eul_wid: aau-ag
DOI 10.5281/zenodo.20418549

Hesiod Theogony in Greek

The Theogony is an epic poem by the Greek poet Hesiod, composed around 700 BCE in the traditional dactylic hexameter of heroic verse. It presents a systematic genealogy and narrative of the origins of the gods, beginning with an invocation to the Muses of Mount Helicon, whom the poet credits with his inspiration. The work chronicles the development of the cosmos from primordial Chaos, detailing the successive generations of divine beings, including the rise of the Titans and their eventual overthrow by the Olympian gods led by Zeus. A substantial portion of the poem is devoted to cataloging these intricate divine lineages, thereby establishing the relationships, spheres of influence, and hierarchical order within the Greek pantheon. The narrative culminates in the affirmation of Zeus's sovereign and just rule, which brings stability to the universe.

The poem survives almost in its entirety through medieval manuscripts, the oldest of which dates to the 10th century CE. Modern scholarship interprets the Theogony as a seminal work that synthesized diverse local mythological traditions into a coherent, panhellenic account. It served to instruct its audience on the nature of cosmic order and the principles of justice embodied by Zeus's reign. The personalized proem, in which Hesiod describes his direct encounter with the Muses, is regarded as a foundational and influential assertion of poetic authority. While the core text is largely stable, some scholars debate the authenticity of the final section, which transitions into a catalog of goddesses and mortal men, considering it a possible later addition to Hesiod's original composition.

1 Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ’ ἀείδειν,
2 αἵ θ’ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε,
3 καί τε περὶ κρήνην ἰοειδέα πόσς’ ἁπαλοῖσιν
4 ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος·
5 καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
6 ἠ’ Ἵππου κρήνης ἠ’ Ὀλμειοῦ ζαθέοιο
7 ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο,
8 καλοὺς ἱμερόεντας, ἐπερρώσαντο δὲ ποσσίν.
9 ἔνθεν ἀπορνύμεναι κεκαλυμμέναι ἠέρι πολλῷ
10 ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
11 ὑμνεῦσαι Δία τ’ αἰγίοχον καὶ πότνιαν Ἥρην
12 Ἀργείην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
13 κούρην τ’ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
14 Φοῖβόν τ’ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
15 ἠδὲ Ποσειδάωνα γαιήοχον ἐννοσίγαιον
16 καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ’ Ἀφροδίτην
17 Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
18 Λητώ τ’ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
19 Ἠῶ τ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
20 Γαῖάν τ’ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν
21 ἄλλων τ’ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
22 [para]αἵ νύ ποθ’ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
23 ἄρνας ποιμαίνονθ’ Ἑλικῶνος ὕπο ζαθέοιο.
24 τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
25 Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·
26 [para]“ποιμένες ἄγραυλοι, κάκ’ ἐλέγχεα, γαστέρες οἶον,
27 ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
28 ἴδμεν δ’ εὖτ’ ἐθέλωμεν ἀληθέα γηρύσασθαι.”
29 [para]ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι,
30 καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον
31 δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
32 θέσπιν, ἵνα κλείοιμι τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,
33 καί μ’ ἐκέλονθ’ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
34 σφᾶς δ’ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
35 ἀλλὰ τίη μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
36 τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
37 ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
38 εἴρουσαι τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα,
39 φωνῇ ὁμηρεῦσαι, τῶν δ’ ἀκάματος ῥέει αὐδὴ
40 ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς
41 Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
42 σκιδναμένῃ, ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
43 δώματά τ’ ἀθανάτων· αἱ δ’ ἄμβροτον ὄσσαν ἱεῖσαι
44 θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
45 ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
46 οἵ τ’ ἐκ τῶν ἐγένοντο, θεοὶ δωτῆρες ἐάων·
47 δεύτερον αὖτε Ζῆνα θεῶν πατέρ’ ἠδὲ καὶ ἀνδρῶν,
48 [ἀρχόμεναί θ’ ὑμνεῦσι θεαὶ λήγουσαί τ’ ἀοιδῆς,]
49 ὅσσον φέρτατός ἐστι θεῶν κάρτει τε μέγιστος·
50 αὖτις δ’ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων
51 ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
52 [para]Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
53 [para]τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
54 Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
55 λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.
56 ἐννέα γάρ οἱ νύκτας ἐμίσγετο μητίετα Ζεὺς
57 νόσφιν ἀπ’ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
58 ἀλλ’ ὅτε δή ῥ’ ἐνιαυτὸς ἔην, περὶ δ’ ἔτραπον ὧραι
59 μηνῶν φθινόντων, περὶ δ’ ἤματα πόλλ’ ἐτελέσθη,
60 ἡ δ’ ἔτεκ’ ἐννέα κούρας, ὁμόφρονας, ᾗσιν ἀοιδὴ
61 μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
62 [para]τυτθὸν ἀπ’ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου·
63 [para]ἔνθά σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά,
64 πὰρ δ’ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί’ ἔχουσιν
65 ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
66 μέλπονται, πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
67 ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
68 αἳ τότ’ ἴσαν πρὸς Ὄλυμπον, ἀγαλλόμεναι ὀπὶ καλῇ,
69 ἀμβροσίῃ μολπῇ· περὶ δ’ ἴαχε γαῖα μέλαινα
70 ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
71 νισομένων πατέρ’ εἰς ὅν· ὁ δ’ οὐρανῷ ἐμβασιλεύει,
72 αὐτὸς ἔχων βροντὴν ἠδ’ αἰθαλόεντα κεραυνόν,
73 κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
74 ἀθανάτοις διέταξε νόμους καὶ ἐπέφραδε τιμάς.
75 ταῦτ’ ἄρα Μοῦσαι ἄειδον Ὀλύμπια δώματ’ ἔχουσαι,
76 ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
77 Κλειώ τ’ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε
78 Τερψιχόρη τ’ Ἐρατώ τε Πολύμνιά τ’ Οὐρανίη τε
79 Καλλιόπη θ’· ἡ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
80 ἡ γὰρ καὶ βασιλεῦσιν ἅμ’ αἰδοίοισιν ὀπηδεῖ.
81 ὅντινα τιμήσουσι Διὸς κοῦραι μεγάλοιο
82 γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,
83 τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
84 τοῦ δ’ ἔπε’ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ νυ λαοὶ
85 πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
86 ἰθείῃσι δίκῃσιν· ὁ δ’ ἀσφαλέως ἀγορεύων
87 αἶψά τι καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσε·
88 τούνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
89 βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
90 ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν·
91 ἐρχόμενον δ’ ἀν’ ἀγῶνα θεὸν ὣς ἱλάσκονται
92 αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισι.
93 τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
94 ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
95 ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
96 ἐκ δὲ Διὸς βασιλῆες· ὁ δ’ ὄλβιος, ὅντινα Μοῦσαι
97 φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
98 εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
99 ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
100 Μουσάων θεράπων κλεῖα προτέρων ἀνθρώπων
101 ὑμνήσει μάκαράς τε θεοὺς οἳ Ὄλυμπον ἔχουσιν,
102 αἶψ’ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων
103 μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.
104 [para]χαίρετε τέκνα Διός, δότε δ’ ἱμερόεσσαν ἀοιδήν·
105 κλείετε δ’ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
106 οἳ Γῆς ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
107 Νυκτός τε δνοφερῆς, οὕς θ’ ἁλμυρὸς ἔτρεφε Πόντος.
108 εἴπατε δ’ ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
109 καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος οἴδματι θυίων
110 ἄστρά τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν·
111 [οἵ τ’ ἐκ τῶν ἐγένοντο, θεοὶ δωτῆρες ἐάων·]
112 ὥς τ’ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,
113 ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
114 ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι
115 ἐξ ἀρχῆς, καὶ εἴπαθ’, ὅτι πρῶτον γένετ’ αὐτῶν.
116 [para]ἤτοι μὲν πρώτιστα Χάος γένετ’· αὐτὰρ ἔπειτα
117 Γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
118 ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
119 Τάρταρά τ’ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
120 ἠδ’ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
121 λυσιμελής, πάντων τε θεῶν πάντων τ’ ἀνθρώπων
122 δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
123 [para]ἐκ Χάεος δ’ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·
124 Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,
125 οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
126 Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ
127 Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτοι,
128 ὄφρ’ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί,
129 γείνατο δ’ οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους
130 Νυμφέων, αἳ ναίουσιν ἀν’ οὔρεα βησσήεντα,
131 ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυῖον,
132 Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
133 Οὐρανῷ εὐνηθεῖσα τέκ’ Ὠκεανὸν βαθυδίνην
134 Κοῖόν τε Κρεῖόν θ’ Ὑπερίονά τ’ Ἰαπετόν τε
135 Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
136 Φοίβην τε χρυσοστέφανον Τηθύν τ’ ἐρατεινήν.
137 τοὺς δὲ μέθ’ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
138 δεινότατος παίδων, θαλερὸν δ’ ἤχθηρε τοκῆα.
139 [para]γείνατο δ’ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
140 Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,
141 οἳ Ζηνὶ βροντήν τ’ ἔδοσαν τεῦξάν τε κεραυνόν.
142 οἱ δ’ ἤτοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
143 μοῦνος δ’ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ·
144 Κύκλωπες δ’ ὄνομ’ ἦσαν ἐπώνυμον, οὕνεκ’ ἄρά σφεων
145 κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·
146 ἰσχὺς δ’ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ’ ἔργοις.
147 [para]ἄλλοι δ’ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
148 τρεῖς παῖδες μεγάλοι 〈τε〉 καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
149 Κόττος τε Βριάρεώς τε Γύγης θ’, ὑπερήφανα τέκνα.
150 τῶν ἑκατὸν μὲν χεῖρες ἀπ’ ὤμων ἀίσσοντο,
151 ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
152 ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·
153 ἰσχὺς δ’ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
154 [para]ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,
155 δεινότατοι παίδων, σφετέρῳ δ’ ἤχθοντο τοκῆι
156 ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
157 πάντας ἀποκρύπτασκε καὶ ἐς φάος οὐκ ἀνίεσκε
158 Γαίης ἐν κευθμῶνι, κακῷ δ’ ἐπετέρπετο ἔργῳ,
159 Οὐρανός· ἡ δ’ ἐντὸς στοναχίζετο Γαῖα πελώρη
160 στεινομένη, δολίην δὲ κακὴν ἐπεφράσσατο τέχνην.
161 αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
162 τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
163 εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
164 [para]“παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ’ ἐθέλητε
165 πείθεσθαι· πατρός κε κακὴν τεισαίμεθα λώβην
166 ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.”
167 [para]ὣς φάτο· τοὺς δ’ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
168 φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
169 αἶψ’ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
170 “μῆτερ, ἐγώ κεν τοῦτό γ’ ὑποσχόμενος τελέσαιμι
171 ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
172 ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.”
173 [para]ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
174 εἷσε δέ μιν κρύψασα λόχῳ, ἐνέθηκε δὲ χερσὶν
175 ἅρπην καρχαρόδοντα, δόλον δ’ ὑπεθήκατο πάντα.
176 ἦλθε δὲ νύκτ’ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
177 ἱμείρων φιλότητος ἐπέσχετο, καί ῥ’ ἐτανύσθη
178 πάντῃ· ὁ δ’ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
179 σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην,
180 μακρὴν καρχαρόδοντα, φίλου δ’ ἀπὸ μήδεα πατρὸς
181 ἐσσυμένως ἤμησε, πάλιν δ’ ἔρριψε φέρεσθαι
182 ἐξοπίσω. τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
183 ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
184 πάσας δέξατο Γαῖα· περιπλομένων δ’ ἐνιαυτῶν
185 γείνατ’ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,
186 τεύχεσι λαμπομένους, δολίχ’ ἔγχεα χερσὶν ἔχοντας,
187 Νύμφας θ’ ἃς Μελίας καλέους’ ἐπ’ ἀπείρονα γαῖαν.
188 μήδεα δ’ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
189 κάββαλ’ ἀπ’ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
190 ὣς φέρετ’ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
191 ἀφρὸς ἀπ’ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δ’ ἔνι κούρη
192 ἐθρέφθη· πρῶτον δὲ Κυθήροισι ζαθέοισιν
193 ἔπλητ’, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
194 ἐκ δ’ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
195 ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δ’ Ἀφροδίτην
196 [ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν]
197 κικλήσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ’ ἐν ἀφρῷ
198 θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
199 Κυπρογενέα δ’, ὅτι γέντο περικλύστῳ ἐνὶ Κύπρῳ·
200 ἠδὲ φιλομμειδέα, ὅτι μηδέων ἐξεφαάνθη.
201 τῇ δ’ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἔσπετο καλὸς
202 γεινομένῃ τὰ πρῶτα θεῶν τ’ ἐς φῦλον ἰούσῃ·
203 ταύτην δ’ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
204 μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
205 παρθενίους τ’ ὀάρους μειδήματά τ’ ἐξαπάτας τε
206 τέρψίν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
207 [para]τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
208 παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
209 φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
210 ἔργον, τοῖο δ’ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
211 [para]Νὺξ δ’ ἔτεκε στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
212 καὶ Θάνατον, τέκε δ’ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων.
213 δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
214 οὔ τινι κοιμηθεῖσα θεῶν τέκε Νὺξ ἐρεβεννή,
215 Ἑσπερίδας θ’, αἷς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
216 χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν·
217 καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
218 [Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵ τε βροτοῖσι
219 γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,]
220 αἵ τ’ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν,
221 οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
222 πρίν γ’ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅστις ἁμάρτῃ.
223 τίκτε δὲ καὶ Νέμεσιν πῆμα θνητοῖσι βροτοῖσι
224 Νὺξ ὀλοή· μετὰ τὴν δ’ Ἀπάτην τέκε καὶ Φιλότητα
225 Γῆράς τ’ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
226 [para]αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
227 Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
228 Ὑσμίνας τε Μάχας τε Φόνους τ’ Ἀνδροκτασίας τε
229 Νείκεά τε Ψεύδεά τε Λόγους τ’ Ἀμφιλλογίας τε
230 Δυσνομίην τ’ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
231 Ὅρκόν θ’, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
232 [para]πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ·
233 [para]Νηρέα δ’ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος
234 πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
235 οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμίστων
236 λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
237 αὖτις δ’ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
238 Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρηον
239 Εὐρυβίην τ’ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
240 Νηρῆος δ’ ἐγένοντο μεγήριτα τέκνα θεάων
241 πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
242 κούρης Ὠκεανοῖο τελήεντος ποταμοῖο,
243 Πρωθώ τ’ Εὐκράντη τε Σαώ τ’ Ἀμφιτρίτη τε
244 Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε,
245 Κυμοθόη Σπειώ τε θοὴ Θαλίη τ’ ἐρόεσσα
246 Πασιθέη τ’ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
247 καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
248 Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
249 Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια,
250 Δωρὶς καὶ Πανόπη καὶ εὐειδὴς Γαλάτεια
251 Ἱπποθόη τ’ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
252 Κυμοδόκη θ’, ἣ κύματ’ ἐν ἠεροειδέι πόντῳ
253 πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
254 ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
255 Κυμώ τ’ Ἠιόνη τε ἐυστέφανός θ’ Ἁλιμήδη
256 Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
257 Λειαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
258 Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
259 Εὐάρνη τε φυὴν ἐρατὴ καὶ εἶδος ἄμωμος
260 καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη
261 Νησώ τ’ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
262 Νημερτής θ’, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
263 αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
264 [para]κοῦραι πεντήκοντα, ἀμύμονα ἔργ’ εἰδυῖαι·
265 Θαύμας δ’ Ὠκεανοῖο βαθυρρείταο θύγατρα
266 ἠγάγετ’ Ἠλέκτρην· ἡ δ’ ὠκεῖαν τέκεν Ἶριν
267 ἠυκόμους θ’ Ἁρπυίας, Ἀελλώ τ’ Ὠκυπέτην τε,
268 αἵ ῥ’ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμ’ ἕπονται
269 ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
270 Φόρκυι δ’ αὖ Κητὼ γραίας τέκε καλλιπαρήους
271 ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
272 ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ’ ἄνθρωποι,
273 Πεμφρηδώ τ’ εὔπεπλον Ἐνυώ τε κροκόπεπλον,
274 Γοργούς θ’, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
275 ἐσχατιῇ πρὸς νυκτός, ἵν’ Ἑσπερίδες λιγύφωνοι,
276 Σθεννώ τ’ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα·
277 ἡ μὲν ἔην θνητή, αἱ δ’ ἀθάνατοι καὶ ἀγήρῳ,
278 αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
279 ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι.
280 τῆς ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
281 ἐξέθορε Χρυσάωρ τε μέγας καὶ Πήγασος ἵππος.
282 τῷ μὲν ἐπώνυμον ἦν, ὅτ’ ἄρ’ Ὠκεανοῦ παρὰ πηγὰς
283 γένθ’, ὁ δ’ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσι.
284 χὠ μὲν ἀποπτάμενος, προλιπὼν χθόνα μητέρα μήλων,
285 ἵκετ’ ἐς ἀθανάτους· Ζηνὸς δ’ ἐν δώμασι ναίει
286 βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι·
287 Χρυσάωρ δ’ ἔτεκε τρικέφαλον Γηρυονῆα
288 μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο·
289 τὸν μὲν ἄρ’ ἐξενάριξε βίη Ἡρακληείη
290 βουσὶ πάρ’ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
291 ἤματι τῷ, ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
292 Τίρυνθ’ εἰς ἱερήν, διαβὰς πόρον Ὠκεανοῖο,
293 Ὄρθόν τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
294 σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
295 ἡ δ’ ἔτεκ’ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
296 θνητοῖς ἀνθρώποις οὐδ’ ἀθανάτοισι θεοῖσι,
297 σπῆι ἔνι γλαφυρῷ, θείην κρατερόφρον’ Ἔχιδναν,
298 ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρηον,
299 ἥμισυ δ’ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε
300 αἰόλον ὠμηστήν, ζαθέης ὑπὸ κεύθεσι γαίης.
301 ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
302 τηλοῦ ἀπ’ ἀθανάτων τε θεῶν θνητῶν τ’ ἀνθρώπων,
303 ἔνθ’ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
304 [para]ἡ δ’ ἔρυτ’ εἰν Ἀρίμοισιν ὑπὸ χθόνα λυγρὴ Ἔχιδνα,
305 ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
306 τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
307 δεινόν θ’ ὑβριστήν τ’ ἄνομόν θ’ ἑλικώπιδι κούρῃ·
308 ἡ δ’ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
309 Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·
310 δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειόν,
311 Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
312 πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·
313 τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λύγρ’ εἰδυῖαν
314 Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
315 ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
316 καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
317 Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
318 Ἡρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης·
319 ἡ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
320 δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε.
321 τῆς ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,
322 ἡ δὲ χιμαίρης, ἡ δ’ ὄφιος κρατεροῖο δράκοντος.
323 [πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
324 δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.]
325 τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης·
326 ἡ δ’ ἄρα Φῖκ’ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον,
327 Ὄρθῳ ὑποδμηθεῖσα, Νεμειαῖόν τε λέοντα,
328 τόν ῥ’ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
329 γουνοῖσιν κατένασσε Νεμείης, πῆμ’ ἀνθρώποις.
330 ἔνθ’ ἄρ’ ὅ γ’ οἰκείων ἐλεφαίρετο φῦλ’ ἀνθρώπων,
331 κοιρανέων Τρητοῖο Νεμείης ἠδ’ Ἀπέσαντος·
332 ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
333 [para]Κητὼ δ’ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
334 γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
335 πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
336 [para]τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστί.
337 [para]Τηθὺς δ’ Ὠκεανῷ ποταμοὺς τέκε δινήεντας,
338 Νεῖλόν τ’ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην,
339 Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον
340 Φᾶσίν τε Ῥῆσόν τ’ Ἀχελῷόν τ’ ἀργυροδίνην
341 Νέσσόν τε Ῥοδίον θ’ Ἁλιάκμονά θ’ Ἑπτάπορόν τε
342 Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα
343 Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον
344 Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε
345 Εὔηνόν τε καὶ Ἀλδῆσκον θεῖόν τε Σκάμανδρον·
346 τίκτε δὲ Κουράων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
347 ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
348 καὶ ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
349 Πειθώ τ’ Ἀδμήτη τε Ἰάνθη τ’ Ἠλέκτρη τε
350 Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς
351 Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε
352 Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε
353 Πληξαύρη τε Γαλαξαύρη τ’ ἐρατή τε Διώνη
354 Μηλόβοσίς τε Θόη τε καὶ εὐειδὴς Πολυδώρη
355 Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις
356 Περσηίς τ’ Ἰάνειρά τ’ Ἀκάστη τε Ξάνθη τε
357 Πετραίη τ’ ἐρόεσσα Μενεσθώ τ’ Εὐρώπη τε
358 Μῆτίς τ’ Εὐρυνόμη τε Τελεστώ τε κροκόπεπλος
359 Χρυσηίς τ’ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ
360 Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε
361 καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
362 αὗται ἄρ’ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
363 πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι·
364 τρὶς γὰρ χίλιαί εἰσι τανίσφυροι Ὠκεανῖναι,
365 αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
366 πάντῃ ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
367 τόσσοι δ’ αὖθ’ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
368 υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·
369 τῶν ὄνομ’ ἀργαλέον πάντων βροτὸν ἄνδρα ἐνισπεῖν,
370 οἱ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάουσι.
371 [para]Θεία δ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
372 Ἠῶ θ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
373 ἀθανάτοις τε θεοῖσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
374 γείναθ’ ὑποδμηθεῖς’ Ὑπερίονος ἐν φιλότητι.
375 Κρείῳ δ’ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα
376 Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
377 Πέρσην θ’, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
378 Ἀστραίῳ δ’ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
379 ἀργεστὴν Ζέφυρον Βορέην τ’ αἰψηροκέλευθον
380 καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
381 τοὺς δὲ μέτ’ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
382 ἄστρά τε λαμπετόωντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
383 Στὺξ δ’ ἔτεκ’ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
384 Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισι
385 καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα.
386 τῶν οὐκ ἔστ’ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,
387 οὐδ’ ὁδός, ὅππῃ μὴ κείνοις θεὸς ἡγεμονεύει,
388 ἀλλ’ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
389 ὣς γὰρ ἐβούλευσε Στὺξ ἄφθιτος Ὠκεανίνη
390 ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς
391 ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
392 εἶπε δ’, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
393 μή τιν’ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον
394 ἑξέμεν ἣν τὸ πάρος γε μετ’ ἀθανάτοισι θεοῖσι.
395 τὸν δ’ ἔφαθ’, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδ’ ἀγέραστος,
396 τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἣ θέμις ἐστίν.
397 ἦλθε δ’ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
398 σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός·
399 τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα ἔδωκεν.
400 αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
401 παῖδας δ’ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
402 ὣς δ’ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
403 ἐξετέλεσς’· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
404 [para]Φοίβη δ’ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
405 κυσαμένη δἤπειτα θεὰ θεοῦ ἐν φιλότητι
406 Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
407 ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
408 μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
409 γείνατο δ’ Ἀστερίην εὐώνυμον, ἥν ποτε Πέρσης
410 ἠγάγετ’ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
411 ἡ δ’ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
412 Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
413 μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
414 ἡ δὲ καὶ ἀστερόεντος ἀπ’ οὐρανοῦ ἔμμορε τιμῆς,
415 ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
416 καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
417 ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
418 κικλήσκει Ἑκάτην· πολλή τέ οἱ ἔσπετο τιμὴ
419 ῥεῖα μάλ’, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
420 καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
421 ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
422 καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων·
423 οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ’ ἀπηύρα,
424 ὅσς’ ἔλαχεν Τιτῆσι μέτα προτέροισι θεοῖσιν,
425 ἀλλ’ ἔχει, ὡς τὸ πρῶτον ἀπ’ ἀρχῆς ἔπλετο δασμός.
426 οὐδ’, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς
427 καὶ γεράων γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ,
428 ἀλλ’ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
429 ᾧ δ’ ἐθέλῃ, μεγάλως παραγίνεται ἠδ’ ὀνίνησιν·
430 ἔν τε δίκῃ βασιλεῦσι παρ’ αἰδοίοισι καθίζει,
431 ἔν τ’ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κ’ ἐθέλῃσιν·
432 ἠδ’ ὁπότ’ ἐς πόλεμον φθισήνορα θωρήσσωνται
433 ἀνέρες, ἔνθα θεὰ παραγίνεται, οἷς κ’ ἐθέλῃσι
434 νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
435 ἐσθλὴ δ’ ἱππήεσσι παρεστάμεν, οἷς κ’ ἐθέλῃσιν·
436 ἐσθλὴ δ’ αὖθ’ ὁπότ’ ἄνδρες ἀεθλεύως’ ἐν ἀγῶνι·
437 ἔνθα θεὰ καὶ τοῖς παραγίνεται ἠδ’ ὀνίνησι·
438 νικήσας δὲ βίῃ καὶ κάρτει, καλὸν ἄεθλον
439 ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
440 καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
441 εὔχονται δ’ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
442 ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
443 ῥεῖα δ’ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
444 ἐσθλὴ δ’ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ’ ἀέξειν·
445 βουκολίας δὲ βοῶν τε καὶ αἰπόλια πλατέ’ αἰγῶν
446 ποίμνας τ’ εἰροπόκων ὀίων, θυμῷ γ’ ἐθέλουσα,
447 ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν.
448 οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
449 πᾶσι μετ’ ἀθανάτοισι τετίμηται γεράεσσι.
450 θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ’ ἐκείνην
451 ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
452 οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
453 Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
454 Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον,
455 ἴφθιμόν τ’ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
456 νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον,
457 Ζῆνά τε μητιόεντα, θεῶν πατέρ’ ἠδὲ καὶ ἀνδρῶν,
458 τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
459 καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
460 νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ’ ἵκοιτο,
461 τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
462 ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
463 πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος
464 οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι,
465 καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς.
466 τῷ ὅ γ’ ἄρ’ οὐκ ἀλαοσκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
467 παῖδας ἑοὺς κατέπινε· Ῥέην δ’ ἔχε πένθος ἄλαστον.
468 ἀλλ’ ὅτε δὴ Δί’ ἔμελλε θεῶν πατέρ’ ἠδὲ καὶ ἀνδρῶν
469 τέξεσθαι, τότ’ ἔπειτα φίλους λιτάνευε τοκῆας
470 τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,
471 μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
472 παῖδα φίλον, τείσαιτο δ’ ἐρινῦς πατρὸς ἑοῖο
473 παίδων 〈θ’〉 οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
474 οἱ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο,
475 καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
476 ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ·
477 πέμψαν δ’ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
478 ὁππότ’ ἄρ’ ὁπλότατον παίδων ἤμελλε τεκέσθαι,
479 Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
480 Κρήτῃ ἐν εὐρείῃ τρεφέμεν ἀτιταλλέμεναί τε.
481 ἔνθά μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν,
482 πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
483 ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
484 Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
485 τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
486 Οὐρανίδῃ μέγ’ ἄνακτι, θεῶν προτέρων βασιλῆι.
487 τὸν τόθ’ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδύν,
488 σχέτλιος, οὐδ’ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
489 ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
490 λείπεθ’, ὅ μιν τάχ’ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
491 τιμῆς ἐξελάαν, ὁ δ’ ἐν ἀθανάτοισιν ἀνάξειν.
492 [para]καρπαλίμως δ’ ἄρ’ ἔπειτα μένος καὶ φαίδιμα γυῖα
493 ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένου δ’ ἐνιαυτοῦ,
494 Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθείς,
495 ὃν γόνον ἂψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης,
496 νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.
497 πρῶτον δ’ ἐξήμησε λίθον, πύματον καταπίνων·
498 τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
499 Πυθοῖ ἐν ἠγαθέῃ, γυάλοις ὕπο Παρνησσοῖο,
500 σῆμ’ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσι.
501 [para]λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν,
502 Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν·
503 οἵ οἱ ἀπεμνήσαντο χάριν εὐεργεσιάων,
504 δῶκαν δὲ βροντὴν ἠδ’ αἰθαλόεντα κεραυνὸν
505 καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει·
506 τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
507 [para]κούρην δ’ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
508 ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
509 ἡ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα,
510 τίκτε δ’ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα,
511 ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ’ Ἐπιμηθέα·
512 ὃς κακὸν ἐξ ἀρχῆς γένετ’ ἀνδράσιν ἀλφηστῇσι·
513 πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
514 παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
515 εἰς ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
516 εἵνεκ’ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.
517 Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης,
518 πείρασιν ἐν γαίης πρόπαρ’ Ἑσπερίδων λιγυφώνων
519 ἑστηώς, κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσι·
520 ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
521 δῆσε δ’ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον,
522 δεσμοῖς ἀργαλέοισι, μέσον διὰ κίον’ ἐλάσσας·
523 καί οἱ ἐπ’ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γ’ ἧπαρ
524 ἤσθιεν ἀθάνατον, τὸ δ’ ἀέξετο ἶσον ἁπάντῃ
525 νυκτός, ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
526 τὸν μὲν ἄρ’ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
527 Ἡρακλέης ἔκτεινε, κακὴν δ’ ἀπὸ νοῦσον ἄλαλκεν
528 Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων,
529 οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὕψι μέδοντος,
530 ὄφρ’ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
531 πλεῖον ἔτ’ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
532 ταῦτ’ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
533 καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
534 οὕνεκ’ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
535 καὶ γὰρ ὅτ’ ἐκρίνοντο θεοὶ θνητοί τ’ ἄνθρωποι
536 Μηκώνῃ, τότ’ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
537 δασσάμενος προύθηκε, Διὸς νόον ἐξαπαφίσκων.
538 τῷ μὲν γὰρ σάρκάς τε καὶ ἔγκατα πίονα δημῷ
539 ἐν ῥινῷ κατέθηκε, καλύψας γαστρὶ βοείῃ,
540 τοῖς δ’ αὖτ’ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
541 εὐθετίσας κατέθηκε, καλύψας ἀργέτι δημῷ.
542 δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
543 [para]“Ἰαπετιονίδη, πάντων ἀριδείκετ’ ἀνάκτων,
544 ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.”
545 ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
546 τὸν δ’ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης,
547 ἦκ’ ἐπιμειδήσας, δολίης δ’ οὐ λήθετο τέχνης·
548 [para]“Ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
549 τῶν δ’ ἕλευ ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.”
550 φῆ ῥα δολοφρονέων· Ζεὺς δ’ ἄφθιτα μήδεα εἰδὼς
551 γνῶ ῥ’ οὐδ’ ἠγνοίησε δόλον· κακὰ δ’ ὄσσετο θυμῷ
552 θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλε.
553 χερσὶ δ’ ὅ γ’ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ,
554 χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
555 ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχῃ.
556 ἐκ τοῦ δ’ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ’ ἀνθρώπων
557 καίους’ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
558 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
559 [para]“Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
560 ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπελήθεο τέχνης.”
561 [para]ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
562 ἐκ τούτου δἤπειτα χόλου μεμνημένος αἰεὶ
563 οὐκ ἐδίδου μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
564 θνητοῖς ἀνθρώποις οἳ ἐπὶ χθονὶ ναιετάουσιν·
565 ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
566 κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον αὐγὴν
567 ἐν κοίλῳ νάρθηκι· δάκεν δ’ ἄρα νειόθι θυμὸν
568 Ζῆν’ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
569 ὡς ἴδ’ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
570 αὐτίκα δ’ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισι·
571 γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
572 παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
573 ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
574 ἀργυφέῃ ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
575 δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·
576 [ἀμφὶ δέ οἱ στεφάνους νεοθηλέας, ἄνθεα ποίης,
577 ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη·]
578 ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
579 τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
580 ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
581 τῇ δ’ ἔνι δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
582 κνώδαλ’ ὅς’ ἤπειρος δεινὰ τρέφει ἠδὲ θάλασσα·
583 τῶν ὅ γε πόλλ’ ἐνέθηκε, χάρις δ’ ἐπὶ πᾶσιν ἄητο,
584 θαυμάσια, ζωοῖσιν ἐοικότα φωνήεσσιν.
585 αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ’ ἀγαθοῖο,
586 ἐξάγαγ’ ἔνθά περ ἄλλοι ἔσαν θεοὶ ἠδ’ ἄνθρωποι,
587 κόσμῳ ἀγαλλομένην γλαυκώπιδος Ὀβριμοπάτρης·
588 θαῦμα δ’ ἔχ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους,
589 ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
590 ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
591 [τῆς γὰρ ὀλοίιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,]
592 πῆμα μέγα θνητοῖσι, σὺν ἀνδράσι ναιετάουσαι,
593 οὐλομένης Πενίης οὐ σύμφοροι, ἀλλὰ Κόροιο.
594 ὡς δ’ ὁπότ’ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
595 κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων·
596 αἱ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
597 ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
598 οἱ δ’ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
599 ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ’ ἀμῶνται·
600 ὣς δ’ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
601 Ζεὺς ὑψιβρεμέτης θῆκε, ξυνήονας ἔργων
602 ἀργαλέων. ἕτερον δὲ πόρεν κακὸν ἀντ’ ἀγαθοῖο,
603 ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
604 μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ’ ἐπὶ γῆρας ἵκηται
605 χήτει γηροκόμοιο· ὁ δ’ οὐ βιότου γ’ ἐπιδευὴς
606 ζώει, ἀποφθιμένου δὲ διὰ ζωὴν δατέονται
607 χηρωσταί. ᾧ δ’ αὖτε γάμου μετὰ μοῖρα γένηται,
608 κεδνὴν δ’ ἔσχεν ἄκοιτιν, ἀρηρυῖαν πραπίδεσσι,
609 τῷ δέ τ’ ἀπ’ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
610 ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
611 ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
612 θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
613 ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
614 οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
615 τοῖό γ’ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλ’ ὑπ’ ἀνάγκης
616 καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
617 [para]Ὀβριάρεῳ δ’ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
618 Κόττῳ τ’ ἠδὲ Γύγῃ, δῆσε κρατερῷ ἐνὶ δεσμῷ,
619 ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
620 καὶ μέγεθος· κατένασσε δ’ ὑπὸ χθονὸς εὐρυοδείης.
621 ἔνθ’ οἵ γ’ ἄλγε’ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
622 εἵατ’ ἐπ’ ἐσχατιῇ μεγάλης ἐν πείρασι γαίης
623 δηθὰ μάλ’ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
624 ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι
625 οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι
626 Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
627 αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε,
628 σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
629 δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ’ ἔχοντες
630 ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας
631 Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
632 οἱ μὲν ἀφ’ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
633 οἱ δ’ ἄρ’ ἀπ’ Οὐλύμποιο θεοὶ δωτῆρες ἐάων
634 οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
635 οἵ ῥα τότ’ ἀλλήλοισι μάχην θυμαλγέ’ ἔχοντες
636 συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
637 οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
638 οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
639 ἀλλ’ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
640 νέκταρ τ’ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
641 πάντων 〈τ’〉 ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ,
642 [ὡς νέκταρ τ’ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,]
643 δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
644 [para]“κέκλυτέ μευ Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
645 ὄφρ’ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
646 ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
647 νίκης καὶ κάρτευς πέρι μαρνάμεθ’ ἤματα πάντα,
648 Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
649 ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους
650 φαίνετε Τιτήνεσσιν ἐναντίον ἐν δαῒ λυγρῇ,
651 μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
652 ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
653 ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.”
654 [para]ὣς φάτο· τὸν δ’ αἶψ’ αὖτις ἀμείβετο Κόττος ἀμύμων·
655 “δαιμόνι’, οὐκ ἀδάητα πιφαύσκεαι, ἀλλὰ καὶ αὐτοὶ
656 ἴδμεν ὅ τοι περὶ μὲν πραπίδες, περὶ δ’ ἐστὶ νόημα,
657 ἀλκτὴρ δ’ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο,
658 σῇσι δ’ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
659 ἄψορρον ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
660 ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
661 τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ πρόφρονι θυμῷ
662 ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηιοτῆτι,
663 μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.”
664 [para]ὣς φάτ’· ἐπῄνησαν δὲ θεοὶ δωτῆρες ἐάων
665 μῦθον ἀκούσαντες· πολέμου δ’ ἐλιλαίετο θυμὸς
666 μᾶλλον ἔτ’ ἢ τὸ πάροιθε· μάχην δ’ ἀμέγαρτον ἔγειραν
667 πάντες, θήλειαί τε καὶ ἄρσενες, ἤματι κείνῳ,
668 Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
669 οὕς τε Ζεὺς ἐρέβεσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε,
670 δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.
671 τῶν ἑκατὸν μὲν χεῖρες ἀπ’ ὤμων ἀίσσοντο
672 πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
673 ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
674 οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
675 πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες·
676 Τιτῆνες δ’ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
677 προφρονέως· χειρῶν τε βίης θ’ ἅμα ἔργον ἔφαινον
678 ἀμφότεροι, δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
679 γῆ δὲ μέγ’ ἐσμαράγησεν, ἐπέστενε δ’ οὐρανὸς εὐρὺς
680 σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
681 ῥιπῇ ὕπ’ ἀθανάτων, ἔνοσις δ’ ἵκανε βαρεῖα
682 τάρταρον ἠερόεντα ποδῶν, αἰπεῖά τ’ ἰωὴ
683 ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων.
684 ὣς ἄρ’ ἐπ’ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα·
685 φωνὴ δ’ ἀμφοτέρων ἵκετ’ οὐρανὸν ἀστερόεντα
686 κεκλομένων· οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
687 [para]οὐδ’ ἄρ’ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
688 εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν
689 φαῖνε βίην· ἄμυδις δ’ ἄρ’ ἀπ’ οὐρανοῦ ἠδ’ ἀπ’ Ὀλύμπου
690 ἀστράπτων ἔστειχε συνωχαδόν, οἱ δὲ κεραυνοὶ
691 ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο
692 χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες,
693 ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
694 καιομένη, λάκε δ’ ἀμφὶ περὶ μεγάλ’ ἄσπετος ὕλη·
695 ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
696 πόντός τ’ ἀτρύγετος· τοὺς δ’ ἄμφεπε θερμὸς ἀυτμὴ
697 Τιτῆνας χθονίους, φλὸξ δ’ αἰθέρα δῖαν ἵκανεν
698 ἄσπετος, ὄσσε δ’ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
699 αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.
700 καῦμα δὲ θεσπέσιον κάτεχεν χάος· εἴσατο δ’ ἄντα
701 ὀφθαλμοῖσιν ἰδεῖν ἠδ’ οὔασιν ὄσσαν ἀκοῦσαι
702 αὔτως, ὡς ὅτε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
703 πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει,
704 τῆς μὲν ἐρειπομένης, τοῦ δ’ ὑψόθεν ἐξεριπόντος·
705 τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
706 σὺν δ’ ἄνεμοι ἔνοσίν τε κονίην τ’ ἐσφαράγιζον
707 βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
708 κῆλα Διὸς μεγάλοιο, φέρον δ’ ἰαχήν τ’ ἐνοπήν τε
709 ἐς μέσον ἀμφοτέρων· ὄτοβος δ’ ἄπλητος ὀρώρει
710 σμερδαλέης ἔριδος, κάρτευς δ’ ἀνεφαίνετο ἔργον.
711 [para]ἐκλίνθη δὲ μάχη· πρὶν δ’ ἀλλήλοις ἐπέχοντες
712 ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
713 οἱ δ’ ἄρ’ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν,
714 Κόττος τε Βριάρεώς τε Γύγης τ’ ἄατος πολέμοιο·
715 οἵ ῥα τριηκοσίας πέτρας στιβαρέων ἀπὸ χειρῶν
716 πέμπον ἐπασσυτέρας, κατὰ δ’ ἐσκίασαν βελέεσσι
717 Τιτῆνας· καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
718 πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν,
719 νικήσαντες χερσὶν ὑπερθύμους περ ἐόντας,
720 τόσσον ἔνερθ’ ὑπὸ γῆς ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης·
721 τόσσον γάρ τ’ ἀπὸ γῆς ἐς τάρταρον ἠερόεντα.
722 ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
723 οὐρανόθεν κατιών, δεκάτῃ κ’ ἐς γαῖαν ἵκοιτο·
724 [ἶσον δ’ αὖτ’ ἀπὸ γῆς ἐς τάρταρον ἠερόεντα·]
725 ἐννέα δ’ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
726 ἐκ γαίης κατιών, δεκάτῃ κ’ ἐς τάρταρον ἵκοι.
727 τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
728 τριστοιχὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθε
729 γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
730 [para]ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
731 κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο,
732 χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
733 τοῖς οὐκ ἐξιτόν ἐστι, θύρας δ’ ἐπέθηκε Ποσειδέων
734 χαλκείας, τεῖχος δ’ ἐπελήλαται ἀμφοτέρωθεν.
735 [para][ἔνθα Γύγης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
736 ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
737 [para]ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντος
738 πόντου τ’ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
739 ἑξείης πάντων πηγαὶ καὶ πείρατ’ ἔασιν,
740 ἀργαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·
741 χάσμα μέγ’, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
742 οὖδας ἵκοιτ’, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
743 ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλης
744 ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι.]
745 [τοῦτο τέρας· καὶ Νυκτὸς ἐρεμνῆς οἰκία δεινὰ
746 ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσι.]
747 [para]τῶν πρόσθ’ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
748 ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
749 ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
750 ἀλλήλας προσέειπον ἀμειβόμεναι μέγαν οὐδὸν
751 χάλκεον· ἡ μὲν ἔσω καταβήσεται, ἡ δὲ θύραζε
752 ἔρχεται, οὐδέ ποτ’ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
753 ἀλλ’ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
754 γαῖαν ἐπιστρέφεται, ἡ δ’ αὖ δόμου ἐντὸς ἐοῦσα
755 μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστ’ ἂν ἵκηται·
756 ἡ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
757 ἡ δ’ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο,
758 Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
759 [para]ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί’ ἔχουσιν,
760 Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτ’ αὐτοὺς
761 Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
762 οὐρανὸν εἰσανιὼν οὐδ’ οὐρανόθεν καταβαίνων.
763 τῶν ἕτερος μὲν γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
764 ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
765 τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
766 νηλεὲς ἐν στήθεσσιν· ἔχει δ’ ὃν πρῶτα λάβῃσιν
767 ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
768 [para]ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
769 [ἰφθίμου τ’ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης]
770 ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει,
771 νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
772 σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
773 ἐξελθεῖν δ’ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
774 ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
775 [ἰφθίμου τ’ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.]
776 ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
777 δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
778 πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
779 μακρῇσιν πέτρῃσι κατηρεφέ’· ἀμφὶ δὲ πάντῃ
780 κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
781 παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
782 ἀγγελίη πωλεῖται ἐπ’ εὐρέα νῶτα θαλάσσης.
783 ὁππότ’ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται,
784 καί ῥ’ ὅστις ψεύδηται Ὀλύμπια δώματ’ ἐχόντων,
785 Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
786 τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ,
787 ψυχρόν, ὅ τ’ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
788 ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
789 ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν·
790 Ὠκεανοῖο κέρας, δεκάτη δ’ ἐπὶ μοῖρα δέδασται·
791 ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
792 δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
793 ἡ δὲ μί’ ἐκ πέτρης προρέει, μέγα πῆμα θεοῖσιν.
794 ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
795 ἀθανάτων οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
796 κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
797 οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
798 βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
799 στρωτοῖς ἐν λεχέεσσι, κακὸν δ’ ἐπὶ κῶμα καλύπτει.
800 αὐτὰρ ἐπὴν νοῦσον τελέσει μέγαν εἰς ἐνιαυτόν,
801 ἄλλος δ’ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἆθλος·
802 εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
803 οὐδέ ποτ’ ἐς βουλὴν ἐπιμίσγεται οὐδ’ ἐπὶ δαῖτας
804 ἐννέα πάντ’ ἔτεα· δεκάτῳ δ’ ἐπιμίσγεται αὖτις
805 εἰρέας ἀθανάτων οἳ Ὀλύμπια δώματ’ ἔχουσι.
806 τοῖον ἄρ’ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ,
807 ὠγύγιον· τὸ δ’ ἵησι καταστυφέλου διὰ χώρου.
808 [para]ἔνθα δὲ γῆς δνοφερῆς καὶ ταρτάρου ἠερόεντος
809 πόντου τ’ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
810 ἑξείης πάντων πηγαὶ καὶ πείρατ’ ἔασιν,
811 ἀργαλέ’ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.
812 ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδός,
813 ἀστεμφὲς ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
814 αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
815 Τιτῆνες ναίουσι, πέρην χάεος ζοφεροῖο.
816 αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
817 δώματα ναιετάουσιν ἐπ’ Ὠκεανοῖο θεμέθλοις,
818 Κόττος τ’ ἠδὲ Γύγης· Βριάρεών γε μὲν ἠὺν ἐόντα
819 γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
820 δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
821 αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ’ οὐρανοῦ ἐξέλασε Ζεύς,
822 ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
823 Ταρτάρου ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην·
824 οὗ χεῖρες μὲν ἔασιν ἐπ’ ἰσχύι ἔργματ’ ἔχουσαι, καὶ
825 πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
826 ἦν ἑκατὸν κεφαλαὶ ὄφιος δεινοῖο δράκοντος,
827 γλώσσῃσι δνοφερῇσι λελιχμότες· ἐν δέ οἱ ὄσσε
828 θεσπεσίῃς κεφαλῇσιν ὑπ’ ὀφρύσι πῦρ ἀμάρυσσεν·
829 [πασέων δ’ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·]
830 φωναὶ δ’ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι,
831 παντοίην ὄπ’ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
832 φθέγγονθ’ ὥς τε θεοῖσι συνιέμεν, ἄλλοτε δ’ αὖτε
833 ταύρου ἐριβρύχεω μένος ἀσχέτου ὄσσαν ἀγαύρου,
834 ἄλλοτε δ’ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
835 ἄλλοτε δ’ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ’ ἀκοῦσαι,
836 ἄλλοτε δ’ αὖ ῥοίζεσχ’, ὑπὸ δ’ ἤχεεν οὔρεα μακρά.
837 καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ,
838 καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
839 εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
840 σκληρὸν δ’ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
841 σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
842 πόντός τ’ Ὠκεανοῦ τε ῥοαὶ καὶ τάρταρα γαίης.
843 ποσσὶ δ’ ὕπ’ ἀθανάτοισι μέγας πελεμίζετ’ Ὄλυμπος
844 ὀρνυμένοιο ἄνακτος· ἐπεστονάχιζε δὲ γαῖα.
845 καῦμα δ’ ὑπ’ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
846 βροντῆς τε στεροπῆς τε πυρός τ’ ἀπὸ τοῖο πελώρου
847 πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος·
848 ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·
849 θυῖε δ’ ἄρ’ ἀμφ’ ἀκτὰς περί τ’ ἀμφί τε κύματα μακρὰ
850 ῥιπῇ ὕπ’ ἀθανάτων, ἔνοσις δ’ ἄσβεστος ὀρώρει·
851 τρέε δ’ Ἀίδης ἐνέροισι καταφθιμένοισιν ἀνάσσων
852 Τιτῆνές θ’ ὑποταρτάριοι Κρόνον ἀμφὶς ἐόντες
853 ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
854 [para]Ζεὺς δ’ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ’ ὅπλα,
855 βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
856 πλῆξεν ἀπ’ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας
857 ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
858 αὐτὰρ ἐπεὶ δή μιν δάμασε πληγῇσιν ἱμάσσας,
859 ἤριπε γυιωθείς, στονάχιζε δὲ γαῖα πελώρη·
860 φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
861 οὔρεος ἐν βήσσῃσιν ἀιδνῆς παιπαλοέσσης
862 πληγέντος, πολλὴ δὲ πελώρη καίετο γαῖα
863 αὐτμῇ θεσπεσίῃ, καὶ ἐτήκετο κασσίτερος ὣς
864 τέχνῃ ὑπ’ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
865 θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν,
866 οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
867 τήκεται ἐν χθονὶ δίῃ ὑφ’ Ἡφαίστου παλάμῃσιν·
868 ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
869 ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς τάρταρον εὐρύν.
870 ἐκ δὲ Τυφωέος ἔστ’ ἀνέμων μένος ὑγρὸν ἀέντων,
871 νόσφι Νότου Βορέω τε καὶ ἀργεστέω Ζεφύροιο·
872 οἵ γε μὲν ἐκ θεόφιν γενεήν, θνητοῖς μέγ’ ὄνειαρ.
873 αἱ δ’ ἄλλαι μὰψ αὖραι ἐπιπνείουσι θάλασσαν·
874 αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
875 πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·
876 ἄλλοτε δ’ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας
877 ναύτας τε φθείρουσι· κακοῦ δ’ οὐ γίνεται ἀλκὴ
878 ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον.
879 αἱ δ’ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
880 ἔργ’ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων,
881 πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ.
882 [para]αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
883 Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
884 δή ῥα τότ’ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
885 Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
886 ἀθανάτων· ὁ δὲ τοῖσιν ἐὺ διεδάσσατο τιμάς.
887 [para]Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,
888 πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
889 ἀλλ’ ὅτε δὴ ἄρ’ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
890 τέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
891 αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδύν,
892 Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος·
893 τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
894 ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
895 ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·
896 πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν,
897 ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν,
898 αὐτὰρ ἔπειτ’ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
899 ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·
900 ἀλλ’ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
901 ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
902 — — — δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
903 Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,
904 αἵ τ’ ἔργ’ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
905 Μοίρας θ’, ᾗς πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
906 Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵ τε διδοῦσι
907 θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.
908 [para]τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρήους,
909 Ὠκεανοῦ κούρη πολυήρατον εἶδος ἔχουσα,
910 Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ’ ἐρατεινήν·
911 τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
912 λυσιμελής· καλὸν δέ θ’ ὑπ’ ὀφρύσι δερκιόωνται.
913 [para]αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν·
914 ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
915 ἥρπασεν ἧς παρὰ μητρός, ἔδωκε δὲ μητίετα Ζεύς.
916 Μνημοσύνης δ’ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
917 ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
918 ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
919 [para]Λητὼ δ’ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
920 ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων
921 γείνατ’ ἄρ’ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
922 [para]λοισθοτάτην δ’ Ἥρην θαλερὴν ποιήσατ’ ἄκοιτιν·
923 ἡ δ’ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
924 μιχθεῖς’ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
925 [para]αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην,
926 δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον ἀτρυτώνην,
927 πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε·
928 Ἥρη δ’ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
929 γείνατο, καὶ ζαμένησε καὶ ἤρισεν ᾧ παρακοίτῃ,
930 ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
931 ἐκ δ’ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
932 Τρίτων εὐρυβίης γένετο μέγας, ὅς τε θαλάσσης
933 πυθμέν’ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
934 ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
935 ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε,
936 δεινούς, οἵ τ’ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
937 ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
938 Ἁρμονίην θ’, ἣν Κάδμος ὑπέρθυμος θέτ’ ἄκοιτιν.
939 [para]Ζηνὶ δ’ ἄρ’ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
940 κήρυκ’ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
941 Καδμηὶς δ’ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
942 μιχθεῖς’ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
943 ἀθάνατον θνητή· νῦν δ’ ἀμφότεροι θεοί εἰσιν.
944 [para]Ἀλκμήνη δ’ ἄρ’ ἔτικτε βίην Ἡρακληείην
945 μιχθεῖς’ ἐν φιλότητι Διὸς νεφεληγερέταο.
946 Ἀγλαΐην δ’ Ἥφαιστος ἀγακλυτὸς ἀμφιγυήεις
947 ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ’ ἄκοιτιν.
948 [para]χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
949 κούρην Μίνωος, θαλερὴν ποιήσατ’ ἄκοιτιν·
950 τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρων θῆκε Κρονίων.
951 Ἥβην δ’ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
952 ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
953 παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
954 αἰδοίην θέτ’ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι·
955 ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
956 ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
957 [para]Ἠελίῳ δ’ ἀκάμαντι τέκε κλυτὸς Ὠκεανίνη
958 Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.
959 Αἰήτης δ’ υἱὸς φαεσιμβρότου Ἠελίοιο
960 κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
961 γῆμε θεῶν βουλῇσιν, Ἰδυῖαν καλλιπάρηον·
962 ἣ δή οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
963 γείναθ’ ὑποδμηθεῖσα διὰ χρυσῆν Ἀφροδίτην.
964 [para]ὑμεῖς μὲν νῦν χαίρετ’, Ὀλύμπια δώματ’ ἔχοντες,
965 νῆσοί τ’ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος·
966 νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
967 Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
968 ὅσσαι δὴ θνητοῖσι παρ’ ἀνδράσιν εὐνηθεῖσαι
969 ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
970 [para]Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο δῖα θεάων,
971 Ἰασίῳ ἥρωι μιγεῖς’ ἐρατῇ φιλότητι
972 νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
973 ἐσθλόν, ὃς εἶς’ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
974 πᾶσαν· τῷ δὲ τυχόντι καὶ οὗ κ’ ἐς χεῖρας ἵκηται,
975 τὸν δὴ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
976 Κάδμῳ δ’ Ἁρμονίη, θυγάτηρ χρυσῆς Ἀφροδίτης,
977 Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρηον
978 Αὐτονόην θ’, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
979 γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
980 [para]κούρη δ’ Ὠκεανοῦ Χρυσάορι καρτεροθύμῳ
981 μιχθεῖς’ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης
982 Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
983 Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
984 βοῶν ἕνεκ’ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
985 [para]Τιθωνῷ δ’ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
986 Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
987 αὐτάρ τοι Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
988 ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα·
989 τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ’ ἐρικυδέος ἥβης
990 παῖδ’ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
991 ὦρτ’ ἀνερειψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
992 νηοπόλον μύχιον ποιήσατο, δαίμονα δῖον.
993 [para]κούρην δ’ Αἰήταο διοτρεφέος βασιλῆος
994 Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
995 ἦγε παρ’ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
996 τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
997 ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος ὀβριμοεργός·
998 τοὺς τελέσας ἐς Ἰωλκὸν ἀφίκετο πολλὰ μογήσας
999 ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
1000 Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατ’ ἄκοιτιν.
1001 καί ῥ’ ἥ γε δμηθεῖς’ ὑπ’ Ἰήσονι ποιμένι λαῶν
1002 Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
1003 Φιλλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
1004 [para]αὐτὰρ Νηρῆος κοῦραι ἁλίοιο γέροντος,
1005 ἤτοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
1006 Αἰακοῦ ἐν φιλότητι διὰ χρυσῆν Ἀφροδίτην·
1007 Πηλεῖ δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα
1008 γείνατ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
1009 [para]Αἰνείαν δ’ ἄρ’ ἔτικτεν ἐυστέφανος Κυθέρεια,
1010 Ἀγχίσῃ ἥρωι μιγεῖς’ ἐρατῇ φιλότητι
1011 Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης.
1012 [para]Κίρκη δ’ Ἠελίου θυγάτηρ Ὑπεριονίδαο
1013 γείνατ’ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι
1014 Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·
1015 [Τηλέγονον δὲ ἔτικτε διὰ χρυσῆν Ἀφροδίτην·]
1016 οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων
1017 πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
1018 [para]Ναυσίθοον δ’ Ὀδυσῆι Καλυψὼ δῖα θεάων
1019 γείνατο Ναυσίνοόν τε μιγεῖς’ ἐρατῇ φιλότητι.
1020 [para]αὗται μὲν θνητοῖσι παρ’ ἀνδράσιν εὐνηθεῖσαι
1021 ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
1022 [νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι
1023 Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.]