Proverbs of DiogenianusΠαροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς
Diogenianus of Heraclea Pontica Proverbs of Diogenianus PDF
The Proverbs of Diogenianus is a second-century CE paremiographical treatise compiled by the grammarian Diogenianus of Heraclea Pontica. Written in Koine Greek, the work systematically collected and explained 491 popular sayings in common use, thereby preserving a significant corpus of everyday wisdom, folk culture, and idiomatic expression from the Greek-speaking world of the Roman Imperial Period. Its typical format presents a proverb followed by a concise explanation of its meaning or origin. The original five-book treatise is lost, surviving only in part through later transmission. The text known today is primarily a condensed epitome preserved within the Byzantine Corpus Paroemiographorum Graecorum. Diogenianus's work was also extensively quoted by the tenth-century Byzantine encyclopedia, the Suda. Modern scholarship interprets the compilation as a product of the Second Sophistic, a period characterized by a revival of classical Greek learning. It was likely intended for students and scholars, serving both pedagogical aims and the codification of a shared cultural heritage. The collection became a foundational source for later proverb compilers, most notably Zenobius, and remains a critical resource for understanding ancient Greek popular thought and linguistic usage.
| t 1 | ΠΑΡΟΙΜΙΑΙ ΔΗΜΩΔΕΙΣ ΕΚ ΤΗΣ ΔΙΟΓΕΝΙΑΝΟΥ ΣΥΝΑΓΩΓΗΣ. Διογενιανοῦ περὶ παροιμιῶν. |
| p 1 [45] | Τὴν παροιμίαν ὀνομάζεσθαί φασί τινες ἀπὸ τῶν οἴμων· οὕτω δὲ αἱ ὁδοὶ ἐκαλοῦντο. Οἱ δ’ ἄνθρωποι, ὅσα κοινωφελῆ εὕρισκον, ταῦτα κατὰ λεωφόρους ὁδοὺς ἀνέγραφον ὑπὲρ τοῦ πλείονας ἐντυγχάνοντας τῆς ὠφελείας μεταλαμβάνειν· οὕτω καὶ τὰ τῶν σοφῶν ἀποφθέγματα γνωθῆναί φασι, καὶ τὰ Πυθαγορικὰ παραγγέλματα. Ἔνιοι δέ φασι προσηγορεῦσθαι τὰς παροιμίας ἀπὸ τοῦ ὅμοιόν τι ἐφ’ οἷς λέγονται δηλοῦν παροιμίας τυγχανούσας. Ἔστι δὲ ἡ παροιμία τρόπος καὶ τῆς καλουμένης ἀλληγορίας· παράκειται δὲ αὐτῇ λόγος αἶνος Αἰσώπειος, Καρικὸς αἶνος, Συβαριτικὸς λόγος, Κύπριος, Λιβυκὸς αἶνος, Μαισωνικὴ παροιμία· μάρσιπος. Αἶνος μὲν οὖν ἐστὶ κατ’ ἀνάπλασιν μυθικὴν ἀναφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν ἐπὶ ἀνθρώπων παραίνεσιν. Καὶ ἀπὸ ζώων μὲν, ὡς παρ’ Ἀρχιλόχῳ, Αἶνός τις ἀνθρώπων ὅδε Ὡς ἆ ρ ’ ἀλώπηξ κἀετὸς ξυνωνίην Ἔμιξα ν . ἀπὸ δὲ φυτῶν, Ἄκουε δὴ τὸν αἶνο ν · ἔγ κοτε Τμώλῳ Δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ λέγουσι θέσθα ι . Εἰκὸς δὲ καταχρηστικώτερον παρ’ Ὁμήρῳ αἶνος, ὁ μηδετέρου τούτων μετέχων, ὅτε ἐνδεικνυμένου Ὀδυσσέως χλαίνης ὡς χρῄζει ὁ Εὔμαιός φησιν, Ὦ γέρο ν , αἶνος μέν τοι ἀμύμω ν , ὃν κατέλεξα ς . Οἱ δ’ ἄλλοι τῶν κατειλεγμένων ὀνόματι μὲν διαφέρειν, δυνάμει δ’ εἰσὶν ἐμφερεῖς. Αἰσώπειος μὲν γὰρ λέγεται ὁ ἀπὸ ἀνδρὸς Αἰσώπου πλεονάσαντος ἐν τῷ τοιούτῳ εἴδει τοῦ μύθου, οὐχ εὑρόντος, ὡς ἐν ποιητικῇ μέτρον Ἀρχεβούλειον ἢ καὶ Ἀριστοφάνειον, ἃ λέγεται οὐχ εὑρημένα ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ παρὰ τούτοις κατακορέστερον ἐν τῇ ποιήσει τεταγμένα. Καρικὸς δὲ αἶνος λέγεται, ὃν ἀναφέρουσιν εἰς γένει Κᾶρα ἄνδρα· τοῦτον γὰρ ἁλιέα τυγχάνοντα χειμῶνος θεασάμενον πολύποδα εἰπεῖν· «Εἰ μὲν ἀποδὺς κολυμβήσαιμι ἐπ’ αὐτὸν ῥιγώσω, ἐὰν δὲ μὴ λάβω τὸν πολύποδα, τῷ λιμῷ τὰ παιδί’ ἀπολῶ.» Κέχρηται δὲ τῷ λόγῳ τούτῳ καὶ Τιμοκρέων ἐν μέλεσι, καὶ Σιμωνίδης δ’ αὐτοῦ μνημονεύει ἐν τῷ εἰς Ὄριλλαν Ἐπινικίῳ. Ὁ Συβαριτικὸς δὲ λέγεται εἶναι τοιοῦτος ὁποῖον Ἀριστοφάνης ἐν Σφηξὶν, ὡς ἀνδρὶ Συβαρίτῃ ἀπείρῳ ἱππικῆς ἐφ’ ἅρμα ἀναβάντι συνέβη κατενεχθέντι συντριβῆναι, φίλον δ’ αὐτῷ παρόντα φάναι τὸ ἕρδοι τις ἣν ἕκαστος εἰδείη τέχνη ν . Ὁ δὲ Κύπριος προσηγόρευται διὰ τὸ παρὰ Κυπρίοις λέγεσθαι ὡς ἐπιχώριος. Κέχρηται δὲ καὶ τούτῳ Τιμοκρέων ἐμφαίνων ὡς οἱ ἄδικα πράσσοντες καὶ ἐς ὕστερον τῶν προσηκόντων τυγχάνουσι. Καὶ γὰρ τῷ Ἀδώνιδι ἐν Κύπρῳ τιμηθέντι ὑπὸ τῆς Ἀφροδίτης μετὰ τὴν τελευτὴν οἱ Κύπριοι ζώσας ἐνίεσαν περιστερὰς, αἱ δ’ ἀποπτᾶσαι καὶ διαφυγοῦσαι αὖθις ἀδοκήτως εἰς ἄλλην ἐμπεσοῦσαι πυρὰν διεφθάρησαν. |
| p 1 (50) [55] | Λιβυκὸς δὲ αἶνος ἀπὸ τοῦ ἔθνους εἰρῆσθαι λέγεται, ἀπὸ Λίβυός τινος· οἱ δὲ Κύβισαν εὑρέτην γενέσθαι τοῦ εἴδους τούτου, ὡς Αἰσχύλος διασαφεῖ, ὧ δ ’ ἐστὶ μύθων τῶν Λιβυκῶν τὸ κλέο ς . Ἀβύδηνον ἐπιφόρημ α : ἐπὶ τῶν ἀηδῶν εἴωθε τάττεσθαι. |
| 1 1 [5] | Ἔθος γὰρ τοῖς Ἀβυδηνοῖς μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προσάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχημένοις. Κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γενομένου, ἀηδίαν πολλὴν εἶναι τοῖς δαιτυμόσιν. Ἅβρωνος βίο ς : Ἅβρων τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. |
| 1 2 | Ὅθεν ἡ παραβολὴ ἐπὶ τῶν πολυτελῶν τάττεται. Ταῦτα καὶ, Σικελικὴ τράπεζ α · καὶ, Συβαριτικὸς βίο ς . Ἀγορὰ Κερκώπω ν : ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. |
| 1 3 | Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ, οἵτινες καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. Ὁμοία τῇ, Λύκων δεκά ς · καὶ, Κρωβύλου ζεῦγο ς . Ἀγαθὴ καὶ μᾶζα με τ ’ ἄρτο ν : ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων· ὁμοία τῇ, Δέχεται καὶ βῶλον ἀλήτη ς . |
| 1 5 | Ἂν μὴ παρῇ κρέα ς , ταρίχῳ στερκτέο ν : Ἀγαμέμνονος θυσί α : ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν· Ἀγαμέμνων γὰρ τὴν αὑτοῦ ἐβούλετο θυσιάσαι θυγατέρα· ἢ ὅτι βοῦν αὐτοῦ θύοντος ἔφυγε καὶ μόλις κρατηθεὶς εἰσήχθη. |
| 1 7 | Ἀγαθώνειος αὔλησι ς : ἡ μαλθακὴ καὶ μήτε χλιαρὰ μήτε πικρὰ, ἀλλ’ ἡδίστη. Ἀγέλαστος πέτρ α : ἐπὶ τῶν λύπης προξένων ἡ παροιμία· ἐπ’ αὐτῆς γὰρ ἐκάθισεν ὅτε τὴν κόρην ἐζήτει ἡ Δημήτηρ. |
| 1 8 | Ὁμοία, Στεγανώτερος Ἀρεοπαγίτο υ . Καὶ, Ἐς Τροφωνίου μεμάντευσα ι . Ἀγαθὰ Κιλίκω ν : ἐπὶ τῶν ἀπὸ τῶν οὐ προσηκόντων πλουτούντων. |
| 1 9 | Προδότης γάρ τις τῶν Κιλίκων Μίλητον προδοὺς, ηὐπόρησεν. Ὅμοιον, Ἀπὸ νεκρῶν φορολογεῖ ν . Ἀγαθῶν θάλασσ α : ἐπὶ πλήθους ἀγαθῶν. |
| 1 10 | Ὡς καὶ τὸ, Ἀγαθῶν σωρὸ ς , καὶ, Ἀγαθῶν μυρμηκί α . Ἐπὶ πλήθους γὰρ εὐδαιμονίας καὶ τοῦτο. Τὰ ἐναντία· Κακῶν Ἰλιὰ ς , καὶ, Λέρνη κακῶ ν . Ἁγνότερος πηδαλίο υ : ἐπὶ τῶν ἁγνῶς βεβιωκότων. |
| 1 11 | Παρόσον ἐν θαλάσσῃ ἐστὶν ἀεὶ τὸ πηδάλιον. Ἀγροίκου μὴ καταφρόνει ῥήτορο ς : ὑποθετική. |
| 1 12 | Ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. Ὅμοιόν ἐστι, Κἀν μύρμηκι χολ ή . Ἀγναμπτότερος βάτου αὔο υ : ἐπὶ τοῦ ξηροῦ καὶ αὐθάδους τὸν τρόπον. |
| 1 14 [5] | Ἀδώνιδος κῆπο ι : ἐπὶ τῶν ἀώρων καὶ μὴ ἐῤῥιζωμένων. Ἐπειδὴ γὰρ Ἄδωνις ἐρώμενος ὢν, ὡς ὁ μῦθος, τῆς Ἀφροδίτης, προήβης τελευτᾷ, οἱ ταύτῃ ὀργιάζοντες, κήπους εἰς ἀγγεῖά τινα φυτεύοντες ἢ φυτεύουσαι, ταχέως ἐκείνων διὰ τὸ μὴ ἐῤῥιζῶσθαι μαραινομένων, Ἀδώνιδος αὐτοὺς ἐκάλουν. Αὐλὸν σάλπιγγι συγκρίνει ς : ἐπὶ τῶν τὰ ἐλάττω τοῖς μείζοσι συγκρινόντων. |
| 1 15 | Τέττιγι μέλιτταν συγκρίνει ς , κατὰ φωνήν. Ἀδεὲς δέο ς : ἐπὶ τῶν μάτην δεδιότων. |
| 1 17 | Ἀληλεσμένος βίος καὶ μεμαγμένο ς : ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου. Ἄσπαρτα καὶ ἀνήροτ α : ἐπὶ τοῦ ὁμοίου. |
| 1 19 [5] | Ἄλλην δρῦν βαλάνιζ ε : ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι, ἢ ἐπὶ τῶν συνεχῶς δανειζομένων. Οἱ γὰρ παλαιοὶ βαλάνοις ἔζων· πρὸς οὖν τοὺς περισκοποῦντας τὰς δρῦς εἴτε πλήρεις εἶεν εἴτε κεναὶ, Ἄλλην δρῦν βαλάνιζ ε , ἔλεγον. Ἄλλος βίο ς , ἄλλη δίαιτ α : ἐπὶ τῶν ἐπ’ ἀμείνονα βίον μεταβαλλομένων. |
| 1 21 | Ἅλας ἄγων καθεύδει ς : ἐπὶ τῶν ἐν κινδύνοις ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος ἅλας ἄγοντος ἀποκαθευδήσαντος, συνέβη τὴν ἀντλίαν ἐπαναβῆναι καὶ τῆξαι τὸν ἅλα. Ἄιδεις ὡς εἰς Δῆλον πλέω ν : ἐπὶ τοῦ ὁμοίου. |
| 1 23 [5] | Ἄλλοτε δ ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθα ι : ὅτι προσήκει ἐξομοιοῦν ἑαυτὸν ἐν οἷς ἂν γένοιτο τόποις. Εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων· οὗτοι γὰρ ᾗ ἂν πλησιάσωσι πέτρᾳ, φόβου κατεπείγοντος, εἰς τὸ αὐτῆς εἶδος τὸ ἑαυτῶν μεταβάλλουσιν. Ὅμοιον, Πολύποδος πολυχρόου νόον ἴσχ ε . Ἀζάνια κακ ά : ἐπὶ τῶν κακοῖς διηνεκῶς προσπαλαιόντων. |
| 1 24 | Ἀζάναι γὰρ τόπος σκληρὸς, περὶ ὃν πονοῦντες οἱ γεωργοὶ οὐδὲν πορίζονται. Ἀνάγυρον κινεῖ ς : ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ τῶν ἑαυτῶν κακῷ. |
| 1 25 | Ἀνάγυρος γάρ τις ἥρως ἐπιχώριος τοὺς γειτονοῦντας ἐκ βάθρων ἀνέτρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Ἀντρώνιος ὄνο ς : ἐπὶ τῶν μεγάλων καὶ ἀγρίων καὶ ἀνενεργήτων. |
| 1 26 | Ἐν Ἄντρωνι γὰρ, ὥς φησι Φερεκράτης, μεγάλοι ὄνοι ἐγένοντο. Ἀχαρνικοὶ ὄνο ι : ἐπὶ τῶν αὐτῶν. Ἄνω ποταμῶν χωροῦσι πηγα ί : ἐπὶ τῶν ἐναντίως γενομένων ἢ λεγομένων. |
| 1 27 | Οἷον, εἰ ὁ πόρνος τὸν σώφρονα λέγει πόρνο ν . Ἀράβιος αὐλητή ς : ἐπὶ τῶν ἀεὶ λαλούντων. |
| 1 28 | Μετῆκται δὲ ἀπό τινος Ἀραβίου αὐλητοῦ, ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Ἀρκάδας μιμούμενο ς : ἐπὶ τῶν ἄλλως πονούντων. |
| 1 29 | Πολλὰ γὰρ οἱ Ἀρκάδες πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν πώποτε ἔσχον. Ἀρχὴ Σκυρί α : ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων· πετρώδης γὰρ ἡ Σκῦρος. |
| 1 31 | Αἰθὴς πέπλο ς : ἐπὶ τῶν ὑπεκκαιόντων καὶ στάσεις ἐγειρόντων καὶ διαβολάς. Δηϊάνειρα γὰρ πέπλον πέμψασα Ἡρακλεῖ, τούτῳ διέφθειρεν αὐτόν. Αἵμασι κλαίει ν : καθ’ ὑπερβολὴν, οὐ δακρύοις, ἀλλ’ αἵματι κλαίειν. |
| 1 33 | Αἱροῦντες ᾑρήμεθ α : ἐπὶ τῶν ἐλπισάντων τινὰς νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. Αἱ Χάριτες γυμνα ί : ὅτι δεῖ ἀφειδῶς χαρίζεσθαι. |
| 1 35 [5] | Αἱ Ἰβύκου γέρανο ι : ἐπὶ τῶν ἀπροσδοκήτως ἐπὶ τοῖς ἁμαρτήμασι κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ἰδὼν ἐμαρτύρατο. Χρόνῳ δὲ οἱ λῃσταὶ θεώμενοι ἐν θεάτρῳ γεράνους ὑπεριπταμένους, Αἱ Ἰβύκου γέρανο ι , ἔλεγον. Εἶτα ἁλόντες καὶ ἀνακριθέντες ἐκολάσθησαν. Αὐτοὶ χελώνας ἔσθε θ’ , οἵπερ εἵλετ ε : ἐπὶ τῶν ἐξ ἀβουλίας τι πραττόντων, εἶτα βοηθείας δεομένων. |
| 1 36 | Ἁλιεῖς γὰρ χελώνην ἀνασπάσαντες ἐμέριζον· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τοῦτο ἐφθέγξατο. Αἰγιαλῷ λαλεῖ ς : ἐπὶ τῶν ἀνηκόων. |
| 1 38 | Αἰθέρα νήνεμον αἱρήσει ς : ἐπὶ τῶν μάτην πονούντων. Ἄϊδος κυν ῆ : ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινος μηχανῆς. |
| 1 39 | Τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν. Αἲξ οὔπω τέτοκε ν , ἔριφος δ ’ ἐπὶ δώματι παίζε ι : ἐπὶ τῶν οὔπω τεχθέντων ἢ γεγονότων, ἀλλ’ ἀτελῶν ὄντων, καὶ τὰ τῶν τελείων θελόντων ποιεῖν. |
| 1 41 | Αἰάντειος γέλω ς : ἐπὶ τῶν παραφρόνως γελώντων. Ἀφύων τιμ ὴ : ἐπὶ τῶν ἐν μικροῖς παρ’ ἄλλων τιμωμένων. |
| 1 43 | Ἀνίπτοις χερσί ν : ἐπὶ τῶν βεβήλοις χερσὶ τοῖς ἱεροῖς ἐγχειρούντων. Ἄειδε τὰ Τέλληνο ς : ἐπὶ τῶν σκωπτικῶν· Τέλλην γὰρ αὐλητὴς ἐγένετο, ὃς παίγνια κατέλιπε χάριν ἔχοντα. |
| 1 45 | Αἰθίοπα σμήχει ς : δῆλον τὸ τοιοῦτον. Ὁμοῖα, Χύτραν ποικίλλει ς , ὠὸν τίλλει ς . Αἰσώπειον αἷμ α : ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσιν ἐνεχομένων· ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως ἀνελοῦσι τὸν Αἴσωπον ὠργίσθη ὁ θεός. |
| 1 47 | Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτο ι : ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ μικρῶν. Ἐρωτώντων γὰρ τινῶν, τίνες κρείττους τῶν Ἑλλήνων; τοῦτο ἀντεφθέγξαντο· Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτο ι . Ἄκαιρος εὔνο ι ’ οὐδὲν ἔχθρας διαφέρε ι : τοῦτό φασιν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν, φάσκουσαν αὐτὸν φιλεῖν παρὰ πάντας ἀνθρώπους. |
| 1 49 | Ἀκάνθιος τέττι ξ : ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων· οὐκ ᾄδουσι γὰρ οἱ ἐκεῖσε τέττιγες. Ὅμοιον· Βάτραχος Σερίφιο ς , ἐπὶ τῶν αὐτῶν. Οὐκ ᾄδουσι γὰρ οἱ ἐν Σερίφῳ βάτραχοι. Ἅλα καὶ κύαμο ν : ἐπὶ τῶν εἰδέναι μὲν προσποιουμένων, οὐκ εἰδότων δέ. |
| 1 50 | Ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον. Ὅθεν καὶ τοὺς ἀποῤῥήτων κοινωνοῦντας τοὺς περὶ ἅλα καὶ κύαμον ἔλεγον. Ἀττικοὶ τὰ Ἐλευσίνι α : ἐπὶ τῶν τὰ ἀπόῤῥητα μυουμένων· οἱ γὰρ Ἀττικοὶ ἐν Ἐλευσῖνι ἐπετέλουν τὰ τῆς Δήμητρος μυστήρια. |
| 1 52 [5] | Αἲξ τὴν μάχαιρα ν : ἐπὶ τῶν ἑαυτοῖς λανθανόντως κακόν τι ἐπισπωμένων. Εἴληπται δὲ ἐξ αἰτίας τοιαύτης· Κορίνθιοι αἶγα τῇ Ἥρᾳ ἔθυον· κρυψαμένων δέ τινων τὴν μάχαιραν, ἡ αἲξ τοῖς ποσὶ σκαλεύουσα ἀνέφηνεν. Ὅμοιον, Κορώνη τὸν σκορπίο ν , Κόνιν φυσᾷ ς , Εὖ κείμενον κακὸν κινεῖ ς , Λέοντα νύσσει ς , Ἀνάγυρον κινεῖ ς . Ἄδακρυς πόλεμο ς : ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων. |
| 1 53 | Χρησμὸς γὰρ ἐδόθη Λακεδαιμονίοις, ἄδακρυν μάχην νικῆσαι· ὅθεν οὐδὲ εἷς τηνικαῦτα τούτων ἀπέθανεν. Ἀδράστεια Νέμεσι ς : ἐπὶ τῶν πρότερον δοκησάντων μὲν προβήσεσθαι τὸ πρᾶγμα καλῶς, ἀποσφαλέντων δέ. |
| 1 54 | ἀπὸ Ἀδράστου τοῦ † Θήβαις στρατεύσαντος καὶ μεγάλως σφαλέντος. Τὸ αὐτὸ καὶ, Καδμεία νίκ η . Ἀδδηφάγον ἅρμ α : ἐπὶ τῶν γαστριμάργων. |
| 1 56 | Ἀετοῦ γῆρα ς , κορύδου νεότη ς : παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ κορύδου νεάζοντος. Ὅμοιον· Ῥόδον ἀνεμώνῃ συγκρίνει ς , Καρκίνον δασύποδ ι , Θρίπας ἀετ ῷ , καὶ, Χελώνην πηγάσ ῳ . Ἀκεσσαίου σελήν η : ἐπὶ τῶν εἰς χρόνον ἀναβαλλομένων πρᾶξαί τι. |
| 1 57 | Ἦν δὲ κυβερνήτης, ὃς ῥᾴθυμος ὢν, ἔλεγε διὰ παντὸς ἀναμένειν σελήνην, ἵνα ἐν φωτὶ ὁ πλοῦς αὐτῷ γένηται. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβο ι : ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων· ἢ ἐπὶ τῶν ἀξίως τιμωμένων. |
| 1 59 | Αἰτναῖος κάνθαρο ς : ἐπὶ τῶν τῷ σώματι μεγάλων. Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλο ι : δήλη ἡ παροιμία. |
| 1 60 | Καὶ ὁμοία τῇ, Αὐτόματοι δ ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵεντα ι . Ἀεὶ κολοιὸς πρὸς κολοιὸν ἱζάνε ι : ἐπὶ τῶν τοῖς ὁμοίοις προσομιλούντων. |
| 1 61 | Συνδυαστικὰ γὰρ καὶ συναγελαστικὰ τὰ ζῶα. Ἅλις δρυό ς : ἐπὶ τῶν εἴς τινα βελτίονα δίαιταν μεταβαλλομένων. |
| 1 62 | Τῶν γὰρ βαλάνων οἱ παλαιοὶ παυσάμενοι μετεῖχον σίτου καὶ οἴνου. Ἄλλος οὗτος Ἡρακλῆ ς : ἐπὶ τῶν ἰσχυρῶν καὶ κραταιῶν ἡ παροιμία. |
| 1 64 [5] | Ἀμαλθείας κέρα ς : ἐπὶ τῶν πάντα τὰ καλὰ ἐν ἑαυτοῖς κεκτημένων. Ῥέα γὰρ τεκοῦσα τὸν Δία, ἔδωκεν Ἀμαλθείᾳ τρέφειν, διὰ τὸ μὴ ὑπὸ Κρόνου καταβρωθῆναι τοῦ ἰδίου πατρός. Ἡ δὲ αἰγὶ αὐτὸν ὑπέβαλεν. Ὁ τοίνυν Ζεὺς μετὰ τὸ κατάξαι τῶν οὐρανῶν τὸν πατέρα, ἐγκρατὴς γενόμενος τῆς βασιλείας, τὴν μὲν αἶγα κατηστέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρέσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίνεσθαι αὐτῇ διὰ τοῦ κέρατος ὃ ἂν αἰτήσοι. Ἀετὸν ἵπτασθαι διδάσκει ς : φανερὰ ἡ παροιμία. |
| 1 65 | Ὅμοιον, Δελφῖνα νήχεσθαι διδάσκει ς . Καὶ, Ἵππον εἰς πεδίο ν . Ταχύτερος γάρ ἐστιν ἐν προσομάλῳ τόπῳ. Ἀττικὸς εἰς λιμέν α : ἐπὶ τῶν μετὰ σπουδῆς ὃ ἐπίστανται ποιούντων. |
| 1 66 | Οἱ γὰρ Ἀττικοὶ μέλλοντες ἀπαίρειν πρὸς μάχην καὶ τοῦ λιμένος ἐξιόντες, μετὰ σφοδρότητος ἤλαυνον πρὸς ἐπίδειξιν τῶν οἰκείων ὁρώντων. Ἀετὸς ἐν νεφέλαι ς : ἐπὶ τῶν δυσαλώτων· οὐ γὰρ ἁλίσκεται ἀετὸς ἐν νεφέλαις. |
| 1 68 | Ἀεὶ φέρει τι Λιβύη κακό ν : ἐπὶ τῶν προσεξευρισκόντων ἀεὶ νεώτερόν τι κακὸν καὶ κακούργων. Ἀμνία θερίζει ν : ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. |
| 1 69 | Ὅταν γὰρ ἀμνία ᾖ, οὐκ ἀποκείρεται. Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιε ν : ἐπὶ τῶν καταφρονούντων τινῶν. |
| 1 70 [5] | Ὅμοια, Πολλῶν ἐγὼ θρίων ψόφους ἀκήκο α · Πολλαῖσι πληγαῖς δρῦς δαμάζετα ι · Πολλά κεν εἰδείη ς , οἷς τὸν θεὸν ἐξαπατήσει ς . Ἀετὸς θρίπας ὁρῶ ν : ἐπὶ τῶν ἀφροντιστούντων τῶν μικρῶν. |
| 1 72 | Ἄμας ἀπῄτου ν , οἱ δ ’ ἀπηρνοῦντο σκάφα ς : ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων. Ἀνδραποδώδης θρί ξ : ἐπὶ τῶν ἠλιθίων· Πλάτων· Ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑ π ’ ἀμουσία ς . |
| 1 74 | Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπο ν : ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦ ν , ἀλ λ ’ αὐτὸς ἐξελθὼν ἐπρίατ ο : ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. |
| 1 75 | Κροῖσος γὰρ ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον. Ἀντὶ πέρκης σκορπίο ν : ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ τῶν βελτιόνων. |
| 1 77 | Ἀνεῳγμέναι Μουσῶν θύρα ι : ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρί α : ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων. |
| 1 79 | Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλο ι : δήλη ἡ λύσις. Ἄνθρωπος ἀνθρώπου δαιμόνιο ν : ἐπὶ τῶν ἀπροσδοκήτως ὑφ’ ἑτέρων σωζομένων. |
| 1 81 | Ἂν οἶνον αἰτ ῇ , κόνδυλον αὐτῷ δίδο υ : ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, κακὰ δὲ ἀντιλαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος. Ἀνέμου πεδίο ν : ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων εἴρηται. |
| 1 83 | Ἂν ἡ λεοντῆ μὴ ἐξικῆτα ι , τὴν ἀλωπεκῆν πρόσαψο ν : ὅτι ἐὰν μὴ φανερῶς δύνῃ ἀμύνασθαι, πανουργίᾳ χρῆσαι. Ἀντιπελαργεῖ ν : ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. |
| 1 84 | Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν. Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίο ν : ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων. |
| 1 85 | Πᾶν γὰρ τὸ σῶμα τῶν γερόντων ἀσθενές. Ἀνδρὸς γέροντος μήπο τ ’ ἐς πυγὴν ὁρᾶ ν : ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων. |
| 1 87 | Ἀντλεῖν ἀμφοτέραι ς : λείπει, χερσί ν . Ἡ παροιμία δήλη. Ἀνέμους γεωργεῖ ν : πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας. |
| 1 89 | Ἀντὶ κακοῦ κυνὸς ὗν ἀπαιτεῖ ς : ἐπὶ τῶν καλὰ ἀντὶ κακῶν ἀνταποδιδόντων. Ἄνθρακες ὁ θησαυρό ς : ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. |
| 1 90 | Ὡς ὁ Λουκιανός· Ἄνθρακάς μοι τὸν θησαυρὸν ἀπέφηνα ς . Ἄξιος τοῦ παντὸ ς : ἐπὶ τῶν σφόδρα τιμίων. |
| 1 92 | Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδο ς : ἐπὶ τῶν εὐγενῶν καὶ αἰδημόνων. Οἱ γὰρ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατὰ νόμιμον παλαιὸν τὰς ἀσπίδας φέροντες πομπεύουσιν. Ἄξιος τριχό ς : ἐπὶ τῶν εὐτελῶν. |
| 1 94 | Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσε ν : ἐπὶ τῶν ἀπὸ εὐτελῶν μὲν, ἐνδόξων δὲ γενομένων ἐκείνων. Ἄπληστος πίθο ς : ἐπὶ τῶν γαστριμαργούντων· ἀπὸ τῶν περὶ τὰς Δαναΐδας πίθων. |
| 1 96 | Ἀ φ ’ ἵππων ἐ π ’ ὄνου ς : ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων, οἷον ἀπὸ γραμματικῆς ἐπὶ ἡνιοχευτικὴν, ἢ ἄλλο τι τῶν οὐ σεμνῶν. Ἅπαντα τοῖς σοφοῖς εὔκολ α : ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυσκόλων περιγινομένων. |
| 1 98 | Ἀπὸ κώπης ἐπὶ βῆμ α : ἐπὶ τῶν ἀπὸ χειρόνων εἰς κρείττονα. Ἀν τ ’ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν Ἀχαιο ί : ἐπὶ τῶν ἀχαρίστων. |
| 1 100 | Ἁλώνητον ἀνδράποδο ν : τὸ εὐτελὲς, τὸ πρὸς ἅλας ὠνηθέν. Ὅθεν καὶ Μένανδρος· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ὠνημένο ς . Αἱ Χάρητος ὑποσχέσει ς : ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. |
| 2 1 | Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηνῶν, πολλὰ προχείρως ἐπαγγελλόμενος. Ἄριστα χωλὸς οἰφε ῖ : φασὶν ὅτι αἱ Ἀμαζόνες τοὺς γεννωμένους ἄῤῥενας ἐπήρουν. |
| 2 2 [5] | Ὅθεν πολεμοῦντες αὐταῖς οἱ Σκύθαι, καὶ βουλόμενοι αὐτὰς ἐξαπατῆσαι, ἔλεγον ὅτι συνέσονται αὐταῖς εἰς γάμον ἀπήρωτοι καὶ οὐ λελωβημένοι, ὡς τῶν ἐκείνων ἀνδρῶν λελωβημένων ὄντων. Ἐξ ὧν ἀποκριθεῖσα ἡ ἡγεμὼν τῶν Ἀμαζόνων, Ἄριστ α , φησὶ, χωλὸς οἰφε ῖ , ἀντὶ τοῦ συνουσιάζει. Ἀκεσίας ἰάσατ ο : ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. |
| 2 3 | Καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατ ο . Ἀκκίζεσθα ι : Ἀκκὼ γυνή τις ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥτις ἐσοπτριζομένη τῇ οἰκείᾳ σκιᾷ ὡς ἑτέρᾳ διελέγετο. |
| 2 5 | Ἄκουε τοῦ τέτταρα ἔχοντος ὦτ α : ἐπὶ τῶν πολλὰ εἰδότων καὶ πολλὰ ἀκουόντων· τὸν γὰρ Ἀπόλλωνα Λακεδαιμόνιοι τετράωτον ἵδρυσαν. Ἀκίνητα κινεῖ ς : ὅτι οὐ δεῖ κινεῖν, οὐ βωμοὺς, οὐ τάφους. |
| 2 7 | Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργ α : ἐπὶ τῶν θαύματος ἀξίων· οὗτοι γὰρ τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν. Ἀκόνην σιτίζει ς : ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων. |
| 2 8 | Ὅμοιον, διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆνα ι . Ἀκέφαλος μῦθο ς : ἐπὶ τῶν ἀτελῆ λεγόντων. |
| 2 9 | Πλάτων· Ἀκέφαλον ἑκὼν καταλίποιμι μῦθο ν . Ἄκρῳ ἅψασθαι δακτύλ ῳ : ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων. |
| 2 11 | Ἅλας καὶ τράπεζαν μὴ παραβαίνει ν : δήλη ἡ παροιμία. Φίλοι γὰρ ἐκ τούτων γινόμεθα. Ἅλμη οὐκ ἔνεστιν αὐτ ῷ : ἐπὶ τοῦ ἀηδοῦς καὶ ἀναρτύτου. |
| 2 13 | Ἄλλοι κάμο ν , ἄλλοι ὤναντ ο : ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. Ἀλ λ ’ οὐδὲν δεῖ περὶ τὸν βωμὸν τὰς ἐπινοία ς : ὅτι οὐ δεῖ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι. |
| 2 14 | Οἱ γὰρ τὰ ἱερεῖα προσάγοντες οὔκουν μετὰ τὸ καλλιερῆσαι βουλεύονται. Ἀλ λ ’ οὐκ αὖθις ἀλώπη ξ : λείπει τὸ, ἁλώσετα ι . |
| 2 15 | Ἐπὶ τῶν πονηρῶν δέ. Ἄλλο γλαῦ ξ , ἄλλο κορώνη φθέγγετα ι : ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων, ἀλλ’ ἐριζόντων τοῖς κρείττοσιν. |
| 2 17 | Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκ α : ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. Ἀλώπηξ οὐ δωροδοκεῖτα ι : ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. |
| 2 19 | Ἄλλως ᾄδει ς : ἐπὶ τῶν μάτην πονούντων. Ἄλλοισι μὲν γλῶσσ α , ἄλλοισι δὲ γόμφιο ι : οἱ μὲν γὰρ λάλοι, οἱ δὲ φάγοι. |
| 2 21 [5] | Ἄλλα μὲν Λεύκωνος ὄνος φέρε ι , ἄλλα δὲ Λεύκω ν : ἐπὶ τῶν ἀσυμφώνους τοὺς λόγους τοῖς ἔργοις παρεχομένων. Λεύκων γάρ τις γεωργὸς, μέλιτος ἀσκοὺς εἰς φορμὸν ἐμβαλὼν, ἐκόμιζεν εἰς Ἀθήνας, κριθὰς τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὀλίγον εἰσπραχθησόμενος τέλος. Τοῦ δὲ ὄνου πεσόντος οἱ τελῶναι βοηθῆσαι βουλόμενοι ἔγνωσαν ὅτι μέλι ἐστὶν, καὶ τοῦτο ἔφησαν. Ἄλλην μὲν ἐξηντλοῦμε ν , ἡ δ ’ ἐπεισρέε ι : ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων. |
| 2 23 | Ἀμεινόνων οἰωνῶν τυχεῖ ν : ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων. Ἅ μ ’ ἔπο ς , ἅ μ ’ ἔργο ν : ἐπὶ τῶν ὀξέως καὶ ταχέως ἀνυομένων. |
| 2 25 | Ἀμελοῦς γωνί α : ἐπὶ τῶν ῥᾳθύμως καὶ ἀργῶς καθημένων. Ἔστι γὰρ χωρίον Λιβύης ἐν ἀποκρύφῳ Ἀμελοῦς γωνία καλούμενον. Ἀμουσότερος Λειβηθρίω ν : ἐπὶ τῶν ἀπαιδεύτων. |
| 2 26 | Λειβήθριον γὰρ ὄρος † Πιερικὸν, οὔτε μέλους ἁπλῶς, οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Ἄμμον μετρεῖ ν : ἐπὶ τῶν ἀδυνάτων. |
| 2 28 | Ἀνέμους θηρᾶν ἐν δικτύοι ς : ἐπὶ τῶν ὁμοίων. Ἅ μ ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρι ς : ἐπὶ τῶν ταχέως ἐπιλανθανομένων τῆς χάριτος. |
| 2 30 [5] | Ἄμμες πο τ ’ ἦμε ν : Λακωνικὴ παραβολὴ, ἀντὶ τοῦ, Ἡμεῖς ποτ’ ἦμεν. Τριῶν γὰρ χορῶν ὄντων, ὁ μὲν τῶν παλαιῶν τοῦτ’ ἔλεγεν· ὁ δὲ τῶν νεωτέρων καὶ ἀκμαζόντων, Ἄμμες δέ γ ’ εἰμέ ς · αἱ δὲ λῇ ς , αὐγάσδε ο · ὁ δὲ τῶν νηπίων καὶ οὔπω ἀκμαζόντων, Ἄμμες γέ γ ’ ἐσσόμεσθα πολλῷ κάῤῥονε ς . Ἁλιεὺς πληγεὶς νοῦν οἴσε ι : ἐπὶ τῶν μετὰ τὸ ἁμαρτῆσαί τινος πράγματος συνιέντων. |
| 2 31 [5] | Ἁλιεὺς γὰρ ἁλισκομένους ἰχθῦς μετεχειρίζετο, καί ποτε πληγεὶς, Νοῦν οἴσ ω , φησίν· ὅμοιον δέ ἐστι τῷ παρ’ Ἡσιόδῳ, Παθὼν δέ τε νήπιος ἔγν ω . Ἀπώλεσας τὸν οἶνο ν , ἐπιχέας ὕδω ρ : ἐπὶ τῶν τοῖς καλοῖς τὰ χείρονα προσμιγνύντων· ἐν Κύκλωπος γὰρ δράματι λεγομένῳ οὕτω φησὶ πρὸς Ὀδυσσέα Πολύφημος. |
| 2 33 | Αἲξ Σκυρί α : ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων. Ἀνατρέπει γὰρ τὸ ἀγγεῖον ἀμελχθεῖσα. Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθε ν , ἔν θ ’ ἔβ η : ἔμπορός τις ἅλας ἄγων καὶ καθευδήσας, ἀπώλεσεν αὐτὸ τῆς ἀντλίας ἐπαναβάσης. |
| 2 34 | Λέγεται οὖν ἐπὶ τῶν τὰ ἅπερ προσεπόρισαν καὶ ἐχαρίσαντο ἀπολλύντων. Ἀνεπαρίασα ν : ἐπὶ τῶν μεταγινωσκόντων ἐπί τινι. |
| 2 35 | Οἱ γὰρ Πάριοι ὁμολογήσαντες παραδώσειν Ἀθηναίοις τὴν πόλιν, ὕστερον μετέγνωσαν. Ἁ φιλοχρηματία Σπάρταν ἕλο ι , ἄλλο δὲ οὐδέ ν : ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν πειρωμένων. |
| 2 36 | Ἔφησε γὰρ ὁ θεὸς Σπαρτιάταις, τότε ἀπολεσθῆναι, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν. Ἀθηνᾷ τὸν αἴλουρο ν : ἐπὶ τῶν συγκρινόντων τὰ ἥττονα τοῖς κρείττοσιν. |
| 2 37 | Ὡς εἴ τις διὰ γλαυκότητα τῇ Ἀθηνᾷ τὸν αἴλουρον συμβάλλοι. Ἀττικοὶ τὰ Ἐλευσίνι α : ἐπὶ τῶν καθ’ ἑαυτοὺς συλλεγομένων καὶ πραττόντων τι ἀπόῤῥητον. |
| 2 38 | Κρύφα γὰρ κἀκεῖνα ἐτέλουν. Αὐτῷ καν ῷ : ἐπὶ τῶν ἄρδην τι λυμαινομένων. |
| 2 39 | Τὰ γὰρ δεῖπνα ἐπὶ κανῶν κομιζόμενα ἥρπαζόν τινες αὐτῷ κανῷ. Ὅμοιον, Ἑστίᾳ θύει ν : ἐπὶ τῶν κρύφα πραττόντων. |
| 2 40 | Οἱ γὰρ Ἑστίᾳ θύοντες οὐδὲν ἐξέφερον τῆς θυσίας. Ἀφύα ἐς πῦ ρ : ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. |
| 2 41 | Τάχιστα γὰρ ἡ ἀφύα ἕψεται. Ἀτρέως ὄμματ α : ἐπὶ τῶν τὰ πάντα ὁρώντων, καὶ [οὓς] οὐκ ἔστι λαθεῖν· οἱονεὶ ἄτρεπτα καὶ σκληρά. |
| 2 42 [5] | Εἴρηται δὲ ἐπεὶ οὐκ ἔλαθε Θυέστης μοιχεύων τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ δειπνοῦντι τὰ τέκνα αὐτῷ εἰς βρῶσιν παρέθηκεν. Ἅιδου πρωκτῷ περιπέσοι ς : δῆλον. |
| 2 44 | Ἀετὸν κάνθαρος μαιεύετα ι : ἐπὶ τῶν κακῶς ὑπό τινων πασχόντων. Τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζει κυλίων ὁ κάνθαρος. Ἀγόμενος διὰ φρατόρων κύω ν : ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑρισκομένων καὶ τιμωρουμένων. |
| 2 45 | Ἐν γὰρ τοῖς φράτορσι κύων εὑρεθεὶς τιμωρεῖται. Ἁγνὴ γάμω ν : ἐπὶ τῶν σωφρόνων γυναικῶν. |
| 2 46 | Εἰρωνικῶς δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων. Ὅμοιον, Τὸ κανοῦν τῆς θεοῦ φέρε ι . Αἱ γὰρ ἁγναὶ ἔφερον. Ἀγρὸς ἡ πόλι ς : ἐπὶ τῶν παρανομούντων. |
| 2 47 | Ἐπίχαρμος· Ἀγρὸν τὴν πόλιν ποιεῖ ς . Ἀηδόνες λέσχαις ἐγκαθήμενα ι : ἐπὶ τῶν ἀδολεσχούντων. |
| 2 49 | Ἀγορὰ λύκειο ς : ἐπὶ τῶν ταχέως πιπρασκομένων. Ἐκ μεταφορᾶς τοῦ ζώου· ἁρπακτικὸν γάρ. Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρα ς : ἐπὶ τῶν ἀεὶ τοῖς αὐτοῖς ἐγκειμένων. |
| 2 50 [5] | Οἱ γὰρ ἐν Σικελίᾳ Λεοντῖνοι περὶ τοὺς πότους ἐσχόλαζον. Φάλαρις δ’ αὐτοὺς καταπολεμήσας εἰς τοὺς κρατῆρας ἔῤῥιψεν· ἀφ’ οὗ ἡ παροιμία. Αἱ Οἰδίποδος ἀρα ί : ἐπὶ τῶν μεγάλως δυστυχούντων. |
| 2 52 | Αἱ λαχάνων προσθῆκα ι : ἐπὶ τῶν μηδὲν ὠφελούντων. ὅμοιον τό· Δαιδάλου πτερ ά . Αἰσχύνομαι μὰ τὴν φιλότητα γηράσκων ἵππος ὑπὸ ζυγὸ ν , θήλειάν τε τροφὴν ἔχων ὁρᾶσθα ι : ἐπὶ τῶν παρ’ ἀξίαν τὶ ὑπομενόντων ἕνεκα τροφῆς. |
| 2 54 | Ἀεὶ τὰ πέρυσι βελτί ω : ἐπὶ τῶν κατόπιν ἐν ταῖς χερσὶ γινομένων. Ταπεινούμενοι γὰρ Ἀθηναῖοι κατὰ τὰ Μακεδονικὰ ἐπεφώνουν τι τοιοῦτον. Αἰγύπτου γάμο ς : ἐπὶ τῶν ἀλυσιτελῶς γαμούντων. |
| 2 56 | Ἄλε υ ’ ἀπὸ μείζονος ἀνδρό ς : παραινετικὴ ἡ παροιμία. Ἄλλο γένος κώπη ς : ἐπὶ τῶν περὶ τὸ ἦθος ἐνηλλαγμένων. |
| 2 57 | Ἡρακλῆς γὰρ διαπεραιούμενος ἐπὶ τὰς ἐν Ἐρυθείᾳ βοῦς, ἱστίῳ τῇ λεοντῇ ἐχρήσατο, ἱστῷ δὲ τῷ ῥοπάλῳ· ἐφ’ ᾧ καὶ ἐλέχθη. Ἄλ λ ’ εἶ τορέλλ η : σκῶμμα γερόντων. |
| 2 58 | Ἐκ τοῦ τορὸς [,σορὸς,] γίνεται. Ἄκουε τἀπὸ καρδία ς : ἐπὶ τῶν ἀπαρακαλύπτως ἃ φρονοῦσι διεξιόντων. |
| 2 60 | Ἀλλότρια βάλλει ν : ἐπὶ τῶν ἀποτυγχανόντων ἢ ἐν τῷ κυβεύειν, ἢ ἐν ἄλλῳ τινί. Ἄλλως ἀναλίσκεις ὕδω ρ : ἐπὶ τῶν ματαιολογούντων. |
| 2 61 | Ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις πρὸς ὕδωρ λεγόντων. Ἄλλοι μὲν σπείρουσι ν , ἄλλοι δὲ ἀμήσοντα ι : φανερόν. |
| 2 63 | Ἀκαρπότερος ἀγρίππο υ : ἐπὶ τῶν ἀνωφελῶν. Φυτὸν γάρ ἐστιν ἡ ἄγριππος ἄκαρπον. Ἄρτι μῦς πίσσης γεύετα ι : ἐπὶ τῶν νεωστὶ πεῖραν τῶν κακῶν λαμβανόντων. |
| 2 64 | Τὸ γὰρ ζῶον εἰς πίσσαν πίπτον δεινὰ πάσχει. Ἀσκῷ μορμολύττεσθα ι : ἐπὶ τῶν μάτην φοβούντων. |
| 2 66 | Ἄστροις σημαίνεσθα ι : ἐπὶ τῶν ἐκ μακροῦ τι ὑπονοούντων. Ἀπὸ τῶν πλοϊζομένων ἡ παραβολή. Ἄτλας τὸν οὐρανό ν : ἐπὶ τῶν μεγάλοις τισὶ πράγμασιν ἐπιβαλλομένων καὶ κακῷ τινι περιπιπτόντων. |
| 2 68 | Ἁρμοδίου μέλο ς : ἐπὶ τῶν σκολιῶν. Σκολιὰ γὰρ μέλη ᾖδε. ** Ταυτὸ δὲ καὶ τὸ, Ἀδμήτου μέλο ς . Ἀρκαδίην μ ’ αἰτεῖ ς : ἐπὶ τῶν μεγάλα ἢ ἀσύμφορα αἰτούντων. |
| 2 70 | Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖ ς : ἐπὶ τῶν δειλῶν κυνηγῶν. Ἀρχαιότερος Ἰβύκο υ : ἐπὶ τῶν εὐηθῶν. |
| 2 71 | Οὗτος γὰρ τυραννεῖν δυνάμενος ἀπεδήμησεν. Ἀεὶ γέροντι νέαν ἐπιβάλλειν κούρη ν : τοῖς πρεσβυτέροις νέαν συνευνάζειν. |
| 2 73 | Ἀλώπηξ τὸν βοῦν ἐλαύνε ι : ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων [ἄφρονας.] Ἆκις ποταμό ς : ἐπὶ τῶν ἄγαν ψυχρῶν. |
| 2 74 | Ψυχρὸς γάρ ἐστιν οὗτος. Ἀλλότριον ἀμᾷς θέρο ς : ἐπὶ τῶν κατολιγωρούντων ἐν τοῖς ἀλλοτρίοις, ἢ τὰ ἀλλότρια καρπουμένων. |
| 2 75 | Ἄλλοι κάμο ν , ἄλλοι ὤναντ ο , ὅμοιον. Ἄλλοτε μητρυιὴ πέλει ἡμέρ η , ἄλλοτε μήτη ρ : ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ποτὲ δὲ δυσημερούντων. |
| 2 77a | Ἅμα δίδου καὶ λάμβαν ε : ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν. Ἀμφοῖν χεροῖ ν : ἐπὶ τῶν ἀφειδεὶ προσκειμένων. |
| 2 78 | Ἀξία ἡ κύων τοῦ θρόνο υ : ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς τυγχανόντων. Ἀργεία φορ ά : ἐπὶ τῶν συκοφαντῶν. |
| 2 79 | Οἱ γὰρ Ἀργεῖοι φιλόδικοι. Ἀττικὴ πίστι ς : ἐπὶ τῶν πιθανῶν καὶ πιστῶν καὶ εὐόρκων. |
| 2 80 | Ἱδρύσαντο γὰρ οἱ Ἀττικοὶ ἱερὸν Πίστεως. Ἀργυραῖς λόγχαις μάχο υ , καὶ πάντων κρατήσει ς : ἀντὶ τοῦ, διὰ χρυσοῦ πάντας νικήσεις. |
| 2 81 | Φιλίππῳ δὲ ἐδόθη οὗτος ὁ χρησμὸς, αἰνιττομένου τοῦ θεοῦ, ὡς διὰ προδοσίας πάντων κρατήσει. Ἄκων μὲ ν , ὡς Ζεὺς οἶδε ν : ἐπὶ τῶν ἀκόντων ὑπισχνουμένων τι. |
| 2 83a | Ἀπὸ γραμμῆς αὐτῆ ς : ἐκ μεταφορᾶς τῶν τρεχόντων. Ἀπὸ χοέως σπάσο ν : παρόσον οἱ μεθύοντες ἀληθεύουσιν. |
| 2 84 | Ἀπὸ μηχανῆς θεὸς ἐπιφανεί ς : ἐπὶ τῶν ἀπροσδοκήτως ἐπ’ ὠφελείᾳ τινὶ ἀναφαινομένων. Ἐν γὰρ ταῖς τραγῳδίαις θεοὶ ἐξ ἀφανοῦς ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο. Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφ υ : ἐπὶ τῶν τῇ ἀληθείᾳ χρωμένων. |
| 2 86 | Ἀπόλογος Ἀλκινόο υ : ἐπὶ τῶν φλυάρων καὶ μακροὺς ἀποτεινόντων λόγους. Ἅπας ἐχῖνος τραχύ ς : ἐπὶ τῶν δυσκόλων, καὶ δυστρόπων· ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων. |
| 2 88 | Ἅπερ οἱ γῦπε ς : ἐπὶ τῶν διὰ κληρονομίαν ἢ ὅλως διὰ κέρδος οἱονοῦν παρεδρευόντων τισίν. Οἱ γὰρ γῦπες τοῖς θνησιμαίοις παρεδρεύουσιν. Ἀποῤῥαγήσεται τεινόμενον τὸ καλώδιο ν : ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκῃ ποιούντων. |
| 2 89 | Λουκιανός· καὶ ὅρα μ ὴ , κατὰ τὴν παροιμία ν , ἀποῤῥήξωμεν πάνυ τείνουσαι τὸ καλώδιο ν . Ἀργαλέον φρονέοντα πα ρ ’ ἄφροσι πόλ λ ’ ἀγορεύει ν : φανερόν. |
| 2 91 | Ἀρεοπαγίτη ς : ἐπὶ τῶν σκυθρωπῶν καὶ σιωπηλῶν καὶ ὑπερσέμνων. Ἀρᾶς ἱερό ν : ἐπὶ τῶν πολλὰ ἀρωμένων ἢ ἐπὶ χρηστοῖς ἢ φαύλοις. |
| 2 93 | Ἀργύρου κρῆναι λαλοῦσι ν : ἐπὶ τῶν ἀπαιδεύτων μὲν, δι’ ὑπερβολὴν δὲ πλούτου παῤῥησιαζομένων. Ἀρχὴ ἄνδρα δείκνυσι ν : ἐπὶ τῶν ἐν τῇ ἀρχῇ οἷοί εἰσι φαινομένων. |
| 2 95 | Ἀρχίλοχον πατεῖ ς : ἐπὶ τῶν λοιδορούντων. Τοιοῦτος γὰρ ὁ Ἀρχίλοχος. Ἄρνα προβάλλε ι : ἐπὶ τῶν πολεμεῖν αἱρουμένων. |
| 2 96 | Οἱ γὰρ πόλεμον αἴρειν βουλόμενοι κήρυκα ἔπεμπον ἄρνα ἐπιφερόμενον, ὃν ἠφίει ἔνδον ἐνδεικνύμενος, μηλόβοτον αὐτῶν τὴν οὐσίαν ἔσεσθαι καὶ τὴν πόλιν. Ἀρχὴ ἥμισυ παντό ς : ἐπὶ τῶν εἴς τι προκοπτόντων. |
| 2 97 | Παρῆκται δὲ ἐκ τῆς Ἡσιόδου. Ἀρχύτου πλαταγ ή : ἐπὶ τῶν ἡσυχάζειν οὐ δυναμένων· ὁ γὰρ Ἀρχύτας τέκτων ὢν ἐπενόησε πλαταγὴν, ἣν ἐδίδοσαν τοῖς παιδίοις, ἵνα μηδὲν τῶν κατὰ οἰκίαν σκευῶν διασαλεύσωσιν. |
| 2 99 | Ἀρχῶν ἄκουε καὶ δικαίως κἀδίκω ς : ἐκ τῶν τοῦ Σόλωνος ἐλεγείων παραινετική. Ἀσκῷ φλαυρίζει ς : οἷον· κενῷ σώματι διαμάχῃ· ὡς, Τῷ ἀσκῷ μορμύττει ς . |
| 2 100 | Μορμολυκείοις ἐκφοβεῖς τὸν λέοντ α . Ἀσεβέστερος Ἱππομένου ς : διὰ τὸ ἐπὶ θυγατρὶ μύσος. |
| 3 1 | Καὶ γὰρ αὐτὴν μοιχευθεῖσαν ἵππῳ συγκατέκλεισεν εἰς θοίνην. Διὰ τοῦτο καὶ τὴν Κοδριδῶν ἀρχήν φασι καταλυθῆναι, ἐξ ὧν ἦν ἐκεῖνος. Ἀρχαιότερα τῆς διφθέρας λέγει ς : ἐπὶ τῶν σαθρά τινα καὶ μωρὰ διηγουμένων. |
| 3 2 | Ἡ γὰρ διφθέρα, ἐν ᾗ δοκεῖ ὁ Ζεὺς ἀπογράφεσθαι τὰ γινόμενα, παμπάλαιος. Ἀσκὸν δαίρει ς : ἐπὶ τῶν ἀνοήτως τι ποιούντων. |
| 3 4 | Ἀρχὴν μὲν φῦναι ἐπιχθονίοισιν ἄριστο ν · Φύντα δ ’ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσα ι : ἐπὶ τῶν δυστυχῶς βιούντων. Ἀρχὴ πολέμω ν : ἐπὶ τῶν ἀδικεῖν ἐπιχειρούντων. |
| 3 6 | Ἀργούντων χορό ς : ἐπὶ τῶν ἄτοπά τινα διαπραττομένων. Ἀστραπὴ ἐκ πυελίο υ : ἐπὶ τῶν ἀδυνάτων καὶ εὐτελῶν. |
| 3 7 | Ἡ γὰρ ἐξ ὑδάτων ἢ ἀγγείων ἀστραπὴ ἐν τοῖς τοίχοις γινομένη οὐδὲν δύναται. Ἀτενὲς ὁρᾷ ς : ἐπὶ τῶν φιληδούντων τισίν. |
| 3 8 | Ὥσπερ, Αἲξ εἰς θάλασσα ν . Ἀτρέμας βοῦ ς : ἐπὶ τῶν βραδέως συντελούντων. |
| 3 10 | Ἄργους λόφο ς : ἐπὶ τῶν σφόδρα συμφοραῖς ἐνισχομένων. Φόνος γὰρ πολὺς ἐκεῖ συνέβη. Ἀττικὸς μάρτυ ς : ἐπὶ τοῦ πιστοτάτου καὶ ἀληθεστάτου. |
| 3 12 | Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκω ν : ἐπὶ τῶν φιλαργύρων. Φιλοκερδεῖς γὰρ οἱ Ἀθηναῖοι. Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκας σῖτο ν : ἐπὶ τῶν μηδενὸς ἀγαθοῦ μεταλαγχανόντων. |
| 3 14 | Αὐλητοῦ βίον ζῇ ς : ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων. Αὐτόματα ὁ θεὸς ἀνίησι τὰ ἀγαθά ς : ἐπὶ τῶν ἀπραγμόνως εὐδαιμονούντων. |
| 3 16 | Αὐτὸς αὑτὸν αὐλε ῖ : ἐπὶ τῶν ἑαυτοὺς δεικνυόντων τοῖς πράγμασιν, ὁποῖοι εἰσίν. Αὑτὸν οὐ τρέφω ν , κύνας τρέφει ς : ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν κατεπαγγελλομένων. |
| 3 18 | Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πιτύα ν : οἱονεὶ τὴν πηγήν. Ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων. Αὐτὸς ἔφ α : ἐπὶ τῶν ἀναφερόντων ἃ λέγουσιν ἐπί τινας. |
| 3 20 | Αὕτη τοι δίκη ἐστὶ θεῶ ν , οἳ Ὄλυμπον ἔχουσι ν : ἐπὶ τῶν ἀμοιβῆς τυγχανόντων ὧν πράττουσιν. Αὐτὰ δ ι ’ αὐτῶ ν : ἐπὶ τῶν ἀεὶ τὰ αὐτὰ λεγόντων. |
| 3 22 | Αὐτῷ κρητῆρι † γίνῃ κακ ά : ἐπὶ τῶν οἷς καθ’ ἑτέρων βουλεύονται, τούτοις περιπιπτόντων. Ἄφθονοι Μουσῶν θύρα ι : ἐπὶ τῶν ἥκιστα φθονερῶς διακειμένων ἐν λόγοις. |
| 3 24 | Ἀ φ ’ ὑψηλοῦ μου καταγελᾷ ς : οἷον, πάνυ μου καταγελᾷς. Ἐπὶ τῶν ἀφ’ ὕψους διαλεγομένων. Ἀχνυμένη σκυτάλ η : ἐπὶ τῶν λυπηρὰς ἀγγελίας ἀγγελλόντων. |
| 3 25 [5] | Ἐπὶ ξύλου γὰρ ἔθος ἦν εἱλοῦντας τὸ γραφὲν, εἶτ’ ἀφειλοῦντας, οἷς ἐβούλοντο, πέμπειν· οἱ δὲ δεχόμενοι, ἴσῃ σκυτάλῃ ἐφειλοῦντες ἀνεγίνωσκον τὸ γραμματεῖον. Ἄμυρις μαίνετα ι : ἐπὶ τῶν σωφρονούντων μὲν, δόξαν δέ τισι μανίας παρεχομένων. |
| 3 26 [10] | Ἄμυρις γάρ τις ἀκούσας χρησμοῦ λέγοντος, ὅτι ἕως τότε εὐδαίμονες ἔσονται Συβαρῖται, ἕως ἀνθρώπους θεῶν προτιμήσουσιν· εἶτα ἰδὼν μαστιγούμενον οἰκέτην ἐν ἱερῷ καὶ οὐδὲν τοῦ ἱεροῦ φροντίζοντα τὸν δεσπότην καὶ διὰ τοῦτο ἀποφυγόντα τὸν δοῦλον εἰς τὸ μνῆμα τὸ πατρῷον τοῦ μαστιγοῦντος καὶ τυχόντα φειδοῦς, συμβαλὼν τὸν χρησμὸν τέλος λαβεῖν, ἐξαργυρίσας τὴν οὐσίαν, ἀπεδήμησεν· ὃν ὁρῶντες ἔλεγον, Μαίνεται Ἄμυρις. Ἄπαγε μόθω ν ’ ἀπὸ κώπη ς : ἐπὶ τῶν διοχλούντων παρὰ καιρὸν τοῖς σπουδάζουσιν. |
| 3 27 | Ὁ γὰρ μόθων φορτικῆς ὀρχήσεως εἶδος. Ἅπαντα τοῖς καλοῖσιν ἀνδράσι πρέπε ι : δῆλον τοῦτο. |
| 3 29 | Ἀδελφὸς ἀνδρὶ παρεί η : ὅτι προτιμητέον τοὺς οἰκείους. Ἅμαξα τὸν βοῦν ἕλκε ι : ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. |
| 3 31 | Ἀναγυράσιος δαίμω ν : ὠμότατος γὰρ ὁ Ἀναγυράσιος οὗτος. Ἀποτίσεις χοῖρε γίγαρτ α : οἷον ὧν κατέφαγες, ἀποδώσεις πλείονα. |
| 3 33 | Ἀρότρῳ ἀκοντίζει ς : ἐπὶ τῶν ἀπερισκέπτως τι ποιούντων, καὶ τὸ κατόπιν μὴ προορωμένων, ἀλλὰ καθ’ ἑαυτῶν ἐπιτελούντων. Αὖθις αὖ Πυθῶδε ὁδό ς : ἐπὶ τῶν τὰ αὐτὰ πολλάκις πραττόντων. |
| 3 34 | Εἴρηται δὲ ἐπὶ τῶν ἐπιπυνθανομένων. Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπακε ν : ἐπὶ τῶν μηδὲν ἑλκυσάντων. |
| 3 35 | Εἴρηται δὲ ἐπὶ τῶν ἁλιέων. Ἀ φ ’ ἱερᾶ ς : ἀπὸ τῶν πεττευόντων μετῆκται· ἐν γὰρ τῇ πεττείᾳ ἔστι τις κύκλος καλούμενος ἱερὸς, ὃν κινοῦσιν ὕστατον. |
| 3 37 | Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμο ς : ἐπὶ τῶν ἐρωτικῶν. Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρα ς : οἷον, ἐπ’ αὐτὰ ἀφῖξαι τὰ πράγματα. |
| 3 39 | Ἄνθρωπος Εὔριπο ς : ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. Ἀρχαϊκὰ φρονεῖ ν : ἀντὶ τοῦ εὐηθικά. |
| 3 41 | Ἁμαξιαῖα ῥήματ α : μεγάλα κομπάσματα. Ἀρκάδιον βλάστημ α : ἐπὶ τῶν δειλῶν. |
| 3 43 | Βάκχης τρόπο ν : ἐπὶ τῶν σιωπηλῶν. Παρόσον αἱ Βάκχαι σιγῶσι. Βάτραχος Σερίφιο ς : ἐπὶ τῶν ἀφώνων. |
| 3 44 | Οἱ γὰρ ἐν Σερίφῳ βάτραχοι οὐ φθέγγονται. Βάκηλος ε ἶ : ἐπὶ τῶν ἐκλύτων μεμαρτύρηται. |
| 3 46 | Βοιώτιον οὖ ς : ἐπὶ τῶν ἀναισθήτων. Βοιώτια αἰνίγματ α : ἐπὶ τῶν ἀσυνέτων. |
| 3 47 | Ἐκ μεταφορᾶς τῆς Σφιγγός. Βοῦς ἐπὶ γλώσση ς : ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι. |
| 3 48 | Διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα βοῦν ἔχειν· οἱ γὰρ δωροδοκούμενοι ἀφωνίᾳ κεκράτηνται. Βοῦς Κύπριος ε ἶ : ἤτοι κοπροφάγος. |
| 3 49 | Τοιοῦτοι γὰρ οἱ ἐκεῖσε βόες. Βοῦς ἕβδομο ς : ἐπὶ τῶν ἀναισθήτων. |
| 3 50 | Ἕβδομος δὲ, ὅτι ἓξ θύοντες, πρόβατον, ὗν, αἶγα, ὄρνιν, πετεινὸν, χῆνα, ἕβδομον τὸν βοῦν ἔθυον. Βάλ λ ’ ἐς ὕδω ρ : ἐπὶ τῶν ὀλέθρου ἀξίων. |
| 3 52 | Βῶλος ἄρουρα ν : ἐπὶ τῶν τοῖς σμικροῖς χαριζομένων τοὺς μεγάλους. Βοῦς ἐπὶ σωρ ῷ : ἐπὶ τῶν ἡδυπαθούντων. |
| 3 54 | Βοῦς ὑπὸ ζυγό ν : ἐπὶ τῶν μοχθούντων ἀεί. Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνω ν , οὔπο θ ’ εὑρήσεις ποτό ν : ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς χείροσιν. |
| 3 56 | Βάλ λ ’ εἰς ἔχοντα τὴν ἐπιστήμη ν : ἐπὶ τῶν λοιδορούντων τοὺς ὁμοτέχνους. Βατράχοις οἰνοχοεῖ ς : πρὸς τοὺς ταῦτα παρέχοντας, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. |
| 3 57 | Ὅμοιον· Γλαῦκας εἰς Ἀθήνας ἄγει ς . Βατράχῳ ὕδω ρ , καὶ, γαλῇ στέα ρ : ἐπὶ τῶν ταῦτα διδόντων, οἷς οἱ λαμβάνοντες χαίρουσιν. |
| 3 59 | Βοῦς ἄμητον ἐπιτηρῶ ν : ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ καμνόντων. Βοῦς ὁ Μολοττῶ ν : ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα. |
| 3 60 | Οἱ γὰρ Μολοττοὶ τοὺς βόας ἐν ταῖς ἑορταῖς εἰς πολλὰ διέτεμνον. Βοῦς ἐπέβ η : ἐπὶ τῶν ἐξαίφνης σιωπώντων. |
| 3 61 | Τὸ γὰρ ἀργύριον βοῦν εἶχε τῶν Ἀθηναίων. Οἷον, οἱ δωροδοκούμενοι ἐσιώπων. Βὴξ ἀντὶ πορδῆ ς : ἐπὶ τῶν ἐν ἀπορίᾳ προσποιουμένων ἕτερόν τι πράττειν. |
| 3 62 | Οἱ γὰρ περδόμενοι διὰ τὸ λανθάνειν βήττειν προσποιοῦνται. Βάλλειν μήλοι ς : ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. |
| 3 63 [5] | Παρήχθη δὲ ἀπὸ τῶν πεμφθέντων ἐπ’ Ἀταλάντην μήλων. Προὔκειτο γὰρ τῷ νικῶντι δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης εἰς ἅμιλλαν καταστὰς, βουλόμενος αὐτὴν νικῆσαι, χρυσᾶ μῆλα ἔῤῥιψεν· καὶ περὶ τὴν τούτων συλλογὴν ἐκείνης ἀσχολουμένης, οὗτος ταύτην ὑπερέβαλε. Βαλανεύ ς : ἐπὶ τῶν πολυπραγμόνων. |
| 3 64 | Οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπραγμονοῦσιν. Βαβαὶ Μύξο ς : ἐπὶ τῶν μεγαλαυχούντων. |
| 3 65 | Οὗτος γὰρ ἱερεὺς τῆς Ἀρτέμιδος ὢν, μεγάλαυχος ἦν. Βουδόρῳ νόμ ῳ : ἐπὶ τῶν ἀξίων δέρεσθαι ὡς οἱ βόες. |
| 3 67 | Βοῦς ἐν πόλε ι : ἐπὶ τῶν θαυμαζομένων. Βατταρίζει ν : ἀντὶ τοῦ τραυλίζειν. |
| 3 69 | Βίος μεμαγμένο ς : ἐπὶ τῶν ἐξ ἑτοίμου βιούντων· Βοῦς ἐν αὐλίῳ γέρω ν : ἐπὶ τῶν δι’ ἀσθένειαν ἡσυχαζόντων. |
| 3 71 | Γαλῆ Ταρτησί α : ὡς μεγάλων ἐκεῖ γινομένων. Γλαὺξ ἵπτατα ι : ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἦν. |
| 3 73 | Γυμνότερος λεβηρίδο ς : ἐπὶ τῶν πάνυ πτωχῶν. Ἀντὶ τοῦ, Γυμνότερος ὄφεως δέρματος. Γραῦς βακχεύε ι : ἐπὶ τῶν παρ’ ὥραν τὶ ποιούντων. |
| 3 74 | Καὶ Ἀριστοφάνης, Γραῦς καπρῶσα καὶ βακχεύουσ α . Γυμνῷ φυλακὴν ἐπιτάττει ς : δῆλον. |
| 3 76 | Γέλως συγκρούσιο ς : ἄκοσμος καὶ ἄτακτος. Παρόσον τινὲς γελῶντες τὰς χεῖρας συγκρούουσιν. Γεράνδρυον μεταφυτεύει ν : ἐπὶ τῶν τοὺς παρηβηκότας εἰς μαθήματα ἀγόντων. |
| 3 78 | Γόνυ κνήμης ἔγγιο ν : ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. Ἐν πολέμῳ γάρ φασί τινα ἰδόντα ἀνεψιὸν καὶ ἀδελφὸν διαπονουμένους, ὑπερασπίσαι τε τοῦ ἀδελφοῦ καὶ εἰπεῖν τοῦτο. Γραῶν ὕθλο ι : ἐπὶ τῶν μάτην ληρούντων. |
| 3 80 | Γηράσκω αἰεὶ πολλὰ διδασκόμενο ς : ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων. Γλαὺξ εἰς Ἀθήνα ς : ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων. |
| 3 81 | Ἐπειδὴ μάλιστα τοῦτο τὸ ζῶον ἐκεῖ ἐπιχωριάζον τυγχάνει. Γαλῇ χιτώνιο ν : ἐπὶ τῶν τὰ μὴ ἑαυτῶν περιβλήματα ἐνδυόντων. |
| 3 83 | Γαλῆ στέα ρ : ἐπὶ τῶν οἷς χαίρουσι ταῦτα λαμβανόντων. Γαλῆν ἔχει ς : ἐπὶ τῶν ἀποτευκτικῶν· παρόσον οἱ γαλῆν ἔχοντες οὐκ εὐτυχοῦσι. |
| 3 85 | Γαστέρα μοι προφέρει ς , κάλλιστον ὄνειδος ἁπάντω ν , Ἣ πλήρης μὲν ἐλαφροτέρ η , κενεὴ δὲ βαρεῖ α : ἐπὶ τῶν γαστριμάργων. Γηρᾷ βοῦ ς , τὰ δ ’ ἔργα πολλὰ τῷ βο ΐ : ἐπὶ τῶν γεγηρακότων καὶ μηκέτι χρησιμευόντων. |
| 3 87 | Γέλως Ἰωνικό ς : ἐπὶ τῶν κιναίδων. Παρόσον οἱ Ἴωνες ἐπὶ τούτῳ διαβάλλονται. Ἐπὶ τῶν αὐτῶν καὶ Γέλως Χῖο ς . Γέλως Μεγαρικό ς : ἐπὶ τῶν ἀώρως θρυπτομένων. |
| 3 88 | Ἤκμασε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἐπὶ χρόνον. Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖ ν : παραινεῖ μηδένα ἀκαίρως εὐεργετεῖν. |
| 3 90 | Γῆς βάρο ς : ἐπὶ τῶν ἀχρήστων. Γῆς ἔντερ α : ἐπὶ τῶν μηδενὸς ἀξίων. |
| 3 92 | Γάλα ὀρνίθω ν : ἐπὶ τῶν σπανίων. Γλαὺξ διέπτατ ο : ἐπὶ τῶν αἰσίῳ χρωμένων οἰωνῷ. |
| 3 94 | Γλυκὺς ἀπείρῳ πόλεμο ς : ἐπὶ τῶν ὑπ’ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κίνδυνον. Γλυκε ῖ ’ ὀπώρα φύλακος ἐκλελοιπότο ς : ἐπὶ τῶν ἄνευ μόχθου καὶ ἀφόβως τὰ ἀλλότρια καρπουμένων. |
| 3 96 | Γραῦς ὥς τις ἵππος τὸν χαραδραῖον τάφον ἕξει ς : ἐπὶ τῶν ἀξίων τὰ ἔσχατα πάσχειν. Οἱ γὰρ γεγηρακότες ἵπποι εἰς χαράδρας ἐμβάλλονται. Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρε ι : ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. |
| 3 98 | Γυμνότερος παττάλο υ : ἐπὶ τῶν σφόδρα ἀπόρων. Γύγου δακτύλιο ς : ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. |
| 3 99 [5] | Γύγης γὰρ βουκόλος ὢν τῆς γῆς ῥαγείσης εὗρε νεκρὸν φοροῦντα δακτύλιον, καὶ τοῦτον περιελόμενος φύσιν ἔχοντα ὥστε κατὰ στροφὰς τῆς σφενδόνης ὁρᾶσθαι ὅταν βούληται καὶ μὴ, δι’ αὐτοῦ ἀπέκτεινε τὸν βασιλέα καὶ ἦρξε. Γυπὸς σκι ά : ἐπὶ τῶν μηδενὸς λόγου ἀξίων. |
| 4 1 | Γυνὴ στρατηγε ῖ , καὶ, Γυνὴ στρατεύετα ι : ἐπὶ τῶν δειλῶν. Γυμνὸς ὡς ἐκ μήτρα ς : ἐπὶ τῶν ἀπόρων. |
| 4 3 | Γυναικὸς φρένε ς : ἐπὶ τῶν ἀνοήτων. Γυναικὶ μὴ πίστευ ε , μη δ ’ ἂν ἀποθάν ῃ : ὅτι δεῖ γυναιξὶ μὴ πιστεύειν. |
| 4 5 | Γυναικῶν ὄλεθρο ι : ἐπὶ τῶν οἰκτρῶς ἀναιρουμένων. Γενναῖος εἶ ἐκ βαλαντίο υ : ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων. |
| 4 7 | Γέρων ἀλώπηξ οὐχ ἁλίσκετα ι : ἐπὶ τῶν διὰ πλῆθος χρόνου οὐχ ἁμαρτανόντων. Γλαύκου τέχν η : ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζομένων. |
| 4 8 | Ἀπὸ Γλαύκου Σαμίου, ὃς πρῶτον κόλλησιν ἐφεῦρε σιδήρου. Ἢ ἐπὶ τῶν τεχνικῶς κατεσκευασμένων. Γλῶσσα ποῖ πορεύῃ πόλιν ἀνορθώσασ α ; καὶ, πόλιν ἀναστρέψασ α ; ἐπὶ τῶν διὰ λόγου ὠφελούντων ἢ βλαπτόντων. |
| 4 10 | Γραῦς ἀναθυ ᾷ : ἀντὶ τοῦ, καπρᾷ. Ἐπὶ τῶν παρ’ ἡλικίαν γυναικιζομένων. Ὡς καὶ τὸ, Γραῦς ἀναβακχεύε ι . Γέρων βοῦς ἀπένθητος δόμοισι ν : ἐπὶ τῶν καθ’ ὥραν τελευτώντων. |
| 4 12 | Δασύπους κρεῶν ἐπιθυμε ῖ : ἐπὶ τῶν παρ’ ἄλλων ἐπιζητούντων ἃ παρ’ ἑαυτῶν ἔχουσι. Δακτύλου ἡμέρ α : ἐπὶ τῶν εὐημερούντων. |
| 4 13 | Δάκτυλος γάρ τις ἐγένετο ἀνὴρ Ἀθήνησι μεγίστων τιμῶν λαχών. Δαφνίνην φορῶ βακτηρία ν : ἐπὶ τῶν ὑπό τινων ἐπιβουλευομένων. |
| 4 14 | Παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. Δευτέρων ἀμεινόνω ν : ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν. |
| 4 16 | Δ ι ’ ὀξείας δραμεῖ ν : ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύν α : ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. |
| 4 18 | Δὶς παῖδες οἱ γέροντε ς : ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐηθεστέρων. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθο ν : φανερόν. |
| 4 20 | Δὶς καὶ τρὶς τὸ καλό ν : δῆλον τοῦτο. Δῶρα θεοὺς πείθε ι , καὶ αἰδοίους βασιλῆα ς : ἐπὶ τῶν διὰ δῶρα τὰς δίκας ἀντιστρεφόντων. |
| 4 22 | Δίκης δικαιότερο ς : ἐπὶ τῶν σφόδρα δικαίων· καθ’ ὑπερβολήν. Δοῖδυξ αὔξε ι : ἐπὶ τῶν μὴ αὐξανομένων. |
| 4 23 | Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος. Διὸς ἐγκέφαλο ς : ἐπὶ τῶν δυσπαθούντων. |
| 4 24 | Οἱ δὲ ὅτι τὰ πολυτελῆ βρώματα παρὰ Πέρσαις Διὸς ἐγκέφαλος λέγονται. Δαιδάλου πτερ ά : ἐπὶ τῶν δι’ ἀπορίαν χρωμένων προσθήκῃ παρελκούσῃ. |
| 4 26 | Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχε ι , δίψει δ ’ ἀπολωλώ ς : οὗτοι γὰρ διὰ τὸ ἱερῶσθαι ἐστεφανωμένοι μέν εἰσι, δίψει δ’ ἀπόλλυνται. Ἀντὶ τοῦ, τῶν δὲ ἀναγκαίων ἀποροῦσι. Δέχεται καὶ βῶλον Ἀλήτη ς : ἐπὶ τῶν πάντα δεχομένων. |
| 4 27 | Ἀλήτην γάρ φασί τινα βουκόλῳ συναντήσαντα αἰτῆσαι τροφὴν, ἄραντα δ’ ἐκεῖνον βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα· τὸν δὲ τοῦτο εἰπεῖν. Δικαιότερος σταχάνη ς : ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. |
| 4 28 | Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσι παρὰ τὴν στάσιν. Δικτύῳ ἄνεμον θηρᾷ ς : ἐπὶ τῶν ἀνοήτως τι ποιούντων. |
| 4 30 | Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆνα ι : ἐπὶ τῶν διὰ λύπην ἢ νόσον ἰσχνῶν γινομένων. Διὰ τοῦ τοίχου λαλεῖ ν : ἐπὶ τῶν ἀναισθήτων. |
| 4 32 | Δίχολοι γνῶμα ι : οἱονεὶ δίτροποι. Ἐπὶ τῶν διγνώμων. Δελφῖνα νήχεσθαι διδάσκει ς : ἐπὶ τῶν ἄκρως εἴς τι πεπαιδευμένων καὶ προσποιουμένων παρά τινων μανθάνειν. |
| 4 34 | Δέδοται καὶ κακοῖς ἄγρ α : ἐπὶ τῶν παρ’ ἀξίαν εὖ πραττόντων. Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιο ι : ἐπὶ τῶν σφόδρα κακούργων. |
| 4 35 | Τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Διὸς ψῆφο ς : ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων· ἢ ἐπὶ τῶν πιθανῶν. |
| 4 37 | Δελφῖνα πρὸς τοὐραῖον δεῖ ς : ἐπὶ τῶν ἀδυνάτων. Εὐκίνητος γάρ. Διὰ παλαιᾶς ἡμέρα ς : ὥσπερ διὰ χρόνου. |
| 4 39 | Δίζεσθαι βιοτὴ ν , ἀρετὴν δ ’ ὅταν ᾖ βίο ς : Ἐνδυμίωνος ὕπνον καθεύδει ς : ἐπὶ τῶν ὑπνωδῶν· ἔν τινι γὰρ πόλει ἠράσθη ὁ Ὕπνος παιδὸς Ἐνδυμίωνος. |
| 4 41 | Ἐκ τριχὸς κρέματα ι : ἐπὶ τῶν σφόδρα κινδυνευόντων. Ταὐτὸ δέ ἐστι τῷ, Ἐπὶ ξυροῦ βαίνει ν . Ἐκ λύκου στόματος ἀφείλ ω : ἐπὶ τῶν ἀνελπίστως [τι] λαμβανόντων. |
| 4 43 | Ἐλέφαντος διαφέρεις οὐδέ ν : ἐπὶ τῶν ἀναισθήτων. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνει ς : ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, μανθανόντων δὲ τὰ μείζονα. |
| 4 45 | Ἐλέφας μῦν οὐχ ἁλίσκε ι . ἐπὶ τῶν τὰ μικρὰ ἢ φαῦλα παρορώντων. Ἐλέφαντας ἐκ μυίας ποιεῖ ς : ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ. |
| 4 47 | Ἐλεύθεραι αἶγες ἀρότρο υ : ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. Ἔνεστι κἀν μύρμηκι χολ ή : μηδὲ τῶν μικρῶν καταφρονεῖν. |
| 4 48 | Ὁμοία τῇ, Ἀγροίκου μὴ καταφρόνει ῥήτορο ς . Ἐκ τοῦ γὰρ ἐσορᾶν γίνε τ ’ ἀνθρώποις ἐρᾶ ν : δῆλον. |
| 4 50 | Ἐν σκότῳ ὀρχεῖσθα ι : ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων. Ἐν θέρει τὴν χλαῖναν κατατρίβει ς : ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. |
| 4 52 | Ἐν πυρὶ βέβηκα ς : ἢ ἐπὶ αἰσχίστου, ἢ ἐπὶ τάχους. Ἐν μέλιτι σαυτὸν καταπάττει ς : ἐπὶ τῶν ἡδυπαθεῖν διωκόντων. |
| 4 54 | Ἐνδύετέ με τὴν λεοντῆ ν : ἐπὶ τῶν μεγάλοις ἐπιχειρούντων. Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλῆς πολεμαρχε ῖ : ἐπὶ τῶν εὐτελῶν μὲν, διὰ δέ τινα ταραχὴν εὐδοκιμούντων. |
| 4 55 [5] | Ὅμοιον, Ἐν γὰρ ἀμηχάνοις καὶ Καρκίνος ἔμμορε τιμῆ ς . Αἰπόλει σοί φησιν ἡ παροιμία. Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγετα ι : Ἐρετριέων ῥ ῶ : ἐπὶ τῶν κατακόρως τισὶ χρωμένων. |
| 4 57 | Κατακόρως γὰρ οὗτοι χρῶνται τῷ ῥῶ. Ἐν Σάμῳ κομήτη ς : ἐπὶ τῶν οὐδὲν χάριεν λεγόντων. |
| 4 58 | Οἱ γὰρ οἰκοῦντες ἐκεῖσε πρὸς χοροὺς ἐπιτήδειοι, οὐ πρὸς ἄλλο τι χρήσιμον. Ἐν τριόδῳ εἰμ ί : ἐπὶ τῶν ἀδήλων. |
| 4 59 | Οὐκ εἰδὼς ὁποίᾳ ὁδῷ χρήσομαι. Ἐπακτὸς ὅρκο ς : ὃν ἕτερος ἐπάγει. |
| 4 60 | Οἷον βίαιος, οὐκ αὐθαίρετος. Ἐπειοῦ δειλότερο ς : ἐπὶ τῶν δειλῶν. |
| 4 61 | Τοιοῦτος γὰρ Ἐπειός τις ἐγένετο. Ἐπὶ τὰ Μανδραβόλο υ : ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων. |
| 4 62 | Ὁ γὰρ Μανδράβολος εὑρών ποτε θησαυρὸν πρόβατον χρυσοῦν ἀνέθηκε τοῖς θεοῖς, εἶτα ἐν τῷ δευτέρῳ ἀργυροῦν, εἶτα ἐν τῷ τρίτῳ χαλκοῦν. Ἑρμῆς ἀμύητο ς : ἐπὶ τῶν μᾶλλον ἔν τισιν ἐμπείρων· χλευαστικὴ δὲ ἡ παροιμία. |
| 4 63 | Ὁμοία τῇ· Βάλ λ ’ ἐς ἔχοντα τὴν ἐπιστήμη ν . Εἰ καὶ λύκου ἐμνήσθη ς : ἐπὶ τῶν ὧν ἂν μνησθῶσιν ἐγγὺς παραγινομένων. |
| 4 65 | Εὕδοντι κύρτος αἱρε ῖ : ἐπὶ τῶν ἐργασαμένων εὐτυχῶς λέγεται. Συμβαίνει γὰρ κοιμωμένων τῶν ἁλιέων τὸν κύρτον αἱρεῖν ἰχθύας. Ἕλκων ἐ φ ’ αὑτὸ ν , ὥστε Καικίας νέφο ς : ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς κακά. |
| 4 67 | Ἐρήμη δίκ η : ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος καταδικασθῇ. Ἑστίᾳ θύε ι : ἐπὶ τῶν πολλὰ ἑστιώντων. |
| 4 68 | Παρόσον οἱ ταύτῃ θύοντες οὐδὲν τῆς θυσίας ἐξέφερον. Ὁμοία τῇ, Αὐτῷ κανῷ κατέφαγε πάντ α . Ἑτερομόλιος δίκ η : εἰς ἣν οἱ ἀντίδικοι οὐκ εἰσῆλθον. |
| 4 70 | Ἔφεσι ς : ἡ ἀπὸ τοῦ δικαστηρίου εἰς ἕτερον δικαστήριον μετάβασις. Ἔξω βελῶν καθῆσθα ι : παραινετικὴ ἡ παροιμία. |
| 4 72 [5] | Εὐμεταβολώτερος κοθόρνο υ : ἐπὶ τῶν πᾶσιν ἐφαρμοζόντων. Ἔστι δὲ εἶδος ὑποδήματος ἐφαρμόζον τοῖς δυσὶ ποσίν. Ὁμοία τῇ, Ποικιλώτερος Ὕδρα ς . Καὶ, Εὔριπος ἄνθρωπο ς . Καὶ, Γύγου δακτύλιο ς . Ἔλθοι ξένο ς , ὅστις ὀνήσε ι : Θετταλῶν καταστρέψας πόλεις ὁ Φίλιππος καὶ τοὺς ξένους πωλήσας, εἴρηκε τοῦτο. |
| 4 74 | Ἔφυγον κακὸ ν , εὗρον ἄμεινο ν : ἐπὶ τῶν μεταβολὴν κρείττονα οἰωνιζομένων· ἢ καὶ ἐπὶ τῶν παρελθόντων. Οἱ γὰρ παλαιοὶ εἰς ἀνάμνησιν τῆς πρώην ζωῆς ἐρχόμενοι ἔλεγον τοῦτο. Εἰ μὴ πατὴρ ἦσθ α : λείπει τὸ εἶπον ἄν ς ’ οὐκ εὖ φρονεῖ ν . |
| 4 75 | Παρὰ Σοφοκλεῖ. Εὐρυβατεύεσθα ι : ἐπὶ τῶν πονηρευομένων· εἷς γὰρ τῶν Κερκώπων Εὐρύβατος. |
| 4 77 | Ἐμπεδοκλέους ἔχθρ α : ** Ὤμην δ ὲ , φησὶν [Λυσίας], ἐγὼ τοιαύτῃ φιλίᾳ συνηρμόσθαι σο ι , ὥστε μη δ ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἰσχῦσαι διαστῆσα ι . Ἐφέσια γράμματ α : ἐπῳδαί τινες ἦσαν, ἅσπερ οἱ φωνοῦντες ἐνίκων ἐν παντί. |
| 4 78 | Ταὐτὸ τῇ, Δαφνίνην φορῶ βακτηρία ν . Εἰς τὸν λιμέν α : ἀπὸ τῶν ἐν λιμένι ἐρεσσόντων, ἔξω δὲ ῥᾳθυμούντων. |
| 4 80 | Ἐπιχώριοι οὖρον ἴσασ ι : τὸν ἐπιτήδειον ἄνεμον. Ὁμοία τῇ, Ἀπὸ χοέως σπάσο ν . Ἐν οἴνῳ ἀλήθει α : παρόσον οἱ οἴνῳ χρώμενοι τὰ ἀπὸ καρδίας λαλοῦσιν. |
| 4 82a | Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμ α : δῆλον ἐπὶ τίνι. καὶ παρὰ Σοφοκλεῖ. Εἰς κόλπον οὐ πτύε ι : ἐπὶ τῶν μεγαλαύχων. |
| 4 83 | Ἐν γῇ πένεσθαι μᾶλλο ν , ἢ πλουτοῦντα πλεῖ ν : Εὐγενέστερος Κόδρο υ : ἀπὸ γὰρ Δευκαλίωνος ἦν καὶ ὑπὲρ τῆς πατρίδος ἀπέθανεν. |
| 4 84 | Ὁμοία τῇ, Ἄξιος τῆς ἐν Ἄργει ἀσπίδο ς . Ἐ π ’ ὄνου πόκο ς : ἐπὶ τῶν εἰς ἀδύνατα ἀναβαλλομένων. |
| 4 85 | Ἀπ’ ὄνου γὰρ οὐκ ἔστι πόκος. Ἐς Κυνόσαργε ς , Ἐς ἀνηλίου πύλα ς : ἐπὶ τῶν ὁμοίων καὶ αὗται. |
| 4 87 | Ἐλευθεριώτερος Σπάρτη ς : διὰ τὸ ἀνυπότακτον καὶ γενναῖον φρόνημα. Διὸ οὐδὲ τειχισθῆναι λέγει τὴν Σπάρτην. Ἔν θ ’ οὔτε μίμνειν ἄνεμο ς , οὔ τ ’ ἐκπλεῖν ἐ ᾷ : ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων. |
| 4 89 | Ἔῤῥει τὰ καλ ά : ἐπὶ τῶν κακόν τι βουλομένων δηλῶσαι συντόμως. Ἱπποκράτης γὰρ ἡττηθεὶς Μινδάρῳ ταύτην ἔπεμψεν τὴν ἐπιστολήν. Εὕρηκα ὃ οὐκ ἐζήτου ν : ἐπὶ τῶν οἷς οὐκ ἤθελον περιπεσόντων. |
| 4 91 [5] | Ἐχῖνος τὸν τόκον ἀναβάλλε ι : ἐφ’ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρόν ἐστι. Καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον· εἶθ’ ὕστερον τραχυτέρων τῶν τέκνων γινομένων ὀδυνηρότερον ἀπαλλάσσονται. Ἐκ γεύματος γινώσκ ω : ἐπὶ τῶν ἐκ μικροῦ [πολλά] τινα καταλαμβανόντων, ὡς ἐπ’ οἴνου. |
| 4 93 | Εἰς Σκῶλον μή τ ’ αὐτὸς ἴμε ν , μή τ ’ ἄλλῳ ἕπεσθα ι : παραινετική. Τραχεῖα γὰρ ἡ Σκῶλος καὶ δύσβατος. Ζαλεύκου νόμο ς : ἐπὶ τῶν ἀποτόμων. |
| 4 94 | Ζάλευκος γὰρ Λοκροῖς ἐνομοθέτησεν ὠμότερα. Ὁμοία καὶ, Τενέδιος πέλεκυ ς . Ζεὺς κατεῖδε χρόνιος ἐπὶ διφθέρα ς : ἐπὶ τῶν βραδέως τιμωρουμένων. |
| 4 95a | Λέγεται γὰρ τὸν Δία πάντα τὰ πραττόμενα εἰς διφθέρας ἀπογράφεσθαι. Ζεὺς ἄγονο ς : ἐπὶ τῶν παράδοξα λεγόντων. |
| 4 95b | Ὁ γὰρ Ζεὺς πολυγονώτατος. Ζεῖ χύτρ α , ζῇ φιλί α : ἐπὶ τῶν διὰ τὸ δεῖπνον συνιόντων εἰς φιλίαν. |
| 4 97 | Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσ α : ἐπὶ τῶν ἀτυχεστέρων. Ζωὴ πίθο υ : ἐπὶ τῶν ἐπιεικῶς καὶ μετρίως καὶ ἀπραγμόνως βιούντων. |
| 4 98 | Ἀπὸ Διογένους, ᾧ πίθος ἡδίστη διαγωγή. Ζωὸς γενήσῃ κρομμύου μόνον λαβώ ν : ἐπὶ τῶν ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων. |
| 4 100 | Ζῶμεν γὰρ οὐχ ὡς θέλομε ν , ἀλ λ ’ ὡς δυνάμεθ α : ἐπὶ τῶν ἀπροαιρέτως ζώντων. Ἢ δεῖ χελώνης κρέα φαγεῖ ν , ἢ μὴ φαγεῖ ν : τῆς χελώνης μὲν ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· πολλὰ δὲ, καθαίρει. |
| 5 2 | Ἡρακλεία λίθο ς : ταύτην ἔνιοι μαγνῆτιν λέγουσιν. Ἔστι δὲ ἑτέρα παραπλησία ἀργύρῳ. Ἦσάν πο τ ’ ἦσαν ἄλκιμοι Μιλήσιο ι : ἐπὶ τῶν ποτὲ εὖ, εἶθ’ ἑτέρως γεγονότων. |
| 5 3 | Ὁμοία, Ἄμμες πο τ ’ ἦμε ς . Ἢ τρὶς ἓ ξ , ἢ τρεῖς κύβο ι : ἐπὶ τῶν κινδυνευόντων. |
| 5 4 | Τὸ μὲν, τρὶς ἓ ξ , τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ, τρεῖς κύβο ι , τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις. Ἡ Φανίου θύρ α : ἐπὶ τῶν ἀνοήτως φυλαττόντων. |
| 5 5 | Οὗτος γὰρ ὁ Φάνιος τυφλὸς ἦν· ὑπανοίγοντος οὖν τοῦ παιδὸς τὴν θύραν, αὐτὸς οὐδὲν ἑώρα. Ἡ Περγαία Ἄρτεμι ς : ἐπὶ τῶν πλανητῶν καὶ ἀγυρτῶν. |
| 5 6 | Παρόσον ἡ θεὸς ἀγείρειν καὶ πλανᾶσθαι λέγεται. Ἡράκλειος ψώρ α : ἡ δυσίατος, ἡ καὶ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. |
| 5 7 | Τῷ γὰρ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρὰ ἡ Ἀθηνᾶ. Ἡρακλεία νόσο ς : ἡ ἱερά. |
| 5 8 | Εἰς ταύτην γὰρ περιέπεσεν Ἡρακλῆς. Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματ α : τῶν εἰς Σικελίαν στρατευσάντων οἱ μὲν ἐλήφθησαν αἰχμάλωτοι, οἱ δ’ ἀπώλοντο. |
| 5 9 | Οἱ οὖν διαφυγόντες ἔλεγον τοῦτο. Ἢ κρίνο ν , ἢ κολοκύντη ν : τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον. |
| 5 10 | Ἔταττον οὖν τὸ μὲν κρίνον ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. Ἡ ἀπὸ Σκυθῶν ῥῆσι ς : ἐπὶ τῶν οἰμώζειν τινὰ λεγόντων. |
| 5 11 | Τοῦτο γὰρ πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι. Ὁμοία τῇ, εἰ μὴ πατὴρ ἦσθ α . Ἄιδεις ἔχω ν . Ἠλιθιώτερος τῆς Πραξίλλη ς : αὕτη γὰρ ἐρωτωμένη τί κάλλιστον, Ἥλιος, ἔφη, καὶ σῦκα. |
| 5 12 | Ὁμοία τῇ, Ἀνοητότερος Ἰβύκο υ , καὶ Κοροίβο υ , καὶ Μελιτίδο υ . Ἢ χρὴ τραγῳδεῖν πάντα ς , ἢ μελαγχολᾶ ν : ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων. |
| 5 14 [5] | Ἡ Συλοσῶντος χλαμύ ς : ἐπὶ τῶν ἀλαζονευομένων ἐπὶ ἐσθῆτι. Οὗτος γὰρ εἶχε χλαμύδα, ἣν Δαρείῳ ἰδιωτεύοντι δωρησάμενος ἔτυχε τῆς εἰς Σάμον καθόδου. Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρε ῖ : ἐπὶ τῶν δεικνυόντων ἀπὸ μικρᾶς πράξεως τὸ ἦθος· ὁμοία, Ἐκ τοῦ κρασπέδου τὸ πᾶν ὕφασμ α · Ἐκ γεύματος γινώσκει ς · Τὸν Αἰθίοπα ἐκ τῆς ὄψεω ς · Ἐκ τῶν ὀνύχων τὸν λέοντ α · Ἐκ τοῦ καρποῦ τὸ δένδρο ν . |
| 5 16 | Ἥλιξ ἥλικα τέρπε ι : ὁμοία τῇ, Ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιο ν · Ἥλῳ τὸν ἧλο ν , καὶ, Πάτταλον ἐξέκρουσας παττάλ ῳ : ἀντὶ τοῦ, ἁμαρτήματι τὸ ἁμάρτημα θεραπεύεις. Ἢν μὴ καθάρῃς κἀλέσῃ ς , οὐ μὴ φάγῃ ς : ἐπὶ τῶν σὺν μόχθῳ τὴν ἀναγκαίαν ποριζομένων τροφήν. |
| 5 17 | Εἶπε δὲ Δήμητρα πρὸς Τριπτόλεμον. Ἡμεῖς δέκα Ῥόδιο ι , δέκα νῆε ς : ἐπὶ τῶν ἀλαζονευομένων. |
| 5 19 | Θάμυρις μαίνετα ι : ἐπὶ τῶν κατὰ σύνεσιν πραττόντων τι, δοκούντων δὲ μαίνεσθαι. Προεγράφη ἡ ἱστορία εἰς τὸν Ἄμυριν. Θετταλικὰ πτερ ά : ἐπὶ τῶν παραχρῆμα ἐσθῆτας ἐνειμένων. |
| 5 20 | Αἱ γὰρ Θετταλικαὶ ἐσθῆτες πτερωταὶ ἦσαν. Θεῶν ἀγορ ά : ἐπὶ τῶν χρησίμων καὶ δικαίων. |
| 5 22 | Θυννίζει ν : ἀντὶ τοῦ κεντᾶν. Τριαίναις γὰρ τοὺς θύννους κεντῶσιν. Ἐξ οὗ καὶ Λουκιανὸς, θυννῶδες τὸ ἐνθύμημ α , ἀντὶ τοῦ, ἀπότομον καὶ σκληρόν. Θύραζε Κᾶρε ς , οὐκ ἔ τ ’ Ἀνθεστήρι α : διὰ πλῆθος οἰκετῶν, ** ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων καὶ αὐτῶν. |
| 5 24 | Θεὸς ἡ Ἀναίδει α : ἐπὶ τῶν τῇ ἀναισχυντίᾳ ὠφελουμένων. Θρᾷκες ὅρκια οὐκ ἐπίσταντα ι : ἐπὶ τῶν ἀνόμων. |
| 5 26 | Ἰλιὰς κακῶ ν : ἐπὶ τῶν μεγάλων κακῶν. Ἵππῳ γηράσκοντι τὰ μείονα κύκ λ ’ ἐπίβαλλ ε : ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης. |
| 5 28 | Ἱππέας εἰς πεδίο ν : φανερόν. Ἱερὰ ἄγκυρ α : δήλη ἡ παροιμία. |
| 5 30 | Ἵνα δέο ς , ἔνθα καὶ αἰδώ ς : Ἵππος με φέρε ι , βασιλεύς με τρέφε ι : Κοῤῥαῖόν φασιν ὑπὸ Φιλίππου στρατευόμενον ἱππέα, τῆς μητρὸς δεομένης αἰτήσασθαι ἄφεσιν τῆς στρατείας, εἰπεῖν τοῦτο. |
| 5 32 | Ἱππόλυτον μιμήσομα ι : ἐπὶ τῶν σωφρονεῖν βουλομένων. Ἰχθὺν νήχεσθαι διδάσκει ς : ὁμοία τῇ, Δελφῖνι κολυμβᾶν συμβουλεύ ῃ . |
| 5 34 | Καδμεία νίκ η : ἐπὶ τῶν ἀλυσιτελῶς νικώντων, ὧν ἡ ἱστορία δήλη. Κυρνία γ ῆ : ἐπὶ τῶν χωρῶν τῶν λῃστὰς ἐχουσῶν. |
| 5 35 | Τοιαύτη γὰρ ἡ Κύρνος πρώην. Κόρχορος ἐν λαχάνοι ς : ἐπὶ τῶν εὐτελῶν μὲν ὄντων, μεγάλοις δὲ παραβαλλόντων ἑαυτούς· εἶδος γάρ ἐστι βοτάνης ὁ κόρχορος εὐτελοῦς. |
| 5 36b | Καλαμαράδικος γάδαρο ς : ἐπὶ τῶν μεγάλων· τοιοῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι. Κύκνειον ᾆσμ α : ἐπὶ τῶν ἐγγὺς θανάτου ὄντων, καὶ τὰ τελευταῖα φθεγγομένων. |
| 5 37 | Οἱ κύκνοι γὰρ ἀποθνήσκοντες ᾄδουσι. Κοινὸς Ἑρμῆ ς : οἷον, κοινὸν τὸ εὕρημα. |
| 5 38 | Κλεπτίστατος ὢν ὁ Ἑρμῆς, κατέδειξε κοινὰ εἶναι τὰ φώρια. Κακοῦ κόρακος κακὸν ὠὸν ἔφ υ : ἐπὶ τῶν ἐκ κακῶν γονέων ὄντων. |
| 5 40 | Κανθάρου σοφώτερο ς : ἐπὶ τῶν πονηρῶν. Κάνθαρος γάρ τις πονηρὸς ἐγένετο. Κινήσω τὸν ἀ φ ’ ἱερᾶ ς : ἐπὶ τῶν τὰ ἔσχατα κινδυνευόντων. |
| 5 42 | Κέρδος αἰσχύνης ἄμεινο ν : ἐπὶ τῶν διά τι κέρδος αἰσχύνην προσποριζόντων ἑαυτοῖς καὶ μὴ ἐπιστρεφομένων ταύτης. Κωφότερος τοῦ Τορωναίων λιμένο ς : λιμήν τις ἦν στενὰς ἔχων τὰς εἰσβάσεις. |
| 5 44 | Κασιωτικὸν ἅμμ α : ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. Οὗτοι γὰρ ἅμματά τινα δύσλυτα ἐπιτεχνάζονται. Κα θ ’ ἑαυτοῦ Βελλεροφόντη ς : ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων. |
| 5 45 | Ἡ δὲ ἱστορία δήλη. Κομπὰς Μάξιμο ς : ἐπὶ τῶν ὑπὲρ τὸ δέον φρονεῖν νοούντων. |
| 5 46 | Οὗτος γὰρ ὁ Μάξιμος ἀλαζὼν ἐγένετο. Οὐχ ἅμμα λύει ς : ἐπὶ τῶν δυσλύτων. |
| 5 47 | Ἀπὸ τῆς ἁμάξης ἡ ἱστορία. Καρικὸς τράγο ς : ἐπὶ τῶν εὐτελῶν. |
| 5 49 | Κα τ ’ αἶγας ἀγρία ς : ὁμοία τῇ, Ἐς κόρακα ς . Κερκυραία μάστι ξ : ἐπὶ τῶν μεγαλῶν μαστίγων. |
| 5 50 | Τοιαύτας γὰρ εἶχον. Κερκωπίζει ν : δολιεύεσθαι. |
| 5 51 | Ἐπὶ τῶν πανούργων. Ἀπό τινων ἀνδρῶν Κερκώπων λεγομένων, ὡς προείρηται. Κέσκων πόλι ς : ἐπὶ τῶν ἀνοήτων. |
| 5 52 | Οἱ γὰρ ἐν ταύτῃ κατοικοῦντες τῇ πόλει τοιοῦτοι. Κεστρεὺς νηστεύε ι : ἐπὶ τῶν λαιμάργων, ὑποκρινομένων δὲ νηστεύειν· ἄπληστον γὰρ τὸ ζῶον. |
| 5 54 | Κιλίκιοι τράγο ι : οἱ δασεῖς. Ὅθεν καὶ τὰ ἐκ τριχῶν Κιλίκια λέγονται. Κινδυνώδης ἡ ἐν πρώρᾳ σελί ς : οἱ γὰρ πολέμιοι πρῶτον τὴν πρώραν κατέχουσι. |
| 5 56 | Κοροίβου ἠλιθιώτερο ς : οὗτος γὰρ τὰ κύματα τῆς θαλάσσης ἠρίθμει. Κορυδέως εἰδεχθέστερο ς : ἐπὶ τῶν δυσμόρφων. |
| 5 57 | Οὗτος γὰρ ἐπὶ ἀμορφίᾳ διεβάλλετο. Κρητίζει ν ; ἐπὶ τοῦ ψεύδεσθαι. |
| 5 58 | Ἀπατηλοὶ γὰρ οἱ Κρῆτες. Κορώνη τὸν σκορπίο ν : ἐπὶ τῶν βλαβεροῖς ἐπιχειρούντων. |
| 5 60 | Κουρήτων στόμ α : ἐπὶ τῶν μαντεύεσθαι ὑπισχνουμένων. Τοιοῦτοι γὰρ οὗτοι. Κριὸς ἀσελγόκερω ς : ἐπὶ τῶν μεγάλων καὶ ἀσελγῶν. |
| 5 62 | Κριὸς τὰ τροφεῖ α : ἐπὶ τῶν ἀχαρίστων· ἡ δὲ ἱστορία δήλη. Κρονικαὶ λῆμα ι : ὁμοία τῇ, Χύτραις λημᾷς καὶ κολοκύνται ς . |
| 5 64 | Κρόνου πυγ ή : τὸ ἀρχαῖον καὶ ἀναίσθητον κρέας. Κρωβύλου ζεῦγο ς : ἐπὶ τῶν ὑπερβαλλούσῃ πονηρίᾳ κεχρημένων. |
| 5 65 | Ἀπὸ Κρωβύλου τινὸς πορνοβόσκου, δύο ἔχοντος ἑταίρας. Κυζικηνοὶ στατῆρε ς : ἐπὶ τῶν εὖ κεχαραγμένων στατήρων. |
| 5 66 | Διαβόητοι γὰρ οὗτοι· ὁμοία τῇ· Λύκος περὶ φρέαρ χορεύε ι . Κύων πα ρ ’ ἐντέροι ς : ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν προκειμένων. |
| 5 67b | Κύδο ς : λοιδορία· κυδάζειν τὸ λοιδορεῖν. Κύων ἐπὶ δεσμ ά : ἐπὶ τῶν ἑαυτοὺς εἰς δεσμὰ ἐμβαλλόντων. |
| 5 69 | Κωδάλου χοῖνι ξ : ἐπὶ τῶν μεγάλοις μέτροις κεχρημένων. Κῷος πρὸς Χῖο ν : ὅταν ἐλάττονα πρὸς μείζονά τις παραβάλλῃ. |
| 5 71 | Καύνιος ἔρω ς : ἐπὶ τῶν μὴ κατορθουμένων ἐπιθυμιῶν. Καύνου γὰρ ἐρασθεῖσα ἡ ἀδελφὴ καὶ μὴ τυχοῦσα τοῦ ἔρωτος, ἀνεῖλεν ἑαυτήν. Κύρβεις κακῶ ν : ἐπὶ πλήθους κακῶν. |
| 5 72 | Κύρβεις γὰρ ξύλα τινὰ πινακοειδῆ, ὅπου τοὺς νόμους ἔγραφον. Κατόπιν ἑορτῆς ἥκει ς : ἐπὶ τῶν ἀπὸ καλοῦ πράγματος ἀπολειπομένων. |
| 5 74 | Κακὴ πρόδοσι ς : ἐπὶ τῶν μετὰ τὴν μίξιν τὸν συγκείμενον μισθὸν κομιζομένων. Κλαίει ὁ νικήσα ς , ὁ δὲ νικηθεὶς ἀπόλωλε ν : Ἀθηναῖοι νικηθέντες ἀπώλοντο· Φίλιππος νικήσας ὑπὸ Παυσανίου ἀνῃρέθη. |
| 5 76 | Κοινὰ τῶν φίλω ν : δήλη. Κλειτοριάζει ν . |
| 5 77 | ἐπὶ τῶν παιδεραστῶν τινές φασιν· ἢ ἐπὶ τῶν γυναιξὶν ἀκολάστων. Κακὰ μὲν θρίπε ς , κακὰ δ ’ ἶπε ς : ἐπὶ τῶν ἑκατέρως βλαπτικῶν. |
| 5 79 | Κολοφωνία ὕβρι ς : ἐπὶ τῶν πλουσίων καὶ ὑβριστῶν. Τοιοῦτοι γὰρ οἱ Κολοφώνιοι. Κύπριος βοῦ ς : ἐπὶ τῶν κοπροφάγων καὶ εἰκαίων. |
| 5 81 | Κάμηλος καὶ ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτί α : ἐπὶ τῶν ἐν γήρᾳ μὲν ὄντων ἢ δυστυχίαις, πολλῶν δὲ ἀμεινόνων ὄντων. Κατὰ ῥοῦν φέρετα ι : ἐπὶ τῶν εὐπλοούντων. |
| 5 83 | Κα θ ’ ὕδατος γράφει ν : ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. Κἂν ἀπὸ νεκροῦ φέρ ῃ : ἐπὶ τῶν ἀπὸ πενήτων κερδαινόντων. |
| 5 85 | Κύνα δέρειν δεδαρμένη ν : ἐπὶ τῶν μάτην τι ποιούντων. Καρικὴ Μοῦσ α : ἐπὶ τῶν ἀλλογενῶν, ἤτοι Σκυθῶν καὶ γραμμάτων. |
| 5 87 | Κἂν αἲξ δάκῃ ἄνδρα πονηρό ν : Κανθάρου σκια ί : ἐπὶ τῶν φοβουμένων τὰ μὴ ἄξια φόβου. |
| 5 89 | Κακὴ μὲν ὄψι ς , ἐν δὲ δειλαῖαι φρένε ς : Κατὰ βοὸς εὔχο υ : οἷον, μέγα εὔχου. |
| 5 91 | Κνὶψ ἐκ χώρα ς : ἐπὶ τῶν ταχυπόδων. Ὁ γὰρ κνὶψ τὸ θηρίον τοιοῦτον. Κρὴς πρὸς Αἰγινήτη ν : ἐπὶ τῶν πανουργίᾳ χρωμένων πρὸς ἀλλήλους λέγεται. |
| 5 93 | Αἱ κύνες τὴν δέσποιναν μιμούμενα ι : λέγεται ὁπόταν καὶ οἱ ὑποχείριοι τοῖς ἄρχουσιν ἐπὶ κακῷ συμφωνῶσι. Κυνόσαργε ς : τόπος, ἐν ᾧ οἱ νόθοι ἐξεκρίνοντο. |
| 5 94 | Κύων γάρ τις ἡρπακὼς κρέα, ἐκεῖ ἐκόμισεν· ὅθεν καὶ Κυνόσαργες. Κατὰ ποδὸς βάσι ν : ἐπὶ τῶν κατὰ μικρόν τι πραττόντων καὶ μετὰ τέχνης. |
| 5 95 | Ὁμοία τῇ, Ἐν νυκτὶ βουλ ή . Καρκίνος λαγωὸν αἱρε ῖ : ἐπὶ τοῦ ἀδυνάτου· ὁμοία τῇ, Λύκος καὶ ὄϊν ποιμαίνε ι . |
| 5 97 | Κεραμέως πλοῦτο ς : ἐπὶ τῶν σαθρῶν καὶ ἀβεβαίων καὶ εὐθραύστων. Κεραμεὺς ἄνθρωπο ς : ἐπὶ τοῦ σαθροῦ. |
| 5 99 | Κακοὶ πίνουσι τῆς τιμωρίας τὴν ὀμίχλη ν : ἐπὶ τῶν κατ’ ἀξίαν τιμωρουμένων. Ὁμοία τῇ, Αὐτὸς ἐφεῦρε τοῦ κακοῦ τὴν πιτύα ν . Κενὰ κενοὶ βουλεύοντα ι : Λαγὼς καθεύδω ν : ἐπὶ τῶν προσποιουμένων καθεύδειν, ἢ ἐπὶ τῶν προσποιουμένων τι δρᾶν καὶ οὐκ ἐξ ἀληθείας πραττόντων. |
| 6 2 | Λήμνιον κακό ν : ἀπὸ τῶν ἐν Λήμνῳ κακῶν γυναικῶν ἡ παραβολή. Λυδὸς καπηλεύε ι : λέγεται Κῦρον περιγενόμενον τῶν Λυδῶν προστάξαι αὐτοῖς καπηλεύειν. |
| 6 4 | Λύκου πτερ ά : ἐπὶ τῶν ἀδυνάτων. Πῶς γὰρ ἂν πτηνός τις γένοιτο λύκος; Λαγὼς περὶ κρεῶ ν : ἐπὶ τῶν διακινδυνευόντων καὶ περὶ ψυχῆς ἀγωνιζομένων. |
| 6 5 | Καὶ γὰρ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. Λούσαιο τὸν Πελία ν : ἀπὸ τῶν τῷ Πελίᾳ συμβάντων παρήχθη. |
| 6 7 | Λέρνη κακῶ ν : Ὡς, Ἰλιὰς κακῶ ν . Διὰ τὸ τοὺς Ἀργείους ἐκεῖσε ἐν τῇ Λέρνῃ τὰ καθάρματα βάλλειν. Λευκὴ στάθμ η : ἐπὶ τῶν μηδὲν συνιέντων· καὶ ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων. |
| 6 9 | Λευκὴ ψῆφο ς : ἐπὶ τῶν εὐδαιμόνως βιούντων. Λημνίᾳ χειρ ί : ὠμῇ καὶ παρανόμῳ. |
| 6 10 | Ἀπὸ τῶν συμβάντων. Λιβυκὸν θηρίο ν : ἐπὶ τῶν ποικίλων καὶ πολυειδῶν τοῖς τρόποις. |
| 6 11 | Πολυθήρου γὰρ οὔσης τῆς Λιβύης καὶ πολλῶν ζώων συνιόντων καὶ ἀλλήλοις ἐπιβαινόντων, ἐξηλλαγμένα ἀποτελεῖ καὶ σύμμικτα ζῶα. Λευκὴν μᾶζαν φυρῶ σο ι : ἐπὶ τῶν μεγάλως ὑπισχνουμένων. |
| 6 13 | Λιμοῦ πεδίο ν : ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. Λιμοῦ γάρ ποτε ὄντος, ἔχρησεν ὁ θεὸς Ἀθηναίοις ἀνεῖναι τῷ λιμῷ πεδίον, εἰ μέλλοιεν ἀπαλλαγῆναι τοῦ λιμοῦ· διὸ καὶ ἐποίησαν. Λιμῷ Μηλί ῳ : ἐπὶ τῶν σφόδρα λιμωττόντων. |
| 6 14 | Τοὺς γὰρ Μηλίους Ἀθηναῖοι ἰσχυρῶς ἐκάκωσαν. Λίνδιοι τὴν θυσία ν : ἐπὶ τῶν σκωπτόντων καὶ δυσφήμως ἱερουργούντων. |
| 6 15 | Ἡρακλῆς γὰρ ἥρπασε τὸν βοῦν τινὸς τῶν Λινδίων καὶ ἐθοινήσατο· ὁ δ’ ἐλοιδορεῖτο αὐτῷ. Λίνῳ λίνον συνάπτει ς : ἐπὶ τῶν τὰ ἀσθενῆ ἀσθενέσι συναπτόντων. |
| 6 17 | Λοκρῶν σύνθημ α : ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας παρέβησαν. Λυδὸς ἐν μεσημβρί ᾳ : ἐπὶ τῶν ἀκολάστων. |
| 6 18 | Τοιαύτῃ γὰρ ὥρᾳ οἱ αἰπόλοι ἀκολασταίνουσιν ἐκεῖσε. Λύκος ἀετὸν φεύγε ι : ἐπὶ τῶν ἀφύκτων. |
| 6 20 | Λύκος ἔχανε ν : ἐπὶ τῶν τῆς ἐλπίδος ἀποτυγχανόντων. Οἱ γὰρ λύκοι ἀθηρίᾳ περιπεσόντες, χαίνουσι διερχόμενοι. Λύκος περὶ φρέαρ χορεύε ι : ἐπὶ τῶν πονούντων περί τι μάτην. |
| 6 21 | Ὁ γὰρ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ. Ὁμοία τῇ, Κύων πα ρ ’ ἐντέροι ς . Λευκώλενον λίνον κερδογαμεῖ ς : ἐπὶ τῶν αἰσχρὰς ἐπὶ κέρδει γαμούντων. |
| 6 23 | Λοκρικὸς βοῦ ς : ἐπὶ τῶν εὐτελῶν. Λοκροὶ γὰρ ἀποροῦντες βοῶν πρὸς θυσίας, ξύλα σχηματίσαντες εἰς βοῦν, οὕτω τὸ θεῖον ἱλάσκονται. Λυδοὶ πονηρο ὶ , δεύτεροι δ ’ Αἰγύπτιο ι , τρίτοι δὲ πάντων Κᾶρες ἐξωλέστατο ι : Λέοντα ξυρᾷ ς : ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων. |
| 6 26 | Λύκος πρὸ βοῆς σπεύδε ι : ἐπὶ τῶν ὑπερσπευδόντων. Καὶ γὰρ τὸ θηρίον ἁρπάξαν φεύγει. Λύχνον ἐν μεσημβρίᾳ ἅπτει ν : ἐπὶ τῶν παρὰ καιρόν τι ποιούντων. |
| 6 27 | Ὅμοιον τῇ, Ἐν θέρει τὴν χλαῖναν κατατρίβει ς . Παρὰ Λύδιον ἅρμ α : ἐπὶ τῶν πολὺ ἀπολειπομένων ἐν ἀγῶνι τινί. |
| 6 29 | Λυδίῳ νόμ ῳ : μαντικῷ· μάντεις γὰρ οἱ Λυδοί. Λακωνικὰς Σελήνα ς : ἐπὶ τῶν ἀμφιβόλως συνθήκας ποιουμένων. |
| 6 30 | Οὗτοι γὰρ βοήθειαν αἰτούμενοι ἀνεβάλλοντο, τὴν σελήνην προφασιζόμενοι. Ἀκεσσαίου σελήν η , τὸ ἐναντίον. Λιπαρώτερος λύχνο υ , καὶ Λιπαρώτερος ληκυθίο υ : ἐπὶ τῶν ὑπερβολικῶν. |
| 6 31 | Ὁμοία τῇ, Ἀκόνην σιτίζει ς . Λύω λέσχα ς : Πλάτων φησὶ λέγων ὁπόταν ἐπὶ τὰ ἔργα ἐξήρχοντο. |
| 6 33 | Μασχάλην αἴρει ν : ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν. Μεγαρέων δάκρυ α : ἐπὶ τῶν πρὸς βίαν δακρυόντων. |
| 6 34 | Τοῦ βασιλέως αὐτῶν ἀποθανόντος ἠναγκάσθησαν πάντες ὑπὸ τῆς αὐτοῦ γυναικὸς δακρῦσαι. Ὁμοία τῇ, Πρὸς σῆμα μητρυιᾶς θρηνεῖ ν . Μεγαρικαὶ σφίγγε ς : πόρνας τινὰς οὕτως ἐκάλουν. |
| 6 36 | Μετὰ Λέσβιον ᾠδό ν : ἐπὶ τῶν τὰ δεύτερα φερομένων. Μηδικὴ τράπεζ α : ἐπὶ τῶν πολυτελῶν καὶ ἁβρῶν. |
| 6 38 | Μὴ μελαμπύγου τύχῃ ς : μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. Μία λόχμη οὐ τρέφει δύ ο : ἐπὶ τῶν ἐκ μικροῦ πολλὰ κερδαίνειν βουλομένων. |
| 6 40 | Μύλλος πάντα ἀκούε ι : ἐπὶ τῶν κωφότητα προσποιουμένων, καὶ πάντα ἀκουόντων. Μύλλος γὰρ κωμῳδιῶν ποιητὴς, ὃς μὴ ἀκούειν ὑπεκρίνετο. Μῦς ἄρτι πίττης γεύετα ι : ἐπὶ τῶν νεωστὶ πασχόντων κακῶς. |
| 6 42 | Μυσῶν λεία ν : ἐπὶ τῶν κακῶς διαρπαζομένων. Οἱ γὰρ ** κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο. Μέτρῳ ὕδωρ πίνοντε ς , ἀμετρὶ δὲ μᾶζαν ἔδοντε ς . |
| 6 44 | Μέγα φρονεῖ ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρ ᾳ : σωφροσύνης γὰρ δῶρον αὐτῷ ἐδόθη. Μῦς λευκό ς : ἐπὶ τῶν ἀσελγῶν καὶ ἀκρατῶν· τοιοῦτοι γὰρ οἱ κατοικίδιοι μύες. |
| 6 46 | Μὴ παιδὶ μάχαιρα ν : μὴ τοῖς ἀπείροις ἐγχειρεῖν μεγάλα πράγματα, μή πως καθ’ ἑαυτῶν χρήσωνται. Μανίαι οὐ πᾶσιν ὅμοια ι : τῶν μανιῶν αἱ μέν εἰσιν ἄτοποι, αἱ δ’ ἀρετῆς καὶ εὐχῆς ἄξιαι, ὡς αἱ τῶν χρησμολόγων. |
| 6 48 | Μέγα στόμα τὸ ἐνιαυτο ῦ : τουτέστι πολλὴ παῤῥησία εὐθηνίας γενομένης. Μυσὶ κανθαρί ς : ἐπὶ τῶν μηδενὸς ἀξίων. |
| 6 50 | Μετὰ Μουσῶν κόρυδο ς : ἐπὶ τῶν ἀπαιδεύτων πεπαιδευμένοις συνόντων. Ὁμοία, Καρικὴ Μοῦσ α . Καὶ, Κόρχορος ἐν λαχάνοι ς . Μέλιτος μυελό ς : ἐπὶ τοῦ ἄγαν ἡδέος. |
| 6 52 | Μείζονα βοᾷ δάφνης χλωρᾶς καιομένη ς : ἐπὶ τῶν μεγάλα βοώντων. Μὴ εἰκῆ τὴν Ἄβυδο ν : λείπει, παραπλεῖν. |
| 6 53 | Ἐπὶ τῶν παρακινδυνευόντων. Μὴ κινεῖν κακὸν εὖ κείμενο ν : ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐγειρόντων. |
| 6 55 | Μηδὲν κατὰ βοὸς εὔξ ῃ : μὴ πάντα ἐπιτρέπειν ταῖς εὐχαῖς. Μήτε νεῖ ν , μήτε γράμματ α : ἐπὶ τῶν ἀμαθῶν. |
| 6 56 | Ταῦτα γὰρ ἐκπαιδόθεν ἐν ταῖς Ἀθήναις ἐμάνθανον. Μηδέποτε μηδεὶς Μεγαρέων γένοιτο σοφώτερο ς : ἐπὶ τοῦ ἀναισθήτου. |
| 6 57 | Χαριεντιζόμενοι δὲ τοῦτο ἔλεγον. Μηδὲ μέλ ι , μηδὲ μελίσσα ς : ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι ἀγαθὸν μετὰ ἀπευκτοῦ. |
| 6 59 | Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχη ς : ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. Μὴ λόγους ἀν τ ’ ἀλφίτω ν : ἐπὶ τῶν τινὸς ἀξιούντων τυχεῖν. |
| 6 61 | Μηδέποτε [ ε ὖ ] ἕρδειν γέροντ α , μηδὲ γυναῖκ α , μηδὲ παῖδα βάσκανο ν , μηδὲ κύνα τινὸ ς , μηδὲ λάλον κωπηλάτη ν : παραινεῖ μὴ εἰς ἄχρηστα ἀναλίσκειν. Μικρὸν κακὸ ν , μέγα ἀγαθό ν : πολλάκις μικρὸς πόνος καὶ κακόν τι δοκοῦν μεγάλων γίνεται πρόξενον καλῶν. |
| 6 63 | Μήλῳ βάλλει ν : ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς. Μικρὸς ἀεὶ ὁ σὸς πῶλο ς : ἐπὶ τῶν διὰ βραχύτητα ἡλικίας νεάζειν λεγόντων. |
| 6 65 | Μία μάστιξ ἐλαύνε ι : ἐπὶ τοῦ ῥᾳδίου. Μυὸς ὄλεθρο ς : διὰ τὸ ἀποῤῥεόντων τῶν μυῶν τῶν μελῶν θνήσκειν αὐτούς. |
| 6 66 | Εἴρηται δὲ ἐπὶ τῶν ἀπράκτως ἀποθανόντων. Μηδὲ κάρφος κινεῖ ν : ἐπὶ τῶν ἡσύχων. |
| 6 68 | Μὴ τὴν τέφραν φεύγων εἰς τὴν ἀνθρακιὰν ἐμπέσῃ ς : Μή τ ’ ἄκανθα ἀμύξ ῃ : λείπει, τοὺς ἀγαθούς. |
| 6 70a | Μὴ πρὸς ἐμὲ τὰ ποικίλ α : τουτέστι, μὴ τὰς τέχνας κατὰ τῶν φίλων. Μὴ μέγα λέγ ε : μὴ μεγαλοῤῥημόνει. |
| 6 71 | Μὴ πῦρ ἐπὶ πῦ ρ : ἀνθρακεὺς ἐμπιπράμενος ἐν τῇ καμίνῳ τοῦτο λέγει. Ἐπὶ δὲ τῶν κακοῖς συνεχέστερον περιπιπτόντων. Μὴ μάχαιραν αἶρε θῆλ υ : ἐπὶ τῶν ἀδυνάτων βοηθεῖν. |
| 6 73 | Μίδας ὄνου ὦτ α : ὅτι ὠτακουστὰς εἶχεν. Οἱ δὲ χωρίον αὐτοῦ φασιν οὕτω καλεῖσθαι, ὑπ’ αὐτοῦ ληφθὲν, ἀνάλωτον. Μωμήσεταί τις μᾶλλο ν , ἢ μιμήσετα ι : ὅτι ῥᾳότερον τὸ ψέγειν. |
| 6 75 | Νῷ πείθο υ : Ὁμοία τῇ, Πείθου θε ῷ . Νηφάλια ξύλ α : τὰ μὴ ἀμπέλινα, μηδὲ σύκινα, μηδὲ μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγονται. |
| 6 77 | Νόμος καὶ χώρ α : δῆλον. Ναῦς παλαιὰ πόντῳ οὐχὶ πλωσίμ η : ἐπὶ τῶν μηδὲν συντελούντων. |
| 6 79 | Ναῦς ἱκετεύει πέτρα ς : ἐπὶ τῶν ἀδυσωπήτων. Ὡς τὸ, Ἀνδριάντι πρεσβεύσομε ν . Νέμεσις δὲ παρὰ πόδας βαίνε ι : μέτεισι γὰρ ταχέως. |
| 6 81 | Νεβρῷ ἱππεύει ς : ἐπὶ τῶν βραδέως γινομένων. Νεκρῷ λέγων μύθους εἰς οὖ ς : ἐπὶ τοῦ μὴ ἐπαΐοντος. |
| 6 83 | Νεφέλας ξαίνει ν : ἐπὶ ματαίου ἢ ἀδυνάτου. Νοῦς οὐ παρὰ Κενταύροι ς : ἐπὶ τῶν ἐπιλησμόνων καὶ πλεονεκτῶν. |
| 6 84 | Παρόσον ὑπὸ πλεονεξίας ἀπώλοντο. Νοῦν τὸν ξένο ν : ἐπὶ τῶν ὑφορωμένων τινά. |
| 6 86 | Νῦν εἰς χώραν ἦλθε ς : ἐπὶ τῶν ὅπου ἀπηρνοῦντο μὴ ἐλθεῖν ἐλθόντων. Νῦν ὀσπρίων ἄμητο ς : ἐπὶ τῶν καθ’ ὥραν πραττόντων πάντα. |
| 6 88 | Νῦν θεοὶ μάκαρε ς : ἐπὶ τῶν ἀξίως τιμωρουμένων ἐφ’ οἷς ἔπραξαν. Νὺξ ὑγρ ά : ἐπὶ τῶν συμβαινόντων χαλεπῶν. |
| 6 89 | Νύκτα δασεῖα ν , τὴν χειμερινήν φασι. Νῦν γένοιτο σωθῆνα ι : ἀετὸς χελώνην ἁρπάσας ἠβούλετο ἀφ’ ὕψους καταβαλεῖν, ἡ δὲ, Νῦν γένοιτ ο , φησὶ, σωθῆνα ι · τοῦ δὲ λοιποῦ αὐτῇ μελήσε ι . |
| 6 91 | Ξυρὸς εἰς ἀκόνη ν : πρὸς τοὺς ὧν βούλονται τυγχάνοντας. Ὁμοία τῇ, Ὄνος εἰς ἄχυρ α . Ξύλον ἀγκύλον οὐδέπο τ ’ ὀρθό ν : ὅτι δυσχερὲς ἐκ φαύλων ἀγαθοὺς ἀπεργάσασθαι. |
| 6 93 | Ξυγγνώμη πρωτοπείρ ῳ : ἐπὶ τῶν ἐν πρώτοις διαμαρτανόντων. Οὐδὲν ἦν τἄλλα πάντα πλὴν χρυσό ς : Ὀστράκων περιστροφ ή : ἐπὶ τῶν ἐκ κρειττόνων εἰς τὸ ἐναντίον μεταπιπτόντων, ἐκ μεταφορᾶς τῶν κυβευόντων. |
| 6 95 | Ὀστρακίνοις γὰρ τὸ πάλαι χρώμενοι βώλοις, τῇ μεταβολῇ τούτων πολλάκις ἡττῶντο ἢ ἐνίκων. Ὀλέθρου πείρα τ ’ ἐφῆπτα ι : ἐπιδέδεται καὶ ηὐτρέπισται τὸ τοῦ ὀλέθρου ἡμῶν πέρας. |
| 6 97 | Ὄμπνιος χεί ρ : ἡ πλουσία. Ὄμπνιον νέφο ς , μέγα, πολὺ, ηὐξημένον. Ὄνος ἄγει μυστήρι α : ἐν τοῖς μυστηρίοις ἐξ ἄστεος ἐκόμιζον μετὰ τῶν ὄνων τὰς χρείας. |
| 6 98 [5] | Διὸ καὶ ἐκακοπάθουν οἱ ὄνοι. Ἐπὶ τῶν οὖν ἀναξίως τι βασταζόντων λαμβάνεται. Ὁμοία, Γαλῇ κροκωτό ν · καὶ, Πίθηκος ἐν πορφύρ ᾳ . Ὄνου πόκο ι : ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν. |
| 6 99 | Οὐδὲ γὰρ κείρεται ὄνος. Ὄνου γνάθο ς : εἰς πολυφάγον. |
| 7 1 [5] | Ὄνου σκι ά : ἐπὶ τῶν μηδενὶ χρησίμῳ φιλοτιμουμένων καὶ φιλονεικούντων. Ἐμισθώσατο γάρ τις τὸν ὄνον· καύματος δὲ γενομένου ὑπὸ τὴν ὄνου σκιὰν ὑπέδυ· ὁ δὲ ἐμάχετο, Ὄνον σοι, λέγων, ἐμισθωσάμην, οὐχὶ σκιάν. Οὐ δ ’ Ἡρακλῆς πρὸς δύ ο : φανερόν. |
| 7 2 | Ἡ ἱστορία αὕτη· Προσπεσεῖν τῷ Ἡρακλεῖ ἐκ λόχου οἱ Μολιονίδαι, αὐτὸς φοβηθεὶς ἔφυγε. Οὐκ ἐπιγλωττήσομα ι : Ἀριστοφάνης, οὐ βλασφημήσω. |
| 7 4 | Οὐ μάλα κυκᾷ ς : ἐπὶ τῶν μηδὲν ὄντων. Οἱ Κρῆτες τὴν θυσία ν : ἐπὶ τῶν ταρασσόντων τοὺς θύοντας καὶ περικοπτόντων. |
| 7 5 | Τοιοῦτον γάρ τι συνέβη τῷ Ἀγαμέμνονι παρὰ τῶν Κρητῶν θύοντι. Ὁ Σικελὸς τὴν θάλασσα ν : Σικελός τις σῦκα ἄγων ἐναυάγει· εἶθ’ ὁρῶν τὴν θάλατταν ἀγριουμένην ἐπὶ πέτρας καθήμενος, Οἶδ α , φησὶν, ὃ θέλει ς · σῦκα θέλει ς . |
| 7 7 | Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσ ι : τόποι τινὲς δύσβατοι. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων λέγεται. Οὔ θ ’ ὕετα ι , οὔτε ἡλιοῦτα ι : ἐπὶ τῶν ἔξω πάσης καθεστώτων φροντίδος. |
| 7 9 | Οὐκ ἔσ τ ’ ἐμὸν τὸ πρᾶγμ α , πολλὰ χαιρέτ ω : ἐπὶ τῶν ἀπραγμόνων. Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερό ν : ἐπὶ τῶν παρ’ ὧν οὐκ ἤλπισαν σωζομένων. |
| 7 11 | Ὁ παῖς τὸν κρύσταλλο ν : ἐπὶ τῶν μήτε κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων. Ὁ Σκύθης ἵππο ν : ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀποπτυόντων αὐτό. |
| 7 12 | Διὸ καὶ Πίνδαρος· Ἀτιζόμενοι Σκύθαι νεκρὸν ἵππον λόγ ῳ , κρύφα δὲ σκολιοῖς γάνυσιν ἀναδέρουσι πόδα ς . Οὐδὲν ἱερὸν ε ἶ : ἰδὼν τὸν Ἄδωνιν τοῦτό φησιν Ἡρακλῆς. |
| 7 13 | Εἴρηται οὖν ἐπὶ τῶν ἀχρήστων. Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκει ς : ἐπὶ τῶν ἀπαιδεύτων. |
| 7 14 | Ὁμοία τῇ, Ἀμουσότερος Λειβηθρίω ν . Οὐδὲ πυρφόρος ἐλείφθ η : πάσης πολεμικῆς παρατάξεως ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδους καὶ στέμματα ** καὶ νόμος τούτου μόνου φείδεσθαι τοὺς πολεμίους. |
| 7 15 [5] | Ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων ἡ παροιμία τάττεται. Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθον ἔσ θ ’ ὁ πλοῖ ς : ἡ Κόρινθος πολλὰς εἶχεν ἑταίρας, αἳ τοὺς ἀφικνουμένους ἐδασμολόγουν. |
| 7 17 | Οὐδὲν ἐγγὺς ἱππικοῦ δρόμο υ : ἐπὶ τῶν τρυφᾶν βουλομένων. Οὐδὲν πρὸς τὸν Διόνυσο ν : ἐπὶ τῶν τὰ μὴ προσήκοντα φλυαρούντων. |
| 7 18 | Πρῶτον γὰρ τὰ Διονύσου ᾄδοντες οἱ ποιηταὶ, ὕστερον κατεφρόνουν. Οἱ οὖν τοῦ Διονύσου ἔλεγον, Οὐδὲν πρὸς τὸν Διόνυσο ν . Οἵῳ μ ’ ὁ δαίμων τέρατι συγκαθεῖρξε ν : ἐπὶ τῶν δυσανασχετούντων. |
| 7 19 | Ἐπὶ τοῦ Κύκλωπος καὶ τοῦ Ὀδυσσέως. Οὐ νυκτιπλοεῖ ς : ἐπὶ τῶν μὴ ἀκριβῶς ποιούντων, ὡς πελαγοδρομούντων διὰ τὰς τῶν ἀστέρων σημειώσεις. |
| 7 21 | Οὐ φροντὶς Ἱπποκλείδ ῃ : Ἱπποκλείδης μετὰ ἄλλων ἐμνηστεύετό τινα· τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξορχῇ τὸν γάμο ν · Οὐ φροντὶ ς , ἀπεκρίνατο. Εἶπε δὲ τὸ Ἐξορχ ῇ , ἐπειδὴ ἐκεῖνος ἐν τῷ γάμῳ ἐκυβίστα. Ὁ φαλλὸς τῷ θε ῷ : ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ εἰκότα καὶ πρόσφορα. |
| 7 23 | Οἰταῖος δαίμω ν : ὃς ὕβριν καὶ ὑπερηφανείαν ἐμίσησεν. Οὐκ ἐπαινεθείης οὐ δ ’ ἐν περιδείπν ῳ : ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. |
| 7 25 | Ὁ κνὶψ ἐν χώρ ᾳ : ἐπὶ τῶν ταχέως μεταπιπτόντων. Κνὶψ γάρ ἐστι θηρίον ξυλοφάγον. Οἶδα Σίμων α , καὶ Σίμων ἐμ έ : δύο ἐγένοντο ἡγεμόνες, Νίκων καὶ Σίμων. |
| 7 26 [5] | Ὑπερίσχυσε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε καὶ τὴν ἐπὶ Νίκωνα φήμην ἀπαλεῖψαι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. Ὁ ἄπληστος πίθο ς : οὗτος λέγεται ἐν Ἅιδου εἶναι. |
| 7 28 | Οἶνος καὶ ἀλήθει α : Εὔανδρος παρὰ τοῖς Πέρσαις φησὶν οὐ βασάνοις ἐξετάζεσθαι, ἀλλὰ μεθυσκομένους. Οἴκοθεν ὁ μάρτυ ς : ἐπὶ τῶν καθ’ ἑαυτῶν μάρτυρας φερόντων. |
| 7 30 | Ὄνῳ τις ἔλεγε μῦθο ν , ὁ δὲ τὰ ὦτα ἐκίνε ι : εἰς ἀναισθησίαν τινῶν. Ὁ Κρὴς τὸν Κρῆτ α : ἐπὶ τῶν ὁμοιοτρόπων. |
| 7 32 | Ὄνος ἐν μελίσσαι ς : ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων. Ὄνος λύρας ἀκούω ν : ἐπὶ τῶν ἀπαιδεύτων. |
| 7 34 | Ὃς αὑτὸν οὐκ ἔχε ι , Σάμον θέλε ι : ** Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ αὐτῶν, Σάμον ἐν αὐτοῖς ἐᾶσαι, εἶπον τοῦτο. Οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμον α : Οἱ φῶρες τὴν βοή ν : ἤτοι δεδοίκασιν. |
| 7 37 | Ὁμοιότερος σύκο υ : τοῦτο παραπαίζει διὰ τὴν ἐμφέρειαν τῶν συκῶν. Οὐδὲν πέπονθας δεινὸ ν , ἂν μὴ προσποι ῇ : Οὐκ ἔστι διθύραμβο ς , ἂν ὕδωρ πί ῃ : ὁ γὰρ θεὸς εὑρετὴς οἴνου, ᾧ τινι ἑορτάζουσιν. |
| 7 40 | Οὐ πατρικὰ αὐλεῖ μέλ η : ἐπὶ τῶν οὐχ ὁμοίως τοῖς πατράσι βιούντων. Οὐ φελλίνας ὁ ἀγώ ν : οἷον, οὐ στεφανίτης, ἀλλὰ χρηματίτης. |
| 7 41 | Ἔλεγον δὲ ἐπὶ τῶν ἀργύριον τελούντων. Πάντα κινήσω πέτρο ν : ὁμοία τῇ, Πάντα λίθον κινήσ ω . |
| 7 42 | Ἐπὶ οὖν τῶν πάντα τρόπον ἐπινοούντων ὥστε ποιῆσαι ὃ βούλονται ἡ παροιμία λέγεται. Παρὰ κωφῷ ἀποπέρδει ν : Παρεξηυλημένος τὸν νοῦ ν : οἷον, ἀμυδρὸν, ἢ ὑπὸ γήρως διεφθορότα ἔχων τὸν νοῦν. |
| 7 45 | Πρεσβύτερος Κόδρο υ : ἐπὶ τῶν παλαιῶν καὶ πολυχρονίων. Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρο υ : Ἀγκαῖος ἄμπελον φυτεύων βαρέως ἐπέκειτο τοῖς οἰκέταις. |
| 7 46 [5] | Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ γεύσασθαι αὐτὸν τῆς ἀμπέλου. Ἐπεὶ οὖν ὁ καρπὸς ἐπεφθάκει, τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ προσφέρειν τὴν κύλικα τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ στίχου. Καὶ τούτων λεγομένων, ἄλλος οἰκέτης ἦλθεν ἀπαγγέλλων ὡς ὗς τὴν χώραν λυμαίνεται· ὁ δὲ ὁρμήσας ἀνῃρέθη. Πατρόκλειος πρόφασι ς : ἐπὶ τῶν μὴ δυναμένων διὰ φόβον θρηνεῖν τὰς οἰκείας συμφορὰς, ἐξ ἑτέρων δὲ θλίψεων αὐτὰς ἀποκλαιόντων. |
| 7 48 | Πᾶσα γῆ πατρί ς : Πεύκης τρόπο ν : κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων. |
| 7 49 | Παρόσον ἡ πεύκη κοπεῖσα οὐ φύει. Πλίνθον πλύνει ς , Χαμαὶ ἀντλεῖ ς : ἐπὶ τῶν ἀδυνάτων. |
| 7 51 | Πτωχοῦ πήρα οὐ πίμπλατα ι : ἐπὶ τῶν ἀπλήστων. Προμέρου κύνε ς : τοῦτόν φασιν οἰκέτην ὄντα βασιλικὸν μισῆσαι καθ’ ὑπερβολὴν τῶν τραγῳδιῶν τὸν ποιητὴν Εὐριπίδην, ἐπαφεῖναί τε αὐτῷ κύνας ἀγρίους, οἳ τοῦτον κατεθοινήσαντο. |
| 7 53 | Πτολεμαῒς ἡ δίκ η : πρεσβύτις ἦν αὕτη, ἕως ἀπέθανε δίκας λέγουσα καὶ μήποτε ἀπαλλαγῆναι βουλομένη τῶν δικῶν. Πρὸς κώρυκον γυμνάζεσθα ι : ἐπὶ τῶν διακενῆς μοχθούντων. |
| 7 55 | Πρόκριδος ἄκοντ α : ἐπὶ τῶν πάντα νικώντων. Τοιοῦτον γὰρ ἔχουσα ἡ Πρόκρις πάντα ἐνίκα. Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδει ς : ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. |
| 7 56 | Ὁμοία τῇ, Αἲξ οὔπω τέτοκε ν , ἔριφος δ ’ ἐπὶ δῶμα γελ ᾷ . Καὶ, Ἅλμην τί κυκᾷ ς , πρὶν τοὺς ἰχθύας ἕλῃ ς ; Πρότερον χελώνη παραδραμεῖται δασύποδ α : ἐπὶ τῶν ἀδυνάτων. |
| 7 58 | Προβάτων οὐδὲν ὄφελο ς , ἐὰν ποιμὴν ἀπ ῇ : ἐπὶ τοῦ ἀναγκαίου. Πράγμα τ ’ ἐξ ἀπραξία ς : ἐπὶ τῶν παρὰ δόξαν καὶ ἐλπίδα συμβαινόντων. |
| 7 60 | Πρὸς κενὴν ψάλλει ς : ἐπὶ τῶν μάτην πονούντων. Πρίν κε δύο ἐχῖνοι εἰς φιλίαν ἔλθητο ν , ὁ μὲν ἐκ πελάγου ς , ὁ δ ’ ἐκ χέρσο υ : ἐπὶ τοῦ ἀδυνάτου καὶ ἀνομοίου. |
| 7 62 | Προβάλλοντες κυσὶν ἄρνα ς : ἐπὶ τῶν τοὺς ἀπράγμονας παραδιδόντων συκοφάνταις. Πρίν κε λύκος ὄϊν ποιμάν ῃ : ἐπὶ τοῦ ἀδυνάτου. |
| 7 64 | Πραότερος περιστερᾶ ς : ἐπὶ τῶν ἐπιεικῶν. Πρὸς Κᾶρα καρίζει ς : ὡς καὶ τὸ, Πρὸς Κρῆτα κρητίζει ς . |
| 7 65 | Καὶ, Μεγαρικὰ δάκρυ α . Πρὸς σῆμα μητρυιᾶς κλαίει ν : ἐπὶ τῶν προσποιουμένων κλαίειν ἀφροντίστως τε κλαιόντων. |
| 7 67 | Πόντον σπείρει ν : ἐπὶ τῶν μάτην πονούντων. Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγε ι : ἐπὶ τῶν ματαιοπονούντων ἢ ματαιολογούντων. |
| 7 69 | Ποικιλώτερος ὕδρα ς : ἐπὶ τῶν δολερῶν. Ποταμὸς τὰ πόῤῥω ποτίζω ν , τὰ δ ’ ἔγγιον καταλείπε ι : ἐπὶ τῶν τοὺς ξένους εὐεργετούντων, τῶν οἰκείων δὲ ἀμελούντων. |
| 7 71 | Πονηρὰ κατὰ τρυγόνα ψάλλει ς : ἐπὶ τῶν μοχθηρῶς καὶ ἐπιπόνως ζώντων. Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσα ν : ἐπὶ τῶν μὴ ὁμογνωμονούντων. |
| 7 73 | Πολύποδος ὁμοιότη ς : πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτοὺς οἷς βούλονται. Ποταμὸς θαλάττῃ ἐρίζε ι : ἐπὶ τοῦ ἀδυνάτου. |
| 7 75 | Πόλεμος δὲ Κόνωνι μελήσε ι : ἐπὶ τῶν περὶ τῶν ἀλλοτρίων φροντιζόντων. Πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸ ν , ἐν δὲ καὶ ἐσθλό ν : ἐπὶ τῶν συμμίκτων ὄντων καὶ μετεχόντων κακότητος ἢ ἀγαθότητος. |
| 7 76 [5] | Τοῦ γὰρ πολύποδος ἡ κεφαλὴ ζῶσα μὲν δάκνει τοὺς προσιόντας, θανοῦσα δέ ἐστιν ἐδώδιμος. Πολλαῖσι πληγαῖς δρῦς δαμάζετα ι : ἐπὶ τῶν δυσαλώτων καὶ δυσκατεργάστων. |
| 7 77b | Πόῤῥω Διός τε καὶ κεραυνο ῦ : παραινετικὴ ὅτι δεῖ φεύγειν τοὺς τυράννους ὡς ἀπὸ κεραυνοῦ. Πολλά κεν εἰδείη ς , οἷς τὸν θεὸν ἐξαπατήσει ς : πρὸς τοὺς οἰομένους τὸ θεῖον κατασοφίζεσθαι. |
| 7 79 | Πολλαὶ κυνὸς ἄρσενος εὐνα ί : ἐπὶ τῶν κατωφερῶν πρὸς συνουσίαν. Πολλὰ κενὰ τοῦ πολέμο υ : ἤτοι διὰ τὸ πολλὰ καθ’ ὑπόνοιαν φέρειν· ἢ ὅτι Λακεδαιμόνιοι κεναῖς σφενδόναις καὶ νευραῖς ἐψόφουν πρὸς ἔκπληξιν τῶν πολεμίων. |
| 7 81 | Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατακαίριον εἶπ ε : δήλη ἡ παροιμία. Πῦρ ἐπὶ δαλὸν ἐλθό ν : ἐπὶ τῶν ταχέως γινομένων. |
| 7 82 | Ἀπὸ τοῦ Κύκλωπος ἡ μεταφορά. Πῦρ ὑ π ’ ἀκάνθαι ς : ** Ἑλίξας δὲ † μὲν κεῖτα ι : ἐπὶ τῶν πανουργοτέρων. |
| 7 84 | Πρὸς κέντρα λακτίζει ς : δήλη ἡ παροιμία. Πέμπε εἰς ἔσχατον τὴν ἐπιστήμη ν : Πολλοί τοι ναρθηκοφόρο ι , παῦροι δέ τε Βάκχο ι : ἐπὶ τῶν προσποιητῶς τι πραττόντων. |
| 7 86 | Ὁμοία τῇ, Πολλοὶ βουκέντα ι , παῦροι δέ τε γῆς ἀροτῆρε ς . Προφάσεως δεῖται μόνον ἡ πονηρί α : Παρθένος τὰ πατρῶ α : ἐπὶ τῶν καταχαριζομένων τὰ πατρῶα εἴωθε λέγεσθαι. |
| 7 89 | Πρὸ τούτου σε ᾤμην κέρατα ἔχει ν : ἐπὶ τῶν ἀνδρείας ὑπόληψιν ἐχόντων. Πάρες τὸν μάντι ν : ἔθος ἦν πρὸ τῆς φάλαγγος ὁδεύειν τὸν μάντιν ἐστεμμένον. |
| 7 90 | Παρεγγυᾷ οὖν τούτου φείδεσθαι. Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχετα ι : ἐπὶ τῶν πενήτων τῶν δι’ ἀπορίαν τροφῆς ὑπνούντων. |
| 7 91 | Ἀλώπεκα δὲ εἶπε, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν. Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφου ς : ἐπὶ τῶν ἐκφοβούντων οὐ δεόντως. |
| 7 93 | Πρὶν τοὺς ἰχθῦς ἑλεῖ ν , τὴν ἅλμην κυκᾷ ς : ἐπὶ τῶν πρὸ πολλοῦ παρασκευαζομένων. Πίθηκος ἐν πορφύρ ᾳ : οἱ φαῦλοι κἂν καλοῖς περιβληθῶσιν, ὅμως διαφαίνονται πονηροί. |
| 7 95 | Πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερο ς , ἢ ὁ τὸ κόσκινον ὑποτιθεί ς ; εἴποι ς , ὁ τὸν τράγο ν : Ῥόδιοι τὴν θυσία ν : ἐπὶ τῶν ἐν τοῖς ἱεροῖς βλασφημούντων. |
| 7 97a | Ῥιγοῖ κακῶς ἀριστήσα ς : ἐπὶ τῶν [προφασιζομένων καὶ] μετὰ τὴν ἀνά[παυσιν] οὐχ ἡδέως ἐρχομένων ἐπὶ τὰ ἔργα. Ῥηγίνων δειλότερο ς : τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον. |
| 7 98 | Ῥαδαμάνθυος κρίσι ς : ἐπὶ τῶν ἐπὶ δικαίοις μαρτυρουμένων. Ῥαχίας λαλίστερο ς : ἐπὶ τῶν ἀδολέσχων· παρόσον ταῖς ῥαχίαις ἐπιβάλλοντα τὰ κύματα ψόφον ποιεῖ. |
| 7 100 | Ῥήματα ἀντὶ ἀλφίτω ν : ἐπὶ τοῦ προϊεμένου φωνὰς μόνας. Ῥόδον ἀνεμώνῃ συγκρίνει ς : ἐπὶ τῶν τὰ ἀνόμοια συμβαλλόντων. |
| 8 2 | Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλι ν : ἐπὶ τῶν μεταμελουμένων περί τι καὶ μὴ δυναμένων τι ἀνύσαι. Ῥωπικὸν ὤνιο ν : ἐπὶ τῶν εὐτελῶν καὶ πολλοῦ πιπρασκομένων. |
| 8 4 [5] | Ῥοδίων χρησμό ς : ἐπὶ τῶν περιεργότερον πυνθανομένων. Ῥόδιοι γὰρ τῇ Ἀθηνᾷ ἔθυον. Οὐκ ἦν δὲ αὐτοῖς ἀμίδας εἰσφέρειν ἔθος. Ἠρώτησαν οὖν, εἰ τοῦτο δέοι ποιῆσαι. Συγκατένευσεν. Ἀνεπυνθάνοντο πάλιν, χαλκῆν ἢ ὀστρακίνην; ἀπεφήνατο, οὐδετέραν. Σαρδώνιος γέλω ς : ἐπὶ τῶν μὴ ἐκ χαιρούσης ψυχῆς γελώντων. |
| 8 6 | Σικελὸς στρατιώτη ς : ξένοις ἐχρῶντο ἀεί. Σικελικὴ τράπεζ α : ἐπὶ τῶν ἄγαν τρυφηλῶν. |
| 8 8 | Σκορπιὸν ὀκτάπουν ἀνεγείρει ς : οἷον, ἱκανὸν ἀμύνασθαι εἰς πληγὴν παροξύνεις. Σῦκον αἰτεῖ ς : ἐπὶ τῶν κολακευόντων. |
| 8 9 | Ἀθηναῖοι γὰρ ἐκολάκευον τοὺς γεωργούς· οἱ δὲ πρὸς τούτους ἔλεγον ταῦτα. Συβαρῖται διὰ πλατεία ς : ἐπὶ τῶν σοβαρῶς πορευομένων. |
| 8 11 | Σὺν Ἀθηνᾷ καὶ χεῖρας κίνε ι : χρησμόν τις ἔλαβε, Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖ ν . Συστομώτερος σκάφη ς : ἐπὶ τῶν ἀπαῤῥησιάστων· ἀπὸ τῶν τὰς σκάφας μεταφερόντων ἐν ταῖς πομπαῖς. |
| 8 13 | Σχῖνον διατρώγει ν : ἐπὶ τῶν καλλωπιζόντων ἑαυτούς· οἱ γὰρ τοιοῦτοι εἰώθασι σχῖνον διατρώγειν, ἕνεκα τοῦ λευκοὺς ὀδόντας ἔχειν. Παρὸ καὶ τοὺς τοιούτους Σχινοτρώκτας ἐκάλουν. Στύππινον γερόντιο ν : ἀσθενές. |
| 8 15 | Σικελὸς ὀμφακίζετα ι : ἐπὶ τῶν τὰ εὐτελῆ κλεπτόντων. Σπάρταν ἔλαχε ς , κείναν κόσμε ι : δῆλον. |
| 8 17 | Σπιθαμὴ τοῦ βίο υ : τὸ ἐλάχιστον. Συνῆλθον ἀτταγᾶς καὶ νουμήνιο ς : ἐπὶ δύο κλεπτῶν τοῦτο. |
| 8 19 | Σύροι πρὸς Φοίνικα ς : ἑκάτερα τὰ ἔθνη διαβάλλονται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι’ ἔχθρας εἰσί. Σκάνδι ξ : λάχανον ἄγριον. |
| 8 20 | Διὸ καὶ σκανδοπώλης ὁ Εὐριπίδης. Τὰ ἐκ τρίποδο ς : ἐπὶ τῶν ἀληθῶς λεγομένων. |
| 8 22 | Τίκτει τοι κόρος ὕβριν ὅταν κακῷ ἀνδρὶ παρεί η : ἐπὶ τῶν ταῖς εὐτυχίαις ἐπαιρομένων. Ταντάλου τάλαντο ν : διαβόητος ἐπὶ πλούτῳ. |
| 8 24 | Τερμέρια κακ ά : τὰ μεγάλα. Τυφλότερος ἀσπάλακο ς : φασὶν αὐτὸν τυφλωθῆναι διὰ τὸ φθείρειν τὴν γῆν. |
| 8 26 | Τυφλῶν ὀνείρω ν : ἤτοι τῶν ἀπατηλῶν. Τὸ Πάρνου σκαφίδιο ν : ἐπὶ τῶν μικρὰ ζητούντων. |
| 8 27 | Πάρνος γάρ τις τὴν σκάφην ἀπολέσας συνεχῶς ἠνώχλει τῷ δήμῳ. Τὸ Ἐπιμενίδειον δέρμ α : ἐπὶ τῶν ἀποθέτων. |
| 8 28 | Κατέκειτο γὰρ παρὰ τῇ Λακεδαίμονι τοῦτο. Τὸ Φρυνίχου πάλαισμ α : κατὰ τῶν πανούργως σοφιζομένων. |
| 8 29 | Προδότης γὰρ γέγονε τῶν Λακεδαιμονίων. Τὸ ἄρνιόν σοι λελάληκε ν : Τὸ Μηλιακὸν πλοῖο ν : ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων. |
| 8 31 | Κατηράσαντο γὰρ Λακεδαιμόνιοι μηδέποτε στεγνὰ τὰ πλοῖα Μηλίων γενέσθαι· παραβάται γάρ. Τὸ Δωδωναῖον χαλκεῖο ν : ἐπὶ τῶν πολλὰ λαλούντων. |
| 8 33 | Τὸν Ὕλαν κραυγάζει ς : ἐπὶ τῶν μάτην πονούντων καὶ βοώντων. Καὶ γὰρ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ ζητήσας τὸν Ὕλαν, οὐχ εὗρε. Τρυγόνος λαλίστερο ς : ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέλεσιν ἠχοῦσιν. |
| 8 35 | Ταῦτά σοι καὶ Πύθια καὶ Δήλι α : ἐπὶ τῶν τὰ τελευταῖα πονούντων. Τὸν Κολοφῶνα ἐπέθηκε ν : ἐπὶ τῆς βεβαίας ψήφου. |
| 8 37 | Τιθωνοῦ γῆρα ς : ἐπὶ τῶν πολυχρονίων. Τὰ πρῶ τ ’ ἀρίστους παῖδας Αἴγινα τρέφε ι : ἐπὶ τῶν τὰ πρῶτα καὶ ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων. |
| 8 39 | Τὰς ἐν ᾅδου τριακάδα ς : [τιμᾶται ἡ τριακὸς] ἐν ᾅδου διὰ τὴν Ἑκάτην. Καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτη ἓν εἶναι δοκοῦσιν. Τὸ Πάσητος ἡμιωβόλιο ν : οὗτος μαλακὸς ἦν ὁ Πάσης, ἐπὶ μαγείᾳ διενηνοχώς. |
| 8 40 | Τὸ γὰρ ἡμιώβολον διδοὺς, παρ’ ἑαυτῷ πάλιν εὕρισκε. Τὸ βασιλικὸν βοίδιο ν : ἐπὶ Πτολεμαίου τοῦ νέου βοῦς ἔτεκεν ἓξ βοίδια. |
| 8 41 | Λέγεται οὖν ἐπὶ τῶν πολυτόκων. Τίς ἐν Κύδωνο ς : ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους. |
| 8 43 | Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντο ς , ἐπὶ τῆς γλώσσης τοῦ μεθύοντο ς : ἐπὶ τῶν ἐν μέθῃ τὴν ἀλήθειαν λεγόντων. Τὸ πέλαγος πρότερον οἴσει ἄμπελο ν : ἐπὶ τῶν ἀδυνάτων. |
| 8 45 | Τὸν καπνὸν φεύγω ν , εἰς τὸ πῦρ ἐνέπεσο ν : ἐπὶ τῶν τὰ μικρὰ τῶν δεινῶν φευγόντων, καὶ εἰς μείζονα δεινὰ ἐμπιπτόντων. Τίς πατέ ρ ’ αἰνήσε ι , εἰ μὴ κακοδαίμονα τέκν α : ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα ἀπορίᾳ ἰδίᾳ προφερόντων. |
| 8 46 [5] | Ὁμοία τῇ, Κατὰ σαυτὸν ἔλαυν ε . Καὶ, Ἣν ἔλαχες Σπάρταν κόσμε ι . Παραινεῖ γὰρ μὴ τοῖς ** ὑπὲρ ἀξίαν ἐπιπηδᾶν. Τιτᾶνας καλεῖ ν : ἐπὶ τῶν κεκραγάτων τινὰς εἰς βοήθειαν. |
| 8 48 | Τὸν ξύοντα δ ’ ἀντιξύει ν : ἐπὶ τῶν διὰ χάριν χάριτας ποιούντων. Τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν Ἱστιαῖο ς , ὑπεδήσατο δὲ Ἀρισταγόρα ς : Ἀρταφέρνου τοῦτο τοῦ Περσῶν βασιλέως. |
| 8 49 [5] | Καὶ γὰρ Ἱστιαῖον οὗτος ᾐτιᾶτο τῆς Ἰώνων ἀποστασίας, ὁ δὲ ἠρνεῖτο, καὶ εἰς Ἀρισταγόραν μετέφερε τὴν αἰτίαν· οὗ τὸ δόλιον ἀνακαλύπτων ὁ σατράπης, εἰς αὐτὸν τοῦτο εἶπε. Λέγεται δὲ ἐπὶ τῶν τὰ ἑαυτῶν ἐγκλήματα ἄλλοις πανούργως προσαπτόντων. Τἄλλα φιλώμεθ α , τἄλλα μὲν ἀγαπώμεθ α . |
| 8 50 | κατὰ τοῦτο, Οὐ συμφημὶ οὐδὲ συναιν ῶ . Τέλος ὅρα βίο υ : τοῦτο τὸ ἀπόφθεγμα Σόλων εἶπε Κροίσῳ. |
| 8 52 | Τί πρὸς τὸν Ἑρμῆ ν : ἀντὶ τοῦ, πρὸς τὸν λόγον. Τὸν Μίδα πλοῦτο ν , καὶ Κροίσο υ , καὶ Κυνήρο υ : ἐν ὑπερβολῇ ταῦτα. |
| 8 54 | Τὸ οὐ Φιλοξένο υ : ἐπὶ τῶν πολλάκις ἀρνουμένων· Φιλόξενος † γὰρ Διονύσιον καλῶν, οὐδὲν ἄλλο ἀπεκρίνατο οὗτος, εἰ μὴ οὐ οὐ. Τῷ θρίῳ τὴν ἐγχέλυ ν : θρίον, τὸ φύλλον τῆς συκῆς· τραχὺ γάρ ἐστιν, αἱ δὲ ἐγχέλυς ὀλισθηραί· πρὸς τὸ λαμβάνειν οὖν αὐτὰς κατάλληλον δοκεῖ. |
| 8 56 | Τὴν θύραν ἔχει τετριμμένην ὥσπερ αἱ ποῖμνα ι : ἐπὶ τοῦ ἀπανθρώπου καὶ ἀπροσπελάστου. Τοῦ σελίνου δεῖτα ι : ἐπὶ τῶν ἐπισφαλῶς νοσούντων. |
| 8 57 | Καὶ γὰρ εἰώθαμεν στεφανοῦν σελίνοις τὰ μνήματα. Τενέδιος πέλεκυ ς : ἐπὶ τῶν πικρῶς ἢ μᾶλλον συντόμως ἀποκοπτόντων τὰς ζητήσεις, ἢ καὶ τἄλλα πράγματα. |
| 8 58 | Ἢ ἐπὶ τῶν ὠμῶν νόμων. Νόμον γάρ τις ἔταξε παρ’ αὐτοῖς, τὸν καταλαβόντα μοιχὸν πελέκει κόπτειν. Ὑπὸ παντὶ λίθῳ σκόρπιος εὕδε ι : ἐπὶ τῶν κακοήθων λέγεται. |
| 8 60 | Ὗς ἐκώμασε ν : ἐπὶ τῶν ἀσέμνως τι ποιούντων, καὶ παρ’ ἀξίαν ἐπαιρομένων ἐπί τισιν εὐπραγίαις. Ὕδραν τέμνει ς : ἐπὶ τῶν ἀδυνάτων. |
| 8 62 | Ὑπὲρ τὰ Καλλικράτου ς : πλούσιος οὗτος ἦν ἐν Κορίνθῳ. Εἴποτε οὖν ἐθαύμαζόν τινα ἐπὶ πλούτῳ, τοῦτο ἔλεγον. Ὑπερβερεταῖο ς : ἐπὶ τῶν ὑπερχρονίων· ὁ γὰρ τελευταῖος μήν ἐστιν οὗτος. |
| 8 64 | Ὗς ὀρίνε ι : ἐπὶ τῶν βιαίων λέγεται καὶ ἐριστικῶν. Φαλάριδος ἀρχα ί : ἐπὶ τῶν ὠμῶς τῇ ἐξουσίᾳ χρωμένων. |
| 8 66 | Φώκου ἔρανο ς : ἐπὶ τῶν εὐωχίας συνταττόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, ἀνεβάλλετο τὸν γάμον· ἐφ’ ᾧ ὀργισθέντες οἱ μνηστῆρες, ἀπέκτειναν αὐτόν. Φοινίκων συνθῆκα ι : ἐπὶ τῶν πανούργων. |
| 8 68 | Χάρωνος θύρ α : δι’ ἧς οἱ κατάδικοι ἐπὶ τὸ θανεῖν ἐξήρχοντο. Χθόνια λουτρ ά : τὰ τῶν νεκρῶν. |
| 8 70 | Χαῖρε φίλον φῶ ς : γραῦς ἐθέλουσα ἀκολασταίνειν γυμνὴ, ἵνα μὴ τὴν ῥακίωσιν τοῦ σώματος ἐλέγχῃ, τοῦτο εἶπε. Ψεκά ς : ἡ δρόσος. |
| 8 71 [5] | Οὕτως ἐκαλεῖτο Ἀντίμαχος πτυελώδης ὤν. Οὗτος δὲ μελῶν ἦν ποιητής· οὕτω δὲ ἐκαλεῖτο, διότι προσέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. Ἐδόκει δὲ ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος. Ὧι τὸ ἱερὸν πῦρ οὐκ ἔστι φυσῆσαι ὡς μὴ καθαρεύοντ ι : Ὥσπερ ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομα ι : λέγεται ἐπὶ τούτων, οἳ τοῖς ἑαυτῶν ἔργοις ἢ τέχνῃ χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἐν ὅπλοις ὄντες ἐξενίζοντο. |
| 8 74 | Ὠσὶν ἑστῶσι ν : ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. Ὤδινεν ὄρο ς , εἶτα μῦν ἀπέτεκε ν : ὅταν ἐλπίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ. |
| 8 76 | Ὥσπερ παῖδα φιλοῦσιν ἐραστα ί : ἐπὶ τῶν ἐρωτικῶς διακειμένων. |