ΘΕΟΚΡΙΤΟΥ ΒΟΥΚΟΛΙΚΑ
Γένος Θεοκρίτου
Θεόκριτος ὁ τῶν βουκολικῶν ποιητὴς Συρακούσιος ἦν τὸ γένος, πατρὸς Σιμίχου, ὡς αὐτός φησι «Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις»; ἔνιοι δὲ τὸ «Σιμιχίδα» ἐπώνυμον εἶναι λέγουσι—δοκεῖ γὰρ σιμὸς εἶναι τὴν πρόσοψιν—, πατέρα δʼ ἐσχηκέναι Πραξαγόραν καὶ μητέρα Φιλίναν. ἀκουστὴς δὲ γέγονε Φιλητᾶ καὶ Ἀσκληπιάδου, ὧν μνημονεύει. ἤκμασε δὲ κατὰ Πτολεμαῖον τὸν ἐπικληθέντα Φιλάδελφον τὸν Πτολεμαίου τοῦ Λάγου. περὶ δὲ τὴν τῶν βουκολικῶν ποίησιν εὐφυὴς γενόμενος πολλῆς δόξης ἐπέτυχε. κατὰ γοῦν τινας Μόσχος καλούμενος Θεόκριτος ὠνομάσθη.
ἰστέον, ὅτι ὁ Θεόκριτος ἐγένετο ἰσόχρονος τοῦ τε Ἀράτου καὶ τοῦ Καλλιμάχου καὶ τοῦ Νικάνδρου· ἐγένετο δὲ ἐπὶ τῶν χρόνων Πτολεμαίου τοῦ Φιλαδέλφου.
Εὕρεσις τῶν βουκολικῶν
Τὰ βουκολικά φασιν ἐν Λακεδαιμονίᾳ εὑρεθῆναι καὶ περισσῶς προκοπῆς τυχεῖν. τῶν γὰρ Περσικῶν ἐνεστώτων ἔτι καὶ φόβῳ πᾶσαν τὴν Ἑλλάδα ταρασσόντων ἐνέστη ἑορτὴ Ἀρτέμιδος Καρυάτιδος. τῶν δὲ παρθένων ἀποκεκρυμμένων διὰ τὴν ἐκ τοῦ πολέμου ταραχὴν ἀγροῖκοί τινες εἰσελθόντες εἰς τὸ ἱερὸν ἰδίαις ᾠδαῖς τὴν Ἄρτεμιν ὕμνησαν· τῆς δὲ τούτων ξένης μούσης ἀρεστῆς γενομένης παρέμεινε τὸ ἔθος καὶ ἐφυλάχθη.
ἄλλοι δὲ ἐν Τυνδαρίδι τῆς Σικελίας πρῶτον ἀχθῆναι λέγουσι τὰ βουκολικά. Ὀρέστῃ γὰρ ἐκκομίζοντι τὸ τῆς Ἀρτέμιδος ξόανον ἐκ Ταύρων τῆς Σκυθίας χρησμὸς ἐξέπεσεν ἐν ἑπτὰ ποταμοῖς ἐκ μιᾶς πηγῆς ῥέουσιν ἀπολούσασθαι· ὁ δὲ πορευθεὶς εἰς Ῥήγιον τῆς Ἰταλίας τὸ ἄγος ἀπενίψατο ἐν τοῖς λεγομένοις διαχωρίοις ποταμοῖς. ἔπειτα εἰς Τυνδαρίδα τῆς Σικελίας διῆλθεν· οἱ δὲ ἐπιχώριοι τὴν θεὸν ἰδίοις ποιήμασι καθυμνήσαντες ἔθει τὴν πρώτην παρέδοσαν εὕρεσιν.
ὁ δὲ ἀληθὴς λόγος οὗτος. ἐν ταῖς Συρακούσαις στάσεώς ποτε γενομένης καὶ πολλῶν πολιτῶν φθαρέντων, εἰς ὁμόνοιαν τοῦ πλήθους ἐλθόντος ἔδοξεν Ἄρτεμις αἰτία γεγονέναι τῆς διαλλαγῆς. οἱ δὲ ἀγροῖκοι δῶρα ἐκόμισαν καὶ τὴν θεὸν γεγηθότες ἀνύμνησαν, ἔπειτα ταῖς τῶν ἀγροίκων ᾠδαῖς τόπον ἔδωκαν καὶ συνήθειαν.
ᾄδειν δέ φασιν αὐτοὺς ἄρτον ἐξηρτημένους θηρίων ἐν ἑαυτῷ πλέονας τύπους ἔχοντα καὶ πήραν πανσπερμίας ἀνάπλεων καὶ οἶνον ἐν αἰγείῳ ἀσκῷ, σπονδὴν νέμοντας τοῖς ὑπαντῶσι, στέφανόν τε περικεῖσθαι καὶ κέρατα ἐλάφων προκεῖσθαι καὶ μετὰ χεῖρας ἔχειν λαγωβόλον. τὸν δὲ νικήσαντα λαμβάνειν τὸν τοῦ νενικημένου ἄρτον· κἀκεῖνον μὲν ἐπὶ τῆς τῶν Συρακουσίων μένειν πόλεως, τοὺς δὲ νενικημένους εἰς τὰς περιοικίδας χωρεῖν ἀγείροντας ἑαυτοῖς τὰς τροφάς· ᾄδειν δὲ ἄλλα τε παιδιᾶς καὶ γέλωτος ἐχόμενα καὶ εὐφημοῦντας ἐπιλέγειν· δέξαι τὰν ἀγαθὰν τύχαν, δέξαι τὰν ὑγίειαν, ἃν φέρομες παρὰ τᾶς θεοῦ, ἃν ἐκλελάσκετο τήνα
Τὰ δὲ βουκολικὰ ἔχει κατὰ διαφορὰν τὴν τῶν ποιημάτων ἐπιγραφήν· καὶ γὰρ αἰπολικά ἐστι καὶ ποιμενικὰ καὶ μικτά. τὴν μέντοι ἀπὸ τῶν βοῶν εἴληφεν ἐπιγραφὴν ὡς κρατιστεύοντος τοῦ ζῴου· διὸ καὶ βουκολικὰ λέγονται πάντα. εἴρηται δὲ βουκόλος παρὰ τὸ τὰς βόας κέλλειν καὶ ἐλαύνειν ἢ ἀπὸ τοῦ τὰς βόας κολούειν ἀτιμαγελώσας ἢ τῶν βοῶν κομεῖν καὶ ἐπιμελεῖσθαι τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον.
σημείωσαι· ἐπὶ αἰγῶν αἰπόλια, ἐπὶ βοῶν βουκόλια, ἐπὶ προβάτων ποίμνια, ἐπὶ συῶν συβόσια.
πῶς βουκολικὰ ὑπεγράφησαν καίτοι μὴ ὄντων ὅλων βουκολικῶν, ἀλλὰ καὶ ποιμενικῶν καὶ αἰπολικῶν; ἐκ τοῦ κρείττονος μέρους ταῦτα τῶν τετραπόδων ὑπεγράφησαν.
Πᾶσα ποίησις τρεῖς ἔχει χαρακτῆρας, διηγηματικόν, δραματικὸν καὶ μικτόν. τὸ δὲ βουκολικὸν ποίημα μῖγμά ἐστι παντὸς εἴδους καθάπερ συγκεκραμένον· διὸ καὶ χαριέστερον τῇ ποικιλίᾳ τῆς κράσεως, ποτὲ μὲν συγκείμενον ἐκ διηγηματικοῦ, ποτὲ δὲ ἐκ δραματικοῦ, ποτὲ δὲ ἐκ μικτοῦ, ἤγουν διηγηματικοῦ καὶ δραματικοῦ, ὁτὲ δὲ ὡς ἂν τύχῃ. εἰς ὅσον δʼ οἷόν τέ ἐστι, τὰ τῶν ἀγροίκων ἤθη ἐκμάσσεται αὕτη ἡ ποίησις, τερπνῶς πάνυ τοὺς τῇ ἀγροικίᾳ σκυθρωποὺς κατὰ τὸν βίον χαρακτηρίζουσα· ἐκπέφευγε δὲ τὸ ἄγαν ἁδρὸν καὶ ὑπέρογκον τῆς ποιήσεως.
Ἰστέον δέ, ὅτι εἰδύλλιον λέγεται τὸ μικρὸν ποίημα ἀπὸ τοῦ εἶδος ἡ θεωρία, οὐχ ἡδύλλιον παρὰ τὸ ἥδω τὸ εὐφραίνω.
εἰδύλλιον λέγεται, ὅτι εἶδός ἐστι λόγου· ὑποκοριστικῶς δὲ εἴρηται εἰδύλλιον.
εἰδύλλια λέγονται ταῦτα ἀπὸ τοῦ εἴδω τὸ ὁμοιῶ· ἐοικότες γὰρ τοῖς προσώποις εἰσὶν οἱ λόγοι.
πῶς οὐχ ὑπογράφονται ταῦτα τὰ ποιήματα διάλογοι —διαλέγεται γὰρ ἔν τισι τούτων πρόσωπα—ὡς καὶ τὰ τοῦ Λουκιανοῦ; οὐκ ἤθελεν ὁ ποιητὴς θεῖναι ἀλλοίας καὶ ἀλλοίας ὑπογραφάς, ἀλλὰ μίαν ἁρμόζουσαν πᾶσι τοῖς ποιήμασιν αὐτοῦ. εἶδος γὰρ λόγου ἐστὶ καὶ τὸ διηγηματικὸν καὶ τὸ δραματικὸν καὶ τὸ μικτόν, καὶ διὰ τοῦτο ὑπεγράφησαν εὐδύλλια.
Δωρίδι δὲ καὶ Ἰάδι διαλέκτῳ κέχρηται Θεόκριτος, μάλιστα δὲ ἀνειμένῃ καὶ χθαμαλῇ Δωρίδι παρὰ τὴν Ἐπιχάρμου καὶ Σώφρονος· οὐ μὴν δὲ ἀπολιμπάνεται καὶ Αἰολίδος.
ἰστέον, ὅτι ὁ Θεόκριτος Δωρίδι διαλέκτῳ κέχρηται τῇ νέᾳ. δύο γάρ εἰσι, παλαιὰ καὶ νέα· καὶ ἡ μὲν παλαιὰ τραχεῖά τίς ἐστι καὶ οὐκ εὐνόητος· ἡ δὲ νέα, ᾗ καὶ Θεόκριτος χρῆται, μαλθακωτέρα καὶ εὐκολωτέρα.
Δωρίδι δὲ διαλέκτῳ κέχρηται ὁ Θεόκριτος ἀνειμένῃ.
αἱ ἀφαιρέσεις τῶν Ἰώνων, αἱ συγκοπαὶ τῶν Αἰολέων, αἱ ἀποκοπαὶ τῶν Ἀττικῶν καὶ οἱ πλεονασμοὶ τῶν Ἰώνων. αἱ ἐπενθέσεις τῶν Αἰολέων ὡς τὸ κυσὶ «κύνεσσι», τῶν Ἀττικῶν αἱ ἐπεκτάσεις ὡς τὸ οὕτως «οὑτωσί». … «ἀταρτηροῖς ἐπέεσσιν» ἀτηροῖς.
Ἀρτεμιδώρου γραμματικοῦ ἐπὶ τῇ ἀθροίσει τῶν βουκολικῶν ποιημάτων· Βουκολικαὶ μοῖσαι σποράδες ποκά, νῦν δʼ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας.
Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδʼ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρηκοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίνης, μοῦσαν δʼ ὀθνείην οὔτινʼ ἐφελκυσάμην.
Ὥσπερ σκύφος γάλακτος ἢ καὶ κισσύβη ἡ βουκολικὴ πᾶσιν ἄγκειται βίβλος· τοιγὰρ ῥοφῶμεν οἱ θέλοντες τὸν λόγον στόμασι λάβροις, εἰ κελεύουσι φρένες.
Ὅτι τῶν τὰ βουκολικὰ συγγραψάντων ἴδιον— τὸ Δωρίδι χρῆσθαι διαλέκτῳ, τὸ μιμεῖσθαι εἰς ἄκρον ἀγροίκων ὁμιλίας καὶ νομέων χαριέντως αὐτὰς ἐκφράζων.
ἄρτον τε ἐξήρτηντο μορφὰς θηρίων ἐν ἑαυτῷ ἔχοντα καὶ πήραν πανσπερμίας ἀνάπλεων, καὶ οἶνον ἐν αἰγείῳ ἀσκῷ φέροντες σπονδὴν ἔνεμον τοῖς ὑπαντῶσι. στέφανόν τε περιέκειντο καὶ κέρατα ἐλάφων προέκειτο αὐτοῖς μετὰ χεῖράς τε εἶχον λαγωβόλον. ὁ δὲ νικήσας ἐλάμβανε τοῦ ἡττηθέντος τὸν ἄρτον. κἀκεῖνος μὲν ἐπὶ τῆς τῶν Συρακουσίων ἔμενε πόλεως, οἱ δὲ νενικημένοι εἰς τὰς περιοικίδας ἐχώρουν ἀγείροντες ἑαυτοῖς τὰς τροφάς. παρεῖχόν τε ἄλλα τε παιδιᾶς ἄξια καὶ δὴ καὶ τόδε προσέλεγον· δέξαι τὰν ἀγαθὰν τύχαν, δέξαι τὰν ὑγίειαν, ἃν φέρομεν παρὰ τῆς θεοῦ, ἃν ἐκαλέσσατο τήνα.
ὅτι ὁ μὲν ἄρτος καὶ ὁ οἶνος καὶ ἡ σπονδὴ σημεῖα εἰρήνης— ἦσαν. ἐπὶ εἰρήνῃ γάρ, ὡς ῥηθήσεται, εὕρηται τὰ βουκολικά. ἥ τε πανσπερμία τὴν ἀπὸ τῆς εἰρήνης ἐπίδοσιν ἐν ταῖς πόλεσι δηλοῖ. ὡσαύτως δὲ καὶ ὁ στέφανος νίκης τε ἅμα σύμβολον καὶ χαρᾶς. ἐνίκησαν γὰρ οἱ διαλλακταὶ διαλλάξαντες τοὺς ἐν ταῖς Συρακούσαις στασιάζοντας· ὧν δὴ διαλλακτῶν τόπον ἐπεῖχον οἱ τὰ βουκολικὰ ᾄδοντες. τὰ δὲ κέρατα, ἐπειδὴ τὸν Πᾶνα εἶχον οἱ νομεῖς θεόν, ὁ δὲ Πὰν κέρατα ἔχων παραδέδοται. τοὺς νομεῖς δὲ οἱ τὰ βουκολικὰ συνθέντες ἐμιμοῦντο, ὡς ἔφημεν. καὶ τῶν θηρίων δὲ αἱ μορφαὶ τοῦ Πανὸς ἕνεκεν λαμβάνονται, ἐπειδὴ ἐν τοῖς ὄρεσι καὶ ταῖς ἐρημίαις παραδίδοται διατρίβειν, τόποις θηριώδεσι, καὶ ἅμα καὶ αὐτὸς τὰ κάτω τραγώδη καὶ λάσια παραδίδοται ἔχειν. καὶ τὸ λαγωβόλον δὲ τοῦ αὐτοῦ ἕνεκεν· εἰκὸς γὰρ αὐτὸν καὶ κυνηγέτην εἶναι τοῖς ὄρεσιν ἐνδιατρίβοντα. καὶ μὴν καὶ ἡ πρόσρησις σημεῖον εἰρήνης ἦν· εὐδαίμονες μὲν γὰρ οἱ ἄνθρωποι ἐν εἰρήνῃ, κακοδαίμονες δὲ γίνονται ἐν τῷ πολέμῳ.
ὅτι οἱ μέν φασιν εὑρεθῆναι ἐν Λακεδαίμονι τὰ βουκολικὰ πρῶτον, τῷ τρόπῳ τούτῳ. τῶν Περσικῶν ἐνεστώτων ἔτι καὶ φόβῳ πᾶσαν τὴν Ἑλλάδα ταρασσόντων ἐνέστη τις ἑορτὴ Ἀρτέμιδος Καρυάτιδος. τῶν οὖν παρθένων κεκρυμμένων διὰ τὴν ἐκ τοῦ πολέμου ταραχὴν ἀγροῖκοί τινες εἰσελθόντες ἰδίαις ᾠδαῖς τὴν Ἄρτεμιν ὕμνησαν· τῆς δὲ τούτων ξένης μούσης ἀρίστης γενομένης παρέμεινε τὸ ἔθος καὶ ἐφυλάχθη.
οἱ δέ φασιν ἐν Σικελίᾳ πρῶτον ἐξευρεθῆναι τρόπῳ τοιῷδε. ἐξενεχθέντος τῷ Ὀρέστῃ χρησμοῦ ἐν ἑπτὰ ποταμοῖς ἐκ μιᾶς πηγῆς ῥέουσιν ἀπολούσασθαι, εἰς Ῥήγιον τῆς Ἰταλίας πορευθείς, φέρων καὶ τῆς Ἀρτέμιδος ξόανον μεθʼ ἑαυτοῦ, ἐκεῖ ἐν τοῖς λεγομένοις διαχωρίοις ἐλούσατο ποταμοῖς. ἔπειτα τὸ ξόανον λαβὼν εἰς Τυνδαρίδα τῆς Σικελίας ἀφίκετο· οἱ δὲ ἐπιχώριοι τὴν θεὰν ἰδίοις ποιήμασι καθυμνήσαντες ἔθει τὴν πρώτην παρέδοσαν εὕρεσιν.
ἀληθέστερον δέ φασιν οἱ λέγοντες ἐν Σικελίᾳ μὲν εὑρεθῆναι, τρόπῳ δὲ μὴν τοιῷδε. στάσεώς ποτε ἐν Συρακούσαις γενομένης καὶ πολλῶν πολιτῶν διαφθαρέντων μόλις τέ ποτε εἰς ὁμόνοιαν συνελθόντων ἔδοξεν ἡ Ἄρτεμις αἰτία τῆς διαλλαγῆς γεγονέναι. τῶν οὖν ἀγροίκων δῶρα κομισάντων ἐπὶ ταῖς διαλλαγαῖς καὶ τὴν θεὰν ἀνυμνησάντων ταῖς ἀγροίκοις ἐκείνων ᾠδαῖς τόπον ὕστερον ἔδωκαν καὶ συνήθειαν.
ὅτι Θεόκριτος ὁ τῶν τὰ βουκολικὰ συγγραψάντων ἄριστος Συρακούσιος ὢν τὸ γένος πατέρα ἔσχε Πραξαγόραν, μητέρα δὲ Φιλίναν. τὸ γὰρ «Σιμιχίδα» οὐ τοῦ πατρὸς ὄνομα, ἀλλʼ αὐτοῦ φασιν ἐπώνυμον εἶναι· ἦν γὰρ τὴν ῥῖνα σιμός. ἐγένετο δὲ ἀκουστὴς Φιλητᾶ καὶ Ἀσκληπιάδου, ὧν καὶ μνημονεύει. ἤκμασε δὲ ἐν τοῖς χρόνοις Πτολεμαίου τοῦ ἐπικληθέντος Λαγωοῦ. περὶ δὲ τὴν τῶν βουκολικῶν ποίησιν εὐφυὴς γενόμενος πολλῆς δόξης ἐπέτυχε. κατὰ γοῦν τινας Μόσχος τὸ πρὶν καλούμενος Θεόκριτος ὠνομάσθη.
οἱ δὲ ἐν τοῖς χρόνοις Πτολεμαίου τοῦ Φιλαδέλφου φασὶν— ἀκμάσαι, ὃς δὴ παῖς ἦν Πτολεμαίου τοῦ Λαγωοῦ καὶ Βερενίκης τῆς Ἀντιγόνου θυγατρός. ἑπτὰ δέ φασιν ἐν ἐκείνοις τοῖς χρόνοις ἀκμάσαι ποιητὰς ἀρίστους, οὓς πλειάδα ἐκάλουν διὰ τὸ ἑπτὰ εἶναι. ὧν τὰ ὀνόματά εἰσι ταῦτα· Θεόκριτος οὗτος, Ἄρατος ὁ τὰ Φαινόμενα γράψας καὶ ἕτερα, Νίκανδρος ὁ τὰ Θηριακὰ συγγραψάμενος, Αἰαντίδης —οἱ δὲ ἀντὶ τούτου Ἀπολλώνιόν φασι τὸν τὰ Ἀργοναυτικὰ συγγράψαντα—, Φίλικος, Ὅμηρος ὁ νέος, τραγικός—ἔστι γὰρ καὶ ἕτερος Ὅμηρος, οὗπερ τὸν Ἡσίοδον ἰσόχρονον τίθενται, ἀλλʼ οὐ τὸν παλαιὸν Ὅμηρον, ἀλλʼ ἕτερον μετʼ ἐκεῖνον—, Ἀνδρομάχου Βυζάντιος, ὃς δράματα συνέθηκεν ζʹ, καὶ Λυκόφρων ὁ τὴν Ἀλεξάνδραν συγγράψας.
ὅτι καὶ ἐπίγραμμα φέρεται εἰς Θεόκριτον τόδε· Ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδʼ ἔγραψα, εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίνης, μοῦσαν δʼ ὀθνείην οὔτινʼ ἐφελκυσάμην.
ὅτι ἡ βουκολικὴ ποίησις καίπερ οὐ μόνον βουκολικά, ἀλλὰ καὶ αἰπολικὰ καὶ ποιμενικὰ περιέχουσα καὶ μικτὰ ὅμως ἀπὸ τῶν βοῶν ἐπικρατεστέρων ὄντων ἔσχηκεν τὴν ἐπιγραφὴν βουκολικὰ κληθεῖσα.
ὅτι βουκόλος, ὅθεν καὶ βουκολικά, λέγεται ὁ τῶν βοῶν νομεύς, ὡς μέν τινες κακῶς τὸ ἔτυμον λέγοντες παρὰ τὸ βοῦς καὶ τὸ κονεῖν τὸ ἐνεργεῖν καὶ διατρίβειν· κονεῖ γὰρ ἢ ἐνεργεῖ τι περὶ τὰς βοῦς ὁ βουκόλος. ὡς δʼ ἕτεροι κάλλιον, παρὰ τὸ κέλεσθαι ἤγουν προστάσσειν τοῖς βουσὶν ἢ τὸ κέλλειν καὶ τρέχειν σὺν τοῖς βουσί, βούκελος καὶ βουκόλος. βραχύτερά τε γὰρ τὰ ὀνόματα τῶν ῥημάτων γίγνονται ὡς ἐπὶ τὸ πλεῖστον, ἀφʼ ὧν παράγεται, καὶ διὰ τοῦτο θάτερον τῶν λλ ἀπέβαλε, καὶ ἅμα τὰ ἔχοντα τὸ ε ἐγκείμενον ἐν τοῖς ῥήμασιν ἔχουσι τὸ ο ἀντιπαρακείμενον ἐν τοῖς ὀνόμασιν. ὅτι δὲ καὶ κέλλω τὸ τρέχω λέγεται, ὅ τε κέλης ὁ δρομαῖος ἵππος δηλοῖ καὶ τὸ νωχελές, ἀπὸ τοῦ νω στερητικοῦ καὶ τοῦ κέλλω συγκείμενον, τροπῇ τοῦ κ εἰς χ. ἄριστα δὲ ὁ Δίδυμος εἴρηκεν ἀπὸ τοῦ βοῦς καὶ τοῦ κομέω ~ κομῶ τὸ ἐπιμελοῦμαι παράγεσθαι, βουκόμος καὶ βουκόλος, ὥσπερ καὶ ἱπποκόμος.
εἰ δὲ καὶ ἀπὸ τοῦ κορέω ~ κορῶ παράξεις, οὐδὲν ἀπεικότως ἐρεῖς βουκόρον λέγων καὶ βουκόλον. ἐν ἑκατέρᾳ γὰρ παραγωγῇ ἀμετάβολον εἰς ἀμετάβολον τρέπεται, οὐκ ἀπᾷδον ὄν.
ὅτι καὶ ἐπίγραμμα Ἀρτεμιδώρου γραμματικοῦ φέρεται τόδε ἐπὶ τῇ ἀθροίσει τῶν βουκολικῶν ποιημάτων· Βωκολικαὶ μοῖσαι σποράδες ποκά, νῦν δʼ ἅμα πᾶσαι ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλης.
ὅτι ἐκ τοῦ προειρημένου ἐπιγράμματος Ἀρτεμιδώρου στοχάσαιτʼ ἄν τις, διεσπαρμένα ὄντα τὰ βουκολικὰ εἰδύλλια πρότερον αὐτὸν τὸν Ἀρτεμίδωρον συνάξαι καὶ οὕτω συνθεῖναί τε καὶ κατατάξαι· ὃ δὴ καὶ Ἀρίσταρχον ἐν τοῖς Ὁμήρου πεποιηκέναι λέγεται. προτέθεικε δὲ ὁ συντάξας αὐτὰ τὸ παρὸν εἰδύλλιον πρῶτον διὰ τὸ χαριέστερόν τε ὁμοῦ καὶ τεχνικώτερον εἶναι, ἑπόμενος τῷ Πινδάρῳ εἰπόντι. «ἀρχομένου δʼ ἔργου πρόσωπον χρὴ θέμεναι τηλαυγές.» καίτοι γε, ὅσον κατὰ τὴν ὑπόθεσιν, οὐ πρῶτον, ἀλλὰ περί που τὰ μέσα τεθῆναι ἔδει. Δάφνιν γάρ, ὃς ἐνταῦθα τεθνηκὼς παρεισάγεται, ἐν τοῖς ἑξῆς εἰδυλλίοις ζῶντα παρεισάγει.
ὅτι πάσης ποιήσεως τρεῖς ἐχούσης χαρακτῆρας, διηγηματικόν, δραματικὸν καὶ μικτόν, τὸ βουκολικὸν ποίημα μῖγμά ἐστι παντὸς εἴδους, ὥσπερ συγκεκραμένον. διὸ καὶ χαριέστερόν ἐστι τῇ ποικιλίᾳ τῆς κράσεως. ποτὲ μὲν γὰρ διηγηματικόν ἐστι, ποτὲ δὲ δραματικόν, ποτὲ δὲ μικτόν. ἔστι δὲ δραματικὸν μὲν τὸ μηδαμῇ γε ἐμφαῖνον τὸ πρόσωπον τοῦ ποιητοῦ, διηγηματικὸν δὲ τὸ διόλου ἐμφαῖνον, μικτὸν δὲ τὸ πῇ μὲν ἐμφαῖνον, πῇ δὲ οὔ. ἐν πᾶσι δὲ ὅσον οἷόν τε τὰ τῶν ἀγροίκων ἤθη ἐκμάσσεται τερπνῶς πάνυ τοὺς τῇ ἀγροικίᾳ σκυθρωποὺς λόγους χαρακτηρίζουσα. ὅθεν ἐκπέφευγε τὸ ἄγαν ἁδρὸν καὶ ὑπέρογκον τῆς ποιήσεως.
τριῶν γὰρ ὄντων τῶν χαρακτήρων τοῦ λόγου, ἃ δὴ καὶ πλάσματα καλοῦσιν, ἁδροῦ, μέσου καὶ ἰσχνοῦ, καὶ ἁδροῦ μὲν ὄντος, ὃ καὶ τῇ τῶν λόγων καὶ τῇ τῶν νοημάτων κατασκευῇ μεγάλας ἐμφάσεις ἔχει, ἰσχνοῦ δέ, ὃ καὶ τῇ ὕλῃ τῶν πραγμάτων καὶ τῇ λέξει τυγχάνει ὂν ταπεινόν, μέσου δέ, ὃ καὶ ἑκατέρου μετέχει, τοῦ μὲν ἰσχνότερον, τοῦ δὲ ἁδρότερον—καὶ τοῦ μὲν ἁδροῦ παράδειγμα Θουκυδίδης, τοῦ δὲ ἰσχνοῦ Λυσίας, τοῦ δὲ μέσου Δημοσθένης—, τὸ βουκολικὸν ποίημα τὰ δύο ἐκφυγὸν τὸ ἰσχνὸν ἀσπάζεται. ἐννοίαις τε γὰρ ἀνάγκη χρῆσθαι προσηκούσαις ἀγροίκοις, ταύτας δὲ εὐτελεστάτας εἶναι ἀνάγκη. λέξεις τε ταῖς ἐννοίαις οὐκ ἀπᾳδούσας ἀνάγκη εἶναι· ἄλλως γὰρ ἀσύμφωνος αὐτὸς ἑαυτῷ ἔσται ὁ λόγος. συμπλέκει δὲ ὅμως αὐτῷ τὸ ἀνθηρὸν τῶν λόγων εἶδος, ὃ δὴ χάριν ὁμοῦ καὶ κάλλος ἔχον τέρπει καὶ ἥδει ὥσπερ ἄνθος τοὺς ἀκροατάς.
ὅτι Δωρίδι διαλέκτῳ χρῆται οὐ μόνον, διότι Συρακούσιος ἦν, οἳ Δωριεῖς ἦσαν, οὐδʼ ὅτι διὰ ταύτης μᾶλλον μιμεῖται τὰς τῶν ἀγροίκων φωνάς—χρῆται γὰρ αὕτη τῷ α καὶ τῷ ω—μέγα τὰ πολλά, ἃ δὴ παχεῖαν ἀπεργάζεται τὴν φωνὴν ἅτε προφερόμενα τοῦ στόματος ὅτι μάλιστα ἠνεῳγμένου, τοιαύτη δὲ καὶ ἡ τῶν ἀγροίκων φωνή—, ἀλλʼ ὅτι ᾗ ἂν ἄλλῃ παρὰ ταύτην καὶ τὴν Αἰολίδα ἐχρήσατο, ἢ λέξεσιν ὑψηλαῖς ἂν ἐχρήσατο ταῖς ἐννοίαις οὐ προσηκούσαις, ὅπερ τῶν ἀτόπων ἐστίν, ἢ πάντῃ ἀφελέστατον ἂν ἐπεποιήκει τὸν λόγον καὶ ἀγροῖκον αὐτόχρημα. ἡ δὲ Δωρὶς διάλεκτος τῷ μὴ κατημαξευμένας ἔχειν τὰς λέξεις ὁμοῦ τε μιμεῖται εἰς ἄκρον ἀγροίκων ὁμιλίας ἐννοίαις χρωμένη χθαμαλαῖς καὶ ἡδονὴν οὐκ ὀλίγην καὶ τέρψιν ἀγροικίας ὁμοῦ καὶ ποιητικῆς ἐμμελείας μεστὴν παρέχει τοῖς ἀκροαταῖς. χρῆται δʼ ἔσθʼ ὅτε καὶ Αἰολίδι, σπανίως γε μὴν διὰ τὸ Δωριέα εἶναι, οὐκ Αἰολέα. καὶ Ἰάδι χρῆται, καὶ ταύτῃ σπανίως, ἐπειδὰν ἀνεγεῖραι βούληται τὸν νοῦν τῶν ἀκροατῶν. διπλῆς δὲ οὔσης τῆς Δωρίδος, καὶ τῆς μὲν παλαιοτέρας οὔσης καὶ τραχείας ὁμοῦ καὶ δυσνοήτου, ᾗ ἐχρήσατο Σώφρων καὶ Ἐπίχαρμος, θατέρας δὲ εὐκολωτέρας καὶ μαλθακωτέρας, ἀνειμένης τε καὶ χθαμαλῆς μᾶλλον, αὐτὸς τὴν προτέραν ὡς δυσχερεστέραν καταλιπὼν τὴν δευτέραν ἀσπάζεται.
ὅτι εἰδύλλια, ἀλλʼ οὐ διαλόγους καλοῦσι τὰ βουκολικὰ ποιήματα· καίτοι διαλέγεται ἐνταῦθα πρόσωπα, ὥσπερ κἀν τοῖς Λουκιανοῦ διαλόγοις. ἐπειδὴ γὰρ διάλογος ὄνομα οὐκ ἂν ἥρμοζε πᾶσι τοῖς εἰδυλλίοις— πολλὰ γὰρ αὐτῶν οὐκ εἰσὶ διαλογικά—, ἦν ἂν οὖν ἀπρεπὲς οὐχ ἑνὶ γενικῷ ὀνόματι, ἀλλὰ πλείοσι διαφόροις ἐπιγράψαι τὰ οἰκεῖα ποιήματα. διὰ τοῦτο εἰδύλλια ὑπεγράφησαν οἱονεὶ μικρὰ εἴδη. εἴδη γὰρ λόγου καὶ τὸ διηγηματικὸν καὶ τὸ δραματικόν, ἐξ ὧν σύγκειται τὸ βουκολικὸν ποίημα. καὶ ἅμα ἀπὸ τοῦ εἴδω τὸ ὁμοιῶ εἰδύλλια ἂν εἰκότως λέγοιτο· ἐοικότες γάρ εἰσι τοῖς προσώποις οἱ λόγοι τοῦ βουκολικοῦ ποιήματος. οἱ δὲ ἡδύλλιον ἀπὸ τοῦ ἥδω τὸ εὐφραίνω, ἀλλʼ οὐκ εἰδύλλιον ἀπὸ τοῦ εἶδος λέγοντες παντελῶς εἰσιν ἀμαθεῖς.
ὅτι τὸ πρῶτον τοῦτο εἰδύλλιον δραματικόν ἐστιν· οὐ γὰρ δείκνυται τὸ πρόσωπον τοῦ ποιητοῦ. διάκειται δὲ τὰ πράγματα ἐν Σικελίᾳ. παρεισάγεται δέ τις ποιμὴν Θύρσις πρὸς αἰπόλον διαλεγόμενος, οὗ τὸ ὄνομα ἀγνοεῖται· φασὶ δὲ ἢ Κομάταν ἢ Μενάλκαν αὐτὸν εἶναι. παρεῖται δέ, φασίν, τὸ τοῦ αἰπόλου ὄνομα, ἐπειδὴ ὁ ποιμὴν ἔμελλε τὰ τοῦ Δάφνιδος πάθη ᾄσειν.
προλογίζει μὲν οὖν ὁ ποιμὴν καὶ δῶρα ἐπαγγέλλεται δώσειν τῷ αἰπόλῳ δευτερεῖα μετὰ τὸν Πᾶνα ἀποκρινόμενος δὲ ὁ αἰπόλος ὁμοῦ τε ἐπαινεῖ τὸν Θύρσιν καὶ δῶρα καὶ αὐτὸς ἐκείνῳ ἐπαγγέλλεται δώσειν δευτερεῖα μετὰ τὰς Μούσας. ἔπειτα ὁ ποιμὴν παρακαλεῖ τὸν αἰπόλον συρίσαι. ὁ δὲ ἀπανηνάμενος τοῦτο διὰ τὸ δεδοικέναι τὸν Πᾶνα αὐτὸς παρακαλεῖ τὸν ποιμένα ᾆσαι τὰ τοῦ Δάφνιδος πάθη δῶρα τε ἐπαγγέλλεται αἶγα διδυματόκον ἐπὶ τὸ ἀμέλξαι αὐτὴν τρὶς καὶ κισσύβιον ἥδιστον, ὃ καί
Θύρσις ἢ Ὠιδή
Θεοκρίτου Θεοκρίτου Θύρσις ἢ Ὠιδή· τουτέστιν ὁ βουλόμενος Θύρσιν ὑπογραφέτω, ὁ θέλων Ὠιδήν· Θύρσις γάρ ἐστιν ὁ ποιμὴν ὁ αὐλῶν, ᾠδὴ δὲ τὸ μέλισμα τὸ φθεγγόμενον.
αὕτη ἡ ὑπόθεσις εἰς Δάφνιν γέγραπται, ὃς διὰ τούτου μὲν τοῦ εἰδυλλίου τέθνηκε, διὰ δὲ τῶν ἑξῆς ὡς ζῶντος αὐτοῦ μνημονεύει. ὅμως τοῦτο προτέτακται διὰ τὸ χαριέστερον καὶ τεχνικώτερον τῶν ἄλλων μᾶλλον συντετάχθαι· καὶ Πίνδαρος γάρ· «ἀρχομένου δʼ ἔργου», φησί, «πρόσωπον χρὴ θέμεν τηλαυγές». ἔστι δὲ ἀμοιβαῖον καὶ δραματικώτερον μὴ ὑποδεικνυμένου τοῦ ποιητικοῦ προσώπου.
τὰ μὲν πράγματα διάκεινται ἐν Σικελίᾳ· ποιμὴν δέ τις εἰσάγεται πρὸς αἰπόλον διαλεγόμενος, οὗ τὸ ὄνομα οὐκ ἔστιν εἰπεῖν.
ἐν τούτῳ τῷ εἰδυλλίῳ διαλέγονται πρὸς ἑαυτοὺς Θύρσις ποιμὴν καὶ αἰπόλος, ἤτοι Μενάλκας ἢ Κομάτας· ἀγνοεῖται γὰρ τοῦ αἰπόλου τὸ ὄνομα.
πῶς οὐχ ὑπεγράφη ἐν τῷ εἰδυλλίῳ τούτῳ τὸ τοῦ αἰπόλου ὄνομα, ἀλλὰ τοῦ ποιμένος; διὰ τὸ μέλλειν παρεισαχθῆναι τὸν ποιμένα κρειττόνως τῇ καλάμῃ φθεγγόμενον.
ἀδύ τι τὸ ψιθύρισμα: οἱ Δωριεῖς τρέπουσι τὸ η τὸ δασὺ εἰς α ψιλὸν ὑπεξαιρουμένων τῶν ἄρθρων.
ἀδύ τι: ψιλοῦται τὸ α. οἱ γὰρ Δωριεῖς τὸ η τὸ δασὺ εἰς α ψιλὸν τρέπουσιν ὑπεξαιρουμένων τῶν ἄρθρων· τὸ γὰρ ἡ τὸ ἄρθρον τραπὲν εἰς ἁ οὐ ψιλοῦσιν, ἀλλὰ δασύνουσιν.
ψιθύρισμα: τὸ μινύρισμα. ὠνοματοπεποίηται δὲ ἡ λέξις παρὰ τὴν τοῦ ἤχου ἰδιότητα κατὰ μίμησιν τῆς φωνῆς.
ψιθύρισμα: μέλισμα, μέλος, λάλημα, ὅθεν καὶ τὸ ψίθυρος ὁ λάλος. ἡ δὲ φωνὴ τῶν κατὰ μίμησιν, καθάπερ καὶ τὸ κελαρύζειν. Ὅμηρος· «κατειβόμενον κελαρύζει». γίνεται δὲ ἀπὸ τοῦ ψίω τὸ λεπτύνω, ἐξ οὗ καὶ ψιὰς παρʼ Ὁμήρῳ. κυρίως δὲ λέγεται ψιθυρίζειν τὸ ἐν τοῖς ὠσί τινα λεπτὸν ἦχον ἠχεῖν παρὰ τὸ ψίειν ἐν ταῖς θύραις ἤτοι ταῖς ἀκοαῖς· καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν δένδρων. ψιθυρίζουσι γοῦν αἱ πίτυς, ὅταν ῥιπισθῶσι, τῇ στενότητι τῶν φύλλων σχιζομένης τῆς πνοῆς, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις «ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ». ἡ δὲ ἔννοια καὶ τὸ ἑξῆς ἔχει οὕτως· ἡδὺ μὲν τὸ τῆς πίτυος ψιθύρισμα ἐκείνης τῆς παρὰ ταῖς πηγαῖς λιγυρῶς ᾀδούσης· ἡδὺ δὲ καὶ σύ, ὦ αἰπόλε, συρίζεις.
ψιθύρισμα: ψιθυρίζουσι γὰρ αἱ πίτυς πρὸς τὰς πνοὰς τῶν ἀνέμων σχιζόμεναι. ψιθύρισμα δὲ ἢ τὸ μέλισμα ἢ τὸ σύριγμα ἢ τὸ κροῦμα.
ψιθυρίζειν τινὲς ὀνοματοποιεῖσθαί φασιν, ὡς τὸ «κρίκε δὲ ζυγόν» καὶ τὸ «σίζε δὲ ὀφθαλμός». κυρίως δὲ ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνουσιν. ἔστι γὰρ ψίθυρ ψίθυρος ὡς μάρτυρ μάρτυρος καὶ ψίθυρος ψιθύρου ὡς μάρτυρος μαρτύρου· τὸ δὲ ψίθυρ παρὰ τὸ ψύθος, ὃ σημαίνει τὴν λοιδορίαν, ἢ παρὰ τὸ ψίω τὸ λεπτύνω καὶ τὸ θύρα· σημαίνει δὲ τὰ χείλη περιφραστικῶς. τὸ δὲ ψύθος ἀπὸ τοῦ ψεῦδος ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ δ εἰς θ, ψύδος καὶ ψύθος. γίνεται δὲ καὶ τὸ ψίω ἀπὸ τοῦ ψῶ ἢ ἀπὸ τοῦ ψαύω, ἀφʼ οὗ ψιὰς ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις, ὡς λάμπω λαμπάς, ἴλλω ἰλλάς· Ὅμηρος· «ἰλλάσιν οὐκ ἐθέλοντα»· οἱ δὲ παρὰ τὸ ψίσω τὸ ποτίσω.
καὶ ἁ πίτυς: λείπει τὸ πεφυκυῖα. ἥδιον δὲ τὸ τῆς πίτυος ψιθύρισμα, ὅταν ῥιπισθῇ, τῇ στενότητι τῶν φύλλων σχιζομένης τῆς πνοῆς.
αἰπόλοι δέ εἰσιν οἱ ἐν τοῖς αἴπεσι, τουτέστιν ὑψηλοῖς καὶ τραχέσι τόποις, τὰς αἶγας νέμοντες· οὕτω γὰρ φιλεῖ τὸ ζῷον. ἢ διὰ τὸ περὶ τὰς αἶγας πολεῖν.
τήνα: εὐθεῖα ἀντὶ τοῦ ἐκείνη. οἱ Δωριεῖς γὰρ τὸ ἐκεῖνος τῆνος λέγουσι, τήνη καὶ τήνα ἀναλόγως τὰ θηλυκά.
τήνα: ἀντὶ τοῦ ἐκείνη Δωρικῶς. οἱ γὰρ Δωριεῖς ποτὲ μὲν γράφουσι τὸ τ ἀντὶ τοῦ κ, ποτὲ δὲ τὸ κ ἀντὶ τοῦ τ. νῦν δὲ τὸ τ ἀντὶ τοῦ κ· ἐκείνη γὰρ ἦν καὶ κατʼ ἀφαίρεσιν τοῦ ε κείνη καὶ κατὰ Δωριεῖς κείνα καὶ τροπῇ τοῦ κ εἰς τ καὶ τοῦ ε εἰς η τήνα ὑπεκθλίψει τοῦ ι.
ποτί: πρόθεσις Δωρική ἐστιν ἀντὶ τῆς πρός. ἡ γὰρ πρὸς ἀποβάλλει τὸ ρ Δωρικῷ ἔθει καὶ τρέπει τὸ σ εἰς τ, καὶ πλεονασμῷ τοῦ ι ποτί· διότι οὐ δύναται λέξις Ἑλληνικὴ εἰς ἄφωνον καταλήγειν, προσλαμβάνει τὸ ι.
μελίσδεται: διὰ τοῦ ζ ἡ γραφή· τὸ γὰρ μελίσδω Αἰολικόν ἐστι. μελίσδεται δὲ ἀντὶ τοῦ μελίζει, ὅ ἐστι λιγυρῶς ἠχεῖ καὶ ᾄδει. μέλι γὰρ τὰς ᾠδὰς ἔλεγον, ὡς καὶ Πίνδαρος τὸν Πᾶνα φάσκων «τὸ σαυτοῦ μέλι γλάζεις», τουτέστιν ἑαυτῷ ᾠδὴν ᾄδεις.
καὶ τύ: ἀντὶ τοῦ σὺ κατὰ τροπὴν Δωρικὴν τοῦ σ εἰς τ. εἰσὶ γὰρ ἀντωνυμίαι, αἵτινες ἐπεκτείνονται, ὥσπερ τὸ ἐγὼ ἐγώνη καὶ τὸ ἐμὶν ἐμίνη, τὶν τίνη· οὕτως ἐστὶ καὶ τὸ σὺ τὺ καὶ κατʼ ἐπέκτασιν τύνη.
συρίσδες: ἀντὶ τοῦ συρίζεις Δωρικῶς. οἱ γὰρ Δωριεῖς τὰ δεύτερα πρόσωπα τῶν ῥημάτων εἰς ες λήγουσι τὸ ι μόνον ἐκθλίβοντες· τὸ συρίζεις γὰρ συρίζες γράφουσι, τὸ δὲ συρίζειν συρίζεν. διαλύουσι δὲ τὸ ζ εἰς τὰ ἐξ ὧν ἦν συγκείμενον στοιχεῖα.
μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον: ἀντὶ τοῦ· πρῶτον ὁ Πάν, δεύτερον σύ· τὰ δεύτερα ἆθλα τοῦ Πανὸς ἀποίσῃ, τῶν δὲ ἄλλων τὰ πρῶτα.
τὸν Πᾶνα οἱ μέν φασιν υἱὸν Πηνελόπης καὶ πάντων τῶν μνηστήρων καὶ διὰ τοῦτο λέγεσθαι καὶ Πᾶνα· Ἐπιμενίδης δὲ ἐν τοῖς ποιήμασι Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους· Ἀρίστιππος δὲ ἐν τοῖς Ἀρκαδικοῖς Διὸς καὶ νύμφης Οἰνηίδος.
οἱ δὲ λέγουσιν, ὅτι ἀπάτωρ ἐστί, σημεῖον δὲ τοῦ παντός, ὅθεν κυρίως προσαγορεύεται Πάν. συνοικειοῦται δὲ καὶ ἡ μορφὴ αὐτοῦ τῷ περιέχοντι· καὶ τὸ μὲν τῶν κεράτων ἀπομίμημα ἡλίου καὶ σελήνης μηνίσκους φασὶν εἶναι· τὸ δὲ παρδαλῆν ἐνῆφθαι τῆς τῶν ἄστρων φαντασίας εἵνεκα· τὰ δὲ κάτω τραγώδη καὶ λάσια τῶν τῆς γῆς στερρῶν καὶ τῶν ἐν αὐτῇ πεφυκότων· τὴν δὲ σύριγγα τῶν ἐν τῷ κόσμῳ πνευμάτων μίμησιν εἶναι. τὸ δὲ αἰγίπουν τὰς καταιγίδας καὶ ἀπὸ τῶν νεφῶν γινομένας περὶ τὸν ἀέρα μεταβολάς. … τὰς αἰφνιδίους ταραχάς …
… καὶ τὰ κάτωλάσια, τουτέστι τοὺς μηροὺς δασεῖς, σημαίνοντας τοὺς ὑλώδεις τόπους· καὶ τὰ κάτω τραγώδη σημαίνοντα τῶν ὀρῶν τὰ τραχέα. ἔχει δὲ καὶ τῇ μιᾷ χειρὶ τὸ δρέπανον σημαῖνον τὴν ἐργασίαν, τῇ δὲ ἄλλῃ τὴν σύριγγα σημαίνουσαν τοὺς ἀνέμους.
… Ἀπολλόδωρος δέ φησι τὸν μὲν αὐτόχθονα, τὸν δὲ Διὸς καὶ Καλλιστοῦς ... ὁ Κεφαλληνεὺς ἐν Θήραις τῆς Ἀρκαδίας φησὶ γεννηθῆναι τὸν Πᾶνα, ὄντα Πηνελόπης καὶ Ἑρμοῦ υἱόν. Θεόξενος δὲ οὐράνιον τὸν Πᾶνά φησιν. Διδύμαρχος δέ φησι γηγενῆ αὐτὸν εἶναι.
ἀποισῇ περισπαστέον, ἐπεὶ τοὺς μέλλοντας τῶν ὁριστικῶν περισπῶσιν οἱ Δωριεῖς, οἷον δεξῇ γραψῇ τυψῇ ποιησῇ καὶ τοὺς ὁμοίους. οὕτω καὶ τὸ λαψῇ.
ἀποισῇ: κομίσῃ, ὡς τὸ λαψῇ ἀντὶ τοῦ λήψῃ· τοὺς γὰρ μέλλοντας περισπῶσιν οἱ Δωριεῖς.
αἴκα: εἴκε τροπῇ τῆς ει εἰς αι. τὸ δὲ α τοῦ συνδέσμου κακῶς ἐξέτεινε, τῶν Δωριέων εἰς α βραχὺ τρεπόντων, ὡς Ἄρτεμις Ἄρταμις· κατιὼν δὲ καὶ συστέλλει.
αἴκα: ἀντὶ τοῦ εἴκεν ἐστὶ τὸ αἴκα. ἀλλὰ τὴν ει τρέπουσιν εἰς αι, τὸ δὲ ε τρέπουσιν εἰς α βραχύ, οἷον Ἄρτεμις Ἄρταμις. κακῶς οὖν ὁ Θεόκριτος ἐκτείνει τὸ α τοῦ δυναμικοῦ συνδέσμου τοῦ κα· τῶν γὰρ Δωριέων εἰς α βραχὺ τρεπόντων οὗτος καὶ ἐξέτεινε καὶ συνέστειλεν.
κεραὸν τράγον: μέγαν.
αἶγα λάβῃ τῆνος: ἤγουν εἰ μὴ ἔχει τις τράγον διδόναι τῷ θεῷ καὶ δώσει αἶγα θήλειαν, σὺ λήψῃ χίμαρον. ἐπὶ θηλυκοῦ· χίμαρος γὰρ ἀρσενικῶς μὲν ὁ τράγος, θηλυκῶς δὲ ἡ ἐνιαυσιαία αἰξ, ἡ ἑνὸς χειμῶνος οὖσα. μᾶλλον δὲ ἀδύνατον μὴ ἔχειν τινὰ τράγον· ἀλλʼ εἰ θελήσει ὁ θεὸς αἶγα λαβεῖν, σοὶ δοθήσεται χίμαρος.
καταρρεῖ: μεταφορικῶς ἀντὶ τοῦ κατενεχθήσεται. τὸ σύντονον τῆς δόσεως διὰ τοῦ καταρρεῖ δηλοῖ.
χίμαρός ἐστιν αἲξ ἑνὸς χειμῶνος. κρῆς δὲ Δωρικῶς τὸ κρέας.
ἕστε: ἕως οὗ ἀμελξῆς, ἀντὶ τοῦ ἀμέλξεις, ἤτοι μέχρις οὗ ἐστιν ἀνήμελκτος. ἐκ δὲ τούτου τὴν μήπω τετοκυῖαν δηλοῖ. ὅτι δὲ τῆς μήπω τετοκυίας τὸ κρέας ἥδιόν ἐστι, καὶ Ἡσίοδος μαρτυρεῖ· «καὶ βοὸς ὑλοφάγοιο κρέας μήπω τετοκυίας.»
γράφεται καὶ ἕστε κʼ ἀμελξῆς, ἀντὶ τοῦ μέχρις ἂν ἀμέλξῃς.
γράφεται καὶ ἔστʼ ἂν ἀμελξῆς.
καταχές: τὸ ἐν τῷ καταφέρεσθαι ἠχοῦν ἢ ὅπερ ὑπάρχει καταχεόμενον.
ἢ τὸ καταχές: τὸ καταχεόμενον ἢ τὸ ὑπηχοῦν καὶ ὑπορροιζοῦν ἐν τῷ καταφέρεσθαι.
καταχές: κατωφερὲς ἢ ἠχοῦν.
καταχές: ἐκτατέον τὸ τα διὰ τὸ εἶναι Δωρικόν, ὥς φησιν Ἀσκληπιάδης, ἐπεί φησιν, ὅτι καὶ βραχύνεται.
Μῶσαι: παραβέβληται ὁ μὲν αἰπόλος τῷ Πανί, ὁ δὲ ποιμὴν ταῖς Μούσαις. τὸ δὲ Μῶσαι Δωρικόν.
οἴιδα: τὸ μικρὸν πρόβατον λέγουσι.
σακίταν: ἐν τῷ σηκῷ, λιπαρόν.
σακίταν: τὸν ἐν τῷ σηκῷ ἤγουν τῇ μάνδρᾳ τιτθιζόμενον ἤτοι γαλαθηνόν.
σακίταν: σηκίτην, λιπαρόν, γαλαθηνόν.
λῇς ποτὶ τᾶν Νυμφᾶν: ἀντὶ τοῦ βούλει, ἀπὸ τοῦ λῶ τὸ θέλω· ὅθεν καὶ λῷον τὸ ἐπωφελές, ὃ πάντες θέλομεν.
Δωρικῶς δὲ τὸ λῇς κατʼ ἀφαίρεσιν τῆς θε συλλαβῆς.
λῇς: θέλεις ἦν καὶ διαλύσει τῆς ει διφθόγγου εἰς ε καὶ ι καὶ τροπῇ τοῦ ε εἰς η μένοντος καὶ τοῦ ι προσγεγραμμένου …
ὁ Θύρσις δὲ τοῦτο λέγει.
τῇδε καθίξας: ἐνθάδε ἢ ἐκεῖσε καθίσας, τροπῇ τοῦ σ εἰς ξ Δωρικῶς.
οἱ γὰρ Δωριεῖς τὸν μέλλοντα τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων τῆς ληγούσης εἰς ζ διὰ τοῦ ξ ἐκφέρουσιν.
κάταντες τοῦτο: παρὰ μὲν Ὁμήρῳ τὸ κατωφερὲς δηλοῖ, ἐνταῦθα δὲ τὸ κατʼ ἐναντίας.
τὸν κατωφερῆ τόπον ἢ τὸν ὑψηλόν.
γεώλοφον: τόπος προέχων ἀπὸ τῆς γῆς μικρόν, τουτέστιν ὑψηλὸς τόπος, κολωνός.
γεώλοφος ὁ ἐν τῷ ὁμαλῷ πεδίῳ ὑπερανεστηκὼς ὄχθος, ὃς καὶ κολωνὸς καλεῖται.
πῶς τῆς γαίας διφθογγογραφουμένης ψιλογραφεῖται τὸ γεώλοφος ὡς καὶ τὸ ἀνώγεων καὶ κατώγεων; ἡ γαῖα παρὰ τοῖς παλαιοῖς ἐψιλογραφεῖτο ὡς καὶ τὰ παρʼ αὐτῆς συγκείμενα· νῦν δὲ οἱ νέοι διφθογγογραφοῦντες οὐκ ἠθέλησαν τὴν τῶν παλαιῶν συνήθειαν τελείως ἀπολιπεῖν, ἀλλʼ ἔθεσαν καί τινα ψιλογραφούμενα, γράψαντες οὕτως πλὴν τοῦ ἀνώγεων κατώγεων γεώλοφος.
ἇτε μυρῖκαι: εἶδος φυτοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ποταμοῖς φυόμενον· ἐφʼ αἷς μεσημβρίζειν εἰώθασι.
τὸ μεσημβρινόν: μεσημερινὸν καὶ ἐκβολῇ τοῦ ε καὶ προσθέσει τοῦ β μεσημβρινόν.
ἄμμιν: γρ. ἁμῖν.
ἀπʼ ἄγρας: ἀπὸ τῆς θήρας.
ἔστι καὶ τροπῇ τοῦ σ εἰς ν ἔντι.
καί οἱ ἀεὶ δριμεῖα: ἀντὶ τοῦ· διαπαντὸς ὀξύθυμός ἐστιν.
δριμεῖα χολά: ὀξύχολός ἐστι, παραδείκνυσιν αὐτοῦ τὸ ὀξύχολον.
τὰ Δάφνιδος: τὰ περὶ τοῦ θανάτου τοῦ Δάφνιδός μοι λέγε.
ἀεῖδες γράφεται ἄειδε ἀντὶ τοῦ λέγε.
ἐπὶ τὸ πλέον ἵκεο μοίσας: ὁ νοῦς τοιοῦτος· καὶ ἐν τῇ βουκολικῇ ᾠδῇ πολὺ προβέβηκας, ὥστε σε νικᾶν ἅπαντας.
ἤγουν· ᾆσον ὡς ἔθος τοῖς βουκόλοις ᾄδειν.
τῶ τε Πριήπω: Πρίηπος νύμφης Ναΐδος Χιόνης καὶ Διονύσου υἱός, ὃν κτίσαι περὶ Λάμψακον ὁμώνυμον αὐτῷ πόλιν φασί. παρʼ ἐνίοις δὲ ὁ αὐτός ἐστι τῷ Διονύσῳ. καὶ ἐκ τῆς ἐτυμολογίας ὁ αὐτὸς φαίνεται· ἔστι γὰρ οἷον βριήπυος διὰ τὰς ἐν ταῖς βακχείαις καὶ μέθαις ἐκβοήσεις. ἢ Πρίηπος ἀπὸ τοῦ προΐεσθαι τὸ σπέρμα.
κρανίδων: ἀντὶ τοῦ κρηνῶν, ἐκτὸς εἰ μή που τὰς Νύμφας οὕτω καλεῖ ὡς συγκαθιδρυμένας τῷ Πριήπῳ. τινὲς δὲ τὸ κρανίδων κρανείας ἀπεδέξαντο, ἅ ἐστι δένδρα οὕτω καλούμενα.
κατεναντίον: κατέναντι τοῦ Πριήπου καὶ τῶν κρηνῶν.
τῆνος: ἀντὶ τοῦ ἐκεῖνος. ἔστι δὲ εὐθεῖα· οἱ γὰρ Δωριεῖς τὸ ἐκεῖνος τῆνος λέγουσι καὶ τὸ ἐκείνη τήνα.
ὡς ὅκα τὸν Λιβύαθεν: ἐὰν δὲ ᾄσῃς, ὡς ᾖσάς ποτε ἐρίζων πρὸς τὸν ἀπὸ Λιβύης Χρόμιν, αἶγά σοι δώσω διδυματόκον· φασὶ δὲ τὰς πολυτόκους καὶ πολυχύλους εἶναι, ἤγουν πολυγαλάκτους.
διδυματόκον: δίδυμα τετοκυῖαν. ἐς τὸ τρὶς ἀμέλξαι· πολὺ γὰρ ἔχουσι γάλα αἱ διδυματόκοι. οὕτω φησίν· ἡ αἲξ περιουσιάζεται τῷ γάλακτι, ὥστε μετὰ τὴν τῶν ἐρίφων τροφὴν καὶ δύο πέλλας πίμπλησι. τὰ δὲ ἀμόλγια πέλλας καλοῦσι παρὰ τὸ πίνειν ἐν αὐτοῖς.
πέλλα δέ ἐστι γαλακτοδόχον ἀγγεῖον.
πέλλας: ξύλινα ἀγγεῖα ἀπὸ τοῦ πεπελεκῆσθαι. πελίωμα δὲ τὸ μέλαν. λέγομεν γὰρ πέλλην βοῦν τὴν τοιοῦτο χρῶμα ἔχουσαν· καὶ Πέλλη πόλις Μακεδονίας, ὅτι βοῦς αὐτὴν εὗρε πέλλη τὸ χρῶμα· καὶ Πελίας ὄνομα.
πέλλας καὶ κισσύβια, ποιμενικὰ ἀγγεῖα.
κισσύβιον: τὸ ἀγροικικὸν ποτήριον, ἴσως ἀπὸ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκευάζοντο τὰ ποτήρια. κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυλίνων ποτηρίων ἡ λέξις τίθεται, παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον, οἷον χύω χύσω χυσσίβιον καὶ κισσύβιον. Ἡσίοδος «ὀλίγῳ δʼ ἥδεται κισσυβίῳ».
κισσύβιον: ποτήριον παρὰ τὸ χεῖσθαι ἐν αὐτῷ τὸ πίνειν, χυσίπιόν τι ὄν. ἢ ἀπὸ τοῦ κισσὸς κισσύβιον.
κισσύβιον: ξύλινον ἔκπωμα κεκοσμημένον γομφίσι πολλαῖς.
κισσύβιον: ποιμενικὸν καυκίον ξύλινον, τὸ οἱονεὶ χυσίπιον.
κισσύβιον: ἢ σκύφος ἢ γαλακτοδόχον ἀγγεῖον ἢ σκάφη ἢ ξύλινον ἄγγος ἀπερίεργον.
κεκλυσμένον: περικεχυμένον, κεχρισμένον.
κεκλυσμένον: κεχρισμένον, ἤγουν ὑπερχειλὲς ὂν μέλιτος.
ἀμφῶες: τὸ ἀμφοτέρωθεν ἔχον ὠτία· διὰ τούτου δὲ τὸ μέγεθος παριστᾷ.
ἀμφῶες: δύο ὠτία ἔχον.
νεοτευχές: ἤγουν τὸ νεωστὶ τορευθὲν καὶ γλυφέν.
γλυφάνοιο: ὡς τὸ στέφω στέφανος, λείβω λίβανος, οὕτω καὶ γλύφω γλύφανος.
τὸ δὲ ποτόσδον ἀντὶ τοῦ μυρίζον.
ποτόσδον: τὸ ποτὶ ἀντὶ τῆς πρός, τὸ δὲ πρὸς ἀντὶ τῆς παρά.
μαρύεται: μήρυμα ἀναλύεται καὶ ἀνέλκεται· μηρύω δὲ τὸ κουβαρίζω.
μαρύεται: ἐπίκειται, ἐπιγέγραπται, κατὰ κύκλον ἔρχεται.
μαρύεται: κλώθεται.
μαρύεται: ἐξήπλωται, ἐπικέχυται, ἀναλύεται, ἐντείνεται.
ὑψόθι κισσός: ἀπὸ τούτου κισσύβιον.
ἐπανάληψις τὸ σχῆμα.
ἑλιχρύσῳ: ἑλίχρυσος εἶδος φυτοῦ, οὗ τὸ ἄνθος χρυσοειδές.
ἑλιχρύσῳ κεκονισμένος: ἤγουν συμπεπλεγμένος, κεχρισμένος. ἑλίχρυσος βοτάνη τίς ἐστι χρυσοειδής.
ἑλιχρύσῳ: ὁ ἑλίχρυσος εἶδος φυτοῦ, οὗ τὸ ἄνθος ὅμοιον κρόκῳ καὶ οἷον χρυσοειδές. ἄλλοι δὲ τὸν ἑλίχρυσον βοτάνην λέγουσι κροκοειδῆ καὶ χρυσίζουσαν.
κεκονισμένος: συμπεπλεγμένος, κεχρισμένος.
ἀγαλλομένη: ἀγαλλίασιν ποιοῦσα καὶ χαίρουσα. ἔστι δὲ τοῦτο τῆς γλυκύτητος.
ἔντοσθεν δὲ γυνά τι: τινὲς τὴν Πανδώραν φασί. οὐ δύναται δὲ ἐν τῷ γυνὴ εἶναι. τὸ δὲ τὶ πρὸς τὸ δαίδαλμα.
ἄμπυκι: τῷ συνδέοντι τὰς τρίχας, ἀπὸ τοῦ ἀμπέχειν.
ἄμπυκι: τῷ τῆς κεφαλῆς δεσμῷ, ἤγουν τῇ καλύπτρᾳ.
ἄμπυκι: κεφαλοδέσμῳ τὰ ἄνω πυκάζοντι.
ἐθειράζοντες: γενειῶντες καὶ καθεικότες τὰ γένεια. ἢ κομῶντες. ἔθειραι δὲ αἱ ἐξ ἔθους τημελούμεναι τρίχες.
κομῶντες τὰς τρίχας, οὐ γενειῶντες, ὥς τινες. ἔθειρα γὰρ ἡ θρὶξ τῆς κεφαλῆς. ὅθεν Ἀρίσταρχος ἐν Ὁμήρῳ ἔγραψε· «κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον», οὐκ «ἐθειράδες».
Ἀμερίας δέ φησι τὸ ἐθειράζειν ὑπηρετεῖν, θεραπεύειν.
ἄλλοκα μέν: τὸ μέν τι νοήσεώς ἐστι, τὸ δὲ ὁράσεως· ἀδύνατον γὰρ ὁμολογουμένως ἐν γραφῇ κίνησιν εἶναι ζωτικήν· ἀλλὰ … τῶν γλυπτῶν εἰκόνων κατάλληλοι ἦσαν τοῖς λεγομένοις.
ταῦτα καθʼ ὑπερβολήν· Ὅμηρος δὲ ἔλεγεν ἀληθέστερον· «χρύσειαι ζωῇσι νεήνισιν ἐοικυῖαι.»
κυλοιδιόωντες: οἱ οἰδοῦντες τὰ κύλα τὰ ὑπὸ τοὺς ὀφθαλμούς. συμβαίνει γὰρ τοῖς ἀγρυπνοῦσιν ὡς ἐπίπαν οἰδαίνειν τὰ κύλα· ὅπερ οἱ πολλοὶ ἀναγκαίως διʼ ἔρωτα πάσχουσι.
γίνεται δὲ παρὰ τὸ τὰ κύλα οἰδαίνειν, ἤγουν τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς μεταθέσει τοῦ ἀντιστοίχου· κοῖλα γὰρ τὰ ὑποκάτω τῶν ὀφθαλμῶν.
οἱ τὰ κύλα τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδοῦντες καὶ ἐξογκούμενοι· κύλα δὲ τὰ ὑποκάτω τῶν ὀφθαλμῶν, τὰ ὑπώπια.
κυλοιδιόωντες: παρὰ τὸ τὰ κύλα οἰδαίνειν, ἤτοι τὰ ὑποκάτω τῶν ὀφθαλμῶν κοῖλα μεταθέσει τοῦ ἀντιστοίχου.
τὸ δὲ ἐτώσια μοχθίζοντι· μάτην κάμνουσι. τίς γὰρ ἂν ἄγαλμα πεῖσαι δυνήσεται;
μέτα: ἀντὶ τοῦ σύν. ἔστι δὲ ἀναστροφὴ Ἰωνική.
γριπεύς: ὁ ἁλιεύς, καὶ γρῖπος τὸ δίκτυον παρὰ τὸ τοὺς ἰχθύας ἀγρεύειν.
λεπράς: ἡ τραχεῖα πέτρα, ἡ ὑπὸ τῶν κυμάτων λεπιζομένη. ἢ ἡ ὑψηλή, ἐπεὶ καὶ λέπας τὸ ἄκρον τοῦ ὄρους φασίν. ἢ λευκὴ καὶ λέπρᾳ ἐοικυῖα.
λεπράς: ἡ λευκή. τινὲς δὲ τὴν τραχεῖαν ἔφασαν, τὴν ἐκλεπρωθεῖσαν καὶ ἐκσπιλωθεῖσαν καὶ οἷον ἐκβρωθεῖσαν.
ἐς βόλον: ἀντὶ τοῦ εἰς ἄγραν.
ἐς βόλον: εἰς βολὴν τῶν ἰχθύων.
κάμνοντι: τὸ ἰσχυρὸν τῆς δυνάμεως ἀνδρὶ ἀκμάζοντι ὅμοιον ἔχων.
τῷ καρτερῷ: γράφεται τὸ καρτερόν, ἤτοι τὸ κατὰ δύναμιν, ἰσχυρῶς.
φαίης κεν: εἰποις ἂν αὐτὸν ἐκ τῶν μελῶν τοῦ σώματος ἁλιεύειν ἢ ἐκ πάσης δυνάμεως ἧς ἔχει.
τὸ δʼ ἐλλοπιεύειν τὸ τοὺς ἰχθῦς λαμβάνειν· ἔλλοπες γὰρ οἱ ἰχθύες ἢ παρὰ τὴν λεπίδα ἢ ὅτι ἐλλειπομένην ἔλλοπες γὰρ οἱ ἰχθύες
ἐλλοπιεύειν ἐστὶ τὸ ἔλλοπας, ἤγουν ἰχθῦς, ἀγρεύειν· ἔλλοπες γὰρ οἱ ἰχθύες παρὰ τὸ ἐν λεπίσιν εἶναι ἢ παρὰ τὸ λεπιδωτὸν τῶν ἰχθύων ἢ παρὰ τὸ ἐλλείπεσθαι ὀπὸς καὶ φωνῆς.
ᾠδήκαντι: Αἰολικῶς ἢ Δωρικῶς. οἰδῶ οἰδήσω … ἀντὶ τοῦ τεταυρισμένος καὶ πεφυσιωμένος ὢν καὶ ἐξωγκωμένος· οἰδῶ γὰρ τὸ ὀγκοῦμαι.
ᾠδήκαντι: οἰδῶ οἰδήσω ᾤδηκα. οἱ Δωριεῖς τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ὁμόφωνον ποιοῦσι τῇ δοτικῇ τῶν ἑνικῶν τῆς μετοχῆς.
ἔστι γὰρ ᾠδήκω ῥῆμα ἀπὸ τοῦ παρακειμένου γινόμενον Σικελικῶς ὡς τὸ τετύκω κεκλάγω· καὶ Αἰολικῶς ᾠδήκημι καὶ ὁ ὑποτακτικὸς ᾠδήκω, ἡ μετοχὴ ὁ ᾠδήκας τοῦ ᾠδήκαντος, ἡ δοτικὴ ᾠδήκαντι.
ᾠδήκαντι: ἐξωγκωμένοι ἦσαν· τοιοῦτοι γὰρ οἱ κοπιῶντες.
ἶνες: τὰ παρακολουθοῦντα νεῦρα ταῖς φλεψίν. ἐλέγετο δὲ παρʼ αὐτὰς καὶ ὁ υἱὸς ἶνις· ἀπὸ γὰρ τούτων τῶν μερῶν τὸ σπέρμα συνάγεσθαι δοκεῖ.
πολιῷ:: ἤγουν λευκῷ· τὸ γὰρ λευκὸν πολιὸν λέγεται. ἢ παλαιὸν καὶ πολιόν· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἐν γήρᾳ γίνεται ἡ πολιά.
ἄξιον ἥβας: ἤγουν τὸ σθένος αὐτοῦ ἄξιόν ἐστι νέῳ τινὶ εἶναι.
ἡ δὲ δύναμις ἀξία τῆς ἡλικίας αὐτοῦ. ἴσως γὰρ εὐῆλιξ ἐξωγραφήθη ἐν τῷ κισσυβίῳ εὐμήκης τε τὴν σύνθεσιν τῶν μελῶν.
ἥβας: ἀνάλογον τῆς ἀκμῆς τὸ σθένος αὐτοῦ.
τυτθόν: κυρίως τὸ ἐπιτίτθιον βρέφος παρὰ τὸν τιτθόν, ὃ σημαίνει τὸν μαζόν· ὅθεν καὶ τυτθὴν λέγουσιν ὀλίγην ἢ μικράν.
ἁλιτρύτοιο: τοῦ ἐν τῇ θαλάσσῃ πονοῦντος καὶ τρυχομένου καὶ τειρομένου.
πυρναίαις· περκαζούσαις, ὡρίμοις. οἱ δὲ τὰς ἤδη ὥραν ἐχούσας τροφῆς· πύρνον γὰρ ἔνιοι τὴν τροφὴν λέγουσιν. ἢ πυρναίαις ταῖς τρωξίμοις· ἐπάγει γοῦν ἑξῆς «φοιτᾷ σινομένα τὰν τρώξιμον».
ἀπὸ τοῦ πύρνος ἡ τροφή. ἢ ἀπὸ τοῦ ὑπὸ τῶν ἀκτίνων πυροῦσθαι.
ταῖς περκαζούσαις, παρόσον παρὰ τῶν ἀκτίνων τοῦ ἡλίου πυροῦνται.
πυρναίαις: ταῖς περκαζούσαις ἢ τρωξίμοις· πύρνος γὰρ ὁ σῖτος καὶ ἡ τροφή.
ἀλωά: φυτεύσιμος γῆ.
ἀλωὴ σημαίνει τέσσαρα. κυρίως μὲν γὰρ ὁ ἀμπελόφυτος τόπος ὡς κατὰ πολὺ λῴων τοῦ ἁπλῶς πεδίου. λέγεται ἀλωὴ καὶ ὁ δενδροφόρος τόπος, ἐπεὶ δευτέρως καὶ αὐτὸς λῴων τῆς ἁπλῶς γῆς. ἀλλὰ καὶ ὁ λαχανηφόρος τόπος ὁμοίως καὶ αὐτὸς διὰ τὴν αὐτὴν αἰτίαν. ἀλωὴ δὲ καὶ ἡ ἅλως.
κῶρος: ἀπὸ τοῦ κόρη κόρη ἡ τοῦ ὀφθαλμοῦ οἱονεὶ χόρη τις οὖσα ἀπὸ τοῦ διʼ αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦμα. κόρη δὲ ἡ παρθένος ἡ ὑγροφυὴς καὶ τρυφερὰ ἀπὸ τοῦ κορεῖν τὸ καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται. ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν, ἀφʼ οὗ καὶ νεωκόρος. ἢ παρὰ τὸ κείρω ἡ κειρομένη ἔτι καὶ νηπιάζουσα. ἀφʼ ἧς καὶ τὸ κόρος καὶ κοῦρος, ὁ ἁπαλὸς καὶ τρυφερὸς παῖς.
αἱμασιαῖσι: φραγμοῖς ἠκανθωμένοις· εἰς ἃς οἱ εἰσερχόμενοι αἱμάσσονται τοὺς ἰδίους πόδας.
ἐφʼ αἱμασιαῖσι: ἐπὶ ταῖς φρακταῖς, παρόσον πλήρεις αἵματος γίνονται οἱ εἰσερχόμενοι ἐπʼ αὐταῖς διὰ τὸ ἀκανθώδεις αὐτὰς εἶναι.
ἥμενος: καθεζόμενος. ἀπὸ τοῦ ἕω τὸ καθέζομαι ἕημι, τὸ παθητικὸν ἕεμαι ἧμαι, ἡ μετοχὴ ἑέμενος ἥμενος.
ὄρχως: ὄρχος ὀρχάτου διαφέρει. ὄρχος γάρ ἐστιν ὁ βόθρος, εἰς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν, παρὰ τὸ ὀρύσσω ὄρυχόν τινα ὄντα, ὄρχατον δὲ τὴν ἐπίστιχον φυτείαν παρὰ τὸ ἔρχεσθαι. καὶ Ἀριστοφάνης τὸ μεταξὺ τῶν φυτῶν μετόρχιον ἐκάλεσεν ἐν τοῖς Γεωργοῖς, ὁ δὲ Ἡσίοδος ὄρχον λέγει τὴν ἐπίστιχον τῶν ἀμπέλων φυτείαν· «λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων», καὶ πάλιν «παρὰ δέ σφισιν ὄρχος χρύσεος ἦν». ἔστι δʼ ὅτε δὴ καὶ κῆπον δηλοῖ. Ἀπίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρνυσθαι τὴν γῆν πρὸς φυτείαν.
ἀνʼ ὄρχως: … τοὺς διδύμους. ἢ τοὺς κλάδους τῆς ἀμπέλου.
φοιτᾷ: φοιτῶ σημαίνει τὸ ὁρμῶ. ὡς παρὰ τὸ πόρος πορῶ καὶ πορεύομαι παραγωγόν, οὕτω καὶ παρὰ τὸ ὁδὸς γίνεται ὁδῶ, τροπῇ τοῦ δ εἰς τ ὁτῶ καὶ πλεονασμῷ τοῦ φ καὶ ι φοιτῶ.
τρώξιμον: παρὰ τὸ τρῶ τὸ σημαῖνον τὸ βλάπτω παραγωγὸν τρώγω. σημαίνει δὲ τὸ κατεργάζεσθαι καὶ μὴ ἐᾶν ἅτινα τρώγει τις ὑγιᾶ. ἀφʼ οὗ καὶ τρῶγες, τὰ ἐν τοῖς ὀσπρίοις θηρία, καὶ τρῶκται· παρὰ τὸ τρώγω τρώξω γίνεται τρώξιμος καὶ τρώκτης.
τρώξιμον: τὴν ὥριμον σταφυλήν.
τρώξιμον: πέπειρον.
πάντα δόλον τεύχοισα: γράφεται κεύθοισα, ἀντὶ τοῦ κρύπτουσα· πανοῦργον γὰρ τὸ ζῷον.
τὸ παίδιον: οὕτω Θεαίτητος, ὡς τὸ παίγνιον, φέρνιον· Ἀττικοὶ δὲ παραπλήσιον τῷ κλειδίον λέγουσιν.
πρινὴ ἀκράτιστον: πρινὴ ἀκρατισμοῦ ξηρὸν ποιήσει αὐτό· ἀκρατισμὸν δέ φησι τὸν ἀπὸ βρώσεων κόρον.
ἀκράτιστον: οἱ μέλλοντες πολεμεῖν πρωΐας ἔτι οὔσης ὀλίγον τινὰ ἤσθιον ἄρτον καὶ ἄκρατον οἶνον ἔπινον, ὡς θερμοὶ ὦσι καὶ μὴ δειλιῶσιν, ὃ καὶ ἀκρατισμὸν ἐκάλουν. ἐνταῦθα δὲ ἀκράτιστον ἀντὶ τοῦ ἄγευστον.
ξηροῖσι: ἀπὸ τοῦ ξέω ξῶ ῥήματος, ἐκ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι γὰρ ἔξυσται, ξερὸν γίνεται καὶ κατὰ τροπὴν τοῦ ε εἰς η ξηρόν.
καθιξεῖ: γράφεται καὶ καθίξῃ. βαρυτόνως λεκτέον· τὰ γὰρ ὑποτακτικὰ τῶν ῥημάτων ὁμοίως οἱ Δωριεῖς ἡμῖν προφέρονται.
ἀνθερίκοισιν: ἀνθέρικος ὁ τῆς ἀσφοδέλου καρπὸς ἢ καυλός. καὶ ... μέν φησιν, ὅτι ἀσφόδελός ἐστι φυτόν, ὃ τὰ μὲν φύλλα ἔχει ὡς πράσου ἀγρίου, μείζω δὲ καὶ πλατύτερα· ὁ δὲ καυλὸς ἀνθέρικος καλεῖται, ὅσον πηχυαῖος ὢν καὶ μείζων. τὸ αὐτὸ δὲ καὶ Θεόφραστός φησιν. ὁ δὲ Ἀπολλόδωρος ὑπὸ Δωριέων φησὶν οὕτω λέγεσθαι τὸν τῆς ἀσφοδέλου καρπόν. ὁ δὲ Νεοπτόλεμος ἀνθέρικον ᾠήθη τὸν ἀθέρα τοῦ στάχυος, γελοίως.
καλάν: ἐπίθετον. ἔστι ῥῆμα κάζω, ὃ δηλοῖ τὸ κοσμῶ, ὁ μέλλων κάσω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα καλὸς καὶ τὸ θηλυκὸν ἡ καλή. ἢ παρὰ τὸ καλῶ ῥῆμα γίνεται καλὸς διὰ τὸ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον, ὡς τὸ ἀγαθόν, ἐφʼ ᾧ ἄγαν θέομεν.
μέλεται δέ οἱ: μέλει δὲ αὐτῷ οὔτε πήρας οὔτε …
μέλεται: διὰ φροντίδος ὑπάρχει.
πήρα παρὰ τὸ φέρω φήρα· οἱ δέ, μεθʼ ἧς πανταχοῦ περῶμεν.
καλεῖται δὲ καὶ κίβισις καὶ οὐλάς.
παντᾷ δʼ ἀμφὶ δέπας: πανταχοῦ δὲ περὶ τὸ ποτήριον περιπέπταται καὶ περικέχυται ὑγρός τις καὶ μαλακὸς ἄνανθος, ὅπερ ἐστὶν εἶδος φυτοῦ ἀκανθῶδες, χαμαίζηλον, εἰς μῆκος ἐξανθοῦν λίαν.
πέπταται: ἐκ τοῦ ἵπτημι ἕπτακα ἕπταμαι ἕπτασαι ἕπταται καὶ πλεονασμῷ τοῦ π πέπταται Αἰολικῶς. οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον, ὥσπερ τὸ ἐπτέρυγμαι, οἷον «ὡς δὲ παῖς πέδα μάτερα πεπτέρυγμαι.» Ἡρωδιανὸς ἐν τῷ περὶ πάθους.
ὑγρὸς ἄκανθος ὁ εὐκαμπὴς καὲ εὔτονος.
… λεπτότερον καὶ εὐτονώτερον.
ὑγρὸς ἄκανθος: ὁ ἄκανθος εἶδός ἐστι φυτοῦ χαμαιζήλου, ὑγρὸς δὲ ὁ εὐκαμπὴς ἢ ὁ νεόφυτος.
ὑγρός: γίνεται τὸ ὑγρὸν ἐκ τοῦ ὕω τὸ βρέχω· ὕσω ὑρὸς καὶ ὑγρὸς πλεονασμῷ τοῦ γ. ὑγρὸς οὖν ἄκανθος ὁ δίυγρος, ὁ διερός, ὁ ζῶν. ἢ ὑδρὸς οἷον ἔνυδρός τις εἶναι δοκῶν.
Αἰολικόν: ἀπατητικόν, ποικίλον, ἐκπληκτικὸν καὶ ὃ ἄν τις διὰ κάλλος θαυμάσῃ· ταῦτα γὰρ δύναται τὸ Αἰολίζειν.
οἱ γὰρ Αἰολεῖς ἐπὶ ἀπάτῃ διαβάλλονται,
ὡς ἐν τῷ «Λοκροὶ τὰς συνθήκας»· ταὐτὸν δέ εἰσιν οἱ Λοκροὶ τοῖς Αἰολεῦσι.
ἢ αἰπολικόν, οἷον αἰπόλος ἂν θαυμάσαι.
αἰολικόν: αἰόλον τι καὶ ποικίλον θέαμα.
γράφεται χωρὶς τοῦ π Αἰολικόν, τὸ ἀπατητικόν· Αἰολίζειν γὰρ τὸ ἀπατᾶν. Σοφοκλῆς «μηδʼ Αἰόλιζε ταῦτα».
Αἰολικὸν τὸ Αἰτωλικόν. Αἰολεῖς γὰρ οἱ Αἰτωλοί· ἐξ Αἰτωλίας δέ φησι τὸ ποτήριον κεκομίσθαι.
γράφεται δὲ Αἰτωλικόν.
αἰπολικόν: διὰ τῶν αἰπόλων δηλοῖ καὶ τοὺς ποιμένας καὶ τοὺς βουκόλους.
θάημα: θέαμα.
ἀτύξαι: καταπλήξαι σου τὴν ψυχήν, καὶ διʼ ὑπερβολὴν κάλλους τεράστιον ἂν νομισθείη.
τέρας κέ τυ θυμὸν ἀτύξαι: ἀντὶ τοῦ ἐκπλῆξαι δυνάμενον. καὶ Ὅμηρος· «πατρὸς ὄψιν ἀτυχθείς». τοῦτο τὸ θέαμα τεράστιον ὂν τὴν σὴν ἐκπλήξει διάνοιαν.
τοῦτο δὲ ἔφη διʼ ὑπερβολὴν τοῦ κάλλους.
πορθμεῖ: ἀπὸ τοῦ πορθμός. ὡς ἀπὸ τοῦ κείρω κορμός, οὕτως καὶ ἀπὸ τοῦ πείρω τοῦ σημαίνοντος τὸ περῶ γίνεται πορμὸς καὶ πλεονασμῷ τοῦ θ πορθμός· ἔστι δὲ θάλασσα μεταξὺ δύο ἠπείρων, ἰσθμὸς δὲ τοὐναντίον ἡ στενὴ ἤπειρος μεταξὺ θαλασσῶν δύο. ἀπὸ τοῦ πορθμὸς οὖν γίνεται πορθμεὺς ὁ περάτης.
πορθμεῖ Καλυδωνίῳ: ἢ ὄνομα κύριον ἢ τῷ ἀπὸ Καλυδῶνος εἰς Πελοπόννησον αὐτὸ διακομίσαντι· ἀντίκειται γὰρ ἀλλήλων τὰ χωρία.
τινὲς δὲ γράφουσι Καλυδνίῳ, ἀγνοοῦντες ὡς αἱ Καλυδναὶ ἐγγὺς τῆς Κῶ εἰσιν. Ὅμηρος· «καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλυδνάς.»
πορθμεῖ: ἴσως διαπορθμεύοντι ἐξ Αἰτωλίας εἰς Πελοπόννησον.
τυρόεντα: τυρός, τυρόεις παραγωγόν, τυρόεντα. τὸ τυ μακρόν, ροεντα με συνίζησις. τὰ εἰς ρος γὰρ δισύλλαβα ὀξύτονα τῷ υ παραληγόμενα ἐκτείνουσιν αὐτό, οἷον τυρός, πυρὸς ὁ σῖτος· τὸ πῦρ δὲ τοῦ πυρὸς βραχὺ καὶ τὰ ὅμοια.
τυρόεντα: ἐκ τοῦ τυρὸς τυρόεις. γίνεται δὲ παρὰ τὸ τηρῶ· γάλα γὰρ τηρούμενον ὁ τυρός. τὸ δὲ τηρῶ παρὰ τὸ οὐρῶ τὸ φυλάσσω, πλεονασμῷ τοῦ τ τουρῶ καὶ τροπῇ τῆς ου εἰς η τηρῶ. τὸ δὲ τυρὸς ἐκβολῇ τοῦ ο γέγονε.
μέγαν λευκοῖο γάλακτος: λείπει τὸ κύκλον.
τυρόεντα: τυρόν· Ἰωνικὸν ἀντὶ πρωτοτύπου τὸ παραγωγόν.
λευκοῖο γάλακτος: λευκὸν μὲν γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος.
χεῖλος: παρὰ τὸ χέω χέλος καὶ χεῖλος· εἰς αὐτὸ γὰρ χέονται αἱ τροφαί.
ἄχραντον: ἀθιγές, οὗ χεὶρ οὐχ ἥψατο. ἤ· ὃ οὐδέποτε εἰς χρείαν ἦλθεν.
πρόφρων: προθύμως, παρὰ τὴν προ καὶ τὸ φρῶ.
ἀρεσαίμην: ἀντὶ τοῦ· εὐάρεστος δόξαιμι.
ἐφίμερον: τὸν γλυκύν. λέγει δὲ τὴν ἐπὶ Δάφνιδι ᾠδήν.
ὕμνος: κατὰ συγκοπήν, ὑπόμονός τις ὤν, καθὸ εἰς ὑπομονὴν καὶ μνήμην ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις. κεχώρισται δὲ τῶν ἐγκωμίων καὶ τῶν προσοδίων καὶ τῶν παιάνων οὐχ ὡς κἀκείνων μὴ ὄντων ὕμνων, ἀλλʼ ὅτι τὰ ἄλλα προσόδια, καθὰ κέκληται, προσιόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον, τὸν δὲ ὕμνον πρὸς κιθάραν. οὕτω Δίδυμος
κερτομέω: ἐρεθίζω, χλευάζω. καὶ «κερτομίοις ἐπέεσσιν» ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς, ἀπατηλοῖς· κερτόμιον γὰρ λόγιον τὸ παραλογιστικὸν παρὰ τὸ τέμνειν τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, τῶν ἀκουόντων. καὶ κέρτομος ὁ παραλογιστής.
τὰν γὰρ ἀοιδάν: παροιμία ἐπὶ τῶν γινωσκόντων καὶ μὴ μεταδιδόντων.
τὸν ἐκλελάθοντα: ἐκλανθάνουσι γὰρ πάντων οἱ ἐν αὐτῷ, ἤγουν τὸ τῆς Λήθης ὕδωρ πίνοντες.
τὸν ἐκλελάθοντα: τὸν λήθης αἴτιον.
τὸν ἐκλελάθοντα: τὸν λήθην ἐμποιοῦντα πάντων.
ἄρχετε βουκολικᾶς: ἄρξασθαί με ποιήσατε τῆς βουκολικῆς ᾠδῆς ἀντὶ τοῦ ἀρχηγοὶ γίνεσθε· ἐπικαλεῖται γὰρ αὐτὰς μέλλων ἀείδειν.
ἄρχετε: τοῦτο λέγεται ἐπῳδὸς καὶ πρόᾳσμα καὶ ἐπιμελῴδημα.
… Μνασέας δὲ ἐν τῷ περὶ Εὐρώπης Πανός φησι Βουκολίωνα υἱόν, ἀφʼ οὗ καὶ τὸ βουκολεῖν.
Θύρσις: ὁ ποιμὴν Θύρσις ἐπαινεῖ ἑαυτόν. ἡ δὲ Αἴτνη Σικελίας ὄρος ἀπὸ Αἴτνης τῆς Οὐρανοῦ καὶ Γῆς, ὥς φησιν Ἄλκιμος ἐν τῷ περὶ Σικελίας. Σιμωνίδης δὲ Αἴτνην φησὶ κρῖναι Ἥφαιστον καὶ Δήμητραν περὶ τῆς χώρας ἐρίσαντας. Δημήτριος δὲ ὁ Καλλατιανὸς τοῦ Βριάρεω, ἑνὸς τῶν Κυκλώπων, παῖδας γενέσθαι Σικανὸν καὶ Αἴτνην, ἀφʼ ἧς τὸ ὄνομα.
… Νυμφόδωρος δέ φησιν ἐν τῷ περὶ Σικελίας θαυμαζομένων, ὅτι τοῦ Δάφνιδος
μεταλλάξαντος ἐκκομιζομένῳ τοὺς κύνας συνακολουθεῖν καὶ ἐπὶ τοῦ τάφου μεταλλάξαι καὶ εἶναι αὐτῶν ἓν μνῆμα, ἐν ᾧ γέγραπται· «Σᾶμος Πόδαργος Λάμπος Ἄλκιμος Θόας.»
Θύρσις ὅδʼ ὡξ Αἴτνας: ὡς Σικελιώτου αὐτοῦ ὄντος καὶ κατὰ τὴν Αἴτνην νέμοντος. μέλλει δὲ ᾄδειν, ὃν τρόπον ὁ Δάφνις οὐ δυνάμενος φέρειν τὸν τῆς Ξενέας ἔρωτα—ἔστι δὲ ὄνομα Νύμφης—ἐξῆλθεν ἐκ τοῦ ζῆν.
ἀντὶ τοῦ· αἱ Νύμφαι τότε οὐκ ἦσαν περὶ Σικελίαν, ὅτε ὁ Δάφνις ἀπώλετο. ἴσως δὲ διὰ τὸ Νύμφης ἐρᾶν ὑπερηφανευούσης αὐτὸν αἰνίσσεται ὡς μηδὲ τῶν λοιπῶν αὐτόθι οὐσῶν.
πῆ ποκʼ ἄρʼ ἦσθʼ ὅκα Δάφνις ἐτάκετο: Δάφνις Σικελιώτης τυγχάνων καὶ ἐν Σικελίᾳ ἦν, ὅτε τὰ λοίσθαι ἔπνεεν. ὅτι γοῦν Νύμφης ἤρα ὁ Δάφνις, ἡ δὲ Νύμφη ἀπεστρέφετο αὐτὸν διὰ τὴν πρὸς ἑτέρας γυναῖκας ὁμιλίαν, αἰνίσσεται, ὅτι οὐδὲ αἱ λοιπαὶ ἐν Σικελίᾳ ἦσαν, ὅτε ὁ Δάφνις ἔθνησκε.
κατὰ Πηνειῶ: Πηνειὸς ποταμὸς Θεσσαλίας. τὰ δὲ τέμπη γενικῶς μὲν τὰ ἄλση· νῦν δὲ τὸ μεταξὺ τῆς Ὄσσης καὶ τοῦ Ὀλύμπου χωρίον, ὅ ἐστι περικαλλὲς καὶ ὥσπερ ὑπὸ θείας γνώμης πρὸς τὴν διόρυξιν διῃρημένον, διʼ ἧς ὁ Πηνειὸς πρὸς τὴν θάλασσαν ῥεῖ.
λέγεται δὲ τοῦτο τὸ χωρίον τέμπεα Θετταλικά.
κατὰ Πίνδω: Πίνδος ὄρος Ἀρκαδίας ἢ ποταμὸς ἢ ὄρος τῆς Περραιβίας ἐγγὺς θαλάσσης.
οὐ γὰρ δὴ ποταμοῖο: οὐ γὰρ τότε τὸ μέγα ῥεῦμα εἴχετε ἀντὶ τοῦ οὐκ ᾠκεῖτε, ὅ ἐστιν οὐκ ἦτε ἐκεῖσε.
μέγαν ῥόον εἴχετʼ Ἀνάπω: τὸ εἴχετε ἀντὶ τοῦ κατῳκεῖτε.
ὁ δὲ Ἄναπος ποταμὸς ἐν Συρακούσαις τῆς Σικελίας. Ἄναπος δὲ εἴρηται ὁ ἄνευ πόσεως ὤν, οἷον ἀβληχρὸν ὕδωρ ἔχων.
Ἄναπος ποταμὸς περὶ Σικελίαν παρὰ τὸ τοῖς ποσὶ διαβατὸς εἶναι.
Ἄκιδος ἱερὸν ὕδωρ: Ἆκις ποταμὸς Σικελίας.
Ἆκις παρὰ τὸ ἀκίδι ἐοικέναι τὰ ῥεύματα.
δρυμὸς τόπος λέγεται ὁ πολλοὺς ἔχων δρῦς.
τινὲς αἰτιῶνται τὸν Θεόκριτον καί φασιν ἐν Σικελίᾳ λέοντα μὴ εἶναι. ἀλλὰ προστιθεμένη ἡ ἂν συλλαβὴ λύει τὴν αἰτίαν, ἵνα ᾖ· τῆνον ἂν ἔκλαυσεν, εἰ ἐν Σικελίᾳ λέων ἦν.
πολλαί οἱ πὰρ ποσσί: ὅρα τὴν ἡδονήν. ἀντῳδὴ δὲ τὸ σχῆμα, ἥτις γίνεται οὕτως, ὅταν τις λαλῇ ᾠδὴν ἄλλην καὶ ἄλλην ἀποκρίνεται.
δαμάλαι: αἱ ἤδη δαμασθῆναι δυνάμεναι· πόρτιες αἱ μικραὶ καὶ μήπω εἰς ζυγὸν ἐλθοῦσαι.
δαμάλαι: μεταπλασμὸς ἀντὶ τοῦ δαμάλεις.
ἦνθʼ Ἑρμῆς: ἦλθεν ὁ Ἑρμῆς πρώτιστος ἢ ὡς νόμιος ἢ ὡς φίλος Δάφνιδος ἢ ὡς ἐραστής.
τὸ δὲ λ εἰς ν τρέπουσιν οἱ Δωριεῖς, ἀλλʼ οὐ διὰ παντός, ἀλλʼ ὅτε τὸ θ ἢ τὸ τ ἐπιφέρεται, οἷον βέλτιστος βέντιστος, φίλτατος φίντατος, ἦλθεν ἦνθεν.
ἦνθʼ ὁ Πρίηπος: οἰκείως· ἀγροικικὸς γὰρ ἦν ὁ Πρίηπος ὡς καὶ Δάφνις καὶ—ἴσως διὰ τὸ κάλλος—υἱὸς Ἀφροδίτης.
ἦνθʼ ὁ Πρίηπος: ἢ ὡς ἐραστὴς τοῦ Δάφνιδος ἢ ὡς υἱὸς Ἀφροδίτης.
κἤφα: καὶ ἔφη· κατὰ συναίρεσιν καὶ συγκοπήν.
κἤφα: καὶ ἔφη· ἔστι δὲ τὸ πάθος ἔκθλιψις καὶ κρᾶσις.
ἡ δέ τι κώρα: τὸ ἑξῆς· αὕτη δὲ ἡ κόρη ἀνὰ πᾶσαν τὴν κρήνην ζητοῦσά σε—διὰ μέσου γὰρ ὁ στίχος τοῦ ἄρχετε.
φορήται: μανιωδῶς φέρεται. καθόλου τὰ εἰς ται ῥήματα, ὅταν τῷ η παραλήγηται περισπωμένως, παροξυτονοῦσι Δωριεῖς· ὅταν δὲ βαρυτόνως, ὁμοίως ἡμῖν ἐκφέρουσιν.
ζάτεισα: Αἰολικὸν τὸ ζάτεισα, διὸ καὶ βαρύνεται. συναπτέον δὲ τοῦτο τοῖς ἐπάνω· πάντῃ δὲ πλανᾶται ζητοῦσα αὐτόν. εἰρωνευόμενος δὲ λέγει πρὸς αὐτόν· αὐτὸς γὰρ μᾶλλον ἐζήτει. διὰ τοῦτο καὶ δύσερως. τινὲς δέ φασιν, ὡς οὐ διὰ τὴν Νύμφην, ἀλλὰ διὰ τὴν τοῦ βασιλέως θυγατέρα, διʼ ἣν καὶ ἐπηρώθη.
ζητοῖσα: Αἰολικὸν ἀντὶ τοῦ ζητοῦσα. εἰρωνεύεται δέ· ζητεῖ γὰρ αὐτὸς μᾶλλον, οὐ ζητεῖται ὑπὸ τῆς Νύμφης. ἢ καὶ παρηγορητικὸς ὁ λόγος.
τὸ δὲ ζητοῖσα οὐκ ἔστι Δωρικόν· εἰ γὰρ ἦν, εἴρητο ἂν ζατοῦσα.
ζάτοισα βαρέως· ἔστι γὰρ Αἰολικόν, διὸ σημαίνει τὸ ζητοῦσα. εἰ δʼ ἦν Δωρικόν, εἴρητο ἂν ζατοῖσα.
ζατοῖσʼ ἆ: γράφεται καὶ χωρὶς κουφίσματος ζάτοισα ἀντὶ τοῦ ζητοῦσα Αἰολικῶς. εἰ δʼ ἦν Δωρικῶς, εἴρητο ἂν ζατεῦσα.
δύσερώς τις ἄγαν: δύσκολον ἔρωτα ἔχεις καὶ παντελῶς ἀπροσμηχάνητον. ζητοῦσα γάρ σε ἡ Νύμφη περιέρχεται. παρηγορῆσαι θέλων τοῦτό φησι πρὸς αὐτόν.
βούτας μὲν ἐλέγευ: βουκόλος ὤν, φησίν, οὐ κατὰ βουκόλους ἐρᾷς. οἱ μὲν γὰρ βουκόλοι πρὸς τὴν τῶν ἀφροδισίων μῖξιν ἐγκρατεῖς, τοὐναντίον δὲ λαγνότατοι οἱ αἰπόλοι· καὶ ἡ αἰτία, ὅτι κατωφερέστεραι οὖσαι αἱ αἶγες δελεάζουσι τοὺς αἰπόλους.
βούτας μὲν ἐλέγευ: παροιμία τοῦτο ἐπὶ τῶν ἡσύχων μὲν πρῶτον καὶ ἡμέρων, ἔπειτα δὲ ἀγρίων. οἱ γὰρ βόες ἥμεροί εἰσιν· ἀπὸ γοῦν τῶν βοσκομένων καὶ οἱ βόσκοντες αὐτοὺς τοιοῦτοι λέγονται. αἱ δὲ αἶγες ἄγριαι, παρόσον καὶ εἰς τὰ ὑψηλὰ τῶν ὀρῶν καὶ εἰς κρημνώδεις τόπους νέμονται· ἀπὸ τούτων δὲ καὶ οἱ αἰπόλοι τοιοῦτοι λέγονται.
ᾡπόλος: ᾡπόλος ἀντὶ τοῦ ὁ αἰπόλος. γίνεται κατὰ τροπὴν τοῦ ο καὶ α εἰς ω μέγα ἢ μᾶλλον ἐν συναιρέσει τοῦ ο α εἰς ω μέγα ὡπόλος· τὸ δὲ ι προσγεγραμμένον.
τὼς δʼ οὐδέν: οὕτως εἰπόντων οὐδέν τι ἀπεκρίνατο ὁ Δάφνις, ἀλλʼ ἐσιώπα.
τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βωκόλος: τούτους, οὕστινας ἄνωθεν εἴπομεν, ἤτοι τοὺς βούτας τοὺς ποιμένας τοὺς αἰπόλους τὸν Πρίαπον καὶ τοὺς λοιπούς, οὐδέν τι προσεφθέγξατο ὁ βουκόλος, ἤτοι ὁ Δάφνις.
πικρὸν ἔρωτα: ἀλλὰ τὸν αὐτοῦ ἔρωτα ἐπέραινε καὶ διήνυε μέχρι καὶ τῆς μοίρας.
ἄνυε μοίρας: διχῶς τὸ μοίρας. εἰ μὲν γὰρ ἐκτεινόμενον, σημαίνει γενικήν, εἰ δὲ συστελλόμενον, αἰτιατικὴν τῶν πληθυντικῶν Δωρικῶς·
ἐκεῖνοι γὰρ τὰς παρʼ ἡμῖν ἐκφερομένας εὐθείας τῶν πληθυντικῶν διὰ τῆς αι διφθόγγου διὰ τοῦ ες ἐκφέρουσιν.
Μοῖσαι πάλιν: τὸ πάλιν ἐξ ὑποστροφῆς ἀρχὴν ᾠδῆς ποιούμενός φησιν, αἱ δὲ παράγραφοι διαστέλλουσι τὰς ᾠδάς.
τὸ δὲ ἄρχετε καὶ λήγετε ἐπῳδοῦ τάξιν ἐπέχει.
ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα: τὸ ἡδεῖα ἡδέα ποιητικῶς, ἵνʼ ᾖ οὕτως· ἡδέα καὶ ἡ Κύπρις γελῶσα. τινὲς ἡ δεῖα, ἡ δέους ποιητική. ἐὰν δὲ γράφεται διὰ τοῦ ι, ἡ Διὸς θυγάτηρ.
λάθρη μὲν γελάοισα: ἐναντίως εἶπε. θέλει γὰρ εἰπεῖν· φανερῶς μὲν γελῶσα, λανθάνει δὲ βαρυνομένη ἐπὶ τῷ Δάφνιδι.
ἦνθέ γε μὰν ἁδεῖα: ἦλθεν ἡ ἡδυτάτη καί φησι· βοῦτα, ὑπʼ ἀργαλέου ἐλυγίχθης Ἔρωτος καὶ ἐκάμφθης; οἷον Εὔπολις «λυγίζεται καὶ συστρέφει τὸν αὐχένα».
Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης: ταῦτα ἐπὶ μυκτηρισμῷ λέγει ἡ Ἀφροδίτη.
ἐλυγίχθης: ἐκάμφθης, κατεδέθης. ἐπὶ μυκτηρισμῷ δὲ ταῦτά φησι.
λυγιξεῖν: καταδήσειν, τουτέστι περιέσεσθαι τοῦ Ἔρωτος ἐκαυχῶ· ἴσως γὰρ ὁ Δάφνις μεγαλορρημονήσας εἰς τὴν θεὸν ταύτην ὑπέσχε τὴν ποινήν.
λυγιξεῖν: τὸ βεργίοις δήσειν, ἤτοι δήσειν λύγοις. καὶ Ὅμηρος· «δίδη μόσχοισι λύγοισιν». ἢ κλάσειν· ἁπαλὸς γὰρ ὁ λύγος.
λέγουσι δὲ καὶ τὸ ἀμαυρώσειν δηλοῦν· λυγαῖα γὰρ τὰ σκοτεινά.
Ἀμερίας δέ φησιν ἀγνοῶν· «λύγος ῥάβδος.» ἴσως οὖν μαστιγώσειν.
λυγιξεῖν: κάμψειν, δεσμεύσειν. λυγίζω λυγίξω καὶ Δωρικῶς λυγιξῶ ἀπὸ τοῦ λύγος τὸ βεργίον καὶ ὁ δεσμός. ἴσως γὰρ ὁ Δάφνις περιέσεσθαι τοῦ Ἔρωτος μεγαλορρημονήσας ταύτην ἔπαθε τὴν ποινήν.
ἐλυγίχθης: ἐδεσμεύθης· μεταφορικὴ ἡ λέξις ἀπὸ τοῦ λύγου.
ἤδη γὰρ φράσδει πάνθʼ ἅλιος: ἤδη γὰρ πάντα φράσδει, ἤγουν δῆλα πάντα ποιεῖ ὁ ἥλιος.
ἄμμι δεδύκει: ἡμῖν δέδυκεν.
ἄμμιν: ἡμῖν ἦν καὶ τροπῇ τοῦ η εἰς α Δωρικῶς καὶ προσθέσει τοῦ μ Αἰολικῶς καὶ ἐν ὑπερβιβασμῷ τοῦ τόνου ἄμμιν.
οὗ λέγεται τὰν Κύπριν: τὸ οὗ δασύνεται· ἔστι γὰρ ἀντὶ τοῦ ὅπου. λείπει δὲ τὸ καταισχῦναι, ἵνʼ ᾖ τὸ ὅλον· ὅπου ὁ βουκόλος τὴν Κύπριν καταισχῦναι λέγεται.
οὗ λέγεται: λείπει τὸ αἰσχῦναι τὴν Ἀφροδίτην ὁ Ἀγχίσης.
ἄλλοι δʼ οὐ προσυπακούουσι τὸ αἰσχῦναι.
ὁ βωκόλος: βουκόλος ὁ Ἀγχίσης ὁ Αἰνείου πατήρ, ὃς κατὰ τὴν Ἴδην ἐμίγη Ἀφροδίτῃ καὶ Αἰνείαν ἐγέννησεν.
ἕρπε ποτʼ Ἴδαν: ἀντὶ τοῦ ἄπελθε πρὸς τὴν Ἴδην. ὡς ἑξῆς ἐπιφέρει· ἕρπε πρὸς τὸν βουκόλον Ἀγχίσην. καὶ Ὅμηρος· «ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι.»
Ἴδη ὄρος Τροίας. δύνανται δὲ καὶ πάντα τὰ ὄρη τῇ Ἴδης προσηγορίᾳ καλεῖσθαι ἀπὸ τοῦ ἴδη ἡ βοτάνη ἢ ἀπὸ τοῦ ἰδεῖν καὶ θεάσασθαι· ἀφʼ ὑψηλοῦ γάρ τις ἱστάμενος δύναται πόρρω ἰδεῖν. καλεῖται δὲ Ἴδη καὶ ὄρος Κρήτης.
τηνεὶ δρύες· δρύες, ὥστε σκέπειν τῷ Ἀγχίσῃ συνερχομένην αὐτήν· εἰρωνευόμενος δὲ λέγει. τηνεὶ ἀντὶ τοῦ ἐκεῖ.
ὧδε κύπειρος: ἐνθάδε ταπεινὴ βοτάνη καὶ ἀναπεπταμένος ὁ ἀήρ, καὶ οὐ δυνήσῃ λαθεῖν συνουσιάζουσα.
τηνεὶ δρύες: ὥστε σκέπειν σε συνερχομένην τῷ Ἀγχίσῃ. ἐνταῦθα δὲ ταπεινὴ βοτάνη καὶ μὴ δυναμένη σκέπειν σε.
ὧδε κύπειρος: κύπειρος χαμαίζηλος πόα. τὸ δὲ ὧδε ἀντὶ τοῦ ἐκεῖ. κύπειρόν τινες τὸ παρʼ ἡμῖν βούτομόν φασι.
ὧδε καλὸν βομβεῦντι: κατηγορούσας τῆς ἀκρασίας εὑρήσεις τὰς μελίσσας, εἰ πρὸς ἡμᾶς ἥκοις, διὰ τοῦ βόμβου τοὺς ὁδοιπόρους ἐπαγομένας. σμήνη δὲ τὰ τῶν μελισσῶν ἀγγεῖα. Ἡσίοδος «ὡς δʼ ὅταν ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι.»
ὡραῖος χὥδωνις: Κινύρου τοῦ Ἀπόλλωνος καὶ Σμύρνης θυγατρός, ἥτις κατὰ μῆνιν Ἀφροδίτης ἠράσθη τοῦ πατρός, ὅτι λύσασα τὰς τρίχας οὐδὲ Ἀφροδίτην ἔχειν ἔφη τοιαύτας. καὶ ἐλάνθανε τὸν πατέρα στολιζομένη καὶ συναναμιγνυμένη ὡς θεράπαινα. ὕστερον δὲ ἐγκυμονήσασα καὶ τεκοῦσα τὸν Ἄδωνιν ἐφωράθη καὶ αἰσχυνομένη ηὔξατο μεταβαλεῖν εἰς ὁμώνυμον φυτόν.
ὡραῖος δὲ ἀντὶ τοῦ τρυφερός, ὅθεν καὶ τὸ θρύπτεσθαι ὡραΐζεσθαί φησι Μένανδρος «ὡς ὡραΐζεθʼ ἡ τύχη πρὸς τοὺς βίους.» ἢ ἀκμάζων. Ἡσίοδος «ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι.»
καὶ πτώκας: τὰς αἰτιατικὰς οἱ Δωριεῖς τῶν εἰς ες ληγουσῶν εὐθειῶν τῶν πληθυντικῶν ὁμοίως ταῖς εὐθείαις παροξύνουσι καὶ μακρὸν ἔχουσι τὸ α, θώας Τρώας·
ὅτι τὰς παρʼ ἡμῖν προφερομένας διὰ τοῦ ες εὐθείας τῶν πληθυντικῶν ἐκεῖνοι διὰ τῆς αι προφέρουσιν.
οὕτως ἀξιοῦσι Θεαίτητος καὶ Μουνάτιος καὶ Πτολεμαῖος Ἀριστονίκου.
ὅπως στάσῃ: τινὲς περισπῶσιν, ἀλλʼ ἁμαρτάνουσι. τὰ γὰρ ὑποτακτικὰ τῶν ῥημάτων ὁμοίως ἡμῖν προφέρουσιν οἱ Δωριεῖς, ὥς φησι Λεπτίνης.
ἀλλὰ μάχευ μοι: ἀλλὰ εἰ θέλεις σύ, ὦ Διομήδη, μάχου μοι. ἢ ὁ Δάφνις πρὸς τὴν Ἀφροδίτην φησίν.
φωλάδες ἄρκτοι: οὐ μάτην οὕτω καλεῖ, ἀλλʼ ὅτι, ὥς φησι καὶ Θεόφραστος καὶ Σώστρατος ἐν αʹ λέγει περὶ ἄρκτων, πολὺν αἱ ἄρκτοι φωλεύουσι χρόνον·
ἢ ὅτι μόναι τῶν ἄλλων θηρίων αἱ ἄρκτοι τίκτουσαι φωλεοῖς ἐπικάθηνται.
φωλάδες: αἱ κατάστικτοι.
Ἀρέθοισα: κρήνη ἐν Συρακούσαις. φασὶ διὰ πελάγους Ἀλφειὸν ἥκειν … ὥς φησιν Ἴβυκος παριστορῶν περὶ τῆς Ὀλυμπιακῆς φιάλης.
Ἀρέθοισα: ὅτι Σικελικὴ κρήνη, πρόδηλον· δοκεῖ δὲ ὑπʼ Ἀλφειοῦ πληροῦσθαι. ἔστι δὲ καὶ ἐν Εὐβοίᾳ καὶ ἄλλη ἐν Σάμῳ καὶ ἐν Ἰθάκῃ·
«πὰρ κόρακος πέτρῃ καὶ ἐπὶ κρήνῃ Ἀρεθούσῃ». χαριέντως δὲ καὶ Ἐπαφρόδιτός φησιν ἐν τῷ περὶ στοιχείων, ὅτι ἀρεθούσας καλοῦσι πάσας κρήνας.
ἀγνοήσας δὲ Κράτης μεταγράφει· «ἐπὶ κρήνης μελανύδρου»
χαῖρʼ Ἀρέθοισα: πηγὴ ἐν Συρακούσαις τῆς Σικελίας, εἰς ἣν εἰσρέει ὁ ἐξ Ἀρκαδίας Ἀλφειὸς ποταμός.
Θύβριδος: … δύβρις κατὰ γλῶσσαν ἡ θάλασσα. τινὲς δὲ Σικελίας ἔφησαν ποταμὸν Θύμβριδα.
Θύβρις ποταμὸς Σικελίας, ἐφʼ ᾧ μυθεύονται Ἡρακλῆν ... ὅτε τὰς ἐκ τῆς Ἐρυθείας βοῦς ἐλαύνων ἐνταῦθα ἀφίκετο· γενομένου δὲ χειμῶνος ἀνυπερβλήτου χῶσαι τὸν ποταμὸν καὶ ἐπίπεδον ποιῆσαι, ἐφʼ οὗ οἱ Κεφαλοίδιοι δείκνυνται κατοικοῦντες.
Θεαίτητος δέ φησι Συρακοσίους ἀπὸ τῆς ὕβρεως ὀνομάσαι προσθέσει τοῦ Θ. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς διὰ τοῦ δ γράφει καί φησι «δύβρις κατὰ γλῶσσαν ἡ θάλασσα.» γράφουσι δέ τινες κατὰ Θύμβριδος· ἔστι δὲ καὶ οὗτος ποταμὸς Σικελίας.
ὦ Πὰν Πάν: ποιητικὴ ἐπανάληψις· εἰ μή τις πιθανεύοιτο λέγων, ὡς ὁ νοῦς ἐστι τοιοῦτος· ὦ τὸ πᾶν σύ, ὦ Πάν, ἵνα τὸ μὲν πρῶτον περισπασθῇ, τὸ δὲ δεύτερον ὀξυτονηθῇ.
τὸν δὲ Πᾶνα οἱ μὲν Πηνελόπης καὶ Ὀδυσσέως ἢ Ἑρμοῦ, ἄλλοι δὲ Διὸς καὶ Καλλιστοῦς, ἕτεροι δὲ Αἰθέρος καὶ Οἰνηΐδος, ἔνιοι δʼ Οὐρανοῦ καὶ Γῆς.
Λυκαίου: Λύκαιον ὄρος Ἀρκαδίας κληθὲν ἀπὸ Λυκάονος τοῦ Πελασγοῦ, ἐν ᾧ καὶ μαντεῖον Πανός·
εἰς ὃ ὄρος φασὶν ἐλθοῦσαν τὴν Λυκάονος θυγατέρα Καλλιστὼ ὑπὸ Ἑρμοῦ τραφῆναι ἄρκτον οὖσαν. ἣν καί φησιν Ἄρατος ἐν οὐρανῷ ἐστηρίχθαι.
εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίου: ἐπὶ τῷ Λυκαίῳ φασὶ χωρίον καλούμενον …
εἰς ὅ φασι τὰ εἰσερχόμενα ζῷα ἄγονα γίνεσθαι.
Λυκαίω: ὄρος Ἀρκαδίας.
Μαίναλον: ὄρος Ἀρκαδίας ἀπὸ Μαινάλου τοῦ Λυκάονος·
ἔνθα ἡ Ἀταλάντη τῷ Ἰάσονι παρέσχετο δόρυ ξένιον· «δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη Μαινάλῳ ἐν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν»
Ἑλίκας δὲ λίπε ῥίον: τοῦ ὄρους τὸ ἀκρωτήριον παρὰ τὸ ἐπιρρεῖσθαι τοῖς τῶν ὑετῶν καὶ πηγῶν ὕδασιν.
Ἑλίκας δὲ λίπε Ῥίον: Ἑλίκη ὄνομα πόλεως πρὸς τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ.
αἰπύ τε σᾶμα τῆνο Λυκαονίδαο: ... ὃ Αἰπύτου τάφον καλοῦσι. καὶ Ὅμηρος· «Αἰπύτιον παρὰ τύμβον.»
ἀγητόν: ἔκπληξιν ἔχον διὰ τὰ ἐν αὐτῷ γινόμενα περὶ Λυκάονα καὶ Καλλιστὼ καὶ Ἀρκάδα.
λήγετε: ὥσπερ ἄρχετε, οὕτω λήγετε, ἀντὶ τοῦ λήγειν ποιήσατε.
φέρευ: οἱ μὲν κατὰ συναλοιφὴν φέρε, εἶτα εὐπάκτοιο τοῦ καλῶς πεπηγότος· οἱ δὲ ἐκπληροῦσι φέρευ, ἀντὶ τοῦ λάμβανε δηλονότι. μελίπνουν δὲ ἢ ἡδύφωνον ἢ ἡδὺ ὀδωδυῖαν διὰ τὸν κηρόν. τὸ δὲ ἑξῆς· τὴν σύριγγα τὴν ἐκ κηροῦ εὐπήκτου, περὶ χεῖλος εἱλουμένην ἐν τῷ συρίζειν.
περὶ χεῖλος ἑλικτάν: ἤγουν τῷ ἐκ τοῦ στόματος ἐξερχομένῳ πνεύματι· πρῶτον γὰρ περὶ τὸ χεῖλος τῆς σύριγγος ἑλίσσεται τὸ πνεῦμα.
φορέοιτε βάτοι: βάτος …
νάρκισσος: θηλυκῶς λέγεται ἐνταῦθα, παρὰ δὲ Ἀριστοφάνει ἀρσενικῶς.
ἐπʼ ἀρκεύθοισι: ἄρκευθος εἶδος δένδρου, ὅπερ ἐστὶν ἀκανθῶδες, ἢ φυτόν.
ἀρκεύθοισι κομᾶσαι: ἄρκευθος εἶδος φυτοῦ ἀκανθώδους. τὸ δὲ κομᾶσαι ἀντὶ τοῦ ἀναθῆλαι· τὰ ἀπαρέμφατα ἀντὶ προστακτικῶν.
ἔναλλα: οἷον ἐνηλλαγμένα. κατὰ τὸ «ἄνω ποταμῶν χωροῦσι πηγαί».
ὄχνας καὶ ἀπίους καὶ ἀχλάδας. ἀχλάδας μὲν διὰ τὸ ἐν τῷ ἐσθίεσθαι ὄχλησιν ἐμποιεῖν, οἱονεὶ ὀχλάδας οὔσας· ὄγχνας δὲ ἀπὸ τοῦ ἄγχειν δοκεῖν· ἀπίους δέ, ὅτι πρῶτον ἐν Πελοποννήσῳ δοκοῦσι φῦναι, ἣ ἐλέγετο Ἀπία.
ἐνεῖκαι: ἀπὸ τοῦ ἐνέκω ἤνεικα καὶ τροπῇ τοῦ κ εἰς ξ κατὰ Βοιωτοὺς ἤνειξα.
ἐνείκοι: ἐνέγκοι, φέροι.
ὥλαφος ἕλκοι: θηλάζοι.
σκῶπες: εἶδος ὀρνέων κακόφωνον. Ἀλέξανδρός φησι τοὺς σκῶπας οὐκ ἐπιτερπεῖς τῇ φωνῇ· διὸ καὶ παρʼ Ὁμήρῳ φησὶν ὀρθῶς δοκεῖν γράφεσθαι «σκῶπές τʼ ἴρηκές τε», οὐ δεῖν δὲ γράφειν χωρὶς τοῦ σ· οἱ γὰρ σκῶπες λέγονται, διότι σκαιὰν ὄπα καὶ φωνὴν ἀφιᾶσι. Καλλίμαχος δέ φησιν, ὅτι φθέγγεται ὥσπερ ἐπισκώπτων τῇ φωνῇ, ὅθεν καὶ οὕτω καλεῖται. Τυραννίων δὲ σκῶπας τοὺς νυκτικόρακάς φησιν, οἷον σκίοπας, τοὺς ἐν σκιᾷ ἔχοντας τὴν ὄπα.
ἀνεπαύσατο: εὐφήμως τὸ ἀποθανεῖν ἀναπαύσασθαι ἔφη. καὶ Ὅμηρος· «ὣς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον.»
ἤθελʼ ἀνορθῶσαι: ἐκ δευτέρου ζῶντα παραστῆσαι.
λίνα: ἤτοι ἐπεπληρώκει τὸ χρεών. καὶ Ὅμηρος· «γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ.» λίνον δὲ ἀντʼ ἐρίου οἱ ποιηταὶ συνάπτειν λέγουσι τὰς Μοίρας, ὅτι τὸ λίνον ἐκ γῆς καὶ αὗται δὲ ἐπικλώθουσι τοῖς ζῴοις τὴν εἰς γῆν ἀνάλυσιν.
τὰ τῶν Μοιρῶν φησι λίνα τὰ ἐπικεκλωσμένα· καὶ τὰ εἱμαρμένα ἐτελειοῦτο.
ἔβα ῥόον: τουτέστιν ἀπέθανε καὶ διὰ τοῦ Ἀχέροντος διῆλθε.
ἔκλυσε δίνα: ἤτοι περιέσχεν αὐτὸν ἡ τοῦ Ἀχέροντος δίνη.
τὸν Μοίσαις φίλον: καθὸ πρῶτος εὕρατο βουκολικά.
τὸν οὐ Νύμφαισιν ἀπεχθῆ: ἐπεὶ μία τῶν Νυμφῶν αὐτοῦ ἠράσθη.
τὸν οὐ Νύμφαισιν ἀπεχθῆ: ἐπεὶ περὶ πάσας οἰκείως διέτριβε.
τό τε σκύφος: ὅπερ ὑπέσχου ποτήριον.
σχαδόνων: σχάδονες τὰ τῶν κηφήνων κηρία. … ὥς φησιν Ἀριστοτέλης. Θεαίτητος δὲ τοὺς κηροὺς τοὺς ἔχοντας τῶν κηφήνων τοὺς γόνους, οἵτινες ἡδὺ ποιοῦσι βρῶμα. οἱ δὲ κοινότεροι ἐπὶ τῶν κηφήνων τῶν ἐσθιόντων τὸ μέλι, ὥς φησιν Ἡσίοδος «κηφήνεσσι κοθούροις ἴκελος ὁρμήν.»
ἀπʼ Αἰγίλω: Αἴγιλα δῆμος Ἀττικῆς, Ἀντιοχίδος φυλῆς, ἀπό τινος ἥρωος Αἰγίλου. ὅτι δὲ αἱ Ἀττικαὶ ἰσχάδες ἥδισται, καὶ ὁ Δίνων μαρτυρεῖ. ἔστι δὲ καὶ Λακωνικὸν χωρίον Αἴγιλον. τινὲς δέ, ὅτι ἐστὶ καὶ νῆσος μεταξὺ Κρήτης καὶ Λακωνικῆς.
ἀπʼ Αἰγίλω: ἀκρωτήριον Λακωνικὸν πλησίον Κρήτης.
ἡνί: ἰδού.
θᾶσαι: θαύμασαι.
κράναισι: ἐπὶ κρήναις ταῖς τῶν Ὡρῶν δόξεις αὐτὸ πεπλύσθαι, ἀντὶ τοῦ ἐν ἔαρι, ἐπεὶ ἀνθεῖ πάντα τότε.
ὧδʼ ἴθι Κισσαίθα: ἡ κισσὸν λευκὸν κατανεμομένη. αἰθὸν γὰρ τὸ λαμπρόν· ἐκ δὲ τοῦ λαμπροῦ γίνεται μεταληπτικῶς τὸ λευκόν.
Κισσαίθα: ὄνομα αἰγὸς ἐκ τοῦ κισσῶ καὶ τοῦ αἴθω.
Κισσαίθα: ἡ ταχεῖα αἲξ ἀπὸ τοῦ ταχέως γεννᾶν· κισσῶ γὰρ τὸ γεννῶ, αἴθω δὲ τὸ καίω καὶ ἀνάπτω.
Κισσαίθα: ἡ πρὸς τὸ γεννᾶν διάπυρος καὶ θερμή, ἀπὸ τοῦ κισσῶ τὸ γεννῶ καὶ τοῦ αἴθω τὸ καίω.
Θαλύσια
Ἐπιδημήσας ὁ Θεόκριτος ἐν Κῷ ἐφιλιώθη Φρασιδάμῳ καὶ Ἀντιγένει τοῖς Λυκωπέως υἱοῖς. κληθεὶς δὲ ὑπʼ αὐτῶν ἐπὶ θαλύσια Δήμητρος ἄπεισι μετὰ Εὐκρίτου καὶ Ἀμύντου, οὐχ, ὡς Μουνάτιός φησι, μετὰ Φρασιδάμου καὶ Ἀντιγένους τῶν καλεσάντων αὐτούς· λέγει γάρ «σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας.»
ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Θαλύσια· τὰ δὲ πράγματα διάκεινται ἐν Κῷ. ἐπιδημήσας γὰρ ὁ Θεόκριτος τῇ νήσῳ, καθʼ ὃν χρόνον εἰς Ἀλεξάνδρειαν πρὸς Πτολεμαῖον ἐπορεύετο, φίλος κατέστη Φρασιδάμῳ καὶ Ἀντιγένει Λυκωπέως υἱοῖς. καὶ κληθεὶς ὑπʼ αὐτῶν εἰς ἀγρὸν ἐπὶ θαλύσια Δήμητρος ἄπεισι μετὰ Εὐκρίτου καὶ Ἀμύντου. καὶ διηγεῖται, ὡς κατὰ τὴν ὁδὸν ἐντυγχάνει Λυκίδᾳ τῷ Κυδωνιάτῃ ἀπὸ Κρήτης καὶ ὅπως ἀλλήλοις ὁμιλοῦσι καὶ διεξέρχονται τοὺς ἑαυτῶν ἔρωτας. ἤρα δὲ ὁ Λυκίδας παιδὸς Ἀγεάνακτος Μιτυληναίου, ὁ δὲ Θεόκριτος Μυρτοῦς ὄνομα. λαμβάνει δὲ ὁ Θεόκριτος λαγωβόλον παρὰ Λυκίδα, καὶ οὕτω χωρίζονται ἀπʼ ἀλλήλων.
προλογίζει ὁ Θεόκριτος.
ἐς τὸν Ἄλεντα: τόπος ἐν Κῷ ἀπὸ Ἄλεντός τινος βασιλέως.
ἔνιοι δὲ τὴν ἅλω παρὰ τὸ ἀληλέσθαι ἐν αὐτῇ τοὺς ἀστάχυας.
ἐς τὸν Ἄλεντα: Ἄλεις ἢ δῆμος τῆς Κῶ ἢ τόπος ἐν Κῷ οὕτως ὀνομαζόμενος ἀπό τινος Ἄλεντος. ἔστι δὲ Ἄλεις καὶ ποταμὸς Σικελίας.
εἵρπομες: κυρίως μὲν ἐπὶ τῶν σκωλήκων, καταχρηστικῶς δὲ ἐπὶ τῶν νωθεστέρως πορευομένων· νῦν δὲ ἐπὶ τοῦ βαδίζειν εὐθέως παρειλήφαμεν.
εἵρπομεν: τὸ ἕρπειν κυρίως ἐπὶ τῶν ὄφεων καὶ τῶν σκωλήκων καὶ ἐπὶ τῶν ἑτέρων ἀπόδων ζῴων λέγεται, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν νωθεστέρως καὶ ἀσπουδεὶ πορευομένων. καὶ Ὅμηρός φησι· ἥμενος ἢ ἕρπων. νῦν δὲ ἐπὶ τοῦ βαδίζειν παρειλήφαμεν.
θαλύσια: ἡ τῶν καρπῶν τῶν ἐπὶ τῆς γῆς συγκομιδή. καὶ Ὅμηρος· «ὃν οὔτι θαλύσια.»
… τὸν τῶν δένδρων καρπὸν ἄφθονον καὶ πολὺν ἀκμάζοντα καὶ δαψιλῆ τὸν ἐπὶ τῆς ἅλω συνηγμένον καρπόν. κολακεύει δὲ τὴν Δήμητραν διὰ τὸ πολλοῖς ἔτεσι τὴν αὐτὴν εὐθηνίαν αὐξηθῆναι.
θαλύσια: Δήμητρος ἑορτὴ μετὰ τὴν συλλογὴν τῶν καρπῶν. καὶ Ὅμηρος· «θαλύσια γουνῷ ἀλωῆς.»
καὶ Φρασίδαμος: οὗτος ὁ καὶ περισσός. τὸ δὲ ἑξῆς· τῇ Δηοῖ γὰρ ἔτευξε θαλύσια ὁ Φρασίδαμος καὶ ὁ Ἀντιγένης.
τὸ Λυκώπεος Αἰολικῶς προπαροξύνεται· ἐπειδὴ οἱ Αἰολεῖς Ἀχίλλευς καὶ Πήλευς λέγουσι βαρυτόνως, ὁμοίως καὶ τὸ Λυκώπευς, διὰ τοῦτο ἡ τῶν εἰς ευς γενικὴ παρʼ αὐτοῖς προπαροξύνεται.
χαῶν: τῶν ἀγαθῶν. χαὰ γὰρ παρὰ Λακεδαιμονίοις τὰ ἀγαθά· χαῖον δὲ τὸ εὐγενὲς καὶ ἀρχαῖον, ὁμοίως καὶ τὸ χάον.
εἴ τί περ ἐσθλὸν χαῶν τῶν ἔτʼ ἄνωθεν ἀπὸ Κλυτίας: χαὸν λέγεται τὸ ἀγαθὸν παρὰ Λακεδαιμονίοις, χαῖον δὲ τὸ εὐγενὲς ἢ τὸ ἀρχαῖον. ὁ δὲ νοῦς τούτου τοιοῦτος· εἴ τί ἐστιν ἀγαθὸν ἀπὸ τῶν ἔτι ὄντων ἀρχαίων τῶν ἀπὸ τῆς Κλυτίας τε καὶ αὐτοῦ τοῦ Χάλκωνος, οὗτοί εἰσι τὸ ἀγαθὸν ἐκεῖνο, ὁ Φρασίδαμος καὶ ὁ Ἀντιγένης.
ἀπὸ Κλυτίας: Κλυτία ὄνομα κύριον, Εὐρυπύλου τοῦ βασιλέως τῶν Κῴων γυνή, θυγάτηρ δὲ Μέροπος. φησὶν οὖν, ὅτι συγγενεῖς οἱ νεανίαι Χάλκωνος.
Εὐρύπυλος ὁ Ποσειδῶνος Κλυτίαν γήμας ἐν Κῷ Χάλκωνα καὶ Ἀνταγόραν ἐγέννησεν, ἀφʼ ὧν οἱ εὐγενεῖς ἐν Κῷ.
Εὐρύπυλος ὁ Ποσειδῶνος υἱὸς Κῴων βασιλεύων γήμας Κλυτίαν τὴν Μέροπος Χάλκωνα καὶ Ἀνταγόραν ἔτεκεν, ἀφʼ ὧν οἱ ἐν Κῷ εὐγενεῖς.
οὗτοι δέ εἰσιν οἱ ἐπὶ τῆς Ἡρακλέους πολιορκίας τὴν Κῶ κατοικήσαντες καὶ ὑποδεδεγμένοι τὴν Δήμητραν, καθʼ ὃν καιρὸν περιῄει τὴν Κόρην ζητοῦσα.
καὶ σαφέστερον φάναι, τοῦτο βούλεται εἰπεῖν ὁ Θεόκριτος, ὅτι ἀπὸ τοῦ ἀρχαίου ἀγαθοῦ γένους τῆς Κλυτίας τῆς βασιλίσσης τῶν Κῴων καὶ τοῦ παιδὸς αὐτῆς τοῦ Χάλκωνος κατάγονται ὁ Φρασίδαμος καὶ ὁ Ἀντιγένης. οὗτοι μόνοι ἀπὸ πάντων τῶν καταγομένων ἐξ αὐτῶν εἰσιν ἀγαθοί, καθάπερ καὶ οἱ πρόγονοι αὐτῶν. ἦν δὲ ἡ Κλυτία θυγάτηρ Μέροπος· γαμηθεῖσα δὲ Εὐρυπύλῳ τῷ βασιλεῖ τῶν Κῴων ἐγέννησε τὸν Χάλκωνα τὸν τὴν βασιλείαν τῶν Κῴων διαδεξάμενον.
Χάλκων υἱὸς Κλυτίας καὶ Εὐρυπύλου.
Χάλκωνος: ὁ Χάλκων οὗτος ἵσταται ἐν Κῷ ἀνδριὰς καὶ ἐκ τοῦ ποδὸς αὐτοῦ ἐκρέει πηγή.
Βούριναν: κρήνην λέγει τῆς Κῶ. Φιλητᾶς «νάσσατο δʼ ἐν προχοῇσι μελαμπέτροιο … Βουρίνης.» Νικάνωρ δὲ ὁ Κῷος ὑπομνηματίζων φησί· «Βούρινα πηγὴ ἐν τῇ νήσῳ ἐστίν, ἧς τὸ πρόσωπον βοὸς ῥινὶ παραπλήσιον.» ἔστι δὲ ῥέουσα ἐκ πέτρας διὰ βοὸς κεφαλῆς. ἢ τὴν μεγάλην διὰ τοῦ βου ἐπιτατικοῦ. βούπαις γὰρ καὶ βουγάϊος ὁ μέγας· καὶ Ὅμηρος· «νῦν μὲν δὴ βουγάϊε.»
ἐκ ποδὸς ἄνυε: ἤτοι ταχέως ἢ ἔξω τῆς πεπατημένης ὁδοῦ. οἱ δέ φασιν ἐκεῖσε ἐφεστάναι ἀνδριάντα, καὶ ἐκ τοῦ ποδὸς ἐκχεῖσθαι τὴν πηγήν. ἢ σπουδαίως κατήρτισε τὴν κρήνην, διὸ καὶ ἔφη· εὖ γʼ ἐνερεισάμενος πέτρᾳ γόνυ· καὶ ἡμεῖς φαμεν ἐκ ποδὸς οἷον εὐθέως. εἰ μὴ μεταφορικῶς ἔταξε τὸ ἐκ ποδός, οἷον ἐξ ἐδάφους καὶ τῆς πρώτης ὑποστάσεως· καὶ γὰρ Ὅμηρος τὰ κατώτατα μέρη τῶν ὀρῶν «πόδα νείατον» φησί. τὸ δὲ εὖ γʼ ἐνερεισάμενος πέτρᾳ γόνυ συνεκδοχικόν· παντὶ τῷ σώματι τῇ πέτρᾳ ἐπερειδόμενος, ὅθεν ἡ πηγὴ χεῖται.
ἐκ ποδὸς ἄνυε: ἢ ἐκ βάθους ἢ ἀφʼ ὑψηλοῦ· πόδες γὰρ τὰ πλησιάζοντα τῇ γῇ τῶν ὀρῶν.
εὖ γʼ ἐνερεισάμενος πέτρᾳ γόνυ: ὡς γενναίως προσκαθίσας τῇ πέτρᾳ. τινὲς δέ φασιν, ὅτι οἱ στενωποὺς ὀρύσσοντες τὸ μὲν γόνυ ἐρείδουσι τῇ γῇ, τῷ δὲ ἑτέρῳ ποδὶ τὸ σκαπτόμενον ὑπολαμβάνουσι χῶμα καὶ ὀπίσω αὑτῶν διωθοῦνται. οὕτως οὖν καὶ οὗτος ἐνερεισάμενος πέτρᾳ γόνυ τῇ συνεργίᾳ θατέρου ποδὸς τὴν κρήνην ἐποίησεν.
Βούρειαν ὃς ἐκ ποδός: ὅτε ὁ Χάλκων ἐβασίλευε τῶν Κῴων, εὑρέθη ἔν τινι τόπῳ τῆς Κῶ ἡ πηγή, ἣν νῦν ὁ Θεόκριτος λέγει, μὴ πρότερον οὖσα. εὑρέθη δὲ οὕτως. ἀνηγγέλθη τῷ βασιλεῖ παρά τινος τῶν περὶ ταῦτα δεινῶν, ὅτι ὕδατος ὁ τόπος ἐκεῖνος ἐνδομυχεῖ. καὶ ὁ βασιλεὺς αὐτεπιστατήσας τῷ τόπῳ ηὐτούργησεν, ὅσα συνέτεινε πρὸς τὴν τοῦ ὕδατος ἔκρηξιν. τοῦτο οὖν δηλοῖ τὸ ὃς ἐκ ποδὸς ἄνυε κράναν, ὅτι ὁ Χάλκων διὰ τῶν οἰκείων ποδῶν καὶ διʼ αὐτεπιστασίας ἤνυσεν, ἤγουν κατειργάσατο καὶ κατώρθωσε, τὴν κρήνην. τὸ δὲ εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ τοῦτό ἐστιν, ὅτι αὐτὸς ὁ Χάλκων, οὐχὶ ὀρθοστάδην ἱστάμενος, ἀλλὰ οὕτω δεῆσαν κάμψας τὸ γόνυ καὶ καλῶς ἑδράσας καὶ στηρίξας τοῦτο τῇ πέτρᾳ τῇ πρὸς τῇ κρήνῃ αὐτοχειρὶ κατεπράξατο τὴν τοῦ ὕδατος ἔκρηξιν. Βούρεια δέ, ὅτι ἀπὸ κεφαλῆς βοὸς ἐκ λίθου πεποιημένης ἐδόκει τὸ ὕδωρ ἐκρεῖν οὕτω τοῦ Χάλκωνος μηχανησαμένου τε καὶ κατασκευάσαντος. ἢ Βούρεια ἡ πολύρρους ἀπὸ τοῦ βου ἐπιτατικοῦ μορίου καὶ τοῦ ῥέω. Νικάνωρ δὲ ὁ Κῷος ὑπομνηματίζων Βούριναν τὴν κρήνην καλεῖ. συμβῆναι γάρ φησιν ἐξ αὐτομάτου καὶ αὐτοφυῶς βοὸς ῥινὶ παραπλήσιον εἶναι τὸν τόπον, ἐξ οὗ τὴν κρήνην ἐκραγῆναι ὁ Χάλκων ἐποίησεν.
ἄλλοι δέ φασιν, ὅτι ὁ Χάλκων ἀνδριάντα ἔστησεν εἰς τὸν τόπον, ἐν ᾧ τὸ ὕδωρ εὑρέθη, καὶ ἐκ τοῦ ποδὸς τοῦ ἀνδριάντος τὸ ὕδωρ ἐξήρχετο. καὶ νοοῦσι τὸ ὃς ἐκ ποδὸς ἄνυσε κράναν καὶ τὸ εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ, ὅτι ὁ Χάλκων ἐκ τοῦ ποδὸς τοῦ ἀνδριάντος ἤνυσε κρήνην Βούρειαν εὖ καὶ καλῶς καὶ ἐπιστημόνως ἐνερεισάμενος τὸ γόνυ τοῦ ἀνδριάντος ἐν τῇ πέτρᾳ τῇ πρὸς τῇ κρήνῃ. εἰ δὲ τοῦτο οὕτω νοήσεις, νοῆσαι ὀφείλεις καὶ Βούρειαν κρήνην τὴν πολύρρουν καὶ πολυχεύμονα. εἰσὶ δὲ οἵτινες τὸ ἐκ ποδὸς ἐνόησαν τὸ ἔξω τῆς πεπατημένης ὁδοῦ, λέγοντες ὅτι ἡ πηγή, περὶ ἧς ὁ λόγος, οὐκ ἦν κατὰ τὴν δημοσίαν ὁδόν, ἀλλʼ ἐκτός.
κατηρεφέες: σκιώδεις, φύλλοις κατάστεγοι.
κοὔπω: ἀντὶ τοῦ· καὶ οὔπω τὸ ἥμισυ τῆς ὁδοῦ ἠνύσαμεν.
σᾶμα: ὁ τάφος ἀπὸ τοῦ τὸν τόπον σημειοῦσθαι καὶ περιορίζεσθαι.
τὸ Βρασίλα: οἱ γράφοντες διὰ τοῦ δ ἁμαρτάνουσιν. ἐγένετο γὰρ Βρασίδας Λάκων τὸ γένος· ὁ Λακεδαιμόνιος δὲ Βρασίδας οὐ τέθαπται ἐν Κῷ, ἀλλʼ ἐν Ἀμφιπόλει.
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομεν ἄνδρα: ἀντὶ τοῦ ἀγαθὸν καὶ μεμουσωμένον.
Κυδωνικὸν δὲ ἀντὶ τοῦ Κρητικὸν ἀπὸ τόπου. καὶ Ὅμηρος· «ἐν δὲ Κρῆτες μεγαλήτορες, ἐν δὲ Κύδωνες.»
Κυδωνικόν: Κύδων ὄνομα ἔθνους. ἔστι δὲ καὶ πόλις Κυδωνία ἀπὸ Κύδωνος τοῦ Ἑρμοῦ καὶ Ἀκακαλλίδος.
οὐδέ κέ τίς μιν ἠγνοίησεν: ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον· ὅτι ῥᾳδίως ἐπεγινώσκετο, ὅτι αἰπόλος ἦν.
κνακόν: ξανθὸν ἢ λευκόν· λευκὸν μὲν ἀπὸ τοῦ καρποῦ, ξανθὸν δὲ ἀπὸ τοῦ ἄνθους.
λευκὸν ἢ μέλαν, ὅτι ὁ μὲν κύκλος αὐτῆς μέλας, τὸ δὲ σπέρμα λευκὸν τῆς κνήκου. ἢ ψαρόν. ἢ πυρρόν· τοιοῦτον γὰρ τὸ τῆς κνήκου ἄνθος.
κνακόν: κνηκοειδές, λευκὸν ἀπὸ τῆς κνήκου τοῦ σπέρματος λευκοῦ ὄντος.
νέας ταμίσοιο: προσφάτου πιτύας πνέον.
νέας ταμίσοιο: ἡ πιτύα εἴρηται παρὰ τὸ θαμίζειν, ὅ ἐστι πυκνοῦν, τὸ γάλα περὶ αὐτὴν τρεφόμενον ἢ παρὰ τὸ ταμείων ἀξιοῦσθαι διὰ τὴν χρῆσιν.
τάμισος ἡ πιτύα οἱονεὶ θάμισός τις οὖσα παρὰ τὸ θαμίζειν, ὅ ἐστι πυκνοῦν· καὶ πυκνοῖ γὰρ τὸ γάλα, ὅ ἐστι πήγνυσι, περὶ αὐτὴν τρεφόμενον.
εἰώθασι δὲ οἱ ποιμένες ἀπορίᾳ χειρομάκτρων τυροποιούμενοι ἀποψᾶσθαι οἷς περίκεινται δέρμασι.
γέρων ἐσφίγγετο πέπλος: παλαιός, ἐκ μεταφορᾶς τῶν ἡλικιῶν.
γέρων: τριβακὸν ἱμάτιον, ὅ ἐστι παλαιόν.
ζωστῆρι πλακερῷ: πλατεῖ· πλακερὸν γὰρ τὸ πλατύ. γράφεται δὲ καὶ πλοκερῷ παρὰ τὴν πλοκὴν καὶ τὴν ὑφήν.
ζωστῆρι πλακερῷ: ἄλλοι πλοκερῷ γράφουσιν. εἴτε δὲ πλακερῷ γράφεται εἴτε πλοκερῷ, ἀντὶ τοῦ πεπλεγμένῳ ἐστίν.
ῥοικάν: ἐπικαμπῆ.
σεσαρώς: ἀντὶ τοῦ· ἠρέμα ἐγέλα διεστηκὼς τὰ χείλη καὶ μειδιῶν. οὐκ εὖ δὲ κέχρηται τῇ λέξει.
Σιμιχίδα: οἱ μὲν αὐτόν φασι Θεόκριτον, καθὸ Σιμίχου ἦν υἱὸς ἢ καθὸ σιμὸς ἦν. οἱ δὲ ἕτερόν τινα τῶν σὺν αὐτῷ καὶ οὐ Θεόκριτον διὰ τὸ «Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον». φασὶ δὲ τὸν τοιοῦτον ἀπὸ πατρίου κληθῆναι, ἀπὸ Σιμιχίδου τοῦ Περικλέους τῶν Ὀρχομενίων, οἵτινες πολιτείας παρὰ Κῴοις τετυχήκασιν.
Σιμιχίδα, πᾷ δή συ μεσαμέριον πόδας ἕλκεις: εἰσὶ καὶ πατρωνυμικὰ οὕτως ἀπαραλλάκτως λεγόμενα καὶ ἐπὶ τῶν υἱῶν ὡς καὶ ἐπὶ τῶν πατέρων. ὥσπερ ὁ Θεόκριτος Σιμιχίδα υἱος ὢν Σιμιχίδαν ἑαυτὸν ὀνομάζει πατρωνυμικῶς· καὶ τὸν Ἀσκληπιάδην τὸν Σάμιον ποιητὴν Σικελίδαν καὶ αὐτὸν καλεῖ παῖδά τινος Σικελίδα λεγομένου τυγχάνοντα. ἀλλὰ καὶ ἐν τῷ εἰδυλλίῳ τῷ οὕτως λεγομένῳ Αἰπολικῷ καὶ Ποιμενικῷ καὶ τὸν Εὐμήδη υἱὸν ὄντα τοῦ Κρατίδα Κρατίδαν φησὶ καὶ αὐτόν. οἱ λέγοντες δὲ Σιμιχίδαν λέγεσθαι τὸν Θεόκριτον διὰ τὸ εἶναι σιμὸν κακῶς λέγουσιν.
σαῦρος: ἀρσενικόν, θηλυκὸν δὲ ἡ σαύρα. φησὶ δὲ Ἀριστοτέλης περὶ τοῦ ζῴου, ὅτι ξηραινόμενον εἰς ἔχιν μεταβάλλει.
οὐδʼ ἐπιτυμβίδιαι: ἢ ὅτι τοῖς τάφοις ἐνδιατρίβουσιν ἢ ὅτι τὸν τύμβον ἐπὶ τῆς κεφαλῆς φέρουσι·
τύμβος δὲ παρὰ τὸ τύφεσθαι ὅ ἐστι καίεσθαι.
ἢ παρὰ τὸ τύφω· φλογοειδεῖς γάρ εἰσιν.
ἐπιτυμβίδιαι: αἱ ἐπὶ τύμβου διατρίβουσαι ἢ ἐπὶ τῶν κεφαλῶν ἔχουσαι τάφῳ παραπλήσιον.
κορυδαλλίδες δὲ παρὰ τὸ κόρυσιν ἐοικέναι τὴν κεφαλὴν αὐτῶν.
αἱ δʼ ἐπιτυμβίδιοι κορυδαλλίδες: κορυδαλλίδες ἐνταῦθα εἶδος ἑρπετοῦ· λέγονται δὲ ἐπιτυμβίδιοι, ὅτι τάφοις ὡς ἐπιπολὺ ἐνδιατρίβουσιν. εἰ δὲ κορυδαλλίδας τὰ στρουθία νοήσεις, κορυδαλλίδες μὲν λέγονται διὰ τὸ κόρυσιν ἐοικέναι τὸ ἐπὶ τῆς κεφαλῆς αὐτῶν ἀνάστημα, ἐπιτυμβίδιοι δέ, ὅτι ὡσεὶ τύμβον τὸ τοιοῦτον ἀνάστημα ἐπὶ κεφαλῆς ἔχουσι. φέρεται δὲ ἐπὶ τούτων καὶ ἱστορία τοιαύτη· ὅτι πρὸ τοῦ γενέσθαι τὴν γῆν γεγόνασιν αὗται· συνέβη γοῦν ποτε αὐτῶν τὸν πρόγονον ἀποθανεῖν, καὶ γῆς μὴ οὔσης ἐτάφη ὑπὲρ τῆς κορυφῆς τοῦ ἰδίου γόνου· διὸ καὶ ἐπιτυμβίδιοι ἐπεκλήθησαν.
ἠλαίνονται: ῥέμβονται, πλανῶνται· ἀπὸ τῆς ἄλης. ὅμως καὶ αὗται ἠρεμοῦσιν.
μετὰ δαῖτʼ ἄκλητος: οὐ γὰρ ἄκλητος εἰ ὑστερήσει, μοῖραν εὑρίσκει τῶν κρεῶν. ἢ μετὰ δαῖτα κλητός. οἱ γὰρ κεκλημένοι σπεύδουσιν· ἐπὶ δὲ τῶν βραδυνόντων παροιμία· «ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται, ἢ χωλός ἐστιν, ἢ οὐ δίδωσι συμβολάς.»
λανὸν ἔπι: ἤτοι ἐπὶ τρύγην.
πᾶσα λίθος: ἴσως διὰ τὴν εὐμουσίαν τοῦ Θεοκρίτου φησὶ καὶ τοὺς λίθους εὐμελῆ ἀποδιδόναι ἦχον προσπταίοντας τοῖς ποσίν.
ἀρβύλη δὲ εἶδος ὑποδήματος ἀπὸ τοῦ ἁρμόζεσθαι.
θηλυκῶς ἡ λίθος. καὶ Ὅμηρος· «λίθοι πωτῶντο θαμειαί.»
καὶ· «δόμον ξεστῇς αἰθούσῃσι τετυγμένον», λίθοις δηλονότι ξεσταῖς.
ἀείδει: ᾠδὴν εὔρυθμον πέμπει.
τὸ δὴ μάλα θυμὸν ἰαίνει: ἤτοι τὸ εἶναί τινα συριστήν. ἐκ τοῦ ποιητοῦ δὲ ὁ λόγος ἀντὶ τοῦ· ἐφʼ ᾧ δὴ μάλιστα καὶ αὐτὸς τέρπομαι.
ἔλπομαι: ἐλπίζω, φησίν, ὅτι οὐ παρευδοκιμήσεις ἡμᾶς.
ὁδὸς ἅδε θαλυσιάς: γράφεται θαλυσία· ἐπὶ θαλύσια ἄγουσα ἡμᾶς. … ἔνθα σῖτον ἐκτρίβουσιν.
ὄλβω ἀπαρχόμενοι: ἀπαρχὴν διδόντες τοῦ ὄλβου καὶ τοῦ πλούτου.
τὸ δὲ ὄλβου ἀπαρχόμενοι ἀντὶ τοῦ τῆς ἐπικαρπίας ἀπάργματα διδόντες.
εὔκριθον ἀνεπλήρωσεν ἀλωάν: ἀπὸ μέρους, τῆς κριθῆς, τὴν εὔκαρπον παρεδήλωσεν. εὔκριθον δὲ καὶ οὐχὶ εὔσιτον ἅλωνα προσηγόρευσε διὰ τὸ δοκεῖν πρῶτον εὑρεθῆναι τὸν τῆς κριθῆς καρπόν. κριθὴ δὲ ὠνομάσθη διὰ τὸ προκριθῆναι τῶν πρόσθεν καρπῶν ἢ διὰ τὸ τοὺς στάχυας κεκριμένους ἐν αὐτῇ καὶ διακεχωρισμένους ἔχειν τοὺς κόκκους.
εὔκριθον: εὔκαρπον· παραδηλοῖ δὲ τοῦτο ἀπὸ τοῦ κρείττονος τῶν σπερμάτων.
ἀλωάν: τὴν ἅλωνα παρὰ τὸ ἁλής· ἐκεῖ γὰρ ἀθροίζουσι τοὺς στάχυας· Καλλίμαχος «ἐς τὸ πρὸ τείχους ἱερὸν ἁλέες δεῦτε.» καὶ ἃλς ἡ θάλασσα ἐντεῦθεν ἢ παρὰ τὸ ἁλεὶς τὸ συστραφείς.
τάχʼ ὥτερος: Δωρικὴ ἡ συναλοιφή· ὁ ἅτερος ὥτερος. τὸ γὰρ ὁ ἕτερος διὰ τοῦ ου οὕτερος, ὡς παρὰ Ἡροδότῳ.
τάχʼ ὥτερος: ἡμαρτημένως ἐξενήνοχεν ὥτερος ἄλλον· ἕτερος γὰρ ἐκ δυοῖν, ἄλλος ἐκ πλειόνων. ὁ ἕτερος τὸν ἕτερον διὰ τῆς μουσικῆς ὠφελήσει.
καπυρόν: ἡδὺ μεταφορικῶς. τὰ γὰρ ἔξοπτα τῶν ἐδεσμάτων ἡδύνει τὴν γεῦσιν.
ἐγὼ δέ τις οὐ ταχυπειθής: τοῦτό φησι ταπεινῶν ἑαυτόν.
οὒ γᾶν: οὐ μὰ γῆν. ὤμνυον κατὰ τῶν στοιχείων. καὶ Ὅμηρος· «χειρὶ δὲ τῇ ἑτέρᾳ μὲν ἕλε χθόνα πουλυβότειραν.»
κατʼ ἐμὸν νόον: κατὰ τὴν ἡμετέραν δόξαν. Ὅμηρος· «οὔ τι καθʼ ἡμέτερόν γε νόον.»
κατʼ ἐμὸν νόον: κατʼ ἐμὴν κρίσιν.
σικελίδαν: Ἀσκληπιάδην φησὶ τὸν ἐπιγραμματογράφον. οὗτος γὰρ Σάμιος τὸ γένος.
Σικελίδας δʼ ἐκαλεῖτο πατρωνυμικῶς· Σικέλου γὰρ υἱὸς ἦν οὕτω καλουμένου.
Ἀσκληπιάδην φησὶ τὸν Σάμιον τὸν ἐπιγράμματα γράψαντα, οὗ δοκεῖ ἀκουστὴς γεγονέναι.
Σικελίδαν: ὥσπερ Σιμιχίδαν ἑαυτὸν καλεῖ ὁ Θεόκριτος πατρωνυμικῶς ὡς υἱὸν Σιμιχίδα καὶ τὸν Εὐμήδην Κρατίδαν υἱὸν ὄντα τοῦ Κρατίδα, οὕτω καὶ νῦν Σικελίδαν ὀνομάζει ὡς υἱὸν τοῦ Σικελίδα Ἀσκληπιάδην τὸν Σάμιον· οὗ δοκεῖ ἀκουστὴς γεγονέναι.
νίκημι: Αἰολικῶς εἶπε· διὸ οὐ περισπαστέον. τὸ μι Αἰολικῶς· περιττὸν γὰρ πρόσκειται κατʼ Αἰολεῖς. ἐκείνων γάρ ἐστι τὸ λέγειν τὸ πρωΐ καὶ τὸ δείλης .......σθον.. τούτοις.
Φιλητᾶς Κῷος τὸ γένος, ὡς δέ τινες Ῥόδιος, υἱὸς Τηλέφου. ἐγένετο δὲ καὶ αὐτὸς ποιητής.
οὐδὲ Φιλητᾶν: ὁ Φιλητᾶς Κῷος ἦν ἢ ὡς ἔνιοι Ῥόδιος ποιητής, υἱὸς Τηλέφου.
βάτραχος δὲ ποτʼ ἀκρίδας: ἤγουν πρὸς τοὺς εἰρημένους σοφοὺς οὐδαμινός εἰμι, καὶ ὥσπερ βάτραχος ἐρίζει πρὸς τὰς ἀκρίδας οὐδέν, οὕτω κἀγὼ πρὸς αὐτούς.
βάτραχος: ὁ μὲν βάτραχος τραχύφωνός ἐστιν, ὅθεν καὶ ὠνόμασται βοάτραχός τις ὤν, ὁ τῇ βοῇ τραχύς· τῶν δὲ ἀκρίδων εἰσί τινες, αἳ συρίζουσιν ἐναρμόνιον.
βάτραχος δέ: τῶν μὲν βατράχων τραχεῖα ἡ φωνὴ ὡς ἀπὸ τῆς ἐτυμολογίας, τῶν δὲ τεττίγων ἐναρμόνιος.
ἐπίταδες: ἐπιτετευγμένως ἢ ἐξεπίτηδες.
τάν τοι, ἔφα, κορύναν δωρήσομαι: τὸ ἔφα τοῦ Θεοκρίτου, ὁ δὲ λοιπὸς στίχος τοῦ Λυκίδου.
πᾶν ἐπʼ ἀληθείᾳ: ὅτι φιλαλήθης πέφυκας. τὸ δʼ ἐκ Διός, ὅτι ἀψευδής ἐστιν ὁ Ζεύς. Ὅμηρος· «οὐ γὰρ ἐμὸν παλινάγρετον.»
ὥς μοι καὶ τέκτων: οἷον καυχώμενος καὶ ἐπαγγελλόμενος ποιεῖν οἶκον Ὠρομέδοντος ὑψηλότερον ὄρους κεφαλῆς, παντελῶς ἀδυνάτου τῆς πράξεως ὑπαρχούσης. ἢ Ὠρομέδοντα τὸν Πᾶνα συνθέτως, ὅ ἐστι βασιλέα τῶν ὀρῶν ἢ τοῦ οὐρανοῦ.
ἢ τὸ Ὠρομέδων γράφεται Εὐρυμέδων, ἵνʼ ᾖ ὁ Περσεὺς παρὰ Ἀργείοις.
ὁ δὲ νοῦς· μισῶ καὶ τέκτονα, ὃς ἐρευνᾷ δόμον τελέσαι μέγεθος ἔχοντα τῆς τοῦ ὄρους κορυφῆς. ἢ ὄρος ἐν Κῷ ἀπὸ Ὠρομέδοντος τοῦ τῆς Κῶ βασιλεύσαντος. καὶ ὁ Διονύσιος τὸν Πᾶνά φησι παρὰ τὸ μέδειν τῶν ὀρῶν, ἄλλοι δὲ τὸν οὐρανόν, ἄλλοι τὸν ἥλιον, ἄλλοι μοιχὸν Ἥρας εἶναι τοῦτον.
Ὠρομέδοντος: τοῦ ὄρους τοῦ ὑψηλοτάτου, τοῦ τῶν ὀρῶν μέδοντος τῷ ὕψει. ἢ Ὠρομέδοντά φησι τὸν Πᾶνα· ἀγροικικὸς γὰρ θεός. ὄρος δὲ αὐτοῦ, ὃ κατοικεῖ, τὸ τῆς Θετταλίας, ὡς προϊὼν οὗτος λέξει.
δόμον Ὠρομέδοντος: Ὠρομέδοντα οἱ μὲν τὸν Πᾶνά φασιν ὡς τῶν ὀρέων μέδοντα κατʼ ἔκτασιν τοῦ ο· οἱ δὲ τὸν ἥλιον ὡς βασιλεύοντα τῶν τεσσάρων ὡρῶν τοῦ ἐνιαυτοῦ. τὸ δὲ ἀληθές· Ὠρομέδων ἐστὶν ὄρος ἐν Κῷ ὑψηλότερον τῶν ἐν τῇ Κῷ ἑτέρων ὀρέων, κατʼ ἔκτασιν καὶ τοῦτο τοῦ ο. ὁ δὲ νοῦς· μισῶ τέκτονας τοὺς καυχωμένους καὶ ποιεῖν ἐπαγγελλομένους οἶκον ἴσον τῇ κορυφῇ τοῦ ὄρους τοῦ Ὠρομέδοντος· τοῦτο γὰρ ἀδύνατον.
ὅστις ἐρευνεῖ: φιλονεικεῖ.
ποτὶ Χῖον ἀοιδόν: τὸν Ὅμηρον.
ὅρη φίλε: ὅρα.
ἀρχὴ τῆς ᾠδῆς.
ἔσσεται Ἀγεάνακτι: ἑαυτὸν παρεισάγει Λυκίδας Μιτυληναίου τινὸς ἐρῶντα καὶ τοῦτο εὐχόμενον. ᾄδει οὖν ταῦτα εἰς τὸν Ἀγεάνακτα εὐχόμενος αὐτὸν ὑγιᾶ ἀπελθεῖν εἰς Μιτυλήνην, καὶ ὅταν δύνωσιν οἱ ἔριφοι καὶ καταφέρηται ὁ Ὠρίων εἰς τὸν ὠκεανὸν καὶ ὁ νότος πνέων ἐλαύνῃ τὰ κύματα, ἐὰν ἐμὲ τὸν Λυκίδαν τοῦ ἐρᾶν παύσῃ.
ἔσσεται Ἀγεάνακτι: τὸν Λυκίδαν ὁ Θεόκριτος εἰσάγει ἐρῶντα Μιτυληναίου παιδὸς Ἀγεάνακτος, ὅθεν καὶ εὔχεται, ἵνα εὐπλοῇ, κἂν χειμῶνος νότος τὴν θάλασσαν διαταράττῃ καὶ τῶν ἐρίφων δυνόντων σφοδροὶ χειμῶνες γίνωνται.
ἐς Μιτυλήναν: ἐπειδὴ Μιτυληναῖος ὢν μέλλει χωρίζεσθαι εἰς τὴν πατρίδα, φησίν, ὅτι αὐτῷ καλὸς πλοῦς ἔσται, κἂν χειμῶνος πλέῃ, ὥστε τοὺς μὲν ἐρίφους ἑσπέρας δύνειν καὶ τὸν Ὠρίωνα καταφέρεσθαι, τὸν δὲ νότον ταράσσειν τὸ πέλαγος. κατασταθήσεται δέ, φησίν, ὁ χειμών, καὶ εὐπλοήσει ὁ Ἀγεάναξ, ἂν αὐτὸν τοῦ ἔρωτος παύσῃ χαρισάμενος τῆς ὥρας.
χὥταν: δυνόντων γὰρ τῶν δύο ἐρίφων ἑσπέρας σφοδροὶ κατὰ θάλασσαν γίνονται χειμῶνες.
ἐφʼ ἑσπερίοις ἐρίφοις: ὅταν γοῦν, φησί, τῶν ἐρίφων ἑσπέρας δυνόντων τὸ πέλαγος νότος ταράσσῃ καὶ ὅταν ὁ Ὠρίων εἰς τὸν ὠκεανὸν καταφέρηται, χειμῶνες γίγνονται.
ἡνίκα τὸ ἄστρον οἱ ἔριφοι δύνει ἑσπέρας, σφοδροὶ γίνονται χειμῶνες κατὰ θάλασσαν, καὶ ὅτε Ὠρίων δύνει. ἔριφοί εἰσιν ἀστέρες· ὅτε ἀνατέλλουσιν οὗτοι, ἀγριαίνεται ἡ θάλασσα.
αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας ῥύσηται: τὸ αἴκεν ἀντὶ τοῦ ἵνα· ἵνα, φησί, τὸν Λυκίδαν ὀπτώμενον ὑπὸ τοῦ ἔρωτος καὶ καιόμενον ῥύσηται.
χἁλκυόνες: Ἁλκυὼν θυγάτηρ μὲν Αἰόλου καὶ Κανάκης, γυνὴ δὲ Κήϋκος. Ἀλέξανδρος δέ φησιν ὁ Μύνδιος, ὅτι αὕτη θεῶν λέλογχε … Νηρηΐδων … Λευκοθέαν, Παλαίμονα, Ἀφροδίτην.
ἁλκυόνες οὖν ἐκλήθησαν παρὰ τὸ ἐν ἁλὶ κύειν. Ἀντίγονός φησιν, ὅταν γηράσωσιν αἱ ἁλκυόνες, κηρύλους καλεῖσθαι. Ἀριστοτέλης δὲ διῄρησεν ἁλκυόνα καὶ κηρύλον καὶ κορώνην. οἱ δέ φασιν, ὅτι τὰ ἄρρενα τούτων κηρύλοι καλοῦνται· ὅπερ ἀληθές ἐστι. θρηνητικὸν δὲ τὸ ζῷον καὶ παρὰ τοῖς αἰγιαλοῖς νεοττεύει, καὶ τὸ κῦμα ἀφαιρεῖται αὐτοῦ τοὺς νεοττούς. ιδʹ δέ φασιν ἡμέρας, ὅταν γεννᾷ, εὐδιάζειν, ἃς καλοῦσιν ἁλκυονίδας, ζʹ πρὸ τῆς γεννήσεως καὶ ζʹ μετὰ τὴν γέννησιν.
χἁλκυόνες: Ἀντίγονός φησιν, ὅτι γηράσκουσαι αἱ ἁλκυόνες κηρύλοι γίνονται. τὸ δὲ ζῷον βιοτεύει περὶ τὸν αἰγιαλόν, καὶ τὸ κῦμα ἀφαιρεῖται αὐτοῦ τοὺς νεοσσούς. ιδʹ δὲ ἡμέρας φασὶ περὶ τὰς χειμερινὰς τροπὰς εὐδιάζειν, ἃς καλοῦσιν ἁλκυονίδας. εἴρηται δὲ ἁλκυὼν παρὰ τὸ ἐν ἁλὶ κύειν.
ἁλκυόνες: ὄρνιθες θαλάσσιαι, ὧν τικτουσῶν στρώννυται ἡ θάλασσα. λέγονται δὲ αἱ ἡμέραι ἐκεῖναι ἁλκυονίδες.
στορεσεῦντι: ἀντὶ τοῦ στορέσουσι καὶ στρώσουσι τὰ κύματα καὶ γαληναῖα ποιήσουσιν, ἐάν με τοῦ ἔρωτος ἐξέληται, τὸν Λυκίδαν.
φυκία κινεῖ: φῦκός ἐστι τὸ λεγόμενον βρύον.
φῦκός ἐστι τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. οἱ δὲ φυκίον φασὶ βοτάνην τὴν ἐν τῷ βυθῷ γινομένην, παρὰ τὸ φύεσθαι. ἕτεροι δὲ φυκία φασὶ τὰ ἐν τοῖς αἰγιαλοῖς βρύα κοκκινοειδῆ.
ὃς ἔσχατα φυκία κινεῖ: τὸ φυκίον εἶδος βοτάνης ἐστί.
γλαυκαῖς Νηρηΐσι: γλαυκὰς τὰς Νηρηΐδας φησὶ διὰ τὸ ἐν τῇ θαλάσσῃ διάγειν· οὐ γάρ εἰσι γλαυκαὶ τὸν χρῶτα.
ἐφίλαθεν: τὸ ἐφίλαθεν Δωρικόν ἐστιν ὡς τὸ ἐκόσμηθεν. προπαροξυντέον.
ἐφίλαθεν: ἐφιλήθησαν ἢ καὶ φιλοῦνται.
ὥρια: τῷ Ἀγεάνακτι ἀποπλέοντι εἰς Μιτυλήνην γένοιτο πάντα τὰ ὤρια, ἤγουν τὰ διὰ φροντίδος αὐτῷ. ἢ ὤρια πάντα γένοιτο ἀντὶ τοῦ φυλακτικὰ ἀπὸ τοῦ ὠρῶ τὸ φυλάσσω.
τῆνο κατʼ ἆμαρ: καθʼ ὃ ῥύσεταί με δηλονότι ὁ Ἀγεάναξ τῆς ἐρωτικῆς φλογός.
ἀνήτινον: εἶδός ἐστιν ἄνθους· ἀνητίνοις δʼ ἐχρῶντο στεφάνοις, ὡς Ἀλκαῖος καὶ Σαπφώ. τινὲς δὲ καὶ πᾶν ἄνθος ἄνηθον παρὰ τὸ ἄνω θέειν.
ἀνήτινον ἢ ῥοδόεντα: ἐχρῶντο γὰρ καὶ ἀνητίνοις στεφάνοις.
ἄνηθον τὸ μάλαθρον η, ἄνισον δὲ τὸ γλυκάνισον ι.
φυλάσσων: ἀντὶ τοῦ ἔχων. Ὅμηρος· «ἐνθάδε μοι τόδε δῶμα φυλάσσεις.»
μὴ ἀποτίλλων τὰ ἐξ αὐτοῦ ἄνθη, ὃ δηλοῖ πεφυλαγμένῳ αὐτῷ χρώμενος.
τὸν Πτελεατικόν: Πτελέα τόπος ἐν Κῷ ἢ ἐν Ἀρκαδίᾳ. ἢ τὸν Θεσσαλικὸν οἶνον.
τὸν ὑγείας καὶ ῥώμης παρασκευαστικόν. ἢ τὸν ἐξ ἀναδενδράδων, παρόσον ταῖς παρακειμέναις πτελέαις ἐμπλέκονται. ἢ Ἐφέσιον· Πτελέα γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο. ἢ τόπος ἐν Κῷ ἢ ἐν Ἀρκαδίᾳ. Ὅμηρος· «Πτελεὸν καὶ Ἕλος.»
ἢ τὸν ἐξ ἀναδενδράδων, αἳ ταῖς πτελέαις ἐποχοῦνται. ἢ ἀπὸ τόπου· ἔστι δὲ ὁ τόπος μέσον Ἐφέσου καὶ Μιλήτου.
κύαμον: οὐ μάτην φησίν. ὁ γὰρ κύαμος διψοποιός, καὶ πόσεως χάριν φησίν.
χἁ στιβάς: ὑποστρώσομεν καὶ στιβάδα πήχεως.
στιβάς: στρωμνὴ ἐπὶ τῆς γῆς ἐκ φύλλων πῆχυν ἔχουσα τὸ ὕψος.
κνύζᾳ τε: τὴν κόνυζαν κνύζαν εἶπεν. ἔστι δὲ φυτὸν ψυκτικώτατον, ἔνθεν καὶ ἐν τοῖς Θεσμοφορίοις ὑποστρωννύουσι τὴν θερμότητα τὴν κατὰ τὰ ἀφροδίσια ἐκκόπτοντες.
κνύζᾳ τε: τὴν κόνυζαν λέγει κνύζαν. ἔστι δὲ φυτὸν παῦον τὰ ἀφροδίσια.
ἀσφόδελος φυτόν, παρʼ Ὁμήρῳ λειμών.
ἀσφόδελος βοτάνη πλατύφυλλος, ἧς ὁ καυλὸς καλεῖται ἀνθέρικος. καὶ Ἡσίοδος «οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ.» ἀσφοδελὸς δὲ ὁ τόπος ὁ ἔχων ἀσφοδέλους· Ὅμηρος· «βῆ δὲ κατʼ ἀσφοδελὸν λειμῶνα.»
πολυγνάπτῳ τε σελίνῳ: πολύγναπτον λέγεται, ὅτι οὖλόν ἐστιν, ὡς καὶ καμπάς τινας ἔχειν.
μαλακῶς: ἡδέως, ὡς τὸ «μαλακῷ δεδμημένος ὕπνῳ».
αὐταῖσι κυλίκεσσιν: οὐ διαιρῶν εἰς μικρά, ἀλλʼ ἐν αὐταῖς ἀπνευστὶ πίνων.
αὐταῖσι κυλίκεσσι: τουτέστιν ἡδέως πίνων καὶ ἀθρόως, οὐ διαιρῶν εἰς τὰ μικρότατα τῶν ἐκπωμάτων.
τρύγα δὲ τὸν νέον οἶνον. Καλλίμαχος «ἐπὶ τρύγα δʼ εἶχεν ἐδωδῇ.»
ἐς τρύγα: νῦν τὸν οἶνόν φησιν, ὅθεν ὁ τρυγητός.
καὶ ἐς τρύγα: τρὺξ κυρίως ὁ νέος οἶνος λέγεται, καταχρηστικῶς δὲ καὶ ὁ παλαιός. νῦν δὲ τὸν τρυγίαν λέγει.
Ἀχαρνεύς: ἤγουν Ἀττικός· Ἀχάρναι γὰρ δῆμος Ἀττικῶν.
Ἀχαρνεύς: δῆμος Ἀττικῆς.
Λυκωπίτας: Αἰτωλός· Λυκώπη γὰρ κώμη Αἰτωλίας. ἢ ἀπὸ δήμου· Λύκωπος γὰρ δῆμος Κῴων ἐκ Λυκωπέως ἔχων τὴν κλῆσιν.
Λυκωπίτας: ὁ ἀπὸ Λυκώπης. ἡ δὲ Λυκώπη πόλις Αἰτωλίας.
ὁ δὲ Τίτυρος: ὄνομα αἰπόλου. τινὲς δὲ παρὰ Δωριεῦσι τοὺς Σατύρους οὕτως ἀποδεδώκασι λέγεσθαι.
Τίτυρος: ὄνομα κύριον ἢ ὁ Σάτυρος.
ὥς ποκα τᾶς Ξενέας: ὄνομα κύριον. ἢ ὡς τὸ κενεᾶς· ἀπέδοσαν δὲ τῆς ἐκ Κρήτης ξένης.
γράφεται τᾶς ξανθᾶς.
Ξενία: μία τῶν Νυμφῶν ἡ Ξενία. ἢ Νύμφη ἡ ξενέα. ἢ ὄνομα κύριον.
Μοῦσα ἦν ἡ Ξενέα.
ἀμφεπονεῖτο: γράφεται ἀμφεπολεῖτο, ἤγουν ψηλαφῶσα τὸν Δάφνιν.
Ἱμέρα: γενικὴ πτῶσις. ἔστι δὲ ὄνομα ποταμοῦ Σικελίας καὶ πόλις ὁμώνυμος.
Ἱμέρα: ὄνομα πόλεως ἢ ποταμὸς Σικελίας.
Ἱμέρα: πόλις Σικελίας καὶ πηγὴ καὶ ποταμὸς ἀπὸ τῆς πηγῆς ταύτης ἔχων τὴν ἀρχήν.
κατετάκετο: καλῶς τὸ τήκειν· σημαίνει γὰρ τὸ κατὰ μικρὸν ὑπορρεῖν.
Αἷμος ὄρος Θρᾴκης ἀπὸ Αἵμου τοῦ Βορέου καὶ Ὠρειθυίας.
Ἄθως καὶ Ῥοδόπη ὀνόματα ὀρῶν.
ἢ Ἄθω: Σοφοκλῆς «Ἄθως σκιάζει νῶτα Λημνίας ἁλός.» ὠνόμασται δὲ ἀπό τινος γίγαντος Ἄθω, ὃς ἦν Ποσειδῶνος καὶ Ῥοδόπης τῆς Στρυμόνος. ἀπὸ τῆς μητρὸς γοῦν τῆς Θρᾴκης τὸ ὄρος, ἀπὸ δὲ τοῦ υἱοῦ τὸ Πελασγικὸν ἐπωνόμασται.
Αἷμος καὶ Ῥοδόπη ὄρη Θρᾴκης. Ἄθως ὄρος Θετταλίας, ὃ διέκοψεν ὁ Ξέρξης.
Καύκασος ὄρος Σκυθίας.
ἐσχατόωντα: ἐν ἐσχάτοις μέρεσι τῆς γῆς ὄντα.
Καύκασον: Ἀετόν φασιν εἶναι ποταμόν, περὶ τοὺς τόπους τοῦ Καυκάσου λάβρως φερόμενον, τὴν χώραν Προμηθέως λυμαινόμενον, ὃν ἀπέστρεψεν Ἡρακλῆς· ἐξ οὗ, φασίν, ὁ μῦθος …
φασίν, ὅτι Θεόκριτος τὰ τοῦ Δάφνιδος εἰς τὸν Κομάταν μετήνεγκεν. τοῦτον γὰρ ἡ μήτηρ ἐξέθηκε τὸν πατέρα Ἄνακτα εὐλαβουμένη, εἰδυῖα ὅτι οὐ πείσει ὑπὸ τοῦ Χρύσου διακορηθῆναι λέγουσα.
εὐρέα λάρναξ: Λύκος φησὶ τῆς Θουρίας ὄρος Θάλαμον, ὑφʼ ὃ ἄντρον τῶν Νυμφῶν· καλοῦσι δὲ αὐτὰς Ἀλουσίας οἱ ἐπιχώριοι ἀπὸ τοῦ παραρρέοντος Ἀλουσίου ποταμοῦ. ἐν τούτῳ ποιμὴν ἐπιχώριος δεσπότου θρέμματα βόσκων ἔθυεν ἐπίσυχνα ταῖς Μούσαις. οὗ χάριν δυσχεράνας ὁ δεσπότης εἰς λάρνακα κατακλείσας ἀπέθετο αὐτόν. ἐν τούτῳ ἐδίσταξεν ὁ δεσπότης, εἰ σώσειαν αὐτὸν αἱ θεαί. ἐξηκούσης δὲ διμήνου παραγενόμενος καὶ τὰ ζύγαστρα τῆς λάρνακος διανοίξας ζῶντα κατείληφε καὶ τὴν λάρνακα κηρίων πεπληρωμένην εὗρεν. ἄνακτα δέ φησι τὸν δεσπότην.
ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο: τὶς αἰπόλος καλούμενος Κομάτας—ταὐτὸν δέ ἐστιν εἰπεῖν Μενάλκας—τοῦ οἰκείου δεσπότου θρέμματα βόσκων ἐν Σικελίᾳ ἐν τῷ ὄρει τῆς Θουρίας ἔθυε συχνάκις ταῖς Μούσαις. ὁ δὲ δεσπότης αὐτοῦ δυσχεράνας κατέκλεισεν αὐτὸν εἰς λάρνακα ξυλίνην πειράζων εἰ σώζουσιν αὐτὸν αἱ Μοῦσαι. δύο δὲ μηνῶν παρελθόντων παραγενόμενος καὶ ἀνοίξας ζῶντα μὲν αὐτὸν εὗρε, πλήρη δὲ τὴν λάρνακα κηρίων.
αἱ σιμαὶ λειμωνόθε: οὕτω καλεῖν ἔθος τὰς μελίσσας. τὸ γοῦν πρὸς ὑποδοχὴν τῆς ἐργασίας αὐτῶν ἄγγος σίμβλον καλοῦμεν, ὅπου τὸν κάματον τῶν σιμῶν βάλλομεν, σιμοβόλον τινὰ ὄντα.
κέδρον ἐς ἁδεῖαν: τὴν κιβωτὸν ἀπὸ τῆς ὕλης.
χέε νέκταρ: αἱ Μοῦσαι γὰρ αὐτὸν ᾄδειν ἐποίησαν. δηλοῖ δὲ διὰ τοῦ νέκταρος ὑπερβολικῶς τὴν μελιχρότητα.
κατὰ συνεκδοχήν· ἀπὸ μιᾶς γὰρ τὰς πάσας δηλοῖ. διὰ δὲ τοῦ νέκταρος τὴν γλυκυφωνίαν ἐδήλωσεν.
ὅτι ᾖδε γλυκύ, δηλονότι μουσικὸς ἄριστος.
Κομάτα: πέπλασται τὰ περὶ τοῦ Κομάτα ὑπὸ Θεοκρίτου· παρὰ γὰρ τοῖς ἀρχαίοις οὐ παραλαμβάνομεν ὑπὸ μελισσῶν τρεφόμενον τὸν Κομάταν, καθάπερ ὁ Δάφνις ἱστορεῖται. … «οὐχὶ κεράσταν, ὅν ποτʼ ἐθρέψατο ταυροπάτωρ».
κατεκλᾴσθης: ἡ κλεὶς παρὰ Δωριεῦσι κλᾲξ λέγεται, ἀφʼ οὗ τὸ κατεκλᾴσθης.
ὥριον: τινὲς τὸν ὅλον ἐνιαυτόν. δύναται δὲ καὶ οὕτως οὐ πάντως τὸ δωδεκάμηνον λέγειν, ἀλλὰ τὴν τῶν ὡρῶν μεταβολήν· διαιρεῖται γὰρ εἰς δʹ. τὸ γοῦν ἔαρ ὁ Θεόκριτος ὥριον εἶπεν,
τουτέστι τὸν τριμηνιαῖον καιρόν. διὰ γὰρ τριμηνιαίου καιροῦ πληροῦνται αἱ τέσσαρες ὧραι τοῦ χρόνου. ἢ εἰς ὥρας παρεγένου ἢ εἰς δύο μῆνας τοῦ ἔαρος.
ἐξεπόνασας: ἐπλήρωσας.
αἴθε: εἴθε. Δωρικὸν τὸ αἴθε, Ἰακὸν δὲ τὸ εἴθε· εὐκτικὸν ἐπίρρημα. τὸ δὲ ἦμες ἀντὶ τοῦ εἶναι Δωρικῶς.
ἐκ τοῦ ποιητοῦ ὁ λόγος.
Νύμφαι κἠμέ: ἐν εἰρωνείᾳ ὡς πρὸς αἰπόλον· ἐχρῆν γὰρ εἰπεῖν αἱ Μοῦσαι. εἰ μή τις παρέργως τὰς Νύμφας ἀκούει Μούσας· οὕτως γὰρ αὐτὰς οἱ Λυδοὶ καλοῦσιν.
ἐπὶ θρόνον ἄγαγε φάμα: ἐπὶ τὴν τοῦ Διὸς βασιλείαν· λέγει δὲ τὸν οὐρανόν.
ἅτινα καὶ μέχρι τοῦ οὐρανοῦ ἔφθασαν.
ὃ μέλλω λέγειν, φησί, παρὰ τὰ ἄλλα διενήνοχεν.
ᾧ τυ γεραίρεν: ᾧτινί σε τιμήσω· ἢ διʼ οὗ, ἵνʼ ᾖ γενική.
ὦ τύ: ἀντὶ τοῦ ὦ φίλε σύ.
ἐπέπταρον: καθὸ τῶν πταρμῶν οἱ μέν εἰσιν ὠφέλιμοι, οἱ δὲ βλαβεροί. καὶ γάρ φησιν αὐτὸς σφόδρα Μυρτοῦς ἐρᾶν. ὁ δὲ Ὅμηρος ἐπʼ ἀγαθῷ τὸν πταρμόν φησιν· «οὐχ ὁράᾳς, ὅ μοι υἱὸς ἐπέπταρεν.»
τὸ ἐπέπταρόν τινες μὲν λαμβάνουσιν ἐπὶ ἀγαθοῦ, τινὲς δὲ ἐπὶ κακοῦ.
ᾖ γάρ: περὶ ἑαυτοῦ ὁ ποιητὴς ᾄδων φησί· τῷ Σιμιχίδᾳ οἱ Ἔρωτες ἐπέπταρον. τῆς γὰρ Μυρτοῦς τοσοῦτον ἐρᾷ, ὅσον αἱ αἶγες κατὰ τὸν καιρὸν τοῦ ἔαρος. τὸν δὲ πταρμὸν ἐπὶ τῇ χείρονι μοίρᾳ.
ἐπέπταρον: ἐπῆλθον, ἐπὶ κακῷ ἔπεσον καὶ ἐγένοντο· ἢ ἐπὶ καλῷ.
Ἄρατος: ὁ δὲ φιλαίτατος τῷ Σιμιχίδᾳ Ἄρατος ἐρᾷ παιδός· ἐπίσταται δὲ αὐτοῦ τὸν ἔρωτα Ἄριστις, ὄνομα δὲ τοῦ παιδὸς Φιλῖνος.
οἶδεν Ἄριστις: οὗτος κιθαρῳδός. τοῦτον δέ, φησί, τὸν Ἄριστιν οὐδὲ ὁ Ἀπόλλων ἐν Πυθοῖ παρὰ τοῖς ἰδίοις τρίποσι κιθαρῳδοῦντα ἰδὼν ἀποστραφήσεται οὐδὲ φθονήσει αὐτῷ ᾄδειν ἐκεῖ.
μεγαίροι: κωλύοι ἀποτρεπόμενος.
οἶδεν Ἄριστις: τὰ περὶ Ἀρίστιδος διὰ μέσου κεῖται. τὸ δὲ ἑξῆς· οἶδεν Ἄριστις, ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.
τόν μοι Πάν: ἐπικαλεῖται τὸν Πᾶνα ὡς παιδεραστήν, ἐπεὶ καὶ αὐτὸς τοιοῦτός ἐστιν. καὶ Καλλίμαχος «Πὰν ὁ Μαλειήτης τρύπανον αἰπολικόν.» Ὁμόλη δὲ Θετταλίας ὄρος, ὡς Ἔφορος καὶ Ἀριστόδημος ὁ Θηβαῖος ἐν οἷς ἱστορεῖ περὶ τῆς ἑορτῆς τῶν Ὁμολωΐων καὶ Πίνδαρος ἐν τοῖς Ὑπορχήμασιν.
Ὁμόλου ἐρατὸν πέδον: ὁ Ὅμολος ὄρος ἐστὶ τῆς Θετταλίας, ἔνθα τιμᾶται ὁ Πάν. εὔχεται δὲ αὐτῷ ὡς παιδεραστῇ.
ἄκλητον κείνοιο: ἤγουν καὶ πρὸ τοῦ καλεσθῆναι αὐτὸν παρʼ ἐμοῦ ἐμβιβάσαις μου ταῖς χερσὶν αὐτόν, τὸν Φιλῖνον.
ὁ μαλθακός: τρυφερός, ἁπαλός, ἐκ τῆς μάλθης. αὕτη γάρ ἐστι κηρὸς ἀμόργῃ συνηψημένος· χρίουσι δὲ αὐτῇ τὰς τῶν σανίδων γομφώσεις. ἀφʼ οὗ διὰ τὴν ἔκλυσιν καὶ τὸ ἐν τῷ βίῳ λοιδόρημα λέγεται.
Ἀρκαδικοί: οἱ Ἀρκάδες ἐπὶ θήραν ἐξιόντες, ἂν μὲν εὐτυχήσωσι, τιμῶσι τὸν Πᾶνα, εἰ δὲ τὸ ἐναντίον, σκίλλαις ἐμπαροινοῦσι,
παρόσον ὄρειος ὢν τῆς θήρας ἐπιστατεῖ. Μουνάτιος δέ φησιν ἑορτὴν Ἀρκαδικὴν εἶναι, ἐν ᾗ οἱ παῖδες τὸν Πᾶνα σκίλλαις βάλλουσι, ὅταν οἱ χορηγοὶ λεπτὸν ἱερεῖον θύσωσι καὶ μὴ ἱκανὸν ᾖ τοῖς ἐσθίουσι. διό φησι· κρέα τυτθὰ παρείη.
μαστίσδοιεν: ὑβρίζοιεν, ὅταν τύχωσι θήρας ὀλίγης.
τῶν ἐφήβων γίνεται ἀγὼν ἐν σκίλλαις· καὶ οἱ νικήσαντες ταῦρον τὸν ὑπὸ τῶν γυμνασιαρχῶν τιθέμενον λαμβάνουσιν ἔπαθλον.
εἰ δʼ ἄλλως: εἰ δὲ ἄλλως τελέσειας, ὦ Πάν, τὰ κατὰ Φιλῖνον καὶ μὴ βούλει συνελθεῖν αὐτὸν τῷ Ἀράτῳ, ἐπὶ κνιδῶν κοιμηθείης.
τὸν Πᾶνά φασι γεννηθῆναι ἐκ τῆς Πηνελόπης συλλαβούσης ἐκ τῶν μνηστήρων· διὸ καὶ Πὰν καλεῖται, ὅτι ἐκ πάντων ἐσπάρη. ἕτεροι δὲ λέγουσι τὸν Ἑρμῆν εἰς τράγον μεταβληθέντα, καὶ τούτου ἐρασθεῖσα ἡ Πηνελόπη καὶ ἐξ αὐτοῦ ὀχευθεῖσα ἔτεκε τὸν Πᾶνα· ἔστι δὲ ὁ Πὰν τραγόπους.
Πηνελόπη γυνὴ γέγονεν Ὀδυσσέως. τούτου πλανωμένου τὴν πλάνην, ἣν ἐπλανήθη μετὰ τὸν Τρωϊκὸν πόλεμον, πολλοί τινες ἦλθον μὲν μνηστευόμενοι τὴν Πηνελόπην, ἡ δὲ ἡμέρας καὶ ἡμέρας ἀνεβάλλετο μηδενὶ θέλουσα γαμηθῆναι διὰ τὸ περιμένειν τὸν Ὀδυσσέα τὸν ἄνδρα αὐτῆς. πάντες οὖν συμφραξάμενοι συγγεγόνασιν αὐτῇ, καὶ ἐγκυμονήσασα ἔτεκε τὸν Πᾶνα. διὸ καὶ Πὰν καλεῖται, ὅτι ἐκ πάντων ἐσπάρη. ἕτεροι δὲ λέγουσιν, ὅτι πάνυ εὐμορφοτάτη καὶ σωφρονοῦσα ἡ Πηνελόπη, διὰ τοῦτο ἠράσθη αὐτῆς ὁ Ἑρμῆς καὶ μετεβλήθη εἰς τράγον. καὶ ἐκνοήσας αὐτὴν μαγείᾳ, ἠράσθη τοῦ τράγου καὶ ὠχεύθη ὑπʼ αὐτοῦ καὶ συνέλαβεν ἐξ αὐτοῦ καὶ ἔτεκε τὸν Πᾶνα. οὗτος δέ ἐστι Πὰν ὁ τραγόπους.
κνίδη ὑφʼ ἡμῶν, ἀκαλήφη δὲ ὑπʼ Ἀττικῶν. ἔστι δὲ καὶ ἀγρία κνίδη, ἧς τὸν καρπὸν συλλέγουσιν, ὅταν τὸν πυρὸν ἁλοῶσιν.
εἴης δʼ Ἠδωνῶν: ἔθνος Θρᾴκης. οὕτως δὲ ψυχροτάτη ἐστὶν ἡ Θρᾴκη, ὡς τρόπον τινὰ ἐργαστήριον ἀνέμων κληθῆναι. Ὅμηρος· «Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον».
εἴης δʼ Ἠδωνῶν μέν: οἱ Ἠδωνοὶ ἔθνος Θρᾳκικόν, ἔνθα ψῦχος πολὺ γίνεται· δυσχείμερον γάρ ἐστι. παρὸ καὶ τοὺς ἀνέμους ἐν αὐτῷ κατοικεῖν ἐμυθεύοντο.
Ἕβρον: Ἀλκαῖός φησιν, ὅτι Ἕβρος κάλλιστος ποταμός, Διοκλῆς δὲ καταφέρεσθαι αὐτὸν ἀπὸ Ῥοδόπης καὶ ἐξερεύγεσθαι κατὰ πόλιν Αἶνον.
τετραμμένος: γράφεται κεκλιμένος.
Βλέμυες ἔθνος Αἰθιοπικὸν μελανόχρουν· οἱ αὐτοὶ δὲ τοῖς Τρωγλοδύταις.
οὐκέτι Νεῖλος ὁρατός: οὐ πάνυ ἐπαληθεύει ἀθέατον τὸν Νεῖλον εἰπών. ὑπὲρ γὰρ τοὺς Βλέμυας οὐκέτι γινώσκεται ὁ Νεῖλος πόθεν ἔχει τὰς πηγάς.
Νεῖλος ἀπὸ Νείλεω, ὃς ἔκτισε … Ναύκρατιν μετὰ μάχην· ἢ ἀπὸ τοῦ νάειν λείως, ὅ ἐστι μὴ κατὰ συστροφήν· ἢ παρόσον νέαν ἰλὺν φέρει· ἢ ὅτι κατʼ ἔτος πλημμυρῶν ὡρισμένον χρόνον νεάζειν δοκεῖ.
ὔμμες δʼ Ὑετίδος: ποιησάμενος τὸν λόγον πρὸς τὸν Πᾶνα ἀπέστρεψε πρὸς τοὺς Ἔρωτας ἐπικαλούμενος αὐτούς.
Ὑετὶς δὲ καὶ Βυβλὶς ὄρη καὶ κρῆναι Μιλήτου. Μιλήτου γάρ, φασίν, τοῦ Ἀπόλλωνος καὶ Ἀρείας ἐγένοντο παῖδες Καῦνος καὶ Βυβλίς,
ἧς ἐρασθεὶς ὁ Καῦνος ἀπέλιπε Μίλητον. ἐκείνη δὲ μὴ φέρουσα ἀπήγξατο. ταύτης ἡ κρήνη ὁμώνυμος.
τὸ ἑξῆς· ὑμεῖς, ὦ μήλοισιν ἐρευθομένοις ὅμοιοι Ἔρωτες, Ὑετίδος καὶ Βυβλίδος νᾶμα λιπόντες καὶ τὰ ἑξῆς, ἐρασθῆναι ποιήσατε τὸν Φιλῖνον.
Οἰκεῦντα: ἐν Μιλήτῳ τόπος, ἔνθα ἱερὸν Ἀφροδίτης.
ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος: πρὸς τοὺς Ἔρωτας τὸν λόγον ἀπέστρεψε καί φησι· ὦ μήλοις ὅμοιοι Ἔρωτες, τουτέστιν ἐρυθροί. Ὑετὶς δὲ καὶ Βυβλὶς κρῆναι Μιλήτου, ἔνθα καὶ ἱερὸν Ἀφροδίτης.
ὁ δύσμορος: ὁ δυσμόρους ἄλλους ποιῶν.
πεπαίτερος ἀντὶ τοῦ ἀσθενέστερος, ἀπὸ μεταφορᾶς τῶν παρὰ τὸ δέον πεπανθέντων καρπῶν καὶ σηπομένων.
μηκέτι τοι φρουρέωμες: ἀπέστρεψε τὸν λόγον πρὸς τὸν Ἄρατον καί φησι· μηκέτι αὐτὸν φυλάσσωμεν ἐπὶ προθύρῳ τοὺς πόδας κατατρίβοντες.
ἄλλον ἀλέκτωρ κοκκύσδων: ὡς ἅμα τῷ τοὺς ἀλεκτρυόνας ᾄδειν παραγενόμενον καὶ φρουροῦντα τὸν Φιλῖνον.
ὁ νοῦς τοιοῦτος· ἡμεῖς μὲν μέχρι καὶ τοιᾶσδε τῆς νυκτὸς φυλακῆς τοῖς αὐτοῦ προθύροις ἐπεμείναμεν· κατὰ δὲ τὸν ὄρθριον ἀλέκτορα καὶ ἄλλος ἐραστὴς τοῖσδε τοῖς προθύροις ἐπιμείνῃ.
εἷς δʼ ἀπὸ τᾶσδε: ἡμῶν, φησίν, εἷς καὶ μόνος Μόλων ἐπὶ ταύτης τῆς παλαίστρας ἀπολέσθω. λέγει δὲ ἢ τὴν παλαίστραν κυρίως, ἐν ᾗ ἐγυμνάζετο ὁ Φιλῖνος προσλιπαρούντων αὐτῶν, ἢ μεταφορικῶς ὡς καὶ ἡμεῖς φαμεν παλαίστραν τὴν ὀρθρίαν.
Μόλων—ὡς Σίμων—Ἀράτου ἀντεραστής. παλαίστραν δὲ λέγει τὸν ἔρωτα τοῦ παιδός, τὴν κακοπάθειαν.
δύναται δὲ καὶ μολὼν μετοχὴ εἶναι ἀντὶ τοῦ ἐπερχόμενος.
Μόλων: ἔξωθεν τοῦτο ἐπιφωνεῖ· εἷς δὲ ἀπὸ ταύτης τῆς παλαίστρας ἀπαγχέσθω. ὁ δὲ Μόλων ὀνομαστικῶς εἴρηται. τὴν δὲ προσκαρτέρησιν παλαίστραν εἶπεν.
ἀλλʼ εἷς ἐξ ἡμῶν, ὁ Μόλων—ἢ μολών—ἐπὶ ταύτης τῆς παλαίστρας τῇ φυλακῇ κακοπαθείτω. παλαίστραν δὲ εἶπε τὴν προσκαρτέρησιν, ἤτοι τὴν πρὸς τὸν ἔρωτα πάλην.
ἄρχοιτο παλαίστρας: ἀντὶ τοῦ· ἐπιτηροῖτο τὴν παλαίστραν.
γραία τε παρείη: παρὰ Δωριεῦσι ἡ μὲν πρώτη συλλαβὴ ὀξύνεται, ἡ δὲ δευτέρα μηκύνεται.
ἅτις ἐπιφθύζουσα: ἥτις ἐπῳδαῖς περὶ ἡμᾶς ἀποδιοπομπήσαιτο. φθύζειν δὲ τὸ πτύειν Δωρικῶς· εἰώθασι γὰρ αἱ γραῖαι, ὅταν ἐπᾴδωσιν, ἐπιπτύειν. τινὲς δέ· ὀλίγον χρόνον συμπαροῦσα· φθύδιον γὰρ τὸ ὀλιγοχρόνιον κατὰ γλῶσσαν.
ἥτις ἐπιφθύζουσα: ἐπιπτύουσα Δωρικῶς· εἰώθασι γὰρ αἱ γραῖαι, ὅταν ἐπᾴδωσιν, ἐπιπτύειν.
ὡς πάρος: ὡς πρότερον, φησίν, ἐπηγγείλατο. ἐκ Μοισᾶν: διὰ τὴν μουσικήν. ξεινήϊον: δωρεάν.
λαγωβόλον, ἣν ἄνωθεν κορύνην εἶπε—«τάν τοι, ἔφα, κορύναν δωρήσομαι»—παρὰ τὸ βάλλειν τοὺς λαγωούς.
ἁδὺ γελάσας ὡς πάρος: ὡς καὶ πρὸ τούτου ἡδὺ γελάσας. τὸ ἐκ Μουσῶν ἀντὶ τοῦ διὰ τὴν μουσικὴν ᾠδήν, ἣν ᾖσα. ξεινήϊον: δῶρον.
Πύξας: οἱ μὲν τὸν ἐν Κῷ δῆμον· οἱ δὲ τόπον, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος, ἀφʼ οὗ Πύξιος λέγεται.
τὴν ἐπὶ Πύξας φέρουσαν ὁδὸν ἐβάδιζεν.
Πύξα ὄνομα πόλεως, ἀφʼ ἧς καὶ Φύξιος Ἀπόλλων καὶ Πάν.
Πύξα δῆμος τῆς Κῶ φύξα τις ὤν· ἐκεῖθεν γὰρ ἔφυγεν Ἡρακλῆς αἴφνης ἐπιθεμένων αὐτῷ τῶν Κῴων.
τὰν ἐπὶ Πύξαν ἦρχʼ ὁδόν: Πύξα δῆμος τῆς Κῶ ἢ τόπος οὕτως ὀνομαζόμενος παρὰ τὴν φύξιν τοῦ Ἡρακλέους τὴν ὑπὸ τῶν Κῴων γενομένην.
ἁδείας: ἔξωθεν δεῖ προσλαμβάνειν τὸ παραγενόμενοι. ἐπὶ στιβάδος κατεκλίθημεν ἀπὸ σχοίνου γεγενημένης καὶ ἀπὸ φύλλων ἀμπέλου.
οἰναρέοισι: κυρίως τὰ φύλλα τῆς ἀμπέλου.
Φανίας δέ φησιν οἰναρίζειν τὸ περιαιρεῖν τῶν οἰνάρων καὶ τρυγᾶν· δεῖ γὰρ καὶ οἰναρίζειν τὰς ἀμπέλους, ἐπειδὰν πεπαίνωσιν οἱ βότρυες.
κελαρύζειν: τὸ μετὰ κελάδων τὴν ῥύσιν ποιεῖσθαι.
τοὶ δὲ ποτὶ σκιαραῖς: σκιὰν ποιούσαις, πολυφύλλοις. ὀροδαμνίδας δὲ παντὸς δένδρου τοὺς κλάδους λέγουσι. Μουνάτιος δὲ ἐτυμολογεῖ «οἷον οἱ ἐν ὄρεσι θάμνοι».
αἰθαλίωνες δὲ οἱ αἰθαλώδεις διὰ τὸ αἴθεσθαι ὑπὸ τοῦ ἡλίου.
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν: παντὸς δένδρου κλάδοι ὀροδαμνίδες λέγονται.
αἰθαλίωνες: τέττιγες παρὰ τὸ αἴθεσθαι ὑπὸ τοῦ ἡλίου· καὶ γὰρ ὅταν ἐστὶ νότος καὶ καῦμα, τότε φθέγγονται.
ὀλολυγών: ἀπὸ τοῦ ὀλολύζειν. ὁ γὰρ Ἀριστοτέλης φησίν, ὅτι πάνυ ὀλολύζει τὸ ζῷον, μάλιστα ἐν τοῖς ἑλώδεσι τόποις καὶ κατὰ νύκτα.
πολλὰ τῶν ζῴων ἀπὸ φωνῆς τὴν κλῆσιν ἔσχηκεν· ὀλολύζω ὀλολυγών, ἀείδω ἀηδών, τρύζω τρυγών, κοκκύζω κόκκυξ καὶ τὰ τοιαῦτα.
ἁ δʼ ὀλολυγών: ὀλολυγὼν εἶδος ὀρνέου. οἱ δὲ ζῷόν τι ἐν βορβορώδεσι τόποις μάλιστα διάγον. ἢ ἡ ἀηδών.
τὸ δὲ ἀκανθίδες ὄρνεα νεμόμενα ἐπʼ ἀκανθῶν. τούτων τὸ αἷμα καὶ τὸ τῶν αἰγιθάλλων μὴ μίσγεσθαί φασιν, ἀλλὰ ταῦτα διαφωνεῖν.
ἀκανθίς: τὸ ὄρνεον τοῦτο ποικίλον καὶ λιγυρόν. καλεῖται δὲ καὶ ποικιλὶς διὰ τὴν χροιάν. Ἀριστοτέλης δὲ καὶ Ἀλέξανδρός φασι διατρίβειν ἐπʼ ἀκανθῶν. τοῦτο γοῦν Θεόκριτος ἀκανθίδα εἶπε.
καὶ ἀκανθίδες: αἱ ἀκανθίδες ὄρνεα νεμόμενα ἐπʼ ἀκανθῶν. λέγονται δὲ καὶ ἀκανθυλλίδες. εἰσὶ δὲ ποικίλαι τὴν χροιάν, ὅθεν λέγονται καὶ ποικιλίδες. φησὶ δὲ Ἀριστοτέλης αἷμα αἰγίθου καὶ ἀκανθίδος μὴ μίγνυσθαι.
θέρεος μάλα πίονος: μεγάλως λιπαροῦ ἢ λαμπροῦ. ὦσδεν: μεταφορικὸν τὸ ῥῆμα ἀπὸ τῶν εἰς αἴσθησιν πιπτόντων ὀσφραντικήν.
πίονα εἶπε τὸν καιρὸν τοῦ θέρους διὰ τὸ ἐν αὐτῷ συλλέγεσθαι τοὺς καρπούς.
παρὰ πλευρῇσι δὲ μῆλα: καλῶς ἔφη τὰ μῆλα ταῖς πλευραῖς περικρεμάννυσθαι. τὸ γὰρ μῆλον τῆς Ἀφροδίτης καὶ τὸ ἐπιθυμητικὸν περὶ τὰ σπλάγχνα εἶναι δοκεῖ, τὰ δὲ σπλάγχνα παρὰ ταῖς πλευραῖς.
βράβιλα τὰ κοκκύμηλα, ἤτοι Δαμασκηνά.
βραβίλοισι καταβρίθοντες: κοκκυμήλοις, ἤγουν Δαμασκηνοῖς.
ἑπτάενες: οἱ Ἀττικοὶ τὸ ἔτος ἔνος λέγουσιν, ἄλειφαρ δὲ τὴν ἀλοιφήν.
ἄλειφαρ: ἤτοι ὁ ἐλαιώδης οἶνος.
τετράενες δὲ πίθων: τετραετές· παρὰ Ἀττικοῖς τὸ ἔτος ἔνος.
θαυμάσας τὴν πόσιν τοῦ οἴνου ἔστρεψε τὸν λόγον πρὸς τὰς Νύμφας καὶ πυνθάνεται αὐτῶν, εἰ αὐταὶ τὴν κρᾶσιν τοῦ οἴνου ἔχουσι.
Νύμφαι Κασταλίδες: ἀπὸ Κασταλίας τῆς ἐν Δελφοῖς κρήνης, ἔνθα καὶ διατρίβουσι.
Φόλω κατὰ λάϊνον ἄντρον: οἱ μὲν τὸ Πήλιον, οἱ δὲ τὴν ἐν Ἀρκαδίᾳ Φολόην· ἐν ἀμφοτέροις γὰρ ᾤκησε Χείρων καὶ Φόλος, ὑφʼ ὧν ξενισθέντα τὸν Ἡρακλέα φασὶ πολλά. … ὁ μέντοι οἶνος ὁ ἀοίδιμος ἐκεῖνος ὁ δοθεὶς ὑπὸ Διονύσου χαριστήριον, ἀνθʼ ὧν αὐτῷ Νάξον προσένειμεν ὁ Φόλος κρινομένῳ παρʼ αὐτῷ πρὸς τὸν Ἥφαιστον.
Φόλω: Φόλου· οἱ γὰρ Δωριεῖς τὴν ου εἰς ω τρέπουσι. ποιεῖ δὲ τὸν Χείρωνα συνυποδεχόμενον τῷ Φόλῳ τὸν Ἡρακλέα.
ἆρά γέ πᾳ τοιόνδε Φόλω: Φόλος ὄνομα Κενταύρου, ᾧ ἐπιξενωθεὶς ὁ Ἡρακλῆς οἶνον ἔπιε καλὸν ἐκ Διονύσου δοθέντα. συνῆν δὲ αὐτῷ καὶ Χείρων.
Ἄναπος ποταμὸς ἐν Συρακούσαις· τὸν πρὸς τῷ Ἀνάπῳ ὄντα.
τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ: Ἄναπος ποταμὸς ἐν Συρακούσαις τῆς Σικελίας, οἱονεὶ ὁ ἄνευ πόσεως ὢν καὶ ἀβληχρὸν ἔχων ὕδωρ.
ποιμένα δὲ Πολύφημον τὸν Κύκλωπα λέγει, ὃς ἀντὶ λίθων ὄρη ἔβαλλεν ἢ τοὺς ἐν τοῖς ὄρεσι λίθους.
λᾶας ἔβαλλε: τοὺς ἐν τοῖς ὄρεσι λίθους, ὡς Δημήτριός φησι τοὺς πεπτωκότας οὖκ οἶδʼ ὅπη φιλότης.
ὤρεσι λᾶας ἔβαλλε: ἀντιπτωτικῶς· τοὺς λᾶας τῶν ὀρῶν ἔβαλλε λιθάζων τὸν Ὀδυσσέα.
τοῖον νέκταρ: διὰ τὴν ἡδονὴν τὸν οἶνον εἶπε τοῦ Ὀδυσσέως.
τὸ δὲ χορεῦσαι: ἐξ Εὐριπίδου μετήνεγκε τὸ χορεῦσαι τὸν Κύκλωπα.
διεκρανώσατε: κατʼ ἀντίφρασιν ἀντὶ τοῦ ἐκεράσατε, μᾶλλον ἐμεθύσατε.
διεκρανώσατε: ἀποκαλυφθῆναι ἐποιήσατε.
«ᾦξαν καὶ θύρας, ἀπὸ δὲ κρήδεμνον ἔλυσαν» καθʼ Ὅμηρον.
διεκρανάσατε: διεπληρώσατε, διετελειώσατε ἢ διεκεράσατε.
Δάματρος ἀλῳάδος: τῆς τὰς ἀλωὰς ποιούσης· λέγεται δὲ καὶ ἀλωΐς.
πὰρ Δάματρος ἁλωΐδος: ἡ Δημήτηρ παρὰ τὴν ἅλωνα ἁλωῒς λέγεται.
ἇς ἐπὶ σωρῷ: ὅταν δὲ λικμῶντες σωρεύωσι τὸν πυρόν, κατὰ μέσον πηγνύουσι τὸ πτύον. Καλλίμαχος· «τὴν θρινάκην κατέθεντο». τὴν δὲ αἰτίαν εἶπεν ἐκ Τριπτολέμου.
πάξαιμι μέγα πτύον: εἰώθεισαν γάρ, ὅτε ἐξέτριψαν τοὺς καρπούς, σωροὺς ποιήσαντες πτύον πήσσειν.
ἡ δὲ γελάσαι, ἤγουν ἡ Δημήτηρ.
ἁ δὲ γελάσσαι: γελάσειεν, ἱλαρὰ γένοιτο.
δράγματα: τὴν Δήμητράν φησι μὴ μόνον ἀστάχυς, ἀλλὰ καὶ μήκωνας ἔχειν. διὰ τοῦ ἐν ἀμφοτέραις χερσὶ τὸ δαψιλὲς ἐμφαίνει.
δράγματα: τὰ τῶν χειρῶν πληρώματα.
μήκωνας: τοὺς σωρούς φησιν ἢ τοὺς θημῶνας.
λέγεται καὶ μήκων ἡ κωδία.
ἀμφοτέραισιν: λείπει τὸ χερσίν· μὴ γὰρ τῇ μιᾷ χειρί.
Αἰπολικὸν ἢ Ἀμαρυλλίς
Ἐπιγράφεται μὲν τὸ εἰδύλλιον τοῦτο Αἰπολικὸν ἢ Ἀμαρυλλίς. ἐπικωμάζει δέ τις Ἀμαρυλλίδι τοῦ ὀνόματος μὴ δηλουμένου. εἰκάσειε δʼ ἄν τις τὸν ἐπικωμάζοντα Βάττον εἶναι· τοῦτον γὰρ αἰπόλον ὄντα διʼ ἑτέρου ποιεῖ προσδιαλεγόμενον Κορύδωνι καὶ τὸν ἔρωτα, ὃν ἔσχε πρὸς τὴν Ἀμαρυλλίδα, ἐμφαίνοντα. τὸ μὲν γὰρ τοῦ ποιητοῦ πρόσωπον οὐκ ἂν εἴη, ὡς ὁ Μουνάτιός φησιν ἐκ τοῦ λέγειν τὸν ἐπικωμάζοντα «ἦ ῥά γέ τοι σιμός». πλανᾶται δὲ καὶ περὶ τοὺς χρόνους … τὰ δὲ πράγματα εἴη ἂν ἐπὶ Ἰταλίας περὶ τὴν Κρότωνα· ὅθεν καὶ τὴν Ἀμαρυλλίδα ὑποτίθεται. φέρει δὲ ὁ ἐπικωμάζων μῆλα καὶ στεφάνους δῶρα τῇ Ἀμαρυλλίδι χάριν τοῦ προστεθῆναι. ἡ δὲ οὐδὲ λόγου αὐτὸν ἀξιοῖ· διὸ καὶ δυσθυμεῖ, ὅτι οὐχ ὑπακούει, καὶ τὸν βίον οὕτω καταλῦσαι προῄρηται.
τὸ δὲ εἶδος ἐπικωμαστικόν.
λέγει δὲ ὁ Βάττος.
κωμάσδω: τὸ πρόσωπον οὐκ ἔστι φανερὸν τὸ λέγον. καὶ οἱ μέν φασιν αὐτὸν τὸν Θεόκριτον εἶναι διὰ τὸ σιμὸν καταφαίνεσθαι οἱ δὲ Βάττον αἰπόλον τινά, ὃν ἐν τῷ Αἴγωνι εἰσάγει τῆς Ἀμαρυλλίδος ἐρῶντα ἀπρεπὲς γὰρ Θεόκριτον τῆς ἀγρῴας ἐρᾶν, ὥστε καὶ ἐν ἀγρῷ διάγειν.
τὸ κωμάζειν λέγεται ἐπὶ τῶν κατὰ νύκτα εἰς τὰς ἐρωμένας ἀπερχομένων. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ «ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν.»
κωμάσδω: μετὰ ᾠδῆς καὶ μετὰ κώμου συνδιάγω, ἀπέρχομαι.
καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει: Τίτυρος ὄνομα κύριον. τινὲς δέ φασιν, ὅτι τοὺς Σειληνοὺς οὕτως οἱ Σικελιῶται· ἄλλοι δὲ τοὺς τράγους, ἕτεροι δὲ τοὺς Σατύρους, ἔνιοι ὄνομα πόλεως Κρήτης καὶ ἄλλοι τοὺς προπόλους τῶν θεῶν· τινὲς δὲ καὶ κάλαμον.
οὐκ ἔστι δὲ ἄλλο ἢ ὄνομα αἰπόλου τινός.
καὶ ὁ Τίτυρος: τοὺς τράγους τιτύρους λέγουσι· νῦν δὲ ὄνομά ἐστιν αἰπόλου κατὰ ἐμφέρειαν τοῦ χαρακτῆρος.
τὸν δὲ Τίτυρον οἱ μὲν κύριον, οἱ δὲ Σάτυρον εἶναί φασιν.
ἐμὶν τὸ καλόν: διὰ τὸ κάλλος ἐμοὶ πεφιλημένε. ἢ καλῶς ἀγαπώμενε, ὅ ἐστιν ἄξιε ἀγαπᾶσθαι.
ἢ τὸ καλὸν ἀντὶ τοῦ λίαν.
ἐμὶν τὸ καλὸν πεφιλαμένε: ἡμῖν διὰ τὸ κάλλος πεφιλημένε. ἢ τὸ καλὸν ἀντὶ τοῦ καλῶς. ἢ διὰ τὸ καλὸν εἶναι.
καὶ ποτὶ τὰν κράναν: οὐκ ἔλαττον τῆς τροφῆς ὀνίνησι τὰ θρέμματα τὸ πιεῖν. Ὅμηρος· «πιόμενʼ ἐκ βοτάνης.»
καὶ τὸν ἐνόρχαν: ἢ τὸν τέλειον ἢ ἡμιτομίαν. Ὅμηρος· «πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι.»
ἢ λάγνον.
κνάκωνα φυλάσσεο: λευκὸν ἢ πυρρὸν ἀπὸ τῆς κνήκου τοῦ σπέρματος.
κνάκωνα: τὸν λευκὸν τράγον ἀπὸ τῆς κνήκου τοῦ σπέρματος λευκοῦ ὄντος.
κνῆκος εἶδος φυτοῦ, οὗ ὁ καρπὸς πυρρακίζων.
μή τι κορύψῃ: οὐ περισπᾶται. τὰ γὰρ ὑποτακτικὰ ὁμοίως ἡμῖν οἱ Δωριεῖς προφέρουσι.
τὸ δὲ κορύψῃ ἀντὶ τοῦ κερατίσῃ. τὸ γὰρ κερατίζειν κορύπτειν οἱ Ἀττικοὶ λέγουσι διὰ τὸ συντρέχοντας ἀλλήλοις τοὺς κριοὺς ταῖς κορυφαῖς πλήττειν τε καὶ ῥήγνυσθαι.
κορύψῃ: κερατίσῃ. κερατίζειν γὰρ κορύπτειν οἱ Ἀττικοὶ λέγουσι διὰ τὸ τοὺς κριοὺς ἀλλήλους ταῖς κορυφαῖς τύπτειν.
τὸν ἐρωτύλον: τὸν ἐρωτικὸν ὑποκοριστικῶς, οὐχ ὥς τινες κυρίως. παροξύνονται δὲ τὰ τοιαῦτα πλὴν τοῦ Ὄξυλος καὶ τοῦ «παῖδʼ ὀλοφυρομένη Ἴτυλον»· οἷον ἐρωτύλος, Αἰσχύλος, Δριμύλος, Σιμύλος.
ἦ ῥά γέ τοι σιμός: τινὲς διὰ τὸ σιμὸς τὸν Θεόκριτόν φασι κωμάζειν, ἐπεὶ καὶ ἐν τοῖς Θαλυσίοις Σιμιχίδας ὠνόμασται. πλὴν οὐκ αἰπόλος ὁ Θεόκριτος οὐδὲ Σιμιχίδας δύναται ἀπὸ τοῦ σιμὸς εἶναι, ἀλλʼ ἀπὸ Σιμίχου πατρωνυμικῶς.
τινὲς δὲ διὰ τὸ σιμὸς τὸν Θεόκριτον οἴονται κωμάζειν, Σιμιχίδην καλοῦντες.
προγένειος: ὁ πολλὰς καθειμένας τρίχας ἔχων τοῦ πώγωνος, ἤτοι ὁ πολυγένειος.
ἆρα σιμὸς καὶ πολυγένειός σοι καταφαίνομαι, ὦ νύμφη;
ἡνὶ δέ τοι: ἀντὶ τοῦ ἰδού. δασύνεται τὸ η … μετὰ ὀξέος τόνου· καὶ γὰρ παρὰ Ἀττικοῖς οὕτω προφερόμενον.
τηνῶθε: ἐξ ἐκείνου τοῦ τόπου. οἱ γὰρ Δωριεῖς τὸ ἐκεῖνος τῆνός φασιν.
ἐκέλευ: ἐκέλευσας ἦν καὶ κατὰ ἀποκοπὴν ἐκέλευ. ἢ κέλω λέγεται τὸ προστάσσω, ὁ παρατατικὸς ἐκελόμην ἐκέλου καὶ Αἰολικῶς ἐκέλευ· οἱ γὰρ Αἰολεῖς τὴν ου εἰς ευ τρέπουσιν.
θᾶσαι μάν: θέασαι δὴ τὴν λύπην, ἥτις τὴν ψυχήν μου ἀλγεῖν ποιεῖ. ἡ μεταφορὰ ἀπὸ τῶν ὁρατῶν ἐπὶ τὰ νοούμενα. Ὅμηρος· «ὀσσόμενος πατέρʼ ἐσθλόν.»
ἢ θᾶσαί μιν ἀντὶ τοῦ ἐμοῦ.
ἁ βομβεῦσα: εὔχεται γενέσθαι μέλισσα, ἢ ἵνα κεντρίσας ἀντοδυνήσῃ ἢ ὑπὲρ τοῦ λαθεῖν εἰσελθών.
μέλισσα: παρόσον ἐπὶ τῶν μήλων ἱζάνει· μῆλα δὲ πάντα τὰ ἄκρα τῶν δένδρων. Ὅμηρος· «αὐτῇσι ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.»
Ῥοῖκός τις Κνίδιος τὸ γένος ἐν Νίνῳ τῇ Ἀσσυρίων ἰδὼν δένδρον εὐφυὲς κεκλιμένον, ἀπὸ δὲ τοῦ χρόνου πίπτειν μέλλον, κάμαξιν ἐνστηρίξας ἐπὶ πλέον μένειν ἐποίησεν. ἡ δὲ Νύμφη θεασαμένη χάριν αὐτῷ ὡμολόγησεν· ἡλικιῶτις γὰρ ἔφη εἶναι τοῦ φυτοῦ. καὶ ἐκέλευσεν αὐτόν, ὅ τι ἂν ἐθέλῃ, αἰτεῖν. ὁ δὲ τὴν συνουσίαν αὐτῆς ᾐτήσατο. ἡ δὲ ἔφη αὐτῷ, ὅτι τὸν καιρὸν τῆς μίξεως ἀφικνουμένη σοι μέλισσα προερεῖ. μήποτε οὖν μέμνηται ὁ Θεόκριτος τᾶς ἱστορίας ταύτης διὰ τὸ τὴν μέλισσαν διακονῆσαι πρὸς τὰ ἐρωτικά.
τὸν κισσόν: ἀγροικικῆς γὰρ οὔσης τῆς Ἀμαρυλλίδος οἰκίας εἰκὸς καὶ κισσὸν ἔχειν ἐν ἑαυτῇ.
πτέρις εἶδος βοτάνης ὁμοίας πτερῷ στρουθοκαμήλου, ἀφʼ ἧς στιβάδες ἐπὶ κλίνης τῶν ἀγροίκων γίνονται διὰ τὴν μαλακότητα καὶ διὰ τὸ ἀποδιώκειν τῇ ὀσμῇ τοὺς ὄφεις.
καλεῖται δὲ καὶ βλῆχρον.
πτέριν: βοτάνη συγκαμπτή.
ἦ ῥα λεαίνας: οὐκ ἀφʼ ἱστορίας, ἀλλὰ διὰ τὸ ἄγριον. καὶ γὰρ Ἀχιλλεὺς Θέτιδος καὶ Πηλέως, ἀλλὰ διὰ τὸ ἄγριόν φησιν Ὅμηρος· «γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα».
κατασμύχων: λεπτύνων, καίων, ξαίνων, τήκων.
τὸ πᾶν λίθος: ὅλη λευκὴ οἷον ἄγαλμα μαρμάρινον. ἢ σκληρὰ καὶ ἄτεγκτε ἢ μόνον οὐχὶ ἀπολιθοῦσα τοὺς ὁρῶντας τῷ κάλλει, οἷόν τί φασι καὶ περὶ Γοργόνος.
τὸ πᾶν λίθος: ἤγουν σκληρὰ καὶ ἀδαμάντινε διὰ τὸ ἀνηλεὲς καὶ ἀνένδοτον ἢ μόνον οὐχὶ τοὺς προσορῶντας ἀπολιθοῦσα διὰ τὴν πρὸς τὸ κάλλος ὑπερβολὴν οἷον τὸ περὶ τὰς Γοργόνας.
εἰ δὲ γράφεται διὰ τοῦ π λίπος, νοητέον οὕτως· εἰς ἣν ὀλισθαίνουσι πολλοὶ διὰ τὸν ἔρωτα· ὀλισθηρὰ γὰρ τὰ λιπαρά. ἢ ἡ βλέπουσα λιπαρόν τι καὶ λευκόν· Ὅμηρος· «λευκοί, ἀποστίλβοντες ἀλοιφῇ».
ἐὰν δὲ γράφηται λίπος, ἔσται· εἰς ἣν ὀλισθαίνουσι πολλοὶ τῷ ἔρωτι· ὀλισθηρὰ γὰρ τὰ λιπαρὰ χωρία.
γράφεται καὶ τὸ πᾶν ἔπος.
τὸν στέφανον τῖλαι: τὸ ἑξῆς· ἤτοι κατατῖλαι τὸν στέφανον εἰς λεπτά. στεφάνοις γὰρ ἐχρῶντο ἐν τῷ συμποσίῳ, ὥς φησιν Ἀριστοτέλης, εὐετηρίαν καὶ ἀφθονίαν αἰνιττόμενοι τροφῶν· στέψαι γὰρ τὸ πληρῶσαι, ὡς Ὅμηρος· «κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο».
καλύκεσσι: τοῖς τοῦ κισσοῦ κορύμβοις.
ὁ δύσσοος: ὁ δυσχερῶς διωκόμενος. λαοσσόος γὰρ ἡ Ἀθηνᾶ ἡ λαὸν διώκουσα ἢ σῴζουσα. δύσσοον δὲ οἱ μὲν τὸν κακοδαίμονα, οἱ δὲ τὸν δυσχερῶς σῳζόμενον παρὰ τὸ σόος. καὶ Ὅμηρος· «ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί».
ὁ δύσσοος: ὁ δυσχερῶς σῳζόμενος.
ὁ δύσσοος: ὁ δυσκίνητος ἀπὸ τοῦ δυς καὶ τοῦ σεύω τὸ ὁρμῶ.
Ὄλπις: ἤτοι ἐκεῖθεν ἁλοῦμαι, ὅθεν ὁ ἁλιεὺς Ὄλπις.
βαίτα δὲ ἡ μηλωτή. ἐτυμολογεῖται δὲ παρὰ τὸ βία καὶ τὸ αἴτης ὁ πτωχός· ἡ διὰ βίας αἱρεθεῖσα τοῦ αἴτου.
τὰν βαίταν: τὴν μηλωτήν· ἡ διὰ τῆς βίας τῶν αἰτῶν αἱρεθεῖσα.
τὰν βαίταν: τὴν μηλωτὴν ἢ τὴν διφθέραν, φησίν, ἀπορρίψας εἰς τὴν θάλασσαν ἐκεῖθεν ἁλοῦμαι, ὅ ἐστι πηδήσω, ὅθεν ὁ Ὄλπις ὁ ἁλιεὺς ἀγρεύει τοὺς ἰχθῦς.
Ὄλπις δὲ ἀπὸ τοῦ λέπω λόπις ὑπερθέσει τοῦ ο· Ὄλπις, ὁ τοὺς λεπιδωτοὺς ἰχθύᾳς ἀγρεύων ἢ ὁ τοὺς ἔλλοπας ἀγρεύων. ἔστι δὲ πεποιημένον ἢ κύριον.
Ὄλπις δὲ τὸ ὄνομα τοῦ ἁλιέως, ἤγουν παρὰ τὴν λεπίδα τῶν ἰχθύων. ἢ παρὰ τὴν τοῦ σώματος σχέσιν· ὄλπην γάρ φασι τὴν λήκυθον, ὡς εἶναι παρὰ τὴν σμικρότητα τὸ ὄνομα.
Ὄλπις ὁ τοὺς ἔλλοπας ἀγρεύων, ἵνʼ ᾖ ἐπίθετον τῶν ἁλιέων. ἢ κατὰ διαφορὰν τῶν ἄλλων ἁλιέων· εἰσὶ γὰρ καὶ ἕτεροι, οἱ περὶ τὰ ὄστρεα ἀσχολούμενοι.
καἴκα μὴ ʼποθάνω: καὶ ἐὰν μὴ ἀποθάνω, φησίν, ὅμως εὐφρανθήσῃ, ὅτι ἔρριψα ἐμαυτόν.
τό γε μὰν τεόν: ἤγουν τό γε σὸν μέρος, ἤτοι κατὰ τὸ σὸν θέλημα, ἡδὺ τὸ θανεῖν μέ ἐστί σοι. ἢ ὅτι ὅσον περὶ σοῦ ἡδὺ τὸ θανεῖν ἐστί μοι.
τό γε μὰν τεόν: τό γε σόν, ἤγουν περὶ σοῦ, ἡδὺ τὸ θανεῖν ἐστί μοι. ἢ ὅτι ἡδύ σοί ἐστι τὸ θανεῖν με· ἡσθήσῃ γάρ, ὅτι ἐκινδύνευσα.
τηλέφιλον: τὸ φύλλον τῆς μήκωνος, ὅπερ τύπτοντες ἐσημειοῦντο τὸν ἔρωτα, εἰ ἀντερῶνται ὑπὸ τῶν ἐρωμένων, οἱ ἐρῶντες.
βοτάνιον δέ ἐστιν ἐν τῇ πλήξει φωνοῦν, σημαῖνον φιλεῖσθαί τινα ὑπὸ τοῦ ἐρωμένου ἢ τῆς ἐρωμένης. εἴρηται δὲ κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ δ, οἷον δηλέφιλόν τι ὄν, τὸ δηλοῦν τὴν φιλίαν.
ἔστι δὲ φυτάριόν τι, ὅ τινες τῶν ἐρωτικῶν τιθέντες ἐπὶ τῶν ὤμων ἢ τῶν καρπῶν ἐπικρούουσι. καὶ ἐὰν μὲν ἐρυθρὸν γένηται, καλοῦντες αὐτὸ ῥόδιον νομίζουσιν ἀγαπᾶσθαι ὑπὸ τῶν ἐρωμένων, τοῦ χρώματος δʼ ἐμπρησθέντος ἢ ἑλκωθέντος μισεῖσθαι.
τηλέφιλον: ῥιζίον τι θαμνῶδες, κάτωθεν δὲ ἀναβαίνει τρίκλωνον, τοὺς δὲ κλῶνας ἔχει δοχμῆς μείζονας σπιθαμιαίας. τὰ δὲ φύλλα ἔοικε τῷ σπειρομένῳ λωτῷ. λοβὸν δὲ ἀφίησιν ἑλικοειδῆ, ἐν ᾧ τὸ σπέρμα· οὗ ἐπιχριομένου ὁ χρὼς ἐξαιμάττεται καὶ τύπους τινὰς λαμβάνει. οὐ μόνον δὲ ἐπὶ τὰς χεῖρας τὸ τηλέφιλον, ἀλλὰ καὶ ἐπὶ τὸν ὦμον τιθέντες, ἔσθʼ ὅτε καὶ ἐπὶ τὸν πῆχυν, ἀπεπειρῶντο τοῦ ψόφου.
τηλέφιλον: τηλέφιλόν ἐστι τὸ φύλλον τῆς μήκωνος. ἄλλοι δὲ βοτάνην ἑτέραν λέγουσιν εἶναι τὸ τηλέφιλον. εἴτε δὲ τοῦτο εἴτε ἐκεῖνό ἐστιν, ἀναλαμβάνεται παρὰ τῶν ἐρώντων τὸ τηλέφιλον, καὶ πληττόμενον εἰ ψόφον ἀπετέλει, ἐδίδου αὐτοῖς σημειοῦσθαι, ὅτι ἀντερῶνται ὑπὸ τῶν ἐρωμένων. εἴρηται δὲ τὸ τηλέφιλον κατὰ κοινωνίαν τοῦ τ πρὸς τὸ δ, οἱονεὶ δηλέφιλον, τὸ δηλοῦν τὸν φίλον.
ποτεμάξατο: προήκατο τὸν ἐξ αὐτοῦ γινόμενον ψόφον, διὰ τὸ μὴ κτύπον ποιῆσαι πρὸς τὸν πῆχυν.
πλατάγημα: τὸ πλαταγώνιον. ἔστι δὲ τὸ τῆς μήκωνος φύλλον, ὃ τιθέντες κατὰ τὸν ἀντίχειρα καὶ τὸν λιχανὸν δάκτυλον τύπτουσι τῇ δεξιᾷ, ὥστε πλατάσσειν.
ἀλλʼ αὕτως ἁπαλῶ: τοὺς δακτύλους καλεῖ μεταφορικῶς πῆχυν—κυρίως γὰρ πῆχυς τὸ ἀπὸ τοῦ ἀγκῶνος—καί φησι· πρὸς τὸν πῆχυν ἐξεμαράνθη ψόφον μὴ ποιῆσαν.
Γροιώ: τινὲς ὄνομα κύριον τὸ Γροιώ· οὐδέποτε γὰρ τὴν γραῖαν οὕτως φασί. τινὲς δὲ ἀγροιώ, τὴν ἐπὶ τῶν ἀγρῶν τρεφομένην.
ἀγροιώ: ἡ ἐπὶ τῶν ἀγρῶν. ἢ κύριον ὄνομα.
ποιολογεῦσα: ἀναλεγομένη τοὺς στάχυας. ποίαν δὲ ἴσως τὸν πυρὸν κατʼ ἐξοχήν, ἀφʼ οὗ καὶ τὸν ἐνιαυτὸν ποίαν ἐκάλεσαν.
ποία κυρίως ὁ πυρός. ἢ ἀπὸ τοῦ ποία ἡ βοτάνη.
ἡ πρὶν καλάμην συλλέγουσα καὶ σταχυολογοῦσα.
ποιολογεῦσα: ἀσταχυολογοῦσα. κυρίως δὲ ποία ὁ πυρός.
παραιβάτις: ἢ ὄνομα κύριον ἢ ἡ παροδῖτις.
ἢ ἡ παραπορευομένη ἔριθος.
ἐριθακίς: μισθώτρια ὑποκοριστικῶς. ἢ ὄνομα κύριον. ἔστι δὲ καὶ ὄρνεον, ἀφʼ οὗ τὸ ὄνομα.
ἐριθακίς: ἢ ἔριθος καὶ μισθία ἢ ὄνομα κύριον.
ἐριθακίς: ἡ περὶ τὰ ἔρια θακοῦσα.
ἐνδιαθρύπτῃ: ἀπονοῇ, ἐμβλακεύῃ, σπαταλᾷς, τρυφᾷς.
ἐνδιαθρύπτῃ: ἀκκίζῃ, κενοδοξεῖς, σπαταλᾷς.
ἐνδιαθρύπτῃ: ἀποσεμνύνῃ μοι ἤτοι κενοδοξεῖς.
ἅλλεται ὀφθαλμός μευ: δοκοῦσιν ὄψεσθαί τινα τῶν οἰκείων, ἂν ἅλλωνται οἱ ὀφθαλμοί.
ἀσεῦμαι: Ἰωνικῶς λυπηθήσομαι, ἀδημονήσω· ἄση γὰρ ἡ ἀδημονία. τινὲς δὲ ἀντὶ τοῦ πλησιάσω.
ἐντεῦθεν ἄρχεται τῆς ᾠδῆς.
Ἱππομένης: Ἱππομένης ὁ υἱὸς Μεγαρέως τῆς Σχοινέως Ἀταλάντης τῆς δρομαίας ἐρασθεὶς Ἀφροδίτης συνεργούσης ἔδραμεν ἐπὶ τὸν ἀγῶνα. ἢ γὰρ ἔδει τὸν ἀγωνιζόμενον τῷ δρόμῳ ἡττηθέντα θνήσκειν ἢ παρελθόντα δρόμῳ λαμβάνειν τὴν κόρην. ἔχων οὖν παρὰ τῆς θεᾶς παραγενομένης τῷ δρόμῳ μῆλα χρυσᾶ ἐκ τοῦ τῶν Ἑσπερίδων κήπου ἔρριπτεν ἕκαστον αὐτῶν. οὕτως δὲ ἀσχολουμένης τῆς κόρης περὶ τὴν τῶν μήλων συλλογήν, ἐλείφθη. λαβὼν δʼ αὐτὴν γυναῖκα μετεμορφώθη εἰς λέοντα ἐν ἱερῷ τόπῳ συνελθὼν αὐτῇ
ἐγκρατὴς ἐγένετο Ἱππομένης ὁ Μεγαρέως τῆς Ἀταλάντης μῆλα χρυσᾶ λαβὼν παρʼ Ἀφροδίτης ἐκ τοῦ τῶν Ἑσπερίδων κήπου.
ἁ δʼ Ἀταλάντα: δύο Ἀταλάνται εἰσίν, ἡ μὲν Ἀρκαδίας, ἡ δὲ Βοιωτίας. ἡ Σχοινέως τοίνυν θυγάτηρ Βοιωτικὴ οὖσα καὶ δρομαία προέθετο τὸν γάμον αὐτῆς, εἴ τις νικήσει αὐτὴν δρόμῳ. καὶ πολλοὺς θελήσαντας λαβεῖν αὐτὴν νικήσασα ἀνεῖλεν. Ἱππομένης οὖν λαβὼν χρυσᾶ μῆλα ἐξ Ἀφροδίτης παραγενομένης τῷ δρόμῳ ἔρριπτεν ἕκαστον αὐτῶν εἰς τοὐπίσω. ἡ δὲ εὐθέως περὶ τὸν ἵμερον τῶν μήλων ἐγένετο καὶ ἡττήθη, ὁ δὲ διʼ αὐτῶν ἐνίκησεν. ἡ δὲ Ἀρκαδικὴ Ἀταλάντη ἦν τοξότις δεινή.
ὡς εἶδεν: ὅτε εἶδε … τῶν μήλων αὐτοῦ ἐρασθεῖσα.
ὡς ἴδεν, ὡς ἐμάνη: ἀντὶ τοῦ εὐθέως. καὶ Ὅμηρος· «ὡς ἴδεν, ὥς μιν μᾶλλον ἔδυ χόλος».
ἐπιμονὴ τὸ σχῆμα καὶ ἐπανάληψις καὶ ἔστι τῆς γλυκύτητος.
τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους: Νηλεὺς ὁ Τυροῦς καὶ Κρηθέως τὴν θυγατέρα Πειρὼ ἐκείνῳ δώσειν ἔφη γυναῖκα τῷ ἐξάξοντι τὰς βοῦς αὐτοῦ ἀπὸ Ἰφίκλου ἐκ Φυλάκης. Βίας δὲ ὁ Μελάμποδος ἀδελφὸς ἤρα αὐτῆς σφόδρα. ὁ οὖν Μελάμπους ἐλθὼν εἰς τὴν Ἰφίκλου χώραν διὰ τὰς βοῦς ἐδεσμεύθη παρʼ Ἰφίκλου. μέλλοντος δὲ τοῦ δωματίου, ἐν ᾧ ἦν, πίπτειν μάντις ὢν προεμήνυσεν. ἐφʼ ᾧ καταπληχθεὶς ὁ Ἴφικλος ἔλυσεν. ἄγονον δὲ ὄντα τὸν Ἴφικλον ποιήσας γόνιμον ἔλαβε τὰς βοῦς τρόπῳ τοιῷδε.
τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος: Νηλεὺς ἔχων θυγατέρα Πειρὼ οὐκ ἐδίδου αὐτήν τινι γυναῖκα εἰ μὴ τῷ συντιθεμένῳ ἀγαγεῖν αὐτῷ τὰς Ἰφίκλου βοῦς. Μελάμπους δὲ θέλων τῷ οἰκείῳ ἀδελφῷ Βίαντι τὴν κόρην δοῦναι τὸν κίνδυνον ὑπέστη. συλληφθεὶς δὲ ὑπὸ τῶν βουκόλων τοῦ Ἰφίκλου ἐν φυλακῇ ἐβλήθη. καὶ ἐκεῖ ὢν ἤκουσε λεγόντων τῶν σκωλήκων ἐλάχιστον εἶναι τὸ περιττεῦον τῆς δοκοῦ εἰς διάβρωσιν καὶ προμηνύσας τῷ Ἰφίκλῳ τὴν τοῦ δόμου πτῶσιν ἐθαυμάσθη ὑπʼ αὐτοῦ. καὶ ἤρετο αὐτὸν ὡς μάντιν, πῶς ἂν παῖδας ποιήσῃ. ἄτεκνος γὰρ ἦν ἐκ τοιαύτης αἰτίας
Φυλάκῳ τῷ πατρί, ἀφʼ οὗ καὶ ἡ χώρα Φυλάκη ἐκαλεῖτο, ἐκτέμνοντι ὁ Ἴφικλος παῖς ὢν παρίστατο· ὃν ἐκπλῆξαι ὁ πατὴρ θέλων ἣν εἶχε μάχαιραν εἰς τὸ πλησίον δένδρον ἐμπῆξαι ὥρμησε, καὶ συνέβη ἐπενεγκεῖν αὐτὴν τοῖς μορίοις τοῦ παιδός. ἐπεὶ δὲ ἄγονος ἦν ὁ Ἴφικλος, εὑρὼν ὁ Μελάμπους τὴν μάχαιραν ἐκέλευσε τὸν ἰὸν ἀποξέσαντα πίνειν. καὶ οὕτως αὐτὸν πατέρα ἐποίησε καὶ λαβὼν τὰς βοῦς διὰ τούτων τῷ ἀδελφῷ Βίαντι τὸν τῆς Πειροῦς γάμον περιεποιήσατο.
ἡ ἱστορία παρὰ Ἀπολλωνίῳ
χὡ μάντις ἀπʼ Ὄθρυος: καὶ ὁ Μελάμπους ἦγε τὴν Ἰφίκλου ἀγέλην Νηλεῖ εἰς Πύλον, ἵνα ἄγηται τῷ ἀδελφῷ τὴν Πειρώ, ἥτις ἔτεκεν Ἀλφεσίβοιαν, μητέρα Μελάμποδος ἴσως ἑτέρου.
ἀπʼ Ὄθρυος: οἱ μὲν πόλεως ὄνομά φασιν εἶναι τὸ Ὄθρυς, οἱ δὲ τὴν φυλακήν. ἤγουν· ἀπὸ τῆς φυλακῆς, ἐν ᾗ ἐφυλάσσοντο οἱ βόες, ἢ ἀπὸ τῆς πόλεως, ἐν ᾗ ἦσαν.
Μελάμπους δὲ ἐκλήθη, ὅτι γεννηθεὶς ἐξετέθη παρὰ τῆς μητρὸς Ῥοδόπης ἐν ὑλώδει τόπῳ, παντὸς δὲ τοῦ σώματος σκεπομένου μόνους ἦν γυμνὸς τοὺς πόδας καὶ ἐξεκαύθη ὑπὸ τοῦ ἡλίου. διὰ τοῦτο Μελάμπους ἐκλήθη.
Ἀλφεσιβοίης: Αἰόλου τοῦ Ἕλληνος Σαλμωνεύς, ἐξ οὗ Τυρώ, ἐξ ἧς καὶ Κρηθέως Νηλεύς, ἐξ οὗ Πειρώ, ἐξ ἧς Ἀλφεσίβοια.
Κυθέρειαν: τὴν Ἀφροδίτην παρὰ τὸ αἰτίαν εἶναι τοῦ κύειν.
ὥστʼ οὐδὲ φθίμενόν νιν: ὥστε οὐδὲ τελευτήσαντα τὸν Ἄδωνιν τοῦ ἰδίου αὐτῆς μαστοῦ χωρίζει, ἀλλʼ ἀεὶ αὐτῷ καὶ τελευτήσαντι συμπάρεστι. δοκεῖ δὲ ὁ Ἄδωνις ἓξ μῆνας παρὰ Περσεφόνῃ ποιεῖν, ὁμοίως δὲ καὶ παρὰ Ἀφροδίτῃ.
ἄτερ μαζοῖο: ἄνευ τοῦ συγκαθεύδειν καὶ προσστερνίζεσθαι.
ὥστʼ οὐδὲ φθίμενόν νιν: δοκεῖ γὰρ ὁ Ἄδωνις ἓξ μὲν μῆνας παρὰ Περσεφόνῃ, ἓξ δὲ παρὰ Ἀφροδίτῃ εἶναι.
λέγεται δὲ περὶ τοῦ Ἀδώνιδος, ὅτι καὶ ἀποθανὼν ὁ Ἄδωνις ἓξ μῆνας ἐποίησεν ἐν ταῖς ἀγκάλαις τῆς Ἀφροδίτης, ὥσπερ καὶ ἐν ταῖς ἀγκάλαις τῆς Περσεφόνης. τοῦτο δὲ τὸ λεγόμενον τοιοῦτόν ἐστιν ἀληθῶς· ὅτι ὁ Ἄδωνις ἤγουν ὁ σῖτος ὁ σπειρόμενος ἓξ μῆνας ἐν τῇ γῇ ποιεῖ ἀπὸ τῆς σπορᾶς καὶ ἓξ μῆνας ἔχει αὐτὸν ἡ Ἀφροδίτη, τουτέστιν ἡ εὐκρασία τοῦ ἀέρος· καὶ ἔκτοτε λαμβάνουσιν αὐτὸν οἱ ἄνθρωποι.
ὁ τὸν ἄτροπον: ἄτρεπτον, ἀμετακίνητον, αἰώνιον καθεύδων ὕπνον. φασὶ γάρ, ὡς Ἐνδυμίωνος ἠράσθη ἡ Σελήνη κατὰ τὸ Λάτμιον ὄρος τῆς Καρίας κυνηγετοῦντος. φιλοκύνηγος δὲ ὢν ἡμέρας ὕπνωττε, κατὰ τὰς νύκτας δὲ λαμπούσης τῆς Σελήνης ἐθήρευε διὰ τὸ τὰ θηρία κατὰ τοῦτον τὸν καιρὸν ἐξιέναι. οὕτως Νίκανδρος μακαρίζω, φησί, διὰ τὸ ἐκεῖνον μὲν φιλεῖσθαι ὑπὸ Σελήνης, ἐμὲ δὲ ὑπὸ σοῦ μισεῖσθαι.
Ἐνδυμίων παρὰ τοῖς θεοῖς διατρίβων ἠράσθη Ἥρας. ἐφʼ ᾧ χαλεπήνας ὁ Ζεὺς ἐποίησε διαπαντὸς καθεύδειν ἀθάνατον, τὸ δὲ ἄντρον, ἐν ᾧ ἐκάθευδεν, ἐν Λάτμῳ τῆς Καρίας.
ζαλωτὸς μέν: Ἐνδυμίωνος ἠράσθη Σελήνη καὶ κατὰ τὸ ὄρος τὸ Λάτμιον τῆς Καρίας κυνηγετοῦντι ἐμίγη· καὶ ἀλληγοροῦσιν, ὡς … φιλοκύνηγος ὢν τῇ Σελήνῃ συνεθήρα νυκτός, ἡμέρας δὲ ὕπνωττεν.
Ἰασίωνα: Ἰασίων ὁ Κρής, Κρήτης βασιλεύς, υἱὸς ἦν Μίνωος καὶ Φρονίας νύμφης. τούτῳ ἐν λειμῶνι κοιμωμένῳ ἡ Δημήτηρ συνῆλθε καὶ ἔτεκε τὸν Πλοῦτον.
βέρβαλοι: ἀμύητοι, ἀμυστηρίαστοι, μυστήρια μὴ ἔχοντες. παρεμφαίνει δὲ μυστικὸν τὸν ἔρωτα Ἰασίωνος καὶ Δήμητρος.
τὰν κεφάλαν: ὡς ἡμέραν. πολλὰ γὰρ Αἰολικὰ σῴζεται παρὰ Συρακουσίοις.
ὡς μέλι τοι: ὅπως τοῦτό σοι ὡς μέλι γλυκὺ κατὰ βρόχθοιο, τουτέστι τοῦ φάρυγγος, γένηται.
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο: βρόχθος λέγεται τὸ ἐπίλακκον μέρος, τὸ μετὰ τὸν τράχηλον, ποιὸν ἦχον ἀποτελοῦν.
Νομεῖς
Ἐπιγράφεται τὸ εἰδύλλιον τοῦτο Αἰπολικὸν καὶ Βουκολικόν. ἔστι Βάττος μὲν αἰπόλος, Κορύδων δὲ βουκόλος, οἳ πρὸς ἀλλήλους διαλέγονται ἀμοιβαίως. ὑποτίθεται δὲ τὸν Κορύδωνα βοῦς νέμοντά τινος Αἴγωνος, ὅν φησιν εἰς Ὀλυμπίαν ὑπὸ Μίλωνος τοῦ παλαιστοῦ ἀπαχθῆναι λίαν ἰσχυρὸν ὄντα, ὅπως ἀγωνίσηται· τὸν δὲ Βάττον ταῦτά τε πυνθανόμενον καὶ λέγοντα, ὅτι κακοῦ ἔτυχον αἱ βόες βουκόλου καί εἰσι λεπταί. τὰ δὲ πράγματα ἐν Κρότωνι τῆς Ἰταλικῆς ὑπόκεινται.
Βάττος αἰπόλος καὶ Κορύδων βουκόλος ἀμοιβαίως πρὸς ἀλλήλους διαλέγονται. τὰ δὲ πράγματα ἐν Κρότωνι τῆς Ἰταλικῆς. αἱ δὲ βόες Αἴγωνος· οὗτος πεπόρευται Ὀλύμπια μετὰ Μίλωνος ἀγωνιούμενος.
οὐ πάντως δὲ ὁ Θεόκριτος γέγονε κατὰ τοὺς αὐτοὺς χρόνους τῷ Μίλωνι, ἐπεὶ μέμνηται αὐτοῦ, ἀλλʼ
ἔστι πολὺ νεώτερος, εἴγε ὁ Μίλων τὴν ξʹ πάλην νικᾷ παίδων, ὁ Θεόκριτος δέ, ὥσπερ ἐδείξαμεν, κατὰ τὴν ρκδʹ Ὀλυμπιάδα ἤκμαζεν.
ἀρχαιότερος οὖν ὁ Μίλων· μέμνηται δὲ αὐτῶν τῶν πραγμάτων.
ἦ πᾴ ψε: τὸ ψε οἱ Δωριεῖς ἀντὶ τοῦ σφε· ἤτοι ἦπού σφε, τουτέστιν ἦπου αὐτὰς ἐφʼ ἑσπέρας πάσας ἀμέλγεις;
εἰώθασι γὰρ οἱ νομεῖς μετὰ τὸ τοῖς δεσπόταις ἀμέλξαι τὸ γάλα ὕστερον καὶ ἑαυτοῖς λάθρα ἀμέλγειν.
ἦ πᾴ ψε: ἦπου αὐτάς· τὸ γὰρ ψε ἀντὶ τοῦ σφε Δωρικῶς.
ὑφίητι τὰ μοσχία: πῶς, φησί, δύναμαι ἀμέλγειν λάθρα, ὅπου γε ὁ πατὴρ τοῦ Αἴγωνος ὑποβάλλει τὰ ἴδια;
ἀλλʼ ὁ γέρων ὑφίητι: ὑφίησιν, ὑποβάλλει. ὁ δὲ γέρων οὗτος τάχα ἂν εἴη ὁ πατὴρ τοῦ Αἴγωνος.
ὑφίητι: καλλίστως τέθειται τὸ ὑφίησιν ἀντὶ τοῦ ὑποκάτω βάλλει.
μοσχία τοὺς ὑπομαζίους μόσχους φησί.
αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος: ὁ δὲ βουκόλος, φησίν, εἰς τίνα χώραν ᾤχετο ἀφανὴς γενόμενος ἤδη;
οὐκ ἄκουσας: οὐκ ἀναγέγραπται ὁ Αἴγων νενικηκὼς Ὀλύμπια.
ἐπʼ Ἀλφειόν: ἀντὶ τοῦ ἐπὶ τὴν Ὀλυμπίαν· παραρρεῖ γὰρ αὐτὴν ὁ Ἀλφειός.
Μίλων: τὸν Κροτωνιάτην Μίλωνά φησιν, ὃν καὶ Ἀριστοτέλης πολυφάγον φησί. λέγουσι δὲ αὐτὸν εἶναι καὶ ἀνδρεῖον. ἐβρώθη δὲ ὑπὸ κυνῶν· ἐλθὼν γὰρ εἰς ὄρος καὶ εὑρών τινας δένδρον σχίζοντας, σφῆνα δὲ βαλόντας μέσον τοῦ ξύλου, θέλων ἐκβαλεῖν αὐτὸς τὸν σφῆνα ἐκρατήθη ἐκεῖ καὶ οὕτως ἐτελεύτησε.
καὶ πόκα τῆνος: καὶ πότε ἐκεῖνος ἔλαιον εἶδεν, ὃ κατὰ τὰ γυμνάσια ἀλείφονται; ἥκιστα γὰρ οἱ ἀγροῖκοι ἐλαίῳ χρῶνται. οὐχ ὥς τινες ἀναγινώσκουσιν ἐλαιόν, ὡς ἀραιόν, ἵνʼ ᾖ σημαῖνον τὸ ἀγριέλαιον, ἐξ οὗ ὁ Ὀλυμπιακὸς στέφανος σύγκειται. ἀγνοοῦσι γάρ, ὅτι ὁ Ὀλυμπιακὸς στέφανος ἐκ τῆς καλλιστεφάνου ἐλαίας λεγομένης δίδοται, ἥτις … ἀπέχει σταδίων ὀκτώ, ὥς φησιν Ἀριστοτέλης
τινὲς ἐλαιὸν ὀξυτόνως ἐκδεχόμενοι τὸν ἐξ ἀγριελαίας στέφανον οὕτως καλοῦσι.
ἔλαιον ἐν ὀφθαλμοῖσιν: ἔλαιον, ᾧ οἱ ἀγωνιζόμενοι ἀλείφονται. ἢ ἔλαιον τὸ ἀγριέλαιον, ὅ ἐστι κότινον, ᾧ οἱ νικήσαντες στεφανοῦνται.
κάρτος ἐρίσδεν: γράφεται κάλλος, καὶ ἔστι κάλλιον, ἵνα μὴ διττολογήσῃ βίην καὶ κάρτος λέγων.
ἔφαθʼ ἁ μάτηρ: τοῦτο ἀμφίβολον· ἢ τὸν Αἴγωνα ἔφη κρείττονα εἶναι τοῦ Πολυδεύκους ἢ ἐμέ.
σκαπάναν: δίκελλαν ἢ ἄμην· οἱ γὰρ γυμνασταὶ τούτοις ἐχρῶντο ὑπὲρ γυμνασίας, τῇ σκαπάνῃ σκάπτοντες καὶ τὰ ἄνω μέρη τοῦ σώματος ἀναρρωννύντες.
κᾤχετʼ ἔχων σκαπάναν: σκαπάνη ἐστὶ σκαφίον, ὃ οἱ Ἀττικοὶ ἄμην λέγουσι. χρῶνται δὲ αὐτῷ πάντες μὲν οἱ ἀθληταί, μάλιστα δὲ οἱ πύκται.
εἴκοτι τουτόθι μῆλα: θρέμματα. λέγει δὲ τούτων τὰ κρέατα, ἵνα ἔχῃ κρεωφαγεῖν. ὅτι δὲ μῆλα οὐ μόνον τὰ πρόβατα, ἀλλὰ καὶ πάντα τὰ θρέμματα, λέγει Ὅμηρος· «ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει»· οἱ γὰρ ἀρχαῖοι βοείοις ἐχρῶντο κρέασιν.
μῆλα δὲ τὰ πρόβατα. ἐκ δὲ τούτου τὰ κρέατά φησιν, ἵνʼ ἔχῃ τρώγειν.
τουτόθι μᾶλα: ἐντεῦθεν μῆλα. αὐτὸν δὲ τὸν καρπὸν τῶν μήλων λέγει, καθὰ καὶ Μίλων ῥοιὰν ἔχων ἠγωνίζετο.
τὸ λυσσᾶν ἴδιον τῶν κυνῶν· ἀλλʼ ἴσως λέγει, ὅτι πείσει καὶ τοὺς λύκους τὸ παρὰ τὴν συνήθειαν ὑπομεῖναι. φησὶν οὖν, ὅτι καὶ τοὺς λύκους ἐκμήναι ἂν ὁ Μίλων, ὅπου γε καὶ τὸν Αἴγωνα τὸν ἀγροῖκον ἐπὶ τὸν ἀγῶνα ἀποδύσασθαι ἠνάγκασεν.
πείσαι τοι Μίλων: καὶ τοὺς λύκους τὰ τῶν κυνῶν ἤθη ἀπομάξασθαι καὶ λυσσᾶν πείσει ὁ Μίλων, ἐπεὶ ἐργάτην ἀθλῆσαι ἔπεισε.
λυσσᾶν: ἤγουν τὰ τῶν κυνῶν ἤθη ἀναδέξασθαι.
δαμάλαι: αἱ νέαι βόες αἱ εἰς τὸ δαμασθῆναι ἐπιτήδειαι.
ὡς κακὸν εὗρον τὸν βουκόλον, τὸν Αἴγωνα, διότι κατέλιπεν αὐτάς.
λῶντι νέμεσθαι: καὶ οὐκέτι θέλουσι νέμεσθαι, δηλονότι ζητοῦσαι τὸν Αἴγωνα.
τᾶς πόρτιος: πόρτιας τὰς ἀκμαζούσας βοῦς, ἐφʼ ἃς οἷόν τε τοὺς ταύρους πορεύεσθαι, ὅ ἐστιν ὀχεύεσθαι· ἢ τὰς ἐν τῷ πόρῳ, τουτέστιν ἐν τῇ ὁδῷ, ἰούσας.
πρῶκας: τὴν σταγόνα τῆς δρόσου. Καλλίμαχος «ὥς κεν ἐκεῖναι πρῶκες ἔραζε πεσοῦσαι.» … «προίκιον ἐκδακερος εἶδαρ ἔδων»
μὴ πρῶκα σιτίζεται: πρὼξ εἶδος βοτάνης, ἥτις ἀναφύει ἅμα τῷ φανῆναι τοὺς τέττιγας. λέγεται δὲ πρὼξ καὶ ἡ δρόσος.
πρῶκας: πρωϊνὴν δρόσον.
πρὼξ ἡ δρόσος ἀπὸ τοῦ πρωΐ πέμπεσθαι.
οὐ Δᾶν: οὐ μὰ τὴν Γῆν· οἱ γὰρ Δωριεῖς τὸ γ εἰς δ τρέπουσιν.
Αἴσαρος ποταμὸς παραρρέων τὴν Κρότωνα. ἔστι δὲ καὶ ἄλλος, ποταμὸς Σικελίας.
ἐπʼ Αἰσάροιο: Αἴσαρος ποταμὸς διὰ μέσης τῆς πόλεως τῶν Κροτωνιατῶν ῥέων εἰς τὴν θάλασσαν.
κώμυθα δίδωμι: κώμυς ἡ δέσμη, ὡς Κρατῖνος «ὁ δὲ μετʼ Εὐδήμου τρέχων κώμυθα τὴν λοιπὴν ἔχων τῶν πρωων».
κώμυθα: τὸ δεμάτιον.
σκαίρειν κυρίως τὸ σκιρτᾶν, ἀφʼ οὗ καὶ σκάρις· νῦν δὲ τὸ νέμεσθαι. ἔνθεν καὶ σκαρθμὸς ὁ ποὺς παρʼ Ἀράτῳ.
Λάτυμνον: τῆς Λακωνικῆς ὄρος ἢ περὶ Κρότωνα.
Λάταμνον: ὄρος Κρότωνος. βαθύσκιον δὲ τὸ ἄγαν σύνδενδρον. γράφεται δὲ καὶ βαθύσχινον.
ὁ πύρριχος: τινὲς παροξυτόνως πυρρίχος. ἔστιν οὖν ὑποκοριστικὸν Αἰολικόν· τὸ γὰρ καθʼ ἡμᾶς, πύρριχος. τινὲς δὲ πύρριχον Ἠπειρωτικὸν ἤκουσαν ἀπὸ Πύρρου τοῦ ἐκεῖ βασιλεύσαντος· δοκοῦσι δὲ οἱ βόες ἐκεῖνοι λείψανον εἶναι τῶν Γηρυονείων.
πύρριχος δὲ κατά τινας ὁ εὐκίνητος ἀπὸ τοῦ πυρὸς εὐκινήτου ὄντος. τινὲς δὲ τὸν πυρρὸν κατὰ τὴν χροιὰν ὀνομάζουσιν.
κακοχράσμων γὰρ ὁ δᾶμος: τῶν Λαμπριαδῶν δηλονότι. ὡς δυσμενῶς ἔχων ὁ Βάττος πρὸς τοὺς φυλέτας τοὺς Λαμπριάδας φησίν· εἴθε, ὅταν θύωσι τῇ Ἥρᾳ οἱ δημόται τοῦ Λαμπριάδου καὶ κρέα νέμωνται, τοιοῦτον λαχόντες θύσαιεν, ἵνα μὴ προσδεχθῇ αὐτῶν ἡ θυσία ὑπὸ τῆς θεοῦ— ἢ ἵνα μὴ προσδεχθῇ ὑπὸ τῶν φυλετῶν τὸ θῦμα—καὶ ζημιωθῇ ὁ δῆμος, ὡς κακούργου καὶ λοιδόρου ὄντος τούτου τοῦ δήμου—ἢ ὁ Λαμπριάδης, ἐξ οὗ ὠνομάσθη ὁ δῆμος.
τοὶ τῶ Λαμπριάδα τοὶ δαμόται: ὁ τῶν Λαμπριαδῶν δῆμος ἀπό τινος Λαμπρίου. εἴθε, φησίν, ὅταν θύωσιν οἱ Λαμπριάδαι τῇ Ἥρᾳ, τοιοῦτον θύσαιεν, ἵνα μὴ προσδεχθῇ αὐτῶν ἡ θυσία ὑπὸ τῆς Ἥρας.
κακοχράσμων: ἢ ὁ ταῦρος ἢ ὁ δῆμος, ἀντὶ τοῦ κακὸς εἰς χρῆσιν· ἦν γὰρ τάχα κερατιστής. τοῦτο δέ φησι διὰ τὸ εἶναι αὐτὸν λεπτόν.
κακοχράσμων: πονηρός, δύστροπος.
κακοχράσμων: δύστροπος, δύσχρηστος, δυσάρεστος.
ἐς στομάλιμνον: τὰς εἰς θάλασσαν ἐστομωμένας λίμνας οὕτως φασί. καὶ τὴν ἐν Τροίᾳ δὲ Στομαλίμνην πιθανὸν διὰ τοῦτο ὠνομάσθαι.
ἐς στομάλιμνον: εἰς στόμα λίμνης ὂν περὶ τὴν Κρότωνα. λέγουσι δὲ καὶ τὰς εἰς θάλασσαν ἐστομωμένας λίμνας.
ἔς τε τὰ Φύσκου: ὡς τοῦ Φύσκου ὄρους νομὰς ἐπιτηδείας τοῖς βουσὶν ἔχοντος.
ἰστέον ὅτι νομὰς εἶχεν οὗτος ὁ τόπος καὶ βουσὶν ἐπιτηδειοτάτας.
τὰ Φύσκω: Φύσκος ὄνομα τόπου.
Νήαιθος ποταμὸς Κρότωνος. ὠνόμασται δέ, παρόσον ἐν αὐτῷ νῆάς ποτε λέγουσι κατακαῆναι Ἑλληνικάς.
Νήαιθος ὄνομα τόπου ἀπὸ τοῦ ναῦς καὶ τοῦ αἴθω τὸ καίω, ἐν ᾧ πολλαὶ νῆες τῶν Ἑλλήνων ἐφθάρησαν.
αἰγίπυρος: ἀκανθῶδες φυτόν.
κνύζα: κόνυζα· φυτὸν χορτῶδες, ὃ αἱ Θεσμοφοριάζουσαι διὰ τὴν ἁγνείαν στιβαδοποιοῦνται. δοκεῖ γὰρ ἡ βοτάνη ψυκτικὴ οὖσα ἐπέχειν τὰς πρὸς συνουσίαν ὀρέξεις.
νόμος τοῖς Ἀθηναίοις κατʼ ἔτος τελεῖν τὰ Θεσμοφόρια. εἰσὶ δὲ τὰ Θεσμοφόρια τοιαῦτα· παρθένοι γενναῖαι καὶ τὸν βίον σεμναὶ κατὰ τὴν ἡμέραν τῆς τελετῆς τὰς νομίμους βίβλους καὶ ἱεράς, ὡς ἐδόκει τοῖς Ἀθηναίοις, ὑπεράνω τῶν αὐτῶν κορυφῶν ἀνετίθεσαν καὶ ὡσανεὶ λιτανεύουσαι ἀπήρχοντο εἰς Ἐλευσῖνα. ἡ δὲ Ἐλευσίς ἐστι λιμὴν τῆς Ἀττικῆς.
ἡ δὲ μελίτεια εἶδος βοτάνης· τὸ δὲ φύλλον ἔχει πλατὺ ὥσπερ φακόν. ἔστι δὲ γλυκίζουσα, εἰς ἕλκη φλεγμαίνοντα ἀγαθή.
μελίτεια: βοτάνη γλυκίζουσα, σισυμβρίῳ ἐμφερής.
φεῦ φεῦ: προείρηται, ὅτι κωμικὴ ἡ διασκευή· οὐκοῦν ἀκολούθως εἴρηται καὶ κωμικοῖς ἁρμόζον καὶ τραγικοῖς.
βασεῦνται: βήσονται.
παλύνεται: μολύνεται, ὑπὸ εὐρῶτος λευκαίνεται. πάλην γὰρ ἔλεγον τὸ λεπτότατον τοῦ ἀλεύρου, παρὸ καὶ φάλιον λέγεται τὸ λευκόν· «εἰδυῖαν φάλιον ταῦρον»
λευκαίνεται τοῖς ὑπὸ τῶν εὐρώτων γινομένοις ἀλεύροις ἐν τῷ ἐσθίεσθαι τοὺς καλάμους.
εὐρῶτι παλύνεται: εὐρὼς κυρίως ἡ πρασινώδης ὁμίχλη.
ἐπάξα: τὸ βʹ πρόσωπον τοῦ μέσου ἀορίστου οἱ Συρακούσιοι διὰ τοῦ α προφέρονται· ἐνοήσω ἐνοήσα, ἐγράψω ἐγράψα· ὁμοίως καὶ τὸ ἐπάξα ἀντὶ τοῦ ἐπήξω.
τήνα: οὐκ ἐφθάρη, φησίν, ἡ σῦριγξ οὐδὲ μεμόλυνται, μὰ τὰς Νύμφας, ἐπεὶ ὁ Αἴγων ἀπιὼν εἰς τὴν Ὀλυμπίαν ἐμοὶ δῶρον αὐτὴν καταλέλοιπε· δυνατὸς γάρ εἰμι μελῳδεῖν.
ποτὶ Πῖσαν: ἡ νῦν Ὀλυμπία, ἀπὸ Πίσου τοῦ Ἀφαρέως ἢ ἀπὸ Πίσης τῆς Ἐνδυμίωνος θυγατρός.
Πῖσα τόπος ἐν Ὀλυμπίᾳ, ἔνθα καὶ Πισαίου Διὸς ἱερόν ἐστι.
μελιγκτάς: τραγῳδητής· μελίζω γὰρ τὸ τραγῳδῶ.
Γλαύκας: ἡ Γλαύκη Χία τὸ γένος, κρουματοποιός.
γέγονε δʼ ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου· ἧς φησι Θεόφραστος ἐρασθῆναι κριόν. ὁ δὲ Πύρρος Ἐρυθραῖος ἢ Λέσβιος, μελῶν ποιητής.
τὰ Πύρρω: οὗτος ὁ Πύρρος ποιητὴς ἦν Ἐρυθραῖος, ὥς φησι Λυγκεύς.
ἐγένετο δὲ κατόπιν Φιλοξένου τοῦ διθυραμβοποιοῦ.
ἀγκρούομαι: ἀναβάλλομαι, ἀπὸ κοινοῦ.
ἀγκρούομαι: ἀντὶ τοῦ ἀνακρούομαι, ἀναβάλλομαι, προοιμιάζομαι.
τάν τε Κρότωνα: Ἀλκίνοος καὶ Κρότων Φαίακος υἱοί· καὶ ὁ μὲν ἐβασίλευσε τῶν Κερκυραίων, ὁ δὲ τὴν ἐν Σικελίᾳ ἔκτισε Κρότωνα.
καλὰ πόλις ἅ τε Ζάκυνθος: οὐκ ἐκτείνει ἐνταῦθα τὸ ζ. διὰ μέσου τοῦτο.
ἀῷον: τὸ ἀνατολικόν.
Λακίνιον δὲ τὸ ἀκρωτήριον ἀπό τινος Λακίνου Κερκυραίου τοῦ ὑποδεχομένου Κρότωνα φεύγοντα. διέφερε δὲ ἡ Κρότων τῶν ἐπὶ Ἰταλίᾳ πόλεων εὐανδρίᾳ καὶ τῇ λοιπῇ εὐδαιμονίᾳ· σαφὲς δὲ ἐκ τούτου καὶ εἰς παροιμίαν ἐλθεῖν· «μάταια τἄλλα παρὰ Κρότωνα τἄστεα».
καὶ τὸ ποτʼ ἀῷον: τὸ πρὸς ἀνατολὰς τῆς Κροτωνιάδος. τὸ δὲ Λακίνιον ἀκρώρειά τίς ἐστιν, ἔχουσα ἱερὸν Ἥρας.
Αἴγων ὀγδώκοντα: εἰς Αἴγωνα μετήνεγκε τὰ περὶ τοῦ Μιλησίου Ἀστυάνακτος ἱστορούμενα. φασὶ γὰρ τοῦτον Ἴσθμια νικήσαντα καὶ οἴκοι παραγενόμενον ἐκ τῆς ἰδίας ἀγέλης τοῦ μεγίστου λαβέσθαι βοὸς τῆς χηλῆς καὶ μὴ ἀνεῖναι, ἕως ὁ ταῦρος ἐλευθερῶν τὸ σῶμα τῇ βίᾳ κατέλιπε τὴν ὁπλὴν ἐν τῇ χειρὶ αὐτοῦ. ὁπλὴν δὲ λέγει τὴν χηλήν. Ἡσίοδος «οὐθʼ ὑπερβάλλει βοὸς ὁπλὴν οὔτʼ ἀπολείπει».
ᾇπερ ὁ πύκτας Αἴγων: ταῦτα οὐκ ἐπὶ Αἴγωνι ἱστόρηται, ἀλλʼ ἐπὶ Ἀστυάνακτι τῷ Μιλησίῳ.
κατεδαίσατο μάζας: ὡς ἔοικε διὰ τὴν ἀδδηφαγίαν ὁ Μίλων τὸν Αἴγωνα ἐπὶ ἄθλησιν προτέτραπται. μᾶζα δὲ τὸ νεόμακτον καὶ νεοφύρατον ψώμιον.
τηνεὶ καὶ τὸν ταῦρον: ἐκεῖ, φησίν, ὁ Αἴγων ἐπὶ τοῦ Λακινίου καὶ τὸν ταῦρον ἔδωκε τῇ Ἀμαρυλλίδι, ἐνεγκὼν ἀπό τινος ὄρους καὶ περισπάσας τῆς ὁπλῆς.
ὦ χαρίεσσʼ Ἀμαρυλλί: ταῦτά φησιν ἀναμνησθεὶς τοῦ ἔρωτος τῆς Ἀμαρυλλίδος.
ὦ χαρίεσσʼ Ἀμαρυλλί: ἐπεὶ ὁ Κορύδων ἐμνήσθη τῆς Ἀμαρυλλίδος, ἀνεμνήσθη ὁ Βάττος αὐτῆς· ἦν γὰρ ἐρωμένη αὐτῷ πρὸ τοῦ θανεῖν.
μόνας σέθεν: ἐλλειπτικῶς· δέον εἰπεῖν, ὅτι ἐπὶ σοὶ ἀποθανούσῃ διετέλεσα ὢν ἐν λύπῃ ὡσεὶ παντός μοι τοῦ ποιμνίου ἀπολωλότος.
ὅσον αἶγες ἐμὶν φίλαι: ἐνταῦθα σαφὴς αἰπόλος ὢν ὁ Βάττος, ὃν εἰκὸς τῆς Ἀμαρυλλίδος ἐρᾶν καὶ οὐ Θεόκριτον. φησὶ δὲ ὑπερβολικῶς· ὅσον αἶγες φίλαι μοι, τοσοῦτον καὶ σὺ οὖσα προσφιλὴς ἀπέσβης, ἤγουν ἀπέθανες. οὗτος ἂν νοηθείη καὶ ὁ κωμάζων πρὸς αὐτήν, ὅν φησιν ὁ Θεόκριτος· «κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα».
αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος: ... διὰ τὸ εἶναι πτωχόν.
τοῦτό φησι διὰ τὸν θάνατον τῆς Ἀμαρυλλίδος.
θαρσεῖν χρή: τοῦτο ὁ Κορύδων φησὶ παραμυθούμενος, ἵνα μὴ ἀθυμῇ ἐπὶ τῇ τελευτῇ Ἀμαρυλλίδος.
θαλλόν: πᾶν τὸ τεθηλὸς θαλλὸν ἔλεγον οἱ ἀρχαῖοι. Ἀρχίλοχος «ἔχουσα θαλλὸν μυρρίνης ἐτέρπετο». καὶ Ὅμηρος· «θαλλόν τʼ ἐρίφοισι φορῆναι». Ἀθηναῖοι δὲ κατʼ ἐξοχὴν θαλλὸν τὴν ἐλαίαν φασί.
τᾶς γὰρ ἐλαίας τὸν θαλλὸν τρώγοντι: θαλλὸς λέγεται πᾶν τὸ τεθηλός· κυρίως δὲ ὁ τῆς ἐλαίας βλαστός.
τὰ δύσσοα: τὰ δυσδίωκτα ἀπὸ τοῦ δυσκόλως σεύεσθαι καὶ ὁρμᾶν.
ἢ δύσοα διʼ ἑνὸς σ ἀντὶ τοῦ δυσώδη ἀπὸ τοῦ ἄω τὸ πνέω.
σίτθʼ: ἐπίφθεγμα βουκολικόν· ὁμοίως καὶ τὸ ψίττα. εἰώθασι δὲ λέγειν αὐτὸ οἱ διώκοντες τὰς βοῦς.
λέπαργος: ὁ λευκός, ἢ ὁ λευκοποίκιλος ἢ ὁ λευκόπλευρος. ἀλλʼ ὁ μὲν ἀπὸ τοῦ λέπας ἔχειν ἀργόν, ὅ ἐστι λευκὸν ἔχειν τὸ δέρμα· ὁ δὲ ἀπὸ τοῦ λευκὸς εἶναι κατὰ τὴν λαπάραν.
λέπαργος: ὁ λευκὸς παρὰ τὸ ἔχειν λέπας ἀργόν, ἤγουν δέρμα λευκόν, ἢ λευκὸς κατὰ τὴν λαπάραν.
Κυμαίθα: ὄνομα βοὸς ἢ αἰγὸς παρὰ τὴν κώμυθα· ἢ ἡ τὰς κόμας αἰθὰς ἔχουσα, τουτέστι ξανθάς·
ἢ ἡ ἐγκύμων.
Κυμαίθα: πυρρά.
τουτῶθεν: ἐντεῦθεν.
ἴδʼ αὖ πάλιν: ἰδοὺ πάλιν πρόσεισι τοῖς φύλλοις ἢ τοῖς φυτοῖς.
ἇδε πόθʼ ἕρπει: περισπαστέον· δεικτικῶς γάρ. πότε δὲ βαρύνεται κατὰ τὸ διάφορον.
εἴθʼ ἦν μοι ῥοικόν: ἀντὶ τοῦ καμπύλον. καὶ Ἀρχίλοχος «ἀλλά μοι ῥοικός τις εἴη κατὰ κνήμην ἰδεῖν».
ῥοικόν: καμπύλον ἢ τὸ ἀπὸ ῥοιᾶς ῥόπαλον.
τὸ λαγωβόλον: ᾧ οἱ διαφεύγοντες λαγωοὶ ξύλῳ βάλλονται.
ἢ ὅτι ῥάβδον οὖσαν ὀρθὴν ἐπεύχεται γενέσθαι καμπύλην, ἵνα μὴ ἔγκυον οὖσαν βλάψῃ τὴν βοῦν.
θᾶσαι μʼ ὦ Κορύδων: ἀποστροφὴ τὸ σχῆμα. ἀπέστρεψε γὰρ τὸν λόγον πρὸς τὸν Κορύδωνα καί φησι· θέασαί με πρὸς τοῦ Διός· ἄρτι γάρ με ἄκανθα ἐπάταξε παρὰ τὸ σφυρόν.
ἰστέον, ὅτι κατὰ τὸ σιωπώμενον ἀπῆλθεν ὁ Βάττος διῶξαι τὰς βόας καὶ ἀπερχόμενος ἐπάτησεν ἄκανθαν.
ἀρμοῖ: εἰ μὲν ψιλοῦται, τὸ ἀρτίως σημαίνει· εἰ δὲ δασύνεται, τὸ ἡρμοσμένως.
ἀρμοῖ: νεωστί. καὶ Αἰσχύλος «ἀρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους».
τὸ ὡς δὲ βαθεῖαι ἀντὶ τοῦ ὡς μετέωροι καὶ ὑπερμεγέθεις.
ἀτρακτυλὶς εἶδος ἀκάνθης. εἴρηται δὲ ἀπὸ τοῦ τὰς ἀγροικικὰς γυναῖκας ἀτράκτους ποιεῖν ἐξ αὐτῶν. ἔνιοι δὲ ἀτρακτυλίδας εἰς τὰ ἀγριολάχανα συγκαταλέγουσι.
ἐτύπαν: ἐτρώθην.
ἅδε καὶ αὐτά: περισσὸς ὁ καί, ὥσπερ καὶ παρʼ Ὁμήρῳ· «τῶν ἁμόθεν γε θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν».
ἐκβαλὼν τὴν ἄκανθαν καὶ δεικνύων αὐτὴν τῷ Βάττῳ φησίν· ἥδε καὶ αὐτή.
καὶ ἁλίκον ἄνδρα: τὸ ἡλίκον πρὸς τὸν ἄνδρα, ἵνʼ ᾖ· μικρὸν ὂν τὸ τύμμα ἡλίκον ἄνδρα, τουτέστι μέγαν ἢ ἀνδρεῖον, δαμάζει.
τὸ ἡλίκον ἐπίρρημα, ἵνʼ ᾖ· ὅσον τὸ τύμμα καὶ ὁποίως τὸν ἄνδρα δαμάζει.
μὴ ἀνήλιπος: ἀνυπόδητος. ἦλιψ γὰρ ὑπόδημά τι παρὰ τὸ ἑλίσσειν τὸν πόδα· ὅθεν καὶ πέδιλον τὸ ὑπὸ τοὺς πόδας εἱλούμενον.
ἀνάλιπος ὁ ἀνυπόδητος. … ἐξ οὗ καὶ πέδιλον τὸ ὑπόδημα. ἀνήλιπος δὲ οἱονεὶ ὁ μὴ ἑλίσσων τὸν πόδα.
ῥάμνοι τε καὶ ἀσπάλαθοι: γράφεται καὶ κάκτοι. κομόωντι δὲ ἀντὶ τοῦ κομῶσιν, ἀκάνθας ἔχουσι· κόμαι γὰρ ῥάμνου καὶ ἀσπαλάθου αἱ ἄκανθαι.
ἀσπάλαθοι: εἶδος ἀκάνθης, ᾗ πληγέντες οἱ ἔλαφοι ἀποθνήσκουσιν. ἀσπάλαθος δὲ διὰ τὸ μὴ ῥᾳδίως ἀπὸ τῶν πληγέντων ἀφαιρεῖσθαι.
μύλλει: ἀντὶ τοῦ φιλεῖ. μυλλὸν γὰρ τὸ διεστραμμένον, οἱ δὲ γέροντες διεστραμμένοις τοῖς ὄμμασι φιλοῦσιν.
γράφεται μύλλει, ἤγουν ἐπι.......... αἰσχρῶς.
μύλλει: κάμπτει· ἀλλὰ καὶ ἐλαύνει καὶ περαίνει ἀπὸ τῶν ἀλούντων καὶ τῇ κώπῃ τοὺς μύλους ὠθούντων.
γερόντιον: οὐχ Ἑλληνικόν, ἀλλʼ ὑποκοριστικόν.
γέροντα δὲ τὸν πατέρα Αἴγωνος λέγει.
ὦ δειλαῖε: οὐχ ὡς λοιδορῶν, ἀλλʼ ὑποκοριζόμενος καὶ ὑποκρινόμενος.
μάνδρᾳ: τὴν τῶν προβάτων ὁρκάνην. γράφεται καὶ ποτὶ τὰν μάκτραν, ὅ ἐστι σκεῦος ξύλινον ἀβακοειδές, οὗ φυρᾶν εἰώθασιν· ἀπὸ τοῦ μάττειν τὰς μάζας ἐν αὐτῇ ὠνόμασται.
ἆμος ἐνήργει: ἡνίκα συνεκοιμάζετο.
ἡνίκα ἐνήργει, δηλονότι συνουσιάζων.
φιλοῖφα: φιλῶν τὸ συνουσιάζειν· οἰφεῖν γὰρ τὸ συνουσιάζειν. οὕτω καὶ παρὰ Ἀλεξανδρεῦσι κόρυφος λέγεται ὁ ὡς κόρη οἰφώμενος.
φιλοῖφα: οἰφεῖν τὸ συνουσιάζειν ἀπὸ τοῦ ὀπιπεύειν. ἔνθεν καὶ «οἰφόλις γυνή» καὶ ἡ παροιμία «ἄριστα χωλὸς οἰφεῖ», ἥν φασι διαδοθῆναι, ἐπεὶ οἱ χωλοὶ ἐν οἴκῳ καθεζόμενοι συνεχῶς ἀφροδισιάζουσιν. οἱ δέ φασιν ἐντεῦθεν τὴν παροιμίαν διαδοθῆναι. αἱ Ἀμαζόνες ἐπὰν ἄρρεν γεννήσωσι, χωλὸν αὐτὸ ποιοῦσιν, ἵνα μὴ ἀνδρειότερον αὐτῶν γένηται· καὶ τούτοις ἀνδρωθεῖσι συνίασι. Σκυθῶν οὖν λεγόντων κάλλιον ἔχειν συνεῖναι αὐτοῖς αὐτάς, ἐκεῖναί φασιν· «ἄριστα χωλοὶ οἰφοῦσιν».
Σατυρίσκοις: ἀκρατεῖς οἱ Σάτυροι ἐρώτων. λέγεται δὲ παρὰ τὸ σάθη, σάθη δὲ τὸ μόριον τοῦ ἀνδρὸς λέγεται ὅπερ καὶ πέος.
ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι: τοὺς Πᾶνας πλείους φησὶν ὡς καὶ τοὺς Σειληνοὺς καὶ τοὺς Σατύρους, ὡς Αἰσχύλος μὲν ἐν Γλαύκῳ, Σοφοκλῆς δὲ ἐν Ἀνδρομέδᾳ. ὅτι οἱ Σάτυροι καὶ οἱ Πᾶνες εὐεπίφοροι πρὸς τὰς συνουσίας λάγνοι ὄντες, καὶ Καλλίμαχός φησιν· «ἔτι φὴ σινάμωρος ἐρήμῳ θὴρ δύνατʼ ἐν πείρῃ». περὶ γὰρ τῶν Σατύρων πρόδηλον· καὶ γὰρ τὸ ὄνομα ἀπὸ τῆς σάθης λέγεται.
ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι: τοὺς Πᾶνας πλείους φησὶν ὡς καὶ τοὺς Σειληνοὺς καὶ τοὺς Σατύρους, ὡς Αἰσχύλος μὲν ἐν Γλαύκῳ, Σοφοκλῆς δὲ ἐν Ἀνδρομέδᾳ. οἱ Σάτυροι δὲ καὶ οἱ Πᾶνες εὐεπίφοροι πρὸς τὰς συνουσίας. ὅτι δὲ οἱ Σάτυροι τοιοῦτοι, δῆλον ἀπὸ τοῦ ὀνόματος· ἀπὸ γὰρ τῆς σάθης πεποίηται ὁ Σάτυρος, σάθη δὲ ἡ εἰς τὴν ἐπιθυμίαν ἐκπύρωσις.
κακοκνάμοισιν: ἐπειδὴ ὡς αἱ αἶγες ἔχουσι λασίους πόδας. ἢ ἀπὸ τῶν ὀρῶν τῶν κνημῶν.
κακοκνάμοισιν: κακοδέρμοις.
Αἰπολικὸν καὶ Ποιμενικόν
Αἰπόλος καὶ ποιμὴν ἐπὶ Ἰταλίας ἀλλήλοις διαλέγονται διʼ ἀμοιβαίων δραματικώτερον τοῦ ποιητικοῦ προσώπου μὴ συνεκφαινομένου. αἰπόλος ὁ Κομάτας Εὐμάρα τοῦ Συβαρίτου βόσκων τὰς αἶγας, ὁ δὲ Λάκων ποιμὴν Θουριεὺς Σιβύρτα νέμων τὰ πρόβατα. ἔχει δὲ ὁ μὲν Κομάτας κόρην ἐρωμένην Ἀλκίππην, ὁ δὲ ἕτερος ἐρώμενον Εὐμήδην.
ἐπιγράφεται μὲν τὸ εἰδύλλιον τοῦτο Αἰπολικὸν καὶ Ποιμενικόν. προσδιαλέγονται δὲ ἀλλήλοις ποιμὴν καὶ αἰπόλος ἐπὶ Ἰταλίας διʼ ἀμοιβαίων. δραματικώτερον δέ ἐστι τὸ εἰδύλλιον τοῦ ποιητικοῦ προσώπου μὴ ἐμφαινομένου. ἔστι δὲ τοῦ αἰπόλου τὸ ὄνομα Κομάτας Εὐμάρα τοῦ Συβαρίτου νέμοντος αἶγας, τοῦ δὲ ποιμένος Λάκων Θουρίου Σιβύρτα νέμοντος θρέμματα. ἔχει δὲ ὁ μὲν Κομάτας κόρην ἀγαπωμένην Ἀλκίππην τοὔνομα, ὁ δὲ ἕτερος ἐρώμενον Εὐμήδην. ἐρίζουσι δὲ περὶ εὐμουσίας παρὰ Μόρσωνι κριτῇ, ὃς καὶ τῷ αἰπόλῳ τὴν νίκην ἀπονέμει. ὁ δὲ ἐπὶ τῇ νίκῃ χαίρει καὶ γέγηθεν.
ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Αἰπολικὸν καὶ Ποιμενικόν. προσδιαλέγονται δὲ ἀλλήλοις ἐπὶ Ἰταλίας ποιμὴν καὶ αἰπόλος. δραματικώτερον δέ ἐστι τὸ εἰδύλλιον τοῦ προσώπου τοῦ ποιητοῦ μὴ ἐμφαινομένου. ἔστι δὲ τοῦ αἰπόλου τὸ ὄνομα Κομάτας, ὃς Εὐμάρα τοῦ Συβαρίτου νέμει αἶγας· τοῦ δὲ ποιμένος Λάκων, ὃς Θουρίου Σιβύρτα νέμει θρέμματα. ἔχει δὲ ὁ μὲν Κομάτας κόρην ἀγαπωμένην Ἀλκίππην τοὔνομα, ὁ δὲ Λάκων ἐρώμενον Εὐμήδην. ἀλλήλους δὲ προκαλοῦνται περὶ εὐμουσίας ἐρίζοντες καὶ ἔπαθλον τῆς νίκης τίθενται ὁ μὲν αἰπόλος τράγον, ὁ δὲ ποιμὴν ἀμνόν, Μόρσωνα δὲ κριτὴν τῶν ᾠδῶν αἱροῦνται. τελεσάντων δὲ τὴν ἅμιλλαν ὁ κριτὴς Μόρσων τῷ αἰπόλῳ τὴν νίκην ἀπονέμει. ὁ δὲ ἐπὶ τῇ νίκῃ γαῦρος γενόμενος προσδιαλέγεται ταῖς αἰξὶ καὶ τὴν τοῦ τράγου πρὸς τῶν αἰγῶν ὄρεξιν πειρᾶται καταστέλλειν ἐπινίκιον θυσίαν ταῖς Νύμφαις εὐτρεπίζων.
Συβαρίταν: ὄνομα πόλεως ἢ ἀπὸ Συβάρεως ποταμοῦ ἢ ἀπό τινος οἰκιστοῦ.
Συβαρίταν: ἀπὸ Συβάρεως. πόλις δέ ἐστιν αὕτη τῆς Ἰταλίας Ἀθηναίων ἄποικος νῦν καλουμένη Θούριον.
τινὲς τὸ αὐτὸ Θούριον καὶ Σύβαριν καλοῦσι. λέγουσι γάρ, ὅτι ὑπὸ τῶν Κροτωνιατῶν καθῃρέθη ἡ Σύβαρις· ἐλθόντες δὲ οἱ Ἀθηναῖοι αὐτὴν ᾤκισαν καὶ τῇ πόλει μετήμειψαν τὸ ὄνομα καλέσαντες αὐτὴν Θούριον ἀπὸ Θουρίου ποταμοῦ ἐκεῖσε ῥέοντος.
τὸν Συβαρίταν: τὸν ἀπὸ Συβάρεως πόλεως. Σύβαρις δὲ καὶ Θουρία ἡ αὐτή. μετὰ γὰρ τὸ καθαιρεθῆναι ταύτην ὑπὸ Κροτωνιατῶν οἱ Ἀθηναῖοι ἐλθόντες ᾤκισάν τε ταύτην καὶ Θουρίαν προσηγόρευσαν ἀπό τινος κρήνης Θουρίας. Θεόκριτος δὲ διιστᾷ καὶ ἄλλην τὴν Θουρίαν λέγει καὶ ἄλλην τὴν Σύβαριν. λέγει γὰρ παρακατιών «ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς, φίλε, τῷ Συβαρίτα».
ἰστέον, ὅτι τοῦ μὲν αἰπόλου τὸ ὄνομά ἐστι Κομάτας, ὃς καὶ Εὐμάρα τοῦ Συβαρίτου νέμει αἶγας· τοῦ δὲ ποιμένος Λάκων, ὃς Θουρίου Σιβύρτα νέμει θρέμματα.
Λάκων ὄνομα κύριον. ἐκτείνει δὲ τὸ α διὰ τὸ μέτρον.
ἐτίθεσαν γὰρ οἱ παλαιοὶ τοῖς δούλοις τὰ ὀνόματα ἀπὸ τῶν ἐθνῶν, Σύρον, Λυδόν, Καρίωνα.
τὸν Λάκωνα: εἰώθασιν οἱ παλαιοὶ τοῖς δούλοις ὀνόματα ἀπὸ τῶν πόλεων τιθέναι, Σύρον, Λάκωνα καὶ Καρίωνα.
νάκος χθές: Ζηνόδοτος τὸ κώδιον, τὸ μαρσύπιον. καὶ νάκος αἰγὸς δορὰν καὶ Ὅμηρος· «νάκος ἕλετʼ αἰγὸς ὀρειτρόφου». καὶ Θεόκριτος ἐν τοῖς ἑξῆς αἰγός φησιν.
νάκος: κώδιον, ὃ μηλωτήν φαμεν.
νάκος: τῆς αἰγὸς τὸ δέρμα.
οὐκ ἀπὸ τᾶς κράνας: παρακέλευσις, τουτέστιν· ἀπόστητε, ἐκπορεύεσθε.
σίττʼ ἀμνίδες: τὸ σίττα καὶ ψίττα βουκολικὰ ἐπιφθέγματα· εἰσὶ δὲ ἐπιρρήματα.
σίττʼ ἀμνίδες: σίττα, ψίττα ποιμενικὰ καὶ βουκολικὰ ἐπιφθέγματα. ἔλεγον δὲ ταῦτα διώκοντες τὰ πρόβατα καὶ τὰς βοῦς.
ἀμνίδες: τὰ πρόβατα, μάλιστα δὲ τὰ μικρὰ προβάτια, οἱονεὶ τὰ ἀμενηνά.
οὐκ ἐσορῆτε: ἀντὶ τοῦ οὐκ ἐσορᾶτε.
δῶλε: δοῦλε. δοῦλος καὶ οἰκέτης διαφέρει, ὥς φησι Χρύσιππος οἰκέτης μὲν ὁ ἔτι ὑπὸ κτῆσιν ὤν, δοῦλος δὲ καὶ ὁ ἀπελεύθερος.
Σιβύρτα: Δωρικῶς κατὰ τὴν γενικὴν ἀντὶ τοῦ Σιβύρτου.
Συβάρτα δὲ ὡς Ἀγρίππα, Περδίκκα. ἔστι δὲ κατὰ μὲν τὸ ἀνάλογον Συβαρίτης, κατὰ δὲ Δωριεῖς Συβάρτης.
ἀρκεῖ τοι καλάμας: οὐκ ἀρκεῖ σοι, φησί, σὺν τῷ Κορύδωνι ἐν καλάμῳ φυσᾶν καὶ διʼ αὐτὸ ἀρκεῖ αὐλεῖν ὡς οἱ παῖδες; τοῦτο δὲ χλευαστικόν, ὅτι οὐδὲ αὐλεῖν οἶδεν, εἰ μὴ τὸ ποππύσδεν καὶ μόνον. καλάμη δὲ τὸ περιλειπόμενον τοῦ σίτου καλαμῶδες καὶ τῆς κριθῆς. ταύτην δὲ νεαρὰν οὖσαν ὑποτεμνόμενοι φυσῶσιν ἐν αὐτῇ καὶ αὐλίζουσι.
τί δʼ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι: ὁ Κορύδων βουκόλος, οὗ πρόσθε μέμνηται. καλάμη δέ ἐστι τὸ καταλειπόμενον ἐκ τοῦ θεριζομένου σίτου, ποππύσδεν δὲ τὸ λεπτοτάτως φωνεῖν τινα φυσῶντα τὸν ἐκ τῆς καλάμης αὐλόν. ὁ δὲ νοῦς· οὐκ ἀρκεῖ σοι, φησί, σὺν Κορύδωνι φυσᾶν καὶ συναυλεῖν αὐτῷ; χλευαστικῶς δέ φησιν· οὐ γὰρ αὐλεῖς, ἀλλὰ ποππύζεις.
ποππύσδεν: συρίζειν· διʼ οὗ δηλοῖ τὸ κακῶς αὐλεῖν.
ὠλεύθερε: εἰρωνευόμενος τοῦτο ὁ Λάκων εἶπεν.
ὠλεύθερε: εἰρωνικῶς· δοῦλος γὰρ ἦν οὗτος.
οὐδὲ γὰρ Εὐμάρᾳ: πρὸς ὑπερβολὴν ἔφη. λέγει δὲ μηδὲ αὐτὸν τὸν δεσπότην Εὐμάραν ἐπικεκοιμῆσθαι δέρματι.
Εὐμάρᾳ: ἀντὶ τοῦ Εὐμάρει.
οὐδὲ ὁ δεσπότης ἔχει δέρμα τι πρὸς τὸ κοιμηθῆναι.
εὐμάρα: τινές φασιν, ὅτι δέρμα τί ἐστι καὶ οὐκ ὄνομα, ἵνʼ ᾖ· οὐδὲ γὰρ τῷ δεσπότῃ σου εὐμάρα ἦν ὥστε ἐνεύδειν.
Εὐμάρας κύριον ὄνομα.
εὐμάρα τὸ κώδιον. ἢ κύριον ὄνομα.
τὸ Κροκύλος μοι ἔδωκε: τὸ δέρμα μοι ἐχαρίσατο ὁ Κροκύλος, σὺ δὲ τοῦτο ἀφήπασας.
βασκαίνων: τοῦτο νῦν ἀντὶ τοῦ φθονῶν, λυπούμενος. βάσκανος γὰρ κυρίως ὁ τοῖς φάεσι, ἤγουν τοῖς ὀφθαλμοῖς καίνων καὶ φθείρων τὸ ὁραθὲν ὑπʼ αὐτῶν.
βασκαίνων: βασκαίνειν ἐστὶ τὸ τοῖς φωσὶ καίνειν ἤγουν βλάπτειν τοῖς ὀφθαλμοῖς τὸ ὁραθέν.
ἄκτιον: τὸν κυνηγόν· ἐπακτῆρες γὰρ οἱ κυνηγοί, ὥς φησιν Ὀππιανός «πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραί».
Πᾶνα τὸν ἄκτιον: ἔστι Πανὸς ἱερὸν πλησίον Κράθιδος ποταμοῦ, ὥς φησι Φιλοστέφανος. τινὲς δέ φασι τὸν ὑπὸ ἁλιέων ἐπὶ τῆς ἀκτῆς ἱδρυμένον· φησὶ δὲ καὶ Πίνδαρος τῶν ἁλιέων αὐτὸν φροντίζειν.
τὸν Πᾶνα τὸν ἄκτιον: οὗ ὁ ναὸς ἐπὶ τοῦ αἰγιαλοῦ ἵδρυται.
ἄκτιον: τὸν περὶ τοὺς πετρώδεις αἰγιαλοὺς διάγοντα.
τὰν βαίταν: τὰ ἐκ κωδίων συνερραμμένα περιβόλαια καλοῦσι βαίτας, Ἀττικοὶ δὲ σισύρας.
τὰν βαίταν ἀπέδυσα: βαίτα ἡ διφθέρα ἡ ἐκ κωδίων συνερραμμένη. Ἀττικῶς δὲ σισύραν ταύτην φασίν. Ἀριστοφάνης «ἐν πέντε σισύραις ἐγκεκορδυλημένος».ἡμεῖς δʼ αὐτὰ σισούρνιά φαμεν.
ὁ Καλαίθιδος: πότερον υἱὸς ἢ δοῦλος, οὐ λέγει.
ὁ Καλαίθιδος: ὅτι Καλαίθιδος οἰκέτης, διὸ καὶ οὐ λέγει υἱός.
ἦ κατὰ τήνας: γράφουσί τινες αὐτὸ καὶ ἤ, ἵνʼ ᾖ· οὐκ ἔλαβον αὐτήν· ἤ, εἰ ἀφεῖλον, φθαροίμην.
εἰς Κρᾶθιν ἁλοίμαν: Κρᾶθις καὶ Σύβαρις ποταμοὶ περὶ Σύβαριν. ὡς Νυμφόδωρος καὶ Θεόφραστός φασι, τοῦ Κράθιδος τὸ ὕδωρ ξανθίζει. ἢ ποταμὸς Κρότωνος· οὗτος δὲ Ἰταλίας. ἡ δὲ κατὰ ἀντὶ τῆς ἀπό.
εἰ ἐπιορκοίην, ἄνωθεν ἀπὸ τῆς πέτρας ἐκείνης ἐκριφείην εἰς τὸν Κρᾶθιν ποταμόν. οὐ μάτην δὲ τὸν Πᾶνα ὄμνυσιν· εἰώθασι γὰρ οἱ ἐκ πτοίας καὶ μανίας κατακρημνίζειν ἑαυτοὺς μέλλοντες … πάντα δέ εἰσι ταῦτα Πανικὰ δείματα.
ἐς Κρᾶθιν ἁλοίμαν: Κρᾶθις ποταμὸς περὶ Σύβαριν τῆς Σικελίας.
λιμνάδας: τὰς ἐν λίμναις διατριβούσας.
ἐντὶ μὲν οὐδὲν ἱερόν: παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων. φησὶ δὲ Κλέαρχος ἐν δευτέρῳ τῶν Παροιμιῶν, ὅτι Ἡρακλῆς ἰδὼν ἱδρυμένον τὸν Ἄδωνιν ἔφη·
«οὐδὲν ἱερόν»· οὐ γὰρ αὐτὸν ἄξιον τιμῆς καὶ ἱδρύσεως ἔκρινεν.
Διονυσόδωρος δὲ μεταφορὰν εἶναί φησιν ἀπὸ τῶν ἱερκων τῶν τιμωμένων, μηδὲν δὲ ἐχόντων ἱερὸν καὶ σεβασμοῦ ἄξιον.
Ἡρακλῆς ἐλθὼν εἰς Δῖον πόλιν τῆς Μακεδονίας εἶδεν ἔκ τινος ἱεροῦ πολλοὺς ἐξιόντας. θέλων δὲ προσκυνῆσαι ἀνέκρινε, τίνος εἴη. μαθὼν δὲ Ἀδώνιδος εἶναι ἔφη· «οὐδὲν ἱερὸν» ἀντὶ τοῦ οὐδενὸς ἄξιον, οἷον οὐδεὶς θεῶν ὑπάρχει.
ἔστι μὲν οὐδὲν μέγα, ὡς ὁ Ἀσκληπιάδης φησί.
ἀλλʼ οὖν αἴκα λῇς: εἰ βούλει, φησίν, ἔριφον καταθεῖναι. τῷ δὲ αἴκα ἡ Δωρικὴ διάλεκτος ἀεὶ ἀντὶ τοῦ ἐὰν κέχρηται· διὸ καὶ ὑποτάσσει.
ἐντὶ μὲν οὐδὲν ἱερόν: τουτέστιν οὐδὲν τίμιόν ἐστιν· ὅπερ ἐπὶ τῶν μηδενὸς ἀξίων εἴωθε λέγεσθαι.
διαείσομαι: διακριθήσομαι, ἕως οὗ ἀπαγορεύσεις νικηθεὶς ἢ ἕως ἂν ὁμολογήσῃς.
ἀλλʼ ἄγε τοι διαείσομαι: διακριθῶ. ἕστε κʼ ἀπείπῃς: ἕως ἂν ὁμολογήσῃς.
διαείσομαι: διακριθήσομαι καὶ τραγῳδήσω, ἕως οὗ ὁμολογήσεις.
ἕστε κατείπῃς: γράφεται ἀπείπῃς.
ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν: ὗς ὢν πρὸς Ἀθηνᾶν ἐρίζεις. παροιμία δέ ἐστιν ἐπὶ τῶν τοῖς κρείττοσι φιλονεικούντων.
εὔβοτον: εὐτραφῆ· βόσις γὰρ ἡ τροφή, ὅθεν καὶ τὸ αἰγίβοτον καὶ τὸ ἱππόβοτον.
ἔρειδε: κατάθου.
καὶ πῶς ὦ κίναδʼ εὖ: Σικελιῶται τὴν ἀλώπεκα οὕτως. ἔστι δὲ ἀντὶ τοῦ πανοῦργε· τοιοῦτον γὰρ τὸ ζῷον.
γράφεται ὦ κιναδεῦ: Σικελιῶται τὴν ἀλώπεκα οὕτως.
κίναδος ἡ ἀλώπηξ παρὰ τὸ κινεῖσθαι ἐν αἰδοῖ ἢ ἀναιδῶς ἢ παρὰ τὸ κινεῖσθαι ἐν δόλῳ.
ὦ κίναδε: ἤτοι ὦ πανοῦργε· Σικελιῶται γὰρ τὴν ἀλώπεκα κίναδον προσαγορεύουσιν.
ἐποκίξατο: ἔκειρε, πόκον ἐποίησε· τίς γάρ ποτε ἔκειρε τρίχας ἀντὶ ἐρίων; τοῦτό φησιν, ὅτι αὐτὸς μὲν ἄρνα κατατίθεται, ἐκεῖνος δὲ ἔριφον, ὃς οὐ ποκίζεται.
ἐποκίξατο: ἔξανεν.
τίς ἀντὶ τοῦ χρησίμου τὸ μὴ τοιοῦτον προέκρινε;
ἔστι δὲ παροιμία· τίς ἀντὶ τοῦ ἀρνοῦ ἔριφον ἔλαβεν;
τίς δὲ παρεύσας: τίς δὲ παρούσης αἰγὸς πρωτοτόκου κύνα βούλεται ἀμέλγειν;
πρωτοτόκου: ἤτοι νέας, πολυγαλάκτου.
κακὰν κύνα: λιμηράν. κύνα δὲ τὸ πρόβατον ἴσως ἔφη ἐκφαυλίζων αὐτό.
κακὰν κύνα: γεγηρακυῖαν.
δήλετʼ ἀμέλγειν: βούλεται· οὕτως γὰρ οἱ Δωριεῖς φασι.
ὅστις νικασεῖν: ὅστις, φησί, τὸν πλησίον νικήσειν ἐπαγγέλλεται διαφερόντως ᾄδοντα, καὶ θελήσει ποιεῖν τοῦτο, ἤγουν ἀντʼ αἰγὸς κύνα ἀμέλγειν· οἷον καὶ σὺ νῦν ἐμὲ νικήσειν φῂς τὸν τοσοῦτον ἐν ἡδυφωνίᾳ σου διαφέροντα ὅσον τέττιγες σφηκῶν.
σφὰξ βομβέων: ὁ σφήξ, φησί, σὺ ἐμοῦ κατʼ ἐναντίον τοῦ τέττιγος τολμᾷς βομβεῖν.
σφάξ: εἶδος μελίσσης ἦχον ἀποτελοῦν.
ὥριφος: εἰ ὁ ἔριφος οὗτος οὐκ ἐξισοῦται τῷ ἀμνῷ, ἀλλὰ τίθημι τράγον. ἰσοπαλής: ἴσος ἐν κλήρῳ· πάλος γὰρ ὁ κλῆρος. ἢ ἐκ τοῦ πάλη.
μὴ σπεῦδε: μὴ ἐπείγου ὥσπερ ὑπὸ φλογὸς καιόμενος. παροιμία· μὴ σπεῦδε, οὐ γὰρ ἐπὶ πυρὸς βέβηκας.
μὴ σπεῦδʼ, οὐ γάρ τοι πυρὶ θάλπεαι: ἀντὶ τοῦ· οὐκ ἐπὶ πυρὶ βέβλησαι.
μὴ σπεῦδʼ, οὐ γάρ τοι πυρὶ θάλπεαι: παροιμία ἐστίν· μὴ σπούδαζε, οὐ γὰρ ἐπὶ πυρὸς βέβηκας.
τεῖνδʼ ὑπὸ τὰν κότινον: τὸ τεῖνδε ἀντὶ τοῦ τῇδε καὶ ἐνταῦθα Δωρικῶς.
καὶ τἄλσεα: οἱ σύνδενδροι τόποι παρὰ τὸ εἰς ὕψος ἅλλεσθαι.
ψυχρὸν ὕδωρ τουτί: καὶ τὸ τουτὶ ἀντὶ τοῦ ἐνταῦθα.
χἁ στιβάς: στιβάδα λέγει νῦν τὴν βοτάνην· κυρίως δὲ στιβὰς ἡ στρωμνή. τὸ δὲ ἇδε ἀντὶ τοῦ ὧδε τροπῇ Δωρικῇ τοῦ ω εἰς α.
ποία χἁ στιβὰς ἇδε: ποία ἡ βοτάνη, στιβὰς δὲ ἡ ἐπὶ τῆς γῆς στρωμνή. τὸ δὲ ἇδε ἀντὶ τοῦ ὧδε Δωρικῶς τροπῇ τοῦ ω εἰς α.
καὶ ἀκρίδες: ἀκρίδες λέγονται τὰ πωλία τὰ καθήμενα εἰς τὰ ἄκρα τῶν δένδρων καταχρηστικῶς· κυρίως γὰρ αὐτὰ τὰ ἄκρα τῶν δένδρων.
ὅν ποκʼ ἐόντα: ταῦτά φησιν ἐπὶ τῷ τὴν χάριν … παρʼ αὐτοῦ διδαχθέντι, ὡς καὶ προκαλεῖσθαι αὐτὸν εἰς ἅμιλλαν.
ἁ δʼ αὖ χάρις ἐς τί ποθʼ ἕρπει: ἀντὶ τοῦ εἰς οἷον ἡ χάρις τῆς εὐεργεσίας κατηνέχθη.
θρέψαι καὶ λυκιδεῖς: ἐκθρέψειεν ἄν τις καὶ λύκων ἐκγόνους καὶ κύνας ἐπὶ τῇ λύμῃ τῇ αὐτοῦ, ὡς κἀγὼ τοῦτον ἐδίδαξα ἐπὶ ἀχαριστίᾳ.
ἔστι δὲ τὸ τοῦ Ἰσοκράτους «κακοὺς ποιῶν εὖ».
θρέψαι κύνας: παροιμία ἀπὸ τοῦ Ἀκταίωνος τοῦ ὑπὸ τῶν ἰδίων κυνῶν βρωθέντος· τάσσεται δὲ ἐπὶ τῶν ἀχαριστούντων τοῖς εὐεργέταις.
οὗτος γάρ, ὥς φασιν, τὴν Ἄρτεμιν ἰδὼν γυμνήν, ἐκείνη αἰδεσθεῖσα λύσσαν τοῖς κυσὶν ἐμβάλλει, κἀκεῖνον κατέφαγον.
ἀνδρίον: δυσγενὲς καὶ ἀνελεύθερον ἀνθρώπιον· ὑποκοριστικῶς.
ἀνδρίον: ἀνδράριον, ἀνθρωπάριον· ὑποκοριστικῶς. τὸ δὲ αὕτως ἀντὶ τοῦ μάτην.
ἐπύγιζον: πυγμαῖς ἔκρουον. ἄτοπον δὲ τοῦτο φανερῶς ἐξειπεῖν.
τὺ δʼ ἄλγεες: ἀντὶ τοῦ· ἐδόκεις μοι ἀλγεῖν, μᾶλλον δὲ ἡδύνου· καὶ γὰρ ἴδιον τοῦτο τῶν συνουσιαζομένων ἐστίν.
κατεβληχῶντο: βληχήν τινα ἠφίεσαν βιαζόμεναι ὑπὸ τῶν τράγων.
μὴ βάθιον: μὴ βαθυτέρου τύχοις τάφου τοῦ πυγίσματος, οὗ φῄς με εἰργάσθαι· σὺ δὲ ταφείης, ὡς ἐγὼ πεπύγισμαι.
ἤτοι οὐκ ἔδωκάς μοι πυγίσματα μηδὲ ταφείης, ὦ κυρτέ.
πυγίσματος: μὴ ταφείης, ἀντὶ τοῦ γαμηθείης, βαθύτερον σὺ τοῦ πρὸς ἐμὲ πυγίσματος ἐκ σοῦ, ὡς σὺ λέγεις· ἀρνεῖται δὲ διὰ τούτου. καὶ Ἀριστοφάνης δὲ ἐν Βατράχοις φησὶ περὶ τοῦ Κλέωνος τὸ κρυπτόμενον καὶ τὸ ἔνδον νοούμενον· «ἐν ταῖς ταφαῖς τίλλεσθαι», ἤγουν ἐν καιρῷ συνουσιασμοῦ τὰς τρίχας ἐκτίλλειν τῆς πυγῆς.
ὑβὸς κυρτός. καὶ ὑβόν ἐστι κυφὸν ἀποβολῇ τοῦ κ καὶ τροπῇ τοῦ φ εἰς β. ὕβωσις καὶ κύρτωσις καὶ λόρδωσις πάθη· λόρδωσις γάρ ἐστι τὸ ἔμπροσθεν, ὕβωσις τὸ κατὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος, κύρτωσις δὲ τὸ μέσον τῆς ῥάχεως.
ὑβὸς ὁ κυρτὸς καὶ ὑβὸν τὸ ἄρρεν αἰδοῖον.
ὕστατα: διὰ τὸ μέλλειν μοι ἡττηθῆναι.
τηνεί: ἐκεῖσε οὐ βαδιοῦμαι ἢ εἰς ἐκεῖνον τὸν τόπον καὶ οἶκον.
τουτῶ δρύες: ἐνταῦθα.
σμήνεσι: ταῖς καταδύσεσι τῶν μελισσῶν.
λαλαγεῦντι: λιγυρῶς ᾄδουσι.
καὶ ἁ σκιὰ οὐδὲν ὁμοία: ἡ παρʼ ἐμοὶ σκιὰ οὐδὲν ὁμοία τῇ παρὰ σοὶ σκιᾷ.
κώνοις: στροβίλοις κυρίως, καταχρηστικῶς δὲ τοῖς καρποῖς.
ἀρνακίδας: τὰς τῶν ἀρνῶν δοράς.
τῆδε πατησῆς: ἐκ περιουσίας ὡς καὶ πατεῖν.
ὕπνω μαλακώτερα: τὸ «μαλακώτερα τοῦ ὕπνου» ἐν καιρῷ· τοιοῦτον γάρ τι χρῆμα ὁ ὕπνος.
ταὶ δὲ τραγεῖαι: αἱ δοραὶ τῶν τράγων.
ταὶ δὲ τραγεῖαι: ἤγουν τὰ δέρματα τῶν ἐρίφων.
στασῶ δὲ κρατῆρα: … παρόσον ἔλαιον ἐκτίθησι ταῖς Νύμφαις· αὗται γὰρ ἐκθρέψασαι τὸν Ἀρισταῖον ἐδίδαξαν τὴν τοῦ ἐλαίου ἐργασίαν καὶ μέλιτος, ὥς φησιν Ἀριστοτέλης.
λευκοῖο γάλακτος: οὐχ ὡς μέλαν ὂν γάλα τοῦτό φησι λευκόν, ἵνʼ ᾖ κατὰ διαφορὰν ἐκείνου, ἀλλʼ ὡς φύσει παντὸς λευκοῦ γάλακτος· ἐπίθετον γὰρ τοῦτο αὐτοῦ ἐστιν, ὥσπερ καὶ τοὺς Αἰθίοπας φύσει ὄντας ἀμαυροὺς καὶ ὀνομαστὶ ἄλλως καλούμενον ἕνα ἕκαστον αὐτῶν Αἰθίοπά φαμεν.
στασῶ δὲ κρητῆρα: θύσω.
ἁπαλὰν πτέριν: μαλακὸν χόρτον τὸν λεγόμενον βλάχνον.
πτέρις χορτάριόν τι μαλακόν.
γλήχωνʼ: εἶδος βοτάνης.
γλάχων τὸ βλισκούνιν.
ὑπεσσεῖται: ἀντὶ τοῦ· ὑποστρώματα εἶεν τῶν χιμαιρῶν ἤτοι τῶν αἰγῶν τὰ δέρματα.
ὑπεσσεῖται: ὑποστρωθήσεται δέ σοι τὰ τῶν αἰγῶν δέρματα ἁπαλώτερα καὶ τῶν νέων προβατείων.
γαυλώς: ἀγγεῖα χυτροειδῆ γαλακτοδόχα, ἐν οἷς πήσσουσι τὸ γάλα· παρὸ καὶ εἴρηται πλεονασμῷ τοῦ υ, ἅτινα καὶ ἀμολγέας καλοῦσι.
γαῦλος εἶδος πλοίου, γαυλὸς ἀγγείου.
γαυλώς: παρὰ τὸ γάλα. εἴδη δέ εἰσιν οἱ γαυλοὶ ἀγγείων ποιμενικῶν.
σκαφίδας: ἀγγεῖα, εἰς ἃ κατετίθεσαν τὰς μελικηρίδας.
πλέα κηρία: τὰ κηρία μέλιτος ὄντα πλήρη, ἅ εἰσι μελικηρίδες.
πατέων: λείπει χώραν. τοῦτο ἐκ τῆς παροιμίας· «Σπάρταν ἔλαχες, Σπάρταν κόσμει».
τὰν σαυτοῦ πατέων: τοῦτο ἀπὸ τῆς παροιμίας· «Σπάρταν ἣν ἔλαχες κόσμει». λέγει δὲ τὸ χωρίον ἤτοι τὸν τόπον.
τὰν σαυτοῦ πατέων: τουτέστιν ἐπὶ τῆς οἰκείας χώρας βεβηκώς.
ποτιδεύομαι: προσχρῄζω.
ἐρείκας: εἶδος φυτοῦ.
ξυλοχίζεται: γράφεται ξυλοχίσδεται· ξυλεύεται, ξύλα τέμνει. ἔστι δὲ καὶ παροιμία· «δρυὸς πεσούσης πᾶς ἀνὴρ ξυλεύεται».
ξυλοχίζεται: τέμνει.
τὺ δʼ ὦ φίλε: σὺ δέ, ὦ Μόρσων, μή μοι πρὸς χάριν ὁμιλήσῃς καὶ παρὰ τὸ δίκαιον τὴν νίκην χαρίσῃ, μήτε μὴν περιΐδῃς ἀδικούμενον.
μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς: βλάψῃς, ἀδικήσῃς.
τύγα: τὸ γα ἐπέκτασις.
τῷδε χαρίξῃ: ἐν χάριτι κρίνῃς.
ὁρῇς φίλε τῶ Συβαρίτα: τὴν Θουρίαν ταυτήν φασιν εἶναι τῇ Συβάρει, ἄλλοι ἑτέραν καὶ ἑτέραν.
ἅδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα: ἄλλη Σύβαρις καὶ ἄλλη Θουρία· οὗτος γὰρ διΐστησι.
μὴ τύ τις ἠρώτα: τοῦτο ὁ Λάκων φησὶν ἀγανακτῶν ἐπὶ τῷ προπετεῖ καὶ περιέργῳ τῆς γλώσσης αὐτοῦ.
τὸν ξένον ἐς πόλιν αὖθις ζῶντʼ ἄφες: ἔτι καὶ νῦν τοῖς διʼ ὄχλου τινὶ γινομένοις εἰώθαμεν τοῦτο λέγειν· ἄνες ποτὲ τὸν ἄνθρωπον. λέγει δὲ τὸν ξένον τὸν παρακληθέντα κρῖναι.
ζῶντʼ ἄφες: τοῦτό φησι θέλων σκῶψαι αὐτὸν τὸν αἰπόλον, ὡς ἀηδές τι μέλλει λέξαι καὶ ἴσως ἂν ἐκ τῆς ἀηδίας καὶ ὁ Μόρσων ἡμιθνὴς γενήσεται ἢ καὶ τέλος θάνῃ. ἢ ζῶντʼ ἄφες ἀντὶ τοῦ ταχύν, ἀπὸ τοῦ ζέω· τοὺς γὰρ ταχεῖς ζέοντας καὶ θερμοὺς λέγουσι. ταῦτα δέ φησιν ὁ Λάκων ὡς διαλεγομένου τοῦ αἰπόλου τῷ Μόρσωνι.
καὶ τὸν ξένον ἐς πόλιν αὖθις ζῶντʼ ἄφες: τουτέστιν, ἵνα μὴ ὑπὸ τοῦ μέλους ὥσπερ ὑπὸ τῶν Σειρήνων κρατηθεὶς ἀπόληται. τοῦτο δὲ εἰρωνικῶς φησιν.
ὦ Παιάν: ὦ τοῦ θαύματος.
ταὶ Μοῖσαί με φιλεῦντι: ἀρχὴ τῆς ᾠδῆς Κομάτα. φησὶ δὲ αὐτὸν μᾶλλον ὑπὸ τῶν Μουσῶν φιλεῖσθαι ἢ τὸν Δάφνιν.
καὶ γὰρ ἔμʼ Ὡπόλλων: εἶτα ὁ Λάκων λέγει· καὶ γὰρ ἐμὲ ὁ Ἀπόλλων φιλεῖ.
τὰ δὲ Κάρνεα: Πράξιλλα μὲν ἀπὸ Κάρνου φησὶν ὠνομάσθαι τοῦ Διὸς καὶ Εὐρώπης υἱοῦ, ὃς ἦν ἐρώμενος τοῦ Ἀπόλλωνος· Ἀλκμὰν δὲ ἀπὸ Καρνέου τινὸς Τρωϊκοῦ· Δημήτριος δὲ ἀπὸ τοῦ κρᾶναι, ὅ ἐστιν ἐπιτελέσαι. φησὶ γάρ, ὡς Μενέλαος στρατεύσας εἰς Ἴλιον ηὔξατο τιμῆσαι αὐτόν, ἐὰν κρηήνῃ.
Κάρνεα: Κάρνεια ἑορτὴ τελουμένη τῷ Καρνείῳ Ἀπόλλωνι κατὰ τὴν Πελοπόννησον, ἀπὸ Κάρνου μάντεως, ὃς ἔφησε τοῖς Ἡρακλείδαις· ἀπὸ δʼ αὐτοῦ Κάρνειον Ἀπόλλωνα προσαγορεύουσιν. ἡ δὲ ἱστορία παρὰ Θεοπόμπῳ ὅτι τὸν αὐτὸν καὶ Δία καὶ ἡγήτορα καλοῦσιν Ἀργεῖοι διὰ τὸ κἀκεῖνον ἡγήσασθαι τοῦ στρατοῦ. τὸν οὖν Κάρνον οἱ Ἡρακλεῖδαι ἀπέκτειναν κατερχόμενοι εἰς Πελοπόννησον ὑπολαβόντες κατάσκοπον εἶναι τοῦ στρατεύματος· ὃν ὕστερον ἐτίμησαν ὑπὸ λοιμοῦ φθειρόμενοι.
οὗτος ὁ Κάρνος μάντις ὢν εἵπετο τοῖς Ἡρακλείδαις ἄσημα τούτοις μαντευόμενος· ὅντινα ἐκτραπεὶς εἷς τῶν Ἡρακλειδῶν, Ἱππότης ὄνομα, λόγχῃ βαλὼν ἀπέκτεινε. διʼ ὃν λοιμὸς ἐπεκράτησε τὴν Πελοπόννησον. ἀπελθόντες δὲ ἔλαβον χρησμὸν ἐξ Ἀπόλλωνος τιμῆσαι Κάρνειον Ἀπόλλωνα· καὶ τοῦτο ποιήσαντες ἐπαύσαντο τοῦ λοιμοῦ. ταύτην οὖν τὴν ἑορτὴν μέχρι τοῦ παρόντος καὶ οὗτοι καὶ οἱ μετοικήσαντες ἐκ Πελοποννήσου εἰς ἑτέρας πόλεις διὰ τὸν λοιμὸν ἐπιτελοῦσιν.
τὰ δὲ Κάρνεα: ἔστιν ἑορτὴ Διὸς Κάρνεια ὀνομαζομένη. παρʼ Ἕλλησι δὲ τελεῖται διὰ τὸ τὸν δούρειον ἵππον ἐκ κρανείου εἶναι ξύλου.
καί μʼ ἁ παῖς ποθορεῦσα: ἡ Ἀλκίππη· αὕτη γάρ ἐστιν ἐρωμένη τοῦ Κομάτα.
ποθορεῦσα: Αἰολικόν· ὤφειλε γὰρ ὁρῶσα διὰ τοῦ ω τῆς δευτέρας συζυγίας.
καί μʼ ἁ παῖς ποθορεῦσα: καί με ἡ ἐρωμένη προσβλέπουσα.
«τάλαν» λέγει: ᾤκτειρε γὰρ ἰδοῦσα καὶ εἶπεν· ὦ τάλαν, πάσας μόνος ἀμέλγεις;
τὸ φεῦ φεῦ ἐπὶ θαύματι κεῖται.
φεῦ φεῦ: θαυμαστικὸν ἢ σχετλιαστικόν.
ταλάρως δὲ καλαθίσκους, ἐν οἷς τυροῦται τὸ γάλα.
περὶ αὑτοῦ δὲ τὸν λόγον ποιεῖται ὁ Λάκων τῇ κακοεννοίᾳ ἑαυτὸν παιδοπίπην εἰσάγων.
ἐν ἄνθεσι: ἐν ἄνθει τῆς ἡλικίας χαίρει. τοῦτο δὲ εἶπεν ὡς ὄντος αὐτοῦ παιδεραστοῦ.
τὸ μὲν ἔξω· τοῖς ἄνθεσι τοῦ τυροῦ τὸν παῖδα τοῖς χείλεσι παραχρίει. τὸ δὲ ἔσωθεν· ἐν τοῖς ἀνθώδεσι τόποις τὸν ἄνηβον παῖδα μολύνει ἀντὶ τοῦ βινεῖ.
βάλλει καὶ μάλοισιν: ἀντὶ τοῦ· πειρᾶταί με εἰς ἔρωτα ἐπαγαγέσθαι· τὸ γὰρ μῆλα βάλλειν ἐπὶ τούτου ἔτασσον.
ἁ Κλεαρίστα: ἡ Ἀλκίππη ἡ ἐρωμένη αὐτῷ ὡς θυγάτηρ Κλεαρίστου.
ποππυλιάσδει: ἀπὸ τοῦ ποππύζω παραγωγόν.
ποππυλιάσδει: ποππύζει.
λεῖος ὑπαντῶν: ἡδύς.
ἐκμαίνει: τουτέστιν ἀνάπτεσθαι ποιεῖ με ὑπὸ τοῦ ἔρωτος.
ἐκμαίνει: ἐρᾷ· τὸ πολὺ δὲ τοῦ ἔρωτος δηλοῖ διὰ τοῦ ἐκμαίνει.
ἐκμαίνει: ἐκμαίνεσθαι ποιεῖ.
συμβλητὰ ἀντὶ τοῦ συγκρίσεως ἄξια. λέγει δὲ τὴν διαφορὰν τῆς θηλείας ἀπὸ τοῦ ἄρρενος.
οὐ συμβατά, οὐ συγκρίσεως ἄξια.
κυνόσβατος: φυτάριον ὅμοιον ῥοιδίῳ ἔχον τὸν καρπόν. ἔστι δὲ μεταξὺ θάμνου καὶ δένδρων, παρόμοιον ταῖς ῥοιαῖς, τὸ δὲ φύλλον ἀκανθῶδες· οὕτως φησὶ Θεόφραστος. ἔστι δὲ ὁ κυνάκανθος.
κυνόσβατος: ἄγριον ῥόδον.
ἀνεμώνα: τὴν ἀνεμώνην Νίκανδρός φησιν ἐκ τοῦ Ἀδώνιδος αἵματος ῥυῆναι. Κρατεύας δὲ δύο φησί, τὴν μὲν ἄνθος ἔχουσαν μέλαν, τὴν δὲ φοινίκεον. Σωσίβιος δὲ παρὰ Λάκωσι τὰς ἀνεμώνας φαινίδας καλεῖσθαί φησι.
ἀνεμώνα: ἄνθος ἄνοδμον, ὅ φασιν ἀναδοθῆναι ἐκ τοῦ αἵματος Ἀδώνιδος.
ἀνεμώνα: ὁ πετεινὸς καλούμενος, ὅς ἐστι βοτάνη, ἤγουν ἡ κουτζουνάδα.
πρὸς ῥόδα: ῥόδον παρὰ τὸ θᾶττον ἀπορρεῖν· ῥοῶδες γάρ ἐστιν ἤτοι συντόμως φθειρόμενον. ἢ ἀπὸ τοῦ ῥεῖν ἀπʼ αὐτοῦ τὴν ὀδμὴν ἢ ἀπὸ τοῦ ὄζω.
τῶν ἄνδηρα: νῦν ἀντὶ τοῦ ἄκρα· τῶν γὰρ ῥόδων τὰ ἄκρα καὶ πρωτεύοντα φύονται ἐν ταῖς αἱμασιαῖς. κυρίως δὲ ἄνδηρα τὰ ἐπάνω τῶν ὀχετῶν τῶν ὑγρῶν, ἤγουν τὰ χείλη τοῦ ποταμοῦ, παρὰ τὸ ἄνω τῶν διερῶν εἶναι· διερὰ γὰρ τὰ δίυγρα.
τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει: ὧντινων, τῆς κυνοσβάτου καὶ τῆς ἀνεμώνης, τὰ ἄνθη ἢ τὰ φυτά. κυρίως δὲ ἄνδηρα τὸν ἔνυγρον τόπον καὶ τὰ τῶν ποταμῶν ἀναχώματα γίνωσκε.
φυλάσσει: γράφεται καὶ πεφύκει.
οὐδʼ ἀκύλοις: ταῖς τῆς πρίνου βαλάνοις· ἄκυλος γὰρ ὁ τῆς πρίνου καρπός. αἱ μὲν γὰρ ἄκυλοι λεπτόσαρκοι, φησί, καὶ ξηραί, αἱ δὲ ὀρομαλίδες ἡδεῖαι. φησὶν οὖν, ὅτι ὁ μὲν Κρατίδας μελίχρους, ἡ δὲ Κλεαρίστη ἀειδής.
ὀρομαλίδες: τὰ ὄρεια μῆλα. Ἀσκληπιάδης δὲ ὁμομαλίδες γράφει· ἔστι δὲ τὰ συνακμάζοντα τοῖς μήλοις σῦκα.
αἱ δὲ μελιχραί: τινὲς οὕτως ἑρμηνεύουσιν· αἱ μὲν ἔχουσι λεπτὸν λέπυρον· αἱ δὲ μελιχραί, ἤγουν χροιὰν ἔχουσαι μέλιτος, κιτρινοειδεῖς· ὁ δὲ καρπὸς τῆς πρίνου κοκκοειδής ἐστι. ποιεῖ οὖν ὁ Λάκων τὴν μὲν Κλεαρίσταν κιτρινοειδῆ καὶ οἱονεὶ ἄμορφον, τὸν δὲ Κρατίδαν κοκκοειδῆ καὶ οἱονεὶ εὔμορφον.
ἄκυλος ὁ καρπὸς τῆς πρίνου. ὀρομαλίδες ὄρεια μῆλα. λεπτὸν ἀπὸ πρίνοιο, παχὺ δὲ πρὸς τὰς ὀρομαλίδας.
φάσσαν: ὄνομα ὀρνέου. Ἀλέξανδρος δέ φησιν ὁ Μύνδιος, ὅτι ἡ μὲν φάσσα ὑποκυάνεον ἔχει τὴν κεφαλὴν καὶ μᾶλλόν γε ἐμπόρφυρον, τῶν τε ὀφθαλμῶν λευκῶν ὄντων τὸ ἐν αὐτοῖς μέλαν στρογγύλον ἔχει.
ἀρκεύθου: ὄνομα δένδρου ἀκάρπου. φησὶ γὰρ ὁ Θεόφραστος, ὅτι «τῶν ἀγρίων» ἐστὶν «ἐλάτη, πεύκη, ἄρκευθος, μῖλος, θυΐα καὶ ἣν Ἀρκάδες καλοῦσι φελλόδρυν».
ἐκ τᾶς ἀρκεύθω: ἡ ἄρκευθος εἶδος φυτοῦ ἀκανθώδους.
ὁππόκα πεξῶ: ἐντεῦθεν καὶ πόκος· ἐτίθεσαν οὖν ἐπὶ τοῦ ξαίνειν.
πεξῶ: κουρεύσω.
τὰν πέλλαν: τὴν πορφυρᾶν οἶν, τὴν μέλαιναν. τὴν γοῦν τοῦ σώματος ἐπιφάνειαν, ἡνίκʼ ἂν διʼ ὑποδρομὴν αἵματος μελαίνηται, πελίωμα καλοῦσιν· ὃ τῇ Ἀφροδίτῃ συμβεβηκέναι φησὶν Ὅμηρος· «μελαίνετο δὲ χρόα καλόν».
τὰν ὄϊν τὰν πέλλαν: τὴν μέλαιναν. τὴν γὰρ τοῦ σώματος ἐπιφάνειαν, ὅτε ὑφʼ αἵματος μελανθῇ, πελίδνωμα καλοῦμεν.
τὰν πέλλαν: σκοτεινήν, μέλαιναν.
σίττʼ ἀπὸ τᾶς κοτίνω: τοῦτο μεταξὺ τῆς ᾠδῆς ἐπεφώνησε πρὸς τὰς αἶγας· ἀναχωρεῖτε τῆς ἀγριελαίου.
οὐκ ἀπὸ τᾶς δρυός: ἀπόστητε, φησίν, ἀπὸ τῆς δρυὸς καὶ κατὰ τοῦτο τὸ μέρος βόσκεσθε τῆς Ἰταλίας, ἔνθα τὸ ὄρος ὁ Φάλαρος πρὸς ἀνατολὰς κείμενον. Ἀσκληπιάδης δέ φησι χωρίον τὸ καὶ νῦν καλούμενον Φάλαρον.
Κώναρος: ὁ κριὸς διὰ τὸ τὰ κέρατα ἔχειν τραχέα καὶ περιφερῆ ὡς κώνους ἤτοι στροβίλους.
ὁ Κώναρος: ὁ κριὸς παρὰ τὸ κέρατα ἔχειν κωνοειδῆ.
ἅ τε Κιναίθα: τοῦτο τῆς οἰός ἐστιν ὄνομα. τινὲς δὲ τὴν εὐκίνητον ἀκούουσιν· αἴθει γὰρ ἐν κινήσει ὥσπερ τὸ πῦρ. ὅθεν Ὅμηρος τοὺς λέοντας αἴθωνάς φησι.
Κιναίθα: ἡ πρὸς τὸ κινεῖσθαι διάπυρος, ἤγουν ἡ ταχεῖα ὄϊς, παρὰ τὸ κινῶ καὶ τὸ αἴθω τὸ καίω.
τουτί: ἐνταῦθα.
ὡς: οὕτως ὥσπερ.
Φάλαρος: ὄνομα ὄρους εἰς ἀνατολὴν κειμένου.
ὡς ὁ φάλαρος: φάλαρον λέγει τὸν λευκὸν κριόν. καὶ Ὅμηρος κύματα «φαληριόωντα» λέγει τὰ λευκαινόμενα.
φάλαρος: ὁ λευκὸς ἢ ὁ φολιδωτός.
φάλαρος: ἤγουν ὁ φολιδωτὸς ἢ τὸ ὄρος τῆς Ἰταλίας.
γαυλός: τὸ γαλακτοδόχον ἀγγεῖον.
ἔργον Πραξιτέλευς: δύο φασὶ Πραξιτέλεις, τὸν μὲν ἀρχαιότερον ἀνδριαντοποιόν, τὸν δὲ νεώτερον ἀγαλματοποιόν. οὗτος δὲ ἦν ἐπὶ Δημητρίου τοῦ βασιλέως, περὶ οὗ φησιν ὁ Θεόκριτος.
ἀντὶ δὲ τοῦ εἰπεῖν θαυμαστὸν λέγει τὸ ὄνομα τοῦ τεχνίτου ὡς ἐξάκουστον.
τᾷ παιδί. τῇ ἐρωμένῃ Κλεαρίστᾳ.
τᾷ παιδὶ δέ: τῇ Ἀλκίππῃ.
κύων φιλοποίμνιος, ὃν λύκος ἄγχει: κυρίως ἐπὶ τοῦ ζῴου ἀκουστέον· ἢ ἐπὶ τοῦ ἱμάντος τοῦ περιδεδεμένου τοῖς τραχήλοις τῶν κυνῶν.
ὃς λύκως ἄγχει: πνίγει καὶ ῥέγχειν ποιεῖ. φιλοποίμνιος: ἐν τῇ φροντίδι τοῦ φυλάσσειν τὰ θρέμματα· δοκεῖ δὲ ὄνομα εἶναι κυνός.
ἐντὶ γὰρ αὖαι: ξηραί, ὥριμοι. γράφεται καὶ ἄζαι· ἐν τοῖς ἀγγείοις γὰρ ἐπειδάν τι καταλειφθῇ ξηρανθέν, ἄζα λέγεται. γράφεται καὶ αὐταί, ἵνʼ ᾖ μόναι.
ἐντὶ γὰρ αὖαι: γράφεται καὶ ἄξαι: καὶ γὰρ τὸ καταλειφθὲν ἐν τοῖς ἀγγείοις ἄζα λέγεται.
αὖαι: πέπειροι, ὥριμοι, ἕτοιμοι πρὸς τὴν τρύγην.
αὖαι: πέπειροι, τουτέστιν ὥριμοι καὶ ὅσον εἰκὸς θερμανθεῖσαι τῷ ἡλίῳ.
ὁρῆτε τὸν αἰπόλον: οὕτως φησίν· ὡς ὁρᾶτε τὸν αἰπόλον παρερεθίζοντά με εἰς ἅμιλλαν, οὕτω δὴ καὶ ὑμεῖς ἐρεθίζετε τοὺς θεριστὰς εἰς ἐργασίαν.
οὕτως χὕμμες: οὕτως καὶ ὑμεῖς εἰς ἔριν ἄγετε τοὺς θεριστάς.
θὴν καὶ ἐπιπολύ· ἢ τὸ θὴν ἀντὶ τοῦ δή.
τὰς δασυκέρκως: τὰς πολυτρίχους ἐχούσας οὐράς· κέρκος γὰρ ἡ οὐρά.
μισέω τὰς δασυκέρκος: τινὲς οὕτω κατὰ τὸ ἔσω νοούμενον λέγουσι· μισῶ τοὺς ἄνδρας τοὺς ἐνήλικας καὶ δασυπύγους, οἳ φοιτῶντες διὰ τῆς νυκτὸς τὰ τοῦ Μίκωνος ῥαγίζοντι, ἤγουν ἐσθίουσι, δηλονότι ὑπʼ αὐτοῦ βινούμενοι. γράφεται δὲ Μίκων τὸ μι ι. ἀλώπηξι δὲ εἴκασε τοὺς τοιούτους ὡς πανούργους καὶ δολερούς.
ῥαγίζοντι: τὰς ῥᾶγας ἀναλέγουσιν. οὕτως δὲ ῥᾶγας Ἀττικῶς διὰ τοῦ α.
διʼ ἀλληγορίας ὁ Κομάτας φησίν, ὅτι ὁ Λάκων ἐν τοῖς Μίκωνος κατὰ πᾶσαν ἑσπέραν πορευόμενος περαίνεται.
ῥαγίζοντι: τὰς ῥᾶγας ἀποτρώγουσι.
αἳ τὰ Μίκωνος ἀεὶ φοιτῶσαι: λείπει χωρία. τὰ ποθέσπερα: τὰ δυτικά. ῥαγίζονται: λυμαίνονται, τρυγῶσι.
τὰ Μίκωνος: ἀμπελόφυτον τόπον, τὰς ἀμπέλους.
καὶ ὁ ἕτερος ἐπὶ τῆς αὐτῆς ἐννοίας ἐμφαίνων τοὺς περαίνοντας αὐτὸν κατὰ τὴν συκάδα φησίν.
ὑπανέμιοι: ὑπαέριοι.
γράφεται ἦ ῥα μέμνᾳ.
ὅτʼ ἐγώ τυ κατήλασα: τὰς προειρημένας ἐμφάσεις διὰ τούτου βεβαιοῖ λέγων· ἢ οὐ μέμνῃ, ὅτε σε ἐπέραινον κατʼ ἐκείνην τὴν δρῦν, τὺ δὲ σεσαρὼς πρὸς ἐκείνην κιγκλίζευ; τοῦτο δὲ μεταφορικῶς εἴρηται ἀπὸ τῆς ἐν τῇ θύρᾳ κιγκλίδος. ἔστι δὲ κόραξ σιδηροῦς ἐμπίπτων εἰς τὸ μέσον σιδηροῦν καὶ ἐπικροτῶν τὴν θύραν.
κιγκλίζευ: προσεδονοῦ· ἀπὸ τοῦ κίγκλου οὕτως καλουμένου ὀρνέου, ὃ νῦν σεισοπυγίδα καλοῦσιν, ἀφʼ οὗ ἡ λέξις μετήνεκται. κιγκλίζειν δὲ τὸ κινεῖν τὴν ὀσφύν φασιν. ὥσπερ δὲ παρὰ τὸ γνῶ γίγνω, οὕτως παρὰ τὸ κλῶ κίγκλω καὶ κίγκλος.
ἐκιγκλίζευ προσεδονοῦ φησι· ἀπὸ μεταφορᾶς τοῦ κίγκλου, ὃν ἔνιοι καλοῦσι σεισοπυγίδα, ὅθεν καὶ τὸ κινεῖν τὴν ὀσφὺν κιγκλίζειν φασίν.
τοῦτο μὲν οὐ μέμναμαι: τὸ μέν, ὡς σὺ φῄς, πεπεράνθαι με οὐ μέμνημαι· ἡνίκα μέντοι δήσας ὁ Εὐμάρας ἐνταῦθα εὐμελῶς καὶ εὐτόλμως σε ἐμάστιξεν, ἀκριβῶς οἶδα.
Εὐμάρας ἐκάθηρε: περὶ οὗ μοι εἶπας, οὐ μέμνημαι· τοῦτο δὲ γινώσκω, ὅτι ὁ δεσπότης σου δήσας σε ἐπύγιζεν, ὅπερ δηλοῖ τὸ ἐκάθηρε. ἢ ἐκάθηρεν ἀντὶ τοῦ ἔτυπτε καὶ ἐξέδερε. καὶ Ἀριστοφάνης «πέδοι τὰς πλευρὰς ἐκάθηρεν».
ὅκα μάν ποκα τεῖνδέ τυ δήσας Εὐμάρας ἐκάθηρεν: ὅτε δὲ ὁ Εὐμάρας ὁ σὸς δεσπότης δεσμήσας σε ἐμαστίγωσεν, ἀκριβῶς ἐπίσταμαι.
γράφεται ὅκα μάν ποκα τίν τοι δήσας.
ἐκάθηρεν: ἐπαίδευσεν, ἐμαστίγωσεν.
ἤδη τις, Μόρσων: ὦ Μόρσων, φησί, ἤδη τις μέλλει λυπεῖσθαι παρʼ ἡμῶν οὐχ ὑβρισθείς· ἢ οὐχὶ παρῄσθου πρότερον τοῦτον ὑβρίσαντα;
παρῄσθευ: ὡς οὐκ ἐνεγκὼν τὴν ὕβριν μέλλει λοιδορεῖσθαι καὶ προσημαίνεται τούτου αὐτοῦ λαμβάνων Μόρσωνα μάρτυρα τὸν κριτήν, τοῦ προϋβρίσθαι πρῶτος αὐτός.
οὐχὶ παρῄσθευ: οὐκ ἐνόησας.
σκίλλας ἰὼν γραίας: ὁ λόγος πάλιν πρὸς τὸν Λάκωνα. ἄξιος εἶ, φησί, μᾶλλον ἀπελθεῖν εἰς τὰ μνημεῖα καὶ τὰς γεγραιωμένας σκίλλας τίλλειν ἤπερ ἐμοὶ ἐρίζειν· αὗται γὰρ παντελῶς ἄχρηστοί εἰσιν. καλοῦνται δὲ σκιλλοκρόμυα.
γραίας: οὕτως ἡ ὕβρις· γεγηρακυίας καὶ σκληρωθείσας τῷ χρόνῳ σκίλλας ἔλθοις εἴς τινα τόπον τίλλων. φησὶ δὲ τοῦτο ὡς ἐπίπονον καὶ μοχθηρόν.
σκίλλας ἰὼν γραίας: τοῦτό φησι κατὰ τὸ ἔσω νοούμενον· ἀπελθὼν τίλλε, φησί, τὰς παλαιὰς τρίχας τοῦ τάφου σου, ἤγουν τῆς πυγῆς σου.
σκίλλας ἰὼν γραίας: σκίλλα εἶδος βοτάνης πάντῃ ἀχρήστου. γραίας δὲ τὰς γεγηρακυίας καὶ ξηράς.
σκίλλας: φυτὸν λυσσῶδες.
τίλλοις: κόπτοις.
κνίζω: τιτρώσκω, λυπῶ, καθάπτομαι.
κυκλάμινος βοτάνιόν ἐστι ποιῶδες, λεπτόρριζον, ὅπερ χλιανθὲν ποιεῖ πρὸς χίμετλα. οἱ δὲ τὸν τῆς κομάρου καρπόν, ὅνπερ ἐάν τις πολὺν φάγῃ κεφαλαλγεῖ.
κυκλάμινος οὐχὶ πάντως χαλεπῶς ὀρύσσεται. ἀλλʼ ὥσπερ ἀπειροκάλως ἐκεῖνος κατηράσατο, οὕτω καὶ οὗτος ἀπὸ τοῦ παραπεσεῖν εἰς τὴν κυκλάμινον.
τὰν κυκλάμινον: ἡ κυκλάμινος βοτάνη ἐστὶ παντελῶς ἄχρηστος.
Ἱμέρα: ποταμὸς Σικελίας. τοῦτο δέ φησι διὰ τὸ ποτὲ μὲν ἁλυκάς, ποτὲ δὲ γλυκείας ἔχειν πηγάς. ἔστι δὲ καὶ πόλις ὁμώνυμος, διʼ ἧς ῥέει ὁ ποταμός.
κατὰ μέν τι μέρος ἁλυκόν, κατὰ δέ τι πότιμον. κρήνην δέ τινες Ἰταλίας φασὶν εἶναι.
Ἱμέρα: ὄνομα ποταμοῦ. ἔστι δὲ καὶ ὄνομα πόλεως Σικελίας.
ἐς τὸν Ἄλεντα: ὁ Ἄλεις ποταμὸς Ἰταλίας, ὁ δὲ Κρᾶθις ποταμὸς περὶ Σύβαριν. εὔχεται δὲ διὰ τὴν ἐρωμένην.
πορφύροις: βλύζοις.
πορφύροις: κεκραμένος εἴης.
σία: λάχανον ὅμοιον σελίνῳ ἐν αὐτῷ τῷ ὕδατι τρεφόμενον.
τὰ δέ τʼ οἴσια: ἀνθύλλιά εἰσι παντελῶς ἄκαρπα, πρὸς τοῖς ποταμοῖς φυόμενα.
τὰ δέ τοι σία: σίον βοτάνη τίς ἐστιν ἄκαρπος. καὶ Ὅμηρος· «ἀμφὶ δὲ λειμῶνος μαλακοῦ σία»· τὸ γὰρ ἴον ἐν τοῖς λειμῶσιν οὐ πέφυκε γίνεσθαι, ἀλλὰ τὸ σίον.
ῥείτω χἁ Συβαρῖτις: πηγὴ Ἰταλίας περὶ Θούριον.
ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι: πηγὴ ἐν Σικελίᾳ.
ἁ παῖς: ἡ δούλη.
τᾷ κάλπιδι: καὶ ἡ ἐμή, φησίν, ἐρωμένη τῇ ὑδρίᾳ τὸ ῥέον ἀπὸ τῆς κρήνης μέλι ἀντλήσοι.
τᾷ κάλπιδι: τῇ κάλπιδι ἤτοι τῷ καδδαρίῳ.
τᾷ κάλπιδι: κάλπις ἡ ξύλινος ὑδρία.
κάλπιδα: ἀγγεῖον ὑδροφόρον.
κύτισος, αἴγιλος, σχῖνος θάμνοι, οὓς ἐπινέμονται αἱ αἶγες.
πατέοντι: ἢ ἐσθίοντι ἢ πατοῦντι.
κέοντι: βόσκοντι θάμνον.
κόμαρος εἶδος δένδρου.
ἐν κομάροισι κέονται: κεῖνται καὶ καθέζονται.
πάρεστι μὲν ἁ μελίτεια: μελίτεια εἶδος βοτάνης οὕτως ὀνομαζομένης· ἔστι δὲ γλυκώδης.
ἁ μελίτεια: ἤγουν ἡ μελιτόεσσα· ἔστι δὲ ἡ μελίτεια εἶδος βοτάνης γλυκιζούσης.
μελίτεια: εἶδος ἄνθους γλυκώδους.
ῥόδα κισθός … περί τε τὰ γόνατα τῶν τράγων καὶ τὸν πώγωνα πησσόμενα.
ἔστι δὲ κισθὸς εἶδος βοτάνης ἀνθοφορούσης ἐοικὸς ῥόδοις κατὰ τὸ ἄνθος.
καὶ ὡς ῥόδα κισθὸς ἐπανθεῖ: κισθός ἐστιν εἶδος βοτάνης ἀνθώδους ἐοικυίας ῥόδοις. ἐν ἑτέροις δὲ ῥοδάκισσος γράφεται ἓν μέρος λόγου. ἔστι δὲ καὶ αὕτη τῶν θάμνων, γλυκῶδες ἄνθος προϊεμένη. περὶ τὰ γόνατα δὲ τῶν τράγων καὶ τὸν πώγωνα πήσσεται.
οὐ θεμιτόν: ὡς οὐ θέμις κίσσας ἀηδόνι φιλονεικεῖν οὐδʼ ἔποπας πρὸς κύκνους, οὕτως οὐδὲ σὲ πρὸς ἐμέ. σὺ δὲ ἔοικας φιλόνεικός τις καὶ φίλερις εἶναι.
κίσσα εἶδος ὀρνέου ἀμούσου, ἐπιθυμητικοῦ, ποικίλου. ὅθεν τὸ κισσᾶν ἐπὶ τῶν γυναικῶν παραλαμβάνουσι, παρόσον αἱ γεννῶσαι ἀηδίζονται πρὸς τὸ ποιεῖν …
οὐδʼ ἔποπας: ἔποψ εἶδος ὀρνέου κακοφώνου.
φιλεχθής: εἰς ἔχθος καὶ μῖσος ἄγων τοὺς φίλους.
παύσασθαι κέλομαι: κρίνει.
τὶν δὲ Κομᾶτα δωρεῖται Μόρσων τὰν ἀμνίδα: σοὶ δὲ τῷ νικήσαντι δίδωσι τὸ ἔπαθλον.
φριμάσσεο: φριμαγμὸν ἀποδίδου μεθʼ ἡδονῆς, τουτέστι βρενθύου καὶ ἐναβρύνου, ὦ πᾶσα ἀγέλη. πεποιημένη δὲ ἡ λέξις· τοιοῦτος γὰρ δοκεῖ εἶναι ὁ ἦχος τοῦ πταρμοῦ τῶν αἰγῶν.
φριμάσσεο: οὐ κυρίως τῇ λέξει κέχρηται. φριμαγμὸς μὲν γάρ ἐστι κυρίως ἡ τῶν ἵππων φωνή, βληχὴ δὲ αἰγῶν καὶ προβάτων. τῷ αὐτῷ ἁμαρτήματι περιπέπτωκε καὶ Εὔπολις ἐν Αἰξίν
φριμάσσεο: τουτέστι μεθʼ ἡδονῆς σκίρτα, ἐπαίρου, πᾶσα ἀγέλη. τὸ δὲ φριμάσσω ἀπὸ τοῦ ἤχου τῶν αἰγῶν ὠνοματοπεποίηται. τὸ δὲ φριμάσσω λέγεται ἐπὶ τῶν ἵππων· κατὰ ὀνοματοποιΐαν δὲ τοῦτο ἀπὸ τοῦ ἤχου.
φριμάσσεο: ἐπὶ τῶν ἵππων τὸ φριμάσσεσθαι· νῦν δὲ ἀντὶ τοῦ σκίρτα, ἵστασο ἐν ἡδονῇ.
καχαξῶ: ἀντὶ τοῦ· καὶ ἐγὼ σὺν ὑμῖν καταγελάσω τοῦ Λάκωνος.
κἠγὼν γὰρ ἴδʼ ὡς: γράφεται κἠγὼ μὲν ἴδʼ ὡς.
ὧδέ ποκʼ ἤδη: γράφεται ὅττι ποκʼ ἤδη.
ἀνυσάμην: ἐκτησάμην.
ἁλεῦμαι: ἐκ περιχαρείας, φησίν, ὦ αἶγες, εἰς τὸν οὐρανὸν ἀναβήσομαι.
ἐς οὐρανὸν ὔμμιν ἁλεῦμαι: εἰς οὐρανὸν σὺν ὑμῖν πηδήσω.
κερουχίδες αἱ κεροφόροι, κερουλίδες αἱ οὖλα κέρατα ἔχουσαι, κερουλκίδες αἱ ἀπὸ τῶν κεράτων ἑλκόμεναι.
κερουχίδες: κέρατα ἔχουσαι ἢ κεκρατημέναι τοῖς κέρασιν.
ὁ λευκίτας: πεποίηται τὸ ὄνομα ἀπὸ τῆς λευκότητος τοῦ τράγου. ὡς ἀπὸ τοῦ μέσος μεσίτης καὶ ὁδὸς ὁδίτης, οὕτω καὶ ἀπὸ τοῦ λευκὸς λευκίτης.
κορυπτίλος ὁ κέρασι πλήττων.
οὗτος ὁ λευκίτας ὁ κορυπτίλος: ἡ ἀπότασις τοῦ λόγου πρὸς τὸν τράγον ἐπιτρέχοντα ταῖς αἰξὶ καὶ τοῖς κέρασι τύπτοντα, μάχιμον. λευκίτας δὲ ὁ λευκὸς παραγωγῶς ὡς ἀπὸ τοῦ ὁδὸς ὁδίτης, κορυπτίλος ὁ κεράστης ἢ ὁ τοῖς κέρασι πλήττων.
ὁ κορυπτίλος: ὁ πλήκτης ἀπὸ τοῦ κορύπτω. πρὸς τὸν τράγον δὲ τοῦτό φησιν ἐπιτρέχοντα ταῖς αἰξὶ καὶ τοῖς κέρασι τύπτοντα.
φησὶν οὖν· ἐὰν τολμήσῃς ὀχεῦσαι, πρινή με θῦσαι ταῖς Νύμφαις ἣν ἐνίκησα ἀμνὸν τὸν Λάκωνα, θλάσω σου τὰ αἰδοῖα.
εἴ τινʼ ὀχευσεῖς: εἴ τινα ἀναβιβάσειας.
φλασῶ τυ: θλάσω Δωρικῶς.
καλλιερῆσαι: θῦσαι.
ὅδʼ αὖ πάλιν: ὁ τράγος, φησί, πάλιν τὰς αἶγας τύπτει. ἀλλὰ ἐὰν οὐ θλάσω σε, γενοίμην ἀντὶ Κομάτα Μελἀνθιος.
ὅδʼ αὖ πάλιν: λείπει τὸ ὀχεύει.
ἀλλὰ γενοίμαν: ἀλλʼ ἐὰν μή σε θλάσω, γενοίμην ἀντὶ τοῦ Κομάτα Μελάνθιος καὶ κολασθείην ὥσπερ ἐκεῖνος ὑπὸ Εὐμαίου καὶ Φιλοιτίου ἐν τοῖς Ὀδυσσέως οἴκοις.
τὸν παρʼ Ὁμήρῳ φησὶ Μελάνθιον. ἦν γὰρ δοῦλος τῶν μνηστήρων τῆς Πηνελόπης.
Βουκολιασταί. αʹ
Προσδιαλέγεται Ἀράτῳ τινὶ φίλῳ ἑαυτοῦ ὁ Θεόκριτος, οὗ μέμνηται καὶ ἐν τοῖς Θαλυσίοις «Ἄρατος», λέγει, «ὁ τὰ πάντα φιλαίτατος» καὶ πάλιν «μηκέτι φρουρέωμες ἐνὶ προθύροισιν, Ἄρατε». δύναται δὲ οὗτος εἶναι ὁ τὰ Φαινόμενα γράψας· συγκεχρόνικε γὰρ τῷ Θεοκρίτῳ καὶ εἰκὸς φίλους ἀλλήλων γενέσθαι.
διάκεινται δὲ δύο ἄνδρες ᾄδοντες ἐν Σικελίᾳ, Δαμοίτας καὶ Δάφνις, συνελάσαντες τὰ θρέμματα εἰς ἓν κατὰ μεσημβρίαν. ᾄδουσι δʼ ἀμφότεροι τὸν Πολυφήμου τοῦ Κύκλωπος ἔρωτα τὸν ἐπὶ Γαλατείᾳ μερισάμενοι τὴν ὑπόθεσιν. καὶ ὁ μὲν Δάφνις μιμεῖταί τινα διαλεγόμενον πρὸς αὐτὸν περὶ τῆς Γαλατείας, ὁ δὲ Δαμοίτας τὸν Κύκλωπα ὑποκρινόμενος ἀποκρίνεται οἵους ἂν Πολύφημος λόγους ἔφη πρὸς τοὺς ὑπʼ ἐκείνου εἰρημένους.
Δάφνις καὶ Δαμοίτας θέρους ὄντος μεσημβρίας εἰς ἓν τὰ θρέμματα συνελαύνουσι καὶ ἀμοιβαίως τὴν περὶ Κύκλωπος ᾄδουσιν ὑπόθεσιν. τοῦ δὲ Ἀράτου, ᾧ προσφωνεῖ, καὶ ἀλλαχόθι μνημονεύει, ἔνθα πρὸς Ἀγεάνακτα τὸν Μιτυληναῖον ὁμιλεῖ «Ἄρατος ὁ τὰ πάντα φιλαίτατος». καὶ Δάφνις μὲν ἀρχὴν τῆς ᾠδῆς ὡς πρὸς τὸν Πολύφημόν φησιν· ὁ δὲ Δαμοίτας τὴν ἀπόδοσιν ποιούμενος ἀποκρίνεται ἐκ τοῦ Πολυφήμου προσώπου δῆθεν. τὰ δὲ πράγματα ὑπόκεινται ἐν Σικελίᾳ.
Δαμοίτας καὶ Δάφνις θέρους ὄντος μεσημβρίας εἰς ἓν τὰ θρέμματα συνελαύνουσι καὶ ἀμοιβαίως τὴν περὶ Κύκλωπος ὑπόθεσιν ᾄδουσιν. καὶ ἄρχεται μὲν τῆς ᾠδῆς ὁ Δάφνις ὡς πρὸς τὸν Κύκλωπα· ὁ δὲ Δαμοίτας τὴν ἀπόδοσιν ποιούμενος ἀποκρίνεται ἐκ τοῦ προσώπου τοῦ Πολυφήμου δῆθεν. τὰ πράγματα ἐν Σικελίᾳ.
τοῦ δὲ Ἀράτου, ᾧ προσφωνεῖ, καὶ ἐν τοῖς Θαλυσίοις μνημονεύει. δύναται δὲ καὶ οὗτος εἶναι ὁ τῶν Φαινομένων ποιητής.
Δοῦρίς φησι διὰ τὴν εὐβοσίαν τῶν θρεμμάτων καὶ τοῦ γάλακτος πολυπλήθειαν τὸν Πολύφημον ἱδρύσασθαι ἱερὸν παρὰ τῇ Αἴτνῃ Γαλατείας· Φιλόξενον δὲ τὸν Κυθήριον ἐπιδημήσαντα καὶ μὴ δυνάμενον ἐπινοῆσαι τὴν αἰτίαν ἀναπλάσαι, ὡς ὅτι Πολύφημος ἤρα τῆς Γαλατείας.
τοῦτό φησιν ὁ ποιητὴς πρὸς τὸν Ἄρατον.
Ἄρατε: πρὸς τὸν Ἄρατον τὸν ποιητὴν τὸν τὰ Φαινόμενα γράψαντα· ἰσόχρονος γὰρ ἦν Θεοκρίτῳ. ἄλλοι δέ φασι· πρός τινα οὕτω καλούμενον.
ποκʼ Ἄρατε: εἰκὸς τὸν ἀστρονόμον Ἄρατον εἶναι· καὶ γὰρ ἰσοχρονήκει ὁ Θεόκριτος αὐτῷ. οὗ μέμνηται ἐν Θαλυσίοις «Ἄρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ».
ἦς δʼ ὁ μὲν αὐτῶν: ἦν δὲ τῶν ᾀδόντων ὁ μὲν ἄρτι τὸ γένειον χνοάζων, ὁ δὲ πληρώσας τὸ γένειον ταῖς θριξίν.
πυρρός: ὁ ἀρτίχνους. Εὐριπίδης «πυρσαῖς γένυσιν ἐξανδρούμενος». ὁ δʼ ἡμιγένειος: ὁ ἤδη· πωγωνίτης. Παρμένων· «παῖδʼ οὔτε γένυσιν πυρρὸν οὐθʼ ὑπηνήτην».
θέρεος μέσῳ ἤματι: μεσούσης ἡμέρας ἢ ἐν μεσαιτάτῳ τοῦ θέρους.
θέρεος μέσῳ ἤματι: ἀντὶ τοῦ κατὰ τὸ μέσον τοῦ θέρους, ὅτε τὰ κυνοκαύματα.
κατὰ τὸ μεσημβρινόν, ὃ τῆς ἡμέρας ὅλης καυματωδέστατόν ἐστιν.
πρῶτος δʼ ἤρξατο: οὕτω παρὰ τοῖς πολεμοῦσιν. Ὅμηρος· «Ἰδαῖʼ, Ἕκτορι ταῦτα κέλευ»· Αἴαντα γὰρ προὐκαλέσατο εἰς μάχην.
βάλλει τοι: ὡς πρὸς παρόντα τὸν Κύκλωπα διαλέγεται.
ὁ ποιητὴς ἐκ προσώπου τοῦ Δάφνιδος.
ἁ Γαλάτεια: Γαλατείᾳ ἱερὸν ὁ Κύκλωψ ἱδρύσατο ἐκ τοῦ ἔχειν αὐτὸν πολλὰ πρόβατα καὶ ἀπʼ αὐτῶν κεκτῆσθαι τὸ γάλα πολύ.
μάλοισι: μηλοβολεῖ εἰς ἔρωτα ἐπαγαγέσθαι βουλομένη. δυσέρωτα δὲ εἶπε, παρόσον οὐκ ἐπέτυχεν αὐτῆς.
τὸν αἰπόλον ἄνδρα καλοῖσα: τὸν ποιμένα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ποιμένα καταχρηστικῶς εἶπεν αἰπόλον, ἐπεὶ ὁ Κύκλωψ ποιμὴν ἦν, ἢ ἐπεὶ καὶ αἶγας ἔνεμεν ὁ Κύκλωψ. καὶ Ὅμηρος· «μῆλʼ, ὄϊές τε καὶ αἶγες». τέως γοῦν τὸ αἰπόλος ἀντὶ τοῦ ποιμένος εἴρηται.
καὶ τύ νιν οὔποθʼ ὁρῆσθα: καὶ σὺ αὐτὴν οὐ βλέπεις. ἢ ποθορῆσθα ἀντὶ τοῦ προσβλέπεις.
ἅδʼ ἴδε τὰν κύνα: τινὲς χωρὶς τοῦ δε, ἐκτείνουσι δὲ τὸ ι, ἵνα ἀντωνυμία τυγχάνῃ δεικτική. τὸ ἑξῆς· τὰν κύνα βάλλει—εἰς ἅλα δερκομένα, ὥστε τὰ λοιπὰ διὰ μέσου.
τᾶν ὀΐων ἕπεται σκοπός: …
ἅ τοι τῶν ὀΐων: ἣ καὶ ἥτις. τὸ δὲ σκοπὸς ἀντὶ τοῦ φυλάκισσα.
ἔχουσι τὰς κύνας οἱ ποιμένες πρὸς ἀποτροπὴν τῶν λύκων.
βαΰσδει: ὑλακτεῖ.
τὰ δέ νιν καλὰ κύματα φαίνει: τὴν Γαλάτειαν. ἐὰν δὲ ὡς ἔν τισι ῥαίνει, τὴν κύνα.
φαίνει: γράφεται καὶ ῥαίνει, ἵνα νοῆται τὴν κύνα.
τὰ δέ νιν καλὰ κύματα: αὐτὴν τὴν Γαλάτειάν φησιν ἐπιτρέχουσαν ἡσύχως κινουμένου τοῦ αἰγιαλοῦ τὴν θάλασσαν ἐμφανίζειν. ἢ ὥσπερ ἐν κατόπτρῳ δεικνύει αὐτῆς τὴν μορφὴν ἡ θάλασσα.
τὰ δέ νιν καλὰ κύματα: ἴσως ἡ σκιὰ αὐτῆς ἐπὶ τοῦ ὕδατος ἐτυποῦτο. ἢ ἤχου τινὸς γινομένου ἐκ τοῦ δρόμου αὐτῆς εὐαίσθητος τῇ ἀκοῇ ἐγένετο τῶν κυμάτων ἡσυχαζόντων.
ἐπʼ αἰγιαλοῖο θέοισαν: μετωνυμικῶς ἀπὸ τῆς θαλάσσης γαλήνης πρὸς τὴν Γαλάτειαν τρέπεται, καὶ λέγει, ὅτι ἐπάνω καὶ αὐτὴ τῶν κυμάτων βαίνει.
τὸ δὲ καχλάζω ἐπὶ τοῦ ὕδατος, τὸ δὲ παφλάζω ἐπὶ τοῦ πυρός.
καχλάζοντα: καχλάζειν κυρίως τὸ κῦμα λέγεται τὸ ἐπὶ τοὺς κάχληκας φερόμενον. κάχληκες δέ εἰσιν αἱ χερμάδες λίθοι.
ἅσυχα καχλάζοντα: διὰ τὴν τῆς θαλάσσης γαλήνην ἡσύχως ψοφοῦντα, ἠχοῦντα, ἐκ μεταφορᾶς τῶν καχλήκων. κάχληκες δέ εἰσιν οἱ χερμάδες λίθοι, οἵτινες ὑπὸ παλιρροίας ἑλκόμενοι ἦχον ἀποτελοῦσιν, ὡς δοκεῖν καχλάζειν. ὁ τρόπος ὀνοματοποιΐα.
καχλάζοντα: ἀντὶ τοῦ ἠχοῦντα. ὁ δὲ τρόπος ὀνοματοποιΐα. ἢ καχλάζειν τὸ ψοφεῖν τὸ κῦμα φερόμενον ἐπὶ τοὺς κάχληκας.
φράζεο: ὅρα, μὴ προσαλλομένη τῇ Γαλατείᾳ ἡ κύων σπαράξῃ τὸν καλὸν χρόα.
φράζεο, μὴ τᾶς παιδός: φώνησόν σου τὴν κύνα, μή πως τὴν Γαλάτειαν καταδαίσηται. τὸ δὲ ἐπὶ κνάμαισιν ὀρούσῃ ἀντὶ τοῦ κνήμαις ἐπιπηδήσῃ.
φράζεο: ἢ βουλεύου περὶ τούτου ἢ ἐπίταττε τῇ κυνί.
ἁ δέ: ἰδού, ἔφη, καὶ αὐτὴ ἡ Γαλάτεια διαθρυπτομένη πάρεισιν ὡς ἀκανθίνη χαίτη, ἣν θέρος φρύγει. χαίτη γὰρ τῆς ἀκάνθης ὁ πάππος.
διαθρύπτεται: ἀντὶ τοῦ· οὕτως ἐστὶ τρυφερά, ὡς εἰπεῖν τινα ὅτι διαλύεται.
διαθρύπτεται, φησίν, ὡς τὰ λευκὰ τῶν ἀκανθῶν τῷ θέρει ἤγουν τῇ μεσημβρίᾳ. οὕτως ἐστὶν ἁπαλή, ὡς εἰπεῖν τινα ὅτι διαλύεται.
ὡς ἀπʼ ἀκάνθας: λέγει τῆς κινάρας τὰ φύλλα, ἅ φασιν ... ἢ οἱ πάπποι τῆς κινάρας.
ἁ δὲ καὶ αὐτόθι τοι διαθρύπτεται: ἤγουν αὐτόθεν ἐστὶ τρυφερὰ φυσικῶς καὶ κόπτεται, ὥστε διαθρύπτονται αἱ σάρκες αὐτῆς.
ταὶ καπυραὶ χαῖται: αἱ κεκαυμέναι ὑπὸ τοῦ ἡλίου, διὰ τὴν λευκότητα.
χαῖται: τὰς τῆς κινάρας φησίν· χαῖται γὰρ οἱ πάπποι τῆς κινάρας.
θέλει οὖν εἰπεῖν, ὅτι ἐπικλᾶται καὶ διαθρύπτεται ὡς πάππος κινάρας.
λέγονται δέ, οἶμαι, χαῖται διὰ τὸ κόμαις ἐοικέναι.
καὶ οὐ φιλέοντα: ἐνταῦθα τὸ ἐρεθιστικὸν καὶ πανοῦργον αὐτῆς σημαίνει· τὸ γὰρ φιλοῦντα φεύγειν, οὐ φιλοῦντα δὲ διώκειν κακοήθους. ὁ νοῦς· καὶ ἐπειδὰν αἴσθηταί σε, ὦ Πολύφημε, φιλοῦντα, φεύγει καὶ οὐ προσδέχεται, μισοῦντα δὲ διώκει καὶ εἰς πόθον ἄγειν πειρᾶται.
φιλέοντα: εἰ μὲν πρὸς τὴν Γαλάτειαν ἀποτείνεις τὸν λόγον, ὀφείλεις νοεῖν, ὅτι τοῦ ἐρωμένου οὐκ ἐρᾷ, τοῦ δὲ μὴ ἐρωμένου ἐρᾷ· εἰ δὲ πρὸς τὴν κύνα, τὸν φιλοῦντα φεύγει καὶ τὸν μὴ φιλοῦντα διώκει.
κινεῖ λίθον: καὶ λίθινον, φησίν, ἄγαλμα δύναται εἰς ἔρωτα αὐτῆς ἐπισπάσασθαι· τὴν δὲ τοῦ κάλλους ὑπερβολὴν θαυμάζει.
ἦ γὰρ ἔρωτι: ὦ Πολύφημε, φησὶν εἰρωνευόμενος, ἐρᾷ σου ἡ Γαλάτεια, καὶ πάντως εἰς τὸ συμπεῖσαί σε μονονουχὶ τὸν ἀπὸ γραμμῆς λίθον κινεῖ, ὡς ἡ παροιμία φησί. καὶ μὴ θαυμάσῃς, εἰ οὕτως ἀμόρφου ὄντος ἐρᾷ σου· ἐν γὰρ τῷ ἔρωτι καὶ τὰ μὴ καλὰ καλὰ πέφανται. τὸν ἀπὸ γραμμῆς ἐπὶ τὸν αὐτῆς ἔρωτα μεταφέρεσθαι ποιεῖ.
καί σε ὥσπερ λίθον ὄντα τὴν ψυχὴν ὡς ἀπὸ γραμμῆς κινεῖ καὶ ἕλκει πρὸς ἑαυτήν. μεταφορικῶς δέ ἐστιν ἡ γραμμή· κυρίως γάρ ἐστι γραμμὴ ἡ τῶν δρομέων σπάρτη.
λίθον: τὸν ὥσπερ λίθον στερεὸν ὄντα τὴν ψυχὴν ὡς ἀπὸ γραμμῆς καὶ τέχνης τινὸς κινεῖ ἐπὶ τὸν ἑαυτῆς ἔρωτα.
τὸν ἀπὸ σφενδόνης λίθον κινεῖ θέλουσα ποιῆσαί σε ἐρᾶν αὐτῆς.
γραμμὴν τὴν τοῦ δακτυλίου περιφέρειαν λέγει.
μήποτε δὲ ἀπὸ τῶν πεσσῶν ἡ μεταφορά. μέσην γὰρ τιθέασιν οἱ παίζοντες ψῆφον, ἧς οὐχ ἅπτονται, εἰ μὴ τέλεον ἡττώμενοι αὐτῆς ἅψαιντο· λίθον οὖν τὴν ψῆφον. οἷον· τὸν ἔρωτα εἰς ἔσχατον παριστᾷ κίνδυνον.
καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον: ἤγουν καὶ τὰς ἀψύχους στήλας κινεῖ πρὸς τὸν αὐτῆς ἔρωτα.
καὶ ὅταν προσποιῇ σὺ μὴ φιλεῖν αὐτήν, πάντα κάλων κινεῖ καθελκύσαι σε πρὸς ἔρωτα. ἡ δὲ λέξις μεταφορικῶς ἀπὸ τῶν παιζόντων τὸ κοινολέκτως λεγόμενον ζατρίκιον. ἐκεῖνοι γὰρ ὅταν πολλὰ ποιήσαντες οὐ δύναται ὁ ἕτερος νικῆσαι τὸν ὁμοπαίκτορα, κινεῖ καὶ τὸν ἀπὸ γραμμῆς λίθον, ἤγουν τὸν οὕτω βασιλέα καλούμενον.
καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον: γράψαι τὸ ξέσαι οἱ παλαιοὶ ἔλεγον. ἀπὸ γοῦν τοῦ γράφειν τοῦ δηλοῦντος τὸ ξέειν γίνεται γραμμὴ ἡ λάξευσις. λίθον οὖν ἀπὸ γραμμῆς ἐνταῦθα λέγει τὸ λίθινον ἄγαλμα. ὁ δὲ νοῦς· δύναται ἡ Γαλάτεια καὶ τὸ λίθινον ἄγαλμα εἰς τὸν ἑαυτῆς ἔρωτα ἐπισπάσασθαι διʼ ὑπερβολὴν τοῦ κάλλους.
ὦ Πολύφαμε: καὶ σύ, ὦ Πολύφημε, δύσμορφος ὢν εὔμορφος εἶναι νομίζῃ ἐρώσῃ τῇ Γαλατείᾳ. τοιοῦτος γὰρ ὁ ἔρως· ἀποβιάζει τὴν διάνοιαν τῶν ἐρώντων.
ἦ γὰρ ἔρωτι πολλάκις, ὦ Πολύφαμε, τὰ μὴ καλὰ καλὰ πέφανται: μὴ θαύμαζε, φησίν, ὦ Πολύφημε, εἰ ἐρᾷ σου ἡ Γαλάτεια ἀμόρφου ὄντος.
μὴ καλὰ καλά: ἤγουν σὺ μὴ καλὸς ὢν καλὸς φαίνῃ.
ἀμόρφου σου ὄντος ἐρᾷ ἡ Γαλάτεια.
τῷ δʼ ἔπι Δαμοίτας: ὁ Δαμοίτας ᾄδει ὡς ἐκ προσώπου τοῦ Πολυφήμου τὴν ἀπόκρισιν τοῦ λόγου ποιούμενος καί φησιν· εἶδον, ὡς λέγεις, τὴν Γαλάτειαν, καὶ οὐκ ἔλαθέ μου τὸν ἕνα ὀφθαλμὸν καὶ γλυκύν, ἐν ᾧπερ νῦν ὁρῶ καὶ εἴη μοι μέχρι τέλους ὁρᾶν
τῷ δʼ ἔπι Δαμοίτας: ἐπὶ τῷ Δάφνιδι δέ, ἤγουν μετὰ τὸν Δάφνιν. τὸ δὲ ἀνεβάλλετο ἀντὶ τοῦ ἐπροοιμιάζετο.
ἀναβάλλω γʹ σημαίνει· ἀναβάλλω τὸ ἐνδύομαι, ἀναβάλλω τὸ ῥᾳθυμῶ καὶ ἀποστρέφομαι, καὶ τὸ ἀνακρούω ὡς ἐνταῦθα.
ἀναβάλλω σημαίνει δʹ· τὸ ἐνδύομαι ὡς τὸ «ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον» τὸ προοιμιάζομαι ὡς τὸ «ἀνεβάλλετο καλὸν ἀείδειν»· τὸ ἀνακρούω ὡς τὸ «καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλλοντο σύντονον» καὶ τὸ ἀπαρνοῦμαι ὡς τὸ «ἀναβολὴν ποιοῦμαι τοῦδε τοῦ πράγματος.»
γράφεται καλὸν ἀείδειν.
εἶδον ναὶ τὸν Πᾶνα: ἀντὶ τοῦ μὰ τὸν Πᾶνα.
κοὔμʼ ἔλαθʼ οὐ τὸν ἐμὸν τὸν ἕνα: λείπει τὸ ὀφθαλμόν, ἀντὶ τοῦ μὰ τὸν ἐμὸν τὸν ἕνα ὀφθαλμόν.
ὁ μάντις ὁ Τήλεμος: οὗτός ἐστιν ὁ Τήλεμος ὁ παρʼ Ὁμήρῳ «Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο», ὃς ἐμαντεύσατο αὐτῷ, ὅτι ὑπὸ τῶν χειρῶν Ὀδυσσέως τυφλωθήσεται.
ὁ νοῦς· ὁ δὲ μάντις ὁ Τήλεμος ὁ τὰ ἀπευκτά μοι μαντευσάμενος ἀπευκταίαν συμφορὰν ἀντʼ ἄλλου κλήρου τοῖς ἑαυτοῦ παισὶ καταλίποι. ἦν δὲ Κύπριος ὁ Τήλεμος.
αὐτὰρ ὁ μάντις ὁ Τήλεμος: ὁ μάντις, ὅς μοι εἴρηκε τυφλωθῆναι, αὐτὸς τυφλωθείη παρὰ τῶν παίδων αὐτοῦ. τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ ὁ τοιοῦτος μάντις εἰρήκει αὐτῷ τυφλωθήσεσθαι ὑπὸ Ὀδυσσέως.
ὁ παρʼ Ὁμήρῳ Τήλεμος Εὐρύμου ἐμαντεύσατο Πολυφήμῳ τῷ Κύκλωπι ἐκ χειρῶν Ὀδυσσέως ἁμαρτήσεσθαι ὀπωπῆς.
ἐχθρὰ φέρει ποτὶ οἶκον: ἐχθρὰ φυλάξει τοῖς τέκνοις αὐτοῦ. ἐμαντεύσατο γὰρ τῷ Πολυφήμῳ· «χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.»
ἐχθρὰ φέρει ποτὶ οἶκον: τοῦτό ἐστιν ὅπερ λέγει, ὅτι τὰ ῥηθέντα μοι παρὰ τοῦ μαντέως κακὰ ἀντιστραφῶσιν αὐτῷ καὶ τοῖς τέκνοις αὐτοῦ.
κνίζων: καὶ ἐγὼ αὐτὸς κνίζω αὐτὴν οὐδόλως προσβλέπων καὶ ἀντιλυπῶ· λείπει δὲ τὸ αὐτήν.
ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζω: κνίζω αὐτὸς αὐτήν. οὔποθʼ ὁρῆμαι: οὐδόλως προσβλέπω αὐτὴν ἀνακοπὴν ποιούμενος λυπῶν.
ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων: ἀντὶ τοῦ λυπῶν. τὸ δὲ οὔποθʼ ὁρῆμαι ἀντὶ τοῦ μὴ βλέπειν προσποιοῦμαι.
γυναῖκʼ ἔχεν: ἀλλʼ ἐγὼ ἑτέραν ἔχω· ἡ δὲ ζηλοτυπεῖ με καὶ διαρρεῖται. τὸ δὲ ὦ Παιάν διὰ μέσου.
ἀλλʼ ἄλλαν τινά: ἀλλὰ λέγω· ἄλλην τινὰ γυναῖκα ἔχω, διὰ τοῦτο οὐκ ἐπιστρέφομαι αὐτῆς.
ζηλοῖ μʼ, ὦ Παιάν: ἀντὶ τοῦ ζηλοτυπεῖ με.
οἰστρεῖ: τὸν οἶστρον τοῦ μύωπος Σώστρατος διαστέλλει. οἶστροι δέ εἰσι πολέμιοι τοῖς βουσίν· ὅταν γὰρ δάκνωσιν αὐτούς, οἰστρᾶν ποιοῦσι καὶ τρέχειν πολλὴν ὁδὸν ἐν τοῖς πεδίοις καταλιπόντας τὸν νομόν. μεταφορικῶς οὖν φησι καὶ τὴν Γαλάτειαν οἰστρᾶν καὶ δρομαίαν ἔρχεσθαι πρὸς τὰ ἄντρα καὶ τὰς ποίμνας τοῦ Κύκλωπος.
οἰστρεῖ παπταίνοισα: ἤγουν ἐρωτιᾷ ὡς ὑπὸ οἴστρου πεπληγμένη.
οἰστρῆ παπταίνουσα: ἤγουν ἀκολασταίνει. τὸ δὲ παπταίνουσα ἀντὶ τοῦ περιβλέπουσα.
σῖγα δʼ ὑλακτεῖ νιν: ἀντὶ τοῦ· σιγῇ καὶ ἠρέμα ὑποψιθυρίζει καὶ αὐτῇ τῇ κυνὶ περὶ ἐμοῦ τινα, ἐπεὶ κἀγὼ ἡνίκα ἤρων αὐτῆς, ἔσαινεν ἡ κύων καὶ κατεθώπευε προσέχουσα τὸ ῥύγχος τοῖς ἰσχίοις αὐτῆς. τὸ δὲ ὑλακτεῖν οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς· ἴδιον γὰρ κυνῶν. τινὲς δὲ ὑλακτεῖν γράφουσιν, ἵνʼ ἐλλιπὲς ᾖ τὸ ἐπέτρεψεν. οἱ δὲ προστακτικὸν ὑλάκτει, ἵνʼ ᾖ· καὶ τῇ κυνὶ εἶπεν· ὑλάκτει.
σῖγα δʼ ὑλακτεῖν νιν: λείπει τὸ ἐπέταξα, ἵνʼ ᾖ· ἐπέταξα καὶ τῇ κυνὶ σιγᾶν καὶ μὴ ὑλακτεῖν.
γράφεται σιγᾷ δʼ ἅ τε κύων νιν ὑλακτεῖ, ἥσυχα δηλονότι.
ὅταν μὲν ὡς ἐπίρρημα κέηται, ὀφείλομεν προπερισπώμενον ποιεῖν· ὅταν δὲ προστακτικῶς ἐκδιδῶται, ὡς μακρῶν οὐσῶν καὶ τῶν δύο συλλαβῶν παροξυτόνως.
ἐκνυζεῖτο: κνυζηθμὸς λέγεται ἡ τῶν κυνῶν ἄσημος ὑλακή. φησὶν οὖν, ὅτι παραγενομένην ἔσαινε τὴν Γαλάτειαν.
ἐκνυζεῖτο: ἐκαναχίζετο ἡ κύων.
ποτʼ ἰσχία: πρὸς τὰ ἰσχία αὐτῆς ἐφήλλετο.
ποτʼ ἰσχία: τὸ στόμα ἀναμέσον τῶν ἰσχίων ἔχουσα· οὕτω γὰρ κοιμῶνται οἱ κύνες.
ἰσχίον ἐστὶ τὸ ὑπὸ τὴν ὀσφὺν ὀστέον, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὅπερ καὶ γλουτὸς καλεῖται καὶ κοτύλη παρὰ τὸ κοῖλον εἶναι. κοτύλαι δὲ λέγονται αἱ ἐν τοῖς ἰσχίοις κοιλότητες, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται.
ἰσχία λέγεται τὰ ὑπὸ τὴν ὀσφὺν ἐξ ἑκατέρων τῶν μηρῶν ὀστᾶ, ἐν οἷς ἔγκειται τὸ ἱερὸν ὀστοῦν. ἔχουσι δὲ τὰ τοιαῦτα ὀστᾶ τὰ λεγόμενα ἰσχία κοιλότητάς τινας, εἰς ἃς αἱ κεφαλαὶ τῶν μηρῶν ἁρμόζονται. αἱ δὲ κοιλότητες αὗται καὶ γλουτὰ λέγονται καὶ κοτύλαι παρὰ τὴν κοιλότητα. τὸ δὲ ῥύγχος καταχρηστικῶς ἐπὶ τοῦ κυνὸς νυνὶ λέγεται· κυρίως δὲ ἐπὶ τῶν ὀρνέων.
ῥύγχος τὸ καλούμενον ῥάμφος, ἡ ῥὶς τῶν ὀρνέων.
ποτὶ ῥύγχος ἔχοισα: ῥύγχος κυρίως ἐπὶ τῶν ὀρνέων, νῦν δὲ καταχρηστικῶς ἐπὶ τῶν κυνῶν λέλεκται.
λέγεται δὲ νῦν ῥύγχος τὸ ἄκρον τῆς ῥινὸς τοῦ κυνός.
ῥύγχος τῶν ἰχθύων καὶ τῶν χοίρων, ῥάμφος τῶν ὀρνέων.
ἄγγελον: τὸν ἀπαγγελοῦντά μοι περισσόν τι παρὰ αὐτῆς.
κλᾳξῶ: κλείσω.
αὐτά μοι στορέσειν: ἢ διακονήσειν ἐμοί· ἢ ἀντὶ τοῦ γνησία μοι γυνὴ εἶναι.
οὐδʼ εἶδος: εὔμορφον ἑαυτὸν ποιεῖ ἐπαινῶν τὸ εἶδος αὐτοῦ.
ἦ γὰρ πρᾶν: καὶ γὰρ πρώην κατωπτρισάμην ἐν τῇ θαλάσσῃ.
κώρα: κόρη, ὁ ὀφθαλμός.
ὡς παρʼ ἐμίν: τοῦτό φησι, παρόσον οἱ κατὰ φύσιν μονόφθαλμοι τοῖς οὐ μονοφθάλμοις ἄμορφοι δοκοῦσιν εἶναι καὶ οὐχ ὁμοίως κρίνουσιν ἑκάτεροι τοὺς ἀνομοίους τῇ φύσει.
τῶν δὲ ὀδόντων τὴν φαιδρότητα λευκοτέραν τῆς Παρίας λίθου ἀπέφηνεν ἡ θάλασσα.
γράφεται δὲ καὶ τοῖς δέ τʼ ὀδοῦσι, δοτικὴ ἀντὶ γενικῆς, ὡς τὸ «Τρωσὶ μὲν προμάχιζεν» ἀντὶ τοῦ τῶν Τρώων. Δωρικὸν τὸ ἔθος.
τῶν δέ τʼ ὀδόντων: τῶν ὀδόντων ἡ λευκότης λευκοτέρα ἐδείκνυτο Παρίας λίθου. Παρία γάρ ἐστι λίθος λευκή.
Παρίας: εἶδος λίθου.
ἔπτυσα κόλπον: τὸ νεμεσητὸν ἐκτρεπόμεναι ποιοῦσι τοῦτο, καὶ μάλιστα αἱ γυναῖκες. Καλλίμαχος «δαίμων, τῇ κόλποισιν ἐπιπτύουσι γυναῖκες».
τρὶς ἐς τὸν ἐμὸν ἔπτυσα κόλπον. ποιοῦσι γὰρ τοῦτο μάλιστα αἱ γυναῖκες.
ἁ γραία με: Εὐρυτιώνην τὴν Τιμάνδρου θυγατέρα καὶ Κοτυτὼ ἐτίμησαν οἱ Ἡρακλεῖδαι διὰ τὸ συναγωνίζεσθαι εἰς τὴν τῆς Πελοποννήσου κάθοδον, ὡς οἱ περὶ Ἱππόστρατον ἀποφαίνουσιν.
ἁ γραία με Κοτυταρίς: ἀπὸ τῆς παρὰ Δωριεῦσι τιμωμένης Κοτυτοῦς ὠνόμασται Κοτυταρίς. ἦσαν δὲ Τιμάνδρου θυγατέρες Κοτυτὼ καὶ Εὐρυτιώνη, ἃς ἐτίμησαν Ἡρακλεῖδαι διὰ τὸ συναγωνίσασθαι αὐτοῖς κατὰ τὴν εἰς Πελοπόννησον ἄφιξιν.
Κοτυταρὶς παρὰ τὸ Κοτυτώ, ἣν τιμῶσι Κορίνθιοι. τάχα δὲ παρὰ τὸν κότον πεποίηται· δύσκολοι γὰρ οἱ γέροντες καὶ πικροί. Ἀριστοφάνης «Δῆμος πυκνίτης, δύσκολον γερόντιον».
ἔστι Κοτυτὼ Δωρικὴ θεός, παρʼ ἣν ὠνόμασται καὶ αὕτη.
ἡ δὲ Κοτυταρὶς ὠνόμασται ἀπὸ τοῦ κότου· ἕτοιμοι γὰρ εἰς κότον οἱ γέροντες.
ταῦτα γὰρ ἁ γραία με Κοτυτταρίς: ὄνομα κύριον. παρὰ τὸν κότον ἴσως πεποίηται· καὶ γὰρ οἱ γέροντες ὀξύθυμοί εἰσιν.
παρʼ Ἱπποκίωνι: Ἱπποκίων ὄνομα κύριον ἢ ὄνομα τόπου.
νίκη μὲν οὐδʼ ἄλλος: ἀντὶ τοῦ· οὐδέτερος ἐνίκησεν. προδέδεικται δέ, ὅτι καί φησι «τάχʼ ὥτερος ἄλλον ὀνάσει».
ἀνήσσατοι: ἀντὶ τοῦ ἀήττητοι ἐφαμίλλου γενομένης τῆς μάχης, ἀνίκητοι.
νίκη μὰν οὐδʼ ἄλλος: ἀντὶ τοῦ· οὐ γὰρ πρός τινος ἡττήθησαν. ἀνήσσατοι δὲ ἀντὶ τοῦ ἀήττητοι, ἀνίκητοι· τουτέστιν οὐδεὶς αὐτοὺς ἐνίκησεν.
ἀνάσσατοι: ἤγουν ἰσοπαλεῖς ἢ ἀνίκητοι.
Βουκολιασταί. βʹ
Τὰ μὲν πράγματα ἐπὶ Σικελίας, ὁ δὲ λόγος ἐκ τοῦ ποιητικοῦ προσώπου. εἰσὶ δʼ ἐρίζοντες ἀλλήλοις Δάφνις βουκόλος καὶ Μενάλκας ποιμὴν εἰληφότες κριτὴν αἰπόλον· ἔπαθλα δὲ τεθείκασι τὰς σύριγγας.
τὰ πράγματα ἐν Σικελίᾳ, ὁ δὲ λόγος ἐκ τοῦ ποιητικοῦ προσώπου. Μενάλκας καὶ Δάφνις εἰς ἔριν βουκολικῶν ᾀσμάτων καταστάντες εἴλοντο κριτήν τινα, οὗ τὸ ὄνομα σεσιώπηται, ἔπαθλα δʼ ἐτίθεσαν τὰς ἰδίας σύριγγας. προσέτι δὲ τὸν κριτὴν ὁ Δάφνις εὖ μάλα ᾄσας προσηγάγετο μαθητεῦσαι ἑαυτῷ. Σωσίθεος δὲ Δάφνιν … γενόμενον, ὑφʼ οὗ νικηθῆναι Μενάλκαν ᾄδοντα Πανὸς κρίναντος, γαμηθῆναι δὲ αὐτῷ καὶ Νύμφην Θάλειαν. Ἀλέξανδρος δέ φησιν ὁ Αἰτωλὸς ὑπὸ Δάφνιδος μαθεῖν Μαρσύαν τὴν αὐλητικήν.
ἔνηβοι μὲν οἱ πεντεδεκαετεῖς καὶ πορρωτέρω· ἄνηβοι δὲ οἱ κατωτέρω.
ἐπίουρε βοῶν: ἀντὶ τοῦ ὦ φύλαξ τῶν μυκωμένων βοῶν.
μυκητᾶν ἐπίουρε βοῶν: ἐπίσκοπε, φύλαξ. ὡς καὶ Ὅμηρος «ὅς τʼ ὀΐων ἐπίουρος» καὶ «ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον». γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ ὠρῶ τὸ φυλάσσω.
μυκητᾶν ἐπίουρε βοῶν: ἀντὶ τοῦ μυκητῶν βοῶν ἤτοι μυκητικῶν.
λῇς μοι ἀεῖσαι: θέλεις συγκριθῆναί μοι ταῖς ᾠδαῖς;
ἀξιωματικὸς ὁ λόγος.
ὅσον θέλω: ἐφʼ ὅσον ἂν θέλω.
συριγκτά: μεγαλόφωνε, μεγάλα συρίζειν δυνάμενε.
οὔποτε νικασεῖς: οὔποτέ με νικήσεις, οὐδʼ εἰ διαρραγείης ᾄδων, παρὰ τὸ ἐν τῇ συνηθείᾳ. ἤ· οὐδὲ ἐὰν ἀποθάνῃς ἢ ἀπάγξῃ.
οὐδʼ εἴ τι πάθοις: τὸ λεγόμενον ἐν τῇ συνηθείᾳ· οὐδʼ ἐὰν σχισθῇς, οὐδʼ εἰ διαρραγείης ᾄδων.
οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων: οὐδὲ ἐὰν πάθῃς τι ἀείδων. τοῦτο ἡμεῖς φαμεν· οὐδʼ εἰ διαρραγείης ἀείδων.
χρήσδεις δʼ ὦν: ἀντὶ τοῦ· βούλει ἔργοις μαθεῖν, ὅτι σου κάλλιον ᾄδω;
ἄρκιος εἴη: τίς ἆθλος ἡμῖν ἀρκέσει, καὶ τίνα καταθήσομεν ἀντὶ τῆς νίκης;
ἄρκιος: ἀξιόχρεως.
ἰσομάτορα: ἶσον τῇ μητρί, τουτέστι μέγαν.
ἰσομήτορα: ἰσόγαιον.
μᾶλʼ ἀριθμεῦντι: ἀριθμοῦσιν ὁ πατήρ μου καὶ ἡ μήτηρ μου.
ἐννεάφωνον: ἐννέα φθόγγους ἔχουσαν ἢ τὴν ἐξ ἐννέα καλάμων συγκειμένην.
ἐννεάφωνον: τὴν ἀπὸ ἐννέα καλάμων συγκειμένην ἢ ταῖς ἐννέα φωναῖς ἁρμόζουσαν· ἐννέα γὰρ πᾶσαι αἱ φωναί.
ἴσον κάτω: ἢ ἰσόχειλον ἢ τετράγωνον.
ἴσον κάτω, ἶσον ἄνωθεν: ἰσόμηκες ἔχουσαν τὸ κάτω καὶ τὸ ἐπάνω.
λευκὸν κηρὸν ἔχουσαν ἴσον κάτω ἶσον ἄνωθεν: τουτέστιν ἴσον κηρόν. τετράγωνον οὖσαν δηλοῖ τὴν σύριγγα. εἰ γὰρ τοσοῦτον εἶχε κηρὸν κάτω ὅσον ἄνωθεν, δηλονότι τὸ σχῆμα τετράγωνον ἦν. προτίθησι δὲ τὴν τετράγωνον ὡς τιμιωτέραν τῆς τριγώνου· ἡ γὰρ τρίγωνος ἐξ ἀνίσων καλάμων, ἐπὶ μέντοι τῆς τετραγώνου δεῖ θαυμάζειν ἴσων ὄντων πανταχόθεν καλάμων.
συνέπαξα: συνέπηξα, συνήρμοσα.
τῆνόν πως: ἀντὶ τοῦ· ἄγε δή πως ἐκεῖνον ἐφʼ ἡμᾶς καλέσωμεν.
τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον: λείπει τὸ σκόπει, ἵνʼ ᾖ· σκόπει ἐὰν καλέσωμέν πως, ἤγουν τινὶ τρόπῳ, τὸν αἰπόλον ἐκεῖνον.
ἐλλειπτικῶς· τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον, νοητέον ἔξωθεν κράξωμεν.
ἢν καὶ ἰδοὺ Ἀττικῶς, ὡς καλέσωμεν.
ἢν καλέσωμες: ἐθελήσομεν καλέσαι κρίνειν.
κύων ὁ φάλαρος: φάλιος, λευκός. καὶ Ὅμηρος τὰ κύματα λέγει τὰ λευκαινόμενα «κυρτὰ φαληριόωντα». φαλιὸν δὲ καὶ βαλιὸν λέγουσι καὶ τὸν ἐν τῷ μετώπῳ λευκόν τι ἔχοντα ὁμοίως.
φάλαρος: φάλιος, λευκός· ἐξ οὗ καὶ φαλακρὸς ὁ ἔχων φάλιον κάρα.
φάλαρος: γράφεται φίλαρνος.
ἰυγκτά: κράκτα· τοῦτο γὰρ δηλοῖ τὸ ἰύζειν. Καλλίμαχος «ἰύζων δʼ ἀνʼ ὄρος». ἰυγκτὰ δὲ ὡς τὸ «νεφεληγερέτα Ζεύς».
ἰυκτάς: λιγύφθογγος: ἰύζειν γὰρ τὸ λιγυφωνεῖν, κυρίως δὲ ἐπὶ γυναικῶν. Δωρικὴ δέ ἐστιν ἡ κλίσις.
ἰυκτάς: παρὰ τὸ ἰύζω ἰύξω ἰυκτάς, ἤγουν συρικτής· ἔστι δὲ Δωρικὴ ἡ κλίσις.
ἄγκεα: ὡς πρὸς ἔμψυχον ὁ λόγος· ποιητικὸν δέ ἐστι τὸ ἔθος. ἄγκη δὲ τὰ τῶν ὀρῶν κοιλώματα. οἱ δὲ τὰ μετέωρα διὰ τὸ ἄνω κεῖσθαι· καὶ Ὅμηρος· «καὶ ἄγκη ποιήεντα».
ἄγκεα καὶ ποταμοί: γλυκύτης τὸ σχῆμα, ὅτε τοῖς ἀψύχοις ὡς ἐμψύχοις προσδιαλέγονται. ἄγκη δὲ τὰ κοῖλα τῶν ὀρῶν.
ἄγκεα καὶ ποταμοί: πρὸς τὰ ἄγκη καὶ τοὺς ποταμοὺς λέγει ὡς πρὸς σωματοειδεῖς θεούς, ὅπως τὰ θρέμματα αὐτοῦ μείνωσιν ὅλα. ἄγκη δὲ τὰ κοῖλα τῶν ὀρῶν.
ἄγκεα ἀπὸ τοῦ ἄγω τὸ κλῶ, τὰ συγκεκλασμένα οἷον.
θεῖον γένος: ἢ ὅτι Τηθύος εἰσὶ καὶ Ὠκεανοῦ, ὃς «γένεσις πάντεσσι τέτυκται», ἢ ὅτι ἀεικίνητοι τυγχάνουσι, παρὰ τὸ θέω θεῖον.
θεῖον δὲ γένος τὸ τῶν ποταμῶν λέγει, καθὸ ἐκ Τηθύος καὶ Ὠκεανοῦ ἢ ἐκ Διός, ὡς Ὅμηρος.
τὸ δὲ μέτρον ἐλεγεῖον καὶ ἡρωϊκόν.
ἐκ ψυχᾶς: ἢ ᾖσε μέλος ἐκ ψυχῆς ἢ βόσκοιτʼ ἐκ ψυχῆς, ἤγουν ζέοντι πόθῳ καὶ μετὰ ἐπιμελείας καὶ μὴ ἀνειμένως.
μηδὲν ἔλασσον ἔχοι: καὶ αὐτοῦ τὰ πρόβατα μηδὲν ἔλασσον τῶν ἐμῶν τρέφοιντο.
αἴπερ ὅμοιον: εἴπερ ὁμοίως ἀείδει ταῖς ἀηδόσιν ὁ Δάφνις, ἀντὶ τοῦ· εἴπερ ἀληθῶς οὕτως ᾄδει ὥσπερ αἱ ἀηδόνες.
ταῖσιν ἀηδονίσιν: ἔοικεν οὕτως ἀκριβῶς ᾄδειν ὥσπερ αἱ ἀηδόνες.
πάντα ἔαρ: ὅπου, φησίν, ἡ ἐρωμένη αὐτοῦ περιπατεῖ, ἐκεῖ πάντα ἔαρ καὶ πάντα νομαί εἰσι καὶ τὰ θρέμματα ἐκτρέφεται· ὅταν δὲ ἀπέλθῃ, ξηραίνεται καὶ ὁ ποιμὴν καὶ αἱ βοτάναι.
ἢ παντᾷ ἀντὶ τοῦ πάντῃ καὶ πανταχοῦ.
τὸ δὲ πάντῃ Δωρικῶς παντᾷ περισπωμένως.
τὸ δὲ οὔθατα πηδῶσιν, ὅτι πληροῖ διὰ τῶν θηλῶν τὸ γάλα.
τρέφεται: ἢ τὰς ἀμνάδας καὶ τοὺς ἀμνοὺς ὑπὸ τῶν οὐθάτων τρέφεσθαι λέγει· ἢ τὰ νέα ἤγουν μικρὰ τῶν ποιμνίων τρέφονται καὶ αὔξονται· ἢ τὰ ἀρτίφυτα τῶν βοτανῶν αὔξονται.
ἀφέρπῃ: ἐκεῖθεν πόρρω γενήσεται.
ἔνθʼ ὄϊς: ὁ Δάφνις λέγει ἀντιπαραβάλλων ἐπὶ τῆς αὐτῆς ἐννοίας, ὅτι ὅπου ἂν ὁ ἐρώμενός μου βαίνῃ Μίλων, πάντα αὔξει, καὶ σμήνη καὶ δένδρα καὶ θρέμματα· ὅταν δὲ χωρισθῇ, καὶ ὁ βουκόλος ξηρὸς γίγνεται καὶ αἱ βόες.
ὦ τράγε τᾶν λευκᾶν ἄνερ αἰγῶν: καταχρηστικῶς ἄνδρα τῶν αἰγῶν τὸν τράγον φησίν.
ὧ βάθος ὕλης: ἀντὶ τοῦ ὑψηλόν. Ὅμηρος «ὡς δʼ ὅτε κινήσει Ζέφυρος βαθὺ λήιον ἐλθών».
ἴθʼ ὦ κόλε καὶ λέγε: πρὸς τὸν τράγον φησίν· ὦ κολοβέ, ἐν ἐκείνῳ τῷ τόπῳ ἐστὶν ὁ Μίλων. ἄπελθε οὖν καὶ λέγε αὐτῷ, ὅτι καὶ Πρωτεὺς θεὸς ὢν φώκας ἔνεμε καὶ μετὰ δυσόδμων ζῴων ἀνεστρέφετο. καὶ σὺ οὖν μὴ ὑπερηφάνει διὰ τὴν τῶν τράγων ὀσμὴν ἐλθεῖν πρός με.
ἐν τήνῳ γὰρ τῆνος: ἐν ἐκείνῳ τῷ τόπῳ … ἀπελθὼν … πρὸς τὸν τράγον ὁ λόγος.
ὦ κόλε: ἀντὶ τοῦ ὦ κολοβέ· λέγεται γὰρ κόλος ὁ μὴ ἔχων κέρατα τράγος. καὶ Ὅμηρος «κόλον δόρυ».
κόλος δὲ λέγεται ὁ τράγος ὁ μὴ ἔχων κέρατα.
Μίλω δὲ εἶπεν ἀντὶ τοῦ Μίλωνι· καὶ γὰρ τὴν εὐθεῖαν οὐχ ὁ Μῖλος ἔφη, ἀλλʼ ὁ Μίλων· «ἔνθʼ ὁ καλὸς Μίλων βαίνει».
μή μοι γᾶν: οὐδέν μοι, φησί, τούτων ἡδὺ οὔτε Πέλοπος ἀρχὴ οὔτε χρυσίου πλήθη οὔτε ταχύτερον ἀνέμων εἶναι ἢ τὸ ἔχειν ἐν ἀγκάλαις τὸν Μίλωνα.
αὐτάρκης τις ὁ Δάφνις ἥδεται ἐν ταῖς ἀγκάλαις ἔχων τὸν ἐρώμενον ὑπὸ τῇ πέτρᾳ, ἀφορῶν τὴν Σικελικὴν ἅλα καὶ τὴν οἰκείαν.
ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ: ἀλλʼ εὐφραίνομαί σε ἐν ταῖς ἀγκάλαις ἔχων ὑπὸ τῇδε τῇ πέτρᾳ, ἀφορῶν τὴν Σικελίαν.
οὐκ ἀνιστορήτως δὲ τοῦτο ὁ Θεόκριτός φησι· καὶ Ἑρμησιάναξ γὰρ λέγει τὸν Δάφνιν ἐρωτικῶς ἔχειν τοῦ Μενάλκα. ἀλλʼ ὁ μὲν ἐπʼ Εὐβοίας τὰ περὶ αὐτοῦ διατίθεται, οὗτος δὲ ἐπὶ Σικελίας.
ὕδασι δʼ αὐχμός: τοῖς ὕδασιν ὁ αὐχμὸς κακός ἐστιν, ὅτι ἀποξηραίνεται καὶ ἀφανίζεται.
δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός: ἀποξηραίνεται γὰρ ὄντος αὐχμοῦ.
ὕσπληγξ: ἡ πάγη· κυρίως δὲ ἡ τῶν δρομέων ἀφετηρία. ἀπὸ κοινοῦ δὲ τὸ φοβερὸν κακόν.
ἀγροτέροις δὲ λίνα: τοῖς δὲ ἀγριμαίοις τὰ δίκτυα. ἀπὸ κοινοῦ τὸ φοβερόν ἐστι καὶ κακόν.
ἀγροτέροις: τοῖς ἐν τῷ ἀγρῷ οὖσιν ἢ ταῖς πέρδιξι καὶ τοῖς λοιποῖς.
κακὸν ἀνδρὶ παρθενικῆς πόθος διὰ τὸ ἐρᾶν, μὴ ῥᾳδίως δὲ τυγχάνειν.
τοκάδες αἱ μητέρες τῶν ἐρίφων.
ὦ Λάμπουρε κύον: Λάμπουρος ἢ λευκὴν οὐρὰν ἔχων ἢ ἐπιμελῶς φυλάσσων ἐγκειμένου μετὰ τοῦ λάμπειν καὶ τοῦ ὠρεῖν, ὅ ἐστι φυλάσσειν, ἢ παρὰ τὸ λαμπουρίδι ἴσον εἶναι, ἐπειδὴ κύνες εἰσὶν ἀλώπηξιν ὅμοιοι· λαμπουρὶς γὰρ ἡ ἀλώπηξ.
ὦ Λάμπουρε κύον: ὄνομα κυνὸς ἀπὸ τοῦ λαμπρὰν ἔχειν τὴν οὐρὰν ἤγουν πυρρὰν ἢ ἀπὸ τοῦ λίαν φυλάσσειν.
οὐ χρὴ κοιμᾶσθαι βαθέως: τοῦτο ἀπὸ τοῦ Ὁμήρου ὁ Θεόκριτος ἔσχε. φησὶ γὰρ ἐν τῷ δευτέρῳ τῆς Ἰλιάδος· «οὐ χρὴ παννύχιον εὕδειν».
σὺν παιδί: οἱ γὰρ παῖδες μὴ εἰώθασι τῶν ποιμνίων ἐπιμέλειαν ποιεῖσθαι προσήκουσαν, ἀλλʼ ἀμελεῖν ἢ ῥᾳθυμοῦντες ἢ παιγνίοις ἀσχολούμενοι· οἱ δὲ ἔνηβοι κρείττονα τὴν ἐπιμέλειαν ποιοῦσι, ὥστε καὶ τοῖς κυσὶ κοιμωμένοις οὐ φροντὶς αὐτῶν.
καὶ ὑμεῖς οἶες μὴ ὀκνεῖτε εἰς κόρον βόσκεσθαι. ἂν γὰρ πλῆθος πάλιν γένηται καὶ φυῇ βοτάνη πολλή, οὐ καμεῖσθε τότε.
οὐ μὴ κακοπαθήσητε, ὅταν πάλιν αὕτη ἀναβλαστήσῃ.
οὔτι καμεῖσθʼ ὅκκα πάλιν ἅδε φύηται: οὐ μὴ καταπονηθῆτε νεμόμεναι, ὅταν νέα βοτάνη πάλιν φυῇ.
οὔτι καμεῖσθʼ: οὐ καμεῖσθε τὴν πόαν νεμόμεναι ὡς μὴ οὖσαν.
σύνοφρυς κόρα: συγκεκολλημένας ἔχουσα τὰς ὀφρῦς, τουτέστιν εὐόμματος καὶ συνετή. κόρην δὲ λέγει τὴν ἐρασθεῖσαν αὐτῷ Νύμφην.
σύνοφρυς: μελανόφρυς· δοκεῖ γὰρ καὶ τὸ σκοτεινότερον πύκνωσιν ἔχειν.
καλὸν καλόν: καλὸν τὸν εὐειδῆ λέγει· κάλλος γάρ ἐστι συμμετρία μελῶν καὶ μερῶν μετʼ εὐχροίας.
οὐ μὰν οὐδὲ λόγων: ἀλλʼ οὐδὲ λόγον αὐτῇ ἀπεκρίθην, οἷον οὐδὲ τὸ τυχόν. δοκεῖ δὲ τὸ ἔπος ἡμαρτῆσθαι ἐνταῦθα· ἔνθεν οἱ μὲν γράφουσιν οὐδὲ λόγον ἐκρίθην ἄτοπον, πικρὸν αὐτᾷ, τουτέστιν οὐδὲ σκαιὸν λόγον ἀπεκρινάμην αὐτῇ, οὔτε τῶν πρὸς τὸ λυπηρὸν οὔτε τῶν πρὸς ἡδονήν· οἱ δὲ ...
τὸ πικρὸν αὐτᾷ: ὅπερ, τὸ μὴ ἀποκριθῆναί με, πικρὸν ἦν αὐτῇ. τινὰ δὲ τῶν ἀντιγράφων τὸν πικρὸν ἔχουσιν, ἵνʼ ᾖ· οὐ μὴν οὐδὲ ἀπεκρίθην αὐτῇ οὐδὲν πικρὸν ὧν λέγεται. εἰς ταύτην γὰρ καλῶς εἰποῦσαν οὐδὲν ἔδει πικρὸν ῥηθῆναι. καὶ κρεῖττον ἂν εἴη, εἰ τὸν πικρὸν γράφοιτο· ἀπαιτεῖ γὰρ καὶ τὸ μέτρον.
ὣς οἱ παῖδες ἄεισαν: τοῦτό ἐστι τοῦ ποιητοῦ καὶ ἔστι τὸ σχῆμα παραβατικὸν καὶ ἀνακεφαλαίωσις.
λάσδεο: ἆθλον δὲ ἡ σῦριγξ αὐτοῖς πρόκειται, ἣν ἐπιδίδωσιν ὁ κριτὴς τῷ Δάφνιδι ὡς νικήσαντι.
οἱ μὲν χρώματος εἶδος τὴν μυτάλην, οἱ δὲ ὄνομα ἤκουσαν, οἱ δὲ τελευταίαν· Καλλίμαχος «θήκατο μὴ εἰς αἷμα πιεῖν μύταλον.»
τήναν τὰν μιτύλαν: μιτύλαν αἶγά φησι τὴν μὴ ἔχουσαν κέρατα.
ἅτις ὑπὲρ κεφαλᾶς: ὑπὲρ τὰ χείλη τοῦ ἀμολγέως πλήρη τὸν ἀμολγέα ποιεῖ. ἀμολγεὺς δὲ ἀγγεῖον δεκτικὸν γάλακτος.
ὑπὲρ κεφαλᾶς δὲ ἀντὶ τοῦ· ἕως κεφαλῆς γεμίζει τὸν ἀμολγέα.
ἥτις γεμίζει πάντα μέχρι καὶ τῆς στεφάνης.
ὡς μὲν ὁ παῖς: ἀναστρέψας εἴρηκεν. ἡ γὰρ σύνταξις αὕτη· ὡς ἂν ἅλοιτο ὁ ἀμνὸς πρὸς τὴν μητέρα αὐτοῦ, οὕτω καὶ ὁ Δάφνις ἡσθεὶς ἐπὶ τῇ νίκῃ ἥλατο.
τάττεται δὲ ἐναλλάξ, πρότερον τὸ ὡς ὁ νεβρὸς ἅλλεται ἐπὶ τὴν μητέρα, εἶτα τὸ οὕτω καὶ ὁ παῖς ἐχάρη.
ὁ παῖς ἐχάρη καὶ ἀνάλατο: ὁ παῖς, ἤγουν ὁ Δάφνις. τὸ σχῆμα ἀντιστροφή.
καὶ πλατάγησε: καὶ τὰς χεῖρας ἐκρότησε.
ὡς δὲ κατεσμύχθη: καὶ τοῦτο ἀντέστραπται ὁμοίως· ὡς ἂν γάμῳ νύμφη λυπηθείη, οὕτω καὶ ὁ Μενάλκας ἡττηθεὶς ἐλυπήθη.
κατεσμύχθη οἷον κατεσβέσθη τὸν θυμὸν καὶ ἐν αὐτῷ ἐκάη καὶ ἐλυπήθη. ἀνετράπετο δὲ ἀντὶ τοῦ· ἐξελύθη ὑπὸ λύπης.
νύμφα γαμηθεῖσʼ ἀκάχοιτο: οὕτως ἐλυπεῖτο ὁ Μενάλκας, καθὰ καὶ νύμφη ἡ ἄρτι πρῶτον γαμηθεῖσα ἀκάχοιτο. λυποῦνται γὰρ αἱ τοιαῦται διὰ τὸ κατὰ τὸν καιρὸν ἐκεῖνον πόνῳ τιτρώσκεσθαι.
οὕτω καὶ νύμφα: οὕτω καὶ νεωστὶ παρθένος γαμηθεῖσα λυπηθείη.
καὶ Νύμφαν ἄκρηβος: ἱστοροῦσι γὰρ αὐτὸν ὑπό τινος ἀγαπηθῆναι Νύμφης, ἣν Σωσίθεος Θάλειαν καλεῖ. παρακελευσαμένης δὲ αὐτῆς ἄλλῃ γυναικὶ μὴ ὁμιλεῖν, μὴ τηρήσας τὴν παραίνεσιν αὐτῆς ἐμισήθη αὐτῇ. ὅθεν ὁ μὲν Θεόκριτός φησι τὴν Νύμφην ἀποστῆναι ἀπʼ αὐτοῦ, αὐτὸν δὲ ἀντιμεταλαβόντα τὸν ἐκείνης ἔρωτα ὑπὸ λύπης μεταλλάξαι τὸν βίον ἐκτὸς εἰ μὴ αὐτὸν μέν φησιν ἀπείπασθαι αὐτήν, ἄλλης δʼ ἐρασθῆναι· «ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις». οἱ δὲ λοιποί φασι τυφλωθῆναι αὐτὸν καὶ ἀλώμενον κατακρημνισθῆναι.
καὶ Νύμφαν ἄκρηβος: Νύμφην τὴν Ξενίαν λέγει. ἄκρηβος δὲ ὁ ἀρχὴν ἔχων τῆς ἡλικίας.
Βουκολιασταί. γʹ
Τὰ μὲν πράγματα ἐπὶ Σικελίας ὑφίστανται. παρακαλοῦνται δὲ ὑπὸ συννομέως Δάφνις καὶ Μενάλκας, ὅπως ἀλλήλοις ἀντᾴσωσιν. οὐδὲν δὲ ἔχει πρὸς τὸν Μενάλκαν τοῦτον ὄντα Σικελὸν τὰ ὑπὲρ Μενάλκου Χαλκιδέως, ὅν φησιν Ἑρμησιάναξ ἐρασθῆναι τῆς Κρηναίας Εὐίππης καὶ διὰ τὸ μὴ τυγχάνειν αὐτῆς κατακρημνισθῆναι.
νομεύς τις προλογίζει ὁ καὶ κριτής.
τὸ δὲ ἑξῆς οὕτως· βουκολιάζεο Δάφνι, συναρξάσθω δὲ Μενάλκας. τὸ δὲ βουκολιάζεο, τουτέστι βουκολικὴν φωνὴν λέγε. ἰστέον, ὅτι ἢ τὸν αὐτὸν ὃν προεῖπε Μενάλκαν καὶ πάλιν φησί—τότε γὰρ ἴσως ἔνεμε μῆλα, νῦν δὲ βόας—ἢ ἕτερον Μενάλκαν βουκόλον.
ἐφεψάσθω: ἀποκρινέσθω ἐξ ἀμοιβῆς.
συναψάσθω δὲ Μενάλκας: συνεργάτης ἔστω.
βουσὶν ὑφέντες: ταῖς βουσίν, θηλυκῶς· τοὺς μόσχους ταῖς βουσὶν ὑφέντες, ἤτοι ὑποβαλόντες.
ὑπὸ στείραισι δέ: ἡ ὑπὸ ἀντὶ τῆς ἐπί, ἵνʼ ᾖ· ἐπὶ στείραισι τοὺς ταύρους ἀφέντες, —ἵνα τέκωσιν, ὥς τινες· στείρας δὲ εἶπε τὰς οὔπω τετοκυίας.
… αἱ γὰρ εἰς ἅπαν ἄτοκοι στεῖραι καλοῦνται ἢ διὰ τὸ στερεὸν εἶναι τὸ σῶμα ὡσανεὶ ὑπὸ τόκων μὴ ἐκλυόμενον ἢ παρὰ τὸ ἐστερῆσθαι γόνου.
χοἱ μὲν ἅμα: καὶ οἱ ταῦροι ἅμα ταῖς βουσὶν ἕποιντο ἐπὶ τὰς φυλλάδας.
μηδὲν ἀτιμαγελεῦντες: μηδαμῶς καταλείποντες τὴν ἀγέλην. τοὺς γὰρ καταλιμπάνοντας τὸ κοινὸν τῆς ἀγέλης καὶ καθʼ ἑαυτοὺς νεμομένους οὕτω καλοῦσιν.
ἀτιμαγελεῦντες: καταφρονοῦντες τῆς ἀγέλης.
μηδὲν ἄτιμα γελεῦντες: μὴ ἄτιμα χαίροντες.
ἕν ποθʼ ἓν: ἓν πρὸς ἓν ᾠδάριον, τουτέστιν ἀμοιβαδίς. ἢ ἔμποθεν ἀντὶ τοῦ ποθέν, ὡς εἶναι τὸ πλῆρες· ἔμποθεν παρασκευασάμενος μέλος. Ὅμηρος· «τῶν ἀμόθεν γε θεά». ἀλλʼ οὐδὲν ἔχει τὸ ἀμόθεν σύνεγγυς.
ἄλλοθεν: ἀπὸ τῆς ἄλλης ἀρχῆς ἢ ἀπὸ τοῦ ἄλλου μέρους.
ἀρχὴ τῆς ᾠδῆς.
στιβάς: ἡ ἐκ χόρτων κατάστρωσις αὐτοσχέδιος. εἴρηται παρὰ τὸ συμπεπιλῶσθαι καὶ καταπεπατῆσθαι.
νένασται: ἐξήπλωται.
νένασται: ὑπέστρωται, σεσώρευται ἀπὸ τοῦ νάω νῶ τὸ σωρεύω.
τάς μοι ἀπʼ ἄκρας λὶψ κόμαρον τρωγοίσας: τῶν βοῶν αὐτοῦ φησί τινας κατακρημνισθῆναι ὑπὸ τοῦ λιβός. ἡ δὲ σύνταξις· ἀπὸ ἄκρας σκοπιᾶς.
ὅσσον ἐρῶντι πατρὸς μύθων ἢ ματρὸς ἀκούειν: λείπει τὸ παῖδες. τὸ δὲ ἢ ἀντὶ τοῦ καί.
τὸ οὑτῶς περισπᾶται, ὡς ἀξιοῖ Μουνάτιος, τὸ δὲ χωρὶς τοῦ σ οὕτω οὐκέτι.
Αἴτνα μᾶτερ: τὴν Αἴτνην φησὶ μητέρα Μενάλκου, καθότι ἐν αὐτῇ διέτριβε· καὶ Ὅμηρος τὴν Ἴδην φησὶ «μητέρα θηρῶν».
Αἴτνα μᾶτερ: ἐν Σικελίᾳ γὰρ τὰ πράγματα.
ὅσσʼ ἐν ὀνείρῳ: ὡς εἰ ἔλεγε περιουσίαν ἄφθονον· τοιαῦται γὰρ αἱ ὀνειρωκτικαὶ φαντασίαι. καὶ παρʼ Ὁμήρῳ ἔνιαι ἐκδόσεις οὕτως ἔχουσιν· «οὐδʼ εἴ μοι τόσα δοίη, ὅσα ψεύδονται ὄνειροι.»
ὅσσʼ ἐν ὀνείρῳ: ἤγουν εὐτυχής εἰμι· εὐδαιμονοῦσι γὰρ ὡς ἐπὶ πολὺ τοῖς ὀνείροις οἱ ἄνθρωποι.
ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ: ἀπὸ τῆς παροιμίας· ὅσσʼ ἐν ὀνείρῳ φέρειν.
χόρια ζεῖ: ἀντὶ τοῦ ἐν τοῖς ἄνθραξι τοῖς ἀπὸ δρυός. χόρια δὲ τὰ τῶν ἐμβρύων ἀγγεῖα. εἰώθασι γὰρ ἐν γάλακτι καταπλάσσοντες καὶ ξηραίνοντες ὀπτᾶν, εἶτα ἐσθίειν ταῦτα, ἅ καὶ χόρια προσαγορεύουσι. … «κρατὶ ὑοστρόφοιο γέννας χόριά τʼ ἐμβρύων τε πλήρη.» ἔμβρυον γὰρ ἀπὸ τοῦ ἐν ἑαυτῷ τὴν βορὰν ἔχειν ἢ ἀπὸ τοῦ βρύειν καὶ αὔξεσθαι, χόρια δὲ καλοῦσι τοὺς ὑμένας, οὓς πληροῦσι τοῦ ἀμελχθέντος γάλακτος, ἐσθίουσι δὲ θέντες ὑπὸ τὸ πῦρ.
χόρια ζεῖ: χόρια τὰ ἀγγεῖα τῶν ἐμβρύων ἢ αἱ ἀπὸ τῶν ἐντέρων πλεκόμεναι χορδαί.
φαγοί: εἶδος δρυός. εἴρηται δέ, ὅτι πρὸ τῶν Δημητριακῶν καρπῶν τὰς βαλάνους ἤσθιον· ἢ πηγούς τινας παρὰ τὸ εὐπαγεῖς εἶναι. εἰσὶ δὲ δρυὸς γένη εʹ· φηγός, ἡμερὶς ἡ καὶ ἐτυμόδρυς, αἰγίλωψ, πλατύφυλλος καὶ ἁλίφλοιος.
ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν: οὐδόλως ἔχω φροντίδα τοῦ χειμῶνος.
ἄμυλος εἶδός τι ἄρτου, ἐκ τῶν σητανίων λεγομένων πυρῶν γενόμενος.
ἄμυλος δὲ ὁ ἄρτος ὁ ἄνευ μύλου γενόμενος· ἀποβρέχοντες γὰρ τὸν πυρὸν ἀποθλίβουσι.
οὐκ ἔχω δὲ οὐδὲ μικρὰν φροντίδα χειμῶνος, ὥσπερ οὐδὲ νωδὸς ἀνὴρ καρύων καὶ καρυδίων παρόντος αὐτῷ ἀμύλοιο ἤτοι πλακοῦντος. ἐν γὰρ τῷ πλακοῦντί εἰσι καὶ κάρυα.
ἀμύλοιο: ἁπαλὴ βρῶσις.
ἀμύλοιο: ἁπαλῆς τροφῆς ἤγουν κουρκούτης.
ἀμύλοιο: τοῦ λεγομένου ἀποθέρμου· χωρὶς μύλου γὰρ γίνεται.
κορύναν: ῥόπαλον. εἴρηται παρὰ τὸ κάρα ἢ παρὰ τὸ ἄκρον· βαρύτερον γὰρ κατὰ τὸ ἄκρον μέρος. Ἀμερίας δέ φησι κορδύλην, σκυτάλης εἶδος. Θεόφραστος δὲ τὴν ἐλάτῃ ἐμφυομένην ἴσως φησὶ καὶ τραχυνομένην …
κορύνη τὸ ῥόπαλον. εἴρηται δὲ παρὰ τὸ κάρα ἢ παρὰ τὸ ἄκρον· βαρύτερον γάρ ἐστι περὶ τὸ ἄκρον.
ῥόπαλον δέ ἐστιν ἀμυντήριον ἑτερορρεπές, ἐξ ἑνὸς μέρους ῥοπὴν ἔχον καὶ βάρος.
αὐτοφυῆ: ἐκ φύσεως ἐπικαμπῆ καὶ οὐκ ἐξ ἐπιτεχνήσεως.
στρόμβου καλὸν ὄστρακον: στρόμβος κογχύλη ἀπὸ τοῦ συνεστράφθαι. τούτου δέ, φησί, τὸ κρέας αὐτὸς ἐπασάμην μετὰ εʹ μερισάμενος, ὅτε ἔλαβον αὐτόν.
ἐν Ἰκαρίαισιν: Ἰκάριαι πέτραι νῦν οὐκ ἂν λέγοιντο αἱ περὶ Ἴκαρον τὴν νῆσον, ὀνομάζοιντο δʼ ἄν τινες ἴσως καὶ περὶ Σικελίαν· ὁ γὰρ λέγων ἀγροῖκος Σικελός.
πέτραις ἐνὶ Καρίαισι: ταῖς πρὸς τῇ Καρίᾳ νήσῳ.
πέντε ταμὼν πέντʼ οὖσιν: ἤτοι σὺν πέντε ἄλλοις νομεῦσι τοῦτον καταβροχθίσας.
ἐγκαναχήσατο: ἐγέλασε χαρίεν ἐπὶ τῷ τοῦ κόχλου ὀστράκῳ.
ἐκαναχήσατο: χαρίεν ἔλεγεν, ἐγέλασεν.
βουκολικαὶ Μοῖσαι: ταῦτα ὁ νομεὺς ἢ Θεόκριτος λέγει. ὦ Μοῦσαι, τὸ μέρος τῆς ᾠδῆς τῆς παρʼ ἡμῖν ἐκφήνατε, μήπως μου ἐπὶ γλῶτταν φλύκταιναι φύωνται. ἐκεῖνο γὰρ γίνεται τοῖς μηδὲν πρᾶγμα εὐλόγως κρίνουσιν.
βουκολικαὶ Μῶσαι: ὁ λόγος ἐκ τοῦ νομέως.
ἐπιστροφὴ τὸ σχῆμα. πρὸς τὰς Μούσας.
μηκέτʼ ἐπὶ γλώσσας ἄκρας: ὁ λόγος πρὸς τὴν Μοῦσαν. ἰδίως δὲ τὸν λόγον ποιησάμενος πρὸς πάσας εἰς μίαν κατέκλινεν. ἢ ὁ λόγος πρὸς τὸν Δάφνιν, ὃ καὶ κρεῖττον.
μηκέτʼ ἐπὶ γλώσσας ἄκρας: πρὸς τὸν Μενάλκαν.
ὀλοφυγγὼν ἡ ἐπὶ τῆς γλώττης φλύκταινα. λέγουσι δὲ αὐτὴν οἱ Ἀττικοὶ ὀλοφυκτίδα. ὅταν αὕτη γένηται ἐπὶ τῇ γλώττῃ, εἰώθασι λέγειν αἱ γυναῖκες, ὡς ἀποτεθεῖσάν σοι μερίδα οὐκ ἀπέδωκας.
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος: τῆς ᾠδῆς καὶ τῆς μουσικῆς, φησί.
οὔτε γὰρ ὕπνος οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον: οὔτε ὁ ὕπνος ἡμῖν γλυκύτερος οὔτε τὸ ἔαρ τὸ ἐξαίφνης ἐλθὸν τοσοῦτον γλυκύ, ὅσον ἡ μουσουργία.
οὓς μὲν ὁρῆτε: τουτέστιν, οἷς μέν ἐστε φίλαι, ὦ Μοῦσαι, χαίρουσιν ἐκεῖνοι.
τοὺς δʼ οὔτι: ἤγουν τοὺς σοφοὺς οὐδέν τι παρατρέπει τοῦ δέοντος.
τούσδʼ οὔτι ποτῷ δαλήσατο Κίρκα: ποτῷ τῷ κυκεῶνι. δαλήσατο δὲ ἀντὶ τοῦ ἔθελξε· δαλεῖς γάρ εἰσιν οἱ ἀμαθεῖς.
δαλήσατο: τὸν Ὀδυσσέα σοφὸν ὄντα οὐ κατέθελξε τὰ τῆς Κίρκης φάρμακα· τοὺς δὲ ἑταίρους ἀγνώμονας ὄντας καὶ ἀπερισκέπτους ἀπεθηρίωσεν ὁ κυκεών. συώδεις γὰρ ἦσαν καὶ ἀμαθεῖς καὶ ὑπὸ τῆς Κίρκης δυνάμενοι τῷ ποτῷ μεταμορφωθῆναι εἰς ἄλογα ζῷα·
συώδεις γάρ εἰσιν οἱ ἀμαθεῖς.
οὓς γὰρ ὁρεῦντι: διὰ τὸν Ὀδυσσέα τοῦτό φησι. οὓς δὲ οὐχ ὁρῶσι, τούτους ἔβλαψεν ἡ ἀμαθία.
Ἐργατίναι ἢ θερισταί
Ἄδηλον, ἐν ᾧ χωρίῳ διάκειται τὰ πράγματα. Μίλων δʼ ἐστὶ καὶ Βάττος ἐν τῷ θερίζειν προσδιαλεγόμενοι ἀλλήλοις. ἐρᾷ δὲ ὁ Βάττος Βομβύκης αὐλητρίδος, Πολυβώτου τινὸς εἴτε θυγατρὸς εἴτε θεραπαινίδος, καὶ ἐπὶ τούτῳ ὁ Μίλων ἐρεθίζει αὐτὸν ὡς βραδέως θερίζοντα.
τοῦ δὲ Βάττου τὴν αὑτοῦ δυσθυμίαν εἰπόντος ὡς Βομβύκης ἐρῶ καὶ διὰ τοῦτο κάμνω τὴν ψυχήν, ὁ Μίλων προσπαίζων αὐτῷ τὴν φίλην αὐτοῦ μάντιν καλαμαίαν φησίν, ἐπεὶ καὶ μέλαινα καὶ λεπτὴ καὶ ἀνάκωλος· τοιαῦται δὲ καὶ ἐν ταῖς χώραις αἱ ἀκρίδες. Βάττος δὲ ἐπὶ τούτοις μήτι μεγαλορρημονεῖν ἔφησεν αὐτῷ· τυφλὸν γὰρ οὐ μόνον τὸν Πλοῦτον, ἀλλὰ καὶ τὸν Ἔρωτα τὸν ἀκρίτως προϊόντα λέγεσθαι. ὑπερεθισθεὶς δὲ ὁ Βάττος ὑπὸ Μίλωνος εἰς τὴν ἐρωμένην αὐτοῦ ἀπήγγειλεν ᾠδήν. παυσαμένου δὲ αὐτοῦ τῆς ᾠδῆς ἀναδέχεται ὁ Μίλων καὶ ὡς πρέπουσαν ἐργάτῃ ᾠδὴν εἴρηκε περιέχουσαν τὰ περὶ τοῦ Λιτυέρσου τοῦ Μίδου υἱοῦ, ὃν Ἡρακλῆς ἀνεῖλε πολλοὺς ἀναιροῦντα ἐν τῷ θερίζειν. παραινεῖ δὲ αὐτῷ λοιπὸν τὸν κατʼ αὐτὸν ἔρωτα διηγεῖσθαι κατὰ τὸν ὄρθρον τῇ μητρί.
βουκαῖος: ὁ ἐπὶ ἡμιόνων κομίζων τὰς ὕλας ἢ ὁ ἀροτὴρ ὁ τοῖς βουσὶ τέμνων καὶ καίνων τὴν γῆν. εἰρῆσθαι δὲ τὸν βουκόλον ὑποκοριστικῶς φασιν, οἱ δὲ τὸν θεριστήν.
βουκαῖον οἱ μὲν τὸν θεριστὴν ἀπὸ τοῦ βου ἐπιτατικοῦ καὶ τοῦ καίνω τὸ κόπτω καὶ θερίζω, ὁ μεγάλως καίνων· ἢ σὺν βοῇ καὶ ᾠδῇ. τινὲς δὲ τὸν βουκόλον. βέλτιον δὲ τὸν ἀροτῆρα ἀκούειν, τὸν σὺν τοῖς βουσὶ καίνοντα τὴν γῆν. Δίφιλος δὲ ἐν τῷ πρώτῳ τῶν Νικάνδρου Θηριακῶν κύριον ὄνομα τὸν Βουκαῖον λέγει.
τὸ δʼ ἑξῆς· ὦ ταλαίπωρε θεριστά, τί πεπονθὼς οὔτε τὴν τάξιν ὡς πρότερον διατηρεῖς οὔθʼ ἅμα τῷ πλησίον θερίζεις, ἀλλὰ καθυστερεῖς;
ὄγμον: τὴν αὔλακα παρὰ τὸ διοιχθῆναι τὴν γῆν. οἱ δὲ τὴν τάξιν, οἱ δὲ τὸν ὄρχον, οἱ δὲ τὸν χόρτον. κυρίως δὲ ἡ ἐπʼ εὐθείας τομὴ τῆς αὔλακος, καὶ ἔστιν ὄγμος οἷον ἀπὸ τοῦ διοίγεσθαι τὴν γῆν ὑπὸ τοῦ ἀρότρου. νῦν δὲ κεῖται ἡ λέξις ἐπὶ τῆς εἰς εὐθὺ τάξεως τοῦ θερισμοῦ, ὡς Ὅμηρος· «ὄγμον ἐλαύνει».
οὐ τεὸν ὄγμον: ὄγμος κυρίως ἡ τοῦ ἀρότρου τομή, ἤγουν ἡ αὖλαξ, ἀπὸ τοῦ διοίγεσθαι τὴν γῆν ὑπὸ τοῦ ἀροτριῶντος. νῦν δὲ κεῖται ὁ λόγος ἐπὶ τῆς κατʼ εὐθὺ τάξεως τοῦ θερισμοῦ.
ὄγμος ἡ ἐπίστιχος φυτεία ἀπὸ τοῦ οἴγειν καὶ ἀνοίγειν.
ὄγμος ἡ τάξις, ὁ ὄρχος. ἄλλοι δὲ ὄγμον τὸ γεωργικὸν ἐργαλεῖόν φασιν.
οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον: τὸ λήϊον τέμνεις, θερίζεις.
κάκτος: εἶδος φυτοῦ ἀκανθώδους ἀπὸ τοῦ κατακαίνω τὸ λυπῶ.
ποῖός τις: πῶς, φησίν, οὐκ ἀργότερος ἔσῃ προϊούσης τῆς ἡμέρας, ὁπότε νῦν ἀρχόμενος τῆς ἐργασίας οὐκ ἀποτέμνεις τῆς αὔλακος οὐδέν;
ποῖός τις δείλαν τε: ποταπὸς ἔσῃ κατὰ μεσημβρίαν καὶ δείλην, ὃς νῦν ἀρξάμενος οὐ μειοῖς καὶ ἐλαττοῖς τὸν στίχον τοῦ θέρους; τὸ γὰρ ἀποτρώγεις τοῦτο δηλοῖ.
ποταπὸς ἔσῃ προϊούσης ἡμέρας, ὅτε νῦν ῥᾳθυμεῖς τῆς ἐργασίας ἀρχόμενος, καὶ εἴπερ σε καὶ τὸ καῦμα ἐκλύει περὶ τὴν δείλην;
ὀψαμᾶτα: ὁ μέχρις ὀψὲ θερίζων καὶ μὴ ἐνδούς.
Μίλων ὀψαμᾶτα: τουτέστι μέχρι ὀψίας θερίζων καὶ κακοπαθῶν καὶ μὴ ἐνδιδούς. τοῦτο δέ φησιν, ἐπεὶ οὗτος ἐν ἀρχῇ τοῦτον εἶπεν ἐκλελύσθαι.
Μίλων ὀψαμᾶτα: ἐπεὶ ὁ Μίλων ἐν ἀρχῇ τὸν Βάττον εἶπεν ἐκλελύσθαι, ὀψαμάτην τὸν Μίλωνα ὁ Βάττος καλεῖ, τουτέστι μέχρι ὀψίας θερίζοντα καὶ μὴ ἀποκάμνοντα.
ὀψαμᾶτα: νωθρέ, ὀψὲ καὶ βραδέως ἀμῶν· ἢ ὄψιμε καὶ γηραιέ.
ἀτεράμνου: λιθίνης, ἀναισθήτου. ἀτεράμνους γάρ φασι πέτρας τὰς σκληρὰς καὶ μὴ τειρομένας, καὶ ἀτέραμνα ὄσπρια τὰ ἀνέψητα.
πέτρας ἀπόκομμʼ ἀτεράμνου: ἀντὶ τοῦ λίθινε καὶ σκληρότατε· ἀτεράμνους γὰρ τοὺς σκληρούς φασι, τοὺς μὴ τέρενας καὶ ἁπαλούς· οἷον πέτρινε.
πέτρας ἀπόκομμʼ ἀτεράμνω: οἷον πέτρινε, λίθινε, σκληρότατε· ἀτεράμνους γὰρ τὰς σκληρὰς πέτρας φασίν, ἐπεὶ τέρεν τὸ ἁπαλόν.
οὐδέποτέ σοι συνέβη ἐρᾶν ἀπόντος;
τίς δὲ πόθος: οὐδὲ εἷς ἐργάτῃ ἀνδρὶ ἔρως καὶ ἐκτὸς τοῦ προκειμένου ἔργου γίνεται πόθος. ὑποβάλλει δὲ τὸ τοῦ Εὐριπίδου «ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν πεινῶσι δʼ οὔ.»
χαλεπόν, φησίν, ἐντέρων κύνα γεῦσαι· εἰ γὰρ εἴθισται, καὶ τοῖς θρέμμασιν αὐτοῖς ἐπιχειρεῖ. ἔστι δὲ παροιμιῶδες· χαλεπὸν ἐργάτας ἄνδρας ἔρωτος πειραθῆναι.
χαλεπὸν χορίω: ὥσπερ, φησίν, ὁ γευσάμενος χορίου κύων δυσαποδίωκτός ἐστιν, οὕτω καὶ ὁ ἀγροῖκος ἐρωτικοῦ πάθους γευσάμενος.
παροιμία δέ ἐστιν ἐπὶ τῶν γευσαμένων ἀθέτου τινός, δυσαποσπάστως δὲ ἐχόντων·
χαλεπὸν ἐργάτην ἄνδρα ἔρωτος πειραθῆναι.
σὺ μέν, φησίν, ἀπείρατος ἔρωτος τυγχάνεις, ἐγὼ δὲ ἐρῶ ιαʹ ἡμέρας ἤδη.
ἐκ πίθου: ἡ παροιμία ἀπὸ τῶν ἄφθονα ἐχόντων· ἔοικας, φησίν, ἐκ περιουσίας ζῆν.
ἐκ πίθου ἀντλεῖς: τοῦτο εἰρωνευόμενός φησιν οἷον· ἐκ περιουσίας καὶ πλήρους πίθου ἀντλεῖς, ὥστε σε ἐρᾶν, καὶ οὐκ ἐκ λαγήνων· ἐγὼ δὲ ἔχω οὐδʼ ἅλις ὄξους.
ἐκ πίθω ἀντλεῖς: οἷον οὕτως ἐν περιουσίᾳ ζῇς, ὥστε σε καὶ ἐρᾶν. ἢ εἰρωνευόμενός φησιν· ἐκ περιουσίας, ἀπὸ πλήρους πίθου ἀντλεῖς καὶ οὐκ ἐκ λαγήνου· ἐγὼ δὲ οὐδὲ ὄξος ἔχω.
ὄξος ἄλης: πλάνης θεράπευμα.
τοιγάρτοι: τουτέστιν ἀπὸ σπόρου τὰ πρὸ τῶν θυρῶν ἐκεκόσμητο ἐπιμελείας τυγχάνοντα, νῦν δὲ οὐχ ὁμοίως διὰ τὴν ἐπὶ τῇ ἐρωμένῃ λύπην. τοῦτο οὖν φησι δεῖγμα τοῦ ἐρᾶν, τὸ ἀσκάλευτον εἶναι καὶ ἀγεώργητον ἀπὸ τοῦ σπόρου τὸ πρὸ θυρῶν.
διὰ ταύτην, φησί, τὴν αἰτίαν, ἐξ οὗ σπόρος γέγονε, ἄσκαλα πάντα, τουτέστιν ἠμελημένα πάντα.
τοιγάρτοι πρὸ θυρῶν μοι: τοιγαροῦν διὰ τὸ ὑπὸ τοῦ ἔρωτος ἐκλύεσθαί με ἀπὸ τοῦ σπόρου ἀτημέλητά μοι πάντα, οὐ μόνον τὰ πόρρω, ἀλλὰ καὶ τὰ πρὸ τῶν θυρῶν.
πάλαι, φησίν, ἀπὸ τοῦ σπόρου πάντα μοι ἦν καλά, οὐ μόνον τὰ ἔνδον, ἀλλὰ καὶ τὰ πρὸ τῶν θυρῶν· νῦν δʼ οὐδὲν διὰ τὸν ἔρωτα, ἀντὶ τοῦ· νῦν οὐ μόνον τὰ πόρρω, ἀλλὰ καὶ τὰ πλησίον τῶν θυρῶν μου ἀτημέλητα μένει διὰ τὸν ἔρωτα.
τὸ δὲ ἄσκαλα ἀπὸ τοῦ σκαλίς· σκαλὶς δέ ἐστι γεωργικὸν ἐργαλεῖον.
ἄσκαλα, τουτέστιν ἀναροτρίαστα, καὶ τὰ προαύλια· πρώην γάρ, φησίν, εἶχον ἄφθονα· νῦν δὲ καὶ τὰ πρὸ θυρῶν μοι ἀσκάλευτα πάντα διὰ τὴν ἐπὶ τῇ ἐρωμένῃ λύπην.
ἤγουν ἐρῶντός μου καὶ τὰ σύνεγγυς ἀκατέργαστα πάντα καὶ ἀκόσμητα.
ἡ Πολυβώτου με, φησί, λυμαίνεται θυγάτηρ ἢ θεράπαινα, ἣ πρώην ἡμῖν θερίζουσι παρʼ Ἱπποκόωνι οὕτω καλουμένῳ προσηύλει. τινὲς δὲ πολυβώτην τὸν πλούσιον.
τῶν παίδων: ταῦτα ὁ Μίλων ἐρωτᾷ, εἶτα ὁ Βάττος ἐπάγει· ἁ Πολυβώτα. δύναται δὲ καὶ αὐτὸς λέγειν ὅλον τὸν στίχον, ἵνʼ ᾖ· τίς ἄρα σε, ὦ πολυβῶτα, ὦ πλούσιε, συνεκδοχικόν. πολυβώτην δὲ εἶπεν αὐτὸν διὰ τὸ πλεοναχῶς βωτεῖν· ὦ πολυβῶτα, πολλοὺς ἔχων βόας. οἱ δὲ ζητοῦσι τὸ Πολυβώτου πότερον θυγάτηρ ἢ θεράπαινα. καὶ μὴν ἔνιοι δὲ πολυβώτην προσηγόρευον τὴν πλουσίαν.
ἁ Πολυβώτα: ἀπὸ τοῦ Βάττου ὁ λόγος. ἄδηλον δέ, πότερον θυγατέρα ἢ θεράπαιναν τοῦ Πολυβώτου λέγει. ἡ τοῦ Πολυβώτου οὖν, φησί, λυμαίνεταί με, ἥτις πρώην θεριζόντων ἡμῶν παρʼ Ἱπποκίωνι ηὔλει.
εὗρε θεὸς τὸν ἀλιτρόν: δοκεῖ καὶ τοῦτο παροιμιῶδες ἐπὶ τῶν διδόντων δίκην τῆς ἁμαρτίας. ὁ δὲ νοῦς· ἁμαρτωλόν σε ὄντα δικαίως μετῆλθε τὸ θεῖον περιπεπτωκότα οἷς ἐπεθύμεις κακοῖς.
εὗρε θεὸς τὸν ἀλιτρόν: τοῦτο παροιμία ἐστίν· εὗρε θεὸς τὸν αἴτιον καὶ ἔχεις ἅπερ ἐπεθύμεις.
ἡ καλαμαία: ταύτην οἱ μὲν γραῦν σέριφον, οἱ δὲ ἀρουραίαν ὀνομάζουσιν. ἔστι δὲ ἀκρὶς ἐν τῇ καλάμῃ γινομένη καὶ καλεῖται μάντις. ἴσως δʼ ἐκ τούτου τὴν ἰσχνὴν καὶ διεφθινηκυῖαν ἢ τὴν ἐπιβλαβὲς καὶ χαλεπὸν ὁρῶσαν, ἵνʼ ᾖ· ἀκρίς σοι ἀντὶ γυναικὸς χρηματισθήσεται, τουτέστι λυμανεῖται καθάπερ ἡ ἀκρὶς ἡ καλαμαία.
τὰν νύκτα: μάντις καλαμαία ἀντὶ τοῦ ἀρουραία. ἔστι γὰρ ἀκρὶς λεγομένη μάντις ἐν τῇ καλάμῃ γινομένη. ἴσως οὖν Θεόκριτος ἰσχνὴν εἰπεῖν θέλων καὶ διεφθινηκυῖαν τοῦτό φησιν.
μάντις τοι τὰν νύκτα χροΐζεται ἁ καλαμαία: τὸ καλαμαία ἀντὶ τοῦ ἀρουραία. ἔστι δὲ ἀκρὶς ἐν τῇ καλάμῃ γινομένη καὶ καλεῖται μάντις. νῦν οὖν τὴν ἰσχνήν φησι καὶ διεφθινηκυῖαν ἢ τὴν ἐπιβλαβὲς καὶ χαλεπὸν ὁρῶσαν.
ἡ καλαμαία: ἡ ἐπὶ καλάμῃ ἑστῶσα καὶ γινομένη.
Ἀρίσταρχος ἐν ὑπομνήσει Λυκούργου Αἰσχύλου φησὶ τὴν ἀκρίδα ταύτην, εἴ τινι ἐμβλέψειε ζῴῳ, τούτῳ κακόν τι γίνεσθαι.
ἔστι δὲ χλωρὰ καὶ περιμήκεις τοὺς ἐμπροσθίους πόδας ἔχουσα καὶ λεπτοὺς καὶ συνεχῶς αὐτοὺς κινοῦσα· οὐ γὰρ ὡς ἡ κοσκινόμαντις.
τὴν νύκτα· ἡ μάντις ἡ καλαμαία κατὰ τὴν νύκτα χροϊξεῖται καὶ πλησιάσει τῷ χρωτί, τοὶ καὶ σοῦ· ἀντὶ τοῦ· ἡ ἐοικυῖα τῇ καλαμαίᾳ μάντει συνευνασθήσεταί σοι. τινές φασιν εἰκάσαι τὴν Βομβύκην τῇ ἀκρίδι ταύτῃ διὰ τὸ καὶ τὴν ἀκρίδα μέλαιναν εἶναι καὶ αὐτὴν τὴν κόρην Σύραν.
μάντις καλαμαία διὰ τὸ μὴ λευκὴν εἶναι ὡς οἱ Σύροι καὶ οἱ Αἰγύπτιοι.
μάντις τοι: σκώπτει τὴν ἐρωμένην τοῦ Βάττου καὶ ἀντὶ τοῦ εἰπεῖν ὅτι ἀκρὶς συγκοιμηθήσεταί σοι, ἥ ἐστιν ἰσχνὴ καὶ λεπτὴ καὶ μέλαινα, λέγει ὅτι μάντις καλαμαία. τὴν ἀκρίδα οὖν φησι καλαμαίαν, ὅτι ἐν καιρῷ καλάμης ἐσθίει τὸν στάχυν· τὴν αὐτὴν δὲ καὶ μάντιν, ἢ ὅτι προμαντεύεται λιμὸν φαινομένη, ἢ ὅτι κακόχρους καὶ πρασίζουσα οἷς ἂν ἐντρανίσῃ ζῴοις κακὸν προμηνύει.
τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος: τυφλὸν τὸν Πλοῦτόν φασιν, ἐπειδὴ τοὺς πλουτοῦντας ὁρῶμεν πηροῦσθαι τὴν διάνοιαν. Δήμητρος δὲ καὶ Ἰασίωνος αὐτόν φασιν, ἐπεὶ τῇ τῶν καρπῶν εὐφορίᾳ ἰᾶται τὴν ἔνδειαν ἡμῶν.
ὑπὸ Διὸς δʼ ἐπηρώθη, ὥς φησιν Ἀριστοφάνης ἵνα μὴ βλέπων ἐπὶ τοὺς δικαίους μόνους ἔρχηται. οἱ δὲ τυφλὸν αὐτὸν διὰ τὸ ἄκριτον.
τυφλὸς δʼ οὐκ αὐτός: ὁ Δήμητρος καὶ Ἰασίωνος υἱός.
ὡφρόντιστος: ὁ μηδενὸς φροντίζων Ἔρως.
φησίν· ἔλπιζε καὶ σὺ περιπεσεῖν ἔρωτι καὶ μὴ μεγαλορρημόνει.
τὸ λᾷον: κατάτεμνε, θέριζε. λᾷον δὲ τὸ λήϊον Δωρικῶς διὰ τοῦ α.
κατάβαλλε τὸ λᾷον: τὸ λήϊον τέμνε ἐκθερίζων.
καί τι κόρας: καί τι, φησί, μέλος ἀνάκρουσον καὶ ἀναφώνησον τῇ κόρῃ· οὕτω γὰρ ἥδιον ἐργάσῃ.
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ: καί τι φιλικὸν μέλος εἰς τὴν κόρην ἀνάκρουσον.
Μοῦσαι Πιερίδες, συναείσατε τὴν ῥαδινάν μοι: ἄρχεται τῆς ᾠδῆς ὁ Βάττος.
ἀρχὴ ᾠδῆς βουκόλου.
συναείσατε: σὺν ἐμοὶ ᾄσατε ἢ ἐπιπνεύσατε ᾆσαι.
ῥαδινήν: τὴν ἰσχνήν· ἀκρίδι γὰρ αὐτὴν παρέβαλεν ὁ Μίλων.
ῥαδινάν: τρυφεράν.
Σύραν καλέοντι: δηλονότι μέλαινάν πως τυγχάνουσαν τὴν χροιάν· τοιούτους γὰρ εἶναι τοὺς Σύρους ὡς τοὺς Αἰγυπτίους, μέλανας.
Σύραν καλέοντί τυ πάντες: διὰ τὸ ἥκιστα λευκὴν αὐτὴν εἶναι· οἱ γὰρ Σύροι μέλανες. ἁλιόκαυστον δὲ τὴν ὑπὸ ἡλίου κεκαυμένην.
μελίχλωρον: οἷον μελίχρουν ἠρέμα καὶ οὐ λίαν μέλαιναν· οἱ μὲν ἄλλοι Σύραν, ἐγὼ δὲ μελίχλωρον ἀποκαλῶ.
ἐγὼ δὲ μόνος μελίχλωρον: οἱ μὲν ἄλλοι Σύραν αὐτὴν καλοῦσιν, ἐγὼ δὲ μελίχλωρον, οἷον μελίχρωτα ἠρέμα καὶ οὐ λίαν μέλαιναν.
μελίχλωρον: μελίχρουν καὶ οὐ λίαν μέλαιναν.
ἁ γραπτὰ ὑάκινθος: τὴν γραπτὴν ὑάκινθόν φασιν ἀπὸ τοῦ αἵματος τοῦ Αἴαντος ἀναδοθῆναι· διά τοι τοῦτο ἔχειν ἐγγεγραμμένον αἲ αἴ, τὴν ἀρχὴν τοῦ ὀνόματος τοῦ Αἴαντος. εἰς ὃ Εὐφορίων ἀπιδὼν εἶπε· «πορφυρέη ὑάκινθε, σὲ μὲν μία φῆμις ἀοιδῶν Ῥοιτείῃς ἀμάθοισι δεδουπότος Αἰακίδαο εἴαρος ἀντέλλειν γεγραμμένα κωκύουσαν.»
γραπτὰ ὑάκινθος: διὰ τὸ ἐγγεγράφθαι τὸ αἲ αἴ. εἶναι δὲ σύμβολον τῶν ἐπὶ τῷ Αἴαντι μυθολογουμένων· φῦναι γὰρ ἐκ τοῦ αἵματός φασιν αὐτοῦ τὴν ὑάκινθον, ὅτε ἐμάνη ἐπὶ Τροίᾳ περιπεσὼν τῷ ξίφει.
καὶ τὸ ἴον μέλαν ἐντὶ καὶ ἁ γραπτὰ ὑάκινθος: τὴν ὑάκινθόν φασιν ἀπὸ τοῦ αἵματος τοῦ Αἴαντος εἶναι τοῦ ἐν Τροίᾳ μανέντος· διά τοι τοῦτο ἔχειν ἐγγεγραμμένην αἲ αἴ, τὴν ἀρχὴν τοῦ ὀνόματος τοῦ Αἴαντος. διὰ τοῦτο οὖν καὶ γραπτὴν αὐτὴν νῦν εἶπεν.
γραπτὴν λέγουσι τὴν ὑάκινθον, διότι ἐν τῷ καιρῷ, καθʼ ὃν ἐφονεύθη ὁ Αἴας, ἀνεδόθη βοτάνη καὶ εἶχε γραπτὸν τὸ αἲ αἴ.
τὸν ὑάκινθον τὸ αἷμα τοῦ Αἴαντος ἔβαψε λευκὸν ὄντα.
ἔσχον δὲ καὶ τοῦτο· ὅταν ἔμελλον πλεῖν οἱ Σαλαμίνιοι, ἔγραφον τὴν ὑάκινθον ἐν τοῖς ἱστίοις εἰς ἀνάμνησιν τοῦ Αἴαντος.
τὰ πρῶτα λέγοντι: ἐν τοῖς στεφάνοις τὸ ἴον καὶ τὴν ὑάκινθον.
λέγοντι: τὰ πρῶτα ὅμως λέγουσιν, οἷον πρωτολογοῦσιν, ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς ὑποκριταῖς πρωτολόγων.
ἁ αἲξ τὸν κύτισον: ὁ κύτισος φυτόν, ὃ νεμόμεναι αἱ αἶγες γάλακτος πλήθουσιν.
ἀπὸ κοινοῦ τὸ διώκει, ἐπιζητεῖ.
ἁ γέρανος: ἀρχομένου γὰρ τοῦ σπόρου αἱ γέρανοι φαίνονται.
μεμάνημαι: ἐρωτικῶς διάκειμαι.
αἴθε μοι ἦς: εἴθε ἐκεκτήμην τὰ Κροίσου· ἀμφότεροι ἂν ἦμεν ὥσπερ χρυσοῖ τῇ Ἀφροδίτῃ ἀνακείμενοι.
χρύσεοι ἀμφότεροι κʼ ἀνεκείμεθα τῇ Ἀφροδίτᾳ: ἤτοι στήλας ἡμῶν ἀμφοτέρων χρυσᾶς ἐποιήσαμεν ἂν καὶ ἀνεθέμεθα τῇ Ἀφροδίτῃ.
τοὺς αὐλούς: σὺ μὲν ἄν, φησίν, αὐλοὺς ἢ ῥόδον ἢ μῆλον εἶχες, ἐγὼ δὲ καλὸν εἶδος ὡς ἂν σχῆμα λαβὼν ὀρχηστοῦ καὶ ὑπʼ ἀμφοτέροις τοῖς ποσὶν ὑποδήματα.
ὀρχούμενον δʼ ἐγὼ ἐν τῇ εἰκόνι ἐποίουν ἐμαυτὸν ἔχοντα Λακωνικὰ ὑποδήματα.
ἡ ἐμὴ στήλη ἐφαίνετο ἂν ἔχουσα σχῆμα ὀρχηστοῦ καὶ ἐν τοῖς ποσὶ φοροῦσα ὑποδήματα Λακωνικά.
ἀμύκλαι εἶδος ὑποδήματος ἀπὸ Ἀμυκλαίου τινὸς τὸ πρῶτον εὑρόντος.
σχοῖμι δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας: ἀμύκλαι εἰσὶ Λακωνικὰ ὑποδήματα.
οἱ μὲν πόδες: ὁ νοῦς· φημὶ διὰ τὴν ὑπερβολὴν τῆς εὐμορφίας τοὺς πόδας σου ὡς ἀστράγαλον γεγλύφθαι. τοῦτο δὲ εἶπε, παρόσον οἱ ἀστράγαλοι ὀρθοί εἰσι καὶ λεπτοὶ καὶ εὔρυθμοι.
οἱ μὲν πόδες ἀστράγαλοί τευ: οἱ μὲν πόδες σου ἀστράγαλοί εἰσιν, οἷον εὔρυθμοι καὶ ὀρθοὶ καὶ λευκοὶ ὡς οἱ ἀστράγαλοι τῶν κυβευόντων.
ἀστράγαλοι: οἱ ἀστέρος δίκην ἀγλαΐζοντες.
τρύχνος: βοτάνη ἱκανῶς μαλακή. τάσσεται δὲ ἐπὶ τρυφερότητος.
ἁ φωνὰ δὲ τρύχνος: εἶδος βοτάνης. τάσσεται δὲ καὶ ἐπὶ τρυφερότητος· τρύχνος γὰρ λάχανον ἱκανῶς μαλακόν.
εἰπεῖν: ἀντὶ τοῦ· ἀγνοῶ, εἰ μὴ ἄρα ἀμείλικτον αὐτὸν ἔχεις, ὡς μηδὲ εἰπεῖν τινα ἀξίως.
Βοῦκος: ὁ Βουκαῖος, ὄνομα κύριον· παρὰ δὲ Νικάνδρῳ ὁ βουκόλος. ὄντως δὴ καλὰς συντιθεὶς ἀοιδὰς ἐλάνθανες ἡμᾶς, ὦ Βουκαῖε· ὡς γὰρ ἄριστα τοῦ κάλλους ἐστοχάσω τῆς ἐρωμένης. τὸ γὰρ ἁρμονίας τοῦτο σημαίνει, τῆς ἐρωμένης· τῆς ἡρμοσμένης, ὅ ἐστι φιλουμένης, οὗ τὸ ἐναντίον ἀνάρσιον.
ἦ καλὰς ἄμμε ποῶν ἐλελήθει Βοῦκος ἀοιδάς: τοῦτο ὁ Μίλων εἰρωνευόμενος ἐν ἤθει φησί. συγκέκοφε δὲ τὸ ὄνομα, τὸν Βουκαῖον Βοῦκον εἰπὼν ὑποκοριστικῶς.
ὡς εὖ τὰν ἰδέαν: ταῦτα λέγων ὑβρίζει αὐτόν, ὡς φανερὸν ἐκ τῆς ἐπαγωγῆς· οἴμοι τοῦ πώγωνος. γυμνότερον γὰρ αὐτὸν ἐλοιδόρησε, παρόσον ἐργάτης ὢν οὐ δεόντως ἐρᾷ. τοὺς δʼ εὐήθεις σκώπτουσι μάλιστα ἐκ τῶν γενείων.
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν: καὶ τοῦτο κατʼ εἰρωνείαν· ὡς εὖ τὸ τῆς ἁρμονίας εἶδος ἐρρύθμισεν ὁ βουκαῖος.
ἱκανῶς τὴν τραγῳδίαν ἐποίησε καὶ ἀρίστως αὐτὴν ἥρμοσεν.
τῶ πώγωνος: τὸ τῆς εἰρωνείας ἐξέφηνεν ὁ Μίλων καταγελῶν αὐτοῦ, ἐπειδὴ ἐρωτικὸν ᾄδει ἐργάτης ὤν.
θᾶσαι δή: ὁ λόγος ἐκ τοῦ βουκαίου. δυνατὸν δὲ καὶ τὸν ἕτερον ταῦτα λέγειν.
θᾶσαι δή: καὶ ἄκουσον. καὶ ἔστι τὸ σχῆμα αἴσθησις ἀντὶ αἰσθήσεως.
ὁ δὲ Λιτυέρσας ἦν Μίδου νόθος παῖς, γεωργὸς δὲ ὢν τοὺς παριόντας θερίζειν ἠνάγκαζε καὶ κατὰ τὴν ἑσπέραν συναπέτεμε τοῖς δράγμασιν αὐτῶν τὰς κεφαλάς. ὃν ὁ Ἡρακλῆς ὕστερον ἔκτεινε.
τοῦτον δέ φησιν Ἀπολλόδωρος ᾠδὴν εἶναι θεριστῶν λέγων οὕτω· «καθάπερ ἐν μὲν θρήνοις Ἰάλεμος, ἐν δὲ ὕμνοις Ἴουλος, ἀφʼ ὧν καὶ τὰς ᾠδὰς αὐτὰς καλοῦσιν, οὕτω καὶ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσας.»
θέασαι, φησί, καὶ ταύτην μου τὴν τραγῳδίαν, ἣν περὶ τοῦ Λιτυέρσου μέλλω ᾆσαι. οὗτος δὲ ὁ Λιτυέρσης οἰκῶν Κελαινὰς τῆς Φρυγίας τοὺς παριόντας τῶν ξένων εὐωχῶν ἠνάγκαζε μετʼ αὐτοῦ θερίζειν. εἶτα ἑσπέρας ἀποκόπτων τὰς κεφαλὰς αὐτῶν τὸ λοιπὸν σῶμα ἐν τοῖς δράγμασι συνειλῶν ᾖδεν. Ἡρακλῆς δὲ ἀναιρήσας αὐτὸν κατὰ τὸν Μαίανδρον ποταμὸν ἔρριψεν, ὅθεν καὶ νῦν οἱ θερισταὶ κατὰ Φρυγίαν ᾄδουσιν αὐτὸν ἐγκωμιάζοντες ὡς ἄριστον θεριστήν.
εἶτα ἑξῆς ᾄδων ὁ Βάττος τὴν τοῦ Λιτυέρσου ᾠδήν φησι· «Δάματερ πολύκαρπε.»
Δάματερ πολύκαρπε: αὕτη ἐστὶν ἡ τοῦ Λιτυέρσου ᾠδή, τὸ Δάματερ πολύκαρπε.
σφίγγετʼ ἀμαλοδέται: ἀπέστρεψε τὸν λόγον ᾄσας. ἀμαλοδέται δὲ οἱ τὰς ἀμάλας συνδέοντες. ἀμάλη δὲ συνέστηκεν ἐκ δραγμάτων ρʹ ἢ καὶ ςʹ, δράγματα δέ εἰσιν ὅσα ὁ θερίζων λαμβάνει ἐν τῇ ἀριστερᾷ χειρί, παρὰ τὸ δράττειν.
σφίγγετʼ ἀμαλοδέται: ἀπέστρεψε τὸν λόγον πρὸς τοὺς ἑπομένους καὶ τὰ θεριζόμενα συνδεσμοῦντας. δράγματα δέ ἐστι τὰ πληροῦντα τῶν σταχύων τὴν ἀριστεράν· ἔνθεν καὶ δραχμή, ἡ πληροῦσα τὴν χεῖρα τῷ κέρματι.
ἀμαλοδέτης ὁ τὰς ἀμάλας δεσμῶν ἤγουν τὰ κοινῶς δεμάτια.
σύκινοι: παρειμένοι, ἀσθενεῖς· τοιοῦτον γὰρ τὸ ξύλον τῆς συκῆς, ἄγονον ὡς ἐντεριώνην ἔχον.
σύκινοι ἄνδρες: ἀσθενεῖς, ἀχρεῖοι ὡς καὶ τὸ τῆς συκῆς ξύλον.
μὴ παριών τις εἴποι· σύκινοι ἄνδρες: σύκινοι οἱ ἀσθενεῖς καὶ ἀχρεῖοι, ὅτι τὸ τῆς συκῆς ξύλον ἀσθενὲς καὶ ἀδύνατον. ὅθεν καὶ συκίνη ἐπικουρία ἡ ἀσθενής.
ἀπώλετο χοὗτος ὁ μισθός: ἤγουν, διʼ ὃν νῦν ἐργάζονται.
ὁ μισθός: ὁ δοθησόμενος ὑμῖν.
ἁ τομά: φησὶ δεῖν ἀπεστραμμένην τοῦ ἀνέμου κεῖσθαι ὑπὲρ τοῦ μὴ διατινάσσεσθαι καὶ ἐπὶ πλέον αὔξεσθαι· οὕτω γὰρ ἂν λιπαρὸς διαμένοι ὁ καρπός.
ἁ τομά: παρατετηρημένως λέγει τοὺς τὰς ἀμάλας θημονοθετοῦντας οὕτω τιθέναι ὥστε τοὺς στάχυας ἐμπνεῖσθαι ὑπὸ τοῦ ζεφύρου ἢ βορέου· τὸν γὰρ κόκκον ἐνδοτέρω ὄντα οὕτω συμβαίνει πιαίνεσθαι ἐμπνεόμενον.
κόρθυος: τοῦ ἐκ τῶν ἀμαλῶν συγκειμένου θημῶνος.
τᾶς κόρθυος: τοῦ σωροῦ τοῦ σίτου. ὅταν γὰρ τὰ δράγματα δεθῇ, τοὺς στάχυας σωρεύουσι πρὸς ἀλλήλους νενευκότας, τὰ δὲ κῶλα αὐτῶν, ἅ τινες αὐλοὺς καλοῦσιν, ἔξω τετραμμένα ἐῶσιν, ὅπως διὰ τῶν αὐλῶν ὁ σῖτος ῥιπιζόμενος συμπίπτῃ τε καὶ ἄβροχος καὶ ἄσηπτος διαμείνῃ.
ἢ ζέφυρον: ἡ σύνταξις οὕτως· ἡ τομὴ ὑμῖν τῆς κόρθυος βλεπέτω ἐς βορέαν ἄνεμον ἢ ἐς ζέφυρον.
σῖτον ἀλοιῶντας: ἑτέρα παραίνεσις· δεῖ τοὺς μὲν ἀλοῶντας μεσημβρίας ἀλοᾶν διὰ τὸ ἐπιτήδειον εἶναι τὸν καιρόν· τοὺς δὲ ἀμῶντας ἄρτι λευκαινομένης τῆς ἠοῦς ἄρχεσθαι τοῦ ἀμητοῦ, λήγειν δὲ ἐπισκιαζομένης ἤδη τῆς γῆς ἐκκλίνοντας τὸ καῦμα, τουτέστι τὸ μέσον τῆς ἡμέρας ἠρεμοῦντας.
τὸ μεσημβρινόν: ἀντὶ τοῦ μὴ ἐν μεσημβρίᾳ καθεύδειν ἀλλʼ ἐνεργεῖν. ἐπιτήδειος γάρ ἐστιν ὁ καιρὸς πρὸς τὸ ἀλοᾶν· φρύγοντος γὰρ τοῦ ἡλίου τὴν καλάμην τὸ ἄχυρον συμβαίνει λεπτότερον γίνεσθαι.
οἱ ἐν ἅλωνι συντρίβοντες τὸν σῖτον φεύγουσι τὸν ὕπνον.
καλάμη τὸ κατωτέρω τοῦ στάχυος, ὅσον τε σὺν τῷ στάχυϊ τέμνεται καὶ ὅσον ἐν τῇ γῇ ἄτμητον ἀπολιμπάνεται.
ἄρχεσθαι δʼ ἀμῶντας: οὐκ ἀσκόπως· ὁ γὰρ κορυδαλλὸς περὶ τὸ λυκόφως ἐξέρχεται εἰς τὰς νομάς, ὅτε καὶ τοῖς θερισταῖς προϊέναι συμβουλεύει. τότε συμβαίνει τοὺς ἀστάχυας ἀπὸ τῆς δρόσου τηρεῖσθαι.
κορυδαλλῶ: ὁ γὰρ κορυδαλλὸς κατὰ τὸ ἀμφίλυκον ἵπταται ἐπὶ τὰς νομάς.
ὁ κορυδαλλὸς καὶ πρῶτος τῶν ὀρνέων εἰς τὰς νομὰς ἔρχεται καὶ τελευταῖος ἐπὶ κοίτην ἔπεισιν.
καὶ λήγειν εὕδοντος: εὕδοντος τοῦ κορυδαλλοῦ ἀναπαύσασθαι.
εὐκτός: ζηλώσατε, φησίν, ὦ γεωργοί, τὸν τοῦ βατράχου βίον καὶ ἀφθονίαν ἑαυτοῖς καρπῶν περιποιήσασθε, ὅσην ἔχει ἐκεῖνος ἀφθονίαν τῶν ὑδάτων.
εὐκτὸς ὁ τῶ βατράχω, παῖδες, βίος: μακάριος. ἐπισκώπτει δὲ τὸν ἐργοδότην ὡς μὴ παρεχόμενον αὐτάρκη.
κάλλιον ὠπιμελητά: πρὸς τὸν Βουκαῖον ταῦτά φησιν ὅτι, ὦ πλούσιε καὶ φιλάργυρε, καλὸν ἂν εἴη συνήθη ἐργάτην σε ὄντα καὶ γεωργὸν φακὸν ἕψειν καὶ τούτῳ τρέφεσθαι, μὴ τρίβειν δὲ κύμινον, ὃ δεῖγμα τρυφῆς ἐστι, μήπως διʼ ἀπειρίαν τὴν χεῖρα πληγῇς.
ὠπιμελητά: ὁ λόγος πρὸς τὸν ἐπιστάτην τῶν θεριστῶν ὀλίγην τροφὴν αὐτοῖς παρεχόμενον.
κάλλιον ὦ ʼπιμελητά: τὸ ὦ ʼπιμελητὰ ἀντὶ τοῦ ὦ ἐργοδότα, ὃν δὴ ἐργοδότην φιλάργυρόν φησι.
καταπρίων τὸ κύμινον: τοῦτο παρʼ ὑπόνοιαν —ἔδει γὰρ εἰπεῖν τὸ κρέας—, καθὸ εἰώθασι τοὺς ἄγαν φειδωλοὺς κυμινοπρίστας λέγειν.
ταῦτα χρή: ὁ λόγος ἐκ τοῦ Μίλωνος, τινὲς δέ φασιν ὑπὸ τοῦ Βουκαίου λέγεσθαι τοὺς στίχους. ἔδει σε, φησίν, ὦ Βουκαῖε, μνημονεύοντα τοῦ θείου Λιτυέρσου ἐπʼ ἔργον τὸν νοῦν ἔχειν καὶ μὴ πρὸς ἔρωτα.
μοχθεῦντας: ἤγουν ἐνδέχεται τοὺς θερίζοντας τοῦ θερισμοῦ φροντίζειν καὶ μὴ τοῦ ἔρωτος. ὁ λόγος ἐκ τοῦ Μίλωνος, οἱ δὲ καὶ τοῖς ἐπάνω ταῦτα συνάπτουσι.
ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ: τινὲς ἐκ τοῦ Μίλωνος λέγουσιν εἶναι τὸν λόγον ἀπὸ τοῦ ἦ καλὰς ἄμμε ποῶν ἐλελήθει βοῦκος ἀοιδὰς μέχρι τέλους τοῦ εἰδυλλίου. τινὲς δὲ λέγουσιν, ὅτι ἐκ τοῦ Μίλωνός ἐστιν ὁ λόγος τὸ ἦ καλὰς ἄμμε ποῶν μέχρις ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα τὸ δὲ μετὰ ταῦτα, ἤγουν τὸ θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λυτιέρσα, λέγουσι λέγειν τὸν Βάττον μέχρι τοῦ μή τι τάμῃς τὴν χεῖρα καταπρίων τὸ κύμινον τὸ δὲ ἑξῆς ὡς ἀπὸ τοῦ Μίλωνος, ἤγουν τὸ ταῦτα χρὴ μοχθεῦντας καὶ τοὺς μετὰ ταῦτα δύο στίχους.
φιλέργῳ, φησίν, ἀνδρὶ ταῦτα πρεπωδέστατον λέγειν. τὸν δὲ σὸν ἔρωτα, ὦ Βουκαῖε, διηγοῦ σῇ μητρὶ ἐν τῷ θαλάμῳ ἀντʼ ἄλλου σπουδαίου.
λιμηρὸν ἔρωτα: πτωχόν. περὶ τοῦ ἔρωτός σου, ὦ Βουκαῖε, καθῆκόν ἐστι τῇ μητρί σου λέγειν ἐν κοίτῃ κατὰ τὸν ὄρθρον κειμένῃ ἢ ἀνισταμένῃ ὄρθρου, μὴ νῦν ἐμοί.
Κύκλωψ
Ὑπόκειται Πολύφημος ὁ Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ παρηγορῶν τὸν ἐπὶ τῇ Γαλατείᾳ ἔρωτα διʼ ᾠδῆς.
προσδιαλέγεται δὲ ὁ Θεόκριτος Νικίᾳ τινὶ ἰατρῷ Μιλησίῳ τὸ γένος, οὗ καὶ ποιημάτιον φέρεται ἀντιγεγραμμένον
πρὸς Θεοκρίτου Κύκλωπα, οὗ ἡ ἀρχή· «ἦν ἄρʼ ἀληθὲς τοῦτο, Θεόκριτε· οἱ γὰρ Ἔρωτες ποιητὰς πολλοὺς ἐδίδαξαν τὸ πρὶν ἀμούσους.» ἔγραψε δὲ καὶ ἐπιγράμματα ὁ αὐτός. γέγονε δὲ συμφοιτητὴς Ἐρασιστράτου τοῦ Ἰουλιήτου, ὥς φησι Διονύσιος ὁ Ἐφέσιος ἐν τῇ τῶν ἰατρῶν ἀναγραφῇ.
ὑπόκειται ὁ Κύκλωψ παρηγορῶν ἑαυτοῦ τὸν ἐπὶ τῇ Γαλατείᾳ ἔρωτα διʼ ᾠδῆς. προσδιαλέγεται δὲ ὁ Θεόκριτος ἰατρῷ Νικίᾳ Μιλησίῳ τὸ γένος, ὃς συμφοιτητὴς γέγονεν Ἐρασιστράτου ἰατροῦ ὄντος καὶ αὐτοῦ. μέμνηται δὲ τοῦ Νικίου καὶ ἀλλαχοῦ ὁ Θεόκριτος.
οὐδὲν ποττὸν ἔρωτα: οὐκ ἔστι πρὸς τὰ τοῦ ἔρωτος ἄλγη οὔτε ἔγχριστον φάρμακον οὔτε ἐπίπαστον εἰ μὴ αἱ Μοῦσαι. ταύταις καὶ ὁ Κύκλωψ τὸν εἰς τὴν Γαλάτειαν ἔρωτα παρηγόρει.
οὐδὲν ἔρωτός μοι δοκεῖ φάρμακον πεφυκέναι εἰ μὴ ἡ παιδεία καὶ αἱ Μοῦσαι. ταύταις γὰρ ὁ Κύκλωψ πρὸς διαγωγὴν τοῦ ἔρωτος τῆς Γαλατείας ἐχρῆτο. καὶ Φιλόξενος τὸν Κύκλωπα ποιεῖ παραμυθούμενον ἑαυτὸν ἐπὶ τῷ τῆς Γαλατείας ἔρωτι καὶ ἐντελλόμενον τοῖς δελφῖσιν, ὅπως ἀπαγγείλωσιν αὐτῇ, ὅτι ταῖς Μούσαις τὸν ἔρωτα ἀκεῖται. καὶ Καλλίμαχος «ὡς ἀγαθὸς Πολύφαμος ἀνεύρατο τὰν ἀοιδάν, αἱ Μοῦσαι τὸν ἔρωτα κατίσχανον.»
τὸ διὰ μούσης καὶ ᾠδῶν ἄγειν τὸν ἔρωτα κοῦφόν τέ ἐστι καὶ ἡδύ· τὸ δὲ περιγενέσθαι σοφίας οὐ ῥᾴδιον.
κοῦφον δέ τι: τὸ κατὰ φιλοσοφίαν ἐρᾶν κουφότητα παρέχει τῷ πάθει.
ἤγουν· οὐ συντόμως γίνεται ἡ σοφία καὶ τὸ μουσικὸν εἶναί τινα.
εὑρεῖν δʼ οὐ ῥᾴδιον: τὴν σοφίαν λέγει, ὅτι οὐκ ἔστιν εὐχερὲς περιγενέσθαι παιδείας.
εὔκολόν ἐστι, φησί, τὸ διʼ ᾠδῆς θεραπεῦσαι τὸν ἔρωτα· εὑρεῖν δέ τινα ἔχοντα μοῦσαν καὶ ᾠδήν, ἤγουν σοφίαν, οὐ ῥᾴδιον.
χωρὶς παιδείας οὐ κατορθοῦται.
οὕτω γοῦν ῥάϊστα: τοῦτον, φησί, τὸν τρόπον καὶ ὁ παρʼ ἡμῖν Κύκλωψ καθʼ ἑαυτὸν ᾄδων ἐπεκουφίζετο πολὺ τοῦ ἔρωτος τῆς Γαλατείας.
οὕτω γοῦν ῥάϊστα: ῥᾷον γὰρ διῆγε καὶ ὁ παρʼ ἡμῖν Κύκλωψ διὰ τῶν ᾠδῶν. τὸ δὲ παρʼ ἡμῖν ἐπὶ τῆς Σικελίας φέρει, καθὸ καὶ Συρακούσιός ἐστι. δοκεῖ δέ τισιν, ὅτι καὶ ἡ πλάνη τοῦ Ὀδυσσέως περὶ Σικελίαν που γέγονε.
διᾶγʼ: ἔφερε καὶ ὑπέμεινε.
ἤρατο δʼ οὐ μάλοις: οὐκ ἤρατο ὥστε μῆλα διδόναι ἢ ῥόδα ἢ ἕτερόν τι εἰς τὸ καλλωπίζειν, ἀλλὰ μανίαις εἰς ἔκστασιν φερούσαις.
ἤρατο δʼ οὐ μάλοις: ἠράσθη δὲ οὐκ ἐλαφρῶς καὶ κατὰ μέρος αὐτῆς, οὔτε κικίννων οὔτε ῥόδων οὔτε μήλων· μήλων μὲν τῶν ἐπὶ τῆς ὄψεως, ῥόδων δὲ τῆς γυναικείας ἥβης, ὅτι τὸ γυναικεῖον μόριον καὶ ῥόδον καὶ ῥοδωνιάν φασιν, ὡς Κρατῖνος ἐν Νεμέσει
«ὥς γʼ ἐσθίων τοῖς σιτίοισιν ἥδομαι, ἅπαντα δʼ εἶναί μοι δοκεῖ ῥοδωνιά καὶ μῆλα καὶ σέλινα καὶ σισύμβρια»·
κικίννων δὲ τῆς κόμης, ὡς καὶ ὁ κωμικός «λεῖος ὥσπερ ἔγχελυς χρυσοῦς ἔχων κικίννους».
ἀλλʼ ὀρθαῖς: ὀρθὸν πρᾶγμα τὸ ἀληθές φησι· γενικῶς. ὡς γὰρ ἠράσθη εἰς ἄκρον μανίας ἐληλακώς, οὐ κατὰ μέρος, φησίν, ἤρατο τῶν περὶ τὸ πρόσωπον καλῶν μήλων, ἀλλʼ οὐδὲ τοῦ ῥόδου· οὕτω γὰρ καλεῖται τὸ μόριον τῆς γυναικός.
ἀλλʼ ὀλοαῖς μανίαις: ἤγουν εἰς ἄκρον μανίας τουτέστι γενικῶς ἐπεμάνη αὐτῆς. ἢ ὀρθαῖς: τεταμέναις ἰσχυραῖς.
αὐταί: ἀντὶ τοῦ μόναι. Ὅμηρος· «Τυδείδης δʼ αὐτός περ ἐών» ἀντὶ τοῦ αὐτόματος καὶ μόνος. Καλλίμαχος «αὐτοὶ νῦν κατοχῆες ἀνακλίνασθε θυράων.»
αὐτοῦ: αὐτόθεν ἐκ τοῦ αἰγιαλοῦ καταλειπόμενος καὶ τὴν Γαλάτειαν ἀείδων κατετήκετο μὲν τῷ ἔρωτι, παρεμυθεῖτο δὲ τῇ ᾠδῇ.
φάρμακον: τὴν διὰ τῆς ᾠδῆς παραμυθίαν λέγει.
πακτᾶς: ἤγουν τυροῦ πεπηγότος· ὃ οἱ Ἀττικοὶ τροφαλίδα καλοῦσι.
μόσχω γαυροτέρα: γαυροτέρα τοῦ μόσχου, ἢ σκιρτῶσα καὶ ἀγαλλομένη πλέον μόσχου ἢ λαγνοτέρα τούτου.
φιαρωτέρα: λαμπροτέρα, καθαρωτέρα· φιαρὸν γὰρ τὸ λαμπρόν.
φιαρωτέρα—γράφεται σφριγανωτέρα—ὄμφακος ὠμᾶς, ὅ ἐστι νέας παρθένου· ὄμφαξι γὰρ ἀπεικάζουσι τὴν ὥραν.
φιαρωτέρα ὄμφακος ὠμῆς: φιαρὸν τὸ εὐσθενές· ἤγουν λαμπροτέρα ἢ στρυφνοτέρα.
λύκον πολιὸν ἀντὶ τοῦ λευκόν. οἱ γὰρ λύκοι αἰθαλώδεις τὴν χροιάν· ἐπεὶ οὖν ἐκ μέλανος καὶ λευκοῦ εἰσι τὰ τοιαῦτα, εἶπε καταχρηστικῶς τοὺς λύκους λευκούς. ἢ πολιοὺς ἀντὶ τοῦ παλαιούς.
οὐδʼ ἔτι πα νῦν: οὐ δύναμαι παύσασθαι ἐξ ἐκείνου τοῦ χρόνου, καθʼ ὃν εἶδόν σε, οὔτε μετὰ τοῦτο οὔτε μέχρι τοῦ νῦν.
ὀφρῦς: παρὰ τὸ τοὺς ὦπας φυλάττειν καὶ ῥύεσθαι, ὠπορύς τις οὖσα.
οὐ χειμῶνος ἄκρῳ: ἤγουν ἐν τῷ μεσαιτάτῳ τοῦ χειμῶνος, ὥστε ἄκρον ἐνταῦθα ἡ ἀκμὴ τοῦ χειμῶνος. ἢ ἄκρον λέγει τὸ τέλος μὲν τοῦ φθινοπώρου, ἀρχὴν δὲ τοῦ χειμῶνος.
τὶν τὸ φίλον γλυκύμαλον: αὐτὴν λέγει τὴν Γαλάτειαν τὴν προσφιλῆ ἑαυτῷ μῆλον χαριέστατον. ὁ δὲ νοῦς· συρίζω δὲ ὡς οὐδεὶς τῶν Κυκλώπων ὁμοῦ σέ τε, ὦ Γαλάτεια, τὸ χαριέστατον ἐμοὶ μῆλον, καὶ ἐμαυτὸν ᾄδων.
γλυκύμαλον: ναί, φησίν, οὕτω συρίζειν ἐπίσταμαι ὡς οὐδεὶς τῶν Κυκλώπων, ὑμνῶν σὲ τὸ προσφιλέστατόν μοι γλυκύμαλον, ἤγουν τὸ γλυκὺ μῆλον.
γλυκύμηλον δὲ ὡς μελίμηλον· ἔστι γάρ τι μήλου γένος. Σαπφώ «γλυκύμαλον ἐρεύθεται ἄκρω ἐπʼ ὄσδω.»
πάσας ἀμνοφόρως: γράφεται καὶ μαννοφόρους. μάννος δέ ἐστιν ὁ περιτραχήλιος κόσμος· μανιάκια ἐχούσας, τουτέστι χρυσᾶ περιτραχήλια.
ἀμνοφόρως: ἀμνίδας καὶ βρέφη φερούσας. ἢ μαννοφόρους. μάννος δέ ἐστιν ὁ περιτραχήλιος κόσμος, τὸ λεγόμενον μανιάκιον.
σκυμνοὺς ὀξυτόνως ἐπὶ ἄρκτων, βαρυτόνως δὲ ἐπὶ λεόντων.
καὶ σκυμνὼς τέσσαρας: σκυμνοὺς τῇ τάσει ὡς μωρούς, ὅταν ἐπὶ ἄρκτων ὡς νῦν· ἐπὶ δὲ τῶν λεόντων σκύμνοι κυρίως λέγονται ὡς φίλοι.
ἀφίκευσο: οὕτω Συρακούσιοι τὴν σο πλεονάζουσι συλλαβήν, ᾗπερ κάθουσο στεφάνουσο ἀντὶ τοῦ κάθου στεφάνου.
ἑξεῖς: γράφεται ἑξῆς, ἤτοι· εἰς τὸ μέλλον οὐδὲν χεῖρον ἡμῖν γενήσεται.
τὴν λευκὰν δέ: τὴν θάλασσαν προσρήγνυσθαι τῇ γῇ. τὸ δὲ ὀρεχθεῖν παρὰ τὸ ὀρέγεσθαι ἤγουν ἐκτείνεσθαι· Ὅμηρος· «παιδὸς ὀρέξατο». γράφεται ἐρεχθεῖν.
ῥαδιναί: λεπταὶ καὶ εὔφθαρτοι παρὰ τὸ ῥαίειν· Ὅμηρος· «εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν». ἢ ῥαδινὸν τὸ εὐάγωγον διὰ τὸ ἐν ἁπαλότητι ῥᾷον δινεῖσθαι ἤγουν εὔστρεπτον εἶναι.
ἔστι μέλας: οὐκ ἀσκόπως· παραδίδωσι γὰρ ὁ Κρατεύας καὶ ἄλλο νλευκόν, οὗ τὸν καρπὸν πινόμενον πρὸς παιδοποιΐαν φησὶ συντελεῖν. τινὲς δέ φασι τρίψαντα τὸν καρπὸν οὕτω διδόναι πιεῖν.
τίς ἀντὶ τούτων κύματα καὶ θάλασσαν θέλει ἑλέσθαι.
ὑπὸ τεῦς: ὡς ὑπὸ τοῦ ἔρωτος τὴν ψυχὴν ἔφη καίεσθαι.
ὤμοι ὅτι: ὁ νοῦς οὗτος· φεῦ, ὅτι μὴ ἐτέχθην καὶ ἔφυν ἰχθύς, ὡς ἂν διαδὺς κατεφίλησά σε· καὶ τὴν χεῖρα ἐφίλησα ἄν, εἰ μὴ τὸ στόμα ἤθελες.
μήκωνʼ: λέγεται καὶ ἡ κεφαλὴ μήκων καὶ ἡ ἀνθοφόρος βοτάνη.
πλαταγώνια: τῆς μήκωνος τὰ φύλλα, ἢ παρὰ τὴν πλατύτητα ἢ παρὰ τὸ πλαταγεῖν, ὅ ἐστι κτυπεῖν· «χερσί τε συμπλατάγησεν, ἔπος δʼ ὀλοφυδνὸν ἔειπε.» παρατιθέντες γὰρ τῷ ἀντίχειρι οὕτω τὰς τῶν ἐρωμένων ἐτεκμαίροντο ἐκ τοῦ ψόφου φιλίας.
πλαταγώνια: τὰ τῆς μήκωνος καὶ τὰ τῆς ἀνεμώνης φύλλα ἀπὸ τοῦ πλατάσσειν, ὅ ἐστι ψοφεῖν. τιθέντες γὰρ αὐτὰ κατὰ τὸν ἀντίχειρα καὶ τὸν λιχανὸν δάκτυλον καὶ τύπτοντες τῇ ἑτέρᾳ χειρί, ὥστε ψοφεῖν, οὕτω σημειοῦνται, εἰ ἀγαπῶνται ὑπὸ τῶν ἑταίρων, ἀποπειρώμενοι τοῦ τῆς πλαταγῶνος ψόφου, εἰ εὐψόφως ἐπικρουσθείη.
ἀλλὰ τὰ μέν: ἐν θέρει τὰ κρίνα, ἐν χειμῶνι αἱ μήκωνες καὶ τὰ πλαταγώνια αὐτῶν, ὥστε οὐκ ἔστιν εὑρεῖν τὰ δύο κατὰ τὴν αὐτὴν ὥραν.
νεῖν: νήχεσθαι, κολυμβᾶν. ἐάν τις ἐνθάδε πλέων ἔλθῃ ξένος, κολυμβᾶν μαθήσομαι.
ἐξένθοις Γαλάτεια: τοῦτό φησιν· εἴη ἂν πείθειν σε, ὦ Γαλάτεια, ἐξελθοῦσαν ἐπιλαθέσθαι μὲν τῆς θαλάσσης, ἔρωτι δὲ τῷ πρὸς ἐμὲ παρακαθέζεσθαί μοι, ὥσπερ ἐγώ σοι.
λάθοιο: ἐπιλάθοις εἰσελθεῖν εἰς τὴν θάλασσαν.
ἁ μάτηρ: ἡ Θόωσα. Ὅμηρος· «Θόωσα δέ μιν τέκε μήτηρ.»
ἀδικεῖ με: ὅτι προσελθοῦσα οὐδέποτε χρήσιμόν τι περὶ ἐμοῦ διείλεκται.
ἁ μάτηρ ἀδικεῖ με: ὅτι οὐ μαστροπεύει μοι. αὕτη ἂν εἴη Φόρκυνος θυγάτηρ ἡ Θόωσα, καθώς φησιν ὁ ποιητής.
φλασῶ: προσποιήσομαι, φησί, κεφαλαλγεῖν, ὡς ἂν λυπηθῇ καὶ αὐτὴ ἡ Γαλάτεια.
φασῶ τὰν κεφαλάν: προφασισθῶ καὶ πρόφασιν ποιήσομαι, φησί, κεφαλαλγεῖν· οὐ γὰρ τοῦ ἔρωτός μου ἡ μήτηρ φροντίζει.
ὦ Κύκλωψ: ὥσπερ συστραφεὶς καὶ ἀναστρέψας τὴν ψυχὴν ἀπὸ τῆς ἐκστάσεως πρὸς ἑαυτὸν διαλέγεται· ποῦ τὰς φρένας, ὦ Κύκλωψ, ἐκπεπετασμένας ἔχων μετέωρος εἶ; ἐὰν ἀπελθὼν ἐπʼ ἐργασίαν τραπῇς καὶ τυροβόλους πλέκῃς καὶ τοῖς θρέμμασι τροφὴν συνάξῃς, πολὺ μᾶλλον εἶναι δόξεις νουνεχέστερος.
τὰς φρένας ἐκπεπότασαι: τῶν φρενῶν ἀπέπτης.
μᾶλλον ἔχοις νοῦν: εἰς φρόνησιν πλείονα ἔλθοις.
τὰν παρεοῦσαν: ὁ νοῦς· τί πρὸς ἀμηχανίαν τρέπῃ; Ἡσίοδος «νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει». ἡ παροιμία· «τὸν θέλοντα βοῦν ἔλαυνε.»
τὰν παρεοῖσαν ἄμελγε: κατὰ τὴν παροιμίαν· «τὸν θέλοντα βοῦν ἔλαυνε», ἤγουν τὴν ἀγαπῶσαν φίλει.
κιχλίζοντι: σφόδρα γελῶσι καὶ διαχέονται. τῶν δὲ κατὰ μίμησιν ἡ φωνὴ τοῦ κατʼ ἀρχὰς χ τραπέντος εἰς κ.
κιχλίζοντι: γελῶσι δὲ πᾶσαι, ἐπὰν ἀκούσωμαι αὐτῶν. ἴσως δὲ καταγελῶσιν αὐτοῦ.
κἠγών: δῆλον ὅτι οὐκ ἀηδής εἰμι, ὅπου γε καὶ κόραι με φιλοῦσιν.
κἠγών τις φαίνομαι εἶναι: ἤγουν τῶν ἐπισήμων εἰμὶ καὶ ὀνομαστῶν.
οὕτω τοι Πολύφαμος: ὁ λόγος πρὸς τὸν Νικίαν. ἀστείως δὲ τὸ ἐποίμανεν ἐπὶ τοῦ ποιμένος ἀντὶ τοῦ μετεχειρίζετο.
οὕτω τοι Πολύφαμος: πρὸς Νικίαν ὁ λόγος ἐκ τοῦ ποιητοῦ, ἤγουν· οὕτως ὁ Πολύφημος, φησί, μετεχειρίζετο τὸν ἔρωτα.
μουσίσδων: τῇ σοφίᾳ τῶν Μουσῶν ᾄδων.
ῥᾷον δὲ διᾶγεν: ῥᾷον δὲ διῆγεν ᾄδων ἢ εἰ χρυσίον εἶχε δοῦναι, ὅπως πείσῃ τὴν Γαλάτειαν.
χρυσὸν ἔδωκεν: ἀντὶ τοῦ εἶχε δοῦναι τῇ Γαλατείᾳ εἰς τὸ πεῖσαι.
Ἀΐτης
Ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Ἀΐτης, γέγραπται δὲ Ἰάδι διαλέκτῳ. ὁ δὲ λόγος ἐκ τοῦ ποιητικοῦ προσώπου πρὸς ἐρώμενον· ὅθεν καὶ τὸ ἐπίγραμμα Ἀΐτης, ἐπειδὴ τοὺς ἐρωμένους ἀΐτας ἔνιοι καλοῦσιν ὡς οἱ Θεσσαλοί. καὶ γὰρ Ἀλκμὰν τὰς ἐπεράστους κόρας λέγει ἀΐτιας· οἱ δὲ ἀΐτας τοὺς ἑταίρους· φασὶ δέ τινες λέγεσθαι τοὺς ἀγαθούς, οἷον μὴ ἴτας ἀντὶ τοῦ μὴ ἰταμούς· ἢ ἀΐτης ὁ συναΐτης καὶ σύμπνους. εἰ δὲ ἐπὶ ἐρωμένου τάσσοιτο, ἀΐτης ἂν λέγοιτο ἀπὸ τοῦ εἰσάειν καὶ εἰσπνεῖν τὸν ἔρωτα τῷ ἀγαπῶντι.
ἐκτίθεται δὲ πῶς ὁ ἐρῶν … καὶ οὐ φείδεται θεασάμενος τοὺς τοῦ ἐρωμένου χαρακτῆρας, εὔχεται δὲ τῶν δύο ψυχῶν ἁρμογὴν αὐτοῖς γενέσθαι καὶ φιλίας ἀσφάλειαν μέχρι τέλους παραμένουσαν, ἵνα καὶ μετὰ θάνατον οἱ μεθʼ ἡμᾶς φημίσωσι τὴν ἐν ἀμφοτέροις ὁμοόνοιαν, λέγοντες ἡμᾶς ἐκ τοῦ χρυσοῦ γένους πεφυκέναι τοὺς δύο, οἵτινες ἀμοιβὴν φιλίας ἔπνευσαν πρὸς ἀλλήλους. καὶ τοὺς Μεγαρεῖς ἐπαινεῖ ἐπὶ τῷ τετιμηκέναι Διοκλέα ἐμπεσόντος πολέμου ὑπερασπίσαντα τοῦ ἰδίου ἐρωμένου καὶ ὑπὲρ ἐκείνου τελευτήσαντα· ὅθεν τοὺς Μεγαρεῖς θάψαι αὐτὸν δημοσίᾳ καὶ τιμᾶν ὡς ἥρωα ἀγῶνά τε ἐπʼ αὐτῷ ποιεῖν, ἐν ᾧ τοὺς καλοὺς περὶ φιλήματος ἀγωνίζεσθαι, τὸν δὲ καταφιλήσαντα αὐτῶν ἥδιστα τοῦτον ὑπὸ τοῦ κριτοῦ στεφανοῦσθαι.
Ἐρατοσθένης ἀΐτην τὸν ἑταῖρόν φησιν, Ἀλκμὰν δὲ τὰς ἐπεράστους κόρας ἀΐτιάς φησιν.
ἠοῖ ἤλυθες: ἐν τῇ τρίτῃ ἡμέρᾳ, ἀφʼ οὗ οὐκ εἶδόν σε. καὶ συντάσσεται οὕτως· ὦ φίλε κοῦρε, σὺν νυκτὶ τρίτῃ καὶ ἀοῖ ἤλυθες.
ἤλυθες, ὦ φίλε κοῦρε, σὺν νυκτὶ τρίτῃ καὶ ἀοῖ τρίτῃ, ἤγουν μετὰ τρεῖς ἡμέρας καὶ νύκτας.
οἱ δὲ ποθεῦντες: οἱ δὲ ἐρῶντες, εἰ μίαν ἀπολειφθῇ ὁ ἐρώμενος ἡμέραν, τὸν πάντα αἰῶνα τῆς αὐτοῦ παρουσίας ἐστερῆσθαι νομίζουσι καὶ ὥσπερ καταγεγηρακέναι.
οἱ δὲ ποθεῦντες: οἱ ἐρῶντες ἐν μιᾷ ἡμέρᾳ ἀποδυρόμενοι γηρῶσιν.
ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν· «αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.»
τόσσον ἔμʼ εὔφρανας: πρὸς τὴν ὑπερβολὴν τῆς διαφορᾶς ἀπέδωκεν. ἔστι γὰρ τοιοῦτον· ὅσον τόδε διαφέρει, τοσοῦτον καὶ σὺ φανεὶς ἐμὲ ηὔφρανας, ὥστε καλλίων εἶ παρὼν ἢ ἀπών.
τόσσον ἔμʼ εὔφρανας: ἡ σύγκρισις κακή. ὤφειλε γὰρ εἰπεῖν· ὅσον ἔαρ χειμῶνος διαφέρει, τοσοῦτον εἶ καὶ σὺ γλυκύτερος.
σκιερὰν ὑπὸ φαγόν: ἐπαινέσειεν ἄν τις ἐκ τῆς παραβολῆς τὸν ποιητήν· παραβάλλει γὰρ τῷ μὲν πόθῳ τὸ καῦμα, τὴν δὲ παρουσίαν τοῦ ἐρωμένου φηγῷ κατασκιαζούσῃ.
σκιερὰν δʼ ὑπὸ φαγόν: ὡς ἄν τις, φησί, φλεγόμενος ὑπὸ τοῦ ἡλίου εἰς σκιὰν φηγοῦ παρέλθῃ, οὕτω κἀγώ σοι προσανεπαυσάμην ἀσμένως.
εἴθʼ ὁμαλοί: ὁ νοῦς· εἴη ἡμᾶς ἐξ ἴσου φιλεῖν, ὅπως ἂν καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ὑμνηθῶμεν.
εἴθʼ ὁμαλοί: εἴθε, φησίν, ἐνεχώρει ὅμοιον γενέσθαι τὸν εἰς ἀλλήλους ἡμῶν ἔρωτα, ἵνα καὶ ἐπὶ τῶν μεταγενεστέρων περιβόητος ἡμῶν ἡ φιλία ᾖ.
ἐπʼ ἀμφοτέροισιν Ἔρωτες: ἤτοι ἡ κατὰ τοὺς ἀμφοτέρους φιλία.
ἐπʼ ἐσσομένοις δέ: ἐπὶ πᾶσι δὲ τοῖς ἐσομένοις καὶ μέλλουσιν ἔσεσθαι, ἤτοι τοῖς μεταγενεστέροις, γενοίμεθα ἀοιδή, ἤτοι ἄκουσμα.
δοιὼ δή τινε: τοῦτο ὡς πρὸς τοὺς προγενεστέρους· ἵνα οἱ μεταγενέστεροι τῆς φιλίας ἡμῶν μνησθέντες λέγωσιν ὅτι δύο πρὸ ἡμῶν ἐγένοντο ἄνθρωποι, ἕτερος μὲν ὑπὸ Λακώνων λεγόμενος εἴσπνηλος, τουτέστιν ἐραστής, ἕτερος δὲ ὑπὸ Θεσσαλῶν ἀΐτας, τουτέστιν ἐρώμενος· οὗτοι δʼ ἀλλήλους ἐξ ἴσου ἐφίλησαν τοῦ χρυσοῦ γένους ὡς ἔοικεν ὄντες.
εἴσπνηλος: παρὰ Λάκωσιν. εἴρηται δὲ παρὰ τὸ εἰσάειν καὶ εἰσπνεῖν τοῖς ἀγαπῶσι τὸν ἔρωτα. ὁ νοῦς· δύο δή τινες ἄνδρες ἐπʼ ἴσης ἀλλήλους ἐφίλησαν, ὁ μὲν εἴσπνηλος, τουτέστιν ἐραστής, ὡς Λακωνίζων εἴποιἂν ἀνήρ, ὁ δὲ ἀΐτης, τουτέστιν ἐρώμενος, ὡς πάλιν φαίη ἂν ἀνὴρ Θεσσαλός.
εἴσπνηλος ἀπὸ τοῦ εἰσπνεῖσθαι.
Ἀμυκλαΐσδων: ὁ τῇ Ἀμυκλαίων χρώμενος διαλέκτῳ ἀντὶ τοῦ Λακώνων. οὗτοι γάρ φασιν ἐμπνεῖν τὸ ἐρᾶν, Ἀμύκλαι δὲ πόλις Λακωνική.
Ἀμυκλαΐσδων δέ φησι κατὰ μετάθεσιν τοῦ α· Ἀμυκλιάζων.
ἴσῳ ζυγῷ: ἀντὶ τοῦ ὁμοίως. ἀπὸ δὲ τοῦ ζυγοῦ μετήνεκται, ὅτι ἴσον ἐστὶ καὶ μὴ ἑτερορρεπές, ὥστε μὴ γεγονέναι ἑτέρου ῥοπήν τινα ὑπὸ τοῦ σταθμοῦ.
τοῦτο: τὸ φημίζεσθαι ἡμᾶς τοῖς μεταγενεστέροις.
ἀθάνατοι: εἴη τινά, ὦ ἀθάνατοι, μετάθεσιν εἰς τὰ ἔτη εἰς Ἅιδου κατιόντα ἀπαγγεῖλαί μοι, ὅτι ἡ σὴ διάθεσις καὶ τοῦ ἐρωμένου παρὰ πᾶσιν ἀνθρώποις θρυλλεῖται. βούλεται δὲ λέγειν, ὅτι εἴη τὴν διάθεσιν ἡμῶν συμπαρατείνεσθαι τῷ παντὶ αἰῶνι.
ἀθάνατοι: προσληπτέον τὸ ὦ ἔξωθεν ἐπὶ κλητικῆς, ἵνʼ ᾖ· εἰ γὰρ τοῦτο ὦ Κρονίδα Ζεῦ γένοιτο, εἰ ὦ ἀγήρῳ ἀθάνατοι, ἤγουν ὦ Ζεῦ καὶ ὦ ἕτεροι θεοὶ μὴ γηράσκοντες καὶ ἀθάνατοι.
εἰ γὰρ ἀγήρῳ ἀθάνατοι: νοητέον ἔξωθεν ἡμεῖς. τοῦτο δὲ οὐχ ὡς θεοὺς αὐτοὺς εἶναί φησιν, ἀλλʼ ὡς καὶ τοῖς μεταγενεστέροις διὰ μνήμης εἶναι καὶ ᾄδεσθαι καὶ μὴ ἐπιλησθῆναι.
εἰ γὰρ ἀγήρῳ ἡμεῖς, ὦ ἀθάνατοι, ἤγουν διὰ μνήμης ὑπάρχοιμεν.
ἀνέξοδον: παρόσον οὐκ ἔστιν ἐπανελθεῖν εἰς φῶς τοὺς ἐν Ἅιδου.
ἐγὼ δέ σε: ἐγὼ δέ σε ἐγκωμιάζων—λέγει δὲ πρὸς τὸν ἐρώμενον— οὐδὲν ψεύσομαι περὶ σοῦ οὐδὲ ἐπάνω τῆς ῥινὸς ψεῦσμα γεννήσω· εἰώθασι γὰρ ἔνιοι τὰ ἐπάνω τῆς ῥινὸς κείμενα καὶ φυόμενα ψυδράκια καλεῖν ψεύσματα, καὶ εἶναι ταῦτα τῆς περὶ τὸν ἔχοντα ἄνθρωπον αὐτὰ ψευδολογίας σημεῖον.
ψεύδεα: τοὺς ἐπὶ τῆς ῥινὸς φυομένους ἰόνθους Σικελιῶται ψεύσματα ἔλεγον ὡς τοὺς ψεύστας διελέγχοντας· τούτους δὲ φύεσθαι τοῖς φιλοψεύσταις τῶν ἀνθρώπων. ἴονθος δέ ἐστιν ὁ παραγινόμενος κατὰ τὸ ἄνθος τῆς ἡλικίας· ἢ εἴρηται παρὰ τὸ ὄνθος οἷον μολυσμός τις τῆς ὄψεως· οἱ δὲ ὄνοθος, ὃν διὰ φαυλότητα ὀνόσαιτό τις.
ψεύδεα ῥινός: φύσκαι ἐπὶ τῆς ῥινὸς λεπταὶ αἱ λεγόμεναι ἴονθοι ὡς κατὰ τὸ ἄνθος τῆς ἡλικίας γινόμεναι, ἃς ψυδράκια ἐκάλουν· καὶ οἱ Σικελιῶται τὸν ταῦτα ἐκφύσαντα ψευδηγόρον ἐσημαίνοντο εἶναι. ἴονθος δὲ λέγεται παρὰ τὸ ὄνθος οἱονεὶ μολυσμός τις τῆς ὄψεως.
ἢν γὰρ καί τι δάκῃς: ἐὰν γὰρ καὶ δηκτικόν τι καὶ λυπηρὸν δράσῃς, ὡς καὶ ὁ λόγος «ὁ τρώσας ἰάσεται».
ἔχων δʼ ἐπίμετρον: ὑπὲρ τὸ μέτρον, τῷ ἐπιμετρηθέντι περίσσευμα. θέλει δὲ λέγειν ὅτι διπλάσιον τῆς λύπης ὠφέλησας. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν ἀλεύρων.
διπλάσιον: περισσοτέραν ὠφέλειαν.
Νισαῖοι Μεγαρῆες: τοὺς πλησίον τῆς Ἀττικῆς Μεγαρέας Νισαίους καλεῖ. ἐπίνειον γὰρ Μεγαρέων ἡ Νίσαια, ἀφʼ οὗ Νισαῖοι καλοῦνται οἱ Μεγαρεῖς· καὶ αὐτὸ ἐκλήθη ἀπὸ Νίσου τοῦ Πανδίονος. τάχα δʼ ἀπὸ τοῦ συνοικήσαντος αὐτῷ Μεγαρέως τοῦ Ποσειδῶνος οἱ Μεγαρεῖς ὠνομάσθησαν.
ἀριστεύοντες ἐρετμοῖς: ναυτικοὶ γάρ εἰσι. μαρτυρεῖ δὲ αὐτοῖς καὶ Σιμωνίδης τὴν ναυτικήν.
ἀριστεύοντες: καὶ Σιμωνίδης. ἐπαινεῖ τοὺς Μεγαρεῖς.
ὁ δὲ νοῦς· ὦ Νισαῖοι Μεγαρεῖς, εὐδαιμονοίητε διὰ τοῦτο, ὅτι τὸν Ἀθηναῖον φιλόπαιδα Διοκλέα καταφυγόντα πρὸς ὑμᾶς μεῖζον ἢ τοὺς ἄλλους ξένους ἐτιμήσατε.
αἰεί οἱ: Εὐμόλπου ... ἐπιστρατεύσαντος τῇ Ἀττικῇ ἐπʼ Ἐλευσῖνος φυγὼν Διοκλῆς εἰς Μέγαρα ἧκε, καί ποτε πολέμου καταλαβόντος τοῦ ἑαυτοῦ ἐρωμένου ὑπερασπίσας ἐκεῖνον μὲν ἔσωσεν, αὐτὸς δὲ ἀπέθανεν· ὅθεν αὐτὸν ὡς ἥρωα σέβονται οἱ Μεγαρεῖς.
οἰκείοιτε: μακαρισθείητε, ὅτι ὑπερβαλλόντως Διοκλέα ἐτιμήσατε. οὗτος γὰρ Ἀθήνηθεν φεύγων εἰς Μέγαρα, φιλόπαις ὑπερφυῶς ὤν, ἔν τινι μάχῃ ἠρίστευσε καὶ ὑπερασπίζων τινὸς ἐρωμένου ἐκεῖνον μὲν ἔσωσεν, αὐτὸς δʼ ἐτελεύτησεν. ὅθεν τοὺς Μεγαρεῖς θάψαι αὐτὸν καὶ τιμᾶν ὡς ἥρωα ἀγῶνά τε αὐτῷ ποιεῖν, ἐν ᾧ τοὺς καλοὺς περὶ φιλημάτων ἀγωνίζεσθαι· τὸν δὲ καταφιλήσαντα αὐτῶν ἥδιστα, τοῦτον ὑπὸ τοῦ κριτοῦ ὡς κρείττω στεφανοῦσθαι.
ἦ που τὸν χαροπόν: τὸν Γανυμήδην παρέλαβεν ὡς θεὸν καὶ τὰ περὶ γλυκύτητα τῶν φιλημάτων εἰδότα. ἔστι δὲ ὁ νοῦς οὗτος· δοκεῖς μοι ὄντως, ὦ μακάριε κριτά, ἐπικαλεῖσθαι πολλὰ τὸν Γανυμήδην σύνθρονον σαυτῷ πολλάκις γίνεσθαι ἀξιῶν, ὡς αὐτοῦ παρόντος ἄξιος εἴης τῶν φιλημάτων κριτής, καὶ τὸν μυθευόμενον Λύδιον λίθον τοῦ χρυσοῦ τῆς ὕλης κριτὴν ἀποδεῖξαι τὸ σὸν ἀντικρὺ στόμα. τοῦτον γὰρ δή φασιν ἐν Πακτωλῷ τῆς Λυδίας ὄρει τὴν γένεσιν ἔχοντα δεδημιουργῆσθαι ὑπὸ τῆς φύσεως εἰς δοκιμασίαν ἀνθρώποις τῆς ἐν τῷ χρυσῷ διακειμένης ἀρετῆς· ᾧ δὴ τὸ σόν, ὦ φίλε, παραβάλλειν δοκῶ μοι στόμα καὶ τὸν ἐπὶ φαυλότητι χρυσοῦ λίθον Λύδιον τὸ σὸν στόμα εἶναι φαίην ἂν ἀληθῶς.
Γανυμήδεα: εὔχεται, φησίν, ὁ κριτὴς τῷ Γανυμήδει, ἵνʼ ἐπιτήδειον ἔχῃ τὸ στόμα πρὸς τὸ δικάζειν τὰ φιλήματα οὕτως ὡς ἡ Λυδία λίθος δοκιμάζει τὸν χρυσόν, εἰτε καλὸς εἴτε καὶ μή. ἔστι δὲ ἡ λεγομένη χρυσῖτις· Λυδία δὲ λέγεται ὡς τοῦ λίθου τούτου παρὰ Λυδοῖς εὑρισκομένου. τὸ δὲ ἑξῆς οὕτως· εὔχεται τῇ Λυδίᾳ πέτρᾳ ἴσον ἔχειν τὸ στόμα, ᾗτινι οἱ ἀργυραμοιβοὶ τὸν χρυσὸν δοκιμάζουσιν.
Ὕλας
Ἐπιγράφεται τὸ εἰδύλλιον Ὕλας. πάλιν δὲ τῷ Νικίᾳ προσδιαλέγεται ὡς καὶ ἐν τῷ Κύκλωπι. ἐκτίθεται δὲ τὰ περὶ τὸν Ὕλαν καὶ Ἡρακλέα· τοῦ μὲν Ὕλα τὴν ὑπὸ τῶν Νυμφῶν ἁρπαγήν, τοῦ δὲ Ἡρακλέους τὴν πλάνην καὶ τὴν ὑπὲρ τοῦ Ὕλα βάσανον.
εἴρηται δὲ Δωρίδι διαλέκτῳ.
οὐχ ἁμῖν, φησί, μόνοις τοῖς θνητοῖς τὸν Ἔρωτα ἔτεκεν, ὅστις ποτέ ἐστιν, ἀλλὰ καὶ Ἡρακλῆς ἠράσθη. ἐπεὶ δὲ τὰ τῆς γενέσεως τοῦ Ἔρωτος εἰς πολλὰ διαλλάττει, διὰ τοῦτό φησι· ᾧτινι τοῦτο θεῶν τέκνον ἔγεντο.
τὸ οὐχ ἁμῖν περισπᾶται· ἔχει γὰρ διαστολὴν πρὸς τὸν Ἡρακλέα. ὁ δʼ ἀναδιπλασιασμὸς ἐρῶντος ἔχει μίμησιν.
ἀμφιβάλλει, τίνος υἱὸν εἴπῃ τὸν Ἔρωτα. Ἡσίοδος μὲν γὰρ Χάους καὶ Γῆς, Σιμωνίδης Ἄρεος καὶ Ἀφροδίτης, Ἀκουσίλαος Νυκτὸς καὶ Αἰθέρος, Ἀλκαῖος Ἴριδος καὶ Ζεφύρου, Σαπφὼ Γῆς καὶ Οὐρανοῦ καὶ ἄλλοι ἄλλων.
οἳ θνητοί: ἀντὶ τοῦ ἐφήμερον ζῶμεν βίον. παρατηρητέον δέ, ὅτι κἀνταῦθα δεύτερον περὶ τοῦ αὐτοῦ λέγει μιμούμενος τὸν ἐρῶντα. πέφυκε γὰρ ὁ Ἔρως τὴν περὶ τοῦ αὐτοῦ μνήμην τοῖς ἐρῶσιν ἐμβάλλων.
λῖν τὸν λέοντα ἀπὸ εὐθείας τῆς λίς. καὶ Ὅμηρος· «ἐπί τε λῖν ἤγαγε δαίμων» καὶ· «λὶς ἠυγένειος».
ὃς τὸν λῖν: ἱστορεῖται λέοντας ὑφʼ Ἡρακλέους διαφθαρῆναι τὸν Ἑλικώνιον, τὸν Λέσβιον, τὸν Νεμεαῖον.
λῖν: τὸν ἐν Νεμέᾳ, οὗ καὶ τὴν δορὰν ἐφόρει.
Ὕλα: τὸν Ὕλαν Σωκράτης υἱὸν Ἡρακλέους φησίν, Ἀπολλώνιος δὲ ὁ Ῥόδιος Θειοδάμαντος, Νίκανδρος δὲ Κήυκος, Εὐφορίων δὲ Πολυφήμου τοῦ Ποσειδῶνος ἐρώμενον.
ὅσσα μαθών: Ἀριστοφάνης φησὶν ὑπὸ Ῥαδαμάνθυος παιδευθῆναι τὸν Ἡρακλέα, Ἡρόδωρος δὲ ὑπὸ τῶν βουκόλων Ἀμφιτρύωνος, τινὲς δὲ ὑπὸ Χείρωνος καὶ Θεσπίου.
φορεῦντος: ἢ τοῦ ἔχοντος τὰς τρίχας τῆς κεφαλῆς πεπλεγμένας, ἵνʼ ᾖ τὸ φοροῦντος ἀντὶ τοῦ φέροντος καὶ ἔχοντος· ἢ τοῦ τοὺς πλοκάμους φοροῦντος, ἤγουν ἐνδυομένου καὶ περιβαλλομένου· ἴσως γὰρ ἂν φαλακρὸς ἦν, περιεβάλλετο δὲ ἀλλοτρίας τρίχας τῇ κεφαλῇ.
Ὕλας παῖς ὑπῆρχε Θειοδάμαντος τοῦ Δρύοπος.
μαθών: ὁ Ἡρακλῆς. πεπαιδεῦσθαι αὐτόν φασιν οἱ μὲν ὑπὸ Ῥαδαμάνθυος, οἱ δὲ ὑπὸ βουκόλων Ἀμφιτρύωνος, οἱ δὲ ὑπὸ Χείρωνος καὶ Θεσπίου.
χωρὶς δʼ οὐ: οὐδέποτε, φησίν, ὁ Ἡρακλῆς αὐτοῦ ἐχωρίζετο, οὔτε μεσούσης τῆς ἡμέρας, οὔτε ταῖς ἑωθιναῖς ὥραις, οὔτε τὸν καιρόν, καθʼ ὃν οἱ νεοσσοὶ οἱ ἐν οἰκήματί τινι ὄντες ἀποβλέποιεν εἰς τὴν κοίτην, πτερυσσομένης τῆς μητρὸς καὶ λοιπὸν ἀναχωρούσης, τὴν τελευταίαν ἐκδεχόμενοι τροφήν.
ὀρτάλιχοι: οἱ νεοσσοί. ἢ στρουθῶν γένη. θρηνητικὸν δὲ τὸ ζῷον ἐλπίδι τροφῆς.
ὀρτάλιχοι: νεοσσοὶ μικροί, μηδέπω πετόμενοι. μινυροὶ δὲ ἀντὶ τοῦ μινυρίζοντες καὶ λεπτῇ φωνῇ θρηνοῦντες.
σεισαμένας: πτερυσσομένης, ὅπως ὑπὸ τὰς πτέρυγας τοὺς νεοσσοὺς λάβῃ.
πέτευρον: ἐπίμηκες ξύλον. ἔνιοι τὴν δοκόν, οἱ δὲ πηκτὸν ὀρνιθοτροφεῖον.
πέτευρον δὲ σανίδιον λεπτὸν καὶ τεταμένον, ᾧ εἰς τοὺς ὀρόφους ἀντὶ τῶν κεράμων πολλοὶ χρῶνται. οἱ δὲ αἰθαλόεν πέτευρον τὴν δοκὸν λέγουσιν, ὡς καὶ Ὅμηρος· «αὐτὴ δʼ αἰθαλόεντας ἀνὰ ῥῶγας μεγάροιο».
τινές φασιν αἰθαλόεν εἰπεῖν τὸ πέτευρον διὰ τὸ αἴτιον εἶναι αἰθάλης. ἢ ἀπὸ τοῦ αἰθεσθαι λίαν οὕτως αὐτὸ ἔφη.
ἕως κατὰ γνώμην ὁ παῖς, τὴν Ἡράκλειον γνώμην τε καὶ καλοκἀγαθίαν, διδαχθείη.
κατὰ θυμόν: κατὰ τὴν ἰδίαν βούλησιν.
αὑτῷ δʼ εὖ ἕλκων: ἑαυτῷ δʼ εὖ βιῶν, ἐπʼ εὐδοξίᾳ τῇ ἑαυτοῦ ζῶν. ἢ ψιλῶς τὸ αὐτῷ, ἵνʼ ᾖ τῷ Ἡρακλεῖ.
αὐτῷ δʼ εὖ ἕλκων: ἀντὶ τοῦ αὐτόθεν· ὡς παραυτόθεν ἐκ νεότητος καλῶς ἕλκων καὶ κατὰ μηδὲν ἐλαττούμενος μηδὲ ἐλλείπων ἀνὴρ γένοιτο. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν βοῶν τῶν ἐκ νέου εἰθισμένων καλῶς ἕλκειν.
πασᾶν ἐκ πολίων: ἐξ ἑκάστης πόλεως οἱ πρῶτοι συνηθροίσθησαν ἐν τῇ Ἀργοῖ Ἰάσονι.
ὧν ὄφελός τι: παρʼ ὧν βοήθειά τις.
Ἰαολκόν: εἰς τὴν Μαγνησίαν.
Μιδέα πόλις Ἄργους, οἱ δὲ κώμην αὐτήν φασιν. Ἀργεία δὲ καὶ ἡ Ἀλκμήνη.
ἅτις Κυανεῶν: Καρύστιος ὁ Περγαμηνός φησι Κυανέας μὲν ὑπʼ ἀνθρώπων, ὑπὸ δὲ θεῶν Φόρκου πύλας καλεῖσθαι. Τιμοσθένης δέ φησιν ἀπὸ τοῦ Ἱεροῦ ὡς κεʹ σταδίους εἶναι νησίδιον σκοπελῶδες, καλεῖσθαι δὲ τὰς τούτου ἄκρας Κυανέας.
καὶ τὸ μὲν νησίδιον τῆς Εὐρώπης, ἡ δὲ ἄκρα τῆς Ἀσίας, ἀπέχουσι δʼ ἀλλήλων σταδίους κεʹ.
συνδρομάδων: διὰ τὸ συντρέχειν καὶ συνέρχεσθαι ἀλλήλαις καὶ συνθραύειν τὰς διαπερώσας ναῦς. μόνην δέ φασι τὴν Ἀργὼ προνοίᾳ τῆς Ἀθηνᾶς διαβεβηκέναι.
ἀφʼ οὗ τότε: ὥσπερ εἱμαρμένον ταῖς Συμπληγάσι πέτραις, ὡς, εἰ διαβαίη τις ἅπαξ αὐτὰς ἀβλαβής, καὶ τὸ μετὰ ταῦτα μηδένα τι πάσχειν δεινόν. ἐξ ἐκείνου οὖν τοῦ χρόνου, ἀφʼ οὗ ἡ Ἀργὼ διέβη, ἔστησαν τῆς συνδρομῆς.
ἦν δὲ πεπρωμένον ταῖς Συμπληγάσι πέτραις, ὡς, εἰ διαβαίη τις μία ναῦς αὐτὰς ἀβλαβῶς, ἐξ ἐκείνου τοῦ χρόνου στῆναι. διὸ καὶ ἔστησαν τῆς Ἀργοῦς διαβάσης.
συνδρομάδων: συνέκρουον γὰρ αἱ Συμπληγάδες πέτραι, ἤγουν αἱ Κυάνεαι, τὰς ναῦς. μετὰ τὸ περαιωθῆναι δὲ τὴν Ἀργὼ ἐκεῖσε ἔπαυσαν.
Φᾶσις πόλις καὶ ποταμὸς ἐν Κόλχοις ὁμώνυμος, παρʼ ὃν Ἕλληνες Μιλησίων ἄποικοι.
Πελειάδες: αἱ Πλειάδες. φησὶ Καλλίμαχος, ὅτι τῆς βασιλίσσης τῶν Ἀμαζόνων ἦσαν θυγατέρες ἑπτά, αἳ Πλειάδες καὶ Πελειάδες προσηγορεύθησαν. πρῶτον δʼ αὗται χορείαν καὶ παννυχίδα συνεστήσαντο παρθενεύουσαι. ὁ δὲ νοῦς· καθʼ ὅν, φησί, καιρὸν ἀνατέλλουσιν αἱ Πλειάδες θάλλει τε πᾶσα ἡ γῆ ταῖς βοτάναις τοῦ ἔαρος, τηνικαῦτα τοῦ ἀπόπλου ἐφρόντιζον. τὰ ὀνόματα τῶν Πλειάδων· Κοκκυμώ, Γλαυκία, Πρῶτις, Παρθενία, Μαῖα, Στονυχία, Λαμπαδώ.
θεῖος ἄωτος: ἄωτος τὸ ἀπάνθισμα τῶν ἡρώων, οἷον οἱ πρῶτοι τῶν ἡρώων.
Πελειάδες: περὶ ἀνατολήν, φησί, τῶν Πελειάδων ἤρξαντο στέλλεσθαι τὸν πλοῦν καὶ ἀνάγεσθαι οἱ ἥρωες εἰς Κόλχους. ἔστι δὲ ὁ καιρὸς ἀρχομένου τοῦ θέρους, διὸ καὶ ἐπήγαγε τετραμμένου εἴαρος, τουτέστι λήξαντος.
θεῖος ἄωτος: τὸ θεῖον ἀπάνθισμα τῶν ἡρώων. καὶ εἴρηται ἄωτος ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνεῖν καὶ ὀδωδέναι.
νότῳ τρίτον ἆμαρ ἀέντι: διὰ τριῶν ἡμερῶν νότου πνέοντος.
εἴσω δʼ ὅρμον: καθωρμίσθησαν ἐν τῇ Προποντίδι κατὰ τὴν Κίον, τὴν νῦν καλουμένην Προῦσαν, ἔνθα τὰ κατὰ τὸν Ὕλαν ἦν καὶ Ἡρακλῆς ἀπὸ τῶν ἡρώων ἀπελείφθη.
Κιανῶν: Κιανοὶ οἱ τὴν Κίον κατοικοῦντες γεωργοί. ἔστι δὲ πόλις τῆς Μυσίας, ἡ νῦν καλουμένη Προῦσα ἀπὸ τοῦ τῶν Βιθυνῶν βασιλέως Προυσίου. Κίος δὲ ἀπὸ Κίου τοῦ υἱοῦ Ὀλύμπου, ἀφʼ οὗ τὸ ὄρος ὁ Ὄλυμπος.
Κιανῶν: τῶν κατοικούντων περὶ τὴν Κίον ἀνθρώπων.
σπουδαίως σύρουσι.
κατὰ ζυγὰ δαῖτα πένοντο: ἤγουν σύνδυο εἰς τὰ περὶ τροφὴν ἠσχολοῦντο.
στιβάδεσσιν ὄνειαρ: τὸν λειμῶνα, παρόσον ἐποίουν τὰς στιβάδας ἐκ τῆς ἐν τῷ λειμῶνι φυομένης ὕλης. στιβάδα δὲ καλοῦσι τὴν ἐξ ὕλης χορτώδη κατάστρωσιν.
μέγα στιβάδεσσιν ὄνειαρ: ἐπιτήδειος εἰς στρωμνήν.
ἀστεμφεῖ Τελαμῶνι: τῷ στερεῷ καὶ ἐμβριθεῖ τὴν ψυχήν, ἀκαμπεῖ καὶ σκληρῷ οἱονεὶ ἀστρεφεῖ.
ἄγγος ἀπὸ τοῦ ἄγεσθαι ἐν αὐτῷ τὸ ὕδωρ.
ἡμένῳ ἐνὶ χώρῳ: ἀντὶ τοῦ ἐν ταπεινῷ τόπῳ ἀπὸ τοῦ ἧσθαι τὸ καθέζεσθαι μεταφορικῶς.
θρίον κυρίως τὸ τῆς συκῆς φύλλον παρὰ τὸ εἰς τρία διεσχισμένον εἶναι, τρίον καὶ θρίον. ἀπʼ αὐτοῦ καὶ θρίαμβος· οἱ γὰρ παλαιοὶ προπομπὴν ποιοῦντες φύλλα συκῆς ἐκρέμων τῇ προπομπῇ καὶ ἔβαινον.
κυάνεόν τε χελιδόνιον: ἤτοι κυανοῦν καθʼ ἑαυτό. ἔστι δὲ εἶδος φυτοῦ πολύφυλλον μελανόχροιον. καλεῖται δὲ χελιδόνιον, ὅτι ἅμα τῇ παρουσίᾳ τῆς χελιδόνος ἀνθεῖ.
ἀδίαντον: εἶδος ὅμοιον πηγάνῳ, τὰ φύλλα ἔχον μικρότατα, λιπαρὰ δὲ καὶ μέλανα, τὰ κλωνία σπιθαμιαῖα τὰ μέγιστα. καυλὸν δʼ οὐκ ἔχει οὐδὲ ἄνθος οὐδὲ καρπόν, ῥίζαν δὲ ἄχρηστον καὶ λεπτήν. καλεῖται δὲ οὕτως παρὰ τὸ μὴ δεύεσθαι ὕδατι, ἐπεί, ἐὰν ἐπιχεύηται ὕδωρ ἐπὶ τῶν φύλλων, οὐ μένει, ἀλλʼ ὀλισθαίνει· δεῦσαι γὰρ τὸ βρέξαι.
χελιδόνιον: φυτάριον πλατύφυλλον, μέλαν ὡς ἡ χελιδών, ἢ ὃ ἅμα τῷ φανῆναι τὴν χελιδόνα ἀνθεῖ.
καὶ τὸ ἀδίαντον δέ ἐστι διαπαντὸς ἄβροχον καὶ ταχέως ὡς ξηραινόμενον, κἂν ὕδωρ αὐτῷ ἐπιβληθῇ καὶ ἐπιχεθῇ, διολισθαίνει.
ἔστι δὲ ὅμοιον πηγάνῳ, τὰ φύλλα ἔχον μικρότατα καὶ μέλανα. καυλὸν δʼ οὐκ ἔχει οὐδὲ ἄνθος οὐδὲ καρπόν, ῥίζαν δὲ μόνον ἄχρηστον καὶ λεπτήν.
τὸ ἀδίαντον βοτάνη ἐστὶν ἀεὶ ἄβροχος. ὅθεν καὶ τὸ ὄνομα, ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ διαίνω τὸ βρέχω, ἤγουν τὸ μηδόλως βρεχόμενον διὰ τὸ εἶναι ὀρθόν τι καὶ ὀξὺ καὶ γλίσχρον.
εἰλιτενὴς ἄγρωστις: ἡ εἰλουμένη ἀπὸ τῆς βλαστήσεως κισσοειδῶς. ἔστι δὲ πρασοειδὴς βοτάνη.
εἰλιτενὴς ἄγρωστις: ἡ συνεστραμμένη, καθὸ εἰλεῖται ἐπὶ μῆκος καὶ περιπλέκεται τοῖς φυτοῖς κισσοειδῶς. ἄγρωστις δέ ἐστιν ἡ παρὰ τοῖς γεωργοῖς ἀγρία καλουμένη.
τὴν ἄγρωστιν ἄλλοι φασὶ βοτάνην πρασοειδῆ, ἣν ἰδιωτικῶς φασι κολλητζίδαν.
χορὸν ἀρτίζοντο: συνέβη, φησί, καθʼ ὃν καιρὸν ἦλθεν ἀντλῆσαι, τότε τὰς Νύμφας αὐτόθι χορείαν συστήσασθαι.
δειναὶ θεαὶ ἀγροιώταις: παρόσον φόβον ἔσθʼ ὅτε αὐτοῖς ἐγγεννῶσί τε καὶ ἐπάγουσιν, ὅθεν καὶ νυμφολήπτους τινάς φαμεν.
ἔαρ θʼ ὁρόωσα: ἱλαρὸν καὶ ἡδὺ βλέπουσα, ἀπὸ τῆς περὶ τὸ ἔαρ τερπνότητος.
κρωσσὸς τὸ ἀγγεῖον—μέγα, κροσσὸς δὲ ὁ τοῦ πύργου καὶ ὁ τοῦ ἱματίου—μικρόν.
ἐπέβαλε τῷ ὕδατι πολυχώρητον ὑδρίαν.
πᾶσαι ἔφυσαν: ὁ μὲν κατένευσεν ἀντλῆσαι, καὶ πᾶσαι τῆς χειρὸς αὐτοῦ ἐπελάβοντο.
πασάων γὰρ ἔρως: πάσας, φησίν, ὁ πρὸς αὐτὸν πόθος εἶχεν εὐθύς. συμφωνεῖ δὲ τῇ ἁρπαγῇ καὶ Ἀπολλώνιος ὁ Ῥόδιος καὶ Νίκανδρος ὁ μέντοι Ὄνασος ἐν Ἀμαζονικοῖς φησιν αὐτὸν εἰς τὴν κρήνην πεσεῖν καὶ ἀποθανεῖν.
κατηνέχθη, φησίν, ὁ Ὕλας εἰς τὸ ὕδωρ, ὡς ἀστὴρ ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθείη, ὃς σύμβολον γένοιτʼ ἂν ναύταις ἀνδράσι δεξιοῦ πλοῦ καὶ παραινετικὸς ὡς πρὸς τὸ συμπαρασκευάζεσθαι τὴν ταχίστην τὸν ἀπόπλουν. κατὰ καιρὸν δέ φησι καὶ προσφόρως τῷ πράγματι.
πυρσὸν ὠνόμασε τὸν ἀστέρα τὸν Ὕλαν προφαίνων δηλονότι· καὶ ὁ Ὕλας πῦρ ἦν ἄντικρυς ἐπιφανεὶς ταῖς Νύμφαις ἐρωτικῶς φλέγων αὐτάς.
κουφότερʼ ὦ παῖδες: εὔλυτα καὶ εὐτρεπῆ ποιεῖτε τὰ ἱστία· οὔριον γὰρ ἐπιγενήσεται πνεῦμα—ὡς τοιούτου ὄντος σημείου, ἐπὰν πέσῃ ἀστήρ.
παρεψύχοντʼ ἐπέεσσι: παρεμυθοῦντο χαριέντως. βουκολικῶς τὸ παρεψύχοντο ὡς ἐπὶ τῶν πηγῶν.
ᾤχετο Μαιωτιστί: ἀντὶ τοῦ Σκυθιστί· Μαιῶται γὰρ ἔθνος Σκυθικὸν παροικοῦν τὴν Μαιῶτιν λίμνην, τοξικώτατον. Σκυθικοῖς δὲ ὅπλοις ἐχρήσατο Ἡρακλῆς, ὥς φασιν Ἡρόδωρος καὶ Καλλίμαχος.
ᾤχετο Μαιωτιστί: ἤτοι Σκυθιστί· Μαιῶται γὰρ οἱ Σκύθαι οἱ περιοικοῦντες τὴν Μαιῶτιν λίμνην. ἐχρῆτο δὲ ὁ Ἡρακλῆς τοῖς Σκυθικοῖς τόξοις διδαχθεὶς παρά τινος Σκύθου Τευτάρου.
ἀραιά: λεπτή, ἀσθενής. οὐχ ὡς κατὰ φύσιν ἀσθενῆ φωνὴν τοῦ Ὕλα ἔχοντος, ἀλλʼ ἢ ἐν βάθει ὄντος ἢ ὑπὸ τῶν Νυμφῶν κατεχομένου.
εἴδετο πόρρω: ἄγαν ἐγγὺς ὢν πόρρωθεν ἐδόκει ἀκούειν διὰ τὸ λεπτὴν αὐτοῦ καὶ ἀμαυρὰν φέρεσθαι τὴν φωνήν.
τρὶς—τρίς: ἢ ὡμοίου τὸν Ὕλαν ἢ αὐτὸς ὡμοιοῦτο.
ἤρυγε: ἀνέπνεεν· ἐρυγὴ γὰρ ἡ πνοή.
νεβρῶ φθεγξαμένας: οὐκ ἤρτηται, ἀλλὰ καθʼ ἑαυτό. διασαφηνιστέον δὲ οὕτω· νεβροῦ φθεγξαμένου λέων τις κατʼ ὄρος ᾐσθημένος καταλιπὼν τὴν εὐνὴν ὀξέως ἂν ἐπιδράμοι πρὸς τὴν βορὰν ἐπειγόμενος· τοιούτῳ δὴ τῷ θυμῷ καὶ Ἡρακλῆς τότε συσχεθεὶς περιῄει τὴν ὕλην τὸν Ὕλαν ἀναζητῶν.
ὥσπερ νεβροῦ φθεγξαμένης ἐκ κοίτης λέων ἀκούσας σπεύδει ἐπὶ τὴν ἑτοίμην τροφὴν αὐτοῦ.
ὕστερα: τῷ Ἡρακλεῖ τῆς ἀναζητήσεως τοῦ Ὕλα.
ναῦς μέν γʼ ἄρμενα: ἐν ... ναῦν Ἀργώ φησι κατασκευάσασθαι. ἡ μὲν ναῦς τὰ σιτία καὶ τὰ προσήκοντα φέρουσα μετέωρα τῶν ἐνόντων.
ἱστία δʼ ἠΐθεοι: τὰ δὲ ἱστία μεσούσης νυκτὸς ἐξεκάθαιρον, ἐξήπλουν μένοντες τὸν Ἡρακλέα· τὸ γὰρ ἐξαπλῶσαι ἐκκαθῆραι λέγουσιν.
ὃ δʼ ᾇ πόδες: ὁ δʼ Ἡρακλῆς, ὅπου οἱ πόδες αὐτὸν ἦγον, ἐκεῖ ἐπορεύετο.
οὕτω μὲν κάλλιστος: ἐπειδή, φησίν, ἐλείφθη παρὰ τοῦ Ἡρακλέους, ὁ Ὕλας ἐναρίθμιός ἐστι τοῖς θεοῖς.
λιποναύταν: καθάπερ λιποτάκτην.
ἠρώησε: κατέλειψεν, ἐξέφυγεν, ἀπὸ τοῦ ἐρωῆσαι.
τριακοντάζυγον Ἀργώ: λʹ ἔχουσαν καθέδρας ἐρετῶν, ὡς ξʹ εἶναι τοὺς πλέοντας.
πεζᾷ δʼ ἐς Κόλχους: τοῦτο ἰδίως ὁ Θεόκριτος λέγει, ὅτι πεζῇ ἦλθεν εἰς Κόλχους, τῶν ἄλλων λεγόντων μὴ παραγενέσθαι, ἀλλὰ κατὰ βουλὴν τῆς Ἥρας ἀπολειφθῆναι, ἵνα δόξῃ Ἰάσων κατωρθωκέναι τὸν ἆθλον.
πεζᾷ δʼ εἰς Κόλχως: ἰδίως πεζόν φησι τὸν Ἡρακλέα εἰς Κόλχους ἐλθεῖν. ἡ γὰρ πολλὴ κατέχει δόξα, ὅτι βουλῇ Ἥρας ὑστέρησεν Ἡρακλῆς ὑπὲρ τοῦ τὸν Ἰάσονα κατορθῶσαι μόνον δοκεῖν τὸν εἰς Κόλχους πλοῦν καὶ μὴ ἐξιδιοποιήσασθαι τὸν ἆθλον αὐτοῦ.
Μνασέας Κόλχους φησὶ κληθῆναι ἀπὸ Κόλχου τοῦ Φάσιδος.
Φαρμακεύτριαι
Ὑπόκειται Σιμαίθα Δέλφιδος Μυνδίου τινὸς ἐρῶσα, ὃν παιδικοῖς προσλιπαροῦντα ἐν παλαίστρᾳ ἡ Σιμαίθα φίλτροις τε καὶ φαρμάκοις διά τινος θεραπαίνης Θεστυλίδος ὑποδιακονουμένης ἐφʼ ἑαυτὴν πειρᾶται μεταφέρειν, ἐπικαλουμένη τήν τε Σελήνην καὶ τὴν Ἑκάτην ὡς ἐπὶ τῷ ἔρωτι συμβαλλομένας νυκτερινὰς θεάς. τὴν δὲ Θεστυλίδα ὁ Θεόκριτος ἀπειροκάλως ἐκ τῶν Σώφρονος μετήνεγκε Μίμων· …
… πρὸς τὴν Σελήνην καὶ τὴν Ἑκάτην φησί. ταύτας γὰρ συνεργοὺς εἰς τὴν περὶ τοῦ ἐρωμένου φαρμακείαν παραλαμβάνει. τὴν δὲ τῶν φαρμάκων ὑπόθεσιν ἐκ τῶν Σώφρονος Μίμων μεταφέρει ὑπο τε το...όφιγγα ὀρρο.. ποτὲ βληθέν.
δάφναι: συνετέλουν γὰρ αἱ δάφναι ταῖς γοητείαις.
φίλτρα: τὰ πρὸς φιλίαν ὀτρύνοντα φάρμακα.
στέψον: στεφάνωσον. κελέβη δέ ἐστι ποτήριον ξύλινον κυλικῶδες. Εὐφορίων ἐν Ποτηριοκλέπτῃ «ὅστις ἐμὴν κελέβην Ἀλυβηΐδα μοῦνος ἀπηύρα». Ἀλύβη ἐστὶν ὄνομα πόλεως.
οἰὸς ἀώτῳ: προβάτου ἄνθει ἀντὶ τοῦ ἐρίῳ. ὡς συνεργοῦντος δὲ τούτου πρὸς τὰς φαρμακείας τερατεύεται.
καταθύσομαι: γράφεται καὶ καταδήσομαι, ἤγουν καταμαγεύσω· δεσμεύειν γάρ φασιν αἱ φαρμακίδες, ὅταν πρὸς κατοχήν τινα παρʼ αὐταῖς καταμαγεύσωσιν.
ἀνάρσιος: ὁ εἰς φιλίαν ἀνάρμοστος.
ἐκ θυέων: ἐκ τῶν θυσιῶν, μαγειῶν· θύος γὰρ τὸ θῦμα.
ἀλλὰ Σελάνα: Πίνδαρός φησιν ἐν τοῖς κεχωρισμένοις τῶν Παρθενείων, ὅτι τῶν ἐραστῶν οἱ μὲν ἄνδρες εὔχονται παρεῖναι Ἥλιον, αἱ δὲ γυναῖκες Σελήνην.
ταῖς ἔρωτι κατεχομέναις τὴν Σελήνην ἀνακαλεῖσθαι σύνηθες, ὡς καὶ Εὐριπίδης ποιεῖ τὴν Φαίδραν ἐν τῷ Καλυπτομένῳ Ἱππολύτῳ. παρʼ ἣν δὲ αἰτίαν τοῦτο ἔπραττον, ἔνιοί φασιν, ὅτι ἐπειδὴ σιγηλὴ ἡ νύξ, δεῖ δὲ τοῖς κλεπτομένοις ἔρωσι σιγῆς καὶ νυκτός. Μένανδρος «ὦ νύξ, σὺ γὰρ δὴ πλεῖστον Ἀφροδίτης». ἢ ὅτι καὶ ἡ Σελήνη περὶ ἐρωτικά τινα ἐνενοσήκει, παρὸ καὶ ταῖς τῷ αὐτῷ πάθει κεχρημέναις συμπράσσει· τὰ γὰρ περὶ Ἐνδυμίωνα πρόδηλα. ἢ ὅτι διάπυρος ἡ θεός, καὶ τὸ πάθος δὲ τοιοῦτον, εἰ καὶ «ἠπεδανὴ ταῖς φλοξίν», ὥς φασιν.
ἥσυχα, δαῖμον: σοὶ γὰρ καλὸν ὕμνον προσυμνήσω, ὦ Σελήνη, καὶ τῇ Ἑκάτῃ. χθονίαν δὲ τὴν Ἑκάτην φησί, παρόσον Περσεφόνης τροφός, ἢ παρόσον νερτέρων πρύτανιν αὐτὴν τέθεικε Σώφρων.
τᾷ χθονίᾳ θʼ Ἑκάτᾳ: τὴν Ἑκάτην χθονίαν φασὶ θεὸν καὶ νερτέρων πρύτανιν, καθὰ καὶ Σώφρων Ἥραν μιχθεῖσαν Διὶ γεννῆσαι παρθένον, ὄνομα δὲ αὐτῇ θέσθαι Ἄγγελον. ταύτην δὲ μετὰ τὴν γέννησιν ταῖς Νύμφαις δοθῆναι παρὰ τοῦ Διὸς τρέφεσθαι. αὐξηθεῖσαν δὲ κλέψαι τὸ τῆς Ἥρας μύρον, ᾧ τὸ πρόσωπον αὐτῆς ἐθὰς ἦν χρίεσθαι, καὶ δοῦναι Εὐρώπῃ τῇ Φοίνικος θυγατρί. αἰσθομένην δὲ τὴν Ἥραν ἐφορμῆσαι βουλομένην αὐτὴν κολάσαι. τηνικαῦτα μὲν τὸ πρῶτον εἰς γυναικὸς τετοκυίας οἶκον καταφυγεῖν, ἐκεῖθεν δὲ πρὸς ἄνδρας νεκρὸν φέροντας. ὅθεν τὴν μὲν Ἥραν ἀποστῆναι, τὸν δὲ Δία τοὺς Καβείρους κελεῦσαι ἀναλαβόντας καθᾶραι αὐτήν. ἐκείνους δὲ ἐπὶ τὴν Ἀχερουσίαν λίμνην ἀπαγαγόντας ἁγνίσαι. ὅθεν τὴν θεὸν ἀποκεκληρῶσθαι τοῖς τεθνεῶσι καὶ καταχθονίοις φασίν.
τᾷ χθονίᾳ Ἑκάτᾳ: Καλλίμαχος κατὰ λέξιν ὧδέ φησιν· «τῇ Δήμητρι μιχθεὶς ὁ Ζεὺς τεκνοῖ Ἑκάτην διαφέρουσαν ἰσχύϊ καὶ μεγέθει τῶν θεῶν». ἣν ὑπὸ γῆν πεμφθῆναι ὑπὸ τοῦ πατρὸς πρὸς Περσεφόνης ζήτησιν ... διὸ καὶ νῦν Ἄρτεμις καλεῖται καὶ Φύλαξ καὶ Δᾳδοῦχος καὶ Φωσφόρος καὶ Χθονία.
τὰν καὶ σκύλακες: διὰ τὸ σκύλακας ἐκφέρεσθαι δεῖπνα τῇ Ἑκάτῃ. Ἀριστοφάνης ἐν Δαιταλεῦσι «τί δαί; κυνίδιον λευκὸν ἐπρίω τῇ θεᾷ εἰς τὰς τριόδους;»
ἠρία: οἱ τάφοι κοινῶς παρὰ τὸ ἐνηρεῖσθαι τῇ γῇ· ἢ παρὰ τὴν ἐπιχεομένην τοῖς νεκροῖς ἔραν, ὅ ἐστι γῆν.
δασπλῆτι: ᾗ οὐκ ἄν τις πελάσειεν· ἢ διὰ τὸ δα ἐπιτατικὸν πολυπέλαστε· ἢ ἀντὶ τοῦ πολεμική, ἵνʼ ἔγκειται ἡ δαΐς, τουτέστιν ἡ μάχη· ἢ ἡ προσπελάζουσα ταῖς δᾳσί, τουτέστι φωσφόρος, ἐπεὶ ἡ αὐτή ἐστι τῇ Σελήνῃ.
φάρμακα: ἔτι καὶ νῦν ἐν τῷ Σεληναίῳ ὄρει ὅλμους δεικνύουσι τῆς Μηδείας καὶ Κίρκης, ἐν οἷς ἔκοπτον τὰ φάρμακα.
Περιμήδας: αὕτη ἐστὶν ἡ παρʼ Ὁμήρῳ Ἀγαμήδη, «ἣ τόσα φάρμακα εἶδεν, ὅσα τρέφει εὐρεῖα χθών».
ἴυγξ: ὄρνεον Ἀφροδίτης, ὃ αἱ φαρμακίδες συνεργὸν ἔχουσι πρὸς τὰς μαγείας. εἰς γὰρ τροχὸν κήρινον ἐμβαλοῦσαι καὶ διὰ ἱμάντος ἑκατέρωθεν ἀνάψασαι τοῦτο, περιστρέφουσαι ῥομβοῦσι τὸν κυκλίσκον ὑπὲρ πυρᾶς ἐπᾴδουσαι ὃ βούλονται· ὁ δὲ ἀναδινούμενος ἡσύχως τήκεται. ἐπιλέγουσι δὲ αὐτῷ εἰ τύχοι· ὡς οὗτος τήκεται ὁ ῥόμβος, οὕτω καὶ ὁ ἐμοῦ ἐρῶν τακείη. λέγουσι δὲ καὶ αὐτὸν τὸν ἔρωτα ἀπὸ τοῦ ἐνόντος ζῴου ἴυγγα, ὥς φησι καὶ Πίνδαρος … καθά φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων μικρῷ μεῖζον σπίζης αὐτὸ λέγων· ἢ κιναίδιον ἢ φερωνύμως σεισοπυγὶς καλεῖται διὰ τὸ πανταχοῦ στρέφειν καὶ λυγίζειν τὴν πυγήν. ἢ παρὰ τὴν Ἴυγγα, ἥν φησι Καλλίμαχος Ἠχοῦς θυγατέρα, φαρμακεύειν δὲ τὸν Δία, ὅπως ἂν αὐτῇ μιχθῇ· ὅθεν ὑπὸ Ἥρας εἰς ὀρνιθάριον αὐτὴν μεταβληθῆναι καὶ συνεργεῖν ταῖς φαρμακείαις.
ἄλφιτά τοι: εἰώθασιν αἱ φαρμακίδες κεχρῆσθαι ἀλεύροις.
ἄλφιτά τοι πρῶτον πυρὶ τάκεται: ὡς τῶν μαγευουσῶν ἄλφιτα θυουσῶν. ταῦτα δὲ καὶ θυλήματα ἔλεγον. τάκεται δὲ τύφεται, θυμιᾶται. γράφεται δὲ καὶ κάεται.
πᾷ τὰς φρένας: ποῦ παρηνέχθης τὰς φρένας, ὡς μὴ χωρῆσαι;
ἆρά γε καὶ σοί, βδελυρά, ἐπέστη τῆς πεπρωμένης τὸ τέρμα;
ἦρά γέ τοι, μυσαρά: ἆρά γε, μυσαρά, καὶ σοὶ τὸ τέρμα τῆς εἱμαρμένης πάρεστιν; ἐξεπτοημένη γὰρ οὐ διακονεῖς μοι. τὸ δὲ τὶν ἐπίχαρμα τέτυγμαι· καταγέλαστός εἰμι καὶ παρὰ σοί.
… ἵνα διὰ τῶν φαρμάκων διαφθείρῃ …
δάφναν: ... δαίεσθαι φωνὴν ἀφιέναι· καιομένη γὰρ μέγα ἠχεῖ.
αἴθω· χὡς αὕτη λακεῖ: ἡ δάφνη ψοφεῖ αἰθομένη καὶ ἔστιν ὡς δαοφώνη, ἡ φωνοῦσα ἐν τῷ δαίεσθαι.
οὕτω τοι καὶ Δέλφις: ὡς αὕτη ἡ δάφνη πυρωθεῖσα καθάπαξ ἠφάνισται, οὕτω καὶ ὁ Δέλφις ἐν φλογὶ τοῦ ἔρωτος διαφθαρείη τὸ σῶμα.
σάρκʼ ἀμαθυνεῖ: ἄμαθον ποιήσει, ἀφανίσει· ἄμαθος δὲ ἡ κόνις.
ἀμαθύνοι: ξηρανθείη, σποδὸς γένοιτο.
σὺν δαίμονι τάκω: ἤτοι τῇ Σελήνῃ ἢ τῷ Ἔρωτι ἢ τῷ ἑαυτῆς δαίμονι, ὡς Μένανδρός φησι· «δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γινομένῳ». περιβόητον δὲ καὶ τὸ Σωκράτους δαιμόνιον.
σὺν δαίμονι: σὺν τῇ Σελήνῃ· πρὸς ταύτην γάρ φησι ἐν τῷ μαγεύειν.
ὁ Μύνδιος: Μύνδος πόλις Ἀρκαδίας, ἔνθεν ἦν ὁ νεανίας. οἱ δὲ Καρίας φασὶ τὴν Μύνδον.
ῥόμβος ὁ χάλκεος: χαλκοῦν ἔφη ῥόμβον τὴν ἐκ τοῦ κηροῦ καὶ τοῦ πτηνοῦ ἴυγγα διὰ τὴν στερρότητα καὶ δύναμιν τῶν φαρμάκων. τὸν δὲ ῥόμβον οἱ Ἀττικοὶ ῥύμβον καλοῦσι.
ῥόμβος: ἄτρακτος, ὁ χαλκοῦς τροχὸς ἢ ὁ στερεός.
κινήσαις ἀδάμαντα: τινὲς ἀδάμαντα τὸν Πλοῦτον—βέλτιον δὲ τὸν Πλούτωνα λέγειν—διὰ τὴν στερρότητα τῶν πόνων. κινήσαις δέ, τῇ φαρμακίδι τὸ κατορθοῦν παρέχουσα.
οὐχ ὅτι ἐν τῷ Ἅιδῃ ὁ ἀδάμας ἐστίν, ἀλλὰ τὸν πάνυ σκληρόν φησιν. εἰ γὰρ ὁ ἐπὶ γῆς ἀδάμας οὕτω σκληρός, πολλῷ μᾶλλον ὁ ἐν Ἅιδῃ.
ἀδάμαντα ἢ τὸν λίθον ἢ τὸν ἀδάμαντα σίδηρον.
ἀδάμαντα: τὸν Πλούτωνα, καθὸ σκληρὸς καὶ ἀδάμαστός ἐστιν.
καὶ τὸν ἐν Ἅιδῃ κινήσαις ἀδάμαντα: ἀμείλικτον· «δμηθήτω· Ἀΐδης τοι ἀμείλικτος ἠδʼ ἀδάμαστος».
ἐν Ἅιδου ἀδάμαντα ἀκουστέον τὸν στερρότατον. ταῦτα δὲ ἀναφέρει ἐπὶ τὸν Δέλφιδα καί φησι· τὴν ψυχὴν αὐτοῦ δόνησον, καὶ εἴ τι στερεμνιώτερον ἔχει τοῦ ἐν Ἅιδου ἀδάμαντος. ἣν δὲ πρὸς τούτου Ἑκάτην ἐκάλεσε, ταύτην νῦν Ἄρτεμιν λέγει διὰ τὸ ὑπεῖναί τινα κοινωνίαν ταῖς θεαῖς.
Θέστυλι, ταὶ κύνες: πρὸς τὴν παιδίσκην φησὶ τεκμαιρομένη ἐκ τῶν ὠρυγῶν τῶν κυνῶν, ὡς τῆς θεοῦ κατὰ τὰς τριόδους πεφηνυίας. διὸ προστάσσει ὡς τάχος χάλκωμα λαβοῦσαν ἠχεῖν, ὅτι οὐκ ἔλαθεν αὐτὴν φανεῖσα. ἱδρύοντο δὲ τὴν Ἑκάτην ἐν ταῖς τριόδοις, ὅτι ἐπὶ τῶν καθαρμάτων καὶ μιασμάτων ἡ θεός. ἔνιοι δέ φασι Φεραίας τῆς Αἰόλου καὶ Διὸς παῖδα αὐτὴν γεγονέναι καὶ ὑπὸ τῆς μητρὸς εἰς τρίοδον ἐρρίφθαι, τῶν δὲ Φέρητος βουκόλων ἕνα ἀναλαβόμενον ἐκθρέψαι· διόπερ τὰς τριόδους ἱερὰς τῆς θεοῦ νομισθῆναι. ἱδρύοντο δὲ αὐτὴν καὶ πρὸ τῶν θυρῶν, ὥς φησιν Αἰσχύλος «δέσποινʼ Ἑκάτη τῶν βασιλείων πρόδομος μελάθρων». τὸν δὲ χαλκὸν ἐπήχουν ἐν ταῖς ἐκλείψεσι τῆς σελήνης καὶ ἐπὶ τοῖς κατοιχομένοις, ἐπειδὴ ἐνομίζετο καθαρτικὸς εἶναι καὶ ἀπελαστικὸς τῶν μιασμάτων. διόπερ πρὸς πᾶσαν ἀφοσίωσιν καὶ ἀποκάθαρσιν αὐτῷ ἐχρῶντο, ὥς φησι καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν.
ὡς τάχος ἤχει: ἀντὶ τοῦ ψόφει, κροῦε, ἐπεὶ ὁ τοῦ χαλκοῦ ἦχος οἰκεῖος τοῖς κατοιχομένοις· φησὶ δʼ Ἀπολλόδωρος Ἀθήνησι τὸν ἱεροφάντην τῆς Κόρης ἐπικαλουμένης ἐπικρούειν τὸ καλούμενον ἠχεῖον· καὶ παρὰ Λάκωσι βασιλέως ἀποθανόντος εἰώθασι κρούειν λέβητα.
ὅς με τάλαιναν: ὅστις με ἀνθʼ ἧς ἔχειν ἐπηγγείλατο γυναικὸς γαμετῆς αὐτοῦ εἶναι ἀναίσχυντον πεποίηκε τὴν ταῖς παρθένοις συνοικοῦσαν σωφροσύνην διαφθείρασαν· οὐ γὰρ ἐκπάρθενος, ἀλλʼ ἔτι κόρη οὖσα τῷ Δέλφιδι κεκοινώνηκεν.
ἀντὶ γυναικός: ὅς με τὴν ἀθλίαν ἀντὶ κοσμίας γυναικὸς ἀναιδῆ καὶ οἷον μαινάδα ἐποίησεν ἀπολέσας τὴν αἰσχύνην· τοῦτο γάρ ἐστι τὸ ἀπάρθενον. ἢ ὅστις με ἀντὶ γαμετῆς γυναικὸς ἀπαρθένευτον ἐποίησε καὶ ἄκοσμον.
τὸ ἦμεν ἀντὶ τοῦ εἶναι ἐκ τοῦ ἔμμεναι γίνεται ἐκβολῇ τοῦ πρώτου μ καὶ τροπῇ τοῦ ε εἰς η καὶ ἀποκοπῇ τῆς αι διφθόγγου.
ἐς τρὶς ἀποσπένδω: παρόσον τέλειός ἐστιν ἀριθμὸς ὁ τρεῖς, ἀρχὴ ὢν καὶ μέσον καὶ τέλος. … ἔστι φύσει τρίγωνος.
μέχρι τριῶν τοῦτο ἐποίει διὰ τὸ τέλειον εἶναι τὸν ἀριθμὸν τῶν τριῶν.
τόσσον ἔχοι: Θησεὺς ἁρπάσας Ἀριάδνην τὴν Μίνωος καὶ ἀπάρας εἰς Δίαν νῆσον τὴν νῦν καλουμένην Νάξον, κατὰ Διονύσου βούλησιν λήθῃ τινὶ χρησάμενος ἀπέλιπεν αὐτὴν καθεύδουσαν.
πολλαὶ δέ εἰσι νῆσοι Δῖαι καλούμεναι, ἥ τε πρὸ τῆς Κρήτης, οὗ εἰκὸς συμβῆναι τὰ περὶ τὴν Ἀριάδνην, καὶ ἡ ὀνομασθεῖσα Νάξος καὶ ἡ περὶ Μῆλον καὶ ἡ περὶ Ἀμοργὸν καὶ ἡ τῆς Κέω χερρόνησος καὶ ἡ τῆς Πελοποννήσου.
ἱππομανὲς φυτόν: οὔτε φυτόν ἐστιν οὔτʼ ἐν Ἀρκαδίᾳ γινόμενον, ἀλλὰ τὸ ἐπιφυόμενον τοῖς πώλοις κατὰ τὴν γένεσιν ἐπὶ τοῦ μετώπου σαρκίον, ὅπερ συντελεῖ πρὸς φίλτρα, ὡς Ἀριστοτέλης καὶ Θεόφραστος
Κρατεύας φησὶν ἔχειν τὸ φυτὸν καρπὸν ὡς σικυοῦ ἀγρίου, μελάντερον δὲ τὸ φύλλον, ὥσπερ μήκωνος ἀκανθώδους. οὐ μέντοι προστίθησιν, εἰ πρὸς φίλτρα συμβάλλεται.
ἱππομανὲς φυτόν: ἁπλούστερον ὁ Θεόκριτός φησι φυτὸν ἱππομανές· οἱ γὰρ περιττοὶ καὶ πολυπράγμονες οὔ φασι φυτὸν εἶναι, ἀλλὰ τοὺς ἀποτικτομένους πώλους ἔχειν τι φυόμενον ἐπὶ τοῦ μετώπου γλοιῶδες, ἔλαττον ἰσχάδος, ὃ καλεῖται ἱππομανές. ἀποτρώγουσι δὲ αὐτὸ καὶ ἀπολείχουσιν εὐθὺς αἱ ἵπποι. καὶ εἰ τοῦτο ποιήσωσι, φιλοστοργοῦσι τὰ ἔκγονα· εἰ δὲ μή, ἀπεχθαίρουσι καὶ οὐ προσίενται. διὰ τὸ φυσικῶς οὖν συμβάλλεσθαί τι πρὸς φιλοστοργίαν οἱ ἱπποφορβοὶ ἀφαιροῦσιν αὐτό, καὶ αἱ φαρμακίδες χρῶνται αὐτῷ πρὸς τὰ φίλτρα. φασὶ δὲ ὅτι, εἰ αἴσθοιντο τῆς ὀσμῆς αἱ ἵπποι, ἐκμαίνονται πρὸς τὸν ἔχοντα αὐτό. διὸ καὶ οὕτως φασίν· ἱππομανές.
ἴσως φυτὸν αὐτὸ ἔφη ὁ Θεόκριτος οἱονεὶ φῦμα διὰ τὸ ἐπιφύεσθαι τοῖς πώλοις, ὥς φησιν Ἀριστοτέλης. λέγει γὰρ καὶ Ἀρχίλοχος τὸ φῦμα φυτόν· «ἐσθλὴν γὰρ ἀλκὴν οἶδα τοιούτου φυτοῦ» ἀντὶ τοῦ φύματος.
ὣς καὶ Δέλφιν ἴδοιμι: ἀπὸ κοινοῦ τὸ μαινόμενον· ὡς αἱ ἵπποι μαίνονται ἔχοντός τινος τὸ ἱππομανές.
λιπαρᾶς ἔκτοσθε παλαίστρας: ἔνθα ἀλείφονται ἔλαιον καὶ μετὰ ταῦτα παλαίουσιν.
τοῦτʼ ἀπὸ τῆς χλαίνης: τοῦτο, φησί, παραδιδοῦσα πυρὶ καὶ ἄκοντα διὰ τῆς μαγγανείας αὐτὸν ἐλθεῖν ἀναγκάσω.
ὡγὼ νῦν τίλλοισα: ἤγουν ἀφʼ οὗ ἐγὼ ἢ ὃ ἐγὼ κατατίλλουσα. τὸ ο καὶ ε εἰς ω μέγα κιρνᾶται.
αἰαῖ ἔρως: δακνομένη ὑπὸ τοῦ ἔρωτος ἀπέστρεψε τὸν λόγον πρὸς αὐτόν. ἀνιαρὲ δὲ ἀντὶ τοῦ ἀνιαροποιέ.
βδέλλα: αἱ βδέλλαι καὶ ἐν λίμναις γίνονται καὶ ἐν ποταμοῖς, προσαγόμεναι δὲ τῇ σαρκὶ τὸ αἷμα ἐκθηλάζουσιν. εἴρηται δὲ παρὰ τὸ βδάλλειν, ὅ ἐστιν ἀμέλγειν· Νίκανδρος «ἠὲ σύγε βδήλαιο νέον γλάγος.»
ὡς λιμνῆτις ἅπαν ἐκ βδέλλα: ὡς λιμναία βδέλλα, παρὰ τὸ βδάλλειν καὶ οἷον ἐξαμέλγειν τὸ αἷμα· τὸ γὰρ ἀμέλγειν Ἀττικοὶ βδάλλειν λέγουσι.
σαύραν: διαλγοῦσα καὶ θυμουμένη τὸ διὰ τῆς σαύρας ποτὸν εἰς τὸ αὔριον ὑπισχνεῖται. ἔστι δὲ αὕτη δύσκερκος. ἀποκτανθεῖσα δὲ καὶ ξηρανθεῖσα καὶ τριβεῖσα σὺν ἀλφίτῳ ἐν ποτῷ δίδοται. μεμύθευται γοῦν, ὡς καὶ τοῦτο τῶν φίλτρων ἐστὶν ἕν.
νῦν δὲ λαβοῖσα: καὶ νῦν λαβοῦσα ταῦτα τὰ φάρμακα πίεσον καὶ κρύψον ὑπὸ τὴν αὐτοῦ φλιὰν καὶ λέγε ἐφαπλοῦσα περὶ τῶν Δέλφιδος ἀχέων.
θρόνα: Θεσσαλοὶ μὲν τὰ πεποικιλμένα ζῷα, Κύπριοι δὲ τὰ ἀνθινὰ ἱμάτια, Αἰτωλοὶ δὲ τὰ φάρμακα, ὥς φησι Κλείταρχος.
θρόνα δὲ τὰ φάρμακα ὑπὸ τῶν Αἰτωλῶν, Ὅμηρος δὲ τὰ ῥόδα παρὰ τὸ ἄνω θορεῖν ἐκ τῆς γῆς.
θρόνα τὰ θραύοντα τὸν νοῦν ἢ τὰ θροῦν ποιοῦντα ἐν τῷ νοΐ.
ἀπόμαξον: γράφεται ἀπόμορξον· ἀπόκρυψον ... ὑπόκρυψον … ἀπὸ τῶν μασσόντων· τοῦ διύγρου γὰρ συστραφέντος πάντα μάσσει.
καθυπέρτερον: καθυπέρτερον τῆς παστάδος κρύψον τὰ φάρμακα.
φλιᾶς: γράφεται φιλίας, τουτέστιν· ἃ πρὸς φιλίαν καὶ ἄκοντα τὸν Δέλφιν ἑλκύσει.
ἇς ἔτι καὶ νῦν: ἕως ἔτι ἐνδέχεται καταδεθῆναι αὐτόν.
ἐπιφθύζουσα: ἐπιπτύουσα, ἐπᾴδουσα ἡσύχως.
τίς μοι κακὸν ἄγαγε τοῦτο: ὡς πολλῶν ὄντων τῶν περὶ αὐτὴν κακῶν.
ἦνθʼ ἁ τωὐβούλοιο: ἄρχεται διηγεῖσθαι, ὅπως ἐνέπεσεν εἰς τὸν ἔρωτα. φησὶ δὲ οὕτως· ἦλθεν ἡ τοῦ Εὐβούλου θυγάτηρ Ἀναξὼ κανηφοροῦσα τῇ Ἀρτέμιδι καὶ πομπὴν ἐπαγομένη τῇ θεῷ. αὐτὴ δὲ παρακληθεῖσα ὑπὸ φίλης ἐπὶ θέαν τῆς πομπῆς ἦλθε, φησί, καὶ ἰδοῦσα τὸν Δέλφιν ἠράσθη αὐτοῦ. εἰώθασι γὰρ τῇ Ἀρτέμιδι κανηφορεῖν αἱ μέλλουσαι γαμεῖσθαι ἐπὶ ἀφοσιώσει τῆς παρθενίας, μὴ νεμεσηθῶσιν ὑπʼ αὐτῆς.
κανηφόρος: τὰ μυστήρια ταῦτα Ἀθήνησι πολιτεύονται. ἐκανηρόρουν δὲ τῇ Ἀρτέμιδι αἱ ὥραν ἔχουσαι γάμου ὥσπερ ἀπολογούμεναι περὶ τῆς παρθενίας τῇ θεῷ, ἵνα μὴ ὀργισθῇ αὐταῖς μελλούσαις τὸ λοιπὸν φθείρεσθαι. καὶ παρὰ Μενάνδρῳ αἱ κυΐσκουσαι ἐπικαλοῦνται τὴν Ἄρτεμιν ἀξιοῦσθαι συγγνώμης, ὅτι διεκορήθησαν.
τῇ δὴ πόκα πολλὰ μὲν ἄλλα: ἐν τῇ πομπῇ, φησίν, ἄλλα τε θηρία ἐπόμπευσε καὶ λέαινα.
θηρία πομπεύεσκε: ἐπεὶ κυνηγέτις ἡ Ἄρτεμις.
ἡ μακαρῖτις: ὡς μετηλλαχυίας τὸν βίον ἤδη.
κατεύξατο: ὥρκισε. φησὶ δὲ ὅτι προετράπην ὑπὸ τροφοῦ εἰς θέαν ἐλθεῖν τῆς πομπῆς, καὶ οὕτω συμβέβηκεν ἰδεῖν με τὸν Δέλφιν.
ἁ μεγάλοιτος: ἡ μεγάλως δυστυχής. οἶτος γὰρ οὐ μόνον ὁ θάνατος, ἀλλὰ καὶ πᾶν τὸ δεινόν, ἐν ᾧ οἲ ᾄδεται. μεγάλοιτος οὖν ἡ μεγάλως ἀθλία καὶ δυστυχής. τοῦτο δέ φησι, διότι ἐπείσθη προελθεῖν ἐπὶ τὴν θέαν.
κἀμφιστειλαμένα: καὶ ἀμφιστειλαμένη, περιστειλαμένη, ἀντὶ τοῦ ἀναλαβομένη, ὅ ἐστι ζωσαμένη.
ξυστίδα: τινὲς περιβόλαιον λεπτὸν ... λινοῦν, ᾧ χρῶνται οἱ ἁρματηλάται· εἴρηται δὲ ἀπὸ τοῦ ξύεσθαι.
ξυστίδα: τινὲς περιβόλαιον λεπτὸν ἀπὸ τοῦ τὸν χνοῦν ἀπεξύσθαι·
ἤ, ὡς ἕτεροι, ἀπὸ τοῦ ξύειν τὸν χρῶτα.
ἤδη δʼ εὖσα: ἤδη δὲ οὖσα κατὰ μέσον τῆς ὁδοῦ, ᾗ καὶ ὅπου τὰ Λύκωνος—γράφεται εἰς τὰ Λύκωνος—, προσληπτέον δὲ τὰ οἰκήματα.
ἤδη δʼ εὖσα: οὖσα κατὰ τὴν μέσην ὁδόν. ᾇ τὰ Λύκωνος: λείπει οἰκήματα.
ἑλιχρύσοιο: εἶδος φυτοῦ, οὗ τὸ ἄνθος χρυσοειδές.
ὡς ἀπὸ γυμνασίοιο καλόν: ὑγιεινὸν γάρ ἐστιν ἡ παλαίστρα. πόνον δὲ νῦν τὴν ἐν τῇ παλαίστρᾳ γυμνασίαν.
θυμὸς ἰάφθη: εἰς ἔρωτα αὐτοῦ ἦλθον ἤτοι ἐλιποψύχησα λίαν.
θυμὸς ἰάφθη: ἐπέφθη, ἐβλάβη, ἀνήφθη, συνεστάλη.
τὸ δὲ κάλλος ἐτάκετο: ἤγουν ὠχρὰ γέγονα, οἷον οὐδὲ μικρὰν διάγνωσιν εἶχον τῆς πομπῆς ἢ τέρψιν.
ἐξαλάπαξε: γράφεται ἐξεσάλαξεν, ἵνʼ ᾖ ἐξέσεισε, διέφθειρεν.
ἐξαλάπαξε: διέσυρεν, ἐκτὸς φροντίδος καὶ γνώμης ἐποίησε.
λάπαθα παρὰ τοῖς Ἀττικοῖς τὰ κενώματα καὶ λάπαθος βοτάνη, ἣ κενωτική ἐστιν.
θάψῳ: χλωρὸς ἢ ξανθός. θάψος δέ ἐστιν εἶδος ξύλου, ὃ καλεῖται σκυθάριον, ὥς φησι Σαπφώ τούτῳ δὲ τὰ ἔρια βάπτουσι. τινὲς τὸ Σκυθικὸν ξύλον. Ἀσκληπιάδης δὲ φυτόν τι χλωρόν, ὅθεν καὶ τὴν θαψίαν πρὸς τὰ ὑπώπια· βάπτεσθαι δὲ ἐκ ταύτης τὰ κροκοειδῆ.
πολλάκι θάψῳ: χλωρὸς ἢ ξανθός. θάψος γάρ ἐστι ξύλον τι, ὃ καλεῖται καὶ Σκυθικὸν ξύλον, ὥς φησι καὶ Σαπφώ. τούτῳ δὲ τὰ ἔρια βάπτουσι καὶ ποιοῦσι μήλινα καὶ τὰς τρίχας ξανθίζουσιν. ἔστι δὲ τὸ παρʼ ἡμῖν λεγόμενον χρυσόξυλον.
ἔρρευν: ἔπιπτον· τὸ ε καὶ ο Δωρικῶς εἰς ευ.
ἦς: Αἰολικὸν τὸ σ ἀντὶ τοῦ ν.
καὶ ἐς τίνος οὐκ ἐπέρασα: πανταχοῦ ἀπελθοῦσα, φησί, καὶ πάσης ἐπαοιδῆς τυχοῦσα ὅμως οὐκ ἐκουφιζόμην τοῦ ἔρωτος, ἀλλʼ εἷρπεν ὁ χρόνος, ἐγὼ δʼ οὐδὲν εὕρισκον ἴαμα.
ἅτις ἐπῇδεν: ἥτις ἐπῳδὰς ποιεῖν οἶδεν. ἐπῳδὴ λέγεται καὶ ἡ γοητεία, ὅτι τὸ αὐτὸ πολλάκις ἡ γοητεύουσα λέγει.
ἀλλʼ ἦς οὐδέν: ἀλλʼ οὐκ ἦν οὐδὲ τοῦτο τοῦ ἔρωτος ἀπαλλάττον με· ὁ δὲ χρόνος, ἤγουν ὁ καιρὸς τοῦ ἔρωτος, παρήρχετο.
ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν: παροιμία ἐπὶ τῶν ζητούντων τι καὶ μὴ εὑρισκομένων.
χοὕτω τᾷ δούλᾳ: καὶ τὸ τελευταῖον, φησίν, ὡς οὐδὲν ἦν παραμύθιον, ἐξεῖπον τὸν ἀληθῆ λόγον τῇ δούλῃ, ὅτι με ὁ ἔρως πολλὰ βαρύνει.
ὑπερβατὸν κατὰ διακοπὴν λέξεως· ἔστι δʼ ὅτε κατὰ διακοπὴν ἐννοίας γίνεται τοιοῦτον σχῆμα.
ἀλλὰ μολοῖσα: ἐξελθοῦσα, φησίν, ἐπὶ τὴν παλαίστραν τήρησον αὐτόν.
φράζεο: συνεχῶς ἐπικαλεῖται τὴν Σελήνην ἢ ὡς συνεργὸν πρὸς τὰς μαγείας ἢ ὡς καὶ αὐτὴν ἐρασθεῖσαν Ἐνδυμίωνος.
κἠπεί κά νιν: καὶ ἐπειδὰν αὐτὸν μόνον ὄντα γνῷς, ἡσυχῇ νεῦσον.
ἥσυχα: Μουνάτιος παρώξυνε τὸ ἥσυχα, ἵνʼ ᾖ ἀντὶ τοῦ ἡσύχως. ἀγνοεῖ δέ, ὅτι τὰ εἰς α οὐδέτερα πληθυντικὰ ἀντὶ ἐπιρρημάτων πολλάκις λαμβάνονται, οἷον φίλα ἀντὶ τοῦ φίλως, ὅσια ἀντὶ τοῦ ὁσίως.
ἀφαγέο τᾷδε: ἀφηγοῦ τῆς ἐνταῦθα φερούσης ὁδοῦ.
τὸ ταδε, εἰ μὲν περισπᾶται, ἔστιν ἀντὶ τοῦ ἡγεμόνευε τῇδε καὶ ταύτῃ τῇ ὁδῷ· εἰ δὲ ὀξύνεται, ἀντὶ τοῦ ἀφηγοῦ καὶ διηγοῦ τάδε καὶ ταῦτα.
κοχύεσκε: κατεφέρετο καὶ δαψιλῶς ἔρρει ὁ ἱδρώς, ὁμοίως ταῖς καθύγροις δρόσοις. κόχος γὰρ ὁ δαψιλὴς ῥοῦς· ὠνοματοπεπίηται δέ.
οὐδέ τι φωνᾶσαι: οὐδὲ ἐπὶ τοσοῦτον ἀφεῖναι φωνὴν ἠδυνάμην συσχεθεῖσα τῷ φόβῳ, ἐφʼ ὅσον ἀφίησι τὰ ἀρτίτοκα βρέφη παρʼ ὕπνου ἐγειρόμενα καὶ καθελκόμενα καὶ γογγύζοντα καὶ καλοῦντα τὴν μητέρα.
κνυζεῦνται: κυρίως ἐπὶ τῆς ἡσύχου καὶ ἀσήμου ὑλακῆς τῶν κυνῶν· καὶ ἐνταῦθα οὖν ἀντὶ τοῦ ἄναρθρον φωνὴν προΐενται ὀνειρώσσοντα.
κνυζεῦνται: ἐν τῷ κοιμᾶσθαι ἄσημον καὶ ἄναρθρον ἀποτελοῦντα φωνήν· ὑποψιθυρίζουσι γὰρ φαντασιαζόμενα.
ἀλλʼ ἐπάγαν: οὕτως ὡς ἴση καὶ ὁμοία γενέσθαι τὸ ὅλον σῶμα δαγῦδι.
ἐπάγην δαγῦδι καλὸν χρόα: κρυστάλλῳ ὁμοία ἢ στήλῃ.
ὅμοιον τῷ παρʼ Ὁμήρῳ. «ἀλλʼ ὥστε στήλη μένει ἔμπεδον.»
δαγῦδες Ἀφροδίτης ἀπεικονίσματα.
δαγῦδές εἰσι νύμφαι, αἷς κοσμοῦνται αἱ κόραι.
ἀλλʼ ἐπάγην δαγῦδι: ἀντὶ τοῦ· ἄφωνος γέγονα ἀπὸ πάντων τῶν μερῶν ὁμοία δαγῦδι. δαγὺς δέ ἐστι κοροκόσμιόν τι, ᾧ αἱ παρθένοι κοσμοῦνται. καλοῦσι δὲ αὐτὸ καὶ νύμφην· οἱ δὲ πλαγγόνα, ὡς Ἀττικοί, ἀπὸ τοῦ πεπλάσθαι ἐκ κηροῦ.
δαγὺς κόσμος ἐγκάρδιός ἐστι γυναικῶν … καὶ στέφανος περισφίγγων τὴν κεφαλὴν καὶ πεπηγὼς ἐπʼ αὐτήν.
ὥστοργος: εἰ μὲν κατὰ συναλοιφήν, προπαροξύτονον ὁ ἄστοργος, εἰ δὲ ἐν ἐπιθέσει, παροξυτόνως· τόργος γὰρ ὁ γύψ. βέλτιον δὲ τὸ πρῶτον.
τόσον ἔφθασας: τοσοῦτον προέφθασας, φησί, μεταπεμψαμένη με πρινὴ ἐμὲ ἐθελοντὶ ἐλθεῖν πρὸς σέ, ὅσον ἐγὼ προέλαβον Φιλῖνον τρέχων.
πράν: πρώην καὶ ἐκβολῇ τοῦ ω πρὴν καὶ τροπῇ τοῦ η εἰς α πράν.
ἦλθον: ἦλθον γὰρ ἄν σοι καὶ μὴ μεταπεμψαμένῃ αὐτόματος, ναὶ τὸν γλυκὺν Ἔρωτα, διὰ ταύτης τῆς νυκτός.
ἢ τρίτος: ἀντὶ τοῦ βʹ ἢ γʹ ἦγον, ὥστε εἶναι τρίτος ἢ τέταρτος φίλος.
ἢ τρίτος ἢ τέταρτος: εἰ γὰρ μὴ ἀπεστάλη πρός με, ἦλθον ἂν ἐγὼ πρότερος νυκτός, νὴ τὸν Ἔρωτα, ἢ τρίτος ἢ τέταρτος ὑπάρχων σοι προσφιλής· τουτέστιν ἐπεκώμασα ἄν σοι μετὰ δυοῖν ἢ τριῶν.
ἢ τρίτος ἢ τέταρτος: τοῦτο εἶπεν ὁ Δέλφις, ὅτι ἤρα ἡ Σιμαίθα καὶ ἄλλων τινῶν.
μᾶλα μέν: Καλλίμαχος ἐν τῷ περὶ Λογάδων τὸν Διονύσου στέφανον ἐκ μήλων εἶναί φησιν, ἐξ ὧν καὶ τὸν Ἱππομένην λαβεῖν Ἀφροδίτης αἰτησαμένης, ὡς Διόδωρος ὁ ποιητὴς ἐν Κορινθιακοῖς.
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο: τὰ ἐράσμια καὶ ἔρωτος ποιητικά, καθὸ τὰ ὑπὸ Ἀφροδίτης διδόμενα τῷ Ἱππομένει μῆλα ἐκ τῶν Διονύσου, ταῦτα δὲ εἰς ἔρωτα τὴν Ἀταλάντην ἐκίνησεν, ὥς φησιν ὁ Φιλητᾶς «τά οἵ ποτε Κύπρις ἑλοῖσα μῆλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων.»
λεύκαν Ἡρακλέος: Ἐρατοσθένης ἐν πρώτῳ Ὀλυμπιονικῶν φησι τὸν Ἡρακλέα κατελθόντα εἰς Ἅιδου εὑρεῖν παρὰ τῷ Ἀχέροντι φυομένην τὴν λεύκην καὶ αὐτῇ ἀναστέψασθαι, ἣν Ὅμηρος ἀχερωΐδα καλεῖ.
ἀνδρός ἐστι τεχνικοῦ καὶ συνετοῦ τὰ ἐρωτικὰ ἐρασθεῖσαν γυναῖκα μὴ παντελῶς ἀποστρέφεσθαι—ἡ γὰρ ἀμφὶ τούτων ἄγνοια μῖσος ἀπεργάζεται—, μεταδιδόναι δὲ καὶ λόγων μᾶλλον ἐνίοτε τῇ ἐρώσῃ καί πως ὑποφαίνειν αὑτὸν καὶ ἐρῶντα. ἐκ μὲν γὰρ τοῦ παντελῶς ἀποστρέφεσθαι κατάλυσίς ἐστι τοῦ ἔρωτος, ἐκ δὲ τοῦ δοκεῖν πως ἀντιφιλεῖν καὶ παρέχειν ἐλπίδα μίξεως τῇ ἐρώσῃ αὔξησις μᾶλλον τοῦ πόθου. τοιοῦτον δή τινα καὶ τὸν Δέλφιν δείκνυσιν ὁ ποιητικὸς λόγος ἡμῖν.
λεύκαν Ἡρακλῆος: ἐστεφανωμένος δέ, φησί, λεύκῃ ἐληλύθει διὰ τόδε ταύτῃ, ὅτι ἀθλητικός τις ὁ Δέλφις ἐστὶν ὡς καὶ Ἡρακλῆς, ὃς τὸ φυτὸν ἀπὸ τοῦ ἐν Ἅιδου Ἀχέροντος εἰς ἀνθρώπους ἐκόμισε.
πορφυρέαισι περιζώστραισι: πορφυροῖς λημνίσκοις καὶ ταινίαις περιειλημένον ἔχων τὸν τῆς λεύκης στέφανον.
καί μʼ εἰ μέν κʼ ἐδέχεσθε: καὶ εἰ μὲν ἐδέχεσθέ με, ἐκάθευδον ἂν ἀρκούμενος, καὶ εἰ μόνον τὸ στόμα σου ἐφίλησα—καὶ ταῦτα ἂν καλῶς εἶχεν ἡμῖν· ἄριστος γὰρ τῶν ἡλικιωτῶν εἰμι—εἰ δὲ ἀπώσασθε, τότε ἂν τὴν βίαν προσῆγον.
καὶ Λιπαραίου Ἡφαίστου: Λιπάρα τόπος· ἤγουν τοῦ ἐν Λιπάρᾳ πυρός.
λιπαραίου: λιπαραῖον πῦρ τὸ εὐτραφὲς καὶ μὴ λεπτόν, ἀλλʼ ἐκ περιουσίας. ἢ ἄλλως· τὸ λιπαρᾶς ὕλης ἐπιδραξάμενον, οἷον δᾴδων καὶ ἑτέρων τοιούτων.
ταχὺ χρώς: καὶ ταχέως ἐμαλάχθημεν χρωτισθέντες ἀλλήλοις.
χρὼς ἐπὶ χρωτί: σχῆμα σεμνότητος.
καὶ τὰ πρόσωπα: τοῖς τε προσώποις ἐπυριάθημεν διὰ τὴν ἐνέργειαν.
ἐπράχθη τὰ μέγιστα: τὰ τῆς συνουσίας. ἴσως δὲ ταὐτό φησιν, ὅ, τι ἐψιθυρίσδομεν ἁδύ.
κοὐκέτι τῆνος: καὶ οὐδὲν ἀλλήλοις ἐνεκαλέσαμεν. ἀλλʼ ἦλθέ μοι, φησί, περὶ τὸν ὄρθρον ἡ Μελιξοῦς καὶ Φιλίστας τῆς ἐμῆς αὐλητρίδος μήτηρ καὶ εἶπεν, ὅτι Δέλφις ἐρᾷ.
εἶπέ μοι, φησίν, ἀγγείλασα τοῦτο μόνον, ὅτι ὁ Δέλφις ἐν συμποσίῳ τοῦ ἐρωμένου χάριν κυάθους συνεχῶς ἀκράτου ἐπεχεῖτο καὶ τὸ τέλος καταλιπὼν τὸ συμπόσιον ᾤχετο λέγων στεφανώσειν αὐτοῦ τὸν οἶκον. εἰώθασι γὰρ οἱ ἐρῶντες τῶν ἀγαπωμένων πλείονας κυάθους ἐπιχεῖσθαι.
Καλλίμαχος «ἔγχει καὶ πάλιν εἰπὲ “Διοκλέος”. οὐδʼ Ἀχελῷος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.»
τοῦ γὰρ ἐρωμένου ὁ ἐραστὴς τοῖς ἐκ τοῦ δαιτυμόνος διδομένοις ἀγγείοις οἶνον ἔβαλλεν.
ἀτὰρ τόσον αἰὲν ἔρωτος ἀκράτου: ὑπὸ ἔρωτος κατείχετο καὶ ἔφυγέ σε.
ὄλπαν: ὄλπη κυρίως ἡ δερματίνη λήκυθος, διʼ ἧς ἔστιν ὀπιπεύεσθαι τὸ ἔλαιον. νῦν δὲ ἴσως τὴν χαλκῆν φησι λήκυθον διὰ τὸ Δωρίδα φάναι ἀντὶ Κορινθίας· τὰ γὰρ Κορίνθια χαλκώματα διαβεβόηται.
ἦ ῥʼ οὐκ ἄλλο: ἐπαποροῦσα ἠθικῶς φησιν· ἆρα οὐκ ἔχει ἄλλο τι τερπνὸν καὶ ἡμῶν ἐπιλέλησται;
καταθύσομαι: καταδήσω, φησίν, αὐτὸν τοῖς φαρμάκοις. ἐὰν δέ τι λυπῇ με, κρούσει τὴν Ἅιδου πύλην, τουτέστι καταχειριοῦμαι αὐτόν.
τοιαῦτά φημι δραστήρια φάρμακα ἔχειν, ὦ δέσποινα Σελήνη, μαθοῦσα παρά τινος ἀνδρὸς Ἀσσυρίου ἐμοὶ προσφιλοῦς.
Ἀσσύριοι ἔθνος Περσικὸν ἀκριβὲς εἰς μαγείαν, μεταξὺ ὂν Τίγριδος καὶ Εὐφράτου. μέχρι δὲ τούτων τῶν ποταμῶν Σαρδανάπαλος ἐξέτεινε τὰ ὅρια.
Ἀσσυρίω, δέσποινα: παρὰ Ἀσσυρίου τινός φησι τὰ φάρμακα μεμαθηκέναι. δέσποιναν δὲ τὴν Σελήνην φησί.
δέσποινα: ὦ Σελήνη. Ἀσσυρίω παρὰ ξείνοιο: παρὰ τοῦ φίλου μου Ἀσσυρίου.
τρέπε πώλους: πρὸς δύσιν τρέπε. δοκεῖ γὰρ ἐπέχειν τὴν Σελήνην διὰ τῆς μαγείας.
εὐκήλοιο: τὸ ἑξῆς· ὦ ἀστέρες εὐκήλου Νυκτὸς κατὰ τὴν ἄντυγα ὀπαδοί.
ἐπὶ γὰρ ἅρματος ὀχεῖται ἡ Νύξ. —Εὐριπίδης «ὦ Νὺξ ἱερά, ὡς μακρὸν ἵππευμα διώκεις ἀστροειδέα νῶτα διφρεύουσα.»
τουτέστιν ἀκολουθοῦντες τῇ Νυκτὶ καὶ συμπαρεπόμενοι τῷ ἅρματι αὐτῆς. ἄντυγα δὲ ἀπὸ μέρους τὸ ἅρμα φησί. λέγει δὲ τὴν Νύκτα ἐφʼ ἅρματος ὀχεῖσθαι.
ἀστέρες: ἐπιγενομένης τῆς νυκτὸς φαίνονται οἱ ἀστέρες. ποιητικὸν δὲ τὸ τὴν Νύκτα ἐπὶ ἅρματος ὀχεῖσθαι καὶ παράγειν ἡνιοχοῦσαν.
κατʼ ἄντυγα: κατὰ τὴν περιφέρειαν τοῦ σφαιρώματος.
Κυνίσκας Ἔρως
Ἐν τούτῳ τῷ εἰδυλλίῳ διήγησίς ἐστι καταστάσεως ἐρωτικῆς καὶ Κυνίσκας ἔρωτος. ἡ γὰρ γυνὴ τοῦ Αἰσχίνου μᾶλλον προσέκειτο Λύκῳ τινί, καταφρονοῦσα τοῦ Αἰσχίνου. Θυωνίχου δέ τινος ἑταίρου προσιόντος αὐτῷ διὰ χρόνου δικαίως εἰσάγεται προλέγων «χαίρειν πολλά» ὁ Αἰσχίνης.
τὰ πράγματα ἐν Σικελίᾳ.
χαίρειν πολλά: χαίρειν φησὶ πολλὰ τὸν ἄνδρα Θυώνιχον· λείπει δὲ τῷ λόγῳ τὸ γένοιτο ἢ τὸ λέγω.
ἀλλά τοι αὐτῷ: ἀλλὰ καὶ σοὶ γένοιτο χαίρειν.
τί δέ τοι τὸ μέλαμα: ὁ Θυώνιχος· οἶδα κἀγώ, ὅτι βραδέως ἥκω· τίς δέ σοι ἡ ἐρωμένη; φησίν. οὕτω γάρ φασι μέλημα τὴν ἐρωμένην. ἢ αὐτὴ ἡ φροντὶς μέλημα.
τί δέ τοι τὸ μέλημα: τίς δέ σοι φροντὶς χάριν τοῦ μὴ ἰδεῖν με;
μέλημα: ἢ ἡ βραδύτης ἢ ἡ φροντὶς ἢ ἡ ἐρωμένη. κάλλιον δὲ τὸ ἡ φροντίς, ἵνʼ ᾖ ἀπὸ τοῦ Θυωνίχου τὸ λεγόμενον· χρόνιος μὲν ἦλθον ἐγώ, σὺ δὲ περὶ τίνων φροντίζων ἔοικας εἶναι σύννους;
οὐχ ὡς λῷστα δὲ ἀντὶ τοῦ οὐ κατὰ γνώμην.
ἄρα λεπτός: λεπτὸς ἐγένου, ὦ Αἰσχίνη, καὶ ὁ μύσταξ οὗτος πολὺς ὢν ἐκ τῶν φροντίδων οὐκ ἔτυχεν ἐπιμελείας, ἔτι τε ἡ κόμη σου αὐχμηρὰ καὶ ἀτημέλητος.
ὁ πρίν, φησί, λεπτὸς μύσταξ διὰ τὸ συχνάκις κείρεσθαι νῦν πολὺς διὰ τὸ ἀτημέλητος εἶναι καὶ ἄκαρτος.
κίκιννοι: ὁ νοῦς· κομῶντί σοι τὸ γένειον καὶ οἱ κίκιννοι κατάξηροί εἰσιν ὡς διὰ τὴν λύπην καὶ τὸ κείρεσθαι παραιτουμένῳ.
τοιοῦτος πρώαν τις: τοιοῦτός τις, φησίν, ἦλθεν Ἀθήνηθεν εἰς Σικελίαν πρὸ τούτου Πυθαγορικὸν ἐπαγγελλόμενος δόγμα. φασὶ δὲ τοῦτο εἰς Πλάτωνα τὸν φιλόσοφον λέγεσθαι· ἀκούσαντα γὰρ αὐτῶν ἐν Ἰταλίᾳ διαβῆναι εἰς Σικελίαν συντευξόμενον Διονυσίῳ τῷ τυράννῳ. διαφέρουσι δὲ Πυθαγορικοὶ τῶν Πυθαγοριστῶν, ὅτι οἱ μὲν Πυθαγορικοὶ πᾶσαν φροντίδα ποιοῦνται τοῦ σώματος, οἱ δὲ Πυθαγορισταὶ περιεσταλμένῃ καὶ αὐχμηρᾷ διαίτῃ χρῶνται. τινὲς δὲ Πυθαγοριστὰς μὲν λέγουσι τοὺς ἀποδεχομένους τὰ Πυθαγόρου, μὴ ὄντας δὲ τῆς ἐκείνου δόξης, Πυθαγορικοὺς δὲ τοὺς τὰ Πυθαγόρου φρονοῦντας.
ἐλέγετο δὲ ὁ Πλάτων τὸν Πυθαγόραν οὕτως ἀποδέχεσθαι, ὡς καί τινα νομίζεσθαι λέγειν ἐξ αὐτοῦ, ὥστε τὸν Πλάτωνα Πυθαγοριστὴν εἰρῆσθαι.
τῶν Πυθαγόρου οἱ μὲν ἦσαν περὶ θεωρίαν καταγινόμενοι, οἵπερ ἐκαλοῦντο σεβαστικοί· οἱ δὲ περὶ τὰ ἀνθρώπινα, οἵπερ ἐκαλοῦντο πολιτικοί· οἱ δὲ περὶ τὰ μαθήματα τὰ γεωμετρικὰ καὶ ἀστρονομικά, οἵπερ ἐκαλοῦντο μαθηματικοί. τούτων οὖν οἱ μὲν αὐτῷ συγγινόμενοι τῷ Πυθαγόρᾳ ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί.
Πυθαγορικὸς καὶ Πυθαγοριστὴς διαφέρει. καὶ Πυθαγορικὸς μέν ἐστιν ὁ τοῦ Πυθαγόρου ἔχων τὰ ἰδιώματα καὶ τοὺς τρόπους, Πυθαγοριστὴς δὲ ὁ τὰ τοῦ Πυθαγόρου ποθῶν, πλὴν μὴ κατʼ ἐκεῖνον ὢν μηδὲ τὰ ἐκείνου ποιῶν. ἐνταῦθα δὲ Πυθαγοριστήν τινες τὸν Σιμιχίδαν, ἕτεροι δὲ τὸν Πλάτωνά φασιν. ἐλέγετο δὲ ὁ Πλάτων τὸν Πυθαγόραν οὕτως ἀποδέχεσθαι ὡς καί τινα νομίζεσθαι λέγειν ἐξ αὐτοῦ, ὥστε τὸν Πλάτωνα Πυθαγοριστὴν εἰρῆσθαι. ἕτεροι δὲ ἐναντία περὶ τοῦ Πυθαγορικοῦ καὶ Πυθαγοριστοῦ λέγουσιν.
ἀνυπόδετος Ἰωνικόν, ἀνυπόδητος κοινόν, ἀνυπόδατος Δωρικόν.
ἐμοί, φησί, δοκεῖ, ὅτι ἐν τῷ λιμώττειν ἤρατο καὶ ἐπεθύμει ὀπτοῦ ἀλεύρου, ὅθεν καὶ ὠχρός τις ἦν.
παίσδεις ὠγάθʼ ἔχων: Ἀττικῶς τὸ ἔχων παρέλκει. ἀντὶ τοῦ· σὺ μὲν παίζεις, ἐμὲ δὲ ἡ Κυνίσκα ἐκμαίνει ἐρῶντα αὐτῆς.
λανθάνω, φησίν, ἐμαυτὸν εἰς μανίαν ἐμπεσών. εἶτα· διὰ μέσου θρίξ, ἤγουν ὀλίγον ἔσται τὸ μεταξὺ τοῦ μὴ πάντα με μανῆναι.
λασῶ δὲ μανείς: ἔοικα δὲ λανθάνειν ἐμαυτὸν εἰς μανίαν πεσών· ὀλίγον δὲ τὸ μεταξύ ἐστι καὶ ἀκαριαῖον τοῦ πάντα με κατασχεθῆναι τῷ πάθει τῆς μανίας.
ἅσυχα ὀξύς: ἐκ τοῦ παραχρῆμα καὶ τοῦ σιωπᾶν ὀξυνόμενος.
ὅτι μανιώδης εἶ ἠρέμα· οἷον· ἔχεις τι καὶ ὀξύτητος, οὐ γὰρ πάντῃ σιωπηλὸς ὑπάρχεις.
ὃς οὐ πάντῃ σιωπηλὸς ὑπάρχεις, ἀλλʼ ἔχεις τι καὶ ὀξύτητος.
ἅσυχα ὀξύς: ἀντὶ τοῦ· αὐτὸς καθʼ ἑαυτὸν ἔσω λυπούμενος καὶ τηκόμενος ἐν ἡσυχίᾳ καὶ μὴ ἐν φανερῷ.
κατὰ καιρόν: οὐκ ἀντὶ τοῦ· πάντα κατὰ τὸν καιρὸν τὸν ἐπιτήδειον θέλων πράττειν, ἀλλʼ ὥσπερ ἐν ἑνὶ καιρῷ θέλων πάντα πράττειν.
ὅμως δʼ εἶπον: ἀντὶ τοῦ· εἰπέ μοι, τί νεώτερον ᾖ πρᾶγμα τὸ λυποῦν σε.
Ὡργεῖος κἠγών: διηγεῖται τὴν τῆς μανίας ὑπόθεσιν.
τὸ δὲ Ἀργεῖός τινες ὄνομα κύριόν φασι καὶ οὐκ ἐθνικόν· τὸ δὲ Θεσσαλὸς ἄντικρυς ἐπίθετον· ἐπάγει γὰρ τὸ Ἆπις.
καὶ ὁ Θεσσαλός: ἀντὶ τοῦ· ὁ ἐκ Θεσσαλίας Ἆπις καὶ ὁ στρατιώτης Κλεόνικος εἱστιῶντο τὴν εὐωχίαν σὺν ἐμοί, ἐμοῦ παρασκευάζοντος.
ἱπποδιώκτας: ὁ ἱππικός.
τὸ δὲ θηλάζοντα παθητικὸν ἀντὶ τοῦ θηλαζόμενον.
θηλάζοντά τε χοῖρον: οὐ τὸν θηλάζοντα παῖδα, ἀλλὰ τὸν θηλαζόμενον χοῖρον· ἐνεργητικὸν γάρ ἐστιν ἀντὶ τοῦ παθητικοῦ.
Βίβλινον οἶνον τὸν Θρᾳκικὸν ἀπὸ τόπου Θρᾴκης ἔχοντος οἶνον ἢ οὕτω καλουμένης τῆς ἀμπέλου.
ὡς ἀπὸ λανῶ: ἀντὶ τοῦ· παλαιὸν μὲν ὄντα καὶ τεσσάρων ἐτῶν, ἀνίσχυρον δὲ πρὸς τὸ μὴ διοχλῆσαι τῷ πίνοντι·
σχεδὸν γὰρ τότε ἐδόκει ἠντλῆσθαι τῆς ληνοῦ.
σχεδόν: παραχρῆμα καὶ πρὸ βραχέος.
ἀφθόνως ὡς τὸν ἀπὸ ληνοῦ πλήθοντος ῥέοντα, οὗ διὰ τὸ θολερὸν ἔτι εἶναι καταφρονοῦμεν.
βολβός τις: εἶδος βοτάνης ὁμοίας κρομμύῳ Κολχικῷ.
ἤδη δὲ προϊόντος: ἤδη δὲ προκόπτοντος τοῦ πότου ἔδοξεν ἡμῖν ἐπιχεῖσθαι ἄκρατον, ἤτοι λείβειν ἢ ἐπισπένδειν· οὕτω γὰρ εἰώθασι ποιεῖν ἐν τοῖς συμποσίοις, ἄκρατον λείβειν καὶ ὀνομάζειν τινὰς ἐρωμένους ἢ φίλους καὶ ἐναποχεῖν τῇ γῇ καὶ ἐπιφθέγγεσθαι τῶν φίλων τὰ ὀνόματα.
ὧτινος εἰπεῖν: ἔδει δέ, φησί, μόνον εἰπεῖν,
οὗ χάριν ὁ οἶνος ἐχεῖτο.
ἄμμες μέν: ἡμεῖς μὲν ὀνομάζοντες ἕνα ἕκαστος ἐπίνομεν ὡς ἐδόκει.
φωνεῦντες: ἀντὶ τοῦ ἐπιτάσσοντες.
ἣ δʼ οὐδέν: ἡ δὲ ἐμοῦ παρόντος, φησίν, οὐδὲ ἀποκρίσεώς με ἠξίωσεν ἐν τῷ ἐπιχεῖσθαι αὐτῇ κυάθους. τίνα οὖν με δοκεῖς ἔχειν διάθεσιν τοιαῦτα πάσχοντα;
ἣ δʼ οὐδέν: ἡ δὲ Κυνίσκα οὐκ ἔπινεν πλαως σύνταϊς παρόντος ἐμοῦ.
ἡ δὲ πίνουσα οὐκ ἐφώνει καθὼς ἡμεῖς παρόντος ἐμοῦ.
ἔπειτα, φησί, σιγώσης αὐτῆς ἔπαιξέ τις εἰς αὐτὴν εἰπών· οὐ φθεγξῇ; λύκον εἶδες. τοῦτο ἀμφιβόλως εἴρηται, ἢ ὅτι Λύκου ἐρᾷ ἡ Κυνίσκα, ἤ, καθὸ οἱ ὀφθέντες ἄφνω ὑπὸ λύκου δοκοῦσιν ἄφωνοι γίνεσθαι. οὗτος δὲ ἐναντίως εἶπεν, οὐχὶ «μήποτε ὑπὸ λύκου ὤφθης», ἀλλά «μήτι λύκον εἶδες».
λύκον εἶδες: παροιμία ἐπὶ τῶν βλεπόντων τι καὶ ὠχριώντων.
ὡς σοφός, εἶπεν: ἡ Κυνίσκα, φησί, εἶπε πρὸς τὸν εἰς αὐτὴν παίξαντα «ὡς σοφός τις εἶ», καὶ ἅμα ταῦτα εἰποῦσα καὶ μνησθεῖσα τοῦ Λύκου οὕτως ἐφλέγετο, ὡς καὶ λύχνον ἀπʼ αὐτῆς ἀνάψαι.
ἔπαιξέ τις πρὸς τὴν Κυνίσκαν· οὐ φθεγξῇ, οὐ λαλήσεις. λύκον εἶδες, ὡς σοφὸς εἶπεν, ἤγουν ὡς ὁ παροιμιαστὴς ἐφθέγξατο.
εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας: ὡς ἀπὸ τοῦ ἔρωτος κοκκίνη γέγονε κατὰ πρόσωπον, ὥστε σχεδὸν φαίνεσθαι καὶ πῦρ ἀνᾶψαι ἐκ τοῦ προσώπου αὐτῆς.
Λάβα τῶ γείτονος υἱός: τοῦ Λύκου φησὶν ἐρᾶν τὴν Κυνίσκαν διὰ τὸ κάλλος τοῦ μείρακος· Λάβα δέ τινός φησιν ὑποβαλὼν ἀπὸ τοῦ λαμβάνεσθαι.
κλύμενον: ἐξάκουστον.
χἁμῖν τοῦτο: παρηκηκόειν, φησί, καὶ πρότερον περὶ τοῦ ἐρᾶν αὐτὴν τοῦ Λύκου, ἀλλʼ ἡσύχως, διόπερ οὐκ ἐξήτασα.
μάταν εἰς ἄνδρα γενειῶν: τουτέστι ματαιοπώγων ὑπάρχων, οἷον μάτην ἀνδρὸς πώγωνα ἔχων διὰ τὸ μὴ χρῆσθαι τῇ ἀνδρὸς ῥώμῃ.
γενειῶν: γενειήτης γενόμενος.
τὸν ἐμὸν Λύκον ᾆδεν: ἦθος εἰρωνικὸν ἀντὶ τοῦ· περὶ αὐτοῦ τοῦ Λύκου ᾖδεν.
Θεσσαλικόν τι μέλισμα: οἷον Αἰολικήν τινα ᾠδὴν ᾖδεν, ὢν κακόφρων, ὅτι ἐμνήσθη αὐτοῦ.
ἐξαπίνας: ἡ δὲ Κυνίσκα, φησίν, ἀκούσασα οὕτως ἐξαπίνης ἔκλαιεν οἰκτρῶς ὡς κόρη τοῦ τῆς μητρὸς κόλπου ἐπιθυμήσασα.
τῆμος ἐγώ: ἰδὼν αὐτήν, φησί, κλαίουσαν, οἷόν με γινώσκεις ὀργίλον, πυγμῇ τὴν σιαγόνα αὐτῆς ἔπαισα· κόρρην γὰρ τὴν γνάθον καὶ σιαγόνα οἱ Ἀττικοί.
κόρρας: τὰς σιαγόνας ἢ τὰς μήνιγγας.
κἄλλαν αὖθις: ἐκ δευτέρου ἔδωκα.
ἀνείρυσα δὲ πέπλως: ἀντὶ τοῦ· ἀνέστειλα καὶ ἐγύμνωσα καὶ οὕτω δείρας ἐξέβαλον. ἢ ἀνειρύσασα, ὅτι ἡ Κυνίσκα, φησί, πληγεῖσα καὶ τοὺς πέπλους ἀνελκύσασα ὠκέως διὰ τῶν θυρῶν ἀνέδραμεν.
τήνῳ τὰ σὰ δάκρυα: τῷ Λύκῳ, φησί, τὰ ῥέοντά σου δάκρυα μῆλα πίπτει, τουτέστιν ἔρως καὶ ἐπιθυμία. μήλοις γὰρ εἴκαζον τοὺς ἔρωτας διὰ τὴν περὶ αὐτὰ καλλονήν.
χελιδών: οὐχ οὕτω τις χελιδὼν τροφὴν δοῦσα τοῖς νεοσσοῖς ταχέως πάλιν ὑπέστρεψεν ἐπὶ τῷ ἑτέραν κομίσαι, ὡς ἐκείνη λιποῦσα τὸν δίφρον διὰ τῶν θυρῶν ᾤχετο.
μάστακα δʼ οἷα τέκνοισι: τροφὴν ἢ ἁπαλὸν καὶ τρυφερὸν ἢ ζητήσεως ἄξιον ἐκ τοῦ μῶ τὸ ζητῶ—φέρει δηλονότι.
μαλακᾶς: παρόσον αἱ γυναῖκες μαλακῶς κάθηνται, καθὼς ἐν Συρακουσίαις.
ἀμφίθυρον καὶ δικλὶς ταὐτόν ἐστι, δηλοῖ δὲ τὸ δίθυρον.
οὕτως ὡς αὐτὴν τάχος οἱ πόδες ἔφερον.
εἶτα ἐπάγει τὴν παροιμίαν· ἔβακεν ταῦρος ἀνʼ ὕλαν. καὶ γὰρ τοῦτο τὸ φῦλον ὕλης δραξάμενον οὐκ ἐπιστρέφεται τῶν οἴκοι, οὐδʼ αὕτη ἐκδραμοῦσα ὑπέστρεψεν.
ἔβακεν ταῦρος ἀνʼ ὕλαν: παροιμία ἐστὶ διὰ τὸ τοὺς ταύρους ὕλης ἐπιλαμβανομένους ἀλήπτους εἶναι.
εἴκατι, ταὶ δʼ ὀκτώ: ψηφίζει τὰς ἡμέρας, ἀφʼ οὗ ἐξῆλθε, καί φησι· τοῦ ἐνεστηκότος μηνὸς ἑνδεκάτη ἐστίν, ἃς προσληπτέον ταῖς ἑτέραις, καὶ ἔσονται νηʹ ἡμέραι.
σάμερον ἑνδεκάτα: ψηφίζει τὰς ἡμέρας ὁ Αἰσχίνης καὶ γίνονται ξʹ παρὰ βʹ.
σάμερον ἑνδεκάτη: τοῦ ἐνισταμένου, φησί, μηνὸς σήμερον ἑνδεκάτη ἐστίν, ἃς καὶ αὐτάς, λέγω δὲ τὰς ἕνδεκα ἡμέρας, προσληπτέον ταῖς προτέραις, καὶ ἔσονται νηʹ ἡμέραι.
οὐδʼ εἰ Θρᾳκιστί: οὐδὲ εἰ μεταμεμόρφωμαι, οἶδε. Θρᾳκιστὶ δὲ ἀντὶ τοῦ Ἰλλυριστί.
Θρᾳκιστί: διὰ τὸ μὴ ἀπηντηκέναι μοι οὐκ οἶδεν εἰ μεταμεμόρφωμαι οὐδʼ εἰ Θρᾳκιστί, ἀντὶ τοῦ οὐδʼ εἰ Ἰλλυριστί, κέκαρμαι. ἐκείροντο γὰρ οἱ Θρᾷκες διὰ τὸ μὴ ἐν πολέμοις διὰ τριχῶν ἁλοῦσθαι ἢ κενὸν ἔχειν βάρος αὐτάς.
Λύκος νῦν πάντα: Λύκος αὐτῇ πάντα ἐστίν, ὥστε καὶ νυκτὸς αὐτῷ τὴν θύραν ἀνεῷχθαι.
λόγω: ἡμεῖς δὲ παρʼ αὐτῇ οὐδʼ ἐν ἀριθμῷ ἐσμεν, ὥσπερ οὐδὲ οἱ Μεγαρεῖς ὑπὸ τῆς Πυθίας ἐλέχθησαν εἶναί τινος ἄξιοι λόγου. ἱστορεῖ γὰρ Δεινίας, ὅτι οἱ Μεγαρεῖς φρονηματισθέντες ποτέ, ὅτι κράτιστοι τῶν Ἑλλήνων εἰσίν, ἐπύθοντο τοῦ θεοῦ, τίνες κρείττονες τυγχάνοιεν. ὁ δὲ ἔφη Γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θρηΐκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἀνδρῶν δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης, ἀλλʼ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὰ μεσηγύ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο· ὑμεῖς δʼ, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι, οὔτʼ ἐν λόγῳ οὔτʼ ἐν ἀριθμῷ.
παρὰ τὸ ἐν τῷ χρησμῷ· Μεγαρεῖς οὔτε τρίτοι οὔτε τέταρτοι.
καὶ εἰ μὲν καταφρονήσαιμι αὐτῆς, δεόντως ἄν μοι προχωροίη.
νῦν δὲ πόθεν: τοῦτο τὸ ἀγαθὸν ἐλλιπές. τὸ δὲ μῦς· παροιμία ἐστί «μῦς γευόμενος πίσσης». λέγεται δὲ ἐπὶ τῶν εἰς ἀηδὲς πρᾶγμα ἐμπεσόντων καὶ δυσδιεξιτήτως ἀπαλλασσομένων. ὥσπερ γὰρ ὁ μῦς ὁ πίσσης γευόμενος ἐνειληθεὶς κρατεῖται καὶ ζῶν τιμωρεῖται, οὕτω, φησί, κἀγώ, οὐχ ὅτι παρακμάζον ἔχω τὸ πάθος, ἀλλʼ ὅτι ἀρχὴν αὐτοῦ λαμβάνω.
πλὴν Σῖμος: πλὴν οἶδα, ὅτι Σῖμος ἡλικιώτης μου ἐκστρατεύσας ὑγιὴς ἀπὸ τοῦ ἔρωτος ἐπανῆλθεν. ὑπόχαλκον δὲ λέγει τὴν ἀσπίδα, ἐπεί ἐστιν ὑπὸ τῷ χαλκῷ· λέγεται δὲ καὶ ἐπίχαλκος, τουτέστιν ἐφʼ ἑαυτῆς ἔχουσα τὸν χαλκόν. ἐκ δὲ τούτου τὴν στρατείαν δηλοῖ.
Πτολεμαῖος: παραινεῖ αὐτῷ ὁ Θυώνιχος πλεῖν εἰς Ἀλεξάνδρειαν πρὸς τὸν βασιλέα Φιλάδελφον μισθοφοροῦντα παρʼ αὐτῷ.
οὐ δεῖ δὲ ὀχληρὸν εἶναι αἰτοῦντα.
κατὰ δεξιόν: ὥστε, φησίν, εἴ σοι ἀρέσκει ἐμπορποῦσθαι τὸ ἱμάτιον κατὰ τὸν δεξιὸν ὦμον καὶ ὑπομένειν δύνασαι βεβηκὼς ἀμφοτέροις τοῖς ποσὶ προσφερόμενον πολέμῳ ὁπλίτην, ὡς τάχος ἄπιθι εἰς Αἴγυπτον.
ἀπὸ κροτάφων: ταχέως ἔπεισι τὸ γῆρας ἡμῶν τοῖς κροτάφοις, καὶ αἱ πολιαὶ ἀεὶ καθέρπουσιν ἀπʼ αὐτῶν ἐφεξῆς μέχρι τῶν γενείων. διὸ δεῖ τι ποιεῖν, ἕως γόνυ χλωρόν, ἀντὶ τοῦ ἕως ἀκμάζομεν.
ποιεῖν τι δεῖ ἕως ἀκμάζομεν. ἀφαυρὰ γὰρ τὰ τῶν γερόντων, ἰσχυρὰ δὲ καὶ ἔνικμα τὰ τῶν νέων.
Συρακόσιαι ἢ Ἀδωνιάζουσαι
Ἐπιγράφεται μὲν τὸ εἰδύλλιον Συρακόσιαι ἢ Ἀδωνιάζουσαι. ὑποτίθεται δέ τινας Συρακοσίας τὸ γένος παρεπιδημούσας ἐν Ἀλεξανδρείᾳ καὶ κατὰ σύνταξιν ἐπὶ θέαν ἐξιούσας τῆς πομπῆς τοῦ κοσμηθέντος Ἀδώνιδος ὑπὸ Ἀρσινόης τῆς Φιλαδέλφου γυναικός. ἔρχεται δὲ Γοργὼ πρὸς Πραξινόαν καὶ παραλαβοῦσα αὐτὴν ἐξέρχεται ἐπὶ τὴν θέαν. παρέπλασε δὲ τὸ ποιημάτιον ἐκ τῶν παρὰ Σώφρονι Ἴσθμια Θεωμένων καὶ κεχωρισμένον ἐστὶ τοῦ ποιητικοῦ προσώπου. ἔθος δὲ εἶχον οἱ κατʼ Ἀλεξάνδρειαν ἐν τοῖς Ἀδωνίοις διακοσμήσαντες τὰ εἴδωλα τοῦ Ἀδώνιδος μετὰ τῶν νομιζομένων ἐπὶ τὴν θάλασσαν κομίζειν. αἱ δὲ Συρακόσιαι ἐξελθοῦσαι τῶν οἴκων θαυμάζουσι τὸν ὄχλον καὶ ὅσα ἐν τῷ ὄχλῳ. διαγράφει δὲ ὁ Θεόκριτος ἐπιδημήσας ἐν Ἀλεξανδρείᾳ, χαριζόμενος τῇ βασιλίδι, τόν τε σκυλμὸν καὶ βιασμὸν τῶν ἀνδρῶν καὶ ᾄδουσάν τινα καὶ τὴν πολυτέλειαν τῆς Ἀρσινόης διʼ ᾠδῆς ἀπαγγέλλουσαν.
ἐνδοῖ: ἀντὶ τοῦ ἔνδον. ἔστι τοπικὸν ἐπίρρημα ὡς τὸ Μεγαροῖ, Πυθοῖ. ἀντιπίπτει δὲ τούτοις τὸ οἴκοι.
ἡ Γοργὼ δέ φησι πρὸς τὴν θεράπαιναν ὅτι «ἔνδον ἐστὶν ἡ Πραξινόα;» πρὸς ἣν ἡ δούλη «ὡς χρονία», λέγει, «Γοργὼ φίλη» ἀντὶ τοῦ ὡς διὰ χρόνου. εἶτα μικρὸν διαστήσασα ἐπάγει «ἐνδοῖ» ἀντὶ τοῦ ἔνδον.
ποτίκρανον: προσκεφαλίδα.
ἀλεμάτω: ἤγουν τῆς ἐπιπόνου. μόλις πρὸς ὑμᾶς ἐσώθην ἀπὸ τοῦ ὄχλου καὶ τῶν ἁρμάτων.
κρηπῖδες: πανταχοῦ κεκρηπιδωμένοι ἄνδρες· λέγει δὲ τοὺς ἐν τῇ πόλει στρατιώτας. ἡ δὲ ὁδὸς πολλή. ἑκαστέρω δὲ ἀντὶ τοῦ πορρωτέρω.
ταῦθʼ ὁ πάραρος: ἡ Πραξινόα ταῦτά φησι περὶ τοῦ ἰδίου ἀνδρός, ὅτι μακρὰν ἐμισθώσατο τὴν οἰκίαν. πάραρος δὲ ὁ παρηρμένος τὴν γνώμην.
πάραρος: ἀνάρμοστος, ὁ ἀχρήσιμος καὶ μάταιος ἐκ μεταφορᾶς τῶν παρηόρων ἵππων, οἵτινες οὐ τῷ ζυγῷ χρησιμεύουσιν.
ἰλεὸς δὲ ὁ φωλεὸς ἀπὸ τοῦ τὰ ἑρπετὰ ἐνειλεῖσθαι ἐν αὐτῷ.
φθονερὸν δὲ ἀντὶ τοῦ φιλόνεικον.
πρὸς τὸ τέκνον ταῦτα.
ἀπφῦν: οὕτως τὸν πατέρα καλοῦσιν, ἤδη δὲ ἀπὸ τούτου καὶ τὸν πρεσβύτην.
ἀπφῦς δὲ ὁ πατήρ, ἀφʼ οὗ οἱονεί τις πέφυκε· λέγεται ὑποκοριστικῶς.
ναὶ τὰν πότνιαν: ναὶ μὰ τὴν θεόν, ναὶ μὰ τὴν Κόρην. εὖ δὲ τὸ τὰς Συρακοσίας ταύτην ὀμνύναι· φασὶ γὰρ τὸν Δία τῇ Περσεφόνῃ τὴν Σικελίαν δωρήσασθαι.
ἀπφῦς μὰν τῆνος: ... ἡ Πραξινόα φησὶ τὸν ἄνδρα μεμφομένη. ὁ ἀπφῦς οὖν, φησίν, ὡς λόγῳ εἰπεῖν, τρισκαιδεκάπηχυς ὑπάρχων ἀνήρ, ὅτε ἠγόραζε πρώην ἐν τῇ πανηγύρει νίτρον καὶ φῦκος, ἅλας ἀγοράσας ἤνεγκεν ἡμῖν ὡς νίτρον αὐτῷ δεδωκότος τοῦ πωλοῦντος. διὸ ἐπισκώπτει αὐτοῦ τὸ μέγεθος καὶ τὴν ἄνοιαν.
ἀπὸ σκανᾶς: σκηνὴ λέγεται, παρόσον ἐν ταῖς πανηγύρεσι σκηνὰς ἐποίου οἱ πωλοῦντες.
χὡμός: ἡ Γοργὼ ἐπὶ τοῖς ὁμοίοις μεμφομένη τὸν οἰκεῖον ἄνδρα φησί· καὶ ὁ ἐμὸς ἀνὴρ Διοκλείδας ἑπτὰ δραχμῶν ἠγόρασε πέντε ποκάρια γεγηρακότων προβάτων.
οὐκ ἔρια, ἀλλʼ ἔργον ἐπʼ ἔργῳ διὰ τὸ δὶς αὐτὰ πλύνεσθαι. κυνάδας δὲ οἷον κύνεια, τραχέα.
ἀλλʼ ἴθι τὠμπέχονον: τὸ περιβόλαιον, τὸ ἱμάτιον.
καὶ τὰν περονατρίδα: τὸ πέπλον καὶ ἔνδυμα … ὅπερ πρῶτον ὑπεζώννυντο ὡς αἱ Μακεδονίτιδες. εἴρηται δὲ ἀπὸ τοῦ περονᾶσθαι καὶ τῆς ἐπωμίδος ἐπιλαμβάνεσθαι.
βᾶμες: ἐς τὰ πλούσια βασίλεια πορευθῶμεν τοῦ Πτολεμαίου.
ὧν εἶδες δὲ καὶ ὧν εἶπας ἀντὶ τοῦ· ἐξ ὧν εἶδες καὶ ἐξ ὧν ἐθεάσω, ἐκ τούτων διηγήσαιο ἂν τῷ μὴ θεασαμένῳ.
Εὐνόα, αἶρε τὸ νᾶμα: ἡ Πραξινόα φησὶ πρὸς τὴν δούλην ἐν ἤθει· ὦ Εὐνόα, ἄρασα τὸ νᾶμα ὡς καὶ πρώην ἐς μέσον αὐτὸ θές. θέλει δὲ εἰπεῖν· μὴ ἀμελῶς εἰς τὸ μέσον αὐτὸ θήσεις.
αἰνόθρυπτε: κενόδοξε, ἐπὶ κακοῖς.
ἅδʼ εἰς νᾶμα φέρει: ἀντὶ τοῦ· ἴδε εἰς ποῖον ἀγγεῖον τὸ νᾶμα φέρει.
ὁκοῖα θεοῖς: ἀντὶ τοῦ· εἴτε καλῶς εἴτε κακῶς.
κλὰξ ἡ κλεὶς Δωρικῶς.
τὸ καταπτυχές: τὸ δίπτυχον ἐμπερόνημα καὶ διπλοῦν. λέγοι δʼ ἂν τὴν διπλοΐδα, ἣν Ὅμηρός φησι «δίπλακα μαρμαρέην».
κατέβα τοι: ἀντὶ τοῦ· διὰ πόσου σοι ἀπὸ τοῦ ἱστοῦ καθῃρέθη οἷον ἐξυφάνθη;
ἀφʼ ἱστῶ: διὰ πόσης ἐξόδου κέκοπται ἀπὸ τοῦ ἱστοῦ;
καθαροῦ μνᾶν: πλέον ἠνάλωσα, φησίν, δυοῖν μνῶν καθαροῦ ἀργυρίου.
τοῦτό κα εἶπας: τοῦτο ἀληθὲς εἶπας, ὅτι κατὰ γνώμην μοι ἐξυφάνθη. εἶτα ἀντιστρέφει τὸν λόγον πρὸς τὴν θεράπαιναν.
καὶ τὰν θολίαν: καὶ τὸ σκιάδειον εὐκόσμως ἐπίθες. εἴρηται δὲ ἀπὸ τοῦ θόλῳ ἐοικέναι. οἱ δὲ Ἀττικοὶ τὸ σκιάδειον σκίρον καλοῦσι.
Μορμώ, δάκνει ἵππος: ἀπέστρεψε πάλιν τὸν λόγον πρὸς τὸ παιδίον τὸ κλαῖον.
Μορμώ: εἰς κατάπληξιν τοῦτο ἔταττον, ὅθεν καὶ τὰ προσωπεῖα μορμολύκεια ἔλεγον.
Μορμώ: Λάμια βασίλισσα Λαιστρυγόνων ἡ καὶ Γελλὼ λεγομένη δυστυχοῦσα περὶ τὰ ἑαυτῆς τέκνα ὡς ἀποθνήσκοντα ἤθελε καὶ τὰ λειπόμενα φονεύειν.
πολλά τοι ὦ Πτολεμαῖε: τὸν Φιλάδελφον λέγει.
τὸ δὲ ἐξ οὗ ἐν ἀθανάτοις ὁ τεκὼν ἀντὶ τοῦ· ἐξ οὗ ὁ πατήρ σου ἀπεθεώθη, ὁ Σωτὴρ Πτολεμαῖος, ὅς ἦν πατὴρ Φιλαδέλφου.
Αἰγυπτιστί: πρὸς τοῖς ἄλλοις σου καλοῖς ἔργοις καὶ τοῦτο. οὐκέτι γὰρ κακοῦργός τις λυμαίνεται τὸν παριόντα ἐξαπατήσας Αἰγυπτιστί· ἠπάτων γὰρ πολυπείρως παίζοντες κακὸν παίγνιον οἱ Αἰγύπτιοι.
Αἰγυπτιστί: παραλογισμοῖς Αἰγυπτιακοῖς. ἀπατηλοὶ γὰρ οἱ Αἰγύπτιοι, ὡς καὶ Αἰσχύλος φησί· «δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι.»
κεκροτημένοι: ἀντὶ τοῦ διερραπισμένοι, ἐθάδες πανούργων ἔργων. ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ κεκροτημένου χαλκοῦ.
καὶ Σοφοκλῆς «πάνσοφον κρότημα, Λαέρτου γόνος.»
ἀλλάλοις ὁμαλοί: εἰς μίαν συμβουλὴν ὄντες.
ἡδίστα Γοργώ: ἀντὶ τοῦ· ὦ γλυκεῖά μοι Γοργώ, τί ἄρα ἡμῖν ἔσται; εὐλαβοῦνται γὰρ θεασάμεναι τοὺς πολεμικοὺς ἵππους πομπεύοντας.
φίλε: τοῦτο πρός τινα τῶν ἐπιβεβηκότων τοῖς ἵπποις φησὶν ἐν τῷ πλήθει.
κυνοθαρσής: ἀναίσχυντος.
διαχρησεῖται τὸν ἄγοντα: διαφθερεῖ τὸν ἱπποκόμον ἢ τὸν ἡνίοχον.
τοὶ δʼ ἔβαν: οἱ δὲ ἵπποι κεχωρήκασιν εἰς ὃν ἔδει τόπον. τὸ δὲ καὐτὰ συναγείρομαι ἀντὶ τοῦ· ἀνακτῶμαι ἐμαυτὴν ἀπὸ τῆς ταραχῆς. ψυχρὸν δὲ ὄφιν λέγει τὸν ψυχροποιόν.
ἐξ αὐλᾶς, ὦ μᾶτερ: ἡ Γοργώ φησι πρὸς γραῦν τινα· λέγε ἡμῖν, ὦ μῆτερ, εὐμαρὲς εἰσελθεῖν; ἡ δέ φησι· πειράθητε καὶ εἰσελεύσεσθε εἰς τὴν τῶν βασιλείων αὐλήν.
ὦ μήτηρ: ἡ Γοργώ φησι πρός τινα πρεσβῦτιν ὡς ἐκ τῆς αὐλῆς καὶ τῶν βασιλείων ἐρχομένην· ἆρα ἔστιν ἡμῖν εὐκόλως εἰσελθεῖν; ἡ δέ φησι· πειράθητε καὶ εἰσελεύσεσθε· οἱ γὰρ Ἀχαιοὶ πειραθέντες εἰσῆλθον εἰς τὴν Ἴλιον.
χρησμὼς ἁ πρεσβῦτις: ἡ Γοργώ φησιν, ὅτι χρησμοὺς ἀποφοιβάσασα ἡ γραῦς ἀπῆλθεν.
πάντα γυναῖκες ἴσαντι: ἴσασι, ὅπως ὁ Ζεὺς τῇ Ἥρᾳ λάθρα συνῆλθεν. Ὅμηρος· «εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας». Ἀριστοκλῆς δὲ ἐν τῷ περὶ τῶν Ἑρμιόνης ἱερῶν ἰδιωτέρως ἱστορεῖ περὶ τοῦ Διὸς καὶ Ἥρας γάμου. τὸν γὰρ Δία μυθολογεῖται ἐπιβουλεύειν τῇ Ἥρᾳ μιγῆναι, ὅτε αὐτὴν ἴδοι χωρισθεῖσαν ἀπὸ τῶν ἄλλων θεῶν. βουλόμενος δὲ ἀφανὴς γενέσθαι καὶ μὴ ὀφθῆναι ὑπʼ αὐτῆς τὴν ὄψιν μεταβάλλει εἰς κόκκυγα καὶ καθέζεται εἰς ὄρος, ὃ πρῶτον μὲν Θόρναξ ἐκαλεῖτο, νῦν δὲ Κόκκυξ. τὸν δὲ Δία χειμῶνα δεινὸν ποιῆσαι τῇ ἡμέρᾳ ἐκείνῃ· τὴν δὲ Ἥραν πορευομένην μόνην ἀφικέσθαι πρὸς τὸ ὄρος καὶ καθέζεσθαι εἰς αὐτό, ὅπου νῦν ἐστιν ἱερὸν Ἥρας τελείας. τὸν δὲ κόκκυγα ἰδόντα καταπετασθῆναι καὶ καθεσθῆναι ἐπὶ τὰ γόνατα αὐτῆς πεφρικότα καὶ ῥιγῶντα ὑπὸ τοῦ χειμῶνος. τὴν δὲ Ἥραν ἰδοῦσαν αὐτὸν οἰκτεῖραι καὶ περιβαλεῖν τῇ ἀμπεχόνῃ. τὸν δὲ Δία εὐθέως μεταβαλεῖν τὴν ὄψιν καὶ ἐπιλαβέσθαι τῆς Ἥρας. τῆς δὲ τὴν μίξιν παραιτουμένης διὰ τὴν μητέρα, αὐτὸν ὑποσχέσθαι γυναῖκα αὐτὴν ποιήσασθαι. καὶ παρʼ Ἀργείοις δέ, οἳ μέγιστα τῶν Ἑλλήνων τιμῶσι τὴν θεόν, τὸ ἄγαλμα τῆς Ἥρας ἐν τῷ ναῷ καθήμενον ἐν θρόνῳ τῇ χειρὶ ἔχει σκῆπτρον, καὶ ἐπʼ αὐτῷ τῷ σκήπτρῳ κόκκυξ.
Εὐτυχίδος: εἰκὸς τὴν Εὐτυχίδα Γοργοῦς εἶναι θεράπαιναν.
ἀπρὶξ ἔχε: ἀντὶ τοῦ ἐμπεφυκότως, ὥστε μὴ διαπρῖσαι τὴν συμφυΐαν.
κεἰς ὥρας: ἀντὶ τοῦ· καὶ εἰσαεὶ ἐν καλῷ εἴης περιστέλλων καὶ τημελούμενος ἡμῶν.
ἄγʼ, ὦ δειλαία, βιάζου καὶ σὺ καὶ ὤθει, ὥστε σε εἰσελθεῖν. ἔπειτα εἰσελθούσης αὐτῆς φησι· κάλλιστʼ, ἐνδοῖ πᾶσαι.
ὁ τὰν νυὸν εἶπʼ ἀποκλάξας: ὡς παροιμίας οὔσης. ἀποκλείσας τὴν νύμφην τις «καλῶς τά γε ἔνδον ἡμῖν ἔχει» φησί· διὸ καὶ ἡ Γοργὼ οὕτως ἐπεφώνησεν.
θεῶν περονάματα: ἢ ἔργα θεῶν ἢ φορεῖσθαι ὑπὸ θεῶν ἄξια.
ἔριθοι: ἢ ὑπουργοὶ ἢ ἐριουργοί.
ὡς ἔτυμʼ ἑστάκαντι: ἀντὶ τοῦ· ὡς ζῶντά εἰσι καὶ οὐχ ὡς ἐνυφαντά.
ὁ τριφίλατος: ὁ πολυφίλητος ὡς καὶ παρʼ Ὁμήρῳ «ἀσπασίη τρίλλιστος». ἢ ὅτι ὑπὸ τριῶν ἐφιλήθη· Διός, Ἀφροδίτης καὶ Περσεφόνης.
κἠν Ἀχέροντι: ἐν ἅδῃ·
παύσασθʼ ὦ δύστανοι: παύσασθε, φησίν, ὦ ἐπίπονοι, ἄπειρα λαλοῦσαι. τοῦτο δέ φησί τις παρεπόμενος καὶ ἀγανακτῶν ἐπὶ τῇ ἄγαν αὐτῶν ἀδολεσχίᾳ. διὸ καὶ ἐπιτιμᾷ αὐταῖς ὡς τὰ κατὰ μέρος τῶν εἰκόνων ἀνερευνώσαις. εἶτα πρὸς ἑαυτὸν ἐπιστρέφων· τρυγόνες διαφθεροῦσι Δωρίζουσαι πάντα. τὸ γὰρ πλατυάσδοισαι τοιοῦτόν ἐστιν, ὅτι πλατυστομοῦσιν οἱ Δωριεῖς τὸ α πλεονάζοντες· ἐκκναισεῦντι δὲ ἀντὶ τοῦ διαφθεροῦσιν.
μᾶ: ἀγανάκτησις Συρακουσίων τὸ μᾶ.
πασάμενος: κτησάμενος δούλους.
Κορίνθιαι εἰμές: Κορινθίων γὰρ ἄποικοί εἰσιν οἱ Συρακόσιοι· Κορίνθιος δὲ καὶ ὁ Βελλεροφόντης.
Πελοποννασιστί: τὴν γὰρ Πελοπόννησον ᾤκισαν οἱ Δωριεῖς οἱ σὺν Ἡρακλείδαις.
μὴ φυῆ, Μελιτῶδες: ἀντὶ τοῦ· μηδεὶς γένοιτο, ὦ Περσεφόνη, ἄλλος ἡμῶν κύριος. Μελιτώδη δὲ τὴν Περσεφόνην φησὶ κατʼ ἀντίφρασιν ὡς καὶ Κόρην ἢ διὰ τὸ τὰς ἱερείας αὐτῆς καὶ τῆς Δήμητρος μελίσσας λέγεσθαι.
Μελιτῶδες: ὦ Περσεφόνη. κατὰ ἀντίφρασιν· πολλὰ γὰρ τὰ ἐν Ἅιδῃ πικρά. διὰ μέσου ἐπιφώνημα.
κενεὰν ἀπομάξῃς: μή μοι κενὸν τὸ μέτρον ἀποψήσῃς.
ἡ τῆς Ἀργείας θυγάτηρ: ἄδηλον, τίς ἡ ποιήτρια αὕτη· ἔνιοι δὲ Ἀργείας αὐτήν φασιν εἶναι θυγατέρα ὁμώνυμον τῇ μητρί, εἶναι δʼ ἐκείνην Σικυωνίαν.
δέσποινʼ ἃ Γολγώς: πόλις Κύπρου ὠνομασμένη ἀπὸ Γολγοῦ τοῦ Ἀδώνιδος καὶ Ἀφροδίτης. Ἰδάλιον δὲ πόλις Κύπρου. Ἔρυξ δὲ πόλις Σικελίας ἀπὸ Ἔρυκος τοῦ Βούτου καὶ Ἀφροδίτης. τὸ δὲ χρυσῷ παίζουσʼ Ἀφροδίτα τοιοῦτον ἴσως ἐστίν, ὅτι οἱ ἐρῶντες χρυσῷ πείθουσι τὸ ἐρώμενον.
μηνὶ δυωδεκάτῳ: τινὲς διʼ ἑξαμήνου φασὶν ἀνέρχεσθαι τὸν Ἄδωνιν.
μαλακαί: μαλακούς φησιν ἔχειν πόδας τὰς Ὥρας, ἐπεὶ τὸ ἔαρ μαλακόν.
τὴν γὰρ μητέρα Βερενίκην καὶ τὸν πατέρα Πτολεμαῖον ἀπεθέωσεν. Βερενίκην δὲ λέγει τὴν τοῦ Σωτῆρος γυναῖκα, μητέρα δὲ τοῦ Φιλαδέλφου καὶ Ἀρσινόης.
τὶν δὲ χαριζομένα: σοί, φησίν, ἀντιχαριζομένη ἡ τῆς Βερενίκης θυγάτηρ Ἀρσινόη, ἀνθʼ ὧν ἀθάνατον ἐποίησας τὴν μητέρα.
ἀτιτάλλει: ἐπεὶ τὴν πρόβασιν εἰς αὔξησιν ποιεῖ.
ἀτιτάλλω ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ταλάσσω τὸ κοπιῶ. σημαίνει δὲ τὸ ἀναπαύω καὶ μὴ διὰ κόπου ταλαίνω. ἢ ἀπὸ τοῦ ᾄττω τὸ ὁρμῶ καὶ τοῦ ἅλλω τὸ πηδῶ, καὶ σημαίνει τὸ αὐξάνω.
ὅσα δρυός: πάντα, φησί, τὰ ἀκρόδρυα παρατίθεται τῷ Ἀδώνιδι ἀπὸ παντοίας ἰδέας ὀπωρῶν. εἰώθασι γὰρ ἐν τοῖς Ἀδωνίοις πυροὺς καὶ κριθὰς σπείρειν ἔν τισιν ὀστρακίοις καὶ τοὺς φυτευθέντας κήπους Ἀδωνείους προσαγορεύειν.
χρύσειʼ ἀλάβαστρα: ἀλάβαστρα σκεύη μύρων δεκτικά, πλαθάναι δέ, ἐν οἷς διαπλάττουσι τοὺς ἄρτους.
τὸ δὲ ἄνθεα τὰ ἐπιπάσματα τῶν ἄρτων· λέγοι δʼ ἂν τὰ σήσαμα.
ὅσσα τʼ ἀπὸ γλυκερῶ: ἀντὶ τοῦ πλακοῦντες διάφοροι.
χλωραὶ δὲ σκιάδες: σκιάδες καὶ καλύβαι ἀνήθων αὐτῷ τῷ καρπῷ καταβριθόμεναι γεγόνασιν.
οἱ δέ τε κῶροι: τὰς καλύβας, φησίν, ὑπερπέτονται οἱ Ἔρωτες ὡς οἱ νεοσσοὶ τῶν ἀηδόνων.
ὦ ἔβενος: τὴν λοιπὴν κόσμησιν τὴν βασιλικὴν θαυμάζει.
αἰετοί: ὡς πεποικιλμένων ἀετῶν ἐλεφαντίνων καὶ βασταζόντων τὸν Γανυμήδην.
πορφύρεοι δὲ τάπητες: ὡς μαλακῶν ταπήτων ὑπεστρωμένων τῇ κλίνῃ τῆς Ἀφροδίτης· οὕς φησιν ὑπὸ τῆς Μιλήτου καὶ Σάμου ῥηθήσεσθαι μαλακωτέρους ὕπνου διὰ τὸ παρʼ αὐτοῖς εἰς κάλλος τὰ στρώματα γίνεσθαι.
ἁ Μίλατος: τὰ Μιλήσια καὶ Σάμια ἔρια. τὴν δὲ κατὰ ἀναστρεπτέον· ἔστι γὰρ «κατὰ τὴν Σάμον βόσκων». ἢ οἷον καταβοσκόμενος καὶ κατανεμόμενος.
τὸν ἄνδρα γαμβρὸν λέγει ὡς οἱ Αἰολεῖς.
τὸ φίλημʼ ἔτι: τὸ τοῦ Ἀδώνιδος δηλαδή. οὐδέπω γὰρ κέκαρται τὰ γένεια, ὡς κεντῶσιν, ἀλλʼ ἔτι χνοάζει.
ἅμα δρόσῳ: ἀντὶ τοῦ ἅμα ἡμέρᾳ· τότε γὰρ πίπτει ἡ δρόσος ἐν τῇ γῇ.
οἰσεῦμες: ἐπὶ γὰρ τὴν θάλασσαν ἐκφέροντες τὸν Ἄδωνιν ἔρριπτον ἐπʼ αὐτήν.
βαρυμάνιος: βαρείας μανίας ἀναδεδεγμένος διὰ τὸ μὴ τυχεῖν τῶν ὅπλων.
εἴκατι: εἴκοσι παίδων. τῷ ἀρτίῳ ἀριθμῷ ἀποκέχρηται ὡς καὶ Σιμωνίδης. Ὅμηρος ἐννεακαίδεκα λέγει.
Δευκαλίωνες δὲ ἀντὶ τοῦ Δευκαλίδαι ἀπὸ Δευκαλίωνος, Θεσσαλοί· τούτων γὰρ ἐβασίλευσεν ὁ Δευκαλίων. ἢ οἱ Λοκροί· Δευκαλίων γὰρ ἐν Κύνῳ τῆς Λοκρίδος ᾤκησεν.
καὶ οἱ Πελασγοὶ οἱ τοῦ Ἄργους ἄκροι, τουτέστιν οἱ ἐξοχώτατοι.
ἵλαθι: ἀντὶ τοῦ ἱλάσθητι κατὰ ἀποκοπήν, Δωρικῶς.
καὶ ἐς νέω: ἀντὶ τοῦ ἐς νέωτα, τουτέστιν εἰς ὥρας, εἰς νέον ἔτος.
ἐς νέωτʼ: ἀντὶ τοῦ εἰς τὸ μέλλον.
ἡ Γοργὼ τὴν θήλειαν ἤγουν τὴν γυναῖκα.
καὶ ἐς οἶκον: λείπει τὸ πορεύεσθαι.
ἀνάριστος: ἤτοι ἄσιτος.
χὡνὴρ ὄξος ἄγαν: ἀντὶ τοῦ ὀξύθυμος καὶ ἀκρόχολος.
ἀφίκευ: ὑπόστρεψον.
καὶ ὑποστρέψας εὑρήσεις ἡμᾶς χαίροντας.
Ἔπαινος Πτολεμαίου
Τοῦτο τὸ εἰδύλλιον εἰς Πτολεμαῖον τὸν Φιλάδελφον γέγραπται· ὁ δὲ Φιλάδελφος Πτολεμαῖος Πτολεμαίου τοῦ Λάγου καὶ Βερενίκης ἦν παῖς. διὸ καὶ ἁμαρτάνει ὁ Μουνάτιος εἰς τοὺς χρόνους τοῦ Θεοκρίτου ἀναβιβάζων τὸν Φιλοπάτορα τοσούτου χρόνου μαχόμενος διαστήματι.
τριῶν ὄντων τῶν Πτολεμαίων, πρώτου μὲν τοῦ Λάγου Πτολεμαίου, δευτέρου τοῦ Σωτῆρος, τρίτου τοῦ Φιλαδέλφου, περὶ τοῦ τρίτου ὁ λόγος.
ἐκ Διὸς ἀρχώμεσθα: Ἀρατείᾳ κέχρηται εἰσβολῇ.
ἐκ τοῦ Ὀρφέως τὸ προοίμιον.
πᾶν, φησί, ποίημα ὅταν γράφωμεν, ὑμνοῦμεν τὸν Δία ἐν πρώτοις καὶ πυμάτοις καὶ μέσοις· καὶ Πτολεμαίου οὖν μνησθῶμεν ἐν ἀρχῇ καὶ ἐν μέσῳ καὶ ἐν τέλει τοῦ ποιήματος.
οἱ γὰρ ὕμνοι καὶ θεῶν γέρας εἰσίν.
Ἴδαν ἐς πολύδενδρον: ὥσπερ εἰς τὴν Ἴδην τὴν πολύδενδρον ὑλοτόμος ἐλθὼν ἔργου πολλοῦ προκειμένου σκοπεῖ πόθεν ἄρξεται, οὕτω δὴ κἀγὼ ἀπορῶ, πόθεν πρὸς ὕμνον εἰσβάλλω. ἴδας δέ φασι πάντα τὰ ὑψηλὰ ὄρη ἀπὸ τοῦ ἀπʼ αὐτῶν δύνασθαι ἰδεῖν πάντα.
ἐκ τούτου ὁ θεολόγος ἔλαβε τὴν εἰκόνα. θέλων γὰρ συγκρῖναι ἀρετὴν ἀρετῇ καὶ δεῖξαί τινα τῶν ἄλλων κρείττονα ἐν τῷ περὶ φιλοπτωχίας λόγῳ ἀδυνατεῖ λέγων ὡς, καθάπερ ἀνήρ τις εἰσελθὼν εἰς λειμῶνα ἀμηχανεῖ ποίου ἐφάψηται, οὕτω κἀγὼ ποίαν κρῖναι μείζονα ἀπορῶ.
Λαγίδας Πτολεμαῖος: τὸν τοῦ Λάγου Πτολεμαῖόν φησιν, ὃς ἦν πατὴρ τοῦ Φιλαδέλφου.
Λαγίδας: ὁ υἱὸς τοῦ Λάγου ἤγουν ὁ Σωτήρ. σημείωσαι, ὡς τὰ εἰς ος ἔχοντα τὴν εὐθεῖαν διὰ τοῦ ιδης ἔχουσι τὸ πατρωνυμικὸν ὡς Λᾶγος Λαγίδης.
ὅκα φρεσίν: ἀντὶ τοῦ· ὅταν βουλεύσηται.
τῆνον: τὸν Σωτῆρά φησι Πτολεμαῖον τὸν Λάγου, καθὸ ἐξεθεώθη ὑπὸ τοῦ υἱοῦ.
χαίρων υἱωνῶν: χαίρων ὁ Ἡρακλῆς ἐπὶ τοῖς τῶν ἐκγόνων υἱοῖς καὶ ἀπογόνοις ἀπαθανατισθεῖσιν. ἀποτείνει δὲ τὸν λόγον εἴς τε τὸν μέγαν Ἀλέξανδρον καὶ εἰς τὸν Πτολεμαῖον· ἀμφότεροι γὰρ ἦσαν ἀφʼ Ἡρακλέους.
θεοὶ νέποδες: οἷον μηκέτι ζῶντες μηδὲ κινεῖν πόδα δυνάμενοι θεοὶ νέποδες ὠνομάσθησαν.
τὸ δὲ ἄμφω ἀντὶ τοῦ τοῖς δυσί, τῷ Πτολεμαίῳ καὶ τῷ Ἀλεξάνδρῳ.
ἀνάλυσις τὸ σχῆμα κατὰ φιλοσόφους· ἀνάλυσις δέ ἐστιν ἀντεστραμμένη ἀπόδειξις τουτέστιν ἀνάπαλιν λύσις.
τῷ καὶ ἐπεὶ δαίτηθεν: τὸν Ἡρακλέα φησίν, ὃν ἐκ τῆς τῶν θεῶν εὐωχίας καθίστησιν εἰς τὸν εὔδιον τόπον Ἀλέξανδρος καὶ Πτολεμαῖος.
ὑπωλένιόν τε: τὴν ὑπὸ τὴν μασχάλην οὖσαν.
κεχαραγμένον ὄζοις: τετραχυσμένον ὑπὸ τῶν κλάδων.
γενειήταν: πωγωνίαν.
οἵα δʼ ἐν πινυταῖσι: Βερενίκην λέγει τὴν Μάγα μὲν θυγατέρα, γυναῖκα δὲ Πτολεμαίου τοῦ Σωτῆρος. αὕτη ἐν ταῖς σώφροσι γυναιξὶν εὔδηλος ἦν.
τᾷ μὲν Κύπρον ἔχοισα: ἡ Ἀφροδίτη, φησίν, αὐτῆς εἰς τὸν κόλπον ἀπεμάξατο τὰς χεῖρας, τουτέστιν ἐπαφρόδιτον ἐποίησεν αὐτήν· διὸ καὶ ἠγαπᾶτο ὑπὸ τοῦ ἀνδρός.
ἐπιτρέπει οἶκον ἅπαντα: ζῶν γὰρ ἔτι ὁ Σωτὴρ ἐκοινοποίησε τῷ Φιλαδέλφῳ τὴν βασιλείαν.
τέκνα δʼ οὔποτʼ ἐοικότα πατρί: γνωστὰ τὰ τέκνα ὅτι νόθα.
μεμέλητο: ἀντὶ τοῦ· ἐν ἐπιμελείᾳ καὶ φροντίδι ἦν.
ἑὰς δʼ ἀπεδάσσαο τιμάς: ἀπεμερίσω, τὰς σαυτῆς τιμὰς ἀπένειμας αὐτῇ.
κούφας δὲ διδοῖ: κουφίζει ἡ Βερενίκη τῶν σφοδρῶν ἐρώτων. τοῦτο δὲ ποιεῖ, φησίν, ἐπεὶ ἡ Ἀφροδίτη ἀπαθανατίσασα αὐτὴν τῶν δυνάμεων καὶ τιμῶν ἐκοινοποίησεν αὐτῇ.
Ἀργείαν εἶπε τὴν τοῦ Διομήδους μητέρα Δηϊπύλην, καθὰ ἐξ Ἄργους ἦν, Ἀδράστου θυγάτηρ. ἦν δὲ καὶ ἄλλη ὀνοματικῶς Ἀργεία λεγομένη.
Καλυδώνιον δέ φησι τὸν Διομήδην, ὅτι Τυδεὺς ἦν ἐκεῖθεν.
βρέφος νεογιλόν: ὅτι ὁ Φιλάδελφος ἐν Κῷ τῇ νήσῳ ἐγεννήθη ὑπὸ Βερενίκης.
ἐβώσατο: ἐπεκαλέσατο.
βεβαρυμένα: ἡ γὰρ Βερενίκη ἐστὶ θυγάτηρ Ἀντιγόνης τῆς Κασσάνδρου τοῦ Ἀντιπάτρου ἀδελφοῦ.
ὀλόλυξεν: μετʼ εὐχῆς ἐβόησεν.
ὡς τοῦ Φιλαδέλφου ἐσπουδακότος περὶ τὴν ἐν τῷ Τριοπίῳ τῶν Δωριέων σύνοδον καὶ τὴν αὐτόθι δρωμένην πανήγυριν καὶ τὸν ἀγῶνα τὸν ἀγόμενον Ποσειδῶνι καὶ Νύμφαις.
ἐν δὲ μιᾷ τιμῇ Τρίοπον: Τρίοψ βασιλεὺς τῆς Κῶ, ἀφʼ οὗ ἀκρωτήριον ὠνόμασται τῆς Κνίδου.
τρίοπτον: περίβλεπτον.
ἶσον Δωριέεσσι: ἡ τῶν Δωριέων πεντάπολις Λίνδος Ἰάλυσος Κάμιρος Κῶς Κνίδος. ἄγεται δὲ κοινῇ ὑπὸ τῶν Δωριέων ἀγὼν ἐν Τριοπίῳ Νύμφαις Ποσειδῶνι Ἀπόλλωνι. καλεῖται δὲ Δώριος ὁ ἀγών, ὡς Ἀριστείδης φησίν. Τριόπιον δὲ ἀπὸ Τρίοπος τοῦ Ἄβαντος, ὡς ἐν τοῖς περὶ Κνιδίας Ἰάσων φησίν.
καὶ Ῥήναιαν: Ῥήναια νῆσος παρακειμένη τῇ Δήλῳ, ἣν καὶ Δῆλόν φασι. τὴν δὲ Ῥήναιαν προσῆψε τῇ Δήλῳ Πολυκράτης ὁ Σαμίων βασιλεύς.
χθαμαλὰ Αἴγυπτος: διὰ τὸ τρίγωνον· γύροθεν γὰρ βουνοῖς περιέχεται.
ἔργα δαέντων: ἐπιστημόνων εἰς τὸ ἐργάζεσθαι πᾶν ἔργον, ἤτοι ἐργατῶν.
ὁμοῦ πᾶσαι αἱ πόλεις τρισμύριαι τρισχίλιαι τριακόσιαι τριάκοντα τρεῖς.
τρεῖς μέν οἱ πολίων ἑκατοντάδες, τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι: δοιαὶ τριάδες—ἑξήκοντα, ἑνδεκάδες τρεῖς—ἐνενήκοντα τρεῖς· ὁμοῦ πᾶσαι τρισμύριαι τρισχίλιαι τριακόσιαι ἐνενήκοντα τρεῖς.
φιλοπτολέμοισί τε Καρσί: ὅτι μισθοφόροι ἦσαν διηνεκῶς. ἐξ οὗ παροιμία «τὸν ἐν Καρί τι ἀποφερόμενον» παρʼ Ἀριστείδῃ ἐπὶ τῶν ἄνευ δεινοῦ λαμβανόντων τινά.
τόσσον: ἤγουν πολὺ καὶ ἄπειρον.
ἐς ἀφνεὸν ἔρχεται οἶκον: ἤγουν εἰς τὸ βεστιάριον.
λαοὶ δʼ ἔργα: οἱ δὲ ὄχλοι περὶ τὰ ἔργα ἡσύχιοι γίνονται διὰ τὸ εἶναι ἐν εἰρήνῃ.
πολυκήτεα: πολλὰ θηρία ἔχοντα.
Νεῖλον ἐπεμβάς: περὶ τῆς τοῦ Νείλου κλήσεως ἐν ἑνί που τῶν ὑπομνημάτων φασὶν εἰρηκέναι τινάς, Μιλησίους κτίσαντας τὴν Ναύκρατιν προσαγορεῦσαι τὸν κατʼ Αἴγυπτον ποταμὸν Νεῖλον ἀπὸ τοῦ κτιστοῦ Νείλεω θεμένους τὴν προσηγορίαν.
κτεατίζεται: καρποῦται ἀφόβως τὰ ἑαυτοῦ.
οὐ μάν: οὐ μὴν ἄχρηστός ἐστιν αὐτῷ ὁ χρυσὸς σεσωρευμένος, καθάπερ ἐπὶ τῶν ἀεὶ μογούντων μυρμήκων. ἐκεῖνοι γὰρ ἀεὶ σωρεύουσιν ὡς ἐλλείψοντος αὐτοῖς· ὃ δʼ ἀντιδίδωσι πᾶσι. περὶ δὲ τῶν μυρμήκων τῶν μεταλλευόντων χρυσὸν ἐν Ἰνδικοῖς πολλοὶ ἱστορήκασιν.
σὺν ἄλλοισιν γεράεσσι: σὺν τοῖς ἄλλοις δώροις.
ἀέρι πᾳ κέκρυπται: ἐν σκότει κεκάλυπται.
μοῦνος δὲ προτέρων: οὗτος δὲ μόνος τῶν ἔκπαλαι θανόντων καὶ πρὸ μικροῦ τῇ μητρὶ καὶ τῷ πατρὶ ναοὺς ἔκτισεν.
μοῦνος ὅδε προτέρων: οὗτος μόνος τῶν προτέρων καὶ τῶν ἑαυτοῦ πάντων προγόνων.
ἔτι θερμά: ἔτι θερμὴ ἡ σποδός.
ναούς: ὅτι πολλοὺς ναοὺς ἱδρύσατο. Κελίκιος δὲ ἐν τῷ περὶ Νέστορός φησιν οὕτως· «ᾠκοδόμησε δὲ καὶ τῶν γονέων ἀμφοτέρων παμμεγέθη ναὸν καὶ ταῖς ἀδελφαῖς Ἀρσινόῃ καὶ Φιλωτέρᾳ … ».
ἐν δʼ αὐτούς: τοὺς γονεῖς.
αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος: Πτολεμαίῳ τῷ Φιλαδέλφῳ συνῴκει πρότερον Ἀρσινόη ἡ Λυσιμάχου, ἀφʼ ἧς καὶ τοὺς παῖδας ἐγέννησε, Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Βερενίκην. ἐπιβουλεύουσαν δὲ ταύτην εὑρὼν καὶ σὺν αὐτῇ Ἀμύνταν καὶ Χρύσιππον τὸν Ῥόδιον ἰατρόν, τούτους μὲν ἀνεῖλεν, αὐτὴν δὲ ἐξέπεμψεν εἰς Κοπτὸν τῆς Θηβαΐδος καὶ τὴν οἰκείαν ἀδελφὴν Ἀρσινόην ἔγημε καὶ εἰσεποιήσατο αὐτῇ τοὺς ἐκ τῆς προτέρας Ἀρσινόης γενηθέντας αὐτῷ παῖδας· αὐτὴ γὰρ ἡ Φιλάδελφος ἄτεκνος ἀπέθανεν.
ὧδε καὶ ἀθανάτων: φέρει σύγκρισιν ἀπὸ τοῦ μείζονος, ὅτι οὐδὲν θαυμαστόν, εἰ εἶχε τὸν ἀδελφὸν αὐτῆς ἄνδρα, ἐπεὶ καὶ ἡ Ῥέα ἔτεκε τὴν Ἥραν καὶ τὸν Δία καὶ συνήφθησαν ἀλλήλοις.
Χάριτες
Τοῦτο τὸ εἰδύλλιον γέγραπται εἰς Ἱέρωνα τὸν Ἱεροκλέους τὸν ἔσχατον Σικελίας τύραννον· κατέσχε δὲ τὴν ἀρχὴν στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῶν πολιτῶν καὶ φθείρας τὰς τῶν πολεμίων δυνάμεις, ὥστε τύραννον αὐτὸν ἀναγορευθῆναι. μηδὲν οὖν εἰληφὼς παρὰ τοῦ Ἱέρωνος ὁ Θεόκριτος διὰ τοῦτο τὸ εἰδύλλιον πεποίηκε καὶ Χάριτας αὐτὸ ὑπέγραψεν, ἐν ᾧ καὶ τὰ τοῦ Σιμωνίδου ἐμφαίνει κιβώτια. λέγουσι γὰρ ἐκεῖνον ἔχειν δύο κιβώτια, τὸ μὲν τῶν χαρίτων, τὸ δὲ τῶν διδόντων. ὅτε οὖν τις πρὸς αὐτὸν παρεγένετο χάριν αἰτούμενος, ἐκέλευε φέρειν τὰ κιβώτια καὶ δεικνύειν αὐτὰ ἀνεῴξαντα. εὑρίσκετο οὖν τὸ μὲν τῶν χαρίτων κενόν, τὸ δὲ τῶν διδόντων πλῆρες· καὶ οὕτως ὁ τὴν δωρεὰν αἰτούμενος ἀνεκόπτετο.
ἡμετέρας χάριτας: τὰ οἰκεῖα ποιήματα.
τὸ σκύζειν κυρίως ἐπὶ τοῦ λέοντος, ὅταν τὸ ἐπισκύνιον χαλάσῃ ὀργιζόμενος. λέγεται δὲ ἡ τῶν ὀφρύων κάθεσις ἐπισκύνιον, ὅτι τοῦτο ποιεῖ ὁ λέων, ὅταν κυσὶ κυκλωθῇ καὶ μέλλῃ πολεμεῖν αὐτοῖς.
τωθάζοισαι: λοιδοροῦσαι.
ἀλιθίαν δὲ ἀντὶ τοῦ ματαίαν ὁδόν.
ἀλιθίαν ὁδὸν ἦνθον: ἤγουν ματαίαν ὁδὸν καὶ πεπλανημένην ἀπὸ τοῦ ἀλῶ τὸ πλανῶ.
ἐπὶ πυθμένι χηλοῦ: ἐν τῷ πυθμένι τοῦ κενοῦ μένουσι κιβωτίου, ὅπου αὐτῶν ἐστιν ἡ συνήθης καθέδρα, ἐγκαλυψάμεναι τὴν κεφαλήν, ψυχροῖς δὲ γόνασιν, ὅταν ἄπρακτοι γένωνται.
τοιόσδε: οἷοι ἦσαν οἱ παλαιοί.
ἀπωτέρω ἦ γόνυ κνήμας: πορρωτέρω τὸ γόνυ τῆς κνήμης. παροιμία ἐστίν. τέθειται δὲ αὕτη ἐπὶ τῶν ἀγαπώντων ἑαυτοὺς καὶ λεγόντων προτιμοτέρους εἶναι τῶν ξένων· οἱ γὰρ πορρωτέρω οὐδὲν πρὸς ἡμᾶς εἰσιν. ἐνήλλακται δὲ ἡ παροιμία. ἔδει γὰρ οὕτως εἰπεῖν· πορρωτέρω κνήμη γόνυος. εἰ δὲ λεχθήσεται χωρὶς ὑποδιαστολῆς, οὐκ ἐνήλλακται.
κλαίων: εἰώθασι γάρ πως αἱ τῆς περιχαρείας ὑπερβολαὶ πρὸς τὴν τῶν λεγομένων πίστιν ὀκνεῖν.
πολλοὶ ἐν Ἀντιόχοιο δόμοις: ἀντὶ τοῦ ἄγαν πλούσιοι, ὥστε πολλοῖς παρέχειν τὴν τροφήν. ἀλλʼ οὐδὲν ἤνυσεν ὁ πλοῦτος αὐτῶν πρὸς τὴν νῦν δόξαν, εἰ μὴ ὑπὸ Σιμωνίδου ὑμνήθησαν. τὰ δὲ περὶ Ἀλεύαν τὸν Σίμου πάντα ἀνείλεκται Εὐφορίων ὁ δὲ Ἀντίοχος Ἐχεκρατίδου καὶ Δυσήριδος υἱὸς ἦν, ὥς φησι Σιμωνίδης.
πενέσται: Θεόπομπός φησι τοὺς δουλεύοντας· τῶν ἐλευθέρων πενέστας καλεῖσθαι παρὰ Θεσσαλοῖς ὡς παρὰ Λακεδαιμονίοις εἵλωτας.
πολλοὶ δὲ Σκοπάδαισι: πολλοὺς δὲ μόσχους ἔσχον καὶ οἱ Σκοπάδαι, τουτέστι πολλὰς ἀγέλας. ἐκ δὲ τούτου πολὺν πλοῦτον δηλοῖ. οἱ δὲ Σκοπάδαι Κραννώνιοι τὸ γένος· Κραννὼν δὲ πόλις Θεσσαλίας, ὅθεν Σκόπας ὁ Κραννώνιος Κρέοντος καὶ Ἐχεκρατείας υἱός. καὶ Σιμωνίδης ἐν Θρήνοις. Σκοπάδαι οὖν οἱ Θεσσαλοί, Κρεώνδας δὲ ὁ Σκόπας.
ὁ Κήϊος: τὸν Σιμωνίδην φησί, παρόσον αὐτὸς τοῖς προειρημένοις ἐνδόξοις ἀνδράσι τῶν Θεσσαλῶν ἐπινικίους ἔγραψε καὶ θρήνους.
Λυκίων: σύμμαχοι τῶν Τρώων οἱ Λύκιοι.
Κύκνον ἔγνω: Κύκνον φησὶ τὸν Ποσειδῶνος καὶ Καλύκης, τὸν ἀνῃρημένον ὑπὸ Ἀχιλλέως. λευκὸς γὰρ ἦν τὴν χροιὰν ἐκ γενετῆς, ὥς φησιν Ἑλλάνικος. διὸ καὶ θῆλυν αὐτὸν εἶπεν ὁ Θεόκριτος Ἡσίοδος δὲ τὴν κεφαλὴν ἔχειν αὐτόν φησι λευκήν· διὸ καὶ ταύτης τῆς κλήσεως ἔτυχεν.
παρελθεῖν: ἀπατῆσαι καὶ ἀφελεῖν τι.
αἱ ὧραι ποιοῦσι τὰς ἡμέρας, αἱ ἡμέραι τὰς ἑβδομάδας, αἱ ἑβδομάδες τοὺς μῆνας καὶ οἱ μῆνες τοὺς χρόνους.
οὔπω μῆνας ἄγων: οὔπω, φησίν, ὁ πᾶς διῆλθεν αἰών· ἔτι ἔσονται πολλοὶ νικηφόροι ποιητῶν χρείαν ἔχοντες. ἐκ γὰρ τῶν ἵππων καὶ τῶν τροχῶν τοὺς ἱερονίκας δηλοῖ ἢ τροχὸν ἅρματος τὸν τοῦ ἡλίου λέγει, ἀντὶ τοῦ· πολλαὶ ἔσονται μεταβολαί.
ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι: τοὺς Καρχηδονίαν οἰκοῦντάς φησι Φοίνικας. οὗτοι γὰρ συνεχῶς ἐπεστράτευσαν Συρακουσίοις, ὡς λέγεται καὶ παρὰ Πινδάρῳ. οἱ δὲ Φοίνικες οὗτοι ἄποικοι Τυρίων.
ὑπʼ ἠελίῳ δύνοντι: εὑρίσκονται γὰρ καὶ ὑφʼ ἡλίῳ ἀνατέλλοντι· οὗτοι δέ εἰσιν ἄποικοι τῆς Φοινίκης τῆς ἀνατολικῆς. Διδὼ γάρ τις ἔχουσα ἄνδρα Χετταῖον ὀνόματι καὶ ἐρασθεῖσά τινος Πυγμαλίωνος, τῇ συνεργείᾳ ταύτης πεφόνευται ὁ Χετταῖος, καὶ διὰ τοῦτο φυγοῦσα ἐκ τῆς Φοινίκης τὴν Λιβύην κατέλαβε. κἀκεῖσε Ἰάρβας ὁ βασιλεὺς τῆς Λιβύης μὴ δεχόμενος ταύτην τὸ πρῶτον, ὕστερον πλανηθεὶς τόπον ὅσον περιέχει δέρας βοὸς ταύτῃ δέδωκε. καὶ οὕτως ἐκείνη τὴν νῦν Τούνισαν λεγομένην Φοινίκην ἔκτισεν ἀπὸ ταύτης· λαβοῦσαν τὸ ὄνομα.
οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν: οἰκοῦντες τὴν Τούνισαν, τὴν Φοινίκην τρέμουσι τοὺς Συρακουσίους. ἢ ἐρρίγασι τὸ ἄκρον σφυρὸν ἤγουν τὴν Συράκουσαν.
ἰτεΐνοισιν: διὰ τὸ ἐλαφρὸν ἐποίουν ἀπὸ ἰτέας τὰς ἀσπίδας.
ζώννυται: ὁπλίζεται· συνεκδοχικὸν ἀπὸ μέρους τὸ πᾶν ὡς τὸ «ἀσπιδιῶται» καὶ «εὐκνήμιδες».
κούρη θʼ ἥ: τὴν Δήμητράν φησι καὶ τὴν Περσεφόνην εἰληχέναι τὸ τῶν Ἐφυραίων ἄστυ οἷον τὰς Συρακούσας, παρόσον Κορινθίων εἰσὶν ἄποικοι οἱ Συρακούσιοι, ὡς Θουκυδίδης φησίν.
Λυσιμελείας: λίμνη ἐν Συρακούσαις.
ἐχθροὺς ἐκ νάσοιο: τοὺς Καρχηδονίους ἐκ τῆς Σικελίας.
Σαρδόνιον κατὰ κῦμα: τὸ κατὰ τὴν νῆσον Σαρδώ, ὃ καλεῖται Σαρδῷον· διὰ τούτου γάρ ἐστιν ὁ εἰς Καρχηδόνα πλοῦς.
σκνιπαῖον: τὸν ὄψιον, τὸν βραδὺν ὁδίτην σπεύδειν ποιοῖεν. τὸ δὲ σκνιπαῖον ἢ παρὰ τὴν σκνῖπα ἢ παρὰ τὸ σκνῖφος τὸ κνέφας πεποίηται.
σκνιπαῖον: σκνὶψ ζῷον βραδυκίνητον.
νειοὶ δʼ ἐκπονέοιντο: τουτέστιν αἱ κεχερσωμέναι χῶραι νεάζοιντο πρὸς τὸν σπόρον, τουτέστιν ἀροτριοῖντο.
ποιμένας ἐνδείους: ἡνίκα ὁ τέττιξ ἐπὶ τῶν ὑψηλῶν κλάδων ἠχεῖ κατὰ τὴν μεσημβρίαν τοὺς ποιμένας φυλασσόμενος. ἐλάσαντες γὰρ οὗτοι ὑπὸ τὴν σκιὰν τὰ θρέμματα ἐν τῇ μεσημβρίᾳ θηρῶσι τοὺς τέττιγας.
ἀράχνια δʼ ἐς ὅπλα: τοῦτό φησιν, ὅτι μηδὲ γένοιτο τῷ Ἱέρωνι πολέμους ἔχειν συχνούς, ἀλλὰ κειμένων τῶν ὅπλων καὶ μὴ χρωμένων ἐν αὐτοῖς ἱστὸν αἱ ἀράχναι στήσαιντο.
τὸ δὲ διαστήσαιντο ἀντὶ τοῦ ὑφήνειαν.
πόντου Σκυθικοῖο: τοῦ λεγομένου Εὐξείνου.
ἀσφάλτῳ δήσασα: Ἡρόδοτος ἱστορεῖ, ὅτι ἀσφάλτῳ ἔδησεν ἡ Σεμίραμις τὸ τεῖχος ἀντὶ πηλοῦ.
τὸ δὲ εἷς μὲν ἐγώ· ὁ ἐγκωμιάζων δηλονότι.
Ἐτεόκλειοι θυγατέρες: Ἐτεοκλείους θυγατέρας ἔφη τὰς Χάριτας διὰ τὸ Ἐτεοκλέα τὸν Κηφισοῦ πρῶτον ἀποθῦσαι Χάρισιν ἐν Ὀρχομενῷ τῷ Μινυείῳ.
ἀπεχθόμενον δὲ αὐτὸν ἔφη ταῖς Θήβαις διὰ τὰ τεθρυλλημένα ἐπὶ Ἐργίνῳ τῷ Ὀρχομενίῳ. οὗτος γὰρ ἀναιρεθέντος τοῦ πατρὸς αὐτοῦ Κλυμένου ὑπὸ Θηβαίων εἷλε τὰς Θήβας καὶ φόρους ἔταξεν, ἕως οὗ Ἡρακλῆς τοῦ δασμοῦ τοὺς Θηβαίους ἀπέλυσε μάχῃ νικήσας τοὺς Ὀρχομενίους.
Μινύειον Ὀρχομενόν: δύο Ὀρχομενοί, ὁ μὲν Μινύειος ἐν Βοιωτίᾳ, ὁ δὲ πολύμηλος ἐν Ἀρκαδίᾳ.
ἄκλητος μὲν ἐγὼ οὐκ ἂν ἐπέλθοιμι, καλούμενος δὲ μεθʼ ὑμῶν, ὦ Χάριτες, καὶ τῶν Μουσῶν πορεύσομαι θαρρῶν.
Ἑλένης Ἐπιθαλάμιος
Τοῦτο τὸ εἰδύλλιον ἐπιγράφεται Ἑλένης ἐπιθαλάμιος καὶ ἐν αὐτῷ τινα εἴληπται ἐκ τοῦ πρώτου Στησιχόρου Ἑλένης. τῶν δὲ ἐπιθαλαμίων τινὰ μὲν ᾄδεται ἑσπέρας, ἃ λέγεται κατακοιμητικά, ἅτινα ἕως μέσης νυκτὸς ᾄδουσι· τινὰ δὲ ὄρθρια, ἃ καὶ προσαγορεύεται διεγερτικά. ᾄδουσι δὲ τὸν ἐπιθαλάμιον αἱ παρθένοι πρὸ τοῦ θαλάμου, ἵνα τῆς παρθένου βιαζομένης ὑπὸ τοῦ ἀνδρὸς ἡ φωνὴ μὴ ἐξακούηται, λανθάνῃ δὲ κρυπτομένη διὰ τῆς τῶν παρθένων φωνῆς.
κατεκλάγετο: ἐκληρώθη, ἤγουν ἐπὶ τὴν κλίνην τὴν ἰδίαν ἐν ἐξουσίᾳ ἔλαβεν.
πρώϊζα: ἤγουν πρωϊνός, πρὸ τοῦ δέοντος.
κατέδαρθες: τὸ θέμα καὶ δάρθω καὶ δαρθῶ.
ἐπέπταρεν ἐρχομένῳ τοι: ὄντως ἀγαθός σοι ἐφάνη οἰωνός, ὅτε ἐς Σπάρτην ἀπήρχου, ὅπου οἱ ἄλλοι ἀριστῆες.
ἄμμες γὰρ πᾶσαι: ἀντὶ τοῦ· ἡμεῖς πᾶσαι καλαί ἐσμεν, εἰ μὴ παραβληθείημεν τῇ Ἑλένῃ. ἥ γε μὴν νεολαία ἐστὶ κυρίως ὁ ἐκ νέων λαός. ὅτι δὲ ἔθος εἶχον αἱ Λάκαιναι καὶ αἱ Σπαρτιάτιδες ἀνδρείοις γυμνασίοις καὶ δρόμοις ἀσκεῖσθαι δῆλον.
ἔταμʼ ἐκ κελεόντων: ἐκ τῶν ἱστοπόδων· τέμνεται γὰρ τὸ ὕφασμα ἐκ τοῦ ἱστοῦ, ὅταν τελεσθῇ.
ἄμμες δʼ ἐς δρόμον: εἰς τὸ γυμνάσιον καὶ τὸν λειμῶνα πορευσόμεθα ἀνθολογοῦσαι ἐν ἔαρι.
καταθήσομεν ἐς πλατάνιστον δὲ ἀντὶ τοῦ κρεμάσομεν τὸν στέφανον ἀπὸ τῆς πλατάνου τῆς ἐν τῷ γυμνασίῳ.
ἐξ ὄλπιδος δέ, δηλονότι ἐκ ληκύθου, ἔλαιον αὐτῇ προσρανοῦμεν.
γράμματα δʼ ἐν φλοιῷ: ἐπιγράψεται δὲ τῷ φλοιῷ αὐτῆς γράμματα Δώρια· Δώρια δέ, ἐπεὶ καὶ αὐταὶ αἱ Λακεδαιμόνιαι Δωρίδες.
Μενελάου δὲ καὶ Ἑλένης ἀναγράφονται παῖδες Σωσιφάνης, Νικόστρατος καὶ Ἰόλαος, οἱ δὲ Θρόνιον, καὶ θυγατέρες Μελίτη καὶ Ἑρμιόνη.
ὅπως ἐξ ὑποστροφῆς ὄλβος εἰς τοὺς ἐκγόνους ἔλθῃ.
ἅμα ὄρθρῳ καὶ ἡμεῖς ἐλευσόμεθα, ὅταν ἀλεκτρυὼν ᾄσῃ. Σιμιχίδα Θεόκριτε, σοφῶν ὀΐων ποιμάντορ καὶ τοκάδων αἰγῶν αἰπόλε μηκάδων, τὰς Ἑλικωνίτιδες βοτάναι θρέψαν καλλίστως· οὐ περὶ μάνδραν ἔδυν τεήν, ἀλλὰ σποράδας ἐξ ὀρέων συνέλεξα καὶ ἐς μίαν ἤγαγον μάνδραν βωκολικὰς Μοίσας, αἳ γέννημα σέθεν. οὐ πλειόνων δʼ ἐπέτυχον, ἐπεί γε μόλις καὶ τῶνδε. Τέλος τῶν Θεοκρίτου Βουκολικῶν.
Ἠλακάτη
Τοῦτο τὸ εἰδύλλιον σύγκειται εἰς ἠλακάτην ἐλεφαντίνην, ἣν πλέων ἐπὶ Μίλητον ὁ Θεόκριτος πρὸς Νικίαν τὸν ἰατρὸν δῶρον ἐκόμιζε τῇ τούτου γυναικὶ Θευγενίδι. γέγραπται δὲ Αἰολίδι διαλέκτῳ παρὰ τὸ Σαπφικὸν ἑκκαιδεκασύλλαβον τὸ «ῥοδοπάχεες ἁγναὶ Χάριτες δεῦτε Διὸς κόραι». ὁ δὲ λόγος πρὸς τὴν ἠλακάτην. καὶ ἔστι τὸ ἑξῆς· γλαυκῆς Ἀθήνης δῶρον ἠλακάτη φιλέριθε, τουτέστι φίλεργε, ταῖς γυναιξίν.
Παιδικὰ Αἰολικά αʹ Οἶνος ὦ φίλε παῖ
Γέγραπται τοῦτο εἰς παῖδα ἀποστρεφόμενον τὴν τοῦ φιλοῦντος φιλίαν· διὸ καὶ ἐλέγχειν αὐτὸν πειρᾶται ὡς μὴ σπουδαίως πρὸς τὴν φιλίαν αὐτοῦ διακείμενον. τὸ δὲ μέτρον τοῦτο Σαπφικὸν πεντάμετρον τεσσαρεσκαιδεκασύλλαβον. ἡ δὲ ὁμιλία ἐστὶ … παρόσον εἰρῆσθαί φησιν «οἶνος καὶ ἀλήθεια», παρὰ τὴν παροιμίαν.
ἀντὶ τοῦ· ἕνα βέβαιον κτῆσαι φίλον καὶ μὴ ἀπατῶντα.
ὅπη μηδέν: …
τῷ δʼ εὐθύς: οἷον πρὸ χρόνου σοι ἐγνωσμένῳ.
τὸν πρᾶτον δέ: τὸν δὲ πρῶτον ἀγαπήσαντά σε ἔσχατον τίθης δόξας αὐτὸν εἶναι τῶν μάτην ἐμπνεόντων ἀνδρῶν.
καὶ ἐμὲ ἀπὸ ἰσχυροῦ μαλακὸν ἐποίησεν.
αἱ δὲ ταῦτά γε: ἐὰν ἅ σοί φημι τοῖς ἀνέμοις φέρειν ἐπιτρέπῃς καί με ὡς ὀχληρὸν ἀποπέμπῃς, ἄχρι μὲν γενήσῃ ἀνήρ, φιλῶν σε ἐπακούσω σοι, καὶ ἐὰν Ἡρακλείους ἄθλους τελέσαι μοι ἐπιτάσσῃς, μῆλα χρυσᾶ ἀγαγεῖν καὶ τὸν Κέρβερον ἐξ Ἅιδου κομίσασθαι· τότε δέ, δηλονότι ὅταν ἀνὴρ γενήσῃ, οὐδὲ ταῖς αὐλείαις σου θύραις ποτὲ προσπελάσαιμι, κἂν σύ με καλῇς.
Θεοκρίτου Σῦριγξ
Ἡ Θεοκρίτου Σῦριγξ τὴν ἐπιγραφὴν ἀπὸ τοῦ σχήματος ἔχει. συνέστηκεν δὲ ἀπὸ δακτυλικῶν μέτρων· καί εἰσιν οἱ μὲν δύο πρῶτοι στίχοι ἑξάμετροι, οἱ δὲ ἑξῆς δύο πεντάμετροι, εἶτα ἀπὸ πέντε ποδῶν μέχρις ἑνός. ἐπεὶ οὖν καθʼ ἕκαστον στίχον ἀφαιρουμένου ποδὸς συμβέβηκεν τὸν δεύτερον μικρότερον εἶναι τοῦ πρώτου καὶ λήγειν κατʼ ὀλίγον εἰς βραχύ, διὰ τοῦτο κέκληται Σῦριγξ· οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλʼ ὅτι καὶ περὶ σύριγγος διαλέγεται καὶ τοῦ πρώτου εὑρόντος αὐτήν· λέγει οὖν εὑρετὴν γεγονέναι Πᾶνα καὶ περὶ αὐτοῦ λέγει τὴν ὅλην ὑφήγησιν.
ὁ γοῦν Θεόκριτος τὸ γένος Συρηκόσιος ἤκμασεν ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου.
τὸ ἐπιγραμμάτιον ἡ Σῦριγξ τοῦ Θεοκρίτου συνέστηκεν ἐκ μέτρων ὅλων μὲν δακτυλικῶν, ποσότητι δὲ διαφερόντων. τὸ μὲν γὰρ πρῶτον δίστιχον ἑξάμετρον ἀκατάληκτον μετρούμενον ὡς οἱ ἡρωϊκοί, τὸ δεύτερον δὲ ἑξάμετρον καταληκτικόν, τὸ τρίτον πεντάμετρον ἀκατάληκτον, τὸ τέταρτον πεντάμετρον καταληκτικόν, τὸ πέμπτον τετράμετρον ἀκατάληκτον, τὸ ἕκτον τετράμετρον καταληκτικόν, τὸ ἕβδομον τρίμετρον ἀκατάληκτον, τὸ ὄγδοον τρίμετρον καταληκτικόν, τὸ ἔννατον δίμετρον ἀκατάληκτον, τὸ δέκατον τὰς καταλήξεις ἔχον χορίαμβον καὶ μολοσσὸν δίμετρόν ἐστι καταληκτικόν.
ἡ μετάληψις τῆς Σύριγγος οὕτως ἔχει.
τὸ ἐπιγραμμάτιον εἰς Πᾶνα· ἐπιγράφεται δὲ Σῦριγξ διά τε τὸ σχῆμα τῆς γραφῆς καὶ ὅτι ὁ Θεόκριτος σύριγγα ἀνατιθεὶς τῷ Πανὶ ταῦτα ἔγραψεν.
ἡ δὲ ἔννοιά ἐστι τῶν δύο πρώτων στίχων αὕτη· ἡ Πηνελόπη ἐγέννησε Πᾶνα τὸν αἰπόλον. εἶπε δὲ τὴν Πηνελόπην Οὐδενὸς εὐνάτειραν, ἐπεὶ γυνὴ ἦν Ὀδυσσέως, ὃς Οὔτιν ἑαυτὸν ἐκάλεσεν. τὸν δὲ Πᾶνα ἔνιοι γηγενῆ ἱστοροῦσιν, ἔνιοι δὲ Αἰθέρος καὶ νύμφης Οἰνόης, ἔνιοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης ὡς καὶ Πίνδαρος ἔνιοι δὲ Ὀδυσσέως. Μακροπτολέμου δὲ μητέρα τοῦ Τηλεμάχου· τὸ γὰρ τῆλε μακράν ἐστι, πόλεμος δὲ ἡ μάχη. μαῖαν δὲ ἀντιπέτρου φησὶ τὴν αἶγα τὴν μαιευσαμένην τὸν Δία· ἀντίπετρος μὲν γὰρ ὁ Ζεύς, ἐπειδὴ ἀντʼ αὐτοῦ πέτρος ἐδόθη τῷ Κρόνῳ· ἐτράφη δὲ ὑπὸ αἰγὸς τῆς Ἀμαλθείας. ἰθυντῆρα οὖν τῆς τροφοῦ τοῦ Διός, τουτέστι τῆς αἰγός, εἶπε τὸν αἰπόλον.
Οὐδενὸς εὐνάτειρα: ἡ Πηνελόπη· Οὔτις γὰρ ὁ Ὀδυσσεύς.
Μακροπτολέμοιο δὲ μήτηρ: ἡ αὐτή· μήτηρ γὰρ Τηλεμάχου· τὸ δὲ τῆλε μακράν ἐστιν, μάχη δὲ ὁ πόλεμος.
οὐχὶ Κεράσταν: κέρας ἐστὶν ἡ θρίξ … ἐπεὶ οὖν ὑπὸ τῆς Πηνελόπης γεγενῆσθαι αἰπόλον ἔφη, ἔστι δὲ αἰπόλος καὶ ὁ Κομάτας, οὗ μέμνηται ὁ αὐτὸς ποιητὴς ἐν τοῖς Βουκολικοῖς, ὅτι κατακλεισθέντα αὐτὸν εἰς λάρνακα ἔθρεψαν μέλισσαι, διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ τὸν Κομάταν λέγω· ταυροπάτορα δὲ εἶπεν τὴν μέλισσαν, ἐπειδὴ σηπομένων τῶν ταύρων μελίσσας φασὶ γίνεσθαι.
ἀλλʼ οὗ πιλιπές: ἀλλʼ ἐκεῖνον τὸν αἰπόλον, ὃς τῆς Πίτυος ἠράσθη. πιλιπὲς δὲ τέρμα σάκους εἶπεν τὴν Πίτυν, ἐπειδὴ ἡ ἐξωτάτη περιφέρεια τῆς ἀσπίδος ἴτυς καλεῖται· ἐλλείπει οὖν αὐτῇ τὸ π πρὸς τὸ εἶναι πίτυν.
οὔνομʼ Ὅλον δίζῳον: δίζῳον οὖν αὐτὸν εἶπεν, ἐπειδὴ δύο ζῴων εἶδος ἔχει, ἀνθρώπου καὶ τράγου.
ὃς τᾶς μέροπος πόθον: ὃς τῆς Ἠχοῦς ἠράσθη. εἶπε δὲ αὐτὴν μέροπα ἀπὸ τοῦ μὴ ὅλην ἀντιφθέγγεσθαι τὴν φωνήν, ἀλλὰ μέρος τὸ τελευταῖον· γηρυγόνην δέ, ἐπειδὴ ἐκ τῆς γήρυος τουτέστι τῆς φωνῆς τὴν γένεσιν λαμβάνει· διὸ καὶ ἀνεμώδης τουτέστι πνευματική.
ὃς μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ: ὃς μουσικῶς ἔπηξε τὴν σύριγγα. εἶπεν δὲ αὐτὴν ἕλκος, ἐπεὶ εἶδός τί ἐστιν ἕλκους οὕτω καλούμενον· ἄγαλμα δὲ πόθου, ἐπεὶ Σύριγγός τινος ἠράσθη ὁ Πὰν καὶ εἰς μνήμην τοῦ ἔρωτος, ἐπειδὴ πρὸ ὥρας μετήλλαξε τὸν βίον, τὸ μουσικὸν ὄργανον ἐποίησεν καὶ οὕτω ἐκάλεσεν.
ἰοστεφάνῳ δέ, τῇ ὥρᾳ τοῦ ἔαρος· ἐν τούτῳ γὰρ κρούουσι τὰς σύριγγας.
ὃς σβέσεν ἀνορέαν: ὃς τὴν ὑπερηφανίαν ἔπαυσε τὴν Περσικὴν καὶ τῆς ἀπωλείας τὴν Εὐρώπην ἐρρύσατο· φασὶ γάρ, ὅτι ἐναργῶς ὁ Πὰν τοῖς Ἕλλησι συνεμάχησε κατὰ τῶν βαρβάρων.
ἀνορέαν δὲ τὴν Περσικὴν αὔχησιν.
ἰσαυδέα παπποφόνου: ἀντὶ τοῦ ὁμώνυμον τοῦ Περσέως, ὃς τὸν πάππον αὐτοῦ τὸν Ἀκρίσιον ἀπέκτεινεν· Ἀκρισίου δὲ Δανάη, ἀφʼ ἧς Περσεύς. τὴν δὲ Εὐρώπην Τυρίαν εἶπεν, ἐπειδὴ ἡ Εὐρώπη ὑπὸ Διὸς ἁρπασθεῖσα ἐκεῖθεν ἦν.
ᾧ τόδε: ἀντὶ τοῦ· τῷ Πανὶ τὴν σύριγγα τῶν ἀγροίκων ἐπέραστον κτῆμα Θεόκριτος ἀνέθηκεν ὁ Σιμίχου παῖς. τυφλοφόρους δὲ εἶπε τοὺς ἀγροίκους, ἐπειδὴ πήρας φοροῦσι· πήρα δὲ καὶ τυφλὴ συνώνυμα. πᾶμα δὲ τὸ κτῆμα. Ὅμηρος· «πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ.» Θεόκριτος δὲ Πάριν ἑαυτὸν εἶπεν, ἐπειδὴ ὁ Πάρις τὰς θεὰς κρίνων ὑπό τινων Θεόκριτος ὠνομάσθη.
ψυχὰν ἀεὶ βροτοβάμων: τῇ σύριγγι, ὦ Πάν, τὴν ψυχὴν χαίροις. βροτοβάμονα δὲ εἴρηκε τὸν Πᾶνα ὡς πετροβάτην ἀπὸ τῶν λαῶν καὶ τοῦ κατὰ Δευκαλίωνα μύθου. φασὶ γάρ, ὅτι μετὰ τὸν κατακλυσμὸν σπανιζόντων τῶν ἀνθρώπων λίθους λαβὼν ὁ Δευκαλίων ἀνθρώπους ἐποίει, ὅθεν αὐτοὺς καὶ λαοὺς κεκλῆσθαι λέγουσιν.
στήτας οἶστρε Σαέττας: τουτέστιν ὁ οἶστρον ἐμβαλὼν τῇ Λυδῇ γυναικί. φασὶ γάρ, ὅτι ἡ Ὀμφάλη ἡ Λυδὴ οἶστρον εἶχε περὶ τὸν Πᾶνα πολύν. τὸ δὲ στήτη ἡ γυνή, Σαέττης δὲ τῆς Λυδῆς.
κλωποπάτωρ: ἡ Πηνελόπη τὸν Πᾶνα ἐγέννησε κατὰ μέν τινας ἀπὸ Ἑρμοῦ, κατὰ δὲ ἄλλους ἐκ τῶν μνηστήρων.
ὁ Πὰν δὲ κλωποπάτωρ, καθὸ κλέπτου πατρὸς ἦν Ἑρμοῦ, ἀπάτωρ δὲ ὡς πολυπάτωρ.
κλωποπάτωρ: τουτέστι κλεψίγαμε, κλεπτότοκε, πατρὸς τοῦ Ἑρμοῦ.
τὸ δὲ λαρνακόγυιε χαίροις: τὸ μὲν οὖν χαίροις πρὸς τὸ ψυχὰν ἀποδοτέον· λαρνακόγυιον δὲ τὸν Πᾶνα, ἐπεὶ χηλόπους ἐστί. λάρναξ δὲ ἡ χηλὸς καὶ ἡ κιβωτός· ταὐτὸν δʼ ἐστί.
διὰ δὲ τῶν ἑξῆς δηλοῖ· ἁδὺ μελίσδεις, ἡδὺ προσᾴδεις τῇ Ἠχοῖ· εἶπεν δὲ αὐτὴν ἔλλοπα, ὡς καὶ μέροπα, ἀπὸ τοῦ ἐλλείπειν τῇ φωνῇ· καλλιόπαν δὲ ἀπὸ τοῦ καλὴν ὄπα προφέρεσθαι· νήλευστον δὲ τὴν ἀόρατον· τὸ γὰρ νη στερητικόν, τὸ δὲ λεύσσειν ἐστὶν τὸ ὁρᾶν.
Σιμίου Πτέρυγες
Αὐτός ἐστιν ὁ Ἔρως ὑπὲρ ἑαυτοῦ λέγων, ὅτι πάντα αὐτῷ εἴκει καὶ τὰ ἐπὶ γῆς καὶ τὰ ἐν οὐρανῷ καὶ θαλάττῃ.
τὸ δὲ σχῆμα τοῦ Πτερυγίου οὐκ ἔχει ἀπὸ τοῦ πρώτου ἐπὶ τὸ ἔσχατον τὴν ἀνάγνωσιν ὡς ἐπὶ τοῦ Πελέκεως καὶ τοῦ Ὠιοῦ, ἀλλὰ κατὰ τὸ ἑξῆς τῶν στίχων. τὸ δὲ μέτρον τοῦ Πτερυγίου καὶ τοῦ Πελέκεως χοριαμβικόν, κατὰ στίχον ὑφαιρουμένης συζυγίας.
ὑμνεῖ δὲ οὐ τὸν πάνδημον Ἔρωτα τὸν Ἀφροδίτης, ἀλλὰ τὸν οὐράνιον, τὸν γενεσιουργόν, οὗ καὶ Πλάτων μέμνηται ἐν τοῖς Σωκρατικοῖς διαλόγοις, ὅτε πρὸς Θρασύμαχον περὶ θείου τε καὶ ἀνθρωπείου διελεγέσθην ἔρωτος. καὶ ταῦτα μὲν οὕτως.
τούτου ἡ ἀνάγνωσις ὡς γέγραπται δύναται γίνεσθαι ἕνεκά γε τοῦ νοῦ, ἀλλὰ κἂν διὰ τὰ μέτρα ἀπὸ τοῦ πρώτου ἐπὶ τὸ ἔσχατον ἔρχῃ, ἵνα τὰ ἀλλήλοις ἀντίστροφα ᾖ μετʼ ἀλλήλων. ταύτῃ γὰρ κελεύει τὸ πρῶτον ἀναγνόντας εἶτα τὸ πανύστατον προφέρεσθαι καὶ ἀναλόγως ἄνωθεν τὸ δεύτερον· καὶ οὕτως ὁ τρόπος, ἕως ἂν ἐπὶ τὸ βραχύτατον ἀφίκῃ.
λέγει μὲν ὁ Ἔρως, ὁ δὲ νοῦς ἅπας οὕτως ἔχει· ὅρα με τὸν γῆς τε ἄνακτα καὶ τὸν οὐρανὸν ἄλλῃ ἑδράσαντα μηδὲ φροντίσῃς, εἰ τηλικόσδε ὢν τελείου ἔργα ποιῶ ἢ εἰ τελειότατός εἰμι· τότε γὰρ ἐγενόμην, ὅτε ἡ Ἀνάγκη ἦρχε καὶ πάντα ὑπεῖκε ταῖς τῆς Γῆς γνώμαις, ὅσα ἕρπει διʼ ἀέρος καὶ αἰθέρος. οὐκ εἰμὶ δὲ ὁ Ἀφροδίτης υἱός, καλοῦμαι δὲ Ἔρως· καὶ οὐδὲν δὲ ἔπραξα βίᾳ, τὰ πάντα δέ μοι πείθονται, ὑπεῖξαν δέ μοι οἱ γῆς τε καὶ θαλάσσης μυχοὶ καὶ ὁ οὐρανός, ὧν ἐγὼ τὸ ἀρχαῖον ἀφειλόμην σκῆπτρον καὶ ἐδίκαζον θεοῖς.
ἔχει δὲ νοῦν κἂν ἀπὸ τοῦ πρώτου ἐπὶ τὸ ἔσχατον ἔρχῃ ὡς προείρηται.
Ἀκμονίδαν δέ φησι τὸν οὐρανόν· Γαῖα μὲν γὰρ Ἄκμονα ἔτικτεν, ἀπὸ δʼ Ἄκμονος ὁ Οὐρανός.
Σιμίου Πέλεκυς
τὸ ἑξῆς· ἀνδροθέᾳ τῇ Ἀθηνᾷ δῶρον ὁ Φωκεὺς ὤπασεν Ἐπειὸς πέλεκυν τῆμος, ἐπεὶ Δαρδανιδᾶν ἐστυφέλιξεν ἐκ θεμέθλων ἄνακτας.
δεῖ τὸν ἀναγινώσκοντα καὶ ἐξηγούμενον μετὰ τὸ πρῶτον κῶλον τὸ τελευταῖον λέγειν, εἶτα τὸ δεύτερον ἀπʼ ἀρχῆς καὶ μετʼ αὐτὸ τὸ δεύτερον ἀπὸ τέλους, καὶ οὕτως καθεξῆς ἕως τοῦ μέσου, ὥστε τὸ μέσον τέλος εἶναι.
τὸν πέλεκυν τοῦτον Ἐπειὸς ἀνατίθησι τῇ Ἀθηνᾷ, ᾧ κατεσκεύασε τὸν δούρειον ἵππον. τὸ μέτρον δὲ χοριαμβικὸν ἀρξάμενον ἀπὸ καταληκτικοῦ ἑξαμέτρου, καταλῆγον δὲ εἰς μονόμετρον ἰαμβικόν. τὸ αὐτὸ δὲ μέτρον τῷ Πτερυγίῳ· ἀλλὰ διαφέρει, καθὸ ὁ μὲν Πέλεκυς ἔχει τὸ πρῶτον κῶλον πρὸς τὸ τελευταῖον συναπτόμενον κατὰ διάνοιαν, τὸ δὲ Πτερύγιον κατὰ τὸ ἑξῆς τῶν στίχων.
τοῦ Πελέκεως ἡ ἀνάγνωσις. δύναται καὶ ἀπὸ τοῦ μέτρου τοῦ βραχυκαταλήκτου τις ἄρχεσθαι, εἶτʼ αὐτῷ ἀνταποδιδοὺς τὸ ἴσον, καὶ ἀκολούθως τοῖς μετʼ αὐτὸ τὰ ἴσα ἐπιφέρων διασώσασθαι τὸν νοῦν· ἀπὸ μὲν τοῦ δωδεκάτου ἀναβαίνων, ἀπὸ θατέρου εἰς ἕνδεκα καταχωρῶν. ἔχει δὲ λόγον κἂν ἀντιθετικῶς ἀναγινώσκηται πρῶτον μὲν τὸ μέγιστον, ἀνταποδιδομένου τοῦ ἐσχάτου, καὶ πάλιν ἀναλόγως τῷ δευτέρῳ τοῦ ἀπὸ τέλους δευτέρου, ἕως ἐπὶ τὰ μέσα ἀφίκῃ.
ἐξήγησις τοῦ Πελέκεως. γέγραπται μὲν εἰς τὸν Ἐπειοῦ πέλεκυν. λέγει δὲ ὅτι δῶρον τῇ Ἀθηνᾷ ὁ Φωκεὺς Ἐπειὸς τῆς τέχνης καὶ ἐπινοίας χάριν ἀποτίνων ἀνέθηκεν, ᾧ ποτε τῶν θεοποιήτων πύργων κατήριπε τὸ τεῖχος, ἡνίκα τῇ ἱπποποιήτῳ κηρὶ καὶ πυριπνόῳ τὴν πόλιν ἔκαυσεν· διὰ γὰρ τοῦ ἵππου εἷλον Ἴλιον οἱ Ἕλληνες· καὶ τοὺς αὐτῆς βαθυπλούτους ἄνακτας ἐκ βάθρων ἔσεισεν Ἐπειός, ὃς οὐκ ἦν προμάχοις ἐναρίθμιος, ἀλλʼ ἀπὸ κρηνῶν καθαρῶν πόμα ἔφερε τοῖς Ἀχαιοῖς· νῦν δὲ ἐχώρησεν εἰς τὴν Ὁμήρου ποίησιν διὰ τὴν Ἀθηνᾶς χάριν. μακάριος οὖν, ὃν σὺ ἀπὸ ψυχῆς ἵλεως εἶδες· τῷ γὰρ τοιούτῳ καὶ εὐδαιμονία ἀεὶ παρακολουθεῖ.
ἀνδροθέα δὲ ἡ ἔπανδρος θεά· οἶμαι δὲ ὅτι διὰ τούτου τοῦ ὀνόματος τὴν παρθένον καὶ ἀνδρείαν ἐσήμανεν.
Σιμίου Ὠιόν
Παραινεῖ ὁ ποιητὴς τὸν ἀκροατὴν λαβεῖν τῆς Δωρίδος ἀηδόνος τὸ ᾠὸν μετὰ πολλῆς προθυμίας· ἡδεῖα γάρ ἐστιν ἡ φωνὴ τῆς Δωρίδος ἀηδόνος. τοῦτο δὲ τὸ ᾠὸν ὁ μεγαλοφωνότατος τῶν θεῶν Ἑρμῆς, ἤγουν ὁ λόγος, παρέσχε· κελεύει δὲ ἀπὸ μονοβάμονος μέτρου ἐπὶ μέγα αὔξειν.
ἀπὸ τοῦ πρώτου ἥξεις ἐπὶ τὸ τελευταῖον κατιὼν καὶ πάλιν ἐπανιὼν ἀναλόγως.
ὁ δὲ νοῦς· τοῦτο τὸ ᾠὸν ὁ ποιητής φησιν ἐξ ἀηδόνος γενέσθαι καὶ τῆς ἑαυτοῦ φροντίδος. παρακαλεῖ οὖν δέξασθαι μεθʼ ἡδονῆς τὸ ᾠόν … ὑφʼ Ἑρμοῦ τάχει χρησαμένου καὶ τὰ μέτρα καὶ τοὺς ῥυθμοὺς ἀνομοίους ὄντας ἀποδείξαντος ὁμοίους. ἀλληγορεῖ δὲ παρεικάζων τὴν τῶν ποδῶν ὁρμὴν τοῦ θεοῦ νεβροῖς, αἳ σκιρτῶσι τῆς μητρὸς τοῦ γάλακτος ἐπιθυμοῦσαι· οὕτω φησὶ σκιρτήσαντα τὸν Ἑρμῆν εὐρύθμοις σκιρτήμασι μέτρα ἀναφθεγξάμενον παραδοῦναι τῆς Δωρίας ἀηδόνος· τοῦτο δέ φησιν, ὅτι Ῥόδιος αὐτός, ἡ δὲ Ῥόδος μία τῶν νήσων τῶν Δωριέων.
μονοβάμονος δὲ μέτρου, ὅτι ἀπὸ ἐλαχίστου εἰς δεκάμετρον προῆλθεν.
θοῶς δʼ ὕπερθεν ὠκὺ λέχριον: ἐπειδὴ τὸ μέτρον πλάγιον καὶ οὐκ ὀρθόν, ἀλλὰ κατὰ μικρὸν αὐξόμενον.
τὸ δὲ λέχριον φέρων νεῦμα ποδῶν σποράδην, ὅτι πλάγιον καὶ ἀσαφὲς τὸ ποίημα.
παναίολον, ὅτι τῶν Μουσῶν αἱ φωναὶ ποικίλαι καὶ διαφορὰς πολλὰς ἔχουσι.
τὸ δὲ ῥώοντο ἀντὶ τοῦ ἐβάδιζον.
ἀμφίπαλτον δὲ αὐδὴν τὴν φωνὴν τὴν περὶ ἑαυτὴν παλλομένην καὶ ἠχοῦσαν.
πουκότατον δὲ ἀντὶ τοῦ πυκνότατον. τὰ λοιπὰ ζήτει ἑκάστης λέξεως τὸ σημαινόμενον· Δωρικὰ γάρ.
Δωσιάδου Βωμός Ἑρμηνεῖαι τοῦ Ὁλοβόλου ῥήτορος κυροῦ Μανουὴλ καὶ μεγάλου πρωτοσυγκέλλου
Ὁ διὰ τῶν μέτρων οὑτοσὶ βωμὸς Δωσιάδου τινὸς εὕρημα. γέγραπται δὲ ἐπὶ τῷ βωμῷ, ὃν ὁ Ἰάσων κατεσκεύασεν τῷ Ἀπόλλωνι. ἐν τούτῳ τῷ βωμῷ κατά τινα χρησμὸν ἔθυσεν Ἀγαμέμνων, τοῦτον καὶ Φιλοκτήτης ἐτίμησεν. ἡμεῖς δὲ τὴν ἐν τούτῳ κεκρυμμένην ἔννοιαν, οὐχ ἧττον δὲ καὶ τὸ μέτρον δῆλα σὺν θεῷ τοῖς μὴ εἰδόσι ποιήσομεν ἐκ παλαιοῦ τινος λαβόντες τὰς ἀφορμάς.
ὡς ἀπὸ τοῦ βωμοῦ ὁ λόγος· ὅτι ἐγώ εἰμι ὁ βωμός, ὅν με τεῦξε καὶ κατεσκεύασεν Ἰάσων, ὁ Μέροψ ἤγουν ὁ Θεσσαλός—ἄποικοι γὰρ Μερόπων οἱ Θεσσαλοί—, ὁ δίσαβος ὁ δὶς ἡβήσας, τὸ μὲν τῇ φύσει, τὸ δὲ τῇ τῆς Μηδείας ἑψήσει καὶ τῇ ἐντεῦθεν ἀνανεώσει, ὁ πόσσις καὶ ὁ ἀνήρ —δὶς τὸ σσ Αἰολικῶς διὰ τὸ μέτρον—, ὁ χρυσοῦς καὶ λαμπρὸς ἀΐτας καὶ ἐραστὴς τῆς στήτης καὶ τῆς γυναικὸς τῆς ἄρσενος καὶ τῆς ἀνδρείας—ἐπιβουλεύσασα γὰρ Μήδεια Θησεῖ καὶ φωραθεῖσα ἔφυγεν εἴς τι τῆς Ἀσίας μέρος, ὃ νῦν Μηδία ἐξ αὐτῆς καλεῖται, ἀνδρῴαν περιβαλοῦσα στολήν—· οὐχ ὁ σποδεύνας ἤγουν ὁ Ἀχιλλεὺς ὁ ἐν σποδῷ καὶ πυρᾷ εὐναζόμενος καὶ κοιμιζόμενος παρὰ τῆς οἰκείας μητρὸς Θέτιδος, ὥς φησι Λυκόφρων, πάλιν οὐχ ὁ Ἀχιλλεὺς ὁ ἶνις καὶ ὁ υἱὸς τῆς Ἐμπούσης ἤγουν τῆς Θέτιδος—φάσμα γάρ τι ἡ Ἔμπουσα νυκτερινὸν εἰς μυρίας μορφὰς ἀλλοιούμενον, ὥς φησι Φιλόστρατος, μετεβάλλετο δὲ εἰς μυρίας μορφὰς καὶ ἡ Θέτις, ὅτε μιγῆναι ταύτῃ ὁ Πηλεὺς ἔσπευδεν, ᾗ καὶ ἐμίγη ἐν σηπίας εἴδει—, πάλιν οὐχ ὁ Ἀχιλλεὺς ὁ μόρος καὶ ὁ θάνατος καὶ ὄλεθρος τοῦ βούτου καὶ βουκόλου Ἀλεξάνδρου, τοῦ Τευκροῦ καὶ τοῦ Τρωός, τοῦ τεκνώματος τῆς κυνὸς ἤγουν τοῦ υἱοῦ τῆς Ἑκάβης, ἥτις Κύων ὠνόμασται καὶ Χοιρίλη διὰ τὸ τῶν παίδων οὓς ἔτεκε πλῆθος.
τοῦτο λέγει· ὅτι ἐγώ εἰμι ὁ βωμός, ὃν κατεσκεύασεν ὁ ἀνὴρ τῆς Μηδείας, οὐχ ὁ Ἀχιλλεὺς ὁ τοιόσδε καὶ τοιόσδε, ἀλλʼ ὁ Ἰάσων· δύο γὰρ Θετταλοὺς ἄνδρας ἔσχε Μήδεια, τὸν Ἰάσονα ἐν Θετταλίᾳ καὶ τὸν Ἀχιλλέα ἐν ταῖς νήσοις τῶν μακάρων.
πότε δέ με ἔτευξεν ὁ Ἰάσων; ἦμος καὶ ὁπηνίκα εὖσε καὶ ἔκαυσε καὶ ἔρραισε καὶ ἔφθειρεν ἡ Μήδεια τὸν οὖρον καὶ τὸν ὁρμητικὸν ὡς ἀνδρεῖον, γυιόχαλκον καὶ χάλκεον ἄνδρα διὰ τὸ ἀεὶ ὡπλισμένον εἶναι, τὸν Τάλων κωλύοντα τοὺς Ἀργοναύτας διελθεῖν· ὃν Τάλων, ὃς ἐν μιᾷ ἡμέρᾳ τρὶς περιώδευε τὴν νῆσον τὴν Κρήτην καὶ ἐφύλαττε, μόρησε καὶ μετὰ μόρου καὶ κακοπαθείας ὁ Ἥφαιστος ἐτεκτήνατο, ὁ ἀπάτωρ—ἐκ γὰρ τῆς Ἥρας μόνης ἐγεννήθη, ὡς ληρεῖ Ἡσίοδος ἐν τῇ Θεογονίᾳ, ἣ καὶ ἔρριψεν αὐτὸν ὡς ἐτώσιον ἄχθος, ἢ ὁ μητρόριπτος τουτέστιν ὁ διὰ τὴν μητέρα ῥιφθεὶς ὑπὸ τοῦ Διὸς μεσιτεύων αὐτήν—, ὁ δίσευνος Ἥφαιστος καὶ δύο γυναῖκας σχών, τὴν Ἀφροδίτην καὶ τὴν Χάριν.
ἐμὸν δὲ τεῦγμα καὶ τὴν ἐμὴν κατασκευὴν ἀθρήσας καὶ θεασάμενος ὁ Φιλοκτήτης, ὁ κτάντης καὶ ὁ φονεὺς τοῦ Θεοκρίτου καὶ τὰς θεὰς κρίναντος Ἀλεξάνδρου, ὁ καύτης καὶ ὁ ἐνταφιαστὴς τοῦ τριεσπέρου ἤγουν τοῦ ἐν τρισὶν ἡμέραις τε καὶ νυξὶν ὑπὸ Διὸς σπαρέντος Ἡρακλέος —γνώριμοι αὗται αἱ ἱστορίαι ἐν τῷ Λυκόφρονι —, τί ἐποίησεν; ἄϊξε καὶ ὥρμησεν ἀνιύξας καὶ κράξας, τουτέστιν ἐμὲ ὕμνησε καὶ ἐδόξασεν ἰδὼν ὁ Φιλοκτήτης.
εἰς δὲ ἀντίχαριν—οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτούς—χάλεψε καὶ χαλεπῶς ἔτρωσε νὶν καὶ αὐτὸν ἐν ἰῷ καὶ φαρμάκῳ ὁ σύργαστρος ἤγουν ὁ ὄφις ὁ τῇ γαστρὶ συρόμενος, ὁ ἐκδὺς τὸ γῆρας—νεάζει γὰρ ὁ ὄφις τῇ τῆς παλαιᾶς λεβηρίδος ἀποβολῇ.
τοῦτον δὲ ἐλινύοντα καὶ βραδύνοντα ἐν τῇ ἀμφικλύστῳ καὶ περιρρύτῳ Λήμνῳ μετὰ χρόνους ιʹ εἰς τὴν Τευκρίδα ἤγουν τὴν Τροίαν, τὴν τρίπορθον καὶ τρὶς πορθηθεῖσαν—παρὰ Ἡρακλέους, παρὰ Ἀμαζόνων καὶ τὸ τρίτον τῶν Ἑλλήνων—, ἤγαγε καὶ ἐκόμισεν ἕνεκα τῶν ἀρδίων καὶ τῶν τόξων καὶ τῶν βελῶν τοῦ Ἡρακλέους, τίς; ὁ φὼρ καὶ ὁ κλέπτης τοῦ Παλλαδίου Ὀδυσσεύς, ὁ δίζῳος ὁ εἰς Ἅιδου κατελθὼν κἀκεῖθεν ἀνελθών, ὁ εὐνέτης καὶ ὁ ἀνὴρ τῆς μητρὸς τοῦ Πανὸς ἤγουν τῆς πηνελόπης, ἣ ἔτεκε τοῦτον ἐκ τῆς μίξεως πάντων τῶν μνηστήρων. καὶ ἄλλος τις ἤγαγε τοῦτον τὸν Φιλοκτήτην εἰς τὴν Τροίαν· ὁ Ἰλιοραίστης ὁ τῆς Ἰλίου φθορεὺς Διομήδης, ὁ ἶνις καὶ ὁ υἱὸς τοῦ Τυδέως τοῦ ἀνδροβρῶτος—ἔφαγε γὰρ οὗτος ὁ Τυδεὺς τὴν κεφαλὴν τοῦ Μελανίππου καταρροφήσας τὸν ἐν αὐτῇ μυελόν.
ἴσθι δὲ ὡς οὗτος μὲν Ὀδυσσέα καὶ Διομήδην φησὶ τὸν Φιλοκτήτην ἀγαγεῖν εἰς Τροίαν, Σοφοκλῆς δὲ ἐν τῷ Φιλοκτήτου δράματι Ὀδυσσέα καὶ Νεοπτόλεμον.
Βησαντίνου Βωμός
Ὁ νοῦς ὅλου τοῦ ποιήματος.
ὀλός: τὸ τῆς σηπίας μέλαν, ὃ καὶ θολὸν καλοῦσι πορφυρευταί. σκοτοῦσι δὲ αἱ σηπίαι τὴν πέριξ αὐτῶν θάλασσαν διὰ τοῦ μέλανος, ἵνα λάθωσι τοὺς θηρευτάς. ψιλοῦται δὲ καὶ ὀξύνεται ὀλός· τὸ γὰρ περιεκτικὸν δασύνεται καὶ βαρύνεται.
ὁ λόγος δὲ ἀπὸ τοῦ βωμοῦ· ὅτι οὐ τέγγομαι τῷ τῶν ἱερείων αἵματι, ὁποῖα ἡ κάλχη, ὅ ἐστιν … «τοῖς δευσοποιοῖς φαρμάκοις ξανθίζεται» μεταφορικῶς δὲ τὸ τῶν ἱερείων αἷμα σηπίας ὀλὸν εἶπεν διὰ τὴν ὁμοιότητα.
ὀλὸς λιβρὸς ὁ σκοτεινός, φησὶ δὲ τὸ αἷμα.
κάλχην δὲ τὴν πορφύραν ἤγουν τὸν κόχλον.
μαύλιες δʼ αἱ μάχαιραι.
πέτρης Ναξίας θοούμεναι: Νάξος Κρήτης νῆσος φέρουσα ἀκόνας.
παμάτων: τῶν θρεμμάτων.
οὐ στροβίλων λιγνύϊ: ὁ νοῦς· οὐ λιβανωτοῦ καπνῷ μελαίνομαι.
ἰξὸς δέ ἐστιν εὐῶδες φυτὸν τῶν δένδρων τῶν Ἀραβικῶν.
ἰξὸς λέγεται τὸ καταρρέον ἀπὸ τῶν δένδρων τῶν Ἀραβικῶν, μεταφορικῶς δὲ τὸν λιβανωτὸν λέγει.
Νῦσαι δὲ πολλαί εἰσι, νῦν δὲ τὴν Ἀραβικὴν λέγει.
ὁ δὲ νοῦς· οὐ γὰρ ὁρᾷς με οὔτε χρυσοῦν οὔτε ἀργυροῦν. τάγχουρος γὰρ ὁ χρυσός, ἡ λέξις Περσική.
οὔτʼ ἐξ Ἀλύβης παγέντα βώλοις: τουτέστιν ἐξ ἀργύρου· ὁ γὰρ Ὅμηρος τὴν Ἀλύβην γενέθλην τοῦ ἀργύρου ὠνόμασεν.
Ἀλύβης παγέντα βώλοις: ἀργύρῳ φησίν. Ὅμηρος· «τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.»
οὐδʼ ὃν Κυνθογενής: Κύνθος δὲ ὄρος Δήλου, ὅπου κεράτινος βωμός. λέγεται δὲ ἐκ δεξιῶν κεράτων πεπλέχθαι τὸν βωμὸν μόνον, ἐκ δὲ τῶν ἀριστερῶν οὐδαμῶς.
ἰσόρροπος πέλοιτό μοι: οὐδὲ ἐκεῖνος ἴσος ἐμοὶ γένοιτο, ὃν τῷ Ἀπόλλωνι ἡ Ἄρτεμις ἐκ κεράτων ἐποίησεν.
σὺν Οὐρανοῦ γὰρ ἐκγόνοις: ταῖς Χάρισιν.
εἰνὰς δὲ Γηγενὴς αἱ Μοῦσαι· θυγατέρες γὰρ αὗται τῆς Γῆς.
τάων δʼ ἀείζῳον: τὰ τῶν Μουσῶν, φησί, καὶ τῶν Χαρίτων ἔνευσεν ὁ Ζεὺς ἄφθαρτα εἶναι.
σὺ δʼ, ὦ πιὼν κρήνηθεν: σὺ δὲ ὁ ἐκ τῆς κρήνης τοῦ Ἑλικῶνος ἐκπιών, τουτέστι τῶν Μουσικῶν πομάτων, θύοις τοῖς θεοῖς σπονδὴν μέλιτος γλυκερωτέραν.
ἰὸν ἱέντων τεράων: ἀντὶ τοῦ· οὐκ ἔχω δράκοντας ἰοβόλους.
ἰὸν ἱέντων: ἀντὶ τοῦ ἰοβόλων.
σοί, Τριπάτωρ: σοί, ὦ Ἀθηνᾶ· φασὶ δὲ Ἀθηνᾶν ἐκ τριῶν φῦναι πατέρων, ἔνθεν Τριτογένειαν καλεῖσθαι.
τὸ δὲ πορφυρέου κριοῦ τοῦ χρυσομάλλου κριοῦ.
φὼρ ἀνέθηκε κριοῦ: τὸ ἀπίθανον τοῦ μύθου λύοντες οὐ κριόν φασι τὸ ζῷον, πλοῖον δὲ κριὸν ἔμβολον ἔχον. ἀπὸ δὲ βωμοῦ ἀρξάμενος εἰς βωμὸν κατέληξεν.