ωδε τοῦτο δυϊκαὶ ὀρθῆς καὶ αἰτιατικῆς … πρώτου καιδευ …
προσώπου νὼ καὶ νῶϊ, γενικῆς καὶ δοτικῆς σφῶν
καὶ σφῶϊν. δευτέρου προσώπου, ὀρθῆς καὶ αἰτιατικῆς σφὼ
καὶ σφῶϊ. τρίτου προσώπου, ὀρθῆς καὶ γενικῆς οὐκ ἔνεισι,
δοτικῆς δὲ σφωΐν, αἰτιατικῆς δὲ σφωέ. ἀμφότεραι κα-
τʼ ἔγκλισιν ἐκφέρονται· πληθυντικαί, ὀρθῆς πτώσεως ἡμεῖς,
ὑμεῖς, σφεῖς, γενικῆς ἡμῶν, ὑμῶν, σφῶν ἤτοι σφέων,
δοτικῆς ἡμῖν, ὑμῖν, σφὶν ἤτοι σφίσιν, αἰτιατικῆς ἡμᾶς,
ὑμᾶς, σφᾶς ἤτοι σφέας, κλητικῆς δευτέρου προσώπου
ὑμεῖς. τούτων δὲ τῶν ἀντωνυμιῶν εἰσί τινες αἱ τοῦ
πρώτου προσώπου δεικτικῶς λεγόμεναι, αἱ δὲ ἀναφορικῶς.
δεικτικῶς μὲν αἱ ἐπὶ παρόντων προσώπων λεγόμεναι,
οἷον «οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ» ἢ ἐπὶ προ-
ειρημένων πραγμάτων ἢ μελλόντων ῥηθήσεσθαι, οἷον
«ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ϊ̔κάνει ὁππότʼ ἂν
ϊ̓σόμορον καὶ ὁμῇ πεπρωμένον αἴσηι»· ἀναφορικῶς δὲ αἱ ἐ-
πὶ προειρημένων προσώπων λεγόμεναι, «οὗτοι ἄρʼ ἡγεμό-
νες Δαναῶν καὶ κοίρανοι ἦσαν»· ἢ ἐπὶ προειρημένων πρα-
γμάτων, οἷον «οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶ-
ναι· ἢ ὅταν εὐφροσύνη μὲν ἔχηι κατὰ δῆμον ἅπαντα»,
καὶ μετʼ ὀλίγον «τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.»
παρὰ δὲ τῶι ποιητῆι ἀντὶ τῶν προϋποκειμένων πραγμά-
τῶν τοῦ τρίτου προσώπου ἀντωνυμιῶν τίθενται λέξεις
μονοσύλλαβοι ὅμοιαι τοῖς ἄρθροις ϊ̓σοδυναμοῦσαι αὐταῖς, ἀρσ-
ενικαῖς μὲν ὁ, θηλυκαῖς δὲ ἡ, οὐδετέραις δὲ τό, καὶ τού-
των πτώσεις καθʼ ἕκαστον ἀριθμὸν διαφόρουσα. αἱ δὲ
αὐταὶ κατὰ διαφορὰν καὶ δεῖξιν λέγονται. ἐπὶ δὲ τῶν ἀντω-
νυμιῶν αἱ μὲν κατʼ ἀντίθεσιν λέγονται· αἱ δὲ ἀπολελυμένως,
κατʼ ἀντίθεσιν μὲν ὅταν ἕτερον ἀντικέηται πρόσωπον,
οἷον «ϋ̔μῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες ἐκ-
πέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι, παῖδα δʼ ἐμοὶ
λύσαιτε φίλην», ἀπολελυμένως δὲ ὅταν ἕτερον μὴ ἀντικέ-
ηται πρόσωπον, οἷον «οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή»
καί «δός μοι ἔτι πρόφρων». ἔχουσι δὲ ἑτέραν δύναμιν ἥ τε
αὐτὸς καὶ αὐτὴ καὶ αὐτό· καὶ τούτων πτώσεις καθʼ ἕκαστον
ἀριθμὸν διαφέρουσαι. οὐ γὰρ μόνον ἐπὶ τοῦ τρίτου προσώπου
συντάσσονται ἀλλὰ καὶ τοῖς τρισὶ προσώποις τοῖς ἀπαρεμφά-
τοις τὰ γένη ἀφαρμόζουσι συνζευγνύμενοι, οἷον ἐγὼ
αὐτός· σὺ αὐτός· ἳ αὐτός. τῶν δὲ συνάρθρων ἀντωνυμιῶν
περὶ δύο θεωρουμένων, περί τε τὸ λέγον πρόσωπον καὶ τὸ
ἔξωθεν προσϋπακουόμενον· θ εἰσὶν ἀριθμῶν διαφο-
ραί. κατʼ ἀμφότερα ἑνικαί, ἐμός, σός, ὃς ἤτοι ἐμός,
τεός, σός, ἐμή, σή, ἣ ἤτοι ἐμή, τεή,
ἑή, ἐμόν, σόν, σόν ἤτοι ἐμόν, τεόν, ἑόν, ἐντὸς ἑνικαί
ἐκτὸς δυϊκαί, κοιναὶ ἀρσενικοῦ καὶ οὐθετέρω ἐμώ, σώ,
ὥ καὶ θηλυκῶς ἐμά, σά, ἅ· γενικῆς καὶ δοτικῆς
ἐμοῖν, σοῖν, οἷν, ἐμαῖν, σαῖν, αἷν. ἐντὸς ἑνικαὶ
ἐκτὸς πληθυντικαί, ἐμοί, σοί, οἵ,
ἐμαί, σαί, αἵ, ἐμά, σά, ἅ. ἐντὸς δυϊκαὶ ἐκτὸς ἑνικαί, νωΐτε-
ρος, σφωΐτερος καὶ θηλυκῶς νωϊτέρα, σφωϊτέρα
καὶ οὐθετέρως νωΐτερον, σφωΐτερον. κατʼ ἀμφότερα
δυϊκαί, ἀρσενικῶς καὶ οὐθετέρως νωϊτέρω, σφωϊτέρω
καὶ θηλυκῶς νωϊτέρα, σφωϊτέρα, γενικῆς καὶ δοτικῆς
νωϊτέροιν, σφωϊτέροιν καὶ θηλυκῶς νωϊτέραιν, σφωϊ-
τέραιν. ἐντὸς δυϊκαὶ ἐκτὸς πληθυντικαί, νωΐτεροι, σφω-
ΐτεροι, νωΐτεραι, σφωΐτεραι, νωΐτερα, σφωΐτερα. ἐντὸς
πληθυντικαὶ ἐκτὸς ἑνικαί, ἡμέτερος, ὑμέτερος, σφέτε-
ρος καὶ θηλυκῶς ἡμετέρα, ϋ̔μετέρα, σφωϊτέρα καὶ
οὐδετέρως ἡμέτερον, ὑμέτερον, σφέτερον. ἐντὸς
πληθυντικαὶ ἐκτὸς δυϊκαὶ κοινὰ ἀρσενικῶν καὶ οὐ-
θετέρων ἡμετέρω, ὑμετέρω, σφετέρω, ἡμετέρα,
ὑμετέρα, σφετέρα. γενικῆς καὶ δοτικῆς ἡμετέροιν,
ὑμετέροιν, σφετέροιν, ἡμετέραιν, ὑμετέραιν, σφετέραιν.
κατʼ ἀμφότερα πληθυντικαί, ἡμέτεροι, ὑμέτεροι, σφέ-
τεροι, ἡμέτεραι, ὑμέτεραι, σφέτεραι, ἡμέτερα, ὑμέ-
τερα, σφέτερα. Πρόθεσις
πρόθεσις τί ἐστιν; μέρος λόγου ᾧ συμβέβηκε καθʼ ἕνα σχη-
ματισμὸν ἐκφέρεσθαι καὶ πάντων τῶν τοῦ λόγου μερῶν ἐν
συνθέσει προτίθεσθαι, ἐν δὲ συντάξει τῶν πλείστων, ὀρθῇ
καὶ κλητικῇ πτώσει οὐ δυνάμενον συντάσσεσθαι οὐδὲ
ἐν λόγωι γενναίῳ προτίθεσθαι. προθέσεις δέ εἰσιν ιη,
ἀνά, ἀμφί, ἀπό, ἀντί, διά, ἐν, ἐξ, ἐπί, κατά,
πρός, πρό, περί, παρά, μετά, ὑπέρ, ὑπό, σύν, τῶν δὲ
προθέσεων ἀναστροφὴν ἐπιδέχονται ἀνά, ἀπό,
ἐπί, κατά, περί, παρά, μετά, ὑπέρ, ὑπό. πτώσεσι δὲ
ταῖς πλαγίοις συντάσσονται ἓξ αἵδε, ἀμφί, ἐπί, πρός,
περί, παρά, ὑπό. γενικῆι καὶ δοτικῆι γ, αἵδε, κατά, μετά,
ὑπέρ. γενικῇ ε, ἀπό, ἀμφί, διά, ἐξ, πρὸ καὶ ὡς Ἀτ-
τικοί β ἐν, εἰς. δοτικῇ δύο, ἐν, σύν, καὶ αἰτιατικῇ β, ἀνά,
εἰς. Ἐπίρρημα. ἐπίρρημα τί ἐστιν; λέξις καθʼ ἕνα
σχηματισμὸν ἐκφερομένη, προτακτικὴ καὶ ὑποτακτικὴ
ῥήματος ἀσυνθέτου, ἐν πολλοῖς εἴδεσι θεωρουμένη. τῶν δὲ ἐπιρ-
ρημάτων ἃ μέν ἐστιν μεσότητος καὶ ποιότητος δηλωτικά,
οἷον καλῶς, σοφῶς, ἄρδην, ἀνέδην, βοτρυδόν, ἀπριάτην,
νύξ, γνύξ, λάξ, ὀδάξ, αν, νων· ἀκονιτί, σάφα, μάλα,
λικριφίς, ἀμοιβηδής, ἑλληνιστί, συριστί, καὶ ἔτι πλείονα.
ἃ δὲ ποσότητος, οἷον δίς, τρίς, πεντάκις καὶ ἔτι πλείονα.
ἃ δὲ χρόνου, ἤδη, νῦν· αὖτις· πάλιν· ἐχθές· τηνίκα· καὶ τὰ
ὅμοια. ἃ δὲ εὐχῆς, οἷον αἴθε, εἴθε, βάλε, ἄβαλε· τινὰ
δὲ ἀπαγορεύσεως μή, μηκέτι. τινὰ δὲ συγκαταθέσεως,
ναί· ναίχι· τοῦ δʼ αὐτοῦ εἴδους κατωμοτικά, οῗ̔ον νή
… τὸ μὰ κοινὸν τῆς ἀπωμόσεώς τε καὶ ἀπαιτή-
σεως. ἃ δὲ ἐρωτήσεως πίς, ποῦ, πόθεν …
ταῦτα καὶ τοπικά ἐστιν. παρακελεύσεως δεῦτε,
τὸ δʼ αὐτὸ καὶ ῥῆμα γίνεται προστακτικόν. ὁμοιώσεως
ἢ παραβολῆς ὡς. τὸ δʼ αὐτὸ καὶ πλείστας ἔχει δυ-
νάμεις. ἃ δὲ ἐπικελευστικά, ἅπερ οἱ μὲν ἐπι-
φθέγματα καλοῦσιν, οἱ δὲ συνεμφάσεις, οἱ δὲ
σχετλιασμούς, φεῦ, παπαῖ, ὤμοι. φασὶ δὲ καὶ
εἰκασμοῦ τινα εἶναι ἐπιρρήματα ὡς τὸ τυχόν, σχε-
δόν, οΐσως, τάχα. ἃ δὲ τάξεως ἑξῆς, χωρίς.
ἐπίρρημα δὲ εἴρηται διὰ τὸ καθʼ ἑαυτὸ μὲν λεγόμενον
μὴ ἀποτελεῖν διάνοιαν ἐγγράμματον, προστασ-
σομένου δὲ ῥήματος … ζευγνύμενον ῥήμα-
τι κατὰ τὸ πλεῖστον. Σύνδεσμος.
σύνδεσμος τί ἐστιν; λέξις συνδετικὴ τῶν τοῦ λόγου
μερῶν. τούτων δʼ εἴδη πλείονα. οἱ μὲν γὰρ αὐτῶν
εἰσιν συμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συν-
απτικοί, οἱ δὲ παρασυναπτικοί, ἄλλοι δὲ συλλογιστικοί,
οἱ δὲ ἀπορηματικοὶ καὶ τελευταῖοι παραπληρωματικοί.
συμπλεκτικοὶ μὲν οὖν εἰσιν οἵδε· μέν, δέ· τέ· καί· ἀλλά,
ἠμέν· ἠδέ· ϊ̓δέ· αὐτάρ· ἀτάρ· ἤτοι· κέν· ἄν. διαζευκτικοὶ
δέ, ἤ· ἤτοι· ἠέ· αἰτιολοὶ δέ, οὕνεκα, τοὔνεκα,
ἕνεκα, ΐ̔να, χάριν, ὄφρα, ὅπως, ὅτι, γάρ, διότι· καθʼ ὅτι
καθʼ ὅσον, συναπτικοὶ δέ, εἴ. εἴπερ· εἰδέ· εἰδήπερ· εἰ …
παρασυναπτικοὶ δέ, ἐπεί, ἐπείπερ, ἐπειδέ, ἐπειδήπερ
ἐπειπερδή· συνλογιστικοὶ δέ, ἄρα· ἀλλαμήν, τοίνυν,
τοιγαροῦν· τοιγάρτοι· ἀπορηματικοὶ δέ, ἆρα, κᾶτα, μῶν,
εἶτα· ἠέ· παραπληρωματικοὶ δέ, ἦ, δή, ἄρα, νύν …
θήν· οὖν, μήν· τοί, γέ· πέρ· τάρ· εἰσὶ δέ τινες ὑπο-
θετικοὶ σύνδεσμοι αἴ κεν· εἴ κεν· ἐάν, εἰ δʼ ἄν
Τρύφωνος τέχνη γραμματικοί