eul_wid: aau-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Astronomical Fragments by Hesiod

The Astronomical Fragments is a modern editorial title for a collection of eight passages attributed to the early Greek poet Hesiod. These fragments do not derive from a single, continuous poem but are citations preserved by later Greek and Roman authors who reference Hesiod as an authority on celestial phenomena. The content is didactic in nature, closely aligning with the practical, calendrical astronomy found in Hesiod's Works and Days. It includes references to specific constellations, such as the Pleiades, Hyades, and the Great Bear, noting their heliacal risings and settings to mark key seasonal transitions for agriculture and sailing. The fragments also preserve early mythological etiologies for star groups, linking them to figures like Orion and providing stories for their catasterism, or placement in the heavens. The original work is lost, and these excerpts survive solely as quotations in later writers, most significantly in the astronomical commentaries of Hipparchus and in the star myth compendium known as the Catasterismi. The standard modern critical edition is found in Merkelbach and West's Fragments of Hesiod. These fragments represent a seminal stage in the systematic Greek observation of the heavens for practical purposes, establishing a tradition of poetic celestial timekeeping that directly influenced later didactic poets like Aratus and was cited as authoritative by ancient scientists, securing their historical importance in the development of Greek astronomy.

καὶ ὁ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρο-
νομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει·
τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
— —καὶ πάλιν·
χειμέριαι δύνουσι Πελειάδες.
— —καὶ πάλιν·
τῆμος ἀποκρύπτουσι Πελειάδες.
Ἄρατου Σχόλια Ἡ. ἐν τῆι ἀστρικῆι
αὑτοῦ βίβλωι Ἡ. γάρ φησι περὶ αὐτῶν·
νύμφαι Χαρίτεσσιν ὁμοῖαι
Φαισύλη ἠδὲ Κορωνὶς ἐυστέφανός τε Κλέεια
Φαιώ θʼ ἱμερόεσσα καὶ Εὐδώρη τανύπεπλος,
ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
Ἐρατοσθένης ὁ Κυρηναῖος Ἄρκτου μεγάλης. ταύτην Ἡσίοδός
φησι Λυκάονος θυγατέρα ἐν Ἀρκαδίαι οἰκεῖν, ἑλέσθαι δὲ μετὰ Ἀρτέ-
μιδος τὴν περὶ τὰς θήρας ἀγωγὴν ἐν τοῖς ὄρεσι ποιεῖσθαι· φθαρεῖ-
σαν δὲ ὑπὸ Διὸς ἐμμεῖναι λανθάνουσαν τὴν θεόν· φωραθῆναι δὲ
ὕστερον ἐπίτοκον ἤδη οὖσαν ὀφθεῖσαν ὑπʼ αὐτῆς λουομένην· ἐφʼ ὧι
ὀργισθεῖσαν τὴν θεὸν ἀποθηριῶσαι αὐτήν· καὶ οὕτως τεκεῖν ἄρκτον
γενομένην τὸν κληθέντα Ἀρκάδα. οὖσαν δʼ ἐν τῶι ὄρει θηρευθῆναι
ὑπὸ αἰπόλων τινῶν καὶ παραδοθῆναι μετὰ τοῦ βρέφους τῶι Λυκάονι·
μετὰ χρόνον δέ τινα δόξαι εἰσελθεῖν εἰς τὸ τοῦ Διὸς ἄβατον
ἀγνοήσασαν τὸν νόμον. ὑπὸ δὲ τοῦ ἰδίου υἱοῦ διωκομένην καὶ τῶν
Ἀρκάδων, καὶ ἀναιρεῖσθαι μέλλουσαν διὰ τὸν εἰρημένον νόμον ὁ
Ζεὺς διὰ τὴν συγγένειαν αὐτὴν ἐξείλετο καὶ ἐν τοῖς ἄστροις αὐτὴν
ἔθηκεν. Ἄρκτον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ συμβεβηκὸς αὐτῆι σύμ-
πτωμα. περὶ τούτου
λέγεται, ὅτι Ἀρκάς ἐστιν ὁ ἐκ Καλλιστοῦς καὶ Διὸς γεγονώς· ὤικησε
δὲ περὶ τὸ Λύκαιον. φθείραντος αὐτὴν Διὸς οὐ προσποιησάμενος ὁ
Λυκάων τὸν Δία ἐξένιζεν, ὥς φησιν Ἡ., καὶ τὸ βρέφος κατακόψας
παρέθηκεν ἐπὶ τὴν τράπεζαν. Εὔμηλος
δὲ καί τινες ἕτεροι λέγουσι Λυκάονι καὶ θυγατέρα Καλλιστὼ
γενέσθαι· Ἡ. μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν νυμφῶν λέγει, Ἄσιος
δὲ Νυκτέως, Φερεκύδης δὲ Κητέως.
Ἐρατοσθένης ὁ Κυρηναῖος Ὠρίωνος. τοῦτον Ἡ. φησιν Εὐ-
ρυάλης τῆς Μίνωος καὶ Ποσειδῶνος εἶναι, δοθῆναι δὲ αὐτῶι δωρεάν,
ὥστε ἐπὶ τῶν κυμάτων πορεύεσθαι καθάπερ ἐπὶ τῆς γῆς. ἐλθόντα
δὲ αὐτὸν εἰς Χίον Μερόπην τὴν Οἰνοπίωνος βιάσασθαι οἰνωθέντα,
γνόντα δὲ τὸν Οἰνοπίωνα καὶ χαλεπῶς ἐνεγκόντα τὴν ὕβριν ἐκτυ-
φλῶσαι αὐτὸν καὶ ἐκ τῆς χώρας ἐκβαλεῖν. ἐλθόντα δὲ εἰς Λῆμνον
ἀλητεύοντα Ἡφαίστωι συμμῖξαι, ὃς αὐτὸν ἐλεήσας δίδωσιν αὐτῶι
Κηδαλίωνα τὸν αὑτοῦ οἰκέτην, ὅπως ὁδηγῆι
ὃν λαβὼν ἐπὶ τῶν ὤμων ἔφερε σημαίνοντα τὰς ὁδούς· ἐλθὼν
δʼ ἐπὶ τὰς ἀνατολὰς καὶ Ἡλίωι συμμίξας δοκεῖ ὑγιασθῆναι καὶ οὕτως
ἐπὶ τὸν Οἰνοπίωνα ἐλθεῖν πάλιν, τιμωρίαν αὐτῶι ἐπιθήσων· ὁ δὲ ὑπὸ
τῶν πολιτῶν ὑπὸ γῆν ἐκέκρυπτο. ἀπελπίσας δὲ τὴν ἐκείνου ζήτησιν
ἀπῆλθεν εἰς Κρήτην καὶ περὶ τὰς θήρας διῆγε κυνηγετῶν τῆς Ἀρτέ-
μιδος παρούσης καὶ τῆς Λητοῦς, καὶ δοκεῖ ἀπειλήσασθαι ὡς πᾶν
θηρίον ἀνελεῖν τῶν ἐπὶ τῆς γῆς γιγνομένων· θυμωθεῖσα δὲ αὐτῶι Γῆ
ἀνῆκε σκορπίον εὐμεγέθη, ὑφʼ οὗ τῶι κέντρωι πληγεὶς ἀπώλετο·
ὅθεν διὰ τὴν αὐτοῦ ἀνδρίαν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκεν ὁ Ζεὺς
ὑπὸ Ἀρτέμιδος καὶ Λητοῦς ἀξιωθείς, ὁμοίως καὶ τὸ θηρίον τοῦ εἶναι
μνημόσυνον αὐτῶν καὶ τῆς πράξεως.
Διόδωρος ὁ Σικελιώτης ἔνιοι δὲ λέγουσι
σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου
καὶ γενέσθαι τὸν πορθμόν, διειργούσης τῆς θαλάσσης τὴν ἤπειρον
ἀπὸ τῆς νήσου. Ἡ. δὲ ὁ ποιητής φησι τοὐναντίον, ἀναπεπταμένου
τοῦ πελάγους Ὠρίωνα προσχῶσαι τὸ κατὰ τὴν Πελωρίδα κείμενον
ἀκρωτήριον καὶ τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι, τιμώ-
μενον ὑπὸ τῶν ἐγχωρίων διαφερόντως. ταῦτα δὲ διαπραξάμενον εἰς
Εὔβοιαν μεταναστῆναι κἀκεῖ κατοικῆσαι· διὰ δὲ τὴν δόξαν ἐν τοῖς
κατʼ οὐρανὸν ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.