eul_wid: tmo-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orthography on the Unpronounced Iota by Oros of Alexandria

The grammatical treatise On the Unpronounced Iota, attributed to Oros of Alexandria, is a concise technical examination of the orthographic convention known as the iota subscript. This written feature, appearing as a small iota beneath the vowels alpha, eta, and omega, represented a vestigial element of ancient diphthongs that had ceased to be pronounced in later Greek. The work systematically prescribes the correct written application of this silent letter, thereby implicitly documenting a significant shift in the historical phonology of the language. Structured in seven passages, it exemplifies the detailed, analytical approach characteristic of Alexandrian grammatical scholarship, focusing on the standardization of written forms. The treatise survives as part of a corpus of grammatical writings transmitted through medieval manuscripts and is cataloged among Oros's works in later scholarly collections. As a specialized text, it contributed to the broader Alexandrian project of linguistic standardization, which was fundamental to textual criticism and education. Its preservation highlights the enduring importance of such technical literature in the transmission of Greek linguistic knowledge.

Μινῷος σὺν τῷ ι, καὶ Μίνῳα τὸ παρεσχηματισμένον, ᾧ συνεξέδραμε καὶ τὸ μονογενὲς ὄνομα Μίνῳα ἡ νῆσσος, κτητικοῦ γὰρ τύπου. σημειωτέον δέ, ὅτι προπαροξύνεσθαι αἰτεῖ ἡ συστολὴ τοῦ α. Εὔπολις Ἀστρατεύτοις «ὡς ἦρξε περὶ Μίνῳαν αὐτὸς οὑτοσί» καὶ Ἀλκαῖος Πασιφάῃ «Μίνῳαν ἀλλʼ οἴμωζε σαυτὸν περιθέμενος». τῇ γὰρ συστολῇ ταύτῃ ἀκολουθήσει καὶ τὸ προπαροξύνεσθαι. μονῳδεῖν σὺν τῷ ι. Ἀριστοφάνης «εἶτα μονῳδεῖν ἐκ Μηδείας καὶ τἀξ αὐτοῦ». Κρατῖνος Ὥραις «βούλει μονῳδήσωμεν αὐτοῖς ἕν γέ τι;» καὶ πάλιν «οὐκ ἂν μονῳδήσειεν ἐκπεπληγμένος». μονῳδία σὺν τῷ ι, ἡ ἀπὸ σκηνῆς ᾠδὴ ἐν τοῖς δράμασι, καὶ μονῳδεῖν τὸ θρηνεῖν· ἐπιεικῶς γὰρ πᾶσαι αἱ ἀπὸ σκηνῆς ᾠδαὶ ἐν τῇ τραγῳδίᾳ θρῆνοί εἰσιν. ἐκαλοῦντο δὲ ἀπὸ σκηνῆς αἱ τῶν ὑποκριτῶν. Κρατῖνος Ὥραις. Μουνυχίασιν οὐκ ἔχει τὸ ι· προείρηται δὲ περὶ τῶν τοιούτων. Μυρτῷον πέλαγος σὺν τῷ ι. Κρατῖνος Πυτίνῃ.

νᾷ σὺν τῷ ι μιᾷ συλλαβῇ. Σοφοκλῆς Ἀθάμαντι «οἴνῳ γὰρ ἡμῖν Ἀχελῷοι ἄρα νᾷ». νεοσφάδᾳστον σὺν τῷ ι, καθὰ καὶ τὸ σφαδᾴζω. Σοφοκλῆς Κόλχοις. νεῷ σὺν τῷ ι, ἡ ἑνικὴ δοτική. Θεόπομπός φησιν «ὁ δὲ ταῦρός ἐστιν ἀγόμενος πρὸς τῷ νεῷ». καὶ πληθυντικὴ εὐθεῖα, ὡς οἱ Μενέλεῳ. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος «εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν». καὶ τοῖς νεῷς ἔχει τὸ ι κατὰ δοτικὴν πληθυντικήν. Πλάτων Νίκαις. Νηρῇδες σὺν τῷ ι ὡς Βρισῇδες Ἐρεχθῇδες Καδμῇδες Οἰνῇδες Χρυσῇδες· συναιροῦντες γὰρ ἔλεγον Ἀττικοί· Νικοχάρης Γαλατείᾳ καὶ Εὐριπίδης πολλάκις. ἐπὶ δὲ τῆς εὐθείας ἑνικῆς Μένανδρος «Νηρῄς τις ἐπὶ δελφῖνος». νικῴη σὺν τῷ ι. Νικόμαχος Οἰδίποδι «ὅτι μὲν λῷστον, τόδε νικῴη». καὶ νικῶ δὲ χωρὶς τοῦ ι· τὸ εὐκτικὸν ἔχει τὸ ι. Κρατῖνος Διονύσοις «νικῶ μὲν ὁ τῇδε ποδὶ λέγω τὸν λῷστον». νώ χωρὶς τοῦ ι, ἡ εὐθεῖα χωρὶς ὁμοίως τῇ αἰτιατικῇ· ὡς καὶ τὸ σφώ· ἀποκοπὴ γάρ ἐστιν, ἢ ὡς τινὲς διαφορὰ θέματος. Εὔπολις Μαρικᾷ «πεύσεσθε, νὼ γὰρ ἄνδρες οὔθʼ ἱππεύομεν»· καὶ ἐπὶ αἰτιατικῆς ὁ αὐτὸς ἐν Φίλοις. νῷν ἔχει τὸ ι ὡς καὶ τὸ σφῷν· ἐν συναιρέσει … αγυνε Ἀττικῶς, καὶ ἴσως τὸ χαρακτηριστικὸν τῆς δοτικῆς ἔχει τὸ ι. Σοφοκλῆς Ἰοβάτῃ «καὶ νῷν τι σῆμα λαμπρὸν ἐνδεῖξαι βίου». ὁ μέντοι ποιητὴς τῷ μετὰ τοῦ ν ἀεὶ δισυλλάβως ἐχρήσατο. ξῆναι ὁ ἀόριστος ἀπὸ τοῦ ξαίνω οὐκ ἔχει τὸ ι, ὥσπερ οὐδὲ τὸ θερμῆναι ἰῆναι σημῆναι· προείρηται δέ. ξυνῇ σὺν τῷ ι, τὸ κοινῇ. ξυνῄρει σὺν τῷ ι, ἀντὶ τοῦ διεφθείρετο. Θουκυδίδης Β «ἀλλὰ πάντα ξυνῄρει». ξυνῳδός σὺν τῷ ι. Καλλίας Πεδήταις «ἴσως ξυνῳδὸς τῷ χρόνῳ γενήσεται τῆς δὴ γὰρ ἀγαθὸν χρῆμα καὶ ξυνῳδικόν». ὄληαι Τυραννίων προπερισπᾷ, καὶ δῆλον ὅτι τὸ ι προσγράφει οἰόμενος παρέλκειν τὴν αι· οὕτως καὶ ἐπὶ τοῦ «πρώτη ἐπαύρηαι» καὶ «ἀφίκηαι». ἔστιν δὲ μέσος β ἀόριστος καὶ οὐ προπερισπᾶται οὐδὲ προσγράφεται τὸ ι. τὸ μέντοι ὄρηαι ἐκ τοῦ ὄρεαι γέγονεν ἐνεστῶτος ὡς ἀπὸ α συζυγίας κατʼ ἔκτασιν, ὡς δίζηαι δίζεαι λέγουσιν οἱ Ἴωνες, καὶ ὄρηαι ὡς ἀπὸ α συζυγίας. Ὀλυμπίασι ἄνευ τοῦ ι, ἐπεὶ καὶ Ὀλυμπίαζε καὶ Ὀλυμπίαθεν. ὁμαρτῇ Ἀρίσταρχος ἄνευ τοῦ ι γράφει καὶ ὀξύνει ὡς ἀπὸ τοῦ ὁμαρτήδην ἀποκεκομμένον. οὐκ ἐπείσθη δὲ ἡπαράδοσις λήγουσα εἰς τὸ ι. ὀξύπρῳρος σὺν τῷ ι ὀξυπρῴρῳ ὀξυκέρωτι. Ἀχαιὸς ὅπῃ καὶ πῇ σὺν τῷ ι, ὡς προείρηται. ὁπότερα ἀντὶ τοῦ ὁποτέρως χωρὶς τοῦ ι βραχυνομένου τοῦ α ὡς πότερα, ἐκτεινομένου δὲ ἕξει τὸ ι ἔχον καὶ ἐπιρρηματικήν τινα τάξιν. ὀπίσω οὐκ ἔχει τὸ ι. ἔστι δʼ ἴσως ἀπὸ τῆς ἐπί προθέσεως. ὀρεσκῷος σὺν τῷ ι ὡς πατρῷος καὶ τῷ τ … αὶ οὐδʼ ὅτι σύνθετόν ἐστιν ἀναπέμπει τὴν προσῳδίαν κατεχομένην ὑπὸ τῆς γραφῆς· ὅτε γοῦν γίνεται ὀρέσκοος ὡς παρʼ Ἀρχιλόχῳ, καὶ προπαροξύνεται. ὄρηαι χωρὶς τοῦ ι· ἐκ γὰρ τοῦ ὄρεαι γέγονεν ἐνεστῶτος ὡς ἀπὸ α συζυγίας, ὡς προείρηται. ὁρῴην σὺν τῷ ι ὡς βιῴην. οὐδαμῇ σὺν τῷ ι ὡς μηδαμῇ. Πλάτων ἐν τῷ περὶ ψυχῆς. τὸ δὲ οὐδαμά χωρὶς αὐτοῦ. παλινῳδικοὶ ὕμνοι σὺν τῷ ι. Κρατῖνος Πανόπταις. παμφαίνῃσι σὺν τῷ ι, καὶ τὸ ἔχῃσι φεύγῃσι, εἴτε ἐπὶ ὁριστικοῦ εἴτε ἐπὶ ὑποτακτικοῦ εἶεν· παρέλκει γὰρ ἡ σι. πάντῃ σὺν τῷ ι καὶ πανσυδίῃ· ὀνοματικὰ γάρ. οὕτως καὶ τὸ πανστρατιᾷ καὶ πανολεθρίᾳ. πατρῷος σὺν τῷ ι, ὡς προείρηται, καὶ παππῷος … παρατραγῳδεῖν σὺν τῷ ι Στράττις Φοινίσσαις. καὶ παρατραγῳδῆσαι «παρατραγῳδῆσαι τί μοι ἐκ … «παρανεῳγμένης τῆς θύρας» σὺν τῷ ι. Ἀριστοφάνης Λημνίαις. παρῆας χωρὶς τοῦ ι ὸ φ «μάχῃ δʼ ἔτι καὶ σὺ παρῆας»· ἐπὶ τινῶν δὲ παρῆσθα ἐστίν καὶ ἔστιν ἐνεστῶτος … γὰρ φήτ ἀργήλιος ἀπὸ τοῦ φη … χρῄζω σὺν τῷ ι ἐπὶ τοῦ δεομένου … γὰρ εἴρηται, παρʼ ὃ καὶ ἡ χρῆσις … ἡ δέησις. Ἡρόδοτος Γ. χρησμῳδός σὺν τῷ ι. Σοφοκλῆς Ταντάλῳ «Ἑρμῆς ἐδήλου τήνδε χρησμῳδὸν φάτιν». παρʼ ὃ καὶ ὁ χρηισμοδέληρος ἐν Σοφιστῇ Πλάτωνος καὶ χρησμῳδία. Εὐριπίδης Δανάῃ. καὶ χρησμῳδῷ καὶ χρησμῳδοίη. Δημοσθένης ἐν τῷ περὶ συμμοριῶν. χρῴζω σὺν τῷ ι ὡς πλῴζω. Εὐριπίδης Μηδείᾳ. χρῴμην χρῷο χρῷτο σὺν τῷ ι· εὐκτικὸν γάρ. Πλάτων Γοργίᾳ «οὐκ ἂν ἔχοις ὅτι χρῷο». χρῷ σὺν τῷ ι ἡ δοτικὴ ἀπὸ τῇς χρώς εὐθείας παρʼ Ἀττικοῖς. Σοφοκλῆς Αἴαντι Μαστιγοφόρῳ «ξυρεῖ γὰρ ἐν χρῷ». χᾠ ξυγγενεῖς χᾠ ξυμπόται χᾠ φυλέται σὺν τῷ ι αἱ … τ ῶιται βα οὕτω γὰρ λέγουσι τὸ μὲν ἓν ι ἐκθλίβοντες, κρᾶσιν οαʹ δὲ ποιοῦντες τοῦ αο εἰς ω καὶ προσγράφοντες τὸ δεύτερον ι, τρέποντες καὶ τὸ κ ἀναγκαίως εἰς τὸ χ. «χᾠ τυμπανισμοὶ χᾠ πυκνοὶ σαβάζιοι». ἀρχὴ τοῦ ψ στοιχείου ψᾷστον σὺν τῷ ι, πλακοῦς ποιὸς δια … Ἀριστοφάνης Πλούτῳ. καὶ Θέων δὲ ἐν τῷ περὶ τῆς κατὰ διάλεκτον προσῳδίας φησί «ψᾷστον. ἐκτείνουσι τὸ α, ὡς Εὐφρόνιος ὁ γραμματικὸς ἐν ὑπομνήματι Πλούτου Ἀριστοφάνους. καὶ ἴσως ἐστὶ τὸ ψᾷστον παρὰ τὸ ψῇστον· γράφεται δὲ σὺν τῷ ι». τὰ αὐτὰ δὲ καὶ Σέλευκος λέγει. ψεύσῃ σὺν τῷ ι, τὸ ὑποτακτικόν. Ἕρμιππος Ἀγαμέμνονι «κάτειπε πόθεν εἰ μηδέ τι ψεύσῃ μάτην». ψῇ σὺν τῷ ι. Σοφοκλῆς Τραχινίαις «καὶ ψῇ κατʼ ἄκρας». ψηλαφᾷ σὺν τῷ ι. Σοφοκλῆς Διονυσίσκῳ «ὅταν γὰρ αὐτῷ προσφέρω βρῶσιν διδοὺς τὴν ῥῖνά μʼ εὐθὺς ψηλαφᾷ κἄνω φέρει τὴν χεῖρα πρὸς φαλακρὸν ἡδὺ διαγελῶν». ᾤα σὺν τῷ ι, τὸ κράσπεδον τοῦ ἱματίου. Ἀριστοφάνης Δαιταλεῦσιν. δηλοῖ δὲ καὶ μηλωτήν, διφθέραν. Φερεκράτης Ἰπνῷ. καὶ ἴσως ἀπὸ τῶν προβατίων δερμάτων προσραπτομένων τοῖς ἐργατικοῖς ἱματίοις. ἔστιν οὖν οἰέα … στορα … καὶ συναλοιφῇ ᾤα. ἔστι δὲ καὶ διὰ μόνου τοῦ ο, ἡ ὄα. Αἰσχύλος Ψυχοστασίᾳ. ᾠαί σὺν τῷ ι, εἴτε παρὰ τὸ ᾦἆ εἴτε παρὰ τὸ ὠαιαί. ᾠδή σὺν τῷ ι, παρʼ ὃ καὶ τὸ ᾠδεῖον. Εὔπολις ἐν Χρυσῷ γένει. καὶ ᾠδικός. Ἀριστοφάνης Γήρᾳ. καὶ ᾠδικῶς. Πλάτων Ξάνταις. καὶ ᾠδός, ἀλεκτρυών. ὁ αὐτὸς Φάωνι «τὸν ἀλεκτρυόνα τὸν ᾠδὸν ἀποπνίξασά μου». ᾤδησεν ἔχει τὸ ι. τινὲς καὶ παρὰ τῷ ποιητῇ «ᾤδεε δὲ χρόα πάντα» ἀντὶ τοῦ ᾠδήκει. ἄμεινον δʼ ἐστίν. ὠδώδει χωρὶς τοῦ ι. ᾠζυρέ σὺν τῷ ι· ὁ γὰρ οἰζυρός ἔγκειται. καὶ ᾠζυροί ὁμοίως. ᾤκουν σὺν τῷ ι καὶ ᾠκισάμην· οἰκῶ γὰρ καὶ οἰκίζω ὁ ἐνεστώς. ᾠκοδόμησα σὺν τῷ ι, ὁμοίως καὶ ᾠκοδομήσατο καὶ ᾠκοδομημένος ᾠκοδόμηται καὶ ᾠκοδόμησας. ᾠκούρεις σὺν τῷ ι, καὶ ᾠκούρηκεν, ἀπὸ τοῦ οἰκουρῶ. ᾠκτείρηται σὺν τῷ ι ὁμοίως· οἰκτείρω γάρ. ᾠκτίζοντο σὺν τῷ ι· οἰκτίζω γάρ. Θουκυδίδης Β. ᾤμην σὺν τῷ ι· ᾤμην γὰρ ἦν ἀπὸ τοῦ οἴομαι. ᾠμωγμένον σὺν τῷ ι· οἰμώζω γάρ. Εὐριπίδης Βάκχαις. καὶ ᾦμοι· παρὰ γὰρ τὸ οἴμοι. τὸ δὲ ὦμοι, ὃ γίνεται ἀπὸ τοῦ ὦ, οὐκ ἔχει· οὐδὲ γὰρ οἰμωκτικὸν ἐν … ὦμοι ἀλλὰ ἠθικῶς κεῖται τὸ μοι