Λεόντιον
Δερκόμενος πρὸς κῦμα, μόνη δέ οἱ ἐφλέγετο γλήν.
Οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
Ἀργιόπην Θρῇσσαν στειλάμενος κιθάρην
Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον,
ἔνθα Χάρων κοινὴν ἕλκεται εἰς ἄκατον
ψυχὰς οἰχομένων, λίμνῃ δʼ ἐπὶ μακρὸν ἀϋτεῖ
ῥεῦμα διὲκ μεγάλων ῥυομένῃ δονάκων.
Ἀλλʼ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
Ὀρφεύς, παντοίους δʼ ἐξανέπεισε θεούς,
Κωκυτόν τʼ ἀθέμιστον ὑπʼ ὀφρύσι μειδήσαντα·
ἠδὲ καὶ αἰνοτάτου βλέμμʼ ὑπέμεινε κυνός,
ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δʼ ὄμμα
σκληρόν, τριστοίχοις δεῖμα φέρον κεφαλαῖς.
Ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
Ἀργιόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.
Οὐ μὴν οὐδʼ υἱὸς Μήνης ἀγέραστον ἔθηκε
Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην,
ἥ τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν
εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,
Ράριον ὀργειῶνα νόμῳ διαπομπεύουσα
Δημήτρᾳ· γνωστὴ δʼ ἐστὶ καὶ εἰν Ἀΐδῃ.
Φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον
Ἡσίοδον πάσης ἤρανον ἱστορίης
Ἀσκραίων ἐσικέσθαι ἐρῶνθʼ Ἑλικωνίδα κώμην·
ἔνθεν ὅ γʼ Ἠοίην μνώμενος Ἀσκραϊκὴν
πόλλʼ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους
ὑμνῶν, ἐκ πρώτης παιδὸς ἀνερχόμενος.
Αὐτὸς δʼ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει
ἥδιστον πάντων δαίμονα μουσοπόλων
λεπτὴν ᾗς Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος
ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης,
ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον,
πολλὸν ἀπʼ εὐρείης λειπόμενος πατρίδος·
ἔκλεε δʼ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου
καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων.
Μίμνερμος δέ, τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς
ἦχον καὶ μαλακοῦ πνεῦμα τὸ πενταμέτρου,
καίετο μὲν Ναννοῦς, πολιῷ δʼ ἐπὶ πολλάκι λωτῷ
κημωθεὶς κώμους εἶχε σὺν Ἐξαμύῃ,
ἤχθεε δʼ Ἑρμόβιον τὸν ἀεὶ βαρὺν ἠδὲ Φερεκλῆν
ἐχθρόν, μισήσας οἷʼ ἀνέπεμψεν ἔπη.
Λυδῆς δʼ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος
πληγεὶς Πακτωλοῦ ῥεῦμʼ ἐπέβη ποταμοῦ·
δαρδανη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν
κλαίων, αιζαον δʼ ἦλθεν ἀποπρολιπὼν
ἄκρην ἐς Κολοφῶνα, γόων δʼ ἐνεπλήσατο βίβλους
ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου.
Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους
Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
γιγνώσκεις· ὁ δʼ ἀοιδὸς ἀηδόνος ἠράσαθʼ, ὕμνων
Τήϊον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
Καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφημίλλητʼ Ἀνακρείων
στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσιν·
φοίτα δʼ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δʼ αὐτὴν
οἰνηρῇ δειρῇ κεκλιμένην πατρίδα
Λέσβον ἐς εὔοινον· τὸ δὲ Μύσιον εἴσιδε Λεκτὸν
πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.
Ἀτθὶς δʼ οἷα μέλισσα πολυπρήωνα Κολωνὸν
λείπουσʼ ἐν τραγικαῖς ᾖδε χοροστασίαις
Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ...
........ Ζεὺς ἔπορεν Σοφοκλεῖ.
Φημὶ δὲ κἀκεῖνον τὸν ἀεὶ πεφυλαγμένον ἄνδρα
καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν
πάσας ἀμφὶ γυναῖκας, ὑπὸ σκολιοῖο τυπέντα
τόξου νυκτερινὰς οὐκ ἀποθέσθʼ ὀδύνας·
ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας
αιγειων, μέθεπεν δʼ Ἀρχέλεω ταμίην,
εἰσόκε δὴ δαίμων Εὐριπίδῃ εὕρετʼ ὄλεθρον
Ἀρριβίου στυγνῶν ἀντιάσαντι κυνῶν.
Ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι
Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην
Μοῦσαι παιδευθέντα Φιλόξενον, οἷα τιναχθεὶς
Ὀρτυγίῃ ταύτης ἦλθε διὰ πτόλεως
γιγνώσκεις, ἀΐουσα μέγαν πόθον ὃν Γαλατείη
αὐτοῖς μηλείοις θήκαθʼ ὑπὸ προγόνοις.
Οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται
Κῷοι χάλκειον στῆσαν ὑπὸ πλατάνῳ
Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλίταν
ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.
Οὐδὲ μὲν οὐδʼ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο
ἀνθρώπων, σκοτίην μαιόμενοι σοφίην,
οὓς αὐτὴ περὶ πυκνὰ λόγοις ἐσφίγξατο μῆτις,
καὶ δεινὴ μύθων κῆδος ἔχουσʼ ἀρετή,
οὐδʼ οἵδʼ αἰνὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν
μαινομένου, δεινὸν δʼ ἦλθον ὑφʼ ἡνίοχον.
Οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς
Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης
εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ
βαιῇ ἐνὶ σφαίρῃ πάντʼ ἀποπλασσάμενον.
Οἵῳ δʼ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων
ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ,
Κύπρις μηνίουσα πυρὸς μένει· ἐκ δὲ βαθείης
ψυχῆς κουφοτέρας ἐξεπόνησʼ ἀνίας,
οἰκίʼ ἐς Ἀσπασίης πωλεύμενος· οὐδέ τι τέκμαρ
εὗρε, λόγων πολλὰς εὑρόμενος διόδους.
Ἄνδρα δὲ Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ
δεινός, ὅτʼ Ἀπιδανῆς Λαΐδος ἠράσατο
ὀξὺς Ἀρίστιππος, πάσας δʼ ἠνήνατο λέσχας
φεύγων, ουδαμενον εξεφορησεβιωι.