eul_wid: kge-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Human Follies by Comic Fragments Anonymous III

The Comic Fragments on Human Follies is a modern compilation that thematically assembles excerpts from lost Greek comedies to illustrate the satirical treatment of human foolishness. This collection draws from the fragmentary remains of comic playwrights across the periods of Old, Middle, and New Comedy, offering a curated glimpse into a vast, otherwise inaccessible literary tradition. The selected fragments exemplify standard comic critiques, including social satire of stereotypical characters like the miser and the braggart, moral criticism of greed and hypocrisy, parody of intellectual pretensions, and observations on domestic life and universal human weaknesses.

The original comic lines from which these fragments derive were preserved indirectly through quotations in later authors such as Athenaeus and Stobaeus, as well as through papyrus discoveries. This modern assemblage is therefore a secondary curation from that scattered and fragmentary corpus. Despite their disjointed nature, these fragments constitute crucial evidence for reconstructing the broader history of Greek comedy beyond the complete surviving plays of Aristophanes and Menander. They provide insights into ancient popular morality, social structures, and daily life, demonstrating the enduring role of comedy in critiquing the perennial follies of human nature.

ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων.
ἅτερος πρὸς τὸν ἕτερον
ὑπαλείφεται τὼ χεῖρέ θʼ ὑποκονίεται.
Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.
ὀκνεῖς λαλεῖν; οὕτω σφόδρʼ εἶ τηθαλλαδοῦς;
ἡ δὲ προὐκαλεῖτό με
βαυβᾶν μετʼ αὐτῆς.
Ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
Τόλμα τι, κινδύνευε, πρᾶττʼ, ἀποτύγχανε,
ἐπίτυχε· πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.
γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων
ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.
τί ποτʼ ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον;
Β. δέδοικʼ ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί.
αὐλεῖ Μαριανδυνοῖς καλάμοις θρηνῳδίαν
κρούων ἰαστί.
αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ.
ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον.
ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν.
θύραζε Κᾶρες, οὐκέτʼ Ἀνθεστήρια.
εἶμι γάρ
ἐπʼ αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου.
νῦν δὲ σωθείην ἵνα
διδάγματʼ ᾖ μοι ταῦτα τοῦ λοιποῦ χρόνου.
ἡ γλῶττʼ ἀνέγνωχʼ, ἡ δὲ φρὴν οὐ μανθάνει.
πᾶς ἐστι δούλῳ δεσπότης μονοσύλλαβος.
ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται,
ἢ χωλός ἐστιν ἢ οὐ δίδωσι συμβολάς.
πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότης
παρέχει.
οὗτος πατὴρ τοῦ παιδός· εἰ γὰρ ὤφελεν.
περὶ μεγάλων γὰρ πραγμάτων σκοπουμένοις
εὐνουστάτη σύμβουλος ἡ παρρησία.
Παρρησίαν δὲ παντὸς ὠνοῦ χρυσίου.
Ὁ δὲ βίος ἔστʼ ἀλαζονείας δεόμενος.
Φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ μανθάνειν.
χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.
Σικελίας αὔχημα τροφαλίς.
ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.
Πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν.
Μισθοῦ γὰρ ἀνθρώπων τις ἄνθρωπον φιλεῖ.
Ὁ μέν τις ἀμπέλους
τρυγῶν, ὁ δʼ ἀμέργων τὰς ἐλάας.
Μετὰ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως
μέγʼ ὑπερέβαλλεν ὁ κεραμεὺς Ὑπέρβολος.
Εἶτά μοι σκάπτων ἐρεῖ
ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γάρ
πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ.
Ἔχει τελευτὴν ἧσπερ οὕνεκʼ ἐγένετο.