eul_wid: vmw-ae
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Narratives on Iambos Ancient Scholia by Callimachus Scholia

The scholia explicate the primary themes of Callimachus's Iambi, which include:

Preserved within the medieval manuscript tradition of Callimachus's works, these scholia were compiled by later grammarians to aid in the study of his allusive text. Their survival is fragmentary, reliant on papyri and manuscript margins, consistent with the transmission of most Callimachean works.

Such ancient scholia are foundational for modern philology, preserving critical interpretive traditions and enabling the reconstruction of fragmentary texts. They are indispensable for producing critical editions and understanding the nuances of Callimachus's Iambi.

Ἀκούσαθʼ Ἱππώνακτος· οὐ γὰρ ἀλλʼ ἥκω Ὑποτίθεται φθιτὸν Ἱππώνακτα συγκαλοῦντα τοὺς φιλολόγους εἰς τὸ Παρμενίωνος καλούμενον Σαραπίδειον· ἥκουσι δʼ αὐτοῖς κατʼ εἴλας ἀπαγορεύει φθονεῖν ἀλλήλοις, λέγων ὡς Βαθυκλῆς Ἀρκὰς τελευτῶν τήν τε ἄλλην οὐσίαν διέθετο καὶ δὴ χρυσοῦν ἔκπωμα τῷ μέσῳ τῶν υἱῶν Ἀμφάλκῃ ἐνεχείρισεν, ὅπως δῷ τῷ ἀρίστῳ τῶν ἑπτὰ σοφῶν. ὁ δὲ ἐλθὼν εἰς Μίλητον ἐδίδου τοῦτο Θάλητι ὡς διαφέροντι τῶν ἄλλων, ὁ δὲ ἀπέπεμψε πρὸς Βίαντα τὸν Πριηνέα, ὁ δὲ πρὸς Περίανδρον τὸν Κορίνθιον, ὁ δὲ ὡς Σόλωνα τὸν Ἀθηναῖον, ὁ δὲ πρὸς Χίλωνα τὸν Λακεδαιμόνιον, ὁ δὲ πρὸς Πιττακὸν τὸν Μιτυληναῖον, ὁδὲ πρὸς Κλεύβουλον τὸν Λίνδιον … τὸ δὲ ἔκπωμα ὑπὸ τούτου πεμφθὲν ἦλθε πάλιν εἰς Θάλητα· ὁ δὲ ἀνατίθησι τῷ Διδυμεῖ Ἀπόλλωνι δὶς λαβὼν ἀριστεῖον. τοιγαροῦν ἔφη … αιο … ἀλλήλων κρ … τ … ιοιστ … ἐρίζεσθε.

Ἦν κεῖνος οὑνιαυτός, ᾧ τό τε πτηνόν Τἆλλα ζῷα ὡμοφώνει ἀνθρώποις, μέχρι κατὰ λύσιν γήρως ἐπρέσβευσεν ὁ κύκνος πρὸς τοὺς θεοὺς καὶ ἀλώπηξ τὸν Δία ἐτόλμησεν μὴ δικαίως ἄρχειν φάναι. ἔκτοτε δὲ εἰς ἀνθρώπους μετήνεγκεν αὐτῶν τὴν φωνήν, καὶ λάλοι ἐγένοντο· Εὔδημος δέ, φησίν, τὴν κυνὸς ἔσχε, Φίλτων δὲ ὄνου, παρεπικόπτων τούτους, ἴσως δὲ καὶ Σαρδιανὸν εἶπε τὸν Αἴσωπον.

Εἴθʼ ἦν, ἄναξ ὤπολλον, ἡνίκʼ οὐκ ἦα Καταμέμφεται τὸν καιρὸν ὡς πλούτου μᾶλλον ἢ ἀρετῆς ὄντα, τὸν δὲ πρὸ αὐτοῦ ἀποδέχεται ὃς τῆς ἐναντίας ἦν τούτων γνώμης· παρεπικόπτει δὲ καὶ Εὐθύδημόν τινα, ὡς κεχρημένον τῇ ὥρᾳ πορισμῷ, ὑπὸ τῆς μητρὸς πλουσίῳ συσταθέντα.

Εἶς—οὐ γάρ; —ἡμέων παῖ Χαριτάδεω καὶ σύ Διεφέρετο ὁ ποιητὴς πρός τινα τῶν ἐφαμίλλων· Σῖμος δέ τις παρατυχὼν παρυπέκρουεν ἄμφω παρενδεικνύμενος ἴσος εἶναι. Θρᾷκα δέ φησιν αὐτὸν καθεστάναι … παιδοκλέπτης ἐστί. καὶ γὰρ τὸν αἶνον παρατίθεται ἀκόλουθον, ὡς ἐν Τμώλῳ δάφνη καὶ ἐλαία διεφέροντο ὑπὲρ πρωτείων — παρεπεφύκεσαν δʼ ἀλλήλαις —, διεξῄεσαν δὲ τὰ προσόντα ἑαυταῖς χρήσιμα. ἐπὶ πλεῖον δὲ διαφερομένων ὑποτυχοῦσα βάτος παλαιά· «πέπαυθε πρὶν εἰ μὴ ἐπίχαρτοι τοῖς δυσμενέσι γενώμεθα» — παρεπεφύκει δʼ αὐταῖς. πρὸς ἣν ἀποβλέψασα … ἡ δάφνη «ὦ κακὴ λώβη», φησίν, «ὡς δὴ μί» ἡμέων καὶ σύ; … σεικο … συε … ινητ … ατωδρα … εισεις

Ὦ ξεῖνε—συμβουλὴ γὰρ ἕν τι τῶν ἱρῶν— Γραμματοδιδάσκαλον, ὄνομα Ἀπολλώνιον, οἱ δὲ Κλέωνά τινα, ἰαμβίζει ὡς τοὺς ἰδίους μαθητὰς καταισχύνοντα, ἐν ἤθει εὐνοίας ἀπαγορεύων τούτῳ δρᾶν, μὴ ἁλῷ.

Ἀλεῖος ὁ Ζεύς, ἁ τέχνα δὲ Φειδία Γνωρίμῳ αὐτοῦ ἀποπλέοντι κατὰ θέαν τοῦ Ὀλυμπίου Διὸς εἰς Ἦλιν διηγεῖται μῆκος ὕψος πλάτος βάσεως θρόνου ὑποποδίου αὐτοῦ τοῦ θεοῦ καὶ ὅση ἡ δαπάνη, δημιουργὸν δὲ Φειδίαν Χαρμίδου Ἀθηναῖον.

Ἑρμᾶς ὁ Περφεραῖος Αἰνίων θεός Περφεραῖος Ἑρμῆς ἐν Αἴνῳ τῇ πόλει τῆς Θρᾴκης τιμᾶται ἐντεῦθεν· Ἐπειὸς πρὸ τοῦ δουρείου ἵππου ἐδημιούργησεν Ἑρμᾶν, ὃν ὁ Σκάμανδρος πολὺς ἐνεχθεὶς κατέσυρεν· ὁ δʼ ἐντεῦθεν προσηνέχθη εἰς τὴν πρὸς Αἴνῳ θάλασσαν, ἀφʼ ἧς ἁλιευόμενοί τινες ἀνείλκυσαν αὐτὸν τῇ σαγήνῃ. ὅτε ἐθεάσαντο αὐτόν, καταμεμψάμενοι τὸν βόλον πρὸς ἀλέαν σχίζειν τε αὐτὸν καὶ παρακαίειν αὑτοῖς ἐπεχείρουν, οὐδὲν δὲ ἧττον … ἔφθασαν ἢ τὸν ὦμον παίσαντες τραύματος τύπον ἐργάσασθαι, διαμπερὲς δὲ ἠσθένησαν· καὶ ὅλον αὐτὸν καίειν ἐπεχείρουν, τὸ δὲ πῦρ αὐτῷ περιέρρει· ἀπειπόντες κατέρριψαν αὐτὸν εἰς τὴν θάλασσαν. ἐπεὶ δὲ αὖτις ἐδικτυούλκησαν, θεὸν νομίσαντες εἶναι ἢ θεῷ προσήκοντα καθιδρύσαντο ἐπὶ τοῦ αἰγιαλοῦ ἱερὸν αὐτοῦ, ἀπήρξαντό τε τῆς ἄγρας ἄλλος παρʼ ἄλλου αὐτὸν περιφέρων. τοῦ δὲ Ἀπόλλωνος χρήσαντος εἰσεδέξαντο τῇ πόλει καὶ παραπλησίως τοῖς θεοῖς ἐτίμων.

Ἀργώ κοτʼ ἐμπνέοντος ἤκαλον νότου Ἐπίνικος Πολυκλεῖ Αἰγινήτῃ νικήσαντι διαύλῳ Ἀμφορίτῃ ἐν τῇ πατρίδι. τὸ δʼ ἀγώνισμα τοῦτο· πρὸς τῷ τέρματι τοῦ σταδίου κεῖται ἀμφορεὺς πλήρης ὕδατος, ἐφʼ ὃν δραμὼν κενὸς ὁ ἀγωνιζόμενος ἀναλαβὼν τὸν ἀμφορέα ἀνακάμπτει, προφθάσας δὲ νικᾷ. κατήχθησαν δὲ ἐντεῦθεν οἱ Ἀργοναῦται ἐπιβάντες τῆς Αἰγίνης, ἡμίλλησαν δὲ ἀλλήλοις ὑδρευόμενοι ὑπὲρ τοῦ θᾶττον· ὁ δʼ ἀγὼν Ὑδροφόρια καλεῖται.

Ἑρμᾶ τί τοι τὸ νεῦρον ὦ Γενειόλα Φιλητάδου παιδὸς εὐπρεποῦς ἐραστὴς ἰδὼν Ἑρμοῦ ἄγαλμα ἐν παλαιστριδίῳ ἐντεταμένον, πυνθάνεται μὴ διὰ τὸν Φιλητάδαν. ὁ δέ φησιν ἄνωθεν εἶναι Τυρσηνὸς καὶ κατὰ μυστικὸν λόγον ἐντετάσθαι, ἐπὶ κακῷ δὲ αὐτὸν φιλεῖν τὸν Φιλητάδαν

Τὰς Ἀφροδίτας—ἡ θεὸς γὰρ οὐ μία— Ἐν Ἀσπένδῳ τῆς Παμφυλίας τῇ Καστνίῃ Ἀφροδίτῃ ὗς ἱερουργεῖται ἐντεῦθεν· Μόψος ἀρχηγὸς τῶν Παμφυλίων ἐπὶ θήραν ἐξιὼν εὔξατο αὐτῇ εὐβολήσας ὃ ἂν λάβοι πρῶτον καλλιερήσειν. καὶ δὴ θηράσας κάπρον ἐτέλεσε τὴν ἐπαγγελίαν. ἀφʼ οὗ καὶ Παμφύλιοι μέχρι νῦν τοῦτο ποιοῦσιν· εἰ μὴ γὰρ ἥδετο ἡ θεός, οὐκ ἂν ὁ Μόψος ἐκυνήγησεν τοῦτο. ἐπαινεῖ δὲ καὶ τὴν Ἐρετριέων Ἄρτεμιν, ὅτι πᾶν τὸ θυόμενον οὐκ ἀποσείεται.

Ἀλλʼ οὐ τὸν Ὑψᾶν, ὃς τὸ σᾶμά μευ Διημαρτημένως λέγεται παροιμία «ἁρπαγὰ τὰ Κοννάρου»· «Κοννίδα» γὰρ χρὴ λέγειν. ἐντεῦθεν γὰρ παρῆλθεν· Κοννίδας μέτοικος ἐν Σελινοῦντι πλουτήσας ἐκ πορνοβοσκίας παρὰ μὲν τὸν ἄλλον χρόνον … εν ἐφήμιζεν, ὡς τὴν οὐσίαν τῇ τε Ἀφροδίτῃ καὶ τοῖς φίλοις διανεμεῖν. τελευτήσαντος δὲ αὐτοῦ ἡ διαθήκη εὑρέθη περιέχουσα «ἁρπαγὰ τὰ Κοννίδα»· ὅθεν ὁ δῆμος ἐξελθὼν τοῦ θεάτρου ἥρπασεν τὰ Κοννίδα. Σελινοῦς δὲ πόλις Σικελίας.

Ἄρτεμι Κρηταῖον Ἀμνίσου πέδον Τοῦτο γέγραπται εἰς ἕβδομα θυγατρίου γεννηθέντος Λέοντι γνωρίμῳ τοῦ ποιητοῦ, ἐν ᾧ φησιν διενεγκεῖν τῶν δεμυηθεντων τῇ Ἥβῃ ὑπὸ τῶν ἄλλων θεῶν τὸν ᾀσθέντα ὑπὸ τοῦ Ἀπόλλωνος ὕμνον.

Μοῦσαι καλαὶ κἄπολλον, οἷς ἐγὼ σπένδω· Ἐν τούτῳ πρὸς τοὺς καταμεμφομένους αὐτὸν ἐπὶ τῇ πολυειδείᾳ ὧν γράφει ποιημάτων ἀπαντῶν φησιν ὅτι Ἴωνα μιμεῖται τὸν τραγικόν· ἀλλʼ οὐδὲ τὸν τέκτονά τις μέμφεται πολυειδῆ σκεύη τεκταινόμενον.