅς ῥα καὶ ἡβήσας ἀπετείσατο πατροφονῆα,
κτεῖνε δὲ μητέρα ἣν ὑπερήνορα νηλέι χαλκῶι.
Τιμάνδρην δʼ Ἔχεμος θαλερὴν ποιήσατʼ ἄκοιτιν,
ὃς πάσης Τεγέης ἠδʼ Ἀρκαδίης πολυμήλου
ἀφνειὸς ἤνασσε, φίλος μακάρεσσι θεοῖσιν·
ἥ οἱ Λαόδοκον μεγαλήτορα ποιμένα λαῶν
γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσῆν Ἀφροδίτην
… ἐμβασίλευε … η …
… ν … χο
… Ὀλύμπι
… ἀεθλοφόρον Πολυδεύκεα
… ν
ὅς μιν
ἔγχει μάρνασθαι
πλήγ γʼ Ἡρακλῆος
αυτ … Ἄρηϊ …
ξανθοκόμη …
τοῦ καὶ ἀπʼ ὀφθαλμῶν
γοργ … α
θηρο … νδ …
οὔτέ τις ἐν πολέμωι φθισήνορι δακρυόεντι
ἔτλη ἐσάντα ἰδὼν μεῖναι κρατερὸν Μελέαγρον
ἀνδρῶν ἡρώων, ὁπότʼ ἰθύοι ἄντα μάχεσθαι.
ἀλλʼ ὑπʼ Ἀπόλλωνος χερσὶν … θ …
μαρνάμενος Κουρῆσι περὶ Πλευρῶνι μακεδνῆι.
τοὺς δʼ ἄλλους Οἰνῆϊ τέκʼ Ἀλθαίη κυανῶπις,
Φηρέα θʼ ἱππόδαμον καὶ ἐυμμελίην Ἀγέλαον
Τοξέα τε Κλύμενόν τε ἄνακτʼ ἀτάλαντον Ἄρηϊ
Γόργην τʼ ἠύκομον καὶ ἐπίφρονα Δηϊάνειραν,
ἣ τέχʼ ὑποδμηθεῖσα βίηι Ἡρακληείηι
Ὕλλον καὶ Γλῆνον καὶ Κτήσιππον καὶ Ὀνείτην·
τοὺς τέκε καὶ δείνʼ ἔρξʼ, ἐπεὶ ἀάσατο μέγα θυμῶι,
ὁππότε φάρμακον … ἐπιχρίσασα χιτῶνα
δῶκε Λίχηι κήρυκι φέρειν· ὃ δὲ δῶκεν ἄνακτι
Ἀμφιτρυωνιάδηι Ἡρακλῆϊ πτολιπόρθωι.
δεξαμένωι δέ οἱ αἶψα τέλος θανάτοιο παρέστη·
καὶ θάνε καί ῥʼ Ἀΐδαο πολύστονον ἵκετο δῶμα.
— νῦν δʼ ἤδη θεός ἐστι, κακῶν δʼ ἐξήλυθε πάντων,
— ζώει δʼ ἔνθά περ ἄλλοι Ὀλύμπια δώματʼ ἔχοντες
— ἀθάνατος καὶ ἄγηρος, ἔχων καλλίσφυρον Ἥβην,
— παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου·
— τὸν πρὶν μέν ῥʼ ἤχθηρε θεὰ λευκώλενος Ἥρη
— ἔκ τε θεῶν μακάρων ἔκ τε θνητῶν ἀνθρώπων,
— νῦν δʼ ἤδη πεφίληκε, τίει δέ μιν ἔξοχον ἄλλων
— ἀθανάτων μετά γʼ αὐτὸν ἐρισθενέα Κρονίωνα.
δῖα δʼ Ὑπερμήστρη λαῶν ἀγὸν Ἀμφιάρηον
γείνατʼ Ὀϊκλῆος θαλερὸν λέχος εἰσαναβᾶσα
Ἄργει ἐν ἱπποβότωι πολέων ἡγήτορα λαῶν·
ὅς ῥʼ ἀγαθὸς μὲν ἔην ἀγορῆι, ἀγαθὸς δὲ μάχεσθαι,
ἐσθλὸς δʼ ἐν πραπίδεσσι, φίλος δʼ ἦν ἀθανάτοισι·
γείνατο δʼ Ἰφιάνειραν ἐπήρατον εἶδος ἔχουσαν
Ἔνδηόν τε ἄνακτʼ ἀνδρῶν ἠύν τε μέγαν τε
… λλε … πρὸ γάμοιο δάμη …
… Ἀμφίμαχος κρατερ …
… ειηις Σπάρτην ἐς καλλιγύναικα·
ἥ οἱ ἐγείνατο παῖδα μεγασθενέ … ιο …
ἠʼ οἷαι κοῦραι Πορθάονος ἐξεγένοντο
τρεῖς, οἷαί τε θεαί, περικαλλέα ἔργʼ εἰδυῖαι·
τάς ποτε Λαοθόη κρείουσʼ Ὑπερηῒς ἀμύμων
γείνατο Παρθᾶνος θαλερὸν λέχος εἰσαναβᾶσα,
Εὐρυθεμίστην τε Στρατονίκην τε Στερόπην τε.
ταὶ δο … Νυμφάων καλλιπλοκάμων συνοπηδοὶ
… Μουσέων τε κατʼ οὔρεα βησσήεντα
… ἔσχον Παρνησσοῦ τʼ ἄκρα κάρηνα
… μεναι χρυσοστεφάνου Ἀφροδίτης
… εχ … φ … αμοντες
νυ … πολλὰ κ … μῶνας ἵκοντο
παρ … τι μάκρʼ οὔρεα οἰκείουσαι,
δώματα λείπουσαι πατρὸς καὶ μητέρα κεδνήν.
αἵ ῥα τότʼ εἴδει ἀγαλλόμεναι καὶ ἀϊδρείηισιν
ἀμφὶ περὶ κρ … ἀργυροδίνεω
ἠέριαι στεῖβον ἐέρσην
ἄνθεα μαιόμεναι κεφαλῆις εὐώδεα κόσμον·
τάων μ … με … Φοῖβος Ἀπόλλων,
βῆ δὲ φέρων ἀνάεδνον ἐύζωνον Στρατονίκην·
δῶκε δὲ παιδὶ φίλωι θαλερὴν κεκλῆσθαι ἄκοιτιν
ἀντιθέωι Μελανῆϊ, τὸν οὔρεσι πότνια νύμφη
Οἰτηῒς Προνόη … ωματ … ου …
τῶι δʼ ὑποκυσαμένη καλλίζωνος Στρατονίκη
Εὔρυτον ἐν μεγάροισιν ἐγείνατο φίλτατον υἱόν.
τοῦ δʼ υἱεῖς ἐγένοντο Δηΐων τε Κλυτίος τε
Τοξεύς τʼ ἀντίθεος ἠδʼ Ἴφιτος ὄζος Ἄρηος.
τοὺς δὲ μέθʼ ὁπλοτάτην τέκετο ξανθὴν Ἰόλειαν,
τῆς ἕνεκʼ Οἰχαλίην
Ἀμφιτρυωνιάδης
τὴν δʼ αὐτέων παρὰ πατρ
Θέστιος ἱππόδαμος δ
ἠγάγεθʼ ἵπποισίν τε καὶ ἅρμασι κολλητοῖσι
μυρία ἕδνα πορών
ἣ δʼ ὑποκυσαμένη καλλίζωνος Στρατονίκη
Εὔρυτον ἐν μεγάροισιν ἐγείνατο φίλτατον υἱόν.
τοῦ δʼ υἱεῖς ἐγένοντο Δηΐων τε Κλυτίος τε
Τοξεύς τʼ ἀντίθεος ἠδʼ Ἴφιτος ὄζος Ἄρηος·
τοὺς δὲ μέθʼ ὁπλοτάτην τέκετο ξανθὴν Ἰόλειαν
Ἀντιόχη κρείουσα παλαιὸν γένος Ναυβολίδαο.
νῆσον ἐς Ἀνθεμόεσσαν, ἵνά σφισι δῶκε Κρονίων.
[ ]ερι τῶνδε[
[ ]γυναῖκες[
[ ]ν ἵκοντο
[κ]α̣τέλεξαν[
[ ]ν̣ ἐνισπεῖ[ν
[ ]ε̣ γὰρ αἰνῶ[ς
…
[ ].αι·
[ γυ]ν̣αικ[
… γ … ν … ωπ …
… ταμη … ηδο …
… οὐρανοῦ ἀστερόεντος
… ὡπλίζετο μώνυχας ἵππους
… χαλκέους τε λέβητας
… θοον ἅρμα καὶ ἵππους
… χάλκεοί τε λέβητες
… πατὴρ ἀνδρῶν τε θεῶν τε
… ὑπὸ ζυγῶι ἅρματʼ ἔχοντας
… σέλας πυρὸς αἰθομένοιο
… ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
… ν. ὁ δʼ ἀγᾶτο πατὴρ ἀνδρῶν τε θεῶν τε,
σκληρὸν δʼ ἐβρόντησεν ἀπʼ οὐρανοῦ ἀστερόεντος
… ον δή· ἐτίναξε δὲ γαῖαν ἅπασαν.
βῆ δὲ κατʼ Οὐλύμποιο χολούμενος, αἶψα δʼ ἵκανεν
λαοὺς Σαλμωνῆος ἀτασθάλου, οἳ τάχʼ ἔμελλον
πείσεσθʼ ἔργʼ ἀΐδηλα διʼ ὑβριστὴν βασιλῆα·
τοὺς δʼ ἔβαλεν βροντῆι τε καὶ αἰθαλόεντι κεραυνῶι.
ὣς λαοὺς ἀπετίνεθʼ ὑπερβασίην βασιλῆος.
… ς παῖδάς τε γυναῖκά τε οἰκῆάς τε,
… πόλιν καὶ δώματʼ … ίρρυτα θῆκεν ἀίστως,
τὸν δὲ λαβὼν ἔρριψʼ ἐς Τάρταρον ἠερόεντα,
ὡς μή τις βροτὸς ἄλλος ἐρίζοι Ζηνὶ ἄνακτι.
τοῦ δʼ ἄρα παῖς ἐλέλειπτο φίλη μακάρεσσι θεοῖσι
Τυρὼ ἐυπλόκαμος ἰκέλη χρυσῆι Ἀφροδίτηι,
οὕνεκα νεικείεσκε καὶ ἤρισε Σαλμωνῆϊ
συνεχές, οὐδʼ εἴασκε θεοῖς βροτὸν ἰσοφαρίζειν·
τούνεκά μιν ἐσάωσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
… ἐς Κρηθῆος ἀμύμονος ἤγαγεν οἶκον
… ἀσπασίως ὑπεδέξατο καί ῥʼ ἀτίταλλεν.
αὐτὰρ ἐπεί ῥʼ ἥβης πολυηράτου ἐς τέλος ἦλθεν
… τῆς γʼ ἐράεσκε Ποσειδάων ἐνοσίχθων
… φιλότητι θεὸς βροτῶι, οὕνεκʼ ἄρʼ εἶδος
πασάων προὔχεσκε γυναικῶν θηλυτεράων.
ἣ δʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα
… ν
… ται
… ε κούρη
… ς
… απα … τῆς
… ασ … ε …
… υν …
..... ..... .....].[.]..Π̣ο̣σ̣ε̣ι̣δάων λ̣[
τέξεις δʼ ἀγλαὰ τέκ]να, ἐπεὶ οὐκ ἀποφώ[λιοι εὐναὶ
ἀθανάτων· σὺ δὲ τ]οὺς κομέειν ἀτιτα[λλέμεναί τε.
..... ..... .....]. ἵνʼ ἀγλαὰ τέκνα τ[εκ-
..... ..... ...].τανεμεσσητοι τε[
ὣς εἰπὼν ὃ μὲν αὖτις] ἀ̣γ̣ασ̣τόν̣ωι εμ[
..... ..... ..... ..]η̣ ἔβη οἶκόνδε [νέεσθαι
[ ]..ο̣ν̣.[
… ε … βρ … θυ
Νηλέα καὶ Πελίην πολέσιν λαοῖσιν ἄνακτας·
καὶ τοὺς μὲν διένασσε πατὴρ ἀνδρῶν τε θεῶν τε,
νόσφιν δʼ ἀλλήλων ναῖον πτολίεθρα …
ἤτοι ὁ μὲν Πύλον εἶχε καὶ ἔκτισε γῆν ἐρατεινὴν
Νηλεύς, καί ῥα θύγατρʼ Ἀμφίονος Ἰασίδαο
Χλῶριν ἐύζωνον θαλερὴν ποιήσατʼ ἄκοιτιν.
ἣ δέ οἱ ἐν μεγάροισιν ἐγείνατο φαίδιμα τέκνα,
Εὐαγόρην τε καὶ Ἀντιμένην καὶ Ἀλάστορα δῖον
Ταῦρόν τʼ Ἀστέριόν τε Πυλάονά τε μεγάθυμον
Δηΐμαχόν τε καὶ Εὐρύβιον κλειτόν τʼ Ἐπίλαον
Νέστορά τε Χρομίον τε Περικλύμενόν τʼ ἀγέρωχον,
ὄλβιον, ὧι πόρε δῶρα Ποσειδάων ἐνοσίχθων
παντοῖʼ, ἄλλοτε μὲν γὰρ ἐν ὀρνίθεσσι φάνεσκεν
αἰετός, ἄλλοτε δʼ αὖ γινέσκετο, θαῦμα ἰδέσθαι,
μύρμηξ, ἄλλοτε δʼ αὖτε μελισσέων ἀγλαὰ φῦλα,
ἄλλοτε δεινὸς ὄφις καὶ ἀμείλιχος· εἶχε δὲ δῶρα
παντοῖʼ οὐκ ὀνομαστά, τά μιν καὶ ἔπειτα δόλωσε
βουλῆι Ἀθηναίης· πολέας δʼ ἀπόλεσσε καὶ ἄλλους
μαρνάμενος Νηλῆος ἀγακλειτοῦ περὶ τεῖχος
οὗ πατρός, πολέας δὲ μελαίνηι κηρὶ πέλασσε
κτείνων. ἀλλʼ ὅτε δή οἱ ἀγάσσατο Παλλὰς Ἀθήνη,
παῦσεν ἀριστεύοντα· βίην δʼ Ἡρακληείην
εἷλʼ ἄχος ἄτλητον κραδίην, ὤλλυντο δὲ λαοί.
ἤτοι ὁ μὲν ζυγοῦ ἄντα βίης Ἡρακληείης
ὀμφαλῶι ἑζόμενος μεγάλων ἐπεμαίετο ἔργων,
φῆ θʼ Ἡρακλῆος στήσειν μένος ἱπποδάμοιο·
νήπιος, οὐδʼ ἔδδεισε Διὸς ταλασίφρονα παῖδα,
αὐτὸν καὶ κλυτὰ τόξα, τά οἱ πόρε Φοῖβος Ἀπόλλων.
ἀλλὰ τότʼ ἀντίος ἦλθε βίης Ἡρακληείης
… ιας, τῶι δὲ γλαυκῶπις Ἀθήνη
Ἀμφιτρυωνιάδηι θῆκʼ εὐσχεθὲς ἐν παλάμηισι
τόξον, καί οἱ φράσσε Περικλύμενον θεοειδέα
… κεν κρατερὸν μένος α …
… μενος τάνυσεν χείρεσσι φίληισι
τόξον, καὶ ταχὺν ἰὸν ἐπὶ στρεπτῆς … νευρῆς
Νέστωρ δʼ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνωι.
… βίη Ἡρακληείη.
ὄφρα μὲν οὖν ἔζωε Περικλύμενος θεοειδής,
οὐκ ἐδύναντο Πύλον πραθέειν μάλα περ μεμαῶτες·
ἀλλʼ ὅτε δὴ θανάτοιο Περικλύμενον λάβε μοῖρα,
ἐξαλάπαξε Πύλοιο πόλιν Διὸς ἄλκιμος υἱός,
κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλούς,
ἕνδεκα, δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ
ξεῖνος ἐὼν ἐτύχησε παρʼ ἱπποδάμοισι Γερηνοῖς·
οὕτω δʼ ἐξέφυγεν θάνατον καὶ κῆρα μέλαιναν.
τοῦ δʼ ἦν Ἀντίλοχός τε καὶ αἰχμητὴς Θρασυμήδης
Περσεύς τε Στρατίος τε καὶ Ἄρητος καὶ Ἐχέφρων
Πεισιδίκη θʼ ἣ εἶδος ἐρήριστʼ ἀθανάτηισιν·
τοὺς δὲ μέθʼ ὁπλοτάτην τέκετο ξανθὴν Πολυκάστην
Νέστορος ἐν φιλότητι Ἀναξιβίη ῥοδόπηχυς
… ρτ
τ̣ο̣ῦ̣[...].[
Περσεύς τ̣ε̣ [Στρατίος τε καὶ Ἄρητος καὶ Ἐχέφρων
Πεισιδίκη θʼ ἣ εἶδος [ἐρήριστʼ ἀθανάτηισιν·
...[ ].[.]..[..].[
Ν̣έ̣σ̣τ̣[ορ
… νου, οὗ κλέος ες
ἀργαλέας· μοῦνος δʼ ὑπεδέξατο μάντις ἀμύμων.
καὶ τὸ μὲν ἐξετέλεσσε, β
δεσμὸν ἀεικὲς ἔχων
μνᾶτο γὰρ αὐτοκασιγνήτωι, ἥρωι Βίαντι,
ἤνυέ θ … ἱμερόεντα γάμον
βοῦς ἕλικας, καὶ ἄεθλον ἀμύμονα δέξατο κούρην.
Πηρὼ δʼ ἠύκομος Ταλαὸν
γείνατο παῖδα Βίαντος
οἳ δὲ καὶ εἰς Ἄργος Προῖτον πάρα δῖον ἵκοντο,
ἔνθά σφιν μετέδωκε
ἴφθιμος Προῖτος κλῆρον …
ἱπποδάμωι τε Βίαντι Μελάμποδί θʼ
μαντοσύνηις ἰήσατʼ, ἐπεὶ εφ
ἠλοσύνην ἐνέηκε χολωσαμεν-
αὕτη μὲν γενεὴ Νηλῆος
αὐτὰρ ὅ γʼ αὐτοῦ μίμνεν ἐν εὐρυχόρωι Ἰαωλκῶι
σκῆπτρον ἔχων Πελίης
τὰς τέκ …
Ἄλκηστιν μεν
ἠύκομόν τε Μέδουσαν
Πασιδίκην … η …
… τέκε …
Αἴσων, ὃς τέκεθʼ υἱὸν Ἰήσονα ποιμένα λαῶν,
ὃν Χείρων ἔθρεψʼ ἐνὶ Πηλίωι ὑλήεντι
ἐγὼ δʼ ἐξ ἀγρόθεν ἥκω
… ἐυστέφανος Πολυμήλη.
ἠʼ οἵη θυγάτηρ Ἐρυσίχθονος ἀντιθέοιο
… ου Τριοπίδαο
Μήστρη ἐυπλόκαμος, Χαρίτων ἀμαρύγματʼ ἔχουσα·
τὸν δʼ Αἴθωνʼ ἐκάλεσσαν ἐπώνυμον εἵνεκα λιμοῦ
αἴθωνος κρατεροῦ φῦλα θνητῶν ἀνθρώπων
… αἴθωνα δὲ λιμὸν ἅπαντες
… θνητοῖς ἀνθρώποις
… πυκινὰ φρεσὶ μήδεʼ ἰδυι-
… θεα … ν … γε περν
… γυναικῶν
…
…
… ετο τε
… γειν … κούρη
… σι κλ … οις … σι
… ἀπάτησε πολύφρονά περ μάλʼ ἐόντα
… κούρην ἑλικώπιδα καλλιπάρηον
… τʼ ἄλοχον θυμαρέʼ ἄγεσθαι
… γαρο … ὑπέσχετο μυρία ἕδνα
… ἑκατὸν … ημερα δω
… ων … βοῶν ἀγέλας ἐριμύκων
… ὀΐων … σα … αἰγῶν
… εδέξατο … ε θυμῶι
…
… δαυ
… σας κρ
… σεπετ …
… η τε γε … ιτο καὶ ἐκ
… ην· ἣ δὲ λυθεῖσα φίλου μετὰ δώματα πατρὸς
ὤιχετʼ ἀπαΐξασα, γυνὴ δʼ ἄφαρ αὖτις ἔγεντο
πατρὸς ἐνὶ μεγάροισι· μετῆλθε δὲ
… δη παρὰ μητρὶ ἐπο … ης
ἀμφὶς δʼ ἤθελʼ ἄγειν κούρην … υ
αἶψα δʼ ἄρʼ ἀλλήλοισιν ἔρις καὶ νεῖκος ἐτύχθη
Σισύφωι ἠδʼ Αἴθωνι τανισφύρου εἵνεκα κούρης,
οὐδʼ ἄρα τις δικάσαι δύνατο βροτός· ἀλλʼ αραπ
… ἐπέτρεψαν καὶ ἐπήινεσαν· ἣ δʼ ἄρα τοῖσιν
ἀτρεκέως διέθηκε δίκην δ …
«εὖτέ τις ἀντʼ ὤνοιο χατίζηι χρῆμʼ ἀνελέσθαι,
ἀμφὶ μάλα χρῆν ὦνον … τῖμον
οὐ γὰρ δὴ μεταμειπτόν, ἐπὴν τὰ πρῶτʼ ἀποδώηι.»
… αι … φη ταύτηι δεδ … ητα …
… ε … οὐρήων α …
ε μεθʼ ἡμιόνους τ …
… μωνα …
σενδ … το …
τοι μακάρων …
εν ελασσωνουν
ἀνδρῶν δὲ προὔχεσκε νοήματά τε πραπίδας τε,
ἀλλʼ οὔ πως ἤιδει Ζηνὸς νόον αἰγιόχοιο,
ὡς οὔ οἱ δοῖεν Γλαύκωι γένος Οὐρανίωνες
ἐκ Μήστρης καὶ σπέρμα μετʼ ἀνθρώποισι λιπέσθαι.
καὶ τὴν μέν ῥʼ ἐδάμασσε Ποσειδάων ἐνοσίχθων
τῆλʼ ἀπὸ πατρὸς ἑοῖο φέρων ἐπὶ οἴνοπα πόντον
ἐν Κόωι ἀμφιρύτηι καίπερ πολύιδριν ἐοῦσαν·
ἔνθα τέκʼ Εὐρύπυλον πολέων ἡγήτορα λαῶν
Κω … α γείνατο παῖδα βίην ὑπέροπλον ἔχοντα.
τοῦ δʼ υἱεῖς Χάλκων τε καὶ Ἀνταγόρης ἐγένοντο.
τῶι δὲ καὶ ἐξ ἀρχῆς ὀλίγης Διὸς ἄλκιμος υἱὸς
ἔπραθεν ἱμερόεντα πόλιν, κεράϊξε δὲ κώμας
εὐθὺς ἐπεὶ Τροίηθεν ἀνέπλεε νηυσὶ θοῆισι
… λαιων ἕνεχʼ ἵππων Λαομέδοντος·
ἐν Φλέγρηι δὲ Γίγαντας ὑπερφιάλους κατέπεφνε.
Μήστρη δὲ προλιποῦσα Κόων ποτὶ πατρίδα γαῖαν
νηῒ θοῆι ἐπέρησʼ ἱερέων ποτὶ γουνὸν Ἀθηνέων
… ἐπεὶ τέκε παῖδα Ποσειδάωνι ἄνακτι.
… αἰνόμορον πατέρα ὃν πορσαίνεσκεν.
… υ θυγάτηρ Πανδιονίδαο
… ἣν ἔργα διδάξατο Παλλὰς Ἀθήνη
… εουσα, νόεσκε γὰρ ἶσα θεῆισι
τῆς καὶ ἀπὸ χροϊῆς ἠδʼ εἵματος ἀργυφέοιο
… θεου χαρίεν τʼ ἀπὸ εἶδος ἄητο·
τῆς μὲν Σίσυφος Αἰολίδης πειρήσατο βουλέων
βοῦς ἐλάσας· ἀλλʼ οὔ τι Διὸς νόον αἰγιόχοιο
ἔγνω· ὁ μὲν δώροις διζήμενος ἦλθε γυναῖκα
βουλῆι Ἀθηναίης· τῶι δὲ νεφεληγερέτα Ζεὺς
ἀθανάτωι ἀνένευσε καρήατι μή ποτʼ ὀπ …
ἔσσεσθαι … ητου Σισυφίδαο.
ἣ δὲ Ποσειδάωνος ἐν ἀγκοίνηισι μιγεῖσα
Γλαύκωι ἐν … ἀμύμονα Βελλεροφόντην,
ἔξοχον ἀνθρώπων ἀρετῆι ἐπʼ ἀπείρονα γαῖαν.
τῶι δὲ καὶ η … πατὴρ πόρε Πήγασον ἵππον
ὠκύτατον … μινεπτε
πάντηι ἀν … ε … τα …
σὺν τῶι πῦρ πνείουσαν … Χίμαιραν.
γῆμε δὲ παῖδα φίλην μεγαλήτορος Ἰοβάταο
αἰδοίου βασιλῆος
κοίρανος α
ἣ τέκε
[ ]ε̣ιπο̣[
[ ]νωντ̣[
[εἰρο]πόκων̣ [ὀΐων
[ ].ς υπ[
[ ]ε̣ους̣[
[ ]τ̣ων[
[ ].[
[ ]ρως
[ π]εφυλάχθαι
[ ]νόωι εἶχε[
[ ]. ἑωυτῆς
[δώμα]τα πατρός
[ ]..[.].[
[ ]ν̣πω̣[..]ν.[
[]ο̣υς χαίτη.[
[ ]α θεῆ̣ισι δ̣[
[].σηθ̣ελ̣ε̣[
[ ]οφ[
[ ].[
[]μ̣ουσετ̣[
[ ].σκεθʼ[
[ ]..[
[ ].[
σεν
ἤτοι ὁ μὲν Σῆμον καὶ Ἀλάζυγον υἱέας ἐσθλούς.
πατὴρ ἀνδρῶν τε θεῶν τε
χώσατʼ, ἀπʼ Οὐλύμπου δὲ βαλὼν ψολόεντι κεραυνῶι
ἔκτανε Λητοίδην, Φοίβωι σὺν θυμὸν ὀρίνων.
οὗ πατρός
Βρόντην
Ζεὺς … οιβροντ
τόν ῥα χολωσάμενος
ῥίψειν ἤμελλεν
Τάρταρον ἔς
σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
κινήθη
πάντες δʼ ἔδδεισαν
ἀθάνατοι
ἔνθά κεν Ἀπόλλωνα κατέκτανε μητίετα Ζεύς,
εἰ μὴ ἄρʼ
μη
ερξ
Κυκλωπ
αυτ
…
Λητὼ
Ζευ
[]ν̣α[
[].ου
[ ]λ̣ασς[
[ ]α̣ια
[ ]ρ̣α·
[ ]ς..[ ]
[ ]
[ ]ευς
[ ]
[ ].[
...
[ ]ς·
.]ρ̣γω̣[.]δ̣.[
ἵ]κετο̣ δα[
κ]είνωι δη̣[
ἐ]κ θυμοῦ φ[ιλε-
Ἀσ]κληπιοῦ[.].[
ἐ]ν̣ μεγάροισʼ[].[
ἠʼ] οἵην ἵππο̣[ισι καὶ ἅρμασι κολλητοῖσι
Φ]ῶ̣κος ἐυμμ[ελίης Ἀστερόδειαν
ἐκ] Φυλάκης κ[ούρην μεγαθύμου Δηϊονῆος·
ἣ̣ τέκετο Κρῖ[σον καὶ ὑπέρθυμον Πανοπῆα
νυκτὶ μ[ι]ῆ[ι].[
τὼ καὶ πρὶν ἰδέ[ειν λ]αμπ̣[ρὸν φάος ἠελίοιο
μαρνάσθην [ἔτι] μητρ̣[ὸς ἐόντʼ ἐν γαστέρι κοίληι.
τοῖσι δὲ γεινομ[ένοισιν
κήδεά τʼ οὐλομ̣έν̣[ας τʼ ἔριδας
αὐτὰρ ἐπεί ῥʼ ἐγ̣ένο̣ν̣τ̣ο[
Κρίσωι μέν ῥʼ ..οπ.ι̣.[]ε̣[
.]ουροι μουνη[]ν[
ὤπασαν ἀθά̣ν̣[ατοι ]σδ[
οἶκον εμο[.].[.].τ[
γείναθʼ ἑνὶ μ[
..´̣].σου̣λ̣ητ[
...]π̣ο.κ..[
...]ονν̣[
...]υποτ[
[ ].ηος
ἠʼ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνοὺς⸥
Δωτίωι ἐν πεδίωι πολυβότρυος ἄντʼ Ἀ⸥μύροιο
νίψατο Βοιβιάδος λίμνης πόδα παρθέ⸥νος ἀδμής
[ ].[..]ς
[ ἄρ]ουρα
[ ἄ]λ̣σος
[ δώματ]α καλά
…
[ ]ς
[ ]Ἑ̣ρμῆς
[ ]ς
[ ἄ]κ̣οιτιν
[ ]ου
[ ]ν̣ ἔχουσα
[ ].α
[ ]εντι
τῆμος ἄρʼ ἄγγελος ἦλθε κόραξ ἱερῆς ἀπὸ δαιτὸς
Πυθὼ ἐς ἠγαθέην καί ῥʼ ἔφρασεν ἔργʼ ἀΐδηλα
Φοίβωι ἀκερσεκόμηι, ὅτι Ἴσχυς γῆμε Κόρωνιν
Εἰλατίδης, Φλεγύαο διογνήτοιο θύγατρα
νήπιος, ὃς τὰ ἑτοῖμα λιπὼν ἀνέτοιμα διώκει
ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα,
ἀλλʼ ἐπὶ πυραμίνων ἀθέρων δρομάασκε πόδεσσιν
καὶ οὐ σινέσκετο καρπόν
ὅς ῥʼ ἐπὶ πυραμίνους ἀθέρας φοίτασκε πόδεσσιν
[ ].ησα̣πο̣γ̣[
[ ]κιδα καλλιγ̣[ύναικα
[ ἐ]π̣ίκλησιν κ[αλε
[ ]ος ἄν[α]κτο[ς
[ ]νυκτιμο̣γ̣[
[ ]ρι γείνατο[
[ ]μ.[..].ο̣[
[ ]νι̣.[]..κ[
[ τα]χύν· ὃ[ς] πε̣ρι..[
[ ].ο̣υ̣.τοπ..γ̣.[
[ ]..[]..κ[]..υ̣[]...[
[ ]...τ...[]α̣[
[ ]ν̣ τε̣ ῥ̣ο̣δό̣π̣η̣[χυν
[ ]δ̣ῖ̣α̣ Φι̣λ̣ων̣[ίς
ἣ τέκεν Αὐτόλυκόν τε Φιλάμμο⸥νά τε κλυ⸤τὸν αὐδήν,
τὸν μὲν ὑποδμηθεῖσα ἑκηβόλωι Ἀ]π̣όλ[λ]ω̣νι,
τὸν δʼ αὖθʼ Ἑρμάωνι μιγεῖσʼ ἐρατῆι] φιλ[ό]τητι̣
Αὐτόλυκον τίκτεν Κυλληνίωι Ἀρ]γεϊ[φ]ό̣ντ̣[ηι
[ ]ιμ̣α̣σα[
[ ]ν[.]αριστ[
[ ]ο̣ῦσά τε̣ μη[
[ ]ε̣νδεξιοσο[
Δωτίωι ἐν πεδίωι
[ ].δ̣[ ]χ̣αρίεντας ἐπαύ[λους
Α̣ὐτολυκ[ ]καὶ—καρτο̣[
πο̣λλάκι δ[ ]....α̣νεγειρε[.].[
Ἑρμείηι τ[ Κυλλη]ν̣ίωι Ἀργεϊφόντη̣[ι
τῶι νύκτ[ες σκοτο]μήνιοι ὕων [
σπαρναί τε χ[λαῖναι ]ες τε χιτῶνες [
[ βουκ]όλοι ἀγροιῶ̣[ται
[ ].....[
[ ].δυ̣ν.[
[ ]μ̣υ̣ψις̣.[
[ ].α̣[]....[
[ ]ωρ̣.₍.₎νε̣[
ὅττί κε χερσὶ λάβ]εσκεν̣ ἀε̣[ίδελα πάντα τίθεσκεν
[ ]η̣ς̣ λ̣ε̣υ̣κη[
Ἐτυμολογικὸν τὸ Μέγα
ὅττί κε χερσὶ λάβεσκεν ἀείδελα πάντα τίθεσκεν.
πάντα γὰρ ὅσσα λάβεσκεν ἀίδηλα πάντα τίθεσκε
καὶ τότε δὴ στηθέων Ἀθάμα φρένας ἐξέλετο Ζεύς
[ ]ὑπερ.[
[ μ]εγάροισι λιπ̣[
[ εὔ]α̣δεν ἀθανάτ̣[οισι
[ πατὴ]ρ̣ ἀνδρῶν τε θ[εῶν τε
[ ]. ἵνα οἱ κλέος ἄφθιτ[ον εἴη
[ ]ι̣ πολυστάφυλον πο[λυγηθέα
[ ]ι· τοῦ μὲν κλέος οὔ π̣[οτʼ ὀλεῖται.
[ ]παρείατο πορσαίνουσ̣[αι
Λεύκωνος κοῦρ]αι Ἀθαμαντιάδαο ἄν̣[ακτος
Πεισιδίκη τε καὶ] Εὐίππη δίη θʼ Ὑπερ[
[ ]ν Ἀθηναίης ἀγελε[ίης
[ π]ε̣δίλοις ἐμβεβα[υι
[ ἐπι]ε̣ιμέναι εἴαρο[ς ὥρηι
[ ]ηνης νηο.[
[ ]ν̣ ηβησα̣. φίλον υἱόν
[ ]ητω[ι] βασιλῆϊ
[ ]ἀ̣ργυρ[οδ]ίνην
ὅς τε Λιλαίηθεν προΐει καλλίρ⸥ροο⸤ν⸥ ὕδωρ
[ ]μ̣ιν περὶ πέτρη[ν
[ ]θαρσαλέος περ·
ὅς 〈τε〉 παρὲκ Πανοπῆα διὰ γ⸥ληχῶνα τέρειναν
[ ]ν̣ὰ̣[.]ί̣ων
καί τε διʼ Ἐρχομενοῦ εἱλιγμένος εἶσι δράκω⸥ν ὥς
[ ]ι̣ν
[ ]κ̣ησειν[
..... ..... ..].αρεπι̣[..... ....]ι̣μ.τε θύρηφι[ν
ἀθανάτων τ]ε θεῶν νέμ[εσιν θνη]τῶν τʼ ἀνθρώπων
..... ..]Λ̣εύκωνος κου[ρ..... ...]ν ἐ̣ξ̣ε̣π̣έ̣ρ̣ησα[ν
..... .]μ̣εν Κοπρεὺς̣ [..... ..φί]λ̣ος̣ υ̣ἱ̣ός·
..... . υἱ]ωνὸς μεγαλήτορο[ς Ὀρχ]ομενοῖο
[ σ]ὺ̣ν ἵπποισι καὶ ἅρμασι [..]....οι̣σιν
ἣ δέ οἱ ἐν με]γάροις θεοείκελα γείνατο τέκνα
Ἄργυννόν θʼ] ἥρωα καὶ Ἵπποκλον μεγάθυμον·
..... .....]ην Ἀνδρεΐδης Ἐτέοκλος ὄπυιεν
..... Ὀρχομ]ε̣νοῖο πάϊς Μινυηϊάδαο·
ἐκ τῆς δ ]μων γένετο κρατ̣ερός τε μέγας τε
[ ]νεων κατενάσσατο γαῖαν ἐραννή[ν
[ ]όπην Χαρίτων ἀμαρύγματʼ ἔχο[υσαν
[ ].ιδαο Κομή[το]υ̣ τὸν περὶ πάντ[ων
[ ].σ̣ε καταθ[νητ]ῶν ἀνθρώπω[ν
[ ].λονπ[....]ν̣ον υ̣ἱ̣ὸν̣ ἔτ̣ι̣κ̣τ̣[εν
[ ].ην.[
[ ]τ̣υι.[
[ ]ιτοιο ἄνακτος
[ ]σ̣ι ποδώκης δῖʼ Ἀταλάν[τη
[ Χαρί]των ἀμαρύγματʼ ἔχο[υσα
[ πρὸς ἀνθρώπων ἀ]παναίνετο φῦλον ὁμιλ[εῖν
ἀνδρῶν ἐλπομένη φεύγ]ε̣ιν γάμον ἀλφηστάων̣[.
[ ]τ̣ανι̣σ̣φ̣ύ̣[ρ]ο̣υ̣ εἵνεκα κού[ρης
[ ].α̣μ̣[ ]ν̣ον εννε[
[ ].[.]ρ̣δ̣[
[ ]ο̣παζε[
[ ]
[ ]α̣σιππ[
[ ]σ̣σι̣
[ ]ἔνθα·
..... ..... ..... ..τ]ανίσφυρ[ο]ς̣ ὤ̣ρν̣υτο κούρη
..... ..... ..... ...]α· πολὺς δʼ ἀμφίσταθʼ ὅμιλος
..... ..... ..... ..θ]άμβος δʼ ἔχε πάντας ὁρῶντα[ς
..... ..... ..... .πν]οιὴ Ζεφύροιο χιτῶνα
..... ..... ..... .πε]ρὶ στήθεσσʼ ἁπαλοῖσι
..... ..... .... πολ]λ̣ὸς δʼ ἐπεγείρετο λαός
..... ..... ..... Σχ]οινεὺς δʼ ἐγέγωνε βοήσας·
«κέκλυτέ μευ πάντες, ἠμ]ὲ̣ν νέ̣οι ἠδὲ γέροντες,
ὄφρʼ εἴπω τά με θυμὸς] ἐνὶ στήθεσσι κελεύει.
..... ..... ..... ..] ἐμὴν ἑλικώπιδα κούρην
..... ..... ..... ..]οι εἰρημένος ἔστω·
..... ..... .Ζεὺς δʼ ἄμ]μʼ ἐπιμάρτυρος ἔστω·
..... ..... ..... .....].ήσεται· εἰ δέ κεν οὗτος
νικήσηι καί οἱ δώηι Ζεὺς] κ̣ῦδος ἀρέσθαι
ἄλλοί τʼ ἀθάνατοι, οἳ Ὀλύμ]πια δώματʼ ἔχουσι,
..... ..... ..... ..φί]λ̣ην ἐς πατρίδα γαῖαν·
..... ..... ..... .ὠκυ]πόδων σθένος ἵππων
..... ..... ..... ..κε]ιμήλια· καί νύ κε θυμῶι
..... ..... ..... ...]α̣ ἀνιηρὸν ἄεθλον.
εἰ δέ κε μὴ δώηισι πατ]ὴ̣ρ ἀνδρῶν τε θεῶν τε
… αρ
δεξιτερῆι δʼ αρ … ει
καί μιν ἐπαΐσσων επ
ἦχʼ ὑποχωρήσασʼ· οὐ γὰρ ἴσον ἀμφοτέροισιν
ἆθλον ἔκειθʼ· ἣ μέν ῥα ποδώκης δῖʼ Ἀταλάντη
ἵετʼ ἀναινομένη δῶρα χρυσῆς Ἀφροδίτης,
τῶι δὲ περὶ ψυχῆς πέλετο δρόμος, ἠὲ ἁλῶναι
ἠὲ φυγεῖν· τῶι καί ῥα δολοφρονέων προσέειπεν·
«ὦ θύγατερ Σχοινῆος, ἀμείλιχον ἦτορ ἔχουσα,
δέξο τάδʼ ἀγλαὰ δῶρα θεᾶς χρυσῆς Ἀφροδίτης
… πό … μ … ωεθο …
ρων πα …
ν κάββαλε
… εις χρυς
… κηπα
τυφ … χαμα
αὐτὰρ ὃ … πόδεσσι μ
ἣ δʼ αἶψʼ ὥσθʼ Ἅρπυια μεταχρονίοισι πόδεσσιν
ἔμμαρψʼ· αὐτὰρ ὃ χειρὶ τὸ δεύτερον ἧκε χαμᾶζε· ...
καὶ δὴ ἔχεν δύο μῆλα ποδώκης δῖʼ Ἀταλάντη·
ἐγγὺς δʼ ἦν τέλεος· ὃ δὲ τὸ τρίτον ἧκε χαμᾶζε·
σὺν τῶι δʼ ἐξέφυγεν θάνατον καὶ κῆρα μέλαιναν,
ἔστη δʼ ἀμπνείων καὶ … σομ …
Ἀσπληδὼν Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδής
[ ].μιανδ[
[].αθουσα̣ν̣.[
[ ].κ̣χρειαστηνα̣[
[]ε̣σ̣μ̣α̣χ̣ε̣ινενσ̣εα[
[ ].[.]κ̣ρ̣[.].[
… ιηρ
… χόλον
… χρ
… εβα
[ ].γυ̣[
[ ]υ̣νεέτην[
[–̣]ν⟦τ⟧ευ.[
[]α̣νε̣.π̣α[
[ ´̣]ωνον[
[ ].[
[ ].[].[
[ ].θ̣η[
[ ]ο̣ισυα̣[...]ι̣[
[ ]..[]ρ̣ς̣.κε̣π̣οιδ̣[
[ ]αλλα πένεσθα[ι
[ ´̣]νος ἀνθρ̣ώπο[ισι
[ ]γ̣ευπρω̣τ̣ε̣[..].[
[ ]ν̣.φοισυ̣[ ]ι̣[
[ ]π̣ήν[ ]νοσυ̣[
[ ]ω̣τ[ ]μ̣εν·[
[]ες̣[ ]...[ ].απειλ̣[
[ ]υ̣[..].[.]έξατο[...]φα̣[
[ ].[...].λ̣ι̣π̣α̣ροιδ̣εν.α̣σκ[
[ ].ρ̣ετη̣γ̣ε̣ καὶ αυ̣[
[ ]τοιο̣υ̣στʼ εν[
[ ]....ερηισι δαμ[
[ ]ε̣κ̣α̣ι̣ δούρασʼ εκ̣[
[ ]ι̣...υ.δε γῆν δα̣τ̣[
[ ]ε̣[.....]δ̣..υ̣χ̣[
[ ]ε̣.σοιδ̣[
[ ].ε̣[
[ ]η[
[ ]οι[
[].[.]α[.]ε[
[ ]δαρετ[
[ ].δεπιπ̣[
[ ].πο.υπ[
[ ]ο̣υδʼ[
[ ]αμ[
[ ]α̣λ̣τ[
[ ]υμ[
[ ]α̣χ̣[.]ν̣β̣[...]...[
[ποι]ή̣σατʼ ἄκ[οι]τιν
[καλ]λιπάρηον̣
[ἄνα]κτος·
[ ]ω̣ν ἀνθρ[ώ]π̣[ων
[ ν]ωμάσκο[ντο
[ ]. ἀταλῆισ̣[ι
[ ].[
...].[
...]ρν̣[
...]ν̣οης̣ γ̣αρ .[
ἀμ]φʼ αὐτῆι ἤριζ̣[ον
ἔνθ]ά κε λοιγὸς[ ἔην
καί νύ] κεν αλ̣λ̣[
[ ].ε.[
[ ].ουσεπ̣[
[ ]..ων χρομ̣[
–⏑⏑]Κέ[ν]ταυροι τεκ[
[ ]μ̣εν πληγῆισιν[
[ (–)ει]ργ[ν]ύ̣μ̣ενοι σφ[
[ ]π̣ολλοι δ[
[ ]η̣σ̣α̣[
[]ε̣σα̣[₍....₎] [
[]α̣νευθεν·
[]ος αἴης·
[ ]ς̣
[ τ]έ̣κνα[
…
… ρχομενη
… ι δʼ ἄρα πάντες
γαῖα μέλαινα
… φʼ απε
… γορτ
ἐκ γαίης
εἰς ἅλʼ ἀπο
τὴν δὴ νῦν καλέουσι
ἀνθρωπ
… ορ
… ατηρ με
]ηος.[
]ι̣σ̣α̣κ[
αι
ηο
Ἰφιτο
[]γ̣ονασα̣[
[Α]ἰολιδα̣[
[ ]ι̣π̣[.]..[
[ ].λο.[
[ ]ση[
[ ].[
[ ]ε[.]στο..[
[εἴδει ἐ]καίνυτο φ[ῦλα γυναικῶν
[ ]ν̣ητος κρι̣[
[ ]ζ̣υ̣γα υἱ̣έ̣[ας ἐσθλούς
[ ]α̣.[
… ειδ
… τῆι
… δωρ
… γει
…
… μεν
…
[]εινο[
[ ].τεχ̣[
… λλα
… ωσα
… ημε
… μηρυ
… ιδ
… και
… ενιμ
… ημ
… αρε
… εμ
…
…
… αριο
… ελκ
απρ …
πιθ
[ ]ον[
[]υ̣ιος̣[
[].μαο̣.[
[]ηις[
....]η̣νιν τ[
καὶ τ]ὴ̣ν μὲν[
ἠγάγ]ετʼ ἐς μ[έγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν
..... ..]ς[.]β̣[
μ
βρ
μ
α
τον
κα
[ ]σιν[
[ ]αιγ[
[ ]νατ[
[].α̣λι[
[ ]ον[
[ ]ν[
[ ]δ[
[]δατ.[
[ ]αδ.[
[]α̣ξεπ[
… μις
… γοι
… πω
… ρπ
… ων
… με
… πιχω
… μαιθ
… αμ
[ ].[
[ ]θις̣[
[ ]ο̣ιρ[
[].χεῖρας ἴα̣[λλον
[]χυσ̣ιδα[
… φυη
… ουσδ
… ωνε
… ο
… ρις
… οιμ
… οσε
… ενθ
…
[ ]ε̣υνη[
[ ]ς̣
[ ]η̣.[....]..
[ οὔτʼ ἀνθρώ]πων ἀλέγεσκ[
[οὐχ ( ) ἥνδα]νεν εὐνή
[ κατ]ὰ δάκρυ χέο̣[υσα
[ ].[.]ακο[.]πε̣[
[ ]μ̣α̣[
[]ἀ̣θ̣ανάτη̣[ισι
[ ἀν]τ̣ι̣θέο[ιο
[ ]σ̣ινε.[
[κ]ο̣ύρην̣[
[ ]ν̣δηαφ[
[ ]υτρις̣[
[ ]λ̣ειδ̣[
[ ]...[
[ ]ρας̣[
[].με[
[ ].[
λλιτ
[ ].ς.[
[]θα· και̣[
[]α̣δικηθε[
[]μ̣ενδ̣ια̣τ̣η[
Αἴλιος Ἡρωδιανός
οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον.
Ἴναχος Οἰνείδης Κρονίδηι πολὺ φίλτατον ὕδωρ.
οὔρειαι νύμφαι θεαὶ ἐξεγένοντο
καὶ γένος οὐτιδανῶν Σατύρων καὶ ἀμηχανοεργῶν
Κουρῆτές τε θεοὶ φιλοπαίγμονες ὀρχηστῆρες.
ἐκ τοῦ δʼ ὅρκον ἔθηκεν ἀποίνιμον ἀνθρώποισι
νοσφιδίων ἔργων πέρι Κύπριδος.
Ἄργος ἄνυδρον ἐὸν Δανααὶ θέσαν Ἄργος ἔνυδρον.
Ἄργος ἄνυδρον ἐὸν Δαναὸς ποίησεν εὔυδρον.
… νον, ἔδωκε … αν
… ων μεγάλην ἀπετείσατο λώβην.
… ἔπειτα ἀμύμονα τίκτεν Ἄβαντα
… ἐν ὑψηλοῖσι δόμοισιν
… ἣ εἶδος Ὀλυμπιάδεσσιν ἔριζεν·
… πατὴρ ἀνδρῶν τε θεῶν τε
… καὶ ὁμὸν λέχος εἰσαναβῆναι·
ἣ δʼ ἔτεκε Προῖτόν τε καὶ Ἀκρίσιον βασιλῆα …
καὶ τοὺς μὲν διένασσε πατὴρ ἀνδρῶν τε θεῶν τε·
Ἀκρίσιος μὲν ἄρʼ Ἄργει ἐυκτίτωι ἐμβασίλευεν
… ρεν ὀκριόεντ …
… Εὐρυδίκην Λακεδαίμονος … ι …
… καλλιπάρηον ἐὺ πραπίδεσσʼ ἀραρυῖαν
ἣ δʼ ἔτεκεν Δανάην καλλίσφυρον ἐν μεγάροισιν,
ἣ Περσῆʼ ἔτεκεν κρατερὸν μήστωρα φόβοιο.
Προῖτος δʼ αὖ Τίρυνθα ἐυκτίμενον πτολίεθρον
νάσσατο καὶ κούρην μεγαλήτορος Ἀρκασίδαο
γῆμεν Ἀφείδαντος καλλιπλόκαμον Σθενέβοιαν
… ες
… σοι Σθενέβοια βοῶπις
… ὁμὸν λέχος εἰσαναβᾶσα
κούρη Ἀφείδαντος μεγαλήτορος Ἀρκασίδαο
… περικαλλέα ἔργʼ εἰδυίας
Λυσίππην τε καὶ Ἰφινόην καὶ Ἰφιάνασσαν
… α δώματα πατρός
…
…
κερ
— ωδ …
— ηρη …
— ημε
— καιτο …
εἵνεκα μαχλοσύνης στυγερῆς τέρεν ὤλεσεν ἄνθος
… δε … ο
… ἀπείρονα γαῖαν
καὶ γάρ σφιν κεφαλῆισι κατὰ κνύος αἰνὸν ἔχευεν·
ἀλφὸς γὰρ χρόα πάντα κατέσχεθεν, αἱ δέ νυ χαῖται
ἔρρεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα.
]λι̣ηω.[
]χρυσο[
]..α̣ψ[
..... .....]τ̣ρηλι̣τ̣ε̣α̣[..]..α̣.ουνε̣[
..... .....]Ἄβας̣· ὃ̣ δ̣ʼ ἄ̣ρ̣ʼ Ἀκρίσιον τέ̣[κεθʼ υἱόν.
..... ... Πε]ρσῆα, τὸν εἰς ἅλα λά[ρνακι
..... .... ἀ]νέτειλε Διὶ χρυσει[
..... ...].η̣ Περσῆα φίλον τ̣[
τοῦ δὲ καὶ] Ἀνδρομέδας Κηφη̣[ίδος ἐξεγένοντο
Ἀλκαῖος Σ]θένελός τ̣ε βίη τʼ [Ἠλεκτρυωνείη
..... ...]η̣νος τικτει̣νερ̣[
..... ...]ι̣ παρὰ βουσὶν̣₍.₎υ̣[
..... Τη]λ̣εβ̣όηισιν ετ̣[.₍.₎]ε[
..... .. Ἀ]μφιτρύων̣[..].[
[ ].[ ]μεγ̣α̣σ̣θ[ενε-
[ ]ν[ ]αν̣ [ἐ]πήρατον̣ [εἶδος ἔχουσαν
[].[ καὶ Κ]οίρανον υἱέ̣ας ἐ[σθλούς
[ ]θ[ ]ια καὶ Ἀντιφάτην̣[
[ ]Μ̣αντ̣[ώ ...].[.]ην Προνόην τεκ[
[ ]..ρα[ ]Θε[ο]κλύμενος γε.[
[ ]ε̣υχ[ ].η[...]ν̣ Πολύιδος ἀμ[ύμων
[ ]η̣[ ].[.] ὑπʼ Ἴλιο[ν] ἠ̣νεμό̣ε̣[σσαν
[ Ἀ]γαμέμνονι καὶ Μ[ενελάωι
[ ]ς̣ καλλισφύρου Ἀρ[γειώνης
[ ].ρα Περικλυμένω[ι
[ ].[..]τ̣α θεῶν ἄπο μήδ[εα εἰδώς
[ Ἀγ]αμέμνο[ν.] καὶ Μ[ενελα-
[ ]σιν̣ ἅμʼ ἔ[σ]π̣ετο θει[
[ ].[κ]ούρην̣ κ....ουκ̣[
[ ].. Ὀϊ〈κ〉λῆα μεγάθυμ[ον
[ ]ε̣.[ Π]οσειδάωνι ἄνακτ[ι
[ ]υ̣.[ ]πολέων ἡγήτορ[α λαῶν
[ ]ας̣[ ].ι φίλον μακάρ[εσσι θεοῖσι
καὶ κούρην Ἀράβοιο, τὸν Ἑρμάων ἀκάκητα
γείνατο καὶ Θρονίη κούρη Βήλοιο ἄνακτος
..... ..... ..... ...]πέρησε δʼ ἄρʼ ἁλμυρὸν ὕδωρ
..... ..... ..... ...] Διὸς δμηθεῖσα δόλοισι.
τῆι δὲ μίγη φιλότητι] πατὴρ καὶ δῶρον ἔδωκεν
ὅρμον χρύσειον, τόν ῥʼ Ἥ]φαιστος κλυτοτέχνης
..... ..... ..... ἰδυί]ηισιν πραπίδεσσι
..... ..... ... πα]τ̣ρὶ φέρων· ὃ δὲ δέξατο δῶρο̣[ν·
..... ..... ... κού]ρ̣[η]ι Φοίνικο̣ς ἀγαυοῦ.
..... ..... ... ἔμ]ε̣λ̣λ̣ε τανισφύρωι Εὐρωπείηι,
..... ..... .....] πατὴρ ἀνδρῶν τε θεῶν τε
..... ..... ... νύ]μφης πάρα καλλικόμοιο.
ἣ δʼ ἄρα παῖδ]ας [ἔτικτ]ε̣ν̣ ὑπερμενέϊ Κρονίωνι
..... ..... .... πο]λέων ἡγήτορας ἀνδρῶν,
Μίνω τε κρείοντα] δ̣ίκαιόν τε Ῥαδάμανθυν
καὶ Σαρπηδόνα δῖον] ἀμύμονά τε κρατερ[όν τε.
[ ]εδ̣ά̣σσατο μητίετα Ζ[εύς·
[ Λυκίης εὐρ]ε̣ίης ἶφι ἄνασσε
[ πό]λεις εὖ ναιεταώσα[ς
[ πολ]λ̣ὴ δέ οἱ ἔσπετο τιμή
[ μεγαλή]τορι ποιμένι λαῶν.
[ ]ν̣ μερόπων ἀνθρώπων
[ ἐφί]λατο μητίετα Ζεύς.
[ πολ]ὺν δʼ ἐκρίνατο λαόν.
[ Τρ]ώεσσʼ ἐπικούρους·
[ ] πολέμοιο δαήμων.
[ ἀριστ]ε̣ρὰ σήματα φαίνων
[ Ζεὺς] ἄφθιτα μήδεα εἰδώς.
[ ]ατοι̣ ἀμφιβαλοῦσαι
[ ] Διόθεν τέρ̣ας ἦεν.
[ Ἕκτ]ορος ἀνδροφόνοιο
[ ]δ̣ὲ κ̣ή̣δεʼ ἔθηκε.
[ ]ς̣ Ἀργ̣ε̣ί̣[ο]ισι·
[ ]κ̣ε̣[
ζ̣[
ξ̣[
α̣[
…
.[
ώρ̣[
αιρ[
με[
αρ[
ό̣.[
πα̣[
ελθ̣[
ενδ̣[
Ζην̣[
σκ̣ι̣ρ̣[τ
καιν[ ...
ὃς βασιλεύτατος γένετο θνητῶν βασιλήων
καὶ πλείστων ἤνασσε περικτιόνων ἀνθρώπων
Ζηνὸς ἔχων σκῆπτρον· τῶι καὶ πολέων βασίλευεν.
πέμπε δʼ ἄρʼ εἰς Ἴδη̣ν̣, νύμφαι δ̣[
δεξάμεναι Διὶ πατ̣ρ̣ὶ̣ [
πέμψαν δʼ εἰς̣ ..[
και τε̣.[
...
..... ..... ..].[..].[
..... .....].τι̣.κ̣α̣ιο̣.[
..... ... Ἀν]δρόγ̣ε̣ω̣ν̣[.]..[.].[
..... .....]. Μίνωϊ πο̣λυκλ̣υ[στ
..... ....]α π̣άντες, ἐ̣πεὶ̣ κα̣[
.[..]...[....]α̣λ̣ος καὶ̣ ε̣κ̣..₍.₎μ̣ε̣τ̣[
τῆς δʼ ἄρʼ [ἐν ὀ]φθαλμοῖσιν̣ ἰ̣δὼν ἠράσ̣[σατο
†ταύρωι̣.[...]ρ̣ι̣μενησ̣κ̣α̣μ̣ε̣ρ̣μ̣ιδαο̣τα̣[†
ἣ δʼ ὑποκ̣[υσα]μένη Μίνωι τέκε κα[ρτερὸν υἱόν,
θαῦμα ἰ[δεῖν·] ῎σ̣α μὲν γὰρ ἐπ̣έ̣κ̣λ̣ι̣ν̣[εν δέμας ἀνδρὶ
ἐς πόδα̣[ς], α̣ὐ̣τ̣ὰρ ὕ̣π̣ε̣ρθε κάρ̣η τ̣α̣[ύροιο πεφύκει
Εὐρυγύης δʼ ἔτι κοῦρος Ἀθηναίων ἱεράων
..... ..... .....]ν̣[
..... ..... ..]κ̣α̣κ̣[
..... ..... ..]ώ̣ν̣τ̣[
..... ..... ..]τ̣.χ̣[
..... ..... ..].αοδ̣[
..... ..... .]ε̣σ̣πε[..]η̣νος[
..... ..... ..]επ̣α[..].κερ[
..... ..... .]τ̣ʼ ἐπὶ ἔργα καὶ η̣[
..... Κατουδ]α̣ίων καὶ Πυγμ̣[αίων
..... . ἀπε]ι̣ρεσίων Μελάνω̣[ν
..... ....]υ⟧ τέκε Γαῖα πελώ[ρ-
..... ...]α̣ς τε πανομφαίο[υ Διὸς
..... ... ὄ]φρα θεοῖσιν ὑφε[ιμ]ένοι α...[...].ν
..... ...] τ̣ῶν μέν τε νόος [γλ]ώσσης καθ̣[ύπ]ερθεν,
Αἰθίοπάς⸥ τε Λίβυς τε ἰδὲ Σκύ⸤θ⸥ας ἱππημο⸤λγού⸥ς.
Σκύθης μὲν γ]ένεθʼ υἱὸς ὑπερ[μ]ενέος Κρονίωνος·
..... ...] Μέλανές τε καὶ Αἰ[θ]ίοπες μεγάθυμοι
ἠδὲ Κατου]δαῖοι καὶ Πυγμαῖ[οι] ἀμενηνοὶ
..... ....]κρείοντος Ἐρικτύπου εἰσὶ γενέθλης.
τοὺς πάντα]ς πέρι κύκλω̣ι̣ ἐθύνεον ἀΐσσοντες
..... .. ἔθ]νεα μ[.... Ὑ]περβορέων εὐίππων.
..... ....]φέρβουσα̣ π̣[ολ]υσπερέας πολύφορβος
.... παρʼ Ἠριδανοῖ]ο βα[θυρ]ρ̣[ό]ου αἰπὰ ῥέεθρα,
..... ..... .....]πρ.[........] ἠλέκτροιο.
Ἄτλαντός τʼ ὄρος] α̣ἰπὺ̣ κ̣[αὶ Αἴτν]η̣ν παιπαλόεσσαν
..... ... Ὀ]ρ̣τ̣υγίην Λαιστ[ρ]υ̣[γον]ίην τε γενέθλην.
ὅς τε Ποσει]δάωνος ἐρισθ[ε]νέος γένεθʼ υἱός.
τὴν πέρι δ]ὶς πόλεσαν π̣ε̣ρί̣ τʼ ἀμφί τε κυκλώσαντο
ἱέμενοι] μ̣άρψαι, ταὶ δʼ ἐκφυγέειν καὶ ἀλύξαι.
ἔς τε Κεφαλλ]ήνων ἀγερώχων φῦλον ὄρουσαν,
οὓς τέκεν Ἑρ]μάωνι Καλυψὼ πότνια νύμφη·
καὶ Νίσου ἐς γ]αῖαν Ἀρητιάδαο ἄνακτος·
Σειρήνων τε λίγε]ι[α]ν̣ [ὄπ]α κλύον· ἀλλʼ ἄρα καὶ τὰς
[ μετα]χ̣ρονίοισι πόδεσσι
..... ..... ..... .]ν̣ διά τʼ αἰθέρος ἀτρυγέτοιο
Ἔφορος ὁ Κυμαῖος, Στράβων
Γλακτοφάγων ἐς γαῖαν ἀπήνας οἰκίʼ ἐχόντων
η
ῥ
α
ἔνθʼ οἵ γʼ εὐχέσθην Αἰνηΐωι ὕψι μέδοντι.
Αἴλιος Ἡρωδιανός
νοῦθος δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
σφὶν δʼ αὐτοῖς μέγα πῆμα.
υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο
ὅν ποτε τίκτε Πελασγός
[ ]..[........]ν̣[
[ ].[.]δι̣[........]ε.[
..... ..]μ̣ά̣λ̣α̣ δ̣ʼ ε̣ὔ̣α̣δ̣εν ἀθα̣[νάτοισιν»].[
ἦ ῥʼ· ὃ δὲ] ῥ̣ί̣[γησ]έν τε καὶ ἴδιε μῦ[θον] ἀκούσ[ας
ἀθανά]των̣ ο̣ἵ̣ οἱ τότʼ ἐναργέες ἄντʼ ἐφάνησα̣ν̣·
κούρη]ν δʼ [ἐ]ν μεγάροισιν ἐῢ τρέφεν ἠδʼ ἀτ[ίταλλε
δεξάμ]εν[ο]ς, ἶσον δὲ θυγατράσιν ἧισιν ἐτίμ̣[α.
ἣ τέκε] Τήλεφον Ἀρκασίδην Μυσῶν βασιλῆ̣[α,
μιχθε]ῖσʼ ἐν φιλότητι βίηι Ἡρακληείηι
εὖτε μεθʼ ἵ]ππους στεῖχεν ἀγαυοῦ Λαομέδοντο[ς,
οἳ .......]. ἄριστοι ἐν Ἀσ[ί]δι ἔτραφεν αἴηι·
..... . Δαρδαν]ιδῶν μεγαθύμων φῦλον ἐναιρ[
..... ..... .κ]είνης δέ τε γῆς ἐξήλασε πάσης.
αὐτὰρ Τήλεφος] ἔτραπʼ Ἀχαιῶν χαλκοχιτών[ων
..... ..... ....]ε μελαινάων ἐπὶ ν[ηῶν
..... ..... ....] πέλασεν χθονὶ βω[τιανείρηι
..... ..... ....]ὲ̣ βίη τʼ ἀνδροκτασίη τ̣[ε
..... ..... ..... .]η κατόπισ̣θ̣εν [.]..[
[ ].ως δʼ ἵκοντο θ̣[
[ ] πεφοβημένο̣[
[ ].ετο κλυτὸς αρ[
[ ]ε̣ δ̣ιὰ κλε̣[..].[
[ ].[
[ ]κ̣λυτ̣[
[ ]ν̣α[
Αἴλιος Ἡρωδιανός
Φέλλον ἐυμμελίην τέκετο κλειτὴ Μείλβοια
Τηϋγέτη τʼ ἐρόεσσα καὶ Ἠλέκτρη κυανῶπις
Ἀλκυόνη τε καὶ Ἀστερόπη δίη τε Κελαινὼ
Μαῖά τε καὶ Μερόπη, τὰς γείνατο φαίδιμος Ἄτλας
Κυλλήνης ἐν ὄρεσσι θεῶν κήρυκα τέχʼ Ἑρμῆν
… Ἀμύκλας
… Λαπίθαο θύγατρα
… χθονίοιο
… θεῶν ἄπο κάλλος ἔχουσαν
… ἐυπλόκαμον Διομήδην·
ἣ δʼ Ὑάκινθον ἔτικτεν ἀμύμονά τε κρατερόν τε
… α, τόν ῥά ποτʼ αὐτὸς
Φοῖβος ἀκερσεκόμης ἀέκων κτάνε νηλέϊ δίσκωι
[ ].[
[ ]α̣ι̣ γέρας ἄφ[θιτον
[ ]αιμοντ̣εν̣[
[διὰ χρυσῆ]ν̣ Ἀφροδί[την
[ ].κε γυν[αικ-
…
… ν ἵκανεν
… ληες
… οιο
[ ].[
[ ]ι̣ς̣[
[ ]δ̣ων[
[]ο̣νή̣ων· ηδ[
[ ]κατʼ ἀρ.[
ἣ τέκεθʼ Ἑρμιόνην δουρικλειτῶι Μενελάωι·
ὁπλότατον δʼ ἔτεκεν Νικόστρατον ὄζον Ἄρηος
τῆισιν δὲ φιλομμειδὴς Ἀφροδίτη
ἠγάσθη προσιδοῦσα, κακῆι δέ σφʼ ἔμβαλε φήμηι.
Τιμάνδρη μὲν ἔπειτʼ Ἔχεμον προλιποῦσʼ ἐβεβήκει,
ἵκετο δʼ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν·
ὣς δὲ Κλυταιμήστρη προλιποῦσʼ Ἀγαμέμνονα δῖον
Αἰγίσθωι παρέλεκτο καὶ εἵλετο χείρονʼ ἀκοίτην·
ὣς δʼ Ἑλένη ἤισχυνε λέχος ξανθοῦ Μενελάου
επ
κ
να
καὶ μα
Ἠλέκτρη
γείναθʼ ὑποδμηθεῖσα κελαινεφέϊ Κρονίωνι
Δάρδανον
Ἠετίωνά τε
ὅς ποτε Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθε.
καὶ τὸν μὲν κατέπεφνε πατὴρ ἀνδρῶν τε θεῶν τε
Ἠετίωνα ἄνακτα βαλὼν ἀργῆτι κεραυνῶι,
οὕνεκα δὴ Δήμητρι μίγη φιλότητι καὶ εὐνῆι.
αὐτὰρ Δάρδανος
ἐκ τοῦ Ἐριχθόνιος
Ἶλός τʼ
νηϊ
νοσ̣τ̣ο[
α[
άιθ̣ο̣ι̣.[
Τεύκρου δὲ Τρωος
..... ..... .]ε̣ι̣ο̣.[ ]...ο̣.[
..... ...].[]λεων ὡς εἴ θʼ ἑὸν υἱὸ̣[ν
..... ... πυ]ροφόρου Ἀσίης ἕδος[
..... .. μηλ]οβότους Ἕρμον πάρα δ̣[ινήεντα
..... .. Δά]ρ̣δανος ἤγετʼ ἐὺς πάϊς [Ἠλεκτρυώνης
..... ...].. Βροτέαο δαΐφρονος[
..... ...]ο̣τ[.]ρων καλλιπλοκαμ[
χρυσὸν τι]μήεντα καὶ ἵππων ξαν[θὰ κάρηνα
..... ...]ν τε βοῶν ἀγέλας καὶ πώ[εα μήλων
..... ...]εἵνεκʼ ἄρʼ εἴδει ἐκαίνυτο [φῦλα γυναικῶν
ἥ οἱ γείνατ]ο παῖδας ὁμὸν λέχος εἰσ[αναβᾶσα
..... ..] Πανδίονʼ ἐν ὑψηλοῖσι δό[μοισι
κούρην τʼ α]ἰδοίην ἑλικώπιδα καλ[λιπάρηον
..... ...] ἣ̣ εἶδος ἐρήρ[ι]στʼ ἀθανάτ[ηισι
τὴν μέν ῥʼ ἵπποι]σίν τε καὶ ἅρμασ[ι κολλητοῖσι
..... ....ἐυμ]μελίης θαλερὴν[
[ ]μ̣ητριον[
[ ].αιν[
[ ]κ̣ον[
[ ]κλ̣[
ἠʼ οἵην Ὑρίη Βοιωτίη ἔτρεφε κούρην
[ ἐδ]άμνατο Φοῖβος Ἀπόλλω[ν
[ ]α̣νης ὑπο παρνεθιηισιν
[ ]περὶ θνητῶν ἀνθρώπων·
[ ]Ἀΐδης καὶ Φερσεφόνεια
[ ]ν̣ον· περὶ γὰρ χάριτι στεφάνωσαν
[ ]τοῦ δʼ Ἰασίων γένεθʼ υἱός
[θεο]ῖσιν φίλ[ο]ς̣ ἀθανάτοισιν
[ ]ς Ἀστρηΐδ̣ος ἠυκόμοιο·
[ ].ας ἀργυρότοξος Ἀπόλλων
[ ]ἠχήεντος Ὀλύμπου·
[ ]Π̣ειρεσίοιο
[ ]ν̣ ῥεῖ καλλίρροον ὕδωρ
[ ἀ]μ̣ωμήτηισιν ἑταίρηις
[ ]α̣ι θεοὶ αὐτοὶ ἔραντο·
[ κορυθά]ϊ̣κος πολεμιστέω
[ ]δ̣ώματα ἠχήεντα·
[ πο]λυχρύσου [Ἀ]φ[ροδί]της·
[ ]ειηλ̣[ τ]έκεν ἐ̣[ν με]γ̣ά̣ρ̣οισ̣ι̣ν̣
[ ]ε̣κω̣[ ]νεγεν[
[ Χαρίτω]ν ἀμαρύ[γματʼ ἐχουσ-
[ ].ον[
[ ]ενω[
[ εἰκ]υῖα θεῆισι
[ ]εος βασιλη.[
[ ]ος ὑδρευου[σ-
χ
α
α
υ
υ
τ
ν
α
τ
…
[ ].[
[ ]μιπεν[
[]ι̣παραξυ..[
[ ]ε, ισωσινπ[
[ ]υ̣σιντόδ[
[ ].ε̣[
[]..[
[]ν̣ως̣.[
[ ]εξε[
… ατονηδε … τος
… ἐμφύλιον αἷμʼ ἐκόρυσσον.
τοὺς δὲ μέτʼ ἐν μεγάροις κούρας τέκε δῖα γυναικῶν
Λυσιδίκην καὶ Νικίππην καὶ Ἀστυδάμειαν·
τὰς παῖδες Περσῆος ἐεδνώσαντο γυναῖκας·
Ἀστυδάμειαν μὲν θαλερὴν ποιήσατʼ ἄκοιτιν
Ἀλκαῖος θεόφιν μήστωρ ἀτάλαντος
… ηισιν … ι …
Νικίππην δʼ ἄρʼ ἔγημε βίη Σθενέλοιο ἄνακτος
…
… βίη … Ἡρακληείη …
… ἐπέτελλεν ἀέθλους
… καὶ ἅρμασι κολλητοῖσι
… οιο …
…
..... ..... ...] Ἀλκμάονα π[οιμέ]να λα[ῶν
..... ..... .].υ̣α̣ς Καδμηΐδες ἑλκεσ̣ίπε̣[πλοι
..... ... ἐτέ]θη̣πε δέμας εἰσάντα ἰδοῦ̣[σα
..... ..... .]α̣.ας πολυκηδέος Οἰδιπό[δαο
..... .....]α̣.ενου κτ̣ήνου πο̣λ̣[.]..ρ̣ιν̣[
..... .... ἥρωε]ς Δαναοὶ θεράποντες Ἄ̣ρ̣η̣[ος
..... ..... ...]ι̣ Πολυνείκεϊ η̣μ̣ο̣ς̣[
..... ..... ...] Ζηνὸς πάρ̣α̣ θέσφατα [
..... ..... ...] ἀπʼ Ἀλφειοῦ βαθυδίν̣[εω
Ἠλεκτρύων ἵππ]οισι καὶ ἅρμασι κολλητ[οῖσιν
ἤγαγε Λυσιδίκην] Πέλοπος περικαλλέα [κούρην.
ἥ οἱ γείνατο παῖδ]α̣ς̣ ὁμὸν λέχος εἰσαναβ[ᾶσα,
Γοργοφόνον θʼ] ἥ̣ρωα καὶ αἰχμητὴν Περ[ι-
..... ....] Νομίον τε Κελαινέα τʼ Ἀμ̣[φίμαχόν τε
Δηΐμαχόν] τ̣ε καὶ Ε̣ὐρύβιον κλειτόν τʼ Ἐ[πίλαον.
καὶ τοὺς μὲν] Τάφι[ο]ι ναυσικλυτοὶ ἐξενά[ριξαν
βουσὶν ἔπʼ εἰλι]πόδεσσιν, Ἐ̣χ̣ινάω̣ν ἀ[πὸ νήσων
πλεύσαντες ν]ήεσσιν ἐπʼ ε[ὐ]ρ̣έα νῶτα θαλ̣[άσσης·
Ἀλκμήνη δʼ ἄρα] μ̣ούνη̣ ἐλ̣[είπ]ετο χάρμα γο̣[νεῦσι,
Λυσιδίκης κο]ύ̣ρ̣[η] καὶ̣ [Ἠλ]εκτρύων[ος ἀγαυοῦ
..... ..... ....]ι̣λ̣η̣[..]α̣ν[.]ε̣δ̣ι̣ο[
..... ..... ....]κ̣[ελαι]ν̣εφέϊ Κρο̣[νίωνι
..... ..... ..... .....].₍.₎[.]κ[
… θεν ἀνηγ … ο …
καὶ νηΐδος ἠυκόμοιο
… καλλίσφυρον Ἠερόπειαν
… πρὸς δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν·
ἣ τέκε … βιον καὶ ἀρηΐφιλον Μενέλαον
ἠδʼ Ἀγαμέμνονα δῖον, ὃς Ἄργεος εὐρυχόροιο
… ϊ πατρὶ ἄναξ καὶ κοίρανος ἦεν.
ἠʼ οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα
Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·
ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
εἴδεΐ τε μεγέθει τε, νόον γε μὲν οὔ τις ἔριζε
τάων ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων
τοῖον ἄηθʼ οἷόν τε πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων.
ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανεν ἶφι δαμάσσας,
χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίηι παρακοίτι,
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου· οὐδέ οἱ ἦεν
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
πρίν γε φόνον τείσαιτο κασιγνήτων μεγαθύμων
ἧς ἀλόχου, μαλερῶι δὲ καταφλέξαι πυρὶ κώμας
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπιμάρτυροι ἦσαν·
τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα
ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν·
τῶι δʼ ἅμα, ἱέμενοι πολέμοιό τε φυλόπιδός τε,
Βοιωτοὶ πλήξιπποι ὑπὲρ σακέων πνείοντες
Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
ἔσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο,
κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
ἀνδράσι τʼ ἀλφηστῆισιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
ὦρτο δʼ ἀπʼ Οὐλύμποιο, δόλον φρεσὶ βυσσοδομεύων,
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·
αὐτῆι μὲν γὰρ νυκτὶ τανισφύρου Ἠλεκτρυώνης
εὐνῆι καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·
αὐτῆι δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε·
οὐδʼ ὅ γε πρὶν δμῶας καὶ ποιμένας ἀγροιώτας
ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς,
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγηι κακότητα
νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
ὥς ῥα τότʼ Ἀμφιτρύων, χαλεπὸν πόνον ἐκτολυπεύσας,
ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν,
παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίηι παρακοίτι
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
ἣ δὲ θεῶι δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστωι
Θήβηι ἐν ἑπταπύλωι διδυμάονε γείνατο παῖδε,
οὐκέθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·
τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,
δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέϊ Κρονίωνι,
αὐτὰρ Ἰφικλῆα δορυσσόωι Ἀμφιτρύωνι,
κεκριμένην γενεήν· τὸν μὲν βροτῶι ἀνδρὶ μιγεῖσα,
τὸν δὲ Διὶ Κρονίωνι θεῶν σημάντορι πάντων.
… της ἀγὸς ἀνδρῶν αἰχμητάων
… ης πάντων ἀριδείκετος ἀνδρῶν·
… ας τε καὶ ἔγχεϊ ὀξυόεντι·
… ου λιπαρὴν πόλιν εἵνεκα κούρης
ἣ εἶδος ἔχε χρυσῆς Ἀφροδίτης·
… ν Χαρίτων ἀμαρύγματʼ ἔχουσαν·
… Τυνδαρέου βασιλῆος
… ροισι δόμοις … κυανῶπις·
… μεγε … τ …
… κῶνς
…
τοσσαύτας δὲ γυναῖκας ἀμύμονα ἔργʼ εἰδυίας,
πάσας χρυσείας φιάλας ἐν χερσὶν ἐχούσας·
καί νύ κε δὴ Κάστωρ τε καὶ ὁ κρατερὸς Πολυδεύκης
γαμβρὸν ποιήσαντο κατὰ κράτος, ἀλλʼ Ἀγαμέμνων
γαμβρὸς ἐὼν ἐμνᾶτο κασιγνήτωι Μενελάωι.
υἱὼ δʼ Ἀμφιαράου Ὀϊκλείδαο ἄνακτος
ἐξ Ἄργεος ἐμνῶντο μάλʼ ἐγγύθεν· ἀλλʼ ἄρα καὶ τοὺς
ὦρσε θεῶν … νέμεσίς τʼ ἀνθρώπων
… θητ
ἀλλʼ οὐκ ἦν ἀπάτης ἔργον παρὰ Τυνδαρίδηισιν.
ἐκ δʼ Ἰθάκης ἐμνᾶτο Ὀδυσσῆος ἱερὴ ἴς,
υἱὸς Λαέρταο πολύκροτα μήδεα εἰδώς.
δῶρα μὲν οὔ ποτʼ ἔπεμπε τανισφύρου εἵνεκα κούρης·
ἤιδεε γὰρ κατὰ θυμὸν ὅτι ξανθὸς Μενέλαος
νικήσει, κτήνωι γὰρ Ἀχαιῶν φέρτατος ἦεν·
ἀγγελίην δʼ αἰεὶ Λακεδαίμονάδε προΐαλλεν
Κάστορί θʼ ἱπποδάμωι καὶ ἀεθλοφόρωι Πολυδεύκει.
Αἰτωλῶν δʼ ἐμνᾶτο Θόας Ἀνδραίμονος υἱὸς
δίου Ἀρητιάδαο· δίδου δʼ ἀπερείσια ἕδνα,
πολλὰ μάλʼ ἄργυφα μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς·
ἤθελε γὰρ … αμ … σε …
… ωδαι …
ασθη …
σκα …
ρο
ἀγγελίην δʼ αἰεὶ Λακεδαίμονάδε προΐαλλεν
Κάστορί θʼ ἱπποδάμωι καὶ ἀεθλοφόρωι Πολυδεύκει,
ἱμείρων Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο,
εἶδος οὔ τι ἰδών, ἀλλʼ ἄλλων μῦθον ἀκούων.
ἐκ Φυλάκης δʼ ἐμνῶντο δύʼ ἀνέρες ἔξοχʼ ἄριστοι,
υἱός τʼ Ἰφίκλοιο Ποδάρκης Φυλακίδαο
ἠύς τʼ Ἀκτορίδης ὑπερήνωρ Πρωτεσίλαος·
ἄμφω δʼ ἀγγελίην Λακεδαίμονάδε προΐαλλον
Τυνδαρέου ποτὶ δῶμα δαΐφρονος Οἰβαλίδαο,
πολλὰ δʼ ἔεδνα δίδον, μέγα γὰρ κλέος ἔσκε γυναικός,
χαλκ
χρυς
… ρεη … μάλα δʼ ἤθελε— — —
Ἀργείης Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο.
ἐκ δʼ ἄρʼ Ἀθηνέων μνᾶθʼ υἱὸς Πετεῶο Μενεσθεύς,
πολλὰ δʼ ἔεδνα δίδου· κειμήλια γὰρ μάλα πολλὰ
ἔκτητο, χρυσόν τε λέβητάς τε τρίποδάς τε,
καλά, τά ῥʼ ἔνδοθι κεῦθε δόμος Πετεῶο ἄνακτος·
οἷς μιν θυμὸς ἀνῆκεν ἐεδνώσασθαι ἄκοιτιν
πλεῖστα πορόντʼ, ἐπεὶ οὔ τινʼ ἐέλπετο φέρτερον εἶναι
πάντων ἡρώων κτήνεσσί τε δωτίναις τε.
… τείδαο δόμους κρατερὸς
… Ἑλένης ἕνεκʼ ἠυκόμοιο
[ ]σαο̣[
[]ηιδα[
[]ων.[
[]φρο.[
[ ]εφ[
ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιος Αἰακίδηισι,
νοῦν δʼ Ἀμυθαονίδαις, πλοῦτον δʼ ἔπορʼ Ἀτρεΐδηισι.
…
…
… κ … ς·
…
… α
…
… ς
…
… ς
…
μνᾶτο· πλεῖστα δὲ δῶρα μετὰ ξανθὸν Μενέλαον
μνηστήρων ἐδίδου· μάλα δʼ ἤθελε ὃν κατὰ θυμὸν
Ἀργείης Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο.
Αἴας δʼ ἐκ Σαλαμῖνος ἀμώμητος πολεμιστὴς
μνᾶτο· δίδου δʼ ἄρα ἕδνα ἐοικότα, θαυματὰ ἔργα·
οἳ γὰρ ἔχον Τροιζῆνα καὶ ἀγχίαλον Ἐπίδαυρον
νῆσόν τʼ Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν
καὶ Μέγαρα σκιόεντα καὶ ὀφρυόεντα Κόρινθον,
Ἑρμιόνην Ἀσίνην τε παρὲξ ἅλα ναιεταώσας,
τῶν ἔφατʼ εἰλίποδάς τε βόας καὶ ἴφια μῆλα
συνελάσας δώσειν· ἐκέκαστο γὰρ ἔγχεϊ μακρῶι.
αὐτὰρ ἀπʼ Εὐβοίης Ἐλεφήνωρ ὄρχαμος ἀνδρῶν
Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων,
μνᾶτο· πολλὰ δὲ δῶρα δίδου· μάλα δʼ ἤθελε θυμῶι
Ἀργείης Ἑλένης πόσις ἔμμεναι ἠυκόμοιο.
ἐκ Κρήτης δʼ ἐμνᾶτο μέγα σθένος Ἰδομενῆος
Δευκαλίδης, Μίνωος ἀγακλειτοῖο γενέθλης·
οὐδέ τινα μνηστῆρα μετάγγελον ἄλλον ἔπεμψεν,
ἀλλʼ αὐτὸς σὺν νηῒ πολυκλήϊδι μελαίνηι
βῆ ὑπὲρ Ὠγυλίου πόντου διὰ κῦμα κελαινὸν
Τυνδαρέου ποτὶ δῶμα δαΐφρονος, ὄφρα ἴδοιτο
Ἀργείην Ἑλένην, μηδʼ ἄλλων οἶον ἀκούοι
μῦθον, ὃς ἤδη πᾶσαν ἐπὶ χθόνα δῖαν ἵκανεν
… φασιη Ζηνὸς μεγα … η … α …
… ε· … εταδ …
… α …
… φ
… ει
… λης
… κα … τιν
… εδε …
… δα
… εϊζ … ι
… νε … ψων
… ι … κα … ς … βαθείηι
… ρο … κ … υ … εἵνεκα κούρης
… ουτ … ελε … γκας …
πάντας δὲ μνηστῆρας ἀπήιτεεν ὅρκια πιστά,
ὀμνύμεναί τʼ ἐκέλευσε και … π … ἀράασθαι
σπονδῆι, μή τινʼ ἔτʼ ἄλλον ἄνευ ἕθεν ἄλλα πένεσθαι
ἀμφὶ γάμωι κούρης εὐωλένου· ὃς δέ κεν ἀνδρῶν
αὐτὸς ἕλοιτο βίηι, νέμεσίν τʼ ἀποθεῖτο καὶ αἰδῶ,
τὸν μέτα πάντας ἄνωγεν ἀολλέας ὁρμηθῆναι
ποινὴν τεισομένους. τοὶ δʼ ἀπτερέως ἐπίθοντο
ἐλπόμενοι τελέειν πάντες γάμον· ἀλλʼ ἄρα πάντας
Ἀτρείδης νίκησεν ἀρηΐφιλος Μενέλαος
πλεῖστα πορών. Χείρων δʼ ἐν Πηλίωι ὑλήεντι
Πηλείδην ἐκόμιζε πόδας ταχύν, ἔξοχον ἀνδρῶν,
παῖδʼ ἔτʼ ἐόντʼ· οὐ γάρ μιν ἀρηΐφιλος Μενέλαος
νίκησʼ οὐδέ τις ἄλλος ἐπιχθονίων ἀνθρώπων
μνηστεύων Ἑλένην, εἴ μιν κίχε παρθένον οὖσαν
οἴκαδε νοστήσας ἐκ Πηλίου ὠκὺς Ἀχιλλεύς.
ἀλλʼ ἄρα τὴν πρίν γʼ ἔσχεν ἀρηΐφιλος Μενέλαος·
ἣ τέκεν Ἑρμιόνην καλλίσφυρον ἐν μεγάροισιν
ἄελπτον. πάντες δὲ θεοὶ δίχα θυμὸν ἔθεντο
ἐξ ἔριδος· δὴ γὰρ τότε μήδετο θέσκελα ἔργα
Ζεὺς ὑψιβρεμέτης, μεῖξαι κατʼ ἀπείρονα γαῖαν
τυρβάξας, ἤδη δὲ γένος μερόπων ἀνθρώπων
πολλὸν ἀϊστῶσαι σπεῦδε, πρόφασιν μὲν ὀλέσθαι
ψυχὰς ἡμιθέων … οισι βροτοῖσι
τέκνα θεῶν μι … ο … ὀφθαλμοῖσιν ὁρῶντα,
ἀλλʼ οἳ μὲν μάκαρες κ … ν ὡς τὸ πάρος περ
χωρὶς ἀπʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ἔχωσιν
το … ε … εαλ ἀθανάτων τε ἰδὲ θνητῶν ἀνθρώπων
… καλ ἄλγος ἐπʼ ἄλγει
Ζεὺς … κ … ε … ἔκερσε
ο … ερζει
… ἐπὶ μαστῶι
… α μηδέ τις ἀνδρῶν
… νηῶν δὲ μελαινάων ἐπιβαίη·
… βίηφί τε φέρτατος εἶναι
… ε καταθνητῶν ἀνθρώπων
… ἔστι καὶ ὁππόσα μέλλει ἔσεσθαι
… α μήδεται ἠδὲ γεραίρει
… Διὸς νεφεληγερέταο
… ι … α … υ … η … φράσσασθαι ἔμελλεν
οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων·
… πολλὰς Ἀΐδηι κεφαλὰς ἀπὸ χαλκὸν ἰάψειν
ἀνδρῶν ἡρώων ἐν δηϊοτῆτι πεσόντων·
ἀλλʼ οὔ πώ ποτε πατρὸς ἐπηισθάνετο φρενὸς ὁρμῆς·
ἀλλά τε κῆρʼ ἀλεείνοντες σφετέροισι τέκεσσι
… ποντʼ ἄνθρωποι, πραπίδων δʼ ἐπετέρπετʼ ἐρωῆι
πατρὸς ἐρισθενέος, μεγάλʼ ἀνδράσι μηδομένοιο.
πολλὰ δʼ ἀπὸ γλωθρῶν δενδρέων ἀμύοντα χαμᾶζε
χεύετο καλὰ πέτηλα, ῥέεσκε δὲ καρπὸς ἔραζε
πνείοντος Βορέαο περιζαμενὲς Διὸς αἴσηι,
… λεσκεν δὲ θάλασσα, τρόμεσκε δὲ πάντʼ ἀπὸ τοῖο,
τρύχεσκεν δὲ μένος βρότεον, μινύθεσκε δὲ καρπός,
ὥρηι ἐν εἰαρινῆι, ὅτε τʼ ἄτριχος οὔρεσι τίκτει
γαίης ἐν κευθμῶνι τρίτωι ἔτεϊ τρία τέκνα.
ἦρος μὲν κατʼ ὄρος καὶ ἀνὰ δρυμὰ πυκνὰ καὶ ὕλην
εἶσιν ἀλυσκάζων καὶ ἀπεχθαίρων πάτον ἀνδρῶν
ἄγκεα καὶ κνημοὺς κατα
χειμῶνος δʼ ἐπιόντος ὑπὸ …
κεῖται πόλλʼ ἐπιεσσάμενος ε
δεινὸς ὄφις κατὰ νῶτα δαφοιν-
ἀλλά μιν ὑβριστήν τε καὶ ἄγριον
κῆλα Διὸς δαμνᾶι φὴ λυ …
ψυχὴ τοῦ γʼ οἴη καταλείπεται
ἣ δʼ ἀμφʼ αὐτόχυτον θαλαμ
ἠβαιήν ελ … ειρα κατὰ χθονός
εἶσιν ἀμαυρωθεῖς … ποθε
κεῖται δεχ
Ὧραι τεκ …
τέρψηι δʼ ἀνθρώπους
αὖτις ἐπι
γαίης τε
ἔνθεν α
θηλειερ
ἐς φῶς· ο
φράζεται
ἔρχεται
ἤπια τη
γαίη ως
πότμο
ἰᾶσθαι
οἳ δʼ ἂν ἰω
νούσων
ἀλλατα
τηλεθοω-
τοῖσι δε
τριστοι
ἐπλη …
εἶσιν δ
φῦλον
δ
…
α
υ
θ
φα
ενν
ζώεσκ-
νοσφ
κηρ
καὶ γα
ἀγρο
ἣ δʼ ὑποκυσαμένη τέκεν Αἰακὸν ἱππιοχάρμην ...
αὐτὰρ ἐπεί ῥʼ ἥβης πολυηράτου ἵκετο μέτρον,
μοῦνος ἐὼν ἤσχαλλε· πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε,
ὅσσοι ἔσαν μύρμηκες ἐπηράτου ἔνδοθι νήσου,
τοὺς ἄνδρας ποίησε βαθυζώνους τε γυναῖκας.
οἳ δή τοι πρῶτοι ζεῦξαν νέας ἀμφιελίσσας,
πρῶτοι δʼ ἱστίʼ ἔθεν νηὸς πτερὰ ποντοπόροιο
πολέμωι κεχαρηότας ἠύτε δαιτί.
πολέμωι κεχαρηότες ἠύτε δαιτί;
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
αὐτὸν μὲν σχέσθαι, κρύψαι δʼ ἀδόκητα μάχαιραν
καλήν, ἥν οἱ ἔτευξε περικλυτὸς Ἀμφιγυήεις,
ὡς τὴν μαστεύων οἶος κατὰ Πήλιον αἰπὺ
αἶψʼ ὑπὸ Κενταύροισιν ὀρεσκώιοισι δαμείη
..... ..] Φθίην ἐξίκετο μητέρα μήλων,
πολλὰ] κ̣τήματʼ ἄγων ἐξ εὐρυχόρου Ἰαωλκοῦ,
Πηλεὺ]ς̣ Αἰακίδης, φίλος ἀθανάτοισι θεοῖσιν.
λαοῖσιν] δὲ ἰ[δ]οῦσιν ἀγαίετο θυμὸς ἅπασιν,
ὥς τε πό]λιν [ἀ]λάπαξεν ἐύκτιτον, ὥς τʼ ἐτέλεσσεν
ἱμερόεν]τ̣α̣ γ̣[ά]μον, καὶ τοῦτʼ ἔπος εἶπαν ἅπαντες·
«τρὶς μά⸥καρ Αἰακίδη καὶ τετράκις ὄλβιε Πηλεῦ,
.....].ο̣[.] μέ[γα] δῶρον Ὀλύμπιος εὐρύοπα Ζεύς
..... ....].[.... μ]άκαρες θεοὶ ἐξετέλεσσαν·
ὃς τοῖσδʼ ἐν μεγάροις ἱε⸥ρὸν λέχος εἰσαναβαίνων
..... ..... ..... . πατ]ὴρ ποίησε Κρονίων
..... ..... ..... περ]ί̣ τʼ ἄλλων ἀλφηστάων
..... ..... ..... .. χθονὸ]ς ὅσ̣[σ]ο̣[ι καρ]πὸν [ἔ]δ̣ουσι
[]...[.......]..ε̣τ̣ο̣ Μοῖρα κρατ̣α̣[ι̣]ή̣[
[ ].δ̣η̣.[....τε]τ̣λ̣ηό̣τι θυμῶι [
[ ]υμε̣[.....]..ν̣ ταναήκεϊ χαλκῶ̣ι̣[
[]κτομε̣ν[...]..[´̣]υ̣ χ̣ε̣ρσὶ στιβαρῆισι [
[]ε̣..θεν ἱ̣.[....].. Σκαιῆισι πύληισι [
[ ]..ρω[.....κα]ὶ̣ ἐσσο̣μέ̣νοισι πυθ̣έ̣σθαι· [
[ Ἰ]αωλ̣κ̣[ὸν ἐυκ]τ̣ι̣μέν̣ην ἀλάπαξε̣ν [
[Φθίη]ν̣ ἐ̣ξ[ίκετο] μ̣ητέρα μήλων [
[ ἐν εὐρ]υχό̣ρω̣ι Ἰα̣ωλ̣κ̣[ῶι ]κ̣φ[
[ ].ο.[
[ ].[
ἠʼ οἵη Φθίηι Χαρίτων ἄπο κάλλος ἔχουσα
Πηνειοῦ παρʼ ὕδωρ καλὴ ναίεσκε Κυρήνη
[Ἀρι]σταῖον βαθυχαίτην
[ ]σ̣ὺν̣ Ἑρμῆι Μαιάδος υἱεῖ
[ ]ἐπίσκοπος ἠδὲ νομήων
[ ]ι̣ δώματα καλά
[ τε]θνηότα πορσανέουσαι
[ ]μεν κλυτὸς Ἀργειώνη
[ ].ι ἔκδοσαν οἴηι
[ ]ώπιδος ἀγλαὸν ἔργον
Τηλεμάχωι δʼ ἄρʼ ἔτικτεν ἐύζωνος Πολυκάστη
Νέστορος ὁπλοτάτη κούρη Νηληϊάδαο
Περσέπολιν μιχθεῖσα διὰ χρυσῆν Ἀφροδίτην
Αἴλιος Ἡρωδιανός
Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος
ἰδὼν δʼ ἱππηλάτα Κῆρυξ,
… λείην καλλιχ
… ης· θαλερὴν δ
… ὃ δʼ ἀναίνετο τ
… τὸν δʼ ἔκταν
… ασσε δʼ ἀναγκαί-
… Ὄλυμπον ἀγάννιφον ε
ναίει ἀπήμαντος καὶ ἀκηδὴς ἤματα πάντα
ἀθάνατος καὶ ἄγηρος ἔχων μεγαλ … Ἥβην
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου·
τὸν πρὶν μέν ῥʼ ἤχθηρε θεὰ λευκώλενος Ἥρη
ἔκ τε θεῶν μακάρων ἔκ τε θνητῶν ἀνθρώπων,
νῦν δʼ ἤδη πεφίληκε, τίει δέ μιν ἔξοχον ἄλλων
ἀθανάτων μετά γʼ αὐτὸν ἐρισθενέα Κρονίωνα
… δι φίλην πόρε π
… Ὄλυμπον ἀγάννιφον· …
… σι … φυὴν καὶ εἶδος
… Ἡρακλῆϊ πτολιπόρθωι
… ύρροον ἀργυροδίνην
… υ ῥέει εἰς ἅλα δῖαν
… γ … ν
θεσσάμενος γενεὴν Κλεοδαίου κυδαλίμοιο
Ἐτυμολογικὸν τὸ Γνήσιον
πάντες δὲ τριχάϊκες καλέονται
οὕνεκα τρισσὴν γαῖαν ἑκὰς πάτρης ἐδάσαντο.
ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν,
τοὺς ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἰδὼς
λεκτοὺς ἐκ γαίης ΛΑΟΥΣ πόρε Δευκαλίωνι·
Ἐτυμολογικὸν τὸ Μέγα
Ἰλέα, τόν ῥʼ ἐφίλησεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
καί οἱ τοῦτʼ ὀνόμηνʼ ὄνομʼ ἔμμεναι, οὕνεκα νύμφην
εὑρόμενος ἵλεων μίχθη ἐρατῆι φιλότητι
ἤματι τῶι, ὅτε τεῖχος ἐυδμήτοιο πόληος
ὑψηλὸν ποίησε Ποσειδάων καὶ Ἀπόλλων.
ἣ δὲ Θόαν τέκεν υἱόν,
οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος.
ὅστις ἄδην πίνηι, οἶνος δέ οἱ ἔπλετο μάργος,
σὺν δὲ πόδας χεῖράς τε δέει γλῶσσάν τε νόον τε
δεσμοῖς ἀφράστοισι, φιλεῖ δέ ἑ μαλθακὸς ὕπνος
ἔστι τις Ἑλλοπίη πολυλήϊος ἠδʼ εὐλείμων
ἀφνειὴ μήλοισι καὶ εἰλιπόδεσσι βόεσσιν·
ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται
πολλοὶ ἀπειρέσιοι φῦλα θνητῶν ἀνθρώπων·
ἔνθα δὲ Δωδώνη τις ἐπʼ ἐσχατιῆι πεπόλισται·
τὴν δὲ Ζεὺς ἐφίλησε καὶ ὃν χρηστήριον εἶναι
τίμιον ἀνθρώποις …
ναῖον δʼ ἐν πυθμένι φηγοῦ·
ἔνθεν ἐπιχθόνιοι μαντήϊα πάντα φέρονται.
ὃς δὴ κεῖθι μολὼν θεὸν ἄμβροτον ἐξερεείνηι
δῶρα φέρων τʼ ἔλθηισι σὺν οἰωνοῖς ἀγαθοῖσιν
ἐν δʼ ἄρα κούραις δέξατο
[ ].[
[ ]ο̣λ̣εησ̣ι̣[
[ ]π.ω̣ρθι.[
[ τηλ]ύγετος με₍.₎ .[
[ ]ε̣ην ὤπυιε θε[
ἣ δέ οἱ ἐν ]μεγάροις θεοεί[κελα γείνατο τέκνα
[ ]...
[ ]ν̣υδρου
[ κ]αὶ πατρίδος αἴη[ς
[ ]ευν̣[.].
[ ]οδ̣α̣β̣αντα
[ ]ηνορα δῖον
[ ]ναβαντες
[ Ἐ]ννοσίγαιος
[ ]ἀμοιβήν
[ ]..
[ ]κ..
[ ]α̣λέου̣σιν
[ ἄ]νακτος
[ ]όχ̣οιο
[ ]ατο νύμφηι
[ ].βαια
[λιπαρ]οκρήδεμνος
ἳν δʼ αὐτῶι θανάτου ταμίης
ὦ τέκος, ἦ μάλα δή σε πονηρότατον καὶ ἄριστον
Ζεὺς τέκνωσε πατήρ,
αἱ Μοῖραί σε πονηρότατον καὶ ἄριστον
ἣ τέκʼ Ἀρισταίχμην τε καὶ Εὐαίχμην ῥοδόπηχυν.
τὰς δʼ αὖ Βουτίδαι … ἀγάγοντο
Κήϋκος ποτὶ δῶμα φιλοπτολέμου βασιλῆος·
ἤτοι Πουλυκόων μὲν Ἀρισταίχμην τανύπεπλον
ἤγαγεθʼ ἵπποισίν τε καὶ ἅρμασι κολλητοῖσιν.
ἣ δέ οἱ ἐν μεγάροις θεοείκελα γείνατο τέκνα
Δηΐμαχον Στέφανόν τε
τὴν δὲ Πολυκρείων θαλερὴν ποιήσατʼ ἄκοιτιν
Εὐαίχμην, ἣ εἴδει ἐκαίνυτο φῦλα γυναικῶν.
τὴν δʼ ἄρα Χαιρεσίλαος
Ἰασίδης ἵπποισι καὶ ἅρμασι κολλητοῖσι
Φύλας δʼ ὤπυιεν κούρην κλειτοῦ Ἰολάου
Λειπεφίλην, ἣ εἶδος Ὀλυμπιάδεσσιν ἔριζεν.
Ἱππότην δέ οἱ υἱὸν ἐνὶ μεγάροισιν ἔτικτε
Θηρώ τʼ εὐειδέα ἰκέλην φαέεσσι σελήνης.
Θηρὼ δʼ Ἀπόλλωνος ἐν ἀγκοίνηισι πεσοῦσα
γείνατο Χαίρωνος κρατερὸν μένος ἱπποδάμοιο
ἠʼ οἵη Ὑρίηι πυκινόφρων Μηκιονίκη,
ἣ τέκεν Εὔφημον γαιηόχωι Ἐννοσιγαίωι
μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης
Ὕηττος δὲ Μόλουρον Ἀρίσβαντος φίλον υἱὸν
κτείνας ἐν μεγάροις εὐνῆς ἕνεχʼ ἧς ἀλόχοιο
οἶκον ἀποπρολιπὼν φεῦγʼ Ἄργεος ἱπποβότοιο,
ἷξεν δʼ Ὀρχομενὸν Μινυῆιον· καί μιν ὅ γʼ ἥρως
δέξατο καὶ κτεάνων μοῖραν πόρεν ὡς ἐπιεικές
[ ]θεινον[
[ ]μ̣ενκα̣[
[Πορθά]ο̣νος υἱο[
[ ]Ἀλκα[θο
[ π]ατρο[
[ ]αζον[
[ Μά]ρμαχ['
[ ].τολιπ[
αὐτόματοι δʼ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵενται.
[ ]ο̣υ̣κ̣.[ ]..[
[ ].πονεοντες[
[ ]ο̣ὐ γὰρ ἄτερ τε[
[ ]σ̣ωσα
[ τρίποδάς τε ]καθ̣έδρας⟧ τρα]πέζας
[ ]δ̣ʼ ἔχον αἴσας
[ ]ω̣ν
⸤αὐτὰρ ἐπεὶ δαιτὸς μὲν ἐίσης⸥ ἐξ ἔρον ἕντο
⸤μητέρα μητρὸς⸥ παισ]ὶ̣ν̣ ἄγοντο
⸤ἀζαλέην τε καὶ ὀπταλέην σφετέροισι⸥ τέκεσσι
⸤τεθνάναι⸥[ νιφετ]όν τε καὶ ὄμβ[ρον
αὐτὰρ ἐπεὶ δαιτὸς μὲν ἐίσης ἐξ ἔρον ἕντο,
οἷον οὐ μητέρα μητρὸς παισὶν ἄγοντο
ἀζαλέην τε καὶ ὀπταλέην σφετέροισι τέκεσσι
τεθνάναι.
ἀπάτωροι
]λ̣α̣κ₍.₎.ο̣[
]ε̣πονεν[
].δ[..]οσο̣[
πίσσης τε δνοφερῆς καὶ κέδρου νηλέι καπνῶι.
Ἀθήναιος
τῶι δὲ Μάρης θοὸς ἄγγελος ἦλθε διʼ οἴκου,
πλήσας δʼ ἀργύρεον σκύπφον φέρε, δῶκε δʼ ἄνακτι
καὶ τότε μάντις μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
Ἴφικλος δʼ ἐπὶ νῶτʼ ἐπεμαίετο· τῶι δʼ ἐπʼ ὄπισθεν
σκύπφον ἔχων ἑτέρηι, ἑτέρηι δὲ σκῆπτρον ἀείρας
ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν
ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔνειμαν
ἀθάνατοι, δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές
ἐν δαιτὶ καὶ εἰλαπίνηι τεθαλυίηι
τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
οἴην μὲν μοῖραν δέκα μοιρέων τέρπεται ἀνήρ,
τὰς δὲ δέκʼ ἐμπίπλησι γυνὴ τέρπουσα νόημα.
Ζεῦ πάτερ, εἴθε μοι εἴθʼ ἥσσω μʼ αἰῶνα βίοιο
ὤφελλες δοῦναι καὶ ἴσα φρεσὶ μήδεα ἴδμεν
θνητοῖς ἀνθρώποις· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισας,
ὃς μακρόν γέ μʼ ἔθηκας ἔχειν αἰῶνα βίοιο
ἑπτά τʼ ἐπὶ ζώειν γενεὰς μερόπων ἀνθρώπων
θαῦμά μʼ ἔχει κατὰ θυμόν, ἐρινεὸς ὅσσον ὀλύνθων
οὗτος ἔχει, μικρός περ ἐών· εἴποις ἂν ἀριθμόν;
μύριοί εἰσιν ἀριθμόν, ἀτὰρ μέτρον γε μέδιμνος·
εἷς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο.
ὣς φάτο, καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου.
καὶ τότε δὴ Κάλχανθʼ ὕπνος θανάτοιο κάλυψεν.
..... ..... . ὀλ]έσαι με βίηφί τε δ̣ουρ̣ί̣ τ̣ε̣ μακρῶι,
ἀλλά με Μοῖρʼ ὀλο]ὴ̣ καὶ Λητοῦς ὤλεσ̣ε̣[ν υἱός.
ἀλλʼ ἄγε δή μοι ταῦτα δι]α̣μπερέως ἀγό̣[ρευσον·
..... ..... .....]ν̣δε κατήλ̣υθες [εἰς Ἀΐδαο
..... ..... ..... .] ἅμʼ ἔσπετο π̣ι̣σ̣[τὸς] ἑ̣[ταῖρος
..... ..... ....]ε̣ι̣ τί κατὰ χρέ̣ο̣ς̣ ω[......]ι̣ς̣;
..... ..... ... π]ρ̣ότε̣ρ̣ό̣[ς] τ̣ʼ ἀ̣π̣[ὸ] μ̣ῦθ̣ον ἔειπε[
..... ..... ..... ..]α̣ς ἐς̣ ποιμένα λ̣αῶν
..... ..... ..... .θ]εὰ δασπλῆτις Ἐρ̣ι̣νύς̣
διογεν]ὲ̣ς̣ [Μελ]έ̣α̣γ̣[ρε δαΐ]φρονος Οἰνέο̣ς̣ υ̣ἱ̣έ̣,
τοιγὰρ ἐγώ τοι] τ̣αῦτ̣[α μ]άλ̣ʼ ἀτρεκέως κ̣ατα̣λ̣έξω.
.....].ε̣ν̣ω̣ε̣υ̣δ̣ε̣[....] ἀγαυὴν Φερσεφό̣ν̣ειαν
.....]....ας̣ φας̣.[...]α̣ι̣ Δ[ία] τερπικέ̣ραυ̣νον
ἀθανά]των τε νό̣μο̣ις ἵνα ἑδνώσει̣ε̣ν̣ ἄ̣κ̣[ο]ιτιν
.....] ἐκείνους φασὶ κασιγνήτας μεγ̣[...]..ε̣ι̣ς̣
μνησ]τ̣εύειν, γαμέειν δὲ φίλων ἀπ̣ά̣ν̣[ευθε τοκήων
....]α̣ι ἐκ̣ μακ̣ά̣ρων γάμον ὄρνυται ἑδ̣ν̣ώ̣σασθαι
αὐτοκ]ασιγνήτην ὁμοπάτριον· ἐγγυτέρω γάρ
φήσʼ εἶ]ν̣αι γεγαὼς αὐτὸς μεγάλου Ἀΐδαο
Φερσεφ]ό̣νηι κούρηι Δημήτερος ἠυκόμο̣ι̣ο̣·
αὐτὸς] μὲν γάρ φ̣η̣σι κασίγνητος καὶ ὄπατρος
..... .]εν⟧ Ἀΐδην δὲ φίλον πάτρωα τε̣τ̣ύχθαι·
τοῦ δʼ ἕν]ε̣κεν̣ φ̣ά̣το βῆμεν ὑπὸ ζόφον ἠερόε̣ντ̣α̣.»
ὣς ἔφατʼ·] Οἰνε̣ί̣δ̣η̣ς̣ δ̣ὲ κατέστυγε μῦθον ἀκού̣σ̣α̣ς̣,
καί μιν] ἀ̣μ̣[ειβό]μενος προσεφώνει μειλιχίοισι·[
«Θησεῦ Ἀθην]α̣ί̣ων βουληφόρε θωρηκ̣τ̣άων,
..... ....]δ̣άμεια περίφρων ἦν παρ̣ά̣[κοι]τ̣ι̣ς̣
..... ..... μ]ε̣γ̣α̣θ̣ύμ̣ο̣υ Πειριθόοιο;
[ ]α̣π̣οντ̣α̣[
[ ].....[
[ ]ο̣υ̣σ̣κ̣[
[ ]..[........]ρ̣ε̣μα̣[
[ ]..[
ωσε[
σε̣μ̣.[
..α̣.[
[
⸐ε̣ξ̣α̣[
ημε̣[
[
.]ζ̣η̣[
ει̣μ̣.[
α̣ψ̣.[
τον̣[
κει̣[
μιδ[
εισε.[
γ̣α̣[
[
θ̣ε̣ι̣η̣[
⸏..[
[
[
ε̣[
α̣.[
Εὖ νῦν μοι τάδʼ ἕκαστα μετὰ φρεσὶ πευκαλίμηισι
φράζεσθαι· πρῶτον μέν, ὅτʼ ἂν δόμον εἰσαφίκηαι,
ἔρδειν ἱερὰ καλὰ θεοῖς αἰειγενέτηισιν
εἰ κακά τις σπείραι, κακὰ κέρδεά κʼ ἀμήσειεν·
εἴ κε πάθοι, τά τʼ ἔρεξε, δίκη κʼ ἰθεῖα γένοιτο
τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας
χειμέριαι δύνουσι Πελειάδες
τῆμος ἀποκρύπτουσι Πελειάδες
νύμφαι Χαρίτεσσιν ὁμοῖαι,
Φαισύλη ἠδὲ Κορωνὶς ἐυστέφανός τε Κλέεια
Φαιώ θʼ ἱμερόεσσα καὶ Εὐδώρη τανύπεπλος,
ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
ποταμῶι ῥείοντι ἐοικώς
καί οἱ ἐπὶ σκοπὸν Ἄργον ἵει κρατερόν τε μέγαν τε
τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα,
ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος
πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δʼ ἔχεν ἔμπεδον αἰεί
νήσωι ἐν Ἀβαντίδι δίηι·
τὴν πρὶν Ἀβαντίδα κίκλησκον θεοὶ αἰὲν ἐόντες,
Εὔβοιαν δὲ βοός μιν ἐπώνυμον ὠνόμασε Ζεύς
δεινὸς γάρ μιν ἔτειρεν ἔρως Πανοπηΐδος Αἴγλης.
ἔνθά ποτʼ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν
Εἰ μὲν δώσετε μισθὸν ἀοιδῆς, ὦ κεραμῆες,
δεῦρʼ ἄγʼ Ἀθηναίη, καὶ ὑπέρσχεθε χεῖρα καμίνου,
εὖ δὲ μελανθεῖεν κότυλοι καὶ πάντα κάναστρα,
φρυχθῆναί τε καλῶς, καὶ τιμῆς ὦνον ἀρέσθαι,
πολλὰ μὲν εἰν ἀγορῆι πωλεύμενα, πολλὰ δʼ ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι ἡμῖν δὲ δὴ ὥς σφι νοῆσαι.
ἢν δʼ ἐπʼ ἀναιδείην τρεφθέντες ψεύδεʼ ἄρησθε,
συγκαλέω δἤπειτα καμίνων δηλητῆρας,
Σύντριβʼ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβολον ἠδὲ Σαβάκτην
Ὠμόδαμόν θʼ, ὃς τῆιδε τέχνηι κακὰ πολλὰ πορίζει·
πεῖθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
πᾶσα κυκηθείη, κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος
πάντʼ ἔντοσθʼ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα.
δεῦρο καὶ Ἠελίου θύγατερ πολυφάρμακε Κίρκη,
ἄγρια φάρμακα βάλλε, κάκου δʼ αὐτούς τε καὶ ἔργα·
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
οἵ θʼ Ἡρακλῆος χεῖρας φύγον, οἵ τʼ ἀπόλοντο·
τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος,
αὐτοὶ δʼ οἰμώζοντες ὁρώιατο ἔργα πονηρά·
γηθήσω δʼ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην.
ὃς δέ χʼ ὑπερκύψηι, περὶ τούτου πᾶν τὸ πρόσωπον
φλεχθείη, ὡς πάντες ἐπίστωντʼ αἴσιμα ῥέζειν.
μάντις δʼ οὐδʼ εἷς ἐστιν ἐπιχθονίων ἀνθρώπων
ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο
ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη
ἀνδρῶν ἡβώντων· ἔλαφος δέ τε τετρακόρωνος·
τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται· αὐτὰρ ὁ φοῖνιξ
ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας
νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν
Οὐρανίη δʼ ἄρʼ ἔτικτε Λίνον πολυήρατον υἱόν·
ὃν δή, ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί,
πάντες μὲν θρηνεῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε,
ἀρχόμενοι δὲ Λίνον καὶ λήγοντες καλέουσιν
παντοίης σοφίης δεδαηκότα
εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι
ἢ αὐτὸς Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν
αὐτὸς γὰρ πάντων βασιλεὺς καὶ κοίρανός ἐστιν
ἀθανάτων τέ οἱ οὔ τις ἐρήρισται κράτος ἄλλος
δῶρα θεῶν μακάρων πλῆσθαι χθονί
Μουσάων, αἵ τʼ ἄνδρα πολυφραδέοντα τιθεῖσι
θέσπιον αὐδήεντα
πρωῒ μάλʼ ἠΐθεον,
τῆλε γὰρ ἀξυλίηι κατεπύθετο κήλεα νηῶν
Ἐτυμολογικὸν τὸ Γνήσιον
οὐκέτι δὴ βαίνουσι λαροῖς ποσίν.
ὤπτησαν μὲν πρῶτα, περιφραδέως δʼ ἐρύσαντο.
τοῦ γὰρ ἀέξετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι
οἷον ἐνὶ στήθεσσι χόλον θυμαλγέʼ ἔχουσα
Δωδώνην φηγόν τε, Πελασγῶν ἕδρανον, ἦιεν
αὐτὸς δʼ ἐν πλήμηισι διιπετέος ποταμοῖο,
ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων
ὥς κε πόλις ῥέζηισι, νόμος δʼ ἀρχαῖος ἄριστος
χρὴ δέ σε πατρὶ … κτίλον ἔμμεναι
χαλεπὸν δὲ νοῆσαι
ἄφυζαν
βρῖ
ἥδυμον
ὅτων
Πρόκριν
φυλλοχόος μήν
δαϊζομένοιο πόληος
Ἐτυμολογικὸν τὸ Γνήσιον
ὃς αἰὲν μὴ πετῆνα γενέσθαι
ἀλετρεύουσι μύλης ἔπι μήλοπα καρπόν,
μηδὲ δίκην δικάσηις, πρὶν ἄμφω μῦθον ἀκούσηις
ἀκαλὰ προρέων,
ἀκαλὰ προχέων,
ὣς ἀκαλὰ προρέων ὡς ἁβρὴ παρθένος εἶσιν
ἐκ ταύτης ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
Ἥφαιστον τέχνηισιν ἄνευ Διὸς αἰγιόχοιο
ἐκ πάντων παλάμηισι κεκασμένον Οὐρανιώνων·
αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
κούρηι νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήου
ἐξαπαφὼν Μῆτιν καίπερ πολύιδριν ἐοῦσαν·
συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν,
δείσας μὴ τέξηι κρατερώτερον ἄλλο κεραυνοῦ·
τούνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
κάππιεν ἐξαπίνης. ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην
κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε
πὰρ κορυφήν, Τρίτωνος ἐπʼ ὄχθηισιν ποταμοῖο.
Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων,
πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων.
ἔνθα θεὰ παρέλεκτο Θέμις παλάμαις περὶ πάντων
ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,
αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·
σὺν τῆι ἐγείνατό μιν, πολεμήϊα τεύχεʼ ἔχουσαν.
ἐν Δήλωι τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ
μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδήν,
Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὃν τέκε Λητώ
δῶρα θεοὺς πείθει, δῶρʼ αἰδοίους βασιλῆας
ἑβδομάτηι δʼ αὖτις λαμπρὸν φάος ἠελίοιο
φοῖβον ὕδωρ ἐπάγων κέρασʼ Ὠκεανοῖο ῥοῆισι
ἄμφακες μὲν πρῶτον στόμα καὶ κριται αντα καὶ θιοην
γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες,
οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θʼ ὑπόγαστρα
τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου,
ὃν καὶ ὅλον καὶ τμητὸν Ἀλεξανδρεῖς ἐκόμισσαν.
θύννων δʼ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ
καὶ σκόμβρων κυβίων τε καὶ εὐχόρτου λικιβάττεω·
καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη·
Ἰόνιον δʼ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
Βρέττιος ἢ Καμπανὸς ἢ ἐξ ἀγαθοῖο Τάραντος
ὀρκύνοιο τρίγωνα, τά τʼ ἐν στάμνοισι τεθέντα
ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
ὃς δʼ ἄλλωι κακὰ τεύχει, ἑῶι κακὸν ἥπατι τεύχει
ὃς κακὸν ἄλλωι τεύχει, ἑῶι κακὸν ἥπατι τεύχει
ἀμφὶ περὶ κρήνην ἰοειδέα
προῖτος σταφύλης εὖ λακτισμένης αἱμορρόωι …
προῖτος σταφυλῶν καλῶς λακτιστῶν αἱματίοις δρόσοις
παῦροι δέ τε πατρὸς ἀρείους
ὑπερβασίαι δʼ ἀλεγειναί
τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον
σφαῖρος κυκλοτερὴς μονίηι περιηγέϊ χαίρων
Ἐτυμολογικὸν τὸ Γνήσιον
ὀλίγωι δʼ ἥδετο κισσυβίωι
Ἐτυμολογικὸν τὸ Μέγα
πικρὰς ὠδῖνας ἔχουσαι,
Ἐτυμολογικὸν τὸ Γνήσιον
Βύβλον τʼ ἀγχίαλον καὶ Σίδωνʼ ἀνθεμόεσσαν
Ἐτυμολογικὸν τὸ Γνήσιον
ἄνεμος φλόγα εἰλυφάζων
θνητὸς πεφυκὼς τὰ ὀπίσω πειρῶ βλέπειν