On Iliadic ProsodyΠερὶ Ἰλιακῆς προσῳδίας
Herodian of Alexandria On Iliadic Prosody PDF
On Iliadic Prosody is a grammatical treatise by the second-century CE scholar Herodian of Alexandria. The work systematically applies the rules of Greek prosody, or accentuation, to the vocabulary of Homer’s Iliad. It survives not as a complete text but in fragmentary form, primarily through quotations preserved in later Byzantine grammatical lexicons and Homeric scholia, such as the Etymologicum Magnum, which together contain 107 distinct notes from the original work. The treatise provides a detailed analysis of the correct pitch accents for Homeric words, contributing to textual criticism and the establishment of an authoritative version of the epic. It also reflects a concern with preserving the proper pronunciation and rhythmic qualities of archaic Greek poetry. Herodian’s work became a central authority in Byzantine education, where its rules standardized the accentuation of Homeric Greek. Transmitted through manuscript scholia for centuries, it profoundly shaped the teaching and reception of the Iliad and exerted a lasting influence on subsequent grammarians and lexicographers.
| 3,2 22 (1t) | ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΟΜΗΡΙΚΗΣ ΠΡΟΣΩιΔΙΑΣ. ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΙΛΙΑΚΗΣ ΠΡΟΣΩιΔΙΑΣ. ΕΙΣ ΤΗΝ Α. 8. ξυνἕηκ ε : δασύνεται τὸ ξυνἕηκεν. A. 19. ἱκέσθα ι : μέσος ἀόριστος δεύτερος· διὸ παροξύνεται. A. 40. Excidit nota de μηρία et μῆρα v. B 427 et A 464. 52. θαμεια ί : Πάμφιλος λέγει θαμεῖαι ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί. BL. 53. ἐννῆμα ρ : ἐχρῆν τὸ ἐννῆμαρ προπαροξύνειν, ὡς παρ’ οὐδέτερον συγκείμενον. ἀλλ’ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν γὰρ τῶν εἰς αρ συνετέθη οὐδετέρων. A. 56. ῥ α : δασυντέον τὸ ῥα· πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύνεται πλὴν τοῦ ᾿Ρ ᾶρος. BL. 59. Excidit nota de παλιμπλαγχθέντας v. Λ 326, Π 95. 63. μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλο ν : μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡρωδιανός. A. 63. τὸ ἔστιν ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ μὴ προηγεῖται ἡ οὔ ἀπόφασις. BL. 65. εἴτα ρ : οὕτως ὀξεῖα εἰς τὸν εἴ· τὸ γὰρ τάρ ἐστιν ἐγκλιτικὸς σύνδεσμος ἐπιφερόμενος. καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ . οὐ γάρ ἐστιν ὁ τέ σύνδεσμος· ἐπεφέρετο γὰρ ἂν ἕτερος σύνδεσμος. A. 67. |
| 3,2 23 | ἀπὸ λοιγὸν ἀμῦνα ι : τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ φυλάττει τὸν ἴδιον τόνον. ὅταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχῃ πρὸς τὸ ἐπιφερόμενον, τὸν ἴδιον τόνον φυλάττει, ἅτε δὴ ἐπέχουσα τὴν τάξιν. A. 77. ἠμέν μο ι : ἐπὶ μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατὰ τὴν ἄρχουσαν· κεῖται γὰρ ἀντὶ τοῦ ἠμήν, ὅπερ ἐστὶν ὁρκικὸν ἐπίρρημα, ὅπερ ὁ ποιητὴς ἀεὶ διὰ τοῦ ε προφέρεται· «ἠμὲν τοὺς ἵππους τε καὶ ἅρματα» (Κ 322) «ἠμὲν ἐμοὶ δώσειν» (Il. Ξ 275) τὸ δὲ «ἦ γὰρ ὀΐομαι» (78) περισπωμένῃ τάσει ἀναγνωστέον· διαβεβαιωτικὸς γὰρ ὁ σύνδεσμος. A. 80. χέρη ϊ : ὡς Ἄρηϊ. γέγονε δὲ οὕτως. ἔστι τι χερείονος γενική, καὶ αἰτιατικὴ «χερείονά περ καταπέφνων» (Il. Ρ 539). ὃν οὖν τρόπον τὴν χερείονα αἰτιατικὴν συγκόψας ἔφη «ἀλλὰ τὸν υἱὸν ἐγείνατο εἷο χέρεια» (Il. Δ 400), πληθυντικῶς δὲ τὰ χερείονα χέρεια «χέρεια δὲ χείρονι δόσκεν» (Il. Ξ 382), τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐστι, τροπὴ ἐγένετο τῆς ει διφθόγγου εἰς τὸ η . οὕτως Ἡρωδιανός. A. 81. αὐτῆμα ρ : ἐπίρρημα, ὡς τὸ ἐννῆμαρ καὶ ἑξῆμαρ. καὶ ἐχρῆν μὲν αὐτὸ ἀναπέμπειν τὸν τόνον ὡς βούκερως. ἀλλ’ ἐπεὶ οὐδὲν τῶν εἰς αρ συντέθειται ἢ μόνον τὸ ἦμαρ, πρὸς τὴν παρηλλαγμένην σύνθεσιν ἦν παρηλλαγμένος καὶ ὁ τόνος. L. 85. εἰπ έ : τρία εἰσὶ τὰ ἐν τῇ κοινῇ ὀξυνόμενα, ἐλθέ, εὑρέ, εἰπέ· ἰδίως δὲ καὶ μακρᾷ παραλήγοντα. Ἀττικοὶ δὲ καὶ ἐπὶ τῶν βραχυπαραλήκτων ὀξύνουσι τὸ ἰδέ καὶ λαβέ. A. 93. οὔτα ρ : οὕτως ὀξεῖαν ἐπὶ τοῦ ου · ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος ἐγκλιτικῶς, ὡς καὶ ἐπὶ τοῦ «εἴ ταρ ὅγ’ εὐχωλῆς» (65). οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός· εἰ γὰρ ἦν, ἐπεφέρετο ἂν πάλιν ὁ τέ μετὰ ἀποφάσεως, οὔθ’ ἑκατόμβης. οὕτως γάρ ἐστιν εὑρέσθαι τὸν τέ σύνδεσμον μετὰ τῆς οὔ ἀποφάσεως· «ἔνθα μὲν οὔ τε ἄναξ ἐπιδευής, οὔ τέ τι ποιμήν» (Od. δ 87). A. 114. οὔ ἑθε ν : οὕτως ὀξυτονητέον τὴν οὔ ἀπόφασιν, ἵν’ εἰς ἁπλῆν μεταληφθῇ ἀντωνυμίαν· τοῦτο γὰρ καὶ Ἀρίσταρχος παρήγγειλεν· ἐὰν γὰρ ὀρθοτονήσωμεν, ἔσται τὸ ἑαυτῆς σύνθετον· οὕτως οὖν ὡς τὸ «οἵ ἑθεν ὀτρύνοντος» (Il. Ο 199) καὶ «οὕς ἑθεν εἵνεκ’ ἔπασχον» (Il. Γ 128). A. 116. καὶ ὦ ς : τὸ ὡς, ὁπότε σημαντικόν ἐστι τοῦ ὅμως, περισπᾶται. A. 126. ταῦ τ’ : τὸ ταυτ’ Τυραννίων ὀξύνει, ἵν’ ᾖ τὰ αὐτά. ABL. 129. δῷσι πόλιν Τροΐη ν : οὕτως Ἀρίσταρχος τρισυλλάβως καὶ ἐνθάδε καὶ ἐν τῇ Λ τῆς Ὀδυσσείας (510) «ἤτοι ὅτ’ ἀμφὶ πόλιν Τροΐην φραζοίμεθα». καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. ἔστι δὲ καὶ τὸ τῆς χρήσεως τῆς Ὁμηρικῆς ἰδίωμα παραφυλάξαι οὕτως, ὡς ὅτι εἴ που λέγει τὸ Τροία δισυλλάβως, οὐδέποτε ἐπιφέρει τὸ πόλις, οἷον «εἰσόκε περ Τροίην διαπέρσομεν» (Il. Ι 46) καὶ «ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες» (Il. |
| 3,2 24 | Π 698). καὶ «Τροίῃ ἐν εὐρείῃ» (Il. Ω 256) καὶ ἀλλαχοῦ. ἐπὶ μέντοι τούτων τῶν δύο ὁμοιοπτώτως ἐπήνεγκε τὸ πόλιν τῷ Τροΐην· «δῷσι πόλιν Τροΐην» καὶ τὸ «ἤτοι ἀμφὶ πόλιν Τροΐην» (Od. λ 510). ταῦτα ὁ Ἡρωδιανός. A. δῷσ ι : Ζωΐλος ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητήν, ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῷσί φασι πληθυντικόν. ἀγνοοῦσι δέ· ἔστι γὰρ τὸ δῷ ἑνικὸν ἐπεκτεταμένον, ὡς τὸ λέγῃ λέγῃσι, φέρῃ φέρῃσι. τοιοῦτόν ἐστι καὶ τὸ ἐν Ὀδυσσείᾳ (α 168) τὸ «φῇσιν ἐλεύσεσθαι» καὶ τὸ «εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἕεδνα» (Od. θ 318). κἀνταῦθα γὰρ ἀποδῷ· διὸ καὶ τὸ ι ἔχει προσκείμενον μέμνηται αὐτοῦ κἀν τῇ ὀρθογραφίᾳ Ἡρωδιανός. A. 136. ἄρσαντε ς : Ἀρίσταρχος δασύνει· ἔνθεν γάρ φησι γεγονέναι καὶ τὸ ἅρμα. ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ, λέγων ἀπὸ τοῦ ἄρω, οὗ ὁ μέλλων Αἰολικῶς ἄρσω· τὸ δὲ α καὶ τὸ ε , πρὸ τοῦ ρ ὄντα, ἑτέρου φωνήεντος ἐπιφερομένου ψιλοῦται. ABL. 147. ἥμι ν : οὕτως ὀξυτόνως τὴν ἄρχουσαν τοῦ ἥμιν· ἁπλῆ γάρ ἐστιν. ἐκτατέον δὲ καὶ τὴν τελευταίαν· δεῖ γὰρ ῥωννύναι μᾶλλον τὸ μέτρον. A. 154. πώπο τ’ : οὕτως ὑφ’ ἕν, πώποτε, Ἀρίσταρχος. A. 156. ἐπεὶ ἦ: περισπαστέον τὸν η · ἔστι γὰρ βεβαιωτικός. A. 168. ἐπεί κε κάμω πολεμίζω ν : Ἀρίσταρχος γράφει ἐπεί κε κάμω, ἵνα μὴ ᾖ διπλασιασμὸς ἐν τῷ ῥήματι· καὶ οὕτως ἡ συνήθης ἀνάγνωσις. οὕτως δὲ καὶ Ἡρωδιανός, φάσκων ὅτι τὸ ἐπήν ἔχει τὸν ἄν, καὶ τίς χρεία ἐν δευτέρῳ αὐτὸν κεῖσθαι; οὐκ ἀγνοῶ δὲ ὅτι τινὲς ἐπήν κε γράφουσιν. A. 173. ἔγωγ ε : οὕτως προπαροξυτονητέον τὸ ἔγωγε, ἵν’ ᾖ ἕν. A. 174. πά ρ ’ ἔμοιγ ε : τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν ὀξυτονητέον. καὶ καθόλου ὁπότε σημαντικαί εἰσι ῥημάτων αἱ προθέσεις, τοῦτον τὸν τόνον ἀναδέχονται· «ἐπεὶ οὔτοι ἔπι δέος» (515) καὶ «οὐ γὰρ ἔπ’ ἀνὴρ οἷος Ὀδυσσεύς» (Od. β 58). τὴν δὲ ἔμοιγε προπαροξυτονητέον· ἔστι γὰρ Ἀττική, ὡς καὶ ἡ ἔγωγε. A. 175. μητίετ α : οὕτως Ἀρίσταρχος τρίτην ἀπὸ τέλους ποιεῖ τὴν ὀξεῖαν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. καὶ ἴσως πλεονασμός ἐστι τοῦ ε . A. 190. ἢ—ἦε: τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. καὶ οὕτως ἐν τῇ καθόλου. ABL. 212. |
| 3,2 25 | ὧδε γὰρ ἐξερέ ω · τὸ δὲ καὶ τετελεσμένον ἔστα ι . τὸ δ έ : δύο μέρη λόγου εἰσίν. A. 214. σὺ δ ’ ἴσχε ο , πείθεο δ ’ ἡμῖ ν : τὸ ἡμῖν ὀρθοτονεῖται· ἀντιδιέσταλται γάρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ· κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν μιν . BL. 228. τὸ δέ τοι κὴρ εἴδεται εἶνα ι . τὸ δ έ : ἐν δύο μέρεσι λόγου, ἵνα ᾖ τοῦτο δέ σοι θάνατος νομίζεται. A. 229. ἦ— : περισπαστέον τὸν ἦ· κατ’ ἀρχὴν γὰρ κεῖται, ἰσοδυναμῶν τῷ δή. A. 232. ἦ— λωβήσαι ο : τὸν ἦ περισπαστέον· βεβαιωτικὸς γάρ ἐστιν. A. 239. ὁ δέ τοι μέγας ἔσσεται ὅρκο ς . ὁ δ έ : ἄμεινον δύο μέρη λόγου ποιεῖν· «ὁ δέ τοι νημερτὲς ἐνίψει» (Od. λ 148). A. 240. Ἀχιλλῆος ποθ ή : τὸ ποθή ὀξυτόνως. A. 255. ἦ κεν γηθήσαι Πρίαμο ς : περισπαστέον τὸν ἦ· βεβαιωτικὸς γάρ. τὸ δὲ γηθήσαι παροξυτονητέον, ἐπειδὴ εὐκτικόν ἐστιν, ἡ δὲ αι ἐν τοῖς εὐκτικοῖς μακρά ἐστιν. A. 258. οἳ περὶ μὲν βουλή ν : ἡ περί ἀντὶ ἑτέρας κεῖται τῆς ὑπέρ· τὸν ἴδιον οὖν τόνον φυλάξει· πρόθεσις γὰρ ἀντὶ ἑτέρας προθέσεως παραλαμβανομένη τὸν ἴδιον τόνον φυλάττει. οὕτως ἔχει καὶ τὸ «ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων» (287). εἴτε τοῖς ἑξῆς συνάπτεται, ἀντὶ τοῦ περίεστε, πάλιν φυλάξει τὸν ἴδιον τόνον· πάλιν γὰρ πᾶσα πρόθεσις ἔχουσα σύνταξιν πρὸς ἐπιφερόμενόν τι τὸν ἴδιον τόνον φυλάσσει, ὡς τὸ «νήπιοι οἳ κατὰ βοῦς ὑπερίονος ἠελίοιο ἤσθιον (Od. α 8). A. 264. Ἐξάδιο ν : παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε τὸ ὄνομα ἤρξατο. παρὰ δὲ τοῖς νεωτέροις καὶ χωρὶς τοῦ ε εὑρέθη, ὡς καὶ Ὀϊλεύς μὲν παρὰ τῷ ποιητῇ καὶ παρ’ Ἡσιόδῳ. εἰ δὲ χρὴ πρὸς τὸν χαρακτῆρά τι λέγειν, ἐκεῖνο ἔχομεν εἰπεῖν, ὡς ὅτι ἐχρῆν δασύνεσθαι αὐτό· τὸ γὰρ ε πρὸ τοῦ ξ , ὑποστελλομένων τῶν παρὰ τὴν ἐξ πρόθεσιν, θέλει δασύνεσθαι, ἕξις, ἑξῆς, ἕξω. χωρὶς εἰ μὴ λέγοι τις διὰ τὴν ἰδιότητα τὸ πνεῦμα μεταπεπτωκέναι. A. 269. με θ’ : οὕτως Ἀρίσταρχος τὴν μετὰ φυλάσσων τὸν τόνον. A. 271. κα τ ’ ἔ μ ’ αὐτό ν : οὕτως κατὰ παράθεσιν ἐν δύο τόνοις, ἐμὲ αὐτόν· σύνθετος γὰρ ἀντωνυμία παρὰ τῷ ποιητῇ οὐκ ἔστιν. A. 276. ἔ α : ἐκτατέον τὸ ἄλφα. A. 278. Πηλείδη θέ λ’ : Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνήθειαν τὸ ῥῆμα κατὰ τὸν ἐνεστῶτα ἀπὸ τοῦ ε ἄρχεται. ἀλλὰ μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατατικοῦ. «ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει» (287)· «ἤθελε Μηριόνης» (Il. Κ 229). καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπὶ τὴν δη συλλαβὴν ὀξεῖαν παραλαμβάνειν, ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλάβου γενομένου, ὡς καὶ σύνηθές ἐστι τῷ ποιητῇ. |
| 3,2 26 | τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατὰ τόνον ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς περὶ ῥημάτων. A. 280. καρτερό ς : τὰ εἰς τερος τρισύλλαβα βαρύνεται, οἷον σφέτερος, πρότερος, κύντερος. πῶς οὐχὶ κάρτερος κατὰ βαρεῖαν λέγομεν; ὅτι τοῦτο οὐκ ἦν εἰς τερος ἀλλ’ εἰς ερος · τὸ γὰρ τ οὐκ ἐν τῇ παραγωγῇ ἔσχεν· ἦν γὰρ ἀπὸ τοῦ κράτος. ὡς ἀπὸ τοῦ βλάβος βλαβερός οὐ διὰ τοῦ βερος ἡ παραγωγὴ (ἐν γὰρ τῷ πρωτοτύπῳ τὸ β ), οὕτως καὶ ἀπὸ τοῦ κράτος κρατερός διὰ τοῦ ερος ἡ παραγωγή, οὐ διὰ τοῦ τερος . A. 293. οὐτιδανό ς : ὡς πευκεδανός, ληθεδανός. οἱ δὲ οὔτις οὐτίδανος, ὡς οὐδάμινος. A. 294. εἰ δὴ σο ί : οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἀντιδιασταλτικὴ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ διὰ τοῦ ς οὖσα· εἰ γὰρ ἦν ἐγκλιτική, ὁμοίως ἂν ἐγράφετο τῷ «εἰ δή τοι σοῦ πατρός» (Od. β 271) καὶ τῷ «καί τοι ἐγὼ συνέριθος» (Od. ζ 32). περὶ δὲ ταύτης τῆς ἀναγνώσεως ἐντελέστερον διαληψόμεθα ἐν τῇ Γ τῆς Ὀδυσσείας (50) ὅταν περὶ τῆς Ζηνοδοτείου γραφῆς ἐπιζητῶμεν, πότερον τοῦ ἕνεκα σοὶ προτέρῳ ἢ «τοῦ ἕνεκά τοι». A. 301. ἀἕκοντο ς : δασυντέον τὸ ἀέκοντος· κατὰ στέρησιν γάρ ἐστι τὸ α . B. 302. εἰ δ ’ ἄγε μὴν πείρησα ι : προπαροξυτονητέον τὸ πείρησαι, ἵνα ᾖ προστακτικόν, ὡς τὸ «σὺ δὲ φράσαι» (83), καίτοι πολλάκις τῶν τοιούτων τὸν τόνον ἐχόντων τῶν ἀπαρεμφάτων, λέγω δὲ τῶν εἰς αι ληγόντων· «ἀλλά με κακκεῖαι σὺν τεύχεσι» (λ 74) «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι» (Od. ε 346). οὐ μέντοι τὸ τοιοῦτο διηνεκές· ἔστι γὰρ ἃ καὶ ἐφύλαξαν τὸν ἴδιον τόνον· «ἀλλὰ σὺ μὲν κατάλεξαι» (Od. τ 44) καὶ «νῦν αὖτ’ ἐμὸν ἔγχος ἄλευαι» (Il. Χ 285). καὶ τὸ τοιοῦτο διδάξαι ἄν, ὅτι ἐπὶ τινῶν μὲν ἤλλαξαν τοὺς τόνους, ἐπὶ τινῶν δ’ οὔ. ἐνθάδε μέντοι κατὰ λόγον δοκεῖ ἡ προστακτικὴ ἀνάγνωσις κεῖσθαι· εἰ γὰρ πρόκειται τὸ ἄγε παρακελευστικὸν ἐπίρρημα, ὅπερ σημεῖόν ἐστι προστακτικῆς ἐγκλίσεως, οἰκείως καὶ τὰ τῆς ἀναγνώσεως ἐνεγένετο, ἄγε πείρησαι, ὡς καὶ ἐν ἑτέροις «δεῦρ’ ἄγε καὶ σὺ ξεῖνε πείρησαι ἀέθλων» (Od. θ 145). A. 335. ὔμμε ς : οὕτως ψιλωτέον τὸ υ τοῦ ὔμμες· ἡ γὰρ λέξις Αἰολική. ἐπιμαρτυρεῖ καὶ ἡ συναλοιφὴ «αἴκ’ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων». (Il. Δ 249). ABL. 363. εἴδομε ν : προπαροξύνεται τὸ εἴδομεν, ἀπὸ βαρυτόνου τοῦ εἴδω. οὐ θαῦμα δέ, εἰ τὸ αὐτὸ καὶ ὡς βαρύτονον καὶ ὡς περισπώμενον κλίνει. |
| 3,2 27 | ἢ ὅτι ἀνθ’ ὑποτακτικοῦ ἐστι, καὶ ἡ συστολὴ ἀνέδωκε τὸν τόνον· οὐ γὰρ παροξύνομεν κατὰ τὸν Πάμφιλον. A. 364. στενάχω ν : ὁ Σιδώνιος περισπᾷ, ὁ δὲ Ἀρίσταρχος βαρύνει. τὰ πολλὰ γάρ, φησί, κινήματα ὡς ἀπὸ βαρυτόνου γέγονεν· «βαρὺ δὲ στενάχοντος ἄκουσα (Od. θ 95)· «ἐπεστενάχοντο δ’ ἑταῖροι» (Il. Δ 154). BL. 368. δάσσαντο μετὰ σφίσι ν : τοῦ σφίσι τὴν πρώτην ὀξυτονητέον, ἐπειδήπερ εἰς σύνθετον ἡ μετάληψις, εἰ καὶ οὐκέτι διηνεκὴς ὁ λόγος· ἔστι γάρ τινα ἐναντιούμενα· «τοὺς δ’ ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι ἀνάγκῃ» (Od. ρ 441). καὶ ὅτι μετὰ προθέσεώς ἐστιν. ὅταν γὰρ πρόθεσις ᾖ μετὰ ἀντωνυμίας, ὀρθοτονεῖται ἡ ἀντωνυμία· «σὺν σοὶ δῖα θεά» (Il. Κ 290)· «προτὶ οἷ δ’ ἔλαβ’ ἔντεα» (Il. Υ 418)· «κατὰ σφέας γὰρ μαχέοντο» (Il. Β 366)· «ἀπὸ ἕο κάββαλεν» (Il. Ε 343)· «ἀμφὶ ἓ παπτήνας» (Il. Δ 497), τοῦ «ἆλτ’ ἐπί οἱ μεμαώς» (Il Φ 174) ζήτησιν ἔχοντος. A. 396. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσ α : Ἀρίσταρχος ἐγκλιτικὴν παρέλαβε τὴν ἀντωνυμίαν σέο, λέγων τὸ δηλούμενον εἶναι τοιοῦτο, πολλάκις γάρ σου ἐν τοῖς τοῦ πατρός μου δόμου ἤκουσα καυχωμένης. ἐὰν γάρ, φησί, κατ’ ὀρθὸν τόνον ἀναγνῶμεν, ἔσται ἐν τοῖς τοῦ Νηρέως οἴκοις ὁ Ἀχιλλεὺς αὐτὴν ἀκηκοώς· ταύτην δὲ τὴν ἱστορίαν οὐκ οἶδεν Ὅμηρος. τοσαῦτα ὁ Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ. Πτολεμαῖος δὲ συγκατατίθεται μὲν τῇ ἐγκλιτικῇ ἀναγνώσει, οὐ μὴν τῇ προκειμένῃ αἰτίᾳ, εἴγε ἤδη καὶ αὐτὸς ὁ Ἀρίσταρχος τὸ τοιοῦτο, φησί, παρεφύλασσεν, ὡς ὅτι ταῖς μὲν πρωτοτύποις οὕτως χρῆται κατὰ γενικήν, ἐμέο, ἐμεῖο, ἐμεῦ, ἐμέθεν, ὁμοίως καὶ ἐπὶ δευτέρου καὶ τρίτου, ταῖς δὲ κτητικαῖς ἤτοι ἐμοῦ ἢ ἐμοῖο, σοῦ σοῖο. ἐγίνετο οὖν, εἴπερ ἦν κτητική, σοῖο, ὥστε κἂν ὀρθοτονήσωμεν τὴν σέο, οὐ δύναται ἀμφίβολος καθίστασθαι· ἡ γὰρ γραφὴ διελέγχει ὅτι πρωτότυπός ἐστιν. ἐγένετο οὖν ἐγκλιτικὴ ἡ ἀνάγνωσις, ἐπειδήπερ ἁπλῆ ἐστι καὶ οὐκ ἔχει ἀντιδιαστολήν· καὶ ἐπεκράτησεν ἡ ἀνάγνωσις. A. 420. εἶ μ’ : προπερισπᾶται, ὅτε ἐπὶ τοῦ πορεύομαι· ὅτε δὲ ἐπὶ τοῦ ὑπάρχω, ὀξύνεται. A. 421. νῦ ν : τὸ νῦν ἀντὶ τοῦ δή· διὸ καὶ Τυραννίων ἠξίου ὀξύνειν αὐτό, οὐκ εὖ. ABL. 443. παῖδά τε σοὶ ἀγέμε ν : τὸ σοὶ ὡς ἀντιδιαστελλόμενον τῷ Φοίβῳ δεῖ ὀρθοτονεῖν, καὶ διὰ τὸν τέ. BL. 464. |
| 3,2 28 | μῆ ρ ’ ἐκά η : Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε, ἵνα ἰακώτερον ἐκδέξηται τὸ κάη. καὶ Ἀρίσταρχος δὲ οὕτως. δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες, ἐκθλίψεως γενομένης τοῦ α , ὥσπερ καὶ ἐπὶ τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα» (40)· τὸ δὲ τοιοῦτο πολὺ παρὰ τῷ ποιητῇ, λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι. ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μήρου ὄν· ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει· ἐπεί τοι εὐθύνεται ὁ τόνος· τὰ γὰρ εἰς ος λήγοντα, μεταπλασσόμενα εἰς οὐδέτερον γένος τὸ εἰς ον λῆγον, τὸν αὐτὸν τόνον φυλάσσει· ὁ ζυγός τὸ ζυγόν—τὰ ζυγά, δίφρος δίφρον, δίφρα. ὅθεν εἰ καὶ μηρός, καὶ μηρόν καὶ μηρά. [εἰ δὲ μῆρα καὶ μήρους.] εἰ δὲ δοίημεν, ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται, τὸ περὶ τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει. A. 465. μίστυλλον τ ’ ἄρα τἆλλ α : τὸ τἆλλα κατὰ συναλοιφήν ἐστιν, ὡς τἆργα. ὁ δὲ Ἡρωδιανὸς τὸν τέ πληρωματικὸν ἀποδέχεται· καὶ λείπει τὸ ἄρθρον Ὁμηρικῷ ἔθει. BL. 469. πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντ ο : τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον, ἢ καθὸ τὸ ε καὶ α πρὸ τοῦ ρ φωνήεντος ἐπιφερομένου ψιλοῦται. τὸ δὲ ἕντο δασυντέον. ABL. 486. ἕρματ α : τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερομένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς ὁρμαθός. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο. A. 493. ὅτε δή ῥ ’ ἐκ τοῖ ο : Ἀρίσταρχος ὁτεδή ὡς δηλαδή παραλόγως ἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ’ ἰδίαν ἀναφορὰν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίστου ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν ὁτεδή ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθερεῖ. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγένετο τοῖο ὡς καλοῦ καλοῖο. ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ (Ε 266) διαλαμβάνων περὶ τοῦ «ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο» λέγει, ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ χρῆσις παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς καθόλου τὸ «ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώτοισι φάνεσκεν» (Il. Λ 64) ὀξυτόνως δεῖν φησιν ἀναγινώσκεσθαι. A. 508. μητίετ α : ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰς της λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα, ἀπρόσληπτα τοῦ ς ἐπὶ γενικῆς, καὶ ἐπὶ κλητικῆς παροξύνεται, οἰκέτα, φυλέτα, εὐνέτα. παραλόγως ἄρα ἡ εὐρύοπα, δέσποτα καὶ τὸ μητίετα. |
| 3,2 29 | ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι , ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. A. 513. ὣς ἔχε τ ’ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτι ς . εἴρετ ο : Δημήτριος ὁ Ἰξίων προπερισπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον. A. 518. ἦ: περισπαστέον τὸν ἦ· ἔστι γὰρ βεβαιωτικὸς ἐν ἀρχῇ κείμενος, ὁμοίως τῷ «ἦ δὴ ἀλιτρός γ’ ἐσσί» (Od. ε 182). A. 519. ὅτα ν : τὸ τέλειον ὅτε ἄν ἐστί, καὶ κατὰ συναλοιφὴν ὅτ’ ἄν· ἐν δὲ τῇ συντάξει κεκοίμισται ἡ ὀξεῖα τοῦ ἄν, ὡς τὸ «οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων» (Il. Θ 455)· «οὐκ ἂν δὴ μείνειας» (Il. Γ 52). ἀεὶ οὖν οὕτως ὀφείλομεν ἀναγινώσκειν ἐπὶ τὴν ἄρχουσαν ὀξεῖαν ποιοῦντες· «ὡς δ’ ὅταν ὠδίνουσαν» (Il. Λ 269). καὶ τοτὲ μὲν ἐν σημαινομένῳ ὀφείλομεν παραλαμβάνειν τὸ ἄν, ὅταν ὑποτακτικὸν ἐπιφέρῃ ἢ εὐκτικόν, τοτὲ δὲ παρέλκοντα, ὅταν μὴ οὕτως ἔχῃ. πρόδηλον δὲ ἐκ τοῦ χαρακτῆρος, ὅτι οὐ δύναται ἓν εἶναι, εἴ γε τὰ εἰς αν ἐπιρρήματα οὐδέποτε συστέλλει τὸ α · τὸ γὰρ πάμπαν οὐ φύσει ἐπίρρημα. ἀλλὰ μὴν οὐδὲ σύνθετον δύναται εἶναι· οὐδέποτε γὰρ τὰ ἀναφορικὰ τῶν ἐπιρρημάτων κατ’ ἀρχὴν συντίθεται. A. 532. ἆλτ ο : ψιλωτέον. καὶ τάχα μὲν ἀπέλαβε τὸ προοφειλόμενον πνεῦμα· ἠλόγητο γὰρ τὸ ἅλλομαι δασυνόμενον, εἴγε τὸ α πρὸ δύο λ ἐψιλοῦτο, ἄλλος ἀλλότριος. τάχα δ’, ὅπερ καὶ μᾶλλον, ἐπεὶ τὸ α καταλῆγον εἰς λ , ἐπιφερομένου στοιχείου ἑνὸς τῶν τῆς τρίτης συζυγίας ψιλοῦται. «Ἄλτεω ὃς Λελέγεσσι» (Il. Φ 86)· «ληΐου ἀλδήσκοντος» (Il. Ψ 599)· «ἄλθετο χείρ» (Il. Ε 417). ἔνθεν τινὲς καὶ τὸ «ὃς τοῦτον τὸν ἄναλτον» (Od. ς 114) ψιλῶς προφέρονται. A. 535. ἔστα ν : ψιλωτέον τὸ ἔσταν, ἐπεὶ γίνεται «στὰν δὲ μεταστοιχεί» (Il. Ψ 358)· τὸ γὰρ αἰρόμενον ἐκ τοῦ ῥήματος ε ἐν ψιλῷ πνεύματι· οἷον ἕστηκα δασύνεται, ἐπεὶ οὐκ ἀποβάλλει τὸ ε · ὁ δὲ ἔστησα ψιλοῦται, ἐπεὶ γίνεται «στῆσε δ’ ἐν Ἀμνισῷ ποταμῷ» (Od. τ 188). A. 540. δολομῆτ α : προπερισπαστέον τὸ δολομῆτα ὁμοίως τῷ «σχέτλιε ποικιλομῆτα» (Od. ν 293). καὶ καθόλου τὰ εἰς της λήγοντα βαρύτονα, ὅτε ἐπὶ κλητικῆς εἰς α λήγει, προπερισπᾶται, ἀλῆτα, πλανῆτα, νικῆτα, πεδῆτα, αἰσυμνῆτα. ἔνθεν οὖν σημειωτέον τὸ ἀκάκητα. ABL. ? 542. οὐδέ τί πώ μο ι : τὸ πω ὀξύνεται διὰ τὴν μοί ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. A. 554. εὔκηλο ν : τὸ εὔκηλον ψιλοῦται κατὰ δύο λόγους, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος οὖρος, ὅλος οὖλος, καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένου συμφώνου ψιλοῦται, εὐνή, εὐχή, εὖρος. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίσκω· τὸ γὰρ εὗσεν δασυνόμενον ἀπὸ θέματος τοῦ εὕω. BL. 565. |
| 3,2 30 | κάθησ ο : προπαροξυτόνως. τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ τὸ πλεῖστον ἀναπέμπει τὸν ἑαυτῶν τόνον, τὰ δὲ μακροκατάληκτα τὸν αὐτὸν τοῖς ἁπλοῖς φυλάττει τόνον. βραχυκατάληκτα μὲν λέγε κατάλεγε, σπεῖρε κατάσπειρε· οὕτως οὖν καὶ ἧσο κάθησο. μακροκατάληκτα δὲ νοοῦ διανοοῦ, ποίει περιποίει. A. 567. ἀάπτου ς : οὕτως ψιλῶς προενεκτέον· οὕτως δὲ καὶ Ἀρίσταρχος· ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀριστοφάνους γλώτταις διὰ τοῦ ε ἐγέγραπτο ἀέπτους. εἰσὶ δὲ οἳ ἀπροσπελάστους ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι’ ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ διαφθείρω καὶ βλάπτω· ἔνθεν τὸ «πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν» καὶ μέσον αὐτοῦ κατ’ ἔλλειψιν τοῦ α «μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν» (454). ἔνθεν καὶ τὸ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν καὶ κατ’ ἔλλειψιν τοῦ ι ἀάπτους ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ’ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι. A. 573. Deest nota de accentu in ἀνεκτός, ut patet ex Θ 355. 574. σφ ώ : οὐ πρωτόθετον αὐτήν φησιν Ἡρωδιανός. δυϊκὸν ἀπὸ τῆς σφῶϊ· διὸ ὀξύνεται· τὸ γὰρ ω τῶν δυϊκῶν ἀπέστραπται τὴν περισπωμένην. BL. 576. ἦδο ς : ψιλωτέον ὡς τροχαϊκὸν τῶν εἰς ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή· δασυνόμενον γὰρ μετασχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ ἄμυδις. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδία. A. 579. ἥμι ν : πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. A. 600. Ἥφαιστο ν : δασύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. A. 611. ἔνθα καθεῦ δ ’ ἀναβά ς : τὸ καθεῦδε προπερισπᾶται ὅτι τὰ ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατὰ τοὺς παρῳχημένους χρόνους ἐν ὁριστικοῖς, ἀπαθῆ ὄντα, φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει, εἶχον κατεῖχον· ὅθεν εἰ «εὗδε δ’ ἀνακλινθεῖσα» (Od. δ 794), δῆλον ὅτι καθεῦδεν ὁμοτόνως ὀφείλομεν προφέρεσθαι. A. ΕΙΣ ΤΗΝ Β. |
| 3,2 31 (1t) | 6. ἐ π ’ Ἀτρείδ ῃ : οὐκ ἀναστρέφεται ἡ πρόθεσις. αἱ γὰρ συναλειφόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιιστάμεναι. A. 8. βάσ κ ’ ἴθ ι : Τυραννίων ὑφ’ ἓν ὡς ἄπιθι· παραιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, μετ’ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ’ ἀρχὴν οὐ θέλει συντίθεσθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο». «ἔπος τ’ ἔφατ’ ἐκ τ’ ὀνόμαζεν. ABL. 11. θωρῆξαί ἑ κέλευ ε : ἐγκλιτέον τὴν ἕ. BL. 26. ἄγγελο ς : τὴν λος ὀξυτονητέον διὰ τὸ εἰμί. A. 28. θωρῆξαί σ ε : τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐστιν ἡ σέ. A. 36. ἅ ῥ’: δασυντέον τὸ ἅ. ἄρθρον γάρ ἐστι· καὶ δύο μέρη λόγου ἅ ῥα, ἃ δή. A. 73. ἣ θέμις ἐστ ί : τὸ ἥ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος ἀλλ’ ἰσοδυναμοῦν τῷ ὥς ἐπίρρημα. A. 87. ἁδινάω ν : δασυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινός ἡ κίνησις. ABL. 96. ἐννέ α : τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ , τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, ἀντίος, ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου. A. 115. δυσκλέ α : συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς ἀμφηρεφέα, ὁμοίως τῷ ἀκλέα (sic) ἀνδρῶν, «ἀκλέα ἐν μεγάρῳ» (Od. δ 728; nunc ἐκ μεγάρων). A. 150. νῆας ἐ π ’ ἐσσεύοντ ο : οὕτως νῆας ἐπ’ ἐσσεύοντο. οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ὅτι συνήλειπται. διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατ’ ἀναστροφὴν ἀνεγνωκέναι τὸ «στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεναι» (Il. Σ 191). οὐκ ἀναστρέφονται γάρ, εἰ μὴ ἐπὶ τέλους κέωνται ἢ ῥῆμα δηλῶσι. A. 153. οὐρού ς : ψιλοῦται. ἐν πλεονασμῷ γὰρ τοῦ υ ἐγένετο, ὡς καὶ ὅλος οὖλος. ἀνεγνώσθη δὲ κατ’ ὀξεῖαν τάσιν· ὁ γὰρ Ἀρίσταρχος παρήγγελλεν. ἴσως δὲ σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἁπλᾶ ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, κοῦρος, θοῦρος, οὖρος· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ . ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπ’ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ. A. 154. ᾕρεο ν : δασυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περισπωμένου καὶ δασυνομένου γέγονεν. A. 155. |
| 3,2 32 | ὑπέρμορ α : οὕτως ὑφ’ ἓν τὸ ὑπέρμορα· οὐ γάρ, ὥς τινες, κατὰ διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρμορος ὡς ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὰ ὑπέρμορα. ὡς οὖν τὸ καλά καὶ ὄνομα ἀλλὰ καὶ ἐπίρρημα «ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι» (Od. ρ 397) καὶ «πυκνὰ μάλα στενάχων» (Il. Σ 318) οὕτως καὶ ὑπέρμορα νόστος ἐτύχθη. A. 162. φίλης ἀπὸ πατρίδος αἴη ς : οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὡς Τυραννίων καὶ Πτολεμαῖος· ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπὸ μὴ μεταξὺ πιπτουσῶν λέξεων καὶ σημαίνῃ τὸ ἄποθεν τηρεῖ τὸν τόνον· «καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο» (292). A. 164. σοῖς δ ’ ἀγανοῖ ς : ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ . ALV. 175. φεύξεσ θ ’ ἐν νήεσσι πολυκλήϊσ ι : τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἁπλοῦν «ἐπὶ κληῖσι καθῖζον» (Od. β 419)· ὡς γὰρ πλοκαμίς— «ἐϋπλοκαμῖδες Ἀχαιαί» (ib. 119) οὕτως καὶ κληΐς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος. τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὰ γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ εὐκλήϊς καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς «τοὶ δ’ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης». A. 190. οὔ σ ε : ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ συνήθεια. BL. 201. οἳ σέ ο : οὕτως ὀρθοτονητέον τὴν σέο. ἀντιδιασταλτικὴ γάρ ἐστιν. A. 207. δίἑπ ε : δασυντέον τὸ ἕπω· πρόδηλον κἀκ τῆς συναλοιφῆς, ὡς ἔφεπε. A. 223. νεμέσσηθέν τ’ : ὁ τε σύνδεσμος ἐγκλιτικὸς ὢν τὴν πρὸ ἑαυτοῦ συλλαβὴν ὀξύνει. A. 255. τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία διὰ τοῦ σφ , σεσημειωμένου τοῦ «ἔνθ’ ἔσάν οἱ πέπλοι» (Od. ο 105). ABL. διδοῦσι ν : οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ γὰρ ῥῆμα διδῶ. A. 262. |
| 3,2 33 | αἰδ ῶ : Ἀρίσταρχος περισπωμένως ἀναγινώσκει ὁμοίως καὶ τὸ «ἠῶ δῖαν ἔμιμνε» (Il. Ι 662). καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει. Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αἰτιατικὰς περισπᾷ· «Λητῶ γὰρ δ’ ἥλκησε» (Od. λ 580) καὶ «Πυθῶ δ’ ἐρχομένην» (ibid. 581), ἐπεί, φησίν, Λητόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δ’ ὁ Θρᾷξ φησι κακῶς ἀνεγνωκέναι Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατ’ ὀξεῖαν τάσιν, Πυθώ Λητώ· ἐχρῆν γάρ φησιν ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχῳ, εἴγε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς, Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος ὑπὲρ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος, ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα ἐστί, καὶ τοῦτο ἀπῄτει ἡ συναλοιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξύνομεν. οὕτως ἀποδείκνυται, ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω . δεύτερος δὲ λόγος ἀληθής ἐστιν, ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται, οἱ ταχεῖς—τοὺς ταχεῖς, εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται πάντως καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλοιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος· ἡ δὲ Λητώ καὶ Πυθώ καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς κατέχονται καὶ τῷ τόνῳ. A. 266. ἰδνώθ η : Hic notam fuisse Herodiani de spiritu in ἰδνωθείς patere ex Μ 205 dicit L., sed ibi legitur προείρηται ἡμῖν ἐν τῇ Α (non Β). 269. ἀχρεῖο ν : Διονύσιος καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος ὡς μοῦσα ἄμουσος. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν συνεκδρομὴν προπεριεσπάσθη. τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικὸν προπερισπᾶται, ἀνδρεῖος, Ἀργεῖος. οὕτως καὶ ἀχρεῖος. A. 272. ἦ: τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται τῷ δή, βεβαιωτικὸς ὤν, ὁμοίως τῷ «ἦ δὴ λοίγια ἔργα» (Il. Α 573). A. 291. ἦ: ὁμοίως τὸν (βεβαιωτικὸν τὸν?) ἦ περισπαστέον. A. 292. ἀπὸ ἧς ἀλόχοι ο : τινὲς ἀνέγνωσαν ἄπο ἧς ἀλόχοιο κατὰ ἀναστροφήν, ἵνα σημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι τῇ κατειθισμένῃ ἀναγνώσει· συντέτακται γὰρ τῇ γενικῇ. A. 312. ὑποπεπτηῶτε ς : δύναται κἂν ἀναστρέφεσθαι. πιθανώτερον δὲ συντάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν. A. 316. |
| 3,2 34 | ἀμφιαχυῖα ν : μετοχή ἐστι· διὸ προπερισπαστέον. σημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ ι . A. 339. οὕτως συνθεσίαι τε ὡς θυσίαι τε. ὅσοι δὲ προπαροξύνουσι, πταίουσι· τῆς γὰρ μεταγενεστέρας Ἀτθίδος ἡ τοιᾶδε ἀνάγνωσις. A. 346. τοῦσδ ε : ἕν ἐστι τὸ τοῦσδε. διὸ προπερισπαστέον. A. 368. ἦ: Πτολεμαῖος περισπᾷ τὸν η , διαπορητικὸν ἐκδεχόμενος. εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν ἤ. A. 393. ἄρκιον ἐσσεῖτα ι : προπερισπαστέον τὸ ἐσσεῖται· οὐ γὰρ παροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆσις τῶν τοιούτων παρὰ Ἀττικοῖς. A. 427. μῆ ρ ’ ἐκά η : Πτολεμαῖος ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, μῆρε παραλαμβάνων, εἶτα κάη, ἵνα φησὶν ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικόν, ὥσπερ εἶπον ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα» (Il. Α 40), εἴγε ἤδη οἶδε καὶ τὰ μῆρα «μῆρα δὲ κείαντες» (Od. ν 26). A. 495. Κλονίο ς : παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα τῷ ι παραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, Σχεδίος Χρομίος Δολίος, ἀντιπίπτει τὸ Ἅλιος κατὰ τὴν παράδοσιν, καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος. BL. 496. Αὐλίδ α : ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αὖλίν τ’ ἔσφαγον» (fr. CXXIX Mein.) αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνομένης γέγονεν. ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ βαρυτόνων καὶ ὀξυτόνων. A. 498. Θέσπεια ν : ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον (sine dubio Θέσπιαν scribentes). τὸ γὰρ τῆς ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως οὖν ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, «καὶ εὐρυάγυιαν Ἀθήνην» (Od. η 80), «πολυχρύσοιο Μυκήνης» (Il. Η 180). καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶς· «ἐκ μὲν Κρητάων γένος εὔχομαι» (Od. ξ 199). ταῦτα ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός. ἐν μέντοι τῷ ιαʹ τῆς καθολικῆς προσῳδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέλους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθησι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιά ὀξυτόνως λέγεται. A. 504. Γλισᾶντ α : ἡ συνήθεια προπερισπᾷ τὸ ὄνομα, ἡ δὲ ἱστορία προπαροξύνει. BL. 518. |
| 3,2 35 | Ἰφίτο υ : τὴν μέσην συλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· «Ἴφιτος Εὐρυτίδης» (Od. φ 14). A. 521. Ὑάμπολι ς : οὕτως ἀνεγνώσθη ὡς φιλόπολις. ἓν γάρ ἐστιν· ἱστοροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ ς λέγειν Ὑσάμπολιν. A. 523. πηγῇς ἔπι Κηφισοῖ ο : Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος. Ἀλεξίων συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν καὶ οὐκ ἀναστρέφει. Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις. A. 533. Excidit Herodiani nota de accentu vocis Θρόνιον v. Β 648. 557. δυοκαίδεκ α : Πάμφιλος τρία ποιεῖ καὶ κατὰ παράθεσιν ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύνθεσιν ἀνάγνωσις τὴν ποιητικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολλάκις ἑνοῖ, ὡς τὸ πασιμέλουσα (Od. μ 70) καὶ τὰ τοιαῦτα. A. 585. Οἴτυλο ν : ὡς δάκτυλον. ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων οἰόμενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης· «τοῦ δὲ γίνεται Ἀμφάναξ, τοῦ δ’ Οἴτυλος, ἀφ’ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται». τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ προσῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίωνος. A. 592. ἐΰκτιτον Αἰπ ύ : Ἀρίσταρχος ὡς ὀξύ· συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβε, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις (Il. Λ 711) εἴρηκεν «ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη» ὃ νῦν εἴρηκεν Αἰπύ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δέ φησι μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, Ἕλος, Αἰγιαλός. χρὴ μέντοι γινώσκειν, ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται, πῶϋ, μέθυ. ταῦτα ἐν τῇ προσῳδίᾳ. καὶ ἐν τῇ καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. ἐν μέντοι τῇ Ζ (422) τῆς Ἰλιάδος διαλαμβάνων περὶ τοῦ ἰῷ «οἳ μὲν πάντες ἰῷ κίον ἤματι» φανερῶς λέγει, ὅτι Ἀρίσταρχος ὀξύνει τὸ Αἰπύ καὶ ἐπείσθη αὐτῷ ἡ πλείων χρῆσις. A. 599. πηρόν ὡς χρηστόν κατ’ ὀξεῖαν τάσιν παρὰ τῷ ποιητῇ· παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η ὀξύνονται, οἷον πηός, πηλός. οὕτως καὶ πηρός. A. 606. Excidit nota de accentu in Ῥίπην τε Στρατίην τε. v. Ι 150. 648. |
| 3,2 36 | Φαιστό ν : ὡς πιστόν ὀξυτόνως· βαρυνόμενον γὰρ ἐπὶ τοῦ ἥρωος τίθεται «Ἰδομενεὺς δ’ ἄρα Φαῖστον» (Il. Ε 43). A. Ῥύτιο ν : προπαροξυτόνως ὡς στάδιον. οὐκ εὖ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε, εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο, καθότι τρίβραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ Θρόνιον. A. 655. τρίχ α : τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρήματα, εἰ ἔχοι παρακείμενα εἰς α λήγοντα, μὴ συνεμπίπτοντα ὀνόμασι, πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς σάφα· ὅθεν εἰ τριχῶς τρίχα. A. 662. κατέκτ α : Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ «ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ» (Od. λ 410) κατὰ συστολήν. Τυραννίων δὲ κατ’ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπ’ Ἀριστάρχου «ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν» (Il. Δ 319). ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ «οὖτα κατὰ λαπάρην» (Il. Ζ 64). A. 665. γάρ ο ἱ : ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως τὸ οἱ καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα. A. 672. Χαρόποι ο : ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆς εὐθεῖά ἐστι παρειλημμένη, ὡς τὸ «υἱὸς Τροιζήνοιο» (847). καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι. A. 676. Κράπαθο ν : ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ γὰρ ὁ τοιοῦτος χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγόμενος, ἄμαθος, ψάμαθος. A. 677. Καλύδνα ς : ὡς καλύβας ἀναγνωστέον. A. 681. νῦν αὖ τού ς , ὅσσο ι : τὸ τούς ἀντωνυμία ἐστί· διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ. A. 695. Φυλάκη ν : βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου. A. 699. τότε δ ’ ἤδη ἔχεν κάτα γαῖα μέλαιν α : κάτ α : εἰ συντάσσεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναστρέφεται· πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς φησιν ἐν ἄλλοις «τοὺς δ’ ἤδη κάτεχεν φυσίζοος αἶα» (Il. Γ 243). A. 717. Ὀλιζῶν α : προπερισπωμένως ὡς Μεδεῶνα. Νικίας δὲ οὐκ εὖ γράφει Ὀλίζωνα ὡς περίζωμα. A. 731. Ἀσκληπιο ῦ : οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκληπιοῦ. A. 739. |
| 3,2 37 | Ὀρθή ν : Ὀρθήν, οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. A. 755. ἀπορρώ ξ : Ἀρίσταρχος ὀξυτόνως, ὡς θυλακοτρώξ. καὶ ἡ σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅτι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν. A. 764. ποδώκεα ς : τινὲς ὡς εὐσεβέας καὶ οὕτως αἱρεῖ ὁ λόγος, εἴγε καὶ τὸ ποδώκης ὀφείλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυλάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδριμυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι «ποδωκὴς δῖ’ Ἀταλάντη» (catal. XXVI Marksch.). τί οὖν ἐπὶ τοῦ Δόλωνος κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου; «ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης» (Il. Κ 316). A. 765. οἰέτεα ς : ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχηματισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα συντιθέμενα εἰς ης λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής εὐκλεής εὐειδής· οὕτως δὲ καὶ εὐτειχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλ’ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· ἑξετέα γὰρ ἀδμήτην (Il. Ψ 266) ἀναγινώσκουσιν ὡς εὐσεβέα. A. 777. ἕστασα ν : δασυντέον τὸ ἕστασαν· ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος· οἱ δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· «στὰν δὲ μεταστοιχεί» (Il. Ψ 358). καὶ ὁ πρότερος «στῆσαν ἀείραντες» (Od. β 425). οὐκέτι δὲ ὁ ἕστασαν στάσαν. A. 783. Τυφωέο ς : οὕτως Τυφωέος, ὡς Ἀχιλλέως· καὶ γὰρ «Τυφωέϊ γαῖαν ἱμάσσῃ» (versu antecedente) ἀπ’ εὐθείας τῆς Τυφωεύς. συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπος παρώνυμος. A. 798. τὸν ἦ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός. A. 808. δ’ ἔλυ ς’ : τινὲς ἀπὸ τοῦ λ ἀρχὴν ποιοῦνται καὶ προπερισπῶσιν, ἵνα ποιητικώτερον γένηται, αἶψα δὲ λῦς’ ἀντὶ τοῦ αἶψα δ’ ἔλυς’. ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ διαφόρως ὁρᾶσθαι· «ἂν δ’ ἄρ’ ἔβη Πρίαμος» (Il. Γ 261). «αὐτὰρ ὁ βῆ ῥ’ ἰέναι» (Il. Κ 73). «οὔδ’ ἔλαθ’ Ἀτρέος υἱόν» (Il. Ρ 1). «ἐμὲ δ’ οὐ λάθεν» (Od. ι 281). A. 813. οὕτως προπαροξυτόνως Βατίεια ν, ὡς Ἀλεξάνδρειαν. A. 824. ὑπαὶ πόδ α : οὕτως ὑπαί ὡς καταί καὶ παραί· αἱ γὰρ προθέσεις ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάσσουσι τὸν αὐτὸν τόνον. A. 828. |
| 3,2 38 | Ἀπαισο ῦ : οὕτως Ἀπαισοῦ ὡς ἀγανοῦ. καὶ ἴσως ἀκολούθως τῷ «ὅς ῥ’ ἐνὶ Παισῷ» (Il. Ε 612). A. 831. περὶ πάντω ν : οὕτως φυλακτέον τὸν τόνον τῆς προθέσεως. εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀντὶ τοῦ ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις ἀντὶ ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περισσῶς, φυλάσσει τὸν τόνον, ὡς τὸ «ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ’ ἱρὰ θεοῖσιν» (Od. α 66). «οὗ περὶ μὲν πρόφρων κραδίη» (Il. Κ 244). καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται. A. 832. οὕτως τὸ α τοῦ ἔασκε κατὰ συστολήν· οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν· «ὧδε δέ τις εἴπεσκε» (271) καὶ «τὴν αὐτὸς φορέεσκε» (Il. Ο 646). A. 839. ποταμοῦ ἀπὸ Σελλήεντο ς : Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀναστρέφει πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις. ὁμοίως καὶ Νικίας. οὐκέτι μέντοι ἐπὶ τοῦ «Ξάνθῳ ἐπὶ δινήεντι» (Il. Ε 479) «μάχῃ ἐνὶ κυδιανείρῃ» (Il. Ζ 124). ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε «Ξάνθου ἄπο δινήεντος» (877), φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ «ποταμοῦ ἀπὸ Σελλήεντος». εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησι ὅτι ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδος ἀναγινώσκειν κατὰ ἀναστροφήν. εἰ γὰρ δύο ὀνόματά ἐστι καθ’ ἑνὸς ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον, καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθ’ ὑποταγήν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται. A. 842. Πύλαιο ς : τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ καὶ τὸν Ἑρμῆν τὸν Πύλαιον. A. 847. Τροιζήνοι ο : οὕτως Τροιζήνοιο ὡς Εὐμήλοιο. ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ. A. 855. Ἐρυθίνου ς : ὡς Ἀκραγαντίνους. BL. ΕΙΣ ΤΗΝ Γ. 20. οὕτως ὁ Ἀρίσταρχος προπερισπᾷ δηϊοτῆτ ι, ὡς ἀπὸ ὀξυτόνου εὐθείας. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ. A. 29. χαμᾶζ ε : προπερισπᾶται· ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ α , ὥσπερ τὸ Ἀφίδναζε, Θήβαζε, ἔραζε, χωρὶς εἰ μή ἐστιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνομάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ δὲ μέταζε χρονικὸν παρὰ πρόθεσιν παρῆκται. A. 35. |
| 3,2 39 | ὦχρο ς : οὕτως ὦχρος ὡς ὦμος, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροός ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος καὶ κατὰ συναλοιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον. ἄλλως τε τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω , μὴ προσκειμένου τοῦ ι , βαρύνεται, ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδός. BL. παρει ά : οὕτως ὀξυτόνως καὶ χωρὶς τοῦ ς γραπτέον, ἵνα ᾖ οὐδέτερον. τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος τοῦ αὐτοῦ σημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα. διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί παρειά φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν παρειὰς σὺν τῷ ς , ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» λέγει (Il. Σ 123). A. 43. ἦ: περισπαστέον τὸν ἦ· βεβαιωτικὸς γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή. A. 63. ὡς σο ί : ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδιαστολήν. A. 97. νῦ ν : τὸ νυν περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ. A. 102. διακρινθεῖτ ε : οὕτως προπερισπᾶται διακρινθεῖτε· ἔστι γὰρ εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ «καὶ εἴ ποθεν ἄλλ’ ἐπιθεῖτε» (Od. χ 62). ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ «ἡμεῖς δ’ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί» (Il. Β 126). A. 122. γαλό ῳ : βαρύνειν δεῖ τὸ γαλόῳ· τὰ γὰρ εἰς ως θηλυκά, ὑπὲρ μίαν συλλαβήν, βραχείᾳ παραληγόμενα, βαρύνεται, ἅλως, Κέως, ἕως· οὕτω γάλως . τοῦτο δὲ ἀξιοῖ Τρύφων ἐν τῷ αʹ περὶ ἀρχαίας ἀναγνώσεως. A. 128. οὕς ἑθε ν : ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβανόμενον, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς ἕθεν φασίν, ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώσκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως ἀνεγνώσθη «ἐπεὶ οὔ ἑθέν ἐστι χερείων» (Il. Α 114) «οἵ ἑθεν ὀτρύνοντος» (Il. Ο 199)· ἐκεῖνο δὲ κατ’ ὀρθὴν τάσιν «ἀπὸ ἕθεν ὤσατο χειρὶ» (Il. Ζ 62). ὅθεν Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ «πρόσθεν ἕθεν φεύγοντα» (Il. Ε 80)· ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν. A. 152. ἱεῖσι ν : προπερισπαστέον ὡς τιθεῖσιν· τὰ γὰρ τρίτα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν. οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικόν, ὡς στᾶσι. A. 157. |
| 3,2 40 | τοιῇ δ’ : ἕν ἐστι· διὸ προπερισπαστέον τὸ τοιῇδε. A. 159. ὧς: περισπαστέον τὸ ὧς· ἀντὶ γὰρ τοῦ ὅμως. A. 160. ἡμῖ ν : ὀρθοτονητέον τὴν ἡμῖν· ἔστι γὰρ ἐν συμπλοκῇ διασταλτικῶς εἰλημμένη, ἡμῖν καὶ τοῖς τέκνοις. ABL. 182. ὀλβιόδαιμο ν : προπαροξυτόνως· ἔστι γὰρ σύνθετον· τὰ δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατουμένην, προπερισπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον, Ἀρετᾶον. σύνθετα μέντοι ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον, Ποσείδαον, ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν ἄλλων τῶν συνθέτων τὸ αὐτό, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγάμεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλητικήν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον, δαΐφρον. ὅθεν σημειῶδες ἐκεῖνο κατὰ κλητικήν «ἰὼ Λακεδαῖμον» Ἀριστοφάνης Ὁλκάσιν· καὶ σύνθετον τὸ «ψευδόμενοί σε Παλαῖμον». A. 198. ὀΐω ν : Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης· Ἀριστόνικος δὲ τρισυλλάβως, ὡς τὸ (I. ὅς τ’) ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως· φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, οἶς ὡς αἴξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δὲ «τοῖσι δ’ ὄϊς λάσιος» (Il. Ω 125) καὶ «μῆλ’ ὄϊές τε καὶ αἶγες» (Od. ι 184) καὶ «Τειρεσίῃ δ’ ἀπάνευθεν ὄϊν» (Od. κ 524)· ἕνεκα δὲ μέτρου «οἰὸς ἀωτῷ» (Od. α 443) καὶ «οἰῶν τε βληχήν» (Od. μ 266). ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν. καὶ γὰρ ἄλλως τὸ ὄϊς ἀναλογώτερον ἔσται δισύλλαβον ὂν τοῦ μονοσυλλάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπ’ εὐθείας, οὐδὲν δὲ εἰς οις , ὅτι μὴ μόνον τὸ οἶς καὶ παρὰ Ἀττικοῖς τὸ φθοῖς. A. 217. ὑπα ί : ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάττοντας τῆς προθέσεως τὸν τόνον. A. 219. ἀΐδρεϊ φωτὶ ἐοικώ ς : ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπ’ εὐθείας τῆς ἄϊδρις· «χώρου ἄϊδρις ἐών» (Od. κ 282). ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεος, καὶ ἀΐδρεϊ. οὐ γὰρ δή γε διὰ τοῦ δ · οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον· ἀλλ’ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ, τὸ πολυΐδριδι, εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη. ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὅ τε Φρύνιχος τὴν εὐθεῖαν ἴδριδες. γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε , οὐχὶ δὲ διὰ τοῦ ι · τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν «εὐνήν τ’ αἰδομένη πόσιος» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόσεϊ ᾧ» (Il. Ε 71). A. 236. |
| 3,2 41 | ἰδέει ν : οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριστοι καὶ μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες. A. 239 et 240. ἢ—ἦ: ὁ μὲν πρῶτος ἢ σύνδεσμος βαρύνεται, ὁ δὲ δεύτερος περισπᾶται, ἵνα τοιαύτη ἡ φράσις γένηται, ἢ οὐκ ἠκολούθησαν ἦ ἠκολούθησαν μὲν οὐκ ἐθέλουσι δὲ μάχην καταδύμεναι ἀνδρῶν. A. 240. νέεσ ς ’ ἐνὶ ποντοπόροισι ν : Νικίας οὐκ ἀναστρέφει. οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ. φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις. A. 280. μάρτυροι ἔστ ε : παροξύνεται τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσσετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προστακτικὰ ὡς πρὸς τοὺς θεοὺς «Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, ποίησόν τ’ αἴθρην, δός τ’ ὀφθαλμοῖσιν» (Il. Ρ 645). ἀναγκαῖον μέντοι ἐστὶ παραφυλάξαι ἐκεῖνο, ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ προστακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὅτι ἄγετε. A. 316. χαλκήρε ϊ : προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ διὰ τοῦ ηρης , ἥτις βαρύνεται, ξιφήρης, ὀλιγήρης, θυμήρης, ἔνθεν τὸ «θυμῆρες κεράσασα» (Od. κ 362). εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο, καὶ ὀξεῖα τάσις ἐστίν· «ἔχει δ’ ἄλοχον θυμάρεα» (Il. Ι 336). ABL. 344. διαμετρητ ῷ : Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι καὶ οὕτως ἔχει ἡ παράδοσις· καί ἐστι παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθειται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον» (315). A. 354. ξεινοδόκο ν : παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεσθαι δέ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύοιεν οὓς παρατίθεται ὁ Ἡρωδιανός. ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλλοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡς παρ’ Εὐριπίδῃ ἐν Φοινίσσαις (1069) «λιθόβολον εἷμα κατειργάσω». A. 366. ἦ: περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γάρ. A. 426. ἔνθα κάθι ζ ’ Ἑλέν η : κάθι ζ’ : συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ κάθιζε. ὅσα γὰρ παρῳχημένου ῥήματα βραχυκατάληκτα ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τόνον· εἶχον συνεῖχον· ἀλλ’ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος «νὺξ δὲ μάλα στυγερὴ κάτεχ’ οὐρανόν» (Od. ν 269). οὕτως ἱζε κάθιζε· «Νέστωρ τ’ αὐτὸς ἔφιζε» (Od. γ 411). A. 440. |
| 3,2 42 | πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖ ν : ὀξυτονητέον τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι δὲ οὐκ ἀναστροφή, ἀλλὰ καθ’ ὑπέρβατον κεῖται, διαλελυμένου τοῦ πάρεισιν. εἰκότως τινές φασιν, ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους «κατὰ ταῦρον ἐδηδώς» (Il. Ρ 542) «κατὰ βοῦς Ὑπερίονος ἤσθιον» (Od. α 8) «ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη» (Il. Β 278). ἐχρῆν οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι τὸν τόνον. πρὸς οὓς πιθανῶς ὑπαντητέον, ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προθέσεων, οἷον κατήσθιον, κατεδηδώς. οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον· τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀναγινώσκομεν. A. 446. ὥς σε ο : ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ ἀντιδιαστολὴ προσώπου· ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον «ὡς σέο νῦν ἔραμαι» (Ξ 328). ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. A. ΕΙΣ ΤΗΝ Δ. 2. μετὰ δέ σφισ ι. τὸ σφισι κατ’ ἔγκλισιν ἀναγνωστέον νῦν, ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. τοῦτο δὲ τὸ παρατήρημα οἱ ἀπ’ Ἀριστάρχου παραγγείλαντες διηνεκῆ τὴν ἀνάγνωσιν οὐκ ἐφύλαξαν. ἀληθὲς γάρ ἐστιν, ὅτι ἡ σφίσιν ἐγκλιτικὴ οὖσα εἰς ἁπλῆν μεταλαμβάνεται, ὥσπερ καὶ ἐπὶ τοῦ «ἔτι γάρ σφισι κῦδος ὀρέξω» (Il. Ρ 453). οὐ μὴν ὀρθοτονουμένη πάντως εἰς σύνθετον· ἔστι γὰρ ὅτε καὶ εἰς ἁπλῆν. εἰς μὲν οὖν σύνθετον οὕτως «αἵ ἑ μετὰ σφίσιν εἶχον» (Il. Χ 474), εἰς ἁπλῆν δὲ οὕτως· «τοὺς δ’ ἄναγον ζωοὺς σφίσιν ἐργάζεσθαι» (Od. ξ 272), «σφίσι δ’ αὐτοῖς δαῖτα πένεσθαι» (Od. δ 683). οὐ γὰρ δὴ καὶ οἱ αἰχμάλωτοι ἄγονται ἑαυτοῖς ἐργάζεσθαι, ἀλλ’ αὐτοῖς τοῖς ἄγουσιν· οὐδὲ οἱ μνηστῆρες τὰ πρὸς τὴν δαῖτα ἑαυτοῖς παρεσκεύαζον, ἕτεροι δὲ αὐτοῖς. AB. 3. νέκταρ ἐῳνοχόε ι : διαφόρους δόξας ἐκτίθεται ἐν τῇ προσῳδίᾳ ὁ Ἡρωδιανός, ᾗ δὲ ἀρέσκεται, αὕτη ἐστίν. ἔθος ἐστὶ τῷ ποιητῇ ἀποβάλλειν πολλάκις τὸ κατ’ ἀρχὴν ε ἐπὶ τῶν παρῳχημένων, ἔσθ’ ὅτε δὲ καὶ πλεονάζειν. πρόδηλοι δὲ αἱ χρήσεις· «στῆσε δ’ ἐν Ἀμνισῷ» (Od. τ 188)· «σκῆπτρον μέν τοι δῶκε» (Il. Ι 38)· τὸ γὰρ ἐντελὲς «τῷ δ’ ἕτερον μὲν ἔδωκεν» (Il. Π 250). οὕτως οὖν καὶ ἐκ τοῦ ἐναντίου· τὸ μὲν γὰρ ἀκόλουθόν ἐστι κίνημα ἀπὸ τοῦ οἴγω ᾦγεν κατὰ παρατατικόν· «τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν» (Il. Ξ 168)· ἀλλὰ τὸ κατὰ πλεονασμὸν τοῦ ε · «χηλοῦ δ’ ἄπο πῶμ’ ἀνέῳγεν» (Il. Π 221). καὶ ἀπὸ τοῦ ἁνδάνω ἥνδανεν «ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» (Il. Α 24)· τὸ δὲ κατὰ πλεονασμόν, «οὐδ’ Ἀγαμέμνονι πάμπαν ἑήνδανε» (Od. |
| 3,2 43 | γ 143). καὶ πάλιν «ἕσσατο δ’ ἔκτοσθεν» (Il. Κ 334)· εἶτα ἐν ἑτέροις «ἑέσσατο δέρμα» (Il. Κ 177). ἀπὸ δὲ τοῦ ὤθω βαρυτόνου τὸ «ὦσα παρέξ» (Od. ι 488) καὶ ὦσε τὸ τρίτον. ὃ ἐν πλεονασμῷ φησι «κὰδ δ’ ἄρ’ ἐπὶ στόμ’ ἔωσεν» (Il. Π 410). οὕτως οὖν ἐπὶ τούτου. ἐν ἑτέροις γάρ φησιν «ᾠνοχόει δ’ υἱὸς Μενελάου» (Od. ο 141), ὅπερ κατὰ πλεονασμὸν τοῦ ε ἀκολούθως πάλιν ἀπεφήνατο «νέκταρ ἐῳνοχόει». A. 26. πῶς ἐθέλεις ἅλιο ν : δασυντέον τὸ ἅλιον· παρὰ γὰρ τὴν ἁλός γενικὴν κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ. τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμός λέγεται. A. 27. ἱδρῶ θ’ : αἰτιατική ἐστι κατ’ ἔκθλιψιν εἰλημμένη· ἔνθεν προπερισπῶμεν· ὀξύνεται γὰρ ἡ εὐθεῖα ὁμοίως τῷ εὐρώς. τὸ δὲ ἵδρωσα οὐκ ἀναγκαῖον συστέλλειν· δύναται γὰρ ἐκτείνεσθαι καὶ μηδὲν λυμαίνεσθαι τῷ μέτρῳ. ἔφαμεν δὲ τὸν ποιητὴν ἀδιαφόρως καὶ φυλάσσειν τὸν χρόνον τῶν παρῳχημένων καὶ ἀποβάλλειν. δύναται μέντοι καὶ ἱδρῶ τε εἶναι τὸ πλῆρες, ἐπεὶ σύνηθες αὐτῷ οὕτως τὴν αἰτιατικὴν προφέρεσθαι «ἱδρῶ ἀπεψύχοντο» (Il. Λ 621). A. 43. ἐγὼ σο ί : ὀρθοτονητέον τὴν σοί. δύναται γὰρ ἀντιδιαστολὴ εἶναι. A. 46. περὶ κῆρ ι : περισσῶς τῷ κέαρι. τὸ περί φυλάσσει τὸν τόνον, ὅτε σημαίνει τὸ περισσῶς, ὁμοίως τῷ «ὡς περὶ μὲν νόον ἐστί, περὶ δ’ ἱρὰ θεοῖσιν» (Od. α 66). τὸ δὲ κῆρι οὐδέτερον ὅταν ᾖ, προπερισπᾶται. ἐκ γὰρ τοῦ κέαρι συνήλειπται, ὅταν δὲ θηλυκὸν ᾖ, ὀξύνεται. ἐνθάδε δὲ οὐδέτερόν ἐστι. προπερισπασθήσεται ἄρα. A. 53. πρὸ τέλους ἡ ὀξεῖα τοῦ διαπέρσα ι, ἵν’ ᾖ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. A. 94. τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰό ν : ἐπιπροέμε ν : Ἀρίσταρχος ἀναστρέφει, ἵνα τὸ ἑξῆς γένηται ἐπὶ Μενελάῳ, ὡς καὶ ἐπ’ ἐκείνου «ἦ καὶ ἐπ’ Ἀντινόῳ ἴθυνεν» (Od. χ 8). Μενεκράτης δὲ ὁ Μιλήσιος ὑφ’ ἕν, ἐπιπροέμεν, ὁμοίως τῷ ἐπιπροΐηλε καὶ ἐπιπροέηκε, ἵν’ ἔμφασις μᾶλλον γένηται. A. 97. τοῦ κεν δὴ πάμπρωτα πα ρ ’ ἀγλαὰ δῶρα φέροι ο . πάμπρωτα πα ρ ’ ἀγλα ά : τινὲς ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συντασσομένη πτώσει· ἔστι γὰρ τὸ ἑξῆς παραφέροιο. AL. 99. πυρῆς ἐπιβάν τ’ : οὐκ ἀναγκαῖον ἀναστρέφειν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ πυρῆς βάντα· ἔμφασις γὰρ γίνεται, τῇ μετοχῇ εἰ συνταγείη ἡ πρόθεσις. A. 109. |
| 3,2 44 | De quantitate in κέρα hic ampla Herodiani nota fuit, ut intelligitur ex Λ 385. 126. ἐπιπτέσθα ι : παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος, ὁμοίως τῷ «τότ’ ἂν οὔ τοι ἀποσχέσθαι» (Od. ι 211), καὶ τὸ ἁπλοῦν αὐτοῦ ἐστὶ πτέσθαι. πᾶν δὲ ἀπαρέμφατον συντιθέμενον φυλάσσει τὸν αὐτὸν τόνον. A. 138. τὸ ἔρυτο ψιλοῦται καὶ προπαροξύνεται· οὕτως Ἀρίσταρχος, καὶ ἐπείσθη αὐτῷ ἡ παράδοσις. δύναται δὲ καὶ προπερισπᾶσθαι. ἔστι γάρ τι ῥῆμα ἐρύω. τούτου ὁ παρατατικὸς παθητικὸς γίνεται εἰρυόμην, τὸ τρίτον εἰρύετο, ὃ ἐν συναλοιφῇ καὶ ἐνδεία τοῦ ι ἐγένετο ἐρῦτο. A. 151. ὡς δὲ ἴδεν νεῦρόν τ ε : ἴδε ν : συσταλτέον τοῦ ἴδε τὸ ι , ὁμοίως τῷ «οὐκ ἴδον, οὐ πυθόμην» (Od. ψ 40). εἰσὶ δὲ οἳ ἀναγινώσκουσιν «ὡς δ’ εἶδεν νεῦρόν τε», ὁμοίως τῷ «ὡς εἶδεν δύο φῶτε» (Il. Ε 572), οὐχ ὑγιῶς. ἐνθάδε γὰρ οὐκ ἄλλως δυνάμεθα ἀναγνῶναι ἢ φυλάσσοντες τὴν ει δίφθογγον. ἐπὶ δὲ τούτων παραφύλαξαι, ὅτι ὅταν ἡ προκειμένη λέξις εἰς τὸ ε καταλήγῃ, ἤτοι διαστέλλει τὸ ι ἀπ’ αὐτῆς μετὰ συστολῆς, ἢ ἔκθλιψιν ποιεῖται τοῦ ε , ἔκθλιψιν μὲν οὕτως «τὸν δ’ ἴδεν Αἰνείας» (Il. Ε 166) καὶ «νῦν δ’ ἴδεν ὃς μέγ’ ἄριστος» (Il. Β 82), διαστολὴν δὲ οὕτως μετὰ συστολῆς «τὴν δὲ ἴδεν προμολοῦσαν» (Il. Σ 382) καὶ «τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ» (Od. ε 333). οὕτως οὖν καὶ ἐνθάδε. A. 212. περὶ δ ’ αὐτὸν ἀγηγέρα θ ’ ὅσσοι ἄριστοι Κύκλο ς’ : Ἀρίσταρχος μὲν ὀνοματικῶς, ἵν’ ᾖ ἀγηγέρατο κύκλος, ὁμοίως τῷ «ἀγρόμενοι πᾶς δῆμος» (Il. Υ 166)· τοιοῦτο γὰρ βούλεται σημᾶναι, κύκλος γενόμενοι. Νικίας δὲ καὶ ὁ Ἀσκαλωνίτης κυκλόσε, ὡς «πόσε φεύγετε» (Il. Π 422). ὅπερ καὶ πιθανώτερον. οὐ γὰρ δύναται ἐντελὴς εἶναι ἡ σύνταξις τοῦ Ἀριστάρχου, ἀγηγέρατο κύκλος· λείπει γάρ τι. διὸ ὁ Ἀρίσταρχος ἔξωθεν προστίθησι τὸ γενόμενοι· εἰ δὲ προστίθησιν, ἄμεινον αὐτόθεν ἀναγινώσκειν κυκλόσε· τοιοῦτο γὰρ τὸ ἐπίρρημα τὴν προκειμένην σχέσιν σημαῖνον. εἰ δέ τις λέγοι, διὰ τί γὰρ τὸ ἀγρόμενοι πᾶς δῆμος εὐπαράδεκτόν ἐστιν, οὐκέτι δὲ τὸ ἀγηγέρατο κύκλος, ἴστω ὅτι τὸ δῆμος τῇ μὲν φωνῇ ἑνικόν ἐστι, τῷ δὲ σημαινομένῳ πληθυντικόν· τῷ οὖν σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὡς καὶ ἐπὶ τοῦ «ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο» (Il. Ο 305). οὔ γε μὴν ὁ κύκλος ἔχεται τούτου τοῦ σημαινομένου· διὸ οὐδὲ ἐντελὴς ἡ τοιαύτη σύνταξις ἐπ’ αὐτῷ δύναται γενέσθαι. A. 222. κατὰ τεύχ ε ’ ἔδυ ν : συσταλτέον τὸ ἔδυν· πληθυντικὸν γάρ ἐστι συγκοπὲν ἀπὸ τοῦ ἔδυσαν, τὸ δὲ ἑνικὸν ἐκτατέον ἔδυν· «δῦ δέ μιν Ἄρης» (Il. |
| 3,2 45 | Ρ 210). ὅμοιόν ἐστιν αὐτῷ καὶ τὸ «ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδόν» (Od. ε 481). εἰ δέ τις λέγοι ὅτι τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν, οἷον ἔλεγον ἐγὼ καὶ ἔλεγον ἐκεῖνοι, ἴστω ὅτι ἐκ συγκοπῆς ἐστι τοῦτο τοῦ ἔδυσαν. ἐν δὲ τοῖς τοιούτοις τρίτοις ἡ συγκοπὴ ἀναδέχεται λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν, ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· «φάνεν δὲ οἱ εὐρέες ὦμοι» (Od. ς 68), φανέντος γάρ· ἔφυμεν, ἔφυτε, ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν, ἔδυτε, ἔδυσαν ἔδυν, ἐπεὶ δύντος. περὶ δὲ τοῦ «τῆς δ’ ἦν τρεῖς κεφαλαί» (Hesiod. Th. 321) ἐν τοῖς περὶ ῥήματος ἐροῦμεν. τὸ μέντοι γε ἔδυν ἑνικὸν ἐκτείνεται, ἐπεὶ πᾶς δεύτερος ἀόριστος ἐπὶ τῶν εἰς μι μακροκατάληκτός ἐστιν, ἔγνων, ἑάλων, ἐξέτρων, ἔτλην, ἔστην, ἔδην, ἔφην. ἔφυν ἄρα καὶ ἔδυν. AB. 228. Πειραΐδα ο : ἐν τέσσαρσι συλλαβαῖς προφέρεται τὴν εὐθεῖαν τοῦ πατρωνυμικοῦ, καὶ οἱ ἄλλοι. Τυραννίων δὲ τρισυλλάβως, λέγων ὡς ὅτι οὐδὲν πατρωνυμικὸν παρὰ τῷ ποιητῇ ἔχει πρὸ τέλους διεσταλμένον τὸ ι ἀπὸ ἑτέρου φωνήεντος, οἷον Πανθοίδης, Βοηθοίδης Πηλείδης· οὐδ’ ἄρα τοῦτο. ὑπὲρ δὲ τοῦ τετρασυλλάβως ἀναγινώσκειν ἔχομεν ἐκεῖνο λέγειν, ὡς ὅτι ἐντελές ἐστι τὸ κατὰ διάλυσιν τοῦ ι , καὶ ὅτι οὐκ ἔχομεν τοιοῦτό τι πατρωνυμικόν, ὃ κατὰ σύλληψιν ἐξηνέχθη τοῦ α καὶ τοῦ ι πρὸ τέλους. παρὰ τὸ Πείραιος οὖν Πειραΐδης ἐγένετο. A. 235. οὐ γὰρ ψεύδεσσι πατὴρ Ζεὺς ἔσσε τ ’ ἀρωγό ς : Ἀρίσταρχος ἐπιθετικῶς ἀναγινώσκει ψευδέσι ὡς σαφέσι· τοῦτο γάρ φησι θέλει δηλοῦν, οὐ γὰρ τοῖς ψεύσταις Τρωσὶ βοηθεῖ ὁ Ζεύς. εἰ δὲ τὸ πρᾶγμα ἠβουλόμεθα παραλαβεῖν, ψεύδεσιν ἀνέγνωμεν ὡς βέλεσιν, ἵν’ ἀπ’ εὐθείας ᾖ ἡ κλίσις «ψεῦδος δ’ οὐκ ἐρέει» (Od. γ 20). οὕτως δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης συγκατατιθέμενος Ἀριστάρχῳ. ὁ μέντοι Ἑρμαππίας προσηγορικὸν ἀναγινώσκει ψεύδεσιν ὡς τείχεσιν, ἐπεὶ οὐδέποτε, φησίν, οἶδεν ὁ ποιητὴς ἁπλοῦν τὸ ψευδής, ἐν δὲ συνθέτῳ φιλοψευδής (Il. Μ 164) ἀψευδής (Il. Σ 46), ἢ οἶδεν ἑτέρως λεγόμενον τὸ «ψεῦσταί τ’ ὀρχησταί τε» (Il. Ω 261). συνεχῶς δὲ τὸ ψεῦδος «ὦ γέρον οὔ τι ψεῦδος» (Il. Ι 115), «ψεῦδος δ’ οὐκ ἐρέει» (Od. γ 20), «ἴσκε ψεύδεα πολλά» (Od. τ 203). AV. 243. ἕστητ ε : Πτολεμαῖος ψιλοῖ, ἐπεὶ γίνεται στῆτε, τὸ δὲ ἀποπῖπτον ε ψιλοῦται. καὶ ἀληθεύει. ἐνθάδε μέντοι γε οὐκ ἔστιν, ἀλλ’ ἐκ τοῦ ἕστατε ἔκτασις ἐγένετο τοῦ α εἰς η · στάτε δὲ οὐ γίνεται. ἔνθεν δύναται δασύνεσθαι· τὸ γὰρ αὐτό ἐστι τῷ ἑστήκαμεν τὸ ἕστατε. A. 308. πόλεα ς : οὕτως Ἀρίσταρχος προπαροξύνει, καὶ ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον ἐκδέχεται, ᾧ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης, λέγων ὅτι καὶ διὰ τοῦ ε οἶδεν ὁ ποιητὴς τὴν χρῆσιν καὶ διὰ τοῦ ι , διὰ μὲν τοῦ ι · «ἐκ πόλιος δ’ ἀλόχους» (ι 41), «πολλέων ἐκ πολίων» (Ι 544)· διὰ δὲ τοῦ ε πόλεως «χρυσείην ἑκατὸν πόλεων» (Ε 744). |
| 3,2 46 | πιθανὸν οὖν ἐστιν ἐκδέξασθαι ἐνθάδε ἐπὶ τῶν πόλεων τὸ σημαινόμενον, ἐπεὶ καὶ τείχεα ἐπιφέρει. A. 319. κατέκταν μετὰ τοῦ ν αἱ Ἀριστάρχου, καὶ ἐν ἐκτάσει τοῦ α Δωρικῇ οὔσῃ ὡς ἔβαν ἐγώ. ἡ γὰρ χρῆσις τοιαύτη ἦν παρὰ Ἀττικοῖς· παρὰ γὰρ τὸ κτῶ καὶ κτῆμι κινήματα ἱκανὰ ἐξέπιπτεν· δεύτερος μὲν αὐτὸς ἀόριστος, ὀφείλων εἶναι κοινῶς ἔκτην, γινόμενος δὲ κατὰ Δωρίδα ἔκταν, ὃς ἐν χρήσει ὁρᾶται Ἀττικοῖς. Εὐριπίδης Πλεισθένει «οὐ τὸν σὸν ἔκταν πατέρα πολέμιόν γε μήν». Αἰσχύλος δὲ Παλαμήδει· «τίνος κατέκτας ἕνεκα παῖδ’ ἐμὸν βλάβης» καὶ ἐν Σεμέλῃ ἢ ὑδροφόροις «Ζεὺς ὃς κατέκτα τοῦτον». ἐπίσταται ὁ ποιητὴς καὶ τὸ πληθυντικὸν πρώτου ἀορίστου παθητικοῦ κατὰ συγκοπὴν «οὐδέ τις Αἰγίσθου, ἀλλ’ ἔκταθεν ἐν μεγάροισι» (Od. δ 537), καὶ μέσον δεύτερον ἀόριστον «Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος» (Il. Ο 437), ᾧ ἀκόλουθον ἀπαρέμφατον τὸ «κτάσθαι τε πολίτας» (ib. 558)· μετοχαί τε σημαίνουσαι τὸ κτῆμι, ἥτε κτάς καὶ κτάμενος, ἀπαρέμφατόν τε ἐνεργητικὸν τὸ κτάμεναι. ὑγιῶς ἄρα Ἀρίσταρχος ἔκταν γράφει ὡς ἔκταν (imo ἔβαν ut supra, Aiax 868) ἐγώ. A. 346. δασυντέον τὸ μελιἡδέος. A. 404. μὴ ψεύδ ε’ : τὸ πλῆρές ἐστι μὴ ψεύδεο· ἀρκεῖ οὖν ἡ ὀξεῖα. A. 412. τέττα σιωπῇ ἧσο (cf. Ζ 336, Ο 10. 245, Ω 84): δασυντέον τὸ ἧσο. A. 423. Ζεφύρου ὕπο κινήσαντο ς : Πτολεμαῖος ὁ τοῦ Ἀριστονίκου καὶ Νικίας καὶ Τυραννίων ἀναστρέφουσιν· οἱ δὲ ἄλλοι παρέλκειν φασὶ τὴν πρόθεσιν, ἔνθεν καὶ φυλάσσεται ὁ τόνος ὁμοίως τῷ «ἔσκεν ὑφηνίοχος» (Il. Ζ 19) καὶ «Ποσειδάωνος ὑποδμώς» (Od. δ 386). A. 452. χείμαρρο ι : Πτολεμαῖος ὁ Ἀσκαλωνίτης παροξύνει, ἐπεὶ τὸ ἑνικόν ἐστι χειμάρρους, Νικίας δὲ ὡς εὔζωνοι, καὶ μήποτε πιθανώτερον, ἵνα ἐκ τοῦ χειμάρροος ᾖ γεγονός, εἴγε μᾶλλον ἐντελέστερον οἶδε τὸ ἑνικὸν ἐν τῇ συνθέσει ἤπερ τὸ συνηλιμμένον· «ὅσσους Ἑλλήσποντος ἀγάρροος» (Il. Β 845), «στήῃ ἐπ’ ὠκυρόῳ ποταμῷ» (Il. Ε 598), «ἐς ποταμὸν εἰλεῦντο βαθύρροον» (Il. Φ 8), «ἀψορρόου Ὠκεανοῖο» (Il. Σ 399). σπανίως δὲ τὸ ἕτερον· «χειμάρρους κατ’ ὄρεσφιν ὄπαζεν» (Il. Λ 493), «ποταμῷ πλήθοντι ἐοικὼς χειμάρρῳ» (Il. Ε 87). τὸ μέντοι γε ἁπλοῦν ἀεὶ ἐντελῶς ἀποφαίνεται ῥόος· «ὤθει δ’ ἐν σάκεϊ πίπτων ῥόος» (Il. Φ 241). A. 483. ἐν εἱαμεν ῆ : δασυντέον ἀπὸ τῆς ἕσεως. A. cf. Ο 631. 497. |
| 3,2 47 | ἀμφὶ ἕ: δασυντέον τὸ ἕ καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον. A. 534. οἵ ἑ: ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται. A. ΕΙΣ ΤΗΝ Ε. 9. Δάρη ς : ὡς Χάρης. ὁμολογεῖ καὶ ἡ γενική· Δάρητος γὰρ ὡς Χάρητος. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικήν, σαφοῦς, πρηνοῦς, πρυλοῦς, φραδοῦς «φραδέος νόου ἔργα» (Il. Ω 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρ’ Αἰσχύλῳ καὶ τοῦ «Κουρῆτές τ’ ἐμάχοντο» (Il. Ι 529) καὶ τοῦ κριτής ἐν τοῖς περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω (ἐοικὸς γὰρ ἱερεῖ), καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς α · ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ . A. 19. μεταμάζιο ν : οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ μετάφρενον καὶ ἐνώπιον. παρῆκται δὲ παρὰ τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί ἐπιχθόνιος, παρὰ ποταμόν παραποτάμιος. γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεσιν ἕν τι παραγωγόν, ὡς τὸ Νεαπολίτης καὶ ἄλλα μυρία. A. 31. Ἆρες Ἄρε ς : Ἰξίων τὸ δεύτερον ὀξύνει, ἵν’ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλασιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. AB. 39. δασυντέον τὸ Ἁλιζώνω ν· οὔ (οὕτω corrigit Bekker) γὰρ ἱστοροῦνται λεγόμενοι. A. 39. Ὁδίο ν : πρὸ τέλους ἡ ὀξεῖα ἐπεὶ κύριόν ἐστιν· τὸ δὲ προσηγορικὸν ὅδιος ὡς σκότιος. βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν προπαροξύνειν, Τυχίος Δολίος, κἂν μὴ σχῇ διαστολήν, ὡς τὸ Χρομίος. Πτολεμαῖος μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ (θ 370) ἀνεγίνωσκεν «Ἀλκίνοος δ’ Ἁλίον» πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινά, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος Ξένιος (v. Mein. Anal. Alex. 23) καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. A. 43. Φαῖστο ν : προπερισπᾶται τὸ Φαῖστον ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς πόλεως ὀξύνεται «ἐς Φαιστόν, μικρὸς δὲ λίθος» (Od. γ 296). B. 54. οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι. ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν, ὅτε περὶ τοῦ «πῇ δὴ συνθεσίαι» (Il. Β 339) διελαμβάνομεν. A. 64. |
| 3,2 48 | οἷ τ ’ αὐτ ῷ : ἡ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται. ἔτι δὲ συνεπέπλεκτο. ὅμοιον δέ ἐστι τὸ «ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ» (Il. Ο 226). A. 69. Πήδαιο ν : Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκράτησεν. καὶ ἴσως ἔχει ἀφορμὴν τοιαύτην, ὡς πολλάκις τὰ τοιαῦτα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ ἔχουσι τὸ βέβαιος (παρὰ γὰρ τὸ βέβηκα), ὡς τὸ Φίλαιος, τὸ Νίκαιος, τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ Πήδαιος. οὐ γάρ, ὡς οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον (sic)· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχηματίσθαι. A. 76. Εὐαιμονίδη ς : ψιλοῖ ὁ Ἀσκαλωνίτης, ἵνα κύριον γένηται ὥσπερ καὶ τὸ Φίλιππος καὶ Μελάνιππος. ἔστι μὲν οὖν ὃ λέγει πιθανὸν (διὰ τοῦτο γοῦν καὶ τὸ πολύμνια πῇ μὲν ψιλοῦμεν πῇ δὲ δασύνομεν, καὶ τὸ Εὐρύαλος, Ἀγχίαλος)· οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πάνὁρμος δασυνόμενον, καὶ Ἔφιππος ὁ κωμικός. A. 99. τὸ γυαλον ὅταν ἐπίθετον ᾖ ὀξύνεται «εὖτ’ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσασθαι». A. 100. ἀντικρ ύ : ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ ς , συστέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματος ἐροῦμεν. A. 130. ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μέτρον. A. 138. αὐλῆς ὑπεράλμενο ν : Διονύσιος ἀναστρέφει τὴν ὑπέρ. ὁ δὲ Ἀσκαλωνίτης ἓν ἐποίει, ὃ καὶ πιθανώτερον. A. 158. χηρωστα ί : ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης· τὰ γὰρ εἰς της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτής, βραβευτής, ἀθλητής, ποιητής, ὀρχηστής, χρυσωτής. οὕτως οὖν καὶ παρὰ τὸ «ἑεδνώσαιτο θύγατρα» (Od. β 53) τὸ ἑεδνωτής, καὶ παρὰ τὸ «χήρωσας δὲ γυναῖκα» (Il. Ρ 36) τὸ χηρωστής. μάχεται τὸ κυβερνήτης· τὸ γὰρ ἀήτης ἄλλως γέγονε. (An ab ἀήτη?) τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «στείχων δ’ ἀγρώστην ὄχλον» παρώνυμον. A. 164. ἀἕκοντα ς : στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα. διὸ δασυντέον τὸ ε . πταίει οὖν Νικίας ψιλῶν τὸ ε · οἴεται γὰρ τῷ ἄκοντα ἐπεντίθεσθαι τὸ ε . ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλοιφή ἐστι τοῦ ἀέκοντος. διὰ τί δὲ τὸ α ἐψιλώθη, ἐν ἑτέροις ἔφαμεν. (e. g. Α 301). A. 178. χαλεπὴ δὲ θεοῦ ἔπι μῆνι ς : Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως τῷ ἐπισμυγερῶς (Od. γ 195) καὶ «βοῶν ἐπιβουκόλος ἀνήρ» (ib. 422). ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. |
| 3,2 49 | εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ὁμοίως τῷ «ἐπεὶ οὔτοι ἔπι δέος» (Il. Α 515), ἵνα τὸ ἔπεστι σημαίνηται. ἄλλοι δὲ ἐπίμηνις, ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι. A. 202. φορβῆ ς : ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή, ῥοπή, σπονδή, νομή, ὁλκή, πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ ε παραληγομένων μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω. A. 203. ἄδδη ν : Νικίας διὰ δύο δ γράφει διὰ τὸ μέτρον, ὁμοίως τῷ «κύον ἀδδεές» (Il. Φ 481), καὶ ψιλοῖ. Ἀρίσταρχος δὲ δι’ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον δασύνεται «ἅδε δ’ Ἕκτορι» (Il. Μ 80), «ἅδος τέ μιν ἵκετο θυμόν» (Il. Λ 88). καὶ τὸ Ἄδωνις δέ τινες δασύνουσι παρὰ τὸ ἥδω. AB. μάχεται τὸ ἀδράφαξυς δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον. A. 219. ν ώ : τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ τῷ νώ ἐχρήσατο κατ’ αἰτιατικὴν πτῶσιν, ὥσπερ καὶ ἐνθάδε. «νὼ ἀναβησάμενοι» (Od. ο 475). ὁπότε μέντοι γε σὺν τῷ ι λέγεται, καὶ ἐπ’ εὐθείας αὐτὸ τάσσει καὶ ἐπ’ αἰτιατικῆς καὶ προπερισπᾶται· «νῶϊ δ’ ἐγὼ Σθένελος» (Il. Ι 48) καὶ «οὐδ’ ἂν νῶϊ διαδράκοι ἠέλιός περ» (Il. Ξ 344). περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ περὶ ἀντωνυμιῶν δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπ’ εὐθείας καὶ ἐπ’ αἰτιατικῆς· καὶ παρ’ αὐτῷ «σφὼ δὲ μάλ’ ἠθέλετον» (Il. Λ 782), «Ζεὺς σφὼ ἐς Ἴδην» (Il. Ο 146). AB. 237. τ έ ’ ἅρματ α : τὸ πλῆρές ἐστι τεά· διὸ βαρυτονητέον· ἐπιφέρει γοῦν «καὶ τεὼ ἵππω». A. 252. οὐ δὲ σ έ : ὁ Ἀσκαλωνίτης τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶς ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλ’ ὀρθοτονεῖν· καὶ γὰρ δύναται συνδεδέσθαι. A. 256. ἔ α : συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ι γραφόμενον ὡς τιμῶ τιμᾷς τιμᾷ. τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα οὐ προσγραφομένου τοῦ ι «οὔ μ’ εἴας μακάρεσσι» (819). καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δ’ οὔτι πατὴρ εἴασκε μάχεσθαι» (Il. Υ 408) καὶ «τόνδε δ’ ἔασκεν» (Il. Ω 17) καὶ προστακτικὸν «ἀλλ’ ἔα ὥς οἱ πρῶτα» (Il. Α 276). εἰ τοίνυν ἐστὶ τοιοῦτο «τρεῖν μ’ οὐκ ἔα», μόνον συνεστάλη τὸ ἄλφα, καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς αἰεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α , καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα, ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα , ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς «οὐχ ὁράᾳς οἷος κἀγὼ» (Il. |
| 3,2 50 | Φ 108) καὶ ἐπὶ τοῦ τρίτου «ἰσχανάᾳ δακέειν» (Il. Ρ 572) καὶ «ἐκπεράᾳ μέγα λαῖτμα» (Od. ι 323) «οὐκ ἐάᾳ Κρονίδης» (Il. Θ 414). τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι «τρεῖν μ’ οὐκ ἔα». ἔνθεν καὶ συνέσταλται τὸ α καὶ βεβάρυνται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ «οὖτα καταὶ λαπάρην» (Il. Ζ 64). εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυτόνων ἐπὶ τρίτου ἀποκοπήν, καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν. ABLV. 266. υἷο ς : προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷις, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. αὕτη τοίνυν συναλοιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, ἧς ἀκόλουθος δοτική «Νηληΐω υἷι ἐοικώς» (Il. Β 20), καὶ αἰτιατικὴ «ἀλλ’ υἷα Κλυτίοιο σαώσομεν» (Il. Ο 427) καὶ πληθυντικὴ εὐθεῖα «υἷες ὁ μὲν Κτεάτου» (Il. Β 621) καὶ αἰτιατικὴ «υἷάς τ’ ὀλλυμένους» (Il. Χ 62). ἀποδείξομεν δὲ καὶ τὸ «υἱάσι δὲ Πριάμοιο» (463) παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν. A. 269. θήλεας ἵππου ς : τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵν’ ἀπ’ εὐθείας τῆς θῆλυς ᾖ κεκλιμένον· «θῆλυς ἑέρση» (Od. ε 467) «Ἥρη θῆλυς ἐοῦσα» (Il. Τ 97) «θῆλυν ὑπόρρηνον» (Il. Κ 216). οὕτως Ἀρίσταρχος καὶ ὁ Ἀσκαλωνίτης. A. 278. ἦ μάλ α : περισπαστέον τὸν ἦ· ἔστι γὰρ μᾶλλον βεβαιωτικός. A. 283. τῷ δ ’ ἐπὶ μακρὸν ἄϋσ ε : ἐπ ί : οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. ἀλλ’ οὐδ’ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάττετο, ἀνεστρέφετο, δι’ ὃν προείπομεν πολλάκις λόγον, ὡς ὅτι ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως, ἐὰν μὴ τελευταία στίχου τεθῇ, ὡς τὸ «ἔπτυσε πουλὺ κάτα». ALV. 289. ταλαύρινο ν : Ἀρίσταρχος ψιλοῖ τὸ ρ · οὐ γάρ φησι σύνθετον δεῖ νοεῖν τὸν σχηματισμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν, τὸν εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφων δὲ σύνθετον αὐτὸ ἐκδέχεται, παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν, ὁμοίως τῷ ταναόποδα ταναύποδα. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους, εἴτε παρέλκει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν καὶ περὶ τοῦ μελιἡδέος οἴνου, ᾧ καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις ἐπείσθη Ἀριστάρχῳ. AVL. 292. |
| 3,2 51 | πρυμνή ν : πρυμνήν ὡς πυκνήν. ἐπίθετον γάρ. ὅταν δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡς λευκή καὶ λεύκη. ὀξύνεται δὲ ὁ πρυμνός, ἐπεὶ τὰ εἰς νος λήγοντα μετ’ ἐπιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, συχνός πυκνός· οὕτως πρυμνός. A. 297. Ἡλιόδωρος στίζει εἰς τὸ ἀπόρουσεν, εἶτα ἄρχεται ἀπὸ τοῦ σὺν ἀσπίδι δουρί τε μακρῷ. ἃ γὰρ εἶχε, φησί, πρότερον, ταῦτα τῷ Πανδάρῳ παρέδωκε. αἴρει γοῦν (οὖν), φησί, τὴν ἀσπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται, καὶ τὸ βληθὲν ὑπὸ τοῦ Διομήδους δόρυ. (Voluit igitur: Αἰνείας δ’ ἀπόρουσε. σὺν ἀσπίδι δουρί τε μακρῷ, δείσας—Ἀχαιοί, ἀμφὶ δ’ ἄρ’ αὐτῷ βαῖνε.) τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς ὡς ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείας αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής. ἀπίθανόν τε αὐτὸν ἑαυτὸν τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις. ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας, καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν. διὸ καὶ ὁ Ἀσκαλωνίτης συνάπτει, ὥστε ἐπὶ τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπ’ ἄλλου κατὰ τὸ σιωπώμενον καθώπλιστο, ὁ δὲ Αἰνείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομήδει, ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου «αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην» (Il. Θ 191). οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις. ἦν οὖν τόπος τῶν ὅπλων τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵνα εἰ χρεία γένοιτο μαχέσωνται. ταῦτα Ἡρωδιανὸς ἐν τῇ προσῳδίᾳ. AL (paulo brevius et sine testimonio auetoris) V. 299. τὸ ἀλκί μεταπλασμὸν ἔπαθεν ἀπὸ τῆς ἀλκῇ δοτικῆς. ὁ Ἀσκαλωνίτης δὲ οἴεται ἀπὸ τῆς ἄλξ εὐθείας κλιθῆναι τὸ ἀλκί. Τρύφων δὲ ἐν τῷ πρώτῳ περὶ τῆς ἀρχαίας ἀναγνώσεώς φησιν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος τοῖς Αἰολεῦσίν ἐστι λέγειν τὴν ἰωκήν ἰῶκα καὶ τὴν κρόκην κρόκα καὶ τὴν ἀλκήν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί. AL. 302. σμερδαλέα ἰάχω ν : βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυραννίων. διδάσκει τὰ κινήματα· «ἡμεῖς δὲ ἰάχοντες» (Od. δ 454)· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο. «ἐπὶ δ’ ἴαχε λαὸς ὄπισθε» (Il. Ν 834). «τρὶς δ’ ἀΐεν ἰάχοντος» (Il. Λ 463)· οὕτως οὖν καὶ τὸ «φθέγξομ’ ἐγὼν ἰάχουσα» (Il. Φ 341) ὀφείλομεν προπαροξύνειν. A. 308. ὦσε δ ’ ἀπ ό : οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀναστραφήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστιν ἀπῶσε· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A. 322. ἀπ ό : οὐκ ἀναστρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ συντάττεσθαι καὶ σημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ «οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος» (Il. Ι 353). ἢ καὶ παρέλκεται. A. 325. |
| 3,2 52 | περ ί : οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ Α ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ «ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων» (Il. Α 287). A. 332. πόλεμον κατακοιρανέουσι ν : ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις γενέσθαι, εἰ συνάπτοιτο τῷ κοιρανέουσιν [ὡς ἀνακοιρανέοντα. v. Ε 824], καί ἐστιν ὅμοιον τῷ «Ἰθάκην κατακοιρανέουσιν» (Od. α 247). A. 343. ἰάχουσ α : Τυραννίων προπερισπᾷ τὸ ἰάχουσα, κακῶς. LV. 638. ἀλ λ ’ οἷόν τιν α : Νικίας ψιλοῖ, ἐκδεχόμενος τὸ μόνον· ἄλλοι δὲ δασύνουσι θαυμαστικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων, ἵνα ὅμοιον ᾖ τῷ «ἀλλ’ οἷον τὸν Τηλεφίδην» (Od. λ 519). κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶς «οἷόν τε κρομύοιο λοπόν» (Od. τ 233). καὶ ἀντὶ τοῦ ὡς «οἷον ἀναΐξας» (Od. α 410). Τυραννίων δὲ ἀλλοῖον ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ «ἀλλοῖός μοι ξεῖνε» (Od. π 181). ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁσσάτιόν τε καὶ οἷον» (758) καὶ «ἀλλ’ οἷον τόδ’ ἔρεξεν» (Od. δ 242) «οἷον τὸν Τηλεφίδην» (Od. λ 519). οὕτως ἀρέσκει καὶ Φιλοξένῳ. A. 656. τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατ’ αὐτὸν χωρὶς τοῦ ι γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ. A. 672. 673. ἢ: ὁ μὲν πρότερος κεῖται ἀντὶ τοῦ πότερον, διὸ ἐγκλιτέον· τὸν δὲ δεύτερον περισπαστέον. A. 683. Χρομίον παροξυτόνως, Ἅλιον προπαροξυτόνως· εἴπομεν (ὁ Δίων—immo Ἡρωδιανὸς—φησί V) τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεσθαι καὶ ἐσημειούμεθα τὸ Ἅλιος, Ξένιος, Κρόνιος (Β 495). ἐπεκράτησε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος προπαροξυνόμενον. ABV. 736. ἡ: δασυντέον τὸ ἡ· ἄρθρον γάρ ἐστιν ἀντωνυμικόν. τινὲς δὲ ψιλοῦσι σύνδεσμον ἐκδεχόμενοι τὸν ἠδέ, κακῶς. A. 739. ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωτα ι : ἀναστρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συντάττηται. A. 759. ἕκηλο ι : δασυντέον· παρὰ γὰρ τὸ ἑκών ἐγένετο. ὅπερ ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων· [ὁ δὲ ὑποχωρῶν καὶ ἡσυχάζει.] ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι (ut ἐκεῖνος) οἷον ἑκάς Ἑκάτη. οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ , ἀπὸ τοῦ ἔχειν γενόμενον. AB. 784. στᾶ ς’ : περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα. A. 787. |
| 3,2 53 | ἐλέγχε α : ὡς τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν. A. 798. ἴσχω ν : ὡς λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ι ἐλέγετο ἂν σχών. A. 800. ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύ ς. τὸν ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατ’ ἀρχὴν η . τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται. A. 812. ἤ νύ σ ε : ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν. A. 824. μάχην ἀνὰ κοιρανέοντ α : ἀν ά : οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ «Ζεῦ ἄνα Δωδωναῖε» (Il. Π 233). ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν λόγον, ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται οὐκ ἀναστρέφεται. «ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι (Il. Α 287) «θεῖναι Ἀθηναίης ἐπὶ γούνασι» (Il. Ζ 92). οὕτως οὖν κἀνθάδε ἡ ἀνά ἀντὶ τῆς κατά. A. 856. ἔγχε ϊ : εἴρηται περὶ τῶν τοιούτων δοτικῶν πότε κατὰ διάστασιν, ὡς νῦν, καὶ πότε κατὰ συναλοιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοιγε μέτρου μὴ ἐμποδίζοντος, ὡς τὸ «πλήθει πρόσθε βαλόντε» (Il. Ψ 639). A. 862. βαρυτονητέον τὴν ὑπ ό· παρέλκεται γάρ. A. 885. 887. ἤ—ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ ἐπιφερόμενα ἐγκλιτικά, χωρὶς εἰ μὴ ὁ δεύτερος βεβαιωτικός· καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια. A. 887. ζώ ς : τὸ ζώς ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν, οὐχ ὑγιῶς· μόνον γὰρ τὸ σῶς ἐστι περισπώμενον μονοσύλλαβον εἰς ως λῆγον ἀρσενικόν (sc. exclusis propriis), γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος, ἢ ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης περισπώμενον ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός γενόμενον δεῖ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ ἰσοσύλλαβος εὑρέθη. A. τὸ ἔα Ἰωνικόν ἐστιν ἐκ τοῦ ἦν γεγονός· διὸ συσταλτέον τὸ α ὁμοίως τῷ «τοῖος ἔα ἐν πολέμῳ» (Od. ξ 222), ὃ καὶ διὰ τοῦ η λέγεται «τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα (Ε 808), οὐκ ἀποφώλιος ἦα οὐδὲ φυγοπτόλεμος» (ξ 212). |
| 3,2 54 | τὸ δὲ μέτρον οὐ κωλύεται· ἀπήρτισε γὰρ εἰς μέρος λόγου καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ «ἀμφηρεφέα τε φαρέτρην» (Il. Α 45). A. τυπῇσι ν : ὡς πληγῇσιν. δοκεῖ δὲ ὡς πρὸς τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη καθαρὰ μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι· εἰ δὲ ὀξύνεται ἔχει πρὸ τέλους ἢ ι ἢ ο . πως οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη; A. ΕΙΣ ΤΗΝ Ζ. 24. σκότιο ν : ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν. A. 56. ἦ: περισπαστέον τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. BL. 90. τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν. ABL. 92. ἐπ ί : οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. A. 135. βουπλῆγ ι : προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα ἐπιθετικὰ φιλεῖ ὀξύνεσθαι, ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, ἀδμής ἡμιθνής κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ. ὕσπληξ δὲ καὶ ἀντίπηξ. A. 146. τοίη δ έ : δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περισπαστέον τὸ τοιηδε. A. 149. ἠμὲν —ἠδ’: ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι· βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν. A. 150. Ἀρίσταρχος περισπᾷ εἰδῇς καὶ οὕτως ἐπεκράτησεν ἡ προσῳδίᾳ· ἦν γὰρ καὶ λόγον ἔχουσα. A. 152. ἔστι πόλις Ἐφύρ η : τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται «ἔστι δέ τις προπάροιθε πόλιος» (Il. Β 811), καὶ ὅταν ὑποτάσσηται τῇ οὐ ἀποφάσει «ὡς οὐκ ἔσθ’ ὅδε μῦθος (Od. ψ 62)· εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, οἷον «ὃ δὴ τετελεσμένον ἐστίν». A. 160. προπερισπαστέον τὸ δῖ α, καὶ τὸ Ἄντεια προενεκτέον ὡς Κράτεια. ἔνιοι δὲ ὑπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα Διάντειαν ὑφ’ ἓν ἀνεγίγνωσκον, κακῶς. τὸ δῖα κατὰ κόσμον ποιητικὸν προσέρριπται, ὡς καὶ ἐπὶ τοῦ «δῖα Κλυταιμνήστρη» (Od. γ 266). A. 201. τὸ Ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι· βέλτιον δὲ τὸ πρότερον. A. 202. |
| 3,2 55 | πάτο ν : ὡς λόγον· τὰ γὰρ εἰς τος λήγοντα δισύλλαβα, βραχείᾳ παραληγόμενα, μονογενῆ βαρύνεται, κρότος, κότος, μίτος, νότος, πότος. οὕτως ἄρα καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ στρατός· τὸ γὰρ βροτός κατὰ δύο τρόπους ἀποφεύγει ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφασιν. A. 205. ἔκτ α· ἀποκοπὴ τοῦ «ἔκταν’ ἐπὶ προμάχων» (Il. Σ 456). A. 229. δύνηα ι : ὡς λέγηαι καὶ φέρηαι· «σὺ δέ κεν κακὸν οἶτον ὄληαι» (Il. Γ 417). Τυραννίων δὲ προπερισπᾷ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι· ἀλλ’ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι , ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά· οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι. A. 239. ἔτα ς : ὁ Ἀσκαλωνίτης ψιλοῖ ἐφ’ οὗ ἂν τάσσηται, φησί, σημαινομένου· πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ ἥλατο ἆλτο. πιθανώτερον δέ ἐστι, φησίν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν. Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι. εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλοιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλοιφή, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰσχύλῳ οὕτως εὕρομεν «οὔτε δῆμος οὔτ’ ἔτης ἀνήρ» (fr. 262) καὶ παρ’ Εὐριπίδῃ τὸ «πόλει μὲν ἄρχων φωτὶ δ’ οὐκ ἔτῃ πρέπων». A. 244. ἔνεσα ν : ὡς ἔλεξαν. οὕτως καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος ἀναδίδωσι τὸν τόνον, κατεῖχε κάτεχε. οὕτως οὖν ἀνέγνωμεν «ἥμενον εἰσεῖδε» (Il. Ξ 158) προπερισπωμένως, τὸ δὲ ἕτερον «τὰ φρονέων μνηστῆρσι μεθήμενος, εἴσιδ’ Ἀθήνην» (Od. α 118) προπαροξυτόνως. A. 248. τέγεο ι : ὡς τέλεοι· τέγος γὰρ ὡς τέλος καὶ τέγειος ὡς τέλειος. A. 260. δέ κ ’ αὐτό ς : τοῦτο διχῶς ἀναγινώσκεται. ὅσοι γὰρ ἡγοῦνται ἐγκεῖσθαι τὸν κέ ἐγκλιτικόν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ ὁ Ἀσκαλωνίτης. οὕτω γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (γ 255) ἀναγινώσκει «ἤτοι μὲν τόδε κ’ αὐτὸς ὀΐεαι». ὅσοι δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός—καὐτός, ἐγκλίνουσι τὸν δέ. A. 268. εὐχετάασθα ι : Ἀρίσταρχος τὸ δεύτερον α συστέλλει, καὶ ὁ Ἀσκαλωνίτης, ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς. ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατ’ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, λέγεσθαι, τίθεσθαι, ἵστασθαι, κίχρασθαι, πίμπρασθαι. |
| 3,2 56 | ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακρὰν προπερισπᾶσθαι θέλει, νικᾶσθαι, φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα, δίζησθαι, φίλησθαι, ὑποφαίνει Αἰολικὸν χαρακτῆρα. ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι, πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον· «ἀλλ’ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα» (Od. π 316)· «ἐν μέγαροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι» (Od. γ 213)· «ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα» (Il. Κ 120)· «καὶ ἑδριάασθαι ἄνωγον» (Od. γ 35)· μνάασθαι ἄκοιτιν» (Od. α 39). A. 289. ἔσάν ο ἱ : ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τόνοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι ἄλλ’ ἀντωνυμία. A. 319. οἱ μὲν διαιροῦσιν, ἔχε ν, εἶτα δεκάπηχ υ· οἱ δὲ ἑνδεκάπηχ υ. ὁ μὲν οὖν Ἀσκαλωνίτης οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολήν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγεται δυωκαιεικοσίπηχυ. A. 336. ἥμη ν : προσπνευστέον τὸ η · ἐνδιατρίβειν γὰρ σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ ὑπάρχειν, ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰς μι . ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο. A. 348. ἀπόερσ ε : ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομένου τοῦ ς ψιλοῦσθαι φιλεῖ, ἄρσαντες—οὕτως γὰρ ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ Α ῥαψῳδίᾳ (136)— , Ἀρσινόη, «ἐν δὲ σταθμοὺς ἄρσε» (Od. φ 45), ὄρσας, «ὄρσεο κυλλοπόδιον» (Il. φ 331). ταύτῃ ἀναλογώτερον τὸ ἕερσα τρισυλλάβως. AB. 355. τὸ δᾶερ ὡς ἆνερ· τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί. τὴν δὲ σέ ἀντωνυμίαν ὀξυτονοῦσι, τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί ἐστιν. ἔστι μὲν οὖν ἀληθές, ὅτι ἀντιδιασταλτική ἐστι νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωσις ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεί, μὴ ἐπιφερομένου συνδέσμου «ἐπεί ς’ εἴασεν Ἀχιλλεύς» (Il. Ω 684), «ἐπεί σε πρῶτα κιχάνω» (Od. ν 228), «ἐπεί σε φυγὼν ἱκέτευσα» (Od. ο 277), «ἐπεί σε λέοντα» (Il. Φ 483). οὕτως δὲ καὶ «ἐπεί σε μάλιστα πόνος φρένας». καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως ἀνεγνωκότες, πιθανῶς πάνυ. διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσωπον ἐπιδείκνυται, τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ αἰτιατική, ὅτε φυλάσσει τὸ ε , ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε · «Ἕκτορ ἐπεί με κατ’ αἶσαν» (Il. |
| 3,2 57 | Γ 59). «ἐπεί μ’ ἀφέλεσθέ γε δόντες» (Il. Α 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς «ἐπεί σε μάλιστα». AB. 357. οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρο ν : ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵν’ ᾖ ἐφ’ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκεν· οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα· ἢ περισσὴν λαμβάνειν τὴν ἐπί. ἥτις πάλιν οὐκ ἀναστραφήσεται, δι’ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκαστικόν. A. 362. Τρώεσ ς’ : τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνεται. A. ποθή ν : ὡς κριτήν. A. 367. ἔτι σφι ν : οὕτως ἔτι σφιν. εἷς τόνος, καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ «ὅθί σφισι πέφραδ’ Ἀχιλλεύς» (Il. Ψ 138), «ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων» (Il. Ξ 134). σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη, ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανὸς λέγει. A. 414. ἀμό ν : Δημήτριός φησιν ἀντὶ τοῦ ἐμόν. διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι, ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος. (V. pron. 142. 144.) A. 422. ἰ ῷ : ὡς σοφῷ Ἀρίσταρχος· καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις. ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι, ὅτι τὸ ἴα βαρυτόνως ἀνέγνω ὁ ἀνήρ καὶ τὸ μία· «οὐδ’ ἴα γῆρυς» (Il. Δ 437) καὶ «μία δ’ οἴη» (Il. Σ 565)· τὰς μέντοι δοτικὰς περιέσπασεν «ἰῇ ἄρα γινόμεθ’ αἴσῃ» (Il. Χ 477) καὶ «ἰῇ δ’ ἐν νυκτὶ γένοιτο» (Il. Σ 251). καί φασί γε τὸ τοιοῦτο Ἰώνων εἶναι. τινὲς δὲ ἐτόλμησαν λέγειν αὐτὸ Ἀττικόν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβασμὸν γίνεσθαι τόνου. οὕτως οὖν καὶ «μέσην ἐς ἄγυιαν» (Il. Υ 254) ἀνέγνω· «ἐϋκτιμένας» δὲ «κατ’ ἀγυιάς» (391). μήποτ’ οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως. A. 439. ἢ—ἢ: διὰ τὸ πού καὶ νύ τὸν ἤ ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτικός. A. 465. πρίν γ ’ ἔτ ι : Διονύσιος ὁ Σιδώνιος τόν γέ ἐκ πλήρους ποιεῖ· οὕτως καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖσθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔστιν οὖν τὸ τί καθ’ ὕπαρξίν τινα λεγόμενον, ἢ καὶ παρελκόμενον, ὁμοίως τῷ «ἤ νύ τοι οὔτι μέλει Τρώων πόνος» (Il. Χ 11) καὶ «μήτι φόβον δ’ ἀγόρευε» (Il. |
| 3,2 58 | Ε 252) καὶ «μή τί μευ ἠΰτε παιδὸς» (Il. Η 235). οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται συναλοιφὴν εἶναι. A. 489. τὰ πρῶτ α : τινὲς πρωτ ά, ὡς γνωτά, ἵν’ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. A. 518. ἠθεῖ ε : Ἀρίσταρχος προπερισπᾷ ὡς οἰκεῖε. καὶ ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα σεβασμὸν προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθ’ Ὅμηρον. A. ΕΙΣ ΤΗΝ Η. 6. καμάτῳ δ ’ ὑπὸ γυῖα λέλυντα ι : ὑπ ό : οὐκ ἀναστρεπτέον διὰ τὸν σύνδεσμον. ἄλλως τε καὶ τὸ ἑξῆς ἐστιν ὑπολέλυνται. A. 31. ἐπεὶ ὣς φίλον ἔπλετο θυμ ῷ : βαρυτονητέον τὸ ὥς· δηλοῖ γὰρ τὸ οὕτως. A. 63. πόντον ἐπὶ φρί ξ· ὁ Ἀσκαλωνίτης ἀναστρέφει πόντον ἔπι· οὕτως καὶ οἱ ἄλλοι. καὶ ἄμεινον· οὐδὲν γάρ ἐστι τὸ ἐπιφρίξ, χωρὶς εἰ μὴ παρέλκῃ ἡ πρόθεσις. ὅπερ οὐ πιθανόν. οὐ γὰρ κατεπείγει. A. 64. μελάνε ι : ὡς οἰδάνει ὁ Ἀσκαλωνίτης· ἐκ γὰρ τοῦ μελαίνει, φησίν, ἐνδείᾳ τοῦ ι ἐγένετο. A. 110. τὸ σχέο τὴν ὀξεῖαν ἴσχει ἐφ’ ἑαυτοῦ νῦν. ὅταν μέντοι ἀπολάβῃ τὴν πρόθεσιν, τὸ τηνικαῦτα ἀναπέμπει τὸν τόνον, ἀνάσχεο. A. 129. 130. ἀκούσαι—ἀείρα ι : παροξυτονητέον ἀμφότερα· ἔφαμεν γὰρ τὴν αι δίφθογγον ἐν εὐκτικοῖς μακρὰν εἶναι (A 255). A. 135. Φειᾶ ς : περισπαστέον· ἑνικὴ γάρ ἐστι γενική· πρόδηλον κἀκ τῆς συντάξεως τοῦ τείχεσσ ι, παρὰ τοῖς τῆς Φειᾶς τείχεσι. A. 163. ἐπ ί : οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ σύνδεσμος. A. 167. ἐ π’ : οὐδὲ ἐνθάδε ἀναστρεπτέον, καὶ ὅτι συνήλειπται. A. ψιλωτέον τὸ Εὐαίμονος εἰς ἰδιότητα. προείρηται δέ. A. 177. ὁ Ἀσκαλωνίτης διαστέλλει ἰδὲ χεῖρας ἀνέσχο ν, ὡς «ἰδὲ κλέος ἐσθλὸν ἄροιτο» (Il. Ε 3) ἵνα γένηται καὶ χεῖρας ἀνέσχον. Ἀλεξίων δὲ τὴν κατειθισμένην παραλαμβάνει, λαοὶ δ’ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. οὕτως καὶ οἱ περὶ Ἡρακλέωνα. οὐκ ἀποδοκιμάζει μέντοι τὴν ἑτέραν ὁ Ἀλεξίων· καὶ ἡμῖν οὕτως δοκεῖ. A. 184. ἐνδέξι α : ὅταν ἀντὶ ἐπιρρήματος ᾖ τοῦ ἐπιδεξίως τὸ ἐνδέξια, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. A. 198. ἐμ έ : ἐν ὀρθῇ τάσει ἀναγνωστέον, ἵνα ἀντιδιαστολὴ πρὸς ἄπειρα πολέμου τινὰ πρόσωπα. A. 199. γενέσθαί τ ε : ἀλλεπάλληλοι ὀξεῖαι, καίτοι σπονδειακόν ἐστιν ἀλλ’ ἴσως ἵνα ἐκφύγωμεν τὸν διπλασιασμὸν τοῦ ῥήματος, λέγω δὲ τοῦ τετραφέμεν τ ε, ὡς καὶ ἐν τῇ Τ τῆς Ὀδυσσείας (320) παραλόγως ἐνεκλίναμεν ἐν τῷ «ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαί τε χρῖσαί τε» ἵνα μὴ πληθυντικὸν ῥῆμα ὑπολάβωμεν. |
| 3,2 59 | A. 273. ὀξυντέον τὸ αὐτοσχεδό ν· τὰ γὰρ εἰς δον ἐπιρρήματα ἐπὶ (l. ἐν) τῇ συνθέσει φυλάσσουσι τὸν τόνον. BLV. 282. πιθέσθα ι : παροξυντέον· μέσος γάρ ἐστι δεύτερος ἀόριστος. ABLV. 289. πινυτή ν : Ἀρίσταρχος ὡς καλήν, καὶ ἐπεκράτησεν οὕτως ἡ παράδοσις. A. 334. ἀπὸ πρὸ νεῶ ν : τὰς δύο προθέσεις ἐγκλίνειν δεῖ, ἵνα ἡ μὲν ἀπό συντάσσηται τῇ νεῶν γενικῇ, ἡ δὲ πρό παρέλκηται. A. 362. ἀπόφημ ι : ὡς ἄπειμι· τὰ γὰρ ὀξυνόμενα τῶν ῥημάτων ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον. A. 393. ἦ μή ν : περισπᾶται ὁ ἦ· ἰσοδυναμεῖ γὰρ τῷ βεβαιωτικῷ. ὅμοιον δέ ἐστι τὸ «ἦ μὴν καὶ πόνος ἐστίν» (Il. Β 291). A. 425. νίζοντες ἄπ ο : τὸ ἑξῆς ἀπονίζοντες διὸ ἀναστρεπτέον. A. ΕΙΣ ΤΗΝ Θ. 4. θεοὶ δ ’ ὑπὸ πάντες ἄκουο ν : ἡ ὑπό φέρεται καὶ ἐπὶ τοῦ (l. φέρεται ἐπὶ τὸ) ἄκουο ν· διὸ οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προθέσεώς ἐστιν ἰδεῖν ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα· «οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον» (Od. α 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἁπλῶς λεγόμενον τοῦ ὑπακούειν, ᾗ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τ’ ἐστὶν ἐκδέξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λεγομένοις. οὕτως οὖν τινες ἐδέξαντο «οὐδ’ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς» (97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη. διὸ ἐν ἑτέροις Ὀδυσσεὺς ἐπαινούμενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώπτεσθαι, ἐν οἷς φησι «Τυδείδη μή τ’ ἄρ με μάλ’ αἴνεε μή τέ τι νείκει» (Il. Κ 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγμένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπήκουον τῷ Διῒ ὡς ὑποτεταγμένοι. A. 18. εἴδετ ε : ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον, ἢ ἐναλλαγὰς ἐγκλίσεων, ὡς τὸ «ὅθ’ ἡδέϊ λέξεται ὕπνῳ» (Il. Δ 131)· «ὄφρ’ εὖ πᾶσαι εἴδετ’ ἀκούουσαι» (Il. Σ 52)· «μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτόθι τεθνηῶτα» (Il. Τ 403)· «ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο» (Il. |
| 3,2 60 | Ρ 452)· «αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας» (Il. Α 66). A. 110. τώδ ε : παροξύνεται τὸ τώδε· παραλόγως· ἀληθὲς γὰρ ὡς ὅτι τὰ διὰ τοῦ δε ἐπεκτεταμένα, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν, προπερισπᾶται. ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ’ ὅμως πάλιν ἐπεκράτει καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ ζʹ, ὅπου περὶ τοῦ ἰῷ διαλαμβάνει. (Ζ 422. v. quaest. ep. 134 not.) A. 125. καὶ ἀχνύμενός περ ἑταίρο υ : πε ρ : οὐκ ἔστιν ἡ περί πρόθεσις, ἀλλ’ ὁ πέρ σύνδεσμος ἐναντιωματικὸς καὶ ἐγκλιτικός· διὸ τὸ τέλος τῆς μετοχῆς ὀξυτονητέον. A. 157. φύγαδ ε : ὡς ἅλαδε· καὶ ἤτοι τὴν φυγὴν φύγα εἶπεν κατὰ μεταπλασμόν, ὡς τὴν σκέπην σκέπα· ἢ ὡς τὸ οἶκον δὲ οἴκαδε. οὕτως φυγὴν δὲ φύγαδε. A. 161. περὶ μέν σε τίο ν : ἡ σέ ἐγκλιτική ἐστιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατ’ ἀρχὴν χρόνον. διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆσις παρὰ τῷ ποιητῇ (Β 808). A. 163. ἀν τ’ : κακῶς ὅσοι ἀναστρέφουσαν· ἡ γὰρ ἀντί ἀναστρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται. A. 177. ο ἵ : Ἀρίσταρχος τὸ οἵ ἄρθρον φησίν, ὁ δὲ Σιδώνιος οἷα τὸ πλῆρες, οὐχ ὑγιῶς. V. 178. ἀβλήχ ρ’ : Ἡρακλείδης ὁ Μιλήσιος βαρύνει ὡς ἄσιτα· λόγῳ δὲ χρῆται τούτῳ ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρόν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος· σημαίνει γὰρ τὸ ἀσθενές (cf. Cram. Epimerism. I p. 95). ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ ἀβληχρήν, πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῷ· οὕτως γὰρ παρεσχηματίσθη ὡς πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶς. οὕτως ἀβληχρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους, λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ ἄβληχρος. ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʹ «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοιαί» καὶ ὁ Νίκανδρος «βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα» (Ther. 446). τοῦτο δὴ πλεονάσαν τῷ α φυλάξει τὸν αὐτὸν τόνον λαλητός ἀλαλητός, στεροπή ἀστεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲς λέγομεν, ὅτι πλεονασμὸς τοῦ α φυλάσσει τὸν αὐτὸν τόνον ἀεί· οἶδα γὰρ τὸ ἄδορος ἀγαυρός, ἄσταχυς. A. 178. οὐδενόσωρ α : ὡς κυνόσουρα ὑφ’ ἓν κατὰ σύνθεσιν, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύνθεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται ἀλλ’ οἵγε ποιηταὶ τολμῶσι ξένας συνθέσεις. |
| 3,2 61 | A. 217. τὸ κηλέῳ ὡς μελέῳ γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον κήλειον, ὡς παρὰ τὸ μῆλον μήλειον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ κηλέῳ· ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ «σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος» (Il. Ο 744). A. 229. ὅτε δὴ φάμε ν : οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις γένηται ὁμοίως τῷ «μήτε σὺ Πηλείδήθελε» (Il. Α 277). ἐπὶ μὲν γὰρ τοῦ ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν ὡς εἴρηται (l. l.)· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε , ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσῳδίαν, καί ἐστιν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ «Τηλεμάχῳ ὁδὸς ἧδε· φάμεν δὲ οἱ οὐ τελέεσθαι» (Od. π 347). A. Cod. Τηλέμαχος δ’ ὡς εἶδεν, φάμεν δέ οἱ, οὐ τελέομεν. 233. Τρώων ἀν θ ’ ἑκατό ν : ἐπὶ τὴν ἀνθ’ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ γονύπεσος· καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας· ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις, εἴγε ἐπὶ γενικὴν φέρεται. A. 240. δημό ν : δημόν Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους· τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, λέγων τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ παρὰ τὸν δασμόν· τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τὸ λίπος. δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω γένοιτο δέεμος καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος. τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως. A. 257. φύγαδε ὡς οἴκαδε. A. 276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππο ν : ψιλωτέον πάντα, ἵνα κύρια γένηται. παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμοπάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκείμενον αὐτοῦ πατρωνυμικὸν τυγχάνῃ. A. 283. ὅ ς ’ ἔτρεφ ε. ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς. A. 290. ἢ τρίπο δ ’ ἠὲ δύω ἵππου ς : παραδιαζευκτικὸς ὁ ἤ, ὧς τὸ «ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι» (Od. ε 484). A. 328. νάρκησε δὲ χεὶρ ἐπὶ καρπ ῷ : τινὲς προπεριέσπασαν τὸ χειρ, ἵν’ ἔχῃ ἐντέλειαν πτώσεως αἰτιατικῆς. ὁ μέντοι Ἀσκαλωνίτης ὀξύνει, καὶ εὐθεῖαν παραλαμβάνει, ἵνα καὶ σχῆμα γένηται. A. 355. ἀνεκτῶ ς : ὡς ἀνδρικῶς Ἀρίσταρχος περισπᾷ. λέλεκται δὲ ἡμῖν περὶ τῆς προσῳδίας, ὁπότε διελάβομεν περὶ τοῦ «ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται, οὐκέτ’ ἀνεκτά» (Il. Α 573). A. 379. |
| 3,2 62 | ἦ τι ς : περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα διαπορητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ὢν περισπασθήσεται. A. 402. γυιώσει μέν σφωϊ ν : σφωϊ ν : ἐγκλιτικὴ νῦν ἐστιν ἡ ἀντωνυμία· τρίτου γὰρ προσώπου, τὰ δὲ τρίτα δυϊκὰ τό τε σφωέ καὶ σφωΐν ἐγκλιτικά ἐστιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ σφωϊν , προπερισπᾶται· ὀρθοτονεῖται γάρ· «γυιώσειν μὲν σφῶϊν» (416). A. 441. ἀμβωμοῖσι Χρύσιππος ὑφ’ ἓν προφέρεται· ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ «χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν» (Od. η 100). χρὴ μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφεται κἂν παράθεσις ᾖ ὁμοίως τῷ «ἂμ φόνον, ἂν νέκυας» (Il. Κ 298). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ ὀρθογραφίας εἴρηται. A. λῖτ α : μεταπλασμός ἐστιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς α λήγουσα βαρύνεται, ὑπεσταλμένης τῆς τινά. ἀπαθὴς διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. A. 474. ὄρθα ι : ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐστι βαρύτονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ «ὅτε τ’ ὤρετο» (Il. Μ 279), «ὦρτο πολὺ πρῶτος μέν» (Il. Η 162). A. 527. κηρεσσιφορήτου ς : συνθέτως ἀνέγνω ὁ Ἀρίσταρχος καὶ οἱ πλείους· ἴσως δὲ ἐπεὶ ἀναλύει αὐτὸ «οὓς κῆρες φορέουσιν»· ἔθος γὰρ αὐτῷ πολλάκις τὰ σύνθετα ἀναλύειν. οὐδέποτε δὲ δοτικὴ ἐπεκτεταμένη κατ’ ἀρχὴν συντέθειται, οἷον πᾶσι καὶ πάντεσσι—πασιμέλουσα (Od. μ 70), οὐχὶ παρὰ τὴν πάντεσσι ἡ σύνθεσις· Ναυσικάα, Ναυσίθοος, ἐγχεσίμωροι, τειχεσιπλήτης. κατ’ ἀρχὴν δὲ προσέθηκα διὰ τὸ παρ’ Ἐπιχάρμῳ κατὰ τέλος συντεθειμένον «γυναικάνδρεσσι ποθεινοί». εἴπερ οὖν τοῦτο ἀληθές, δῆλον ὅτι παράλογον τὸ κηρεσσιφορήτους κατὰ σύνθεσιν ἀναγνωσθέν. ἀλλ’ ὅμως ἐπεκράτησεν ἡ Ἀριστάρχειος, δι’ ὃν εἴπομεν λόγον. A. 557. πρώονε ς : ὡς σώφρονες· τὸ γὰρ πρῶνες πληθυντικὸν διῃρέθη καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη. A. ΕΙΣ ΤΗΝ Ι. 6. Νικίας καὶ Πάμφιλος δασύνουσι τὸ αμυδι ς , ἐπεὶ παρὰ τὸ ἅμα ἐγένετο. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν, πολὺ δὲ πρότερον καὶ οἱ περὶ Ἀρίσταρχον, καθότι, φασί, φιλεῖ πως τὰ ἀπὸ δασέων πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι, ἡμέρα ἦμαρ, ἡδονή ἦδος. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς «πάντ’ ἄμυδις κεφαλῆς» (Il. Μ 385). ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο, ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις καὶ ἐξαιρέτως τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο, ᾗ διὰ τοῦ υ ἐξηνέχθησαν. |
| 3,2 63 | ἐχρῆν οὖν ἁμάδις τι εἶναι ὡς χαμάδις. τροπὴ δὲ τοῦ α ἐγένετο εἰς τὸ υ , ὡς τὸ σάρκες σύρκες. καὶ ἐπεὶ Αἰολικὴ ἡ τροπή, καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα. A. 7. τὸ παρέξ παρὰ τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστί, καὶ ἐγκλίνονται αἱ δύο προθέσεις, διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ ἐξ· «παρὲκ μέγα τειχίον αὐλῆς» (Od. π 165). ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς ἐξ προθέσεως, ἔσθ’ ὅτε καὶ τῆς παρά «ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετον» (Od. μ 276)· «ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ» (Il. Κ 349). ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά, ἵν’ ᾖ ἔξαλος. ἄλλοι δὲ τὴν παρά κυρίως κεῖσθαι, ἵνα γένηται παρ’ ἅλα φῦκος, καὶ τὴν ἐξ συντάσσεσθαι πρὸς τὸ ἔχευαν, ὅπερ καὶ βέλτιον· παρ’ ἁλὶ φῦκος ἐξέχευαν ....... μετὰ γοῦν τῆς διά οὖσα ἡ ἐξ οὐ τρέπει τὸ ξ · «διὲξ σωλῆνος εἰς ἄγγος» (Archilochi v. Et. M. p. 324, 16). Τυραννίων δὲ ἓν μέρος λόγου ἤκουσεν, ἵν’ ᾖ ἐπίρρημα. καὶ βαρύνει· καὶ ἔχει λόγον, ὡς Ἡρόδοτος ἐν δʹ (46) «πάρεξ τοῦ Σκυθικοῦ ἔθνεος». ἀλλ’ οὐ παρ’ Ὁμήρῳ. A. 73. ὑποδεξείη ὡς Ἀργείη, τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ προσῳδίᾳ· ἐν μέντοι τῇ καθόλου οὕτως. «πᾶσά τοί ἐσθ’ ὑποδεξίη»· ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι . ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τῶν ἀντιγράφων παράδοσις. D. 102. τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἕξω μέλλοντος δασυνομένου μέσος ἐστίν. A. 130. Λεσβίδας—ἐξελόμη ν : Ἀρίσταρχος ψιλοῖ καὶ πρόθεσιν παραδέχεται ὥστε εἶναι ἓν μέρος λόγου. A. 134. ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶ ν : τὸ η τὸ πρῶτον δασυντέον· ἔστι γὰρ ἰσοδυναμοῦν τῷ ὥς, διὸ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις. ὡς γὰρ λέγομεν «ὥστε γὰρ ἢ παῖδες νεαροί» (Il. Β 289) οὕτως «ἥ τε ξείνων θέμις ἐστίν» (Od. ι 268). τὸ δὲ ἠδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί, ὁμοίως τῷ «ἠδ’ εὔφρονα καρπὸν ἀμᾶσθαι» (Hes. Op. et D. 771). A. 147. |
| 3,2 64 | ἐπιμείλι α : Ἀρίσταρχος ἓν μέρος λόγου παρέλαβεν ὡς ἐπιφέρνια. Ἀπολλόδωρος δὲ διαλύει, ἐπί, εἶτα μείλια· οὕτως δὲ καὶ Ἀλεξίων· καί ἐστι τὸ ἑξῆς ἐπιδώσω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ τόνου, πότερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προπαροξυνόμενον πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακράν, διὰ τοῦ ι ἐκφερομένην, ἤτοι μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Σίγριον, λείριον, ἴτριον. οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα, ὥσπερ τὸ ἰνίον· τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον. A. 150. Ἱρή ν : Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ ἱρήν, εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ «Ῥίπην τε Στρατίην τε» (Il. Β 606), «Ὄρθην» (Ὀρθήν, ib. 739). ἡ δὲ αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος . καὶ πάλιν ὡς ἐπ’ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καί ἐστιν ὁρίσασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων Πινυτή, «μήτηρ πινυτή» (Od. υ 131)· Ἀγαυή. οὕτως καὶ Ἱρή. A. 153. πᾶσαι δ ’ ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντο ς : ὡς κέαται. σημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παραγωγὸν ναίω. ὅσοι δὲ παροξύνουσιν ὡς ἐπὶ τοῦ ἔσχαται κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδ’ εὐθεῖαν δὲ ὑγιῶς παροξύνουσιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι· Ἀπολλώνιος (? Ἀπολλόδωρος ex schol. L) δὲ διὰ τοῦ κ γράφει κέαται. A. 164. διδοῖ ς : ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος. καὶ γὰρ τὸ τρίτον «εἰ μὲν γὰρ μὴ δῶρα διδοῖ» (Il. Ι 515). A. 167. οἱ δέ: βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συνδέσμου. A. 184. περισπαστέον τὸ πεπιθεῖ ν· δεύτερος γὰρ ἀόριστος. ABL. 197. ἦ φίλοι ἄνδρες ἱκάνετο ν . ἦ τι μάλα χρε ώ : ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ. A. 202. καθίστ α : εἰ καθίστανε τὸ πλῆρες, οὕτως καὶ ἐπὶ τῆς ἀποκοπῆς. εἰσὶ δὲ οἳ ἐκτείνουσιν, ἀπὸ τοῦ ἱστῶ τὴν κλίσιν παραλαμβάνοντες. A. 206. κρεῖον ὡς θεῖον. γέγονε δὲ παρὰ τὸ κρέας. A. 220. |
| 3,2 65 | θυηλά ς : ὡς ἀπαρχάς. τὰ δὲ διὰ τοῦ ηλη μονογενῆ ὑπὲρ δύο συλλαβὰς καὶ ὀξύνεται, ὥσπερ τὸ γαμφηλή, θυηλή, καὶ βαρύνεται, ὡς τὸ ἀνθήλη. A. 230. ἐν δοι ῇ : περισπαστέον· δοτικὴ γὰρ ἀκόλουθος εὐθείᾳ τῇ δοιός, οὗ τὸ θηλυκὸν δοιή. A. 236. Ἀρίσταρχος ὑφ’ ἓν μέρος λόγου τὸ ἐνδέξι α, ἐπὶ τὴν δε συλλαβὴν τὴν ὀξεῖαν ποιῶν· ὁ δὲ Ἀσκαλωνίτης κατὰ παρολκὴν παραλαμβάνει τὴν ἐν πρόθεσιν, ὥστε εἶναι δέξια σήματα φαίνων. ἄμεινον δὲ τὸ πρότερον. A. 240. ἠ ῶ : τὴν ἠῶ κατ’ αἰτιατικὴν πτῶσιν περισπαστέον, καὶ τὴν αἰδῶ, οὐ μὴν καὶ τὸ Λητώ καὶ τὰ τοιαῦτα πάντα· ἀλλὰ τὰ μὲν εἰς ω λήγοντα θηλυκὰ ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ὁμοτονήσει ὀξυνόμενα, τὸ δὲ ἠώς καὶ αἰδώς μόνα ἕξει ἐπ’ αἰτιατικῆς τὴν περισπωμένην τάσιν. A. 292. οὕτως Ἱρήν ὀξυτόνως, ὡς ἐν τῇ καθόλου. A. 321. περίκειτα ι : ὁ Ἀσκαλωνίτης δύο ποιεῖ, περί, εἶτα κεῖται, καὶ προπερισπᾷ· σημαίνει δέ φησι τὸ περισσῶς κεῖται. εἰσὶ δὲ οἳ ὑφ’ ἓν ἀναγινώσκουσι περίκειται ὡς ἀντίκειται, οἷς συγκατατίθεμαι· τί γάρ ἐστι τὸ κωλῦον καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖν; A. 336. θυμαρέ α : τῇ ψυχῇ ἀρέσκουσαν, θυμήρη. σύνθετον δέ ἐστι παρὰ τὸ ἄρω θυμαρής, καὶ οὕτως ἀνέγνωμεν «Εὔμαιος δ’ ἄρα οἱ σκῆπτρον θυμαρές» (Od. ρ 199) διὰ τοῦ α . οὐ γάρ ἐστι παρώνυμον διὰ τοῦ ηρης , τὰ γὰρ διὰ τοῦ ηρης καὶ ωδης παρώνυμα βαρύνεται, ξιφήρης, ὀλιγήρης, τοξήρης, ὀνώδης καὶ βοώδης. A. 342. αὐτο ῦ : ὁ Ἀσκαλωνίτης δασύνει, σύνθετον ἐκδεχόμενος τὴν ἀντωνυμίαν, ἀγνοῶν ὅτι Ὅμηρος οὐδέποτε συνθέτῳ κέχρηται ἀντωνυμίᾳ. διὸ καὶ τὰς τοιαύτας κατὰ διάλυσιν ἀναγινώσκομεν «καὶ μαχόμην κατ’ ἔμ’ αὐτὸν ἐγώ» (Il. Α 271) καὶ «πυκάσασα ἓ αὐτήν» (Il. Ρ 551). τί οὖν ἐστιν ἐνθάδε λέγειν; ἢ ὅτι λείπει ἡ ἕο; ὡς τὸ «ἕο τ’ αὐτοῦ πάντα κολούει» (Od. θ 211), οὕτως καὶ ἐνθάδε «τὴν ἕο αὐτοῦ φιλέει». A. 343. δουρικτήτη ν : δουρικτήτη, ὡς ἀριγνώτη, ἵνα τοῦ δουρίκτητος παρώνυμον ᾖ· οὕτως γὰρ φιλεῖ σχηματίζειν ὁ ποιητής, ἀμφιρύτη, περιξέστη. A. 353. οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτω ρ : δύναται τῇ γενικῇ συντάσσεσθαι καὶ μὴ πάντως σημαίνειν τὸ ἄπωθεν. A. 392. ὅστις ο ἷ : εἰς ἁπλῆν μεταλαμβάνεται ἡ ἀντωνυμία, ὅστις αὐτῷ· ὅμως δὲ ὠρθοτονήθη (v. Apoll. pron. 54). περισπασθήσεται οὖν. δείκνυται δὲ ἐν τοῖς περὶ ἀντωνυμιῶν ὡς ὅτι ἡ ἐμοί ἐπὶ δοτικῆς καὶ ἔτι ἡ σοί ὀξύνονται, ἡ δὲ οἷ περιεσπάσθη ἀνακολούθως. A. 393. |
| 3,2 66 | σόωσ ι : Τυραννίων προπερισπᾷ ὡς νοῶσιν, ὡς ἀπὸ τοῦ σοῶ περισπωμένου, ἐπεί, φησί, καὶ τὸ εὐκτικὸν κατὰ ἀποκοπὴν εἶπεν «ἥ κέν σφιν νῆάς τε σοῷ καὶ λαὸν Ἀχαιῶν» (424) καὶ τὸ δεύτερον «ὅππως κεν νῆάς τε σοῷς καὶ λαὸν Ἀχαιῶν» (681). Ἀπίων δὲ διὰ τοῦ α γράφει, ἐπεὶ καὶ ἐν ἄλλοις οὕτως εὑρίσκεται, «σάωσε δὲ νυκτὶ καλύψας» (Il. Ε 23) καὶ «τὸν μὲν ἐγὼν ἐσάωσα» (Od. ε 130) καὶ «ἀλλὰ σάω μὲν ταῦτα, σάω δ’ ἐμὲ» (Od. ν 230)· καὶ ἐπὶ μέλλοντος «κερδαλέης εἴ τίς κεν ἐρύσεται ἠδὲ σαώσει» (Il. Κ 44). ἡ δὲ πλείων χρῆσις, ὧν ἐστι καὶ ὁ Ἀσκαλωνίτης, ὡς σώζωσι. καὶ δῆλον ὅτι τοῦ σώωσι συστολὴν αὐτοὺς δεῖ παραδέξασθαι. πρόδηλον κἀκ τῆς μετοχῆς· «τὼ δ’ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους» (Od. ι 430). A. 398. ἔνθα δ έ : δύο μέρη λόγου. «ἔνθα δέ τοι θάνατος» (Il. Υ 390), «ἔνθα δέ κ’ αὖθι μένων» (Od. ε 208), «ἔνθα δὲ νῦν τρέψας ἀπὸ τείχεος» (Il. Χ 16). A. 426. ἀπομηνίσαντο ς : ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ τὴν εὐθεῖαν οὕτως οἶδεν «ἀπομηνίσας» (Il. Β 772). οὕτως οἶδε καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων. καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀναγνωστέον. A. 449. περιχώσατ ο : οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται περὶ παλλακίδος· οἱ δὲ περιχώσατο ἀνέγνωσαν, ἵνα σημαίνηται τὸ περισσῶς. καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις. οὕτως δὲ καὶ Ἀλεξίων. A. 452. προμιγῆνα ι : πρὸ τοῦ πατρὸς μιγῆναι· ἢ περισσεύει ἡ πρόθεσις. A. 456. θεοὶ δ ’ ἐτέλειον ἐπαρά ς : εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐτός, ὡς «ἐπιβουκόλος ἀνήρ» (Od. γ 422) «καὶ ἐπισμυγερῶς» (ib. 195.) εἴτε τὸ ἑξῆς ἐστιν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ συναλειφθεῖσαι οὐκ ἀναστρέφονται σεσημειωμένου ἐκείνου «στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεναι» (Il. Σ 191). A. 470. εἰνάνυχες ὡς μονώνυχες, ἀπ’ εὐθείας τῆς εἰνάνυξ. A. ? 485. καί σ ε : οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· οὐδὲ γὰρ ἀντιδιαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν ἀναγνωστέον. A. 494. ἀλλὰ σ έ : ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ δείξεως. A. 502. παραβλῶπε ς : προπερισπαστέον ὁμοίως τῷ τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ Κύκλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτων. A. 505. ἀρτίπο ς : πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ ἀελλόπος καὶ τρίπος. A. 506. ἐκτατέον τὸ φθάνει διὰ τὸ μέτρον. A. 509. |
| 3,2 67 | Ad h. v. A habet: ἡ διπλῆ ὅτι περισσὸς ὁ δέ σύνδεσμος. διὸ οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον. Hic est cur coniicias Aristonici et Herodiani notas per epitomatorem coaluisse, et ultima de accentu non fuisse apud Aristonicum sed potius ab Herodiano esse. Est tamen aliquid dubitationis praesertim inspicienti scholia ad Β 189. (συνεγκλιτικὸς Apollon. coni. 526, 16. ἀσυνέγκλιτος ib. 508, 1.) 516. ἐπιζαφελῶ ς : ὡς χαλεπῶς. παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δέ, ἐπεὶ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρυτόνως, ἢ καὶ ἐκεῖνο κατ’ ὀξὺν προφέρεσθαι τόνον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τούτῳ, ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος, ζάκοτος. οὕτως ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λως ἐπιρρήματα, παραληγόμενα τῷ ε , ὡς ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, ἐντελῶς, ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ εὐτραπέλως, ἰκέλως. A. 526. παραρρητο ί : ὡς παραμυθητοί καὶ νοητοί κατ’ ὀξεῖαν τάσιν. A. 529. Κουρῆτε ς : οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστολὴν τοῦ «κούρητες Ἀχαιῶν (Il. Τ 248). οὐκ ἐχρῆν δέ, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ κουρῆτες ἐν τῇ κλίσει τῶν ὀνομάτων. A. 540. ἔθω ν : ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς «ἥ ἑ μάλιστ’ εἴωθε» (Il. Ε 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ ς , σέθεν ἕθεν. τὴν γὰρ ὑπό τινων φερομένην ἔδων παραιτητέον. A. 567. κασιγνήτοι ο : ὡς Ἀδμήτοιο. τινὲς δὲ προπερισπῶσιν ὡς λευκοῖο, ἵνα γένηται κασιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φασίν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυναμεῖν τοῦ κασιγνητικοῦ. A. 571. ἠεροφοῖτι ς : τὰ εἰς ις παρώνυμα θηλυκά, παρακείμενα τοῖς εἰς ης ἀρσενικοῖς βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρᾷ παραλήγοιτο, πρωθῆβις, πολιῆτις, ἀλεῖτις, πλανῆτις, πρεσβῦτις. οὕτως δὲ καὶ ἠεροφοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστίν, ἀνεβίβασε τὸν τόνον, ἀρτόπωλις, ἀλφιτόπωλις· ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, παράκοιτις, ἄκοιτις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκὸν ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται, ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστι σύνθετον. A. 582. ἐ π ’ ἐμβεβαώ ς : εἴτε ἓν μέρος λόγου ἐπεμβεβαώς, ὡς ἐμμεμαώς, εἴτε τῇ ὁδοῦ γενικῇ συνάπτεται, οὐ δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ. A. 605. |
| 3,2 68 | τιμῆς ἔσεα ι : τινὲς τὸ τιμῆς διὰ τοῦ ι γράφουσιν, ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε «καὶ χρυσὸν τιμῆντα» (Il. Σ 475). καίτοι λόγος ἐστίν, ὡς πᾶσα εὐθεῖα ἀρσενικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις. Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ι , οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· τιμῆς γάρ φησιν ἄξιος ἔσῃ. ὁ δὲ Χαῖρις βοηθῶν αὐτῷ φησιν ὅτι ἐπιφέρει «οὔτι με ταύτης χρεώ τιμῆς». A. ἀλαλκώ ν : ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. ὡς ἀγαγών καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν. A. 614. ἵνα μημοι ἀπέχθηαι φιλέοντ ι : ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μημοι τὰς δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί κατ’ ὀρθὴν τάσιν· συγκριτικὴ γάρ ἐστι, φησίν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησιν. ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα, ὁμοίως τῷ «μή μοι οἶνον ἄειρε» (Il. Ζ 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε , ἀλλ’ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ «ἤ μ’ ἀνάειρε ἢ ἐγώ σε» (Il. Ψ 724) καὶ τῷ «τάχα δή με διαρραίσουσι καὶ αὐτόν» (Od. α 251), εἴγε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατ’ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ τοῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγνωσιν. A. 680. αὐτόν σ ε : ὁ Ἀσκαλωνίτης ὀρθοτονεῖ τὴν σέ, ἐπεί, φησίν, ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου ὁρίσασθαι, παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνεγνωσμένα δι’ αἰτίαν τινά· «κελεύετέ μ’ αὐτὸν ἑλέσθαι» (Il. Κ 242)· «ἦ μή τίς ς’ αὐτόν» (Od. ι 406). ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτός. ἐγκλιτικῶς οὖν ἀναγνωστέον. A. ΕΙΣ ΤΗΝ Κ. 18. Πάμφιλος τὴν ἐπί ἀναστρέφει· πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκαλωνίτης. A. 19. εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτ ο : εἰσὶν οἳ ἀνέγνωσαν καθ’ ἓν μέρος λόγου, ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι μέρη λόγου σὺν καὶ μῆτιν· τὸ δὲ ἑξῆς ἐστι συντεκτήναιτο μῆτιν. A. 25. οὐ δὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζαν ε : Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθ’ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθείᾳ· ὁ δὲ Ἀσκαλωνίτης τὸν αὖ σύνδεσμον παρελάμβανε, καὶ τὸ τῷ ἰσοδυναμοῦν τῷ τούτῳ, ὁμοίως τῷ «τοῦδ’ αὖ τοῦ λυκάβαντος» (Od. ξ 161). |
| 3,2 69 | ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι τοῦ τοῦδ’ αὖ τοῦ λυκάβαντος κατεπεῖγόν ἐστιν αὖ, εἶτα τοῦ ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαινομένου τὸ αὐτοῦ (cf. schol. Q eo loco). A. 38. Ἀρίσταρχος ἐπίσκοπον ὡς κατάσκοπον. Νικίας δὲ ἀναστρέφει τὴν ἐπί, ἵν’ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ἐπισκοπόν ὡς ἀγακλυτόν, ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι· καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει· «δμωάων σκοπός ἐσσι» (Od. χ 396) «καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων» (Od. θ 163). A. 56. φυλάκω ν : ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων. A. 65. τὸ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ ἤμβροτες. τινὲς γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν ἀλλ’ ἁμαρτεῖν, ὥστε καὶ στέρησιν ἐγκεῖσθαι. A. 67. ἐγρήγορθα ι : τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντες, οὐκ ἐχρῆν δέ. εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγορέναι, εἴτε παθητικός, ὀφείλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι, τετίλθαι, ἐσπάρθαι· μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγόμενα, μὴ παρ’ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι, ἢ τῇ Αἰολίδι, τέτορθαι, μέμορθαι, ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνος ὁμοίως τοῖς προκειμένοις. A. 93. αἰνῶς γὰρ Δαναῶν περιδείδι α : πιθανώτερόν πως ἐστιν ἀναστρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον. A. 95. ἐκθρώσκε ι : Νικίας κατ’ ἰδίαν τὴν πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γίνηται ἐκ στηθέων θρώσκει. ἄμεινον δὲ ἓν ποιεῖν, ἐκθρώσκει ὡς ἐκτρέχει. A. ὑπ ό : κακῶς Νικίας ἀναστρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ. A. 105. ὅσα πού νυν ἐέλπετα ι : τὸ νῦν ἐνθάδε συσταλτέον διὰ τὸ μέτρον, ὥσπερ καὶ ἐπὶ τοῦ «δεῦρό νυν ἢ τριπόδος» (Il. Ψ 485). A. 109. δουρὶ κλυτό ν : τὸ κλυτός, εἰ πτωτικὸν κατάρχοι ἐν συνθέσει, βαρύτονόν ἐστι, τοξόκλυτος, ὀνομάκλυτος, εἰ δὲ ἄπτωτον φυλάσσει τὸν αὐτὸν τόνον, περικλυτός ἀγακλυτός, διὸ σημειωτέον τὸ ναυσικλυτός ὀξυνόμενον. ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς· κατ’ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε , ἐν δὲ συνθέσει διὰ τοῦ α , Ναυσικάα, Ναυσίθοος. |
| 3,2 70 | τὸ μὲν οὖν δουρὶ κλυτός ἐν παραθέσει ἐστίν. A. 134. οὔλη δ’ : ὡς κούρη· οὕτως γὰρ καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο «οὔλων τε ταπήτων» (Il. Π 224). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων καὶ Ἀρίσταρχος. καὶ μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν συνήθειαν, εἴ γε ὀξυτονοῦσι τὸ ὄνομα, λέγοντες οὐλὸς ἄνθρωπος καὶ οὐλὴ κόμη. οὐ δέον δέ· τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθ’ ἑτέρου φωνήεντος, βαρύνεται, πόλος, στόλος, θόλος, κοῖλος, δοῦλος. οὕτως καὶ οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ μοχλός, πολλός. τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι. A. 174. ἤ: ἄμφω τοὺς συνδέσμους ἐγκλιτέον. διαζευκτικοὶ γάρ εἰσιν. V. 210. τὴν σφίσι νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν. εἰς γὰρ σύνθετον. A. 242. κελεύετέ μ ’ αὐτό ν : Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ ῥήματι τελικόν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός ὀρθοτονοῦνται. ὁ μέντοι Ἀσκαλωνίτης καὶ Ἀρίσταρχος ἐγκλιτικῶς ἀνεγνώκασιν, ἐπὶ τὴν τε συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν, ἵνα μὴ ὡς κατάλληλον φανῇ τὸ ἐμαυτὸν ἑλέσθαι. A. 246. ἑσπομένοι ο : δύναται καὶ σπομένοιο, ὥς φησιν ὁ Ἀσκαλωνίτης· καὶ ὅμοιόν ἐστι τοῦ «ὁ δ’ ἑσπόμενος περὶ δουρί (Il. Ν 570). εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ «εἰ δέ συ (est nunc ἀλλὰ σοί) ὦ μέγ’ ἀναιδὲς ἅμ’ ἑσπόμεθ’» (Il. Α 158), ἀνάγκη πᾶσα κατ’ αὐτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι. A. 247. περίοιδ ε : οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν ἵνα γένηται περισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ Ἀρίσταρχος βούλεται. A. 258. καταῖτυ ξ : ἡ καταῖτυξ προπερισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ , τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνίοτε ἐκτείνει τὸ υ ἐπὶ τῶν ἄλλων πτώσεων, οἷον βόμβυκος, κήρυκος· τὸ γὰρ «κήρυκι Ἠπυτίδῃ» (Il. Ρ 324) συνέσταλται διὰ τὸ μέτρον. A. 266. Ἐλεῶνο ς : εἰσὶν οἳ ψιλοῦσιν. ὁ δὲ Ἀσκαλωνίτης φησὶ δασύνεσθαι. ἔστι δέ τινα ἃ ἱστορίᾳ τοπικῇ κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου. ἱστοροῦσι γὰρ οὕτως δασέως τὴν πόλιν λέγεσθαι· πῶς οὖν ἐν τῷ καταλόγῳ ψιλῶς ἀνέγνωμεν «οἵ τ’ Ἐλεῶν’ εἶχον» (Il. Β 500); φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν. εἰ μὴ λέγομεν ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν. |
| 3,2 71 | A. 273. κα τ ’ αὐτόθ ι : φασὶ παρέλκειν τὴν κατά· διὸ φυλάσσειν τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, συντάσσηται δὲ τῷ λιπέτην, οὐ δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος. A. 281. εὐκλεῖα ς : προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατ’ ἐπένθεσιν τοῦ ι · λέγει γάρ, δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξους. οἱ δὲ ἐκτείνοντες ἄνευ λόγου ἐκτείνουσιν. A. 292. Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡς μῆνιν· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον· Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ κατὰ μακρᾶς βραχείας ἐπιφερομένης οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπεσταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ εἴθε, αἴθε ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν. τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικὸν «ἤνις ἠκέστας» (Il. Ζ 94)· καὶ γὰρ πόλῑς λέγουσι καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν. A. 307. ο ἷ : ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον μεταλαμβάνεται. A. 335. κρατὶ δ ’ ἐπὶ κτιδέην κυνέη ν : ὁ Ἀσκαλωνίτης ἀναστρέφει ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροις φησὶ «τοῦ δ’ ἀπὸ μὲν κτιδέην» (458). A. 351. ἐπ ί : οὐδὲ ἐνθάδε ἀναστρεπτέον· μεταξὺ γὰρ πάλιν σύνδεσμος, ἐφ’ ὅσον ὅρια. A. 373. ἐΰξο υ : Πτολεμαῖος περισπᾷ: λέγων ἐκ τοῦ ἐϋξόου συνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐΰξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ εὔξου ὡς εὔνου. A. 466. δέελο ν : ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα καὶ ψιλοῦται τὸ δεύτερον ε . A. 475. πα ρ ’ αὐτῷ δ ’ ὠκέες ἵπποι Ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντ ο : ψιλωτέον τὸ ἐ ξ· τὸ γὰρ ἑξῆς ἐστιν, ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι. A. 505. 6. 7. ἠ: διαπορητικὸς ὁ ὕστερος, διὸ περισπαστέος· τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον. A. 546. ἦ τίς σφωε πόρε ν : τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς· «τίς τ’ ἄρ’ σφωε θεῶν» (Il. Α 8)· «ἀλλά σφωε δόλος καὶ δεσμός» (Od. θ 317)· ὥστε οὐκ οἶδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· «σφὼ δὲ μάλ’ ἠθέλετον» (Il. |
| 3,2 72 | Λ 782). ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παραφυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ «εἰ μή σφω’ Αἴαντε διέκρινον» (Il. Ρ 531) ἵνα τὸ διηνεκὲς φυλαχθῇ. A. 574. τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ σφίν. V. ΕΙΣ ΤΗΝ Λ. 24. βαρύνεται τὸ οἶμος ὡς οἶκος· δοκεῖ δέ μοι κατά τινα ἀφορμήν· φιλεῖ γάρ πως τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι, ὁπότε πρὸ τῆς ος συλλαβῆς σύμφωνον ἢ σύμφωνα ὑπάρχει—φημὶ δὲ διὰ τὸ Οἰός· οὕτως γὰρ λέγεται δῆμος παρ’ Ἀθηναίοις κατ’ ὀξεῖαν τάσιν—οἷον οἶκος, οἶτος, οἶκτος, οἶνος. οὕτως καὶ οἶμος. A. 35. λευκο ί : ὀξυτονητέον, ἵνα ἐπὶ τῶν ὀφθαλμῶν κέηται. εἰσὶ δὲ οἳ περισπῶσιν, ἵνα γενικὴ γένηται, ἐπίθετον τοῦ κασσιτέρου, κακῶς· ἔθος γάρ ἐστι παρὰ τῷ ποιητῇ τὴν Θεσσαλικὴν ταύτην καλουμένην γενικὴν εὑρίσκεσθαι, εἰ μὴ μέτρον κωλύοι· εἰ γὰρ κωλύοι, ἡ κοινὴ παραλαμβάνεται. παρεκτέταται τὸ κεφάλαιον Ἡρωδιανῷ. A. 36. ἡ ἐπί πρὸς τὸ ἐστεφάνωτο συντάσσεται· διὸ τὸν τόνον φυλακτέον. A. 51. φθά ν : ὁ Ἀρίσταρχος βαρύνει· καὶ δῆλον ὅτι ὑγιῶς· κοιμίζεται γὰρ ἡ ὀξεῖα ἐν τῇ συνεπεία· «Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε» (Il. Ν 1). ἔστι δὲ ὁ νοῦς τοιοῦτος, ἔφθασαν δὲ κατὰ τὸ πολὺ οἱ πεζοὶ τοὺς ἱππεῖς προδιαταγέντες ἐπὶ τῆς τάφρου. A. 68. ὄγμο ν : ὡς ὄλβον. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα ἢ πλείονα βαρύνεσθαι θέλει, οἷον ὄκνος, ὄμβρος, ὄρρος, ὄσσος, Ὄρθος (sc. Ὄρθος τὸ μονογενές ut loquitur Ω 316. ubi vid.) ὄρφος. οὕτως καὶ ὄγμος. A. 75. τὸ πάρεσαν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἐκ δὲ τοῦ παρῆσαν ἐγένετο. A. ἕκηλο ι : δασύνεται. τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεσθαι θέλει, ὁπότε μὴ ἐκ κλίσεως τυγχάνοι ῥήματος ἢ ἀπὸ προθέσεως. A. 88. ἅδο ς : δασυντέον· τὸ γὰρ α πρὸ τοῦ δ ὂν καὶ μὴ ἔχον στερητικὴν ἔννοιαν ἢ κρᾶσίν τινα δασύνεσθαι θέλει, στερητικὴν μὲν οὕτως ἀδαής, ἀδρανής, ἀδευκής, κατὰ κρᾶσιν ᾅδης. μὴ οὕτως δὲ ἔχον ἁδρός, ἁδινός, Ἁδρίας. διὸ καὶ τὸ Ἅδωνις κρεῖττόν ἐστι δασύνειν, ἵνα καὶ παρὰ τὸ ἁδεῖν τῇ δαίμονι ἐτυμολογηθῇ. A. 101. |
| 3,2 73 | βῆ ῥ ’ Ἶσο ν : κατὰ διάστασίν ἐστι, βῆ ῥα, εἶτα Ἶσόν τε καὶ Ἄντιφον. A. 141. ἕμε ν : δασυντέον· τὸ γὰρ εἷναι καὶ ἀφεῖναι παραγωγῶς γέγονεν ἕμεναι, ὡς τὸ θεῖναι θέμεναι. A. 160. κεί ν’ : λέγει ὁ τεχνικὸς ἐν τῷ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην συλλαβήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίσω συλλαβήν, καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖσα συλλαβὴ ἡ ἔχουσα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίσω συλλαβὴ φύσει μακρά, τῷ τονικῷ παραγγέλματι γίνεται περισπώμενον. περισπᾷ γοῦν τὸ δῆλον (δεῖλ’ Heyn.). ἐν δὲ τῇ Ὁμηρικῇ προσῳδίᾳ ἐναντιοῦται τούτῳ. A. 192. ἄλετα ι : ψιλοῦται εἴτε ἐπὶ τοῦ ἐκκλίνειν τάσσηται, ὥς φησιν ὁ Ἀσκαλωνίτης, εἴτε ἐπὶ τοῦ συστραφῆναι, ὡς καὶ Τυραννίων, ᾧ καὶ μᾶλλον συγκατατίθεμαι. πολλὴ δὲ ἡ κίνησις αὐτοῦ παρὰ τῷ ποιητῇ· ὁριστικὸς μὲν γὰρ δεύτερος ἀόριστος «τῇ ὕπο πᾶς ἐάλη» (Il. Ν 408) καὶ πληθυντικὸν τρίτον κατὰ συγκοπὴν «οἱ δή τοι εἰς ἄστυ ἄλεν» (Il. Χ 12), ἀπαρέμφατόν τε «ἢ λαοὺς εἰς τεῖχος ὁμοκλήσειεν ἀλῆναι» (Il. Π 714). καὶ ὥσπερ ἡ φανείς μετοχὴ οὕτως καὶ ἡ ἀλείς· «οἴμησεν δὲ ἀλείς» (Il. Χ 308) καὶ οὐδέτερον «ᾗ χειμέριον ἀλὲν ὕδωρ» (Il. Ψ 420), καὶ πληθυντικὸν ἀρσενικὸν «αὐτὰρ ἐπεί κ’ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες» (Il. Φ 534), καὶ γενικὴ «πόλις δ’ ἔμπλητο ἀλέντων» (Il. Φ 607). τούτου τοίνυν ὑποτακτικὸν ἄληται ὡς λάβηται. συστολὴ οὖν ἐγένετο ἢ μεταβολὴ ἐγκλίσεως ὁμοίως τῷ «ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων» (Il. Ι 409)· «ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπευτής» (Od. ξ 400) καὶ τὸ «ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ» (Il. Υ 173)· [τὸ δὲ ὅλον γέγονεν ἀπὸ τοῦ ἀλῶ, ὃ σημαντικόν ἐστι τοῦ πλανῶ, ὅπερ ψιλοῦται]. A. 223. Κισσῆ ς : ὡς Ἑρμῆς· καὶ μήποτε παρὰ τὸ Κίσσος παρώνυμόν τι ἐγένετο Κισσέας καὶ κατὰ συναλοιφὴν Κισσῆς. A. 239. ο ἷ : ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις. A. λί ς : ὁ μὲν Ἀρίσταρχος ὀξύνει· ὁ δὲ Αἰσχρίων περισπᾷ. ὡς γὰρ παρὰ τὸ μῦς μῦν φησι καὶ νοῦς νοῦν οὕτως καὶ λῖς λῖν· «ἐπί τε λῖν ἤγαγε δαίμων» (480). καὶ ἔστι συγκατατίθεσθαι τῷ Αἰσχρίωνι, ὅτι μᾶλλον ὀφείλει περισπᾶσθαι, εἰ καὶ μηδὲν τῶν εἰς ις ληγόντων καὶ ἀρσενικὸν γένος ὑπισχνουμένων περιεσπάσθη. καὶ τάχα καθ’ ἕτερον λόγον, ἵνα τὸ ἐπιθετικὸν καὶ σημαῖνον γένος θηλυκὸν καὶ ὀξυνόμενον ἀποφύγῃ. λέγω δὲ τὸ «λὶς πέτρη» (Od. μ 64). τῷ μέντοι χαρακτῆρι τοῦ κίς καὶ θίς καὶ ῥίς, καίτοιγε διαφόρως κλιθεῖσι πρὸς τὸ λίς, συνεξωμοίωσεν αὐτὸ κατὰ τόνον ὁ Ἀρίσταρχος· καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. A. 249. κρατερὸν ῥά ἑ πένθο ς : ὁ ῥά σύνδεσμος ἐγκλιτικὸς ὢν φυλάξει τὴν ἰδίαν ὀξεῖαν διὰ τὴν ἕ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν. A. 251. |
| 3,2 74 | τὸ εὐράξ ὀξύνεται, καθότι τὰ εἰς αξ λήγοντα ἐπιρρήματα ὀξύνεται, ὑπεσταλμένου τοῦ ἅπαξ· σημαίνει δὲ τὸ ἐκ πλαγίου. A. 257. ὄπατρο ν : ψιλωτέον, οὐχ ὡς οἴονται διὰ τὴν συγκοπήν· πολλὰ γάρ φασι διὰ τὴν συγκοπὴν ψιλοῦσθαι. ἀπεδείξαμεν δὲ ἡμεῖς ἐν ἑτέροις, ὡς καὶ δασύνεται· ἑστήκαμεν γοῦν καὶ ἕσταμεν, Ἡράκλεες Ἥρακλες. τί οὖν ἐκώλυεν, εἰ καὶ ἀπὸ τοῦ ὁμόπατρος ἦν, τὸ κατὰ συγκοπὴν πάλιν δασύνεσθαι; ἄμεινον οὖν λέγειν ὅτι φιλεῖ τὸ ο πρὸ τοῦ π κείμενον μὴ κατὰ ἀναφορικὴν ἔννοιαν ψιλοῦσθαι, ὀπιπεύω, ὀπή, ὀπώρα. παρὰ τὸ ἕπω δασυνόμενον ψιλούμενον ἐγένετο ὀπάων. οὕτως οὖν ἔχει καὶ τὸ ὄπατρος. προσέθηκα δὲ «εἰ μὴ ἀναφορικὴ σημασία» διὰ τὸ ὁποῖος, ὅπως καὶ τὰ τοιαῦτα. ἀντιπίπτει δὲ τῷ προκειμένῳ κανόνι τὸ ὁπλή καὶ τὸ ὅπλον καὶ τὰ ἀπὸ τούτων παρηγμένα. A. 263. τὸ ἔδυν συσταλτέον: ἔστι γὰρ πληθυντικὸν κατὰ συγκοπὴν γενόμενον ἐκ τοῦ ἔδυσαν. A. 270. προιεῖσ ι : ὡς τιθεῖσι· καὶ γὰρ ἐν ἑτέροις «ὄπα λειριόεσσαν ἱεῖσιν» (Il. Γ 152). ὁμοτονεῖν δὲ θέλει τὰ εἰς ι λήγοντα τοῦ ἐνεστῶτος ταῖς πληθυντικαῖς δοτικαῖς τῶν μετοχῶν, ὁπότε καὶ ὁμοφωνοῦσιν. ἱέντες ἱέντων ἱεῖσι· οὕτως οὖν καὶ τὸ ῥῆμα. μάχεται τὸ φασί· ῥῆμα γὰρ ὀξύνεται, μετοχὴ δὲ ὂν βαρύνεται. A. μογοστόκο ι : Ἀρίσταρχος παροξύνει· δραστικὴ γάρ φησιν ἔννοιά ἐστιν. οὐ γὰρ αἱ Εἰλείθυιαι πάσχουσιν, ἵνα προπαροξύνωμεν, ἀλλ’ ἐνεργοῦσι κατὰ τῶν τικτουσῶν. ἔφαμεν δὲ τὰ τοιαῦτα τῶν συνθέτων ἐνέργειαν ὑπισχνούμενα παροξύνεσθαι, εἰ μὴ κανών τις κωλύοι· (Γ 354). εἰσὶ γάρ τινες κανόνες καθ’ οὓς κἂν ἐνέργεια σημαίνηται πάντως προπαροξύνεσθαι δεῖ. μάχεται μέντοι ἄντικρυς τὸ «ὄρνυσθ’ ἱππόδαμοι Τρῶες» (Il. Δ 509)· ἐνεργητικὸν γὰρ ὂν καὶ μὴ ὑποπῖπτον κανόνι τῷ προπαροξυτονοῦντι προπαρωξυτονήθη. A. 297. ὑπεραέ ϊ : ὡς εὐσεβέϊ, κατὰ διάστασιν. ἔφαμεν γὰρ τὰ παρὰ τὸ ἄω συντιθέμενα καὶ εἰς ης λήγοντα ὀξύνεσθαι, ἀκραής, δυσαής· οὕτως ὑπεραής. A. 301. Ἀσαῖο ν : προπερισπαστέον· παρὰ γὰρ τὸ αἶσα γέγονεν, καὶ ἐξέστη πρότερον τὸ ι · τὰ δὲ ἀπὸ τῶν εἰς α ληγόντων μακρᾷ παραληγομένων παραγόμενα διὰ τοῦ αιος προπερισπᾶσθαι θέλει, μοῦσα Μουσαῖος, γενναῖος, Πισαῖος, ἑρσαῖος. οὕτως καὶ Ἀσαῖος. οὐ μάχεται τὸ Ἥραιος προπαροξυνόμενον· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ προπερισπωμένου ἐπιθετικοῦ ἐγένετο. τὸ μέντοι Πείραιος προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡς παρὰ τὸ φιλῶ Φίλαιος. οὕτως καὶ παρὰ τὸ βέβηκα ὁ βέβαιος. A. 306. ἀπὸ τοῦ ἀργεστής ὀξυτόνου Βοιωτιακὴ γενικὴ ἡ ἀργεστᾶο προπερισπωμένως. A. 326. |
| 3,2 75 | παλινορμέν ω : Τυραννίων δύο ποιεῖ, ὁ δὲ Ἑρμαπίας σύνθετον ἐκδέχεται καὶ Ἀρίσταρχος. εἴρηται δὲ περὶ τῆς συνθέσεως τοῦ πάλιν ὡς πρὸς τὰς μετοχὰς ἐν τῇ A, ὅτε περὶ τοῦ πλαγχθέντας διελαμβάνομεν (Α 59). A. 358. καταείσατ ο : ψιλωτέον· ἀπὸ γὰρ τοῦ εἴδω βαρυτόνου ὁ σχηματισμός. A. 365. ἦ θήν ς ’ ἐξανύ ω : τὸ ἀνύω φυλακτέον· ἐπὶ τοῦ αὐτοῦ τόνου, λέγω δὲ τοῦ βαρέος· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος. A. 370. Τυδείδῃ ἔπι τόξα τιταίνετ ο : οἱ ἀκριβῶς ἀναγινώσκοντες ἀναστρέφουσι τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστιν ἐπὶ Τυδείδῃ. A. 383. οἵ τέ σε πεφρίκασι ν : οὐκ ἀναγκαῖον ἀντιδιαστέλλειν, ὡς οἴεται Ἀλεξίων· δύναται γὰρ καὶ ἀπόλυτος εἶναι. A. 385. κέρα ἀγλα έ· σὺν τῷ ι ἔγραψάν τινες τὸ κέρα ἵνα ᾖ δοτική, ὁμοίως τῷ «δέπᾳ μελιηδέος οἴνου» (γ 46, nunc δέπας) καὶ «γήρᾳ ὕπο λιπαρῷ» (Od. λ 136). οὕτως δὲ καὶ δοκεῖ ἐπικρατεῖν ἡ παράδοσις, ὡς καὶ Ἀλεξίων ἀξιοῖ. οἱ δὲ συνέστειλαν, πληθυντικὸν ἐκδεχόμενοι οὐδέτερον, ὁμοίως τῷ «κρέα ἔδμεναι» (Il. Δ 345), ἐξεδέξαντό τε ἐκ τῆς λέξεως τὴν τρίχωσιν καὶ ἐμπλοκῆς εἶδος. οἱ δὲ ἐξέτειναν τὸ α πάλιν πληθυντικὸν ἐκδεχόμενοι, τιθέντες δὲ τὴν λέξιν ἐπὶ τοῦ τόξου, ὥστε εἶναι κατὰ κέρας, συναλοιφὴν ἐκδεχόμενοι τοῦ κέραα. περὶ δὲ τῆς τοιαύτης ἀναγνώσεως δεδήλωται ἡμῖν, ὁπότε διελάβομεν περὶ τοῦ «κέρα ἐκ κεφαλῆς» (Il. Δ 109). τοσοῦτον δὲ ἔχω νῦν παραφυλάξαι ἐπὶ τοῦ νοητοῦ, ὡς ὅτι σπάνιόν ἐστιν ἐπὶ ἀνθρωπίνης φύσεως παρὰ τῷ ποιητῇ τὸ κέρας ἐπὶ τριχὸς τάσσεσθαι· κόμην δὲ λέγει καὶ τρίχας καὶ πλοκάμους καὶ ἐθείρας. A. 395. οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκε ς : περὶ πλέε ς : Τυραννίων περίπλεες συνθέτως ἀνέγνω, τὴν ρι συλλαβὴν ὀξύνων· ὁ δὲ Ἀσκαλωνίτης κατὰ παράθεσιν, λέγων λείπειν τὴν αὐτόν, ἵνα ᾖ περὶ αὐτὸν πλέες. οὕτως δὲ καὶ Ἀλεξίων, λόγῳ τούτῳ ὅτι καὶ κατ’ ἰδίαν ἄνευ προθέσεως εὑρέθη τὸ πλέες καὶ τὰ ἀπ’ αὐτοῦ κινήματα· «τόσσον ἐγώ φημι πλέας ἔμμεναι» (Il. Β 129)· οὐ γὰρ πολλούς, ἀλλὰ πλέονας. ὡμολογημένου τοίνυν ὅτι τοῦ «πλέονές κεν μνηστῆρες» (Od. ς 247) συγκοπή ἐστιν ἡ πλέες φωνή, μὴ ὄντος δὲ ἄρα τοῦ συνθέτου, περιπλέονες, δοθήσεται μηδὲ τὸ ἀπ’ αὐτοῦ συγκεκομμένον. ἔνθεν ἐπείσθησαν κατὰ παράθεσιν ἀναγινώσκειν, λειπούσης τῆς αὐτόν. A. 409. Ἀλεξίων τὸ τόνδε ἓν μέρος λόγου ἐκδέχεται, καὶ παροξύνει ἵνα ἰσοδυναμῇ ἀναφορικῇ τῇ τοῦτον. Τυραννίων δὲ δύο μέρη λόγου ποιεῖ, ἵνα ᾖ τοῦτον δέ, κατὰ ἀναφορὰν ὁμοίως. ἔφαμεν δὲ ὅτι παρὰ τῷ ποιητῇ ἡ διὰ τοῦ δε ἐπὶ ταύτης τῆς ἀντωνυμίας ἐπέκτασις σπανίως μὲν εὑρέθη ἐπ’ ἀναφορᾶς ὁπότε διελαμβάνομεν περὶ τοῦ «τοῦσδε δ’ ἔα φθινύθειν» (Il. |
| 3,2 76 | Β 346), ὥστε οὐδὲν κεκώλυκε καὶ ἐνθάδε τὸ τοιοῦτο παραδέξασθαι διὰ τὸ ἤδη πεπεῖσθαι τὴν παράδοσιν· βεβαιοτέρα μέντοι ἐστὶν ἡ τοῦ Τυραννίωνος ἀνάγνωσις· οὐδὲν γὰρ ἐναντιοῦται. A. 413. ψιλωτέον τὸ ἔλσα ν, ὅτι Αἰολικωτέρα ἡ κλίσις. A. σφίσ ι : ὀρθοτονητέον· εἰς σύνθετον γὰρ ἡ μετάληψις καὶ κατέχεται ὑπὸ τῆς προθέσεως. A. 432. τοιώ δ ’ ἄνδρε κατακτείνα ς : ἔφαμεν τὴν διὰ τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν· διὸ σημειούμεθα τὸ τώδε δ’ ἐνόει (l. δὲ νῶϊ, Θ 109, ubi vid.) παροξυνόμενον. A. 441. ἆ δεῖ λ’ : ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν, ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔστι δὲ πλήρης ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περισπάσοιμεν (sic), ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραψεν ἐκ πλήρους, ὡς Δίδυμος μαρτυρεῖ· τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, πάλιν ἀφαιρεθήσεται, ὡς «βουκόλε ἐπεὶ οὔτε κακῷ» (Od. υ 227) «ἦ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω» (Il. Ο 18). οὕτως δὲ καὶ ἐν τοῖς ἑξῆς «ἆ δειλέ, οὐ μὲν σοί γε» (452). A. 446. φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυγήν, οὐ μὴν ἐν τῷ «τοὺς ἕλεν, οἱ δ’ ἄλλοι φύγαδε μνώοντο» (Il. Π 697). ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου. A. 454. ὠμηστα ί : Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡς ὅτι τὰ εἰς στης λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ ς , ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής, ὀρχηστής. οὕτως οὖν καὶ ὡμηστής. A. ἐρύουσι ν : προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστὼς χρόνος ἀντὶ μέλλοντος. οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ, οὐκ εὖ, ἐπεί, φησίν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περισπώμενος· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ ς Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. ο 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλ’ ἐστὶν ἐνεστὼς ἀντὶ μέλλοντος. A. 461. |
| 3,2 77 | αὖ ε : ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον. A. 480. λῖ ν : περισπαστέον κατὰ νόμον τῶν μονοσυλλάβων αἰτιατικῶν· πᾶσα γὰρ αἰτιατικὴ μονοσύλλαβος εἰς ν λήγουσα περισπᾶται, ἀπέστραπται δὲ τὸν ὀξὺν τόνον, μῦν, μνᾶν, σῦν, ὗν. ταύτῃ καὶ ἡ κλεῖδα αἰτιατικὴ γενομένη κλεῖν περισπᾶται τῆς εὐθείας ὀξυνομένης. ταῦτα Ἡρωδιανὸς ἐν τῷ πεντεκαιδεκάτῳ τῆς καθόλου. A. 495. ἀφυσγετό ν : Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ὑετόν, ὁ δὲ Τυραννίων βαρύνει ὁμοίως τῷ ἀτρύγετον. ἔστι δὲ ἐκεῖνο ὑπὲρ τοῦ Ἀριστάρχου λέγειν ὅτι τὰ ὑπὲρ τρεῖς συλλαβάς, διὰ τοῦ ετος ἐκφερόμενα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ, ἐπιθετικῶς μὲν λαμβανόμενα τρίτην ἀπὸ τέλους θέλει ἔχειν τὴν ὀξεῖαν, ὥσπερ ἔχει ὁ ἀμαιμάκετος, περιμήκετος· τὸ δὲ λαιλαπετός μὴ ὂν ἐπιθετικὸν ὠξύνθη καὶ τὸ Ἰαπετός ἐπὶ κυρίου. εἴπερ οὖν καὶ τὸ ἀφυσγετός οὐκ ἔστιν ἐπιθετικόν, ὑγιῶς ὀξυτονηθήσεται κατὰ τὸν Ἀρίσταρχον. ἢ εἴπερ αὐτὸ βαρύνομεν, δώσομεν αὐτὸ καὶ ἐπικεῖσθαί τινι. A. 503. νεῶν δ ’ ἀλάπαξε φάλαγγα ς : οἱ μὲν πλείους ἀνέγνωσαν νέων ὡς ξένων, ἵνα τῆς οἱ νέοι εὐθείας γενικὴ ὑπάρχοι. ὁ μέντοι Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης περιέσπασαν, ἵνα ἀπὸ τοῦ «τῶν νέες ὠκεῖαι» (Od. η 36) ᾖ, ἐπεί, φησί, νοῦν οὐκ ἔχει τὸ βαρυνόμενον, τὸ μέντοι περισπώμενον, τοιαύτης ὑπαρχούσης τῆς διανοίας, τὰς πρὸ τῶν νεῶν τάξεις. A. 551. κρειῶ ν : περισπαστέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τῷ ι , ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελεστέραν τὴν κρεάων. A. 610. ὀξύνεται τὸ ἀνεκτό ς· προείρηται δέ (v. ad Θ 355). A. 627. ἥ σφωϊ ν : ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον πρόσωπον. A. 635. δύω δ ’ ὑπὸ πυθμένες ἦσα ν : Ἀρίσταρχος τὴν ὑπὸ συντάσσει τῷ ἦσαν, καί φησιν ὑπῆσαν οἱ πυθμένες. οὕτως καὶ Ἀλεξίων. A. 636. ἄλλο ς : ὁ Ἀσκαλωνίτης ψιλοῖ καί φησιν ὅτι ἐπὶ τοῦ γέροντος κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε γέρων, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ Ἀρίσταρχος. τινὲς δὲ βούλονται δασύνειν τὸ α καὶ ἐκτείνειν, ἵν’ ᾖ ὁ ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἰ γὰρ καὶ κρᾶσιν ἠβούλοντο παραλαμβάνειν, ἐχρῆν εἰς τὸ ω , ὁμοίως τῷ «οἴχετ’ ἀνὴρ ὤριστος» (288). εἰσὶ δὲ οἳ διέστειλαν ἀλ λ ’ ὅ ς, τὸ ὅς δασύνοντες, ἀλλ’ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχῃ νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμβάνειν· ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστάνειν. |
| 3,2 78 | A. 641. τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ καὶ ἐπλεόνασε τὸ ι . A. 652. πάλιν ἄγγελος εἶ μ ’ Ἀχιλῆ ϊ : κατ’ ἰδίαν τὸ πάλιν. οὕτως Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης· οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως. πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο, πάλιν εἶμ’ ἄγγελος. A. 659. οὐτάμενο ι : Ἀρίσταρχος ὡς ἱστάμενοι καὶ κιχράμενοι. Πάμφιλος δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἀπὸ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆσθαι παρ’ αὐτῷ. φησὶ γὰρ «οὔτ’ ἂρ βεβλημένος ὀξέϊ χαλκῷ οὔτ’ αὐτοσχεδίην οὐτασμένος» (Od. λ 536)· συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστῶτα ἐκδεχόμενος οὕτως ἀνεγίνωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως. παρὰ τὸ οὐτῶ περισπώμενον ἐκπίπτει παραγωγὸν εἰς μι λῆγον τὸ οὔτημι, ἀφ’ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλ’ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ νῦν συντάξει, ἀλλ’ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ οὔτασεν ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου «οὐτάσαι οὐδὲ βαλεῖν» (Il. Ξ 424) καὶ ἐκ τοῦ «οὔτασται δ’ Ὀδυσεύς» (661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος «οὔτ’ αὐτοσχεδίην οὐτασμένος» (Od. λ 536), ἥτις κατ’ ἔλλειψιν τοῦ ς γίνεται οὐτάμενος. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱστάμενος, κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως τε καὶ ἡ γινομένη τοῦ ς ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου. A. 677. Ἀρίσταρχος ληΐδα ὡς Χαλκίδα, Μενεκράτης ὡς Ἤλιδα. ἔστι δὲ οὕτως ὁρίσασθαι περὶ τῆς προσῳδίας, ὡς πάντα τὰ εἰς ις λήγοντα καθαρόν, μόνως θηλυκά, ὀξύνεσθαι θέλει, οἷον Κιρφηΐς, Βρισηΐς, Θαΐς, Λαΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρ’ Ἡροδότῳ (sic Ξ 387) λεχθέντα παράθηται. περὶ μέντοι τοῦ δαΐς ὀξυνομένου, τετολμημένου δὲ καὶ βαρύνεσθαι ἐπὶ ἑτέρου σημαινομένου, εἰρήσεται ἡμῖν ἀλλαχόθι (Ξ 387). |
| 3,2 79 | τὸ δὲ Κραταιις δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι διὰ τὴν αἰτιατικὴν «βωστρεῖν δὲ Κράταιιν» (Od. μ 124)· τάχα δὲ καὶ τοῦτο πρὸς ἀντιδιαστολήν. A. 719. ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ τὴν μέ ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν. A. 720. 21. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισιν καὶ πεζὸς πε ρ ’ ἐώ ν · ἐπεὶ ὥς ἄγε νεῖκος Ἀθήν η : τὸ μὲν πρότερον ὡς περισπωμένως, τὸ δὲ ἕτερον κατ’ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστιν, ἐπεὶ οὕτως ἦγε τὸ νεῖκος ἡ Ἀθηνᾶ. A. 754. ὁ Ἀσκαλωνίτης δ ι ’ ἀσπιδέο ς, ἐπεὶ ἐπιφέρει «ἀνά τ’ ἔντεα καλὰ λέγοντες», τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπίδας. ὁ δὲ Ἀλεξίων καὶ ἀμφότερα κρίνει, καὶ ἀσπιδέος καὶ σπιδέο ς. ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται, ὡς ὅτι τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολήν, ἵν’ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἀσπιδὲς τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος τοῦ ἔχοντος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει «ἀνά τ’ ἔντεα καλὰ λέγοντες». οἱ δέ φασιν ἐκ πλήρους σπιδέος καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ. καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν, ὅταν λέγῃ «σπίδιον μῆκος ὁδοῦ» καὶ ὁ Ἀντίμαχος «οὐδὲ σπιδόθεν προνοῆσαι» τουτέστι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίσταρχος. Κράτης δὲ προκρίνει τὴν διὰ τοῦ α γραφήν· [καὶ] Ζηνόδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ α γραφῇ, καί φησι σπιδέος τοῦ ἀπόρου καὶ τραχέος [καὶ μεγάλου]. καὶ Ἀμερίας δὲ λέγει σπιδέος τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. A. 799. ἴσκοντε ς : Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροις, φησί, τὸ κατὰ διαίρεσιν αὐτοῦ ὁρᾶται, ἐΐσκω λεγόμενον· «ἐΐσκω πηγεσιμάλλῳ» (Il. Γ 197). οἱ δὲ περὶ τὸν Ἀλεξίωνα διὰ τοῦ ι μόνου συνεσταλμένου. κἀγὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκω , ἔχειν πρὸ τέλους δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ υ , πιφαύσκω. ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε ὅτε λέγει ἐΐσκω κατὰ διαίρεσιν, ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ὤφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ εἴσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλ’ ἐπεὶ ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παραγωγῆς, διαιρέσει ἐχρήσατο· ὅπου δὲ οὐ παραδέχεται αὖ τὸ τῆς διαιρέσεως, ἐκεῖ ἐκβάλλει τὸ ε . A. ΕΙΣ ΤΗΝ Μ. |
| 3,2 80 (1t) | 20. Κάρησο ς : Τυραννίων ὀξύνει τὸ Κάρησος ὡς Παρνασσός. οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ «Γλισᾶντα» (Il. Β 504) διελάβομεν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ περισπᾶν. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυτόνως (Il. Β 647). οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς ος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα ς , τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ ς , Λυκαβησσός, Ταρτησσός, τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ ς . ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη. A. Ῥοδίος παροξυτονητέον ὡς κύριον. V. 26. ἁλίπλο α : τὴν λι , φασί, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ αὐτῶν τῶν ἐρειπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα σημαίνεται. οὕτως Ἀλεξίων καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατατίθεμαι τῇ προσῳδίᾳ. ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι, ὡς ὅτι ὁπότερον ἐὰν (sic) σημαίνῃ προπαροξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοος προπαροξύνομεν· καὶ δῆλον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, διπλόος τριπλόος. A. 33. ἵε ν : οὕτως φέρουσι τὴν γραφήν, ιεν ὡς τίθεν· καὶ γίνεται ἀμφίβολον πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ ὑπάρχῃ, ὡς ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον, ὁμοίως τῷ «ἄσσον ἴεν πολυκάρπου ἀλωῆς» (Od. ω 221)· ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ ἵει ἐστὶν ὁμοίως τῷ «ἐννῆμαρ δ’ ἐς τεῖχος ἵει ῥόος» (25). καὶ μήποτε εἴη (sic) πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα· «τεῖχος ἀμαλδύνας, ποταμοὺς δ’ ἔστρεψε νέεσθαι». A. 55. 56. τὸ μὲν πρότερον ἕστασαν δασύνει ὁ Ἀρίσταρχος ἐπειδήπερ τὸ αὐτό ἐστί τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς (Β 777) δασύνεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο. συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῇ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς. A. 66. |
| 3,2 81 | προπερισπαστέον τὸ στεῖνο ς· οὐδετέρως γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. οὕτως οὖν καὶ μακρός ὀξύνομεν ἀρσενικὸν ὕπαρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτως καὶ τὸ κλειτός· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παρ’ Ἀλκμᾶνι «ἐν τῷ Θεσσαλικῷ κλείτει». A. 125. κεκλήγοντε ς : ὡς ἀρήγοντες. οὐ γὰρ τὸ κεκληγότες ἐπλεόνασε τῷ ν , οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώς» (Il. Β 222) ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ Συρακούσιος ἐνεστὼς κεκλήγω, ὡς παρὰ τὸ ἄνωγα ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν τὸ «ἐπέπληγον πόδες ἵππων» (Il. Ε 504). ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων βαρυνομένη, ἔνθεν τὸ κεκλήγοντες. AV. 137. αὕα ς : βαρυτονοῦσιν οἱ πλείους. Νικίας δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων, ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις τονοῦν. ὁ δὲ Ἀσκαλωνίτης βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι μονήρης ἐστὶν ἡ λέξις οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενές ἐστιν, διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ ψαῦος παρ’ Ἀλκμᾶνι. A. 148. δοχμ ώ : ὀξυτονητέον· ἔστι γὰρ δυϊκόν. τὸ δὲ δοχμός ὀξύνεται, ἐπεὶ τὰ εἰς μος μετ’ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός. A. περὶ σφίσι ν : ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμβάνεται. A. 149. πρυμνή ν : ὡς πυκνήν. εἴπομεν δὲ περὶ τούτου (Ε 292). A. 157. ζαή ς : ὡς ὑγιής· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης (Od. μ 313). ῥηθήσεται δὲ ἐν τῇ Μ τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας. A. 158. ταρφειά ς : Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικόν, οὗ πολλαὶ ἦσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρ’ Ὁμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου. A. 164. φιλοψευδή ς : ὀξυτονητέον ὁμοίως τῷ ἁπλῷ· τὰ γὰρ εἰς ης λήγοντα ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει φυλάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ ἀληθής. σαφής, ἀσαφής, ἀντεραστής, φιλαθλητής· οὕτως καὶ φιλοψευδής. τὸ δὲ κριτής ἔσθ’ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου οἷον ἐν τῷ ξενοκρίτης. A. 193. |
| 3,2 82 | Ἰαμενό ν : Ἀρίσταρχος ψιλοῖ· ὁ δὲ Ἀσκαλωνίτης φησίν, ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασυντέον. ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ. A. 201. ὑψιπέτη ς : Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν» (Il. Θ 42) οὕτως κεκλιμένον ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· ὑψιπέτας γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α , ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις· τινὲς μέντοι ἐτόλμησαν ὡς τὸ «τιμῆς ἔσεται» (Il. Ι 605), οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλ’ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικὴν «καὶ χρυσὸν τιμῆντα» (Il. Σ 475), ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο, ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ. A. 204. γάρ αὐτο ν : οὕτως ἐγκλιτέον τὴν ἀντωνυμίαν κατ’ αἰτιατικὴν πτῶσιν. μέμνηται καὶ Ἡρωδιανὸς καὶ Ἀπολλώνιος. A. 205. ἰδνωθεί ς : ψιλωτέον τὸ ι . οὕτως καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ Α. A. 213. δῆμο ν : βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ δημόν ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ (240). ὁ Ἡρωδιανός. A. 260. ἔχματ α : ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται. περὶ δὲ τοῦ ᾗχι δασυνομένου εἴπομεν. A. 276. τὸ δίεσθαι ἡ παράδοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν, ὅτι εἰ οἶδεν ὁ ποιητὴς τὸ «δίενται» (Il. Ψ 475) ὡς τίθενται καὶ «ἐνδίεσαν» (Il. Σ 584) ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαροξυνόμενον· ὡς γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ ἀπὸ τοῦ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ «αὕτως ἐνδίεσαν» γένοιτ’ ἂν τὸ ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται· καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι, ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ ἐνδίεσαν καὶ δίεσθαι. A. 286. εἴλυτα ι : προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλοιφὴ ὑπάρχῃ ἢ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι καὶ πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλοιφή, εἴγε καὶ τὸ ἐρύεσθαι ῥῦσθαι ἔφη· «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε» (Il. Ο 141), καὶ τὸ «ἄρχετε νῦν νέκυας φορέειν» (Od. χ 437) ἐν τοῖς ἑξῆς ἔφη «ἐκ δὲ νέκυς οἴκων φόρεον» (Od. ω 417). τινὲς δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι. A. Addiderat Herodianus ὃ καὶ μᾶλλον. δύναται γὰρ ἐκ τοῦ εἴλυται ἐκτετάσθαι v. Π 542. 295. ἐξήλατο ν : Ἀρίσταρχός φησιν ὡς δεῖ δασύνοντας προφέρεσθαι. σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτων συγκειμένην αὐτήν. |
| 3,2 83 | ὁ δὲ Ζηνόδοτος, φησίν, ἔοικε ψιλῶς προφέρεσθαι, ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, εἴγε καὶ ἑπταβόειον σάκος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος «πέντε δ’ ἄρ’ αὐτοῦ ἔσαν σάκεος πτύχες» (Il. Σ 481) καὶ «ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων» (Il. Υ 270). A. 297. τὸ περίκυκλον ἄμεινον δύο ποιεῖν περί καὶ κύκλον, ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ ὁ Ἀσκαλωνίτης. A. 337. γεγωνεῖ ν : ὁ Ἀσκαλωνίτης βαρύνει ὡς ἀνύειν, Ἀρίσταρχος δὲ περισπᾷ ὡς φιλεῖν, καὶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη· «ἠμὲν ὅς’ ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον» (Od. ρ 161). ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν» (Il. Θ 223). προσέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετ’ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώμενον. A. 360. ζαχρηεῖ ς : περισπαστέον ὡς εὐγενεῖς. A. 379. Σαρπήδοντο ς : τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὡς Χαλκώδοντος. οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς Σαρπηδόνος γενικῆς διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ τ κλίσιν. ἔνθεν γὰρ καὶ τὸ ἑκών μετοχή. A. 391. ἀθρήσει ε : ψιλωτέον. πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις, Ὄθρυς, ἄχρις, ἀφρός, ὄφρα, ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλοιφῆς ὅτι ψιλοῦται «ἡ δ’ οὔτ’ ἀθρῆσαι δύνατο» (Od. τ 478). A. 430. πάντῃ δ ή : ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβεν· Τυραννίων δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπικόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ «ᾗ ῥ’ ὅ γ’ ὁ λυσσώδης» (Il. Ν 53)· οὐκ ἀναγκαῖον δέ· ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν. A. 462. λᾶο ς : προπερισπαστέον ὡς κλῆρος· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενική, συναλοιφὴν δὲ λαβοῦσα βαρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὕπο λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου. A. 471. τὸ μὲν ὅμαδος δασυντέον· ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον. τὸ δὲ ἀλίαστος ψιλωτέον· ἔστι γὰρ στέρησις ἀπὸ τοῦ λιαστός, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· «ἡγεῖτ’, ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα» (Il. Ω 96). A ΕΙΣ ΤΗΝ Ν. 15. ἔν θ ’ ἄ ρ ’ ὅ γ’ : τρεῖς παράλληλοι ὀξεῖαι, μία μὲν ἡ ἄρχουσα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε. A. 29. |
| 3,2 84 | γηθοσύν η : Ἡρόδικος τὴν θος συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες γηθόσυνα, εἶτα ἡ δὲ θάλασσα· ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα, ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. εἰσὶ μέντοι οἳ ἀναγινώσκουσι γηθοσύνῃ καὶ δοτικὴν πτώσιν ἐκδέχονται, ὥσπερ καὶ Ἀριστοφάνης, οἷς ἐγὼ συγκατατίθεμαι, ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διΐστατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶς ἡ θάλασσα διΐστατο ὁμοίως τῷ «ὃς δὴ γήραϊ κυφὸς ἔην» (Cod. ἔη) (Od. β 16). τί δέ ἐστι τὸ κινοῦν με ἐκθήσομαι. ὁρῶ τὰ διὰ τοῦ συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρ’ αὐτῷ τῷ ποιητῇ χρῆσις· ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· «ὡς φαμένη καὶ κερδοσύνῃ ἡγεῖτο» (Il. Χ 247)· «ἀρχὴν ξεινοσύνης» (Od. φ 35)· «πλαγκτοσύνης δ’ οὐκ ἔστι κακώτερον» (Od. ο 343)· «τὴν δ’ ᾔνης’ ἥ οἱ πόρε μαχλοσύνην» (Il. Ω 30)· «δρηστοσύνῃ δ’ οὐκ ἄν μοι» (Od. ο 321)· «ταρβοσύνῃ, φὰν γάρ μιν» (Od. ς 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος, πῶς ἂν γένοιτο γηθοσύνη θάλασσα; οὐ γὰρ ἀγαθοφροσύνη γυνή. ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν ἐκδέχεσθαι. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο «γηθόσυνος δ’ οὔρῳ» (Od. ε 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτ’ ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος εἰ παράγοιτο ἐπιθετικῶς ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον. A. 52. τῇ δὲ δὴ αἰνότατον περιδείδια ( περὶ δείδι α ) μήτι πάθωμε ν : ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναστρέφεται, ὅτε σημαντικὴ ὑπάρχει τοῦ περισσῶς. A. 63. περιμήκεο ς : ὡς Διομήδεος. τὰ γὰρ εἰς ης σύνθετα, παρ’ οὐδέτερα γενόμενα τὰ εἰς ος , τῷ η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ μεγακήτης, ἦθος κακοήθης. διὸ τὰ λαθικηδής, οἰνοπληθής ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντεθεῖσθαι τὸ κήδω καὶ τὸ πλήθω. A. 71. ἴχνι α : τὸ ἴχνιον προπαροξυτονητέον, ὁμοιοτόνως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλ’ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται, ἐδηλώσαμεν ἐν τῇ Α. A. 96. ἁμά ς : ἡμετέρας. τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος, καίτοι Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ τοῦ η λεγομένῳ, ἁμήν, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰς αν κατέληγεν. A. 102. |
| 3,2 85 | φυζακινῇ ς : ὁμοίως ἀναγνωστέον τῷ ἐαρινῇς. πῶς δ’ ἐσχημάτισται, δεδήλωται ἐν τῷ περὶ παρωνύμων. A. 103. θώω ν : Ἀρίσταρχος βαρύνει τὸ θώων, καὶ ἐπείσθη ἡ παράδοσις· ὁ δὲ Πάμφιλος περισπᾷ, ἐπεὶ τὰ εἰς ες λήγοντα δισύλλαβα ὀνόματα ἐπ’ εὐθείας πληθυντικῆς ἔχει γενικὴν περισπωμένην. διὸ καὶ τὸ Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς. A. 132. προπαροξυτονητέον τὸ ἱππόκομο ι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ· οὕτως οὖν ἀναγνωστέον, ὡς κυπαρισσόκομος, καλλίκομος. τὰ δὲ ἀπὸ τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν ος κατάληξιν προπαροξύνεται, ἄφωνος, ἄναυδος· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομος, ὅτε τὸ κομεῖν ἔγκειται· «Νεστορέας μὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην» (Il. Θ 113). A. 140. ὕψ ι : ὡς οἴκοθι καὶ ἄγχι, ὥς φησι Πτολεμαῖος. τινὲς δὲ τοῦτο ὀξύνουσιν, ὑψί. A. 191. ἀλ λ ’ οὔ πῃ χροὸς εἴσατ ο : Ἀλεξίων φησὶν ὅτι Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων δὲ ὡς πόλος, καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις. ἐὰν μὲν χρόος ὡς πόλος κατ’ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον, ἀλλ’ οὐδαμῶς ὁ χρὼς ἐφάνη. ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶσιν, ἔσται, ἀλλ’ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε· τὸ γὰρ εἴσομαι καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο, ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπίστασθαι εἰς ως περατουμένην «ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος» (Il. Δ 510)· καὶ ἀκόλουθος αἰτιατικὴ «χρῶτ’ ἀπονιψαμένη» (Od. ς 172)· τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς ους εὐθείας· «χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα» (Il. Ι 596)· καὶ τὴν αἰτιατικὴν «μηκέτι νῦν χρόα καλόν» (τ 263). ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι; A. 246. θεράπων ἐΰ ς : ὁ Ἀσκαλωνίτης φησὶν ὅτι ὁ Ἀρίσταρχος δύο ποιεῖ θεράπων καὶ ἐΰς· τινὲς δὲ ὑφ’ ἓν ἀνέγνωσαν ὡς Ἐτεωνεύς. ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς. ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ λεοντεύς, οὐχὶ λεωνεύς, παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς. A. 308. ἢ ἐπὶ δεξιόφιν παντὸς στρατο ῦ , ἦ ἀνὰ μέσσου ς , ἦ ἐ π ’ ἀριστερόφι ν : τινὲς τὸν ἤ δεύτερον καὶ τρίτον περιέσπασαν· διαπορητικὸς γάρ ἐστιν. A. 377. |
| 3,2 86 | τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλλαβήν, ἵνα ᾖ ἡ φράσις δεικτική. τινὲς μὲν ὤξυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ συναλοιφή· ὅπερ οὐ πιθανόν. AV. 381. συνὥμεθ α : τοῦτο Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταὐτὸν γὰρ τῷ συνθώμεθα. ἐσχημάτισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς διανοίας (v. Χ 261). εἰσὶ μέντοι οἳ ἐψίλωσαν, οὐκ εὖ. A. 382. ἑεδνωτα ί : ὡς χρυσωταί καὶ ποιηταί. οὕτως πάντες. Τυραννίων δὲ προπερισπᾷ, οὐχ ὑγιῶς· προείρηται δὲ ἡμῖν (Ε 158) τὰ τῆς προσῳδίας ὡς τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς φύσει μακρᾷ παραληγόμενα ὀξύνεσθαι θέλει, αὐλητής, πειρατής, χηρωστής, βραβευτής. οὕτως οὖν καὶ τὸ ἑεδνωτής, σχηματισθὲν παρὰ τὸ «ἑεδνώσαιτο θύγατρα» (Od. β 53). περὶ δὲ τῶν ἀήτης καὶ κυβερνήτης· βαρυνομένων λόγον δίδομεν (v. l. l.) A. 388. διὰ πρὸ δὲ χαλκὸν ἔλασσε ν : τινὲς περισσεύειν φασὶ τὴν πρό, ἵν’ ᾖ διήλασεν, ὁ δὲ Ἡρωδιανός φησιν ὅτι εἰς τὸ πρόσθεν διήλασεν. BL. 390. οὔρεσι τέκτονε ς : Νικίας ὑφ’ ἕν, κακῶς· ἔδει γὰρ καὶ τὸ οὔρεσι βουκόλοι (571) συνάπτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατασκευάζοντες. δύο οὖν μέρη λόγου ἐστὶ καὶ λείπει τὸ οὖσαν. BL. 391. νεήκεσ ι : ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων. ὁ δὲ Ἀσκαλωνίτης ὡς εὐγενέσιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην. εὐτυχοῦς, εὐτυχές, εὐτυχεῖς, εὐρυπυλοῦς, εὐρυπυλές, εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης (v. Π 768) βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης, μεγακήτης. AB. 424. Ἰδομενεύ ς : τινὲς περισπῶσιν Ἰδομενεῦς ἀντὶ τοῦ Ἰδομένους, οἱ δὲ ὡς «μέθυ χίλια μέτρα» (Il. Η 471). οἱ δὲ μέγα ἴετο μεγάλως ἐπεθύμει. ἄμεινον δὲ τὸ εὐθεῖαν εἶναι ὡς τὸ «οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος» (Il. Φ 305). V. 441. τὸ αὗον δασυντέον· σημαίνει δὲ τὸ ξηρόν. A. 450. Κρήτῃ ἐπίουρο ν : τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδοτος γὰρ ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύλακα. καὶ Ἀρίσταρχος δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα, μέμνηται δὲ καὶ ὁ Δίδυμος τῆς ἀποδόσεως καὶ Τρύφων. ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουρος ὡς ἐπίσκοπος οὐ πάντως ἔχει ἐγκείμενον τὸν οὖρον τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν ἐπένθεσιν τοῦ υ ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. |
| 3,2 87 | εἰσὶ δὲ οἳ ἀνέστρεψαν τὴν πρόθεσιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀσκαλωνίτης παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προθέσεως, ὁμοίως τῷ «βοῶν ἐπιβουκόλος ἀνήρ» (Od. γ 422). A. 510. ἔ τ ’ ἄλλ α : οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν συναλοιφῇ δὲ γενέσθαι τἆλλα, ὡς τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τῆς τοιαύτης πάρ’ αὐτῷ συναλοιφῆς τε καὶ συντάξεως τῶν ἄρθρων (Λ 636). ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα. A. 542. τὴν οἷ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον. A. 543. ἑάφθ η : Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ ἕπεσθαι· φησὶ γὰρ ὅτι ἐπηκολούθησεν αὐτῷ· καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο ἑάφθη, ὡς τὸ ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου, πιθανῶς πάνυ. ἡμεῖς δ’ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι. πρὸς τὸ πρῶτον· ἡ ει δίφθογγος ἐν τοῖς παρῳχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο «ἀτὰρ ἠλέκτροισιν ἔερτο» (Od. ο 460), εἴργνυ ἐέργνυ «κατὰ συφεοῖσιν ἐέργνυ» (Od. κ 238). οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατ’ ἀρχὴν καὶ διὰ τοῦ η · ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου εἵλκεον (Ρ 395): φήσας τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκησε Διός» (Od. λ 580). ἀλλ’ οὐ θέλει πάλιν τὸ η τὸ κατ’ ἀρχὴν τῶν παρῳχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε , ἀπὸ μέντοι τοῦ α καὶ η , ὡς δῆλον ἐκ τῶν τοιούτων· ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς ἀλείς μετοχῆς), ἤγη ἐάγη, ἧδον ἕαδον. πῶς οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖσθαι· διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησίν, ἥφθη καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ ἕερσα, ἕεδνα, ἑήνδανε, ἑώρων. οὕτως οὖν καὶ τὸ ἑάφθη ἔχει· σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν ἦν τὸ κωλῦον. A. 693. Φθίων ὡς Χίων βαρυτόνως· καὶ γὰρ Φθῖοι ὡς Χῖοι: «Λοκροὶ καὶ Φθῖοι» (686). A. 707. τέλσος ὡς χέρσος· γέγονε δὲ κατὰ μεταβολήν, παρὰ τὸ τέλος πλεονάσαντος τοῦ ς . A. 727. |
| 3,2 88 | οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργ α : τὸ περί ἀντὶ τοῦ περισσῶς· τὸ δὲ δῶκε προπερισπαστέον. A. 734. περισπαστέον τὸ πολεῖς ὡς ταχεῖς, ὁμοίως τῷ «πολεῖς ὀλέσαντ’ αἰζηούς» (Il. Ο 66). τοῦτο δέ φημι, ἐπεί τινες βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν, οἷς μάχεται καὶ ἡ ὀρθογραφία ἡ κατ’ Ἴωνας. A. 759. Ὑρτάκου ὡς θυλάκου. τὰ γὰρ εἰς κος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα, προπαροξύνεται, Λάμψακος, Ῥύνδακος· «Ῥύνδακον ἀμφὶ βαθύσχοινον». οὕτως οὖν καὶ Ὕρτακος. A. 791. Ὀρθαῖο ς : ὡς Ἀλκαῖος. ἐπεί, φησί, τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, προπερισπᾶσθαι θέλει, χερσαῖος, ὀρφναῖος, ἑρσαῖος, ἀρχαῖος, Ἀρναῖος, Τρικκαῖος, Ἑρμαῖος· ὅθεν τὸ Ἑρμαῖον κάρα παρὰ Σοφοκλεῖ. τὸ δὲ «ὅθι θ’ Ἕρμαιος λόφος ἐστίν» (Od. π 471) ὡς εἰς ἰδιότητα καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθήναιος, ἀγοραῖος καὶ ἀγόραιος (cf. Λ 301). οὕτως οὖν καὶ Ὀρθαῖος προπερισπωμένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώρηκεν. A. 803. πρὸ ἕθε ν : ὁμοίως τῷ ἀπὸ ἕθεν (Il. Ζ 62) ἀναγνωστέον κατ’ ὀρθὴν τάσιν. προείρηται δὲ περὶ τῆς ἀντωνυμίας (Γ 128). A. 809. βιβάσθω ν : Τυραννίων περισπᾷ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ ς , ὥς φησι Φιλόξενος, εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστός ἀΐσθων· γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν τοῦ τέλους εἰς θω βαρύτονα ῥήματα, ἐγερτός ἐγέρθω, ἐρεκτός ἐρέχθω, ἀϊστός ἀΐσθων· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον. A. ΕΙΣ ΤΗΝ Ξ. 7. θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντ α : τὴν πρόθεσιν ἀναστρεπτέον· τὸ γὰρ ἑξῆς ἐστὶν ἀπολούσῃ. A. 21. διχθάδ ι’ : τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ καὶ Ἀρίσταρχος βούλεται. διὸ τὴν χθα συλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺς βουλομένους εἶναι «διχθαδίῃ μεθ’ ὅμιλον» καὶ τὴν δι συλλαβὴν ὀξύνοντας. A. 32. προπαροξυτονητέον τὸ πρύμνῃσι ν· Κράτης μέντοι προπερισπᾷ, ἀκούων ἐπὶ ταῖς ἐσχάταις, πλανηθεὶς ἐκ τοῦ «τὰς γὰρ πρώτας πεδίον δὲ εἴρυσαν». ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς ὡς ἐπὶ τὸ πολὺ τὸ πρυμνὸν οὐ τίθησιν ἐπὶ διεστῶτος σώματος ἀλλ’ ἐπὶ ἡνωμένου «πρυμνὸν ὑπὲρ θέναρος» (Il. |
| 3,2 89 | Ε 339)· «τοῦ δ’ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε» (ib. 292)· «πρυμνὴν ἐκτάμνοντες» (Il. Μ 149). A. 48. κεῖνος τώ ς : ἄμεινον, ὡς καὶ ὁ Ἀσκαλωνίτης φησί, τὸ τώς εἶναι ὁμοίως τῷ «τὼς δέ ς’ ἀπεχθήρω» (Il. Γ 415). A. 60. ἐπιμί ξ : Ἀρίσταρχος ὡς κουρίξ. καὶ εἴπομεν ὅτι τὰ εἰς ιξ ἐπιρρήματα ὀξύνεται, σημειωσάμενοι τὸ πέριξ βαρυνόμενον. A. 73. κυδάνε ι : βαρυτονητέον ὁμοίως τῷ «οἰδάνει ἐν στήθεσσι νόον» (Il. Ι 554). A. 164. τὸ ᾗ δασυντέον καὶ περισπαστέον· ἔστι γὰρ δοτικὴ πτῶσις κτητικῆς ἀντωνυμίας. A. 168. ἀνῷγε ν : προπερισπαστέον· πρόσκειται δὲ τῷ ω τὸ ι · ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν. A. 171. κάθηρ ε : τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματος τοῦ καθαίρω. ὡς οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶς «μέγηρε γάρ οἱ τότ’ Ἀπόλλων» (Il. Ψ 865), οὕτως ἐκάθηρε κάθηρε. A. 172. δασυντέον τὸ ἑδαν ῷ· τὸ γὰρ ἡδύ βούλεται σημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω στεγανός, ἢ ἐκ τῆς μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστάμενα, ὡς παρὰ τὸ ἵκω ἱκανός καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τραγανός, εἴδω ἰδανός». «τὰς (vel potius σὰς v. μον. λ. 7) ἰδανὰς χάριτας» ὁ Καλλίμαχος. οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτ’ ἄν, τοῦ η εἰς τὸ ε τραπέντος· διὸ δασυντέον τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο. ὁ γὰρ χαρακτήρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται. A. 183. μορόεντ α : οὕτως Ἀρίσταρχος ἀπὸ τοῦ μ ποιεῖται τὴν διαστολὴν καὶ ὁ Ἀσκαλωνίτης. καὶ οὕτως ὁ λόγος ἔχει. τὰ γὰρ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺς ἀπὸ τοῦ α τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ α ἐπιτατικὸν ὑπάρχῃ μηδενὸς κατεπείγοντος. A. 209. ὁμωθῆνα ι : δασυντέον τὸ ο . ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον. A. 221. ἄπρηκτόν γε νέεσθα ι : τουτέστι πορεύεσθαι. οὕτως Ἀρίσταρχος. Δημήτριος δὲ γενέεσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ τὸ γενέσθαι γενέεσθαι γένηται. A. 249. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμ ή : Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν εὐθείας πτώσεως, καὶ κατ’ ἄλλο ἡ σὴ ἐσωφρόνισεν ἐντολή, ὥστε εἶναι ἡ τεή. Παρμενίσκος δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε καὶ δασύνει τὸ η , καὶ περισπᾷ ἐπὶ δοτικῆς πτώσεως, ἵνα ὑπάρχῃ ὁ Ζεὺς τῇ ᾗ με ἐσωφρόνισεν ἐντολῇ. |
| 3,2 90 | Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριστάρχου· φησὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον· καὶ ἡμῖν δὲ δοκεῖ· πρὸς γὰρ τὴν Ἥραν ἡ ἀπότασίς ἐστιν. αὐτὸς γοῦν ἐπεξηγεῖται αὐτό· «νῦν αὖ τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι» (262). A. 265. ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆ ν ’ ὡς Ἡρακλῆος περιχώσατ ο : ὁ Ἀσκαλωνίτης βαρύνει τὸν η · ἄμεινον δὲ περισπᾶν. καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν. οὐ γὰρ ἕτερος αὐτῷ ἐπιφέρεται περισπώμενος, ὡς ἐπὶ τοῦ «ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα» (Od. λ 172). A. 309. τὴν σεῦ περισπαστέον: ἔστι γὰρ ἀντιδιαστολή. A. 328. σέ ο : ὀρθοτονητέον· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. A. 340. τὸ εὔαδεν ὁ Ἀσκαλωνίτης ψιλοῖ, λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῇ ἐπενθέσει τοῦ υ ψιλοῦται, ὡς ὅλος οὖλος· οὕτως οὖν καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ (opinor ἐρείδει δὲ) πρὸς τὴν συνήθη ἀνάγνωσιν δασύνουσαν τὸ α , ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον. καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον δασύνεσθαι, οἴδαμεν δὲ καὶ τὸ ἅδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ, «ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων» (Il. Μ 80), εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εὖ ἐπίρρημα προσῆλθε καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν λέξει συνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε. A. 351. στιλπνα ί : ὁμοίως τῷ ἰσχναί. τὰ γὰρ εἰς νος δισύλλαβα μετ’ ἐπιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει, πρυμνός, ἰσχνός, πυκνός. ἐναντιοῦται τὸ λίχνος. τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεως. A. 351. ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ ἑέρσαι ὁμοίως τῷ Εὐτέρπαι. καὶ γὰρ τὸ ἑνικὸν ἑέρση ἐστί «μή μ’ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἑέρση» (Od. ε 467), τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικά, Ἑλένη Ἑλέναι· οὕτως εἰ ἑέρση, καὶ ἑέρσαι. ἠλιθίως πάνυ. οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, ὁμοίως τῷ ἄελλα ἀέλλη, οὕτως ἕερσα καὶ ἑέρση. εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἕερσα προπαροξυνομένου τὸν τόνον. A. 372. τὸ παναίθῃσιν οἱ πλείους προπερισπῶσιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα συντιθέμενα καὶ μὴ γινόμενα κύρια τότε μὲν φυλάσσειν τὸν τόνον ὅτε μετὰ προθέσεως συντίθεται, τότε δὲ ἀναβιβάζειν ὅτε οὐ μετὰ προθέσεως. ἐπιτομή, ἀνοχή, ἱστοδόκη δὲ καὶ καπνοδόκη, λατύπη, οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προθέσεώς ἐστι βαρυτονηθήσεται. |
| 3,2 91 | τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν ὀφείλει βαρύνεσθαι. ὡς γὰρ παρὰ τὸ καλός ἐγένετο πάγκαλος καὶ παγκάλη, οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ᾧ ἀκόλουθον τὸ παναίθη. A. 387. δα ϊ : ὁ Ἀσκαλωνίτης βαρύνει ὡς Θέτι, οἱ δὲ πλείους ὡς φλεβί ὀξύνουσιν, οἷς συγκατατίθεμαι. εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, δάϊς ὡς Θέτις βαρυνομένη καὶ ὡς «πάντα Θέτι καλλιπλοκάμῳ» (Il. Σ 407) οὕτως δάϊ, πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ι . δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον. τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκά, εἴτ’ ἄλλῳ εἴτε καὶ τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι, τοὐναντίον δὲ ὀξύνεσθαι—ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ κείμενα παρ’ Ἡροδότῳ—οἷον Θηβαΐς, Δαναΐς, Λαΐς, Θαΐς. οὕτως ἄρα δαΐς· χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου. ὥσπερ καὶ τὸ ἀκρίς. ἄμεινόν ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστὶ δοτική, ὀφείλει ὀξύνεσθαι τῷ τὰς εἰς ι συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπ’ ὀνομάτων ἀρσενικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, μηνί, χηνί· ταύτῃ καὶ λιτί. οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται, ὀξυτονηθήσεται. A. 396. τόσσος γ ε : Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπὶ τῆς τος συλλαβῆς, ὁ δὲ Τυραννίων τοσσόσγε ἀνέγνω τὴν σος συλλαβὴν ὀξύνων. οὐκ εὖ. ὁ γὰρ γέ οὐκ ἀλλάσσει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ σύνδεσμον, ἴστω ὅτι τὸ ἐναντίον χωρήσει. ἡ γὰρ διὰ τοῦ γέ ἐπέκτασις τρίτην ἀπὸ τέλους ἐποίει τὴν ὀξεῖαν, ἔγωγε, ἔμοιγε. A. 463. λικριφί ς : Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ «ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς» (Od. ε 481). (Cf. ad Σ 506). καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις. A. 509. ἀνδράγρι α : ὡς ἀντάξια. καὶ γὰρ σύνηθες αὐτῷ τὸ τοιοῦτον εἶδος· καὶ γὰρ ζωάγρια εἶπε καὶ βοάγρια καὶ μοιχάγρια. A. 521. τὸ μὲν ὁμοῖος ὡς ἀλλοῖος ἀναγνωστέον· τὸ γὰρ προπαροξύνειν μεταγενεστέρων ἐστὶν Ἀττικῶν. Τὸ δὲ ἐπισπέσθαι παροξυτονητέον ὁμοίως τῷ ἀποθέσθαι· ἔστι γὰρ τὸ ἁπλοῦν σπέσθαι. προείρηται δὲ ἐπὶ τῶν τοιούτων ἀπαρεμφάτων. A. ΕΙΣ ΤΗΝ Ο. 2. δάμε ν : ὁμοίως τῷ «πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δ’ ἐλίποντο» (Il. Μ 14) καὶ τῷ «φάνεν δέ οἱ εὐρέες ὦμοι» (Od. ς 68) ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ ἄρχοντος χρόνου· ἔφαμεν δὲ τὰ τοιαῦτα ἀδιαφόρως εὑρεθῆναι παρὰ τῷ ποιητῇ (Δ 3, Β 808). |
| 3,2 92 | A. 4. ὑπαὶ δείου ς : ἡ ὑπό πρόθεσις ὑπαί ἐγένετο ὁμοίως τῇ «ὑπαὶ πόδα νείατον Ἴδης» (Il. Β 824)· καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος. διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί, καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. A. 10. εἵα θ’ : ἔνιοι τὸ εἵαθ’ ψιλῶς· «ἔνθ’ ἄρα οἱ μύλαι εἴατο» (Od. υ 106). ἀντὶ τοῦ ἦσαν. καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ εἴατο. ὁμοίως καὶ ἐπὶ τοῦ «εὗρε δ’ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τ’ ἄλλαι εἴαθ’ ὁμηγερέες» (Il. Ω 83)· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελίκου χρόνον, καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίστασιν εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν (cf. Ζ 336). διὸ ἄμεινον δασύνειν καὶ ἐκδέχεσθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγκάμνοντας. αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῇ μὲν κοινῶς εἰπών «τοῖσι δ’ ἄρα Τρώων ἡγήτορες ἧντ’ ἐπὶ πύργων» (Il. Γ 153), πῇ δὲ Ἰωνικῶς «οἱ δὲ ἕατ’ εἰν ἀγορῇ» (Il. Η 414), πῇ δὲ ἐπενθέσει τοῦ ι πάλιν χρησάμενος Ἰωνικῶς «εἵατο καὶ προὔχοντες» (Od. γ 8), ὡς καὶ τὸ προκείμενον. A. κῆρ ἀπινύσσω ν : Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι σημαίνῃ τὸ κῆρ ἀσύνετος ὤν, διδασκόμενος καὶ ἐξ ἐκείνου «δοκέεις δέ μοι οὐκ ἀπινύσσειν» (Od. ε 342). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων καὶ σχεδὸν πάντες, καὶ ἡμεῖς. εἰσὶ μέντοι οἳ ἄλλως διέστειλαν, οὓς ἐλέγχει ὁ Ἡρωδιανός. A. 17. προπαροξυτονητέον τὸ ἐπαύρηα ι, ὁμοίως τῷ «εἰσόκε τοὺς ἀφίκηαι» (Od. λ 122)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ «σὺ δέ κεν κακὸν οἶτον ὄληαι» (Il. Γ 417)· καὶ γὰρ οὗτος μέσος δεύτερος ἀόριστος. A. 26. πεπιθοῦσ α : ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν. «ῥηϊδίως πεπιθεῖν» (Il. Ι 184). A. 105. 106. ἔφαμεν τὸν η κατ’ ἀρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι, ὥσπερ καὶ ἐνθάδε. τοὺς μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡς τὸ «ἢ ἔπει ἠὲ βίῃ» (puto ἢ ἔπει ἢ ἔργῳ Α 504). A. 127. ἡ δ’ ἐπέεσσι καθάπτετ ο : δασυντέον τὸ ἡ ἄρθρον. δύναται μέντοι καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο. καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις «βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διὰ πρό» (Il. |
| 3,2 93 | Ε 66)· «ἡ δὲ χιτῶν’ ἐνδῦσα» (ib. 736)· καὶ γὰρ ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ (ε 391) «αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη». ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι, ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει. A. 128. τὸ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου. A. 138. προπερισπαστέον τὴν υἷος γενικήν. προείρηται δὲ πῶς γέγονεν (E 266). A. 142. θρόνῳ ἔν ι : ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστὶν ἐν θρόνῳ, ὁμοίως τῷ «υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι» (111). A. 146. καὶ τὸ Ζεύς καὶ τὸ σφώ ἐγκλιτέον, τουτέστι βαρυτονητέον, ἐπεὶ δευτέρου προσώπου ἐστὶ καὶ μεταλαμβάνεται εἰς τὸ ὑμᾶς. A. 159. προπερισπαστέον τὸ ἀγγεῖλα ι· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον «μηδὲ ψευδάγγελος εἶναι». οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ ἄνωχθι προστακτικῶς ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον τῷ «τῆ δὲ τόδε κρήδεμνον ὑπὸ στέρνοισι τανύσσαι» (Od. ε 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν. A. 162. εἰ δέ μο ι : τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ νῦν ἡ μοί ἐγκλιτικὴ καὶ ἀπόλυτος. A. 165. καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ «καί εὑ κράτος ἐστὶ μέγιστον» (Il. Ω 293). A. 187. Ῥέ α : οἱ μὲν ἐκτείνουσι τὸ α , ἐπὶ δὲ τοῦ ἐπιρρήματος συστέλλουσιν· οἱ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γένηται, ὡς τὸ «πὺξ ἀγαθὸν Πολυδεύκεα» (Il. Γ 237) «ἀνδρόμεα κρέα» (Od. ι 347) «εἴσατο τεύχεα». A. 199. οἵ ἑθεν ὀτρύνοντο ς : ἡ ἕθεν νῦν ἀπολυτός ἐστι καὶ ἐγκλιτική. διὸ τὸ οἱ ἄρθρον ὀξυτονοῦμεν. A. 209. ὁμ ῇ : περισπαστέον κατὰ δοτικὴν πτῶσιν, ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμός αὐτοῦ τὸ ἀρσενικὸν ὁμοίως κατ’ ὀξεῖαν τάσιν «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος» (Il. Δ 437)· καὶ τὸ οὐδέτερον «ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος» (Il. Ν 354). παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς· «ὁμῶς δέ τοι ἤπια οἶδεν» (Od. ν 405). A. 226. ἀλλὰ τό δ ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷ αὐτῷ ἔπλετ ο : οἷ αὐτ ῷ : ὁ Ἀσκαλωνίτης ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν, ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς ἁπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πείθεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥστε ἀπὸ κοινοῦ λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα. ὁμοίως δὲ καὶ ἐπ’ ἐκείνου κατ’ ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ· «Μέντορ μή ς’ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ» (Od. |
| 3,2 94 | χ 213)· καὶ τὸ ἑξῆς ἐστὶ τοιοῦτον, μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι θέλει, εἴτε εἰς ἁπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν «ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ» (Od. δ 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατ’ ὀρθὸν τόνον ἀναγινώσκεσθαι. A. 241. κατ’ ὀρθὸν τόνον ἀναγνωστέον, ἀμφὶ ἓ γινώσκω ν· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν. A. 245. δασυντέον τὸ ἧσα ι· προείρηται δὲ περὶ τούτου (v. Ζ 336, Ο 10). τὸ δὲ ὀλιγηπελέων ἕν ἐστιν, ὅμοιον τῷ ὀλιγοδρανέων. τὸ δὲ ἦ που τί σ ε, ὁ ἦ διαπορητικός ἐστι· διὸ περισπαστέον. A. 288. ἦ: διαβεβαιωτικός ἐστι· διὸ περισπαστέον αὐτόν. A. 302. Μέγη ν : Ἀρίσταρχος βαρύνει ὡς «Μέσθλην τε Γλαῦκόν τε» (Il. Ρ 216)· καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν· τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως κλίνεται, λέβητα, Λάχητα· εἰ δ’ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου «Φυλλείδην τε Μέγητα» (Il. Τ 239), ὅτε μὴ οὕτως ἔχῃ, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης ἀλλὰ τὰ ῥηματικὰ μὴ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν, ἐπεὶ τὰ (an κλίσιν. ἔπειτα?) πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν «πέρσεν δὲ πόλιν θείοιο Μύνητος» (Il. Τ 296). ὁ δὲ Σοφοκλῆς ἰσοσυλλάβως «Μύνου τ’ Ἐπιστρόφου τε», μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας· φησὶ γὰρ «καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα». ὁ δὲ Ἄρατος (Dios. 244) περιττοσυλλάβως ἔκλινεν· «ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν». καὶ μή ποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης. A. 309. ἀμφιδάσεια ν : τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ὁμοίως τῷ χαλκοβάρεια. ὅτι δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν ἀλλὰ παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ ἠριγένεια. A. 320. κατένωπ α : Ἀρίσταρχος προπερισπᾷ κατενῶπα ὡς κατὰ δῶμα, ἀπ’ εὐθείας τῆς ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα· ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν κατένωπα, ὡς μηρία μῆρα, σιτία σῖτα. |
| 3,2 95 | ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως, ὡς ἐνωπή ἡ πρόσοψις «ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ» (Il. Ε 374), παρ’ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. A. 335. Φυλάκη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀναγνωστέον ὡς Ἰθάκη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου. AD. 338. Σφήλοι ο : ὡς φίλοιο. ἔστι δὲ καὶ κανὼν ὡς τὰ εἰς λος δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεσθαι θέλει, Τῆλος, Μῆλος, Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ μέντοι προσηγορικὰ καὶ ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς δῆλος τὸ ἐπιθετικὸν καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς περὶ καθολικῆς προσῳδίας. A. 339. Μηκιστ ῆ : ὁμοίως τῷ «ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί» (Il. Δ 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατική, ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ καὶ ἄμεινον. A. 351. τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουσ ι. εἴρηται δὲ περὶ τῆς προσῳδίας ἐν τῇ Λ (454). AB. 359. ἐπεκτέταται τὸ ᾗσι ν· ἀντὶ γὰρ τοῦ ᾗ ἐστὶν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφῇ. διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δασυνομένου κέκλιται. A. 365. ἤϊ ε : Ἀρίσταρχος δασύνει, ἀπὸ τῆς ἕσεως τῶν βελῶν. οἱ δὲ περὶ τὸν Κράτητα ψιλῶς, ἀπὸ τῆς ἰάσεως. καὶ οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ πρὸς διάφορον ἐτυμολογίαν διαφόρως ἀναγινώσκειν. ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται, ἠώς, ἤϊα. ταύτῃ καὶ τὸ «ἥτε ξείνων θέμις ἐστί» (Od. ι 268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως ψιλωτέον. A. 382. νηὸς ὑπὲρ τοίχων καταβήσετα ι : οὐκ ἀναγκαῖόν ἐστιν ἀναστρέφειν τὴν πρόθεσιν, ἀλλὰ συντάσσειν τῇ τοίχων γενικῇ. A. 389. ναύμαχ α : οὕτως ὡς θαύματα. ἐξαιρέτως δὲ τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ, εἰς ον περατούμενα, προπαροξύνεται, χαρτότομον, χειρόγραφον, ἀκρατόφορον· οὕτως «ναύμαχον ἐν παλάμῃσιν» (677), ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ μεγέθει. A. 394. φάρμα κ ’ ἀκήματ α : τὸ πλῆρες, φάρμακ α, εἶτα ἀκήματα· παρὰ γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται. |
| 3,2 96 | εἴρηται δὲ ἡμῖν ἐν ἑτέροις διότι καὶ ἡ ἄκεσις καὶ τὸ «ἀκεσταί τοι φρένες ἐσθλῶν» (Il. Ν 115) τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν. A. 444. ἰοδόκο ν : πιθανώτερον Ἀλεξίων παροξύνει, ὡς ξεινοδόκον, ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔστιν ἐνεργητικόν. A. 445. Κλειτός ὄνομα κύριον· ὀξυντέον δὲ ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον. A. 463. ἐϋστρεφέ α : οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ α · ἀπήρτισε γὰρ εἰς μέρος λόγου ὁμοίως τῷ «ἀμφηρεφέα τε φαρέτρην» (Il. Α 45). A. 491. τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ἤμελλε τετάρτη ἀπὸ τέλους πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς ἀρχούσης μετέστη. A. 494. τὸ ὕμεων ἀντωνυμία ἀπόλυτός ἐστι καὶ οὐκ ἔχουσα ἀντιδιαστολήν· διὸ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν. A. 548. ἐν Περκώτ ῃ : ὁμοίως τῷ [ἐν] Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεσιν οὐκ ἀναστρεπτέον· πρὸς γὰρ τὴν ἐόντων μετοχὴν συντέτακται. A. 554. ἀνεψιο ῦ : τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον. (cf. Β 731.) A. 555. οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχ ε ’ ἕπουσι ν : ὁ Ἀσκαλωνίτης οὐκ ἀναστρέφει τὴν περ ί· εἶναι γὰρ τὸ ἑξῆς περιέπουσι. κἀγὼ δὲ αὐτῷ συγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπὶ τὸ πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην. A. 606. τάρφεσιν ὡς βέλεσιν οἱ πλείους· καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικόν, ὡς ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριστοφάνης ἐκεῖνό φησιν, ὅτι ἐὰν μὲν τοῖς δάσεσιν, ὡς βέλεσι τάρφεσιν· ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέσιν ὡς ὀξέσιν. A. 607. ἀφλοισμό ς : ὀξυτόνως ἀναγνωστέον: τὰ γὰρ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβάς, ἔχοντα πρὸ τοῦ μ τὸ ς , ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός. ἔνιοι δὲ αὐτὸ παρὰ τὸ ἀφρισμός, μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο . οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοισμός καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α . διὸ οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει. A. 619. ἠλίβατο ς : ψιλῶς· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐσχημάτισται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ ἠλιτόμηνος, συγκοπὴν δὲ ἔπαθεν. διδάσκει δὲ καὶ τὸ τῆς συναλοιφῆς ὅτι ψιλοῦται· «τὸν μέν τ’ ἠλίβατος πέτρη» (273). οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ· οὐκ ἐπείσθη δὲ ἡ παράδοσις, ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλοιφῆς. A. 631. εἱαμεν ή : δασυντέον, ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων (cf. Δ 483). A. 665. |
| 3,2 97 | τῶν ὕπε ρ : ἀναστρεπτέον τὴν πρόθεσιν. A. 676. ἴκρια ὡς δέμνια· ἔστι γὰρ ῥηματικόν, ὡς ἐν ἑτέροις εἴρηται. A. βιβάσθω ν : βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥς φησι Φιλόξενος, κατὰ πλεονασμὸν τοῦ ς (v. Ν 809) ἤ, ὅπερ καὶ βέλτιον, παρὰ τὸ βιβαστός βιβάσθω, ὡς καὶ ἀϊστός, κατ’ ὀξεῖαν τάσιν, ἀΐσθων· «ὁ δ’ ἔβραχε θυμὸν ἀΐσθων» (Il. Π 468). A. 678. τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, σεσημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιεικοσίπηχυ ὑφ’ ἓν ἀναγνωστέον. τοὺς γὰρ ἀριθμοὺς οὕτω προφέρει, διὰ τοῦ ι , ὡς «εἰκοσινήριτα» (Χ 349). τινὲς δὲ καὶ κατὰ παράθεσιν, ὡς τὸ τρεῖς καὶ δέκατος, ὥστε καὶ τὸ θηλυκὸν τρεῖς καὶ δεκάτη. AV. 679. κελητίζει ν : παραγωγόν ἐστι τὸ ῥῆμα παρὰ τὴν κέλητος γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν ὅσοι διαστέλλουσι· καὶ γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ ψιλότητος. A. 698. ἄντεσ θ’ : Τυραννίων παροξύνει, ὡς λαβέσθαι, πυθέσθαι, ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς. σημαίνει γὰρ παρατατικόν. καὶ ἔστι τὸ ῥῆμα παρ’ αὐτῷ καὶ περισπώμενον καὶ βαρυνόμενον. τὸ γὰρ «ἤντης’ οὐδὲ ἴδον» (Od. δ 201) καὶ «ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος» (Il. Π 423) ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ «ὡς ἄν τίς σε συναντόμενος» (Od. ρ 165) ὡς ἁπτόμενος καὶ «ἤντετο γάρ τοι Φοῖβος» (Il. Π 788) ὡς ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάσιν. οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι. A. 705. ὠκυάλο υ : ἐψίλωσαν τὸ α , παραγωγὴν δεξάμενοι καὶ οὐ σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη. καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν τῇ συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, Εὐρύαλος, Ἀμφίαλος, Ἀστύαλος· ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα «πολλαὶ ἐν ἀμφιἅλῳ Ἰθάκῃ» (Od. α 395) «ἀγχίἁλόν τ’ Ἀντρῶνα» (Il. Β 697), ὕφαλος, ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον. A. 709. ἀϊκά ς : ὡς παλλακάς· καὶ ἐγένετο παρὰ τὸ ἀΐσσω ἀϊκή ὡς φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἆϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρ’ αὐτῷ «πολυᾶϊξ γυῖα δ’ ἔθηκεν» (Il. Ε 811) καὶ «πολυάϊκος πολέμοιο» (Il. Α 165) καὶ «κορυθάϊκι πολεμιστῇ» (Il. Χ 132). καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἆϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν κατὰ συστολὴν ἀναγινώσκειν (scil. ultimam κας ), ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι, ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ δύο συλλαβάς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ ἑλίκη, ἐρίκη, μυρίκη, φοινίκη. |
| 3,2 98 | τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων. A. 725. ἀνώγε ι : βαρυτόνως ἀναγνωστέον. εἰ δὲ καὶ ὡς ἀπὸ περισπωμένου δείκνυταί τινα ἔχων κινήματα, ὥσπερ ἐπὶ τοῦ «καὶ δὲ τόδ’ ἠνώγεον εἰπεῖν ἔπος» (Il. Η 394), οὐκ ἀναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν· κλίνεται γὰρ καὶ ὡς βαρύτονον, ὥσπερ ἐπὶ τοῦ «ὅς ποτ’ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν» (Λ 139). πρόδηλον κἀκ τῶν προστακτικῶν ἀνώγετον, ἀνωγέτω. «ἄνωχθι δέ μιν γαμέεσθαι» (Od. β 113). διὸ καὶ βαρυτόνως ἀναγνωστέον. A. 735. τὸ φαμέν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει· διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον. εἰ μέντοι παρατατικὸς γένοιτο, δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατ’ ἀρχὴν πάσχει, καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται, ὅμοιον ὡς τὸ ἔφαμεν ἐντελές, ὥσπερ ἐπ’ ἐκείνου «φάμεν δέ οἱ οὐ τελέεσθαι» (Od. δ 664), ὅπερ οὐκ ἐπιζητεῖ νῦν ἡ διάνοια. A. ΕΙΣ ΤΗΝ Π. 12. ἦ: πάντες περιεσπάσθησαν οἱ σύνδεσμοι κατὰ λόγον τῶν ἐρωτηματικῶν. A. 24. οὐτάμενο ι : ὡς ἱστάμενοι. προείρηται δέ (Λ 659). A. 41. ἴσκοντε ς : ὁ Ἀσκαλωνίτης κατὰ ἀφαίρεσίν φησιν εἶναι τοῦ ε τὸ ἴσκοντες. Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει παρὰ τὸ εἴσκω ἐκδεξάμενος. ἄμεινον δὲ ἡ τοῦ Πτολεμαίου ἀνάγνωσις· πρὸ γὰρ τῆς διὰ τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι, ὅτι μὴ τὴν αυ . ταύτῃ οὖν μοι δοκεῖ ἀπὸ τοῦ εἴδω εἶναι ὁ μέλλων εἴσω· καὶ ἅμα τῇ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατὰ τὴν διαίρεσιν, ἵνα μὴ δίφθογγος γένηται, καὶ ἀποβολῇ τοῦ ε ἴσκω. οὕτως οὖν καὶ τὸ ἴσκοντες ὀφείλομεν κατὰ ἀποβολὴν τοῦ ε ἀναγινώσκειν· οὐ γὰρ μέτρον κωλύει. A. 44. ἀκμῆτε ς : ὡς ἀδμῆτες· καὶ καθόλου, ὅσα ἀπὸ παρακειμένου συντέθειται ὀνόματα εἰς ης λήγοντα, ὧν τὸ τέλος μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος μετὰ δύο συμφώνων, ὀξύνεται, οἷον ἰθυτμής, μία συλλαβὴ ἐπὶ τέλους ἀπὸ παρακειμένου, καὶ δύο σύμφωνα πρὸ τοῦ η . φλεβοτμής, ἀβλής, προβλής. οὕτως ἀκμής. A. 47. λιτέσθα ι : ὁ Ἀσκαλωνίτης ἀξιοῖ ὁμοίως τῷ λίσσεσθαι, ἐπεὶ ἐνεστῶτος χρόνου ἀπὸ ὁριστικοῦ τοῦ λίτομαι (Cod. λίττομαι). εἰσὶ δὲ οἳ παροξύνουσιν ὁμοίως τῷ λαβέσθαι. ἐγὼ δ’ ἐπαινῶ τὸν Ἀσκαλωνίτην προπαροξύνοντα ἐπὶ ἐνεστῶτος. τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον· ἔμελλε γὰρ αὐτῷ θάνατον λίσσεσθαι. |
| 3,2 99 | δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ ἀπιθάνως. ὅνπερ γὰρ τρόπον ἐν ἑτέροις διαλαμβάνων περὶ τοῦ «μεταλλῆσαι καὶ ἔρεσθαι» (Od. γ 69), ἀξιούντων πάντων τὸ (Cod. τῷ) ἐρέσθαι ὁμοίως τῷ πυθέσθαι, ἐπειδήπερ μέσος δεύτερος ἀόριστός ἐστιν, ἀπεφηνάμην ὡς ἡ παράδοσις τρίτην ἀπὸ τέλους ἐποίησε τὴν ὀξεῖαν οὐ τῷ σημαινομένῳ πεισθεῖσα ἀλλὰ τῷ χαρακτῆρι τῆς φωνῆς, ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο, ὄντα ἐνεστῶτος, οἷον φέρεσθαι δέρεσθαι, ἃ (Cod. καὶ) εἶχε τὴν ρε συλλαβὴν πρὸ τέλους, τῆς ἀρχούσης συλλαβῆς εἰς τὸ ε ληγούσης, —οὕτως καὶ τὸ ἔρεσθαι ἀναδεξάμενον τὸν αὐτὸν χαρακτῆρα προπαρωξύνετο, οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δὲ ὁμοιότητι τῆς φωνῆς, —τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ προκειμένου. ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι. τοῦτο γὰρ αἰτεῖ καὶ τὸ νοητὸν καὶ ὁ σχηματισμός, παρὰ τὸ λίτομαι. ἀλλ’ ἐπεὶ τὰ εἰς σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι , ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένων αὐτῷ μήτε δύο συμφώνων μήτε διπλοῦ, παρωξύνετο, ὥσπερ ἔχει τὸ λιπέσθαι, πιθέσθαι, ἰδέσθαι, ἱκέσθαι, οὕτως καὶ τὸ λιτέσθαι παρώξυνεν ἡ παράδοσις, οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα, τῷ δὲ τοῦ χαρακτῆρος. παρεκτέταται τὸ κεφάλαιον τῷ Ἡρωδιανῷ. A. 57. ἡ τετριμμένη ἀνάγνωσις προπαροξύνει τὸ εὐτείχε α, τοῦ λόγου ἀξιοῦντος παροξύνειν, εἴγε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι. τὰ γὰρ παρ’ οὐδέτερα δισύλλαβα εἰς ος λήγοντα, μὴ τῷ η παραληγόμενα, συντιθέμενα, εἰς ης λήγοντα, ἀρσενικὰ ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐειδής, βάθος «ἀγχιβαθὴς δὲ θάλασσα» (Od. ε 413). τὸ η παρῃτησάμην διὰ τὸ εὐμήκης, τὴν δισυλλαβίαν διὰ τὸ εὐμεγέθης, τῶν παρὰ τὸ ἔτος ὑπεξαιρουμένων· «ὄτριχας» γὰρ «οἰέτεας» ἀνέγνωμεν (Il. Β 765)· μόνως οὖν εὐτειχής καὶ εὐτειχέα. δευτέρῳ λόγῳ, ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικὰ ὀξυνόμενα, Διογένης—αὐτὰρ ὁ διογενής, Πολυνείκης—ἀλλὰ πολυνεικὴς δῖ’ Ἑλένα, Παγκράτης—παγκρατὴς ἀλήθεια (Bacchyl. fr. 20), Εὐρυσθένης—ὁ πλοῦτος εὐρυσθενής (Pind. Pyth. V 1). εἰ δὴ Εὐτείχης ὄνομα κύριον παρὰ Ἀλκμᾶνι, ὀξύνεται τὸ ἐπιθετικόν. πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις; δώσομεν ἀφορμήν. τὰ εἰς ος λήγοντα οὐδέτερα συντιθέμενα ἀπ’ εὐθείας συντίθεται, ξίφος ἄξιφος· μόνον τὸ τεῖχος καὶ ἀπὸ γενικῆς, τείχεος εὐτείχεος, ἀφ’ οὗ τὸ «δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι» (Il. Α 129). μεταπλασμὸς εὐτείχεα, ὡς πυργοκέρατον πυργοκέρατα. πάθος παρέλαβον, ἵνα βοηθήσω τῇ τετριμμένῃ τάσει. A. 75. ἀπὸ λοιγὸν ἀμῦνα ι : τὸ ἑξῆς ἐστιν ἀπαμῦναι· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν. A. 85. |
| 3,2 100 | τὸ οἱ ἄρθρον ἐστὶ πληθυντικόν· διὸ ἐν τῇ συντάξει ἐγκλιτέον. A. 87. τὸ αὖ περισπαστέον· δύο γάρ ἐστιν, αὖ καὶ τοί. A. 88. ἀρέσθα ι : παροξυτονητέον· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. A. 90. ὁ Ἀσκαλωνίτης ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τὴν μέ ἀντωνυμίαν· διὸ καὶ ἐγκλιτικῶς ἀνέγνω· οὐ γὰρ πρὸς ἕτερον πρόσωπόν ἐστιν αὐτῷ ἡ διαστολή. καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις· κεῖται γὰρ καὶ ὁ δέ ἀντὶ τοῦ γάρ. A. 95. Νικίας ὑφ’ ἓν ἀνέγνω παλιντροπάασθα ι, Ἀπολλόδωρος δὲ κατὰ διάλυσιν. ἔφαμεν δὲ περὶ τῆς τοῦ πάλιν συνθέσεως, ὁπότε καὶ περὶ τοῦ παλιμπλαγχθέντας διελαμβάνομεν (Il. Α 59), ὡς ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖς ῥήμασι κατὰ διάλυσιν προσγίνεσθαι. A. 99. ἐκδύμε ν : παροξυτονητέον· τὸ γὰρ πλῆρές ἐστιν ἐκδύμεναι, ὁμοίως τῷ «θοῶς ζευγνύμεν ἄνωγεν» (145). καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο. A. 117. κόλο ν : οὕτως ὡς λόγον ὁ Ἀσκαλωνίτης. κἀγὼ δὲ συγκατατίθεμαι. A. 123. τῆς δ ’ αἶψα κα τ ’ ἀσβέστη κέχυται φλό ξ. Ἀρίσταρχος κατὰ βαρεῖαν τάσιν ἀσβέστ η, παρώνυμον ἐκδεχόμενος τοῦ «ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως» (Od. θ 326), ὑγιῶς πάνυ· οὕτως γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου, καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικός. A. 149. παροξυτονητέον τὸ Βαλίο ν. καὶ εἴρηται περὶ τῶν τοιούτων (Β 495). A. 150. Ποδάργ η : εἴτε σύνθετόν ἐστιν εἴτε παρασύνθετον, παροξυτονητέον εἰς ἰδιότητα. A. 173. στιχός ὡς τριχό ς, ἀπ’ εὐθείας τῆς στίξ. τὸ δὲ ἰῆς περισπῶσιν, καὶ τὸ «ἰῇ ἐν νυκτὶ γένοντο» (Il. Σ 251), οὐκ ἀκολούθως εὐθείᾳ τῇ ἴα βαρυνομένῃ· «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυς» (Il. Δ 437). εἴπομεν δὲ ἤδη περὶ αὐτοῦ (Ζ 422). A. 177. υἷ ι : διὰ τοῦ ι μόνου γράφεται ἡ τελευταία συλλαβή. διὸ προπερισπαστέον ὁμοίως τῷ «Νηληΐῳ υἷι ἐοικώς» (Il. Β 20). εἰ μέντοι διὰ τῆς ει διφθόγγου ἐγράφετο ὁ τελευταία, περιεσπᾶτο, ἀπ’ εὐθείας οὖσα τῆς υἱεύς, ὁμοίως τῷ «υἱεῖ ἐμ’ ὠκυμόρῳ» (imo ἐμωκυμόρῳ. Il. Σ 458). A. 185. Ἀρίσταρχος προπαροξύνει ἀκάκητ α· οἱ δὲ ἄλλοι ἀναλογίᾳ πειθόμενοι προπερισπῶσιν. ἐπείσθη δὲ ἡ παράδοσις. A. 207. ταῦτα μ ’ ἀγειράμενοι θά μ ’ ἐβάζετ ε : ἐπὶ τὴν τα συλλαβὴν ὀξεῖα· ἐγκλιτικὴ γάρ ἐστιν ἡ μέ· ταῦτά με ἀγειρόμενοι. οὕτω καὶ Ἀρίσταρχος. |
| 3,2 101 | ὁ μέντοι Κρατήτειος Ἑρμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ διὰ τοῦ θ τὴν γραφήν, οὐκ ἔχουσαν οὕτως. A. 211. ἄρθε ν : Ἀρίσταρχος δασύνει. δεῖ δὲ ψιλοῦν, ὡς ἐπεδείξαμεν ἐν τῇ Α ῥαψῳδίᾳ (136), διαλαμβάνοντες περὶ τοῦ «ἄρσαντες κατὰ θυμόν». A. 224. οὔλων ὡς δούλων· προείρηται δὲ ἡμῖν τὰ τῆς ἀναλογίας (Κ 134). A. 234. ὀξύνεται τὸ ὄνομα· τὰ γὰρ εἰς λος ἑτέρῳ λ παραληγόμενα, οὐ τὸ α μὴ προηγεῖται, ὀξύνεται. κιλλός εἶδος χρώματος, ἐν Στεφανοπώλισιν Εὐβούλου «εὔχρων τι κιλλὸν μανθάνεις θερίστριον», πολλός, κυλλός, Ἑλλός ἢ Σελλό ς, «ἀμφὶ δὲ Σελλοί», σκελλός, φελλός τὸ προσηγορικόν (cf. περὶ μον. 11, 23). τὸ δὲ Γάλλος καὶ ἄλλος τὸ α ἔχει πρὸ τοῦ λ . ἔτι δὲ τὸ ἄλλος καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται. A. 245. ἐγώ περ ἴ ω : βαρέως τὸ ἴω ῥῆμα δισύλλαβον· ὁ γὰρ πέρ σύνδεσμος. A. 248. τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισι ν· κατὰ παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν σύν πρόθεσιν διὰ τὴν διαστολὴν τὴν πρὸς τοὺς ἑταίρους. διὸ προπερισπᾶται τὸ πᾶσι, σὺν τεύχεσι πᾶσι καὶ τοῖς ἑταίροις. ἔστι μέντοι καὶ σύνθετόν ποτε, καὶ τρίτη ἀπὸ τέλους ἔσται ἡ ὀξεῖα ἀπ’ εὐθείας τῆς σύμπαντες καὶ αἰτιατικῆς τῆς «σύμπαντας, τοῖς δ’ οὔτι δυνήσεαι ἀχνύμενος» (Α 241). καὶ οὕτως ἀνεγνώσθη τὸ «σύμπασι Πυλίοισι» (Od. γ 59). καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ διὰ τοῦ μ ἐστί, ἐπεὶ κατὰ σύνθεσιν, ἐν δὲ τῷ «τεύχεσί τε ξὺν πᾶσι» φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις διὰ τὴν παράθεσιν. A. 299. πρώονε ς : ὡς σώφρονες. προείρηται (ad Θ 557). A. 305. ἕν ἐστι τὸ ἀνθίσταντ ο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵσταντο, ὥς τινες. A. ζητῶ περὶ τοῦ τόνου τοῦ ὑποεῖκο ν, πῶς δεῖ ἀναγινώσκειν. A. 324. ἄχρι ς : Ἀρίσταρχος ὡς μέχρις ἀνεγίνωσκε, παρ’ ὃ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡς τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις, ἅλις, μόγις, ἄχρις, αὖθις. ὀξύνεται δὲ τὸ χωρίς καὶ ἀμφίς, διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις, αὖθι, αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου. A. 372. σφεδανό ν : οὕτως ὡς σφοδρόν προείρηται. A. 390. ἐχρῆν μὲν διὰ τὸ κλιτύας οὐρῆας (οὐρείας?) περισπᾶσθαι τὸ κλιτῦς, ἀνεγνώσθη δὲ κατ’ ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ «κνημῖδας ῥαπτὰς δέδετο, γραπτὺς ἀλεείνων» (Od. ω 229). A. σχόλιον. ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ φανερῶς τὸ γραπτῦς περισπᾷ, καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφ’ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοις, τοῦτο πάλιν ἀντίκειται. |
| 3,2 102 | A. χαράδρα ι : πρὸ τέλους ἡ ὀξεῖα, ὡς φαρέτραι. προείρηται δὲ τὰ τῆς ἀναλογίας, οὕτως δὲ καὶ Ἀρίσταρχος. A. 415. Ἀμφοτερό ν : εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς δεξιτερόν· καὶ ἐπείσθησαν οἱ γραμματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις ἡμῖν εἴρηται. A. 436. τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον «ἦ ἤδη χείρεσσιν» (Κ 310). A. 445. τὸ ὃν δέ εἴτε ἔχει παρέλκοντα τὸν δέ σύνδεσμον, εἴτε ὅμοιόν ἐστι τῷ οἶκον δέ ἀντὶ τοῦ εἰς οἶκον, πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται, ὡς ἐν τῷ «ἀγρὸν δὲ προΐαλλε» (Od. ο 370), ὥστε περισσὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ τὴν σύνταξιν. A. 468. ἀΐσθω ν : βαρυτονητέον ὡς ἔσθων. καὶ εἴρηται ὡς ὁμοίως ἐγένετο τῷ βιβάσθων (Ο 676). A. 483. Ἀρίσταρχος κατ’ ἰδίαν τὸ οὔρεσι καὶ τὸ τέκτονες. Νικίας δὲ συνθέτως ἀνέγνω· οὐκ ἀναγκαῖον δέ (cf. Ν 390). A. 497. ἐμεῦ περὶ μάρνα ο : δύναται ἀναστρέφεσθαι ἡ περί, ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου· δύναται δὲ καὶ ὡς ὁ Ἀσκαλωνίτης ἀξιοῖ φυλάσσειν τὸν τόνον, ἀντὶ τῆς ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλασσόντων προθέσεων ὡς φυλάσσουσι τοὺς αὐτοὺς τόνους (cf. Α 258). A. 508. ἀΐοντ ι : ὡς λέγοντι. οὕτως καὶ Ἀρίσταρχος. A. 542. εἴρυτ ο : Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ· ὁ δὲ Τυραννίων προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο, ἤνυτο «θοῶς δέ οἱ ἤνυτο ἔργον» (Od. ε 243) ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (v. Μ 286) καὶ εἴρυτο (cf. Δ 138). A. 548. κατὰ κρῆθε ν : Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται τὴν λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ· καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ καρή ὀξυνόμενον θηλυκόν, ἀλλ’ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν. καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις. τί οὖν θαυμαστὸν εἰ παρὰ τὸ καρή ὀξυνόμενον καρῆθεν ἐστὶ καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡσίοδος (Scut. 7) οὕτως ἐξεδέξατο εἰπὼν τὸ «τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων». AV. 558. ἐσἥλατ ο : Ἀρίσταρχος καὶ οἱ ἀπ’ αὐτοῦ δασύνουσι, Λυσανίας (Πορφύριος V. v. Aristarch. stud. p. 307 2 ) δὲ ψιλοῖ, προσνέμων τὸ ς τῷ η . σήλασθαι (Cod. σάλασθαι) γάρ φησι σημαίνειν τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν «Σαρπηδὼν δ’ ἄρ’ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δ’ ἕσπετο πᾶσα» (Il. |
| 3,2 103 | Μ 397)· ἐπὶ δὲ τοῦ Ἕκτορος «ῥῆξε δ’ ἀπ’ ἀμφοτέρους θαιρούς», εἶτα ἐπιφέρει «ὁ δ’ ἄρ’ ἔσθορε φαίδιμος Ἕκτωρ» (ibid. 462). ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ ἡμᾶς οὕτως τὸ ἐσἥλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ τείχει. A. 604. Λαόγονο ν : τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ. A. 635. εὐρυοδείη ς : παραγωγὸν ἡγοῦνται τὴν λέξιν, τουτέστι παρολκὴν τῆς ἐπὶ τέλους λέξεως· διὸ ἐψίλωσαν. A. 636. τὸ εὖ οὐ θέλουσι κατ’ ἰδίαν προφέρεσθαι, ἀλλ’ ἓν ποιεῖν εὐποιητάων, ἐπεὶ καὶ ἐν ἑτέροις φησὶ τὴν δοτικὴν «εὐποιήτῃσι» (Il. Ε 466) παρωνύμως. κἀγὼ δὲ συγκατατίθεμαι. A. 669. πολλὸν ἀπὸ πρὸ φέρω ν : τινὲς τὴν ἀπό ἀναστρέφουσιν, ἵνα σημαίνῃ τὸ ἄπωθεν, ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ μέντοι οἳ παρολκὴν ἐδέξαντο τῆς πρό, καὶ ἐφύλαξαν τῆς ἀπό τὴν προσῳδίαν, ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων. οὕτως δὲ καὶ Φιλόξενος ἠξίου, ἐπεὶ πολλή ἐστι παρέλκουσα ἡ πρό· «νώτου ἀπὸ πρὸ ταμών» (Od. θ 475)· «ἡ δὲ διὰ πρὸ Πηλιὰς ἤϊξε» (Il. Υ 276)· «περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν» (699). οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι. A. 697. φύγαδε μνώοντ ο : τοῦτο οὐκ ἰσοδυναμεῖ τῷ εἰς φυγήν, ὡς τὸ «ὁ μὲν φύγαδ’ αὖθις ὑποστρέψας» (Il. Λ 446)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἴς. διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐστίν, ἤτοι κατὰ μεταπλασμὸν γενομένης τῆς αἰτιατικῆς ποιητικῶς, ὡς σκέπην σκέπα, φυγήν φύγα, ἢ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀπ’ εὐθείας τῆς φύξ, ὡς Στύξ Στύγα, τοῦ δε ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημά ἐστι ταὐτὸ σημαῖνον τῇ αἰτιατικῇ, ὡς καὶ ἄλλα παραγωγὰ ἐπιρρήματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις· «Ἴδηθεν μεδέων» (Il. Γ 276) «δόρυ δ’ ἔκβαλεν ἔκτοσε χειρός» (Od. ξ 277). ἀλλ’ οὖν γε ὡς ἂν ἔχῃ, οὐκ ἐναντιοῦται τὸ τοῦ τόνου· ἤτοι γὰρ δύο τόνοι ἔσονται φύγα δέ, ὡς Οὔλυμπον δέ, ἢ εἷς, ὡς ἄγραδε. τὸ γοῦν «ἅλαδ’ ἑλκομενάων» (Il. Ξ 100) δύναται καὶ δύο μέρη λόγου εἶναι, ὡς οἶκον δέ, ἐντελοῦς οὔσης τῆς αἰτιατικῆς, ἢ πάλιν κατὰ παραγωγήν, ὡς ἄγραδε, ἅλαδε. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς καθόλου. A. 768. τὸ τανυήκεας ὡς εὐμήκεας οὕτως ἀνεγνώσθη. εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν (Ν 391). A. 797. ἱππόκομο ν : τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐνθάδε· ὅταν δὲ ἐπὶ τοῦ κομοῦντος τὸν ἵππον, τότε πρὸ τέλους ἡ ὀξεῖα. προείρηται δὲ περὶ τῶν τοιούτων, καὶ ὡς ἐν τῷ κυπαρισσόκομος καὶ οὐλόκομος προπαροξυνομένοις ἡ κόμη ἔγκειται (Ν 132). A. 827. πέφνοντ α : ὡς τέμνοντα· οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Τυραννίων παροξύνει ὡς λαβόντα, δεύτερον ἀόριστον ἐκδεχόμενος. οὕτως δὲ καὶ τὴν εὐθεῖαν ὀξύνει «κῆρ ἄχεος μεθέηκα, χερείονά περ καταπέφνων» (Il. |
| 3,2 104 | Ρ 539), τοῦ Ἀριστάρχου βαρύνοντος. καί μοι δοκεῖ ὁ Τυραννίων λόγῳ ὑγιεῖ χρῆσθαι. εἰ γὰρ πέφνω, πέφνεις, πέφνει οὐ λέγομεν, ὑποτακτικῶς δὲ πέφνω, πέφνῃς, πέφνῃ, καὶ «πέφνε γὰρ Ὀθρυονῆα» (Il. Ν 363) καὶ ἔστι δεύτερος ἀόριστος ὡς ἔλαβε λάβω, λάβῃς, λάβῃ, δῆλον ὅτι ὀφείλομεν καὶ τὴν μετοχὴν ὀξύνειν. ὁ μέντοι Ἀρίσταρχος καὶ τῷ χαρακτῆρι τῆς φωνῆς ἐπείσθη, καὶ οὕτως ἐβάρυνεν. ἐπεὶ γὰρ αἱ εἰς νων λήγουσαι μετοχαί, ἔχουσαι πρὸ τοῦ ν σύμφωνον κατ’ ἐπιπλοκήν, ἤτοι ἐβαρύνοντο ἢ περιεσπῶντο, οὐδέποτε δὲ ὠξύνοντο, ὥσπερ ἔχει ἡ τέμνων, κάμνων, πιτνῶν, ἐδοκίμαζε καὶ τὴν πέφνων βαρύνειν, οὐχὶ ὀξύνειν. εἰ δέ τις λέγοι διὰ τί γὰρ οὐ περισπᾷ, διδαχθήσεται ἐκ τῆς κλίσεως· οὐ γὰρ πεφνοῦντα ἐροῦμεν ἢ πεφνῶντα ὡς νοοῦντα. οὕτως δὲ καὶ ἡ ἴσας μετοχὴ ἐβαρύνετο τῷ χαρακτῆρι καὶ τῇ ποιότητι τοῦ στοιχείου, οὐ τῇ κλίσει τῇ τοῦ ἐνεστῶτος, ὥσπερ ἀπεδείξαμεν. A. ΕΙΣ ΤΗΝ Ρ. 5. τὸ πρωτοτόκο ς, πρὸ τέλους ἡ ὀξεῖα· ἔστι γὰρ δραστικὸν καὶ μὴ ὑποπῖπτον τοῖς τρόποις τοῖς προπαροξύνουσιν. τὸ δὲ προπαροξυνόμενον δηλοῖ τὴν πρώτως τεχθεῖσαν. A. 9. ἐϋμμελία ι : καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ ὀξεῖα. ὁμοτονεῖ γὰρ τοῖς ἑνικοῖς τὰ εἰς αι λήγοντα πληθυντικὰ ἐπὶ τῶν εἰς ας καὶ εἰς ης ἰσοσυλλάβως κλινομένων καὶ βραχείᾳ παραληγομένων. A. 37. ἀρητό ν : τὰ εἰς τος ῥηματικά, παραληγόμενα τῷ η , ὑπὲρ δύο συλλαβάς, ὀξύνεσθαι θέλει. A. 38. περισπαστέον τὸν ἦ βεβαιωτικόν. A. 40. Φρόντιδι ὡς Ἤλιδι. οὕτως Τυραννίων, καὶ ἐπείσθη ἡ παράδοσις. ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντίς· τὰ γὰρ εἰς τις λήγοντα θηλυκὰ δισύλλαβα, μὴ ὄντα ἐπιθετικά, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ σὺν ἑτέρῳ φωνήεντι, ὀξύνεσθαι θέλει, κοιτίς, Προιτίς, φροντίς, οὐτίς τὸ ζῷον παρ’ Ἀλκμᾶνι. οὕτως οὖν καὶ φροντίς, εἰ μὴ ἄρα, ἐπεὶ κύριον τοῦτο, καὶ βαρυτονηθήσεται. οὐ μάχεται τὸ πόρτις· καὶ γὰρ χωρὶς τοῦ τ «πόριες περὶ βοῦς ἀγελαίας» (Od. κ 410). μὴ ὄντα ἐπιθετικὰ πρόσκειται διὰ τὸ πότις, ᾧ παράκειται τὸ πότης. A. 65. δῃῶ ν : περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ διαίρεσιν σὺν τῷ ο «ἔγχεϊ δηϊόων» (Il. Σ 195). γέγονε δὲ παρὰ τὸ δήϊος· διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν. A. 91. τὸ ἑξῆς ἐστι καταλίπω. διὸ ἀναστρεπτέον τὴν πρόθεσιν. AB. 110. δίωντα ι : ὡς λέγωνται. ἔστι δὲ καὶ ἀπὸ τοῦ δίημι ἡ κλίσις παρ’ αὐτῷ (v. Μ 276, Σ 162, Ψ 475). A. 143. |
| 3,2 105 | περισπαστέον τὸν ἦ, εἴτε θαυμαστικῶς εἴτε βεβαιωτικῶς κεῖται. A. 174. ὅς τέ με φῄ ς : ἀξιοῖ ὁ Ἀσκαλωνίτης ἀναγιγνώσκειν δισυλλάβως ἐπὶ ἀορίστου χρόνου, ὁ μέντοι Ἀλεξίων μονοσυλλάβως ἐπὶ ἐνεστῶτος χρόνου· διὸ καὶ σὺν τῷ ι γράφεσθαι. τοῦτο δὲ ἀπαιτεῖ καὶ ἡ διάνοια. κἀγὼ δὲ συγκατατίθεμαι. διὸ ἐν τῇ συντάξει ἐγκλιτέον· ὀξύνεται γὰρ ἐπὶ ἐνεστῶτος χρόνου. A. 190. μετασπώ ν : ὡς καταλαβών· ἔστι γὰρ δεύτερος ἀόριστος. οὐδεμία δὲ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, ὅτι μὴ μόνη ἡ ἀέκων, περὶ ἧς ζητοῦμεν. A. 201. ζητεῖ ὁ Ἡρωδιανὸς ἐν τῷ αʹ ὑπομνήματι τοῦ περὶ παθῶν Διδύμου (cf. Λ 160) περὶ τοῦ ἆ δει λ’, πῶς δεῖ τονίζειν αὐτὸ καί φησι· πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως, ἆ δείλ’ οὐδέ τί τοι θάνατος, ἢ ἆ δεῖλ’ οὐδέ τί τοι θάνατος. τὸ γὰρ πλῆρές ἐστιν ἆ δειλέ· οὐ γάρ, ὡς οἱ ἐξηγησάμενοι, τοῦ δείλαιε ἀποκοπή· ἐν ἑτέροις γὰρ αὐτὸς λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυσις γέγονεν. ἆρά γε οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ὀξείας περιγέγραπται καὶ ὁ τόνος; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιστάμενοι ἀναγνῶμεν· ἕν ἐστιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνος γενέσθω τῆς προτέρας συλλαβῆς, οὐχὶ τῆς ἐπὶ τέλους. A. 218. Φόρκυν ὡς βότρυν, ἀπ’ εὐθείας τῆς εἰς ς ληγούσης, ἡ μέντοι Φόρκυνα (312) αἰτιατικὴ ἀπ’ εὐθείας τῆς εἰς ν . τὸ δὲ τοιοῦτον ἴδιον ποιητικῆς. οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ , ἐπεὶ εὑρέθη, φησί, καὶ ἡ εὐθεῖα ἐκτεινομένη· «Φόρκυς αὖ Φρύγας ἦγε» (Il. Β 862)· ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν, ἐνθάδε δὲ οὐδὲν κατεπείγει. A. 324. κήρυκ ι : διὰ μέτρον συσταλτέον τὸ ρυ (v. Κ 258). BV. 465. οἱ περὶ Ἀρίσταρχον ἐπίσχειν κατὰ παρατατικόν, οἱ δὲ περὶ τὸν Ἀσκαλωνίτην κατὰ ἀόριστον ὡς λαβεῖν. καὶ ὁ Ἡρωδιανὸς δὲ ἐπίσχειν παροξυτόνως, εἰ μή τις λέγοι ὅτι ἔθος ἐστὶ τῷ ἀορίστῳ συντάττεσθαι τὴν ἐπί. V. 539. καταπέφνω ν : Ἀρίσταρχος ὡς τέμνων. A. 688. κυλίνδε ι : Ἀρίσταρχος βαρύνει, ὑγιῶς πάνυ διὰ τὰ κινήματα· «κυλίνδετο» γοῦν φησιν (Od. θ 81. λ 598) οὐχὶ ἐκυλινδεῖτο, καὶ «ἡ δὲ κυλινδομένη καναχὴν ἔχε» (Il. Π 794). διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν· «μέγα κῦμα κυλίνδων» (Od. ε 296). A. ΕΙΣ ΤΗΝ Σ. 7. νηυσὶν ἔπι κλονέοντα ι : ἐπὶ τὰς ναῦς. ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ ἐπὶ τοῦ «νηυσὶν ἔπι προέηκα» (439). ABV. 39. |
| 3,2 106 | ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκ η, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ ς’ ἔτικτε θάλασσα» (Il. Π 34). ἐπὶ δὲ τοῦ Νημερτής τε καὶ Ἀψευδής οὐκ ἐποιήσατο μεταβολὴν τόνου. ἔφαμεν δὲ ἤδη περὶ τῶν τοιούτων (cf. Arist. stud. Hom. 265 2 sqq.). A. 64. ἀπ ό : Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως. ἔφαμεν δὲ ἐν ἑτέροις (Β 162) ὅτι ἡ ἀπό ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων καὶ σημαίνῃ τὸ ἄποθεν φυλάσσει τὸν τόνον. οὕτως γοῦν ἀνέγνωμεν «ἀπὸ πατρίδος ἄνδρα κατακτάς» (Il. Ν 696) καὶ «οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος» (Il. Ι 353)· «καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο» (Il. Β 292). προσέθηκα δὲ μὴ μεταξὺ πιπτουσῶν λέξεων διὰ τὸ «ἄπο πλυνοί εἰσι πόληος» (Od. ζ 40)· οὐ γὰρ ἐπλησίασε τῇ γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις (cf. quaest. ep. p. 94). A. 68. ἐπισχερ ώ : ὀξύνεται καὶ σεσημείωται, ὥσπερ καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι. A. 76. ἀλήμενα ι : ὡς παρὰ τὸ βῆναι βήμεναι ἐγένετο, οὕτως καὶ παρὰ τὸ ἀλῆναι ἀλήμεναι· «λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι» (Il. Π 714). ψιλοῦται δὲ καὶ τὸ ἐάλη (Il. Ν 408) καὶ πᾶς ὁ σχηματισμός, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο (cf. Λ 192). A. 77. ὁ Ἀσκαλωνίτης ἀἑκήλι α, οἷον οὐχ ἥσυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλος ὁ ἥσυχος, ὥστε στέρησιν αὐτὸν ἐκδέχεσθαι. οὕτως δὲ καὶ Ἀρίσταρχος, οἷον ταραχώδη. ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι. ὁμοίως δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου. A. 92. πρῶτος ἐμῷ ὕπο δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσ ῃ : τὸ ἑξῆς ἐστιν ἀπολέσῃ. διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό. τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπ’ ἐμῷ. εἰσὶ μέντοι οἳ οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροις γὰρ οὕτως αὐτὸν εἰρηκέναι «δουρὶ δ’ ἐμῷ κτεάτισσα» (Il. Π 57). A. 100. ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθα ι : τινὲς περιέσπασαν τὸ ἀρῆ ς, ἵνα σημαίνῃ τὸ βλάβης. οὕτως καὶ ὁ Ἀσκαλωνίτης καὶ ἡμεῖς. τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐστὶ συνδέσμου. A. 162. δίεσθα ι : ὡς τίθεσθαι: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἔστι γάρ τι δίημι ῥῆμα, παρ’ οὗ (sic) καὶ τὸ δίεσαν πληθυντικὸν ὡς ἐτίθεσαν· «αὕτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες» (584) παραιτητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας· διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ δι’ ἄλλης κλίσεως τὸ ἀκόλουθον κίνημα. |
| 3,2 107 | ὡς γὰρ τίθενται, οὕτως δίενται· «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» (Il. Ψ 475). ὥσπερ οὖν παρὰ τὸ τίθενταί ἐστιν ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ παρὰ τὸ δίενται τὸ δίεσθαι. ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ· «τόν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται» (Il. Ρ 110. ubi vide). A. 191. στεῦτο γὰρ Ἡφαίστοιο ΠΑΡΟΙΣΕΜΕΝ ἔντεα καλ ά : Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων, ὡς καὶ Ἀπολλώνιός φησιν. ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ. ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προείπομεν ἤδη (Β 153 v. quaest. ep. p. 76). A. (partim etiam) B. 211. ἐπήτριμο ι : ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικοί, οὐκ εὖ· τὰ γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, νόμιμος, σπόριμος. οὕτως καὶ ἐπήτριμος. A. 244. ἔλυσαν ὑ φ ’ ἅρμασι ν : ἀντὶ τοῦ ὑπέλυσαν τῶν ἁρμάτων. πῶς οὖν οὐκ ἀναστρέφεται; ὅτι συνήλειπται. A. 266. Τυραννίων παρώξυνε τὸ πίθεσθ ε, ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα, πιθέσθε, λαβέσθε. V. 319. σκύμνου ς : σκύμνος ὡς ὕμνος εἰς ἰδιότηκα ἀνεγνώσθη. τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης πρὸς διαφοράν. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετ’ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ υ , βαρύνεσθαι θέλει, ὕμνος, κύκνος, λύχνος, Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. A. 352. δεῖ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί κατὰ τὸν κανόνα τοῦ Ἡρωδιανοῦ. πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, φωτί, παντί, θητί. οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ (254) (cf. Ξ 387) λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα. οὕτως γὰρ καὶ Ἀρίσταρχος. εἰσὶ δὲ οἳ περισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει οὕτως· παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην οἰόμενον ἀπὸ τῆς λίς (cod. λῖς) εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ τ κλίνεσθαι. μεταπλασμὸς οὖν ἐστι τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ· καὶ ἡ αἰτιατικὴ λῖτα μεταπέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ «κάθηράν τε ῥύπα πάντα» (Od. ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς τινά κατὰ ἀόριστον προφοράν. (Hanc ultimam regulam de accusativo, alibi saepius item prolatam, Θ 441 dedit cum additamento, ut diceret «nullus accusativus ἀπαθής, propter εὐφυᾶ et simil. |
| 3,2 108 | »). A. 375. χρύσεα δέ σ φ ’ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκε ν : τινὲς ὑπόκυκλα, ὡς ὑπότροχα· τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ (δ 131) «τάλαρόν θ’ ὑπόκυκλον» κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται σημαινομένου. A. 400. τῆσι πα ρ’ : ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον δὲ διὰ τὴν συναλοιφήν. A. 410. αἴητο ν : ὁ Ἀσκαλωνίτης προπαροξύνει ἐκδεχόμενος πλεονασμὸν τοῦ ι , παρὰ τὸ «θάρσος ἄητον ἔχουσα» (Φ 395), οἷον ταχὺ καὶ κινητικόν, Πρωτέας δὲ ἐν ἴσῳ τῷ ὡρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶς δυνατὸν τρίτην ἀπὸ τέλους ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶς κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ· φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἐτός, ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει, καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς οὐκ ἐτός ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον, ἄκλητον, ἄκμητον· οὕτως ἄητον. A. 411. δασύνεται τὸ ἁραια ί. A. 458. ἔξω τοῦ ι τὸ ἐμωκυμόρ ῳ. συνεκτέθλιπται γὰρ τῷ ω τὸ ι . A. 485. τείρε α : ὡς τείχεα. A. 487. εἰς ἰδιότητα ἄμαξαν ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλοιφὴ οὕτως εὑρέθη «τιλλέσθην ἐπ’ ἄμαξαν» (Ω 711, cod. ἄμαξαι) καὶ «οἱ δ’ ὑπ’ ἀμάξῃσιν (Ω 782, cod. αἱ), ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρ’ αὐτοῖς καὶ ἡ συναλοιφὴ διὰ δασέος, καθημαξευμένα. AD. 501. ἵστω ρ : ἀπὸ τοῦ εἴδω εἴσω ἵστωρ, ἐλλείψαντος τοῦ ε , ἐπεὶ τῷ ι τὸ στ ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ ἱστίον ἵστημι. ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ στ μόνου δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται. A. 506. τὸ ἀμοιβηδίς κατ’ ὀξεῖαν τάσιν· εἴρηται δὲ περὶ τῶν εἰς δις ληγόντων ἐπιρρημάτων (puto ad Ξ 463). A. 519. ὑπολίζονε ς : προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρακειμένου οὐδετέρου «οὐδὲν ὄλιζον ἕξομεν» (Cod. –μαι), εἴ γε ὁμοτονεῖ τοῖς οὐδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διάλεκτον, ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι. |
| 3,2 109 | τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως ἐχούσης παρασχηματισμὸν οὐδετέρου, μέλας μέλαν, τάλας τάλαν, πᾶς πᾶν, εὐμήκης εὔμηκες, ταχύς ταχύ, φίλος φίλον, σώφρων σῶφρον. ὅθεν εἰ οὕτως ἀνέγνωμεν «οὐδὲν ὄλιζον ἕξομεν», καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν. καὶ γὰρ οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμός, τοῖς μέντοι βαρυνομένοις, σῶφρον, τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρσενικὸν βαρύνεται. ἐσχημάτισται δὲ συγκριτικῶς κατὰ πάθος. παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον (v. E. Gud. s. κάρρων) τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος, ἐξέπιπτε. τρίτος τύπος ὁ διὰ δύο σς , ὀλίσσων· τὰ δὲ δύο σς μετέπεσεν εἰς τὸ ζ , καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ μεῖζον, λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων. A. 521. ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμό ς, ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α · «τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τι δεξιόν» (Ar. Eq. 96. 114). οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν ἔχει, καὶ ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω (i. e. ἄγνυμι v. Hes. ἄσσει κατάσσει et ib. interprtt.) καὶ μέλλοντα τὸν ἄξω καὶ προστακτικὸν τὸ «ἆξον δὴ ἔγχος Διομήδεος» (Il. Ζ 306) ἡ ἀξίνη συστέλλει τὸ α , παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτεινόμενον συστέλλομεν ὄνομα Ἄρην «πισσοκωνίας Ἄρην» Κρατῖνος. A. 538. δαφοινεό ν : ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός ἀδελφεός. A. 547. τέλσο ν : βαρυτόνως ὡς μέτρον. ἐγένετο δὲ παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ ς καὶ προσόδῳ τοῦ ν . A. 570. τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον, ὅτι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσσοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα, εἴτε σημαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος. A. 580. ἐρύγμηλο ν : ὡς βέβηλον. τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει, κάμηλος καὶ φάσηλος, Στύμφηλος· τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν θέλει, ὅτε παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός, ὑψηλός, ἀπατηλός, μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι, βέβηλος, κίβδηλος, κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων ὀξύνει. |
| 3,2 110 | ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς «ἤρυγεν ἑλκόμενος Ἑλικώνιον» (Il. Υ 404), ἐρύγηλος, καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος. A. 584. τὸ ἐνδίεσαν παρὰ τὸ δίεσθαι, ὅ ἐστι διώκεσθαι· «τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον» ἀντὶ τοῦ ἐδιώχθην (Il. Χ 251). σημαίνει δὲ τὸ ἐπώτρυνον. εἴρηται δὲ ὅτι κλίσις ἐστὶ τοῦ δίημι τὸ ἐνδίεσαν (Σ 162). καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνίτῃ δασύνοντι τὸ ι καὶ πλεονασμὸν τοῦ δ (Cod. ι ) δεχομένῳ. AV. ΕΙΣ ΤΗΝ Τ. 4. εὗρε δὲ Πατρόκλῳ περικείμενο ν : τινὲς ἀνέστρεψαν τὴν περί, ἵν’ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη (284) «ἀμφ’ αὐτῷ χυμένη», τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν, οὐ τῇ μετοχῇ· ἡμῖν δὲ δοκεῖ, ὥσπερ ἔτι καὶ τοῖς πλείοσι καὶ τῷ Ἀσκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων νοεῖται. A. 10. τύνη δ ’ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξ ο : ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ παρ’ Ἡφαίστου. A. 26. εὐλά ς : ὡς αὐλάς. εὐλή γὰρ ὡς αὐλή. τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως· «οὐλὴν μὲν πρῶτον» (Od. ω 331), αὐλή, ἀπειλή, ὠτειλή. οὕτως καὶ εὐλή. τὸ μέντοι «ἑτέρῃ δ’ ἔχεν οὔλας» (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. προσέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως διὰ τὸ δείλη βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. A. 56. Ἀτρείδ η , ἦ ἄρ τι τό δ ’ ἀμφοτέροισιν ἄρειον ἔπλετ ο , σοὶ καὶ ἐμο ί , ὅτε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρῳ ἔριδι μενεήναμε ν : τὸν ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ διστακτικός, ἀρκτικός, τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθ’ ὑπερβατὸν συντάσσοντες τῷ περ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ· ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν. οὐκ ἔστι δέ, ἀλλὰ ὡς εἴπομεν, ἵνα ᾖ ἐρώτησις· Ἀτρείδη, ἆρά τι κρεῖσσον ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν; A. 62. ἐμεῦ ἀπομηνίσαντο ς : ὁ μὲν Ἀσκαλωνίτης ὡς ἀποφοιβήσαντος. καὶ οὕτως ἔχει ἡ παράδοσις. A. 80. |
| 3,2 111 | τὸ ὐββάλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολικόν (cf. Ι 6), ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ κʹ τῆς καθόλου. A. 81. τὸ ἀκούσαι παροξυτονητέον· ἔστι γὰρ εὐκτικόν. A. 87. ἠεροφοῖτι ς : προπερισπαστέον ὁμοίως τῷ πρωθῆβις καὶ πολῖτις. πειστέον δὲ μᾶλλον τοῖς παρὰ τὸν ἀέρα ἐκδεξαμένοις τὴν σύνθεσιν γεγονέναι (non ab ἔρα ἡ ἐροφοῖτις, ut ex sch. BV intelligitur), ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν κατάστημα· «ἠέρι γὰρ κατέχοντο» (Il. Ρ 368) καὶ «ἀὴρ παρὰ νηυσὶ βαθεῖ’ ἦν» (Od. ι 144). A. 90. θεὸς διὰ πάντα τελευτᾷ πρέσβα Διὸς θυγάτηρ Ἄτ η : ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται τὴν διά πρόθεσιν· εἶναι γὰρ τὸ ἑξῆς θεὸς πάντα τελευτᾷ. Δίδυμος δὲ ἡγεῖτο σημαντικὴν αὐτὴν εἶναι τοῦ διόλου καὶ μὴ παρέλκειν ὥσπερ ἐπὶ τοῦ διηλίτης ὁ δι’ ὅλου ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφ’ ἓν ἀνεγνωκόσιν (sc. θεόσδια). B. 107. ψευστήσεις ὡς κρατήσεις. A. 209. ἰείη ψιλῶ ς. καὶ παράκειται τὸ ἰέναι ἀπαρέμφατον. V. ? 270. διδοισθ α : οἱ μὲν βαρύνουσιν ὡς Αἰολικόν, ἀπὸ τοῦ δίδοιμι (cf. Ahrens. 137), δίδοις, δίδοισθα ὡς τίθησθα· οἱ δὲ περισπῶσιν ἐπέκτασιν εἶναι οἰόμενοι ἀπὸ τοῦ διδοῖς. B. φησὶ γοῦν «πολλὰ διδοῖ» (Il. Ι 519). V. 335. ἀκαχησθα ι : προπερισπᾶται ὡς λελυπῆσθαι· οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν ἀκαχήμενος μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παράδοσις. A. 355. ταρφεια ί : Ἀρίσταρχος ἀνέγνω ὡς πυκναί. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης· καὶ ἐπείσθη ἡ παράδοσις. A. 384. πειρήθη δ ’ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύ ς : τὴν οἷ ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης, καί φησι κεῖσθαι δοτικὴν ἀντὶ γενικῆς· οἱ δὲ βαρυτονοῦσιν (apparet legisse hos πειρήθη δὲ οἷ et δέ οἱ αὐτοῦ)· ἔστι μὲν οὖν καὶ ἐγκλιτικὴν εὑρέσθαι τὴν οἷ ἀντὶ γενικῆς κειμένην, ὥσπερ ἐπὶ τοῦ «οἱ δέ οἱ ἐβλάφθησαν» (Il. Ψ 387), ἔστι δὲ καὶ ὀρθοτονουμένην ἀντὶ αἰτιατικῆς, ὥσπερ ἐπὶ τοῦ «νεῦς’ ἐπὶ οἷ καλέσας» (Od. ρ 330), καὶ «προτὶ οἷ δὲ λαβὼν ἔντερα» (Il. Υ 418)· οὐ μέντοι ποτὲ ἐν τῇ καλουμένῃ ἐπιταγματικῇ συντάξει. ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οἷ προκεῖσθαι δοτικὴν ὑπάρχουσαν, ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ τοῖε πρωτοτύποις ὁμόπτωτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία. πειστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δ’ ἕο αὐτοῦ. A. 402. |
| 3,2 112 | ἐπεί χ ’ ἑῶμεν πολέμοι ο : ὅτι (sic) δασυντέον τὸ ἑῶμεν. ἔστι γὰρ ἄδην ἔχωμεν, κορεσθῶμεν. A. ΕΙΣ ΤΗΝ Υ. 17. ἦ: ἐρωτηματικὸς ὁ σύνδεσμος καὶ ἅπαξ εἰλημμένος κατὰ μίαν διάνοιαν. διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς τὰ τοιαῦτα «ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα» (Od. λ 172), «ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι» (Od. α 175). ἐν γὰρ ταῖς τοιαύταις συντάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται. A. 30. δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξ ῃ : ὑπέρμορο ν : Ἀριστοφάνης ὡς ὑπέρβιον, ἓν μέρος λόγου ποιῶν, καὶ ὁ Ἀσκαλωνίτης, ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται ὁμοίως πληθυντικῷ τῷ «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος» (Il. Β 155). καὶ ὃν τρόπον «οὐ μὲν καλὸν ἀτέμβειν» (Od. φ 312) ἀντὶ τοῦ καλῶς ἐστι καὶ τὸ πληθυντικὸν «οὐ μὲν καλὰ χολὸν τόνδ’ ἔνθεο» (Il. Ζ 326), οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος, «δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ» καὶ «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος». ἐντελῶς δὲ ἐν τῇ Β (155) περὶ τῆς προσῳδίας διελάβομεν. διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω, ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ (α 35), λέγω δὲ τὸ «ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον» κατὰ διάλυσιν ἀναγινώσκεσθαι ὁμοίως τῷ «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος» (336), ὥσπερ ἤδη ἀπεφηνάμην. A. 53. θεῶν ἐπὶ Καλλικολών ῃ : Ἡρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρέχων, μετοχὴν ποιῶν· ὁ μέντοι Ἀρίσταρχος περιέσπα, λέγων οὕτως καλεῖσθαι τὸν τόπον θεῶν Καλλικολώνη, ὥσπερ καὶ Ἀχαιῶν λιμήν. οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωσις. ἡ μέντοι ἐπί πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου, ὥστε εἶναι ἐπὶ θεῶν Καλλικολώνῃ· διὸ ἐτόλμησάν τινες ἀναστρέψαι. οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ ἑξῆς λέξει. καὶ οὕτως ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει τῆς δοτικῆς. καὶ γὰρ διὰ τῶν ἑξῆς (151) Καλλικολώνης φησίν οὐ προσνείμας τὸ θεῶν «οἱ δ’ ἑτέρωσε κάθιζον ἐπ’ ὀφρύσι Καλλικολώνης». A. 70. Ἥρῃ δ ’ ἀντέστ η : ὑφ’ ἓν τὸ ἀντέστη προενεκτέον· δοτικῇ γὰρ συντάσσεται ὡς «Λητοῖ δ’ ἀντέστη» (72), τὸ δὲ ἄντα, ὅπερ ἐστὶν ἐξ ἐναντίας, γενικῇ· «ἄντα δ’ Ἐνυαλίοιο», «ἄντα δ’ ἄρ’ Ἡφαίστοιο» (69. |
| 3,2 113 | 73). A. 72. σῶκος ἐριούνιος Ἑρμῆ ς : Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον «ὦ Σῶχ’ Ἱππάσου υἱέ» (Il. Λ 450), ὥσπερ ἐπὶ τοῦ Λεῦκος, Γλαῦκος (potius λευκός, γλαυκός). οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ, ὥσπερ καὶ τοῦ Ἀπόλλων βαρυνόμενον τὸ Φοῖβος. διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό. ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν· οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι , τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ μέντοι εἰς κος λήγοντα δισύλλαβα οὐ παρεσχηματισμένα εἰς γένος θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεσθαι θέλει, οἷον φῶκος, θῶκος· οὕτως σῶκος. σεσημείωται τὸ σηκός. A. 105. καὶ δὲ σέ φασ ι : ὁ Ἀσκαλωνίτης ὠρθοτόνησε τὴν ἀντωνυμίαν, τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παραλαβών. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως καὶ τῆς διανοίας. AB. 114. τὸ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο. A. 152. ἀμφὶ σ έ : ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ «ἀμφὶ σέ, Πηλέος υἱέ» (2). AB. 171. ἑ έ : ἡ ἕ τοῦ τρίτου προσώπου ἀντωνυμία ἐπλεόνασε κατ’ ἀρχήν, ὥσπερ ἐπὶ τοῦ ἑόν, ἑοῦ, ἑῷ. ἅμα δὲ τῷ πλεονασμῷ μετέβη καὶ τὸ πνεῦμα. A. 188. ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦ α : ἀναστρεπτέον τὴν πρόθεσιν. ἔστι γὰρ τὸ ἑξῆς ἀπὸ βοῶν. ἔνιοι δὲ συντάσσουσι τὴν ἀπὸ τῷ σεῦα. AB. 221. ἕλος κάτα βουκολέοντ ο : τὸ ἑξῆς ἐστι καθ’ ἕλος. διὸ ἀναστρεπτέον τὴν πρόθεσιν. A. 234. Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ ἀνηρείψαντο τουτέστι τὸ ἀνήρπασαν. εἰσὶ μέντοι οἳ τὸν ἄν σύνδεσμον παρέλαβον, ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοιοῦτόν τι ἐκδεχόμενος· ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλους, εἰ ἔζη. τοῦτο δέ φησιν ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται καὶ ὁ Ἥφαιστος. |
| 3,2 114 | πρὸς δὲ ταῦτα ὑγιῶς ἀπεφήναντό τινες, καὶ ὁ Ἀσκαλωνίτης, ὡς ὅτι ὁ ποιητὴς τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς εἰ ἦν ὁ ἄν σύνδεσμος ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥσπερ ἐπὶ τοῦ «οὐδ’ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παῦσεν ἀριστεύοντα μάχης» (Il. Λ 504). πῶς δὲ ἐν ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδους ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει «τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχ’ υἷος ποινὴν Γανυμήδεος» (Il. Ε 265); ἀλλά, φησίν, οὐ διακονεῖται εὐλόγως, πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο ἐστίν, ἓν μὲν ἐν τῇ Α, ἐν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενος ἕνεκα γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς προσθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆς συντάξεως. ὁ γὰρ καί σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν. ὁ μὲν γάρ τίθησι, μᾶλλον δὲ συμπλέκει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ τὰ παρῳχημένα. A. 249. ἐπέων δὲ πολὺς νομό ς : ὀξυτόνως, ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθείᾳ ἡ νέμησις· τοῦτο γὰρ ἐμφάσεως μείζονός ἐστι σημαντικόν. A. 251. περὶ τοῦ ἠ τοῦ ὑποτασσομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ τούτων ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περισπᾶται. AB. 327. θεοῦ ἀπὸ χειρὸς ὀρούσα ς : δύναται ἡ ἀπό καὶ ἀναστρέφεσθαι, ἵνα ᾖ ἀπὸ θεοῦ, καὶ φυλάσσειν τὸν τόνον, ἵν’ ᾖ ἀπορούσας. ὅπερ καὶ βέλτιον. A. ? 356. δέ μο ι : ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν, τουτέστιν (?) ἐγκλιτικήν. A. 357. τοσσουσ δ’ : ὁ Ἀσκαλωνίτης προπερισπᾷ, ἐπεί, φησί, κατὰ δεῖξιν λέγεται, καὶ τὸ «τοσσῆσδ’ ὑσμίνης» (359). Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δε, καὶ ἐπείσθη ταύτῃ τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου. A. 362. στιχό ς : ὡς τριχός, ἀπ’ εὐθείας τῆς στίξ· καὶ γὰρ στίχες λέγει καὶ στίχας. τὸ δὲ εἶμι προπερισπαστέον. σημαίνει γὰρ τὸ πορεύσομαι. AB. 390. ἕν ἐστι τὸ ἐνθάδ ε, ὡς καὶ ὁ Ἀσκαλωνίτης. ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ «ἐνθάδε κ’ αὖθι μένων» (Od. ε 208), ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὀξεῖα. A. 406. ἐρυγόντ α : ὡς φυγόντα· ἔστι γὰρ δευτέρου ἀορίστου, καὶ ὡς ἔφυγε φυγόντα, οὕτως ἤρυγεν (404) ἐρυγόντα. A. ? 418. προτὶ οἷ δ ’ ἔλαβ ε : περισπαστέον τὴν οἷ. ἔστι γὰρ πρὸς ἑαυτόν. A. 452. |
| 3,2 115 | περισπαστέον τὸν ἦ. ἔστι γὰρ βεβαιωτικός, ἴσος τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνως ἀναγνωστέον. ἔστι γὰρ ἐνεστὼς ἀντὶ μέλλοντος. A. 464. εἴ πώς εὑ πεφίδοιτ ο : ἡ εὑ ἀντωνυμία ἐν τῇ συντάξει ἐνέκλινε τὸν τόνον· ἔστι γὰρ ἀπόλυτος. οὐχ ὃν τρόπον δ’ οἴεται ὁ Ἀσκαλωνίτης τὸ πῶς πάντως ὀξυτονηθήσεται, ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶς τοῦτο μὴ πάσχειν. «οὔ πώς ἐστ’ Ἀγέλαε διοτρεφές» (Od. χ 136), «μή πώς με προϊδών» (Od. δ 396), «μή πώ μ’ ἐς θρόνον ἵζε διοτρεφές» (Il. Ω 553), «οὔ πώ μίν φασι φαγέμεν» (Od. π 143). οὕτως οὖν καὶ τὸ «εἴ πώς εὑ πεφίδοιτο» οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην συλλαβήν· σημαίνει γὰρ εἴ πως αὐτοῦ. A. 485. Ῥίγμο ν : ὡς ὅρμον, εἰς ἰδιότητα· τὰ γὰρ εἰς γμος λήγοντα πάντα ὠξύνετο, ἀγμός, ψυγμός, λυγμός. δοκεῖ δὲ τὸ ὄγμος ἀντικεῖσθαι. A. 497. βοῶν ὑπὸ πόσ ς ’ ἐριμύκω ν : οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· ἔχει γὰρ σύνταξιν πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσίν, ὁμοίως τῷ «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ’ ἀελλής» (Il. Γ 13). A. ΕΙΣ ΤΗΝ Φ. 16. κελάδω ν : βαρυτονητέον τὴν μετοχήν· κελάδοντος γὰρ ἡ γενική, καὶ ἡ αἰτιατικὴ κελάδοντα «πὰρ ποταμὸν κελάδοντα» (Il. Σ 576), οὐ κελαδοῦντα. περὶ δὲ τοῦ ὀξύνεσθαι τὸ ἐπιμίξ εἴπομεν ἤδη πολλάκις (v. Ξ 60). AB. 38. ὁ Ἀσκαλωνίτης ἐνθάδε γενόμενος ἀξιοῖ ψιλοῦσθαι τοὺς ὄρπηκα ς, ἐπεί, φησί, παρὰ τὸ ὀρούειν ἐγένετο, ἐπιλαθόμενος ἑαυτοῦ· ἐν γὰρ ταῖς Ὀδυσσειακαῖς προσῳδίαις φησίν, ὅσα ὀνοματικῶς σχηματίζεται ἀπὸ ψιλῶν ῥημάτων, ταῦτα δασυνθήσεται, ὡς ἀπὸ τοῦ ὀρούει ὅρπηξ. γελοῖον δὲ τὸ τοιοῦτον. ἄμεινον οὖν ἐστιν ἐκεῖνο λέγειν, ὡς ἐπεὶ τὸ α καὶ τὸ ε καταλήγοντα εἰς τὸ ρ ἑπομένου τοῦ π δασύνεσθαι ἤθελεν, ὡς ἔχει τὸ ἅρπη, ἁρπάζω, ἁρπαλέος, ἑρπετόν, ἑρπύζω, Ἅρπυια, καὶ τὸ ὄρπηξ τούτοις ἐξομοιοῦντές τινες ἠθέλησαν δασύνειν, οἷς οὐκ ἐπείσθη ἡ παράδοσις, ἀλλὰ τῇ ἐτυμολογίᾳ· παρὰ γὰρ τὸ ὄρω ἐν πλεονασμῷ φησι (sc. Herodianus) τοῦ π γεγενῆσθαι τὸ ὄνομα. A. 57. φυγὼν ὑπὸ νηλεὲς ἦμα ρ : ἔφαμεν ὅτι ἐὰν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως κέηται μὴ γίνεσθαι ἀναστροφήν, ὥσπερ ἐνθάδε. A. 92. |
| 3,2 116 | μο ι : ἄμεινον ἀπολύτως ἀναγινώσκειν. πρὸς γὰρ τίνα ἡ διαστολή; A. 101. παροξυτονητέον τὸ πεφιδέσθαι ὁμοίως τῷ «εὖ δ’ οἴκαδ’ ἱκέσθαι» (Il. Α 19)· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος. AB. 110. ἀλ λ ’ ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραται ή : Ἀρίσταρχός φησι τὴν ἐπί ἀναστρέψαι, ἵνα σημαίνῃ τὸ ἔπεστιν, ὁμοίως τῷ «σοὶ (Cod. σῷ) δ’ ἔπι μὲν μορφὴ ἐπέων» (Od. λ 367). οἱ δ’ ἐφύλαξαν τὸν τόνον τῇ ἐμοί ἀντωνυμίᾳ συντάσσοντες αὐτήν, ὥστε τὸ ἑξῆς εἶναι ἀλλὰ καὶ ἐπ’ ἐμοί. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. A. 123. ἀκηδέε ς : ὡς εὐσεβέες, ἵνα αὐτοὶ οἱ ἰχθύες ἔχωσι τὸ ἐπίθετον, τουτέστι μηδεμίαν φροντίδα ἔχοντες. A. 141. Πηλεγόνο ς : ὡς Σαρπηδόνος. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, ἐπεί, φησίν, ἡ εὐθεῖα ὀξύνεται, Πηλεγών. τὸ δὲ τοιοῦτον οὔπω ἐχυρόν, ἐπεί τοι ἐπιζητήσει τις διὰ τί γὰρ ἡ εὐθεῖα οὐ βαρύνεται; ἄμεινον οὖν οὕτως λέγειν, ὡς ἐκ τῆς κλίσεως πολλάκις καταλαμβανόμεθα τοὺς τόνους τῶν εὐθειῶν. τὰ δὲ εἰς γων λήγοντα ἀρσενικὰ ὑπὲρ δύο συλλαβὰς τότε μὲν θέλει ὀξύνεσθαι ὁπότε διὰ τοῦ ο κλίνεται, τότε δὲ βαρύνεσθαι ὁπότε διὰ τοῦ ω ἢ διὰ τοῦ ντ . τοῦ μὲν οὖν προτέρου Παφλαγόνος, Λαιστρυγόνος, Πηλαγόνος «Πηλαγόνων ἐλατῆρα» (Callimachi, v. Et. M. s. v. cl. Steph. Byz. s. Πηλαγονία), ἀρηγών, λέγω δὲ ἐπὶ τοῦ συμμάχου ἀρσενικῶς, «ἀρηγόνος ἡμετέροιο» (»ignoti poetae» Lob. Ai. p. 166). οὕτως οὖν καὶ τὸ Πηλεγών ὀξυτονηθήσεται· Πηλεγόνος γάρ, καὶ Πηλεγόνα ἡ αἰτιατική, «ὃς τέκε Πηλεγόνα» (v. 159). τὰ δὲ ἄλλως κλιθέντα βαρύνεται, Οὐκαλέγων, Πελάγων (e. g. Δ 295), Σαλάγγων, «μέσφα Σαλάγγωνος ποταμοῦ» (Apollon. Rhod. IV 337). τὸ δὲ καταπύγων βαρυνόμενον καὶ διὰ τοῦ ο κλιθὲν εἶχεν ἀφορμὴν τὸ παρώνυμον εἶναι τοῦ κατάπυγος, ὡς καὶ τοῦ ἄπειρος τὸ ἀπείρων. A. 142. ὀξυτονητέον τὸ Ἀκεσσαμενό ς, ἵνα ὄνομα γένηται· οὕτως δὲ ἔχει καὶ Δεξαμενός, Τισαμενός. B. 155. δολιχεγχέα ς : ὡς εὐειδέας· παραιτητέον γὰρ τοὺς ἄλλως ἀναγινώσκοντας. A. 159. τὸν δέ μέ φασι γείνασθα ι : ὁ Ἀσκαλωνίτης ἐκ πλήρους λαμβάνει τὴν ἀντωνυμίαν καὶ ὀρθοτονεῖ. εἰσὶ μέντοι οἳ ἀπολύτως ἀνέγνωσαν. ὅμοιον δέ ἐστι τὸ ἐν Ὀδυσσείᾳ (α 215) «μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι». καὶ οὐδέν ἐστι τὸ κωλῦον. A. 162. ἁμαρτ ῇ : περισπαστέον καὶ σὺν τῷ ι γραπτέον κατὰ τὸν χαρακτῆρα τῶν εἰς τη ληγόντων ἐπιρρημάτων. |
| 3,2 117 | καὶ διελέγχει ἡ παράδοσις τὸν Ἀρίσταρχον ἔχουσα τὸ ι . A. 163. ἐπεὶ περιδέξιος ἦε ν : ἄμεινον συνθέτως ἀναγινώσκειν ὡς ἐπιδέξιος καὶ ἀμφιδέξιος. A. 174. ἆλ τ ’ ἐπί οἱ μεμαώ ς : ἡ οἱ ἀντωνυμία ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τῆς ἐπί προθέσεως τὸ τέλος ὀξύνουσιν. A. 186. φῆσθ α : εἴτε ἐνεστῶτα σημαίνει, προπερισπασθήσεται, εἴτε δεύτερον ἀόριστον (v. Δ 222, Ρ 174) ὁμοίως. τούτῳ δὲ μόνῳ διαλλάξει τῷ σὺν τῷ ι γράφεσθαι τὸ η ἐπὶ τοῦ ἐνεστῶτος. A. 221. ἔασο ν : ψιλῶς· ἔστι γὰρ ἄφες, ἀπὸ τοῦ ἐῶ περισπωμένου κείμενον. A. 232. τὸ ὀψὲ δύων ἐν δυσὶ μέρεσι λόγου. εἰ γὰρ ἦν σύνθετον, διὰ τοῦ ι ἐγράφετο ὀψιδύων, ὡς ὀψιμαθής, ὀψιτέλεστον. οὕτως δὲ καὶ τὸ ὀψὲ δύοντα Βοώτην (Od. ε 272). ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ ιθʹ τῆς καθόλου. A. 244. διῶσε ν : προπερισπαστέον. ἤδη δὲ προείπομεν περὶ τῶν τοιούτων ῥημάτων, λέγω δὲ τῶν κατὰ τοὺς παρῳχημένους, τίνα τε τῶν συντεθειμένων φυλάσσει τὸν τόνον καὶ τίνα ἀναδίδωσιν (e. g. Α 611, Γ 426). A. 262. τινὲς ἐδάσυναν τὸ προαλε ῖ, παρὰ τὸ ἅλλεσθαι ἐκδεχόμενοι τὸν σχηματισμόν. ἄμεινον δὲ ψιλοῦν, ὡς καὶ ὁ Ἀσκαλωνίτης, φάσκων ἀπὸ τοῦ ἀλίζεσθαι γεγενῆσθαι, τουτέστιν ἀθροίζεσθαι, ὥστε σημαίνεσθαι τὸ κατωφερῆ. καὶ γὰρ τοῦ χωρίου ἐστὶ τὸ ἐπίθετον. τοῦ δὲ φθάνει ἐκτατέον τὸ α διὰ τὸ μέτρον ὥσπερ καὶ Ἀρίσταρχος ἠξίου. A. 276. ἥ με ψεύδεσσιν ἔθελγε ν : ὡς βέλεσσιν· οὐ γὰρ ἐπίκειταί τινι ἐπιθετικῶς. ἔστι δὲ αὐτοῦ τὸ ἑνικὸν «ψεῦδος δ’ οὐκ ἐρέει» (Od. γ 20). A. 279. ὃς ἐνθάδε γ ’ ἐτρα φ ’ ἄριστο ς : παροξυτονητέον. τὸ γὰρ τέλειόν ἐστιν ἐτράφη. καὶ μέμνηται αὐτοῦ ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τῆς Ξ (21), ὅπου διαλαμβάνει περὶ τοῦ «διχθάδι’ ἢ μεθ’ ὅμιλον». καὶ λέγει ὅτι συναλοιφὴν πέπονθε διὰ τοῦ η . δεῖ οὖν διὰ τοῦ γ γράφειν, ὃς ἐνθάδε, εἶτα ἐτράφ’ ἄριστος, οὐχ ὡς οἱ πολλοὶ τέτραφ’ ἄριστος, ἀπὸ τοῦ τ ποιοῦντες τὴν ἀρχὴν τοῦ ῥήματος καὶ προπαροξύνοντες. A. 301. δαῒ κταμένω ν : ἄμεινον κατὰ διάλυσιν ὡς ἄρηϊ κταμένων (–ῳ Χ 72), οὐδὲν γὰρ πλέον ἐκ τῆς συνθέσεως. AB. 318. ἰλύο ς : τὸ υ ἐκτέταται διὰ τὸ μέτρον· τὸ γὰρ ἀκόλουθόν ἐστιν ἰλύος ὡς ἰσχύος. A. 323. |
| 3,2 118 | τυμβοχοῆ ς’ : τὸ πλῆρες τυμβοχοῆσαί ἐστι [χυτοὺς γὰρ τοὺς τάφους]. οὕτως καὶ Ἀρίσταρχος (καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους D) [τοιοῦτον δέ ἐστιν, οὐκ ἔσται αὐτῷ χρεία χώσεως τάφου]. Κράτης μέντοι γενικὴν πτῶσιν ἐξεδέξατο. καὶ δῆλον ὅτι ἐβάρυνεν ὁμοίως τῷ οἰνοχόης. ἄμεινον δὲ ἐν τῷ ῥήματι τὸ πρᾶγμα παραλαμβάνειν ἢ ἐν τῷ ὀνόματι. A. 327. τὸ αἱρῶ περισπώμενον δασύνεται σημαῖνον τὸ καταλαμβάνω· διὸ καὶ ἐνθάδε δασυντέον. A. 331. τὸ κυλλοπόδιον Ἀρίσταρχος προπαροξύνει, ᾧ καὶ ἐπείσθημεν ὥσπερ ἤδη προείπομεν ἐπὶ τοῦ ὀλβιόδαιμον (Il. Γ 182) γενόμενοι. A. 336. προπερισπαστέον τὸ κῆα ι· ἔστι γὰρ ἀπαρέμφατον. A. 341. ἰάχουσα ὡς φέρουσα. V. 428. εἴρηται (v. Γ 97, Α 421, Κ 105) ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περισπᾶται, κἂν παρέλκῃ, χωρὶς εἰ μὴ μέτρον κωλύοι, ὡς ἐπὶ τοῦ «δεῦρό νυν ἢ τρίποδος» (Il. Ψ 485) καὶ «ἐκτελέει ὅσα πού νυν ἐέλπεται» (Il. Κ 105). A. 446. ἡ περί τῷ ῥήματι συντάσσεται· διὸ φυλακτέον τὸν τόνον. A. 467. δηριαάσθω ν : τὸ δεύτερον α ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται. A. 471. ὀνείδειο ν : ὡς τέλειον καὶ ὄρειον. οὕτως γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς καὶ τὰ τοῦ τόνου, εἰ μὴ τὸ α παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας. οἷον ἕλος ἕλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ α · τέλος τέλειος, ὄρος ὄρειος. οὕτως ὄνειδος ὀνείδειος. παρεφυλάξατο (sic A) δὲ τὰ δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ α , ἐπεὶ φιλεῖ διὰ τοῦ ι γράφεσθαι ἡ παραγωγή, πελάγιος, ἅγιος, Θάλπιος. AV. 493. πέλει α : ὡς Μάλεια καὶ Θάλεια· τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. ἔστι δὲ καὶ πελειάς ὀξυτόνως, ἔνθεν τὸ «αἱ δὲ βάτην τρήρωσι πελειάσι» (Il. Ε 778). καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς. A. 507. προτὶ ο ἷ : τὴν ἀντωνυμίαν ὀρθοτονοῦσιν, οὐ διὰ τὴν πρόθεσιν ἀλλ’ ὅτι εἰς σύνθετον παρελαμβάνετο. V. 539. [προ]παροξυτονητέον τὸ ἀμύνα ι, ἔστι γὰρ εὐκτικόν, ὅπως ἀμύνειεν. οἶδα δὲ καὶ τὴν ἀλάλκοι γραφήν. A. 575. Ἀρίσταρχός τινάς φησι γράφειν κυνυλαγμόν. οὕτω καὶ Ζηνόδοτος. |
| 3,2 119 | καὶ Στησίχορος δὲ ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γοῦν «ἀπειρεσίοιο κυνυλαγμοῖο». οὐχ ὁρῶ δέ τι πλέον ἐκ τῆς συνθέσεως. ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι τῆς αὐτῆς τάσεως μενούσης, μετ’ ἄλλου δὲ οὐδενός, παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός, καὶ τὸ ὑλαγμὸς οὖν παρὰ τὸ ὑλάσσειν γεγονὸς οὐ συντεθήσεται μετ’ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστιν ὁ κέν. BV. 583. τινὲς τὸ ἤδη χρονικὸν ἐκδέχονται καὶ παροξύνουσιν, οὐκ εὖ. ἄμεινον γὰρ περισπᾶν ἐκ παραλλήλου τοῦ συνδέσμου κειμένου. A. 588. σὺ δ ’ ἐνθάδε πότμον ἐ φ ’ ἕψει ς : Νικίας ἀναστρέφει τὴν πρόθεσιν, οὐκ εὖ. προείπομεν δὲ περὶ τῶν τοιούτων προθέσεων ὡς οὐ θέλουσιν ἀναστρέφεσθαι· καὶ σημειούμεθα ἀναγκαίως ἀναστραφεῖσαν τὴν «στεῦτο γὰρ Ἡφαίστοιο πάρ’ οἰσέμεν» (Il. Σ 191). ΕΙΣ ΤΗΝ Χ. 28. ἄστρασι ν : Ἀρίσταρχος ὡς πατράσιν. ἄμεινον δὲ προπαροξύνειν, ὥσπερ καὶ τοῖς πλείοσιν ἔδοξε καὶ Φιλοξένῳ, ἵν’ αὐτῆς τῆς πτώσεως, λέγω δὲ τῆς δοτικῆς, μεταπλασμὸν λάβωμεν. ὅτι γὰρ κατὰ πτῶσιν γίνονται μεταπλασμοὶ ἐξουσίᾳ ποιητικῇ δεδήλωταί μοι ἐν ἑτέροις. ὃν οὖν τρόπον ἡ ἐγκάτοις ἔγκασιν ἐγένετο «ἔγκασι φωτός» (Λ 438) καὶ οὐκ ἀναγκαζόμεθα ἑνικὴν εὐθεῖαν ἀκόλουθον ἐπιζητεῖν, ἥ τε προβάτοις πρόβασιν ἥ τε πετάλοις πέταλσιν, οὕτως ἄστροις ἄστρασιν, ἐπεισελθόντος τοῦ α ἵνα συστῇ ἡ λέξις. A. 41. τοσσόνδ ε : πρὸ τέλους ἡ ὀξεῖα. ἓν γάρ ἐστι μέρος λόγου. A. 51. τὸ ὀνομάκλυτος ὡς τοξόκλυτος· οὕτως δὲ καὶ Ἀρίσταρχος. ἐν μέντοι τῇ Ὀδυσσείᾳ (τ 183) κατὰ παράθεσιν ἀναγνωστέον «ἐμοὶ δ’ ὄνομα κλυτὸς Αἴθων». ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. εἴπομεν δὲ ἐν τοῖς πρὸ τούτου βιβλίοις (Il. Κ 109), πότε τὸ κλυτός κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον καὶ πότε ἀναδίδωσιν. A. 59. πρὸς δ ’ ἐμ έ : οὕτως ὀρθοτονητέον. A. 67. τὸ ὠμησταί Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ (454) ἐντελῶς περὶ τῆς προσῳδίας ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου. A. 123. ἵκωμα ι : τινὲς ὡς φιλῶμαι ἀναγινώσκουσιν, ἵνα τὸ ἱκετεύσω σημαίνῃ. οὐκ ἀναγκαῖον δὲ ἐναλλάσσειν τὸν τόνον· καὶ γὰρ βαρυνόμενον ταὐτὸν ὑπισχνεῖται καὶ ἀκόλουθόν ἐστι μέσῳ δευτέρῳ ἀορίστῳ ὁριστικῷ τῷ «τὴν ἱκόμην φεύγων» (Il. Ξ 260). ὡς οὖν ἐλιπόμην λίπωμαι οὕτως ἱκόμην ἵκωμαι. A. 246. περισπαστέον τὸν ἦ σύνδεσμον· ἀδύνατον γὰρ τῷ ἤ συνδέσμῳ ἑπόμενον αὐτὸν ὀξύνεσθαι. A. 261. |
| 3,2 120 | συνἡμοσύνα ς : δασυντέον. σημαίνει δὲ τὰς συνθήκας ἀπὸ τοῦ εἰς ταὐτὸν ἀφεῖναι τὰ τῆς διανοίας· παρὰ τὸν ἥσω οὖν ἥμων τί ἐστι καὶ ἥμονος ἡ γενικὴ (cf. Ψ 886), παρ’ ἣν τὸ ἡμοσύνη. οὕτως δὲ εἶχε καὶ μεθημοσύνη (Ν 108. 121). A. 285. ἄλευα ι : προστακτικῶς ἀναγινώσκειν δεῖ· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. εἰρωνείᾳ δὲ τοῦτό φησιν. A. 347. κατὰ συστολὴν τὸ κρέα ἀνεγνώσθη ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ. ἐκτείνει δὲ ὁ Τυραννίων. ἀλλ’ οὐδέποτε ὁ ποιητὴς κρέα εἶπεν. V. 356. τὸν ἦ σύνδεσμον περισπαστέον. ἔστι γὰρ βεβαιωτικός. A. 410. τῷ δὲ μάλισ τ ’ ἄ ρ ’ ἔην ἐναλίγκιος ὡς εἰ ἅπασα Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κα τ ’ ἄκρη ς : τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες ἀποδιδόασιν ὡς αὐτὴ ἅπασα (cf. Apollon. pron. 70). οὐκ οἶδε δὲ ὁ ποιητὴς οὔτε τὴν ι (ἵ) οὔτε τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (κ 419) «σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν ὡς εἴ τ’ εἰς Ἰθάκην ἀφικοίμεθα». A. 473. γαλόῳ τε καὶ εἰνατέρε ς : πρὸ τέλους ἡ ὀξεῖα. ὁμοίως τῷ «εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι» (Γ 122: ubi vid.). αἱ γὰρ εἰς ω λήγουσαι δοτικαὶ βαρύτονοι συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις συνεμπίπτουσι καὶ κατὰ τὸν τόνον, τῷ λιπόνεῳ οἱ λιπόνεω. A. εἰνατέρες ὡς Δημητέρες· οὕτως πάντες· καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα. ὡς ἐδείχθη. A. 474. ὀρθοτονητέον τὴν σφίσι ν· εἰς γὰρ σύνθετον ἡ μετάληψις. ἔφαμεν δὲ ὡς οὐκ ἀναστρέφει τὰ τοῦ λόγου. A. ΕΙΣ ΤΗΝ Ψ. 37. τὸ παρπεπιθόντες ὡς καταλαβόντες A. 70. ἀκήδει ς : ἄμεινον βαρύνειν ὡς ἐνόεις τῆς ἀρχούσης συσταλείσης ποιητικῶς. ὡς γὰρ τὸ ἤκουσα ἄκουσα οὕτως καὶ τὸ ἠκήδεις ἀκήδεις. A. 73. οὐδέ μ ε : ἀπόλυτος ἡ ἀντωνυμία, διὸ ἐγκλιτικῶς ἀναγνωστέον. A. 135. δασέως τὸ εἵνυον (in καταεἵνυο ν)· ἀπὸ γὰρ τοῦ εἱνύω ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. (ἔν τισι δὲ καταείλυον τουτέστιν εἵλουν. Ἀρίσταρχος δὲ καταείνυσαν. cf. schol. ξ 522). A. ? 137. οὕτως Ἄϊδος δ έ, οὐκ Ἄϊδος δῶ, ὁ Ἡρωδιανός φησιν ἐν τῷ ιθʹ τῆς καθόλου. A. 160. |
| 3,2 121 | οἷσι μάλιστα κήδεός ἐστι νέκυ ς : τινὲς ἐβάρυναν ὥστε εἶναι γενικήν. ἄμεινον δὲ ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω. τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεός καὶ ἐν πλεονασμῷ τοῦ ς ὀσχεός. καὶ παρὰ τὸ σωρεύω δὲ ὁ σωρεός. τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατ’ ὀξεῖαν τάσιν, «ὁ δ’ ἐκ λοχεοῖο πάϊς» (Hes. Theogn. 178). ἀλλ’ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε , ὥστε παρὰ τὴν λόχου γενικὴν «ἐκ λόχου ἀμπήδησε» (Il. Λ 379) λόχοιο γενέσθαι καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα ῥήματος ὄντος τοῦ κηδεύω τὸ παρ’ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός, ὀξυτονηθήσεται. A. παρὰ δ ’ οἱ ταγοὶ ἄμμι μενόντω ν : τὸ ἑξῆς παραμενέτωσαν· διὸ φυλακτέον τὸν τόνον τῆς προθέσεως. Διονύσιος δ’ ἡγεῖτο πλεονάζειν τὸν τέ σύνδεσμον καὶ ἀγούς ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο καὶ σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου. διὸ καὶ ἐγὼ συγκατατίθεμαι. A. 254. ἑανῷ λιτ ί : ὡς φωτί. οὕτως καὶ Ἀρίσταρχος. πᾶσα γὰρ δοτικὴ δισύλλαβος ἐπ’ ὀνομάτων εἰς τι λήγουσα ὀξύνεται, χρωτί, δαιτί, Κρητί. οὕτως οὖν καὶ λιτί. τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν κατ’ ὀξεῖαν τάσιν ἀναγινώσκειν, «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας». οὕτως οὖν καὶ λιτί, ἵνα ᾖ μεταπλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ ἡ αἰτιατικὴ ἡ λῖτα μεταπέπλασται ἐκ τῆς λιτόν, ὡς καὶ ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ «καθήραντες ῥύπα πάντα» (Od. ζ 93), εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο τῇ λιτόν αἰτιατικῇ ἡ λῖτα, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο ὑπεσταλμένης τῆς τινά κατ’ ἀόριστον προφοράν. A. 262. ποδώκεσι ν : βαρύνειν δεῖ τὸ ποδώκης· καὶ εἴρηται περὶ αὐτοῦ (Β 764). A. 266. ἑξετ έ’ : ὁ Ἀσκαλωνίτης ἐνθάδε προπαροξύνει ὁμοίως τῷ «ὄτριχας οἰέτεας» (Β 765). εἰσὶ δὲ οἳ παροξύνουσιν ὁμοίως τῷ εὐγενέα, καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. προείρηται δὲ περὶ τῆς προσῳδίας (Β 765). A. 281. ἐγκλιτικῶς τὴν σφωΐν ἀντωνυμίαν ἀναγνωστέον. ἔστι γὰρ τρίτου προσώπου. A. 291. |
| 3,2 122 | Τρῳούς ὡς πολλούς ἀνεγνώσθη· προείπομεν δὲ περὶ τῆς προσῳδίας. A. 319. ἀλ λ ’ ὅ ς : δασυντέον τὸ ὅς. ἔστι γὰρ ἄρθρον. οὕτως ὁ Ἀσκαλωνίτης. Ἀντίγονος μέντοι ἄλλος ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον. A. 327. δασυντέον καὶ προπερισπαστέον τὸ αὗο ν· προείπομεν δὲ καὶ περὶ τούτου (Ν 441. cl. Λ 461). A. 361. προπαροξυτονητέον τὸ μεμνέῳτ ο· γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω . οὕτω δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου παιδείας πρώτῳ (6, 3) «ἄλλ’ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προσκειμένου τοῦ ι παρ’ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ (992) «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου». καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχηματισμοῦ διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικήν, λέγω δὲ τῆς δρόμου ἢ αἰτιατικῆς πληθυντικῆς τῆς δρόμους. A. 377. τὰς δὲ με τ ’ οὐκ ἀναστρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέσος ὁ δέ. A. 387. οἱ δέ οἱ ἐβλάφθησα ν : ὁ Ἀσκαλωνίτης ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί καὶ μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶς. ὡς γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλάφθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι εὐλαβηθέντες, ὧν ἐστι καὶ Ἀρίσταρχος, τῷ τὴν ὅς [ὀρθοτονουμένην] ἀντωνυμίαν πολλάκις εἰς σύνθετον μεταλαμβάνεσθαι ἐγκλιτικῶς ἀνέγνωσαν, οὐκ ἔτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλ’ ἑνικὴν δοτικὴν μονοσύλλαβον ὁμοίως τῷ «οἱ δέ οἱ ἵπποι ὑψός’ ἀειρέσθην» (500), καὶ δῆλον ὅτι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως τὰ τῆς ἀναγνώσεως. A. 419. βαρυτονητέον τὸ στεῖνο ς, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰς ος λῆγον ὀξύνεται· οὕτως εἶχε καὶ τὸ μάκρος παρ’ Ἀριστοφάνει (Av 1131) «ὦ Πόσειδον τοῦ μάκρους» βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν· «στείνει ἐν αἰνοτάτῳ» (Il. Θ 476). A. 420. ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ ζʹ (sc. catholicae) διὰ τοῦ γ φησὶ ῥωγμό ς. A. 422. ἁματροχιά ς : δασέως τὴν ἄρχουσαν· ὀξύνεται δὲ ὁμοίως τῷ φυταλιάς. A. 440. φάμεν παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν ἀναγνωστέον τὴν φα συλλαβὴν ὀξύνοντας. A. 475. πολέος πεδίοιο δίεντα ι : εἴπομεν δὲ δὴ (ἤδη?) ὥς ἐστι καὶ δίω βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω, ἔνθεν τὸ «τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον» (Il. |
| 3,2 123 | Χ 251) καὶ τὸ «κνώδαλον ὅττι δίοιτο» (Od. ρ 317), καὶ περισπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρ’ ὃ τὸ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ τὸ «αὕτως ἐνδίεσαν» (Il. Σ 584). Cf. Ρ 110 et locos ibi citatos. A. 479. πάρα γὰρ καὶ ἀμείνονες ἄλλο ι : τὸ πάρα ἀντὶ τοῦ πάρεισι. διὸ τὴν πρώτην ὀξυτονητέον ὁμοίως τῷ «πάρα δ’ ἀνὴρ ὃς καταθήσει» (Od. π 45). A. 485. ἐνθάδε τὸ νυν συσταλτέον διὰ τὸ μέτρον τὸ δὲ περιδώμεθον ἐστὶν ἕν, ἐπεὶ δηλοῖ τὸ συνθήκας ποιησώμεθα. A. 523. Πτολεμαῖος καὶ οἱ πλείους δίσκουρα ὡς λίπουρα. καὶ Ἀρίσταρχος δέ φησιν· «ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν ὅσσα δὲ δίσκου οὖρα (431), τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν». κἀγὼ δὲ συγκατατίθεμαι. A. 561. ᾧ περι χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνητα ι : εἰσὶν οἳ ἀνέστρεψαν τὴν περί· ὁ μέντοι Ἀσκαλωνίτης καὶ οἱ πλείους κατὰ παρολκὴν ἐξεδέξαντο κεῖσθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναστρέφουσιν. A. 604. νεοί η : ὡς ὁμοίη. οἱ μέντοι μετ’ αὐτὸν ὡς ἐπὶ πλεῖστον νεοείαν λέγουσι. περὶ δὲ τῆς λέξεως εἰ ὑγιῶς ἐσχημάτισται ἐν τῷ προτατικῷ ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει. A. 698. ἀλλοφρονέοντ α : ὡς σωφρονέοντα· τὴν δὲ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις. A. 703. σφίσ ι : καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον ὁμοίως τῇ προκειμένῃ. A. 718. τρίποδος πέρι ποιητοῖ ο : ἔφαμεν περὶ τῶν τοιούτων (e. g. Β 839), πότερον δεῖ ἀναστρέφειν τὰς προθέσεις μεταξὺ κειμένας δύο ὀνομάτων ἢ οὔ, ὡς ἐπὶ τοῦ «μάχῃ ἔνι κυδιανείρῃ» (Il. Ζ 124), καὶ ὡς οἱ πλείους θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς· διὸ καὶ ὁ Ἀσκαλωνίτης ἐνθάδε οὐκ ἀναστρέφει. A. 731. ἐν δὲ γόνυ γνάμψε ν : Λεπτίνης δασύνει ὡς ἐπ’ ἀριθμοῦ τὸ ἓν γόνυ ἔκαμψεν, ὡς ἐπὶ τοῦ «ἓν δέπας ἐμπλήσας» (Od. ι 209). οἱ δὲ ἄλλοι πάντες πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· «χωλὸς δ’ ἕτερον πόδα» (Il. Β 217), «τὸν δ’ ἕτερον σκόπελον» (Od. μ 101). A. 765. τὸ ἀϋτμένα ὡς ποιμένα τῷ τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἁπλᾶ ὀξύνεσθαι θέλει. A. 806. ἐνδίνω ν : ὡς σελίνων· παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. οὕτως δὲ ἔχει καὶ τὰ ἔντερα καὶ τὰ ἔγκατα παρὰ τὴν αὐτὴν ἔννοιαν. A. 886. |
| 3,2 124 | τὸ ἥμονες δασυντέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· «ἥσω γὰρ καὶ ἐγώ» (Il. Ρ 515). (Cf. Χ 261). παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· «καὶ ἥμασιν ἔπλευ ἄριστος» (891). A. 891. ἥμασι ν : δασυντέον πάλιν. A. ΕΙΣ ΤΗΝ Ω. 1. λυτ ο : εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς μι , ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δὲ λύμην τρὶς τόσσα πορών» (Il. Φ 80) καὶ «τῆς δ’ ἄρα κλαιούσης λύτο γούνατα», ἔκτασις ἐγένετο διὰ τὸ μέτρον· εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ ἐπὶ τοῦ ἰχθύες ἰχθῦς, μύες μῦς, ῥύεσθαι ῥῦσθαι «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε» (Ο 141). ἢ ἀπὸ τοῦ λέλυτο λύτο ὡς βέβλητο βλῆτο. A. 8. πείρω ν : Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ι μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα καὶ περόωσι (Od. ζ 272) καὶ «περάαν μέγα λαῖτμα» (Od. ε 174) δῆλον ὅτι καὶ πειρῶν. ὁ μέντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει ὡς κείρων. φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ «παννυχίη μὲν (Cod. μὴν) ῥ’ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον» (Od. β 434)· «τὸ πεῖρε διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων οὕτως ἔπειρε πείρων. εἰ γὰρ περιεσπᾶτο ἦν ἂν ὁ παρατατικὸς ἐπείρα». ἔστιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν σὺν τῷ ι οὐ περισπασθήσεται. A. 12. δινεύεσ κ ’ ἀλύω ν : ψιλῶς τὸ ἀλύων· δῆλον κἀκ τῆς συναλοιφῆς. A. 17. τόνδε δ ’ ἔασκε ν : ὁμοίως ἀναγνωστέον τὸ τόνδε τῷ «τόνδε δ’ ἐγὼν ἐπιόντα» (Il. Ε 238) καὶ «τόνδε δ’ ἐγὼ κομιῶ» (Od. ο 546), λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵν’ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δε . A. 33. ἐγκλιτικῶς τὴν ὕμιν ἀναγνωστέον· ἔστι γὰρ ἀπόλυτος. A. 45. οὐδέ οἱ αἰδὼς γίγνετα ι , ἥ τ ’ ἄνδρας μέγα σίνεται ἠ δ ’ ὀδύνησε ν : τινὲς ἐδάσυναν τὸ ἡ δέ, ἵνα ἡ αἰδὼς διττὴ ὑπάρχῃ, ἡ μὲν βλάπτουσα ἡ δὲ ὠφελοῦσα. οὕτως δὲ καὶ Εὐριπίδης (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰς εἶναι αἰδούς· δύναιτο δ’ ἂν ἡ αὐτὴ οὖσα πῇ μὲν ὠφέλιμος εἶναι πῇ δὲ βλαβερά. A. 72. ἦ γάρ οἱ αἰεὶ μήτηρ παρμέμβλωκε ν : οὐκ ἀναγκαῖον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν. ἔθος γὰρ αὐτῷ ἔσθ’ ὅτε παραλείπειν τὰ ἄρθρα· «ἀλλὰ φίλη μήτηρ» (Il. |
| 3,2 125 | Φ 276), «μήτηρ μέν τέ μέ φησι» (Od. α 215). σύνδεσμος οὖν ἐστι βεβαιωτικός· διὸ περισπαστέον. A. 74. ἀλ λ ’ εἴ τις καλέσειε θεῶν Θέτιν ἄσσον ἐμεῖ ο : τινὲς τὸ θέων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περισπαστέον· γενικὴ γάρ ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός. A. 80. βυσσό ν : ἐπεκράτησε τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ος λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, δεδιπλασιασμένον ἔχοντα τὸ ς , ὀξύνεσθαι θέλειν, κισσός, πεσσός. ἀντιπίπτει τὸ μέσσος. A. 82. τὸ ὠμηστῇσιν ὡς ὀρχηστῇσιν. προείρηται δέ (Λ 454). A. 84. Ἀριστοφάνης τὸ εἵατο δασέως, Ἀρίσταρχος δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆς λέξεως (Ο 10). A. 94. ψιλῶς τὸ ἔσθος καὶ ἐσθής οὐ μόνον διὰ τὴν συναλοιφήν (e. g. ἔν τ’ ἐσθῆτι ω 67), ἀλλὰ καὶ καθ’ ὃν λόγον ἡμεῖς προείπομεν ἀνασκευάσαντες τοὺς ὑπὸ τῶν πρὸ ἐμοῦ εἰρημένους. τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ ς ἔχοντος ἓν τῶν δασέων, ὀσφῦς, ὀσφραίνεσθαι, ἀσφόδελος, ἀσφάραγος, ἀσχάλλω, ὀσχεός, ἴσχω, ἰσχύς, ἀσθενής, ἐσθλός, ἄσθμα, ἔσθω· οὕτως ἄρα καὶ ἔσθος καὶ ἐσθής. A. 134. ἑ έ : Καλλίστρατος (cf. v. 213) καὶ Ἀρίσταρχος δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας. τῷ δὲ τόνῳ ὡς ἐμέ. A. 202. ἔκλ ε’ : τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης, ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλ’ ἐκλέεο τετρασυλλάβως. καὶ δῆλον ὅτι εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι «σὺ δ’ αἴδεο καί μ’ ἐλέησον» (Il. Φ 74) καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις εἴρηται. A. 213. τό τ ’ ἄντιτα ἔργα γένοιτ ο : Ἀπολλόδωρος καὶ Καλλίστρατος τιτ ά, ὥστε τρία εἶναι, ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν ἄν καὶ ὄνομα τὸ τιτά. ὁ δὲ Ἀσκαλωνίτης ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα· οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ ἄτιτα (Il. Ξ 484). ἔχεται μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως καὶ μᾶλλον τοῦ νοητοῦ. μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει ἐπιζητοῦντος τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο· παραφυλακτέον δὲ ὅτι καὶ συλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα. A. 228. φωριαμῶ ν : Ἀρίσταρχος ὡς κιβωτῶν. καὶ ἔχομεν τῶν διὰ τοῦ αμος παρηγμένων ὀνομάτων κανόνας τοιοῦσδε, πρῶτον μὲν ὡς τὰ τριβράχεα μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει, κάλαμος, Πρίαμος. τὸ ποταμός ἐγένετο παρὰ τὸ ποτασμός καθ’ ὑφαίρεσιν τοῦ ς , τὸ δὲ ἰταμός ἐπιθετικόν ἐστι. |
| 3,2 126 | δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν, εἰ μὲν θέσει ᾖ, βαρύνεται, ὄρχαμος, Τύρταμος, Πέργαμος· εἰ δὲ φύσει, κύρια μὲν ὄντα βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος, Τεύταμος, οὐχ οὕτως δὲ ἔχοντα ὀξύνεται, ὡς ἔχει τὸ οὐλαμός, χηραμός. τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατ’ ὀξεῖαν τάσιν φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός. A. 235. ἐξἑσίη ν : Ἀρίσταρχος δασύνει τὴν δευτέραν συλλαβήν· «παρὰ γὰρ τὸ ἵημι, φησίν, ἐγένετο. ἐπιφέρει γοῦν πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. παρὰ δὲ τὸν ἥσω μέλλοντα ἡ ἑσία ἐγένετο, ὡς καὶ παρὰ τὸ θήσω θεσία, «πῇ δὴ συνθεσίαι τε» (Il. Β 339)· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τῶν ἕνεκ’ ἐξεσίην» (Od. φ 20)». οὕτως δὲ καὶ Νικίας. Νεοπτόλεμος δὲ ὁ Παριανὸς λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν [οἷον τὴν ἔκπεμψιν] ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι. ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον «ἥσω γὰρ καὶ ἐγώ» (Il. Ρ 515)· παρὰ δὲ τοὺς μέλλοντας ὁριστικοὺς ἐγένετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρ’ ἐνεστῶτας ἀπαρεμφάτου ἐγκλίσεως. θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία, προδώσω προδοσία. οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξἑσία. A. 247. δασέως δίἑ π ’ παρὰ τὸ ἕπω δασυνόμενον. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ πλείους. οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διίστα αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. A. 253. κατηφόνες ὡς Μακεδόνες. A. 272. ἕστορ ι : δασέως, ἀπὸ τῆς ἕσεως. τὸν γὰρ βαλλόμενον πάσσαλον ἐπ’ ἄκρου τοῦ ζυγοῦ νοητέον. A. 292. ὅς τε οἱ αὐτ ῷ : ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οἱ ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστιν, ὁμοίως τῷ «ἀλλά οἱ αὐτῷ Ζεύς» (Od. δ 667). A. 316. μόρφνο ν : ὡς ὕπνον. καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις. εἴτε μορόφονός ἐστιν (sic accentus eduntur), εἴτε παρὰ τὴν ὄρφνην ἐσχημάτισται, πλεονάσαντος τοῦ μ κατ’ ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, σἴτε παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων, οἷον χόρτος, φόρτος, ὅρκος, Ὄρθος τὸ μονογενές, πόρνος. οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτως δὲ θέλει καὶ τὸ πτόρθος. οὕτως μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός, φορμός. τὸ μέντοι περκνός ὀξύνεται ὁμοίως τῷ πυκνός. |
| 3,2 127 | οὕτως καὶ ὁ Ἀσκαλωνίτης, μεταλαμβάνων εἰς τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ συλλαβῇ ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος καὶ βαρύνει, ἀλλ’ ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν. A. 318. ἐϋκλήις ἀραρυῖ α : Ἀρίσταρχος ἐϋκλήϊς ὡς ἐϋκνήμις, σύνθετον ποιῶν τὴν λέξιν, οὕτως καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ δὲ οἳ διεῖλον «ἐῢ κληῖς’ ἀραρυῖα», οἷς συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν, ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς, «κέρκιδ’ ὕφαινε» (Od. ε 62) «χέρς’ ἐρετάων» (Od. ν 115) «καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν» (Il. Α 71), οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις ἐκτεταμένον θηλυκῶν. εἰ δ’ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ εὐκλήϊς, καὶ παροξύνειν δεῖ αὐτό, μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει, ὡς ἐν τῷ κʹ τῆς καθόλου φησὶν ὁ αὐτός· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. καὶ ἐν τῷ τρίτῳ δὲ τῶν ὀνοματικῶν περὶ τῆς ἐκτάσεως αὐτῶν ταῦτά φησιν· «ἄλλως τε εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ι , ἔχουσιν ἐν τῷ ἐϋκνήμις, μελαμψήφις· καὶ εἰ τοῦτο, φησί, δῆλον ὅτι παροξύνεται». A. 343. τὴν ῥάβδον συσταλτέον κατὰ τὴν πρώτην συλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλ’ ὅτι καὶ τὸ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός, Ἄβδηρος, Ἀβαρβαρέη, ἐπιγράβδην. οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο. A. 388. ἔνισπε ς : ὡς ἔδραμες. ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἄρχουσαν συστείλαντος. τὸ μέντοι προστακτικὸν πρὸ τέλους ἔχει τὴν ὀξεῖαν «σὺ δ’ ἀληθὲς ἐνίσπες» (Od. γ 247) ὁμοίως τῷ ἐπίσχες. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐστὶ τῆς προθέσεως, ὅπου δὲ τοῦ ῥήματος. τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προπαροξύνεται. λέγω δὲ τὸ «νημερτές μοι ἔνισπε» (Od. δ 642). V. 540. παναὥριο ν : οἱ μὲν ἐδάσυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα ἄὡρον, οἱ δὲ ἐψίλωσαν ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντισμένον. ἄμεινον δὲ τὸ πρότερον. τοῦτο γὰρ ἐθέλει σημαίνειν. A. 557. ἐπεί με πρῶτον ἕασα ς : δασύνει Δίδυμος τὸ ἕασας ἐν πρώτῳ διορθωτικῶν, ὁμοίως καὶ Ἑρμαππίας, μεταλαμβάνοντες εἰς τὸ ἥδυνας. ὁ δὲ Σιδώνιος γράφει ἐπεί με πρῶ τ ’ ἐλέησα ς. Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς στίχους. δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥς φησι Τρύφων· καὶ συμφωνεῖ (sc. |
| 3,2 128 | Herodianus), εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν, ἔχειν ἀφορμήν, ὡς ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντος τοῦ Πριάμου τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ μεσολαβῆσαι τὴν διάλεξιν «ἀλλὰ τάχιστα λῦσον ἵν’ ὀφθαλμοῖσιν ἴδω, σὺ δὲ δέξαι ἄποινα πολλὰ τά τοι φέρομεν· σὺ δὲ τῶνδ’ ἀπόναιο καὶ ἔλθοις σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἕασας. τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν .. μηκέτι νῦν μ’ ἐρέθιζε γέρον». τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτόν τι ἔσται· εἴασας εἰς λόγους σοι ἥκειν. A. 566. φυλακού ς : Ἀρίσταρχος κατ’ ὀξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς. ἔστι δὲ καὶ ὁ λόγος συναγωνιζόμενος τῇ ὀξείᾳ τάσει οὕτως, ὡς τὰ εἰς κος καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβάς, παραληγόμενα τῷ α , προσηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακός, φαρμακός, φυλακός· τὰ γὰρ κύρια βαρύνεται, Φύλακος, Αὔλακος. AV. 579. ᾕρεο ν : δασυντέον. ἔφαμεν γὰρ τὸ περισπώμενον αἱρῶ δασύνεσθαι. A. 657. ποσσῆμα ρ : ὑφ’ ἕν, περισπωμένης οὔσης πρὸ τέλους, ὡς καὶ ἐν τῷ αὐτῆμαρ καὶ ἐννῆμαρ (v. Α 53 cl. 81), ἑξῆμαρ. προείρηται δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς προτάσεσι. παραιτητέον οὖν τοὺς κατὰ διάλυσιν ἀναγινώσκοντας. A. 665. τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός: προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ δαινύατο (ς 248) [τοῦ ἑνικοῦ] συναλοιφή, ὡς πυθοίατο (Α 257). ὡς οὖν τοὺς νέκυας νέκυς ἔφη, καὶ τὸ δαινύατο δαινῦτο, οὕτως ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάστου» (Od. ς 238)· οὐδὲν δὲ θαυμαστὸν εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαὸς ἑνικόν. τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὁμοίως τῷ «ἀγρόμενοι πᾶς δῆμος» (Il. Υ 166)· Φιλοξένῳ δὲ ἀρέσκει ἐν τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον. A. 793. τινὲς ὄστεα προπαροξυτόνως ὡς χάλκεα. ἄμεινον δὲ παροξύνειν. A. |