eul_wid: cto-aa

Scholia-Euripides' Trojan Women
Σχόλια εἰς Εὐριπίδου Τρωάδας

Xenophon Scholia Scholia Euripides' Trojan Women PDF

The Scholia on Euripides' Trojan Women is a collection of 493 ancient prose annotations attributed to the grammarian Xenophon. This standard scholarly commentary serves as an exegetical tool designed to elucidate Euripides' tragedy for advanced students and scholars. The notes address core philological themes, including textual criticism with discussions of variant readings or suspected corruptions, lexicographical glosses of rare or archaic vocabulary, and explanations of mythological and historical references. They also provide analysis of grammar, syntax, and metrical scansion, alongside occasional literary or rhetorical observations. The scholia survive within the medieval manuscript tradition of Euripides' plays, transmitted selectively in the margins of codices containing the Trojan Women. They derive from the condensation and copying of earlier, more comprehensive Hellenistic and Roman commentaries. As a primary witness to the ancient and Byzantine reception of Euripides, these annotations are invaluable for modern scholarship in reconstructing the text's history, understanding ancient interpretive methods, and occasionally preserving fragments of lost works or critical opinions.

1.1 ΜΕΤΑ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αίσντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ τῷ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, 2. Ὑπόθεσις Τρῳάδων] Sic inscriptum Falsum est quod ἐκληρώσαντο in A. Argumentum est in Harl. esse dicitur, qui, pariter ut Neapolitanus, 5743 et Vaticano Palatino 287. κληρωσάμενοι habet. Est etiam in A. (Vaticano 909.), 8. μὲν om. Havn. et Havniensi: de quibus diximus ib. Ἀνδρομάχην δὲ] ἀνδρομάχην μὲν ad Rhesi ὑπέθεσιν. 3. τὴν om. Havn. 9. τῷ Ἀχιλλεῖ] τῷ om. Havn. ib. πόρθησιν] πόρθωσιν A. ib. ἐπὶ τῆς τοῦ ἀχιλλέως ταφῆς ib. Ποσειδῶνι] τῷ ποσειδῶνι Havn. ἔσφαξαν A. Feminino τῆς ταφῆς 4. διαφθεῖραι] διαφθαρῆναι Harl. offensus corrector aliquis scripsit 5. Αἴαντος] τοῦ αἴαντος N. ἐπὶ τοῦ τοῦ ἀχιλλέως τάφου κατέσφαξαν, 6. Κασάνδραν] Sic A.N. hic et quod est in Havn. Alius in infra, non κασσάνδραν. Harl. ἐπὶ τῆς τοῦ προειρημένου ταφῆς ib. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ ἔσφαξαν. et in Pal. ἐπὶ τῆς τοῦ εἰρημένου των αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν] ταφῆς ἔσφαξαν, cui Musurus Sic A.N. et sic Harl. quo in Ald. substituit ἐπὶ τοῦ τάφου αὐτοῦ nisi quod post γυναικῶν interpungit τοῦ ἔσφαξαν. et pergit τὰς γὰρ ἐν ἀξιώμασι. 10. τειχῶν] τειχέων Havn. Quam scripturam in Ald., haud 11. ἀποκτενῶν] ἀποκτείνων libri. dubie ex Pal., posuit Musurus, nisi Correxit Musurus in Ald. quod ἐκληρώσαντο ex conjectura, ut ib. Μενέλαος libri. Μενέλεως Ald. videtur, scripsit pro κληρωσάμενοι. τοὺς ἀναιρεθέντας δὲ κατοδυραμένη καὶ τὸν Ἀστυάνακτα κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα.
1.1 ΜΕΤΑ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αίσντος εἰς Κασάνδραν ὕβριν. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ τῷ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, 2. Ὑπόθεσις Τρῳάδων] Sic inscriptum Falsum est quod ἐκληρώσαντο in A. Argumentum est in Harl. esse dicitur, qui, pariter ut Neapolitanus, 5743 et Vaticano Palatino 287. κληρωσάμενοι habet. Est etiam in A. (Vaticano 909.), 8. μὲν om. Havn. et Havniensi: de quibus diximus ib. Ἀνδρομάχην δὲ] ἀνδρομάχην μὲν ad Rhesi ὑπέθεσιν. 3. τὴν om. Havn. 9. τῷ Ἀχιλλεῖ] τῷ om. Havn. ib. πόρθησιν] πόρθωσιν A. ib. ἐπὶ τῆς τοῦ ἀχιλλέως ταφῆς ib. Ποσειδῶνι] τῷ ποσειδῶνι Havn. ἔσφαξαν A. Feminino τῆς ταφῆς 4. διαφθεῖραι] διαφθαρῆναι Harl. offensus corrector aliquis scripsit 5. Αἴαντος] τοῦ αἴαντος N. ἐπὶ τοῦ τοῦ ἀχιλλέως τάφου κατέσφαξαν, 6. Κασάνδραν] Sic A.N. hic et quod est in Havn. Alius in infra, non κασσάνδραν. Harl. ἐπὶ τῆς τοῦ προειρημένου ταφῆς ib. οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ ἔσφαξαν. et in Pal. ἐπὶ τῆς τοῦ εἰρημένου των αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν] ταφῆς ἔσφαξαν, cui Musurus Sic A.N. et sic Harl. quo in Ald. substituit ἐπὶ τοῦ τάφου αὐτοῦ nisi quod post γυναικῶν interpungit τοῦ ἔσφαξαν. et pergit τὰς γὰρ ἐν ἀξιώμασι. 10. τειχῶν] τειχέων Havn. Quam scripturam in Ald., haud 11. ἀποκτενῶν] ἀποκτείνων libri. dubie ex Pal., posuit Musurus, nisi Correxit Musurus in Ald. quod ἐκληρώσαντο ex conjectura, ut ib. Μενέλαος libri. Μενέλεως Ald. videtur, scripsit pro κληρωσάμενοι. τοὺς ἀναιρεθέντας δὲ κατοδυραμένη καὶ τὸν Ἀστυάνακτα κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα.
2.1 1. ἭΚΩ λιπόν: ὅλος ἐστὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδῶν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος, ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα.
2.2 6. οὔποτʼ ἐκ φρενῶν: τὸ ἑξῆς, ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ Ὀμηρικὸν δὲ Ποσειδῶνα ταῦτα.
2.3 9. ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ τὸ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο. εἶτα οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. παῤ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων, καθάπερ Θουκυδίδης φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηϊονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ κρισάντου, τοῦ δὲ Πανοπέως 3. ἐστὶ Cobetus. ἐπὶ A. ib. ἔχειν L. Dindorfius. εἶχον A. 5. Βάκχαις] v. 1. 18. παραδόντων N. παραδόντων αὖτις 7. παρὰ L. Dindorfius. περὶ A. A. ib. Ὁμηρικὸν] Vid. Il. 12, 17. et 19. Θουκυδίδης] 1, 112. 13 init. 20. Ἀστεροδίας] Rectam hujus 9. διὰ τὸ τάττεσθαι L. Dindorfius. nominis scripturam Ἀστεροδείας esse διατάττεσθαι A. dixi in annot. ad schol. Homeri 10. Ὅμηρος] Il. 2, 517. Odyss. p. 50, 1. 11. Σχεδίος] σχέδιος A. 21. Κρῖσος Κampmannus. κροῖσος 15. παῤ ὃ L. Dindorfius. παῤ A. ὦ A. Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν. Ἄλλως. ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφὸς ὢν σὺν τοῖς Φωκεῦσιν ἐτάττετο, ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν.
2.4 14. δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπό τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμηρος δουράτεον, ὅ ἐστι ξύλινον.
2.5 15. ἔρημα δʼ ἄλση: ἔρημα αὐτά φησιν, ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ ἱερά. αὐτὸς οὖν ὁ Ποσειδῶν φησι λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς.
2.6 16. πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ ἑρκείου Διὸς ἀντὶ τοῦ ὑπὸ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες, τρισὶν ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν, ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον.
2.7 20. δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν· ἔνθεν καὶ ποιὰς τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως.
2.8 27. νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον τὰ τῶν θεῶν ἀμελούμενα ὑπὸ τῶν ἀνθρώπων.
2.9 29. βοῷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται· ἐν τῷ αὐτὰς βοᾶν Νεοπτόλεμος καὶ ἄλλοι τινές.
2.10 31. εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, διʼ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως Θησείδαις δʼ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν. Ἄλλως. ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἦς ἕνεκα αὐτούς φασιν ἐπὶ Τροίαν ἐλθεῖν Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων.
2.11 32. ἄκληροι Τρῳάδων: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξαιρέτως δοθεῖσαι τοῖς πρώτοις ἐνταῦθα τυγχάνουσιν.
2.12 36. τὴν δʼ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παράγεσθαι ὀδυρομένην τὰ παρόντα. οὕτω γὰρ ἂν ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται.
2.13 41. ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλʼ εἴασε παρθένον· οἱ γὰρ ἐνθουσιῶντες ἐπιτετραμμένοι εἰσὶ τῇ κοινωνήσει.
2.15 44. γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει· σεσημείωται καὶ μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου τὸ “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.” .
2.15 51. ἔξεστιν· αἱ γάρ: φιλονεικεῖ ὁ Ποσειδῶν σώζειν τὴν Ἴλιον, ἐπεὶ ᾠκοδόμησεν αὐτήν.
2.16 61. ἐκεῖσε πρῶτʼ ἄνελθε: ἀντὶ τοῦ ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον.
2.17 89. Μυκόνου: ἀκτή τις οὕτω καλουμένη. Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ διὰ τῆς ἱστορίας.
2.18 96. τύμβους θʼ, ἱερά: λείπει ὁ γάρ, ἵν᾿ ᾖ τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται.
2.19 99. ἄνα δυσδαίμων: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει, ἀνάστηθι τὴν κεφαλήν σου, ὦ Ἑκάβη. ὁ δὲ λόγος, ἄνα δυσδαίμων, ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους καὶ τούτῳ οἰκείως ἐπέλεξε τὸ “ἐπάειρε δέρην,” ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον πρὶν συνέστησεν οὕτως “πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος.” ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι.
2.20 101. ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ 3. πρῶτʼ] πρῶτον A. 9. περὶ] π A.N. quod etiam παρὰ 5. Μυκόνου] μυκίνου A. esse potest. ib. Καφηρεὺς Κampmannus. κά- 14. δυσδαίμων] δυσδαῖμον A. hic et φηρος A. 6. μεταξὺ] ἀντικρὺ Kampman- ib. ἀνάστηθι] ἀνάστησον dicere de- nus, nisi alius loci nomen exci bebat derit. καὶ Ἄνδρου addit Brunneman- 16. δυσδαίμων] δυσδαῖμον A. ib. πεδόθεν] παιδόθεν A. ib. Κυζικηνὸς Καθηρέα kampman- 17. ἐμπαθεστέρα] ἐμπαθέστερον A. nus. κυζικηνός:—καφήρειοί τʼ ἄκραι:. καφηρεὺς καθηρέα A. Verba Καφήρειοί ἐμπαθεστέρος N. τʼ ἄκραι (v. 90.) e lemmate illata. ib. οἰκείως] οἰκείοις A. Narrationem autem Neanthis ex 19. τούτῳ scripsi pro τοῦτο. opere περὶ τελετῶν excerptam esse 21. συνέστησεν Kampmannus. συν- probabiliter conjecit Muellerus έστηκεν A. Fragm. Histor. vol. 3. p. 11. ib. οὕτως] v. 16. τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρὶν εὐδαιμονία, οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας.
2.21 103. μηδὲ προσίστω: ἀντὶ τοῦ μὴ ἀντικεῖσθαι τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστι, μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ. τοῦτο δὲ ἐναντίον τῷ ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
2.22 108. ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πάλαι εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων.
2.23 113. ἄρθρων κλισίας: ἀντὶ τοῦ φεῦ τῆς ἀνακλίσεως τῶν μελῶν ὡς διάκειμαι.
2.24 117. ἄκανθαν: τὴν τῶν μελῶν ἄκανθαν. λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος, πόθος μοί ἐστι τὴν ῥάχιν εἰλῆσαι περὶ τὰ πλευρά.
2.25 119. ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους.
2.26 120. Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι, τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ μοῦσα θρηνωδίας.
2.28 122. ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν, αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετʼ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξήψασθε, τὴν Μενελάου γυναῖκα μετερχόμεναι. Ἄλλως. τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος, ὦ νῆες ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τὴν Τροίαν 1. οὐδὲ ἡ πρὶν] ἡ δὲ πρώην N. 13. 16. Verba τοὺς νωτιαίους et 3. πρῷραν] πρώραν A. περὶ τὰ πλευρὰ obliterata in A., ser- 7. τν] τὸ A. vata in N. 8. ἡ δʼ ἔθεεν] δὲ εὐθὺς in A. esse 19. καὐτή] Scribendum χαῦτη et videtur. δὲ εὐθεε N. Correctum ex in verbis scholiastae καὶ αὕτη. Hom. Od. 2, 249. 25. ἐξήψασθε] ἐξήρτασθε A. Cor- ib. διαπρήσσουσα] διαπρήσας A. rectum ex scholio proximo. ἐξηρ- Correctum ex Homero. τήσασθε dixit poeta v. 129. 10. συσταλέντων N. συσταλτῶν A. 28, αὐλῶν στυγνῷ] αὐλῶν στυγνῶν ut videtur. A. αὐλῷ στυγνῷ N. προσωρμίσατε. παρʼ ὅσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς. “ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις.” .
2.28 132. Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτα δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος. κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος.
2.29 139. σκηναῖς ἔφεδρος Ἀγαμεμνονείαις: αὕτη μὲν ἔξω τῆς σκηνῆς ἦν, ὁ δὲ χορὸς ἔσω.
2.30 141. κουρᾷ ξυρήκει: τῇ ξυρικῇ κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ πένθιμον κεφαλὴν ἔχουσα.
2.31 147. μάτηρ δʼ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ κατὰ τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρχωἐξάρχω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην, ἣν εἰώθειν εὐτυχοῦσα λέγειν.
2.32 150. σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς Φρύγιαι τοῦ ἀρχεχόρον ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν.
2.33 διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν.
2.34 168. ἔξω κομίζεσθʼ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ.
2.35 169. μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι.
2.36 171. αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες.
2.37 176. οἴιμρι: τὸ λοιπὸν ἡμιχόριον ἐξῆλθεν.
2.38 182. ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὁ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων.
2.39 187. τίς μʼ Ἀργείων: τίς τῶν Θεσσαλῶν ποτὲ ἢ νησιωτῶν ἄξει με; ἢ Θεσσαλὸς ἢ Ἀργεῖος.
2.40 192. δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ, ἢ νεκρῶν ἄγαλμα.
2.41 193. ἄγαλμʼ, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα, ἢ παίδων τροφὸς ἄγομαι. δέον, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις.
2.43 197. ποίοις δʼ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵνʼ ᾖ οὕτω, πῶς αὐταρκῶς δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι; .
2.43 199. οὐκ δαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ἥδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα.
2.44 201. νέατον τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους. καθὸ αἱ δυναταὶ ἰσχύουσαι πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσιν· ἐὰν δὲ καὶ εὔμορφος , καὶ ὕβρισται. Ἄλλως. τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων.
2.45 203. ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων: ἢ λέκτροις πλησιάσασα τῶν Ἑλλήνων.
2.46 204. ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι.
2.47 209. ἔλθοιμεν Θησέως εὐδαίμονα χώραν: ταῦτα ὑποθεραπεύουσα τοὺς Ἀθηναίους λέγει.
2.48 210. μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι. μὴ ἔλθοιμι, φησὶν, ὑπὸ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη ἡ πόλις τῆς. Ἑλένης. οἰκητήριον δέ φησι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον 2.ἴνα] ἵνα μὴ Κampmannus. 16. δινεόουσα scripsi pro δονεόὁρθρεόου 4. σάν] Vitiose pro ὀρ- ουσα. θρεύουσαν: quod fraudi fuit scho- 18. δυναταὶ] δοῦλαι Κampmannus. liastae. ib. ἰσχύουσαι A. N., non αἰσχραὶ 5. τῶν] τοῦ A.N. οὖσαι ut Amatius. 6. τίς τῶν—ᾶξει με] τίς πρὸς τὴν 23. φθειρέσθω scripsi pro φθαρέ- τῶν—ὰξει με χώραν kampmannus. σθω. ib. ποτὲ A. πότερον N. ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν φησιν.
2.50 214. τὰν Πηνειοῦ σεμνὰν χώραν: Πηνειοῦ χώραν τὴν Θετταλίαν. τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίττεται δὲ τὸν Νεοπτόλεμον. Καλλίμαχος “Πηνειὲ Φθιῶτα.” .
2.50 218. τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως.
2.51 220. καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος, καὶ τὴν Αἴτνην τὴν τοῦ Ἡφαίστου χώραν τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν. μητέρα δὲ τῶν Σικελῶν ὀρέων ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. τὴν Σικελίαν δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή.
2.52 221. Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκε καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι. ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιος ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν, Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφʼ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα ἐπὶ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου οἰκισθῆναι τὴν Καρχηδόνα, ἐν οἷς φησι Καρχηδόνος δὲ κράσπεδ, ἣν ἀσπάζομαι. Ἄλλως. ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας καταντικρύ ἐστι 1. Ἀλκμάν Cobetus pro ἀλκμαίων, 20. τινές] τινὲς δέ Kampmannus. quod est in N. Nam in A. solae ib. ἐπὶ τῆς L. Dindorifius. ἀπὸ τῆς literae ἀλκ supersunt. N. ἀπρ A. 5. Καλλίμαχος] H. in Delum 112. 21. Σοφοκλῆς] In Triptolemo 11. λέγῃ τὴν Λιβυφοινίκων χώραν] fragm. 536. λέγηται λιβυηφοινίκων A.N. omisso χώ- 23. κράσπεδες (κράσπεδ cum com- ραν. Correxi ex gi. interl. φοινίκης pendio syllabae ες) ἀσπάζομαι N. τῆς καρχηδόνος, ἵνα λέγῃ τὴν τῶν λιβυ- κράσπεδ. ν ἀσπάζομαι A. unde Berg- φοινίκων χώραν. kius κράσπδʼ, ἣν ἀσπάζομαι. κράσπεδʼ 16. Τύριοι Kampmannus. τύρροι A. ἔστ᾿ B. ἀσπάζομαι Cobetus, addita et mox τυρρίους. interlocutoris nota. 18. ἀπῳκηκέναι] Infinitivus pen- 25. τοῦτο ante καταντικρὺ delevit det ab verbo φησὶ intellecto. Vid. Kampmannus. ad schol. Rhesi v. 28. Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν.
2.53 224. τάν τʼ ἀγχιστεύουσαν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ. κατὰ κοινοῦ τὸ “ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς.” τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν.
2.54 228. Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Ἰαρμενίσκος φησίν· ὁ μὲν ἀπὸ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας, ὃς ἐμβάλλει τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ οὐ σήπεται, οὐδὲ ἐὰν ἀπʼ αὐτοῦ ἄρτοι πεφθῶσιν εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλία, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται λελιπασμένος ἀνέρχεται, ὡς δοκεῖν ἠλεῖφθαι καὶ τὴν τρίχα ξανθίζειν, ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ βάνθον, ἀφʼ οὗ καὶ ὀνομάζεται Σκάμανδρος καλούμενος. τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδός φασι τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων. οἱ δὲ ἀκὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ αὐτὸ ὄνομα ἔχοντος τῷ ἐν Ἀχαίᾳ ποταμῷ, ἀλλὰ καὶ τὴν δύναμιν.
2.56 244. τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται; .
2.56 250. ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὕτος δὲ Λακεδαιμόνιος.
2.57 258. ἱεροὺς στολμούς: τὰς τῶν στεφάνων στολὰς ώσπερ ἔνδυσιν ποιούντων αὐτῇ.
2.58 267. τί θέσμιον: τί θεσμοποιὸν, θεμιτὸν, ἢ νόμος τῶν Ἑλλήνων.
2.59 268. εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν, ἢ σαφῶς εἶπεν· καὶ ἡ Ἑκάβη οὔτε ἐστέναζεν οὕτε ἀπηλλάγη. εἴτε γὰρ οἶδεν οἰκτίσασθαι περὶ θυγατρὸς εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν.
2.60 275. ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριτοβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία.
2.61 285. ὃς πάντα κεῖθεν: τὰ μὲν ἐκεῖ διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖ πολέμια τίθησι, δῆλον ὅτι τὸ ἐνταῦθα. τοῦτο γὰρ λείπει.
2.62 296. εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ.
2.63 301. αὐτῶν τʼ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων. Ἄλλως. διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς.
2.64 303. δυσλόφως: ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων.
2.65 304. μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ πρόσφορον ἑαυταῖς φονεύουσιν ἑαυτὰς καὶ λυπήσουσι τοὺς Ἕλληνας, κἀγὼ αἴτιός εἰμι.
2.66 308. ἄνεχε, πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ ἄνεχε καὶ φέρε.
2.67 310. ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖν. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλʼ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι.
2.68 315. ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα, πατέρα δὲ ἐμὸν, γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων,) ἐγὼ τοῦτο ποιήσω ἐμαυτῷ.
2.69 321. ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε· 3. θυγατρὸς et ἐρωτῆσαι, pro quibus τὸν A. θογατρ... et ἐρωτ apud Amatium 7. βακτηρία] βάκτρα N. 9. πολέμια τίθησι Kampmannus. legitur, satis clare scripta πολέμια τίθειης A. sunt in A.N. Ante ἐρωτῆσαι aliquid 17. πρόσφορον] σύμφορον N. excidisse videtur. 5. ἐκληρώθην] κληρωθῶ N. 6. τριτοβάμονος—τὸ] τριβάμονος— ib. φονεύουσιν —λυπήσουσι] Immo φονεύσωσιν—λυπήσωσι. ἢ σὺ, ὦ Ἑκάτη, διδοῦσα φῶς, ὥσπερ νόμος ἐστὶ τοῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τὸν γάμον.
2.70 323. ὦ Ἑκάτη: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετʼ ὀλίγον ἀποθνήσκειν· χθονία δὲ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη.
2.71 325. πάλλε πόδʼ αἰθέριον: εἰς τὸν αἰθέρα χόρευε. λέγει δὲ Βακχικὰ ἐπιφθέγματα.
2.72 326. εὐὰν εὐοῖ: τὸ εὐὰν εὐοῖ Βακχικὰ ἐπιφθέγματα. εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον. τὰ δὲ θειασμοῦ, οἷον, εὖ οἷ εὖ ἄν.
2.73 330. ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως, ἡγοῦ σὺ τοῦ θυηπόλου.
2.74 341. βασίλεια: ταῦτά τινες τῷ Ταλθυβίῳ, τινὲς δὲ τῷ χορῷ ἐπιμερίζουσιν.
2.75 343. Ἥφαιστε, δᾳδουχεῖς: παρὰ τὸ πᾶν διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλʼ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ.
2.76 350. ἐσωφρωνήκασʼ: σώφρονα πεποιήκασι, τὰ κακὰ σὲ οὐ πεπαιδεύκασιν.
2.77 351. δάκρυσί τʼ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς δὴ ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε.
2.78 357. Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι᾿ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρῆσαι.
2.79 361. ἄλλατ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. διʼ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει.
2.80 366. ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανὴς, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μωρίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν 7. εὐὰν εὐοῖ] εὖ ἂν εὖ οἷ A. in lemmate dictum accepit. Recte judicarunt et in scholio. qui aliud quid scriptum ab Euripide 15. ἐσωφρονήκασʼ] ἐσωφρόνηκα A. pide fuisse censuerunt, velut σοφὴν. et mox. πεποίηκα—πεπαίδευκᾶ. ἐσωφρονήκασ᾿ ἔθηκαν. A. in textu, et sic ceteri 21. τιμωρῆσαι Kampmannus. τιμωρῆ... quoque libri, nisi quod ἐσωφρονήκασιν A. In A. τιμωρῆσαν esse est in ed. Ald. et ἔσω φρονίκασιν videtur, in N. τιμ, literis reliquis in cod. Flor. ex quo σεσωφρονίκασιν compendio expressis. feci: Stephanus. Scholiastae interpretatio 22. ἄλλατ᾿] Sic A. etiam in postulat οὐδὲ σʼ αἰ τύχα textu: quod pro ἀλλʼ ἄττʼ accepit, —σεσωφρονίκασιν, etsi hoc fortasse aut id ipsum legit, scholiasta. Veram non legit, sed σεσωφρονήκασʼ, a metri scripturam ἀλλʼ αὔτʼ restituit correctore positum, illo sens Musgravius. ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι.
2.81 372. τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει τέκνων ἀντὶ τοῦ τέκνου, ἀδελφῷ δὲ τῷ Μενελάῳ.
2.82 379. τὰ δʼ οἴκοι: οἷς εἶκον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνησκον, μὴ ὁρῶντες τοὺς οἰκείους.
2.83 381. οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τεθνηκότας.
2.84 393. Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τούτων, τὸ μεταξὺ τῶν οἰκιῶν ἀποθνήσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν· οὕτως τούτων ἐστέρηντο.
2.85 396. ἵξις ἐξεργάζεται: παρουσία, ἄφιξις. ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἦρξις, ἵνʼ ᾖ καὶ ἡ ἔρξις καὶ ἡ πρᾶξις.
2.86 397. εἰ δʼ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον.
2.88 398. Πάρις τʼ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος, ὥσπερ ἡ Ἑλένη. Ὅμηρος “ ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ᾿ ἀοίδιμοι.” .
2.88 401. εἰ δʼ ἐς τόδʼ ἔλθοι: εἰ δὲ εἰς πόλεμον ἔλθοι, οὐκ αἰσχρὸν τῇ πόλει αὐτοῦ ἀποθνήσκειν.
2.89 407. μέλπεις θʼ ἅ : καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλῶς, οὐ δείξεις αὐτὰ σαφῶς καλὰ καὶ ἀληθῆ.
2.90 408. εἰ μή σʼ Ἀπόλλων: μάταιός ἐστιν ὁ Τλθύβιος ἐπιπλήσσων καὶ λέγων, εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται.
2.91 411. καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ 13. γράφεται (γράψον apud Amatium) 14. γεννηθεὶς Kampmaunus. γενναθ` καὶ ἦρξις—πρᾶξις] In marg. ... A. cod. Harl. est γρ. καὶ ἔρξις, ἵνʼ ᾖ 15. κατεσιωπήθη L. Dindorfius. ἡ ἔρξις, τουτέστιν ἡ πρᾶξις, unde corrigendum κατεσκοπήθη A. scholion est, nisi ἦρξις 16. Πάρις] ἄλλως. πάρις A. pro ἔρξις scriptum scholiastam induxit 17. Ὅμηρος] Il. 6, 358. ut ex ἡ ἔρξις contractum ib. ὀπίσσω—πελώμεθʼ] ὀπίσω—γενόμεσθ᾿ crederet. ἧξις ἀντὶ τοῦ ἄφιξις Εὐριπίδης νόμεσθʼ A. Τρῳάσιν annotavit Antiatticista 19. πόλεμον -ἀποθνήσκειν] πόλιν in Bekk. Anecd. p. 99, 4: μου ἔλθοι, οὐκ αἰσχ...... τοῦ ἀποθν... A. ἵξις per παρουσία, ἄφιξις, ἱκετεία ex. Correxit Kampmannus. plicat Hesychius. Ἀγαμέμνονος, διὰ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς τῶν εὐτελῶν.
2.92 418. καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τὴν Τροίαν ὑπὸ σοῦ λελεγμένους ἐῷ ἀνέμῳ φέρεσθαι.
2.93 420. καλὸν νύμφευμα: ἐν εἰρωνείᾳ ταῦτα λέγει.
2.95 424. τί ποτʼ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο, ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι. εἰσὶ δὲ καὶ ἕτεροι κήρυλες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος κήρυκες δʼ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἄλλως. διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον; Ἄλλως. διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι; .
2.95 430. τἄλλα δʼ οὐκ ὀνειδιῶ: τὰ λοιπά· ἐν γὰρ Θρᾴκῃ κύων γενομένη ἀπέθανεν.
2.97 432. ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια, παρὰ τὸ Ὁμηρικὸν “τρισμάκαρες Δαναοί.” .
2.97 435. οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος, ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως.
2.99 440. αἳ σάρκα φωνήεσσαν: καὶ Ὅμηρος “κρέα δʼ ἀμφʼ ὀβελοῖσι μέμυκεν.” .
2.99 446. νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν.
2.100 448. κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι, ἀπὸ τῶν ὀρῶν καταφέρουσαι, πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με· φονεύσασα γὰρ Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν 10. Ὅμηρος] Legitur hic versus 18. Ὁμηρικόν] Od. 5, 306. Il. 9, 173. τοῖσι δὲ—αὐτίκα κήρυκες 23. Σκύλλης] σκύλης A. μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. et ter 24. Ὅμηρος] Od. 12, 395. in Odyssea (1, 146. 3, 338. 21, 28. νεκρὸν] νεκρῶν A. 270.), τοῖσι δὲ κήρυκες μὲν ὕδωρ etc. ib. ῥέουσαι—καταφέρουσαι kampmannus. 11. ἔχευαν] ἔχευον A. ῥέουσα—καταφέρουσα A. εἰς ὄρος ἔρριψεν. ὑπʼ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη. Ἄλλως. ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος.
2.101 451. ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα· ἀπορρίπτει δὲ τοὺς στεφάνους.
2.102 453. σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπʼ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅτι, ὅσον τὸ κατʼ αὐτὴν ἧκεν, παρθένος ἦν· βίᾳ γὰρ διεκορεύθη.
2.103 456. οὐκέτʼ ἂν φθάνοις: κατʼ ἐρώτησίν φησιν, οὐκέτι φθάνεις με; καὶ τοῦτο λαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς, ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος.
2.104 457. τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα.
2.105 460. οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακρὰν, ὅ ἐστι μετ᾿ ὀλίγον.
2.106 463. δέσποιναν ὡς ἄναυδος: ὡσ. τιν. αὐτῆς ἐπιμελοῦμεν, πρὸς ἃς ποιεῖται τὸν λόγον.
2.107 466. οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον.
2.108 467. κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς, ἐᾶτέ με κεῖσθαι πεσοῦσαν.
2.109 470. ὅμως δʼ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς.
2.110 472. πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ πρῶτον εἰς τὰ καλὰ μνημονεύσω, τῶν κακῶν τότε μείζονα οἶκτον κινῶ.
2.111 487. κοὔτ᾿ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας.
2.112 489. τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν τὸ δοῦλον εἶναι, οἱονεὶ τὸ τέλος ἐστὶ, μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπιτίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον.
2.113 496. τὸ ἑξῆς, τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα.
2.114 501. ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, οὐδὲ ἐν εὐτυχίαις.
2.115 506. ἄγετε τὸν ἁβρὸν δήποτʼ: τὸν ἐμὸν πόδα πρώην ἁβρὸν ὄντα, νῦν δὲ δοῦλον, ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια.
2.116 511. ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι, περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι.
2.117 516. τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον, τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ.
2.118 525. τόδʼ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες, τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ.
2.119 532. πεύκᾳ ἐν οὐρείᾳ: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος.
2.120 535. θέᾳ δώσων: καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος.
2.121 536. καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν, ἐπιτερπῶς θεασόμενος τὸν ἵππον.
2.122 ἀμβρότα: ὡς ἱππότα, ἵνʼ ᾖ ἀμβρότου πώλου.
2.123 537. κλωστοῦ δʼ : καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως ἐπὶ τὸν ἵππον ἐπέβαλον.
2.124 539. φοίνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως, ἤτοι φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει.
2.125 541. ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι.
2.126 547. ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ. ἔδωκε τὸ πῦρ ἀντὶ τοῦ διεδέξατο ἡ νὺξ τὸ πῦρ· σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν· οἷον ἐπὶ τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην εἶπε τῆς νυκτὸς τὸ φῶς.
2.127 562. σφαγαὶ δʼ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία 2. οὐδὲ Kampmannus. ... δὲ A. 18. ὡς ἱππότα] Decepit scholiastam 14. Verba καὶ ὁ Πρίαμος—θεασόμενος scriptura vitiosa ἀμβρότα πώλου in A. cum scholio praecedente pro ἀμβροτοπώλου, quod restituit sunt conjuncta, cum lemmate ξεστὸν Musgravius. λόχον ἀργείων. 21. ἤτοι L. Dindorfius. ἢ τὰ A. παρηκολούθησεν, ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος.
2.128 568. Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον.
2.129 570. εἰρεσίᾳ: τῇ συζυγίᾳ. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων.
2.130 573. σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις, ὡς καὶ σκύλων ὄντων μετʼ αὐτῆς, ἐν οἷς καὶ τὸ Ἕκτορος ὅπλον.
2.131 577. τί παιᾶν᾿ ἐμόν: ἐπειδὴ εἶκεν οἴμοι, λέγει, διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ ἅπας δʼ ἀνευφήμησεν οἰμωγῇ λεώς.
2.132 590. οἱ δὲ πόθοι μεγάλοι: ἃ ποθεῖτε μεγάλα ἐστὶν, ἡ μὲν Ἕκτορα, ἡ δὲ Πρίαμον.
2.133 592. δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο.
2.134 601. δάκρυά τʼ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ.
2.135 614. ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπειδὴ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν.
2.136 646. ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχέστερον ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν.
2.137 628. οὐ ταυτὸν, ὦ παῖ. τὸ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δʼ αὖ βλέπει.
2.138 630. ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη τὰ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα.
2.139 636. κείνη δʼ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν.
2.140 638. ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν, ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα τὸν σκοπὸν τῆς εὐδαιμονίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως, ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παῤ Ὁμήρῳ τὸ ἁμαρτάνω ἐπὶ τοῦ συγκυρῶ τίθεται.
2.141 642. πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξὶν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι.
2.142 645. τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν ἀντὶ τοῦ μὴ ἐξερχομένη.
2.143 650. ᾔδειν δʼ ἁμὲ χρή: εἰς ἃ ἐχρῆν, κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν.
2.144 652. καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με.
2.145 653. ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος.
2.146 655. αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους, καὶ αὐτοέντας τοὺς αὐτόχειρας λέγουσιν.
2.147 681. αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων ὄντων πόνων ἐλπίδα ἔχουσι σώζεσθαι, εἰ δὲ βία συμβῆ ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα.
2.148 703. Φρυγῶν ἀρίστου: μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ᾿ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλʼ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν.
2.149 781. τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν, ὅσοι ἀναιδεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ.
2.150 798. ὄχθοις ἱεροῖς: ἀπὸ τῶν ὄχθων ἐπὶ τὴν πόλιν, ἐν ᾗ πόλει ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέφανον.
2.151 803. ἔβας ἔβας: ὦ βασιλεῦ Τελαμὼν, ἔβας ὅτε τὸ πρῶτον ὁ 2. Post βαλοῦσα nihil deese videtur. nisi negligenter locutus est scho- KAMPMANN. liasta. 4."/μαρτάνω] Scribendum vel οὐχ 23. ἀπήλπισα Kampmannus. ἀπ. ἁμαρτάνω vel in verbis proximis οὐ ... A. συγκυρῶ, ut monet kampmannus: Ἡροκλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοὺς πώλους λυπούμενος.
2.152 814. τυκίσματα: τὰς κατασκευὰς, τὰ τείχη.
2.153 821. Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθʼ Ὅμηρον Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον, ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως ἄμπελον, ἦν Κρονίδης ἔπορεν οὖ παιδὸς ἄποινα χρυσείην φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θʼ, οὓς Ἡφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ᾿, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. καὶ Ἀντιφάνης Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησὶ διὰ τούτων τῶν οἰκιῶν οὖν ὧν ὁρᾷς ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπʼ ἀρχῆς Λαομέδων καλούμενος.
2.154 828. ἠϊόνες δʼ ἅλιαι: τὴν Ἀλκυόνην λέγει. οὕτως, φησὶν, ἐβόησαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ Ἀλκυόνη, ὑπὲρ τῶν τέκνων.
2.155 840. Ἔρως Ἔρως: ὁ Ἔρως, μεγάλως τότε τὴν Τροίαν ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν.
2.156 850. φέγγος ὀλοόν: τὸ δὲ φέγγος τῆς ἡμέρας, ἐστιν αὕτη ἡ ἡμέρα, πῶς περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον, τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ τῶν περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐν ταύτῃ τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν τὸν Μέμνονα.
2.157 855. ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει ἡ Ἡμέρα ἔχουσα. κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταυτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει ὁτὲ μὲν Θεία δʼ Ἠέλιον τέκετο λαμπράν τε Σελήνην. Ἄλλως. ὅντινα Τιθωνὸν ὁ τέθριππος, ὁ χορὸς τῶν ἄστερων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενος.
2.159 863. Μενέλαός εἰμι: περισσὸν τὸ “Μενέλαός εἰμι·” αὔταρκες γὰρ τὸ “δάμαρτα τὴν ἐμὴν χειρώσομαι.” .
2.159 884. ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος. λέγει δὲ τὸν ἀέρα· ὦ συνέχων τὴν γῆν· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω, ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον, εἴτε τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντα νοῦς. καὶ μήποτʼ ἐστὶ βέλτιον· καὶ γὰρ ἔνιοί φασιν, ὁ νοῦς ἡμῶν ὁ θεός· ὁρᾶται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων. Ἄλλως. ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις τιθεὶς, ἢ ὁ διήκων ἐπὶ πάντας νοῦς, ὃ καὶ βέλτιον, εἴτε Ζεὺς ὁ τοιοῦτος ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι, ἢ τοιοῦτον μὲν οὐδὲν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός.
2.160 890. Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν 4. τὸν Μέμνονα] Scribe Ἠμαθίωνα τέκετο debetur librario antiqui codicis καὶ Μέμνονα, collato Apollod.3, 12, 4. evanidam scripturam vel lacunam 6. Ἡσίοδον] Theog. 371. utcunque explenti. Eadem ib. Ἡμέρα—Θεία Cobetus. ἡμέρα de causa reliquam partem scholii, ταυτόν. λέγει ὅτε μενθεῖα A. quam expedire nullo modo poterat, 8. τέκετο] Scribendum τε μέγαν. omisit, sic supplendam: ὁτὲ Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθʼ ὑποδμηθεῖσ’ Ὑπερίονος ἐν φιλότητι. Νυκτὸς δʼ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. COBET. 16. ἀνθρώποις addidit Kampmannus ex scholio proximo. In A. lacuna. προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσσγορεύειν.
2.161 901. οὐκ εἰς ἀκριβές: ὅ ἐστιν οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι.
2.163 906. ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα “ὅρα μή σε ἕλῃ” νῦν φησιν “ἄκουσον αὐτῆς.” .
2.163 911. σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης.
2.164 916. ἅ σʼ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω.
2.165 928. εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνει αὐτὴν ὁ Πάρις βελτίονα. ταῦτα δὲ συλλογίζεται λέγουσα, ὅτι, εἰ μὴ εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο.
2.166 932. οἰμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα, καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες.
2.167 934. οὔτʼ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε ἐν τυραννίδι, οἷον οὐκ ἐτυραννήθησαν. οἷον, εἰ γὰρ ἡ Ἥρα ἐκράτησε, τύραννον ἔλεγε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ εἰς μάχην.
2.168 938. οὔπω με φήσεις: ἀλλʼ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ, πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων.
2.169 941. ὁ τῆσδʼ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ στωρ ὁ Ἀλέξανδρος ἦλθε μεθʼ ἑαυτὸν ἄγων οὐ μικρὰν θεὸν τὴν Ἀφροδίτην.
2.170 943. σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλʼ ἀποδημοῦντος, ὁ Ἀλέξανδρος παρεγένετο.
2.171 951. ἔνθεν δʼ ἔχοις: τοῦτο καθʼ ἑαυτὸ ἀναγνωστέον· βούλεται γὰρ λέγειν ἐκ τῶν λέγεσθαι μέλλοντων· ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον, διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ.
2.172 966. βασίλει᾿, ἄμυνον: ἤγουν ὡς λέγοι· καλλιώτερον ἐγένετο ὅτι ἐφονεύθησαν ὑπὸ σοῦ καὶ ἡ Τροία διώλετο.
2.173 975. αἳ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην: ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλλιάδι στίχους ἀθετοῦσι τοὺς “ὃς νείκεσσε θεάς.” δύναται δὲ καὶ καθʼ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι, αἳ παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην οὐκ ἦλθον, οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα.
2.174 983. Κύπριν δʼ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδὶ, ἅπερ γέλως εἴη.
2.175 988. ὁ σὸς δʼ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν ποιοῦσα. ὁ δὲ νοῦς οὕτως, ὁ δὲ σὸς νοῦς ἰδῶν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται.
2.176 989. τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν, ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβει· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται.
2.177 990. καὶ τοὔνομʼ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν 6, διὰ τί Kampmannus. διὰ τὸ cognoscitur, quorum unus (29.) incipit ab verbis quae apposuit 7, 8. Scholion manus recentioris. suit scholiasta, ὃς νείκεσσε θεάς, quibus bus Cobetus καὶ τὰ ἑξῆς addidit. 9. Lemma praefixit Cobetus. In 12. τοὺς “ὃς νείκεσσε] τὸ ὃς νείκεσε A. est ἐγὼ γὰρ Ἥραν ex v. 971. A. 10. μὴ εἰπεῖν] negare. KAMPM. 22. ἀσελγείας] ἀσελγίας A. 11. αίζουσαι kampmannus. παίζουσα 25. ἀποτρίβει] Scribe ἀποτρίβῃ. A. Non utitur alias scholiasta forma ib. τοὺς ἐν Ἰλιάδι στίχους] Versus in ει. KAMPM. dicit 23—30. ut ex scholiis Homericis παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν, ὡς Ἡσίοδος ἐν Θεογονίᾳ· οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ. οἱ δὲ Ἁβροδίτην ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα.
2.178 995. χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν.
2.179 1006. ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες, ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται.
2.180 1008. εἰς τὴν τύχην δʼ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις.
2.181 1010. κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ προσῆκον ἡ Ἑκάβη δικαιολογεῖ, ὡς φησιν νικτην ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις.
2.182 1030. στεφάνωσον Ἑλλάδʼ: εὐήθης ἡ κάβη. ἀπὸ γὰρ τῆς ἐμβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών.
2.183 1034. ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστιν μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου.
2.184 1036. ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς νεῖς μοι λέγουσα τὰ τοιαῦτα, ἑκουσίᾳ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι.
2.185 1037. ἑκουσίως τήνδʼ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται.
2.186 1049. μὴ νῦν: καὶ τοῦτο γέλοιον, γελοιότερος δὲ ὁ ἀντερῶν.
2.187 1051. οὐκ ἔστʼ: ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται.
2.188 1057. ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ 2. Θεογονίᾳ] 197. syllabae ην) A. corrupte. ib. αὐτός] Hippol. 443. 17. ἐχρῆν] ἐχρὴν A. hic et alibi. 10. ἐπαινῶνται Kampmannus. 18. Ἀνδρομάχῃ] 628. ἐπαινοῦνται A. 19. γυναῖκα] γυναῖκα σὴν A. 13. προσῆκον] πρέπον apud Amatium. 22. φησί· συμφωνεῖς—προβάλλεσθαι] φησιν αμφῶ—προβάλλεσθε A. 14. νικτην (νικτ cum compendio Correxit Kampmannus. καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστι ποτε σωφρονίσαι γυναῖκα.
2.189 1059. κἂν ἔτʼ ὦσ’ ἐχθίονες: κἂν ἀκόλαστοι πάνυ ὦσιν.
2.190 1064. σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης ἢ τῆς αἰθομένης τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας.
2.191 1068. τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτόβολον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον πρῶτον ἀνίσχοντα εἰς αὐτήν.
2.192 1070. ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν, παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ.
2.193 1075. Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει, πότερον κατʼ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν, ἢ διʼ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ· σελήνας δε ἱδρύεσθαι· δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίαν.
2.194 1079. αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι.
2.195 1084. φθιμένοις ἀλαίνεις: ἐν τοῖς νεκροῖς διατρίβεις.
2.196 1090. κατάορα: ἐστεγασμένα, πεπυκνωμένα τοῖς δάκρυσι. κατῄορα τῇ βοῆ. ἢ βοᾷ, ἵνʼ ᾖ ῥῆμα.
2.197 1100. ἔνθʼ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου. τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσει κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι.
2.198 1107. χρύσεα δʼ ἔνοπτρα: φαίνεται ἐπιλαθόμενος ὧν προείρηκεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένην αὐτὴν εἰσάγει καὶ καταστοχαζομένην, ὅτι πάλαι ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται.
2.199 1112. χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον. ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν. ἔστι δὲ χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν.
2.200 1118. καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δὲ, λεύσσετε Τρώων ἄλοχοι μέλεαι.
2.201 1121. ὃν πύργων δίσκημα: ἀντὶ τοῦ ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν.
2.202 1123. νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία, ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι. διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπʼ αὐτὸ τοῦτο.
2.203 1126. αὐτὸς δʼ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλότερον εἶναι ἡ θάλασσα τῆς γῆς.
2.204 1128. Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων, Ἀρχάνδρου καὶ Ἀρχιτέλους, κατὰ τὸν καιρὸν ὃν ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι ἐξεληλάσθαι, καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλύσασθαι τὸν βίον.
2.205 1129. οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὔτε γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλʼ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται, ὅπως τὸ ἐπεισόδιον ἐπαγάγοι τοῦτο ἐπὶ τῆς σκηνῆς, τήν τε ἀσπίδα παρεισενέγκοι καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος, ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι, ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψὰ δὲ ταῦτα πάντα πεποίηκε, παρῄρητο δὲ τὸ τραγικὸν κατασκεύασμα. εἴπερ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικατήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν.
2.206 1133. καί σφʼ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα, ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν.
2.207 1138. μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον, πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν.
2.208 1141. ἀλλʼ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί. συνθάπτειν τὴν ἀσπίδα.
2.209 1143. ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπειδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετʼ αὐτὴν ὥστε μὴ διʼ ἑαυτὴν θάπτειν τὸν νεκρόν.
2.210 1152. ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα.
2.211 1153. ἀλλʼ εἰμʼ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τῷ ὀρύξαι τάφον.
2.212 1154. ὡς σύντομʼ ἡμῖν: ἵνα συντόμως διʼ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν.
2.213 1158. ὦ μείζονʼ ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, εἰ τοῦτον ἐφοβήθητε.
2.214 1161. οὐδὲν ἦτʼ ἄρα: οὐδὲν ἐτυγχάνετε, ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε.
2.215 1166. ὅστις φοβεῖται: ὅστις μὴ μετὰ λογισμοῦ φοβεῖται.
2.216 1175. ὃν πόλλʼ ἐκήπευσʼ: κῆπος κουρᾶς εἶδος, ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφοραῖς ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν, ὅντινα βόστρυχον κῆπον ἔκειρε. τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον. Ἄλλως. κατά τινας ἐπιμελείας ἠξίωσεν,· ἐθεράπευσεν, ἵνʼ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος, ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς, ὡς καὶ Ἐρατοσθένης λέγει.
2.217 1176. ἔνθεν ἐκγελᾷ: ἔνθεν ἀπὸ τῶν βοστρύχων τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος· φόνον δὲ λέγει τὸν ἐγκέφαλον.
2.218 1177. ἵνʼ αἰσχρὰ μὴ λέγω: ἵνα τὰ εἰθισμένα μὴ εἴπω· αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον.
2.219 1178. ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ 1. παρεκάλεσεν — ἄγοι (praetuli spectant ad v. 1136. ἄγειν) kampmannus. παρεκαλ...... 13. παρασκευάσῃ] παρασκευάσει A. 14. κομποῦντες] κομπῶντες A. ἄγει A. 4. συνθάπτειν τὴν ἀσπίδα] Haec πατρὸς κέκτησθέ τι, οἷον, ὅμοιοι μέν ἐστε τοῦ πατρὸς, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε.
2.220 1182. ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμον σου κεροῦμαι, καὶ τοῦτο ἔλεγες, ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων.
2.221 1189. γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνησκόντων γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς γράψει; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων, αἰσχύνην τοῖς Ἕλλησι, διʼ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι.
2.222 1196. σὸς κεῖται τύπος: ὁ τοί τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος, ἢ ἀπλῶς ὁ ἱδρὼς κεῖται, ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου τοῖς περιδρόμοις τῆς ἀσπίδος.
2.223 1201. οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας: ἀντὶ τοῦ, οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πο .
2.224 1204. τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι πηδῶσιν, ὅ ἐστι γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος.
2.225 1207. καὶ μὴν πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα τῷ τεθνηκότι Φρυγῶν.
2.226 1223. θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ.
2.227 1230. νεκρῶν ἴακχον: ἐγὼ στενάζω τὸν νεκρῶν ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν.
2.228 1233. τλήμων ἰατρός: κἀγῶ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου.
2.229 1240. οὐκ ἦν ἄῤ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι· οἷον περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης.
2.230 1244. ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν οὐδὲ, ὑμνούμεθα. τρίτον δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος.
2.231 1248. δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῆ καὶ ὀλίγον θάπτεσθαι.
2.232 1250. κενὸν δὲ γαύρωμʼ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει.
2.233 1254. μέγα δʼ ὀλβισθείς: νομισθεὶς δὲ εὐδαίμων εἶναι, τε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν ἐν συμφορᾷ δεινῇ περιπέπτωκας.
2.234 1257. λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον, ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἅπτοντας.
2.235 1260. αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν, τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν.
2.236 1266. χωρεῖτε, Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες. ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ, τό τε συμβουλεύειν τοῖς καίουσι καὶ ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις, ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι᾿ ἑνὸς λόγου δύο πράγματα γίνωνται.
2.237 1275. ἀλλʼ ὦ γεραιὲ πούς: πρὸς γὰρ αὐτὸν ὁ λόγος, ὡσεὶ ἔλεγε, συγκαυθῶ αὐτῇ.
2.238 1295. λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων.
2.239 1299. οὐρανία πεσοῦσα: πέσουσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός.
2.240 καταφθίνει γᾶ: ἡ δὲ γῆ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ καπνὸς ὡσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται.
2.241 1304. ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς. Ἄλλως. ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν.
2.242 1307. διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε, καὶ τῷ θρηνεῖν τὸ γόνυ τίθημι ἐπὶ τῆς γῆς.
2.243 1310. ἀγόμεθα: τ εγόμεθα δούλειον ὑπὸ μέλαθρον.
2.244 1315. θάνατος ὅσιον: ὅτι ἐπὶ τοῦ ἑρκείου Διὸς ἡ σφαγή. τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφαγήν.
2.245 1316. ἰὼ θεῶν μέλαθρα: ἰδίως τοὺς βωμοὺς, ἢ θεῶν μέλαθρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν.
2.246 1320. κόνις δʼ ἴσα: ἡ δὲ κόνις καὶ ἡ σποδὸς, ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη, ἄϊστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν. ἡ δὲ σποδὸς, φησὶ, καθάπερ καπνὸς ἀναστήσεται πρός τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί.
2.247 1325. ἐμάθετε: αἰσθάνεσθε, φησὶ, πεσούσης τῆς Τροίας, ὡς τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων.
2.1 1. ἭΚΩ λιπόν: ὅλος ἐστὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδῶν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος, ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα.
2.6 6. οὔποτʼ ἐκ φρενῶν: τὸ ἑξῆς, ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ Ὀμηρικὸν δὲ Ποσειδῶνα ταῦτα.
2.9 9. ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ τὸ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον, υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο. εἶτα οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν. παῤ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων, καθάπερ Θουκυδίδης φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηϊονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ κρισάντου, τοῦ δὲ Πανοπέως 3. ἐστὶ Cobetus. ἐπὶ A. ib. ἔχειν L. Dindorfius. εἶχον A. 5. Βάκχαις] v. 1. 18. παραδόντων N. παραδόντων αὖτις 7. παρὰ L. Dindorfius. περὶ A. A. ib. Ὁμηρικὸν] Vid. Il. 12, 17. et 19. Θουκυδίδης] 1, 112. 13 init. 20. Ἀστεροδίας] Rectam hujus 9. διὰ τὸ τάττεσθαι L. Dindorfius. nominis scripturam Ἀστεροδείας esse διατάττεσθαι A. dixi in annot. ad schol. Homeri 10. Ὅμηρος] Il. 2, 517. Odyss. p. 50, 1. 11. Σχεδίος] σχέδιος A. 21. Κρῖσος Κampmannus. κροῖσος 15. παῤ ὃ L. Dindorfius. παῤ A. ὦ A. Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν. Ἄλλως. ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφὸς ὢν σὺν τοῖς Φωκεῦσιν ἐτάττετο, ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν.
2.14 14. δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπό τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμηρος δουράτεον, ὅ ἐστι ξύλινον.
2.15 15. ἔρημα δʼ ἄλση: ἔρημα αὐτά φησιν, ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ ἱερά. αὐτὸς οὖν ὁ Ποσειδῶν φησι λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς.
2.16 16. πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ ἑρκείου Διὸς ἀντὶ τοῦ ὑπὸ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες, τρισὶν ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν, ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον.
2.20 20. δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν· ἔνθεν καὶ ποιὰς τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως.
2.27 27. νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον τὰ τῶν θεῶν ἀμελούμενα ὑπὸ τῶν ἀνθρώπων.
2.29 29. βοῷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται· ἐν τῷ αὐτὰς βοᾶν Νεοπτόλεμος καὶ ἄλλοι τινές.
2.31 31. εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, διʼ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως Θησείδαις δʼ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν. Ἄλλως. ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἦς ἕνεκα αὐτούς φασιν ἐπὶ Τροίαν ἐλθεῖν Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων.
2.32 32. ἄκληροι Τρῳάδων: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξαιρέτως δοθεῖσαι τοῖς πρώτοις ἐνταῦθα τυγχάνουσιν.
2.36 36. τὴν δʼ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παράγεσθαι ὀδυρομένην τὰ παρόντα. οὕτω γὰρ ἂν ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται.
2.41 41. ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλʼ εἴασε παρθένον· οἱ γὰρ ἐνθουσιῶντες ἐπιτετραμμένοι εἰσὶ τῇ κοινωνήσει.
2.51 44. γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει· σεσημείωται καὶ μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου τὸ “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.” .
2.51 51. ἔξεστιν· αἱ γάρ: φιλονεικεῖ ὁ Ποσειδῶν σώζειν τὴν Ἴλιον, ἐπεὶ ᾠκοδόμησεν αὐτήν.
2.61 61. ἐκεῖσε πρῶτʼ ἄνελθε: ἀντὶ τοῦ ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον.
2.89 89. Μυκόνου: ἀκτή τις οὕτω καλουμένη. Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ διὰ τῆς ἱστορίας.
2.96 96. τύμβους θʼ, ἱερά: λείπει ὁ γάρ, ἵν᾿ ᾖ τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται.
2.99 99. ἄνα δυσδαίμων: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει, ἀνάστηθι τὴν κεφαλήν σου, ὦ Ἑκάβη. ὁ δὲ λόγος, ἄνα δυσδαίμων, ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους καὶ τούτῳ οἰκείως ἐπέλεξε τὸ “ἐπάειρε δέρην,” ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον πρὶν συνέστησεν οὕτως “πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος.” ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι.
2.101 101. ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ 3. πρῶτʼ] πρῶτον A. 9. περὶ] π A.N. quod etiam παρὰ 5. Μυκόνου] μυκίνου A. esse potest. ib. Καφηρεὺς Κampmannus. κά- 14. δυσδαίμων] δυσδαῖμον A. hic et φηρος A. 6. μεταξὺ] ἀντικρὺ Kampman- ib. ἀνάστηθι] ἀνάστησον dicere de- nus, nisi alius loci nomen exci bebat derit. καὶ Ἄνδρου addit Brunneman- 16. δυσδαίμων] δυσδαῖμον A. ib. πεδόθεν] παιδόθεν A. ib. Κυζικηνὸς Καθηρέα kampman- 17. ἐμπαθεστέρα] ἐμπαθέστερον A. nus. κυζικηνός:—καφήρειοί τʼ ἄκραι:. καφηρεὺς καθηρέα A. Verba Καφήρειοί ἐμπαθεστέρος N. τʼ ἄκραι (v. 90.) e lemmate illata. ib. οἰκείως] οἰκείοις A. Narrationem autem Neanthis ex 19. τούτῳ scripsi pro τοῦτο. opere περὶ τελετῶν excerptam esse 21. συνέστησεν Kampmannus. συν- probabiliter conjecit Muellerus έστηκεν A. Fragm. Histor. vol. 3. p. 11. ib. οὕτως] v. 16. τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρὶν εὐδαιμονία, οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας.
2.103 103. μηδὲ προσίστω: ἀντὶ τοῦ μὴ ἀντικεῖσθαι τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστι, μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ. τοῦτο δὲ ἐναντίον τῷ ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
2.108 108. ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πάλαι εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων.
2.113 113. ἄρθρων κλισίας: ἀντὶ τοῦ φεῦ τῆς ἀνακλίσεως τῶν μελῶν ὡς διάκειμαι.
2.117 117. ἄκανθαν: τὴν τῶν μελῶν ἄκανθαν. λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος, πόθος μοί ἐστι τὴν ῥάχιν εἰλῆσαι περὶ τὰ πλευρά.
2.119 119. ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους.
2.120 120. Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι, τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ μοῦσα θρηνωδίας.
2.132 122. ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν, αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετʼ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξήψασθε, τὴν Μενελάου γυναῖκα μετερχόμεναι. Ἄλλως. τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος, ὦ νῆες ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τὴν Τροίαν 1. οὐδὲ ἡ πρὶν] ἡ δὲ πρώην N. 13. 16. Verba τοὺς νωτιαίους et 3. πρῷραν] πρώραν A. περὶ τὰ πλευρὰ obliterata in A., ser- 7. τν] τὸ A. vata in N. 8. ἡ δʼ ἔθεεν] δὲ εὐθὺς in A. esse 19. καὐτή] Scribendum χαῦτη et videtur. δὲ εὐθεε N. Correctum ex in verbis scholiastae καὶ αὕτη. Hom. Od. 2, 249. 25. ἐξήψασθε] ἐξήρτασθε A. Cor- ib. διαπρήσσουσα] διαπρήσας A. rectum ex scholio proximo. ἐξηρ- Correctum ex Homero. τήσασθε dixit poeta v. 129. 10. συσταλέντων N. συσταλτῶν A. 28, αὐλῶν στυγνῷ] αὐλῶν στυγνῶν ut videtur. A. αὐλῷ στυγνῷ N. προσωρμίσατε. παρʼ ὅσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς. “ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις.” .
2.132 132. Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτα δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος. κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος.
2.139 139. σκηναῖς ἔφεδρος Ἀγαμεμνονείαις: αὕτη μὲν ἔξω τῆς σκηνῆς ἦν, ὁ δὲ χορὸς ἔσω.
2.141 141. κουρᾷ ξυρήκει: τῇ ξυρικῇ κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ πένθιμον κεφαλὴν ἔχουσα.
2.147 147. μάτηρ δʼ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ κατὰ τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρχωἐξάρχω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην, ἣν εἰώθειν εὐτυχοῦσα λέγειν.
2.150 150. σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς Φρύγιαι τοῦ ἀρχεχόρον ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν.
2.168 168. ἔξω κομίζεσθʼ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ.
2.169 169. μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι.
2.171 171. αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες.
2.176 176. οἴιμρι: τὸ λοιπὸν ἡμιχόριον ἐξῆλθεν.
2.182 182. ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὁ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων.
2.187 187. τίς μʼ Ἀργείων: τίς τῶν Θεσσαλῶν ποτὲ ἢ νησιωτῶν ἄξει με; ἢ Θεσσαλὸς ἢ Ἀργεῖος.
2.192 192. δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ, ἢ νεκρῶν ἄγαλμα.
2.193 193. ἄγαλμʼ, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα, ἢ παίδων τροφὸς ἄγομαι. δέον, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις.
2.199 197. ποίοις δʼ οἴκτοις: δύναται πρὸς τὴν Ἑκάβην, ἵνʼ ᾖ οὕτω, πῶς αὐταρκῶς δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι; .
2.199 199. οὐκ δαίοις ἱστοῖσι: οὐχ ὡς πρότερον ἥδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα.
2.201 201. νέατον τεκέων: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους. καθὸ αἱ δυναταὶ ἰσχύουσαι πᾶν τὸ ἐπιτασσόμενον ποιοῦσιν· ἐὰν δὲ καὶ εὔμορφος , καὶ ὕβρισται. Ἄλλως. τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων.
2.203 203. ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων: ἢ λέκτροις πλησιάσασα τῶν Ἑλλήνων.
2.204 204. ἔρροι νύξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι.
2.209 209. ἔλθοιμεν Θησέως εὐδαίμονα χώραν: ταῦτα ὑποθεραπεύουσα τοὺς Ἀθηναίους λέγει.
2.210 210. μὴ γὰρ δὴ δίναν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμι. μὴ ἔλθοιμι, φησὶν, ὑπὸ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη ἡ πόλις τῆς. Ἑλένης. οἰκητήριον δέ φησι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον 2.ἴνα] ἵνα μὴ Κampmannus. 16. δινεόουσα scripsi pro δονεόὁρθρεόου 4. σάν] Vitiose pro ὀρ- ουσα. θρεύουσαν: quod fraudi fuit scho- 18. δυναταὶ] δοῦλαι Κampmannus. liastae. ib. ἰσχύουσαι A. N., non αἰσχραὶ 5. τῶν] τοῦ A.N. οὖσαι ut Amatius. 6. τίς τῶν—ᾶξει με] τίς πρὸς τὴν 23. φθειρέσθω scripsi pro φθαρέ- τῶν—ὰξει με χώραν kampmannus. σθω. ib. ποτὲ A. πότερον N. ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν φησιν.
2.218 214. τὰν Πηνειοῦ σεμνὰν χώραν: Πηνειοῦ χώραν τὴν Θετταλίαν. τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίττεται δὲ τὸν Νεοπτόλεμον. Καλλίμαχος “Πηνειὲ Φθιῶτα.” .
2.218 218. τάδε δεύτερά μοι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως.
2.220 220. καὶ τὰν Αἰτναίαν Ἡφαίστου: ὁ λόγος, καὶ τὴν Αἴτνην τὴν τοῦ Ἡφαίστου χώραν τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν. μητέρα δὲ τῶν Σικελῶν ὀρέων ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι. τὴν Σικελίαν δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή.
2.221 221. Φοινίκας ἀντήρη χώραν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκε καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι. ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης. ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιος ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν, Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφʼ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα ἐπὶ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου οἰκισθῆναι τὴν Καρχηδόνα, ἐν οἷς φησι Καρχηδόνος δὲ κράσπεδ, ἣν ἀσπάζομαι. Ἄλλως. ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα, παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας καταντικρύ ἐστι 1. Ἀλκμάν Cobetus pro ἀλκμαίων, 20. τινές] τινὲς δέ Kampmannus. quod est in N. Nam in A. solae ib. ἐπὶ τῆς L. Dindorifius. ἀπὸ τῆς literae ἀλκ supersunt. N. ἀπρ A. 5. Καλλίμαχος] H. in Delum 112. 21. Σοφοκλῆς] In Triptolemo 11. λέγῃ τὴν Λιβυφοινίκων χώραν] fragm. 536. λέγηται λιβυηφοινίκων A.N. omisso χώ- 23. κράσπεδες (κράσπεδ cum com- ραν. Correxi ex gi. interl. φοινίκης pendio syllabae ες) ἀσπάζομαι N. τῆς καρχηδόνος, ἵνα λέγῃ τὴν τῶν λιβυ- κράσπεδ. ν ἀσπάζομαι A. unde Berg- φοινίκων χώραν. kius κράσπδʼ, ἣν ἀσπάζομαι. κράσπεδʼ 16. Τύριοι Kampmannus. τύρροι A. ἔστ᾿ B. ἀσπάζομαι Cobetus, addita et mox τυρρίους. interlocutoris nota. 18. ἀπῳκηκέναι] Infinitivus pen- 25. τοῦτο ante καταντικρὺ delevit det ab verbo φησὶ intellecto. Vid. Kampmannus. ad schol. Rhesi v. 28. Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν.
2.224 224. τάν τʼ ἀγχιστεύουσαν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ. κατὰ κοινοῦ τὸ “ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶς.” τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν.
2.228 228. Κρᾶθις: δύο εἰσὶ Κράθιδες, ὡς Ἰαρμενίσκος φησίν· ὁ μὲν ἀπὸ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας, ὃς ἐμβάλλει τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ οὐ σήπεται, οὐδὲ ἐὰν ἀπʼ αὐτοῦ ἄρτοι πεφθῶσιν εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλία, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται λελιπασμένος ἀνέρχεται, ὡς δοκεῖν ἠλεῖφθαι καὶ τὴν τρίχα ξανθίζειν, ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι. ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ βάνθον, ἀφʼ οὗ καὶ ὀνομάζεται Σκάμανδρος καλούμενος. τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδός φασι τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων. οἱ δὲ ἀκὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ αὐτὸ ὄνομα ἔχοντος τῷ ἐν Ἀχαίᾳ ποταμῷ, ἀλλὰ καὶ τὴν δύναμιν.
2.250 244. τίνα πότμος εὐτυχής: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται; .
2.250 250. ἢ τᾷ Λακεδαιμονίᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὕτος δὲ Λακεδαιμόνιος.
2.258 258. ἱεροὺς στολμούς: τὰς τῶν στεφάνων στολὰς ώσπερ ἔνδυσιν ποιούντων αὐτῇ.
2.267 267. τί θέσμιον: τί θεσμοποιὸν, θεμιτὸν, ἢ νόμος τῶν Ἑλλήνων.
2.268 268. εὐδαιμόνιζε παῖδα σήν: αἰνίττεται ὅτι τέθνηκεν, ἢ σαφῶς εἶπεν· καὶ ἡ Ἑκάβη οὔτε ἐστέναζεν οὕτε ἀπηλλάγη. εἴτε γὰρ οἶδεν οἰκτίσασθαι περὶ θυγατρὸς εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν.
2.275 275. ἐγὼ δὲ τῷ πρόσπολος: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριτοβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία.
2.285 285. ὃς πάντα κεῖθεν: τὰ μὲν ἐκεῖ διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖ πολέμια τίθησι, δῆλον ὅτι τὸ ἐνταῦθα. τοῦτο γὰρ λείπει.
2.296 296. εἶτα τὰς εἰλεγμένας: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ.
2.301 301. αὐτῶν τʼ ἐκπυροῦσι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων. Ἄλλως. διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς.
2.303 303. δυσλόφως: ἀπὸ μεταφορᾶς τῶν ὑποζυγίων.
2.304 304. μὴ τὸ ταῖσδε: μὴ διὰ τὸ πρόσφορον ἑαυταῖς φονεύουσιν ἑαυτὰς καὶ λυπήσουσι τοὺς Ἕλληνας, κἀγὼ αἴτιός εἰμι.
2.308 308. ἄνεχε, πάρεχε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν. δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ ἄνεχε καὶ φέρε.
2.310 310. ὦ Ὑμὴν Ὑμέναι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖν. καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλʼ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι.
2.315 315. ἐπεὶ σὺ, μῆτερ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα, πατέρα δὲ ἐμὸν, γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων,) ἐγὼ τοῦτο ποιήσω ἐμαυτῷ.
2.321 321. ἐς αὐγάν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε· 3. θυγατρὸς et ἐρωτῆσαι, pro quibus τὸν A. θογατρ... et ἐρωτ apud Amatium 7. βακτηρία] βάκτρα N. 9. πολέμια τίθησι Kampmannus. legitur, satis clare scripta πολέμια τίθειης A. sunt in A.N. Ante ἐρωτῆσαι aliquid 17. πρόσφορον] σύμφορον N. excidisse videtur. 5. ἐκληρώθην] κληρωθῶ N. 6. τριτοβάμονος—τὸ] τριβάμονος— ib. φονεύουσιν —λυπήσουσι] Immo φονεύσωσιν—λυπήσωσι. ἢ σὺ, ὦ Ἑκάτη, διδοῦσα φῶς, ὥσπερ νόμος ἐστὶ τοῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τὸν γάμον.
2.323 323. ὦ Ἑκάτη: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετʼ ὀλίγον ἀποθνήσκειν· χθονία δὲ ἡ θεός. ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη.
2.325 325. πάλλε πόδʼ αἰθέριον: εἰς τὸν αἰθέρα χόρευε. λέγει δὲ Βακχικὰ ἐπιφθέγματα.
2.326 326. εὐὰν εὐοῖ: τὸ εὐὰν εὐοῖ Βακχικὰ ἐπιφθέγματα. εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ. διόρισον. τὰ δὲ θειασμοῦ, οἷον, εὖ οἷ εὖ ἄν.
2.330 330. ἀνάκτορον θυηπολῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ. ἢ οὕτως, ἡγοῦ σὺ τοῦ θυηπόλου.
2.341 341. βασίλεια: ταῦτά τινες τῷ Ταλθυβίῳ, τινὲς δὲ τῷ χορῷ ἐπιμερίζουσιν.
2.343 343. Ἥφαιστε, δᾳδουχεῖς: παρὰ τὸ πᾶν διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλʼ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ.
2.350 350. ἐσωφρωνήκασʼ: σώφρονα πεποιήκασι, τὰ κακὰ σὲ οὐ πεπαιδεύκασιν.
2.351 351. δάκρυσί τʼ ἀνταλλάσσετε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν. τοῖς δὴ ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε.
2.357 357. Ἑλένης γαμεῖ με: προμηνύει ὅτι δι᾿ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρῆσαι.
2.361 361. ἄλλατ’ ἐάσω: τινὰ, φησὶν, ἐάσω. διʼ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει.
2.366 366. ἔνθεος μέν: ἔνθεος μέν εἰμι καὶ ἐμμανὴς, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μωρίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν 7. εὐὰν εὐοῖ] εὖ ἂν εὖ οἷ A. in lemmate dictum accepit. Recte judicarunt et in scholio. qui aliud quid scriptum ab Euripide 15. ἐσωφρονήκασʼ] ἐσωφρόνηκα A. pide fuisse censuerunt, velut σοφὴν. et mox. πεποίηκα—πεπαίδευκᾶ. ἐσωφρονήκασ᾿ ἔθηκαν. A. in textu, et sic ceteri 21. τιμωρῆσαι Kampmannus. τιμωρῆ... quoque libri, nisi quod ἐσωφρονήκασιν A. In A. τιμωρῆσαν esse est in ed. Ald. et ἔσω φρονίκασιν videtur, in N. τιμ, literis reliquis in cod. Flor. ex quo σεσωφρονίκασιν compendio expressis. feci: Stephanus. Scholiastae interpretatio 22. ἄλλατ᾿] Sic A. etiam in postulat οὐδὲ σʼ αἰ τύχα textu: quod pro ἀλλʼ ἄττʼ accepit, —σεσωφρονίκασιν, etsi hoc fortasse aut id ipsum legit, scholiasta. Veram non legit, sed σεσωφρονήκασʼ, a metri scripturam ἀλλʼ αὔτʼ restituit correctore positum, illo sens Musgravius. ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου. τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι.
2.372 372. τέκνων ἀδελφῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει τέκνων ἀντὶ τοῦ τέκνου, ἀδελφῷ δὲ τῷ Μενελάῳ.
2.379 379. τὰ δʼ οἴκοι: οἷς εἶκον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνησκον, μὴ ὁρῶντες τοὺς οἰκείους.
2.381 381. οὐδὲ πρὸς τάφους: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τεθνηκότας.
2.393 393. Ἀχαιοῖς ὧν ἀπῆσαν: ὧν, τούτων, τὸ μεταξὺ τῶν οἰκιῶν ἀποθνήσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν· οὕτως τούτων ἐστέρηντο.
2.396 396. ἵξις ἐξεργάζεται: παρουσία, ἄφιξις. ἀνδρεῖον αὐτὸν ἀπέδειξεν. γράφεται καὶ ἦρξις, ἵνʼ ᾖ καὶ ἡ ἔρξις καὶ ἡ πρᾶξις.
2.397 397. εἰ δʼ ἦσαν οἴκοι, χρηστός: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον.
2.401 398. Πάρις τʼ ἔγημε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος, ὥσπερ ἡ Ἑλένη. Ὅμηρος “ ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθ᾿ ἀοίδιμοι.” .
2.401 401. εἰ δʼ ἐς τόδʼ ἔλθοι: εἰ δὲ εἰς πόλεμον ἔλθοι, οὐκ αἰσχρὸν τῇ πόλει αὐτοῦ ἀποθνήσκειν.
2.407 407. μέλπεις θʼ ἅ : καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλῶς, οὐ δείξεις αὐτὰ σαφῶς καλὰ καὶ ἀληθῆ.
2.408 408. εἰ μή σʼ Ἀπόλλων: μάταιός ἐστιν ὁ Τλθύβιος ἐπιπλήσσων καὶ λέγων, εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται.
2.411 411. καὶ δοκήμασιν σοφά: τὰ τῷ δοκεῖν σοφά. λέγει δὲ περὶ 13. γράφεται (γράψον apud Amatium) 14. γεννηθεὶς Kampmaunus. γενναθ` καὶ ἦρξις—πρᾶξις] In marg. ... A. cod. Harl. est γρ. καὶ ἔρξις, ἵνʼ ᾖ 15. κατεσιωπήθη L. Dindorfius. ἡ ἔρξις, τουτέστιν ἡ πρᾶξις, unde corrigendum κατεσκοπήθη A. scholion est, nisi ἦρξις 16. Πάρις] ἄλλως. πάρις A. pro ἔρξις scriptum scholiastam induxit 17. Ὅμηρος] Il. 6, 358. ut ex ἡ ἔρξις contractum ib. ὀπίσσω—πελώμεθʼ] ὀπίσω—γενόμεσθ᾿ crederet. ἧξις ἀντὶ τοῦ ἄφιξις Εὐριπίδης νόμεσθʼ A. Τρῳάσιν annotavit Antiatticista 19. πόλεμον -ἀποθνήσκειν] πόλιν in Bekk. Anecd. p. 99, 4: μου ἔλθοι, οὐκ αἰσχ...... τοῦ ἀποθν... A. ἵξις per παρουσία, ἄφιξις, ἱκετεία ex. Correxit Kampmannus. plicat Hesychius. Ἀγαμέμνονος, διὰ ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς τῶν εὐτελῶν.
2.418 418. καὶ Φρυγῶν ἐπαινέσεις: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τὴν Τροίαν ὑπὸ σοῦ λελεγμένους ἐῷ ἀνέμῳ φέρεσθαι.
2.420 420. καλὸν νύμφευμα: ἐν εἰρωνείᾳ ταῦτα λέγει.
2.430 424. τί ποτʼ ἔχουσι τοὔνομα: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο, ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι. εἰσὶ δὲ καὶ ἕτεροι κήρυλες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες. Ὅμηρος κήρυκες δʼ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἄλλως. διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον; Ἄλλως. διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι; .
2.430 430. τἄλλα δʼ οὐκ ὀνειδιῶ: τὰ λοιπά· ἐν γὰρ Θρᾴκῃ κύων γενομένη ἀπέθανεν.
2.435 432. ὡς χρυσὸς αὐτῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια, παρὰ τὸ Ὁμηρικὸν “τρισμάκαρες Δαναοί.” .
2.435 435. οὗ δὴ στενὸν δίαυλον: ὁ λόγος, ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας. δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως.
2.446 440. αἳ σάρκα φωνήεσσαν: καὶ Ὅμηρος “κρέα δʼ ἀμφʼ ὀβελοῖσι μέμυκεν.” .
2.446 446. νυκτὸς, οὐκ ἐν ἡμέρᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν.
2.448 448. κἀμέ τοι νεκρὸν φάραγγες: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι, ἀπὸ τῶν ὀρῶν καταφέρουσαι, πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με· φονεύσασα γὰρ Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν 10. Ὅμηρος] Legitur hic versus 18. Ὁμηρικόν] Od. 5, 306. Il. 9, 173. τοῖσι δὲ—αὐτίκα κήρυκες 23. Σκύλλης] σκύλης A. μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. et ter 24. Ὅμηρος] Od. 12, 395. in Odyssea (1, 146. 3, 338. 21, 28. νεκρὸν] νεκρῶν A. 270.), τοῖσι δὲ κήρυκες μὲν ὕδωρ etc. ib. ῥέουσαι—καταφέρουσαι kampmannus. 11. ἔχευαν] ἔχευον A. ῥέουσα—καταφέρουσα A. εἰς ὄρος ἔρριψεν. ὑπʼ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη. Ἄλλως. ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος.
2.451 451. ὦ στέφη: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα· ἀπορρίπτει δὲ τοὺς στεφάνους.
2.453 453. σπαραγμοῖς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπʼ ἐμοῦ. ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅτι, ὅσον τὸ κατʼ αὐτὴν ἧκεν, παρθένος ἦν· βίᾳ γὰρ διεκορεύθη.
2.456 456. οὐκέτʼ ἂν φθάνοις: κατʼ ἐρώτησίν φησιν, οὐκέτι φθάνεις με; καὶ τοῦτο λαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς, ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος.
2.457 457. τριῶν Ἐρινύν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ, Τισιφόνη, Μέγαιρα. πεποίηται δὲ τὰ ὀνόματα.
2.460 460. οὐ μακράν: λείπει ἡ εἰς· οὐκ εἰς μακρὰν, ὅ ἐστι μετ᾿ ὀλίγον.
2.463 463. δέσποιναν ὡς ἄναυδος: ὡσ. τιν. αὐτῆς ἐπιμελοῦμεν, πρὸς ἃς ποιεῖται τὸν λόγον.
2.466 466. οὔτοι φίλα: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον.
2.467 467. κεῖσθαι πεσοῦσαν: τὸ ἑξῆς, ἐᾶτέ με κεῖσθαι πεσοῦσαν.
2.470 470. ὅμως δʼ ἔχει: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς.
2.472 472. πρῶτον μὲν οὖν μοι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ πρῶτον εἰς τὰ καλὰ μνημονεύσω, τῶν κακῶν τότε μείζονα οἶκτον κινῶ.
2.487 487. κοὔτ᾿ ἐξ ἐκείνων: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας.
2.489 489. τὸ λοίσθιον δὲ θριγκός: τὸ ἔσχατον πάντων κακῶν τὸ δοῦλον εἶναι, οἱονεὶ τὸ τέλος ἐστὶ, μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπιτίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον.
2.496 496. τὸ ἑξῆς, τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα.
2.501 501. ἔλυσας συμφοραῖς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, οὐδὲ ἐν εὐτυχίαις.
2.506 506. ἄγετε τὸν ἁβρὸν δήποτʼ: τὸν ἐμὸν πόδα πρώην ἁβρὸν ὄντα, νῦν δὲ δοῦλον, ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια.
2.511 511. ἀμφί μοι Ἴλιον: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι, περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι.
2.516 516. τετραβάμονος: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον, τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ.
2.525 525. τόδʼ ἱερόν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες, τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ.
2.532 532. πεύκᾳ ἐν οὐρείᾳ: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος.
2.535 535. θέᾳ δώσων: καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος.
2.536 536. καὶ χάριν ἄζυγος: καὶ χάριν ἀντὶ τοῦ τέρψιν, ἐπιτερπῶς θεασόμενος τὸν ἵππον.
2.537 537. κλωστοῦ δʼ : καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως ἐπὶ τὸν ἵππον ἐπέβαλον.
2.539 539. φοίνιά τε πατρίδι: ἀντὶ τοῦ φονίως, ἤτοι φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει.
2.541 541. ἐν δὲ πόνῳ: πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι.
2.547 547. ἐνὶ δόμοις δὲ παμφαὲς σέλας: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ. ἔδωκε τὸ πῦρ ἀντὶ τοῦ διεδέξατο ἡ νὺξ τὸ πῦρ· σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν· οἷον ἐπὶ τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην εἶπε τῆς νυκτὸς τὸ φῶς.
2.562 562. σφαγαὶ δʼ ἀμφιβώμιοι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία 2. οὐδὲ Kampmannus. ... δὲ A. 18. ὡς ἱππότα] Decepit scholiastam 14. Verba καὶ ὁ Πρίαμος—θεασόμενος scriptura vitiosa ἀμβρότα πώλου in A. cum scholio praecedente pro ἀμβροτοπώλου, quod restituit sunt conjuncta, cum lemmate ξεστὸν Musgravius. λόχον ἀργείων. 21. ἤτοι L. Dindorfius. ἢ τὰ A. παρηκολούθησεν, ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος.
2.568 568. Ἑκάβη, λεύσσεις: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον.
2.570 570. εἰρεσίᾳ: τῇ συζυγίᾳ. ἀπὸ μεταφορᾶς τῶν ἐρεσσόντων.
2.573 573. σκύλοις τε Φρυγῶν: τί παρακαθέζῃ τοῖς σκύλοις, ὡς καὶ σκύλων ὄντων μετʼ αὐτῆς, ἐν οἷς καὶ τὸ Ἕκτορος ὅπλον.
2.577 577. τί παιᾶν᾿ ἐμόν: ἐπειδὴ εἶκεν οἴμοι, λέγει, διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ ἅπας δʼ ἀνευφήμησεν οἰμωγῇ λεώς.
2.590 590. οἱ δὲ πόθοι μεγάλοι: ἃ ποθεῖτε μεγάλα ἐστὶν, ἡ μὲν Ἕκτορα, ἡ δὲ Πρίαμον.
2.592 592. δυσφροσύναις: κακοβουλίαις. καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο.
2.601 601. δάκρυά τʼ ἐκ δακρύων: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ.
2.614 614. ἄλλος τις Αἴας: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπειδὴ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν.
2.646 646. ὄλωλεν ὡς ὄλωλεν: ἐμοῦ ζώσης εὐτυχέστερον ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν.
2.628 628. οὐ ταυτὸν, ὦ παῖ. τὸ βλέπειν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ τὸ μὲν τέθνηκε σῶμα, τοῦτο δʼ αὖ βλέπει.
2.630 630. ὦ μῆτερ ὦ τεκοῦσα: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων. καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη τὰ αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα.
2.636 636. κείνη δʼ ὁμοίως: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν.
2.638 638. ἐγὼ δὲ τοξεύσασα: μεταφορικῶς φησιν, ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα τὸν σκοπὸν τῆς εὐδαιμονίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον. ἢ οὕτως, ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παῤ Ὁμήρῳ τὸ ἁμαρτάνω ἐπὶ τοῦ συγκυρῶ τίθεται.
2.642 642. πρῶτον μὲν ἔνθα: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξὶν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι.
2.645 645. τούτου παρεῖσα πόθον: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν ἀντὶ τοῦ μὴ ἐξερχομένη.
2.650 650. ᾔδειν δʼ ἁμὲ χρή: εἰς ἃ ἐχρῆν, κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν.
2.652 652. καὶ τῶνδε κληδών: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με.
2.653 653. ᾑρέθην: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος.
2.655 655. αὐθεντῶν δόμοις: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους, καὶ αὐτοέντας τοὺς αὐτόχειρας λέγουσιν.
2.681 681. αὐτὴ μὲν οὔπω ναός: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα. εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων ὄντων πόνων ἐλπίδα ἔχουσι σώζεσθαι, εἰ δὲ βία συμβῆ ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα.
2.703 703. Φρυγῶν ἀρίστου: μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ᾿ ἄλλος τις ταῦτα λέγει. καὶ γὰρ οὐ λάτριν, ἀλλʼ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν.
2.781 781. τὰ δὲ τοιάδε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν, ὅσοι ἀναιδεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ.
2.798 798. ὄχθοις ἱεροῖς: ἀπὸ τῶν ὄχθων ἐπὶ τὴν πόλιν, ἐν ᾗ πόλει ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέφανον.
2.803 803. ἔβας ἔβας: ὦ βασιλεῦ Τελαμὼν, ἔβας ὅτε τὸ πρῶτον ὁ 2. Post βαλοῦσα nihil deese videtur. nisi negligenter locutus est scho- KAMPMANN. liasta. 4."/μαρτάνω] Scribendum vel οὐχ 23. ἀπήλπισα Kampmannus. ἀπ. ἁμαρτάνω vel in verbis proximis οὐ ... A. συγκυρῶ, ut monet kampmannus: Ἡροκλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοὺς πώλους λυπούμενος.
2.814 814. τυκίσματα: τὰς κατασκευὰς, τὰ τείχη.
2.821 821. Λαομεδόντιε παῖ: τὸν Γανυμήδην καθʼ Ὅμηρον Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον, ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως ἄμπελον, ἦν Κρονίδης ἔπορεν οὖ παιδὸς ἄποινα χρυσείην φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θʼ, οὓς Ἡφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ᾿, ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. καὶ Ἀντιφάνης Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησὶ διὰ τούτων τῶν οἰκιῶν οὖν ὧν ὁρᾷς ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπʼ ἀρχῆς Λαομέδων καλούμενος.
2.828 828. ἠϊόνες δʼ ἅλιαι: τὴν Ἀλκυόνην λέγει. οὕτως, φησὶν, ἐβόησαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ Ἀλκυόνη, ὑπὲρ τῶν τέκνων.
2.840 840. Ἔρως Ἔρως: ὁ Ἔρως, μεγάλως τότε τὴν Τροίαν ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν.
2.850 850. φέγγος ὀλοόν: τὸ δὲ φέγγος τῆς ἡμέρας, ἐστιν αὕτη ἡ ἡμέρα, πῶς περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον, τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ τῶν περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐν ταύτῃ τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν τὸν Μέμνονα.
2.855 855. ὃν ἀστέρων τέθριππος: τὸν Τιθωνὸν λέγει ἡ Ἡμέρα ἔχουσα. κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταυτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει ὁτὲ μὲν Θεία δʼ Ἠέλιον τέκετο λαμπράν τε Σελήνην. Ἄλλως. ὅντινα Τιθωνὸν ὁ τέθριππος, ὁ χορὸς τῶν ἄστερων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενος.
2.884 863. Μενέλαός εἰμι: περισσὸν τὸ “Μενέλαός εἰμι·” αὔταρκες γὰρ τὸ “δάμαρτα τὴν ἐμὴν χειρώσομαι.” .
2.884 884. ὦ γῆς ὄχημα: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος. λέγει δὲ τὸν ἀέρα· ὦ συνέχων τὴν γῆν· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω, ὡς τὴν γῆν εἶναι μετέωρον. ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον, εἴτε τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντα νοῦς. καὶ μήποτʼ ἐστὶ βέλτιον· καὶ γὰρ ἔνιοί φασιν, ὁ νοῦς ἡμῶν ὁ θεός· ὁρᾶται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων. Ἄλλως. ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις τιθεὶς, ἢ ὁ διήκων ἐπὶ πάντας νοῦς, ὃ καὶ βέλτιον, εἴτε Ζεὺς ὁ τοιοῦτος ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι, ἢ τοιοῦτον μὲν οὐδὲν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός.
2.890 890. Μενέλαε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν 4. τὸν Μέμνονα] Scribe Ἠμαθίωνα τέκετο debetur librario antiqui codicis καὶ Μέμνονα, collato Apollod.3, 12, 4. evanidam scripturam vel lacunam 6. Ἡσίοδον] Theog. 371. utcunque explenti. Eadem ib. Ἡμέρα—Θεία Cobetus. ἡμέρα de causa reliquam partem scholii, ταυτόν. λέγει ὅτε μενθεῖα A. quam expedire nullo modo poterat, 8. τέκετο] Scribendum τε μέγαν. omisit, sic supplendam: ὁτὲ Θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθʼ ὑποδμηθεῖσ’ Ὑπερίονος ἐν φιλότητι. Νυκτὸς δʼ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, οὓς τέκε κυσσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. COBET. 16. ἀνθρώποις addidit Kampmannus ex scholio proximo. In A. lacuna. προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσσγορεύειν.
2.901 901. οὐκ εἰς ἀκριβές: ὅ ἐστιν οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι.
2.911 906. ἄκουσον αὐτῆς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα “ὅρα μή σε ἕλῃ” νῦν φησιν “ἄκουσον αὐτῆς.” .
2.911 911. σχολῆς τὸ δῶρον: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης.
2.916 916. ἅ σʼ οἶμαι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω.
2.928 928. εἴ σφε κρίνειεν Πάρις: εἰ κρίνει αὐτὴν ὁ Πάρις βελτίονα. ταῦτα δὲ συλλογίζεται λέγουσα, ὅτι, εἰ μὴ εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο.
2.932 932. οἰμοὶ γάμοι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα, καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες.
2.934 934. οὔτʼ εἰς δόρυ: οὔτε εἰς μάχην σταθέντες οὔτε ἐν τυραννίδι, οἷον οὐκ ἐτυραννήθησαν. οἷον, εἰ γὰρ ἡ Ἥρα ἐκράτησε, τύραννον ἔλεγε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ εἰς μάχην.
2.938 938. οὔπω με φήσεις: ἀλλʼ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα. ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ, πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων.
2.941 941. ὁ τῆσδʼ ἀλάστωρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ στωρ ὁ Ἀλέξανδρος ἦλθε μεθʼ ἑαυτὸν ἄγων οὐ μικρὰν θεὸν τὴν Ἀφροδίτην.
2.943 943. σοῖσιν ἐν δόμοις: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλʼ ἀποδημοῦντος, ὁ Ἀλέξανδρος παρεγένετο.
2.951 951. ἔνθεν δʼ ἔχοις: τοῦτο καθʼ ἑαυτὸ ἀναγνωστέον· βούλεται γὰρ λέγειν ἐκ τῶν λέγεσθαι μέλλοντων· ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον, διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ.
2.966 966. βασίλει᾿, ἄμυνον: ἤγουν ὡς λέγοι· καλλιώτερον ἐγένετο ὅτι ἐφονεύθησαν ὑπὸ σοῦ καὶ ἡ Τροία διώλετο.
2.975 975. αἳ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην: ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου. ἔδει γὰρ αὐτὴν ἀνελεῖν καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλλιάδι στίχους ἀθετοῦσι τοὺς “ὃς νείκεσσε θεάς.” δύναται δὲ καὶ καθʼ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι, αἳ παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην οὐκ ἦλθον, οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα.
2.983 983. Κύπριν δʼ ἔλεξας: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδὶ, ἅπερ γέλως εἴη.
2.988 988. ὁ σὸς δʼ ἰδών νιν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν ποιοῦσα. ὁ δὲ νοῦς οὕτως, ὁ δὲ σὸς νοῦς ἰδῶν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται.
2.989 989. τὰ μῶρα γάρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ. καὶ νῦν τοῦτό φησιν, ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβει· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται.
2.990 990. καὶ τοὔνομʼ ὀρθῶς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν 6, διὰ τί Kampmannus. διὰ τὸ cognoscitur, quorum unus (29.) incipit ab verbis quae apposuit 7, 8. Scholion manus recentioris. suit scholiasta, ὃς νείκεσσε θεάς, quibus bus Cobetus καὶ τὰ ἑξῆς addidit. 9. Lemma praefixit Cobetus. In 12. τοὺς “ὃς νείκεσσε] τὸ ὃς νείκεσε A. est ἐγὼ γὰρ Ἥραν ex v. 971. A. 10. μὴ εἰπεῖν] negare. KAMPM. 22. ἀσελγείας] ἀσελγίας A. 11. αίζουσαι kampmannus. παίζουσα 25. ἀποτρίβει] Scribe ἀποτρίβῃ. A. Non utitur alias scholiasta forma ib. τοὺς ἐν Ἰλιάδι στίχους] Versus in ει. KAMPM. dicit 23—30. ut ex scholiis Homericis παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν, ὡς Ἡσίοδος ἐν Θεογονίᾳ· οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ. οἱ δὲ Ἁβροδίτην ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα.
2.995 995. χρυσῷ ῥέουσαν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν.
2.1006 1006. ἀνταγωνιστὴν μέγαν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες, ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται.
2.1008 1008. εἰς τὴν τύχην δʼ ὁρῶσα: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις.
2.1010 1010. κἄπειτα πλεκταῖς: καθόλου νῦν παρὰ τὸ προσῆκον ἡ Ἑκάβη δικαιολογεῖ, ὡς φησιν νικτην ὁ ποιητής. εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις.
2.1030 1030. στεφάνωσον Ἑλλάδʼ: εὐήθης ἡ κάβη. ἀπὸ γὰρ τῆς ἐμβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών.
2.1034 1034. ἀφελοῦ πρὸς Ἑλλάδος: ἀφελοῦ τὸ θῆλυ, τουτέστιν μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου.
2.1036 1036. ἐμοὶ σὺ συμπέπτωκας: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς νεῖς μοι λέγουσα τὰ τοιαῦτα, ἑκουσίᾳ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι.
2.1037 1037. ἑκουσίως τήνδʼ ἐκ δόμων: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται.
2.1049 1049. μὴ νῦν: καὶ τοῦτο γέλοιον, γελοιότερος δὲ ὁ ἀντερῶν.
2.1051 1051. οὐκ ἔστʼ: ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται.
2.1057 1057. ῥᾴδιον μὲν οὐ τόδε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ 2. Θεογονίᾳ] 197. syllabae ην) A. corrupte. ib. αὐτός] Hippol. 443. 17. ἐχρῆν] ἐχρὴν A. hic et alibi. 10. ἐπαινῶνται Kampmannus. 18. Ἀνδρομάχῃ] 628. ἐπαινοῦνται A. 19. γυναῖκα] γυναῖκα σὴν A. 13. προσῆκον] πρέπον apud Amatium. 22. φησί· συμφωνεῖς—προβάλλεσθαι] φησιν αμφῶ—προβάλλεσθε A. 14. νικτην (νικτ cum compendio Correxit Kampmannus. καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστι ποτε σωφρονίσαι γυναῖκα.
2.1059 1059. κἂν ἔτʼ ὦσ’ ἐχθίονες: κἂν ἀκόλαστοι πάνυ ὦσιν.
2.1064 1064. σμύρνης αἰθερίας: εἰς τὸν αἰθέρα φθανούσης ἢ τῆς αἰθομένης τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκας.
2.1068 1068. τέρμονά τε: τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτόβολον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον πρῶτον ἀνίσχοντα εἰς αὐτήν.
2.1070 1070. ζαθέαν θεράπναν: ἔνθα τὸ θεῖον θεραπεύεται. νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν, παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ.
2.1075 1075. Φρυγῶν τε ζάθεοι: ἀμφιβόλως ἔχει, πότερον κατʼ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν, ἢ διʼ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα. λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ· σελήνας δε ἱδρύεσθαι· δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίαν.
2.1079 1079. αἰθέρα τε πόλεως: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς. ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι.
2.1084 1084. φθιμένοις ἀλαίνεις: ἐν τοῖς νεκροῖς διατρίβεις.
2.1090 1090. κατάορα: ἐστεγασμένα, πεπυκνωμένα τοῖς δάκρυσι. κατῄορα τῇ βοῆ. ἢ βοᾷ, ἵνʼ ᾖ ῥῆμα.
2.1100 1100. ἔνθʼ ἀκάτου: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου. τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσει κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι.
2.1107 1107. χρύσεα δʼ ἔνοπτρα: φαίνεται ἐπιλαθόμενος ὧν προείρηκεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη. ἤτοι οὖν ἐπιλελησμένην αὐτὴν εἰσάγει καὶ καταστοχαζομένην, ὅτι πάλαι ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται.
2.1112 1112. χαλκόπυλόν τε: τινὲς θεᾶς μέλαθρον. ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν. ἔστι δὲ χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν.
2.1118 1118. καινὰ καινῶν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ. τὸ ἑξῆς δὲ, λεύσσετε Τρώων ἄλοχοι μέλεαι.
2.1121 1121. ὃν πύργων δίσκημα: ἀντὶ τοῦ ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν.
2.1123 1123. νεὼς μὲν πίτυλος: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία, ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι. διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπʼ αὐτὸ τοῦτο.
2.1126 1126. αὐτὸς δʼ ἀνῆκται: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλότερον εἶναι ἡ θάλασσα τῆς γῆς.
2.1128 1128. Ἄκαστος ἐκβέβληκεν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων, Ἀρχάνδρου καὶ Ἀρχιτέλους, κατὰ τὸν καιρὸν ὃν ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι ἐξεληλάσθαι, καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλύσασθαι τὸν βίον.
2.1129 1129. οὗ θᾶσσον: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν. οὔτε γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλʼ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται, ὅπως τὸ ἐπεισόδιον ἐπαγάγοι τοῦτο ἐπὶ τῆς σκηνῆς, τήν τε ἀσπίδα παρεισενέγκοι καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος, ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι, ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψὰ δὲ ταῦτα πάντα πεποίηκε, παρῄρητο δὲ τὸ τραγικὸν κατασκεύασμα. εἴπερ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικατήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν.
2.1133 1133. καί σφʼ ᾐτήσατο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα, ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν.
2.1138 1138. μή νιν πορεῦσαι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον, πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν.
2.1141 1141. ἀλλʼ ἀντὶ κέδρου: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί. συνθάπτειν τὴν ἀσπίδα.
2.1143 1143. ὡς περιστείλῃς νεκρόν: ἵνα σὺ περιστείλῃς, ἐπειδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετʼ αὐτὴν ὥστε μὴ διʼ ἑαυτὴν θάπτειν τὸν νεκρόν.
2.1152 1152. ἔλουσα νεκρόν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα.
2.1153 1153. ἀλλʼ εἰμʼ ὀρυκτόν: ἀλλὰ πορεύομαι ἐπὶ τῷ ὀρύξαι τάφον.
2.1154 1154. ὡς σύντομʼ ἡμῖν: ἵνα συντόμως διʼ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν.
2.1158 1158. ὦ μείζονʼ ὄγκον δορός: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, εἰ τοῦτον ἐφοβήθητε.
2.1161 1161. οὐδὲν ἦτʼ ἄρα: οὐδὲν ἐτυγχάνετε, ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε.
2.1166 1166. ὅστις φοβεῖται: ὅστις μὴ μετὰ λογισμοῦ φοβεῖται.
2.1175 1175. ὃν πόλλʼ ἐκήπευσʼ: κῆπος κουρᾶς εἶδος, ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας. οὐ κέχρηται οὖν μεταφοραῖς ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν, ὅντινα βόστρυχον κῆπον ἔκειρε. τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον. Ἄλλως. κατά τινας ἐπιμελείας ἠξίωσεν,· ἐθεράπευσεν, ἵνʼ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος, ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς, ὡς καὶ Ἐρατοσθένης λέγει.
2.1176 1176. ἔνθεν ἐκγελᾷ: ἔνθεν ἀπὸ τῶν βοστρύχων τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος· φόνον δὲ λέγει τὸν ἐγκέφαλον.
2.1177 1177. ἵνʼ αἰσχρὰ μὴ λέγω: ἵνα τὰ εἰθισμένα μὴ εἴπω· αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον.
2.1178 1178. ὦ χεῖρες, ὡς εἰκοῦς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ 1. παρεκάλεσεν — ἄγοι (praetuli spectant ad v. 1136. ἄγειν) kampmannus. παρεκαλ...... 13. παρασκευάσῃ] παρασκευάσει A. 14. κομποῦντες] κομπῶντες A. ἄγει A. 4. συνθάπτειν τὴν ἀσπίδα] Haec πατρὸς κέκτησθέ τι, οἷον, ὅμοιοι μέν ἐστε τοῦ πατρὸς, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε.
2.1182 1182. ὦ μῆτερ, ηὔδας: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμον σου κεροῦμαι, καὶ τοῦτο ἔλεγες, ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων.
2.1189 1189. γράψειεν ἄν σε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνησκόντων γράφειν τὰ ἀνδραγαθήματα. καὶ σὲ οὖν πῶς γράψει; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων, αἰσχύνην τοῖς Ἕλλησι, διʼ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι.
2.1196 1196. σὸς κεῖται τύπος: ὁ τοί τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος, ἢ ἀπλῶς ὁ ἱδρὼς κεῖται, ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου τοῖς περιδρόμοις τῆς ἀσπίδος.
2.1201 1201. οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας: ἀντὶ τοῦ, οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πο .
2.1204 1204. τοῖς τρόποις γὰρ αἱ τύχαι: αἱ γὰρ τύχαι πηδῶσιν, ὅ ἐστι γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος.
2.1207 1207. καὶ μὴν πρὸ χειρῶν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα τῷ τεθνηκότι Φρυγῶν.
2.1223 1223. θανῇ γὰρ οὐ θανοῦσα: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ.
2.1230 1230. νεκρῶν ἴακχον: ἐγὼ στενάζω τὸν νεκρῶν ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν.
2.1233 1233. τλήμων ἰατρός: κἀγῶ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου.
2.1240 1240. οὐκ ἦν ἄῤ ἐν θεοῖσιν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι· οἷον περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης.
2.1244 1244. ἀφανεῖς ἂν ὄντες: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν οὐδὲ, ὑμνούμεθα. τρίτον δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος.
2.1248 1248. δοκῶ δὲ τοῖς θανοῦσιν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῆ καὶ ὀλίγον θάπτεσθαι.
2.1250 1250. κενὸν δὲ γαύρωμʼ ἐστί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει.
2.1254 1254. μέγα δʼ ὀλβισθείς: νομισθεὶς δὲ εὐδαίμων εἶναι, τε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν ἐν συμφορᾷ δεινῇ περιπέπτωκας.
2.1257 1257. λεύσσω φλογέας: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον, ἵνα ταχέως ἀποπλεύσωσι. φλογέας δὲ ἅπτοντας.
2.1260 1260. αὐδῶ λοχαγοῖς: λέγω, φησὶν, ὑμῖν, τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν.
2.1266 1266. χωρεῖτε, Τρώων παῖδες: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες. ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ, τό τε συμβουλεύειν τοῖς καίουσι καὶ ὑμᾶς ἐξιέναι. μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις, ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι᾿ ἑνὸς λόγου δύο πράγματα γίνωνται.
2.1275 1275. ἀλλʼ ὦ γεραιὲ πούς: πρὸς γὰρ αὐτὸν ὁ λόγος, ὡσεὶ ἔλεγε, συγκαυθῶ αὐτῇ.
2.1295 1295. λέλαμπεν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων.
2.1299 1299. οὐρανία πεσοῦσα: πέσουσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός.
2.1304 1304. ἰαλέμῳ τοὺς θανόντας: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς. Ἄλλως. ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν.
2.1307 1307. διάδοχόν σοι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε, καὶ τῷ θρηνεῖν τὸ γόνυ τίθημι ἐπὶ τῆς γῆς.
2.1310 1310. ἀγόμεθα: τ εγόμεθα δούλειον ὑπὸ μέλαθρον.
2.1315 1315. θάνατος ὅσιον: ὅτι ἐπὶ τοῦ ἑρκείου Διὸς ἡ σφαγή. τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφαγήν.
2.1316 1316. ἰὼ θεῶν μέλαθρα: ἰδίως τοὺς βωμοὺς, ἢ θεῶν μέλαθρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν.
2.1320 1320. κόνις δʼ ἴσα: ἡ δὲ κόνις καὶ ἡ σποδὸς, ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη, ἄϊστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν. ἡ δὲ σποδὸς, φησὶ, καθάπερ καπνὸς ἀναστήσεται πρός τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί.
2.1325 1325. ἐμάθετε: αἰσθάνεσθε, φησὶ, πεσούσης τῆς Τροίας, ὡς τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων.