Chapters to the Preface of Scholia-Pindar's PoemsΚεφάλαια εἰς τὴν Προοίμιον Σχολίων εἰς Πινδάρου
Pindar Commentary Chapters to the Preface of Scholia Pindar's Poems PDF
The work known as the Chapters to the Preface of Scholia-Pindar's Poems is a paratextual outline designed to structure the introductory material found in the ancient scholia on the poet Pindar. It functions as a meta-commentary, systematically organizing key topics to guide readers into the complex Pindaric exegetical tradition. Based on the standard content of comparable scholia prefaces, its thematic scope would have encompassed the life and biography of Pindar, the character of his poetry including its genre, distinctive style, and metrical forms, the principles for interpreting its dense mythological and historical references, and the history of the text alongside the purpose of the scholia themselves. The text is transmitted within the medieval manuscript tradition of the Pindaric scholia, notably preserved in compendia such as the tenth-century codex Vaticanus Graecus 1312, where it survives as an integral component of the published critical editions of the Scholia Vetera. This structured outline exemplifies Byzantine scholarly methods for organizing classical learning, and by facilitating access to the foundational preface of the scholia, it played a significant role in shaping the systematic study and reception of Pindar's poetry from the Byzantine era through the Renaissance.
| 306 (12t) | Capitula ad praefationem pertinentia a. Ἢ μετὰ ἑνὸς ἵππου ἠγωνίζοντο καὶ ἐλέγοντο κέλλητες, ἢ μετὰ δύο καὶ ἐλέγοντο νικῶντες ἅρματι, ἢ μετὰ τεσσάρων καὶ ἐνίκων τεθρίππῳ, ἢ μετὰ 〈βʹ〉 ἡμιόνων καὶ ἐνίκων ἀπήνῃ b. Ἰστέον ὅτι οἱ λυρικοὶ ἐν τοῖς ποιήμασιν αὐτῶν ἐχρῶντο στροφῇ, ἀντιστρόφῳ καὶ ἐπῳδῷ· στροφῇ μὲν, ὅτι ἀπὸ τῶν δεξιῶν ἐστρέφοντο ἐπὶ τὰ ἀριστερά, ᾗτινι ἀναλογεῖ ἡ τοῦ παντὸς κίνησις ἡ ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικά. δεξιὰ γὰρ καλεῖ ὁ Ὅμηρος τὰ ἀνατολικά, ἀριστερὰ δὲ τὰ δυτικά· ἀντιστρόφῳ δὲ, ὅτι ἐκινοῦντο ἀπὸ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά, ᾗτινι ἀναλογεῖ ἡ τῶν πλανήτων κίνησις ἡ ἀπὸ δύσεως εἰς ἀνατολάς· ἐπῳδῷ δὲ, ὅτι ἵσταντο ἐν ἑνὶ τόπῳ καὶ ἔλεγον τὰς ᾠδὰς, ᾗτινι ἀναλογεῖ ἡ στάσις τῆς γῆς. ἐχρῶντο δὲ καὶ τριάσι καὶ δυάσιν, ὡς οὗτος [ὁ ποιητής], ἤγουν στροφῇ, ἀντιστρόφῳ καὶ ἐπῳδῷ, ἢ στροφῇ μόνῃ καὶ ἀντιστρόφῳ· οἱ δ’ ἄλλοι καὶ τετράσιν καὶ πεντάσιν, ἤγουν στροφῇ, ἐπῳδῷ, ἀντιστρόφῳ καὶ πάλιν ἀνομοίῳ ἐπῳδῷ· πεντάσι δὲ, ἤγουν ἐπῳδῷ, στροφῇ, ἐπῳδῷ, ἀντιστρόφῳ, ἐπῳδῷ· ἅτινα ἐλέγοντο προῳδικὰ καὶ ἐπῳδικὰ καὶ μεσῳδικὰ καὶ παλινῳδικά. |
| 307 | c. Πινδάρου λυρικοῦ Ὀλυμπιονῖκαι. Ἐπειδὴ λυρικός ἐστιν ὁ Πίνδαρος, καὶ πρὸς λύραν ᾄδονται τὰ ποιήματα αὐτοῦ, κατὰ τριάδας, στροφὴν, ἀντίστροφον καὶ ἐπῳδὸν, καὶ ἐκ κώλων τὰ μέλη συνίστανται· πλὴν ὅσων καὶ ὁποίων ἡ στροφὴ, ἐκ τοσούτων καὶ τοιούτων καὶ ἡ ἀντίστροφος, ἡ δὲ ἐπῳδὸς ἀνόμοιός ἐστι πρὸς αὐτὰς, καὶ εἰκότως· ἐπεὶ κινουμένοις εἰς τὰ δεξιὰ τοῖς χορευταῖς ᾔδετο ἡ στροφή, εἰς δὲ τὰ ἀριστερὰ ἐκ τῶν δεξιῶν ἡ ἀντίστροφος, ἡ δὲ ἐπῳδὸς ἱσταμένοις διεβιβάζετο, εἰς εἰκόνα τῆς τε τοῦ παντὸς κινήσεως ἀπὸ ἀνατολῶν εἰς δυσμὰς, τῆς τε τῶν πλανήτων κινήσεως ἀπὸ δύσεως εἰς ἀνατολὰς, καὶ τῆς τῆς γῆς ἀκινησίας. καὶ οὕτω μὲν ἡ τριαδικὴ μελοποιία κατὰ τὰς στροφὰς, τὰς ἀντιστρόφους καὶ τὰς ἐπῳδούς. ταῦτα δὲ ἐκ κώλων συνίστανται. τὰ δὲ κῶλα μέτρον διάφορον ἔχουσιν, ἐκ ποδῶν συνιστάμενον. dΛεκτέον περὶ ποδῶν καὶ ἰστέον ὅτι οἱ πάντες πόδες εἰσὶν εἰκοσιοκτώ. τέσσαρες οἱ δισύλλαβοι· ὀκτὼ οἱ τρισύλλαβοι· δεκαὲξ οἱ τετρασύλλαβοι, οἳ δὴ καὶ τέλειον μέτρον καὶ συζυγίαν ἀπαρτίζουσιν· οἱ δ’ ἄλλοι πόδες, πλὴν τοῦ καθαροῦ δακτύλου, κατὰ διποδίαν εἰς συζυγίαν συνίστανται καὶ μέτρα λέγονται ὧντινων δὴ μέτρων καὶ αἱ καταλήξεις τέσσαρές εἰσιν· ἀκατάληκτον, τὸ μὴ ἔχον ἔλλειμμα τὸ τυχόν· καταληκτικὸν, τὸ κατὰ συλλαβὴν λεῖπον· βραχυκατάληκτον, τὸ κατὰ πόδα δισύλλαβον ἢ τρισύλλαβον λεῖπον· καὶ ὑπερκατάληκτον, τὸ ἔχον ἐπέκεινα συλλαβήν. |
| 308 | ἀλλὰ πρῶτον περὶ ποδῶν ῥητέον. Δισύλλαβοι τέσσαρες· πυρρίχιος ἐκ δύο βραχειῶν, ⏑⏑, οἷον λόγος· ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, ⏑–, οἷον λέβης· τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας, –⏑, οἷον ἦτορ· σπονδεῖος ἐκ δύο μακρῶν, ––, οἷον ἥρως. Τρισύλλαβοι ὀκτώ· χορεῖος, ὁ καὶ τρίβραχυς, ⏑ ⏑ ⏑, οἷον ἄατος· δάκτυλος, ἐκ μακρᾶς καὶ δύο βραχειῶν, –⏑⏑, οἷον Πίνδαρος· ἀμφίβραχυς, ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ⏑–⏑, οἷον ἄμητος· ἀνάπαιστος, ἐκ δύο βραχειῶν καὶ μακρᾶς, ⏑⏑–, οἷον ἀπάτωρ· βακχεῖος, ἐκ βραχείας καὶ δύο μακρῶν, ⏑––, οἷον δομήτωρ· ἀμφίμακρος, ὁ καὶ Κρητικὸς, ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, –⏑–, οἷον Καικίας· παλιμβάκχειος, ἐκ δύο μακρῶν καὶ βραχείας, ––⏑, οἷον συγγνωστός· μολοττὸς, ὁ ἐκ τριῶν μακρῶν, –––, οἷον Πειραιεύς. Οἱ δὲ τετρασύλλαβοι δεκαέξ· προκελευσματικὸς, ὁ ἐκ τεσσάρων βραχειῶν, ⏑⏑⏑⏑, οἷον ἀνιαρός· παίων πρῶτος, ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν, –⏑⏑⏑, οἷον ἡμίονος· παίων βʹ ἐκ βραχείας καὶ μακρᾶς καὶ ἑτέρων δύο βραχειῶν, ⏑–⏑⏑, οἷον ἀγεύσιος· παίων γʹ ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, ⏑⏑–⏑, οἷον παράκοιτος· παίων τέταρτος ἐκ βραχειῶν τριῶν καὶ μακρᾶς, ⏑⏑⏑–, οἷον παρακαλῶ· ἰωνικὸς ἀπὸ μείζονος ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν, ––⏑⏑, οἷον Κλειτώνυμος· ἰωνικὸς ἀπ’ ἐλάττονος ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, ⏑⏑––, οἷον κακοδαίμων· διτρόχαιος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, –⏑–⏑, οἷον Κλειτόδημος· διίαμβος ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ⏑–⏑–, οἷον θεηγορῶ· χορίαμβος ὁ ἐκ μακρᾶς καὶ βραχείας καὶ βραχείας καὶ μακρᾶς, ἡ μακρὰ δὲ καὶ ἡ βραχεῖα ἀντὶ χορείου ἐστὶ τριβράχεος, –⏑⏑–, οἷον χειρονομῶ· ἀντίσπαστος ὁ ἐκ βραχείας καὶ μακρᾶς καὶ μακρᾶς καὶ βραχείας τῶν ἀντεσπασμένων καὶ ἐξ ἐναντίας ὄντων, ⏑––⏑, οἷον θεόκλητος. |
| 309 | —Οἱ τέσσαρες ἐπίτριτοι. ἐπίτριτοι δὲ λέγονται κατὰ λόγους ἀριθμητικούς· ὁ τέταρτος γὰρ τοῦ τρίτου ἐπίτριτος. ἐπειδὴ τοίνυν ἐκ τετραχρόνου σπονδείου καὶ τριχρόνου ἰάμβου ἢ τροχαίου σύγκειται ὁ ἐπίτριτος, διὰ τοῦτο ἐπίτριτος λέγεται. καὶ πρῶτος ἐπίτριτός ἐστιν ὁ ἐκ βραχείας καὶ τριῶν μακρῶν, ⏑–––, οἷον θεορρήμων· βʹ ἐπίτριτος ὁ ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, –⏑––, οἷον τοιχορύκτης· τρίτος ἐπίτριτος ὁ ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς, ––⏑–, οἷον αὐτοκράτωρ· τέταρτος ἐπίτριτος ὁ ἐκ τριῶν μακρῶν καὶ βραχείας, –––⏑, οἷον εἰρήναρχος. δισπόνδειος ὁ ἐκ τεσσάρων μακρῶν, ––––, οἷον εἰρηναρχῶ. e. Ἰστέον ὅτι ἀντιπαθεῖ τῷ τροχαίῳ ὁ ἴαμβος. διὰ τοῦτο καὶ ἀπὸ τῶν τετρασυλλάβων τινὲς μὲν τῷ τροχαίῳ πρόσκεινται καὶ πρὸς τὰς ἰαμβικὰς συζυγίας ἀπᾴδοντές εἰσι, τινὲς δὲ τῷ ἰάμβῳ καὶ πρὸς τὰς τροχαϊκὰς συζυγίας οὐ συμφωνοῦσιν· ἤγουν πρὸς μὲν τὸν χορίαμβον καὶ πρὸς τὸν ἀντίσπαστον αἱ ἰαμβικαὶ συζυγίαι χρήσιμοι, πρὸς δὲ τοὺς ἰωνικοὺς οὐκέτι· πρὸς δὲ τοὺς ἰωνικοὺς πάλιν αἱ τροχαϊκαὶ συζυγίαι χρήσιμοι, πρὸς δὲ ἐκείνους οὐκέτι. |
| 310 | εἰσὶ δὲ ἰαμβικαὶ συζυγίαι ἢ δύο ἴαμβοι ἢ σπονδεῖος καὶ ἴαμβος, καὶ πλέον οὐδέν· αἱ δὲ τροχαϊκαὶ συζυγίαι ἢ δύο τροχαῖοι ἢ τροχαῖος καὶ σπονδεῖος. πολλάκις δὲ κεῖνται καὶ ἀπὸ τῶν τρισυλλάβων. ἐπὶ γὰρ τοῦ ἰαμβικοῦ ἐν τῷ πρώτῳ καὶ ἐν τῷ τρίτῳ καὶ ἐν τῷ πέμπτῳ ἢ ἴαμβος ἢ σπονδεῖος ἢ χορεῖος ἢ δάκτυλος ἢ ἀνάπαιστος· ἐπὶ δὲ τῶν ἀρτίων χωρῶν, τῆς τε δευτέρας καὶ τετάρτης καὶ ἕκτης, ἢ ἴαμβος ἢ χορεῖος ἢ ἀνάπαιστος, οὐδέποτε δὲ ὁ ἀπὸ μακροῦ ἀρχόμενος. ἐπὶ δέ γε τοῦ τροχαϊκοῦ ἐν τῇ δευτέρᾳ καὶ τετάρτῃ καὶ ἕκτῃ ἢ τροχαῖος ἢ σπονδεῖος ἢ δάκτυλος ἢ ἀνάπαιστος ἢ χορεῖος, ἐν δὲ τῇ πρώτῃ καὶ τρίτῃ καὶ πέμπτῃ οἱ ἀπὸ μακροῦ ἀρχόμενοι καὶ μόνοι, ἢ τροχαῖος ἢ δάκτυλος ἢ σπονδεῖος, οὐδέποτε δὲ ἀνάπαιστος ἢ χορεῖος. καὶ ταῦτα μὲν περὶ τῶν ποδῶν. f. Λυρικοὶ δέ εἰσιν οὗτοι· Ἀλκμὰν Στησίχορος Ἀλκαῖος Ἴβυκος Ἀνακρέων Σιμωνίδης Πίνδαρος Βακχυλίδης. οὕτω δὲ προσηγορεύθησαν διὰ τὸ πρὸς λύραν ᾄδεσθαι τὰ ποιήματα αὐτῶν· διὸ δεῖ ταύτης παρ’ αὐτοῖς. μέλη δὲ τὰ ἐν αὐτοῖς ἤτοι διὰ τὸ ἀπὸ τελείων ἀφαιρεῖσθαι μέτρων· καὶ γὰρ ἡμεῖς τὰ ἀπὸ τελείων ἀφαιρούμενα μέτρα μέλη καλοῦμεν ἢ ἀπὸ Μέλας τῆς Ὠκεανοῦ θυγατρός, καθὰ Λυσανίας φησίν· ἢ καθόσον μέλιτι παραπλησίαν ἔχει τὴν ἡδονήν. δύναται δὲ καὶ διὰ τὸ κροῦμα ᾠδὴ καὶ μέλη ὁμωνύμως λέγεσθαι. καὶ κῶλα δὲ ὁμοίως, ἐπεὶ μὴ τέλειά ἐστι μέτρα. τῶν δὲ ᾠδῶν αἱ μέν εἰσι μονόστροφοι, αἱ δὲ τριαδικαί. καὶ μονόστροφοι μὲν αἱ Σαπφοῖ καὶ Ἀλκαίῳ καὶ Ἀνακρέοντι διὰ τριῶν ἢ τεσσάρων κώλων ὡρισμένην ἔχουσαι τὴν κατάστασιν καὶ ὑπὸ περιγραφῆς διειργόμεναι· τριαδικαὶ δὲ αἱ συνεστῶσαι ἔκ τε στροφῆς καὶ ἀντιστρόφου καὶ ἐπῳδοῦ. |
| 311 | στροφὴ μὲν οὖν ἐστι κώλων ποσῶν εὔρυθμος σύνθεσις ἑτεροίας στροφῆς ἀντιστρόφου καὶ ἐπῳδοῦ. κέκληται δὲ ἡ μὲν στροφή, καθό φησι Πτολεμαῖος ἐν τῷ περὶ στατικῆς ποιήσεως, διὰ τὸ τοὺς ᾄδοντας κύκλῳ κινεῖσθαι περὶ τὸν βωμὸν, σημαίνοντας τὴν τοῦ βίου κίνησιν· ἀντίστροφος δὲ διὰ τὸ ἀναστρέφοντας αὐτοὺς εὐρύθμως κινεῖσθαι, ἄχρις ἂν ἔλθωσιν ἐπ’ ἐκεῖνον τὸν τόπον, ἀφ’ οὗ ἤρξαντο πρῶτον κινεῖσθαι· ᾐνίσσοντο δὲ διὰ τούτου τὴν τοῦ ἡλίου κίνησιν, ἐπειδὴ τὴν ἐναντίαν οὗτος δοκεῖ τῷ κόσμῳ ποιεῖσθαι· ἐπῳδὸς δὲ, ἐπειδὴ ἱστάμενοι ἐπῇδον, διὰ τούτου τὸ ἔμμονον καὶ στερρὸν τῆς γῆς παριστῶντες. |