eul_wid: nca-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Monosyllabic Verbs by Philoxenus of Alexandria

The grammatical treatise On Monosyllabic Verbs, also known by the title Excerpts, is attributed to the Alexandrian grammarian Philoxenus. Composed during the early Imperial Roman period, it systematically catalogues and explains 690 Greek monosyllabic verbs, providing definitions, dialectal variations, and usage notes for forms such as the verb meaning "he went." The work functions as a specialized lexicographical and morphological resource, offering a systematic listing and analysis of these verbs. It pays particular attention to variations in verb forms across different Greek dialects and includes explanations of conjugation and syntactic usage, serving as a tool for interpreting classical literature. The text is preserved through medieval manuscripts alongside other grammatical works, though its exact original integrity remains uncertain, as is typical for such technical treatises. It appears in modern critical editions such as the Greek Grammarians. Philoxenus’s work was cited by later grammarians and lexicographers, contributing to the standardized understanding of Greek grammar transmitted through Byzantine scholarship. It remains a valuable source for the history of linguistics and the study of ancient Greek dialectology.

ΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ ΡΗΜΑΤΩΝ

Ἐτυμολογικὸν τὸ Γουδιανόν δραπέτης· παρὰ τὸ δρῶ τὸ σημαῖνον τὸ ὑπηρετῶ καὶ τὸ πετῶ ῥῆμα δραπέτης· ὅτι οἱ φεύγοντες τὴν δεσποτικὴν ὑπηρεσίαν ὑπὲρ τοῦ μὴ ληφθῆναι ὡς οἷοί τέ εἰσι τάχει χρῶνται. Φιλόξενος ἐν δευτέρῳ τῶν Περὶ μονοσυλλάβων ῥημάτων. δραπέτης· ὁ φυγάς. παρὰ τὸ δρῶ, τὸ ὑπηρετῶ, ἐξ οὗ γέγονεν ἀποδρῶ, τὸ ἀποφεύγω, ὅθεν καὶ ἀπέδρα, ὁ μέλλων δράσω καὶ μετὰ τοῦ πετῶ τοῦ σημαίνοντος τὸ ἀφίπταμαι, γέγονε δραπέτης, ὁ ἀποπτὰς καὶ ἀποστὰς τῆς ὑπηρεσίας.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἐμμαπέως· ταχέως, ἅμα τῷ λόγῳ. οὕτω δὲ Φιλόξενος σχηματίζει τὴν λέξιν ἐν δευτέρῳ Περὶ μονοσυλλάβων ῥημάτων· παρὰ τὸ ἔπος γράφουσι σύνθετον τὸ ἀμεπής, ὡς ψεῦδος ἀψευδής. εἶτα ἐξ αὐτοῦ γράφουσι μεσότητος ἐπίρρημα ἀμεπῶς, ὡς ἀψευδῶς, καὶ ἐν Ἰωνικῇ διαλύσει ἀμεπέως, ὡς ἀψευδέως. καὶ ἐπεὶ τρεῖς βραχεῖαι ἀλλεπάλληλοι οὐ συνίστανται, τῷ διπλασιασμῷ τοῦ μ καὶ ἀντιπαραχωρήσει τοῦ α καὶ ε γίνεται ἐμμαπέως. ἐμμαπέως· ... γέγονε παρὰ τὸ ἅμα τὸ σημαῖνον τὸ ὁμοῦ καὶ ἐξαίφνης καὶ τὸ ἔπος, ὃ σημαίνει τὸν λόγον, ἀμεπέως· καὶ κατὰ μετάθεσιν τῶν φωνηέντων καὶ πλεονασμῷ τοῦ μ ἐμμαπέως, οἱονεὶ ἅμα τῷ λόγῳ καὶ τὸ ἔργον, ταχέως· «ὁ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν». ἐμμαπέως· κατὰ μετάθεσιν καὶ πλεονασμῷ τοῦ μ ἀμεπέως, ἅμα τῷ λόγῳ.

Ὤριον ὁ Θηβαῖος ἀχρεῖον· χρῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παράγωγον χραύω· «χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον». ἀφʼ οὗ τὸ «ἔχραε», τὸ ἐπεβάρησεν. χρῶ οὖν … καὶ μετὰ τοῦ α στερητικοῦ ἀχρὴς καὶ ἀχρεῖον, τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον· «ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπεμόρξατο δάκρυ», ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης «ἀχρεῖον δʼ ἐγέλασσεν», ἐπίπλαστον καὶ ὑποκεκριμένον καὶ ἐπιπόλαιον μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν. τοῦ δὲ ἀχρὴς κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων. ἀχρεῖον· ἔστι ῥῆμα χρῶ δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, ἐξ οὗ παράγωγον χραύω· «χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον». ἀφʼ οὗ καὶ τὸ «ἔχραε», τὸ ἐπεβάρυνεν· ἐξ οὗ χρὴς καὶ μετὰ τοῦ στερητικοῦ α ἀχρὴς καὶ ἀχρεῖον, τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον, οἷον «ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπεμόρξατο δάκρυ», ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης, οἷον «ἀχρεῖον δʼ ἐγέλασσεν», ἐπίπλαστον καὶ ἐπιπόλαιον μέχρι τοῦ τὰ χείλη διανοίγειν.

Ὤριον ὁ Θηβαῖος ἐρωή· ἡ ὁρμή. ῥῶ ἐστι ῥῆμα καὶ ῥώω, ὅθεν τὸ «ἐρρώσαντο». καὶ τὸ τούτου ῥηματικὸν ὄνομα ῥωή, ὡς ζῶ ζωή, καὶ πλεονασμῷ τοῦ ε ἐρωή. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων. ἐρωή· κυρίως ἡ ὁρμή· καὶ κατὰ μετάληψιν ἡ ἰσχύς, οἷον «ὁ δʼ οὐχ ὑπέμεινεν ἐρωήν». εἴρηται παρὰ τὸ ῥῶ, τὸ ὁρμῶ· Ἡσίοδος «ἐπερρώσαντο δὲ ποσσίν». ῥῶ ῥώω, ὡς ζῶ ζώω ζωή, ῥῶ ῥωή, καὶ πλεονασμῷ τοῦ ε ἐρωή· ἐξ οὗ καὶ τὸ ἐρωῶ ῥῆμα, ἐρωήσω· «αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί».

Ὤριον ὁ Θηβαῖος ζαχρειής· χρῶ ἐστι ῥῆμα, τὸ πλησιάζω, οὗ παράγωγον χραύω, ὡς ψῶ ψαύω, οἷον «χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον». ἔστιν οὖν χρῶ καὶ χρὴς ὄνομα ῥηματικόν, καὶ κατὰ πλεονασμὸν τοῦ ε μετὰ τοῦ ζα ἐπιτατικοῦ μορίου γίνεται ζαχρεής· καὶ ζαχρειὴς κατὰ πλεονασμὸν τοῦ ι, ὡς ἀδελφὸς ἀδελφειός. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων.

Ἐτυμολογικὸν τὸ Μέγα · θάνατος· ... Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων· ἔστι ῥῆμα θῶ, τὸ ἀποτίθεμαι, πλεονασμῷ τοῦ ν θνῶ, καὶ θνῶν ἡ μετοχὴ ἀκολούθως· πλεονασμῷ τοῦ α θανῶ, ὁ μέλλων θανήσω, ῥηματικὸν ὄνομα θανητός, μετὰ συστολῆς τοῦ η εἰς α ἀνεδόθη ὁ τόνος καὶ ἐγένετο θάνατος, ὁ τὴν αἰωνίαν δηλῶν ἀπόθεσιν.

Ἐτυμολογικὸν τὸ Γνήσιον , θῶκος· ἡ καθέδρα. παρὰ τὸ θῶ ῥῆμα, ὃ σημαίνει κατὰ ἀντίφρασιν τὸ ἑδραιῶ, ὁ μέλλων θώσω ἐξ οὗ γίνεται θῶκος, ἡ τοῦ θεῖν ἡμᾶς ἐπέχουσα καθέδρα. τὸ δὲ θῶ γέγονε παρὰ τὸ θοῶ, ἀφʼ οὗ τὸ θοάζω, ὡς βοῶ βοάζω, ὥσπερ Σοφοκλῆς Οἰδίποδι «τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε», ἀντὶ τοῦ προκαθέζεσθε, καὶ «νύκτα θοήν» τὴν ἑδραίους ἡμᾶς ποιοῦσαν καὶ «δαῖτα θοήν»· τὸ γὰρ θοὸν δηλοῖ τὸ ἑδραῖον καὶ ἀσφαλὲς καὶ ἰσχυρόν. οὕτως Φιλόξενος Περὶ μονοσυλλάβων καὶ Ὠρίων. θῶκος· παρὰ τὸ θάσω καὶ θώσω, ὅ ἐστιν ἀπὸ τοῦ θῶ, οὗ μέλλων θώσω. οὕτω Φιλόξενος. θοῇ· ... σημαίνει δὲ καὶ τὸ ἀσφαλές· «θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι», ἀντὶ τοῦ ἀσφαλῶς. ἐκ τούτου δὲ τὸ ἑδραῖον καὶ ἐκ τοῦ ἑδραίου τὸ ἰσχυρόν. καὶ «θοὴν δαῖτα» τὴν ἑδραίαν καὶ ἀκίνητον διὰ τὸ καθέζεσθαι καὶ ταύτης τυγχάνειν· ἔνθεν καὶ τὸ θοάζειν· «τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε». οὕτως οὖν καὶ «θοὴν νύκτα» τὴν ἑδραίαν, οὐχ ὥς τινες τὴν μέλαιναν, ἀλλὰ τὴν ἀκίνητον, ὅτε ἀκινητεῖται τὰ φῦλα πάντα. ταύτῃ γὰρ καὶ «νὺξ ἀβρότη» εἴρηται κατὰ στέρησιν τοῦ προϊέναι. καὶ τὸ «νυκτὸς ἀμολγῷ» οὐχ ὡς ἔνιοι κατʼ ἐκεῖνο τῆς ὥρας, ᾗ ἀμέλγεται τὰ θρέμματα, ἀλλʼ ἀπὸ τοῦ μολῶ ἀμολὸς καὶ ἀμολγός. ὡς ἀπὸ τοῦ θῶ οὖν γέγονε τίθημι· τὸ δὲ τιθέμενον ἀσφαλές. καὶ παρὰ τῷ Ἀντιμάχῳ «Ἄϊδος ἐκπρολιποῦσα θοὸν δόμον», οὐ τὸν μέλανα, ἀλλὰ τὸν ἀκίνητον.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἰάλεμος· ... γέγονε δὲ ἀμφότερα οὕτως. ἔστιν ἵημι, ἐκ τούτου γίνεται ἴηος, ἐκ τοῦ ἴηος γίνεται ἰήεμος διὰ τοῦ ε κατὰ τὴν παραλήγουσαν· εἶτα κατὰ τροπὴν τοῦ η εἰς α ἰάεμος καὶ πλεονασμῷ τοῦ λ ἰάλεμος ἐπὶ τοῦ θρήνου. καὶ ἰηλεμίσαι ἐπὶ τοῦ θρηνῆσαι, ὡς παρὰ Καλλιμάχῳ, οἷον «εἰδυῖαι φάλιον ταῦρον ἰηλεμίσαι». οὕτως Φιλόξενος Περὶ μονοσυλλάβων, ὥς φησιν Ὠρίων.

Ὤριον ὁ Θηβαῖος κήλη καὶ κάλη· τὸ πάθος. παρὰ τὸ κῆλον καὶ κᾶλον, ὅ ἐστι ξύλινον καὶ ξηρόν, ἀφʼ οὗ παρώνυμον κάλη καὶ κήλη· περὶ τὰ μέρη γὰρ ἐκεῖνα εἰς ὄγκον ἐπιδέδωκε τοῦ συνήθους μείζονα· ἀφʼ οὗ καὶ σκληρά. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος κηώεις· ἐπὶ τοῦ θαλάμου. παρὰ τὸ κέω, τὸ κοιμῶμαι· «ὄρσο κέων, ὦ ξεῖνε», γέγονε κεώεις καὶ κηώεις, ὁ εἰς τὸ κοιμᾶσθαι εἰργασμένος. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων. κηώεις· ἐπὶ τοῦ θαλάμου. ἐκ τοῦ κέω, τὸ κοιμῶμαι, κεώεις καὶ τροπῇ κηώεις· οἱονεὶ ὁ πρὸς τὸ κοιμᾶσθαι ηὐτρεπισμένος καὶ εἰργασμένος οἶκος. καὶ ὁ ποιητὴς «ὄρσο κέων, ὦ ξεῖνε», ἀντὶ τοῦ κοιμήθητι διεγερθείς. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος · κναφεύς· παρὰ τὸ κνάπτω, ὅπερ ἐστὶν ἀπὸ τοῦ κνῶ, τὸ ξύω· ξύουσι γὰρ τὴν τῶν ἀκνάπτων ἱματίων κροκύδα. οὕτως Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος νᾶμα· παρὰ τὸ νῶ, τὸ ῥέω, οὗ ὁ μέλλων νάσω, ἐξ αὐτοῦ νᾶμα, ὡς δράσω δρᾶμα.

Ὤριον ὁ Θηβαῖος ναρόν· παρὰ τὸ αὐτὸ ῥῆμα νῶ, νάσω ναρόν. Σοφοκλῆς Τρωΐλῳ· «πρὸς ναρὰ καὶ κρηναῖα χωροῦμεν ποτά». οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων. ναρόν· παρὰ τὸ νῶ ῥῆμα τὸ δηλοῦν τὸ ῥέω, ὁ μέλλων νάσω, γίνεται ναρὸς καὶ τὸ οὐδέτερον ναρόν. Σοφοκλῆς Τρωΐλῳ· «πρὸς ναρὰ καὶ κρηναῖα χωροῦμεν ποτά». οὕτως Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ξηρόν· παρὰ τὸ ξέω ῥῆμα· ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι γὰρ ἔξυσται, ξερὸν γίνεται. καὶ κατὰ τροπὴν τοῦ ε εἰς η ξηρόν. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος ὄπα· τὴν φωνήν. Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων παρὰ τὸν ἔψω μέλλοντα, οὗ θέμα ἔπω, τὸ λέγω, ἔψω ἒψ καὶ τροπῇ τοῦ ε εἰς ο ὄψ, ὀπὸς ὀπὶ ὄπα, ὡς ἀπὸ τοῦ ἕλκω ἕλξω ἓλξ ὄνομα καὶ τροπῇ τοῦ ε εἰς ο ὄλξ, κατʼ ἔκτασιν τοῦ ο εἰς ω ὦλξ· «ὦλκα βαθεῖαν» Ὅμηρος.

Σχόλια εἰς Εὐριπίδην οὐ μεθῶσʼ ἀναίμακτον χρόα· ἡ μὲν γραφὴ οὐκ ἐκφρῶσιν. οἱ οὖν ὑποκριταὶ διὰ τὸ δυσέκφορον μεταπλάττουσι τὴν λέξιν. καὶ Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων, ὅτε διαλαμβάνει περὶ τοῦ φρῶ, ταύτην τὴν χρῆσιν φέρει.

Ὤριον ὁ Θηβαῖος πίθηκος· παρὰ τὸν πιθήσω μέλλοντα, ὅπερ ἀπὸ τοῦ πιθῶ περισπωμένου γέγονεν· πείθει γὰρ ἡμᾶς τὸ ζῷον εἰδεχθὲς ὂν προσέχειν αὐτῷ. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν πρόφρασσα· ἐνόμισάν τινες εἶναι θηλυκὸν τὸ «πρόφρασσα», οὐκ ἔστι δὲ ἀληθές. Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλάβων φησίν, ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω βῆσα καὶ βῆσσα, ἄξω ἄξα καὶ ἄμαξα, πείσω πεῖσα· «τῷ δʼ ἄρʼ ἔτʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα», οὕτω καὶ ἀπὸ τοῦ φρῶ φρήσω φρῆσα, καὶ κατὰ τροπὴν φράσα καὶ πρόφρασα καὶ πρόφρασσα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προϊῶ, πρῶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ π εἰς φ φρῶ. ἔστιν οὖν τὸ πρόφρασσα παρὰ τὸ προϊέναι καὶ προθυμεῖσθαι. μέμνηται καὶ Ὠρίων τούτων ἐν τῷ Περὶ ἐτυμολογιῶν. πρόφρασσα· ἐνόησάν τινες εἶναι θηλυκόν· οὐκ ἔστι δέ. Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλάβων φησίν, ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ. ὡς παρὰ τὸ βήσω βῆσσα καὶ ἄξω ἄξα καὶ ἄμαξα, οὕτως καὶ παρὰ τὸ φρῶ, ὃ παρὰ τὸ προϊῶ γίνεται, φρῆσσα καὶ φράσσα καὶ ἐν συνθέσει πρόφρασσα. σημαίνει δὲ τὸ προδιανοηθεῖσα πρὶν ἐκεῖνον προσκαλέσασθαι, αὐτεπάγγελτος. πρόφρασσα· παρὰ τὸ φρῶ, ὅπερ ἐστὶ ἀπὸ τοῦ προϊῶ. φρῶ φρῆσα, φράσσα καὶ πρόφρασσα. παρὰ τὸ προϊέναι καὶ προθυμεῖσθαι.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ῥῆμα· ἀπὸ τοῦ ῥῶ, τὸ λέγω. ἔστι δὲ τὸ ῥῶ βʹ συζυγίας, οὗ ὁ μέλλων ῥήσω, ὁ μέσος μέλλων ῥηθήσομαι καὶ ἐρρήθην ὁ ἀόριστος. ῥῶ οὖν τὸ λέγω, ὁ μέλλων ῥήσω, ἐξ οὗ ῥῆσις καὶ ῥήτωρ καὶ ῥητήρ. οὕτως Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων, ὡς λέγει Ὠρίων.

Ὤριον ὁ Θηβαῖος σεμνός· παρὰ τὸ σέβω σεβνὸς καὶ σεμνὸς τροπῇ τοῦ β εἰς μ. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος στίζω· παρὰ τὸ στῶ στίζω. τὸ τὸν διακεχυμένον καὶ πεπλανημένον λόγον στῆσαι. ὁ δὲ Φιλόξενός φησιν ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων, ὅτι στίζειν ἐστὶ τὸ τῆς ἐν τῇ ἀναγνώσει φορᾶς στάσιν ποιεῖν στίζειν λέγομεν· ἀπὸ τοῦ στίζω στιγμή. στιγμή· παρὰ τὸ στίζω στιγὴ καὶ πλεονασμῷ τοῦ μ. τὸ δὲ στίζω παρὰ τὸ στῶ στίζω, ὡς φοιτῶ φοιτίζω. τὸ τὸν διακεχυμένον καὶ πεπλανημένον λόγον στῆσαι. ὁ δὲ Φιλόξενος στίζειν τὸ τῆς ἐν τῇ ἀναγνώσει φορᾶς στάσιν ποιεῖν. στίζω στίξω στιγμή.

Ὤριον ὁ Θηβαῖος τάφος· ὅπου τίθεται τὰ λείψανα. παρὰ τὸ θῶ καὶ τιθῶ, παράγωγον θάπτω, ῥηματικὸν ὄνομα θάπτος καὶ πάλιν τροπῇ τοῦ θ εἰς τὸ τ καὶ τοῦ π εἰς τὸ φ καὶ ἀποβολῇ τοῦ τ τάφος· περιττὸν γάρ ἐστι τὸ τ ἐν τῷ ῥηματικῷ. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος τιθήνη· παρὰ τὸν τιτθόν, ὃ σημαίνει τὸν μαστόν, γίνεται τιτθήνη καὶ ἀποβολῇ τοῦ ἑνὸς τ τιθήνη. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων. ὁ αὐτὸς καὶ παρὰ τὸ θῶ τὸ δηλοῦν τὸ τρέφω, ὁ μέλλων θήσω, ὄνομα ῥηματικὸν θήνη καὶ διπλασιασμῷ τιθήνη.

Ὤριον ὁ Θηβαῖος ὕπαρ· ὦ ἐστι ῥῆμα δηλοῦν τὸ ὑπάρχω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα ἄρ, ὡς θένω θέναρ, ἔδω ἔδαρ καὶ εἶδαρ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὕπαρ. οὕτως Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος ὑπόδρα· ῥῆμά ἐστι δέρκω, ὃ κατὰ συγκοπὴν γίνεται δρῶ τὸ σημαῖνον τὸ ὁρῶ, ὅθεν καὶ τὸ ὑποδρώμενοι εἴρηται, ἀντὶ τοῦ ὑφορώμενοι. καὶ ὡς ἐγένετο ἀπὸ τοῦ μίσγω μίγδα καὶ ἠρεμῶ ἠρέμα, οὕτω καὶ ἀπὸ τοῦ δρῶ δρὰ καὶ ἐν συνθέσει ὑπόδρα. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ὤριον ὁ Θηβαῖος Φάρος· νῆσος ἡ πρὸ τῆς Αἰγύπτου. παρὰ τὸ φῶ, τὸ φαίνω, οὗ παράγωγον φάω, φάσω Φάρος· παρὰ τὸ φαίνεσθαι αὐτὴν πρὸ τῆς Αἰγύπτου. Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων.

Ἐτυμολογικὸν τὸ Γουδιανόν φράζω· ἀπὸ τοῦ φρῶ. τοῦτο ἀπὸ τοῦ προϊῶ. φρῶ φράζω, ὡς φοιτῶ φοιτάζω· τῶν γὰρ νοηθέντων ἔκδοσιν καὶ δεῖξιν διὰ τοῦ φράζειν ποιούμεθα. οὕτω Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων. φράζω· παρὰ τὸ φρῶ, ὅπερ ἀπὸ τοῦ προϊῶ. φρῶ οὖν φράζω, ὡς φοιτῶ φοιτάζω, βῶ βάζω, οὕτως καὶ φράζω· τῶν γὰρ νοηθέντων ἔκδοσιν καὶ δεῖξιν διὰ τοῦ φράζειν ποιούμεθα. φράζω· κατὰ τὸ αὐτὸ παράγωγον τοῦ φρῶ. ἀπὸ τοῦ προϊῶ φρῶ φράζω.

Ὤριον ὁ Θηβαῖος φρέαρ· παρὰ τὸ φρῶ, ἀφʼ οὗ τὸ εἰσφρῶ. ἀπὸ τοῦ προϊῶ κατὰ συναλιφήν. φρῶ οὖν φρέαρ· ἀναδίδωσι γὰρ καὶ προΐησι τὴν τῶν ὑδάτων ῥύμην. φρέαρ· παρὰ τὸ φρῶ, ὅπερ ἀπὸ τοῦ προϊῶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ π εἰς τὸ φ φρῶ· ἔνθεν τὸ εἰσφρῶ. φρῶ οὖν φρέαρ, ὡς θένω θέναρ· προΐησι γὰρ τὴν τῶν ὑδάτων ῥύμην.

Ἐπιμερισμοὶ Ὁμηρικοί φρὴν δὲ γέγονε παρὰ τὸ φρῶ ῥῆμα κατὰ συγκοπὴν γενόμενον ἀπὸ τοῦ προϊῶ τοῦ σημαίνοντος τὸ πέμπω· πρῶ καὶ κατὰ μετάθεσιν τοῦ π εἰς φ γέγονε φρῶ, καὶ ἐντεῦθεν φρήν, ἀφʼ ἧς προΐεται τὰ βουλεύματα. οὕτω Φιλόξενος. φρονῶ ἁπλοῦν. κατὰ δὲ Φιλόξενον αὐτόθεν ἁπλοῦν· φρῶ γάρ φησι ῥῆμα δηλωτικὸν τοῦ προϊέναι, παρʼ ὃ καὶ φρὴν ἡ προϊεμένη, ἤγουν προπέμπουσα τὰ νοήματα, καὶ φρέαρ, ἀφʼ οὗ προΐεται τὸ ὕδωρ, καὶ ἀφρὸς τοῦ α ἐπίτασιν δηλοῦντος· τί γὰρ τούτου μᾶλλον εἰς τὸ ἄνω προΐεται; φρήν· παρὰ τὸ αὐτὸ ῥῆμα τὸ φρῶ φρήν· τί γὰρ γονιμώτερον τῆς φρενός; φρήν· ἀπὸ τοῦ προϊῶ, τὸ προπέμπω, συγκοπῇ πρῶ καὶ φρῶ· ἐξ οὗ φρήν· ἀφʼ ἧς προΐεται τὰ βουλεύματα.

Ὤριον ὁ Θηβαῖος χάρτης· παρὰ τὸ χῶ, τὸ χωρῶ, οὗ ὁ μέλλων χήσω. ὥσπερ τὸ χῶ, τὸ διαχέομαι, παράγωγον ποιεῖ τὸ χαίρω, οὕτω καὶ τὸ χῶ ἐπὶ τοῦ χωρῶ παράγωγον ποιεῖ τὸ χαίρω οὐκ ἐπὶ τοῦ σημαινομένου τὸ χαίρειν, ἀλλʼ ἐπὶ τοῦ χωρεῖν. παρὰ δὲ τὸ αὐτὸ χαίρω χάρτης, χωρητικὸς ὢν τῶν ἐγγραφομένων. Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων. χάρτης· παρὰ τὸ χῶ τὸ σημαῖνον τὸ χωρῶ, ἀφʼ οὗ καὶ τὸ χάζω, γίνεται παράγωγον χαίρω οὐκ ἐπὶ τῆς χαρᾶς· ἀφʼ οὗ γίνεται χάρτης, χωρητικὸς ὢν τῶν ἐγγραφομένων.

Ὤριον ὁ Θηβαῖος ψιάδες· ... ὁ δὲ Φιλόξενός φησιν, ὅτι ψῶ ἐστι ῥῆμα καὶ παράγωγον ψαύω καὶ ψίω, ἀφʼ οὗ ψιάς, ἡ κατὰ λεπτὸν τοῦ ὕδατος ἔκδοσις, ὡς λάμπω λαμπάς, ἴλλω ἰλλάς· «ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν». ψῶ δὲ ῥῆμα, ὅθεν τὸ καταψᾶν. οὕτως ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων Φιλόξενος.

ΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ ΡΗΜΑΤΩΝ

Ὤριον ὁ Θηβαῖος ἄγκη· οἱ κοῖλοι τόποι τῆς γῆς. παρὰ τὸ κέω, ἐξ οὗ κατὰ συναλιφὴν κῶ δηλοῦν τὸ κεῖσθαι, γέγονεν ἄγκος, ἐν ᾧ ἐστι συνάγεσθαί τε καὶ κεῖσθαι.

Ὤριον ὁ Θηβαῖος Ἀθήνη· παρὰ τὸν θήσω μέλλοντα δηλοῦντα τὸ θηλάσω· «γυναῖκά τε θήσατο μαζόν». θήσω καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη· ἀμήτωρ γὰρ ἡ θεός, ὡς παραδέδοται. οὕτω Φιλόξενος. Ἀθηνᾶ· ... ἢ παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω, οἷον «γυναῖκά τε θήσατο μαζόν», γέγονεν ὄνομα ῥηματικὸν θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη· ἀμήτωρ γὰρ ἡ θεός· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διός φασιν αὐτὴν γεννηθῆναι. Ἀθήνη· ἔστι ῥῆμα θῶ, τὸ θηλάζω, ἐξ οὗ ὁ μέλλων θήσω, καὶ ῥηματικὸν ὄνομα θήνη καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθήνη, ἡ μὴ θηλάσασα· ἀμήτωρ γὰρ παραδέδοται.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀκέων· ... ἢ παρὰ τὸ κέω, τὸ κοιμῶμαι, κέων ἡ μετοχή· «ὦρσο κέων, ὦ ξεῖνε», πλεονασμῷ τοῦ α.

Ὤριον ὁ Θηβαῖος ἀκμή· παρὰ τὸ κμῶ, ὅ ἐστιν ἀπὸ τοῦ κάμω συγκοπέν, καὶ μετὰ τῆς α στερήσεως ἀκμή· ἡ μὴ κάμνουσα ταχέως. ἀκμή· ... ἢ παρὰ τὸ κάμω γέγονε κατὰ συγκοπὴν κμῶ, καὶ ἐξ αὐτοῦ κμή, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ κάμνουσα διὰ νεότητα.

Ὤριον ὁ Θηβαῖος ἄκρατος· κερῶ ἐστι ῥῆμα καὶ κατὰ συγκοπὴν κρῶ, οὗ ὁ μέλλων κράσω καὶ ὄνομα ῥηματικὸν κρατὸς καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος. ἀπὸ δὲ τοῦ αὐτοῦ κρατήρ, ἀφʼ οὗ κιρνᾶται ὁ οἶνος. ἄκρατος· ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κεράσω καὶ κατὰ συγκοπὴν κράσω· ῥηματικὸν ὄνομα κρατὸς καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος, ἐξ οὗ καὶ κρατήρ, ἀφʼ οὗ κιρνᾶται ὁ οἶνος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀλευρόττησις· σήθω, σήσω ὁ μέλλων, ὄνομα ῥηματικὸν σῆσις, καὶ τροπῇ τοῦ σ εἰς τὸ τ τῆσις καὶ πλεονασμῷ τοῦ τ μετὰ τοῦ ἄλευρον γίνεται ἀλευρόττησις, τὸ κόσκινον. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἄμβων· ... παρὰ τὸ βῶ βών, ὡς γηρύω Γηρυών, καὶ ἀνάβω καὶ κατὰ συγκοπὴν ἄμβων· παρὰ τὸ ἄνω βαίνειν.

Ὤριον ὁ Θηβαῖος ἀμφίβληστρον· παρὰ τὸ βλῶ βλήσω βλῆτρον καὶ πλεονασμῷ τοῦ σ … ἀμφίβληστρον· ... Ὠρίων μὲν ἐτυμολογεῖ παρὰ τὸ βάλλω βλῶ βλήσω βλῆτρον καὶ μετὰ τῆς ἀμφὶ προθέσεως καὶ πλεονασμῷ τοῦ σ ἀμφίβληστρον. ἀμφίβληστρον· διὰ τὸ ἀμφιβάλλεσθαι ἀμφίβληστρον· ἀπὸ τοῦ βάλλω κατὰ συγκοπὴν γίνεται βλῶ, ὁ μέλλων βλήσω, βλῆτρον καὶ μετὰ τῆς ἀμφὶ προθέσεως καὶ πλεονασμῷ τοῦ σ ἀμφίβληστρον.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀπαφῶ· σημαίνει τὸ ἀπατῶ. ἀφῶ, τὸ κακῶς λέγω, ὡς ἄμορφον λέγομεν γυναῖκα, καὶ κατὰ σύνθεσιν ἀπαφῶ· ἔνθεν τὸ ἀπαφίσκω, τὸ ἀπατῶ καὶ παραλογίζομαι. ἢ ἡ ἀπὸ τὸ ἄπωθεν δηλοῖ· καὶ ἔγκειται τὸ φῶ, ὃ σημαίνει τὸ φαίνω, ἐξ οὗ καὶ φενάκη.

Φρύνιχος ὁ Βιθυνός ἀποβάθρα· ἡ τῆς νεὼς ἔκβασις, διʼ ἧς εἴσιμέν τε καὶ ἔξιμεν. λέγεται δὲ ἀπὸ τοῦ ἀποβῶ ἀποβάθρα, οὐκ ἀπὸ τοῦ ἀποβαίνω, ὥσπερ ἀπὸ τοῦ κρεμῶ κρεμάθρα καὶ ἀλινδῶ ἀλινδήθρα.

Ὤριον ὁ Θηβαῖος ἀποδρᾶν· τὸ ἐκκλίνειν. παρὰ τὸ δρῶ, τὸ ὑπηρετῶ, ὅθεν καὶ τὸ «δρηστῆρες» παρʼ Ὁμήρῳ. τὸ οὖν ἀποδρᾶν ἐστι τὸ ἔξω γενέσθαι τῆς ὑπηρεσίας τῆς δεσποτικῆς. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ἀποκναίω· κτῶ ἐστι ῥῆμα δηλοῦν τὸ φονεύω, ἐξ οὗ τὸ «ἀπέκτατο», οὗ παράγωγον κταίνω καὶ ἀποβολῇ τοῦ τ καίνω· καὶ μεταθέσει τοῦ ν κναίω· καὶ σύνθετον ἀποκναίω.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀπολαύω· ἀπὸ τοῦ λῶ, τὸ θέλω, ὅπερ ἀπὸ τοῦ ἐθέλω γέγονεν, παράγωγον λαύω, ὡς χρῶ χραύω, καὶ ἀπολαύω. ἀπολαύω· λῶ ἐστι τὸ θέλω· Θεόκριτος· «λῇς ποτὶ τᾶν νυμφᾶν», οὗ παράγωγον λαύω καὶ ἀπολαύω, τὸ ἀπέχειν καὶ ἀπολαμβάνειν, ἅ τις θέλει.

Ὤριον ὁ Θηβαῖος ἀποφράδες· φῶ ἐστι ῥῆμα, τὸ λέγω, οὗ παράγωγον φάζω καὶ πλεονασμῷ τοῦ ρ φράζω, ὁ μέλλων φράσω, ὄνομα ῥηματικὸν φρὰς καὶ σύνθετον ἀποφράς, ὡς λείβω λιβάς, νείφω νιφὰς καὶ δέρκω δερκὰς καὶ δορκάς· οὕτω φράσω φρὰς καὶ ἀποφράς. ἀποφράδας δὲ ἔλεγον οἱ Ἀττικοὶ ἅσπερ ὑπελάμβανον ἡμέρας εἶναι χείρους, ἐν αἷς ἀπείρητο αὐτοῖς τὸ πράξεσιν ἐπιχειρεῖν· ἀποφράδες οὖν αἱ ἀπηγορευμέναι καὶ ἄχρηστοι. ἀποφράδες· ἀποφράδας ἔλεγον οἱ Ἀττικοὶ τὰς ἀπηγορευμένας ἡμέρας, ἃς ὑπελάμβανον χείρους εἶναι τῶν ἄλλων, ἃς δὴ καὶ ἐπεικάδας καλοῦσι φθίνοντος τοῦ μηνός, τετράδα τρίτην δευτέραν. ἢ τὰς ἡμέρας, ἐν αἷς τὰς φονικὰς δίκας ἐδίκαζον διὰ τὸ οἷον ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν, οἷον «ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν». γίνεται δὲ παρὰ τὸ φῶ ῥῆμα φράζω, ὁ μέλλων φράσω, ἀποβολῇ τοῦ ω φρὰς καὶ ἐν συνθέσει ἀποφράς.

Σοῦδα : Ἄρης· ... σημαίνει δὲ καὶ τὸν πόλεμον. παρὰ τὸ ῥῶ, τὸ λέγω, ὁ μέλλων ῥήσω, ἐξ αὐτοῦ ῥῆς, καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρης· ἐν γὰρ πολέμῳ οὐ λόγων, ἀλλʼ ἔργων χρεία. καὶ Ὅμηρος· «ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ».

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἄρρατος· ... Φρύνιχος δὲ ἀπὸ τοῦ ῥῶ, οὗ ὁ μέλλων ῥάσω, ὡς δρῶ δράσω, ῥατὸς καὶ ἄρατος καὶ ἄρρατος πλεονασμῷ τοῦ ρ.

Ὤριον ὁ Θηβαῖος ἄρρωστος· παρὰ τὸ ῥῶ, ὃ δηλοῖ τὸ ὑγιαίνω, οὗ ὁ μέλλων ῥώσω καὶ ὄνομα ῥῶσις. παρὰ τὸ ῥῶ καὶ τὸ «τεύχεσιν ἐρρώσαντο»· παρέπεται γὰρ τοῖς ὑγιαίνουσιν καὶ τὸ ὁρμᾶν. δύναται δὲ καὶ παρὰ τὸ ῥώω, οὗ ὁ μέλλων ῥώσω. ἄρρωστος· παρὰ τὸ ῥῶ, τὸ ὑγιαίνω, τρίτης συζυγίας τῶν περισπωμένων, οὗ ὁ μέλλων ῥώσω, ῥωστὸς καὶ ἄρρωστος.

Ὤριον ὁ Θηβαῖος ἀσπασίως· σπῶ ἐστι τὸ ῥῆμα, οὗ παθητικὸν σπῶμαι· τοῦ σπῶ παράγωγον σπάζω, ὡς βῶ βάζω. τούτῳ τῷ σπάζω ἡ α ἐπίτασις ἐπῆλθε καὶ ἐποίησεν ἀσπάζω καὶ ἀσπάζομαι· τὸ ἀσπάζεσθαι γάρ ἐστι τὸ ἄγαν ἐπισπᾶσθαι. καὶ κυρίως τοῦτό ἐστι τὸ δεξιοῦσθαι ἐπισπώμενον τὴν χεῖρα· ἔνθεν παρʼ Ὁμήρῳ· «ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο», ἐπὶ τοῦ ἀποστρεφομένου. παρὰ δὲ τὸν ἀσπάσω μέλλοντα ἀσπάσιος ὄνομα ῥηματικόν, ὡς θαυμάσω θαυμάσιος. ἀσπάσιος· ... ἔστι γάρ τι σπῶ ῥῆμα, ἀφʼ οὗ τὸ σπῶμαι· τούτου παράγωγον σπάζω, ὡς φρῶ φράζω, βῶ βάζω· μετὰ τοῦ ἐπιτατικοῦ α ἀσπάζω καὶ ἀσπάζομαι. σημαίνει δὲ τὸ ἄγαν ἐπισπᾶσθαι· καὶ κυρίως τοῦτό ἐστι τὸ δεξιοῦσθαι ἐπισπώμενον τὴν χεῖρα, τὸ ἀσπάζεσθαι· καὶ τοῦτό ἐστι, ὃ λέγει ὁ ποιητής· «ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο».

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἄσπετος· ... ἔστι ῥῆμα μονοσύλλαβον σπῶ, ὅπερ γέγονε παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ἐξ οὗ τὸ σπᾶσθαι καὶ «ἐπισπᾶσθαι ποσίν»· ῥηματικὸν ὄνομα σπετὸς καὶ μετὰ τοῦ στερητικοῦ α ἄσπετος, οἷον «ἄσπετος αἰθήρ», ᾧ οὐκ ἄν τις ἐφίκοιτο, δυσπαρακολούθητον διὰ τὸ μέγεθος.

Ἐτυμολογικὸν τὸ Γουδιανόν ἀσπίς· τὸ ὅπλον. σπῶ ἐστι ῥῆμα, οὗ παράγωγον σπίζω, ἀφʼ οὗ σπιδής, ὁ μακρός, καὶ σπιδὲς τὸ οὐδέτερον· ἀπὸ δοτικῆς ἀσπίδες οὖν εἴρηνται. «διὰ σπιδέος πεδίοιο», τοῦ μακροῦ. ἀπὸ οὖν τοῦ σπῶ σπίζω σπίσω σπὶς ῥηματικὸν ὄνομα καὶ μετὰ τῆς α στερήσεως ἀσπίς, ἡ μὴ μακρά, ἀλλὰ περιφερής. ἐπὶ δὲ τοῦ ἑρπετοῦ δύναται κατʼ ἐπίτασιν τοῦ α. οὕτω Φιλόξενος. ἀσπίς· τὸ ὅπλον. παρὰ τὸ σπῶ ῥῆμα, οὗ παράγωγον σπίζω, ἀφʼ οὗ ὄνομα ῥηματικὸν σπιδές, ἤτοι μακρόν, παρὰ τὸ ἀποσπᾶσθαι καὶ διατείνεσθαι. τοῦ δὲ σπίζω ὁ μέλλων σπίσω καὶ ἀποβολῇ τοῦ ω σπὶς καὶ μετὰ τοῦ στερητικοῦ α ἀσπίς, ἥτις τοῦ μακρὰ εἶναι ἀπήλλακται· καὶ γὰρ περιφερὴς τῷ σώματί ἐστιν. ἐπὶ δὲ τοῦ ἑρπετοῦ διὰ τὸ κύκλους ποιεῖν τοῦ σώματος καὶ μὴ ταχέως ἐκτείνειν εἰς μῆκος.

Ὤριον ὁ Θηβαῖος ἀσχάλλω· ὁ δὲ αὐτός φησιν παρὰ τὸ σχῶ σχάλλω καὶ μετὰ τῆς α στερήσεως ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα.

Ὤριον ὁ Θηβαῖος ἄσωτος· παρὰ τὸ σῶ, οὗ παρακείμενος σέσωσμαι, ὁ μέλλων σώσω, ὄνομα σωτὸς καὶ μετὰ τοῦ στερητικοῦ α ἄσωτος, ὡς πληρώσω πληρωτὸς ἀπλήρωτος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀτρεκέως καὶ ἀτρεκές ἀτρεκέως καὶ ἀτρεκές· ... ἢ παρὰ τὸ τρέω, ὃ σημαίνει τὸ δέδοικα, γίνεται τρεὴς καὶ ἀτρεὴς καὶ πλεονασμῷ τοῦ κ ἀτρεκής· ὁ γὰρ εὐθαρσὴς καὶ εὔτολμος τὴν ἀλήθειαν λέγει, ὁ δὲ δεδοικὼς ψεύδεται.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀφαυρός· ... ἢ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ μέλλων φάσω, γίνεται φαρός, καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαρὸς καὶ πλεονασμῷ τοῦ υ ἀφαυρός, ὁ μὴ δυνάμενος διʼ ἀσθένειαν λέξαι. ἢ παρὰ τὸ φῶ, τὸ φαίνω, γίνεται παράγωγον ῥῆμα φάω, οἷον «φάε δὲ χρυσόθρονος», καὶ ἐξ αὐτοῦ φαρὸς ὄνομα· καὶ κατὰ στέρησιν ἀφαρὸς καὶ πλεονασμῷ τοῦ υ ἀφαυρός, ὁ ἀλαμπὴς καὶ εὐτελής.

Ὤριον ὁ Θηβαῖος ἀφρός· ἀπὸ τοῦ φρῶ. ἀφρός· παρὰ τὸ φρῶ ῥῆμα γέγονε φρὸς καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀφρός· τὸ μετὰ σφοδρᾶς φορᾶς προϊέμενον. τὸ δὲ φρῶ παρὰ τὸ προϊῶ γίνεται προῶ καὶ πρῶ καὶ φρῶ. ἀφρός· φρῶ ἐστι ῥῆμα ἀπὸ τοῦ προϊῶ, ἀφʼ οὗ τὸ εἰσφρῶ, ὅπερ ἐγένετο ἀπὸ τοῦ προϊῶ συγκοπέν. παρὰ δὲ τὸ φρῶ τὸ μονοσύλλαβον ὄνομα φρὸς καὶ ἀφρὸς κατʼ ἐπίτασιν τοῦ α, παρὰ τὸ μετὰ φορᾶς προΐεσθαι.

Ὤριον ὁ Θηβαῖος ἄχος· παρὰ τὸ μὴ διαχεῖσθαι, ἀλλὰ συνέχεσθαι τὴν ψυχὴν ἐν τῇ λύπῃ· ὅθεν τὸ χαίρειν εἴρηται παρὰ τὸ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς καὶ χαρᾶς. ἄχος· ἡ λύπη. παρὰ τὸ μὴ διαχεῖσθαι, ἀλλὰ συνέχεσθαι τὴν ψυχήν· ὅθεν καὶ τὸ χαίρειν εἴρηται παρὰ τὸ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς. ἄχος· παρὰ τὸ χῶ, τὸ χέω, μετὰ τοῦ στερητικοῦ α ἄχος, τὸ μὴ διαχεόμενον.

Ὤριον ὁ Θηβαῖος βάζειν· βοῶ τὸ πρωτότυπον· συγκοπῇ βῶ, παράγωγον βάζω, ὡς φῶ φάζω καὶ πλεονασμῷ τοῦ ρ φράζω. τοῦ δὲ βάζω ὁ μέλλων βάξω καὶ ὄνομα βάξις. βάζω· ... γίνεται παρὰ τὸ βοῶ βῶ· καὶ ὥσπερ παρὰ τὸ φῶ φάζω καὶ ὁ μέλλων φάσω καὶ πλεονασμῷ τοῦ κ φάσκω, οὕτως καὶ παρὰ τὸ βῶ βάζω ὁ μέλλων βάξω. ἐκ δὲ τοῦ βάζω γίνεται καὶ βράζω πλεονασμῷ τοῦ ρ.

Ὤριον ὁ Θηβαῖος βάθρον· παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται παράγωγον βῆμι καὶ κατὰ ἀναδιπλασιασμὸν βίβημι, ἔνθεν τὸ «ἤϊε μακρὰ βιβάς», βάτρον τι γίνεται ῥηματικὸν ὄνομα· καὶ τροπῇ τοῦ τ εἰς θ διʼ εὐφωνίαν βάθρον, ἐφʼ ᾧ ἐστι βαίνειν.

Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην γίνεται δὲ ἡ λέξις παρὰ τὸ φῶ, τὸ φαίνω, ἐξ οὗ φαύνω, καὶ ἀποβολῇ τοῦ φ αὔνω· ἐκ τούτου αὐνὸς καὶ βαυνός, ὅπερ κοινῶς μὲν ὀξύνεται, Ἀττικῶς δὲ βαρύνεται· σημαίνει δὲ τὴν κάμινον, ὡς παρὰ τῷ Ἐρατοσθένει· «μέσον δʼ ἐξαύσατο βαυνόν», ἤγουν ὑφηῦσε. καὶ ὡς παρὰ τὸ ἵππος Ἵππασος καὶ παρὰ τὸ χόρτος χόρτασος, οὕτως καὶ παρὰ τὸ βαυνὸς βαύνασος καὶ καθʼ ὑπερβιβασμὸν βάναυσος.

Ἐτυμολογικὸν τὸ Γνήσιον βάπτω· παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βάπτω· τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσοποιὸν χρῶμα.

Ἐτυμολογικὸν τὸ Γνήσιον , βηλός· ... γίνεται παρὰ τὸν βήσω μέλλοντα· ᾧ ἐπιβαίνουσιν οἱ εἰσιόντες καὶ ἐξιόντες.

Ὤριον ὁ Θηβαῖος βλάπτω· βρῶ ἐστι θέμα ὁμοίως δηλοῦν τὸ ἐσθίω, καὶ μεταθέσει τοῦ ρ εἰς λ … βλάπτω. βλάπτω· ἔστι βρῶ τὸ δηλοῦν τὸ ἐσθίω. τοῦτο γίνεται βλῶ κατὰ τροπὴν τοῦ ρ εἰς τὸ λ· καὶ κατὰ παραγωγὴν βλάπτω· ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι ὑγιῶν ὄντων.

Ὤριον ὁ Θηβαῖος βλωθρή· ὡς παρὰ τὸ λάμπω λαμπρός, οὕτως καὶ παρὰ τὸ βλῶ, παράγωγον τὸ βλώθω καὶ ὄνομα ῥηματικὸν βλωθρός, θηλυκὸν βλωθρή, ἡ ἀναδραμοῦσα καὶ ηὐξημένη· ἀπὸ τοῦ μολεῖν εἰς ὕψος.

Ὤριον ὁ Θηβαῖος βλωμός· παρὰ τὸ βρῶ, τὸ ἐσθίω, βρωμός, καὶ μεταθέσει τοῦ ρ εἰς λ βλωμός, ὡς καὶ παρὰ τὸ βῶ βωμός. Ἡσίοδος· «τετράτρυφον ὀκτάβλωμον».

Ὤριον ὁ Θηβαῖος βορά· παρὰ τὸ βῶ, τὸ τρέφω, οὗ ὁ μέλλων βόσω, ἀφʼ οὗ βορὸς καὶ βορὰ καὶ βοτήρ. βορά· ἡ βρῶσις. παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βορὸς καὶ βορά· καὶ βότης καὶ συβώτης ἐπεκτάσει τοῦ ο εἰς ω· ἀπὸ δὲ τοῦ αὐτοῦ καὶ βούτης πλεονασμῷ τοῦ υ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , Βορέας· ... ἢ παρὰ τὸ βῶ, τὸ τρέφω· ὁ τρέφων καὶ αὐξάνων τοὺς καρπούς.

Ἐτυμολογικὸν τὸ Γνήσιον βόσκω· παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω καὶ πλεονασμῷ τοῦ κ βόσκω, ὡς τρώσω τιτρώσκω, θνήσω θνήσκω· ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβώτης.

Ἐτυμολογικὸν τὸ Γνήσιον βοτήρ· ... εἴρηται παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω, βοτήρ· καὶ ἀπὸ τοῦ βοτὴρ βότειρα, ὡς σωτὴρ σώτειρα καὶ Δημήτηρ Δημήτειρα, καὶ βότης, ὅπερ καὶ βούτης λέγεται κατὰ πλεονασμὸν τοῦ υ, τὸ αὐτὸ δηλοῦν· ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβώσιον κατʼ ἔκτασιν τοῦ ο εἰς ω.

Ἐτυμολογικὸν τὸ Γουδιανόν βοῦς· παρὰ τὸ βῶ δηλοῦν τὸ τρέφω, οὗ ὁ μέλλων βόσω καὶ βόσις, ἡ τροφή, ὡς ἀρόσω ἄροσις· ἀφʼ οὗ βοτήρ, ὡς ἀροτήρ· βοῦς οὖν τὸ ζῷον ἀπὸ τοῦ τρέφεσθαι ἡμᾶς ἐξ αὐτοῦ. βοῦς· ... παρὰ τὸ βῶ, τὸ τρέφω· τὸ τρέφον ἡμᾶς ἐκ τῆς περὶ τὴν γῆν ἐργασίας.

Ἐτυμολογικὸν τὸ Γνήσιον , βράζει· παρὰ τὸ βῶ, τὸ λέγω, γίνεται βάζω καὶ πλεονασμῷ τοῦ ρ βράζω.

Ὤριον ὁ Θηβαῖος βρῶμα· ἀπὸ τοῦ βρῶ, ὁ μέλλων βρώσω, βρῶμα καὶ βρωτὸς καὶ ἄβρωτος· ἡ βρῶσις. βρῶμα· παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶμα καὶ βρῶσις καὶ βρώμη, ὡς κωλύσω κωλύμη καὶ φιλήσω φιλήμη. σημαίνει δὲ τὴν βρῶσιν, οἷον «μνησόμεθα βρώμης».

Ὤριον ὁ Θηβαῖος βρώμη· παρὰ τὸν βρώσω μέλλοντα.

Ἐτυμολογικὸν τὸ Γνήσιον βρῶσις· ἡ τροφή. παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶσις, ὡς λέξω λέξις.

Ὤριον ὁ Θηβαῖος βῶλος· παρὰ τὸ βῶ, τὸ τρέφω· αἱ γὰρ βῶλοι τῶν καρπῶν τὰς ἀναδόσεις ποιοῦνται· ὅθεν Ὅμηρος «ἐρίβωλον» καὶ «ἐριβώλακα» τὴν γῆν λέγει. καὶ παρωνύμως βῶλος βῶλαξ καὶ ἐριβῶλαξ, ὡς λίθος λίθαξ. βῶλος· ἡ γῆ. παρὰ τὸ βῶ, τὸ τρέφω, ὅθεν καὶ βότης καὶ συβώτης καὶ βῶστρον, γίνεται βῶλος, καὶ ἐξ αὐτοῦ βῶλαξ, ὡς λίθος λίθαξ.

Ὤριον ὁ Θηβαῖος γαλαθηνός· παρὰ τὸν θήσω μέλλοντα δηλοῦντα τὸ θρέψω, ὡς τὸ «ἐπηετανὸν γάλα θῆσθαι», τὸ ἐσθίειν καὶ τὸ τρέφεσθαι. καὶ θοίνη ἡ τροφή. ἔστιν οὖν θήσω θηνός, ὡς δείσω δεινός, κλείσω κλεινός· καὶ σύνθετον γαλαθηνός. γαλαθηνός· ... ὥσπερ παρὰ τὸν δείσω μέλλοντα γίνεται δεινὸς καὶ κλείσω κλεινός, οὕτως καὶ παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θρέψω, οἷον «ἐπηετανὸν γάλα θῆσθαι», τουτέστιν τρέφεσθαι, γίνεται θηνός· καὶ ἐν συνθέσει μετὰ τοῦ γάλα γίνεται γαλαθηνός, ὁ ὑπὸ γάλακτος τρεφόμενος.

Ἐτυμολογικὸν τὸ Γουδιανόν γαστήρ· ἡ πάντα τὸν βίον λαμβάνουσα καὶ μὴ πληρουμένη. οὕτω Φιλόξενος. γαστήρ· παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γαστήρ. ἡ πάντα τὸν βίον μὴ πληρουμένη λαμβάνουσα.

Ὤριον ὁ Θηβαῖος γάστρα· ἡ εἰς κύτος γενηθεῖσα καὶ εἰς τὸ λαμβάνειν τι. γάστρα· παρὰ τὸ γαστὴρ γίνεται γάστρα· ἡ εἰς κύτος γενηθεῖσα τοῦ λαμβάνειν· «γάστρην μὲν τρίποδος».

Ὤριον ὁ Θηβαῖος ΓΑΥΛΟΣ· παρὰ τὸ γῶ γάζω γαλὸς καὶ πλεονασμῷ τοῦ υ ΓΑΥΛΟΣ· ἀγγεῖον γάλακτος δεκτικόν. καὶ οὐ πάντως δεῖ παρὰ τὸ γάλα αὐτὸ λαμβάνειν. σημαίνει δὲ καὶ εἶδος πλοίου. ΓΑΥΛΟΣ· ... παρὰ τὸ γῶ, τὸ χωρῶ, γίνεται γάζω γάλος καὶ ΓΑΥΛΟΣ. καὶ οὐ πάντως δεῖ παρὰ τὸ γάλα λαμβάνειν τοῦτο τὸ ΓΑΥΛΟΣ· λέγεται γὰρ καὶ τριήρης γαῦλος διὰ τὸ πλεῖστα δέχεσθαι, ὥς φησιν Ἡρόδοτος ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν. ἔστι δὲ εἶδος πλοίου λῃστρικοῦ, ἥτις καὶ Λίβυρνος καλεῖται.

Ἐτυμολογικὸν τὸ Γνήσιον , γῆ· παρὰ τὸ γῶ, τὸ χωρῶ· ἡ πάντα χωροῦσα. τοῦτο δὲ παρὰ τὸ χῶ, ἀφʼ οὗ παράγωγον χείω, οἷον «οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται». καὶ τροπῇ τοῦ χ εἰς γ γῶ.

Ὤριον ὁ Θηβαῖος γρώνη· παρὰ τὸ γῶ γώνη, καὶ προσθέσει τοῦ ρ γρώνη· ἡ δεχομένη τὰ σχοινία πέτρα. γρώνη· ... παρὰ τὸ γῶ, τὸ χωρῶ, γώνη καὶ προσθέσει τοῦ ρ γρώνη· ἡ ἐν τῇ τρήσει δεχομένη τὰ σχοινία πέτρα.

Ἐτυμολογικὸν τὸ Γνήσιον γυῖα· ... γίνεται δὲ παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γύω καὶ γύον, ὡς πτῶ πτύον καὶ θῶ θύον, οἷον «κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει»· καὶ πλεονασμῷ τοῦ ι γυῖον, ἵνʼ ᾖ γυῖον τὸ λαμβάνον καὶ δεχόμενον.

Ὤριον ὁ Θηβαῖος δάκνω· παρὰ τὸ καίνω, ἐν συγκοπῇ κνῶ καὶ ἐν συνθέσει δάκνω· τὸ σφόδρα καίνω. δύναται καὶ παρὰ τὸ κνῶ.

Ὤριον ὁ Θηβαῖος διαβήτης· ἐκ τοῦ βῶ βήσω βήτης καὶ διαβήτης.

Ὤριον ὁ Θηβαῖος διαρρήδην· ἀπὸ τοῦ ῥῶ δηλοῦντος τὸ λέγω, οὗ ὁ μέλλων ῥήσω, ἔνθεν ῥῆσις καὶ ῥήτωρ καὶ ἐπίρρημα ῥήδην καὶ σύνθετον διαρρήδην καὶ ἐπιρρήδην. διαρρήδην· ... παρὰ τὸ ῥῶ, τὸ λέγω, ὁ μέλλων ῥήσω ῥήδην καὶ ἐν συνθέσει διαρρήδην καὶ ἐπιρρήδην.

Ἐτυμολογικὸν τὸ Γνήσιον , διαττᾶν· διασήθειν. ἀπὸ τοῦ σῶ ῥήματος, ἔνθεν τὸ σήθω, ὡς κνῶ κνήθω καὶ νῶ νήθω. διασσᾶν οὖν ἦν καὶ διαττᾶν Ἀττικῶς.

Ἐτυμολογικὸν τὸ Γνήσιον διαφρῶ· ... εἴρηται παρὰ τὸ ὧ τὸ σημαῖνον τὸ ἀφίημι, ὅπερ καὶ ἀφῶ λέγομεν καὶ προῶ. εἶτα κατὰ συγκοπὴν πρῶ καὶ τροπῇ φρῶ καὶ κατὰ δευτέραν σύνθεσιν διαφρῶ καὶ εἰσφρῶ. Ἀριστοφάνης· «τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε». γέγονε δὲ ἡ τροπὴ τῆς πρό ὡς ἐν τῷ προοίμιον φροίμιον, προουρὸς φρουρός.

Ὤριον ὁ Θηβαῖος ἐγγύη· παρὰ τὸ γῶ, τὸ δέχομαι, ἔνθεν γωρυτός. τοῦ γῶ παράγωγον τὸ γύω, ἀφʼ οὗ ἐγγυᾶσθαι εἴρηται τὸ εἰς ἑαυτὸν περιάγειν καὶ λαμβάνειν ἢ σῶμα ἢ πρᾶγμα ἀπιστούμενον.

Ἑλλάδιος, Φώτιος τεχνολογοῦσι δὲ τὸ ἐλαύνω οἱ μὲν ἀπὸ τοῦ ἐλῶ ἐλαύνω· τινὲς δὲ ὥσπερ ἀπὸ τοῦ βῶ βαίνω, οὕτω φασὶ καὶ ἀπὸ τοῦ ἐλῶ γέγονεν ἐλαίνω καὶ μεταθέσει τοῦ διχρόνου ἐλαύνω. πλὴν μονῆρές ἐστι τὸ ἐλαύνω κτλ.

Ὤριον ὁ Θηβαῖος ἐξέτρω· παρὰ τὸ τρῶ ῥῆμα τὸ δηλοῦν τὸ κόπτω, ἔνθεν τὸ τρῶσαι, τὸ σιδήρῳ τέμνειν. δηλοῖ δὲ καὶ τὸ βλάπτω. τὸ δὲ παράγωγον αὐτοῦ τρώω. Ὅμηρος· «οἶνός σε τρώει μελιηδής». παρὰ δὲ τὸ τρῶ παράγωγον τρῶμι καὶ παρῳχημένος χρόνος ἔτρων ἔτρως ἔτρω καὶ ἐξέτρω, οἷον ἐβλάβη καὶ ἐξεκόπη ἡ κύησις. ἐξέτρω· ἐξεβλάβη, ἐξεκόπη ἡ κύησις. παρὰ τὸ τρῶ ῥῆμα τὸ σημαῖνον τὸ κόπτω γίνεται παράγωγον τρῶμι, ὁ παρατατικὸς ἔτρων ἔτρως ἔτρω καὶ ἐν συνθέσει ἐξέτρω.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἐπιρρήδην· παρὰ τὸ ῥῶ, τὸ λέγω, ἀφʼ οὗ ῥητὸν καὶ ἄρρητον, γέγονε ῥήδην καὶ ἐπιρρήδην, ὥσπερ παρὰ τὸ τμῶ τμήδην.

Ὤριον ὁ Θηβαῖος ἐπίσωτρον· παρὰ τὸ σῶ, τὸ ὁρμῶ, οὗ μέλλων σώσω, ὄνομα ῥηματικὸν σῶτρον καὶ σύνθετον ἐπίσωτρον.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἐρρέθην· ἀπὸ τοῦ ῥῶ ῥήσω ἔρρηκα ἔρρημαι ἐρρέθην.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἔσευα· ἀπὸ τοῦ σῶ, τὸ ὁρμῶ, σεύω ἔσευα.

Ὤριον ὁ Θηβαῖος εὐθημοσύνη· παρὰ τὸν θήσω μέλλοντα θῆμος παράγωγον καὶ θημόσυνος καὶ εὐθημοσύνη, ὡς ἵππος ἱπποσύνη καὶ δίκαιος δικαιοσύνη. θήσω θῆμος θημοσύνη … Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος : ἠβαιόν· ... οἱ δὲ παρὰ τὸ βῶ, τὸ βαίνω· τὸ κατʼ ὀλίγον οὕτως βαῖνον. ἐὰν μὲν οὖν παρὰ τὸ βῶ, βαιὸς καὶ ἠβαιὸς πλεονασμῷ τοῦ η.

Ἐτυμολογικὸν τὸ Γνήσιον θᾶκος· ὁ καὶ θῶκος καλούμενος, ἡ καθέδρα. παρὰ τὸ θῶ τὸ σημαῖνον τὸ τιθῶ γέγονε θᾶκος καὶ θῶκος.

Ὤριον ὁ Θηβαῖος θάλλω· τὸ αὔξω. παρὰ τὸ θῶ, τὸ τρέφω, ἀφʼ οὗ παράγωγον θάλλω· καὶ γὰρ τὸ τρεφόμενον αὔξει.

Ὤριον ὁ Θηβαῖος θάπτω· παρὰ τὸ θῶ ῥῆμα, τὸ τιθῶ. ὡς βῶ βάπτω, οὕτω καὶ θῶ θάπτω. θάπτειν· ὡς παρὰ τὸ βῶ γίνεται βάπτω, οὕτως καὶ παρὰ τὸ θῶ, τὸ τιθῶ, γίνεται θάπτω· ἀΐδιον γὰρ ἔχουσι τὴν ἀπόθεσιν οἱ θαπτόμενοι.

Ἐτυμολογικὸν τὸ Γνήσιον θηλαμών· ἡ τροφός. παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω. θηλαμών· ἡ τροφός. παρὰ τὸ θῶ, ὃ δηλοῖ τὸ τρέφω, οὗ ὁ μέλλων θήσω.

Ὤριον ὁ Θηβαῖος θηλή· παρὰ τὸν θήσω μέλλοντα, ὃς δηλοῖ τὸ θηλάσω, ἐξ οὗ καὶ θηλή. θηλή· ὁ μασθός. παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω· «γυναῖκά τε θήσατο μαζόν», ἀντὶ τοῦ ἐθήλασεν.

Ἐτυμολογικὸν τὸ Γουδιανόν θῆλυς καὶ θήλεια· ἔστι ῥῆμα θῶ καὶ δηλοῖ τὸ τρέφω, ὁ μέλλων θήσω, παρʼ ὃ θηλὴ ὄνομα ῥηματικόν, καὶ τροπῇ τοῦ η εἰς υ θῆλυς, οὗ γένος θηλυκὸν θήλεια. οὕτω Φιλόξενος. θηλὴ καὶ θῆλυς, ὡς κάρη κάρυς καὶ κόρυς. εἴρηται δὲ καὶ κάρη, φησὶν ὁ Καλλίμαχος. θῆλυς· παρὰ τὸ θῶ, τὸ τρέφω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα θηλή, καὶ τροπῇ τοῦ η εἰς υ θῆλυς, ὡς κάρη κάρυς καὶ κόρυς· εἴρηται γὰρ καὶ κάρη θηλυκόν, ὡς παρὰ Καλλιμάχῳ· «σήν τε κάρην ὤμοσα σόν τε βίον».

Ὤριον ὁ Θηβαῖος θημών· παρὰ τὸν θήσω μέλλοντα.

Ὤριον ὁ Θηβαῖος θίς· ὁ σωρός. παρὰ τὸ θῶ, τὸ τιθῶ, θίς· ἐφʼ οὗ συνέβη θεῖναι.

Ὤριον ὁ Θηβαῖος θοίνη· ἡ εὐωχία. παρὰ τὸ θῶ ῥῆμα, ὅ ἐστι τρίτης συζυγίας τῶν περισπωμένων, τὸ τρέφω, ὁ μέλλων θώσω, ῥηματικὸν ὄνομα θώνη καὶ τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον θοίνη, ὡς τὸ ἀγκὼν ἀγκώνη καὶ ἀγκοίνη. εἴρω, τὸ πλέκω, εἱρμός …

Ὤριον ὁ Θηβαῖος θώραξ· παρὰ τὸ θῶ, ὃ δηλοῖ τὸ εὐωχοῦμαι, ἤτοι ἐν εὐωχίᾳ εἰμί, ἀφʼ οὗ Δωριεῖς θῶσθαι λέγουσι τὸ εὐωχεῖσθαι. θώραξ· ... ἢ παρὰ τὸ θῶ ῥῆμα τὸ δηλοῦν τὸ εὐωχοῦμαι, ἀφʼ οὗ οἱ Δωριεῖς θῶσθαι λέγουσι τὸ εὐωχεῖσθαι, τούτου ὁ μέλλων θώσω, ῥηματικὸν ὄνομα θῶρος, ἀφʼ οὗ θώραξ, ὡς λίθος λίθαξ. θώραξ οὖν ὁ δεκτικὸς τῆς τροφῆς τόπος· ἀφʼ οὗ καὶ τὸ ἐμπίμπλασθαι θωράξασθαι λέγεται, ὡς παρὰ Ἀριστοφάνει· «πρὸς τοὺς συμπότας θωράξομαι». καὶ Πίνδαρος Διθυράμβων πρώτῳ· «ἀλόχῳ ποτὲ θωραχθεὶς ἔπεχʼ ἀλλοτρίᾳ». παρὰ δὲ τὸ θῶ εἴρηται καὶ ἔνθεσις, ἡ τροφή, καὶ «ἐνθοῦ ῥόφησον» παρʼ Ἀριστοφάνει καὶ ἀλλαχοῦ παρὰ τῷ αὐτῷ· «εἴθε φαύλως, ὥσπερ ηὗρες, ἐκβάλοις τὴν ἔνθεσιν», τουτέστι τὴν τροφήν. ἐπὶ δὲ τοῦ ὅπλου ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον ἔξωθεν παρίστησι μετωνυμικῷ τρόπῳ, ὡς καὶ Ὅμηρος· «δαῖέ οἱ πῦρ ἀπὸ κρατός τε καὶ ὤμων», ἀπὸ τῶν περιεχομένων τὰ περιέχοντα, ἀντὶ τοῦ ἀπὸ τῆς ἀσπίδος καὶ τῆς περικεφαλαίας. θώραξ οὖν ὁ δεκτικὸς τῆς τροφῆς τόπος· τὸ γὰρ οἴνου ἐμπίμπλασθαι θωράξασθαι λέγομεν· καὶ Ἱπποκράτης «λιμὸν θώρηξις λύει» τὴν πολυποσίαν λέγων. ὡς καὶ ἀλλαχοῦ Πίνδαρος Διθυράμβῳ· «ἀλόχῳ ποτὲ θωραχθεὶς ἔπεχʼ ἀλλοτρίᾳ». θώραξ δὲ τὸ ὅπλον ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον παρίστησι ἔξωθεν μετωνυμικῷ τρόπῳ, ὡς καὶ Ὅμηρος· «πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων», ἀπὸ τῶν περιεχομένων τὰ περιέχοντα, ἀντὶ τοῦ ἀπὸ τῆς ἀσπίδος καὶ τῆς περικεφαλαίας.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κατηφής· ὁ ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμούς, ἤγουν ὁ αἰσχυνόμενος. παρὰ τὸ φῶ, τὸ φαίνω, γέγονε παράγωγον φάω καὶ φαής· καὶ ἐν συνθέσει μετὰ τῆς κατὰ προθέσεως γέγονε καταφαής, καὶ ἐν συγκοπῇ κατηφής, ὁ ἔχων κάτω τὰ φάη, ἤγουν τοὺς ὀφθαλμούς, ἐξ οὗ καὶ τὸ θηλυκὸν κατήφεια. κατηφής· ... παρὰ γὰρ τὸ φῶ, οὗ παράγωγον φάω καὶ μετὰ τῆς κατὰ προθέσεως καταφαὴς καὶ κατηφής. παρὰ τὸ κάτω ἔχειν τὰ φάη διʼ αἰσχύνην ἢ ὀνειδισμόν.

Ἀπολλώνιος ὁ Σοφιστής κατηφόνες· κατηφείας ἄξια πράττοντες. παρὰ τὸ φῶ, οὗ παράγωγον φάω. κατηφόνες· παρὰ τὸ φῶ, οὗ παράγωγον φάω· ὁ κάτω ἔχων τὰ φάη διʼ αἰσχύνην ἢ διʼ ὀνειδισμόν.

Ἐτυμολογικὸν τὸ Γνήσιον , δεῖ γινώσκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίσκεται ἐν ἀρχῇ λέξεως· τοῦ γὰρ πολύκμητος οὐχ εὕρηται ἐν χρήσει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητός. καὶ πάλιν τὸ κέκμηκα οὐκ ἔστιν ἀπὸ τοῦ κμῶ, ἀλλʼ ἀπὸ τοῦ καμῶ καμήσω κεκάμηκα καὶ κατὰ συγκοπὴν κέκμηκα. σημαίνει δὲ τὸ κεκοπίακα.

Ὤριον ὁ Θηβαῖος κελαρύζω· κερύζω κελαρύζω. κελαρύζειν· ... γίνεται παρὰ τὸ κρῶ ῥῆμα τὸ δηλοῦν τὸ φωνῶ, οὗ παράγωγον κρύζω καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ πλεονασμῷ τοῦ ε λακερύζω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα «λακέρυζα κορώνη»· ἐκ τούτου γίνεται καθʼ ὑπερβιβασμὸν κελαρύζω.

Ἐτυμολογικὸν τὸ Γνήσιον κενός· ... ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ, γενὸς καὶ κενός, ὁ χωρῆσαι δυνάμενός τι διὰ τὸ μηδὲν ἔχειν.

Ὤριον ὁ Θηβαῖος κῆλον· παρὰ τὸν κήσω μέλλοντα τὸν δηλοῦντα τὸ καύσω, ὅθεν καὶ τὸ «πυρὶ κηλέῳ», τουτέστιν καυστικῷ, γέγονε πλεονασμῷ τοῦ ε. παρὰ δὲ τὸν αὐτὸν κήσω μέλλοντα, ἀφʼ οὗ κῆλον, καὶ τὸ «αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς», τὰ περικεκαυμένα ὑπὸ τοῦ ἡλίου καὶ ξηρά.

Ὤριον ὁ Θηβαῖος κλαγγή· κρῶ, παράγωγον κράζω, ῥηματικὸν ὄνομα κραγὴ καὶ πλεονασμῷ τοῦ υ κραυγή· μετάθεσις τοῦ ρ εἰς λ κλαγὴ καὶ πλεονασμῷ τοῦ γ κλαγγή.

Ὤριον ὁ Θηβαῖος κλαίω· παρὰ τὸ κλῶ, οὗ παράγωγον κλαίω· κλᾶται γὰρ ἡ τῶν ἀνθρώπων φωνὴ ἐν τῷ τοῦτο πάσχειν. ἢ καὶ ἡ ψυχή ἐστιν ἡ τὸ κλᾶσθαι παρέχουσα. κλαίω· κλῶ, τὸ κλάνω, γίνεται κατὰ παραγωγὴν κλάω καὶ κλαίω· κλᾶται γὰρ ἡ τῶν ἀνθρώπων φωνὴ καὶ ἡ ψυχὴ τοῦτο πάσχουσα.

Ὤριον ὁ Θηβαῖος : κλαίω· παρὰ τὸ καλῶ κλῶ κλαίω· ἐπικαλοῦνται γὰρ τοὺς ἀποθανόντας οἱ κλαίοντες, οἷον «ᾤμωξεν δʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον».

Ἐτυμολογικὸν τὸ Γνήσιον κλήδην· ... ἀπὸ τοῦ καλῶ κλῶ κλήσω κλήδην.

Ἐτυμολογικὸν τὸ Γνήσιον κληδών· ... ἢ ἀπὸ τοῦ καλῶ κλῶ κληδών, ἐξ οὗ καὶ κλῆσις.

Ὤριον ὁ Θηβαῖος κλῆρος· κλῶ ἐστι ῥῆμα μονοσύλλαβον, ὅπερ γέγονεν ἀπὸ τοῦ καλῶ, οὗ μέλλων κλήσω· ῥηματικὸν ὄνομα κλῆρος· ὁ καλῶν ἐφʼ ἑαυτὸν τὸν λαχόντα.

Ὤριον ὁ Θηβαῖος κλίνω· παράγωγόν ἐστι τοῦ κλῶ· ὥσπερ γὰρ κλάσιν λαμβάνει τῆς ὀρθότητος στερισκόμενα τὰ κλινόμενα. κατʼ ἔνδειαν τοῦ μ, ὡς καλύπτω καλύψω.

Ὤριον ὁ Θηβαῖος κλύω· παρὰ τὸ κλῶ, τὸ φωνῶ, πλεονασμῷ τοῦ υ κλύω. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον κνυζώσω· ... καί τινες μὲν λέγουσιν ἀπὸ μεταφορᾶς τῶν κυνῶν· κυνὸς γὰρ καὶ κυνῶ καὶ κνυζῶ, ὅπερ ἐστὶν ἀπρεπές. οἱ δὲ παρὰ τὴν κόνυζαν, οἷον «χαμαιζήλοιο κονύζης», γίνεσθαι κονυζῶ, ὡς ῥίζα ῥιζῶ, ὅπερ ἐστὶν ἀπίθανον. ἄμεινον οὖν Φιλοξένῳ συγκατατίθεσθαι, ὅτι ἀπὸ τοῦ κνῶ γίνεται παράγωγον κναίω τὸ σημαῖνον τὸ διαφθείρειν, ὡς Ἀριστοφάνης Ἱππεῦσιν· «ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ». παραιτητέον δὲ τοὺς μεταγράφοντας τὸ κατακνησθείην. καὶ παρὰ Ἀριστοφάνει ἐν Ἀναγύρῳ· «ἀλλʼ Ἀριφράδη δέδοικα μὴ τὰ πράγματα ἡμῶν διακναίσῃ». παρὰ δὲ τὸ κνῶ μονοσύλλαβον γέγονεν καὶ κνημῶ· «ἀλλʼ ἔστιν γογγύλιόν τι συγκνημωθέντες». παρὰ οὖν τὸ κνῶ κνίζω, ὡς στῶ στίζω, πρῶ πρίζω· ἐξ οὗ καὶ κνῖσα, ἡ τῇ ὀσφρήσει προΐζουσα. ἀπὸ δὲ τοῦ κνίζω γίνεται κνύζω, ἐξ οὗ καὶ τὸ κνύζα ... ἐκ δὲ τοῦ κνύζω γίνεται κνυζῶ περισπώμενον, ἀφʼ οὗ «κνυζώσω δέ τοι ὄσσε». τὸ δὲ κνυζῶ σημαίνει πολλάκις τὸ ξύειν, ὡς παρὰ Σώφρονι ἐν Μίμοις, οἷον «κνυζοῦμαι οὐδὲν ἰσχύων». καὶ «ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων». οὕτως Ἡρωδιανός.

Ἐτυμολογικὸν τὸ Γνήσιον κοινός· ... ἢ παρὰ τὸ γῶ, τὸ δέχομαι, γίνεται γοινὸς καὶ κοινός, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος.

Ἐπιμερισμοὶ Ὁμηρικοί κολῳόν· εἴρηται κολῳὸς παρὰ τὸ κλῶ ῥῆμα, ὃ σημαίνει τὸ φωνῶ, καὶ γίνεται ῥηματικὸν ὄνομα κλωός, ὡς σῶ σῶος, καὶ πλεονασμῷ τοῦ ο κολῳὸς μετὰ τοῦ ἀνεκφωνήτου ι. ἐκ τούτου ἐγένετο κολῳῶ ῥῆμα δευτέρας συζυγίας τῶν περισπωμένων, τὸ βʹ κολῳᾶς, ὁ παρατατικὸς ἐκολῴων καὶ τὸ γʹ ἐκολῴα· «Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα». οὕτω Φιλόξενος. κολῳός· Ὅμηρος. παρὰ τὸ κλῶ ῥηματικὸν ὄνομα κλωός, ὡς σῶ σῶος, καὶ πλεονασμῷ τοῦ ο κολωός, ἀφʼ οὗ γίνεται ῥῆμα κολῳῶ· «Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα».

Ὤριον ὁ Θηβαῖος κόχλος· παρὰ τὸ χαλῶ καὶ συγκοπῇ χλῶ, ὄνομα χλὸς καὶ κατὰ ἀναδιπλασιασμὸν χόχλος· καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κόχλος, τὸ κατʼ εἴλησιν χαλώμενον κάτω. ὅθεν καὶ Θουκυδίδης ἐν τῷ δʹ διὰ τοῦ α λέγει κάχλακας. ὡς παρὰ τὸ ἱερὸς γίνεται ἱέραξ καὶ νέος νέαξ, ὡς παρὰ Καλλιμάχῳ· «καὶ τῶν νεήκων εὐθὺς οἱ τομώτατοι», καὶ μύρμος μύρμαξ, οἷον «αὐτίκα … μύρμων πλείονες ἢ ψιάδων», οὕτως κόχλος κόχλαξ.

Ὤριον ὁ Θηβαῖος κρήνη· κρῶ ἐστι ῥῆμα μονοσύλλαβον παρὰ τὸ κερῶ συγκοπέν, ὃ δηλοῖ τὸ ἐπιχέω. καὶ ὡς παρὰ τὸ εἴρω εἰρήνη, οὕτω κρῶ κρήνη. κρήνη· κρῶ ἐστι ῥῆμα μονοσύλλαβον συγκοπὲν ἀπὸ τοῦ κερῶ, ὃ δηλοῖ τὸ ἐπιχέω. καὶ ὡς παρὰ τὸ εἴρω, τὸ λέγω, γίνεται εἰρήνη, οὕτω κρῶ κρήνη. καὶ «νεοκρᾶτας σπονδὰς» Αἰσχύλος τὰς νεωστὶ ἐκχυθείσας. καὶ Ὅμηρος· «κέρασσε δὲ νέκταρ ἐρυθρόν», ἀντὶ τοῦ ἐπέχεεν· οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ.

Ἐτυμολογικὸν τὸ Γνήσιον κρουνῶν· ῥευμάτων. ἔστι ῥῆμα κρῶ μονοσύλλαβον, ὅπερ γίνεται ἀπὸ τοῦ κερῶ κρῶ· ἐκ τούτου γίνεται κρονὸς καὶ κρουνός.

Ὤριον ὁ Θηβαῖος κρούω· κρῶ ἐστι ῥῆμα, παράγωγον κρύω, πλεονασμῷ τοῦ ο κρούω, ὡς ὄρω ὀρύω καὶ ὀρούω.

Ὤριον ὁ Θηβαῖος κρωσσόν· παρὰ τὸ κρῶ, τὸ ἐπιχέω, γενόμενον ἀπὸ τοῦ χέω κερῶ κατὰ συγκοπήν. σημαίνει δὲ ὑδρίαν ἤ τι ἄγγος εἰς τὸ ἐπιχεῖν ὕδωρ. κρωσσός· ὑδρία ἤ τι ἄλλο ἄγγος εἰς τὸ ἐπιχεῖν ὕδωρ. παρὰ τὸ κρῶ, τὸ ἐπιχέω· τοῦτο δὲ γέγονε παρὰ τὸ κερῶ κατὰ συγκοπὴν κρῶ, οἷον «κέρασσε δὲ νέκταρ», ἀντὶ τοῦ ἐπέχεεν· οὐ γὰρ ὕδατι κιρνᾶται τὸ νέκταρ. καὶ παρʼ Αἰσχύλῳ «νεοκρᾶτες σπονδαὶ» λέγονται, τουτέστιν αἱ νεωστὶ ἐκχυθεῖσαι.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κύκλα· ... ἔστι ῥῆμα κλῶ, ἐξ οὗ μονοσύλλαβον ὄνομα κλός· καὶ ἐπειδὴ οὐδὲν εἰς ος ὄνομα λήγει μονοσύλλαβον, διπλασιασμὸν ἀναδεξάμενον ἐγένετο κύκλος, ὡς παρὰ τὸ θῶ, τὸ θηλάζω, ἐγένετο θός, καὶ ἐπειδὴ οὐκ ἠδύνατο διπλασιασθῆναι ἐγένετο τιτθός.

Ἐτυμολογικὸν τὸ Γνήσιον κῴδιον στῴδιον λαγῴδιον, κῴδιον· ... τὸ δὲ κῴδιον — σημαίνει δὲ τὸ τῶν προβάτων δέρμα — παρὰ τὸ ἐπʼ αὐτῷ κοιμᾶσθαι. παρὰ τὸ κῶ τὸ σημαῖνον τὸ κοιμῶμαι, ἀφʼ οὗ καὶ κείω καὶ κῶμα, ὁ ὕπνος, ὡς Ἡσίοδος· «κακὸν δʼ ἐπὶ κῶμα καλύπτει» καὶ κῶς ῥηματικὸν ὄνομα· Νικοχάρης Λημνίαις, οἷον «ἐπλέομεν, ὦ κόρη, ἐπὶ κῶς». τοῦτο δὲ τὸ κῶς γίνεται καὶ κῶας κατὰ πλεονασμόν, ὥσπερ ὦς ὠτὸς ὦας· οἱ γὰρ Ἀττικοὶ οὖς φασιν, οἱ δὲ ποιηταὶ ὦας. καὶ ἐπειδὴ τοῦ κῶας κώατος ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται, γίνεται διὰ τοῦ ιδιον ἡ παραγωγὴ κωατίδιον καὶ συγκοπῇ τοῦ α καὶ τ κωΐδιον καὶ συναιρέσει κῴδιον.

Ἐτυμολογικὸν τὸ Γνήσιον κῶμα· ὁ ὕπνος. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, γίνεται κῶμα, ἐξ οὗ καὶ κείω.

Ἐτυμολογικὸν τὸ Γνήσιον κωμάζειν· τὸ ποιῶς ὀρχεῖσθαι, ἐξ οὗ καὶ κῶμος εἶδος ὀρχήσεως· οἱ δὲ μέλους. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι· ἐμφαίνει γὰρ τὸν ἀπὸ τοῦ δείπνου καὶ τῆς μέθης ἐπὶ τὸ κοιμηθῆναι βαδίζειν καιρὸν καὶ τὸ κωμάζειν. κωμάζειν· κυρίως τὸ ἐπὶ τὸ κοιμᾶσθαι βαδίζειν. ἔστιν οὖν κῶμος ὁ καιρὸς ὁ ἀπὸ τῶν δείπνων πρὸς ὕπνον καλῶν. ἐκ τοῦ κῶμος γίνεται κωμάζω, τὸ ἐπὶ τὸ κοιμᾶσθαι βαδίζω. τὸ δὲ κῶμος παρὰ τὸ κῶ, τὸ κοιμῶμαι.

Στέφανος ὁ Βυζάντιος κώμη· ἐν ταῖς μακραῖς ὁδοῖς μέσα χωρία ἔκτισαν πρὸς τὸ κοιμᾶσθαι νυκτὸς ἐπιγενομένης, ὅθεν καὶ ἐπικέκληνται, ὡς Φιλόξενος ... καὶ ὁ δῆμος κώμη εἴρηται ἀπὸ τοῦ ἐν αὐταῖς κοιμᾶσθαί τε καὶ αὐλίζεσθαι. κώμη· παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, ὁ μέλλων κώσω καὶ ἐξ αὐτοῦ κώμη. ὡς ἂν εἴποι τις κοιμητηρία καὶ ἀνάπαυσις ζῴων τε καὶ ἀνθρώπων ἀπὸ τῶν ἀγρῶν. κώμη· παρὰ τὸ κῶ ῥῆμα, οὗ μέλλων κώσω· δηλοῖ δὲ τὸ κοιμᾶσθαι.

Ἐτυμολογικὸν τὸ Γνήσιον λάγυνος· ἡ πάνυ δεκτική. παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ γῶ ῥῆμα, τὸ χωρῶ.

Ἐτυμολογικὸν τοῦ Συμεῶνος λάζετο· ... δύναται δὲ καὶ ἀπὸ τοῦ λῶ, τὸ θέλω, λάζω γενέσθαι, ὡς στῶ στάζω, κρῶ κράζω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα λακέρυζα κορώνη· Ἡσίοδος· ἐκ τοῦ κρῶ κρύζω, ὄνομα κρύζα, πλεονασμῷ τοῦ ε κέρυζα καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ μορίου λακέρυζα.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια λαρόν· ... ἢ παρὰ τὸ λῶ, τὸ θέλω, πεποίηται. λαρόν· ἡδύ, ἀπολαυστικόν. παρὰ τὸ λῶ πεποίηται, ὃ σημαίνει τὸ θέλω. λαρόν· ... ἢ παρὰ τὸ λῶ, τὸ θέλω.

Ἐτυμολογικὸν τὸ Μέγα λάρυγξ· παρὰ τὸ λαρύσσω λαρύξω, λάρυγξ· τὸ δὲ λαρύσσω παρὰ τὸ λῶ, τὸ ἀπολαύω.

Γεώργιος ὁ Χοιροβοσκός λέων· γέγονε δὲ τοῦτον τὸν τρόπον κατὰ τὸν Ὦρον· ἔστι λάω τὸ σημαῖνον τὸ θεωρῶ, ἐξ οὗ καὶ ἀλαός, ὁ τυφλός, οἱονεὶ ὁ ἐστερημένος τοῦ λάειν, ἤγουν τοῦ βλέπειν· ἀπὸ τούτου τοῦ λάω γέγονεν λέων· ὀξυδερκέστατον γὰρ τὸ θηρίον. λέων· παρὰ τὸ λάειν, ὅ ἐστι βλέπειν· λέγουσι γὰρ τὸν λέοντα μὴ μύειν τὰ ὄμματα κοιμώμενον.

Ἐτυμολογικὸν τὸ Γνήσιον λιαρόν· ... παρὰ τὸ λῶ, τὸ θέλω, γίνεται λαρόν, ὃ θέλομεν, ὡς νῶ ναρόν, λῶ λαρόν, καὶ πλεονασμῷ τοῦ ι λιαρόν.

Ὤριον ὁ Θηβαῖος λιλαίομαι· παρὰ τὸ λῶ, ὅ ἐστι θέλω, οὗ παράγωγον λαίω, διπλασιασμῷ λιλαίω. λιλαιόμενα· ... ἔστι λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω· «ζωρότερον δὲ κέραιε».

Ὤριον ὁ Θηβαῖος λίπτω· τὸ ἐπιθυμῶ. λῶ ἐστι τὸ θέλω, οὗ παράγωγον λίπτω, ὡς παρὰ τὸ χρίω χρίπτω καὶ πλεονασμῷ τοῦ μ χρίμπτω. χρῶ, τὸ χροὸς ἅπτεσθαι, χραύω.

Ἐπιμερισμοὶ Ὁμηρικοί λώϊον· ... τὸ δὲ λῷον γέγονεν ἀπὸ τοῦ λῶ, τὸ θέλω· ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον, τοῦτο καὶ θέλει.

Ὤριον ὁ Θηβαῖος μαιμώωσα· ... δύναται δὲ καὶ παρὰ τὸ μῶ, διπλασιασμῷ μαιμῶ. μῶ δὲ τὸ ζητῶ. ἀπὸ τοῦ μῶ μῶμαι. ἀπὸ δὲ τοῦ μαιμῶ Ὅμηρος «μαίμησε δέ οἱ φίλον ἦτορ». παρὰ δὲ τὸ μῶ καὶ τὸ μαίω, «μαιομένη κευθμῶνας», γίνεται.

Σχόλια εἰς Θεόκριτον μάστακα δʼ οἷα τέκνοισι· ... ἢ ζητήσεως ἄξιον· ἐκ τοῦ μῶ, τὸ ζητῶ. ἐπιμάσσεται· παρὰ τὸ μῶ μαίω μάω, ὡς νῶ ναίω νάω· ἀφʼ οὗ καὶ ὁ μαστὸς καὶ ἡ μάσταξ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , μαστεύω· ... μῶ, ὁ μέλλων μάσω, μέμακα μαστὸς καὶ μασθός· ὁ ζητητικὸς τοῖς παισί. καὶ μήτηρ, ἡ ζητοῦσα τὰ πρὸς τροφὴν τοῖς παισίν· μήτηρ οὖν ἐκ τοῦ μαστεύω, τὸ ζητῶ.

Ὤριον ὁ Θηβαῖος μαστός· ... ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, παράγωγον μάζω καὶ μαστός, ὃν ἐπιζητοῦσιν οἱ παῖδες. δύναται δὲ καὶ παρὰ τὸ αὐτὸ μάζω μᾶζα, ἡ ζητουμένη τροφή, ὡς σχίζω σχίζα.

Ἐτυμολογικὸν τὸ Γνήσιον μέλεον· ... παρὰ τὸ λῶ, τὸ θέλω, Ἰωνικῶς ἠλεὸς καὶ μήλεος, ὃν μὴ θέλομεν· οὐδεὶς γὰρ θέλει τὸν μάταιον. εἶτα συστολῇ τοῦ η εἰς ε μέλεος.

Ἑλλάδιος, Φώτιος οἱ δὲ παρὰ τὸ μαάσαι· τὸ γὰρ ζητεῖν Δωριεῖς λέγουσι μῶ καὶ μῶται τὸ τρίτον πρόσωπον παρʼ Ἐπιχάρμῳ καὶ μῶνται παρʼ Εὐφορίωνι καὶ μώμεναι ἡ μετοχὴ παρὰ Σοφοκλεῖ. εὐλογώτερον οὖν τὴν Μοῦσαν ἐντεῦθεν εἰρῆσθαι παντὸς νομιζομένην εὑρέτιν μαθήματος. μαίεσθαι δὲ καὶ Ὅμηρος οἶδε τὸ ζητεῖν καὶ μαῖάν φαμεν τὴν ζητοῦσαν ἰατρὸν τὸ κρυπτόμενον. Μοῦσα· ... ὡς δὲ ἄλλοι μῶσά τίς ἐστι· μῶ γὰρ καὶ μῶμαι, τὸ ζητῶ. Ἐπίχαρμος ὁ κωμικός· «Πύρραν γε μῶ καὶ Δευκαλίωνα.» καὶ τὴν τοῦ Ἑρμοῦ, ὅ ἐστι τὴν τοῦ λόγου μητέρα, Μαῖαν λέγει, παρὰ τὴν ζήτησιν καὶ εὕρεσιν τῶν μαθημάτων. καὶ μαίω, τὸ ζητῶ, ὅθεν καὶ μαῖα καὶ Μοῦσα. ἐτυμώτερον δὲ οἱ Δωριεῖς λέγουσι «Μῶσʼ ἄγε Μῶσα λίγεια».

Ὤριον ὁ Θηβαῖος μῶμος· παρὰ τὸ μῶ, οὗ ὁ μέλλων μώσω· δηλοῖ δὲ τὸ ζητῶ. μῶμος οὖν ὁ ἀεὶ ἐπιζητῶν καὶ μηδὲν τῶν ἄλλων ἱκανὸν εἶναι νομίζων, ἀλλʼ ἐνδεῖν τοῦ κρείττονος, ἀεὶ πᾶν ὁτιοῦν λέγων καὶ διασύρων.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα ναῦς· παρὰ τὸ νέω ὁμοίως, τὸ κολυμβῶ, παράγωγον νεύω, νεύσω ὁ μέλλων, ὡς παρὰ τὸ χέω χεύσω, οὕτω νεύσω νεῦς καὶ ναῦς τροπῇ τοῦ ε εἰς α. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος νέκταρ· ... οἱ δὲ παρὰ τὸ στέρεσθαι τοῦ κτάσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας, οἷον τοῦ θανεῖν, ἀφʼ οὗ τὸ ἀθάνατον δηλοῦσθαι, τὸ μὴ τοῖς κτεινομένοις διδόμενον. νέκταρ· ... τινὲς δὲ ἐπὶ τοῦ θείου πόματος. παρὰ τὸ νε στερητικὸν καὶ τὸ κτῶ γέγονε νέκταρ, οἱονεὶ τὸ στερεῖσθαι ποιοῦν τοῦ κτάσθαι καὶ φονεύεσθαι τοὺς πίνοντας αὐτό, ἀφʼ οὗ δηλοῦσθαι τὸ ἀθάνατον, οἷον τὸ μὴ κτεινομένοις διδόμενον. νέκταρ· παρὰ τὸ κτῶ τὸ σημαῖνον τὸ κτείνω γίνεται κτάρ, καὶ μετὰ τῆς νε στερήσεως νέκταρ, τὸ θεῖον πόμα, ὅπερ τοῖς κτεινομένοις καὶ θνητοῖς οὐ δίδοται.

Ὤριον ὁ Θηβαῖος νῆσος· παρὰ τὸ νῶ, οὗ μέλλων νήσω, δηλοῦν τὸ νήχομαι· πᾶν γὰρ μέρος ἔχει ἐν τῇ θαλάσσῃ, ὥσπερ ἀεὶ τῶν σωμάτων τὰ νηχόμενα. νῆσος· παρὰ τὸ νῶ, τὸ κολυμβῶ, ὁ μέλλων νήσω, γέγονε νῆσος· πᾶν γὰρ μέρος ἔχει ἐν τῇ θαλάσσῃ, ὥσπερ τὰ ἀεὶ νηχόμενα τῶν σωμάτων.

Ὤριον ὁ Θηβαῖος νῆσσα· παρὰ τὸ νέω, τὸ κολυμβῶ, νέσα καὶ τροπῇ τοῦ ε εἰς η καὶ προσθέσει τοῦ σ νῆσσα. νῆσσα· ὡς παρὰ τὸ δόξω δόξα καὶ ἄξω ἄξα καὶ ἄμαξα, οὕτω καὶ παρὰ τὸ νέω, τὸ κολυμβῶ, νῆσα καὶ ἀναδιπλασιασμῷ τοῦ αὐτοῦ συμφώνου νῆσσα.

Ὤριον ὁ Θηβαῖος νήχω· νῶ καὶ νέω· ἔστι δὲ τὸ κολυμβῶ. Ἀριστοφάνης ἐν Ἱππεῦσιν· «ἔνεον ἐν ταῖς ἐμβάσιν». νέω οὖν, προσθέσει τοῦ χ καὶ μεταθέσει τοῦ ε εἰς η νήχω. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ὁμοκλή· κλῶ ἐστι ῥῆμα δηλοῦν τὸ φωνῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ καλῶ κατὰ συγκοπὴν κλῶ, καὶ τροπῇ τοῦ λ εἰς ρ κρῶ, ὅθεν κράζω παράγωγον. τὸ δὲ κλῶ, τὸ φωνῶ, παρʼ Ὁμήρῳ … ὁμοκλὴ οὖν ἡ πᾶσι λεγομένη φωνή. ὁμοκλή· ... ἔστι ῥῆμα κλῶ, τὸ φωνῶ καὶ λέγω· τὸ δὲ κλῶ ἀπὸ τοῦ καλῶ κατὰ συγκοπὴν κλῶ. ἐκ τοῦ οὖν κλῶ καὶ τοῦ ὁμοῦ γέγονεν ὁμοκλῶ καὶ ὁμοκλή, οἱονεὶ ἡ ὁμοῦ πᾶσι λεγομένη φωνή, οἷον «μετὰ δὲ Τρώεσσιν ὁμόκλα», ἀντὶ τοῦ πᾶσιν ἐπεφώνει καὶ ἔλεγεν.

Ἐτυμολογικὸν τὸ Γνήσιον οὖθαρ· ... ἀπὸ τοῦ θῶ, τὸ τρέφω ἢ θάλλω, θὰρ, καὶ κατὰ πλεονασμὸν τῆς ου συλλαβῆς γίνεται οὖθαρ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , οὐκ ἔχαδεν· ... ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, χάζω ἔχαδον.

Ἐτυμολογικὸν τὸ Γνήσιον , παρθένος· ... ἢ παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω· «γυναῖκά τε θήσατο μαζόν», γίνεται ῥηματικὸν ὄνομα θήνη, καὶ μετὰ τῆς παρὰ προθέσεως παραθήνη, καὶ κατὰ συγκοπὴν καὶ τροπῇ παρθένος. ἡ περὶ ταύτην τὴν ἡλικίαν οὖσα καθʼ ἣν ὥραν ἔχει ἐκθρέψαι καὶ ἐκτῆσθαι μαζούς, οὓς ἡ φύσις ἔταξε. τὰς γοῦν μικρὰς παῖδας οὐ προσαγορεύομεν παρθένους, ἀλλὰ τὰς ἤδη ἐπὶ τὸ γυναῖκας εἶναι ἰούσας. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , πέφαμαι· δύο σημαίνει· ἢ τὸ λέλεγμαι ἢ τὸ πεφόνευμαι. ἔστι ῥῆμα φῶ, ὃ σημαίνει τὸ λέγω καὶ τὸ φονεύω, παράγωγον τῶν εἰς μι φημὶ φήσω πέφηκα πέφαμαι πέφασαι πέφαται. ἢ πέφαται καὶ ἔπειτα πεφάσεται.

Ἐτυμολογικὸν τὸ Γνήσιον πεφήσεαι· φονευθήσῃ. ἐκ τούτου καὶ ἀρηΐφατος ὁ ἐν πολέμῳ πεφονευμένος καὶ πρόσφατον κρέας τὸ νεοσφαγές. παρὰ τὸ φῶ, τὸ φονεύω.

Ἐτυμολογικὸν τὸ Γουδιανόν πολυπάμων· ὁ δὲ Φιλόξενος πῶ, φησίν, ἐστὶ τὸ κτῶμαι καὶ πάσασθαι, τὸ κτήσασθαι κυρίως θρέμματα, καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν· «Τρῶες δʼ ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρός», ἀντὶ τοῦ πολυθρεμμάτου. καὶ πασάμενος ἀντὶ τοῦ κτησάμενος. καὶ Θεόκριτος «πασάμενος ποτίτασσε. Συρακοσίαις ἐπιτάσσεις», ἀντὶ τοῦ κτησάμενος. πῶ γὰρ τὸ κτῶμαι καὶ πάσω μέλλων, ὄνομα ῥηματικὸν πάμων καὶ πολυπάμων. πολυπάμων· πῶ, τὸ κτῶμαι, καὶ πάσασθαι, τὸ κτήσασθαι κυρίως θρέμματα, καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν, καὶ πολυπάμων, ἀντὶ τοῦ πολυθρεμμάτου. καὶ πασάμενος πολλάκις Ξενοφῶν λέγει ἀντὶ τοῦ κτησάμενος· καὶ Θεόκριτός φησι «πασάμενος ποτίτασσε. Συρακοσίαις ἐπιτάσσεις», ἀντὶ τοῦ κτησάμενος· πῶ γὰρ τὸ κτῶμαι, ὅθεν πάσω μέλλων, ῥηματικὸν ὄνομα πάμων καὶ πολυπάμων.

Ὤριον ὁ Θηβαῖος πραπίδες· φρῶ ἐστι ῥῆμα κατὰ συναλιφὴν γενόμενον τοῦ προϊῶ. ἀπὸ δὲ τοῦ προϊῶ πρῶ καὶ φρῶ κατὰ μετάθεσιν τοῦ π εἰς φ, ἔνθεν καὶ φρήν. ἄλλο ἀπʼ αὐτοῦ παράγωγον φραπίς, ὡς λέπω λεπίς. οὐδὲν γὰρ εἰς ις μονοσύλλαβον ἐν μόνῳ θηλυκῷ γένει συνεσταλμένον· τὸ γὰρ ἲς καὶ ἲν εὐθεῖαν ἔχει εἰς σ καὶ ν καὶ ἐκτέταται. φρῶ οὖν φραπὶς καὶ πραπίς, ἀφʼ ἧς προΐεται τὰ βουλεύματα. οὕτω Φιλόξενος. πραπίδεσσιν· ... γέγονε δὲ παρὰ τὸ φρῶ, τὸ προϊῶ, φραπίς, ὡς λέπω λεπίς, κόπτω κοπίς, τροπῇ τοῦ φ εἰς π πραπίς, ἀφʼ ἧς προΐεται τὰ βουλεύματα. οὕτω Φιλόξενος. πραπίδες· ... ἔστι ῥῆμα ἱῶ τὸ σημαῖνον τὸ πέμπω, ὅπερ ἐν συνθέσει γίνεται προϊῶ καὶ κατὰ συγκοπὴν πρῶ καὶ φρῶ· ἐκ τούτου γίνεται φραπὶς καὶ πραπίς, ὡς λέπω λεπίς, ἀφʼ ἧς προΐενται τὰ βουλεύματα.

Ὤριον ὁ Θηβαῖος πρόσφατος· κυρίως ὁ νεωστὶ πεφονευμένος. παρὰ τὸ φῶ, τὸ φονεύω, οὗ παράγωγον φημί, ὁ μέλλων φάσω, ὅθεν φατὸς ῥηματικὸν ὄνομα καὶ πρόσφατος. πρόσφατον· κυρίως ἐπὶ τοῦ νεωστὶ πεφονευμένου. ἐκ τοῦ φῶ, τὸ φονεύω, γίνεται παράγωγον φημί, ἐξ οὗ τὸ «πέφαται δʼ ὥριστος Ἀχαιῶν» καὶ ἀρηΐφατος.

Ἐτυμολογικὸν τὸ Γνήσιον, Σχόλια εἰς Θεόκριτον , πρόφρων· ... παρὰ τὴν πρὸ καὶ τὸ φρῶ.

Ὤριον ὁ Θηβαῖος πταίω· πέτω καὶ συγκοπῇ πτῶ καὶ διπλασιασμῷ πίπτω· τὰ γὰρ πετόμενα τοῖς πίπτουσιν ἔοικε. πτῶ οὖν καὶ πταίω. πταίω· ἀπὸ τοῦ πέτω συγκοπῇ πτῶ καὶ κατὰ ἀναδιπλασιασμὸν πίπτω· τὰ γὰρ πετόμενα τοῖς πίπτουσιν ἔοικεν. πτῶ οὖν καὶ κατὰ παραγωγὴν πταίω· ἀπὸ τοῦ πίπτειν πολλάκις τοὺς προσπταίοντας. ἐκ δὲ τοῦ πέτω γίνεται πάλιν ῥῆμα ποτῶ· «μήτηρ δʼ ἀμφεποτᾶτο», ἐν ὑπερθέσει τοῦτ πτοῶ, ἔνθεν τὸ ἐπτοήθην, ὥσπερ καταπέπτωκε.

Ἐτυμολογικὸν τὸ Γνήσιον πῶϋ· τὸ ποίμνιον ... ἢ παρὰ τὸ πῶ, τὸ κτῶμαι, ἐξ οὗ καὶ πάσασθαι, τὸ κτήσασθαι. πῶϋ· σημαίνει τὸ ποίμνιον. γίνεται παρὰ τὸ πῶ, τὸ κτῶμαι· τὰ γὰρ κτήματα ἐπὶ τῶν θρεμμάτων λέγεται.

Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην ἢ ἀπὸ τοῦ ῥάπτειν, ὅπερ ἐστὶ τὰ διεστῶτα καὶ διακεχωρισμένα εἰς ἓν συνάπτοντα ὑγιάζειν. ἔστι γάρ τι ῥῆμα ῥῶ, ὃ σημαίνει τὸ ὑγιάζω, ἔνθεν φαμὲν καὶ τὸ ἔρρωσο ἀντὶ τοῦ ὑγίαινε, καὶ ῥῶσιν τὴν ὑγίειαν· ἀπὸ τοῦ ῥῶ οὖν τούτου γίνεται παράγωγον ῥῆμα τὸ ῥάπτω, ὅθεν καὶ ἕως νῦν ῥάπτας φαμὲν τοὺς τὰ διεστῶτα ἱμάτια εἰς ἓν συνάγοντας καὶ ὑγιές τι ἓν ἀποτελοῦντας. ἀπὸ τοῦ ῥάπτω οὖν τούτου ὁ μέλλων γίνεται ῥάψω, ἀφʼ οὗ παράγωγον ῥαψῳδία.

Ἐτυμολογικὸν τὸ Γνήσιον ῥήτρη· ... παρὰ τὸ ῥῶ, ὃ σημαίνει τὸ λέγω, ῥήσω ῥήτρη.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ῥώμη· ἐπὶ μὲν τῆς ὑγείας παρὰ τὸ ῥῶ, οὗ ὁ παθητικὸς παρακείμενος ἔρρωμαι· ὁ μέλλων ῥώσω, ῥηματικὸν ὄνομα ῥώμη, ὡς γνώσω γνώμη.

Ὤριον ὁ Θηβαῖος σεῖστρον· παρὰ τὸ σείω.

Ἐτυμολογικὸν τὸ Γνήσιον σείω· ... ἢ ἔστι σῶ σείω, ἐξ οὗ σῶ σήθω, τὸ κοσκινίζω.

Ἐτυμολογικὸν τὸ Γνήσιον σεύω· τὸ ὁρμῶ καὶ διώκω. ἀπὸ τοῦ σῶ σεύω.

Ὤριον ὁ Θηβαῖος σήθω· παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείειν ἐν τῷ κοσκίνῳ· ἀπὸ δὲ τούτου τὸ σήθω. Ἡρόδοτος τοῦ σῶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν λέγει σῶσιν, ἀντὶ τοῦ σήθουσιν. ὡς παρὰ τὸ κνῶ κνήθω, ἀλῶ ἀλήθω, πλῶ, ὅθεν τὸ πλῆμι καὶ διπλασιασμῷ πίμπλημι καὶ παράγωγον τοῦ πλῶ πλήθω, οὕτω τοῦ σῶ σήθω. σήθω· παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω, ἐξ οὗ καὶ τὸ σείω. καὶ ἕτερον παράγωγον ῥῆμα ἀπʼ αὐτοῦ σήθω, ὃ δηλοῖ τὴν ἐν τῷ κοσκίνῳ συνεχῆ κίνησιν. Ἡρόδοτος τοῦ σῶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν σῶσιν, ἀντὶ τοῦ σήθουσιν. καὶ ὡς παρὰ τὸ κνῶ κνήθω, ἀλῶ ἀλήθω, πλῶ πλήθω, οὕτω σῶ σήθω. οἱ δὲ Ἀττικοὶ τὸ σῶ τῶ λέγουσιν, ὡς σήμερον τήμερον. παρὰ δὲ τὸ τῶ διατῶ σύνθετον καὶ πλεονασμῷ τοῦ τ διαττῶ λέγουσιν Ἀττικοί.

Ὤριον ὁ Θηβαῖος σκληρός· παρὰ τὸ σκλῶ μονοσύλλαβον, ὅ ἐστιν ἀπὸ τοῦ σκέλλω.

Ὤριον ὁ Θηβαῖος σόλος· ὁ δίσκος. παρὰ τὸ σῶ, τὸ ὁρμῶ καὶ κινῶ· ἀπὸ γὰρ τοῦ σῶ τὸ σείω. τοῦ δὲ σῶ ὁ μέλλων σώσω καὶ ῥηματικὸν ὄνομα κατὰ συστολὴν τοῦ ω εἰς ο καὶ πλεονασμῷ τοῦ λ σόλος. παρὰ τὸ ὅλον σεύεσθαι ὡς στρογγύλον. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος σπείρω· παράγωγον τοῦ σπῶ· ἅμα γὰρ τῷ καταβληθῆναι τὴν σπορὰν σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆσαν εἰς αὐτήν. οὕτω Φιλόξενος. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν θηλειῶν, ὅτε δέχονται τὸ σπέρμα.

Ὤριον ὁ Θηβαῖος στεῖρα· παρὰ τὸ στῶ, οὗ παράγωγον στείω, στεῖρα πλεονασμῷ τοῦ ρ. ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα. οὕτω Φιλόξενος. στεῖρα· ... ἢ παρὰ τὸ στῶ, οὗ παράγωγον στείω, ὡς σῶ σείω, κιχῶ κιχείω καὶ θῶ θείω, καὶ ἐκεῖθεν στεῖα, καὶ πλεονασμῷ τοῦ ρ στεῖρα. ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος στεῦται· ... Φιλόξενος δὲ οὕτω φησίν· ὡς παρὰ τὸ ἀθλῶ ἀθλεύω, οἰνοχοῶ οἰνοχοεύω, λωβῶ λωβεύω, οὕτως καὶ τὸ στῶ στεύω στεύομαι στεύεται στεῦται· ἐπὶ τοῦ ὡρισμένου τῇ ψυχῇ καὶ στάσιν λαμβάνοντος καὶ ὑποθεμένου τι, περὶ οὗ διϊσχυρίζεται εἰπεῖν.

Ὤριον ὁ Θηβαῖος : στήλη· παρὰ τὸ στῶ ῥῆμα, οὗ ὁ μέλλων στήσω, στήλη.

Ὤριον ὁ Θηβαῖος στήμων· παρὰ τὸ στῶ στήσω στήμων, ὡς φιλῶ φιλήσω φιλήμων.

Ὤριον ὁ Θηβαῖος στῦλος· ὡς πλήθω πληθύω, ὕζω ὑζύω καὶ ἄνω ἀνύω, οὕτω καὶ στῶ στύω στύσω στῦλος, ὡς καὶ χῶ χύω χύσω χυλός ὀξυτόνως· τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνόματα διαφόρως τονίζεται.

Ὤριον ὁ Θηβαῖος : σφάζω· φῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἀναιρῶ, οὗ παράγωγον εἰς μι φημί, ἔνθεν φατὸς καὶ ἀρηΐφατος καὶ τὸ πέφαται καὶ πεφάσθαι. τούτου τοῦ φῶ παράγωγον φάζω καὶ πλεονασμῷ τοῦ σ σφάζω.

Ὤριον ὁ Θηβαῖος τάλας· παρὰ τὸ τάλλω καὶ τλῶ κατὰ συγκοπὴν ῥῆμα. τάλας· παρὰ τὸ τάλλω, τὸ κακοπαθῶ, ἔνθεν Ἡσίοδός φησιν «ἐτρέφετʼ ἀτάλλων», ἀντὶ τοῦ μὴ κακοπαθῶν. τάλλω τλῶ.

Ὤριον ὁ Θηβαῖος τέρετρον· τρῶ τρᾷς ἐστι ῥῆμα, ὅπερ ἐστὶ κατὰ συγκοπὴν τοῦ τείρω. παρὰ δὲ τὸ τείρω τέρετρον, ὡς παρὰ τὸ φέρω φέρτρον, λέγω, ἐπὶ τοῦ κοιμῶμαι, λέκτρον. τέρετρον· ... ἔστι ῥῆμα τρῶ τρᾷς, ὅπερ ἀπὸ τοῦ τείρω κατὰ συγκοπήν. παρὰ δὲ τὸ τείρω τέρετρον, ὡς φέρω φέρτρον καὶ παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, λέκτρον. δηλοῖ δὲ τὸ τρῶ τὸ κόπτω, ἔνθεν τὸ τρῶσαι καὶ ἐκτρῶσαι, ὃ δηλοῖ τὸ διακόψαι τὸν τοκετόν.

Ὤριον ὁ Θηβαῖος τηλία· ἡ περιφέρεια τοῦ κοσκίνου. παρὰ τὸ σῶ δηλοῦν τὸ σείω καὶ κινῶ, τὸ σήθω. σῶ σήθω, ἀφʼ οὗ ὄνομα σηλία καὶ τηλία· τρέψαντες γὰρ οἱ Ἀττικοὶ τὸ σ εἰς τ τὸ σῶ τῶ λέγουσι καὶ ἐν συνθέσει διατῶ καὶ πλεονασμῷ τοῦ τ διαττῶ. τηλία· ... Ὠρίων δὲ τὴν περιφέρειαν τοῦ κοσκίνου. παρὰ τὸ σῶ, τὸ σείω καὶ κινῶ, σῶ σήθω, ἀφʼ οὗ ὄνομα σηλία καὶ τηλία· τρέψαντες γὰρ οἱ Ἀττικοὶ τὸ σ εἰς τ τὸ σῶ τῶ λέγουσι· καὶ ἐν συνθέσει τῆς διὰ διαττῶ πλεονασμῷ τοῦ τ.

Ὤριον ὁ Θηβαῖος τλήμων· τλῶ τλήσω τλήμων.

Ὤριον ὁ Θηβαῖος τρίζω· παρὰ τὸ τρῶ τρίζω παράγωγον· δηλοῖ δὲ ὀδυνηράν τινα φωνὴν καὶ ἐπαλγῆ ἀφιέναι· «ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας».

Ὤριον ὁ Θηβαῖος τρύχειν· τρῶ ἐστι ῥῆμα δηλοῦν τὸ βλάπτειν καὶ κακοῦν, οὗ παράγωγον τρώω· Ὅμηρος «οἶνός σε τρώει μελιηδής». τοῦ τρῶ ἄλλο παράγωγον τρύω καὶ προσθέσει τοῦ χ τρύχω.

Ὤριον ὁ Θηβαῖος τρώγω· παρὰ τὸ τρῶ τὸ σημαῖνον τὸ βλάπτω παράγωγον τρώγω. σημαίνει τὸ κατεργάζεσθαι καὶ μὴ ἐᾶν, ἅτινα ἂν τρώγῃ τις, ὑγιᾶ. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος τρῶκται· οὕτω τοὺς Φοίνικάς φησιν Ὅμηρος· «δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, τρώκτης». ἐκ τοῦ τρῶ σημαίνοντος τὸ βλάπτω παράγωγον τρώγω, οὗ μέλλων τρώξω, ῥηματικὸν ὄνομα τρώκτης. ὁ ἐπὶ βλάβῃ τισὶν ἐγκαταμίσγων. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ὑπερφίαλος· παρὰ τὸ φῶ, οὗ παράγωγον φαίνω· ὁ ὑπερφαίνοντα τῶν ἄλλων ἑαυτὸν ἐπιχειρῶν δεῖξαι, ὅ ἐστιν ὑπερήφανος. ἐὰν δὲ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος.

Ὤριον ὁ Θηβαῖος ὑποβλήδην· βλῶ ἐστι ῥῆμα, οὗ μέλλων βλήσω, βλῆσις ὄνομα καὶ ἀνάβλησις. ἀπὸ τοῦ βλῶ βλήσω βλήδην ἐπίρρημα καὶ σύνθετον ὑποβλήδην. οὕτω Φιλόξενος. ὑποβλήδην· ... ἔστι ῥῆμα βλῶ, ὅπερ ἀπὸ τοῦ βάλλω γίνεται κατὰ συγκοπήν, ὁ μέλλων βλήσω· ἀπὸ τούτου γίνεται ἐπίρρημα βλήδην καὶ ἐν συνθέσει ὑποβλήδην.

Ὤριον ὁ Θηβαῖος φάσγανον· ἔστι φῶ, τὸ ἀναιρῶ· τοῦ φῶ παράγωγον φάζω, ὡς βῶ βάζω. τοῦ δὲ φῶ ὁ μέλλων φάσω καὶ ῥηματικὸν ὄνομα φάσγανον, ὡς λείψω λείψανον.

Ὤριον ὁ Θηβαῖος φρόνιμος· φρῶ ἐστι ῥῆμα, ἀφʼ οὗ ὄνομα φρών, οὗ παράγωγον φρῶ φραίνω καὶ εὐφραίνω. ἀπὸ δὲ τοῦ φρῶ ἡ φρήν. παρὰ τὸ ἱῶ καὶ προϊῶ συναλιφῇ φρῶ καὶ φρήν, ἀφʼ ἧς προΐεται τὰ βουλεύματα καὶ αἱ γνῶμαι. τὸ οὖν φρὼν ὄνομα γενικὴν ἔχει φρονός, οὗ παράγωγον φρόνιμος. φρόνιμος· φρῶ ἐστι ῥῆμα, ὅπερ ἀπὸ τοῦ προϊῶ γέγονε πρῶ καὶ φρῶ κατὰ συγκοπὴν καὶ τροπήν. φρῶ οὖν ῥῆμα, ἀφʼ οὗ ὄνομα φρὼν καὶ σύνθετον σώφρων καὶ εὔφρων καὶ ἄφρων δέ· οὗ παράγωγον φραίνω καὶ εὐφραίνω, ἐξ οὗ καὶ τὸ φρήν. τὸ οὖν φρὼν ὄνομα γενικὴν ἔχει φρονός, οὗ παράγωγον φρόνιμος καὶ ἡ φρόνις παρʼ Ὁμήρῳ· «κατὰ δὲ φρόνιν ἤγαγε πολλήν».

Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην σχηματίζεται δὲ ἡ φωνὴ παρὰ τὸ φῶ, τὸ φαίνω, κατὰ πρόσληψιν συλλαβῆς τῆς νη γινομένη· φῶ φωνή· φαίνει γὰρ καὶ λαμπρῶς δηλοῖ τὰ ἐνθυμήματα.

Ὤριον ὁ Θηβαῖος φώς· ... ἢ παρὰ τὸ φῶ, τὸ λέγω· λογικὸν γὰρ ζῷον ὁ ἄνθρωπος. φώς· ... παρὰ τὸ φῶ, τὸ λέγω.

Ἐτυμολογικὸν τὸ Γνήσιον , χάζω· ἀπὸ τοῦ χῶ τοῦ σημαίνοντος τὸ χωρῶ κατὰ παραγωγὴν χάζω.

Ὤριον ὁ Θηβαῖος χαίρω· παρὰ τὸ χέω, οὗ συναλιφὴ χῶ, καὶ παράγωγον χαίρω· τὸ διακεχυμένην καὶ ἡδομένην ἔχειν τὴν ψυχήν. χαίρω· παρὰ τὸ χῶ τὸ σημαῖνον τὸ διαχέω γίνεται παράγωγον χαίρω.

Ὤριον ὁ Θηβαῖος χάος· παρὰ τὸ χῶ χαίω χάος, ὡς δαίω, τὸ καίω, δάος, ἡ λαμπάς· δηλοῖ δὲ τὸ χάος τὸ μέγα καὶ ἀπέραντον χώρημα.

Ὤριον ὁ Θηβαῖος Χάρων· παρὰ τὸν χήσω μέλλοντα δηλοῦντα τὸ χωρῶ. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος χάσμα· παρὰ τὸ χῶ, οὗ παράγωγον χάζω, ὁ μέλλων χάσω, κέχασμαι χάσμα.

Ὤριον ὁ Θηβαῖος χεὰ καὶ χειά· ὁ φωλεός. παρὰ τὸ χέω, οὗ μέλλων μετὰ περισσοῦ τοῦ ι χείσω. δηλοῖ δὲ τὸν χωρεῖν δυνάμενον τόπον. οὕτω Φιλόξενος. Ὅμηρος· «οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται». καὶ μετὰ περισσοῦ τοῦ ο· Καλλίμαχος· «οἱ δʼ ὥστʼ ἐξ ὀχεῆς ὄφις αἴολος αὐχένʼ ἀναύχην». ἐπὶ χειῇ· ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρῆσαι· εἰς αὐτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον· «οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται».

Ὤριον ὁ Θηβαῖος χηλός· τὸ κιβώτιον. χῶ χήσω χηλός, ὡς παρὰ τὸ βῶ βήσω βηλός· χηλὸς δὲ ἡ χωροῦσα ἕκαστον τῶν ἐντιθεμένων. χηλός· ... χῶ χήσω χηλός, ὡς παρὰ τὸ ἥσω ἧλος· ἡ χωροῦσα ἕκαστον τῶν ἐντιθεμένων.

Ὤριον ὁ Θηβαῖος χηραμός· ὁμοίως παρὰ τὸ χῶ, τὸ χωρῶ· χῶ χήσω χῆρος, ὁ ἔρημος, ὁ χωρεῖν δυνάμενος διὰ τὸ κενὸν εἶναι. χῆρος οὖν καὶ παρώνυμον χηραμός.

Ὤριον ὁ Θηβαῖος χῆτος· οὕτως οὐδετέρως τὸ δηλοῦν τὴν ἔνδειαν. ὁμοίως παρὰ τὸν χήσω μέλλοντα. παρὰ δὲ τὸ χῆτος ῥῆμα χητίζω καὶ χατίζω, ὡς θέρος θερίζω, ἄνθος ἀνθίζω ἐξανθίζω. Φιλόξενος. χήτεϊ· ... παρὰ τὸ χῶ ῥῆμα, ὃ σημαίνει τὸ ἐνδεοῦμαι. χῶ οὖν ὁ μέλλων χήσω, ὄνομα ῥηματικὸν χῆτος, ἡ ἔνδεια, καὶ χῆτος ἕτερον ὄνομα οὐδέτερον παρὰ τὸν χήσω μέλλοντα· «χήτεϊ» Ἡσίοδος. παρὰ δὲ τὸ χῆτος ῥῆμα χητίζω καὶ χατίζω, ὡς θέρος θερίζω, ἄνθος ἀνθίζω. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , χθών· ... ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ, οὗ παράγωγον χείω· ὅθεν «οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται». χθών· παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χὼν καὶ πλεονασμῷ τοῦ θ χθών· ἡ πάντας χωροῦσα.

Ὤριον ὁ Θηβαῖος χορός· παρὰ τὸ χῶ, τὸ χωρῶ. ἐπὶ τοῦ τόπου. Ὅμηρος· «λείηναν δὲ χορόν». καὶ μετωνυμικῶς ἐπὶ τῶν συνελθόντων εἴρηται χορός, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον.

Ὤριον ὁ Θηβαῖος χώρα· ... ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ.

Ὤριον ὁ Θηβαῖος χῶρος· παρὰ τὸ χῶ, τὸ χωρῶ. Φιλόξενος οὕτως.

Ὤριον ὁ Θηβαῖος ψεδνός· παρὰ τὸ ψῶ, οὗ μέλλων ψήσω, ῥηματικὸν ὄνομα ψεδνός, ὁ μαδαρός· παρὰ τὸ ἀπεψῆσθαι. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ψιλός· παρὰ τὸ ψῶ, ὅθεν καὶ τὸ καταψῶ· οὗ πᾶν ὁτιοῦν ἀπέψισται καὶ ἀφῄρηται.

Ἰωάννης Μαυρόπους ψύλλα· ἢ παρὰ τὸ ψῶ· πᾶν μέρος γὰρ λεπτύνει.

Ὤριον ὁ Θηβαῖος ψώρα· παρὰ τὸ ψῶ ὁμοίως, οὗ παράγωγον ψαύω. ἐπειδὴ οἱ τῷ πάθει ἐνεχόμενοι τούτῳ πολλὴν ἔχουσιν ὁρμὴν ἐπὶ τὸ ψᾶν τε καὶ κνήθειν τὰ πεπονθότα αὑτῶν μέρη.

Ὤριον ὁ Θηβαῖος ὠμόν· ... ἢ ὡς Φιλόξενος ὠμὸν εἰρῆσθαί φησι τὸ ἐν ταυτότητι μένον· παρὰ τὸ ὦ, τὸ ὑπάρχω, οἷον τὸ ἐν ταυτότητι μένον καὶ μὴ μεταβληθέν.

Ὤριον ὁ Θηβαῖος ὦμος· παρὰ τὸ ὦ τὸ ὑπαρκτικὸν ῥῆμα· ὁ ὑπομένων τὰ βάρη ἰσχυρῶς καὶ τὰ φορτία. καὶ παρὰ τὸν οἴσω μέλλοντα, ἐφʼ οὗ φέρομεν τὰ βάρη καὶ τὰ φορτία, γέγονεν οἶμος καὶ τροπῇ τῆς οι διφθόγγου εἰς ω ὦμος. ὡς ἐκ τοῦ ἐναντίου ἀγκὼν ἀγκώνη ἔδει λέγεσθαι καὶ τροπῇ τοῦ ω εἰς οι ἀγκοίνη. τοιοῦτόν ἐστι καὶ τὸ θοίνη. ἀπὸ τοῦ θῶ τοῦ δηλοῦντος τὸ τρέφω, ὁ μέλλων θώσω, θώνη ἔδει· καὶ λέγεται θοίνη.

ΠΕΡΙ ΣΗΜΕΙΩΝ ΤΩΝ ΕΝ ΤΗΙ ΙΛΙΑΔΙ

Φρύνιχος ὁ Βιθυνός υἱέα· ἐν ἐπιστολῇ ποτε Ἀλεξάνδρου τοῦ σοφιστοῦ εὗρον τοὔνομα τοῦτο γεγραμμένον, καὶ σφόδρα ἐμεμψάμην· οὐ γάρ, ἐπεὶ υἱέος καὶ υἱεῖ ἐστιν, εὐθὺς καὶ τὸν υἱέα εὕροι τις ἄν, ἀλλὰ τὴν αἰτιατικὴν υἱὸν λέγουσιν οἱ ἀρχαῖοι. τοῦτο δὲ καὶ Φιλόξενος ἐν τοῖς εʹ Περὶ τῆς Ἰλιάδος συγγράμμασι δαψιλέστατα ἀπέφηνεν, ἀδόκιμον μὲν εἶναι τὸν υἱέα, δόκιμον δὲ τὸν υἱόν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν κόλπον ἐνέπλησεν· ἐνέπρησεν Φιλόξενος καὶ Ἀρίσταρχος. περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχος ἐν ὑπομνήματί φησιν οὕτως· «τὸ αἷμα ἀπὸ τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν».

ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΜΙ ΛΗΓΟΝΤΩΝ ΡΗΜΑΤΩΝ

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν δαινῦτό τε λαός· ... Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον.

ΠΕΡΙ ΑΝΑΔΙΠΛΑΣΙΑΣΜΟΥ

Ἐτυμολογικὸν τὸ Γουδιανόν ἀκαλός· «ἐξ ἀκαλαρρείταο», τοῦ πραέως καὶ ἠρέμα ῥέοντος. εἴρηται δὲ παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν· «ἀκὴν ἐγένοντο σιωπῇ». καὶ ἄλλο παράγωγον· ἐκ τοῦ ἄκος καὶ τοῦ αλ πάλιν πλεονάσαντος ἐγένετο ἀκαλός. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ. ἀκαλός· «ἀκαλαρρείταο». παρὰ τὴν ἀκὴν δηλοῦσαν τὴν ἡσυχίαν. καὶ ἄλλο παράγωγον. ἐκ τοῦ ἄκος καὶ τοῦ αλ πλεονάσαντος ἐγένετο ἀκαλός.

Ἐτυμολογικὸν τὸ Γουδιανόν ἀλακάτη καὶ ἠλακάτη· ἀπὸ τοῦ ἄγω ἄξω ἀκτὸς εἴρηται καὶ ἀκτή, καὶ κατὰ πλεονασμὸν ἐν μέσῳ τοῦ α ἀκάτη· καὶ ἐπεισελθόντος πάλιν τοῦ αλ μορίου, ὡς ἐπὶ ἄλλων πλείστων, ὠνομάσθη ἀλακάτη καὶ ἠλακάτη κατὰ Ἴωνας· τὸ ἀγωγὸν τοῦ περιάγοντος αὐτὴν καὶ γινομένου νήματος ἐρίου ἢ λίνου. ἠλακάτη οὖν κατὰ Ἴωνας, ὡς ἀπεδανὸς καὶ ἠπεδανός. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ. ἀλακάτη· καὶ ἠλακάτη Ἰωνικῶς· παρὰ τὸ ἄγω ἄξω γίνεται ὄνομα ῥηματικὸν ἀκτὸς καὶ τὸ θηλυκὸν ἀκτή, καὶ πλεονασμῷ τοῦ α ἀκάτη· καὶ πάλιν ὑπεισελθούσης τῆς αλ συλλαβῆς, ὥσπερ εἴωθε γίνεσθαι, ἀλακάτη· ἡ ἄγουσα τὸ ἔριον ἢ λίνον. οὕτως Ὠρίων.

Ὤριον ὁ Θηβαῖος βαμβαίνω· παρὰ τὸ βαίνω· οἱ γὰρ κατάσχετοι ὑπὸ φόβου οὐχ οἷοί τε εἶναι ἑδραῖοι ταῖς βάσεσιν ἀμφοτέραις, ὡς ὑπὸ Ὁμήρου παραδέδοται· «ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει». ἀπὸ μεταφορᾶς οὖν τῶν ποδῶν εἴρηται ἐπὶ τῶν ἑδραίαν τὴν φωνὴν ἔχειν μὴ δυναμένων. βαίνω βαβαίνω καὶ βαμβαίνω. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ. βαμβαίνει· ... εἴρηται ἀπὸ μεταφορᾶς τῶν ποδῶν ἐπὶ τῶν μὴ ἑδραίαν τὴν φωνὴν ἐχόντων· οἱ γὰρ κατάσχετοι ὑπὸ φόβου οὐχ οἷοί τε ἑδραῖοι ἀμφοτέραις ταῖς βάσεσιν εἶναι, ὥς φησιν ὁ ποιητής· «ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει». ἔστιν οὖν βαίνω καὶ κατὰ ἀναδιπλασιασμὸν βαβαίνω καὶ πλεονασμῷ τοῦ μ βαμβαίνω· τὸ ὑπὸ τρόμου ἠχεῖν τοὺς ὀδόντας καὶ ἀνάρθρως λέγειν.

Ὤριον ὁ Θηβαῖος γαγγαλίζω· παρὰ τὸ γελῶ γελίζω καὶ τροπῇ τοῦ ε εἰς τὸ α γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμῷ τοῦ γ γαγγαλίζω, τὸ εἰς γέλωτα ἄγω. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ.

Ὤριον ὁ Θηβαῖος γυνή· ... ὁ δὲ Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ φησιν, ὅτι γῶ ἐστι ῥῆμα δηλοῦν τὸ δέχομαι καὶ λαμβάνω, ὅθεν καὶ γωρυτός, ὁ δεχόμενος τὸ ῥυτόν. γῶ γωγυία γυνή, ἡ δεκτικὴ τοῦ σπέρματος. γυνή· παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γυνή, ἡ δεκτικὴ τοῦ σπέρματος. γωρυτός· παρὰ τὸ γῶ, τὸ λαμβάνω· ὅπερ εἴρηται ἀπὸ τῆς γῆς τῆς τὰ πάντα λαμβανούσης καὶ χωρούσης γωρυτὸς οὖν ὁ λαμβάνων καὶ δεχόμενος τὸ ῥυτόν, τουτέστι τὸ τόξον.

Ἐπιμερισμοὶ Ὁμηρικοί ἐγγυαλίξαι· τὸ εἰς χεῖρας παρασχεῖν, ἐγχειρίσαι. ἔστι ῥῆμα γῶ, τὸ χωρῶ, ἐξ οὗ γυῖον, τὸ κοῖλον τῆς χειρός· γυῖα γὰρ οἱ πόδες καὶ αἱ χεῖρες καλοῦνται· ἀφʼ οὗ καὶ γῆ, ἡ πάντα χωροῦσα καὶ πάντα λαμβάνουσα. οὗ παράγωγον γύω· τοῦτο δὲ πάλιν ποιεῖ παράγωγον κατὰ πλεονασμὸν τοῦ αλ γυαλίζω, ὡς Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ, καὶ μετὰ τῆς ἐν προθέσεως ἐγγυαλίζω, ὁ ἀόριστος ἐγγυάλιξα καὶ τὸ ἀπαρέμφατον ἐγγυαλίξαι. ἐγγυαλίξαι· τὸ εἰς χεῖρας παρασχεῖν. γέγονε παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, ὅθεν καὶ γωρυτός, ὁ δεχόμενος τὰ ῥυτά, γύω ῥῆμα, ἀφʼ οὗ καὶ γυῖα, αἱ χεῖρες, ἃς πρὸς τὸ λαβεῖν καὶ συνέχειν ἐδημιούργησεν ἡ φύσις· ἕτερον παράγωγον γυΐζω καὶ ἐν συνθέσει κατὰ πλεονασμὸν τῆς αλ συλλαβῆς γέγονεν ἐγγυαλίζω. ἐγγυαλίζω· ἔστι γῶ, τὸ χωρῶ καὶ δέχομαι· τοῦτο κατὰ παραγωγὴν γύω, καὶ ἐξ αὐτοῦ γυῖα, τὰ μέλη. ἔστιν οὖν γύω καὶ κατὰ παραγωγὴν γυΐζω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς γυαλίζω· ὡς παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, εἴκιον καὶ ἐνίκιον καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς καὶ προσθέσει τοῦ γ ἐναλίγκιον, οὕτω καὶ τοῦτο. κυρίως δὲ ἐγγυαλίζειν τὸ εἰς χεῖρας δοῦναί τι καὶ παρασχεῖν. ἐγγυαλίξαι· ... παρὰ τὸ γῶ ῥῆμα τὸ δηλοῦν τὸ χωρῶ ἢ δέχομαι καὶ λαμβάνω, ὅθεν καὶ γωρυτός, ὁ δεχόμενος τὸ ῥυτόν, τουτέστι τὸ τόξον.

Ὤριον ὁ Θηβαῖος εἰδαλίμας· παρὰ τὸ εἶδος εἴδιμος· ὡς πεύκη πεύκιμος, κῦδος κύδιμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς πευκάλιμος καὶ κυδάλιμος, οὕτως εἶδος εἴδιμος καὶ εἰδάλιμος. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ.

Ὤριον ὁ Θηβαῖος ἐναλίγκιος· παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ὥσπερ παρὰ τὸ πήσσω πάγιος, ἁρμόζω ἁρμόδιος, οὕτω καὶ παρὰ τὸ εἴκω εἴκιος. καὶ ὥσπερ τὸ εἴκελος ἀποβάλλει τὸ ε, «εἴκελος ἀστεροπῇ», οὕτω καὶ παρὰ τὸ εἴκω εἴκιος ἐνείκιος καὶ χωρὶς τοῦ ε καὶ προσιόντος τοῦ αλ καὶ πλεονάσαντος τοῦ γ διὰ τὰ ἐπάλληλα βραχέα ἐναλίγκιος. Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ. ἐναλίγκιος· ... ὡς παρὰ τὸ πήσσω γίνεται πάγιος καὶ παρὰ τὸ ἁρμόζω ἁρμόδιος, οὕτως καὶ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκιος· καὶ ἐπειδὴ πολλάκις τὰ τοιαῦτα διὰ χρείαν μέτρου ἀποβάλλουσι τῆς ει διφθόγγου τὸ ε, οἷον «εἴκελος ἀστεροπῇ» καὶ «τῷ δʼ ἴκελος κατέδυ Τρώων πόλιν», τούτου χάριν καὶ τοῦτο ἀποβάλλει τὸ ε τῆς ει διφθόγγου καὶ γίνεται ἴκιος καὶ ἐνίκιος καὶ προσελθούσης τῆς αλ συλλαβῆς μετὰ πλεονασμοῦ τοῦ γ διὰ τὰ ἐπάλληλα βραχέα γέγονεν ἐναλίγκιος.

Ὤριον ὁ Θηβαῖος ἰξάλου αἰγός· παρὰ τὸν ἵξω μέλλοντα. πολλάκις δὲ τὰ παράγωγα ἀλλάσσει τὸ πνεῦμα καὶ ἀπὸ δασέος γίνεται ψιλόν, οἷον ἅμα δασύνεται, ἄμυδις δὲ ψιλοῦται. ἱδρὼς δασύνεται … οὕτως ἵκω ἵξω ἴξαλος. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ. ἰξάλου· ... παρὰ τὸν ἵξω μέλλοντα γέγονεν ἴξαλος. δεῖ δὲ γινώσκειν ὅτι πολλάκις τὰ παράγωγα ἀλλάσσουσι τὸ πνεῦμα καὶ ἀπὸ μὲν δασέος γίνεται ψιλόν, οἷον τὸ ἅμα δασύνεται, τὸ δὲ ἄμυδις ψιλοῦται· τὸ ἥλιος δασύνεται, τὸ δὲ ἀπηλιώτης ψιλοῦται. οὕτως οὖν καὶ ἵξω ἴξαλος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα μάγειρος· ... καὶ Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ πλεονασμὸν λέγει τοῦ μ· παρὰ τὸ ἀγείρειν, τὸ ἀθροίζειν, ἤτοι ἐξ ὧν ἀρτύει ἢ ὧν παρασκευάζει ὄψων.

Ὤριον ὁ Θηβαῖος μαρμαρυγή· μαίρω ἐστὶ ῥῆμα, ἀφʼ οὗ μαρμαίρω· ἕτερον ὄνομα παράγωγον μαρμαρύζω· ῥηματικὸν ὄνομα μαρμαρυγή. καὶ ὡς ἀπὸ τοῦ ἁρπάζω ἁρπαγή, ὀλολύζω ὀλολυγή, οὕτω καὶ ἀπὸ τοῦ μαρμαρύζω μαρμαρυγή. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ.

Ὤριον ὁ Θηβαῖος μασῶμαι· παρὰ τὸ σῶ, ὃ δηλοῖ τὸ σείω καὶ κινῶ, ἀφʼ οὗ καὶ τὸ σήθω, καὶ προσλαβὸν τὴν μα συλλαβὴν ἐποίησε τὸ μασῶ καὶ μασῶμαι, τὸ εἰς λεπτὰ τὴν τροφὴν κερματίζειν καὶ κατακόπτειν. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ.

Ὤριον ὁ Θηβαῖος ὄρφνη· παρὰ τὸ ἐρέφω, ὅ ἐστι σκέπω, γίνεται ὀροφή, πλεονασμῷ τοῦ ν ὀροφνὴ καὶ συγκοπῇ ὄρφνη, ἡ σκέπουσα τὸ φῶς. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ.

Ὤριον ὁ Θηβαῖος ὄχλος· χλῶ ἐστι ῥῆμα … παρὰ Πινδάρῳ ἐν τοῖς Ὀλυμπιονίκαις· «τριπλόος ὁ κεχλαδώς», ὁ πληθύων. ἀπὸ τοῦ χλῶ παράγωγον χλάζω καὶ ἀναδιπλασιασμῷ καχλάζω, οὗ παρατατικὸς ἐκάχλαζον. τὸ οὖν χλῶ ῥῆμα ὄνομα ῥηματικὸν ποιεῖ χλός, ἐπεκτάσει τὴν διὰ τοῦ ο αὔξησιν λαβὸν ἀπέφηνεν ὄνομα ὄχλος, τὸ πληθύος σύστημα. οὕτω Φιλόξενος ἐν τῷ Περὶ ἀναδιπλασιασμοῦ. ὄχλος· παρὰ τὸ χλῶ, ἔνθεν καὶ τὸ παρὰ Πινδάρῳ ἐν Ὀλυμπιονίκαις, οἷον, «τριπλόος ὁ κεχλαδώς», ἀντὶ τοῦ ὁ πληθύων. χλῶ οὖν καὶ ῥηματικὸν ὄνομα κατʼ ἐπένθεσιν τοῦ ο ὄχλος. ἐκ δὲ τοῦ χλῶ καὶ τὸ καχλάζω κατὰ ἀναδιπλασιασμόν.

ΠΕΡΙ ΑΝΑΔΙΠΛΑΣΙΑΣΜΟΥ

Ὤριον ὁ Θηβαῖος ἀκωκή· παρὰ τὴν ἀκήν ἐστι, καὶ ἀναδιπλασιασμῷ ἀκωκή, ὡς ἄγω ἀγωγή. ἀκωκή· ἡ ὀξύτης τοῦ βέλους. παρὰ τὸ ἀκὴ γίνεται κατὰ ἀναδιπλασιασμὸν ἀκωκή, ὡς ἔδω ἐδωδή.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀλαλκέμεν· ἀλκεῖν· καὶ ἐγένετο ἀλκὲν κατὰ συστολήν, καὶ ἐκβολῇ τοῦ ν καὶ προσθέσει τῆς μεν ἀλκέμεν καὶ ἐξ αὐτοῦ ἀλκέμεναι καὶ πλεονασμῷ τῆς αλ ἀλαλκέμεναι.

Ὤριον ὁ Θηβαῖος ἀμαλδῦναι· τὸ ἀφανίσαι. παρὰ τὴν ἄμμον ἀποβολῇ τοῦ ἑνὸς μ ἀμῶ γίνεται· ὡς δοῦλος δουλῶ, φίλος φιλῶ, οἶκος οἰκῶ, οὕτω καὶ ἄμμος ἀμῶ καὶ ἄλλο παράγωγον ἀμύνω· καὶ προσελθόντος τοῦ αλ, ὡς ἐπὶ πολλῶν ἄλλων, ἀμαλύνω γίνεται· πλεονασμῷ τοῦ δ ἀμαλδύνω. ἀμαλδῦναι· ... ἢ ἁπλῶς τὸ ἀφανίσαι ἢ ὁμαλίσαι, οἷον «τεῖχος ἀμαλδῦναι». παρὰ τὴν ἄμμον, οἷον ἄμμος ἀμμῶ καὶ ἀμῶ, ὡς δοῦλος δουλῶ καὶ φίλος φιλῶ, παράγωγον ἀμύνω, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς καὶ τοῦ δ ἀμαλδύνω. οὕτως Ὠρίων.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀμιχθαλόεσσαν· σημαίνει δὲ τὴν ἐκ θαλάσσης ἀπρόσμικτον οὖσαν διὰ τὸ μὴ ἔχειν λιμένα· «καὶ Λῆμνον ἀμιχθαλόεσσαν». γέγονε παρὰ τὸ ἄμικτος ἀμικτόεις, ὡς βροτὸς βροτόεις, καὶ τροπῇ τοῦ κ εἰς χ ἀμιχθόεις καὶ τὸ θηλυκὸν ἀμιχθόεσσα, ὡς αὐδήεις αὐδήεσσα, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἀμιχθαλόεσσα ... οὕτως Ὠρίων.

Ὤριον ὁ Θηβαῖος ἄρτος· παρὰ τὸ αἴρειν, τὸ προσφέρειν, καὶ μάττειν. καὶ Ἱπποκράτης προσάρματα τὰ σιτία φησί. καὶ Ἀριστοφάνης «αἶρʼ αἶρε μᾶζαν». καὶ ἁρμαλιὰ ἐπὶ τῆς τροφῆς. παρὰ τὸ αἴρω, τὸ προσφέρω, ἁρμός, ὡς καθαίρω καθαρμός. παρὰ οὖν τὸ ἁρμὸς ἁρμιά, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἁρμαλιά. ἄρτος· οἷον «ἄρτος δισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο». παρὰ τὸ αἴρειν, ὅ ἐστι καθʼ ἑκάστην προσφέρειν. καὶ Ἱπποκράτης προσάρματα τὰ σιτία λέγει. ἁρμαλιά· ἡ τροφή ... ἢ παρὰ τὸ αἴρειν τὰ σώματα γίνεται ἁρμός, ὡς καθαίρω καθαρμός, οὕτω αἴρω ἁρμός, ἀφʼ οὗ παρώνυμον ἁρμιά, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἁρμαλιά. ἁρμαλιά· ἡ τροφή ... ἢ παρὰ τὸ αἴρω, τὸ προσφέρω, ἐστίν, ὡς Ἱπποκράτης ἐν Ἀφορισμοῖς προσάρματα τὰς τροφὰς καλεῖ· ὡς δὲ καθαίρω καθαρμός, σαίρω σαρμὸς παρʼ Ἱππώνακτι

Ὤριον ὁ Θηβαῖος γάγγαμον· δίκτυόν ἐστιν. ὡς … γάζω γάσω γάμος γάγγαμος καὶ γάγγαμον πλεονασμῷ τοῦ γ καὶ διπλασιασμῷ. ἀπὸ τοῦ λαμβάνειν τὰ ἀγρευόμενα. γάγγαμον σημαίνει τὸ δίκτυον. Αἰσχύλος· «μήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαι μέγα δουλείας γάγγαμον ἄτης παναλώτου». παρὰ τὸ γῶ ῥῆμα τὸ σημαῖνον τὸ λαμβάνω γίνεται γάζω. καὶ ὡς σκεδῶ σκεδάζω σκεδασμός, κλύζω κλυσμὸς καὶ κατακλυσμός, οὕτω γάζω γασμὸς καὶ κατʼ ἔλλειψιν τοῦ σ καὶ διπλασιασμῷ γάγγαμον, τὸ λαμβάνον δίκτυον.

Ὤριον ὁ Θηβαῖος γύαλον· κυρίως τὸ κοῖλον τῆς χειρός. παρὰ τὸ γύω, ἀφʼ οὗ γύον καὶ γυῖον. τὸ δὲ γύω παράγωγον τοῦ γῶ δηλοῦντος τὸ λαμβάνω, ἀφʼ οὗ γῆ, ἡ πάντα λαμβάνουσα. γύον οὖν καὶ πλεονασμῷ τοῦ αλ γύαλον. γύαλον· ... κυρίως δὲ τὸ κοῖλον τῆς χειρὸς λέγεται γύαλον. παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γίνεται παράγωγον γύω, ἀφʼ οὗ γύον καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς γύαλον, ὡς πτύω πτύον πτύαλον. ἡ πάντα χωροῦσα καὶ λαμβάνουσα.

Ὤριον ὁ Θηβαῖος δαιταλεύς· δαὶς δαιτὸς δαιτεύς, ὡς μέλανος μελανεύς, λέοντος λεοντεύς· δαιτεὺς καὶ πλεονασμῷ τοῦ αλ δαιταλεύς. καὶ Δαιταλεῖς δρᾶμα Ἀριστοφάνους, ἐπειδὴ ἐν ἱερῷ Ἡρακλέους δειπνοῦντες καὶ ἀναστάντες χορὸς ἐγένοντο. δαιταλεῖς· ... ὥσπερ παρὰ τὸ μέλας μέλανος γίνεται μελανεὺς καὶ λέων λέοντος λεοντεύς, οὕτως καὶ παρὰ τὸ δαὶς δαιτὸς δαιτεὺς καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς δαιταλεὺς καὶ δαιταλεῖς.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἐδνοπάλιζεν· δονῶ δονοπίζω, πλεονασμῷ δονοπαλίζω, συγκοπῇ δνοπαλίζω, ὡς πυκτεύω «πυκταλεύω».

Ὤριον ὁ Θηβαῖος ἐδωδή· παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἐδὴ καὶ κατὰ ἀναδιπλασιασμὸν ἐδηδὴ καὶ ἐδωδὴ κατὰ τροπὴν τοῦ η εἰς ω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τοῦ Συμεῶνος ἐντροπαλιζόμενος· ὥσπερ φέρω φορῶ παράγωγον, φέβω φοβῶ, ἀφʼ οὗ «οὐδὲ φέβοντο», βρέμω βρομῶ, «σταθμῷ ἐνὶ βρομέουσι», οὕτως τρέπω τροπῶ. ἢ καὶ ἄλλῃ παραγωγῇ· ὡς κομῶ κομίζω, αἰτῶ αἰτίζω, «αἰτίζων ἀκόλους», οὕτω καὶ τροπῶ τροπίζω καὶ προσελθούσης τῆς αλ συλλαβῆς τροπαλίζω, «ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων». τὸ δὲ τροπαλίζω καὶ χωρὶς τῆς ἐν προθέσεως εἴρηται· «πρὶν δʼ οὔ τι μετατροπαλίζεο φεύγων». τοιαῦτα δέ εἰσι ῥήματα καὶ ἀπὸ τῶν εἰς ης ὀνομάτων εἰς ζω παραγόμενα πλεονασμῷ τῆς αλ συλλαβῆς· πύκτης πυκτίζω πυκταλίζω· Ἀνακρέων «ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω». καὶ Σώφρων φησὶν ἀπὸ τοῦ πυκτεύω «πυκταλεύω». ἐντροπαλιζόμενος· ... ἐκ τοῦ τρέπω τροπῶ τροπίζω καὶ κατὰ πρόσθεσιν τῆς αλ συλλαβῆς μετὰ τῆς ἐν προθέσεως γίνεται ἐντροπαλίζω καὶ ἐντροπαλιζόμενος. εἴρηται δὲ καὶ χωρὶς τῆς ἐν προθέσεως· «πρὶν δʼ οὔ τι μετατροπαλίζεο φεύγων». τοιαῦτα δέ εἰσιν ῥήματα εἰς ζω λήγοντα ἀπὸ τῶν εἰς ης παραγόμενα κατὰ πλεονασμὸν τῆς αλ συλλαβῆς, οἷον πύκτης πυκτίζω πυκταλίζω· Ἀνακρέων, οἷον «ὡς ἤδη πρὸς Ἔρωτα πυκταλίζω». καὶ Σώφρων φησὶν ἀπὸ τοῦ πυκτεύω «πυκταλεύω».

Ὤριον ὁ Θηβαῖος Ἐνυάλιος· παρὰ τὴν Ἐνυὼ δαίμονα, ἥτις ἐστὶ προστάτις τοῦ πολέμου, κτητικὸς τύπος γέγονεν Ἐνυὼ ἐνύϊος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς Ἐνυάλιος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τοῦ Συμεῶνος ἡγηλάζει· ὡς ἀκούω ἀκουάζω, κύπτω κυπτάζω, οὕτως ἄγω ἀγάζω καὶ πλεονασμῷ τῆς αλ ἀγαλάζω καὶ Ἰωνικῇ τροπῇ τοῦ α εἰς η ἠγηλάζω.

Ὤριον ὁ Θηβαῖος ἰδάλιμος· ἶδος· τούτου παράγωγον ἴδιμος, προσθέσει τοῦ αλ ἰδάλιμος. οὕτω Φιλόξενος. ἰδάλιμος· ... ἔστι ῥῆμα ἰδίω τὸ σημαῖνον τὸ ἱδρῶ· «ἴδιον, ὡς ἐνόησα»· ἐκ τούτου γίνεται ἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰδάλιμος. Ὠρίων.

Ὤριον ὁ Θηβαῖος κάγκανα· ξηρά, εἰς καῦσιν ἐπιτήδεια ξύλα. παρὰ τὸ καίω ῥηματικὸν ὄνομα κάνον, καὶ ὡς τέκω τέκανον καὶ συγκοπῇ τέκνον, οὕτω καίω κάνον καὶ ἀναδιπλασιασμῷ κάκανον καὶ πλεονάσαντος τοῦ γ κάγκανον. κάγκανα· τὰ ξηρὰ ξύλα καὶ εἰς καῦσιν ἐπιτήδεια ... ἢ ὥσπερ ἀπὸ τοῦ τέκω γίνεται τέκανον καὶ κατὰ συγκοπὴν τέκνον, οὕτως καὶ παρὰ τὸ καίω γίνεται ῥηματικὸν ὄνομα κάνον καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμῷ τοῦ γ κάγκανον.

Ὤριον ὁ Θηβαῖος καγχαλᾶν· διπλασιασμῷ καὶ πλεονασμῷ τοῦ γ ἐκ τοῦ χῶ χαλῶ καὶ καχαλῶ καγχαλῶ. παρὰ τὸ ἐν χαλάσματι εἶναι τὴν ψυχὴν χαίρουσαν, εἴ γε τὸ ἐναντίον ἐν τῇ λύπῃ συνέσταλται, ἔνθεν τὸ ἄχεσθαι, παρὰ τὸ μὴ διαχεῖσθαι. καγχαλᾶν· χαίρειν. ὡς παρὰ τὸ χῶ γίνεται κατὰ παραγωγὴν χαίρω, οὕτως καὶ παρὰ τὸ χῶ χλῶ καὶ κατὰ παραγωγὴν χαλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμῷ τοῦ γ γίνεται χαγχαλῶ καὶ τροπῇ τοῦ χ εἰς κ καγχαλῶ· διὰ τὸ ἐν χαλάσμασιν εἶναι τὴν ψυχὴν χαίρουσαν. ἔστι δὲ ὅτε καὶ τὸ ἐν τῇ λύπῃ συστέλλεσθαι σημαίνειν τὴν λέξιν.

Ὤριον ὁ Θηβαῖος κακκάβη· ἐπὶ θηλυκοῦ. ἀπὸ τοῦ κάπτω δηλοῦντος τὸ κοιλαίνω· κάπτω κάβη τὸ ῥηματικὸν ὄνομα καὶ ἀναδιπλασιασμῷ κακάβη καὶ πλεονασμῷ τοῦ κ κακκάβη. σκεῦος ὃ πρὸς ἕψησιν ἐπιτήδειον. κάκκαβος ἐπὶ ἀρσενικοῦ. κακκάβη· σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον. παρὰ τὸ κάπτω ῥῆμα τὸ δηλοῦν τὸ κοιλαίνω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα κάβη καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμῷ τοῦ κ κακκάβη. ἀναλογώτερον δὲ θέλουσι λέγειν ἡ κάκκαβος θηλυκόν· τὸ γὰρ ἀρσενικὸν ὁ κάκκαβος παντελῶς ἀδόκιμον. οὕτως Ὠρίων.

Ἐτυμολογικὸν τὸ Γνήσιον καρπαλίμως· ... ὡς παρὰ τὸ γόνος γίνεται γόνιμος καὶ πομπὸς πόμπιμος, οὕτως καὶ παρὰ τὸ κάπω, τὸ πνέω, ἐξ οὗ τὸ καπύω, οἷον «ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε», γίνεται κάπος, τὸ πνεῦμα, καὶ πλεονασμῷ τοῦ ν καπνός, ὡς σέβω σεμνός, τέρπω τερπνός· εἶτα μετὰ πλεονασμοῦ τοῦ ρ γίνεται καρπνός, ὅπερ καθʼ ὑπέρθεσιν τοῦ ρ καὶ πλεονασμὸν τοῦ ι κραιπνὸς γίνεται, ὃ σημαίνει τὸν ταχύν. ἀπὸ γοῦν τοῦ καρπνὸς καὶ κάρπνιμος, ὡς ἀπὸ τοῦ ἀγωγὸς ἀγώγιμος, ἀποβολῇ τοῦ ν καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς καρπάλιμος· καὶ καρπαλίμως ἐξ αὐτοῦ τὸ ἐπίρρημα.

Ὤριον ὁ Θηβαῖος καρχαρόδους· παρὰ τὸ χαράσσω. ὁ κεχαραγμένους ἔχων τοὺς ὀδόντας, οἷον ὠξυμμένους. καρχαρόδους· ὁ κεχαραγμένους ἔχων τοὺς ὀδόντας ... εἴρηται παρὰ τὸ χαράσσω ῥῆμα, ὅπερ ἐν συνθέσει μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους καὶ κατὰ ἀναδιπλασιασμὸν χαρχαρόδους καὶ καρχαρόδους.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κικλήσκω· ἀπὸ τοῦ κλῶ τοῦ σημαίνοντος τὸ καλῶ γίνεται κλήσκω καὶ κατὰ ἀναδιπλασιασμὸν κικλήσκω, ὡς τρώσω τιτρώσκω.

Ὤριον ὁ Θηβαῖος κοάλεμος· παρὰ τὸ κοῶ ῥῆμα, τὸ νοῶ. κοῶ οὖν κόεμος παράγωγον, ὡς ἔχω ἔχεμος, καὶ πλεονασμῷ τοῦ αλ κοάλεμος εἴρηται, ὁ μωρός. κοάλεμος· ὁ μωρός. ὡς παρʼ Ἀριστοφάνει ἐν Ἱππεῦσιν, οἷον «κοάλεμον αἱματοπώτην». παρὰ τὸ κοῶ ῥῆμα δηλοῦν τὸ νοῶ, οἷον «ἡ δʼ ἐκόησεν, οὕνεκεν γένος ἔσκεν» Καλλίμαχος, γέγονε ῥηματικὸν ὄνομα κόεμος, ὡς ἔχω ἔχεμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς κοάλεμος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κονίσαλος· ... ἢ παρὰ τὸν κονίσω μέλλοντα γίνεται κονίσαλος, ὡς καὶ παρὰ τὸν ἵξω ἴξαλος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κυδάλιμος· ἀπὸ τοῦ κῦδος γίνεται κύδιμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς κυδάλιμος.

Ἐτυμολογικὸν τὸ Γνήσιον μάσσω· τὸ μαλάσσω καὶ σπογγίζω. ἀπὸ τοῦ μα καὶ τοῦ ἆσσον, τὸ ἐγγύς· οἱ γὰρ ἐφαπτόμενοι τοῦ σπογγίζειν ἆσσον καὶ ἐγγὺς ἔρχονται. παρὰ τοῦτο τὸ μάσσω πλεονασμῷ τῆς αλ συλλαβῆς μαλάσσω, ὡς κύδιμος κυδάλιμος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν, Ἐτυμολογικὸν τὸ Μέγα μασχάλη· παρὰ τὸ σχῶ σχήσω σχήλη, ὡς στήσω στήλη, καὶ μεταθέσει τοῦ η εἰς α σχάλη, καὶ κατὰ ἀναδιπλασιασμὸν τῆς μα συλλαβῆς μασχάλη· ἡ λίαν κατέχουσα ἅτινα ἂν σχῇ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν, Ἐτυμολογικὸν τὸ Μέγα μάχλος· παρὰ τὸ χαλῶ χαλὸς καὶ μαχαλὸς πλεονασμῷ τοῦ μα, καὶ συγκοπῇ μάχλος, ὁ κατωφερής. καὶ παρώνυμον μαχλάς.

Ἐτυμολογικὸν τὸ Μέγα νηφάλιος· παρὰ τὸ νήφω ὄνομα ῥηματικὸν νήφιος· καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς νηφάλιος.

Ὤριον ὁ Θηβαῖος ὀπιπεύω· πλεονασμῷ τῆς πι συλλαβῆς· ὄπτω γάρ ἐστιν, ἀφʼ οὗ ὄψομαι, καὶ παράγωγον ὀπτεύω· ἀποβολῇ τοῦ τ ὀπεύω, διπλασιασμῷ ὀπιπεύω.

Ὤριον ὁ Θηβαῖος ὀρεσκῷος· παρὰ τὸ κῶ τὸ δηλοῦν τὸ κοιμῶμαι, οὗ μέλλων κώσω, ῥηματικὸν ὄνομα κώς, σύνθετον ὀρεσκώς, πλεονασμῷ τοῦ ο μετὰ τοῦ ἀνεκφωνήτου ι ὀρεσκῷος. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ὀρταλίζειν· ὄρω ἐστὶ βαρύτονον ῥῆμα, ὄνομα ῥηματικὸν ὀρτός. τὸ δὲ ὀρτὸς ῥῆμα ποιεῖ ὀρτίζω, ὡς λόγος λογίζω, Ὅμηρος ὁμηρίζω. τὸ δὲ ὀρτίζω προσελθόντος τοῦ αλ ἐποίησεν ὀρταλίζω. ὀρταλίζεις· ὄρω ἐστὶ ῥῆμα βαρύτονον, ἔνθεν τὸ «ὅτε τʼ ὤρετο μητίετα Ζεύς», ἀφʼ οὗ ὄνομα ῥηματικὸν ὀρτὸς καὶ ὀρτῶ ῥῆμα. τὸ δὲ ὀρτῶ ῥῆμα ποιεῖ τὸ ὀρτίζω, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ τὸ ὀρταλίζειν τὸ ἀναρρίπτειν τὰ νήπια τῶν παιδίων, οἷον ὀρούειν ποιεῖν εἰς ὕψος. κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ ἄλλης κινήσεως, ἥντινα ἔδει κινεῖσθαι. ὀρταλίζειν· τὸ ῥίπτειν, ὡς Ἀριστοφάνης, οἷον «ἀνωρτάλιζες κἀκερουτίας», ἀντὶ τοῦ ἀναρρίπτειν ἐποίεις. ἔστιν οὖν παρὰ τὸ ὄρω, τὸ διεγείρω, ὁ παθητικὸς παρακείμενος ὦρμαι ὦρται, ῥηματικὸν ὄνομα ὀρτός, ἀφʼ οὗ περισπώμενον ὀρτῶ καὶ παράγωγον ὀρτίζω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ κυρίως ἡ λέξις τὸ ἀναρρίπτειν τὰ νήπια τῶν παιδίων, οἱονεὶ ὀρούειν εἰς ὕψος. κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ τοῦ ἄλλην ἡντιναοῦν ποιεῖσθαι κίνησιν.

Ὤριον ὁ Θηβαῖος ὀτραλέως· παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, ὄνομα ῥηματικὸν τρεερός, ὡς τήκω τακερός, καὶ συναλιφῇ τῶν δύο εε εἰς η τρηρός, μετὰ τοῦ α στερητικοῦ ἀτρηρὸς καὶ τροπῇ τοῦ α εἰς ο ὀτρηρός. ἀπὸ δὲ τούτου ἄλλο παράγωγον ὄνομα ῥηματικὸν τρεής, ὅπερ κατὰ συναλιφὴν καὶ πλεονασμὸν τοῦ ο ὀτρής· ἀφʼ οὗ ἐπίρρημα εἰς ως, ὡς εὐτυχὴς εὐτυχῶς, ὀτρὴς ὀτρῶς καὶ ὀτρέως· καὶ προσελθόντος τοῦ αλ μορίου ὀτραλέως. ὀτραλέως· ... παρὰ τὸ τρέω, τὸ φοβοῦμαι καὶ σπεύδω, ἐξ οὗ καὶ τὸ ὀτρηρός, ὄνομα ῥηματικὸν γίνεται τρεὴς καὶ κατὰ συναλιφὴν τοῦ ε καὶ η εἰς τὸ αὐτὸ η καὶ πλεονασμῷ τοῦ ο ὀτρής· ἀφʼ οὗ ἐπίρρημα εἰς ως, ὡς εὐτυχὴς εὐτυχῶς, εὐγενὴς εὐγενῶς, οὕτως ὀτρὴς ὀτρῶς καὶ ὀτρέως, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀτραλέως.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὄτλος· παρὰ τὸ τλῶ, τὸ κακοπαθῶ, ῥηματικὸν ὄνομα τλὸς καὶ πλεονασμῷ τοῦ ο ὄτλος. ἢ μετὰ τοῦ ἐπιτατικοῦ α ἄτλος καὶ ὄτλος, ὡς ἀχθήσατο ὀχθήσατο. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον παιφάσσω· ἔστι ῥῆμα φῶ τὸ δηλοῦν τὸ φαίνω, οὗ παράγωγον φάσσω καὶ κατὰ ἀναδιπλασιασμὸν παφάσσω καὶ προσθέσει τοῦ ι παιφάσσω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πάππα φίλε· εἴρηται Ὁμήρῳ. οὕτω δὲ ἐγένετο· παρὰ Συρακουσίοις ὁ πατὴρ πᾶς καὶ κατὰ ἀναδιπλασιασμὸν πάπας, καὶ πλεονασμῷ τοῦ π πάππας.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον : παπταίνω· ἔστι πέτω ῥῆμα, οὗ παθητικὸν πέτομαι, ὅπερ κατὰ συγκοπὴν γίνεται πτῶ, ἀφʼ οὗ παράγωγον πταίνω, ὡς βῶ βαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω.

Ὤριον ὁ Θηβαῖος πάσσαλος· παρὰ τὸ πήσσω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον παφλάζω· παρὰ τὸ φλέω, ὅπερ καὶ φλύω λέγεται· «ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα», δηλοῖ δὲ τὸ ἀναπέμπω καὶ ἀναδίδωμι· καὶ μονοσυλλαβῆσαν φλῶ ἐγένετο, ἀφʼ οὗ παράγωγον φλάζω, ὡς ῥίπτω ῥιπτάζω καὶ ἐνθουσιῶ ἐνθουσιάζω, καὶ κατὰ ἀναδιπλασιασμὸν παφλάζω.

Ὤριον ὁ Θηβαῖος πεπάλη· πάσω πάλη καὶ ἀναδιπλασιασμῷ πεπάλη. πεπάλη· τὸ λεπτὸν τοῦ ἀλεύρου, ὅπερ δύναται ἐπιπάσσεσθαι διὰ τὴν λεπτότητα. παρὰ τὸν πάσω μέλλοντα πάλη, ὡς δαμάσω δαμάλη, ἀνθήσω ἀνθήλη· καὶ γὰρ ὁ εἰς σω μέλλων τὴν σω συλλαβὴν τρέπει εἰς λη· εἰ δὲ ἔχει διπλοῦν, προσέρχεται τὸ γ, οἷον ζεύξω ζεύγλη, τρώξω τρώγλη. οὕτως οὖν καὶ πάσω πάλη καὶ κατὰ ἀναδιπλασιασμὸν παπάλη καὶ τροπῇ τοῦ α εἰς ε πεπάλη. οἱ δὲ Ἀττικοὶ πασπάλη λέγουσι κατὰ πλεονασμὸν τοῦ σ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πιφαύσκω· ... ὁ δὲ Φιλόξενος παρὰ τὸ φῶ παράγωγον φαύω, ὁ μέλλων φαύσω καὶ πλεονασμῷ τοῦ κ φαύσκω καὶ κατὰ ἀναδιπλασιασμὸν πιφαύσκω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πολυκαγκέα δίψαν· παρὰ τὸ κῶ, τὸ καίω, οὗ παράγωγον κείω, οἷον «πῦρ μέγα κειάμενος»· ἐκ τοῦ οὖν κῶ γίνεται πολυκὴς καὶ κατὰ ἀναδιπλασιασμὸν πολυκακὴς καὶ πλεονασμῷ τοῦ γ πολυκαγκής.

Ὤριον ὁ Θηβαῖος σταλαγμός· στῶ ἐστι ῥῆμα, οὗ παράγωγον στάσσω, οὗ ὁ μέλλων στάξω … καὶ ἐπεισελθόντος τοῦ αλ σταλαγμός. τὸ δὲ στάσσω καὶ αὐτὸ προσλαβὸν τὸ αλ ἐποίησε τὸ σταλάσσω. σταλαγμός· στῶ ῥῆμα, οὗ παράγωγον στάσσω, ὁ μέλλων στάξω· καὶ ὡς φράξω φραγμός, οὕτω στάξω σταγμός, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς σταλαγμός. ἐκ δὲ τοῦ στάσσω γίνεται πλεονασμῷ τῆς αλ συλλαβῆς σταλάσσω.

Ὤριον ὁ Θηβαῖος στροφάλιγξ· παρὰ τὸ στρέφω. εἰς ιξ γίνεται παρώνυμα ἀπὸ τῶν εἰς ος· καὶ ὡς φοινὸς φοῖνιξ, λᾶος λᾶϊξ καὶ λᾶϊγξ … καὶ πλεονασμῷ τοῦ γ στρόφιγξ καὶ πάλιν προσελθόντος τοῦ αλ στροφάλιγξ. στροφάλιγξ· ... παρὰ τὸ στρέφω· γίνονται γὰρ τὰ εἰς ιξ ὀνόματα ἀπὸ τῶν εἰς ος, ὡς φοινὸς φοῖνιξ, λᾶος λᾶϊγξ, «λάϊγγας ποτὶ χέρσον», οὕτως στρέφω στρόφος στρόφιξ πλεονασμῷ τοῦ γ καὶ τοῦ αλ στροφάλιγξ. καὶ στροφαλίζω ἀπὸ τοῦ στρέφω· στροφὴ γάρ ἐστιν ὄνομα· καὶ ὡς καναχὴ καναχίζω, ὀργὴ ὀργίζω, οὕτω καὶ στροφὴ στροφίζω καὶ προσθέσει τοῦ αλ στροφαλίζω· «τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε».

Ἐτυμολογικὸν τὸ Γνήσιον στυφελίζειν· ... ἀπὸ τοῦ στροφὴ στροφίζω, πλεονασμῷ τῆς αλ συλλαβῆς στροφαλίζω, καὶ ἀποβολῇ τοῦ ρ καὶ τροπῇ τοῦ ο εἰς υ στυφελίζω, ὡς ὄνομα ὄνυμα.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ταινία· παρὰ τὸ ταίνω ῥῆμα, ὃ κατὰ ἀναδιπλασιασμὸν γίνεται τιταίνω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τάλαντον· τὸν ζυγόν. παρὰ τὸ ταίνω ῥῆμα, ὅπερ κατὰ ἀναδιπλασιασμὸν γίνεται τιταίνω. καὶ ὡς φαίνω φαντὸς καὶ ἄφαντος καὶ χραίνω χραντὸς καὶ ἄχραντος, οὕτω ταίνω ταντὸς καὶ τὸ οὐδέτερον ταντόν, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς τάλαντον καὶ ἐν συνθέσει ἀτάλαντον, ἀντὶ τοῦ ὁμοτάλαντον.

Ἐτυμολογικὸν τοῦ Συμεῶνος ταλαόν· τλῶ τλὸς καὶ μετὰ πλεονασμοῦ τῆς αλ ταλαὸς καὶ ταλαόν.

Ἐτυμολογικὸν τὸ Γνήσιον τάλαρος· ... ἢ ἀπὸ τοῦ τηρὸς ταρός, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς τάλαρος, ὁ εἰς τυρὸν ἐπιτήδειος.

Ἐτυμολογικὸν τὸ Γνήσιον τιταίνεται· ... παρὰ τὸ ταίνω, κατὰ ἀναδιπλασιασμὸν τιταίνω. τιταίνω· ... ἀπὸ τοῦ ταίνω καὶ τιταίνω.

Ἐτυμολογικὸν τὸ Γνήσιον τιτρώσκω· τρῶ τρώω τρώσω τρώσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν τιτρώσκω.

Ἐτυμολογικὸν τὸ Γνήσιον τροφαλίς· ... παρὰ τὸ τρέφω, τὸ πήσσω· καὶ ὡς λέπω λεπὶς καὶ ἔλπω ἐλπίς, κρέκω κρεκὶς καὶ κερκίς, οὕτω παρὰ τὸ τρέφω τρεφὶς καὶ πλεονασμῷ τῆς αλ τρεφαλίς, τροπῇ τοῦ ε εἰς ο τροφαλίς. τρέφω τρεφαλὶς καὶ τροφαλίς.

Ἐτυμολογικὸν τὸ Γνήσιον φυταλίζει· ... παρὰ τὸ φυτόν ... ἐξ οὗ φυτῶ φυτίζω, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς φυταλίζω.

Ἐτυμολογικὸν τὸ Γνήσιον φυτάλμιος· παρὰ τὸ φυτὸν φύτιμος· καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς φυτάλιμος καὶ φυτάλμιος. Σοφοκλῆς «προσῆλθε μητρὶ καὶ φυταλμίῳ πατρί». πολλάκις καὶ τροπῇ γίνεται τοῦ υ εἰς ι φιτάλιμος.

ΠΕΡΙ ΜΕΤΡΩΝ

Κάσσιος Λογγῖνος τοῦ δὲ περὶ μέτρων λόγου πολλοὶ πολλαχῶς ἤρξαντο, οἱ μὲν ἀπὸ στοιχείων, ὡς Φιλόξενος, οἱ δὲ ἀπὸ τοῦ μέτρων ὅρου, ὡς Ἡλιόδωρος· ἡμεῖς δὲ Ἡφαιστίωνι κατακολουθήσομεν ἀπὸ συλλαβῆς ἀρξάμενοι.

Ἀτίλιος Φορτουνατιανός «νῦν δέ μοι πρὸς τειχέων».

ΠΕΡΙ ΕΛΛΗΝΙΣΜΟΥ

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν ἀκόλαστος· κυρίως ὁ ἀπαίδευτος, διὰ τὸ μὴ ἀγωγῆς καὶ κολάσεως τετυχηκέναι τῆς ἐπιτηδείας. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ἑλληνισμοῦ. ἀκόλαστος· κυρίως ὁ ἀπαίδευτος· παρὰ τὸ μὴ κολάσεως τετυχηκέναι, τουτέστι παιδείας.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κρούειν· κυρίως ἐπὶ τῶν κερατοφόρων εἴρηται· κερούειν γάρ ἐστι τὸ τοῖς κέρασι παίειν, καὶ κατὰ συγκοπὴν κρούειν. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ἑλληνισμοῦ.

ΠΕΡΙ ΤΗΣ ΙΑΔΟΣ ΔΙΑΛΕΚΤΟΥ

Ἐτυμολογικὸν τὸ Γουδιανόν ἦτορ· Φιλόξενος ἐν τῷ Περὶ τῆς Ἰάδος διαλέκτου οὕτως ἐτυμολογεῖ τὸ ἦτορ. ἆτόρ ἐστι, φησί, τὸ ὂν ἄτρεπτον· παρὰ γὰρ τὸν τείρω ἐνεστῶτα μέλλων γίνεται τερῶ, ὡς κείρω κερῶ· τοῦ δὲ ω σιγηθέντος ῥηματικὸν ὄνομα γίνεται τὲρ καὶ τὸρ μονοσύλλαβον, ὥσπερ παρὰ τὸ φέρω φὲρ καὶ φὸρ καὶ ἐπεκτάσει τοῦ ο εἰς ω φώρ, ὁ λῃστής, ὁ τὰ ἀλλότρια φέρων. τὲρ οὖν καὶ τὸρ καὶ μετὰ τοῦ στερητικοῦ α ἆτορ καὶ ἦτορ· ὥστε κυρίως ἐπὶ τῆς ἀφόβου ψυχῆς, καταχρηστικῶς δὲ ἐπὶ πάσης ψυχῆς. ἦτορ· ... ὁ δὲ Ὠρίων καὶ τοῦτο καὶ ἄλλως. ὥσπερ παρὰ τὸ φέρω γίνεται φόρ, καὶ ἐπεκτάσει τοῦ ο εἰς ω φώρ, ὁ λῃστὴς καὶ ὁ κλέπτης, ὁ τὰ ἀλλότρια φέρων, οὕτως καὶ παρὰ τὸν τείρω ἐνεστῶτα τὸν σημαίνοντα τὸ καταπονῶ ὁ μέλλων τερῶ, ὡς κείρω κερῶ, γέγονε ῥηματικὸν ὄνομα κατὰ ἀποβολὴν τοῦ ω τὲρ καὶ τὸρ μονοσύλλαβον· καὶ μετὰ τοῦ στερητικοῦ α ἆτορ καὶ τροπῇ ἦτορ· ὥστε κυρίως ἐπὶ τῆς ἀφόβου ψυχῆς καὶ μὴ ὑποδεχομένης τρῶσιν τετάχθαι.

Ὤριον ὁ Θηβαῖος ἱστία· παρὰ τὸ ἵζω· ἡ δὲ ἑστία παρὰ τὸ ἕζω. τοῦ δὲ ἵζω ὁ μέλλων ἵσω καὶ ῥηματικὸν ὄνομα ἱστὸς καὶ ἱστία. οὕτω Φιλόξενος ἐν τῷ Περὶ τῆς Ἰάδος διαλέκτου. ἱστία· ... παρὰ τὸ ἵζειν ἐφʼ ἑνὸς τόπου καὶ ἱδρῦσθαι. ἵζω, ὁ μέλλων ἵσω, ῥηματικὸν ὄνομα ἱστὸς καὶ ἱστία.

Ἐτυμολογικὸν τὸ Γνήσιον κορυφή· ... ὁ δὲ Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου λέγει, ὅτι παρὰ τὸ κάρη γέγονε καρύπτω καὶ κορύπτω μεταθέσει τοῦ α εἰς ο, ὡς παρὰ Θεοκρίτῳ, οἷον «τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ». ἐκ τοῦ οὖν κορύπτω γέγονεν ὄνομα ῥηματικὸν κορυφή.

Ὤριον ὁ Θηβαῖος κόσμος· τροπῇ τοῦ α εἰς ο. παρὰ τὸ κάζω ῥῆμα, ὅθεν κέκασμαι κέκασται κεκασμένος, ὄνομα ῥηματικὸν κασμός, καὶ μεταθέσει τοῦ α εἰς ο καὶ ἐναλλαγὴ τοῦ τόνου κόσμος. ἐπὶ δὲ τοῦ παντὸς εἴρηται· ὁ ἐν αὑτῷ πάντα ἔχων κεκοσμημένα. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου. κόσμος· ... ἢ παρὰ τὸ κάζω κάσω κέκασμαι κασμὸς ῥηματικὸν ὄνομα καὶ μεταθέσει τοῦ α εἰς ο καὶ ἐναλλαγῇ τοῦ τόνου κόσμος. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κρόσσας· οἱ μέν φασι κεφαλίδας τοῦ τείχους σημαίνειν, ἄλλοι δὲ τοὺς προμαχῶνας. Ἀρίσταρχος δὲ κλίμακάς τινας ἢ ὄργανά τινα πρὸς τειχομαχίαν ἐπιτήδεια, οἷον καὶ τὰς «προκρόσσας» κλιμακηδόν· ἄλλοι δὲ τὰ ἀποκρηπιδώματα· καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων λέγομεν· ὃ καὶ βέλτιον, οἱονεὶ κορσούς τινας ὄντας· παρὰ τὴν κόρσην, τὴν κεφαλήν, ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων, κατὰ μετάθεσιν τοῦ ρ κρόσσας. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου. τὸ δὲ τῆς κλίμακος ὄνομα οὐ γινώσκει Ὅμηρος· οὐδέπω γὰρ ἦν τὰ πολεμικὰ ὄργανα. καὶ ταῦτα μὲν ὁ Ὠρίων. κροσσοί· κορσοί τινες ὄντες· κατὰ μετάθεσιν τοῦ ρ. παρὰ τὴν κόρσην, τὴν κεφαλήν· ἀπὸ τῶν πλοκάμων.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα λάλλαι· αἱ ψῆφοι αἱ παραθαλάσσιαι. ἐκ τοῦ λαλῶ γίνεται ῥηματικὸν ὄνομα λάλη, καὶ πλεονασμῷ τοῦ λ λάλλη. λάλλαι δέ εἰσιν αἱ ψῆφοι αἱ παραθαλάσσιαι, αἱ ὑπὸ τῶν κυμάτων κινούμεναι καὶ ψόφον τινὰ ἀποτελοῦσαι. οὕτως ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν λαλῶ· λῶ, ἀναδιπλασιασμὸς λαλῶ. παράγωγον τοῦ λῶ λάσω καὶ λάσκω. Εὐριπίδης· «τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους». τὸ δὲ λῶ δηλοῖ τὸ θέλω· ὃ δὲ θέλει τις καὶ φθέγγεται· προϋπάρχει γὰρ τοῦ λόγου ἡ ψυχικὴ διάθεσις. οὕτω Φιλόξενος ἐν τῷ Περὶ τῆς Ἰάδος διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον μείς· ὡς παρὰ τὸ ῥήσσω γίνεται ῥηγμίς, οὕτω καὶ παρὰ τὸ μειῶ μεῒς δισύλλαβον ἐσχημάτισται μακρῶς τε ἅμα καὶ ὀξυτόνως. παρὰ τὸ μειῶ δὲ εἴρηται, ὅτι μειουμένης εἰς ἄκρον τῆς σελήνης πληροῦται ὁ μήν. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου.

Ὤριον ὁ Θηβαῖος μήν· παρὰ τὸ μεῖος. ὁ αὐτὸς ἀνὴρ οὕτω φησί. μεῖος μειήν· καὶ συγκοπῇ μήν· ἀφʼ οὗ καὶ ἡ μήνη. μήν· ὡς παρὰ τὸ Κέφαλος γίνεται Κεφαλήν, κῶλος κωλήν, μέγιστος μεγιστὴν καὶ μεγιστάν, οὕτως καὶ παρὰ τὸ μεῖος μειὴν καὶ κατὰ συγκοπὴν μήν· ἀφʼ οὗ καὶ μήνη, ἡ σελήνη.

Ἐτυμολογικὸν τὸ Γνήσιον , μιαρόν· παρὰ τὸ μιαίνω. ἢ παρὰ τὸ μία γέγονε παρώνυμον μιαρόν, ὡς σκιὰ σκιαρόν, οἱονεὶ τὸ μεμονωμένον, ᾧ οὐκ ἄν τις ἐπὶ τὸ αὐτὸ συνέλθοι διὰ τὸ μύσος. Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου. μιαρός· παρὰ τὸ μίασμα καὶ μιαίνω ῥῆμα. τὸ δὲ μιαρὸς παρώνυμον.

Ἐτυμολογικὸν τὸ Γνήσιον οἰήϊον· τὸ πηδάλιον τῆς νηός, ἀφʼ οὗ φέρεται ἡ ναῦς. παρὰ τὸ οἴω, τὸ κομίζω καὶ φέρω, ὁ μέλλων οἴσω καὶ ἐξ αὐτοῦ οἴσιον, ἀποβολῇ τοῦ σ οἴϊον, καὶ πλεονασμῷ τοῦ η οἰήϊον καὶ οἰήϊα. οὕτω Φιλόξενος Περὶ Ἰάδος διαλέκτου. οἰήϊον· τὸ πηδάλιον, διʼ οὗ φέρεται ἡ ναῦς. οἴω, τὸ φέρω, οἴσω …

Ὤριον ὁ Θηβαῖος ὀρρωδῶ· τὸ φοβοῦμαι. ῥῶ ἐστι ῥῆμα, ἀφʼ οὗ τὸ ἔρρωμαι, παράγωγον ῥώζω, καὶ μεταθέσει τοῦ ζ εἰς δ ῥωδῶ, ὡς μύζω μυδῶ, χάζω χαδῶ, ἔνθεν τὸ «κεχανδότα» πλεονασμῷ τοῦ ν. ῥώζω οὖν ῥωδῶ καὶ μετὰ τῆς α στερήσεως ἀρρωδῶ, καὶ μεταθέσει τοῦ α εἰς ο ὀρρωδῶ, τὸ μὴ ἐρρῶσθαι τὴν ψυχὴν ἀπὸ τοῦ φόβου. καὶ Ἡρόδοτος ἀρρωδῶ λέγει ἐν τῇ πρώτῃ· «καὶ ἀπεμάχετο ἀρρωδέων». οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου. ὀρρωδῶ· τὸ φοβοῦμαι. παρὰ τὸ ῥῶ, τὸ ὑγιάζω, ἐξ οὗ καὶ ἔρρωμαι, παράγωγον ῥώζω καὶ μεταθέσει τοῦ ζ εἰς δ ῥωδῶ, ὡς μύζω μυδῶ καὶ χάζω χαδῶ, ἔνθεν τὸ «κεχανδότα» πλεονασμῷ τοῦ ν, καὶ ἐρίζω ἐριδῶ, ἔνθεν τὸ «ἐριδήσασθαι Ἀχαιοῖς». ῥωδῶ οὖν καὶ μετὰ τοῦ στερητικοῦ α ἀρρωδῶ, ὡς παρʼ Ἡροδότῳ «τὴν ψυχὴν ἀπεμάχετο ἀρρωδέων», καὶ τροπῇ τοῦ α εἰς ο ὀρρωδῶ· τὸ μὴ ἐρρῶσθαι τὴν ψυχὴν ἀπὸ φόβου. οὕτως Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὀχθήσας· τροπῇ τοῦ α εἰς ο. παρὰ τὸ ἄχθω βαρύτονον, ἀφʼ οὗ περισπώμενον ἀχθῶ, ἐξ οὗ καὶ τὸ ἤχθημαι καὶ ἀπήχθημαι καὶ ἠχθέσθην. ἀχθήσας οὖν καὶ ὀχθήσας κατὰ τροπὴν τοῦ α εἰς ο, ἀντὶ τοῦ ἀχθεσθείς. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου.

Ὤριον ὁ Θηβαῖος τόξον· τάζω ἐστὶ ῥῆμα, ἀφʼ οὗ ἔταγον δεύτερος ἀόριστος καὶ ταγὼν μετοχὴ καὶ κατὰ ἀναδιπλασιασμὸν τεταγών, ὡς πείθω ἔπιθον πιθὼν καὶ πεπιθών. παρὰ τὸ τάζω οὖν καὶ τάξω μέλλων τάξον ἐστὶ καὶ τόξον, τροπῇ τοῦ α εἰς ο. Φιλόξενος ἐν τῷ Περὶ Ἰάδος διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τρίβακος· τριβὴ τρίβαξ παρώνυμον, καὶ ἡ γενικὴ εὐθεῖα γίνεται πολλάκις, ὡς φύλαξ φύλακος καὶ ὁ φύλακος· κόχλος κόχλαξ, ἱερὸς ἱέραξ, ῥόος ῥόαξ, καὶ μεταθέσει τοῦ ο εἰς υ ῥύαξ. οὕτω Φιλόξενος ἐν τῷ Περὶ τῆς Ἰάδος διαλέκτου.

ΠΕΡΙ ΙΑΔΟΣ ΔΙΑΛΕΚΤΟΥ

Ὤριον ὁ Θηβαῖος κόρυς· παρὰ τὸ κάρη ἢ τὸ κάρηνον ἀποκοπῇ τοῦ νον κάρυς τίς ἐστι καὶ κόρυς, τροπῇ τοῦ α εἰς ο. κόρυς· ἡ περικεφαλαία. παρὰ τὸ κάρη κάρυς καὶ τροπῇ τοῦ α εἰς ο κόρυς. ἢ παρὰ τὸ κόρση γέγονε κόρυς· κόρση δὲ ἡ κεφαλή. καὶ τὸ κορσοῦσθαι δὲ ἐπὶ τοῦ κείρειν ἔλεγον οἱ Ἴωνες καὶ κορσωτῆρα τὸν κουρέα.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα λόχμη· ... ὁ δὲ Φιλόξενος οὕτω· παρὰ τὸ λάζω ῥῆμα, εὐληπτοτέρων ὄντων τῶν δασέων. λάζω οὖν, ὁ μέλλων λάξω, ὄνομα λαγμός, ὡς παρὰ τὸ κράζω κράξω κραγμός. τοῦ δὲ γ εἰς τὸ χ μεταπεσόντος λαχμὸς καὶ τροπῇ τοῦ α εἰς ο λοχμός· τούτου τὸ θηλυκὸν λόχμη.

Ὤριον ὁ Θηβαῖος ὄρχαμος· τροπῇ τοῦ α εἰς ο. ἀρχὸς ἄρχαμος, ὡς πλόκος πλόκαμος, πύρρος πύρραμος καὶ τροπῇ τοῦ α εἰς ο ὄρχαμος.

Ὤριον ὁ Θηβαῖος ὀτρηρός· Φιλόξενος ἀπὸ τοῦ τρέω, τὸ φοβοῦμαι, οὗ ὄνομα ῥηματικὸν τρεερός, ὡς φαίνω φανερὸς καὶ τήκω τακερός· τῶν δὲ δύο εε συνελθόντων εἰς η τρηρὸς ἐγένετο, ὁ δειλός, οὗ παρώνυμον τρήρων. τῆς δὲ α στερήσεως συνελθούσης καὶ αὐτῆς εἰς ο μεταβληθείσης ἐγένετο ὀτρηρός, ὁ δραστικὸς καὶ ἐρρωμένος καὶ σπουδαῖος. ὀτρηρός· ... ὁ δὲ Φιλόξενος λέγει, ὅτι παρὰ τὸ τρῶ, τὸ φοβοῦμαι, τρέω γίνεται, ῥηματικὸν ὄνομα τρεερός, ὡς φαίνω φανερός, σφάλλω σφαλερὸς καὶ τήκω τακερός· καὶ κράσει τῶν δύο εε εἰς η γέγονε τρηρός, ὁ δειλός, ἀφʼ οὗ καὶ παρώνυμον τρήρων, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρός, ὁ μὴ δειλός, ἀλλὰ δραστικὸς καὶ ἐρρωμένος τὴν γνώμην, καὶ μεταθέσει τοῦ α εἰς ο ὀτρηρός. παρὰ δὲ τὸ τρῶ γίνεται τρεύς, ὡς τρέφω τροφεύς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς καὶ τροπῇ Ὀτρεύς· «λαοὺς Ὀτρῆος».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τρήρων· παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, τρεερὸς ὄνομα ῥηματικὸν καὶ κατὰ συναλιφὴν τρηρός, ἐξ οὗ καὶ παρώνυμον τρήρων, ὡς ἁβρὸς Ἅβρων.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον φώρ· ὁ λῃστής. παρὰ τὸ φέρω φέρ ἐστι καὶ φόρ, μεταθέσει τοῦ ο εἰς ω φώρ, ὁ τὰ ἀλλότρια φέρων.

ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΡΩΜΑΙΩΝ ΔΙΑΛΕΚΤΟΥ

Ἐτυμολογικὸν τὸ Γνήσιον ἁλτὴρ καὶ ἁλτῆρες, ἁλτὴρ καὶ ἁλτῆρες· ... ὁ δὲ Φιλόξενος ἐν τῷ Περὶ Ῥωμαίων διαλέκτου ἀντὶ τοῦ ἀρτὴρ τροπῇ τοῦ ρ εἰς τὸ λ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἁρμός· ἡ ἁρμογὴ καὶ συνάφεια. Σοφοκλῆς Ἀντιγόνῃ· «ἀθρήσαθʼ ἁρμὸν χώματος λιθοσπαδῆ». Φιλόξενος ἐν τῷ Περὶ Ῥωμαίων διαλέκτου παρὰ τὸ ἀρῶ, ὃ σημαίνει τὸ ἁρμόζω, ὃ καὶ ἀραρῶ κατὰ διπλασιασμὸν εἴρηται, ἦρμαι ἁρμός, τῆς δασείας προσελθούσης, ὡς ψάλλω ψαλμός, εἴρω εἱρμός.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἁρπῶ· ἐξ οὗ τὸ ἁρπάζω. ἐν χρήσει μὲν οὐκ οἶδα τὸ πρωτότυπον. τὸ δὲ ἁρπῶ αὐτὸ παράγωγον ἀπὸ τοῦ ἅρπη παρηγμένον. ἅρπη δέ ἐστιν εἶδος ὀρνέου· ἁρπακτικὸν γάρ. ὡς φωνὴ φωνῶ, αὐδὴ αὐδῶ, σιγὴ σιγῶ, οὕτως ἅρπη ἁρπῶ. οὕτω Φιλόξενος Περὶ Ῥωμαίων διαλέκτου.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κάψα· παρὰ τὸ κάπτω ῥῆμα τὸ δηλοῦν τὸ χωρῶ κάψω κάψα γέγονε, ἡ χωρητικὴ οὖσα τῶν ἐντιθεμένων αὐτῇ· ὥσπερ ἀπὸ τοῦ δόξω δόξα καὶ ἄξω ἄξα καὶ ἄμαξα. οὕτως Φιλόξενος ἐν τῷ Περὶ τῆς Ῥωμαίων διαλέκτου. λέγει δὲ ὅτι δύναται καὶ παρὰ τὸ κάμπτω κάμψω κάμψα εἶναι· ἐπειδὴ ἐκ κεκαμμένων ξύλων αὐτὴν συνεστήσαντο.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν κορώνη· ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τοῦ τόξου καὶ ἐπὶ τῆς θύρας καὶ ἐπὶ τῆς πρύμνης τοῦ πλοίου, ἡ καὶ κορωνίς, διὰ τὸ ἐπικαμπὲς σχῆμα. εἴρηται δὲ ταῦτα ἀπὸ τῆς κορώνης τοῦ ζῴου· εὐλύγιστον γὰρ ἔχει καὶ οἷον ἐπικαμπῆ τὸν τράχηλον. καὶ ἐπὶ μέρους δὲ τοῦ σώματος, ὡς ἐπὶ τοῦ ἀγκῶνος, οἷόν τε παράγεσθαι. οὕτω Φιλόξενος ἐν τῷ Περὶ τῆς Ῥωμαίων διαλέκτου.

Ὤριον ὁ Θηβαῖος μοχλός· παρὰ τὸ ὁμοῦ καὶ τὴν κλεῖν ἔχειν ὠνόμασται, ὡς ἅμα αὐτῷ τὴν κλεῖν ἔχειν. οὕτω Φιλόξενος ἐν τῇ Περὶ Ῥωμαίων διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ξέστης· Ῥωμαϊκόν ἐστι τὸ ὄνομα· τὸν γὰρ παρʼ ἡμῖν ἓξ ἀριθμὸν αὐτοὶ λέγουσι σέξ, καὶ μέτρου τινὸς παρʼ αὐτοῖς τὸ ἕκτον λέγεται σέξτον. διὰ δὲ εὐφωνίαν τὸ σέξτης λέγεται ξέστης κατὰ μετάθεσιν τῶν στοιχείων σ καὶ ξ. οὕτω Φιλόξενος ἐν τῷ Περὶ τῆς τῶν Ῥωμαίων διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὀπωπή· παρὰ τὸ ὄπτω ῥῆμα γίνεται ὄνομα ῥηματικὸν ὀπή, ὡς κόπτω κοπή, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ ἔκτασιν ὀπωπή. οὕτω Φιλόξενος ἐν τῷ Περὶ τῆς Ῥωμαίων διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον : παιδνός· ἐπὶ τοῦ νεωτάτου παιδός. παρὰ τὸ παίζω παιδνός, ὡς παρὰ τὸ ἀλαπάζω ἀλαπαδνός. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ῥωμαίων.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον σταγών· παρὰ τὸ στῶ ῥῆμα, οὗ παράγωγον στάζω, οἷον οὐ ῥύδην, ἀλλὰ διάστασιν τῆς φορᾶς τοῦ ὑγροῦ λαβούσης. οὕτω Φιλόξενος ἐν τῷ Περὶ Ῥωμαίων διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον στυγνός· ὡς παρὰ τὸ ἔτραγον τραγανός, ἔπιθον πιθανός, οὕτω καὶ παρὰ τὸ ἔστυγον στυγανὸς καὶ συγκοπῇ στυγνός· «κατὰ δʼ ἔστυγον αὐτήν». οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι· οἱ γὰρ ἀρχαῖοι τὰ μὲν ἀηδῆ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχρῶν ὀνομάζουσιν, τὰ δὲ ἡδέα καὶ τερπνὰ ἀπὸ τῶν θερμῶν. τὸ οὖν στυγεῖν, τὸ φοβεῖσθαι, ἀπὸ τῆς Στυγός, ἥπερ μυθεύεται ψυχρότατον παρέχειν ὕδωρ. καὶ ὁμοίως ὁ στυγνὸς παρʼ αὐτὴν εἴρηται. τὴν δὲ τέρψιν θαλπωρὴν καὶ τὸ τέρπεσθαι ἰαίνεσθαι. καὶ «φόβου κρυόεντος», ἀπὸ τοῦ κρύους τοῦ ψυχροῦ. οὕτως Φιλόξενος ἐν τῷ Περὶ τῆς Ῥωμαίων διαλέκτου.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὑπέρινον· τὸ σφόδρα λεπτόν. ἰνῶ ἐστι ῥῆμα, τὸ ἐκκενῶ καὶ λεπτύνω καὶ ὀξύνω· ὅθεν καὶ ὑπέρινον ἄνδρα λέγουσι τὸν λεπτὸν καὶ κενὸν σαρκῶν. Φιλόξενος ἐν τῷ Περὶ τῆς Ῥωμαίων διαλέκτου.

ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΡΩΜΑΙΩΝ ΔΙΑΛΕΚΤΟΥ

Γεώργιος ὁ Χοιροβοσκός ἄλλως τε δέ, ὃ καὶ ἀληθέστερόν ἐστι καὶ ἀναγκαιότερον, διὰ τοῦτο κανονίζομεν τὰ δυϊκὰ ἐκ τῶν πληθυντικῶν, ὡς λέγει ὁ Φιλόξενος, ἐπειδὴ τὰ δυϊκὰ ὑστερογενῆ εἰσιν· ὕστερον γὰρ ἐπενοήθησαν τὰ δυϊκά· ὅθεν οὐδὲ πᾶσα διάλεκτος κέχρηται τῷ δυϊκῷ ἀριθμῷ· οἱ γὰρ Αἰολεῖς παντελῶς δυϊκὰ οὐκ ἔχουσιν, ὥσπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντες τῶν Αἰολέων· ἀλλʼ οὔτε δὲ ἡ κοινὴ διάλεκτος ἔχει δυϊκά, ἀλλʼ εἰς πάντα τῷ πληθυντικῷ ἀριθμῷ κέχρηται ἀντὶ τοῦ δυϊκοῦ ἀριθμοῦ, μὴ ἔχουσα δυϊκά. εἰκότως οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθησαν τὰ δυϊκά, ἐκ τῶν πληθυντικῶν κανονίζονται προτερευόντων αὐτῶν.

Ὤριον ὁ Θηβαῖος κέντο· τὸ ἑκατὸν καλοῦσι Ῥωμαῖοι, ἐξ οὗ καὶ κεντηνάριον ὠνόμασται.

Ἐτυμολογικὸν τὸ Γνήσιον κύμβαι· ὁμοίως καὶ κύμβαι πλοῖα περιφερῆ παρὰ Ῥωμαίοις. Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος κυμβία· τὰ κυφὰ ἐκπώματα. κυμβία· τὰ κυφὰ ἐκπώματα, διὰ τὸ περιφερῆ εἶναι καὶ κυφά. κυφὸν δὲ τὸ κυρτοειδὲς καὶ περιφερές. παρὰ τὸ κύπτω κυφός.

Ἰωάννης ὁ Λυδός, Γεώργιος ὁ Κεδρηνός ὅτι τὸν Μάρτεμ οἱ Ῥωμαῖοι μόρτεμ ἐκάλουν, οἱονεὶ θάνατον, ἢ κινητὴν τῶν τεχνῶν ἢ Ἄρεα τὸν παρʼ ἀρρένων καὶ μόνων τιμώμενον, ἢ ἐκ τοῦ μάρνασθαι κατὰ Φιλόξενον.

Ἰωάννης ὁ Λυδός νέπως ὁ νέος παῖς ἐξ Ἑλληνικῆς ἐτυμολογίας ὁ ἔγγονος λέγεται, ὡς καλῶς ὁ Φιλόξενος εἶπεν. δὲ καὶ ὁ ἄσωτος, ὅτι τὸν σκορπίον οἱ Ῥωμαῖοι πατρίως νέπαν καλοῦσιν, οἱονεὶ ἄποδα κατὰ στέρησιν — τὴν γὰρ νε συλλαβὴν στερητικῷ τρόπῳ λαμβάνουσι Ῥωμαῖοι, ὥσπερ Ἕλληνες νήλιπος νήχυτος νήγρετος νήδυμος — ἐκ τοῦ κατὰ φύσιν συμβαίνοντος τῷ θηρίῳ ... ταύτῃ τοὺς σκορπιστὰς νέπωτας ἀποκαλοῦσιν αὐτοί, οἷα τῶν ἰδίων μελῶν διαφθορεῖς.

Ἐτυμολογικὸν τὸ Γνήσιον φράτορες· ... φρᾶτος δὲ σημαίνει τὸν συγγενῆ κατὰ Ῥωμαίων διάλεκτον.

ΠΕΡΙ ΠΑΡΑΓΩΓΩΝ

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἰσχνός· παρὰ τὸ ἴσχω ἰσχός, καὶ πλεονασμῷ τοῦ ν ἰσχνός. οὕτως Φιλόξενος ἐν τῷ Περὶ παραγώγων.

ΠΕΡΙ ΣΥΓΚΡΙΤΙΚΩΝ

Ἐτυμολογικὸν τὸ Γνήσιον , αἰδοιέστατον· ἰστέον ὅτι τὸ ἀρχέστατον, ὡς παρʼ Αἰσχύλῳ ἐν τῇ Πηνελόπῃ, οἷον «ἐγὼ γένος μέν εἰμι Κρὴς ἀρχέστατον», καὶ τὸ αἰδοιέστατον καὶ ἀφθονέστατον ποιητικά ἐστι κατʼ ἔθος Ἰώνων γενόμενα· τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ εσ προφέρουσιν, οἷον δικαιέστερος καὶ ἀρχέστερος καὶ ἀφθονέστερος· ὤφειλε γὰρ τὰ τοιαῦτα δικαιότερος εἶναι καὶ αἰδοιότερος καὶ ἀφθονώτερος καὶ ἀρχότερος. οὕτω Φιλόξενος εἰς τὸ Περὶ συγκριτικῶν.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀφθονέστατον· ἰστέον ὅτι τὸ ἀρχέστατον, ὡς παρʼ Αἰσχύλῳ ἐν τῇ Πηνελόπῃ, οἷον «ἐγὼ γένος μέν εἰμι Κρὴς ἀρχέστατον», καὶ τὸ αἰδοιέστατον, ὡς παρʼ Ἀλκμᾶνι, οἷον «σιοῖσι κἀνθρώποισιν αἰδοιέστατοι», καὶ τὸ ἀφθονεστέρα, οἷον «ὤρουσε κρήνης ἀφθονεστέρα λιβάς» Ἡλιάσιν, ταῦτα ποιητικά εἰσιν κατʼ ἔθος Ἰώνων γινόμενα· τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ εσ προφέρουσιν, οἷον δικαιέστερος καὶ ἀρχέστερος λέγοντες· ὤφειλεν γὰρ τὰ προειρημένα δικαιότερος εἶναι καὶ αἰδοιότερος καὶ ἀφθονώτερος. οὕτως Φιλόξενος εἰς τὸ Περὶ συγκριτικῶν.

Ἐτυμολογικὸν τὸ Γνήσιον βέλτερος· ... ὁ δὲ Φιλόξενος εἰς τὰ Συγκριτικὰ λέγει, ὅτι τὸ βέλτερος καὶ φέρτερος οὔκ εἰσι συγκριτικά· θέματα δέ εἰσι συμπεπτωκότα τύποις συγκριτικοῖς· οὐδὲ γὰρ πάντα τὰ εἰς δης πατρωνυμικά εἰσιν, οὐδὲ πάντα τὰ εἰς κος κτητικά. καὶ δῆλον ἐκ τούτου· οὐδὲν εἰς ρος λῆγον συγκριτικὸν μετὰ στερήσεως λέγεται. εἰ οὖν ἀβέλτερός φαμεν, δῆλον ὅτι οὐ συγκριτικόν· τὸ γὰρ ἀτυχέστερος οὐκ ἐν τῷ συγκριτικῷ εἴληφε τὴν σύνθεσιν, ἀλλὰ παρὰ τὸ ἀτυχὴς ἐσχημάτισται. φέρτερος· τὸ φέρτερος καὶ βέλτερος οὐκ οἰητέον εἶναι συγκριτικά· θέματα δέ εἰσι συμπεπτωκότα τύποις συγκριτικοῖς.

Ἐτυμολογικὸν τὸ Γνήσιον γεραίτερος· οὐ παρὰ τὸ γέρων ἐσχημάτισται· οὐδʼ ὅλως γάρ ἐστι παρὰ τὸ γέρων συγκριτικόν· ἀπαρασχημάτιστον γάρ ἐστι τοῖς τρισὶ γένεσιν. ἀλλὰ παρὰ τὸ γεραιὸς γίνεται γεραιότερος, ὡς παλαιὸς παλαιότερος, καὶ κατὰ συγκοπὴν γεραίτερος. καὶ ἰστέον ὅτι τὰ εἰς ρος συγκριτικὰ ἢ διὰ τοῦ ο λέγεται ἢ διὰ τοῦ ω· ὅθεν τὸ γεραίτερος καὶ μεσαίτερος καὶ φιλαίτερος κατὰ συγκοπὴν γέγονεν ἀπὸ τοῦ γεραιότερος, μεσαιότερος καὶ φιλαιότερος καὶ τῶν ὁμοίων· ὅθεν ἁμαρτάνουσιν οἱ λέγοντες μεσαίτερος καὶ φιλαίτερος καὶ ἀρσενικώτερος … οὕτω Φιλόξενος εἰς τὰ Συγκριτικά.

Ἐτυμολογικὸν τὸ Γνήσιον γλύκιστος· τὰ εἰς υς τριγενῆ ποιοῦσι συγκριτικὰ καὶ ὑπερθετικά, οἷον ὁ βραδὺς ἡ βραδεῖα καὶ τὸ βραδύ, καὶ τὸ συγκριτικὸν βραδύτερος βραδίων βράδιστος. οὕτω οὖν καὶ ὁ γλυκὺς ἡ γλυκεῖα καὶ τὸ γλυκύ, καὶ τὸ συγκριτικὸν γλυκύτερος γλυκίων γλύκιστος· ὅθεν τὸ πρεσβύτερος καὶ νεώτερος παραλόγως· ἀπαρασχημάτιστα γὰρ τοῖς τρισὶ γένεσιν. ἀλλὰ μήποτε ὁμοτυπίᾳ συγκριτικῶν ταῦτα ὑπάγονται. οὕτως Φιλόξενος εἰς τὰ Περὶ συγκριτικῶν.

ΠΕΡΙ ΣΥΓΚΡΙΤΙΚΩΝ

Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τοῦ Συμεῶνος, Ἐτυμολογικὸν τὸ Γνήσιον ἀγροτέρη· οὐκ ἀπὸ τοῦ ἄγριος· ἀγριώτερος γὰρ ἦν ἄν· ἀλλὰ παρὰ τὸν ἀγρὸν ἀγρότερος πεποίηται· ἀπαρασχημάτιστον γάρ. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τοῦ Συμεῶνος, Ἐτυμολογικὸν τὸ Γνήσιον αἰδοιαίτατα· ὥσπερ δὲ οὗτοι διὰ τοῦ εσ σχηματίζουσιν, οὕτως καὶ οἱ Ἀττικοὶ διὰ τοῦ ισ ποτίστατον λέγοντες καὶ λαγνίστατον καὶ ψευδίστατον. Ἀριστοφάνης· «ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται». καὶ πάλιν· «τῶν ἐμῶν γὰρ οἰκετῶν εὐνούστατον ἡγοῦμαί σε καὶ κλεπτίστατον» καὶ «λαλίστερον εὕρηκά σε» καὶ «πτωχίστερον» καὶ «ψευδίστατον» Ἀριστοφάνης. Πλάτων «ἵνʼ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου». καὶ πλουτίστατος λέγεται καὶ πληκτίστατος. ὁμοίως καὶ διὰ τοῦ αι ἰσαίτατα, ἀσμεναίτατα, προὐργιαίτατα, ἡσυχαίτερον. «ἀσμεναίτατα» μέντοι Πλάτων ἐν πρώτῃ Πολιτείας· καὶ «ἰσαίτερον» καὶ ἐν Πολιτικῷ «πλησιαίτερον» καὶ «ἡσυχαίτατα». Ξενοφῶν δὲ καὶ «πλησιαίτατα» καὶ «φιλαίτατα». ὥσπερ δέ φασι διὰ τοῦ εσ σχηματίζουσιν Ἴωνες οὕτω καὶ οἱ Ἀττικοὶ διὰ τοῦ ισ· ποτίστατον γάρ φησιν Ἀριστοφάνης, ὡς τὸ «ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται». οὕτω καὶ λαγνίστατον καὶ «κλεπτίστατον» καὶ «λαλίστερον εὕρηκά σε» ὡς καὶ λαλίστατον καὶ «πολὺ πτωχίστερος» καὶ ψευδίστατος καὶ Πλάτων δὲ Κλεοφῶντι «ἵνʼ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου». καὶ πληκτίστατος δὲ λέγουσιν ... εἰσὶ δέ, φασί, σχηματισμοὶ καὶ διὰ τοῦ αι· ἰσαίτατον γάρ φασι καὶ προὐργιαίτερον. Πλάτων δʼ ἐν πρώτῳ Πολιτείας «ἀσμεναίτατα» λέγει καὶ «ἰσαίτερον» καὶ ἐν Χαρμίδῃ «ἡσυχαίτατα». ἔστι δὲ καὶ πλησιαίτερον. Ξενοφῶν δὲ καὶ «φιλαίτατον» ἐν ἑβδόμῃ φησί.

Ἀθήναιος τῷ δὲ ἀκρατέστερον Ὑπερείδης κέχρηται ἐν τῷ κατὰ Δημοσθένους γράφων οὕτως· «εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε». τούτῳ ὅμοιόν ἐστι τὸ «ἀνιηρέστερον» καὶ τὸ ἐν Ἡλιάσιν Αἰσχύλου «ἀφθονέστερον λίβα». καὶ Ἐπίχαρμος δὲ ἐν Πύρρᾳ «εὐωνέστερον» ἔφη. καὶ ἐν τῷ κατὰ Δημάδου δὲ ὁ Ὑπερείδης εἴρηκε «ῥαδιεστέραν τὴν πόλιν».

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀνιηρέστερον· «αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται». πῶς οὐκ ἀνιαρώτερον; εἴρηται … ἀνιαρὸς γὰρ τὸ πρωτότυπον. καὶ ἰστέον ὅτι τὰ εἰς ος λήγοντα ὀνόματα, ὅσα οὐδετέροις παρασχηματίζονται, ἤγουν τριγενῆ ὄντα, ταῦτα καὶ συγκριτικὰ ποιοῦσιν, οἷον ἐλαφρὸς ἐλαφρὴ καὶ τὸ ἐλαφρὸν καὶ τὸ συγκριτικὸν ἐλαφρότερος, ἁγνὸς ἁγνὴ ἁγνὸν ἁγνότερος, λευκὸς λευκὴ λευκὸν λευκότερος· οὕτως οὖν καὶ ἀνιαρὸς ἀνιαρὴ ἀνιαρὸν ἀνιαρότερος ὤφειλεν εἶναι. ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι παρὰ τὸ ἀνιαρὸς γίνεται παρώνυμον ἀνιαρής, ὥσπερ ὁμαλὸς ὁμαλής, γυμνὸς γυμνής, ἀργὸς ἀργής. καὶ ἐπειδὴ τὰ εἰς ης λήγοντα τριγενῆ ὑπέρθεσιν δέχονται καὶ σύγκρισιν, οἷον ὁ εὐτυχὴς ἡ εὐτυχὴς καὶ τὸ εὐτυχὲς καὶ τὸ συγκριτικὸν εὐτυχέστερος, εὐγενέστερος ἐμμελέστερος ὑγιέστερος σαφέστερος πληρέστερος εὐωδέστερος ἐμβριθέστερος προγενέστερος. Καλλίμαχος … «ἠὲ νέων ἀνδρῶν, ἢ οἳ προγενέστεροί εἰσιν». οὕτως οὖν καὶ ὁ ἀνιαρὴς καὶ ἡ ἀνιαρὴς καὶ τὸ ἀνιαρὲς καὶ ἀνιαρέστερον τὸ συγκριτικὸν καὶ κατʼ ἔκτασιν ἀνιηρέστερον. ἁμαρτάνουσιν ἄρα οἱ προφερόμενοι πενέστατος· ἀπαρασχημάτιστον γὰρ τὸ πένης ὄνομα τῷ οὐδετέρῳ. ἔδει δὲ καὶ παρὰ τὸ κλέπτης καὶ ψευδὴς μηδʼ ὅλως σχηματίζεσθαι συγκριτικά. οἱ δʼ Ἀττικοὶ κλεπτίστατον καὶ ψευδίστατον εἰπόντες τὰ συγκριτικὰ ἥμαρτον· ἀντὶ γὰρ τοῦ κλεπτέστατον καὶ ψευδέστατον. οὕτω Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ. τὸ δὲ ἀνιηρέστερον ὤφειλε μὲν εἶναι ἀνιηρότερον, μέτρου δὲ χάριν οὕτω λαλεῖται, ὡς καὶ τὸ αἰδοιέστερον καὶ λοιπὰ τοιαῦτα. ἐν οἷς καὶ τὸ ἀμορφέστατος γυνὴ παρʼ Ἡροδότῳ οἱ δὲ παλαιοὶ καὶ ταῦτά φασιν. εὕρηται καὶ δικαιέστερον καὶ ἀκρατέστερον ἐκ τοῦ ἄκρατος. Ἐπίχαρμος δὲ καὶ «ἀλλοιέστερον» λέγει καὶ «ἐπιηρεστέραν» καὶ «ἀναγκαιέστατον» καὶ «ὡραιέστατον». Στησίχορος δὲ «ὑπερθυμέστατον ἀνδρῶν». Ἑκαταῖος δὲ «οἱ Βιαντίδαι ἄνδρες σπουδαιέστατοι ἐγένοντο». καὶ Ἡρόδοτος «τὰ σπουδαιέστερα τῶν πρηγμάτων». Δημόκριτος δὲ «ἐπιτηδειέστατόν» φησι. καὶ Δεινόλοχος «γενναιέστατον». Ἀντίμαχος δὲ ὅτι «ἀφνειέστατος ἔσκεν». Εὔπολις δὲ «πόλιν γε θεοφιλεστάτην οἰκοῦσιν ἀφθονεστάτην τε χρήμασι». Πίνδαρος «ἀπονέστερον». Σέλευκος δὲ παρʼ Ὁμήρῳ φησὶ τὴν Ἀριστοφάνειον γραφὴν ἔχειν «Ἀτρείδη κύδιστε φιλοκτεανέστατε πάντων».

Ἐτυμολογικὸν τὸ Γνήσιον δεξιτερός· εἰ ἐστιν ἀπὸ τοῦ δεξιός, ὤφειλεν εἶναι δεξιώτερος, ὡς λογιώτερος. ἔστιν οὖν παρώνυμος ὁ χαρακτήρ· παρὰ γὰρ τὸ δεξιὸς γίνεται δεξιερός, ὡς ἄριστος ἀριστερός, φθόνος φθονερός, μόγος μογερός, καὶ πλεονασμῷ τοῦ τ δεξιτερός. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἐπιλησμότατον· ὡς σωφρονέστατον ἐπιλησμονέστατον. ἐκ τοῦ λήθω.

Φώτιος ἐργατίστερον λέγουσιν.

Ἐτυμολογικὸν τὸ Γνήσιον , εὐνοέστατον· «καὶ γλαυκῶπιν τίω πάντοτε βροτοῖσιν εὐνοεστάτην θεόν». εὐνοέστατον, δέον εὐνοώτατον. ῥητέον δὲ ὅτι ἔθος ἐστὶν Ἰάδι διαλέκτῳ οὕτως τὰ τοιαῦτα ποιεῖν, ὥσπερ ἀφθονώτερον καὶ ἀφθονέστερον· τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ διὰ τοῦ εσ προφέρουσιν, οἷον δικαιέστερον, ἀντὶ τοῦ δικαιότερον, καὶ τὰ τοιαῦτα.

Ἐτυμολογικὸν τὸ Γνήσιον , εὐνούστατον· πᾶν ὄνομα εἰς ους λῆγον τὸ παρακείμενον συγκριτικόν τε καὶ ὑπερθετικὸν προσθέσει τοῦ τος ἀποτελεῖ, οἷον ἁπλούστατος εὐχρούστατος. ζητητέον δὲ τί δήποτε εὔνους ἐστὶν τὸ ἁπλοῦν καὶ εὔνοος καὶ τὸ συγκριτικὸν εὐνοώτερος, τὸ δὲ συνῃρημένον σχῆμα εὐνούστερος καὶ οὐχὶ εὐνούτερος. ῥητέον οὖν ὅτι ὅσα μὲν τῶν πρωτοτύπων βραχυκαταληκτεῖ, ταῦτα οὐκ ἔχει σύμφωνον ἐν τῷ συγκριτικῷ καὶ ὑπερθετικῷ, οἷον ταχὺς ταχύτερος καὶ ταχύτατος· ὅσα δὲ μακροκαταληκτεῖ ταῦτα μετὰ συμφώνου ἐν τοῖς συγκριτικοῖς ἐκφέρονται καὶ ὑπερθετικοῖς, οἷον εὐγενὴς εὐγενέστερος εὐγενέστατος καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως. τὸ δὲ εὐνούστατος, ὅτε μέν ἐστιν ἀπὸ τοῦ εὔνοος, δεῖ εἶναι εὐνοώτερος, ὅτε δὲ ἀπὸ τοῦ εὔνους, εὐνούστερος. ἰστέον ὅτι τὰ μετὰ συμφώνου γινόμενα ἐν τοῖς συγκριτικοῖς βραχύνεται κατὰ τὰ φωνήεντα, οἷον σωφρονέστατον ὑγιέστερον. τὸ οὖν εὐνούστερον ἢ περισσὸν οἰητέον ἔχειν τὸ σ ἢ ὀφείλει βραχύνεσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους. ὥστε τὸ μὲν εὐνούστερος ἡμάρτηται, ὑγιῶς δὲ ἔχει τὸ εὐνοώτερος Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἥδυμος· ... ἢ ἀπὸ τοῦ ἡδὺς ἥδυμος, ὡς παρʼ Ἐπιχάρμῳ· «ἅμα τε καὶ λόγων ἀκούσας ἡδύμων». τὸ συγκριτικὸν ἡδυμώτερος καὶ Ἰωνικῶς ἡδυμέστερος, ὡς ἀνιαρότερος ἀνιηρέστερος. τὸ δὲ ὑπερθετικὸν ἡδυμέστατον Ἀλκμὰν ἔφη.

Ἐτυμολογικὸν τὸ Γνήσιον θερειτάτη· ὡς παρὰ Νικάνδρῳ· «θερειτάτη ἵσταται ἀκτίς». παρὰ τὸ θέρειος· οὐδέποτε γὰρ ἀπὸ τῶν εἰς ος οὐδετέρων σχηματίζεται συγκριτικόν. παρὰ τὸ θέρος οὖν γίνεται θέρειος κτητικόν, ὡς τέλος τέλειος καὶ τὸ θηλυκὸν θερεία. παρὰ τὸ θέρειος οὖν γίνεται ὑπερθετικὸν θερειοτάτη καὶ κατὰ συγκοπὴν θερειτάτη. Ἄρατος· «ἦμος ὅτʼ ἠελίοιο θερείταταί εἰσι κέλευθοι».

Ἐτυμολογικὸν τὸ Γνήσιον μακάρτατος· ἰστέον ὅτι τὰ συγκριτικὰ σχηματίζεται ἢ παρὰ τὰ εἰς ων λήγοντα ἢ παρὰ τὰ εἰς ας ἢ εἰς υς ἢ εἰς ους, καὶ ταῦτα ἐὰν φυλάττῃ τριγένειαν. διόπερ μεμπτέον Σώφρονα λέγοντα· «φωρτάτους ἀεὶ καπήλους παρέχεται»· οὐδὲ γὰρ τὰ εἰς ωρ λήγοντα σχηματίζουσιν συγκριτικὸν καὶ ὑπερθετικόν. ἔτι ἁμαρτάνουσιν οἱ λέγοντες μακάρτατος. τὸ μέντοι φέρτερος φέρτατος, βέλτερος βέλτατος, ὕστερος ὕστατος οὐκ οἰητέον εἶναι συγκριτικὰ οὐδὲ ὑπερθετικά, συμπεπτωκέναι δὲ τοῖς συγκριτικοῖς. ὁμοίως δὲ καὶ τὸ πρότερος· οὐ γὰρ ἀπὸ τοῦ πρῶτος, ἐπεὶ ὤφειλεν διὰ τοῦ ω μεγάλου γράφεσθαι. Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , πλειότερος· κατασκευάζεται οὕτως … ἰστέον ὅτι οὐ πάντα τὰ εἰς ων ὀνόματα ποιοῦσι συγκριτικά, ἀλλὰ μόνα τὰ παρασχηματιζόμενα θηλυκῷ καὶ οὐδετέρῳ γένει βαρύτονα· τῶν γέ τοι ὀξυτόνων οὐδὲν εἰς σύγκρισιν κλίνεται· οὐδὲ γὰρ τοῖς γένεσιν παρασχηματίζεται … οἷον σωφρονέστατος τλημονέστατος ἀπὸ τοῦ σώφρων καὶ τλήμων. Εὐριπίδης· «ἀλλʼ εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν». τὸ οὖν παρὰ Καλλιμάχῳ «ὄφρα σε πλειοτέρῃ δεῦρο δέχωμαι» οὐ παρὰ τὸ πλείων πεποίηται, ἐπεὶ πλειονέστερον ἂν ἐλέγετο, ἀλλὰ παρὰ τὸ πλεῖος, ἀφʼ οὗ καὶ Ὅμηρος «πλεῖοι μέλανος θανάτοιο» καὶ τὸ «πλεῖαί τοι οἴνου κλισίαι». πλεῖος οὖν καὶ πλειότερος, οἷον «φθέγγεο κυδίστη πλειοτέρῃ φάρυγι». ἡμάρτηται δὲ ὡμολογημένως τὸ «δεύτερον αὖτε γένος πολὺ χειρότερον» παρὰ Ἡσιόδῳ· διχῶς γὰρ ἐποίησεν. συγκριτικὸν γὰρ ὂν τὸ χεῖρον συγκριτικὸν ἐποίησεν, ὅπερ ἀδύνατον. καὶ εἰ ὅλως ὤφειλεν εἰπεῖν, χειρονέστερον ἂν ἐσχημάτισεν. τί οὖν; ἴσως παρὰ τὸ χεῖρος. οὕτω Φιλόξενος Ῥηματικῷ.

Φώτιος προδοτίστερον λέγουσιν, ὡς λαγνίστερον καὶ κλεπτίστερον καὶ πτωχίστερον.

Ἐτυμολογικὸν τὸ Γνήσιον τέρπνιστος· ἐκ τοῦ τερπνὸς τερπνίων τέρπνιστος· Καλλίμαχος· «τέρπνιστοι δὲ τοκεῦσι». τέρπνιστος· πᾶν ὄνομα εἰς ων λῆγον καθαρὸν συγκριτικὸν τοῦ ἰδίου πρωτοτύπου μιᾷ συλλαβῇ πλεονάζει, οἷον ταχὺς ταχίων τάχιστος, κακὸς κακίων κάκιστος, βραδὺς βραδίων βράδιστος, ἐλαχὺς ἐλαχίων ἐλάχιστος, τερπνὸς τερπνίων τέρπνιστος· Καλλίμαχος· «τέρπνιστοι δὲ τοκεῦσι τόθʼ υἱέες». ὠκὺς ὠκίων ὤκιστος, γλυκὺς γλυκίων γλύκιστος, πρέσβυς πρεσβίων πρέσβιστος, «πρέσβιστον ἄστρων νυκτὸς ὀφθαλμὸς πρέπει» Αἰσχύλος. βραχὺς βραχίων βράχιστος, λάλος λαλίων λάλιστος λαλίστατος, ψευδὴς ψευδίων ψεύδιστος ψευδίστατος, κλέπτης κλέπτιστος κλεπτίστατος. οὕτως οὖν καὶ καλὸς καλίων καὶ πλεονασμῷ ἑτέρου λ καλλίων κάλλιστος.

Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τὸ Γνήσιον, Ἐτυμολογικὸν τοῦ Συμεῶνος ὑγιής: ὑγιώτερον· ζητεῖται τὸ παρὰ Σώφρονι «ὑγιώτερον κολοκύντας» πῶς οὐ λέγει ὑγιέστερον; ῥητέον οὖν, ὅτι ἑκοντὶ ἥμαρτε τὸ ἄκακον τῆς γυναικείας ἑρμηνείας μιμούμενος. ὃν τρόπον κἀκεῖ ἐσολοίκισε «τατωμένα τοῦ κιτῶνος», ἀντὶ τοῦ ἐνέχυρα θεῖσα. «ὁ τόκος νιν ἁλιφθερώκει». Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον φίλτερον· παρὰ τὸ φίλος φιλώτερος, ἐξ οὗ τὸ θηλυκὸν φιλωτέρα, οἷον «Γελλὼ παιδοφιλωτέρα», καὶ συγκοπῇ φίλτερος. πᾶν δὲ συγκριτικὸν εἰς ρος λῆγον ὑπὲρ δύο συλλαβάς ἐστιν. τὸ μέντοι φίλτερον καίτοι ὑπὲρ δύο συλλαβὰς ὂν διαφωνεῖ ὡς πρὸς τὰ συγκριτικά· οὐκ ἔχει γὰρ τοῦ πρωτοτύπου τὸ ο.

Ἐτυμολογικὸν τὸ Γνήσιον , χαριέστερος· πᾶν ὄνομα εἰς εις λῆγον τὸ παρακείμενον συγκριτικὸν ἔχει δύο συλλαβὰς πλεονάζον τῆς εὐθείας, οἷον χαρίεις χαριέστερος, τιμήεις τιμηέστερος, μορφήεις μορφηέστερος, τολμήεις τολμηέστερος καὶ τολμηέστατος· οὐ γὰρ παρὰ τὸ τόλμη ἐσχημάτισται· ἀκοινώνητα γὰρ συγκρίσει πάντα τὰ θηλυκά. ἡμάρτηται δὲ παρʼ Ὁμήρῳ τὸ πλατάνιστος· ὑπερθετικὸν γάρ ἐστιν, ὡς κάκιστος, ἄριστος. ἔνιοι μέντοιγε παροξύνουσι λέγοντες εἶναι ὑποκοριστικὸν τὸ σχῆμα, καθὼς καλαμίσκος καὶ πυργίσκος, ἀγνοοῦντες ὅτι, εἰ ἦν ὑποκοριστικόν, ἔδει διὰ τοῦ κ ἐκφέρεσθαι. τὸ δὲ ὀρέστερος οὐκ ἀπὸ τοῦ ὄρους, ἀλλʼ ἀπὸ τοῦ ὀρήεις ὀρηέστερος καὶ κατὰ συγκοπὴν ὀρέστερος· ἀπὸ γὰρ τῶν εἰς ος οὐδετέρων οὐδέποτε γίνεται συγκριτικόν. Φιλόξενος.

ΡΗΜΑΤΙΚΟΝ

Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τοῦ Συμεῶνος, Ἐτυμολογικὸν τὸ Γνήσιον ἀβολήτωρ· βολῶ καὶ ἀντιβολῶ· παρʼ ὃ τὸ ἀβολήτωρ, ὁ μὴ παρακαλῶν. Ἀντίμαχος Ἰαχίνῃ· «τοὶ δʼ ἄρα οἱ ἀβολήτορες ἄνδρες ἔασιν». οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄεισι· παρὰ τὸ ἀῶ, τὸ πνέω, παράγωγον τῶν εἰς μι ἄημι, οὗ τὸ τρίτον ἄησι καὶ τὸ δυϊκὸν ἄετον καὶ κατʼ ἔκτασιν ἄητον, οἷον «τώ τʼ ἐκ Θρῄκηθεν ἄητον», ἐξ οὗ καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἄεισιν Αἰολικώτερον· ἐχρῆν γὰρ ἀεῖσιν, ὥσπερ ἱεῖσιν· «ἄλλοτε δʼ ἄλλῃ ἄεισιν». οὕτω Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀέντες· ἔστιν ἀῶ περισπώμενον· ὅτι δέ ἐστι περισπώμενον δῆλον ἐκ τοῦ ἄησις καὶ ἄημι· καὶ οἱ Αἰολεῖς τὴν ἀῶν μετοχὴν καθὰ ποιῶν καὶ φιλῶν ἀεὶς ἐροῦσιν, ὡς φιλεὶς καὶ ποιείς, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀέντες, ἡ γενικὴ ἀέντων, ὡς ποιέντων, οἷον καὶ «ἀνέμων μένος ὑγρὸν ἀέντων». εἰ δὲ ἦν βαρύτονον, ἄεντες ἂν ἐρρήθη· «πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες». οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄητον· ὥσπερ παρὰ τὸ φιλῶ γίνεται φιλεῖτον, οὕτως καὶ παρὰ τὸ ἀῶ ἀεῖτον τὸ δυϊκόν, καὶ παρʼ Αἰολεῦσιν ἄητον, ὡς ποίητον. εἰ γὰρ ἦν βαρύτονον, ἄετον ὤφειλεν εἶναι, ὡς λέγετον τύπτετον. ἢ παρὰ τὸ ἀῶ γίνεται παράγωγον ἄημι καὶ τὸ τρίτον ἄησι καὶ τὸ δυϊκὸν ἄετον καὶ κατʼ ἔκτασιν ἄητον. οὕτως ὁ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , αἶθος· ἰστέον ὅτι αἶθός ἐστιν ὁ αἴθων, παρὰ τὸ αἴθω, τὸ καίω, αἰθὸς δὲ ὁ αἰθόμενος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , αἰνετός· ἐκ τοῦ αἰνέσω αἰνεστὸς καὶ αἰνετὸς κατʼ ἔνδειαν τοῦ σ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀλήτης· σημαίνει τὸν πλανήτην. καὶ δεῖ γινώσκειν, ὅτι ὥσπερ τὸ κομήτης καὶ πεδήτης καὶ πλανήτης οὐ ῥηματικὰ ἀλλὰ παρώνυμα· ἀπὸ γὰρ τοῦ πέδη πεδήτης καὶ πλάνη πλανήτης καὶ κόμη κομήτης. οὕτως καὶ παρὰ τὸ ἄλη, ὃ σημαίνει τὴν πλάνην, γίνεται ἀλήτης. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄλιππα· παρὰ τὸ ἀλείφω γίνεται ἄλιμμα καὶ Αἰολικῶς ἄλιππα. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀλφίτου ἀκτήν· τὸ ἀλφίτου ἀκτὴν κατὰ ἀφαίρεσιν εἰρῆσθαι· εἶναι γὰρ μακτήν. οἱ δέ φασιν ἀλφίτου ἀκτὴν εἰρῆσθαι, ὅτι ἄκρον ἐκάλουν τὸν καρπόν· ἔνθεν καὶ ἀκρόδρυα. ἢ ὅτι ὥσπερ ὁ εἰς θάλασσαν καθήκων τόπος ἔσχατος ὢν τῆς ἠπείρου ἀκτὴ λέγεται, οὕτω καὶ τὸ ἔσχατον τοῦ ἀλεύρου εἶναι προπονηθέντων εἰς τὸν καρπόν. ἢ ἀπὸ τοῦ ἄσσεσθαι ὑπὸ τοῦ μύλου καθάπερ καὶ τὰ κύματα τῆς θαλάσσης ἐν τῷ αἰγιαλῷ, ὃς ἀκτὴ καλεῖται. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀνάκτορον· οὐ πεποίηται παρὰ τὸ ἀνάκτωρ· οὐδενὶ γὰρ τούτων τῶν ῥηματικῶν παράκειται οὐδετέρου παρασχηματισμός. πεποίηται οὖν παρὰ τὸ ἀνάκτορος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀναδούμενος· παρὰ τὸ δέω δέσω δέδεκα, ἡ μετοχὴ δεόμενος καὶ ἀναδεόμενος καὶ κατὰ συναίρεσιν ἀναδούμενος. οὕτω Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀπήορος· ὁ ἀπηρτισμένος καὶ διεστώς. παρὰ τὸ ἀείρω ἀπάορος καὶ ἀπήορος. Φιλόξενος Ῥηματικῷ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀρεστός· οὐκ ἀπὸ τοῦ ἀρέσκω· ἔδει γὰρ ἀρεκτὸς εἶναι. ἀλλὰ ἀπὸ τοῦ ἀρέσω ἀρεστός. Φιλόξενος Ῥηματικῷ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄσχετος· ὁ δὲ σχετὸς καὶ ἄσχετος οὐ πεποίηται παρὰ τὸ σχέθω· ἐλέγετο γὰρ ἂν σχέτος καὶ ἄσχετος. ἀλλὰ παρὰ τὸ σχῆμι, ἀφʼ οὗ καὶ ἔσχηκα ὁ παρακείμενος καὶ ἐσχέθην ὁ ἀόριστος καὶ ὁ μέλλων σχήσω· ἐξ οὗ καὶ ἡ σχέσις. καὶ ὡς παρὰ τὸ τίθημι γίνεται θετὸς καὶ ἄθετος καὶ εὔθετος καὶ ἵημι ἑτὸς καὶ ἄφετος καὶ δίδωμι δοτὸς καὶ Ἡρόδοτος, καὶ δέδεμαι δετός, οὕτως σχῆμι σχετὸς καὶ ἄσχετος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄτμητος· τὸ τμητὸς καὶ ἄτμητος οὐ πεποίηται ἀπὸ τῶν εἰς μνω· οὐ γὰρ παρὰ τὸ τέμνω, ἀλλʼ ἀπὸ τοῦ τέμω γίνεται τομὴ ῥηματικὸν ὄνομα, ὡς δέμω δομὴ καὶ οἰκοδομὴ καὶ νέμω νομή. ἐκ δὲ τοῦ τομὴ γίνεται ῥῆμα τομῶ, ὡς φωνὴ φωνῶ, σκηνὴ σκηνῶ, τιμὴ τιμῶ. ἐκ δὲ τοῦ τομῶ γίνεται ῥηματικὸν ὄνομα τομητός, καὶ κατὰ συγκοπὴν τμητὸς καὶ ἄτμητος, ὡς καμητὸς κμητὸς καὶ ἄκμητος. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον αὐτοκράτωρ· μεμπτέον οὖν τὴν συνήθειαν ἐπὶ τοῦ αὐτοκράτωρ ὀνόματος παρὰ τὸ κρατῶ κρατήτωρ καὶ κράτωρ εἶναι λέγειν· παρὰ γὰρ τὸ κραίνω κράντωρ ἐστὶ καὶ ἐν συνθέσει αὐτοκράντωρ, ἀποβολῇ τοῦ ν αὐτοκράτωρ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀφετήρ· ἀπὸ τοῦ ἵημι ἑτὴς καὶ ἑτὴρ καὶ ἀφετήρ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄφεμα· ἐκ τοῦ ἵημι, ἵεμαι, ἕμα καὶ ἐν συνθέσει ἄφεμα. οὕτως ὁ αὐτός.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀφνήμων· Ἀντίμαχος· «πολλὰ δὲ μῆλα τά περ ἀφνήμονας ἄνδρας». παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπήν, ᾧ κέχρηται Πίνδαρος, οἷον «ὁ δʼ ἄφνει πέποιθεν». ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ καὶ ἐξ αὐτοῦ ἀφνήμων. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ.

Ἐτυμολογικὸν τὸ Γνήσιον βασιλεύτωρ· παρὰ τὸ βασιλεύσω βασιλεύτωρ. Ἀντίμαχος ἐν πρώτῃ Θηβαΐδος· «οἷοι ἔσαν βασιλεύτορες Αἰγιαλήων». οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικόν.

Ἐτυμολογικὸν τὸ Γνήσιον βοτήρ· ... ὁ δὲ Φιλόξενος ἐν τῷ Ῥηματικῷ λέγει παρὰ τὸ βόσκω εἶναι βοκτήρ, καὶ ἀποβολῇ τοῦ κ βοτήρ.

Ἐτυμολογικὸν τὸ Γνήσιον γενὴ καὶ γενέθλη· ... παρὰ τὸ γεννῶ, ἀφʼ οὗ ὁ μέλλων γενήσομαι, γενέθρα καὶ Ἰακῶς γενέθρη, ὡς κολυμβῶ κολυμβήθρα, καὶ κατὰ τροπὴν γενέθλη· ὅθεν καὶ τὸ γενή. ἀπὸ τοῦ γεννῶ γενή, ὡς ἀπειλῶ ἀπειλή, εἰλῶ εἰλή, ὠνῶ ὠνή. Καλλίμαχος· «τὴν δὲ γενὴν οὐκ οἶδα». Φιλόξενος Ῥηματικῷ.

Ἐτυμολογικὸν τὸ Γνήσιον δέμα· ζητεῖται περὶ τοῦ δέμα καὶ ζέμα πῶς οὐ λέγεται δεῦμα καὶ ζεῦμα, ὥσπερ πνέω πνεῦμα καὶ ῥέω ῥεῦμα. ἄλλως τε εἰ ἔζεκα ὁ παρακείμενος, ὤφειλεν εἶναι τὸ ῥηματικὸν ὄνομα ζέσμα· ἔζεσμαι γὰρ ὁ παρακείμενος. λέγεται ὅτι τὸ δέμα ὑγιές ἐστιν ἀπὸ τοῦ δέδεμαι παρακειμένου καὶ τὸ ζέσμα παρῃτήσατο τὸ σ. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικόν.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἰστός· ὁ δὲ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ οὕτως αὐτὸ γενέσθαι λέγει· ἀπὸ τοῦ εἴδω ἰστός, ὡς εἷμα ἱμάτιον. ὁ δὲ Φιλόξενος λέγει, ὅτι ἐστὶν εἴδω εἴσω, ὃ σημαίνει τὸ γινώσκω, ἀφʼ οὗ τὸ ἰστός, ὃ σημαίνει τὸ ἐπιστήμων.

Ἐτυμολογικὸν τὸ Γνήσιον κέλευμα· ἐκ τοῦ κελεύω κέλευμα. Σώφρων· «οἵ γε μὰν κόγχοι ὥσπερ ἐξ ἑνὸς κελεύματος». Φιλόξενος Ῥηματικῷ.

Ἐτυμολογικὸν τὸ Γνήσιον νῆστις· ... ἢ ὡς λέγει Φιλόξενος εἰστὸ Ῥηματικὸν ἔδω ἔσω ἐστὸς καὶ ἔστις καὶ νήεστις καὶ νῆστις.

Ἐτυμολογικὸν τὸ Γνήσιον ποθή· ... ὁ δὲ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ λέγει, ὅτι ἀπὸ τοῦ πεύθω γέγονε πευθὴ καὶ ποθή.

ΕΚ ΤΟΥ ΡΗΜΑΤΙΚΟΥ

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἄη· ὥσπερ παρὰ τὸ φιλῶ γέγονεν ἐφίλει διὰ τῆς ει διφθόγγου, κατὰ δὲ Αἰολεῖς ἐφίλη διὰ τοῦ η, οὕτως καὶ παρὰ τὸ ἀῶ ἄει καὶ κατὰ Αἰολεῖς ἄη. καὶ Ὅμηρος «μῆνα δὲ πάντʼ ἄληκτος ἄη νότος».

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀκήρατος: ἀκήρατος· παρὰ τὸ κηραίνω· καὶ ὤφειλεν εἶναι ἀκήραντος, ἀλλὰ ἀκήρατος ποιητικῶς. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἄκρος· ... ὁ δὲ Φιλόξενος παρὰ τὴν ἀκὴν ἄκερος καὶ κατὰ συγκοπὴν ἄκρος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἁλιεύς· παρὰ τὸ ἁλὸς ἅλιος καὶ ἁλιεύς, ὡς Αἰακίδης Αἰακιδεὺς καὶ ναύτης ναυτιεύς. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀμίσαλλος· οἷον «ἀμίσαλλοί τε γέροντες». κατʼ ἔνδειαν τοῦ γ· ἀμίσγαλλος, ὁ δυσάρεστος, ὁ μὴ ἄλλῳ μισγόμενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀμίστυλλον· σημαίνει τὸν μὴ κεκομμένον. «θέντες ἀμίστυλλον ταῦρον ἐπὶ σχαλίδων». Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄρυστις· ἄρυσις καὶ ἄρυστις. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀφήτωρ· ... εἴρηται παρὰ τὸ ἵημι ἕτης καὶ ἀφέτης, ὡς τίθημι θέτης καὶ δίδωμι δότης. ταῦτα δὲ γίνονται κατὰ τροπὴν εἰς ηρ, θέτης θετὴρ καὶ ἐν συνθέσει ὑμνοθετήρ, δότης δοτήρ· «θεοὶ δωτῆρες ἑάων». οὕτως ἕτης ἑτήρ, καὶ ὡς δοτὴρ δώτωρ, οἷον «δῶτορ ἑάων», οὕτως ἕτης ἕτωρ καὶ ἥτωρ καὶ ἀφήτωρ, ὁ ἀφιεὶς τὰ βέλη. οὕτως Φιλόξενος καὶ Μεθόδιος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄφυκτος· παρὰ τὸ φεύγω φευκτός, ὡς εὔχω εὐκτός, καὶ κατʼ ἔνδειαν τοῦ ε φυκτὸς καὶ ἄφυκτος. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον βατήρ· ... οὐ παρὰ τὸ βαίνω· ἐλέγετο γὰρ ἂν βαντήρ. ἀλλὰ παρὰ τὸ βίβημι βατήρ.

Ἐτυμολογικὸν τὸ Γνήσιον βάτης· παρὰ τὸ βαίνω βάντης ὤφειλεν εἶναι, ὡς φαίνω φάντης καὶ ἱεροφάντης. ἀλλʼ ἀπὸ τοῦ βίβημι βάτης καὶ διαβάτης καὶ ἱπποβάτης. Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον βατοδρόπος· παρὰ τὸ δρέπω δρόπος καὶ βατοδρόπος. Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον βλάβη· ἀπὸ τοῦ βλάβω βλάβη. Ὅμηρος· «βλάβεται δέ τε γούνατʼ ἰόντι». ἔνθεν καὶ τὸ βλάβος. εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλαφή, ὡς σκάπτω σκαφή. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον γνήσιος· ὁ μὴ νόθος. γενήσω γενήσιος, ὡς θαυμάσω θαυμάσιος, καὶ κατὰ συγκοπὴν γνήσιος, ὁ ἐκ τῆς αὐτῆς γεννηθείς. ἢ ἀπὸ τοῦ γενητὸς γενήσιος, ὡς πλοῦτος πλούσιος, καὶ κατὰ συγκοπὴν γνήσιος. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον δετή· ἡ λαμπάς. «καιόμεναί τε δεταί». ἀπὸ τοῦ δίδημι ῥήματος, ἀφʼ οὗ Ὅμηρος ἔφη τὸν παρατατικὸν «δίδη μόσχοισι λύγοισι». ὡς γὰρ ἀπὸ τοῦ τίθημι θετὸς καὶ εὔθετος καὶ ἵημι ἑτὸς καὶ ἄφετος καὶ δίδωμι δοτὸς καὶ Ἡρόδοτος, οὕτως δίδημι δετὸς καὶ δετή, ἡ ἐκ δεδεμένων δᾴδων λαμπάς.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἐδητύς· σημαίνει βρῶσιν ἢ τρυφήν. παρὰ τὸ ἐδῶ ἐδήσω ἐδητύς. εἰ γὰρ ἦν ἐκ τοῦ ἔδω βαρυτόνου, ἐτὺς ὤφειλεν εἶναι ἰσοσύλλαβον τῷ ἔδω, ὥσπερ γράφω γραπτύς, πράσσω πρακτύς. καὶ παρὰ τὸ ἔδω ἐστὸν ὤφειλεν εἶναι, οὐχὶ δὲ ἐδεστόν. οὕτως Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἔνθʼ εἴην· οὐκ ἔστι τρίτον πρόσωπον εὐκτικόν, ἀλλὰ πρῶτον· οὐ γὰρ δύναται τὰ τρίτα τῶν εὐκτικῶν προσλαμβάνειν τὸ ν, ἵνα μὴ συνεμπέσῃ τῷ πρώτῳ. Φιλόξενος δὲ λέγει κατὰ διάλεκτον γεγενῆσθαι. ἔστιν εἴω τὸ ῥῆμα· «ἐγκίκρα, ὡς εἴω». τὸ ἀπαρέμφατον εἴειν· τὸ γὰρ λέγειν καὶ φέρειν οἱ Αἰολεῖς λέγην καὶ φέρην λέγουσι διὰ τοῦ η. οὕτως οὖν καὶ τὸ εἴειν εἴην Αἰολικόν· ὥστε ἀπαρέμφατον κατέκλεισε τὴν διάνοιαν.

Ἐτυμολογικὸν τὸ Γνήσιον ζέμα· τὸ θερμόν. παρὰ τὸ ζέω ζέμα.

Ἐτυμολογικὸν τὸ Γνήσιον Φερσεφόνη· παρὰ τὸν φέρσω μέλλοντα· ἡ φέρουσα πάντα καὶ φθείρουσα· ἡ αὐτὴ γάρ ἐστι τῇ γῇ. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , χρέος· οὐκ ἀπὸ τοῦ χρῶ, ἀλλʼ ἀπὸ τοῦ χρέω καὶ χρέομαι. Σώφρων· «τῷ χόλῳ χρέομαι». οὕτω Φιλόξενος.

ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ

Στέφανος ὁ Βυζάντιος Ἀλάβανδα· πόλις Καρίας, ἥ ποτε Ἀντιόχεια ... ὁ πολίτης Ἀλαβανδεὺς οὕτως ἀναγράφεται. λέγεται καὶ κτητικὸν Ἀλαβανδιακὸς καὶ Ἀλαβανδιακὸν σύγγραμμα, ἐξ οὗ καὶ ἀλαβανδιακὸς σολοικισμός, ὡς Φιλόξενος ὁ τὴν Ὀδύσσειαν ἐξηγούμενος, ὅταν ἡ μὴ ἀπαγόρευσις ἀντὶ τῆς οὐ κεῖται, ὡς τὸ «μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει».

Στέφανος ὁ Βυζάντιος Δωδώνη· πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθʼ ἣν Δωδωναῖος Ζεύς· «Δωδώνης μεδέων δυσχειμέρου». καὶ Διονύσιος «Δωδώνης ἤπειρος ἀπείριτος ἐκτετάνυσται». Φιλόξενος δὲ ὁ τὴν Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως· «Δωδώνην νῦν φησι τὴν Θεσπρωτικήν, ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλική, ἀφʼ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία». τὸν δʼ ἐς Δωδώνην· Δωδώνην νῦν τὴν Θεσπρωτικήν, ἔνθα τὸ μαντεῖον ἦν τοῦ Διός. ἑτέρα δέ ἐστιν ἡ Θεσσαλική, ἀφʼ ἧς Ἀχιλλεὺς καλεῖ τὸν Δία· «Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ».

Ἐτυμολογικὸν τὸ Γνήσιον : ἀνὰ ῥῶγας· «ἀνὰ ῥῶγας μεγάροιο». τὰς ἐν τῷ μεγάρῳ διόδους. οἱ δὲ τὰς ἀναβάσεις, ἀπὸ τοῦ διεστάναι. ὁ δὲ Φιλόξενος ἀμφίβολον εἶναί φησι, πότερον οὐδετέρως ῥῶγας, ὡς τὸ κῶας, ἵνʼ ᾖ τὸ ἀνάρρηγμα τοῦ τοίχου, ἢ τὰς ῥῶγας, ἵνʼ ᾖ τὰς ῥαγάδας. βέλτιον δὲ τὸ πρότερον.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἐξ εὐηγεσίης· Ἀρίσταρχος ψιλῶς ἀναγινώσκει· ἠγὸν γὰρ ὑπὸ Ἰώνων λέγεσθαι τὸν εὐδαίμονα ὡς τετελευτηκότα. Καλλίστρατος δὲ δασέως καὶ ἀπέδωκεν ἐξ εὐαρχίας παρὰ τὸ ἡγεῖσθαι. οὕτω Φιλόξενος. εὐηγεσία· σημαίνει τὴν εὐδαιμονίαν, οἷον «ἐξ εὐηγεσίης»· ἠγὸν γὰρ τὸν εὐδαίμονα λέγουσιν Ἴωνες. δύναται δὲ καὶ ἐπὶ εὐαρχίας λαμβάνεσθαι, παρὰ τὸ ἡγεῖσθαι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Κυκλώπων δʼ ἐς γαῖαν· ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ ὁ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος, Ποσειδῶνος γὰρ ἦν, μήτε μητρός, Κύκλωψ ἐγένετο. αὐτὸς δὲ ἑτέρῳ μύθῳ ἐπιλύεται· καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Μεδούσης ὁ Πήγασος ἵππος. τί δʼ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γεγονέναι; ὥσπερ καὶ τὰ ἄλλα ἐξ αὐτοῦ ἀναλόγως τῇ θαλάσσῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα. γελοίως δʼ αὐτοὺς ἐτυμολογεῖ Ἡσίοδος «Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ». ὁ δʼ Ὅμηρος φαίνεται φύσιν αὐτῶν λέγων· εἰ γὰρ ἦν τι τοιοῦτον, ὥσπερ τὰς ἄλλας ἰδιότητας τῶν ὀφθέντων ἔγραψεν ἐπʼ αὐτοῦ Κύκλωπος, τὸ μέγεθος, τὴν ὠμότητα, οὕτω κἂν τὸ περὶ τοῦ ὀφθαλμοῦ ἔγραψε. φησὶ δὲ ὁ Φιλόξενος ὅτι ἐπλάνησε τὸν Ἡσίοδον τὸ τὸν ἕνα ὀφθαλμὸν τυφλωθέντα μηκέτι ὁρᾶν. οὔτε δὲ περὶ πάντων τῶν Κυκλώπων εἶπε τοῦτο Ὅμηρος, εἰκός τε τὸν Πολύφημον κατά τινα ἄλλην αἰτίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπολωλεκέναι πρὸ τῆς Ὀδυσσέως ἀφίξεως. οἱ δὲ ἀντιλέγοντες τούτῳ φασίν, εἰ δύο εἶχεν ὀφθαλμοὺς καὶ τὸν ἕνα Ὀδυσσεὺς ἐτύφλωσε, πῶς συμφωνήσει τὸ ὑπʼ αὐτοῦ λεγόμενον, «Κύκλωψ, εἰ καί τίς σε καταχθονίων ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν». οὐκ εἶπεν ὀφθαλμῶν. ἔτι δὲ καὶ τὸ προκείμενον παρὰ τοῦ Κύκλωπος, ὅτι δύναταί μου ὁ Ποσειδῶν ἰάσασθαι τὸν ὀφθαλμόν. εἰ γὰρ ἦν ἑτερόφθαλμος ἤδη ὑπάρχων, ἔλεγεν ἂν αὐτῷ Ὀδυσσεύς, καὶ πῶς τὸν ἕτερον οὐκ ἐθεράπευσεν; ἀλλʼ εἶπεν· «ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων». διʼ αὐτοῦ δὲ τούτου ἀπολογοῦνται περὶ τοῦ εἶναι αὐτὸν διόφθαλμον, διὰ τοῦ εἰπεῖν, εἰ τὸν πρῶτον πηρωθέντα ὀφθαλμὸν οὐκ ἐθεράπευσεν, οὐδὲ τοῦτον ἰάσεται.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Νήριτον· ὁ Φιλόξενος Νήϊον αὐτό φησι διὰ τὸ «ἡμεῖς ἐξ Ἰθάκης ὑπονηΐου εἰλήλουθμεν». τινὲς δὲ Νήϊον, ὥσπερ ὁ Κράτης, τὸν περὶ τὸν λιμένα τόπον, ἐν ᾧ ἦν συνηρεφὴς τόπος, ἱερὸν νυμφῶν· ἀφʼ οὗ καὶ τὰς Νύμφας κοινῶς Νηϊάδας προσαγορεύεσθαι. ἀπὸ τοῦ Νηΐου· «ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται».

ΠΕΡΙ ΠΡΟΣΩΙΔΙΩΝ

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν δημοβόρος βασιλεύς· καθʼ ἑαυτὸ τοῦτο ἀναγνωστέον, ὡς καὶ Φιλοξένῳ ἐν τῷ Περὶ προσῳδιῶν δοκεῖ, ἵνα τὸ κομματικὸν τῆς προφορᾶς τὴν ὀργὴν μᾶλλον ἐμφαίνῃ. δύναται δὲ καὶ τὸ εἶ ῥῆμα λείπειν, ὑφʼ ἓν ἡμῶν ὅλον προφερομένων τὸν στίχον, ἵνʼ ᾖ δημοβόρος εἶ βασιλεύς, ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις. ἀλλʼ οὐκ ἐπείγει.

ΠΕΡΙ ΠΡΟΣΩΙΔΙΩΝ

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀλλʼ οἷον· Νικίας ψιλοῖ ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμαστικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ «ἀλλʼ οἷον τὸν Τηλεφίδην». κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶς «οἷόν τε κρομύοιο λοπόν» καὶ ἀντὶ τοῦ ὡς, «οἷον ἀναΐξας». Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ «ἀλλοῖός μοι, ξεῖνε». ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁσσάτιόν τε καὶ οἷον» καὶ «ἀλλʼ οἷον τόδʼ ἔρεξεν», «οἷον τὸν Τηλεφίδην». οὕτως ἀρέσκει καὶ Φιλοξένῳ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν πολλὸν ἀπὸ πρὸ φέρων· τινὲς τὴν ἀπὸ ἀναστρέφουσιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ μέντοι οἳ παρολκὴν ἐδέξαντο τῆς πρὸ καὶ ἐφύλαξαν τῆς ἀπό τὴν προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου, ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· «νώτου ἀπὸ πρὸ ταμών»· «ἡ δὲ διὰ πρὸ Πηλιὰς ἤϊξε»· «περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν». οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν πολλοῖσι μετʼ ἄστρασι· Ἀρίσταρχος ὡς πατράσιν. ἄμεινον δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλοξένῳ, ἵνα αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μεταπλασμὸν λάβωμεν· ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροις. ὃν οὖν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο· «ἔγκασι φωτός» καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοις πρόβασιν, ἥ τε πετάλοις πέταλσιν, οὕτως ἄστροις ἄστρασι ἐπεισελθόντος τοῦ α ἵνα συστῇ ἡ λέξις.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν δαινῦτό τε λαός· προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο τοῦ πληθυντικοῦ συναλιφή, ὡς «πυθοίατο». ὡς οὖν τοὺς νέκυας νέκυς ἔφη καὶ τὸ δαινύατο δαινῦτο, οὕτως ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάστου». οὐδὲν δὲ θαυμαστόν, εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαὸς ἑνικόν· τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο ὁμοίως τῷ «ἀγρόμενοι πᾶς δῆμος».

ΠΕΡΙ ΕΘΝΙΚΩΝ

Κάϊκος· ποταμὸς Μυσίας, ὡς Δημήτριος καὶ Φιλόξενος μαρτυρεῖ.

Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τοῦ Συμεῶνος ἀάπτους· οἷον «ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω». παρὰ τὸ ἅπτω ἁπτοὺς καὶ ἀάπτους, ἤγουν τὰς ἄγαν ἁπτομένας. ἢ ὧν οὐκ ἄν τις ἅψαιτο, οἱονεὶ ἀπροσίτους, ἀπροσπελάστους· τὸ δὲ «καθαπτὸς ἐν πεύκαισι Παρνασοῦ» παρʼ Εὐριπίδῃ ἐκ τοῦ καθάπτω γέγονε καθαπτός. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γουδιανόν ἁβρός· παρὰ τὸ ἅπτω, ὁ εὐαφής. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ἀγαθός· ... ὁ δὲ Φιλόξενός φησι σύνθετον αὐτὸ παρὰ τὸ ἄγαν καὶ θεῖος καὶ συνθέσει καὶ συγκοπῇ ἀγαθός· ὅθεν οὐ λέγεται ἀγαθώτερος οὔτε ἀγαθώτατος, ἵνα μὴ ὦσιν ὡς δύο ἐπιτάσεις, ἀπὸ τοῦ ἄγαν καὶ τῆς συγκριτικῆς παραγωγῆς.

Ὤριον ὁ Θηβαῖος ἀγυιά· ἡ ὁδός. παρὰ τὸ ἄγω, τὸ πορεύομαι, οἷον «Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην».

Ὤριον ὁ Θηβαῖος αἴγλη· παρὰ τὸ ἀΐσσω, ἀΐξω, κατὰ συναίρεσιν αἴξω, ὄνομα αἴγλη· ἡ ὀξέως ἀποπεμπομένη. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ἀϊδνός· εἴδω, τὸ βλέπω ἢ φαίνω, ῥηματικὸν ὄνομα ἰδνὸς καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊδνός, ὡς στίλβω στιλπνός· ἐξ οὗ καὶ Ἀϊδωνεύς, ὁ Ἅιδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν.

Ὤριον ὁ Θηβαῖος αἴξ· παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, οὗ ὁ μέλλων ἀΐξω, ἀποβολῇ τοῦ ω καὶ συναλιφῇ αἴξ· ὁρμητικὸν γὰρ τὸ ζῷον. αἴξ· τὸ ζῷον. παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἀΐξω, ἀποβολῇ τοῦ ω γίνεται ἄϊξ καὶ κατὰ συναίρεσιν αἴξ.

Ὤριον ὁ Θηβαῖος αἴσυλος· ἀπὸ τοῦ ἄσω μέλλοντος τοῦ δηλοῦντος τὸ βλάψω ἄσυλος καὶ αἴσυλος.

αἰχμή· παρὰ τὸ ἀΐσσω. οὕτω Φιλόξενος. καὶ ἴσως ὅτι εὐκίνητος … τὸ λεπτόν. αἰχμή· παρὰ τὸ ἀΐσσω ἀϊχὴ καὶ κράσει αἰχὴ καὶ πλεονασμῷ τοῦ μ αἰχμή, ὡς δράξω δραχμή, τὸ λεπτὸν νόμισμα.

Ὤριον ὁ Θηβαῖος ἄκατος· μικρὸν πλοῖον. ἐκ τοῦ ἄγω ἄξω ἀκτὸς καὶ ἄκατος, ὡς ἀπὸ τοῦ λέπω λεπτός. ἄκατος· τὸ μικρὸν πλοῖον ... παρὰ τὸ ἄγω γίνεται ἀκτὸς καὶ πλεονασμῷ τοῦ α ἄκατος, ἡ ἄγουσα καὶ διακομίζουσα.

Ὤριον ὁ Θηβαῖος ἀκέραιος· παρὰ τὸ κερῶ, οὗ παράγωγον κεραίω … ὁ μὴ κεκραμένος κακοῖς, ἀλλʼ ἁπλοῦς.

Ὤριον ὁ Θηβαῖος ἀκόνη· παρὰ τὴν ἀκήν, τὴν ὀξύτητα.

Ὤριον ὁ Θηβαῖος ἀκροῶ· παρὰ τὸ ἀκούω ἀκοῶ, ὥσπερ σύρω συρῶ καὶ κύρω κυρῶ, καὶ πλεονασμῷ τοῦ ρ ἀκροῶ. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ἀκτίς· παρὰ τὸ ἀΐσσω ἀΐξω ἀκτός· καὶ παρώνυμον ἀκτίς· ἡ ἀΐσσουσα πανταχόθεν. ἀκτίς· ... ἢ ἀπὸ τοῦ ἀΐσσω τοῦ σημαίνοντος τὸ ὁρμῶ ὁ μέλλων ἀΐξω ἤϊχα ἤϊγμαι ἤϊκται ἀκτίς· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου ὁρμητική ἐστιν.

Ὤριον ὁ Θηβαῖος ἀλαλάζειν· ἐκ τοῦ λαλῶ λαλήσω λαλάζω καὶ ἀλαλάζω, ὡς τὸ σιγῶ σιγάζω.

Ὤριον ὁ Θηβαῖος ἀλαός· ὁ τυφλός, κατὰ στέρησιν τοῦ λάειν ἢ βλέπειν. παρʼ Ὁμήρῳ· «λάε νεβρὸν ἀπάγχων».

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀλαστός· ... ὁ δὲ Φιλόξενος λέγει, ὅτι ἔστι ῥῆμα ἀλῶ τὸ σημαῖνον τὸ πλανῶ, καὶ ἐξ αὐτοῦ γίνεται παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω καὶ σκεδῶ σκεδάζω· ἐκ δὲ τοῦ ἀλάζω ἀλαστός, ὡς σκευάζω σκευαστός, καὶ ἐξ αὐτοῦ πάλιν ῥῆμα ἀλαστῶ τὸ σημαῖνον τὸ χαλεπαίνω· οἱ γὰρ πλανώμενοι χαλεπαίνουσιν. ἀλαστὸς δὲ λέγεται ὁ λήθης ἄξια ποιῶν διὰ τὴν κακοπραξίαν. οὕτως Ὠρίων

Ὤριον ὁ Θηβαῖος ἀλέκτωρ· παρὰ τὸ λέγω τὸ σημαῖνον τὸ κοιμῶμαι λέκτωρ καὶ μετὰ τοῦ στερητικοῦ α ἀλέκτωρ· ἀγρυπνητικὸν γὰρ τὸ ζῷον. ἀλέκτωρ· τὸ ζῷον τὸ κατοικίδιον. παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, οἷον «τῷ δʼ ἄρα παρκατέλεκτο γυνή», ῥηματικὸν ὄνομα λέκτωρ καὶ ἀλέκτωρ, ὁ ἐλάχιστα κοιμώμενος.

Ὤριον ὁ Θηβαῖος ἄμαξα· ἐκ τοῦ ἄγω ἄξω ἄξα καὶ ἐν συνθέσει ἄμαξα. ἄμαξα· παρὰ τὸ ἄγω ἄξω ἄξα καὶ ἄμαξα.

Ὤριον ὁ Θηβαῖος ἀμαρύσσειν· τὸ λάμπειν. μαίρω, τὸ λάμπω, ὅθεν μαρμαίρω κατὰ διπλασιασμόν, καὶ παράγωγον μαιρύσσω καὶ διʼ εὐφωνίαν ἀποβολῇ τοῦ ι μαρύσσω καὶ πλεονασμῷ τοῦ α ἢ κατʼ ἐπίτασιν ἀμαρύσσω.

Ὤριον ὁ Θηβαῖος ἀμαυρός· ... ὁ δὲ Φιλόξενός φησι παρὰ τὸ μαίρω, τὸ λάμπω, ἐξ οὗ καὶ μαρμαίρω, ὁ μέλλων μαρῶ καὶ κατὰ πλεονασμὸν τοῦ υ μαυρῶ, ὡς καίω καύσω καὶ κλαίω κλαύσω, καὶ ἐξ αὐτοῦ ῥηματικὸν ὄνομα μαυρός, καὶ μετὰ τοῦ στερητικοῦ α ἀμαυρός, ὁ ἀλαμπής.

Ὤριον ὁ Θηβαῖος ἀμέγαρτον· ποτὲ μὲν δηλοῖ τὸ εὐτελὲς καὶ μὴ ἄξιον φθόνου, ὡς τὸ «ἀμέγαρτε συβῶτα». δηλοῖ δὲ καὶ τὸ πολύ, ὡς τὸ «πόνον δʼ ἀμέγαρτον ὄφελλεν». ἀλλʼ ἐπὶ μὲν τοῦ εὐτελοῦς κατὰ στέρησιν τοῦ α, ἐπὶ δὲ τοῦ πολὺ κατʼ ἐπίτασιν. ἀμέγαρτος· ποτὲ μὲν δηλοῖ τὸ εὐτελὲς καὶ μὴ ἄξιον φθόνου, οἷον «ἀμέγαρτε συβῶτα». δηλοῖ δὲ καὶ τὸ πολύ, ὡς τὸ «πόνον δʼ ἀμέγαρτον ὄφελλεν». ἐπὶ μὲν τοῦ εὐτελοῦς κατὰ στέρησιν τοῦ α παρὰ τὸ μεγαίρω, τὸ φθονῶ, μεγαρῶ καὶ μεγαρτὸς καὶ ἀμέγαρτος, ὁ μὴ φθόνου ἄξιος· φθόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται. ἐπὶ δὲ τοῦ πολὺ κατʼ ἐπίτασιν τοῦ α, ἵνʼ ᾖ ἀμέγαρτον τὸ πολλοῦ φθόνου ἄξιον· τὰ γὰρ μεγάλα φθονεῖται, τὰ δʼ εὐτελῆ οὔ· «πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει». Σοφοκλῆς Αἴαντι. Μεθόδιος.

Ἐπιμερισμοὶ Ὁμηρικοί ἀμολγῷ· ... Φιλόξενος δὲ ἐν ᾗ οὐδεὶς μολίσκει· ἀμολὸς καὶ ἀμολγός. καὶ ἀβρότη γὰρ ἐν ᾗ βροτοὶ οὐ φοιτῶσιν. ταύτῃ γὰρ καὶ «νὺξ ἀβρότη» εἴρηται κατὰ στέρησιν τοῦ προϊέναι. καὶ τὸ «νυκτὸς ἀμολγῷ» οὐχ ὡς ἔνιοι κατʼ ἐκεῖνο τῆς ὥρας, ᾗ ἀμέλγεται τὰ θρέμματα, ἀλλʼ ἀπὸ τοῦ μολῶ ἀμολὸς καὶ ἀμολγός. ἀμολγῷ· ... ἢ παρὰ τὸ μολῷ καὶ κατὰ πλεονασμὸν τοῦ γ μολγῷ καὶ μετὰ τοῦ στερητικοῦ α ἀμολγῷ, ἐν ᾗ οὐδεὶς μολίσκει. οὕτως Ὠρίων. ἀμολγῷ· ... ἢ ἐν ᾗ τις οὐ μολίσκει, ἵνʼ ᾖ ἀμολγῷ κατὰ παρένθεσιν τοῦ γ· «ἐν νυκτὸς ἀμολγῷ», οἷον τὸ μεσονύκτιον.

Ὤριον ὁ Θηβαῖος ἄμοτον· παρὰ τὸ μένω μοτὸς ἄμοτος. ἐὰν δὲ σημαίνῃ τὸ ὑπομονητικόν, τὸ α ἐπιτατικόν. ἄμοτον· ... παρὰ τὸ μένω γίνεται μοτὸς καὶ ἄμοτος καὶ ἄμοτον, οἷον «ἄμοτον μεμαῶτι μάχεσθαι». ἀνυπομόνητον, ἵνʼ ᾖ τὸ α ἐπιτατικόν.

Ἀθήναιος ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ· τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος «ῥοδῆς τε καλὸν ἄνθος». Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατʼ ὀξεῖαν τάσιν. Φιλόξενος δʼ ἀμφότερον περισπᾷ. Εὔπολις « … ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν». Ἀριστοφάνης· «ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ». Φρύνιχος· «ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον». ἄλλοι δὲ ἀμυγδαλὰς ὡς καλάς. Συναγωγὴ τῶν πρὸς διάφορον σημαινόμενον λέξεων ἀμυγδαλῆ καὶ ἀμυγδάλη διαφέρει· ἀμυγδαλῆ περισπωμένως τὸ δένδρον, ἀμυγδάλη δὲ παροξυτόνως τὸν καρπόν. οὕτω Πάμφιλος. Φιλόξενος δὲ ἀμφότερα οἴεται περισπᾶν.

Ὤριον ὁ Θηβαῖος ἀμύμων· ὁ μὲν Φιλόξενος παρὰ τὸ μύω μύσω μύμων· κατὰ στέρησιν ἀμύμων. ὁ μὴ τεταπεινωμένος μηδὲ ἀνακεκαμυμμένος. ἀμύμων· ... παρὰ τὸ μύω, τὸ ὑποκαμμύω, ὁ μέλλων μύσω, ἐξ οὗ ῥηματικὸν ὄνομα μύμων καὶ ἀμύμων, ὁ μὴ κεκαμυμμένος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , Ἀμφιτρύων· ὁ ἥρως. παρὰ τὸ τρύος, ὅ ἐστι πόνος, οἷον καὶ «πολὺ τρύος ἤλασεν ἔξω». Μεθόδιος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀμφουδίς· περὶ τὸ ἔδαφος. ἔστι ῥῆμα οὐδίζω, ὁ μέλλων οὐδίσω, ἀποβολῇ οὖν οὐδὶς καὶ ἐν συνθέσει ἀμφουδίς. οὕτως Ὠρίων.

Ἐτυμολογικὸν τὸ Μέγα τὰ διὰ τοῦ ια θηλυκὰ μονογενῆ πρὸ μιᾶς ἔχοντα τὸν τόνον ὑπερδισύλλαβα, μὴ ὄντα ἀπὸ τῶν εἰς ευς ἢ ευω ἢ υς, μήτε ἀπὸ τῶν εἰς ος προπερισπωμένων, μήτε σύνθετα ἀφʼ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον, μήτε λεγόμενα εἰς ον οὐδέτερα, μήτε προπαροξύτονα κατὰ κρᾶσιν γινόμενα, μήτε κατὰ διάστασιν εὑρισκόμενα, μήτε Ἀττικὰ ἐκτείνοντα τὸ α καὶ παροξυνόμενα, διὰ τοῦ ι γράφεται· ἀνία, ξενία, πενία, γωνία, ἠρεμία, ὀφθαλμία, αἰθρία, καρδία. πρόσκειται «μονογενῆ», διὰ τὸ πολυδεύκεια χείρ ... «μὴ κατὰ διάστασιν», διὰ τὸ ἀνδρεία, τὸ ἐπὶ τῆς ἀρετῆς· τοῦτο δὲ Ἀπολλώνιος διὰ τοῦ ι γράφει, ὁ δὲ Ὦρος διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ κατὰ διάστασιν ἀνδρεΐα. οὕτως καὶ ἡ παράδοσις. πρόσκειται «ἐπὶ τῆς ἀρετῆς», ἐπειδὴ ἐπὶ γυναικὸς παρὰ Φιλοξένῳ οὐ λέγεται ἀνδρεία γυνή, ἀλλὰ μᾶλλον ἀνδρικὴ γυνή.

Ἐπιμερισμοὶ Ὁμηρικοί ἀνῆκε· «Μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν». τὸ θέμα ἵημι· ἔστι δὲ καὶ φωνὴ ἀόριστος καὶ παρακειμένη. οὐδέποτε δὲ παρακείμενος ἐνεργητικὸς ἀορίστῳ εἰς α λήγοντι συνέπεσεν, εἰ μὴ οὗτος μόνος· ἧκα γὰρ παρακείμενος καὶ οὐ χρῆν ἡμᾶς λέγειν καὶ ἀόριστος. ἢ ὅτι ὁπόσοι προσθέσει τοῦ μην μέσα ποιοῦσιν, οὗτοι ἀόριστοι πρῶτοί εἰσιν· ἠλειψάμην, ἐτιλάμην. ἐπεὶ οὖν ἐγένετό τι προηκάμην, κατελαβόμεθα ὅτι ἀόριστός ἐστι· ποικίλη γὰρ ἡ φωνή· καὶ γὰρ ἐν πλεονασμῷ τοῦ ε ἕηκε· «Ζεύς με πατὴρ προέηκε». καὶ Ἀττικῶς εἷκα καὶ ἕακα καὶ ἕωκα· κατὰ μὲν οὖν Φιλόξενον κατʼ ἐκβολὴν τοῦ ι καὶ πρόσοδον τοῦ ω εἷκα ἕωκα· κατὰ δὲ μετροποιΐαν ὡς τὸ «παρῴχηκε».

Ὤριον ὁ Θηβαῖος ἀοίδιμος· παρὰ τὴν ἀοιδὴν ἀοίδιμος, ὡς τροφὴ τρόφιμος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀπρίξ· ... ἔστι πρίζω πρίσω καὶ Δωρικῶς πρίξω καὶ ἐξ αὐτοῦ ἐπίρρημα ἀπρίξ, τουτέστιν ὡς μηδὲ ἀποσχίζεσθαι τοῦ κρατοῦντος τὸ κρατούμενον.

Ὤριον ὁ Θηβαῖος ἀπτήν· πετῶ πετήν, καὶ κατὰ σύνθεσιν ἀπετὴν καὶ συγκοπῇ ἀπτήν.

Ὤριον ὁ Θηβαῖος ἄρδην· παρὰ τὸ αἴρω ἄρδην, ὡς φύρω φύρδην, μίγω μίγδην. οὕτω Φιλόξενος.

Ἀρκείσιος· διὰ τῆς ει διφθόγγου, ὥς φησιν ... ἐτυμολογεῖται γὰρ ἀπὸ τοῦ ἀρκεῖν καὶ τῆς οὐσίας μεταβολῇ τῶν διφθόγγων. Φιλοξένῳ δὲ μᾶλλον δοκεῖ παρὰ τὸν ἀρκέσω μέλλοντα. εἰ δὲ γράφεται διὰ διφθόγγου ὁμοίως τῷ Σιμοείσιος, διέφθαρται ἡ παράδοσις, διότι παντελῶς διαφωνεῖ πρὸς τὴν διφθογγίζουσαν γραφὴν ἡ τῶν δύο ὀνομάτων ἀνάλογος ἐτυμολογία. τὸ Σιμοείσιος γὰρ παράγεται παρὰ τὸν ἴσω μέλλοντα, καὶ ὤφειλεν ἴσις τὸ παράγωγον εἶναι, ὡς ἀπὸ τοῦ λέξω καὶ πράξω γέγονε λέξις πρᾶξις, καὶ ἐκ τοῦ ἴσις τὸ ἴσιος παράγεται· ἴσως τοίνυν ὡσαύτως ἅψις παρʼ Ἡσιόδῳ «τρισπίθαμον ἅψιν» παρὰ τὸ ἅψω.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀρτεμής· «ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα». σημαίνει δὲ τὸν ὑγιῆ. ἔστι δὲ παρὰ τὸ ἀτρεμὴς καὶ καθʼ ὑπέρθεσιν ἀρτεμής. οὕτως Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ἀσκελές· τὸ σκληρόν. οἷον «ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰέν». παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, γίνεται ἀσκελές, τὸ ἄγαν σκληρόν· ὅθεν καὶ σκέλος. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον, Ἐτυμολογικὸν τὸ Γουδιανόν ἀστεμφὴς καὶ ἀστεμφέως· ἀμετακινήτως, ἰσχυρῶς· Ὅμηρος «ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν». «ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς». παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ κινεῖν συνεχῶς, οὗ μέμνηται Αἰσχύλος. ἀστεμβὴς οὖν ὁ ἀκίνητος, καὶ ἀστεμφής. οὕτως οὖν Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ἀσχαλάαν· παρὰ τὸ ἄχω, τὸ λυπῶ, οὗ παθητικὸν τὸ ἄχομαι· «νῦν δʼ ἄχομαι κακότητι». παράγωγον ἀχάλλω καὶ πλεονασμῷ τοῦ σ ἀσχάλλω. οὕτω Φιλόξενος. ἀσχάλλων· ... παρὰ τὸ ἄχω, ἀφʼ οὗ ἄχομαι, οἷον «νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων», γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω. ἄχω ἀχάλλω καὶ πλεονασμῷ τοῦ σ ἀσχάλλω. ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται περισπώμενον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ καὶ πλεονασμῷ τοῦ α ἀσχαλάᾳ, ὡς παρʼ Ὁμήρῳ· «καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ».

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄτη· ... ἢ παρὰ τὸ ἄω, ὃ δηλοῖ τὸ βλάπτω, οἷον «ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος», ὁ μέλλων ἄσω καὶ ἐξ αὐτοῦ ἄση, ἡ βλάπτουσα τὴν ψυχήν· τροπῇ τοῦ σ εἰς τ ἄτη. οὕτως Φιλόξενος.

Φρύνιχος ὁ Βιθυνός ἄτριψ· ὁ οὐκ ἐντριβής τινι πράγματι. καὶ ἔστι παρὰ τὸν τρίψω μέλλοντα, ὡς ἁρπάξω ἅρπαξ, κλέψω κλὲψ καὶ βοῦκλεψ, καὶ τέξω τὲξ καὶ ἐπίτεξ. οὕτως οὖν καὶ τρὶψ καὶ ἄτριψ καὶ πορνότριψ. λέγεται δὲ καὶ ἀτρίβων.

Ὤριον ὁ Θηβαῖος αὐλή· ἄω, τὸ πνέω, οὗ ὁ μέλλων ἄσω, ὡς ἀπὸ βαρυτόνου· πλεονασμῷ τοῦ υ αὔσω, ὄνομα ῥηματικὸν αὐλή.

Ὤριον ὁ Θηβαῖος ἀχανές· παρὰ τὸ χαίνω κατʼ ἐπίτασιν τοῦ α, τὸ λίαν χαῖνον. δηλοῖ δὲ καὶ στέρησιν τοῦ χαίνειν, οἷον ἐνεὸν εἶναι καὶ μὴ διᾶραι τὸ στόμα δύνασθαι. ἀχανές· οἷον ἀχανὲς πέλαγος. παρὰ τὸ χαίνω χανῶ χανές, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀχανές, τὸ λίαν κεχηνός. δηλοῖ δὲ καὶ ἐνεὸν εἶναι καὶ μὴ χαίνειν κατὰ στέρησιν.

Ὤριον ὁ Θηβαῖος ἄχραντος· ὡς παρὰ τὸ χραίνω χραντὸς καὶ ἄχραντος καὶ παρὰ τὸ φαίνω φαντὸς καὶ ἄφαντος.

Ὤριον ὁ Θηβαῖος βάβαξ· ὁ λάλος. Ἀρχίλοχος «κατʼ οἶκον ἐστρωφᾶτο δυσμενὴς βάβαξ». ἐκ τοῦ βάζω βάξω βὰξ ὄνομα καὶ κατʼ ἀναδιπλασιασμὸν βάβαξ. βάβαξ· ὁ λάλος ... βέλτιον δὲ οὕτως· ἔστι ῥῆμα φῶ, τοῦτο γίνεται βῶ, ὡς τὸ κῦφος κύβος, παράγωγον βάζω βάξω, ἀφαιρέσει τοῦ ω βάξ, ὡς ἄλκω ἄλξω ἄλξ, καὶ ἐν διπλασιασμῷ βάβαξ. πολλὰ δὲ παρὰ τοὺς μέλλοντας ἐκπίπτει ὀνόματα· ἑλίξω ἕλιξ, δώσω δώς, θήσω θής.

Ἐτυμολογικὸν τὸ Γνήσιον βάλλω· παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βάλλω, ὡς ἀπὸ τοῦ θῶ θάλλω καὶ ἰῶ ἰάλλω· οἱ γὰρ βάλλοντες διαβαίνουσιν.

Ἐπιμερισμοὶ Ὁμηρικοί γνώτην· ῥήματος δεύτερος ἀόριστος. τὸ θέμα ἄδηλον· οὐ γὰρ εὑρέθη ἐπὶ τρίτης συζυγίας, εἰ μὴ τὸ δίδωμι· τὰ δʼ ἄλλα καθʼ ὑπόστασιν λαμβάνομεν. ἅλωμι, βίωμι, τίτρωμί τε καὶ γίγνωμι, ὡς ἀπὸ τοῦ γνῶ γνῶμι γίγνωμι, ὡς τίτρωμι καὶ τίτρημι· καὶ γὰρ καὶ πρώτης καὶ τρίτης λέγεται. οὕτω Φιλόξενος καὶ Τρύφων.

Ὤριον ὁ Θηβαῖος γραῦς· ῥεύσω ἐστὶ μέλλων ἀπὸ τοῦ ῥέω, ἀποβολῇ τοῦ ω ῥεῦς καὶ πλεονασμῷ τοῦ γ γρεῦς καὶ γραῦς, τὸ διερρυηκὸς γύναιον, τροπῇ τοῦ ε εἰς α. γραῦς· παρὰ τὸ ῥέω ῥεύσω ῥεῦς, καὶ τροπῇ τοῦ ε εἰς α ῥαῦς καὶ προσθήκῃ τοῦ γ γραῦς.

Ἐτυμολογικὸν τὸ Γνήσιον , δαιδάλλω· τὸ ποικίλλω. παρὰ τὸ δαίω παράγωγον δαιάλλω, ὡς ἴω ἰάλλω, ἄγω ἀγάλλω, καὶ πλεονασμῷ τοῦ δ δαιδάλλω.

Ὤριον ὁ Θηβαῖος δᾴς· ἡ λαμπάς. παρὰ τὸ δαίω, ὁ μέλλων δαίσω, ἀποβολῇ τοῦ ω δαὶς καὶ δᾲς κατὰ συναίρεσιν. οὕτω καὶ δορκάς· ἀπὸ τοῦ δέρκω δορκάς, λάμπω λαμπάς, νείφω νιφάς.

Ὤριον ὁ Θηβαῖος δεῖν· συναλιφῇ τοῦ δέον δεῖν, ὡς πλέον πλεῖν.

Ὤριον ὁ Θηβαῖος δέος· παρὰ τὸ δείω δέος, ὡς νείφω νέφος· λέγεται γὰρ καὶ δείδω δίω· ἔνθα δεύτερος ἀόριστος «περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν». δέος· παρὰ τὸ δείω, τὸ φοβοῦμαι, γίνεται δέος, ὡς νείφω νέφος.

Ἐτυμολογικὸν τὸ Γνήσιον δέρκω· τὸ ὁρῶ. παρὰ τὸ δρῶ, τὸ πράττω, δρέκω καὶ καθʼ ὑπέρθεσιν δέρκω.

Ὤριον ὁ Θηβαῖος δήνεα· παρὰ τὸ δαίω, τὸ μανθάνω, ὁ μέλλων δαίσω καὶ δαίμων, ὁ πάντα εἰδώς, ὅπερ ἀποβολῇ τοῦ δ παρʼ Ὁμήρῳ «αἵμονα θήρης». δαίω οὖν καὶ δαίνεα καὶ δήνεα.

Ὤριον ὁ Θηβαῖος δοῖδυξ· ὁ καὶ ἀλετρίβανος. ῥῆμά ἐστι δαδύσσω· δαίω γὰρ τὸ μερίζω καὶ κόπτω, ὅθεν καὶ δαιτρὸς ὁ μάγειρος· οὗ ὁ μέλλων δαδύξω καὶ ῥηματικὸν ὄνομα κατὰ ἀποβολὴν τοῦ ω δάδυξ, τροπῇ τοῦ α εἰς ο δόδυξ καὶ διʼ εὐφωνίαν προσῆλθε τὸ ι δοῖδυξ· ὁ ταρακτικὸς ὤν. δοῖδυξ· ὁ καλούμενος ἁλοτρίβανος. Ἀριστοφάνης· «ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι». εἴρηται παρὰ τὸ δαδύσσω, ὃ σημαίνει τὸ ταράσσω. Σώφρων ἐν Μίμοις· «ἐν ὅσσῳ δέει δαδύσσεσθε», ἀντὶ τοῦ ταράσσεσθε. ὁ μέλλων δαδύξω, ἀποβολῇ τοῦ ω δάδυξ καὶ τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ ι δοῖδυξ.

Ὤριον ὁ Θηβαῖος δόξα· ῥῆμά ἐστι περισπώμενον καὶ βαρύτονον δοκῶ καὶ δόκω· ἔνθεν ἐκ τοῦ δόκω βαρυτόνου ὁ μέλλων δόξω, ῥηματικὸν ὄνομα δόξα, ὡς ἄγω ἄξω ἄξα καὶ ἄμαξα.

Ἐτυμολογικὸν τὸ Γνήσιον , δορκάς· ὡς παρὰ τὸ λάμπω γίνεται λαμπὰς καὶ παρὰ τὸ νείφω νιφάς, οὕτως καὶ παρὰ τὸ δέρκω δερκὰς καὶ δορκάς· εὔοπτον γὰρ τὸ ζῷον καὶ ὀξυδερκές.

Ἐτυμολογικὸν τὸ Γνήσιον , δόρξ· ... παρὰ τὸ δέρκω δέρξω δὲρξ καὶ δόρξ, ὡς σήπω σήψω σήψ, ἔψω ἒψ καὶ ὄψ· ἔνθεν ὀπός, οἷον «οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος»· ὀξυδερκὲς γὰρ τὸ ζῷον καὶ εὐόμματον.

Ἐτυμολογικὸν τὸ Γνήσιον δράκων· τὸ ζῷον. παρὰ τὸ δέρκω καὶ ἔδρακον καὶ «οὐδʼ ἂν νῶϊ διαδράκοι ἠέλιος»· ὀξυδερκὲς γὰρ τὸ ζῷον.

Ὤριον ὁ Θηβαῖος δύσκολος· οἱονεὶ δύσκολλός τις ὤν, ὁ δυσχερῶς τινι κολλώμενος καὶ συναπτόμενος, ὥσπερ ἐκ τοῦ ἐναντίου κόλαξ, κόλλαξ τις ὤν, ὁ συνάπτεσθαι σπουδάζων καὶ κολλᾶσθαι.

Ἐτυμολογικὸν τὸ Γνήσιον δῶμα· ... τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα πολλάκις μεταβάλλουσι τὸ παρατέλευτον ε εἰς ω· δέμω δωμῶ, νέμω νωμῶ· ἐκ δὲ τοῦ δωμῶ δωμήσω γίνεται δώμημα καὶ κατὰ συγκοπὴν δῶμα. οὕτως Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος δὼς ἀγαθή· ἀπὸ τοῦ δώσω μέλλοντος ἀποβολῇ τοῦ ω δώς. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον τὸ δὲ Ἴρα, ἡνίκα μὲν ἐπὶ τῆς πόλεως, ἔστι γὰρ πόλις οὕτω λεγομένη, διὰ τοῦ ι γράφεται. τὸ δὲ ἐπὶ τῆς ἐκκλησίας διφορεῖται. εἰ μὲν ἀπὸ τοῦ ἱερόν, διὰ τοῦ ι, τοῦ ι καὶ ε εἰς τὸ ι κεκραμένων, ὡς πόλιες πόλις, ὄφιες ὄφις, ἱέραξ ἵραξ. εἰ δὲ ἀπὸ τοῦ εἴρω, διὰ τῆς ει διφθόγγου, ὡς καὶ ὁ Φιλόξενος λέγει. εἴρα· ἡ ἐκκλησία. ἀπὸ τοῦ εἴρω, τὸ λέγω.

Ὤριον ὁ Θηβαῖος εἰρήνη· παρὰ τὸ εἴρειν καὶ λέγειν ἐν αὐτῇ ἐξεῖναι, εἴπερ Ἄρης, ὁ πόλεμος, κατὰ στέρησιν τῆς ῥήσεως λέγεται.

Ὤριον ὁ Θηβαῖος εἱρκτή· ἐκ τοῦ εἵργω, τὸ κωλύω, ὁ μέλλων εἵρξω καὶ εἱρκτή.

Ὤριον ὁ Θηβαῖος ἐκάπυσσεν· κάπω ἐστὶ ῥῆμα τὸ δηλοῦν τὸ πνέω, τούτου παράγωγον καπύω καὶ ἕτερον καπύσσω, ὡς ἀφύω ἀφύσσω. ἐκάπυσσεν· ... ἀπὸ τοῦ κάπω, τὸ πνέω, ἀφʼ οὗ καπύω καπύσσω, ὡς ἀφύω ἀφύσσω· «οἶνον δὲ φθινύθουσιν ἐξαφύοντες».

Ἐτυμολογικὸν τὸ Γνήσιον ἐνιαυθμός· παρὰ τὸ ἐνιαύω, τὸ ἐνδιατρίβω, ἐνιαυσμὸς καὶ ἐνιαυθμός· «ἐνιαυθμοὶ δʼ αὔλια καὶ βοτάναι». Καλλίμαχος.

Ἐπιμερισμοὶ Ὁμηρικοί ἐνιαυτός· ... οἱ δὲ παρὰ τὸ ἰαύω, τὸ ἐνδιατρίβω, ὡς λέγει Φιλόξενος, καὶ ἐν συνθέσει ἐνιαύω, καὶ ἐξ αὐτοῦ ἐνιαυτός· ὁ ἐνδιάτριπτος χρόνος. καὶ Ὅμηρος «ἔνθα Κύκλωψ ἐνίαυε πελώριος». ἐνιαυτός· ... ἢ παρὰ τὸ ἰαύω, τὸ διατρίβω· «πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον», ἐνιαύω καὶ ὄνομα ῥηματικὸν ἐνιαυτός, ὁ ἐνδιάτριπτος χρόνος.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Ἐτυμολογικὸν τοῦ Συμεῶνος ἐπενήνοθε· ... ἢ κατὰ Φιλόξενον ἐκ τοῦ ὄθω τοῦ σημαίνοντος τὸ κινῶ, μετὰ τῆς ἐν ἐνόθω, ἐνόσω ὁ μέλλων· ὅθεν Ἐνοσίχθων καὶ ἐνοσίφυλλος. ἤνοκα καὶ ἤνοθα ὁ μέσος, καὶ διπλασιασμῷ Ἀττικῷ ἐνήνοθα. ἐπενήνοθεν· ... ἔστι δὲ καὶ ἄλλως· ἔστιν ὄθω, τὸ κινῶ, ὁ μέλλων ὄσω, ὁ παρακείμενος ὦκα ὁ μέσος ὦθα καὶ μετὰ τῆς ἐν προθέσεως ἐνόθω ἐνόσω, ὁ παρακείμενος ἐνήνοκα, ἐνήνοθα ὁ μέσος καὶ τὸ τρίτον ἐνήνοθεν.

Ὤριον ὁ Θηβαῖος ἐπιτάξ· παρὰ Καλλιμάχῳ τὸ ἐπίρρημα. παρὰ τὸν ἐπιτάξω μέλλοντα ἀποβολῇ τοῦ ω ἐπιτάξ, ὡς παρὰ τὸν μίξω μὶξ καὶ ἐπιμίξ. ὅτι τὸ ἐπιτὰξ παρὰ Καλλιμάχῳ καὶ Ἀράτῳ κείμενον ἀπὸ τοῦ ὁριστικοῦ μέλλοντος γέγονε κατὰ ἀποβολὴν τῆς ἐπὶ τέλει μακρᾶς συλλαβῆς· ὥσπερ καὶ τὸ χωρὶς τοῦ χωρίσω καὶ τὸ πέλας τοῦ πελάσω καὶ τὸ μὶξ ἀπὸ τοῦ μίξω, ὅθεν τὸ «ἐπιμὶξ» παρʼ Ὁμήρῳ καὶ τὸ δὰξ ἀπὸ τοῦ δάξω· καὶ γὰρ οἱ Ἴωνες ἀπὸ τοῦ δάκνω τὸ δάξω ἐκφέρουσιν· ἐκ δὲ τοῦ δὰξ τὸ ὀδάξ. καὶ ἀπὸ τοῦ πτύξω δὲ πτὺξ καὶ ἀποβολῇ τοῦ τ πύξ. οὕτως οὖν καὶ ἀπὸ τοῦ οὐδίσω οὐδὶς καὶ ἀμφουδίς. ἀμύξω «ἀμὺξ» παρὰ Νικάνδρῳ καὶ πλήξω πλὴξ καὶ ἀμφιπλὴξ καὶ ἀγκάσω ἀγκὰς καὶ τύψω τὺψ καὶ προτύψ. ὡσαύτως καὶ ὀκλάσω ὀκλὰς καὶ ὀκλάξ, πρίσω πρὶς πρὶξ καὶ ἀπρίξ· οὕτως οὖν καὶ ἐκ τοῦ ἐπιτάξω ἐπιτάξ, ὃ κατʼ ἐπίταγμα καὶ κέλευσιν πράττεται.

Ὤριον ὁ Θηβαῖος ἔπος· παρὰ τὸ ἔπω, οὗ σύνθετον ἐνέπω. ἔπω δὲ ἔπος, ὡς τεύχω τεῦχος.

Ὤριον ὁ Θηβαῖος Ἔρεβος· παρὰ τὸ ἐρέφω τροπῇ τοῦ φ εἰς β· τὸ κατεστεγασμένον ὑπὸ τῆς γῆς. Ἔρεβος· ... ἢ παρὰ τὸ ἐρέφω, τὸ στεγάζω, ἔρεφος καὶ Ἔρεβος, τὸ ὑπὸ τῆς γῆς ἐστεγασμένον, καθὼς καὶ τῷ ποιητῇ δοκεῖ· ἐν ἀρχῇ ἦν Ἔρεβος καὶ Χάος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἐρειθεύω· παρὰ τὸ ἐρέθω· «μή μʼ ἔρεθε σχετλίη», ἐξ οὗ καὶ τὸ ἐρεθίζω. ἐρεθεύω καὶ πλεονασμῷ τοῦ ι ἐρειθεύω. οὕτως Φιλόξενος καὶ Ἡρωδιανός.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἐρείπω καὶ ἐρείπια· ... ὁ δὲ Φιλόξενος λέγει, ὅτι διὰ τῆς ει διφθόγγου γράφεται τῆς παραδόσεως οὕτως ἐχούσης· ἀπὸ γὰρ τοῦ ἔρα τοῦ σημαίνοντος τὴν γῆν γέγονεν ἐρέπτω καὶ πλεονασμῷ τοῦ ι καὶ ἀποβολῇ τοῦ τ ἐρείπω. σημαίνει δὲ καὶ ἐνέργειαν καὶ πάθος· σημαίνει γὰρ καὶ τὸ καταβάλλω καὶ τὸ πίπτω. ἐρίπω· ... ὁ δὲ Φιλόξενος λέγει, ὥς φησιν ὁ τεχνικός ὅτι ἐρίπω διὰ τοῦ ι ὤφειλεν, ὡς καὶ ὁ Δίδυμός φησιν. εἰπὼν δὲ «ὤφειλεν» ἐδήλωσεν οὐ διὰ τοῦ ι γράφεσθαι, ἀλλὰ διὰ τῆς ει. ἔστι δὲ παρὰ τὸ ἔρα τὸ σημαῖνον τὴν γῆν ἐράπτω καὶ ἐρέπτω καὶ πλεονασμῷ τοῦ ι ἐρείπτω καὶ κατὰ ἀποβολὴν τοῦ τ ἐρείπω. ἰστέον δὲ ὅτι τὸ ἐρείπω καὶ ἐνεργητικὸν σημαίνει καὶ παθητικόν.

Ὤριον ὁ Θηβαῖος ἐρέτης· ἐλῶ ἐλέσσω παράγωγον, καὶ τροπῇ τοῦ λ εἰς ρ ἐρέσσω καὶ ἐρέτης. ἐρέσσειν· ... παρὰ τὸ ἐλῶ, τὸ ἐλαύνω, γέγονε ἐλέσσω καὶ τροπῇ τοῦ λ εἰς ρ ἐρέσσω, ὅθεν καὶ ἐρέτης.

Ὤριον ὁ Θηβαῖος ἐρωτῶ· παρὰ τὴν ἔρωτος γενικὴν γέγονε ἐρωτῶ· ἐπειδὴ οἱ ἐρωτῶντες ὃ εὔχονται μαθεῖν τοῖς ἐρῶσιν ἐοίκασιν. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ἐσθής· παρὰ τὸν ἕσω μέλλοντα … ἀμφιέσω, ὄνομα ῥηματικὸν ἑστός, παρώνυμον ἑστής, καὶ μεταθέσει τοῦ τ εἰς θ ἐσθής, ὡς παρὰ τὸ ἀργὸς ἀργής· «ἀργῆτι κεραυνῷ». ἐσθής· ... ὡς παρὰ τὸ ἀργὸς ἀργής, ἀφʼ οὗ τὸ «ἀργῆτα κεραυνόν», καὶ γυμνὸς γυμνὴς καὶ ποτὸς ποτής· «ἐδητύος ἠδὲ ποτῆτος», οὕτως καὶ παρὰ τὸ ἑστὸς ἑστὴς καὶ ἐσθής.

Ὤριον ὁ Θηβαῖος ἐτεόν· τὸ ἀληθές. ἀπὸ τοῦ εἰμί, ὁ μέλλων ἔσω καὶ ἔσομαι· καὶ ὡς θήσω θετός, οὕτως ἔσω ἐτὸς καὶ πλεονασμῷ τοῦ ε ἐτεός· τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγός. ἐτεὸς καὶ ἐτός ἐτεὸς καὶ ἐτός· ὁ ἀληθής. ἐκ τοῦ εἰμὶ ἔσω ἐτός, ὁ ὑπάρχων, ὡς θήσω θετὸς καὶ δώσω δοτός· τὸ γὰρ ὑπάρχον ἀληθὲς καὶ ὄν ἐστι. καὶ ἀπὸ τοῦ ἐτὸς ἐτεός, ὡς δοτὸς δοτέος καὶ θετὸς θετέος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἐτώσιον· ... ὁ δὲ Φιλόξενος καὶ Τρύφων φασίν, ὅτι ὥσπερ παρὰ τὸ πλησίον τὸ σημαῖνον τὸ ἐγγὺς γίνεται κατὰ ἀντίφρασιν τὸ πλήν ἐπίρρημα τὸ σημαῖνον τὸ χωρίς, οἷον πλὴν Ἀπολλωνίου, πλὴν Διδύμου, οὕτως καὶ ἐκ τοῦ ἐτὸς ὀνόματος, ὃ σημαίνει τὸν ἀληθῆ, γέγονε ἐτώσιον κατὰ ἀντίφρασιν· σημαίνει δὲ τὸ μάταιον. ἐτώσιος· ... ὁ δὲ Φιλόξενος καὶ Τρύφων φασίν· ἐτός, ὁ ἀληθής, ὅθεν ἐτεὸς καὶ ἐτώσιος κατὰ ἀντίφρασιν, ὁ μάταιος, ὥσπερ τὸ πλησίον, τὸ ἐγγύς, κατὰ ἀντίφρασιν γίνεται πλήν, τὸ χωριστικὸν ἐπίρρημα, οἷον πλὴν Ἀπολλωνίου, πλὴν Διδύμου, ἀντὶ τοῦ χωρίς.

Ὤριον ὁ Θηβαῖος εὐμαρής· παρὰ τὸ μαίρω, τὸ λάμπω, ὅθεν τὸ μαρμαίρω κατʼ ἀναδιπλασιασμόν. μαίρω μαρὴς καὶ εὐμαρής, ὁ ἐμφανὴς καὶ δῆλος καὶ εὔληπτος καὶ μὴ ὑπὸ σκότει κείμενος. εὐμαρής· ... ὁ εὔληπτος καὶ δῆλος. παρὰ τὸ μαίρω, τὸ λάμπω, ἐξ οὗ τὸ μαρμαίρω καὶ μάρμαρον. γίνεται μαρὴς καὶ εὐμαρής, ὁ μὴ ὑπὸ σκότει κείμενος.

Ὤριον ὁ Θηβαῖος ἐϋρρεῖος· καλῶς ῥέοντος. παρὰ τὸ ῥέω γέγονε ῥεεὺς καὶ εὐρρεεὺς εὐρρεέος· καὶ κράσει τῶν δύο εε εἰς τὴν ει δίφθογγον ἐϋρρεῖος. δύναται καὶ παρὰ τὸν ῥεύσω μέλλοντα ῥεὺς ἀποβολῇ τοῦ ω ἐρρεύς.

Ὤριον ὁ Θηβαῖος ἐΰς· παρὰ τὸ ἔω, τὸ ὑπάρχω· ὡς παρὰ τὸ ἥδω ἡδὺς καὶ βρίθω βριθύς, οὕτως καὶ παρὰ τὸ ἔω ἐΰς· τὸ γὰρ ἀγαθὸν βέβαιον καὶ ἑδραῖον ὑπάρχει.

Ὤριον ὁ Θηβαῖος εὐτράπελος· παρὰ τὸ τρέπω ῥῆμα, οὗ βʹ ἀόριστος ἔτραπον, ὄνομα τράπελος, σύνθετον εὐτράπελος. εὐτράπελος· ... ὥσπερ γὰρ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκελος, οὕτως καὶ ἀπὸ τοῦ τρέπω ἔτραπον τράπελος καὶ εὐτράπελος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἐψιόωντο· ἀντὶ τοῦ ἔπαιζον. Φιλόξενος δὲ ἀντὶ τοῦ ὡμίλουν, παρὰ τὸ ἔπος. … ἐψιόωνται· παρὰ τὴν ἐψίαν, ἥ ἐστι διὰ λόγων παιδιά, οἷον ἐπεσία τις οὖσα, παρὰ τὸ ἔπος. διὸ καὶ ψιλοῦται.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἕωλος καὶ ἕωλον ὄψον· ὁ χθεσινὸς καὶ τὸ χθεσινόν ... Φιλόξενος δὲ λέγει, ὅτι γίνονται ἀπὸ τῶν εἰς ω ῥημάτων ὀνόματα εἰς λος, οἷον φείδω φειδωλός, αἰτῶ Αἰτωλός, ἁμαρτῶ ἁμαρτωλός. οὕτως καὶ παρὰ τὸ ἕω, ὃ σημαίνει τὸ κορεσθῆναι, γίνεται ἕωλος· ὅταν γὰρ κορεσθῶμέν τινος, εἰώθαμεν τὰ λοιπὰ εἰς τὴν ἑξῆς φυλάττοντες ἕωλα προσαγορεύειν. ἕωλον ὄψον· παρὰ τὸ ἕω τὸ δηλοῦν τὸ κορέσω· «ἐπεί χʼ ἑῶμεν πολέμοιο»· ὅταν γὰρ διακορεῖς γενώμεθα, εἰς ἐπιοῦσαν τὰ μέρη λιπόντες λέγομεν ἕωλα.

Ὤριον ὁ Θηβαῖος ζεύγλη· παρὰ τὸ ζεύγω ζεύξω ζεύγλη, ὡς ἀΐσσω ἀΐξω αἴγλη μετὰ συναιρέσεως.

Ὤριον ὁ Θηβαῖος ἠλασκάζω· ἀλῶ καὶ τὸ παθητικὸν ἀλῶμαι, ἐξ οὗ ἀλάσκω γίνεται παράγωγον, ὡς τὸ βῶ βάσκω. καὶ ἕτερον γίνεται παράγωγον ἀπὸ τοῦ ἀλάσκω ἀλασκάζω, ὡς ἀκούω ἀκουάζω, ῥίπτω ῥιπτάζω. τὸ δὲ ἀλασκάζω Ἰωνικῇ τροπῇ τοῦ α εἰς η ἠλασκάζω. ἠλασκάζω καὶ ἠλάσκω ἠλασκάζω καὶ ἠλάσκω· ... ἔστιν ἀλῶ, ὃ σημαίνει τὸ πλανῶ· ἐκ τούτου γίνεται ἀλάσκω, ὡς γηρῶ γηράσκω, καὶ ἠλάσκω κατὰ τροπήν, ὡς ἀλέκτωρ ἠλέκτωρ, ἀπεδανὸς ἠπεδανός. ἐκ δὲ τοῦ ἠλάσκω ἠλασκάζω, ὡς ῥίπτω ῥιπτάζω.

Ὤριον ὁ Θηβαῖος ἠλάσκουσαι· παρὰ τὸ ἀλῶ ἀλῶμαι, ἀλάσκω γίνεται παράγωγον, ὡς φῶ φάσκω· οἷον περὶ τὸν αὐτὸν τόπον ἀναστρέφομαι καὶ πλανῶμαι. ἠλάσκουσαι· «αὔτως ἠλάσκουσαι». παρὰ τὸ ἀλῶ ἀλάσκω καὶ ἠλάσκουσαι.

Ἐτυμολογικὸν τὸ Γνήσιον θρίξ· ἀπὸ τοῦ θερίζω θερίξω Δωρικῶς· κατὰ ἀποβολὴν τοῦ ω καὶ συγκοπῇ θρίξ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ἰάλλω· παρὰ τὸ ἰῶ παράγωγον ἰάλλω, οἷον ἰέναι ποιῶ.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἰνδάλλω· ὥσπερ παρὰ τὸ ἄγω γίνεται ἀγάλλω, ἰῶ, τὸ πέμπω, ἰάλλω, οὕτως παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, γίνεται ἰδάλλω καὶ πλεονασμῷ τοῦ ν ἰνδάλλω, ἐξ οὗ καὶ ἴνδαλμα.

Ὤριον ὁ Θηβαῖος ἰξός· ἵκω ἵξω ἵξομαι ἰξός· ὁ φθάνων μέχρις ὧν ἂν φθάνωσι τόπων τὰ πτηνά, ἀντὶ τοῦ ἔνθα ἱκνοῦνται. ἰξός· ... ἢ παρὰ τὸ ἵκω ἵξω ἰξός· ὁ φθάνων μέχρις ἂν ᾖ ἱπτάμενα τὰ ὄρνεα.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἵστη· ποικίλον ἐστίν. οἱ μὲν λέγουσιν, ὅτι ὅταν ἀποκοπὴ γίνοιτο τῶν εἰς θι προστακτικῶν, ἐπαύξησις ἀκολουθεῖ, οἷον ἵσταθι καὶ κατὰ ἀποκοπὴν ἵστα καὶ ἐκτάσει ἵστη· «μέγεθος δʼ ὃς ἵστη». τὸ δὲ «μείζονα δὴ κρητῆρα, Μενοιτίου υἱέ, καθίστα», ἀντὶ τοῦ εὐτρέπιζε, ἐὰν μὲν βραχύ, ἀποκοπή ἐστιν, ἐὰν δὲ κατʼ ἔκτασιν, ἀπὸ τοῦ ἱστῶ ἵστα, ὡς βόα. οὕτως Φιλόξενος καὶ Τρύφων.

Ὤριον ὁ Θηβαῖος ἰσχάδες· παρὰ τὸ ἴσχω, οὗ παράγωγον ἰσχνῶ, ἰσχνάδες καὶ ἀποβολῇ τοῦ ν ἰσχάδες. τὰ λεπτυνθέντα σῦκα ἐν τῷ ξηραίνεσθαι. ἰσχάδες· τὰ λεπτυνθέντα σῦκα ἐν τῷ ξηραίνεσθαι. παρὰ τὸ ἴσχω παράγωγον ἰσχνῶ καὶ ἐξ αὐτοῦ ἰσχνάδες, αἱ λεπταί, καὶ ἀποβολῇ τοῦ ν ἰσχάδες· «καὶ ἀπʼ Αἰγείρου ἰσχάδα τρώγοις».

Ἐτυμολογικὸν τὸ Γουδιανόν Κάβιροι· ὁ Ἀλεξίων διὰ τοῦ ι· ὡσαύτως δὲ καὶ Φιλόξενος. καὶ Ἡρωδιανὸς λέγει τὴν παράδοσιν τὴν ει δίφθογγον ἔχειν. καὶ ἴσως συνέδραμε τῷ μάγειρος, αἴγειρος, πέπειρος, ὄνειρος.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν καλαύροπα παρὰ τὸ ῥέπω γίνεται ῥέψω ῥὲψ ῥὸψ καὶ καλαῦροψ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν καλλιγύναικα· «εἰς Ἑλλάδα καλλιγύναικα». ἀπὸ τῆς καλλιγύναιξ εὐθείας· ὅθεν τοῦ ξ ἀποβληθέντος τὸ ἁπλοῦν λέγεται ὦ γύναι ἐπὶ τῆς κλητικῆς, ὡς ἄναξ ἄνα· «Ζεῦ ἄνα Δωδωναῖε».

Ὤριον ὁ Θηβαῖος καλός· παρὰ τὸ κάζω ῥῆμα, οὗ παρακείμενος κέκασμαι καὶ μέλλων κάσω, ἀφʼ οὗ καλὸς ὄνομα.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα καπνός· παρὰ τὸ κάπω, τὸ πνέω, οὗ παράγωγον καπύω καπύσσω. καπνὸς οὖν ὁ ἀποπνέων τὸ πῦρ, ὡς ἐρέφω ἐρεμνός, στίλβω στιλπνός· ἔνθεν πολλάκις φησὶ «πυρὸς ἀϋτμὴν» τὸν καπνόν.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον καταχήνη· ἡ χάσμησις. παρὰ τὸ χαίνω ῥῆμα γίνεται χήνη καὶ καταχήνη.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κεδνός· ἔστι ῥῆμα κοῶ τὸ σημαῖνον τὸ νοῶ, ὁ μέλλων κοήσω καὶ ῥηματικὸν ὄνομα κοεδνός, ὡς τέρπω τερπνός, καὶ κατὰ συγκοπὴν κεδνός.

Ἐτυμολογικὸν τὸ Γουδιανόν κήλων· παρὰ τὸν κήσω μέλλοντα δηλοῦντα τὸ καύσω. ὁ θερμὸς εἰς συνουσίαν. οὕτω Φιλόξενος. κήλων· ὁ θερμὸς εἰς συνουσίαν. παρὰ τὸν κήσω μέλλοντα, ὃ δηλοῖ τὸ καύσω.

Αἴλιος Ἡρωδιανός δήω· οὐδὲν εἰς ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν δισύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω, δήεις· «δήεις τόν γε σύεσσι παρήμενον»· τὸ γὰρ ἔκηα οὐ πάντως ἐνεστῶτα τὸν κήω αἰτήσει, ὡς ἀπαιτεῖ Φιλόξενος. ἡ δὲ τοιαύτη παράληξις ἢ περισπωμένη ἐστίν, ὥσπερ τὸ θηῶ, νηῶ, ἢ εἴπερ βαρυνόμενα εἴη, πάντως κατὰ διάλεκτον, ὡς τὸ παίω πήω λεγόμενον παρὰ Βοιωτοῖς κτλ.

Ὤριον ὁ Θηβαῖος κλεινός· κλείω κλείσω κλεινός.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κλωστήρ· παρὰ τὸ κλώθω, οὗ ὁ μέλλων κλώσω, κλωστήρ, ὡς παρὰ τὸν λάμψω λαμπτήρ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κλώψ· καὶ «κλῶπα καὶ λῃστήν». παρὰ τὸν κλέψω μέλλοντα γίνεται κατὰ ἀποβολὴν τοῦ ω κλὲψ καὶ κλόψ· καὶ ἐκτάσει τοῦ ο εἰς ω κλώψ, ὡς βλέπω βλέψω βλὲψ βλὸψ καὶ βλώψ· ὅθεν «παραβλῶπές τʼ ὀφθαλμώ».

Θεόγνωστος, Ἐτυμολογικὸν τὸ Γνήσιον κνήμη· ἀπὸ τοῦ κινῶ κινήσω κινήμη καὶ κατὰ συγκοπὴν τοῦ ι κνήμη. οὕτως Ἡρωδιανὸς καὶ Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κόλαξ· παρὰ τὸ κολλᾶσθαι, κόλλαξ τις ὤν, καὶ κατὰ τὸ ἐναντίον δύσκολος εἴρηται, ὁ δυσχερῶς τινι κολλώμενος.

Ὤριον ὁ Θηβαῖος κομιδή· κομίζω κομιδή, ἡ ἐπιμέλεια. κομιδή· θεραπεία ἢ ἐπιμέλεια. παρὰ τὸ κομίζω κομιδή.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κονιορτός· παρὰ τὸ ὄρω ῥῆμα τὸ σημαῖνον τὸ διεγείρω, ὁ μέλλων ὄρσω, ῥηματικὸν ὄνομα ὀρτός, ὡς σπείρω σπαρτὸς καὶ κείρω κορμός· καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις κονιορτός, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κοντός· παρὰ τὸ κέντω ῥῆμα κοντός, ὡς τρέφω τροφὸς καὶ πέμπω πομπός.

Ὤριον ὁ Θηβαῖος κόπος· παρὰ τὸ κέω, οὗ παθητικὸν κέομαι.

Ὤριον ὁ Θηβαῖος κορμός· παρὰ τὸ κείρω.

Ὤριον ὁ Θηβαῖος κορυθαίολος· αἰόλλω ῥῆμα, τὸ κινῶ· καὶ ἀπὸ τοῦ αἰόλλω αἰόλος καὶ σύνθετον κορυθαίολος, ὡς πάλλω σακέσπαλος. κορυθαίολος· ἔστιν αἰόλλω τὸ δηλοῦν τὸ κινῶ καὶ συνεχῶς στρέφω, οἷον «ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ ἐμπλείην κνίσης τε αἰόλλῃ» καὶ «αἰόλαι εὐλαί», ὅπερ ἀπὸ τοῦ ἀελλὴς γίνεται, ἢ ἀπὸ τοῦ ἄειν καὶ τοῦ εἰλεῖν, ἀφʼ οὗ ῥηματικὸν ὄνομα αἰόλος καὶ ἐν συνθέσει μετὰ τῆς κόρυθος κορυθαίολος, ὡς πάλλω πάλος καὶ σακέσπαλος.

Ἐτυμολογικὸν τὸ Γνήσιον κοχλιάριον· παρὰ τὸ κόχλος κοχλιάριον, πλεονασμῷ δηλονότι τοῦ ι. Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον κραιπνός· ... παρὰ τὸ κάπω, τὸ πνέω, ὅθεν καὶ κάπος, τὸ πνεῦμα, καὶ καπνός, τὸ ἐκ καυθέντων ξύλων ἀναπεμπόμενον πνεῦμα· τοῦτο κατὰ πλεονασμὸν τοῦ ρ γίνεται καρπνὸς καὶ ἐν ὑπερθέσει κραπνὸς καὶ πλεονασμῷ τοῦ ι κραιπνός. Φιλόξενος. Ὠρίων. κραιπνός· παρὰ τὸ κάπω, τὸ πνέω, ὅθεν κάπος, τὸ πνεῦμα, καὶ καπνός· καὶ πλεονάσαντος τοῦ ρ καρπνὸς ἐλέχθη, καὶ μεταθέσει τοῦ ρ καὶ προσθέσει τοῦ ι κραιπνός.

Ὤριον ὁ Θηβαῖος κύμβαλα· … οἷον κύφαλά τινα ὄντα· κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ β καὶ κατὰ πλεονασμὸν τοῦ μ. κύμβαλα· παρὰ τὸ κυφόν, κύφαλά τινα ὄντα.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον κυρκάνη· ἡ ταραχὴ καὶ ὁ βόρβορος εἴρηται παρὰ τοῖς παλαιοῖς. παρὰ τὸ κυκῶ ῥῆμα, τὸ ταράσσω, κυκάνη καὶ πλεονασμῷ τοῦ ρ κυρκάνη. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος κυψέλη· τὸ κοῖλον τοῦ ὠτίου, διὰ τὸ κυφὸν καὶ κογχοειδὲς καὶ τοῖς ἀγγείοις ἐοικέναι. κυψελίς, ὁ ῥύπος ὁ ἐν τῷ ὠτίῳ φυόμενος. Φιλόξενος. κυψέλη· πλεκτὸν ἀγγεῖον. λέγεται δὲ καὶ τὸ κοῖλον τοῦ ὠτίου, διὰ τὸ κυφόν τε καὶ κογχοειδὲς καὶ τοῖς ἀγγείοις ἐοικέναι. καὶ κυψελίς, ὁ ῥύπος ὁ ἐν τῷ ὠτίῳ φυόμενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα κῶμα· ἀπὸ τοῦ κοιμῶ κοιμήσω γίνεται κοίμημα, συγκοπῇ κοῖμα καὶ τροπῇ τῆς οι εἰς ω κῶμα.

Ὤριον ὁ Θηβαῖος κωτίλος· πλεονασμός ἐστι τοῦ ω· κτίλος γὰρ ἦν, ὁ κριός, ὅπερ καταστρέφει εἰς τὸ πρᾶον· πρέπεται γὰρ τῇ πραότητι τὸ κολακεύειν.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα λάβραξ· παρὰ τὸ λάβρως ἐσθίειν· ἀδηφάγον γάρ ἐστι τὸ ζῷον.

Ὤριον ὁ Θηβαῖος λάβρος· παρὰ τὸ λάπτω. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν λαῖλαψ· παρὰ τὸ λάπτω, ὁ μέλλων λάψω, καὶ ἀποβολῇ τοῦ ω λάψ, ὡς φυλάξω φύλαξ, ἑλίξω ἕλιξ, καὶ κατὰ ἀναδιπλασιασμὸν λάλαψ, μετὰ προσθέσεως τοῦ ι λαῖλαψ. δηλοῖ δὲ τὴν λίαν σφοδρὰν καὶ ἐπιτεταμένην λαβρότητα τοῦ πνεύματος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν, Ἐτυμολογικὸν τὸ Μέγα λάξ· παρὰ τὸ λήγω ῥῆμα, οὗ μέλλων λήξω, λὴξ καὶ λάξ· διὰ τὸ τῷ λήγοντι μέρει τοῦ ποδὸς, τουτέστι τῷ ἄκρῳ, πλήττειν.

Ἐτυμολογικὸν τὸ Γνήσιον λάρος· τὸ ὄρνεον· ὁ ἀπολαυστικὸν ἔχων τὸν νοῦν· «λάρῳ ὄρνιθι ἐοικώς».

Ὤριον ὁ Θηβαῖος λεπτός· παρὰ τὸ λέπω, ὅ ἐστι λεπίζω. λεπτός· ... ἢ λέπω λεπτός, ὁ ἐξελεπισμένος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν, Ἐτυμολογικὸν τὸ Μέγα λίβανος· παρὰ τὸ λείβω, τὸ σπένδω. τὸ εἰς σπονδὰς καὶ θυσίας ἐπιτήδειον. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γνήσιον λιτός· σημαίνει τὸν εὐτελῆ καὶ ἀποίκιλον χιτῶνα. λέγει ὁ Δίδυμος παρὰ τὸ λεῖος εἶναι διὰ τῆς ει. ἡ δὲ παράδοσις διὰ τοῦ ι, ὥς φησιν Φιλόξενος· τὰ γὰρ διὰ τοῦ ιτος ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν, οἷον σῖτος, ἐπαφρόδιτος, λήϊτος, Θεοδώριτος, Μούνιτος. οὕτως οὖν καὶ τὸ λιτὸς διὰ τοῦ ι.

Ἐτυμολογικὸν τὸ Γουδιανόν μάγειρος· ... Φιλόξενος δὲ λέγει, ὅτι παρʼ Αἰολεῦσιν ἡ γραφὴ διὰ τοῦ ι ἐστὶ μάγιρος.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν βιβάσθων· Τυραννίων περισπᾷ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος περιπλεονάσαντος τοῦ σ, ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστὸς βιβάσθων, ὡς ἀϊστὸς ἀΐσθων· γίνεται γάρ τινα κτλ.

Ὤριον ὁ Θηβαῖος μάραγδος· παρὰ τὸ μαίρω, ὁ μέλλων μαρῶ, οὗ παράγωγον μαράσσω, ὄνομα μάραγδος· τὸ διαυγὲς γὰρ μάραγδον ἔλεγον οἱ παλαιοί.

Ὤριον ὁ Θηβαῖος μάρτυς· ... ὁ δὲ Φιλόξενός φησι παρὰ τὸ μαίρω, τὸ λάμπω· ὁ λαμπρύνων καὶ εἰς φῶς ἄγων τὸ προκείμενον, διʼ ὧν μαρτυρεῖ. μαίρω μάρτος μάρτυς τροπῇ τοῦ ο εἰς υ. μάρτυς· παρὰ τὸ μαίρω τὸ σημαῖνον τὸ λαμπρύνω· μάρτυς γὰρ ὁ τὰ ἀφανῆ λέγων καὶ λαμπρύνων. ἐκ τούτου γίνεται καὶ μάρμαρον. μάρτυς· ... ἢ παρὰ τὸ μαίρω, τὸ λάμπω, μάρτος καὶ μάρτυς τροπῇ τοῦ ο εἰς υ, ὁ λαμπρύνων καὶ εἰς φῶς ἄγων τὸ ζητούμενον διʼ ὧν μαρτυρεῖ.

Ἐτυμολογικὸν τὸ Γουδιανόν μάταιος· παρὰ τὸ μάτος, ὅπερ εἴρηται παρὰ τὴν ἄτην, μάτιος, ὡς φίλος φίλιος καὶ Φίλαιος, οὕτω μάτιος, ἀφʼ οὗ ματία καὶ μάταιος, ὡς παρὰ τὸ θάλασσα θαλάσσιος θαλασσαῖος. Καλλίμαχος· «πουλὺ θαλασσαίων μυνδότεροι νεπόδων». ὡς παρὰ τὴν ὥραν ὥριος καὶ ὡραῖος. μάταιος· παρὰ τὸ μάτος μάτιος καὶ μάταιος, ὡς φίλος φίλιος καὶ Φίλαιος καὶ παρὰ τὸ θάλασσα θαλάσσιος καὶ θαλασσαῖος. Καλλίμαχος. ὁμοίως ὥριος καὶ ὡραῖος. ἐκ τοῦ ἆτος γίνεται μάτος, ὁ λίαν ἐν ἄτῃ ὢν καὶ φρενοβλαβίᾳ· ἔνθεν ματία, ὡς σοφὸς σοφία· καὶ «ἡμετέρῃ ματίῃ». ἐκ τούτου μάτος· καὶ γίνεται ῥῆμα ματῶ· «οὐδʼ ἐμάτησεν».

Ὤριον ὁ Θηβαῖος μαυροῦσι· κατὰ ἀντίφρασιν ἀπὸ τοῦ μαίρω δηλοῦντος τὸ λάμπω. μαυροῦσι· ... παρὰ τὸ μαίρω, τὸ λάμπω, μαυρῶ κατὰ ἀντίφρασιν.

Ὤριον ὁ Θηβαῖος μῆτις· παρὰ τὸ μήδω μήσω μέλλων, ῥηματικὸν ὄνομα μῆσις καὶ μεταθέσει τοῦ σ εἰς τ μῆτις. ἀπὸ δὲ τοῦ μήδω τὸ μῆδος· καὶ βασιλεῖς οἱ μέδοντες παρὰ τὸ μήδω ὁμοίως, οἷς εὐβουλίας δεῖ· ὅθεν βουληφόροι εἴρηνται. μῆτις· ἡ βουλή. παρὰ τὸ μήδω, τὸ βουλεύομαι, ὁ μέλλων μήσω, ῥηματικὸν ὄνομα μῆσις καὶ μῆτις· ἐξ οὗ καὶ τὸ ἀγκυλόμητις καὶ μητιόεις καὶ «μητιόεντα», οἷον εὖ ἐπινενοημένα καὶ ἐνεργά. ἐκ δὲ τοῦ μήδω καὶ τὸ μῆδος ῥηματικὸν ὄνομα, ἐξ οὗ τὸ «μήδεα πυκνά».

Ἐτυμολογικὸν τὸ Γουδιανόν μοχλός· ... Φιλόξενος δέ φησιν, ὅτι οὐ κατὰ τὴν νῦν χρῆσιν εἴρηται ὁ μοχλός παρʼ Ὁμήρῳ, ἀλλʼ ἐπιβλὴς καὶ ὀχεύς εἴρηται παρʼ αὐτῷ· μοχλὸν γὰρ λέγουσιν οὐ τὸν συνέχοντα τὰς θύρας, φησίν, ἀλλὰ μοχλὸν λέγουσιν, ἡνίκα ἂν δέῃ μοχλεῦσαί τι καὶ σαλεῦσαι. οὕτως οἶδε τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ὁ ποιητής· ὅτι παρὰ τὸ ὀχλῶ, τὸ κινῶ καὶ μοχλεύω. τοιγαροῦν ἐπὶ τοῦ Κύκλωπός φησιν· «ἐμοὶ σὺν μοχλὸν ἀείρας τρῖψαι ἐν ὀφθαλμῷ». καὶ «οἱ μὲν μοχλὸν ἑλόντες» «στήλας τε προβλῆτας ἐμόχλεον» καὶ «μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν». ἐκ τοῦ ὄπισθεν τὴν σχεδίαν μοχλοῖς ἐρείδων ἐκίνει εἰς τοὔμπροσθεν. οἱ δὲ μετὰ τὸν ποιητὴν ὡς ἡ συνήθεια ἐχρήσαντο τῷ ὀνόματι.

Ὤριον ὁ Θηβαῖος μοχλός· ... ἀλλαχοῦ δέ φησι παρὰ τὸ μολῶ μολὸς καὶ πλεονασμῷ τοῦ χ μοχλός.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον νέφος· ... ἢ παρὰ τὸ νείφω, τὸ βρέχω. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γουδιανόν νήπιος· παρὰ τὸ νη στερητικόν· κατὰ στέρησιν τοῦ εἰπεῖν καὶ λαλεῖν, οἷον νηέπιος καὶ νήπιος κατὰ συναλιφήν. ὁ λέγειν μὴ δυνάμενος. οὕτω Φιλόξενος. νήπιος· ... ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἰπεῖν γέγονε νηέπιος καὶ κατὰ συναίρεσιν νήπιος. ὁ μὴ δυνάμενος λέγειν.

Ἐτυμολογικὸν τὸ Γνήσιον νύξ· παρὰ τὸ νύσσω, τὸ κάμπτω, νύξω νύξ, διʼ ἧς καμπτόμεθα· ἡ νύσσουσα ἡμᾶς πρὸς ὕπνον.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ξόανον· παρὰ τὸ ξέω ξέανον καὶ τροπῇ τοῦ ε εἰς ο ξόανον. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ξύλον· παρὰ τὸν ξύσω μέλλοντα· οὐδεμία γὰρ ὕλη πρὸς ξύσιν ἐπιτηδειοτέρα τοῦ ξύλου. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος ξυρόν· παρὰ τὸ ξύω ξυρόν.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ὀβολός· ... ὁ δὲ Ὦρος λέγει, ὅτι τὸ στήσασθαι τὸ δανείσασθαι δηλοῖ. ὀβολοστάτης οὖν ὁ τὰ μικρὰ δανείζων τοῖς φίλοις. Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν, Ἐτυμολογικὸν τὸ Μέγα οἶδμα· τὸ κῦμα. ἐκ τοῦ οἰδῶ, τὸ ἐξογκοῦμαι, οἰδήσω οἴδημα καὶ συγκοπῇ οἶδμα.

Ἐτυμολογικὸν τὸ Γνήσιον οἶμος· ... ὁ δὲ Φιλόξενός φησιν, ὅτι παρὰ τὸν οἴσω μέλλοντα γέγονεν οἶμος, ἡ ὁδός, διʼ ἧς παντοίας φέρονται φορὰς οἱ κατʼ αὐτὴν ὁδεύοντες τῇδε κἀκεῖσε. οἶμος· ... ὁ δὲ Φιλόξενος παρὰ τὸν οἴσω μέλλοντα.

Ὤριον ὁ Θηβαῖος ὀκριόεις· ὁ τραχὺς λίθος. τροπῇ τοῦ α εἰς ο, ἀκριόεις τις ὤν. ἄκριας δὲ τὰς πέτρας ὁ ποιητὴς καλεῖ· «διʼ ἄκριας ἠνεμοέσσας». καὶ ἔστιν ἄκρος ἀκρόεις καὶ πλεονασμῷ τοῦ ι … ὀκριόεις, ὡς βροτὸς βροτόεις. ὀκριόεις· ὁ τραχὺς λίθος. ἄκριας δὲ τὰς πέτρας φησὶν Ὅμηρος· «διʼ ἄκριας ἠνεμοέσσας». παρὰ τὸ ἄκρος καὶ τὴν ἐξοχήν ἐστιν ἄκριος κατὰ πλεονασμὸν τοῦ ι. ἢ κατὰ παραγωγὴν γίνεται ἄκριος, ὡς Αἰτωλὸς Αἰτώλιος καὶ Βοιωτὸς Βοιώτιος. ἐκ δὲ τοῦ ἄκρος γίνεται ἀκριόεις, ὡς βροτὸς βροτόεις, καὶ τροπῇ τοῦ α εἰς ο ὀκριόεις. καὶ τὸ θηλυκὸν ὀκριόεσσα.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὁλκός· παρὰ τὸ ἕλκω ὁλκός, ὡς ἔχω ὀχός.

Ὤριον ὁ Θηβαῖος ὁμαρτεῖν· συγκοπῇ ἐκ τοῦ ἅμα ἐπιρρήματος καὶ τοῦ ἄρω βαρυτόνου ῥήματος …

Ὤριον ὁ Θηβαῖος ὁμηρεῦσαι· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω … ταῖς φωναῖς ἀλλήλαις ἡρμοσμέναι τε καὶ ἀρηρυῖαι. ὁμηρεῦσαι· ὁμοῦ ἦρσαι· «φωνῇ ὁμηρεῦσαι», ὡς παρʼ Ἡσιόδῳ.

Ὤριον ὁ Θηβαῖος ὅμηροι· οἱ ἐπὶ ὁμονοίᾳ διδόμενοι. παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, καὶ τὸ ὁμοῦ. ὅμηροι· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω. οἱ ἐπὶ εἰρήνῃ καὶ ὁμονοίᾳ διδόμενοι παῖδες ἐνέχυρα.

Ὤριον ὁ Θηβαῖος ὀμιχεῖν· τὸ οὐρεῖν. παρὰ τὴν ἀμίδα καὶ τὸ χέω, οἷον ἀμιδαχεῖν· τροπῇ τοῦ α εἰς ο καὶ συγκοπῇ ὀμιχεῖν. ὀμιχεῖν· σημαίνει δὲ τὸ οὐρεῖν καὶ χεῖν τὴν ἀμίδα, οἷον ἀμιδαχεῖν· καὶ συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς ο ὀμιχεῖν.

Ὤριον ὁ Θηβαῖος ὄνειαρ· ὀνῶ ὄναρ, καὶ πλεονασμῷ τῆς ει διφθόγγου ὄνειαρ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν ὄξος· ἐπεὶ τέμνει καὶ κεντρίζει ὡς εἰπεῖν τὴν γεῦσιν. καὶ ὀξεῖαν σταφυλὴν λέγομεν τὴν κεντρίζουσαν ἡμῶν τὴν γεῦσιν, καὶ ἄνθρωπον ὀξὺν τὸν ταχέως θυμούμενον, καὶ μάχαιραν ὀξεῖαν τὴν ἠκονημένην. Κυρηναῖοι δὲ τὸ ὄξος ἦδος λέγουσι κατὰ ἀντίφρασιν. δύναται δὲ τὸ ὀξὺ τὸν μεταβεβληκότα οἶνον εἰρῆσθαι. ὀξὺς ὄξος, ὡς ταχὺς τάχος, παχὺς πάχος, εὐρὺς εὖρος. οὕτω Φιλόξενος. ὄξος· ὡς παρὰ τὸ παχὺς γίνεται πάχος καὶ ταχὺς τάχος, οὕτω καὶ παρὰ τὸ ὀξὺς ὄξος, τουτέστιν ὁ εἰς ὀξὺ μεταβεβληκὼς οἶνος, ἐπειδὴ τέμνει καὶ κεντρίζει ὡς εἰπεῖν τὴν γεῦσιν. οὕτω καὶ ὀξεῖαν σταφυλὴν λέγομεν τὴν κεντρίζουσαν τὴν γεῦσιν, καὶ ὀξὺν ἄνθρωπον τὸν ταχέως θυμούμενον, καὶ μάχαιραν ὀξεῖαν τὴν ἠκονημένην. οἱ δὲ Κυρηναῖοι τὸ ὄξος ἦδός φασι καὶ ἄλλοι γλυκάδιον. Ὠρίων.

Ὤριον ὁ Θηβαῖος ὀπαδός· τὸ πρωτότυπον τῆς λέξεως ἕπω, οὗ παθητικὸν ἕπομαι, ὥσπερ ἀπὸ τοῦ πέμπω πέμπομαι. ὡς παρὰ τὸ ἕλκω ὁλκός, οὕτω καὶ ἕπω ὀπὸς ὀξύτονον· τούτου ῥῆμα παράγωγον ὀπάζω, ὡς γυμνὸς γυμνάζω, ἵππος ἱππάζω, μόνος μονάζω. οὕτω καὶ ὀπάζω ὀπαδός … ὄπις, ἡ ἐξόπισθεν ἑπομένη τίσις. ἀπὸ δὲ τῶν εἰς ζω καὶ διὰ τοῦ σ κλινομένων μελλόντων ῥηματικὰ ἐκπίπτει ὀνόματα διὰ τοῦ δ, οἷον φράζω φραδή, κομίζω κομιδή· οὕτως ἀπὸ τοῦ ὀπάσω μέλλοντος ὀπαδὸς γίνεται δὲ τοῦ α βραχέος μεταβληθέντος εἰς η ὀπηδός· Ὅμηρος· «γέρων δέ τοι οὗτος ὀπηδεῖ». Φιλόξενος. ὀπαδός· ὁ ἀκόλουθος. ὡς παρὰ τὸ πέμπω γίνεται πομπὸς καὶ παρὰ τὸ φέρβω φορβὸς καὶ συφορβός, καὶ ἕλκω ὁλκός, οὕτως καὶ παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, γίνεται ὀπός, ἐξ οὗ παράγωγον ὀπάζω, ὡς γυμνὸς γυμνάζω, μόνος μονάζω, ἵππος ἱππάζω, οἷον «ὣς Ἕκτωρ ὤπαζεν», οἱονεὶ ἑπόμενος ἐδίωκεν· παρέπεται γὰρ τῷ διώκοντι ἕπεσθαι τῷ διωκομένῳ, οἷον «δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον», ἀντὶ τοῦ ἕπεσθαι ποιήσας, ὡς τὸ «οἶνον δὲ φθινύθουσι», ἀντὶ τοῦ φθίνειν ποιοῦσιν. καὶ ὄπις, ἡ ἐξόπισθεν ἑπομένη τίσις. ἐκ τοῦ οὖν ὀπάζω ὀπάσω γίνεται ὀπαδός, ὡς φράζω φράσω φραδή, κομίζω κομίσω κομιδή. ἐκ δὲ τοῦ ὀπαδὸς γίνεται κατὰ μετάθεσιν ὀπηδός, ἐξ οὗ ῥῆμα ὀπηδεῖ· «γέρων δέ τοι οὗτος ὀπηδεῖ».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὄρος· τὸ οὐδέτερον. παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ἄρος ἐστὶ καὶ ὄρος· τὸ ἐπαιρόμενον εἰς ὕψος ἀπὸ τῆς γῆς. ἢ παρὰ τὸ ὄρω, τὸ ὁρμῶ, οὗ παράγωγον ὀρούω, γίνεται ὄρος. καὶ περισπώμενον λέγεται ὀρῶ, ἔνθεν τὸ «αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται».

Ὤριον ὁ Θηβαῖος ὅσιος· ἀπὸ τοῦ ἅζω ἅσω ἅσιος καὶ τροπῇ τοῦ α εἰς ο ὅσιος. ὅσιος· παρὰ τὸ ἅζω, τὸ σέβομαι, γίνεται ἅσιος καὶ τροπῇ τοῦ α εἰς ο ὅσιος.

Ὤριον ὁ Θηβαῖος ὄτριχας οἰέτεας· οἷον ὁμότριχας. καὶ ἐν τῷ οἰέτεας ἐπλεόνασε τὸ ι ὁμοέτεας. ὄτριχας· ὁμοιότριχας. Ὅμηρος· «ὄτριχας οἰέτεας», οἱονεὶ ὁμοέτεας. ὁμοιότριχας καὶ ὄτριχας κατὰ συγκοπήν.

Ἐτυμολογικὸν τὸ Γνήσιον οὐδὸν ἐς λαύρην, οὐδὸν ἐς λαύρην· τὴν δημοσίαν ὁδόν. λαύρην δὲ Φιλόξενος τὴν ῥύμην φησὶ κατὰ τὸ ἔτυμον, διʼ ἧς ὁ λαὸς ῥεῖ.

Ὤριον ὁ Θηβαῖος οὖσα· οἴω, τὸ κομίζω, οἴσω· ὄνομα οὐδέτερον οἶσον καὶ οὖσον, τὸ σχοινίον, τροπῇ τοῦ ι εἰς υ, ὡς παρὰ τὸ καίω καύσω. οὖσα· ... παρὰ τὸ οἴσω, τὸ κομίσω, ὄνομα οὐδέτερον οἶσον καὶ τροπῇ τοῦ ι εἰς υ οὖσον, ἐν ᾧ κομίζεται ἡ ναῦς· παρὰ Λυκόφρονι· «οἱ δʼ οὖσα γρώνης εὐγάληνα χερμάδος».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον παγίς· παρὰ τὸ πήσσω πηγὶς καὶ παγίς. οὕτως Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον παλαίω· παρὰ τὸ πάλλω, τὸ σείω, παλαίω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον παραβλώψ· παρὰ τὸν βλέψω μέλλοντα βλὲψ ἀποβολῇ τοῦ ω, καὶ τροπῇ τοῦ ε εἰς ο βλὸψ καὶ ἐπεκτάσει τοῦ ο εἰς ω βλὼψ καὶ σύνθετον παραβλώψ.

Ὤριον ὁ Θηβαῖος πέλας· παρὰ τὸ πελάζω ῥῆμα, ὁ μέλλων πελάσω καὶ ἀποβολῇ τοῦ ω πέλας τὸ ἐπίρρημα, ὡς παρὰ τὸ χωρίζω χωρίσω χωρίς.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν πέλωρ αἴητον· ... ἐγὼ δὲ ἐπιζητῶ τὸ «ἄητον» πῶς δυνατὸν τρίτην ἀπὸ τέλους ἔχειν τὴν ὀξεῖαν ἐπιθετικῶς κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ· φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἐτός, ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει· «ὡς ἐτὰ Τημενίδος χρύσεον γένος», καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς «οὐκ ἐτός», ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον· οὕτως ἄητον.

Ὤριον ὁ Θηβαῖος πλεῖν· συναλιφῇ τοῦ πλέον, ὡς τὸ δέον δεῖν. οὕτω Φιλόξενος. πλεῖν· ἀπὸ τοῦ πλέον πλεῖν, ὡς δέον δεῖν. οὕτω Φιλόξενος.

Ἐτυμολογικὸν τὸ Γουδιανόν Πολύϊδος· οὕτως καὶ Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου· καὶ ἔστι, φησί, πολυΐδμων, μάντις ὤν. οὕτως δὲ καὶ τὸ δρᾶμα ἐπιγράφεται παρὰ Ἀριστοφάνει· μαρτυρεῖ δὲ καὶ Φιλόξενος. καὶ Σοφοκλῆς δʼ ἐν Μάντεσι συνέστειλεν· «ὁρῶ πρόχειρον Πολυΐδου τοῦ μάντεως». καὶ πάλιν « οὐκ ἔστιν εἰ μὴ Πολυΐδῳ τῷ Κοιράνου».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πομφόλυξ· παρὰ τὸ παμφλάζω ῥῆμα ἄλλο παράγωγον γίνεται παμφαλύζω, ὁ μέλλων παμφαλύξω, ῥηματικὸν ὄνομα παμφάλυξ καὶ τροπῇ τῶν δύο αα εἰς δύο οο πομφόλυξ.

Ὤριον ὁ Θηβαῖος, Ἐπιμερισμοὶ Ὁμηρικοί, Ἐτυμολογικὸν τὸ Γουδιανόν πόντος· παρὰ τὸ πένω τὸ δηλοῦν τὸ ἐνεργῶ καὶ κάμνω, ἀφʼ οὗ πόνος καὶ κατὰ πλεονασμὸν τοῦ τ πόντος, καθʼ ὃν πεπόνηται τὸ τῶν ἀνθρώπων γένος περὶ τὸν πλοῦν· πόνων οὖν ἐπώνυμος ὁ πόντος. οὕτω Φιλόξενος. πόντος· παρὰ τὸ πένω, τὸ ἐνεργῶ, ἀφʼ οὗ πόνος καὶ πόντος, καθʼ ὃν πεπόνηται περὶ τὸν πλοῦν τὸ τῶν ἀνθρώπων γένος· πόνων ἐπώνυμος ὁ πόντος.

προύνεικοι· λέγονται οἱ μισθοῦ τὰ ὤνια κομίζοντες ἐκ τῆς ἀγορᾶς … δῆλον δέ ἐστιν, ὅτι εἴτε κατὰ τὸν Ἀλεξίωνος λόγον, εἴτε κατὰ τὸν Δημητρίου διὰ τῆς ει διφθόγγου ἡ γραφή ἐστι· παρὰ γὰρ τὸ ἐνεῖκαι. οὕτω καὶ Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πτύον· παρὰ τὸ πτύω· τὸ ἀποπτύον καὶ ἀπορρίπτον τῶν καρπῶν τὰ ἄχυρα.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πτώξ· τοῦ πτῶ παράγωγον πτώσσω, ὁ μέλλων πτώξω καὶ ἀποβολῇ τοῦ ω πτώξ.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πύξ· παρὰ τὸ πτύσσω ῥῆμα, οὗ μέλλων πτύξω, ἀποβολῇ τοῦ ω πτύξ, καὶ ἀποβολῇ τοῦ τ πύξ· παρὰ τὸ πτύσσειν τοὺς δακτύλους ἐν τῷ πλήττειν.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον πυτίζειν· παρὰ τὸ πτύω πτυτίζω ἐστὶν παράγωγον καὶ ἀποβολῇ τοῦ τ πυτίζω, ὡς παρὰ τὸ πτύσσω πτύξω πτὺξ καὶ ἀποβολῇ τοῦ τ πύξ.

Ἐτυμολογικὸν τὸ Γνήσιον Ῥαικός· Ἐπίχαρμος. Φιλόξενος δὲ εἶναι Γραικός, καὶ ἀποβολῇ τοῦ γ Ῥαικός.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ῥώψ· βοτάνη ἁπαλή. παρὰ τὸ ῥέπω ῥέψω ῥὲψ καὶ ῥὸψ καὶ τροπῇ τοῦ ο εἰς ω ῥώψ, ὡς βλέπω βλέψω βλὲψ καὶ βλώψ, ἐξ οὗ τὸ «παραβλῶπες».

Ὤριον ὁ Θηβαῖος σαπρός· παρὰ τὸ σήπω σαπρός, ὡς παρὰ τὸ λέπω λεπρός. σαπρός· ἀπὸ τοῦ σήπω, ὡς λέπω λεπρός.

Ζηνόβιος ὁ Σοφιστής Σαρδόνιος γέλως· μέμνηται ταύτης Ὅμηρος καὶ Πλάτων. εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν μὴ ἐκ καθαρᾶς τῆς διανοίας μηδὲ χαιρούσης γελώντων. λέγουσι δέ, ὅτι ἐν Σαρδόνι γίγνεται βοτάνη σελίνῳ παραπλησία, ἣν οἱ προσενεγκάμενοι δοκοῦσι μὲν γελᾶν, σπασμῷ δὲ ἀποθνῄσκουσι. Φιλόξενος δέ φησιν ἐνίους ἱστορεῖν, ὅτι ἐν Σαρδοῖ τῇ νήσῳ ξόανόν ἐστι τοῦ Κρόνου προτεῖνον τὰς χεῖρας, ἐφʼ οὗ τοὺς οἰκοῦντας ἐπιτιθέναι τὰ βρέφη ταῖς χερσὶ τοῦ ξοάνου καὶ ἀπογελᾶν, εἶτα ἀποθνῄσκειν. καὶ διὰ τὸ γελᾶν τοῦτο κεκλῆσθαι τὸν ἐπιθανάτιον γέλωτα.

Ἐτυμολογικὸν τὸ Γνήσιον σίγμα· παρὰ τὸ σίζω σίγα καὶ σίγμα. ἀπὸ τῆς περὶ τὸν φθόγγον δυνάμεως. Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος σκαρδαμύττειν· παρὰ τὸ μύω μύσσω καὶ παράγωγον, ὡς ἀφύω ἀφύσσω· παρὰ τὸ σκαίρειν, τὸ μύειν ἐν τῇ συνεχεῖ κινήσει τῶν βλεφαρίδων. σκαρδαμύσσειν· παρὰ τὸ μύω μύσσω γίνεται παράγωγον, ὡς ἀφύω ἀφύσσω, καὶ παρὰ τὸ σκαίρειν, τὸ κινεῖν τὴν συνεχῆ κίνησιν τῶν βλεφάρων, ἃ δὴ τὸ μύειν παρέχουσιν. τὸ δὲ σκαίρω ἀποβολῇ τοῦ σ καίρω καὶ διπλασιασμῷ καρκαίρω, ἔνθεν καὶ τὸ «κάρκαιρε δὲ γαῖα πόδεσσιν», οἷον ἐν κινήσει καὶ ταραχῇ ἡ γῆ ἐγένετο διὰ τὸ πλῆθος τῶν σειόντων αὐτὴν ποδῶν. σκαίρω οὖν καὶ καίρω κατὰ ἀποβολήν, ὅθεν σύνθετον τὸ καρδαμύσσειν ἀποβολῇ τοῦ σ εἴρηται· ἀμφότερα γὰρ εἴρηνται παρὰ τὸ κινεῖν καὶ μύειν τὰ βλέφαρα· καρδαμύσσειν παρὰ Ἀριστοφάνει καὶ σκαρδαμύσσειν ἐν Ἱππεῦσι· «βλέψον εἰς ἐμὲ ἀσκαρδάμυκτος».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον : σκαρθμός· παρὰ τὸ σκαίρω σκαρμός, καὶ πλεονασμῷ τοῦ θ σκαρθμός, ὡς παρὰ τὸ ἄρσω ἀρμὸς καὶ ἀρθμός.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον : σκάφος· παρὰ τὸ σκάπτω, ὃ δηλοῖ τὸ κοιλαίνω, εἴρηται.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ζώς· τὸ ζὼς ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν, οὐχ ὑγιῶς· μόνον γὰρ τὸ σῶς ἐστι περισπώμενον μονοσύλλαβον εἰς ως λῆγον ἀρσενικόν, γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης περισπώμενον ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωός, ἴστω ὅτι κτλ.

Γεώργιος ὁ Χοιροβοσκός Στάγιρα· ἔστι δὲ ὄνομα πόλεως. διὰ τοῦ ι γράφεται κατὰ τὴν παράδοσιν. Φιλόξενος δὲ διὰ τῆς ει διφθόγγου λέγει αὐτὸ γράφεσθαι διὰ τὸ λέγειν τὸ Στάγειρος καὶ τὰ Στάγειρα· καὶ γὰρ ἔθος ἔχουσιν τὰ διὰ τοῦ ειρος ῥηματικὰ οὐδέτερα λέγειν καὶ διὰ τῆς ει διφθόγγου γράφειν, οἷον ὀνῶ ὄνειρον, μάσσω μάγειρος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον στατήρ· παρὰ τὸ ἵστημι στήσω στατήρ. καὶ παρʼ ἡμῖν ἐπὶ τοῦ νομίσματος τίθεται· οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ δανείζειν.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον : στιλπνός· παρὰ τὸ στίλβω στιλπνός, ὡς τέρπω τερπνός.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον στραβός· παρὰ τὸ στρέφω, τροπῇ τοῦ ε εἰς α καὶ τοῦ φ εἰς β, οἷον ὁ διεστραμμένος τοὺς ὀφθαλμούς.

Ἐτυμολογικὸν τὸ Γνήσιον , στρέβλη· παρὰ τὸ στρέφω, ὁ μέλλων στρέψω, στρέβλη, ὡς στήσω στήλη. οὕτως Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν στρεβλός· παρὰ τὸ στρέφω καὶ διαστρέφω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον συλλήβδην· ἐκ τοῦ λήβω λήψω, τὸ παθητικὸν λήψομαι, λήβδην ἐπίρρημα καὶ συλλήβδην.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τανηλεγής· παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, καὶ παρὰ τὸ ταναὸν ταναλεγὴς καὶ τανηλεγής, ὁ αἰώνιον κοίμημα καὶ μακροχρόνιον ἔχων.

Ἐτυμολογικὸν τὸ Γνήσιον τέμενος· ... ὁδὲ Φιλόξενος παρὰ τὸ τέμνω τέμνος καὶ πλεονασμῷ τοῦ ε τέμενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τέρσεσθαι· παρὰ τὸν θέρσω μέλλοντα Αἰολικόν, καὶ τροπῇ τοῦ θ εἰς τ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , τέτλαμεν· ... ὁ δὲ Φιλόξενος ἀξιοῖ εἶναί τι καὶ τέτλημι ῥῆμα, ἐξ οὗ γενέσθαι τὸ τέτλαθι.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τραπέουσι· δηλοῖ τὸ πατοῦσι. παρὰ τὸ τρέπω.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τροπός· ὁ τροπωτὴρ τῆς κώπης. παρὰ τὸ τρέπειν ὅπου δεῖ τὴν κώπην. τρέπω τροπός, ὡς πέμπω πομπός.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γουδιανόν τρυφή· παρὰ τὸ θρύπτω θρυπτὴ καὶ τρυφή. τρυφή· παρὰ τὸ θρύπτω, τὸ διακλῶ, θρυπτὴ καὶ τρυφή· ἡ διακλῶσα καὶ ἀφανίζουσα ἡμῶν τὸ σῶμα. καὶ Ὅμηρος· «τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον τρώγλη· παρὰ τὸ τρώγω τρώξω τρώγλη· τὸ διαβεβρωμένον καὶ τετρημένον μέρος τοῦ τοίχου.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ὑετός· παρὰ τὸ ὕω, τὸ βρέχω, ὑτὸς καὶ πλεονασμῷ τοῦ ε ὑετός. Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὑπερβασία· κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ὅρους. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς ὑπερηφανίας· δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τι ὑπὲρ ἑαυτούς.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὑπήνη· ... οἱ δὲ παρὰ τὸ ἵημι, οὗ ὁ μέλλων ἥσω, ἥνη καὶ ὑπήνη· παρὰ τὴν ἕσιν τῶν τριχῶν. οὕτω Φιλόξενος.

φαείνω· ει· καὶ ἴσως ἀπὸ τοῦ ... φαεινὸς καὶ φαεννός ... οἶμαι ει ἡ παράδοσις ... Φιλόξενος καὶ Ἀπολλώνιος.

Ὤριον ὁ Θηβαῖος φαρέτρα· παρὰ τὸ φέρω φέρτρα, μετὰ πλεονασμοῦ καὶ τροπῇ τοῦ ε εἰς α φαρέτρα· ἐπλεόνασε δὲ τὸ ε· φάρτρα γὰρ ὤφειλεν εἶναι ἰσοσυλλάβως τῷ ῥήματι, ὡς μάσσω μάκτρα, καλύψω καλύπτρα. οὕτω Φιλόξενος.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον φάρυγξ· ὁμοίως παρὰ τὸ φέρω· διʼ ἧς φέρεται τὸ πνεῦμα. καὶ ἔστι παρώνυμον· φέρω φόρος καὶ φάρος καὶ παρωνύμως φάρυγξ.

Φειδύλος· ει· οὕτως καὶ Ἀρχίας καὶ Φιλόξενος καὶ Ἀπολλώνιος. Ἀλεξίων δὲ διὰ τοῦ ι, ἐπεὶ ὀνοματικόν.

φθεισήνωρ· ει ἡ παράδοσις καὶ οἱ παλαιοὶ γραμματικοί, ἴσως ἀπὸ τοῦ φθείσω. τοῦτο δὲ Ἀλεξίων καὶ Φιλόξενος διὰ τοῦ ι γράφουσιν κατὰ τὴν ἀναλογίαν τοῦ φθίω, ὡς Ὅμηρος «ἦ τοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν»· καὶ «ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι». τὴν δὲ διὰ τοῦ ι γραφὴν Δίδυμος ἐν τῷ βʹ ὑπομνήματι αὐτοῦ τῷ Τρύφωνι ἑπόμενος ἐλέγχει λέγων· ἐπεὶ ἡ παράδοσις ἔχει τὸ ει «φθεισήνωρ» καὶ «φθείσω» οὐκ ἀποβλητέον. ἀλλʼ εἰ ἔστιν τὸ φθίω, ἐκ τοῦ φθῶ ἐστιν, τοῦ δὲ φθῶ τὸ φθείω παράγωγον, ἔχον τὴν δίφθογγον. ἔστιν δὲ ὡσαύτως διὰ διφθόγγου τὸ χλίω καὶ χλείω καὶ τίω, ἀφʼ οὗ ἀτίω καὶ τείω, ἀφʼ οὗ ἡ τεῖσις, καὶ ἴω, τὸ εἶμι, καὶ εἴω, ἀφʼ οὗ «ἐγκίκρα, ὡς εἴω». καὶ δίω ι καὶ δείω ει γράφουσιν, ἀφʼ οὗ δέδια καὶ δείδια, ἀφʼ οὗ καὶ δέος, καὶ χίω καὶ χείω ...των μὲν χιών, ἀφʼ οὗ αἱ χειαὶ καὶ χείσεται.

Ὤριον ὁ Θηβαῖος φλέω ἐστὶ ῥῆμα, ὅπερ καὶ φλύω εἴρηται, ὡς ῥέω ῥύω, ξέω ξύω. παρὰ τὸ φλέω ἐστὶ τὸ φλύω.

Ὤριον ὁ Θηβαῖος φλιαί· αἱ παραστάδες τῶν θυρῶν. παρὰ τὸ θλίβω θλίψω θλιαί, καὶ μεταθέσει τοῦ θ εἰς φ φλιαί.

Ὤριον ὁ Θηβαῖος φοῖνιξ· παρώνυμον παρὰ τὸ φοινὸν δηλοῦν τὸ πυρρόν. φοινὸς φοῖνιξ. Φοίνικες· ... παρὰ οὖν τὸ φοινὸν δηλοῦν τὸ ἐρυθρόν, ἤγουν τὸ πυρρόν, γίνεται παρώνυμον φοῖνιξ· «τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἔην». τοιοῦτόν ἐστι καὶ τὸ λᾶς· «λᾶος ὑπὸ ῥιπῆς» λᾶϊγξ παρώνυμον κατὰ πλεονασμὸν τοῦ γ· «λάϊγγες ποτὶ χέρσον».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον φορμός· ἀπὸ τοῦ φέρω φορμός.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον φόρτος· παρὰ τὸ φέρω φέρτος καὶ τροπῇ τοῦ ε εἰς ο φόρτος.

Ὤριον ὁ Θηβαῖος φρίκη καὶ φρίξ· παρὰ τὸ φρίσσω, οὗ μέλλων φρίξω, ἀφʼ οὗ φρίκη. καὶ τοῦ φρίξω ἀποβολῇ τοῦ ω φρίξ, ὡς ἁρπάζω ἁρπάξω ἅρπαξ.

Ὤριον ὁ Θηβαῖος φρούριον· οὐκ ἀπὸ τοῦ φρουρός· ἦν γὰρ ἂν φρουρεῖον, ὡς ἰατρὸς ἰατρεῖον, διὰ τῆς ει διφθόγγου. ἀλλʼ ἀπὸ τοῦ οὐδετέρου γέγονεν προόριον φρούριον. ἡ δὲ μετάθεσις τοῦ π εἰς φ διὰ τὴν ἐπιφερομένην δασεῖαν τοῦ ὁρῶ.

Ὤριον ὁ Θηβαῖος φυλή· φύω φύσω φυλή.

Ὤριον ὁ Θηβαῖος φύσις· ἡ φύουσα ἐν ἅπασι. φύσις· παρὰ τὸ φύω φύσω φύσις· ἡ ἐν ἅπασι φύουσα καὶ κινουμένη.

Ἐτυμολογικὸν τὸ Γνήσιον φύτλη· ἡ φύσις. ὡς ζεύγω ζεύξω ζεύγλη, τρώγω τρώξω τρώγλη, οὕτω φύω φύσω φύτλη.

Ὤριον ὁ Θηβαῖος χείμεθλα· … παρὰ τὸ χέω καὶ χεῖμα· ἐν γὰρ τοῖς χειμῶσι τοῦτο συμβαίνει.

Ὤριον ὁ Θηβαῖος χηρωστής· παρὰ τὸ χηρῶ ῥῆμα τρίτης συζυγίας. χῆρος χηρῶ. χηρωσταὶ δὲ οἱ τοῦ χήρου καὶ ἐρήμου συγγενῶν οἴκου κληρονόμοι. χηρωσταί· οἱ μακρόθεν γένους κληρονόμοι. γίνεται ἀπὸ τοῦ χηρῶ χηρώσω· «χήρωσε δʼ ἀγυιάς»· καὶ χηρωτής, ὡς γυψῶ γυψώσω γυψωτής, καὶ πλεονασμῷ τοῦ σ χηρωστής· ἐξ οὗ καὶ χήρα, ἡ ἔρημος καὶ μονωθεῖσα.

Ἐτυμολογικὸν τὸ Γουδιανόν χρῖσις· οὕτως ἡ παράδοσις. μαρτυρεῖ δὲ καὶ Ἀλεξίων καὶ Φιλόξενος. παρὰ τὸ χρίω, τὸ ἀλείφω· ὅτε γὰρ δηλοῖ τὸ μαντεύομαι διὰ τῆς ει διφθόγγου γράφεται.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον χωρίς· παρὰ τὸν χωρίσω μέλλοντα ἀποβολῇ τοῦ ω τὸ ἐπίρρημα ἐγένετο.

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον ὦλκα· «ἱεμένω κατὰ ὦλκα». παρὰ τὸν ἕλξω μέλλοντα ἕλξ, τροπῇ τοῦ ε εἰς ο ὂλξ καὶ ἐπεκτάσει τοῦ ο εἰς ω ὤλξ.

Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τοῦ Συμεῶνος ἀάσχετος· ἀπὸ τοῦ σχῶ σχῆμι ἔσχηκα ἔσχεμαι ἔσχεσαι ἔσχεται σχετὸς καὶ ἄσχετος· καὶ πλεονασμῷ τοῦ α ἀάσχετος.

Ἐτυμολογικὸν τὸ Μέγα, Ἐτυμολογικὸν τὸ Γνήσιον, Ἐτυμολογικὸν τοῦ Συμεῶνος ἄατος· ... ἢ ἀπὸ τοῦ ἄω, τὸ βλάπτω, ἄσω ἆτος καὶ ἄατος.

Ἐτυμολογικὸν τὸ Γουδιανόν ἆθλον· ἀγώνισμα. παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλὸν καὶ ἆτλον· καὶ τροπῇ τοῦ τ εἰς θ ἆθλον, τὸ τῷ νικῶντι διδόμενον. ἀεθλεύειν· ... τοῦτο παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλὸν καὶ ἆτλον· καὶ τροπῇ τοῦ τ εἰς θ ἆθλον.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀκμῆτες· ... παρὰ τὸ κάμω, κατὰ συγκοπὴν κμῶ καὶ ἐξ αὐτοῦ κμής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμής· «ῥεῖα δέ κʼ ἀκμῆτες».

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Γνήσιον : ἀλαῶσαι· ... ἢ κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀμάρυγμα καὶ ἀμαρυγάς, ἀμάρυγμα καὶ ἀμαρυγάς· σημαίνει τὰς τῶν ὀφθαλμῶν ἐκλάμψεις ... αἱ δὲ ἐκλάμψεις εἴρηνται παρὰ τὸ μαίρω, τὸ λάμπω, ὁ μέλλων μαρῶ, ἐξ οὗ παράγωγον μαρύσσω καὶ πλεονασμῷ τοῦ α ἀμαρύσσω, ἠμάρυγμαι, ἀμαρυγὴ καὶ ἀμάρυγμα. οὕτω Μεθόδιος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἄπαστος· ὁ ἄγευστος. παρὰ τὸ πῶ, τὸ ἐσθίω, ἐξ οὗ καὶ πόα, ἡ βοτάνη, καὶ πηγὸς καὶ φηγός· ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. πῶ οὖν, παράγωγον πατῶ, ὡς μῶ, τὸ ζητῶ, ματῶ, ὅθεν καὶ μαστός· πέπασμαι πέπασαι πέπασται παστός, ὁ βεβρωκώς, καὶ ἄπαστος· «οἱ δὲ δὴ ἄλλοι οἴχονται μετὰ δεῖπνον, ὁ δʼ ἄκμηνος καὶ ἄπαστος»

Ἐτυμολογικὸν τὸ Γνήσιον , ἀπροτίμαστος· ... παρὰ τὸ μαίω, τὸ ζητῶ, ἡ μὴ ἐπιζητηθεῖσα πρὸς μίξιν. ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ, ὅθεν καὶ μαστός.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄσις· ... τὸ δὲ ἄση γέγονε παρὰ τὸ ἄτω ἄσω, ὅθεν «ἆσέ με δαίμονος αἶσα κακή». ἄσω ἄση, ὡς μνήσω μνήμη, κνήσω κνήμη.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἄτη· σημαίνει τὴν βλάβην. παρὰ τὸ τῶ, ὃ δηλοῖ τὸ λαμβάνω, οἷον «Κύκλωψ, τῆ, πίε οἶνον», ἐξ οὗ ὄνομα ῥηματικὸν τή, καὶ μετὰ τοῦ στερητικοῦ α ἄτη, ἣν οὐκ ἄν τις λάβοι· τὴν γὰρ βλάβην πάντες ἐκφεύγομεν.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἆτος· ὁ ἀπλήρωτος. παρὰ τὸ τῶ, τὸ ζητῶ, γίνεται ῥηματικὸν ὄνομα μετὰ τοῦ ἐπιτατικοῦ α ἆτος, ὁ ἀκόρεστος· ὁ γὰρ ἀκόρεστος πάντοτε αἰτεῖ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , αὐτόματος· αὐτόκλητος καὶ αὐτοπρόθυμος. παρὰ τὸ μῶ, τὸ προθυμοῦμαι, ὅθεν καὶ μεμαυῖα ἡ μετοχή, ὁ παθητικὸς παρακείμενος μέμαμαι, μέμασαι, μέμαται, καὶ ὥσπερ παρὰ τὸ κέκριται γίνεται κριτὸς καὶ βέβαται βατὸς καὶ ἄβατος, οὕτως καὶ παρὰ τὸ μέμαται ματὸς καὶ αὐτόματος, ὁ αὐτοπρόθυμος. ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ, μαστὸς καὶ αὐτόματος, ὁ αὐτοζήτητος καὶ μὴ παρʼ ἑτέρου ζητηθείς.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀφερτή· οἷον «ἀφερτὴ δʼ ἀρετή». ἀπὸ τοῦ φέρω γίνεται φερτὸς καὶ φερτὴ καὶ ἀφερτή. ἐκ δὲ τοῦ φερτὸς καὶ προφερέστερος τὸ συγκριτικὸν καὶ προφερέστατος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἀχάναι· σκεῦος εἰς ἐπισιτισμὸν χρήσιμον. Ἀριστοφάνης· «οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει». εἴρηται παρὰ τὸ χαίνειν χάνη καὶ ἀχάνη τοῦ α ἐπιτατικοῦ νοουμένου, ὡς τὸ ἀχανές πέλαγος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , βάρδιστος· ... εἶτα βραδίων βράδιστος καὶ ἐν ὑπερθέσει βάρδιστος.

Ἐτυμολογικὸν τὸ Γνήσιον , γλαύξ· ... παρὰ τὸ γλαύσσω γλαύξω, κατὰ ἀφαίρεσιν τοῦ ω γλαύξ, ὡς θήσω θὴς καὶ ἀΐσσω ἀΐξω αἴξ· ἔστι γὰρ ὀξυωπέστατον τὸ ζῷον καὶ ἐν νυκτὶ ὁρᾶν δυνάμενον.

Ἐτυμολογικὸν τὸ Γνήσιον , γόγγρος· εἶδος ἰχθύος. παρὰ τὸ γρῶ, ὃ σημαίνει τὸ ἐσθίω, ἀφʼ οὗ Καλλίμαχος γράω· «ὃς αἰζηῶν ἔγραε κηδεμόνος», ἀντὶ τοῦ ἤσθιεν· ἀφʼ οὗ ὄνομα ῥηματικὸν γρός, ὃ καθʼ ἑαυτὸ οὐ ῥητόν· ἐν διπλασιασμῷ γόγγρος· ἀπεσθίει γὰρ τῶν πολυπόδων τάς πλεκτάνας.

Ἐτυμολογικὸν τὸ Γνήσιον διασφάξ· ὁ διεστὼς τόπος. Ἡρόδοτος· «τοῦ ὄρεός ἐστι διασφάξ». καὶ «διὰ τῆς διασφάγος Ἀσωπὸς ῥεῖ». εἴρηται ὡς ἀπὸ τοῦ θερίζω θρὶξ καὶ βαστάζω βαστάξω βάσταξ καὶ νεκροβάσταξ, οὕτως ἀπὸ τοῦ σπῶ σπάζω σπάξω καὶ σπὰξ καὶ σφὰξ καὶ διασφάξ.

Ὤριον ὁ Θηβαῖος εἴκελος· παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, ἀφʼ οὗ καὶ εἰκών, ὡς παρὰ τὸ ἄγω ἀγκών.

Ἐτυμολογικὸν τὸ Γνήσιον εἴρω· τὸ λέγω. παρὰ τὸ ὦ τὸ σημαῖνον τὸ λέγω, οὗ παράγωγον ἠμί, ἀφʼ οὗ παράγωγον τὸ «ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσιν». ὡς οὖν ἄγω ἀγείρω, ἔθω ἐθείρω, οὕτως καὶ ἀπὸ τοῦ ὦ εἴρω.

Εὐστάθιος ὁ Θεσσαλονίκης δῆλον δὲ καὶ ὅτι Ἐρευθίων ἐστὶ τὸ πρωτότυπον, ἡ δὲ αλ συλλαβὴ ἐπλεόνασε διὰ λειότητα φωνῆς.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἔχθιστος· ... παρὰ τὸ ἐχθρὸς ἐχθρότατος ἐχθρίων καὶ ἀποβολῇ τοῦ ρ ἐχθίων ἔχθιστος.

Ἐτυμολογικὸν τὸ Γνήσιον ζαὴν ἄνεμον· ... Ὅμηρος· «ὦρσε δʼ ἐπὶ ζαὴν ἄνεμον». ὥσπερ παρὰ τὸ πετῶ γίνεται πετήν, ὡς παρʼ Ἡσιόδῳ, οἷον «αἰὲν μὴ πετῆνα γενέσθαι», οὕτως καὶ παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται ἀὴν καὶ μετὰ τοῦ ζα ἐπιτατικοῦ μορίου ζαήν· τὸ γὰρ τέλειον ζαῆνα, ὡς πετῆνα, εἰ μὴ κατʼ ἔκθλιψιν γέγονε.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἥκιστα· τὸ οὐδαμῶς. παρὰ τὸ ἧκα ἐπίρρημα, οἷον «ἧκα μάλα ψύξασα». τὸ δὲ λέγειν παρὰ τὸ ἧσσον οὐχ ὑγιές· οὐ γὰρ λέγεται ἥσσιστα, ἀλλʼ ἥκιστα, ὡς μάλα μάλιστα. εἰ δὲ λέγοι τις παρὰ τὸ θᾶσσον οὐ λέγεται θάσσιστα καὶ παρὰ τὸ κρεῖσσον κρείσσιστα, ἀλλὰ τάχιστα καὶ κράτιστα, εἴσεται ὅτι ὡς παρὰ τὸ τάχιστος ἐγένετο τάχιστα καὶ παρὰ τὸ κράτος κράτιστα οὐδετέρως κατʼ ἐπιρρηματικὴν σύνταξιν, οὕτως καὶ παρὰ τὸ ἧκα ἥκιστος ἥκιστα.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἤνοπι· σημαίνει τῷ λαμπρῷ. παρὰ τὸ ὄπτω ὄψω γίνεται ὄψ, ὡς κλείω κλείσω κλεὶς καὶ θήσω θής, καὶ ἐν συνθέσει ἔνοψ καὶ ἤνοψ, ἐν ᾧ ἐστιν ἐνοπτρίσασθαι καὶ ἰδεῖν τοὺς ὦπας· λαμπρὸς γάρ· «ἐνὶ ἤνοπι χαλκῷ».

Ὤριον ὁ Θηβαῖος ἠπεροπέα· ἀπεροπέα φασὶ τοῦ περ συνδέσμου ἐν τῇ ἰδίᾳ θέσει πλεονάζοντος· ἀέπεα γὰρ εἶναι, οἷον τὸν τῷ λόγῳ κακῶς χρώμενον καὶ ἀπατεῶνα. τὸ δὲ α σημαίνει καὶ τὸ κακόν, ὡς εἶναι τὸ πρωτότυπον ῥῆμα ἔπω, ἀφʼ οὗ ὄνομα ὀπεύς, ὡς τρέφω τροφεύς, ἔχω ὀχεύς. ἠπεροπευτής· ... ἢ παρὰ τὸ ἔπω, τὸ λέγω, γίνεται ὀπεύς, ὡς φέρω φορεύς, ἔχω ἐχεὺς καὶ ὀχεύς, καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακόν, ὡς ἄφωνος ὁ κακόφωνος, γίνεται ἀοπεύς, ὁ τῷ λόγῳ κακῶς χρώμενος καὶ ἀπατῶν· καὶ μετὰ τοῦ περ περιττοῦ συνδέσμου ἀπεροπεύς, οἷον «ἅτε μὲν καὶ ἐπίκλοπον ἀπεροπέα» καὶ ἀπεροπός, ὡς παρὰ Ἀνακρέοντι, οἷον «βούλεται ἀπεροπὸς ἡμῖν εἶναι» καὶ θηλυκὸν ἀπεροπή, οἷον ἄοπος οὐδὲ προσλαλῆσαι ἡμῖν θέλων. ἢ ἄοπος ὁ ἀπρόσβλεπτος καὶ οὐδὲ εἰς ὄψιν ἐλθεῖν θέλων· ἀπεροπεὺς οὖν καὶ ἠπεροπεύς· ἐκ τούτου ῥῆμα ἠπεροπῶ καὶ ἠπεροπεύω καὶ ῥηματικὸν ὄνομα ἠπεροπευτής.

Ὤριον ὁ Θηβαῖος θήγω· τὸ ἀκονῶ. ἔλλειψις τοῦ ο· παρὰ τὸ θοῶ θοήγω καὶ θήγω. θήγω· τὸ ἀκονῶ. παρὰ τὸ θοῶ θοήγω καὶ θήγω, τουτέστι θοὸν καὶ ὀξὺ ποιῶ. Ὅμηρος· «ἐγὼ δʼ ἐθόωσα παραστάς».

Ἐτυμολογικὸν τὸ Μέγα καλλίων καὶ κάλλιστος· οὐκ ἀπὸ τοῦ καλός, ἀλλʼ ἀπὸ τοῦ κάλλος. καὶ τοῦτο δηλοῖ καὶ ἡ γραφὴ καὶ ἡ σημασία. ἡ γραφή, ὅτι καλὸς διʼ ἑνὸς λ, τὸ δὲ κάλλιστος διὰ δύο· ἡ δὲ σημασία, ὅτι ὁ ποιητὴς τὸν καλὸν ἐπὶ τοῦ ἀνδρείου εἴωθε τάττειν, ὡς ἐκ τοῦ ἐναντίου τὸν κακὸν ἐπὶ τοῦ ἀσθενοῦς· τὸν δὲ Νιρέα εἰδὼς ἀσθενῆ, ὅμως φησὶ περὶ αὐτοῦ· «Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν».

Ἐτυμολογικὸν τὸ Γνήσιον κεστός· ... παρὰ τὸ κάζω, τὸ κοσμῶ, γίνεται ῥηματικὸν ὄνομα καστὸς καὶ κεστός, ὁ κεκοσμημένος. κεστός· παρὰ τὸ κάζω καστός, ὁ κεκοσμημένος ταῖς διαβολαῖς· καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ε κεστός.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κεφαλή· ... οἱ δὲ παρὰ τὸ κάπω, τὸ πνέω, καπαλὴ καὶ κεφαλή, οἱονεὶ ἡ διαπνέουσα, ὅθεν καὶ κῆπος, ὁ διαπνεόμενος τόπος· διὸ καὶ ἐν ταῖς οἰκίαις τὸ ἀποτεμνόμενον τόπον πρὸς ἀνάπνευσιν κῆπον λέγουσιν· παρὰ τὸ κάπω, τὸ πνέω· «ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν», τουτέστι ἀπέπνευσεν.

Ἐτυμολογικὸν τὸ Γνήσιον κήδιστος· λέγεται ὁ φροντιζόμενος, οἷον «ὅς μοι κήδιστος θʼ ἑτάρων ἦν κεδνότατός τε». παρὰ τὸ κήδω, τὸ φροντίζω, γέγονεν ὄνομα ῥηματικὸν κῆδος. καὶ ὡς παρὰ τὸ κάλλος γίνεται καλλίων καὶ τὸ ὑπερθετικὸν κάλλιστος, οὕτως κῆδος κηδίων κήδιστος.

Ἐτυμολογικὸν τὸ Γνήσιον κῆπος· ὁ ἀποτετμημένος τόπος πρὸς ἀνάπνευσιν καὶ καταπνεόμενος. παρὰ τὸ κάπω, τὸ πνέω, κάπος καὶ κῆπος.

Ἐπιμερισμοὶ Ὁμηρικοί κιγκρῶ· παρὰ τὸ κερῶ, ἀφʼ οὗ καὶ τὸ «κερόωντό τε οἶνον», καὶ συγκοπῇ κρῶ, διπλασιασμῷ κικρῶ, πλεονασμῷ τοῦ γ κιγκρῶ, ἀφʼ οὗ παρὰ τῷ Σώφρονι «ἐγκίκρα, ὡς εἴω».

Ἐτυμολογικὸν τὸ Γνήσιον κνάφος· ἀπὸ τοῦ κνῶ γίνεται κνάπτω, ὡς χῶ χάπτω, καὶ ῥηματικὸν ὄνομα κνάφος. σημαίνει δὲ ἀκανθῶδες φυτόν, ᾧ τὰ ἄθικτα τῶν ἱματίων ἐπισύροντες κατεργάζονται. Ἀλκαῖος· «μὴ μέγαν περὶ κνάφον περιστείχειν ἕνα κύκλον».

Ἐτυμολογικὸν τὸ Γνήσιον κύντερον· παρὰ τὴν κυνὸς γενικὴν γίνεται κυνώτερον καὶ συγκοπῇ κύντερον, οἱονεὶ χαλεπώτερον, ὡς μέλαν μελανώτερον καὶ μελάντερον.

Ἐτυμολογικὸν τὸ Γνήσιον , κυρηβάσει· μαχήσεται. τίκτεται μὲν ἀπὸ τῶν κριῶν· ἔλεγον δὲ τὸ τοιοῦτον καὶ κορύττειν, οἷον κερίττειν· καὶ κυρηβάσει. Ὠρίων.

Ἐτυμολογικὸν τὸ Γνήσιον λεῖον· τὸ ὁμαλόν. ἔστιν λαύω, τὸ ἀπολαύω, ὄνομα ῥηματικὸν λαῦος, καὶ τροπῇ τοῦ μὲν α εἰς ε τοῦ δὲ υ εἰς ι γίνεται λεῖος καὶ λεῖον, οὗ πᾶς τις ἐφίεται. τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω, καὶ ἐξ αὐτοῦ παράγωγον λαύω καὶ ἐξ αὐτοῦ ὄνομα λαῦος καὶ τροπῇ τοῦ α εἰς ε λεῦος καὶ τοῦ υ εἰς ι λεῖος· τὰ γὰρ λεῖα καὶ ὁμαλὰ θέλομεν, ὥσπερ τὰ κρημνώδη ἐκφεύγομεν.

Ὤριον ὁ Θηβαῖος Μαῖρα· ἡ κύων τοῦ Ὠρίωνος. παρὰ τὸ μαίρω, τὸ λάμπω, καὶ διπλασιασμῷ μαρμαίρω, ὅθεν μάρμαρος …

Ὤριον ὁ Θηβαῖος, Ἐτυμολογικὸν τὸ Μέγα μαλερὸν πῦρ· τὸ μαραντικὸν ἢ τὸ λαμπρόν. παρὰ τὸ μαίρειν, ὅ ἐστι λάμπειν, ὅθεν τὸ μαρμαίρω … πλεονασμῷ τοῦ ρ, ὡς εἶναι μαρερὸν καὶ τροπῇ τοῦ ρ εἰς λ μαλερόν.

Ἐτυμολογικὸν τὸ Γνήσιον ὀδάξ· τοῖς ὀδοῦσι. παρὰ τὸ δάκω δάξω κατὰ ἀποβολὴν τοῦ ω δὰξ καὶ πλεονασμῷ τοῦ ο ὀδάξ.

Ὤριον ὁ Θηβαῖος παῖς· ... ἢ παρὰ τὸ παίζω, παίσω, ἀποβολῇ τοῦ ω παῖς· φίλον γὰρ τοῖς παισὶ τὸ παίζειν.

Εὐστάθιος ὁ Θεσσαλονίκης παλάσσεσθαι δὲ λέγει τὸ μολύνεσθαι· ἢ πλεονασμῷ τῆς αλ συλλαβῆς τὸ ἐπιπάσσεσθαι, ἀφʼ οὗ καὶ ἡ παιπάλη.

Ἐτυμολογικὸν τὸ Γνήσιον παροίτερος· παλαιότερος καὶ ἀρχαιότερος. ἀπὸ τοῦ πάρος, ὃ σημαίνει τὸ πρὶν ἢ πάλαι, γίνεται παροίτερος καὶ παροίτατος. σημαίνει δὲ καὶ τὸ περαιτέρω, οἷον «καὶ δέ με μηκέτι τόνδε παροιτέρω ἐξερέεσθαι». ἀπὸ τοῦ πάρος. σημαίνει δὲ καὶ τὸ πρῶτος· «ἄνδρα τὸν ὅς μιν ἔτυψε παροίτατος».

Ἐτυμολογικὸν τὸ Γνήσιον Περσεφόνη· παρὰ τὸ φέρω καὶ τὸ φόνος, φερσεφόνη τις οὖσα, πρὸς ἣν ἀποφέρονται οἱ πεφονευμένοι· τροπῇ τοῦ φ εἰς τὸ π.

Ὤριον ὁ Θηβαῖος πηός· κυρίως ὁ κατʼ ἐπιγαμίαν οἰκεῖος, οἷον ἐπίκτητος· παρὰ τὸ πάσασθαι καὶ μὴ αἵματι συγγενής· πῶμαι γὰρ τὸ κτῶμαι, ἔνθεν πάσω μέλλων καὶ πάμων ὄνομα ῥηματικόν. πηός· ... ἔστι γὰρ πῶ καὶ σημαίνει τὸ κτῶμαι, οὗ ὁ μέλλων πάσω, ἐξ οὗ πάμων καὶ πολυπάμων· γίνεται οὖν παὸς καὶ τροπῇ τοῦ α εἰς η πηός.

Ὤριον ὁ Θηβαῖος πρεσβεύς· πρεσβεύω πρεσβεύσω πρεσβεύς, ὡς ἱππεύω ἱππεύσω ἱππεύς. πρέσβυς· ... τὸ δὲ πρεσβεὺς παρὰ τὸν πρεσβεύσω μέλλοντα, ὡς ἱππεύσω ἱππεύς, βασιλεύσω βασιλεύς.

Ὤριον ὁ Θηβαῖος στράτα· ἡ ἐστρωμένη ὁδὸς καλεῖται τῇ Λατίνων φωνῇ.

Ἐτυμολογικὸν τὸ Γνήσιον , τρανός· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλανὸς καὶ τροπῇ τρανός.

Ἐτυμολογικὸν τὸ Γνήσιον τροφή· παρὰ τὸ τρέφω, τὸ πήσσω· ἡ πηγνύουσα καὶ εὐσταθῆ ποιοῦσα τὰ σώματα.

Ὤριον ὁ Θηβαῖος φαλιὸν γὰρ τὸ λευκόν. φῶ, τὸ λάμπω, φάω φάσω φαλὸς καὶ φαλιός· «φάε δὲ χρυσόθρονος Ἠώς».

Ἐτυμολογικὸν τὸ Γνήσιον , φλόξ· παρὰ τὸ φλέγω φλέξω φλὲξ καὶ φλόξ.

Ἐτυμολογικὸν τὸ Γνήσιον φύξ· παρὰ τὸν φύξω μέλλοντα.

Ὤριον ὁ Θηβαῖος χεῖρες· ... ἢ χειαί τινές εἰσιν, οἷον χωρητικαί.

Ὤριον ὁ Θηβαῖος ψηνός· ὁ φαλακρὸς εἴρηται παρὰ Σιμωνίδῃ. παρὰ τὸ ψῶ ψήσω ψηνός. ψηνός· ὁ φαλακρός. παρὰ τὸ ψῶ ὁμοίως καὶ ψήσω ψηνός.

Ἀπολλώνιος ὁ Γραμματικός καί φησι Χαιρήμων ὁ Στωϊκός, ὡς κατά τι εἴησαν ἂν σύνδεσμοι. «σύνδεσμον γάρ», φησί, «καλεῖσθαι καὶ αὐτὴν τὴν φωνὴν καὶ τὸ ἐξ αὐτῆς δηλούμενον, ᾧ λόγῳ καί τινα ἕτερα σχήματα. φαμέν πατρωνυμικὸν καὶ τὸ ἐν χαρακτῆρι πατρωνυμικὸν καί τι ἐν δηλουμένῳ, καὶ ἔτι τὰ κτητικὰ καὶ ἄλλα πλεῖστα τοιαῦτα. ὡς οὖν τὸ τύπῳ πατρωνυμικῷ προσκεχρημένον, οὐ μὴν δηλουμένῳ, πατρωνυμικὸν καλεῖται, ὥσπερ τὰ τύπῳ ἀρσενικά, οὐ μὴν δηλουμένῳ, ἀρσενικὰ καλεῖται, οὕτω καὶ ἂν τύπῳ ᾖ ὁ παραπληρωματικὸς κεχορηγημένος συνδεσμικῷ, μὴ μὴν δηλουμένῳ, εἰρήσεται σύνδεσμος. ἀμέλει αὐτοὶ οἱ σύνδεσμοι πλεονάσαντες οὐδὲν συνδέουσι καὶ σύνδεσμοι καλοῦνται. οὐδὲν οὖν κωλύοι, καθότι καὶ ὁ Φιλόπονος ἀπεφήνατο, συνδέσμους καλεῖσθαι τοὺς παραπληρωματικούς.»

Συμεών : κτήματα ἐπικτημάτων διαφέρει. κτήματα μὲν τὰ ἐν τῇ οἰκίᾳ, ἐπικτήματα δὲ τὰ ἐν ἀλλοτρίᾳ. δηλοῖ δὲ καὶ ἐν τῷ κατὰ ἀλλονήσω Φιλόξενος τὰ ἐν ἀλλοτρίᾳ γῇ ἐπικτήματα λέγων, τὰ δὲ ἐν τῇ πατρικῇ γῇ κτήματα.

Γαληνός ἄλλο ἄκοπον τὸ τοῦ γλουτοῦ, ὡς Φιλόξενος ὁ γραμματικός. κηροῦ λίτρας βʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ κτλ.