μῆνιν: ὀργὴν ἐπίμονον, χόλον.
ἄειδε: ἴσε, λέγε. πόθεν τὸ ἀείδω;
θεά: τὴν Καλλιόπην, ὅτι πᾶσαν ἐκ μιᾶς καλεῖ.
Πηληϊάδεω: ὁ Πηλέως παῖς.
οὐλομένην: ἡ διεφθειρομένη.
ἥ: ἀναφορικὸν μορίον ἀντὶ τοῦ ἥτις.
Ἀχαίοις: τοῖς Ἕλλησι.
ἄλγεα: κακά, λύπας.
ἔθηκεν: ποίησε, εἰργάσατο.
πολλάς: παμπόλλους.
Ἄϊδι: ... οὕτως ᾅδης καὶ κατὰ μεταπλασμὸν ᾄδης ᾄδος ᾄδι.
ἑλώρια: ἑλκύσματα, σπαράγματα.
τεῦχε: ἐποίει.
οἰωνοῖσι: ἀπὸ τοῦ οἶος καὶ τοῦ ᾠόν.
οἰωνοῖσι: τοῖς σαρκοφόροις ὄρνισι· λέγει δὲ γυψὶ καὶ κόραξι.
Διός: Ἀττικῶς ν …
ἐτελείετο: τελείω.
διαστήτην: ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην, τὸ τρίτον τῶν δυϊκῶν ἐστήτην καὶ διαστήτην.
ἐρίσαντε: φιλονεικήσαντες.
Ἀτρεΐδης: Ἀτρέως παῖς Ἀγαμέμνων.
τίς τʼ ἄρ σφωε: τίς δʼ αὐτοὺς τοὺς δύο, Ἀγαμέμνονα καὶ Ἀχιλλέα. πάλιν δὲ τοῦτο ὁ ποιητὴς ἐρωτᾷ τὴν Μοῦσαν.
βασιλεύς: σινεύς.
χολωθείς: ὀργισθείς.
νοῦσον: νόσον λοιμόγενον.
ἀνὰ στρατόν: ἀνὰ τὸ στρατόπεδον.
ὀλέκοντο: ἀπώλλοντο.
οὕνεκα τὸν Χρύσην: ἕνεκα, ἐπειδὴ τὸν Χρύσην.
ἠτίμησεν: Ἀττικῶς ὕβρισεν.
ἀρητῆρα: ἱερέα, παρὰ τὸ ἀρᾶσθαι, ὅ ἐστιν εὔχεσθαι.
θοάς: ταχείας, σημαίνει δὲ ὀξείας, ὡς ἐν ἐκείνοις· «ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν».
ἀπερείσιʼ: ἄπειρα τῷ πλήθει, πολλά.
ἄποινα: δῶρα, λύτρα, ἄφοινά τινα ὄντα, τὰ ἕνεκεν φόνου διδόμενα.
λίσσετο: παρεκάλει, ἐλιτάνευε.
δοῖεν: παράσχοιεν.
παῖδα: τὴν θυγατέρα μου.
δέχθαι: λαμβάνεσθαι.
ἥνδανε: ἤρεσκε.
θυμῷ: ἐν τῇ ψυχῇ.
ἀφίει: ἀπέπεμπε.
μή σε γέρον: μή σε, ὦ πρεσβύτα.
κοίλῃσιν: κοίλαις, βαθείαις.
κιχείω: καταλάβω.
δηθύνοντα: εὐχρονίζοντα.
ἰόντα: παραγενόμενον.
ἔπεισιν: καταλάβῃ.
ἱστὸν ἐποιχομένην: ἱστουργοῦσαν καὶ ὑφαίνουσαν.
ἀντιόωσαν: ἀντιλαμβανομένην καὶ μετέχουσαν.
νέηαι: χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ δευτέρου προσώπου. οἱ γὰρ Ἴωνες ὁμοίως τοῖς ὁριστικοῖς καὶ τὰ ὑποτακτικὰ ποιοῦσιν. ... ἔστι νέω τὸ πορεύομαι καὶ τὸ παθητικὸν ἐὰν νέωμαι, τὸ τρίτον νέηται καὶ Ἰωνικῶς νέηαι. συστέλλοντες γὰρ τὸ τ οἱ Ἴωνες ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον νέηται, νέηαι.
νέηαι: πορευθῇς, ἐπανελθῇς.
ἔφατο: εἶπεν.
ἔδδεισεν: ἐφοβήθη, εὐλαβήθη.
ἀκέων: ἡσυχάζων, σιωπῶν.
παρὰ θῖνα: παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης.
πολυφλοίσβοιο: πολυήχου, πολυταράχου.
κιών: παραγενόμενος, πορευθείς.
ἠρᾶθʼ: ηὔχετο.
ἠΰκομος: εὔκομος, ἀπὸ μέρους καλή.
τέκε: ἐγέννησε.
κλῦθι μου: ἐπάκουσέ μου.
νηόν: ναόν.
ἔρεψα: ὠρόφωσα, ἐστεφάνωσα.
ἔκηα: ἔκαυσα, τουτέστιν ἐκάρπωσα.
ταύρων ἠδʼ αἰγῶν: ταύρων ἢ αἰγῶν.
τὸ δέ μοι: τοῦτό μοι.
κρήηνον: ἐπιτέλεσον.
ἐέλδωρ: ἐπιθύμημα.
τίσειαν: τιμωρίαν δοῖεν, ὅ ἐστι παράσχοιεν.
ἐμὰ δάκρυα: ἐμῶν δακρύων.
χωόμενος: ἐποργιζόμενος, λυπούμενος.
κῆρ: ὀξυτόνως μὲν ἡ ψυχή, περισπωμένως δὲ ἡ θανατηφόρος μοῖρα.
τόξʼ ὤμοισιν ἔχων: τὸ τόξον ἐπὶ τοῖς ὤμοις ἔχων.
ἀμφηρεφέα: τὴν ἑκατέρωθεν ἐσκεπασμένην.
φαρέτρην: φαρέτραν, ἤγουν βελοθήκην.
ἔκλαγξαν: ποῖον ἦχον ἀπετέλεσαν;
ὀϊστοί: τὰ βέλη.
νυκτὶ ἐοικώς: σκότει παραπλήσιος, φοβερὸς καὶ ἀόρατος.
ἕζετο: ἐκαθέζετο.
μετὰ δʼ: μετὰ ταῦτα δέ.
ἰόν: βέλος.
ἕηκε: ἔπεμψεν, ἀφῆκεν.
δεινή: φοβερός.
κλαγγή: ἦχος τῆς τοῦ τόξου νευρᾶς.
οὐρῆας: ὀρεῖς, ὑποζύγια.
ᾤχετο: ἐπῄει, ἐπήρχετο.
ἔπειτʼ: μετὰ ταῦτα.
ἐφιείς: ἐπιπέμπων.
βαλλʼ: ἔβαλλε, ἐκ βολῆς ἀνήρει, ἐτίτρωσκεν.
πυραί: πυρκαϊαί.
νεκύων: τῶν νεκρῶν.
καίοντο: ἐκαίοντο.
θαμειαί: πυκναί, συνεχεῖς.
ἐννῆμαρ: ἐπὶ ἐννέα ἡμέρας.
κῆλα: βέλη, ὁτὲ σημεῖα.
δεκάτῃ: προσυπακουστέον ἡμέρᾳ.
ἀγορήν: ἐκκλησίαν, συνέδριον.
κήδετο: ἐφρόντιζεν.
ὁρᾶτο: ἕωρα, ἔβλεπε.
ἤγερθεν: συνηθροίσθησαν.
ὁμηγερέες τʼ ἐγένοντο: ὁμοῦ κατὰ τὸ αὐτὸ ἐγένοντο.
ἀνιστάμενος: ἀναστάς.
πόδας: ποσί.
ὠκύς: ὁ ταχύς.
παλιμπλαγχθέντας: εἰς τοὐπίσω πλανηθέντες.
νοστήσειν: ἐπανελθεῖν, ὑποστρέψειν· νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφὴ διὰ τὸ τῆς πατρίδος ἡδύ.
δαμᾷ: δαμάζει, καταπονεῖ.
ὀνειροπόλον: τὸν διʼ ὀνείρων μαντευόμενον.
εὐχωλῆς ἐπιμέμφεται: δεήσεται εὐχῆς.
ὄχʼ ἄριστος: ἐξόχως ἄριστος.
ᾔδη: ἠπίστατο.
ἡγήσατο: ἡγέμων ἐγένετο.
κέλεαί με: κελεύεις με.
μυθήσασθαι: εἰπεῖν, ἀπαγγεῖλαι.
σὺ δὲ σύνθεο: σὺ δὲ σύνθου καὶ κατάνευσον· κατὰ διάλυσιν.
ἀρήξειν: βοηθήσειν.
ὀΐομαι: ὑπολαμβάνω.
χολωσέμεν: εἰς ὀργὴν ἐμβαλεῖν.
κρείσσων: ἐπικρατέστερος.
χέρηϊ: ἐλάττονι.
πέψῃ: κατάσχῃ, δαπανήσῃ.
θαρσήσας: εὐθαρσὴς καὶ ἄφοβος γενόμενος.
θεοπρόπιον: τὸ ἐκ θεῶν μάντευμα.
ὅ τι οἶσθα: ὅ τι ἠπίστασαι.
βαρείας: ὑβριστικάς, φονικάς.
δόμεναι: δοῦναι.
ἑλικώπιδα: μελανόφθαλμον.
κούρην: κόρην, θυγατέρα.
ἀπριάτην: ἄνευ πράσεως καὶ δώρων, ἐπιρρηματικῶς.
ἱλασσάμενοι: ἐξιλεωσάμενοι, ἐξευμενίσαντες.
κρείων: μεγαλῶς κρατῶν καὶ βασιλεύων.
ἀχνύμενος: λυπούμενος, ὀργιζόμενος.
μένεος: ὀργῆς, θυμοῦ.
πίμπλαντο: ἐπληροῦντο.
ὄσσε: ὄμματα, ὀφθαλμοί.
λαμπετόωντι: λάμποντι.
ἐΐκτην: ὡμοίωντο
κάκʼ ὀσσόμενος: δειλὸν καὶ ὀργίλον ὑποβλεπόμενος.
κρήγυον: τὸ ἀληθές· νῦν δὲ τὸ ἀγαθόν.
προβέβουλα: προκέκρικα, προτιμῶ.
ἀλόχου: γυναικός.
δέμας: κατὰ τὸ σῶμα.
ἑτοιμάσατε: ἑτοῖμον ποιήσατε.
λεύσετε: ὁρᾶτε, βλέπετε.
ποδάρκης: ἤτοι ὁ τοῖς ποσὶ ταχύς, ἢ ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος, ἰσχυρός.
ξυνήϊα: κοινὰ χρήματα.
ἐξεπράθομεν: ἐξεπορθήσαμεν.
δέδασται: δεδαιε
δέδασται: μεμέρισται.
οὐκ ἐπέοικε: οὐ προσῆκόν ἐστιν.
παλίλλογα: πάλιν σύλλεκτα. ἀντὶ τοῦ οὐ δικαῖόν ἐστιν εἰς τὸ αὐτὸ πάλιν συνάγειν τοὺς Ἕλληνας τὰ ἅπαξ φθάσαντα αὐτοῖς διαμερισθῆναι χρήματα.
αἴ κέ ποθι Ζεύς: ἐάν ποτε ὁ Ζεύς.
πόλιν Τροίην: τὴν Τρωϊκὴν πόλιν, λέγει δὲ τὴν Ἴλιον.
ἐξαλαπάξαι: ἐκπορθῆσαι.
θεοείκελʼ: θεοῖς τὸ εἶδος ὅμοιε.
οὐ παρελεύσεαι: οὐ παρελεύσῃ. οὐ νικήσεις με. ἀπὸ μεταφορᾶς τοῦ δρόμου, ἐν ᾡ ὁ παρελθὼν νικᾷ.
δευόμενον: ἐνδεόμενον, χρῄζοντα.
κέλεαι δέ με: κελεύεις δέ με.
ἄρσαντες κατὰ θυμόν: ἁρμόσαντες κατὰ θυμόν, τουτέστιν ἄρεστον καὶ θυμῆρες ποιήσαντες.
ἐς δʼ ἐρέτας: εἰς αὐτὴν δὲ καὶ κωπηλάτας
ἐπιτηδές: ἐπιτηδείους.
καλλιπάρῃον: καλὰς παρειὰς ἔχουσαν.
ἔστω: γενέσθω.
ἐκπαγλότατε: ἐκπληκτικώτατε, φοβερέ, ἢ ἐξοχώτατε.
ἑκάεργον: πόρρωθεν εἴργοντα ἢ πόρρωθεν ἐργαζόμενον, τόξοισι.
ἱλάσσεαι: ἐξιλεώσῃς, λιτανεύσῃς.
ῥέξας: ἱερουργήσας, θύσας.
ὑπόδρα: δεινὸν ὑποβλεψάμενος.
ἀναιδείην: ἀναισχυντίαν.
ἐπιειμένε: ἠμφιεσμένε, περιβεβλημένε.
κερδαλεόφρον: πανοῦργε τὸ φρόνημα· ἢ περὶ κέρδη τὸν νοῦν ἔχων, τουτέστι κερδαίνειν φρονῶν.
αἰχμητάων: πολεμητῶν.
δεῦρο: ἐνταῦθα.
μαχησόμενος: μαχούμενος, πολεμήσων.
Φθία: πόλις Θεσσαλίας παραθαλασσία, πατρὶς Ἀχιλλέως.
βωτιανείρῃ: ἀνδρὰς βοσκούσῃ ἢ τρεφούσῃ.
ἠχήεσσα: ἠχητική, ἀπὸ τῆς τῶν κυμάτων κινήσεως.
ὁ δὲ λόγος· οὐδέποτε ἠδίκησάν με οἱ Τρῶες, ἐπεὶ μεταξὺ Φθίας καὶ Ἰλίου πολλά ἐστι μέγιστα ὄρη καὶ πολλὴ θάλασσα, ὡς μὴ εἶναί με ἀστυγείτονα.
ἀρνύμενοι: καταλλασσόμενοι, λαμβάνοντες.
κυνῶπα: τὰ εἰς πης ποιητικῶς εἰς α ποιοῦσι τὴν κλητικήν, ὡς καὶ ἴστε.
κυνῶπα: ἀναιδέστατε.
ἀλεγίζεις: οὐδὲ λόγον ποιεῖς τινα.
ἐμόγησα: ἐκοπίασα, ἐκακοπάθησα.
ἐπήν κε κάμω πολεμίζων: καὶ ταῦτα ἐπειδὰν κακοπάθησα πολεμῶν.
ἄφενος: πλοῦτον. κυρίως δὲ ἄφενος λέγεται ἡ ἀφʼ ἑνὸς ἐνιαυτοῦ περιουσία, πλοῦτος δὲ ἡ ἀπὸ πολλῶν.
ἀφύξειν: ἀπαντλήσειν, πρόσω ῥάσειν. τὸ δὲ ὅλον· οὐχ ὑπολαμβάνω δέ σε, φησίν, ἐμοῦ ἀπόντος καταστρέψαι τὴν Ἴλιον καὶ πολὺν πλοῦτον λαβεῖν.
λίσσομαι: λιτανεύω, παρακαλῶ.
εἵνεκʼ ἐμεῖο: ἕνεκα ἐμοῦ.
φάσθαι: ἰσηγορῆσαί μοι, τουτέστιν ἐξ ἴσου πρός με λέγειν.
μερμήριξε: ἐμερίμνησεν, ἐνεθυμήθη.
ἀναστήσειεν: ἀναστάτους καὶ ἐν ταραχῇ ποιήσειε, τουτέστι φυγάδας καταστήσειε.
κουλεοῖο: ξιφοθήκης.
ξανθῆς: καλῆς, πυρρᾶς.
κόμης: τῆς τριχώσεως. εἴρηται παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος.
γλαυκῶπις: ἡ γλαυκόφθαλμος, ἡ γλαυκοὺς καὶ καταπληκτικοὺς ὦπας ἔχουσα.
αἴ κε πίθηαι: ἐὰν πείθῃ ἐμοί.
ἕλκεο: ἕλκε.
σὺ δʼ ἴσχεο: σὺ δὲ παύου.
πείθεο δʼ ἡμῖν: πείθου δʼ ἡμῖν.
εἰρύσασθαι: φυλάξαι.
σχέθε: ἔπεσχεν, ἔβαλλεν.
οὐδʼ ἀπίθησε: οὐδʼ ἠπίθησεν, ἀλλʼ ἐπείσθη.
βεβήκει: ἀπεληλύθει, ἐπορεύθη.
κραδίην: καρδίαν. τὸ δὲ πάθος τῆς λέξεως μετάθεσις καὶ κραδίη δʼ ἐλελίχθη. εἴρηται δὲ ἀπὸ τοῦ κραδαίνεσθαι καὶ πάλλεσθαι ἀεὶ τῆς καρδίας σπλάγχνον.
θωρηχθῆναι: καθοπλισθῆναι.
σὺν ἀριστήεσσιν: σὺν τοῖς ἀρίστοις ἡγεμόσι.
θυμῷ: τῇ ψυχῇ. τὸ δέ τοι: δεικτικώτερον, ἀναφοριστικώτερον. κήρ: θάνατος. τοῦτο γάρ φησι τῷ ἐν πολέμῳ ἢ λόγῳ οὐχ εὑρεθῆναι, ὡς θάνατος μισητόν σοι φαίνεται παραγενέσθαι.
εἴδεται: φαίνεται, δοκεῖ.
ἦ πολὺ λώϊόν ἐστι: ἀλλʼ ὄντως δή σοι τοῦτο καλὸν εἶναι νομίζεται.
κατὰ στρατόν: κατὰ τὸ στρατόπεδον.
εὐρύν: πλατὺν καὶ μέγιστον.
δῶρʼ ἀποαιρεῖσθαι: τὰ παρʼ ἄλλῳ τινὶ δεδομένα δῶρα ἀφαιρεῖσθαι.
ὅς τις σέθεν: ὅστις σου.
ἀντίον: ἐξ ἐναντίας.
δημοβόρος: ὁ τὰ δημόσια κατεσθίων.
οὐτιδανοῖσιν: οὐδενὸς λόγου ἀξίοις, ἀσθενέσιν.
ἀνάσσεις: βασιλεύεις.
ἦ γὰρ ἄν, Ἀτρεΐδη: ὄντως γάρ, υἱὲ τοῦ Ἀτρέως Ἀγάμεμνον.
οὐδʼ ἀναθηλήσει: οὐδὲ ἀναβλαστήσει.
περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε: περιελέπισε γὰρ αὐτὸ ὁ σίδηρος, ὅ ἐστιν ἔγλυψε.
φύλλα τε καὶ φλοιόν: τά τε φύλλα καὶ τὸν φλοιόν. φλοιὸς δέ ἐστι τὸ καλούμενον λέπος.
νῦν αὖτέ μιν: νῦν αὖτε πάλιν.
υἷες Ἀχαιῶν: περιφραστικῶς οἱ Ἕλληνες.
ἐν παλάμῃς: ἐν ταῖς χερσί.
φορέουσι: φοροῦσι, βαστάζουσι.
δικασπόλοι: οἱ περὶ τὰς δίκας ἀναστρεφόμενοι βασιλεῖς καὶ νόμους.
θέμιστας: δικαιοσύνας.
πρὸς Διός: παρὰ τοῦ Διός.
εἰρύαται: ῥύονται, φυλάσσονται. τὸ δὲ ὅλον· οἵτινες τὰς δίκας, τοὺς νόμους, παραλαβόντες φυλάττουσι.
ὁ δέ τοι ἔσσεται: οὗτος δέ σοι ἔσται, γενήσεται.
ἦ ποτʼ Ἀχιλλῆος: ὄντως δὴ ποτὲ ἐμοῦ τοῦ Ἀχιλλέως.
ποθή: πόθησις, ἐπιζήτησις.
ἵξεται: παραγενήσεται.
σύμπαντας: ὁμοῦ πάντας.
τοῖς δʼ οὔ τι: τούτοις δὲ οὐδέν.
ἀχνύμενός περ: καίπερ λυπούμενος.
χραισμεῖν: βοηθεῖν.
εὖτʼ ἄν: ὁπότʼ ἄν.
πολλοί: πλεῖστοι.
ὑφʼ Ἕκτορος: …
θνῄσκοντες: ἀποθνῄσκοντες, πίπτοντες νεκροί.
σὺ δʼ ἔνδοθι: σὺ ἔσωθεν.
θυμόν: τὴν ψυχήν.
ἐμεῖο: ἐμοῦ.
ἀρείοσιν: βελτίοσιν, κρείττοσιν.
ἠέ περ ὑμῖν: ἢ ὑμῖν.
ὡμίλησα: συνανεστράφην.
καὶ οὔ ποτέ μοι: καὶ οὐδέ ποτέ μοι.
ἀθέριζον: ἠπίθουν, ἀπεδοκίμαζον.
οὐ γάρ πω: οὐδέ ποτε γάρ.
τοίους: τοιούτους.
ἴδον: ἐθεασάμην.
ἀνέρας: ἄνδρας.
οὐδὲ ἴδωμαι: οὐδὲ ἰδεῖν δυνήσομαι.
οἷον: ὁποῖον.
Δρύαντά τε: καὶ τὸν Δρύαντα.
ποιμένα λαῶν: βασιλέα ὄχλων.
Ἐξάδιόν τε: καὶ τὸν Ἐξάδιον.
ἀντίθεον: ἰσόθεον.
κεῖνοι: ἐκεῖνοι.
ἐπιχθονίων: ἐπιγείων.
τράφεν: ἐτράφησαν.
ἔσαν: ἦσαν, ὑπῆρχον.
φηρσί: θηρσί· θηρίοις λέγει τοῖς κενταύροις.
ὀρεσκῴοισι: τοῖς ἐν ὄρεσι διαιτωμένοις.
ἐκπάγλως: ἐκπληκτικῶς, ὅ ἐστι κατὰ κράτος αὐτοὺς ἐξαπώλεσαν.
καὶ μὲν τοῖσιν ἐγώ: καὶ τούτοις μὲν ἐγὼ τοῖς περὶ τὸν Πειρίθουν.
μεθομίλεον: συνανεστραφόμην, συνεμαχόμην.
τηλόθεν: πόρρωθεν, μακρόθεν.
ἐξ ἀπίης γαίης: ἐκ τῆς ἀλλοδαπῆς καὶ μακρὰν ἀπεχούσης γῆς.
καὶ μαχόμην: καὶ ἐπολέμουν.
κατʼ ἐμαυτόν: κατὰ τὴν ἐμαυτοῦ δύναμιν.
κείνοισι δʼ ἂν οὔ τις: πρὸς ἐκείνους δὲ οὐδεὶς ἴσχυε τῶν νῦν ὄντων ἀνθρώπων.
τῶν: τούτων.
οἵ: ὁποῖοι.
βροτοί: ἄνθρωποι, φθαρτοί. ἡ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων.
ἐπιχθόνιοι: ἐπίγειοι. χθὼν γὰρ ἡ γῆ.
μαχέοιτο: μάχοιτο.
καὶ μέν μευ: καὶ μὴν ἐμοῦ.
βουλέων: συμβουλιῶν.
ξύνιεν: ἤκουον, ἐπείθοντο.
καὶ ὔμμες: καὶ ὑμεῖς. Αἴολις ἡ διάλεκτος.
ἀγαθός περ ἐών: καίτοι βασιλεὺς ὑπάρχων. ἢ ἀγαθὸς τὴν γνώμην, ἀμείνων, κρείττων.
κούρην: κόρην. ἡ διάλεκτος Ἰώνων.
ὥς οἱ πρῶτα: ὡς αὐτῷ ἐξ ἀρχῆς.
δόσαν: παρέσχον.
θέλε: βούλου.
ἐριζέμεναι: ἐρίζειν, φιλονεικεῖν, ἐξισοῦσθαι.
ἀντιβίην: ἐξ ἐναντίας.
ὁμοίης: ἴσης καὶ τῆς αὐτῆς.
ὧ τε Ζεύς: καὶ ᾧτινι ὁ Ζεύς.
κῦδος: δόξαν.
ἔδωκε: παρέσχε.
καρτερός: ἰσχυρός.
ἐσσί: ὑπάρχεις.
θεὰ δέ σε: ὅτι τῆς Θέτιδος ἦν υἱὸς τῆς Νηρέως θυγατρός, αὐτὴ δὲ ἀθάνατος.
ἀλλʼ ὅ γε: ἀλλʼ οὗτος.
φέρτερος: κρείσσων.
πλεόνεσσι: πλείοσιν.
τέον μένος: τὴν σὴν ὀργήν.
αὐτὰρ ἔγωγε: ἐγὼ δέ.
λίσσομαι: λιτανεύω, παρακαλῶ.
χόλον: ὀργήν.
ὃς μέγα: ὅστις μέγα.
ἕρκος: περίφραγμα, τεῖχος.
πέλεται: γίγνεται, ἐστί.
πολεμοῖο κακοῖο: τοῦ κακωτικοῦ πολέμου.
κρείων: μεγάλως κρατῶν.
κατὰ μοῖραν: κατὰ τὸ προσῆκον, κατὰ τὸ πρέπον.
ἀτρυγέτοιο: ἀκαταπονήτου, πολλῆς, ἤ, ὡς ἔνιοί φασι, τῆς ἀκάρπου.
ἔρχεσθον: ἀπέρχεσθαι δυϊκῶς.
μὴ δώῃσιν: μὴ παράσχῃ. δεῖ λαμβάνειν δύο ἐπεκτάσεις.
προΐει: προέπεμπε.
βάτην: ἔβησαν, ἐπορεύθησαν.
ἱκέσθην: ἀφίκοντο, παρεγένοντο.
ἥμενον: καθεζόμενον.
ταρβήσαντε: φοβηθέντες, δυϊκῶς, διὰ τὴν ξιφουλκίαν.
αἰδομένω: αἰδεσθέντες.
οὔ τί μοι ὔμμες: κατʼ οὐδέν μοι ὑμεῖς. ψιλοῦται τὸ ὔμμες ὡς Αἰολικόν· «αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων».
ἐπαίτιοι: αἴτιοι.
ὃ σφῶϊ: ὃς ὑμᾶς.
προΐει: ἔπεμπε.
ἔξαγε: ἔξω τῆς σκηνῆς κόμιζε.
κούρην: Βρισήϊδα.
καὶ σφῶϊν: καὶ αὐτοῖς.
ἄγειν: ἀπάγειν.
τὼ δʼ αὐτώ: οὗτοι καὶ αὐτοί.
μάρτυροι: μάρτυρες. Ἰακὴ ἡ διάλεκτος.
ἔστων: ἔστωσαν ὑπαρχέτωσαν.
πρός τε θεῶν: καὶ πρὸς τοὺς θεούς.
μακάρων: μακαρισμοῦ ἀξίων, εὐδαιμόνων.
ἀπηνέος: ἀπηνοῦ, σκληροῦ, χαλεποῦ.
εἴ ποτε δὴ αὖτε: ἐάν ποτε πάλιν.
χρειώ ἐμεῖο: χρεία ἐμοῦ.
ἀεικέα: αἰκιστικόν, χαλεπόν.
λοιγόν: ὄλεθρον.
ἀμῦναι: ἀποσοβῆσαι, ἀποστρέψαι.
ἦ γὰρ ἄν: ὄντως γὰρ ἄν.
ὅ γε: οὗτος.
ὀλοιῇσι: ὀλεθρίαις.
θύει: ἐνθουσιάζει, ὀργιᾷ, ὅ ἐστι μαίνεται.
ἴτην: παρεγένοντο.
ἴτην: ἐπορεύοντο.
ἄφαρ: εὐθέως, ταχέως.
λιασθείς: χωρισθείς.
θῖνʼ ἐφʼ ἁλός: ἐπὶ τὸν αἰγίαλον τῆς θαλάσσης.
ἐγγυαλίξαι: ἐγχειρίσαι, παρασχεῖν.
ἀπούρας: ἀφορίσας, ἀφελόμενος.
πότνια: ἡ βασίλεια, ἔντιμος, ἡμένη:
καθεζομένη.
ἐν βένθεσσιν: ἐν τοῖς βαθέοις.
καρπαλίμως: ταχές.
ἀνέδυ: ἀνῆλθεν.
οἶσθα: οἶδας, ἐπίστασαι.
καὶ ἤγομεν: καὶ ἠγάγομεν.
εὖ δάσσαντο: καλῶς ἐμέρισαν.
ἦεν: ὑπῆρχεν.
ἐπασσύτεροι: ἐπάλληλοι, πυκνοί.
ἱλάσκεσθαι: ἐξιλεοῦσθαι, ἐξευμενίζεσθαι.
παιδὸς ἑῆος: τοῦ σοῦ παιδός.
λίσαι: λιτάνευσον.
πατρὸς ἐνὶ μεγάροισιν: ἐν τοῖς τοῦ πατρός μου Πηλέως οἴκοις. ἐν θαλάσσῃ γὰρ Πηλεὺς κατοικεῖν οὐκ ἠδύνατο.
ὅτʼ ἔφησθα: ὅτʼ ἔλεγες.
ἀμῦναι: ἀποσοβῆσαι, ἀποστρέψαι τὸν ὄλεθρον.
ὑπελύσαο: ἐξείλου, ἔλυσας.
ὑπέδεισαν: ἐφοβήθησαν.
οὐδʼ ἔτʼ ἔδησαν: τὸ πλῆρες οὐκ ἔτι ἔδησαν.
μνήσασα: ὑπομνήσασα.
Α αἴ κέν πως: ἐάν πως.
ἀρῆξαι: ἐπιβοηθῆσαι τοῖς Τρωσί.
ἔλσαι: ἕλος συνελάσαι, συγκλεῖσαι.
κτανομένους: ἀναιρουμένους, φονευομένους ἵνα πάντες ἐπαύρωνται:
ἵνʼ ἀπολαύσωσι πάντες τῆς ἀβουλίας τοῦ βασιλέως, τουτέστιν ἴνα ἀπόλωνται διʼ αὐτόν.
γνῷ: γνωρίσῃ, μάθῃ.
ἣν ἄτην: τὴν ἰδίαν ἀβουλίαν καὶ βλάβην.
ὅ τʼ ἄριστον: ὅτι τὸν ἄριστον.
οὐδὲν ἔτεισεν: κατʼ οὐδὲν ἐτίμησεν.
ἠμείβετο: ἀπεκρίνατο.
δάκρυ χέουσα: δακρύουσα, κλαίουσα.
τί νύ σʼ ἔτρεφον: διατί δή σε ἀνέτρεφον;
αἰνὰ τεκοῦσα: ἐπὶ κακὰ γεννήσασα.
αἴθʼ ὄφελες: εἴθε ὄφελες. ἔστιν ἐφίρρημα εὐκτικοῦ.
ἀδάκρυτος: ἄνευ δακρύων, ἄλυπος.
ἀπήμων: ἀβλαβής.
ἐπεί νύ τοι: ἐπεὶ δή σοι.
αἶσα: εἱμαρμένη, μοῖρα.
μίνυνθα: ἐπὶ ὀλίγον χρόνον.
ἅμα: ὁμοῦ.
ὠκύμορος: ταχυθάνατος.
ὀϊζυρός: ἐπίπονος, ταλαίπωρος, ἄθλιος.
ἔθεεν: ἔπλει, νῦν δὲ ἔτρεχε.
διαπρήσσουσα: διαπερῶσα, διερχομένη.
κέλευθον: πλοῦν, ἄλλοτε δὲ τὴν διὰ τῆς γῆς ὁδόν.
ἐπʼ ἠπείροιο: ἐπὶ τῆς γῆς.
ἔρυσαν: ἀνείλκυσαν.
ὑψοῦ: ἐφʼ ὕψους.
ἐσκίδναντο: ἐσκορπίζοντο.
παρήμενος: παρακαθήμενος.
πωλέσκετο: ἀνεστρέφετο, παρεγένετο.
φθινύθεσκε: διέφθειρεν.
ποθέεσκε: ἐπόθει.
ἀϋτήν: βοήν. ἀπὸ δὲ τοῦ παρακολουθοῦντός φησι τὴν μάχην.
ἐκ τοῖο: ἐξ ἐκείνου τοῦ χρόνου.
γένετο: ἐγένετο· τὸ πάθος ἀφαίρεσις.
ἴσαν: ἐπορεύοντο.
αἰὲν ἐόντες: οἱ διὰ παντὸς ὄντες, ἀθάνατοι.
ἅμα: ὁμοῦ καὶ κατὰ τὸ αὐτό. ἦρχε: ἡγεῖτο. οὐ λήθετο: οὐκ ἐπελάθετο.
ἐφετμέων: τῶν ἐντολῶν.
παιδὸς ἑοῦ: τοῦ ἑαυτῆς υἱοῦ.
ἀλλʼ ἥ γε: ἀλλʼ αὕτη.
ἀνεδύσατο: ἀνέδυ, ἀνῆλθεν. ἀπὸ τοῦ δύω ἐνεστῶτος.
ἠερίη: ἑωθινή, ὀρθρινή.
εὗρεν: κατέλαβεν.
εὐρύοπα: … ὅ ἐστι τὴν φωνήν.
Κρονίδην: Κρόνου παῖδα, Δία.
ἀκροτάτῃ: ἐπὶ τῆς ἀκρωρείας, ἐπὶ τῆς ὀξύτητος.
καὶ λάβε: καὶ ἐλάβετο, ἐκράτησε.
σκαιῇ: ἀριστερᾷ.
σκαιῇ: δεξιᾷ.
ἀνθερεῶνος: τοῦ ὑπογένειον τόπον, παρὰ τὴν ἐξάνθησιν τῶν τριχῶν.
ἑλοῦσα: λαβομένη, κατέχουσα.
λισσομένη: παρακαλοῦσα.
εἴ ποτε δή σε: ἐάν ποτέ σε.
μετʼ ἀθανάτοισιν: ἐν τοῖς θεοῖς.
ὄνησα: ὠφέλησα.
ἢ ἔπει: ἢ λόγῳ.
ὠκυμορώτατος: ταχυθάνατος.
ἔπλετο: ἐγένετο.
μητίετα: βουλευτικώτατε.
τόφρα: ἐπὶ τοσοῦτον.
τίθει: πάρεχε.
ὄφρʼ ἂν Ἀχαῖοι: ἕως ἂν Ἕλληνες.
τίσωσιν: τιμήσωσιν.
ἀλλʼ ἀκέων: ἀλλὰ ἡσυχάζων.
δήν: ἐπὶ πολὺν χρόνον.
ἧστο: ἐκαθέζετο.
ἔχετο: εἴχετο, ἐκράτει. τῷ παθητικῷ ἀντὶ ἐνεργητικοῦ.
εἴρετο: ἀνηρώτᾳ.
δεύτερον αὖτις: ἐκ δευτέρου πάλιν.
νημερτές: ἀληθές.
ὑπόσχεο καὶ κατάνευσον: δὶς τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν, ἀντὶ τοῦ ὑπόσχου μοι.
ἢ ἀπόειπε: ἢ ἀπάρνησαι καὶ ἄπειπον.
ἐπεὶ οὔ τοι: ἐπεὶ οὐδαμῶς σοι.
ἔπι: ἔπεστι.
δέος: φόβος· τουτέστιν, ἐπειδὴ οὐ φοβῇ τῶν θεῶν τινα.
ὄφρʼ ἐῢ ἴδω: ὅπως καλῶς μάθω.
ὅσσον ἐγώ: ὁπόσον ἐγώ.
μετὰ πᾶσιν: ἀντὶ τοῦ ἐν ἅπασι τοῖς ἀνθρώποις.
ἀτιμοτάτη: ἄτιμος ὑπάρχω.
μέγʼ ὀχθήσας: μέγα στενάξας καὶ δεινοπαθήσας.
νεφεληγερέτης: ὅ ἐστι νέφων ἀθροιστικός.
ἦ δὴ λοίγια ἔργα: ὄντως ὀλέθρια.
ἐφήσεις: ἐποτρυνεῖς, ἐφορμήσεις, ὅ ἐστιν ἀναγκάσεις.
εἰς ἅλα ἆλτο: εἰς τὴν θάλασσαν καθήλατο, ἅτε δὴ οὖσα ἐνάλιος δαίμων.
αἰγλήεντος: λαμπροῦ· παρὰ τὴν αἴγλην.
ἑόν: πρὸς τὸ ἴδιον.
δῶμα: οἴκημα.
ἐξ ἑδέων: ἐκ τῶν καθεδρῶν.
σφοῦ: ἰδίου.
ἐναντίον: ἐξ ἐναντίας.
ὣς ὁ μέν: οὕτως μὲν δὴ οὗτος.
θρόνου: καθέδρας.
ἠγνοίησεν: ἠγνόησεν.
ὅτι οἱ: ὅτι αὐτῷ.
συμφράσσατο: συμβουλεύσατο.
ἀργυρόπεζα: λαμπρόπους. ἀπὸ μέρους ὅλη καλή· πέζα γὰρ ὁ πούς.
ἁλίοιο γέροντος: τοῦ θαλασσίου Νηρέως.
αὐτίκα: παραχρῆμα, εὐθέως.
κερτομίοισιν: ἐρεθιστικοῖς, χλευαστικοῖς· νῦν δὲ τοῖς τὸ κέαρ, ὅ ἐστι τὴν ψυχήν, τέμνουσι καὶ λυποῦσι λόγοις.
δολομῆτα: δόλια βουλευόμενε.
αἰεί τοι φίλον: διὰ παντός σοι προσφιλές.
ἐμεῦ: ἐμοῦ.
νόσφι: χωρίς.
ἐόντα: ὄντα, ὑπάρχοντα.
κρυπτάδια: κρυφαῖα, λαθρίδια.
φρονέοντα: διανοούμενα, φιλοῦντα.
δικαζέμεν: δικάζειν.
οὐδέ τί πώ μοι: οὐδέ ποτέ μοι.
πρόφρων: προθύμως.
ὅττι νοήσεις: ὅπερ ἂν ἐνθυμηθῇς.
πατὴρ ἀνδρῶν τε θεῶν τε: ὁ Ζεύς.
ἔλπεο: ἔλπιζε.
μύθους: λόγους.
εἰδήσειν: μαθήσεσθαι, γνῶναι.
χαλεποί τοι ἔσονται: βλαβεροί σοι γενήσονται.
ἀλόχῳ: γυναικί.
περ ἐούσῃ: καὶ ὑπαρχούσῃ.
ἀλλʼ ὃν μέν τινα: ἀλλʼ ὅντινα μὲν λόγον προσήκει σε ἀκοῦσαι παρʼ ἐμοῦ.