eul_wid: aau-af
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Genealogy by Hesiod

The Fragments on Genealogy is a modern designation for a collection of ten fragmentary passages attributed to the epic poet Hesiod. These excerpts, which concern genealogical narratives, are preserved not as a continuous text but through citations embedded in the works of later prose authors, most notably the mythographer Pseudo-Apollodorus in his Library and the travel writer Pausanias in his Description of Greece. They belong to the Hesiodic tradition of catalogue poetry and are closely related in theme and style to the more extensive Catalogue of Women, representing surviving remnants of what was likely a larger, now-lost body of genealogical verse. The content of these fragments encompasses the lineages of heroes and gods, detailing unions between deities and mortal women, foundation myths for various cities and tribes, and the integration of local traditions into a broader Panhellenic narrative. As part of the expansive Hesiodic corpus, these fragments played a role in standardizing Greek mythological knowledge, serving as authoritative references for subsequent mythographers and poets. They helped shape the genealogical framework through which the Greeks conceptualized their heroic past and interregional connections. Today, these fragments, compiled in modern editions of Hesiod's fragmentary works, remain essential sources for reconstructing lost Hesiodic poetry and for understanding the development of the ancient mythographic tradition.

… ν Ὄλυμπον ἔχουσιν
… ος βασιλῆος
… ονον Ἄργος ἐραννόν·
… ερας Ἄργεϊ μέσσωι
… κλέος ἔσσεται αὐτῶν.
Αἰγιμιοῦ δὲ βίη δουρικλειτοῦ βασιλῆος
γείνατʼ ἐνὶ μεγάροισι Δυμᾶνά τε Πάμφυλόν τε
μιχθεὶς … θεῖ τὴν περὶ πάσης
ἡλικίης ἐφίλησε θεῶν βασίλεια καὶ ἀνδρῶν
… ἀμύμονος Αἰγιμιοῖο
… ωγ … λεδ … αικς …
… όλεν … σμ …
… καὶ Ἰφθίμην …
… ά … δα … ς·
… οισκατ …
… γενο …
οὔρειαι Νύμφαι θεαὶ ἐξεγένοντο
καὶ γένος οὐτιδανῶν Σατύρων καὶ ἀμηχανοέργων
Κουρῆτές τε θεοὶ φιλοπαίγμονες ὀρχηστῆρες.
Ξοῦθος δὲ Κρείουσαν ἐπήρατον εἶδος ἔχουσαν
κούρην καλλιπάρηον Ἐρεχθῆος θείοιο
ἀθανάτων ἰότητι φίλην ποιήσατʼ ἄκοιτιν,
ἥ οἱ Ἀχαιὸν ἐγείνατʼ Ἰάονά τε κλυτόπωλον
μιχθεῖσʼ ἐν φιλότητι καὶ εὐειδέα Διομήδην.
Αἰολίδαι δʼ ἐγένοντο θεμιστοπόλοι βασιλῆες
Κρηθεύς τʼ ἠδʼ Ἀθάμας καὶ Σίσυφος αἰολομήτης
Σαλμωνεύς τʼ ἄδικος καὶ ὑπέρθυμος Περιήρης
Δηϊών τε μέγας … τʼ ἀριδείκετος ἀνδρῶν
… ἐν δώμασιν ἡβώοντες
… τέκοντό τε κύδιμα τέκνα·
αὖτις δʼ Αἰναρέτη τέκεν Αἰόλωι εὐνηθεῖσα
ἠϋκόμους κούρας πολυήρατον εἶδος ἐχούσας,
Πεισιδίκην τε καὶ Ἀλκυόνην Χαρίτεσσιν ὁμοίας
καὶ Καλύκην Κανάκην τε καὶ εὐειδέα Περιμήδην·
τῆι δʼ Ἀχελῶιος ἐυρρείτης μίχθη φιλότητι
… ἐν ὑψηλοῖσι δόμοισι
… ος βασιλῆος,
ὃς … ναιετάασκεν
ἀφνειὸς μήλοισι
γλ …
κούρη τ …
τοῦ κουρ … αι
ἣ δʼ ὑποκυσαμένη
καὶ τὴν μὲν
ἥρωϊ πτολιπόρθωι …
αὐτὰρ ὅ γʼ Ἱπποδάμας πολυήρατον εἶδος ἔχουσαν
ἠγάγετ … ποτὶ δώματα ἠχήεντα·
ἣ δʼ ὑποκυσαμένη μεγαλήτορα ποιμένα λαῶν
Ἀντίμαχον τέκε παῖδα, φίλον μακάρεσσι θεοῖσιν,
Εὐρείτην θʼ ἑλικοβλέφαρον Χαρίτεσσιν ὁμοίην,
τὴν ἔχε Πορθάων Πλευρωνίου υἱέος υἱός·
ἥ οἱ παῖδας ἐγείνατʼ ἀμύμονας ἐν μεγάροισιν,
Οἰνέα τʼ Ἀλκάθοόν τε καὶ Ἄγριον ἱπποκορύστην
καὶ Μέλανʼ ἱππόδαμον δεινῆς ἀκόρητον ἀϋτῆς·
ὁπλότατος δὲ Πύλος γένετʼ ἐν μεγάρωι εὐπήκτωι.
τοὺς μέν ῥʼ Οἰνέος υἱὸς ἀγακλυτὸς ἱππότα Τυδεύς
… κτεῖνεν ταναήκεϊ χαλκῶι
ὅττι βίην καὶ κάρτος ἀπηύρων Οἰνέα δῖον.
αὐτὰρ Ἀεθλίοο κρατερὸν μένος ἀντιθέοιο
εὐειδέα Καλύκην θαλερὴν ποιήσατʼ ἄκοιτιν·
ἣ δʼ ἔτεκʼ Ἐνδυμίωνα φίλον μακάρεσσι θεοῖσι·
τὸν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα ἔδωκεν,
ἳν δʼ αὐτῶι θανάτου ταμίης καὶ γήραος ἦεν.
τοῦ δʼ ἦν Αἰτωλός· τοῦ δʼ αὖ Καλυδὼν γένεθʼ υἱός
Πλευρών τʼ αἰχμητής, ἐπιείκελος ἀθανάτοισιν,
ὃς … Ἀγήνορα γείνατο παῖδα·
ε … ἐυπλόκαμος Πολυκάστη
α … τὴν δʼ … Ἠλέκτωρ θέτʼ ἄκοιτιν
η … κρατερός τε μέγας τε
ει … βριήπυος οὔλιος Ἄρης
τ … νθος ἔχεσκε·
δ … θαλερὴν θέτʼ ἄκοιτιν
τ … ἀθανάτηισιν …
α … θνητῶν ἀνθρώπων· …
ὃς … ε … Δηϊδάμεια
τ …
ν
…
… παυσα
… χαλκον ἐνέι …
… ηισιν ἀγαλλόμενος …
… ἀνὰ δώματα ἠχήεντα
… μενοι καὶ μαψιδίηι φιλότητι
… νόου βεβλαμμένοι ἐσθλοῦ.
Ζεὺς δὲ ἰδὼν νεμέσησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
καὶ τὴν μὲν ποίησε πατὴρ ἀνδρῶν τε θεῶν τε
ἀλκυόνʼ, ἥ τ
ἀνθρώπων
ναίει καί ῥʼ ἁλίοι
Κήϋξ δʼ οὔτε π
παύεται ἀΐσσων
ἵεται Ἀλκυόνης
ἀλλὰ Διὸς κρυπτὸς πέλεται νόος, οὐδέ τις ἀνδρῶν
φράζεσθαι δύναται
τὴν δʼ αὖ Μυρμιδόνος κρατερὸν μένος ἀντιθέοιο
Πεισιδίκην ὤπυιε
ἣ δʼ ἔτεκʼ Ἄντιφον υἷα καὶ Ἄκτορα
ἣ δὲ Ποσειδάωνος ἐν ἀγκοίνηισι μιγεῖσα
Αἰολὶς ἠύκομος
δὶς τέκε
πρῶτον μὲν
γείνατο δʼ αὖ
τῆς γεδ
Ἡσίοδος μὲν γὰρ ἑκατέρω καὶ … τῆς Φορωνέως
θυγατρὸς πέντε γενέσθαι θυγατέρας φησίν, ἐξ ὧν «οὔρειαι—
ὀρχηστῆρες».
Ἀλκυόνην τὴν Αἰόλου ἔγημε Κήϋξ ὁ Φωσφόρου τοῦ ἀστέρος
υἱός. ἄμφω δʼ ἦσαν ὑπερήφανοι, ἀλλήλων δʼ ἐρασθέντες ἡ
μὲν … α … κ … ρνα … Δία καλεῖ, ὁ δὲ αὐτὴν Ἥραν
προσηγόρευεν· ἐφʼ ὧι ὀργισθεὶς ὁ Ζεὺς μετεμόρφωσεν
ἀμφοτέρους εἰς ὄρνεα, ὡς Ἡσίοδος ἐν Γυναικῶν καταλόγωι.
η
ε
Κηϋ
Ἱππ
Κηϋ
τὴν ο
τουσθ
Βουτ
τοὶ κούρας ἀγάγοντο
Ὑλλίδας
τῶν γένετ
ἠʼ οἵη Σχ
Ἀρέθουσα θυγάτηρ μὲν Ὑπέρου, Ποσειδῶνι δὲ συν-
ελθοῦσα κατὰ τὸν Βοϊκὸν Εὔρειπον εἰς κρήνην ἠλλάγη ἐν
Χαλκίδι ὑπὸ τῆς Ἥρας, ὡς Ἡσίοδος ἱστορεῖ.
ὁ Ἀγαμέμνων καθʼ Ὅμηρον καὶ Μενέλαος υἱοὶ Ἀτρέως τοῦ
Πέλοπος καὶ Ἀερόπης Κρήσσης τῆς θυγατρὸς Κατρέως, κατὰ
δὲ Ἡσίοδον Πλεισθένους ἑρμαφροδίτου ἢ χωλοῦ, ὃς ἱμάτιον
γυναικεῖον ἐνεδέδυτο.
Ἀκταίων ὁ Ἀρισταίου καὶ Αὐτονόης, τῶν Σεμέλης
ἐφιέμενος γάμων αυτ … το πρὸς τοῦ μητροπά-
τορος … μετεμορφώθη εἰς ἐλάφου δόκησιν διὰ βουλὴν
Ἀρτέμιδος καὶ διεσπαράσθη ὑπὸ τῶν ἑαυτοῦ κυνῶν, ὥς
φησιν Ἡσίοδος ἐν Γυναικῶν καταλόγωι.