ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν.
πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω.
Ζηνόδοτος νόμον ἔγνω φησίν. ἄμεινον δὲ τὸ νόον ... διʼ ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων «ἠὲ φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.»
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο.
ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ αὐτοῦ, ἐμὸν αὐτοῦ, αὐτῶν σφετέρῃσιν.
ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον.
ὑπερβατόν
ἔνθα.
τότε χρονικὸν ἐπίρρημα καὶ ἐν τόπῳ
ἀντιθέῳ Ὀδυσῆι.
ὅτι ἀντίθεος οὐχ ὁ τοῖς θεοῖς ἐναντιούμενος, ἀλλʼ ὁ ἀντὶ θεοῦ ὢν, ὁ ἰσόθεος.
ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος.
ἡ διπλῆ ὅτι ἡ μετὰ ἀντὶ τοῦ πρὸς πρὸς τοὺς Αἰθίοπας
μετʼ ἀμύμονας Αἰθιοπῆας ἐπʼ ἀμύμονας, ὅ ἐστι πρὸς ἀμώμους.
ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ κατʼ ἀρχὰς «Αἰθίοπες τοὶ διχθά.»
τοῖσι δὲ μύθων ἦρχε.
ἐν τούτοις δὲ τοῖς θεοῖς
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο.
ἢ τοῦ καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ.
ἀμύμων ἀμώμητος. ὅταν δὲ εἴπῃ, «μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο» οὐ τοῦ καθόλου ἀμωμήτου, ἀλλὰ πρὸ τοῦ ἔργου τῆς μοιχείας· πρότερον γοῦν ἐπιφέρει «φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι.». δῖα Κλυταιμνήστρη γ
οἱ δὲ καὶ αὐτοί
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν.
σημειοῦται Ἀρίσταρχος λέγων τὸν καὶ σύνδεσμον περιττεύειν.
οἱ δὲ περισσὸν τὸν καὶ σύνδεσμον. οἱ δὲ καὶ αὐτοὶ
Ἑρμείαν πέμψαντες.
μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρείδαο
ἡ διπλῆ ὅτι ἐντεῦθεν ἐκ τοῦ διηγηματικοῦ μετῆλθεν ἐπὶ τὸ μιμητικὸν, διὸ καὶ ἐπιφέρει «ὣς ἔφαθʼ Ἑρμείας». τὸ δὲ Ἀτρείδαο οὐ κατὰ τοῦ Ὀρέστου, ἀλλὰ κατὰ τοῦ Ἀγαμέμνονος τέτακται.
ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων.
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
ὅτι ἅπαξ ἐνταῦθα ἐν τῇ Ὀδυσσείᾳ τὸ λόγοις καὶ ἅπαξ ἐν τῇ Ἰλιάδι.
πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην.
ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς θεῖον τὸν Ὀδυσσέα εἴρηκεν.
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν.
ὅτι οὕτως εἶπε θεοῖσι καὶ οὐχ ἡμῖν, ὡς οὐκ ὢν καὶ αὐτὸς θεός· καὶ ἐν Ἰλιάδι «δῶρα θεοῖσι δίδωσι.»
Φόρκυνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,
ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
βασιλεύοντος. συνήθως γὰρ καὶ τοὺς ὑπάρχους βασιλεῖς ἔλεγον.
πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
τινὲς «πέμψω δʼ ἐς Κρήτην τε.» καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ «πρῶτα μὲν ἐς Πύλον ἐλθὲ .. κεῖθεν δὲ Κρήτηνδε παρʼ Ἰδομενῆα ἄνακτα· ὃ γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.» ὅτι οὐδὲ ἐνταῦθα μνήμη τίς ἐστι τῆς Κρήτης.
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρήν ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο, εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ βριθὺ μέγα στιβαρὸν, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
προηθετοῦντο κατʼ ἔνια τῶν ἀντιγράφων οἱ στίχοι, κατὰ δὲ τὴν Μασσαλιωτικὴν οὐδʼ ἦσαν. καὶ ταῖς ἀληθείαις μᾶλλον ἁρμόσει ἐπὶ Ἑρμοῦ· ἴδιον γὰρ αὐτοῦ τοιούτοις ὑποδήμασι κεχρῆσθαι. καὶ ἡ τοῦ δόρατος ἀνάληψις πρὸς οὐδὲν ἀναγκαῖον.
ἀθετοῦνται μετὰ ἀστερίσκων, ὅτι ἐν τῇ Ε τῆς Ἰλιάδος καλῶς
κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
οἱ μὲν ἄρʼ οἶνον ἔμισγον ..
οἱ δὲ .. νίζον.
ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν.
τοῖς ὀφθαλμοῖς ὑποβλέπων ἀνειδωλοποιούμενος καὶ φανταζόμενος, προσδοκῶν· ἢ τοῖς ὀφθαλμοῖς ὑποβλέπων
δείπνου πασσάμενος.
ἡ διπλῆ ὅτι δείπνου τοῦ κατὰ τὴν ἡμέραν ἀρίστου
μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ δείπνῳ ἁδήσειεν ὑπερφιάλοισι μετελθών.
ἡ διπλῆ ὅτι τὸ ὑπερφιάλοισι νῦν μὲν ἐπὶ ψόγου, τοῖς ὑπερσπόνδοις ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου.
ὑπὲρ ἀργυρέοιο λέβητος.
ἡ διπλῆ ὅτι τὸ λέβητος τοῦ καθʼ ἡμᾶς χερνίβου.
Εὐστάθιος ὁ Θεσσαλονίκης σημείωσαι δὲ καὶ ὅτι τὸ «δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας» διαγράφεσθαι ἱστορεῖ Ἀθήναιος ἐπειδὴ ἀπαρκεῖν δοκεῖ τὸ πρὸ αὐτοῦ δίστιχον.
ὀνείατα.
ἡ διπλῆ ὅτι τὸ ὀνείατα δηλοῖ τὰ ὄνησιν ἐμποιοῦντα, οὐ πάντως ὡς οἱ γλωσσογράφοι τὰ ἐδέσματα
μολπή τʼ ὀρχηστύς τε.
ἡ διπλῆ ὅτι ἡ μολπὴ ἡ μετʼ ᾠδῆς παιδιά.
ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι.
ὁπποίης δʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γὰρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
οἰκειότερον ταῦτα ὑπὸ Εὐμαίου ἂν λέγοιντο. διὸ ἔν τισιν οὐκ ἐφέροντο.
εὐχετόωντο.
ἡ διπλῆ ὅτι τὸ εὐχετόωντο ἀντὶ τοῦ ἐκαυχῶντο.
νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν.
ἤτοι οὕτως ὡς ὁρᾷς, ὡς ἰδιώτης, οὐχ ὡς ἐπέβαλε βασιλεῖ. τὸ δὲ ὧδε οὐδέποτε παρὰ τῷ ποιητῇ τοπικῶς, ἀλλʼ ἀντὶ τοῦ οὕτως.
νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος
ἐν λιμένι Ῥείθρῳ, ὑπὸ Νηίῳ ὑλήεντι.προηθετοῦντο ὑπὸ Ἀριστοφάνους· κατʼ ἔνια δὲ τῶν ἀντιγράφων οὐδʼ ἐφέροντο.
Νήιον παρακεῖσθαι τῷ Ῥείθρῳ, ἀφʼ οὗ ἐξῆπτον τὰ πρυμνήσια.
ἀλωῆς οἰνοπέδοιο.
ἀλωὴν καὶ τὴν πολύδενδρον γῆν φησιν, «ἔνθα δέ οἱ πολύκαρπος ἀλωή.» καὶ τὴν ἀμπελόφυτον «σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν» ὁμοίως καὶ τὴν σιτοφόρον γῆν.
ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθα.
τὸ «τοῖον ἐμισγόμεθα» ἀντὶ τοῦ τοίως ὡς νῦν.
μέλλεν μέν ποτε οἶκος .. ἔμμεναι.
αὕτη ἡ λέξις οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ ὡς ἐν τῇ συνηθείᾳ χρονικῶς, ἀλλʼ ἑκάστοτε ἀντὶ τοῦ ἐῴκει
Σάμη.
τὴν Σάμον Σάμην εἶπε.
ὅτι κατὰ τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα.
τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
αὕτη ἡ λέξις οὐ τίθεται παρὰ τῷ ποιητῇ διστακτικῶς ὡς ἐν τῇ συνηθείᾳ, ἀλλʼ ἑκάστοτε ἀντὶ τοῦ ταχέως.
ἐξ Ἐφύρης.
φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι.
ἡ διπλῆ περιεστιγμένη ὅτι Ζηνόδοτος γράφει ὄφρα δαείῃ. ἐλέγχεται δὲ ἐκ τοῦ ἑπομένου. «ἀλλὰ πατήρ οἱ δῶκεν». οὐ γὰρ ἕπεται τὸ διδάσκειν τῷ δοῦναι, ἀλλʼ ἡ χρῆσις τῇ δόσει παρέπεται.
μάρτυροι.
ἔεδνα.
δῶρα τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ.
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο, οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα. συνεκδοχικῶς. πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητόν.
ἢ ὄσσαν ἀκούσῃς.
ἡ διπλῆ ὅτι ὄσσαν τὴν ἐκ θεῶν κληδόνα
πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖονκεῖθεν δὲ Σπάρτηνδε.
σῆμά τε οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι.
καὶ ἄλλως τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. ἐπεὶ ἔκτανε πατροφονῆα,
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
ἡ διπλῆ ὅτι οὐκ οἶδεν ὁ ποιητὴς τὸν Κλυταιμνήστρας ὑπὸ τοῦ παιδὸς μόρον
καὶ σὺ, φίλος, —μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε— ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.
ὄρνις δʼ ὣς ἀνοπαῖα διέπτατο.
ὁ μὲν Ἀρίσταρχος ἀνόπαια προπαροξυτόνως ἀναγινώσκει, ὄνομα ὄρνιθος λέγων, ὡς «φήνῃ εἰδομένη». ὁ δὲ Ἡρωδιανὸς ἀνοπαῖα ἀντὶ τοῦ ἀοράτως, ἵνʼ ᾖ οὐδέτερον πληθυντικόν, ὡς τὸ «πυκνὰ μάλα στενάχων». διὸ καὶ προπερισπαστέον φησίν. οἱ δὲ ἀνὰ ὀπὴν, ἣ καὶ καπνοδόχος καλεῖται.
Ὤριον ὁ Θηβαῖος ὀπὴ τόπος τετρημένος, ἀφʼ οὗ τις δύναται ὀπήσασθαι καὶ περιβλέψασθαι. οὕτως Ἀριστόνικος ἐν τοῖς σημείοις τοῦ ποιητοῦ.
ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
ὅτι τὸ «ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη» οὐ μία ἐπὶ ἀμφοτέρων τῶν μερῶν, ἀλλʼ ἑκατέρωθεν μία.
Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια ᾔδης.
ἔθος Ὁμηρικὸν ἀπὸ τοῦ γὰρ ἄρχεσθαι
οἶδας: τῷ οἶδας οὐκ ἐχρήσατο ὁ ποιητής. Ζηνόδοτος γράφει ᾔδεις, Ἀρίσταρχος δὲ οὐ δυσχεραίνει τῇ γραφῇ. ἐν οὐδετέρᾳ γὰρ τῶν ποιήσεων ἐχρήσατο τῷ οἶδας. διὸ καὶ σημειωτέον τὸν στίχον.
σημειωτέον τὸν στίχον. ἐν οὐδενὶ γὰρ τῶν ποιήσεων ἐχρήσατο τῷ οἶδας· Ζηνόδοτος ... γραφῇ.
καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
Ἑλλάδα τὴν Θεσσαλίαν φησί
ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε
ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
ἀθετοῦνται ἐνταῦθα· ἐπὶ δὲ τοῦ Ἕκτορος πρὸς Ἀνδρομάχην καλῶς ἐν τῇ ζ τῆς Ἰλιάδος καὶ ἐν τῇ τοξείᾳ τῶν μνηστήρων
τῶν κέν τις τόδʼ ἔχῃσιν.
τὸ γὰρ «ὅς κε φάγῃσι» ὃς φάγοι ἄν· καὶ ἐν Ὀδυσσείᾳ «τῶν κέν τις τόδʼ ἔχῃσιν.»
Ἰθάκης ἔτι ναιεταώσης.
ἡ διπλῆ ὅτι τὸ ναιεταώσης ἐνεργητικὸν ἀντὶ παθητικοῦ, ᾠκισμένης οὔσης.
πατρὸς ἐμοῖο.
ἀγνοοῦντές τινες «ἐμεῖο» γράφουσιν. ὁμοίως ἐν Ἰλιάδι «μνῆσαι πατρὸς σεῖο» δέον κτητικῶς.
μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
ἡ διπλῆ ὅτι οὕτως εἶπε τὴν ἑσπέραν
δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
ἔνιοι «δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.» μεταποιηθῆναι δέ φασιν ὑπὸ Ἀριστοφάνους τὸν στίχον· ἐν δὲ τῇ Ἀργολικῇ προστέθειται.
ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
ἐσήμανεν αὐτῷ
βῆ δʼ ἴμεν ...
αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεν.
ὁ δέ ποτὲ μὲν παραπληρωματικὸς, ἔστι δʼ ὅτε καὶ ἀντὶ τοῦ γὰρ αἰτιολογικῶς λαμβάνεται.
κηρύσσειν ἀγορήνδε καρηκομόωντας Ἀχαιούς.
οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
οὐδὲν μὲν ἀντιπράττουσιν οἱ στίχοι πρὸς τὴν παροῦσαν ὑπόθεσιν, οἰκειότεροι δὲ μᾶλλόν εἰσιν ἐν Ἰλιάδι
ἅμα τῷ γε κύνες .. ἕποντο.
τοῦτό τινες σημειοῦνται πρὸς τὸν ἄγροικον τῶν παλαιῶν βίον.
εἶξαν δὲ γέροντες.
γέροντας νῦν τοὺς πρεσβυτέρους ἀκουστέον.
Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὁπλίσσατο δόρπον.
ἀθετοῦνται οἱ δύο στίχοι καὶ ὀβελίζονται.
δόρπον τὸ καθʼ ἡμᾶς δεῖπνον. τρισὶ δὲ τροφαῖς ἐχρῶντο. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκοτίας οὔσης. τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθʼ ἡμᾶς λεγόμενον ἄριστον. τὴν δὲ τρίτην δόρπον, τὸ καθʼ ἡμᾶς λεγόμενον δεῖπνον.
τοῦ ὅγε δακρυχέων.
ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ περί, περὶ τοῦ δακρυχέων.
στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δὲ οἱ ἔμβαλε χειρί
κῆρυξ ...
ὅτι διʼ ἑκατέρας τῆς ποιήσεως Ὁμηρικὸν ὂν τὸ ἔθος τετήρηται.
γέροντα καθαπτόμενος προσέειπεν.
πρὸς ἐκεῖνον τὸν λόγον ἀποτεινόμενος. τὸ γὰρ καθάπτομαι ἐπὶ δύο λαμβάνεται, ἐπὶ καλοῦ τε καὶ κακοῦ, ἐπὶ καλοῦ μὲν ἀντὶ τοῦ πρὸς σέ ποιοῦμαι τὸν λόγον. ἐπὶ κακοῦ δὲ ἀντὶ τοῦ ὑβριστικῶς διατίθεμαι, ὅπερ γενικῇ συντάσσεται. Β.
ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
Ζηνόδοτος γράφει ἤγειρε. ἐλέγχεται δὲ διὰ τοῦ «μάλιστα δʼ ἐμὲ·» ἐχρῆν γὰρ εἶναι αὐτόν
οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον.
γελοίως γράφει Ζηνόδοτος ἤιον, ἀπὸ τοῦ ἀΐειν, ὅ ἐστιν ἀκούειν.
ὅτι πρὸς τὸ πρῶτον τῇ τάξει πρῶτον ἀπήντηκεν ὅπερ σπανίως ποιεῖ.
ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὸν ἔμπεσεν οἴκῳ
δοιά·
… ὅτι κατὰ τὸ πλῆρες ἐμὸν αὐτοῦ ἐκφέρει
Ἀρίσταρχος τὸ δοιά ἀντὶ τοῦ διχῶς ἀκούει
ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα.
κυρίως μὲν ἕδνα ἐστὶ τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ· νῦν δὲ καταχρηστικῶς κεῖται ἡ λέξις ἀντὶ τοῦ χρήματα ἐπιδοίη.
οἱ δʼ εἰς ἡμετέρου πωλεύμενοι ...
ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ εἰς ἡμέτερον Ἀττικῶς ἐξενήνοχεν, ὡς «ἀλλʼ ἄγʼ, ὀΐστευσον Μενελάου» ἀντὶ τοῦ ἐπὶ τὸν Μενέλαον. Μ.
λευγαλέοι.
ἡ διπλῆ, ὅτι ἐκ τούτου οἱ νεώτεροι ἐξεδέξαντο λευγαλέον τὸν δίυγρον. ἔστι δὲ κατὰ κοινωνίαν στοιχείων λευγαλέον ὀλέθριον, παρὰ τὸν λοιγόν. καὶ ἐν Ὀδυσσείᾳ—β—«λευγαλέοι τʼ ἐσόμεσθα».
ἀγασσάμενοι κακὰ ἔργα.
λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει.
ὅτι καὶ ἐν Ἰλιάδι παρὰ Διὸς ἔχει γέρας τοῦτο Θέμις. διαλύει καὶ συνίστασθαι ποιεῖ
δάκρυ ἀναπρήσας.
Ζηνόδοτος γράφων «δάκρυα θερμὰ χέων» ἐκλέλυκε τὴν μεγαλειότητα τοῦ στίχου.
ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον.
ἡ διπλῆ πρὸς τὸ ἑξῆς δοκοῦν ἀσυμφώνως λέγεσθαι «ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος». διὸ καί τινες μετεποίησαν «ὡς δίετες μὲν ἔληθε δόλῳ· ἀλλʼ ὅτε δὴ τρίτον ἦλθεν ἔτος»· οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη· τὸ γὰρ τάχα ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ δίεισι καὶ τὸ τέταρτον.
πάντας μέν ῥʼ ἔλπει.
ἡ διπλῆ, ὅτι ἔλπει ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ.
στησαμένη μέγαν ἱστόν.
οὐ ποιητικῶς κόσμου χάριν προσέρριπται τὸ μέγαν, ἀλλὰ πρὸς τὸ πολυχρόνιον τῆς τοῦ ἔργου κατασκευῆς.
πολλὰ κτεατίσσας.
διπλῆ, ὅτι ἰδίως καὶ παρὰ τὴν ἡμετέραν συνήθειαν κτεατίσσας κατὰ τὸ ἐνεργητικὸν ἀντὶ τοῦ κτησάμενος· καὶ ἐν Ἰλιάδι «κτεάτισσα πόλιν» ἀντὶ τοῦ ἐκτησάμην.
ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἀγήνωρ νῦν ὁ ἄγαν ἀνδρεῖος ἐπὶ ψόγου ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν.
ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος.
πῶς οὖν ἄνωθεν ἔλεγεν «τάχα δʼ εἶσι τέταρτον»; ταῦτα δὲ πρὸς τὰ μικρῷ πρόσθεν εἰρημένα περὶ τῆς ἀσυμφωνίας. εἶπε γὰρ ἔμπροσθεν «ἤδη γὰρ τρίτον ἐστίν». διὸ καί τινες μετεποίησαν «ὡς δίετες μὲν ἔληθε δόλῳ· ἀλλʼ ὅτε δὴ τρίτον ἦλθεν ἔτος.» οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη· τὸ γὰρ τάχα ἐκεῖ ἐντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ διέρχεται καὶ τὸ τέταρτον.
σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται.
ἡ διπλῆ ὅτι τὸ ὧδε ἀντὶ τοῦ οὕτως· τὸ δὲ ὑποκρίνονται ἀντὶ τοῦ ἀποκρίνονται
κακὸν δέ με πόλλʼ ἀποτίνειν
Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω·ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ...
τινὲς δὲ, ἐκ γὰρ τοῦ πατρὸς, τοῦ αὐτῆς πατρός· καὶ στίζουσι τῷ Ἰκαρίῳ
νέμεσις δέ μοι ἐξ ἀνθρώπων
ἔσσεται. ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
ἀθετεῖται μὲν ὑπὸ Ἀριστάρχου, στικτέον δὲ ὅμως μετὰ τὸ ἔσσεται, ἵνα τὸ ὣς κέηται ἀντὶ τοῦ οὕτως.
περισσὸς γάρ ἐστι πρὸς ταύτην τὴν ἀπόδοσιν.
τῷ δʼ αἰετὼ εὐρύοπα Ζεύς ...
τινὲς τὸ τῷ περισπῶσιν ἐπὶ τοῦ Τηλεμάχου ἀκούοντες. ὅτι τὸ τω οὐκ ἔστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ τούτῳ παρείληπται ἐν τάξει ἀντωνυμίας.
ὄσσοντο δʼ ὄλεθρον.
προεμαντεύοντο, προεδήλουν αὐτοῖς ἀπώλειαν.
δεξιὼ ἤιξαν.
ἀνατολικοί. δεξιὰ γὰρ τὰ ἀνατολικὰ λέγει ὁ Ὅμηρος. «εἴτʼ ἐπιδέξιʼ ἴωσι πρὸς ἠώ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα.»
ἅ περ τελέεσθαι ἔμελλον.
ἔμελλον διὰ τοῦ ο· τοῦτο γὰρ Ὁμήρῳ σύνηθες.
ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
γράφεται ἀμείνω χωρὶς τοῦ ν.
διπλῆ περιεστιγμένη, ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν ἀμείνω γράφει. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν.
ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι·
ἡ διπλῆ ὅτι ὁ τε σύνδεσμος περιττός.
μητέρʼ ἑὴν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
οἱ δὲ γάμον τεύξουσι.
ἡδέως τῷ σχήματι ἐχρήσατο· εἰπὼν γὰρ «ἐς πατρός» μετέβη εἰς πληθυντικὸν «οἱ δὲ γάμον τεύξουσι», δηλονότι πατὴρ καὶ ἀδελφοί· τινὲς δὲ λαμβάνουσι τὸ «οἱ δὲ γάμον τεύξουσι», δηλονότι οἱ μνηστῆρες.
διπλῆ πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητόν.
ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν.
ὁ Ἀρίσταρχος λείπειν φησὶ τὸ ἄρθρον, ἵνʼ ᾖ «εἵνεκα τῆς ταύτης ἀρετῆς.» Ἰακὸν δὲ τὸ ἔθος εἶναι. Ἀριστοφάνης δὲ ὑπώπτευε τὸν στίχον, νεωτερικὸν λέγων ὄνομα τὸ τῆς ἀρετῆς. —πιθανὸν δὲ συναθετεῖν αὐτῷ καὶ τὸν πρὸ αὐτοῦ καὶ τὸν μετʼ αὐτόν.
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα.
Πύλον ἠμαθόεντα: ὡς τὸ «ὀλοόεντος ἐχίδνης» ἀντὶ τοῦ ὀλοοέσσης.
ὀλοώτατος ὀδμή. δ πουλὺν ἐπʼ ὑγρήν. ε κλυτὸς Ἀμφιτρίτη. ε θῆλυς ἐέρση. ζ θῆλυς αὐτή. ζ τῷδε ἐνὶ χώρᾳ. ο ἀργὴν χῆνα. τ κίονες ἔχοντες. τ ὑλήεντι Ζακύνθῳ.
ἢ ὄσσαν ἀκούσω.
ἡ διπλῆ ὅτι ὄσσαν θείαν φήμην λέγει
λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
ἡ διπλῆ ὅτι οὐ κατʼ ἐπίθετον τὸ αἰψηρὴν, ἀλλʼ ἀντὶ τοῦ αἰψηρῶς, ὡς τὸ «τότε μοι χάνοι εὐρεῖα χθών.» ἀντὶ τοῦ εὐρέως. ὅταν δὲ λέγῃ· «λῦσαν δʼ ἀγορὴν αἰψηρὴν» ὁ Ἀρίσταρχος ἀντὶ τοῦ αἰψηρῶς ἀκούει.
αἶγας ἀνιεμένους.
σημαίνει ἐκδέροντας «κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχε.»
ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν ὡς τὸ πάρος περ.
ἡ διπλῆ ὅτι τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ.
πειρήσω ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
ἠὲ Πύλονδʼ ἐλθὼν ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
ἀθετεῖται ὡς περιττός. προηθετεῖτο δὲ καὶ παρʼ Ἀριστοφάνει. προηθέτει δὲ καὶ Ἀριστοφάνης
ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει,
ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος,
ἢ ὅ γε καὶ Σπάρτηθεν, ...
ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει.
βεβαιωτικὰ ταῦτα τὰ ἔπη τοῦ μὴ εἰρῆσθαι ὑπὸ Τηλεμάχου τοὺς προηθετημένους στίχους «πειρήσω ὡς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω ἠὲ Πύλονδʼ ἐλθὼν ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.» ἀποροῦντες γὰρ λέγουσιν «ἦ μάλα Τηλέμαχος», οὐκ ἂν ἀπορήσαντες οἱ εἰ προακηκοότες.
Πύλου ἠμαθόεντος.
ἄμαθον ἔχοντος. ἰστέον ὅτι ἄμαθος ἡ ἐν τῷ πεδίῳ κόνις, ψάμαθος δὲ ἡ περὶ θάλασσαν.
ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει.
ἡ διπλῆ ὅτι τὴν ἐν Θεσπρωτίᾳ Ἐφύραν λέγει, οὐχ, ὡς ἔνιοι, τὴν Κόρινθον.
οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πίνον ἄμμιν·
σημείωσαι ὅτι πόνον τὴν ἐνέργειαν καὶ κακοπάθειαν λέγει ὁ ποιητὴς, οὐδέποτε δὲ τὴν ἀλγηδόνα. ἐνέργειαν καὶ κακοπάθειαν τὸ περὶ τὴν μνηστείαν ἔργον πόνον λέγει.
εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον.
ὅτι οὐδὲ ἐνταῦθα μνήμη τίς ἐστι τῆς Κρήτης,
Φρονίοιο Νοήμονα φαίδιμον υἱόν.
πεποίηκεν πλαστὰ ὀνόματα διπλῆ ὅτι ὀνοματοθετικὸς ὁ ποιητής, καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ.
οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν.
ὅτι οὐκ ἐν τῇ Ὀδυσσέως οἰκίᾳ ἐκοιμῶντο.
ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
ἡ διπλῆ περιεστιγμένη ὅτι Ζηνόδοτος εὐήθως ἀθετεῖ αὐτόν
νηῒ δʼ ἐνὶ πρύμνῃ κατʼ ἄρʼ ἕζετο.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ νεὼς πρύμνῃ· καὶ ἐν Ἰλιάδι «νηῒ δʼ ἐνὶ πρύμνῃ ἔναρα βροτόεντα Δόλωνος»
παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνηνλίμνην ὁ ποιητὴς πᾶν ὕδωρ φησὶ, νῦν δὲ τὸν ὠκεανόν.
διὸ καὶ τὸν Ὠκεανὸν λίμνην καλεῖ.
ἰδʼ ἱστία νηὸς ἐΐσης
στεῖλαν ἀείραντες.
οἱ περὶ Ζηνόδοτον σεῖσαν ἀείραντες. τότε δὲ σείουσιν, ὅτε θέλουσι χαλάσαι τὸ ἄρμενον.
Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς.
οὐ χρεία σοι τῆς αἰδοῦς. Ἀττικῶς. ἐν τούτοις δὲ τὸ «οὐ μέν σε χρὴ ἔτι αἰδοῦς» ἀντίπτωσίς ἐστιν ἀρχαϊκὴ συνήθης, ἀντὶ τοῦ οὐ μήν σοι χρεία αἰδοῦς.
αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι
αἰδὼς δʼ αὖ νέῳ ἀνδρὶ οὕτω γράφουσιν οἱ κατὰ Ῥιανόν.
τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
ἐχρῆν ὀρθοτονεῖν τὴν σοί. Ζηνόδοτος δὲ τοὔνεκά τοι γράφει, ἀγνοῶν ὅτι ἐπὶ τῆς διαστολῆς οὐ παραλαμβάνεται ἡ τοι.
νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι ξείνους
ὅτι ἐννέα … ἡμέρας ἐφιλοξένουν καὶ οὕτως ἠρώτων, ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς ξενίζειν πρότερον, εἶτα πυνθάνεσθαι, τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι.
ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε, οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα; τοί τʼ ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες.
τοὺς μετʼ αὐτὸν τρεῖς στίχους ὁ μὲν Ἀριστοφάνης ἐνθάδε σημειοῦται τοῖς ἀστερίσκοις, ὅτε δὲ ὑπὸ τοῦ Κύκλωπος λέγονται, καὶ ὀβελίσκους τοῖς ἀστερίσκοις παρατίθησιν, ὡς ἐντεῦθεν μετενηνεγμένων τῶν στίχων. πόθεν γὰρ τῷ Κύκλωπι λῃστῶν ἔννοια ᾖ στωμυλλομένῳ φάναι «οἵ τʼ ἀλόωνται ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;» ὁ δὲ Ἀρίσταρχος οἰκειότερον αὐτοὶς τετάχθαι ἐν τῷ λόγῳ τοῦ Κύκλωπός φησιν. οὐδὲ γὰρ νῦν οἱ περὶ Τηλέμαχον λῃστρικόν τι ἐμφαίνουσι. δοτέον δὲ, φησὶ, τῷ ποιητῇ τὰ τοιαῦτα. καὶ γὰρ ναῦν αὐτὸν παράγει εἰδότα, «ἀλλά μοι εἴφʼ ὅπη ἔσχες ἰὼν εὐεργέα νῆα», καὶ συνίησιν Ἑλληνίδα φωνήν. καθάπτεται δὲ καὶ Θουκυδίδου Ἀρίσταρχος λέγοντος ὡς οὐκ αἰσχρὸν ἡγοῦντο τὸ ληΐζεσθαι οἱ παλαιοὶ, ἐν οἷς φησιν «οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς». ὁμωνυμίᾳ γὰρ ἠπάτηται, πολλάκις τῆς ληΐδος ἐπὶ τῆς λαφυραγωγίας τασσομένης· παρὸ καὶ τὴν Ἀθηνᾶν ληΐτιδα προσαγορεύει. ὅτι γὰρ αἰσχρὸν ἡγοῦντο τὸ λῃστεύειν δῆλον ἐξ ὧν οὐδέποτε ἐπὶ Ἀχιλλέως οὐδὲ ἐπὶ Αἴαντος, καίτοι γε ἰσχυρῶν ὄντων, ἐχρήσατο τῷ ὀνόματι ὁ ποιητής. ἄλλως τε κἀκ τῶν συμφραζομένων δηλοῖ τὴν τοῦ πράγματος μοχθηρίαν· ἀντιτάσσεται γὰρ τῷ «ἤ τι κατὰ πρῆξιν» τὸ «ἢ μαψιδίως».
πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
ἡ διπλῆ ὅτι ὁ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος ἀγορεύσω.
ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, πευθόμεθʼ ...
οἴδαμεν· οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἐρωτῶμεν ἡ διπλῆ, ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν. οἴδαμεν, οὐ γὰρ νῦν ἀντὶ τοῦ ἐρωτῶμεν
τὰ σὰ γούναθʼ ἱκάνομαι.
ἢ ἅπτομαι τῶν τῶν γονάτων μετὰ ἱκετείας ὅτι τὸ ἵκωμαι ἀντὶ ἱκετεύσω
ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς.
πρόδηλον ἐντεῦθεν ὅτι ὅπου ἐτελεύτησαν, ἐκεῖ ἐθάπτοντο, καὶ οὐκ ὀστέα παισὶν ἕκαστος ἤγετο. διὸ ἡ διπλῆ.
πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
πρὶν ἀκούσαις· ὁμοία δὲ ἡ φράσις ἐκείνῃ «πρίν μιν καὶ γῆρας ἔπεισι». ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον πρότερον ἵκοιο σὴν πατρίδα γαῖαν ἢ ἐξερέοις· καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος ὥσπερ οὐδʼ ἐπʼ ἐκείνου «τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν.» καὶ ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς πατρίδα γαῖαν.
ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
ἤθελʼ
ἡ διπλῆ ὅτι τὸ ἤθελε ἀντὶ τοῦ ἠδύνατο· καὶ ἐν Ἰλιάδι «οὐδʼ ἔθελε προρέειν»
οὐδέ κε φαίης
ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
ἡ διπλῆ ὅτι τὸ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ.
ὧδε: ἀεὶ παρὰ τῷ Ὁμήρῳ τὸ ὧδε ἀντὶ τοῦ κατὰ τοῦτον τὸν τρόπον.
φίλε τέκνον.
ἡ διπλῆ ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον.
Μυρμιδόνας ἐγχεσιμώρους.
ἰόμωροι ὁ μὲν Ἀρίσταρχος οἱ τοὺς ὀξεῖς ἰοὺς ἔχοντες, καὶ τὸ ὑλακόμωροι παραπλησίως καὶ τὸ ἐγχεσίμωροι.
ἐπισμυγερῶς.
ἡ διπλῆ ὅτι περισσὴ ἡ ἐπὶ, ὡς ἐν τῷ βοῶν ἐπιβουκόλος.
καὶ σύ, φίλος, —μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε— ἄλκιμος ἔσσʼ ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.
καὶ παρὰ Ἀριστοφάνει προηθετοῦντο οὗτοι οἱ δύο στίχοι· ἐκ γὰρ τοῦ λόγου τῆς Ἀθηνᾶς μετήχθησαν ἐνθάδε. ἀθετοῦνται οὗτοι οἱ δύο στίχοι μετὰ ἀστερίσκων ὅτι οὐ δεόντως ἐκ τοῦ λόγου τῆς Ἀθηνᾶς μετάκεινται ἐνθάδε. προηθετοῦντο κ.τ.λ.
ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβονπατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
περιττός· ἀρκεῖ γὰρ ὁ πρὸ αὐτοῦ· διὸ καὶ ἀθετεῖται
τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
ἢ ὅ γε μοῦνος ἐὼν ...
Ζηνόδοτος γράφει ἀποτίσεαι, καὶ τὸ ἑξῆς ἢ σύγε μοῦνος.
περικήδετο.
ὑφʼ ἓν τὸ περικήδετο ἀντὶ τοῦ ὑπερεκήδετο· οὕτως Ἀρίσταρχος ..
οὐκ ἂν ἔμοιγε
ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν
ἡ διπλῆ ὅτι ὑπερβολικῶς τοῦτο εἴρηκεν ἐν ἤθει· ὅπερ οὐ συνεὶς ὁ Ζηνόδοτος γράφει «εἰ μὴ θεοὶ ὣς ἐθέλοιεν».
Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
οὗτος ὁ στίχος λαγαρός ἐστι. διὸ Ζηνόδοτος ἴσως μετέγραφε «Τηλέμαχʼ ὑψαγόρη μέγα νήπιε, ποῖον ἔειπες;» τὸν δὲ δεύτερον περιήγει τελέως διὰ τὸ μαχόμενον αὐτῷ «εἰ μὴ θεοὶ ὣς ἐθέλοιεν.».
σημείωσαι τὸν στίχον, ὅτι καὶ ἀνωτέρω οὐ περὶ Τηλεμάχου, ἀλλὰ περὶ Ὀδυσσέως εἴρηται, τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών;
«βουλοίμην δʼ ἂν ἔγωγε καὶ ἄλγεα πολλὰ μογήσας
οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι
ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
ἀλλʼ ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δή
μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.»
ἀθετοῦνται στίχοι ἑπτὰ ἀπὸ τοῦ «βουλοίμην δʼ ἂν ἔγωγε» μέχρι τοῦ «μοῖρʼ ὀλοὴ·» οἱ μὲν πρῶτοι τέσσαρες ὡς οὐκ ἀκολούθως τοῖς προκειμένοις ἐπενεχθέντες, οἱ δὲ ἑξῆς τρεῖς διὰ τὸ ἀσύμφωνον. ἐναντίοι γάρ εἰσι τῷ «ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.»
κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
ὀβελίζονται δύο. τί γὰρ ὄφελος λέγεσθαι, τῆς Ἀθηνᾶς εἰπούσης «ποῖόν σε ἔπος φύγεν; ῥεῖα θεός γʼ ἐθέλων.» ἄλλως τε, εἰ οὕτως πέπεισται, τί ζητεῖ περὶ τῶν νόστων;
Νέστορʼ ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων.
τρὶς γὰρ δὴ μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν,
ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
ἀθετοῦνται οἱ τρεῖς στίχοι οὗτοι ὡς περιττοί.
ἤτοι μὲν τάδε καὐτὸς ὀΐεαι.
ἡ διπλῆ ὅτι τὸ πλῆρές ἐστι τῆς συναλοιφῆς κε αὐτός· Ὁμηρικὸν δὲ τὸν κέ περιττὸν εἶναι. τὸ δὲ ὅμοιον ἐν Ἰλιάδι «ἔπειτα δὲ καὐτὸς οἰήσεαι».
κέν ἀντὶ τοῦ δή.
τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν.
ἡ διπλῆ ὅτι οὐ πᾶσαν γῆν οὕτως λέγει, ἀλλὰ τὴν ἐπιχεομένην τοῖς νεκροῖς γῆν
δῖα Κλυταιμνήστρη.
τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν.
ἐθέλων Ὅμηρος τρισυλλάβως
ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες.
ἡ διπλῆ περιεστιγμένη ὅτι Ζηνόδοτος γράφει ἀναπλέομεν, κακῶς· Ὅμηρος γὰρ τὸν εἰς Τροίαν πλοῦν ἀνάπλουν φησίν
Μαλειάων ὄρος αἰπύ.
ὅτι ὡς Κρητάων καὶ Μαλειάων νῦν μὲν πληθυντικῶς εἴρηται, ἀλλαχοῦ δὲ ἑνικῶς ὡς «Κρήτη τις γαῖά ἐστι» καὶ «περιγνάμπτοντα Μάλειαν»
ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
Ἀρίσταρχος δέδμηντο, ὡς «ἡ πληθὺς ἀπονέοντο»
ἤλυθε δῖος Ὀρέστης ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο.
ὁ Ἀρίσταρχός φησι, ὅτι διὰ τούτων παρυποφαίνεται ὅτι συναπώλετο Αἰγίσθῳ ἡ Κλυταιμνήστρα· τὸ δὲ εἰ καὶ ὑπὸ Ὀρέστου, ἄδηλον εἶναι. οὐδὲ γὰρ τὰ περὶ τὴν Ἐριφύλην εἰδέναι αὐτὸν
τάφος ὁ ἐπιτάφιος δεῖπνος
καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἀπὸ τῆλʼ ἀλάλησο.
οὗτος ὁ τόπος ἀνέπεισε Ζηνόδοτον ἐν τοῖς περὶ τῆς ἀποδημίας Τηλεμάχου διόλου τὴν Κρήτην ἔναντι τῆς Σπάρτης ποιεῖν· οἴεται γὰρ ἐκ τούτων τῶν λόγων κατὰ τὸ σιωπώμενον ἀκηκοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε περὶ τοῦ πατρὸς πευσόμενος παρεσκεύαστο πλεῖν. διὸ καὶ ἐν τῇ αʹ ῥαψωδίᾳ ἔγραψε «πέμψω δʼ ἐς Κρήτην τε καὶ ἐς Πύλον ἠμαθόεντα» καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ «πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δʼ ἐς Κρήτην τε παρʼ Ἰδομενῆα ἄνακτα, ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαίων χαλκοχιτώνων.»
ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα.
ἡ διπλῆ ὅτι τὸ εἰς Μενέλαον ἀντὶ τοῦ πρὸς Μενέλαον, ὡς «εἰς Ἀγαμέμνονα δῖον ἄγον»
ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγασημείωσαι ὅτι τὸ κέλομαι καὶ τὸ ἄνωγα λαμβάνονται ἐπὶ τοῦ παραινεῖν καὶ συμβουλεύειν
ὅτι παραλλήλως τὸ κέλομαι καὶ ἄνωγα· ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις.
ὅθεν τέ περ οὐδʼ οἰωνοί αὐτόετες οἰχνεῦσιν. ὑπερβολικῶς τοῦτό φησιν· ἐπάγει οὖν «πεμπταῖοι δʼ Αἴγυπτον»
σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον.
ἡ διπλῆ ὅτι ἀρσενικῶς εἶπε τὴν κοίτην
ἡ διπλῆ ὅτι ἐξ ἡρωικοῦ προσώπου εἴρηται· ὁ δὲ ποιητὴς εἰς ὠκεανὸν τὴν δύσιν καὶ ἐξ ὠκεανοῦ τὴν ἀνατολήν φησι γίνεσθαι. ἡρωικὸν πρόσωπόν ἐστι τὸ λέγον.
Ζηνόδοτος ᾤχετο
καθαπτόμενος ἐπέεσσι. σημείωσαι τὸ καθαπτόμενος ἐπὶ καλοῦ.
ᾧ οὔτε χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ.
«ᾧ οὔπερ χλαῖναι καὶ κτήματα πόλλʼ ἐνὶ οἶκῳ« ἀκαίρως ᾧ οὔτι, αἱ φαυλότεραι ᾧ οὔτε
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ ἁπλοῦ τοῦ γεραιός· κακῶς δὲ Ζηνόδοτος γεραίτατος γράφει.
ἐπεὶ τεὸν ἵκετο δῶμα.
ἀλλὰ Διὸς θυγάτηρ, ἀγελείη τριτογένεια.
ἀλλὰ ἄνασσʼ, ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν.
Ζηνόδοτος ἀλλὰ ἄνασσʼ ἐλέαιρε
οἱ μὲν κακκείοντες ἔβαν.
κοιμηθησόμενοι· ἐνεστὼς δὲ ἀντὶ μέλλοντος. κείω γὰρ τὸν μέλλοντα οὐκ ἔχει, ὥσπερ καὶ τὰ ἄλλα ὅμοια, καὶ χρῆται τῷ ἐνεστῶτι ἀντὶ μέλλοντος.
ὑπʼ αἰθούσῃ ἐριδούπῳ.
αἱ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι ἢ τόποι ὑφʼ ἡλίου καταλαμπόμενοι.
πὰρ δʼ ἄρʼ ἐϋμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
ὃς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν.
αὐτὸς δʼ αὖτε καθεῦδε.
ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ.
ὅτι τὸ βοῶν παρέλκει καὶ μετὰ τῆς προθέσεως εἴρηται ἐπιβουκόλος.
χρυσοχόον Λαέρκεα.
τινὲς τὸ λαέρκεά φησιν ὄνομα κύριον, τινὲς δὲ ἐπίθετον παρὰ τὸ ἐπαρκεῖν τοῖς λαοῖς
λέβητα τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ, τὸ παρʼ ἡμῖν λεγόμενον χέρνιβον, τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον ὕδωρ χέρνιβα.
Περσεὺς δʼ ἀμνίον εἶχε.
ἄμνιον, ἅπαξ εἰρημένον ἄμνιον ἀγγεῖον εἰς ὃ τὸ αἷμα τοῦ ἱερείου ἐδέχοντο. Ζηνόδοτος δὲ ἐν ταῖς ἀπὸ τοῦ δ γλώσσαις τίθησι τὴν λέξιν. ἅπαξ δὲ ἐνταῦθα παρʼ Ὁμήρῳ ἡ λέξις
χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο. ἀντὶ τοῦ χερνίβων καὶ οὐλοχυτῶν πρῶτος ἦρχε.
τένοντας.
ἡ διπλῆ ὅτι πάντα τὰ διατεταμένα νεῦρα τένοντας καλεῖ ὁ Ὅμηρος.
οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς.
ἡ διπλῆ ὅτι τὸ ἀνελόντες δηλοῖ τὸ ἄνω ἑλόντες· ἐκ τούτου δὲ τὸ αὖ ἐρύσαντες δηλοῦται.
ἄφαρ δʼ ἐκ μηρία τάμνον
πάντα κατὰ μοῖραν.
ἡ διπλῆ ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλα, ὅλα διεμέλισαν τὰ μηρία, ὡς τὸ «πᾶσαι δʼ ὠΐγνυντο πύλαι»
δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπὸ παντὸς μέλους καὶ ἐπέθηκεν ἐπὶ τὰ μηρία, ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι· διὸ ἡ διπλῆ.
τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη.
ὅτι ὑπὸ παρθένων ἔθος ἦν τοὺς ἥρωας λούεσθαι· πρὸς τὰ περὶ Ἥβης· λούει γὰρ καὶ αὐτὴ τὸν Ἄρεα ὡς παρθένος. πῶς οὖν διὰ τῶν ἀθετουμένων Ἡρακλεῖ συνοικεῖ;
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα
ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος.
ἡ διπλῆ ὅτι τὸ δεύτερον πρῶτον εἶπεν, ὡς τὸ «οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα».
παῖδες ἐμοί, ἄγε ... ζεύξαθʼ ..
σημείωσαι τὸ ἄγε πληθυντικὸν πρὸς τὸ ζεύξατε
οἱ δὲ πανημέριοι σεῖον ζυγόν.
ἡ διπλῆ ὅτι ἐκ τοῦ παρακολουθοῦντος τὸ προηγούμενον δεδήλωκεν ἀντὶ τοῦ ὥδευον, ὡς ἐπὶ τοῦ «ἑζόμενοι λεύκαινον ὕδωρ».
υἱέος Ὀρσιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
ὁ πρόγονος διὰ τοῦ τ, ὁ παῖς διὰ τοῦ σ καὶ ἐν Ὀδυσσείᾳ οὖν.
τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. ἀντὶ τοῦ τοίως.
οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν
πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
ὅτι ὁμωνύμως τῇ χώρᾳ τὴν Σπάρτην Λακεδαίμονα εἴρηκεν. καιετάεσσαν ἀντὶ τοῦ καλαμινθώδη.
τὸν δʼ εὗρον δαινύντα γάμον.
ὥσπερ ἀλλαχοῦ φησιν Ὅμηρος τάφον τὴν ἐπὶ τεθνεῶτί τινι εὐωχίαν, οὕτω καὶ νῦν γάμον τὴν ἐπὶ γάμου δαῖτα
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθηςἐκ δούλης.
τινὲς τὸ δούλης κύριόν φασι διὰ τὸ μηδέποτε οὕτω λέγειν τὸν ποιητὴν τὴν θεράπαιναν. διὸ καὶ τὸ «εἰσόκεν ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην» ἀθετοῦσιν.
δοιὼ δὲ κυβιστῆρε κατʼ αὐτούςμολπῆς ἐξάρχοντος ἐδίνευον κατὰ μέσσους.
ὅτι οὐ τὴν ᾠδὴν, ἀλλὰ τὴν παιγνίαν λέγει οὕτω, πρὸς τὸ «μέλποντες Ἑκάεργον·» καὶ γὰρ «κυνῶν μέλπηθρα» φησί.
ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
ὅτι ἐπὶ τοῦ ξενίζειν τὸ φιλεῖν τίθησι· παρέλκει δὲ ὁ κέ καὶ ὅτι λείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς ἄλλον.
ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
ἡ διπλῆ ὅτι τὸ προτέρω τοπικῶς ἀντὶ τοῦ εἰς τοὔμπροσθεν
ὁρώμενοι.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ ὁρῶντες, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ.
δείπνου πασσαμένω. τοῖς ὁδοιπορήσασι δείπνου δηλονότι γενομένου· αὐτὸς γὰρ ἑξῆς φησι «δόρπου δʼ ἐξαῦτις μνησώμεθα» καὶ «οὐ γὰρ ἔγωγε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος»
ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
προηθετοῦντο καὶ παρὰ Ζηνοδότῳ καὶ παρὰ Ἀριστοφάνει· τό τε γὰρ σφῶϊν οὐχ Ὁμηρικῶς μονοσυλλάβως ἐξηνέχθη ὅ τε ἔπαινος τῶν νέων οὐκ ἀναγκαῖος
ἀθετοῦνται οἱ στίχοι, ὅτι τὸ σφῶν οὐχ Ὁμηρικῶς μονοσυλλάβως ἐξενήνεκται· πρὸς γὰρ αὐτοὺς, οὐ περὶ αὐτῶν ἐστιν ὁ λόγος· καὶ ὅτι ὁ ἔπαινος τῶν νέων οὐκ ἀναγκαῖος· προηθετοῦντο κ.τ.λ.
ἐπίτηδες δὲ Ἀρίσταρχος ἀθετουμένων τῶν στίχων καὶ ἄνευ τοῦ ι εἴασε τὴν γραφὴν, ἵνα καὶ τοῦτο πρὸς τὴν ἀθέτησιν λαμβάνῃ.
πευθοίαθʼ οἱ ἄλλοι.
ἑκὰς Ἄργεος ἱπποβότοιο.
ἡ διπλῆ ὅτι Ἄργος ἱππόβοτον τὴν Πελοπόννησον λέγει.
ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν.
ἡ διπλῆ ὅτι ἀπεχθαίρει ἀντὶ τοῦ ἀπεχθαίρειν ποιεῖ, ὡς «πάντας μέν ῥʼ ἔλπει»
Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
ἡ διπλῆ ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα ἀντὶ τοῦ νεωστὶ γεγονότα, ὡς καὶ ἐν Ἰλιάδι «νέον ἡβώοντα» τουτέστι νεωστὶ ἡβῶντα.
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι.
σημειοῦνταί τινες, ὅτι παραλλήλως ἔταξε μίν καὶ αὐτόν.
τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Ἀλκίππη .. Φυλὼ, ... Ἀλκάνδρη ... σημειωτέον καὶ τὰ περὶ τῶν θεραπαινῶν. ἄλλαι μὲν γὰρ ἐν Ἰλιάδι, ἄλλαι δὲ νῦν· οὐ γὰρ εὐπρεπὲς τὰς μετεχούσας τοῦ ἁμαρτήματος ἐπιτρέπειν συνεῖναι τῇ γυναικί.
κλισίην.
κλισίην ὃν ἀλλαχοῦ διʼ ἑτέρων κλισμὸν ὀνομάζει ἣν ἄνω κλισίην εἶπε, τοῦτον νῦν κλισμὸν καλεῖ.
νήματος ἀσκητοῖο βεβυσμένον.
σημειοῦνταί τινες, ὅτι τὸ εἰς τὴν νῆσιν εὔθετον μήρυμα ἐρίου νῆμα εἶπεν
οἵ τινες οἵδε
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
ἡ διπλῆ ὅτι τὸ εὐχετόωνται ἀντὶ τοῦ καυχῶνται καὶ ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς ἡμέτερον δῶ.
ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
ἄντα σέθεν, τοῦ νῶϊ θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
ἀθετοῦνται στίχοι γʼ ὡς περιττοὶ καὶ ὑπὸ νέου παντάπασι λέγεσθαι ἀπρεπεῖς· καὶ τὸ νεμεσσᾶται ἀντὶ τοῦ αἰδεῖται οὐχ Ὁμηρικῶς. καὶ αἱ ἐπεσβολίαι δὲ γέλοιαι. ὅθεν Ζηνόδοτος μεταποιεῖ «ἐπιστομίας ἀναφαίνειν». ἄλλως τε οὐδὲ συμβουλευσόμενος τῷ Μενελάῳ πάρεστιν, ἀλλʼ «εἴ τινα οἱ κληηδόνα πατρὸς ἐνίσποι»
ἐέλδετο γάρ σε ἰδέσθαι.
Ζηνόδοτος «ὀΐετο» κακῶς.
οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
Ἀρίσταρχος ἀθετεῖ.
τοίου γὰρ καὶ πατρὸς.
ἡ διπλῆ ὅτι τὸ τοίου ἀντὶ τοῦ τοιούτου, οὐχ, ὡς οἱ γλωσσογράφοι, πάντως ἀγαθοῦ.
Πολύδαμνα.
κύριον ὄνομα ἡ Πολύδαμνα κατὰ Ἀρίσταρχον.
Παιήονός εἰσι γενέθλης.
Παιήων ἰατρὸς θεῶν, οὐχ ὁ αὐτὸς τῷ Ἀπόλλωνι, ἀλλὰ κεχωρισμένος· παρὰ μέντοι τοῖς νεωτέροις ὁ αὐτὸς νομίζεται εἶναι. καὶ Ἡσίοδος δὲ μάρτυς ἐστὶ τοῦ ἑτέρου εἶναι τὸν Παιήονα τοῦ Ἀπόλλωνος, λέγων «εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι ἢ καὶ Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.»
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι ...
ὅσσοι Ὀδυσσῆος ... εἰσιν ἄεθλοι.
ἰδίως τὸ πάντα ἐπήνεγκε τῷ ὅσσοι τὸ γένος ἀλλάξας.
διπλῆ πρὸς τὸ σχῆμα.
αὐτόν μιν πληγῇσιν .. δαμάσσας.
δύο ἰσοδυναμοῦσαι ἀντωνυμίαι ἀντὶ τῆς μιᾶς παραλαμβάνονται
δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
ὁ κυκλικὸς τὸ Δέκτῃ ὀνοματικῶς ἀκούει, παρʼ οὗ φησι τὸν Ὀδυσσέα τὰ ῥάκη λαβόντα μετημφιάσθαι. ὃς οὐκ ἦν ἐν ταῖς ναυσὶ τοιοῦτος οἷος Ὀδυσσεὺς ἀχρεῖος. Ἀρίσταρχος δὲ δέκτῃ μὲν ἐπαίτῃ, τὸ δὲ, «ὃς οὐδὲν τοῖος ἔην» τῷ ἐναντίῳ τὸ ἐναντίον, ὃς οὐκ ἦν τοιοῦτος ὁ Ὀδυσσεὺς ἀλλʼ ἐνδοξότατος καὶ μεγαλοπρεπέστατος,
τὸ δὲ—δεν παρέλκει,
οἱ δʼ ἀβάκησαν.
ἡ λέξις τῶν ἅπαξ εἰρημένων ἐστίν
μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι
πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι.
ἔστιν ὅμοιον τῷ «τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν» καὶ «οὐδέ ποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἀργοὶ ἔδονται».
ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσινἤθελεν· ἀλλʼ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζενωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς,τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
Ἀρίσταρχος τοὺς εʹ ἀθετεῖ, ἐπεὶ ἐν Ἰλιάδι οὐ μνημονεύει Ἀντίκλου ὁ ποιητής
ἀλλʼ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν.
ἐπεπίεζε τὴν μάστακα, ὅ ἐστι τὸ στόμα, ἀπὸ τοῦ μασᾶσθαι
ὕπνῳ ὕπο γλυκερῷ τερπώμεθα.
ἡ διπλῆ ὅτι δοτική ἐστιν ἀντὶ γενικῆς
Ἀτρείδης δὲ καθεῦδε.
τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε;
ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν, τίπτε σε χρειὼ ἤγαγε δήμιον ἢ ἴδιον;
κληηδόνα πατρὸς ἐνίσποις.
ἡ διπλῆ ὅτι λείπει ἡ περὶ, ἵνα ᾖ, εἰ τινά μοι φήμην περὶ τοῦ πατρὸς ἐνίσποις
τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα.
ἡ διπλῆ ὅτι τὸ ἱκάνομαι ἀντὶ τοῦ ἱκάνω· ἡ δὲ λέξις ἀντὶ τοῦ ἱκετεύω.
οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
βούλεται μὲν λέγειν θυσιῶν· ἀσαφέστερον δὲ εἴρηται· διὸ Ζηνόδοτος ἠθέτει. ποῖαι γὰρ, φησὶν, ἐγένοντο ἐντολαί;
Εἰδοθέη·
αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον.
ἔτειρε δὲ γαστέρα λιμός ἀλλαχόσε οὐ λέγει ὁ Ὅμηρος ἐσθίειν τοὺς ἥρωας ἰχθύας· νῦν δέ φησι τούτους ἀγρεύειν ἰχθύας διὰ τὸ τείρεσθαι ὑπὸ τοῦ λιμοῦ.
ἡ δʼ ἐμεῦ ἄγχι στᾶσα ἔπος φάτο, φώνησέν τε.
ἀλλὰ σύ πέρ μοι εἰπέ.
Ζηνόδοτος ἔειπε κακῶς· τὴν διαφορὰν γὰρ ἠγνόησεν
Ποσειδάωνος ὑποδμώς.
ἡ διπλῆ ὅτι παρέλκει ἡ ὑπό
λελαβέσθαι.
ἡ διπλῆ πρὸς τὸν ἀναδιπλασιασμὸν, ὡς τετυπέσθαι.
μελαίνῃ φρικὶ καλυφθείς.
τῇ ἐπιγενομένῃ μελανίᾳ πόντῳ ἐκ τῆς ἐπιπολαίου κινήσεως τῶν ὑδάτων κατὰ τὰς ἀρχὰς τῶν ἀνέμων τοῦ πνεῖν.
λέξεται ἐν μέσσῃσι.
ἡ διπλῆ ὅτι τὸ λέξεται ἀντὶ τοῦ κοιμηθήσεται, ἀπὸ τοῦ λέχους
αὖθι δʼ ἔχειν.
ἡ διπλῆ ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτικοῖ, ἔχειν ἀντὶ τοῦ ἔχετε.
ἐχέμεν.
ἡ διπλῆ ὅτι πάλιν ἀντὶ τοῦ ἔχετε
εἴρεσθαι, ὡς φθείρεσθαι. ἔστι γὰρ ἐνεστῶτος καὶ παρατατικοῦ
δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ.
ἄριστον. τοῦ Ἀριστάρχου· σημειοῦνται τινές, ὅτι δόρπον τὸ δεῖπνον. ἡ διπλῆ περιεστιγμένη, ὅτι Ζηνόδοτος γράφει δεῖπνον· δόρπον δὲ λέγει τὴν ἑσπερίνην τροφήν· εὐθέως γὰρ κατακοιμῶνται. καὶ ὅρα, ὡς διασαφεῖται κἀνταῦθα ὁ δόρπος ἐν τῷ «ἐπῆλθεν ἀμβροσία νύξ». τὸ γὰρ τηνικαῦτα ἔμβρωμα δόρπος λέγεται.
ὀλοώτατος ὀδμή.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ ὀλοωτάτη ὀλοώτατος εἴρηκεν ὅμοιον τῷ «κλυτὸς Ἀμφιτρίτη καὶ θεσμὸς ἀϋτμή» καὶ «κλυτὸς Ἱπποδάμεια»
λέκτο δʼ ἀριθμόν. ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷὠίσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
ὅτι τῇ αὐτῇ λέξει παραλλήλως οὐκ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κέχρηται.
ἀλλὰ σύ πέρ μοι εἰπέ.
γράφεται ἔειπε
πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο διιπετέος ποταμοῖο.
ὅτι τὸν Νεῖλον Αἴγυπτον ὀνομάζει, ὁ δὲ Ἡσίοδος ὡς ὢν νεώτερος Νεῖλον αὐτὸν οἶδεν ἤδη καλούμενον.
ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
ἡ διπλῆ πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ τοῦ τελέσω, ἐνεστὼς ἀντὶ μέλλοντος
Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
Ζηνόδοτος τοῦτον περιγράφει ἀναγκαῖον δὲ καὶ αὐτὸν εἶναι διὰ τὸ λέγειν ὕστερον Μενέλαον «σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε». σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,
Μαλειάων.
ἡ διπλῆ ὅτι νῦν μὲν πληθυντικῶς εἴρηκεν Μαλειάων ἀλλαχοῦ δὲ ἑνικῶς «περιγνάμπτοντα Μάλειαν»
πατρίδος αἴης.
σημειοῦνταί τινες, ὅτι ἐπὶ τῆς ὅλης χώρας νῦν τέθεικε τὴν πατρίδα, οὐκ ἐπὶ τῆς πόλεως
τάφου ἀντιβολήσαις.
τοῦ δείπνου τοῦ ἐν τῇ ταφῇ.
ἠὲ θανών. ἐθέλω δὲ καὶ ἀχνυμενός περ ἀκοῦσαι.
ἐν ἁπάσαις ἠθετεῖτο· τοῦ γὰρ Πρωτέως εἰπόντος «δύο μοῦνοι ἀπόλοντο» γελοίως τρίτον ζητεῖ ἀπολόμενον.
τὸν δὲ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα.
δῆλον κἀκ τούτου ὅτι ἐξῴκισται ἐξωκεάνισται ἡ νῆσος· ἐπεὶ τί ἐκώλυε τὸν Μενέλαον οὕτως ἔχοντα περὶ τὸν Ὀδυσσέα ὡς καὶ πόλιν ὅλην χαρίσασθαι ἐθέλειν ναῦν πέμψαι καὶ σῶσαι τὸν φίλον;
Εὐστάθιος ὁ Θεσσαλονίκης ἐνταῦθα δέ τινες ἐκτοπισμὸν σημειοῦνται τῆς κατὰ τὴν Καλυψὼ νήσου.
ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρέτμοις.
σημειοῦνταί τινες, ὅτι ὁμοίως ἐκείνῳ εἴρηται «ἑζόμενοι λεύκαινον ὕδωρ»
τρεῖς ἵππους καὶ δίφρον ἐΰξοον.
ὅτι οὐκ ἂν, εἰ τέθριππα ᾔδεσαν, τρεῖς ἵππους ἐδίδου τῷ Τηλεμάχῳ. νῦν δὲ ξυνωρίδα δίδωσι καὶ παρήορον, ὡς καὶ ἐν Ἰλιάδι χρώμενοι.
ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷἐνθάδε λείψω ἄγαλμα.
ὅτι τοὺς ἵππους ἄγαλμα εἴρηκεν καὶ ἐν Ἰλιάδι «βασιλῆι δὲ κεῖται ἄγαλμα». ὥσπερ δὲ ὁ Τηλέμαχος ἐνθάδε παραιτεῖται τοὺς ἵππους, οὕτως καὶ Ὀδυσσεὺς τοὺς ἐκ τῆς κατασκοπῆς ἵππους Διομήδει παραχωρεῖ. ὁ αὐτὸς ἄρα ποιητής. ἄγαλμα λέγει ὁ ποιητὴς πᾶν ἐφʼ ᾧ τις ἀγάλλεται, καὶ οὐ τὸ ξόανον ἡμεῖς μὲν ἄγαλμα τὸ ξόανον, Ὅμηρος δὲ πᾶν δῶρον, ὃ βλέπει τις καὶ χαίρει καὶ ἐφʼ ᾧ ἀγάλλεται, ἄγαλμά φησιν.
δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται.
σημειοῦνται ὡς ἀκατάλληλοι
τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
ἡ διπλῆ ὅτι τὸ τεῒν ἀντὶ τοῦ σοί Δωρικῶς καὶ ὅτι τὸ ἐθέλω ἀεὶ ἀπὸ τοῦ ε ἄρχεται.
περὶ δεῖπνον πένοντο.
σημειοῦνταί τινες ἀντὶ τοῦ ἐνήργουν
τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων.
ὅτι καὶ ἐν Ἰλιάδι ἡ αὐτὴ εὐστοχία τῆς τῶν ὀνομάτων θέσεως.
ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς.
Ἀττικῶς ἀντὶ τοῦ ἐμοί
θῆτές τε δμῶές τε.
σημειοῦνταί τινες, ὅτι διέστειλε τοὺς θῆτας ἀπὸ τῶν δμώων. θῆτες γὰρ λέγονται οἱ ἐλεύθεροι μὲν, μισθῷ δὲ δουλεύοντες, δμῶες δὲ αὐτοὶ οἱ δοῦλοι, παρὰ τὸ δεδμῆσθαι, ὅ ἐστιν ὑποτετάχθαι.
ἤ σε βίῃ ἀπηύρα νῆα μέλαιναν.
ἡ διπλῆ ὅτι ἤλλακται πτῶσις σὲ ἀπηύρα νῆα ἀντὶ τοῦ σοῦ ὁμοίως τῷ «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες»
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.
ἐκ τῆς Ἰλιάδος μετηνέχθησαν οὐ δεόντως οἱ στίχοι
Σάμοιό τε παιπαλοέσσης.
ὅτι τὴν Σάμην Σάμον εἶπεν
ἐπισμυγερῶς.
ἡ διπλῆ ὅτι παρέλκει ἡ ἐπί
αὐλῆς ἐκτὸς ἐών.
σημειοῦνταί τινες πρὸς τὸ περὶ τῆς Ὀδυσσέως οἰκήσεως
ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν.
ὅτι τὰ ἰσοδυναμοῦντα παράλληλα τέθεικεν, ὕστατα καὶ πύματα
ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
ἡ διπλῆ ὅτι τὸ ἐχθαίρῃσιν ἀντὶ τοῦ ἐχθαίροι ὡς τὸ «ἰχθὺς, ὅς κε φάγῃσι» ἀντὶ τοῦ φάγοι.
ἀντὶ τοῦ ὃς φάγοι ἂν,
ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
ἡ διπλῆ ὅτι οὐδὲ ἐνταῦθα ἡ Κρήτη οὐδὲ Ἰδομενεὺς ὀνομάζεται
πουλὺν ἐφʼ ὑγρήν.
ἡ διπλῆ ὅτι ἐν σχήματι εἴρηται, ὡς θέρμος ἀϋτμή
ὄφρα πύθηται πατρὸς ἑοῦ.
ἡ διπλῆ ὅτι λείπει ἡ περί.
κλῦτε φίλαι· πέρι γάρ μοι ..
ὅτι ἐν ἀρχῇ λόγου ὁ γάρ, ὡς καὶ ἐν Ἰλιάδι «πολλοὶ γὰρ τεθνᾶσι»
ἐσθλὸν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
περιττὸς ὁ στίχος· καὶ γὰρ προεῖπεν «ἢ πρὶν μὲν πόσιν ἐσθλόν» καὶ οὐκ οἶδεν ὁ Ὅμηρος τὴν καθʼ ἡμᾶς Ἑλλάδα, ἀλλὰ τὴν Θεσσαλικὴν οὕτω λέγει καὶ Ἕλληνας τοὺς ἐκεῖθεν.
ὅ οἱ φόνος υἷι τέτυκται.
ὅτι φόνος τῷ υἱῷ αὐτῆς ηὐτρέπισται· ἡ γὰρ οἱ ἀντὶ γενικῆς ἐστι.
πάντα κατὰ μοῖραν· ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
περιττὸς δοκεῖ οὗτος ὁ στίχος
ἕσπερον.
ἡ διπλῆ ὅτι ἀρσενικῶς τὴν ἑσπέραν ἕσπερον εἶπεν.
ἐπήλυθε νήδυμος ὕπνος.
λύθεν δέ οἱ ἅψεα πάντα.
ὅτι οὕτως λέγει τὰς συναφὰς τῶν μελῶν, οὐ τὰ μέλη.
Ἰφθίμῃ κούρῃ.
ἀμφιβάλλει Ἀρίσταρχος, πότερον ἐπίθετον τὸ ἰφθίμη, ἢ κύριον.
ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
οὐ μέντοι κεῖνόν γε διηνεκέως ἀγορεύσω.
ἡ διπλῆ πρὸς τὸ σχῆμα ἀντὶ τοῦ τὰ περὶ ἐκείνου
Σάμοιό τʼ παιπαλοέσσης.
ὅτι τὴν Σάμην Σάμον λέγει
Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες.
ἐκ τῆς ἐν Ἰλιάδι Νέστορος εὐχῆς μετατέθειται
ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων.
οἰκειότερον ἐν Ἰλιάδι—Β κεῖται περὶ Φιλοκτήτου. νῦν δὲ ἔδει τετιημένος ἦτορ εἶναι
παλιμπετὲς ἀπονέωνται.
εἰς τοὐπίσω στρεφόμενοι
νύμφῃ εὐπλοκάμῳ εἰπεῖν.
ἡ διπλῆ ὅτι ἀπαρέμφατόν ἐστιν ἀντὶ προστακτικοῦ, τοῦ εἰπέ
πόλλʼ, ὃς ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
Τροίης δισυλλάβως, ἵνα τὴν χώραν ἀκούσωμεν
αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴνἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῆς ἀνέμοιο.
τούτοις τοῖς στίχοις παράκεινται ἀστερίσκοι ὅτι μετάκεινται οὐ δεόντως ἐντεῦθεν εἰς τὰ περὶ τῆς Ἀθηνᾶς ἐν αʹ λεγόμενα· καὶ εἰς τὰ περὶ Ἑρμοῦ, ἡνίκα ἀπʼ Ὀλύμπου εἰς τὴν Τροίαν κάτεισιν
Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ.
ἀναγκαῖον τὸ ἔπος, ὅτι ὄρος Ὄλυμπος θεῶν οἰκητήριον κατὰ τὸν ποιητήν.
τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.προσέθηκέ τις οὐ δεόντως τὸν στίχον. παρένθετον οἴονταί τινες τὸν στίχον καὶ ὀβελίζουσιν ἤτοι ἀθετοῦσιν.
ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν.
ἡ διπλῆ πρὸς τὰ περὶ τῆς πλάνης, ὅτι πόρρω που ἐν ἐκτετοπισμένοις τόποις ἀορίστοις. φησὶ γοῦν τηλόθι που τὴν νῆσον εἶναι. καὶ πρὸς τὰ περὶ Ὀλύμπου σεσημείωται· εἰ γὰρ μὴ ἀπὸ Μακεδονίας ὁ θεὸς ἐξορμᾷ, ἀλλʼ ἄνωθεν ἐξ οὐρανοῦ, οὐκ ἂν πολλὴν ἐπῆλθεν, ἕως εἰς τὴν νῆσον παραγένηται, ἀλλʼ εὐθὺς βουληθεὶς κατὰ κάθετον γενόμενος
ἡμερὶς ἡβώωσα.
ἡμερίς ἅπαξ εἰρημένον τὴν ἄμπελον εἶπεν· ἅπαξ δὲ ἐνταῦθα τὸ ὄνομα. ἐν δὲ ὑπομνήμασι παλαιοῖς τοῖς εἰς τὸ Ξ τῆς Ἰλιάδος εἶδος λεπτοφλοίου δρυὸς ἡ ἡμερὶς λέγεται.
πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ὁ στίχος οὗτος περιττός· ὁ γὰρ προκείμενος ἀρκεῖ.
εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θέον· αὐτὰρ ἐγώ τοινημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
ἀθετοῦνται οἱ στίχοι ὅτι εὐτελεῖς κατὰ τὴν σύνθεσιν καὶ κατὰ τὴν διάνοιαν
Εὐστάθιος ὁ Θεσσαλονίκης εἴπομεν δὲ ἀφελῶς, ἀκολούθως τοῖς παλαιοῖς, οἵ φασιν ὅτι εὐτελεῖς οἱ δύο στίχοι οὗτοι καὶ κατὰ συνθήκην καὶ κατὰ διάνοιαν.
τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρἄσπετον, οὐδέ τις ἄγχι βροτῶν πόλις ..
σαφῶς ἐδήλωσεν Ὅμηρος, ὅτι ἔξω τῆς καθʼ ἡμᾶς θαλάσσης ἡ τῆς Καλυψοῦς νῆσος τυγχάνει διὸ ἡ διπλῆ.
φησί τοι ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλωντῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντοεἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησανοἴκαδʼ. ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
περιττοὶ οἱ στίχοι καὶ πρὸς τὴν ἱστορίαν μαχόμενοι. οὐ γὰρ καθʼ ὃν καιρὸν ὑπὸ τῆς Ἀθηνᾶς ὁ ἄνεμος ἐκινήθη καὶ οἱ ἄλλοι ἀπώλοντο, Ὀδυσσεὺς τῇ νήσῳ προσηνέχθη· οἱ δὲ τελευταῖοι δύο ἐκ τῶν μετὰ ταῦτά εἰσι μετενηνεγμένοι
Ἄρτεμις ἅγνη
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
οὐδέποτε παρʼ Ὁμήρῳ ἡ Ἄρτεμις ἄρρενας φονεύει· διό τινες ἀθετοῦσι τοὺς στίχους
περὶ τρόπιος βεβαῶτα.
ὅτι γενικὴ ἀντὶ δοτικῆς, ἀντὶ τοῦ περιβεβηκότα τῇ τρόπιδι.
Ζεὺς ἔλσας κεραυνῷ.
Ζηνόδοτος ἐλάσας γράφει. οἱ δὲ ἔλσας, ποιητικώτερον γάρ. ἔλσας μὲν τὸ συστρέψας, ἐλάσας δὲ τὸ ἐκ χειρὸς πλήξας.
ἑταῖροι.
ὅτι ἐπὶ τῶν συμπλεόντων τίθησι τὸ ἑταίρους πολλάκις
πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ὁ ἀστερίσκος ὅτι ἐντεῦθεν εἰς τὸ ὀλίγον ἀνωτέρω μετάκειται ὁ στίχος
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρόνἐνθήσω, μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι.
ὅτι καὶ ἐπὶ δίψης ὁ λιμός
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ
αὐτῇ μηδοίμην.
ἡ διπλῆ ὅτι ὁ περ παρέλκει
τοῖς ἄρα μύθων ἦρχε.
ὅτι ἑνὸς πρὸς ἕνα διαλεγομένου φησὶ «τοῖς ἄρα μύθων ἦρχεν»
σὺ δὲ χαῖρε καὶ ἔμπης.
τὸ ἔμπης, ὃ καὶ ἔμπα λέγεται, ἐν τούτῳ τῷ τόπῳ ὅμως σημαίνει, ποτὲ δὲ ὁμοίως καὶ ἐπίσης, ὡς τὸ «ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή».
περίκηλα.
Ἀρίσταρχος ὥσπερ ξηρὰ ἐκδεχόμενος, τὰ περικεκαυμένα ὑπὸ ἡλίου
εἴκοσι δʼ ἔκβαλε πάντα.
ἡ διπλῆ ὅτι παρέλκει τὸ πάντα, ὡς ἐν τῷ «τριχθὰ δὲ πάντα δέδασται»
τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισινγόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονιῇσιν ἄρασσεν.
Ἀριστοφάνης τὸ αὐτὸ ᾤετο περιέχειν ἄμφω. διὸ τῷ μὲν σίγμα, τῷ δὲ ἀντίσιγμα ἐπιτίθησιν ὁ δὲ Ἀρίσταρχός φησι διὰ τοῦ πρώτου τὸ μὲν τέλειον τῆς ἁρμογῆς μὴ εἶναι, ἀλλʼ, ὡς ἄν τις εἴποι, ἁρμόζοντα κατεσκεύασε, καὶ πρὸς ἄλληλα συγκαταγαγὼν ἐσκέψατο εἰ ἁρμόζει ἀλλήλοις· τῷ δὲ ἑξῆς συνέκλεισε καὶ κατεγόμφωσε. διὰ γὰρ τοῦ ἄρασσε τὸ τέλος τῆς ἁρμογῆς παρέστησε
ἀραρὼν θαμέσι σταμίνεσσι.
σταμίνες: τοῖς ὀρθοῖς ξύλοις, οἷς τὰ πηδάλια πήσσεται
ἄρκτον θʼ, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει.
ὅτι καὶ ἐν Ἰλιάδι τὰ αὐτὰ περὶ τῆς Ἄρκτου καὶ τῶν ἄλλων ἀστέρων φησίν.
ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.
ἡ διπλῆ πρὸς τὸ περὶ τῆς πλάνης, ὅτι ὡς ἀπὸ τῶν περὶ τὸ Ἀτλαντικὸν πέλαγος φέρεται ἐπʼ ἀνατολάς
εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
ὁ Ἀρίσταρχος ἐρινὸν αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους, ὡς ὁ δίφρος τὸ δίφρον. εἴσατο δʼ ὡς ὅτε ῥινεός, Μ Ἀρίσταρχος δὲ ἐρινὸν γράφει αὐτὴν τὴν συκῆν, ἵνα φαίνηται τηλόθεν ἡ νῆσος, ὡσεὶ καὶ τοιαύτη τις συκῆ. εἴσατο.
ὀρώρει δʼ οὐρανόθεν νύξ.
οὐκ εἶπε ὀρώρει Ὀλυμπόθεν
ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
Τρῶες ἐπέρριψαν περὶ Πηλείωνι θανόντι.
λευγαλέῳ θανάτῳ.
ὅτι λευγαλέον θάνατον οἱ γλωσσογράφοι ἀποδεδώκασι τὸν ἐν ὑγρῷ, ἐκ τε τούτων καὶ ἐκ τῶν ὑπʼ Ἀχιλλέως ἐν τῇ πρὸς τὸν ποταμὸν μάχῃ λεγομένων. ἄμεινον δὲ ὀλέθριον, παρὰ τὸν λοιγόν
αἰθυίῃ δʼ εἰκυῖα ποτῇ ἀνεδύσετο λίμνης.
οὐκ ἐφέρετο ἐν τοῖς πλείοσι. Ἀρίσταρχος δὲ περὶ μὲν τῆς ἀθετήσεως διστάζει, γράφει δὲ διὰ τοῦ υ ὑπεδύσατο, ἐν δέ τισιν ἀνεδύσατο· ἔοικε δὲ ὁ στίχος ἐκ τῶν ὕστερον εἰρημένων ὑπό τινος παρεμβεβλῆσθαι «αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσατο κυμαίνοντα αἰθυίῃ εἰκυῖα».
οὐ μὲν δή σε καθαφθίσει, μάλα περ μενεαίνων·
ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι.
ἡ διπλῆ ὅτι τὸ μενεαίνων ἀντὶ τοῦ προθυμούμενος· σημαίνει γὰρ ἑκάτερον ἡ λέξις· τὸ δὲ ὧδʼ ἔρξαι ἀντὶ τοῦ οὕτως ἔρδε, ἀπαρέμφατον ἀντὶ προστακτικοῦ
τόδε κρήδεμνον τανύσσαι.
τὸ τανύσσαι ἀπαρέμφατον διὰ τὸ βαλέειν
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον.
ἡ διπλῆ ὅτι πάλιν τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν χρῆται.
κέληθʼ ὡς ἵππον ἐλαύνων.
ἡ διπλῆ ὅτι οἶδε μὲν ὁ ποιητὴς τὸν κέλητα, οὐκ εἰσάγει δὲ τοὺς ἥρωας αὐτῷ χρωμένους, εἰ μὴ ἐξ ἀνάγκης ἐν τῇ Δολωνείᾳ τὸν Διομήδην
καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο· ἡ δὲ γαλήνη.
Ἀρίσταρχος ἡ δὲ, ἄρθρον δεχόμενος τὸ η· οἱ δὲ ἀντὶ τοῦ καὶ
ὅτι ἐξ ἐπαναλήψεως τὰ ἄρθρα λαμβάνει.
ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας.
τὸ ἐγεγώνει ἀντὶ τοῦ εἰς ἀκοὰς ἐγένετο βοήσας τις ὥστε ἐξακουστὸν γενέσθαι βοήσαντά τινα
πρὸς τὸ γεγωνέμεν, ὅτι οὐ ψιλῶς ἐστι φωνεῖν, ἀλλʼ ἀκουστὸν φθέγγεσθαι
εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι.
ἡ διπλῆ ὅτι τὸ προτέρω ἀντὶ τοῦ εἴ που ἔμπροσθεν· καὶ περισσὸς ὁ κέ.
κλυτὸς Ἀμφιτρίτη.
ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὡς τὸ «κλυτὸς Ἱπποδάμεια» ἀντὶ τοῦ κλυτή. καὶ ὅτι ἐν θαλάττῃ ὢν λέγει ἐξ ἁλός.
παλιρρόθιον.
παλινόρμητον, εἰς τοὐπίσω φερόμενον
τὸν δʼ ἐσάωσεν ἐς ποταμοῦ προχοάς.
ἀντὶ ἀντωνυμίας τὸ ὄνομα· οὐ γὰρ εἶπεν εἰς τὰς ἑαυτοῦ προχοάς· ἡ διπλῆ οὖν παράκειται πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον.
κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση.
ἡ διπλῆ ὅτι οὐκ εἶπε θήλεια, ἀλλὰ θῆλυς ἀρσενικῶς, ὡς ποιητικώτερον
ἐξ ὁμόθεν πεφυῶτας ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
ἡ διπλῆ ὅτι πλεονάζει ἡ ἐξ πρόθεσις.
τὸ σχῆμα ἀντίπτωσις, ἵνʼ ᾖ, τὸν μὲν φυλίης, τὸν δʼ ἐλαίης. ἢ στικτέον μετὰ τὸ πεφυῶτας, ἵνα ἐν τοῖς ἑξῆς λείπῃ τὸ ἦν ῥῆμα, ὁ μὲν φυλίης ἦν, ὁ δὲ ἐλαίης
ὣς ὁ μὲν ἔνθα καθεῦδε.
ἡ διπλῆ περιεστιγμένη ὅτι Ζηνόδοτος γράφει ἐκάθευδε
εἷσεν δὲ Σχερίῃ.
ὅτι Σχερία ὠνομάσθη ἡ τῶν Φαιάκων γῆ καὶ οὐ Κέρκυρα, καὶ ὅτι ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης.
εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα.
τὰ φύσει λαμπρὰ
ὄφρα τάχιστα ἐντύνεαι.
ἀντὶ ὑποτακτικοῦ τοῦ ἐντύνηαι, ὡς καὶ ἐπὶ τοῦ «ἐπεὶ ἄρʼ κεν ἀμείψεται ἕρκος ὀδόντων» καὶ «ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν»
ἐφοπλίσαι, ἥ κεν ἄγῃσιν.
ἡ διπλῆ ὅτι τὸ ἄγῃσιν ἀντὶ τοῦ ἄγοι
ζῶστρά τε καὶ πέπλους.
ζῶστρα ἅπαξ εἰρημένον.
Οὐλυμπὸν δʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ.
ἡ διπλῆ ὅτι εἰ μὲν πρὸς τὸν οὐρανὸν τὸ ὅθι φασὶ, νῦν οὐκ ἔχει καλῶς. οὐδὲ γὰρ ἐπὶ τούτου διστάζει ὁ ποιητὴς λέγων, ὅθι φασίν· εἰ δὲ πρὸς τὸ καλούμενον οὕτως ὄρος, καλόν.
οὔτε χιὼν ἐπιπίλναται.
ἀχιόνιστον μὲν αὐτὸν ἀπὸ τῶν ἀνωτέρω μερῶν λέγει, ἀγάννιφον δὲ ἀπὸ τῶν κατωτέρω, τὸν μετὰ τὰ νέφη τόπον.
πέπταται ἀνέφελος.
νεφελῶν χωρίς· ἡ γὰρ κορυφὴ ἡ τοῦ Ὀλύμπου ἐπουράνιος καλεῖται. ὁ δὲ οὐρανὸς ὑφʼ Ὁμήρου ἀπὸ τῶν νεφελῶν ἑὼς τοῦ κατηστερισμένου τόπου συνωνύμως αὐτῷ τῷ κατηστερισμένῳ καλεῖται.
βῆ δʼ ἴμεναι διὰ δώμαθʼ.
ἡ διπλῆ ὅτι τὸ διὰ δώματα ἀντὶ τοῦ διὰ δωμάτων.
ἡ μὲν ἐπʼ ἐσχάρῃ.
ἡ διπλῆ ὅτι ἀντὶ τῆς παρὰ, ἵνʼ ᾖ παρὰ τῇ ἐσχάρᾳ
ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας.
ἐρχομένῳ πρὸς τοὺς κλειτοὺς βασιλῆας. τὸ μετὰ ἀντὶ τοῦ εἰς, ὅτι βασιλεῖς καὶ τοὺς κατὰ μέρος ἄρχοντας λέγει.
πάππα φίλʼ.
πάτερ. ψελλιζομένη ἐστί τις φωνή, προσφώνησις φιλοφρονητικὴ νεωτέρου πρὸς πρεσβύτερον.
ἵνα κλυτὰ εἵματʼ ἄγωμαι.
οὐ τὰ τότε, ἀλλὰ τὰ φύσει. ὡς ἐπὶ τοῦ «φαεινὴν ἀμφὶ σελήνην» οὐ τὴν τότε, ἀλλὰ τὴν φύσει. καὶ ἐπὶ τοῦ «πλήθει δή μοι νεκύων ἐρατεινὰ ῥεέθρα».
διπλῆ ὅτι ἄκαιρον τὸ ἐπίθετον.
καὶ δέ σοι αὐτῷ ἔοικε .. ἐόντα ... εἵματʼ ἔχοντα σοὶ ἐόντα, ἀντίπτωσις
ἐσθῆτα φαεινήν.
οὐ τὴν τότε οὖσαν φαεινήν· ῥερύπωται γάρ· ἀλλὰ τὴν φύσει καθαράν.
μήτηρ δʼ ἐν κίστῃ.
ἅπαξ ἐνταῦθα ἡ κίστη.
αἱ δʼ ἄμοτον τανύοντο.
ἡ διπλῆ ὅτι ἐκ τοῦ παρακολουθοῦντος τὸ ἔτρεχον, ὡς ἐκεῖ «οἱ δὲ πανημέριοι σεῖον ζυγόν»
ἔνθʼ ἤτοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρκαλὸν ὑπεκπρορέει.
σημειωτέον τὴν ἐναλλαγὴν τῶν χρόνων, οὗ μὲν ἦσαν, οὗ δὲ ῥέει. πρὸς ὃ ἡ διπλῆ.
εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
ὅτι καὶ ἐν Ἰλιάδι τὰ τοιαῦτα τηρεῖ, τὸ μὲν γὰρ ἐν ἡλίῳ ξηρᾶναι τερσῆναι λέγει, τὸ δὲ ἐν ἀνέμῳ ψῦξαι «τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων»
τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
ἡ διπλῆ ὅτι μεταβαλὼν τὸ «σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον» εἶπε «τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς», πᾶσαν παιδίαν μολπὴν λέγων. οἱ δὲ νεώτεροι τὴν ᾠδήν. ὅτι δὲ οὐκ ᾖδεν ἡ Ναυσικάα, ἀλλʼ ἐσφαίριζε, δηλοῖ τὸ «σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια»
ῥεῖα τʼ ἀριγνώτη πέλεται.
θῆλυς ἀϋτή.
οὐκ εἶπε θήλεια
σμερδαλέος δʼ αὐτῇσι φάνη.
λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
περιττὸς ὁ στίχος· οὐ γὰρ περὶ τῆς διανοίας αὐτῆς διστάζει, ἀλλὰ πῶς παρακαλέσει, πλησίον σταίη ἢ ἀφεστηκὼς αὐτῆς. καὶ Ἀθηνοκλῆς δὲ ὑπώπτευσε τὸν στίχον
ἐν τῷ περὶ Ὁμήρου
νέον ἀνερχόμενον.
ἡ διπλῆ ὅτι τὸ νέον ἀνερχόμενον ἀντὶ τοῦ νεωστὶ ἀνερχόμενον ὡς τὸ «νέον ἡβώωντα» Ι
ᾗ δὴ ἔμελλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
ὅτι οὐκ οἶδεν ὁ ποιητὴς τὸ μέλλεν. Ἀττικῶν γάρ ἐστι τῶν μεταγενεστέρων.
ἐκ δόρυ γαίης.
σημείωσαι ὅτι καὶ τὸ δένδρον δόρυ καλεῖ
ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε.
σημειοῦνταί τινες, ὅτι τὸ μὲν ἄγαμαι ἀντὶ τοῦ θαυμάζω, τὸ δὲ τέθηπα ἀντὶ τοῦ ἐκπέπληγμαι
τελέουσιν πάροιθεν.
ἡ διπλῆ ὅτι τὸ τελέουσι ἀντὶ τοῦ τελέσουσιν
σὲ ... ἐς πρώτην ἱκόμην.
ἡ διπλῆ ὅτι τὸ ἱκόμην ἀντὶ τοῦ ἱκέτευσα
οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτός.
ὁ ζῶν
οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ.
ὅτι σαφῶς ἐνταῦθα ἐκτετοπισμένην που καὶ ἐσχάτην τὴν τῶν Φαιάκων χώραν ὑφίσταται, οὐ τὴν Κέρκυραν
στῆθʼ οὕτω ἀπόπροθεν.
δεικτικῶς, οὕτως ὡς ἔχετε· ὡς κἀν τῷ Ἥφαιστε, πρόμολʼ ὧδε
ἄντην δʼ οὐκ ἂν ἔγωγε λοέσσομαι.
ἢ περιττεύει τὸ ἄν, ἢ τὸ λοέσσομαι ἀντὶ τοῦ λοεσσαίμην τέτακται
ταῦτα μάχονται τῷ ὑπὸ παρθένων ποιεῖν λουόμενον. λύοιτο δʼ ἂν τῇ λέξει, προσέθηκε γὰρ «μετελθών» οἷον ξένος ὤν. τάχα δʼ οὐδʼ ὅλως παρθένοι λούουσι. λέγεται γὰρ «τὸν δʼ ἐπεὶ οὖν δμῶαι λοῦσαν», ἀλλʼ οὐχὶ κοῦραι· καὶ περὶ τῆς Ἥβης γὰρ ἀμφισβητεῖται εἰ παρθένος ἦν· καὶ ἡ Ἑλένη λούοιτʼ ἂν Ὀδυσσέα.
κούρῃσιν ἐϋπλοκάμοισι μετελθών.
ἀντὶ τοῦ ἐπελθών
χρόα νίζετο ἅλμην.
ἡ διπλῆ πρὸς τὴν φράσιν τὸν χρόα τὴν ἅλμην ἀπενίζετο.
αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.
ἄμφω μὲν ἀθετεῖ Ἀρίσταρχος, διστάζει δὲ περὶ τοῦ πρώτου, ἐπεὶ καὶ Ἀλκμὰν αὐτὸν μετέλαβε παρθένους λεγούσας εἰσάγων «Ζεῦ πάτερ, αἲ γὰρ ἐμὸς πόσις εἴη».
πατρὸς ἐμοῦ πρὸς δῶμα.
ὅτι ἐν πᾶσι φέρεται ἐμοῦ, ἀλλʼ οὐκ ἐμεῦ. ὅμως ἐπί τινων ὁ Ζηνόδοτος ἐπὶ τὸ χεῖρον μετατίθησι.
ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν.
ὅτι ἀντὶ τοῦ προστακτικοῦ τοῦ ἔρδε· τὸ δὲ οὐκ ἀπινύσσειν οὐκ ἀπίνυτος εἶναι, ὡς καὶ ἐν Ἰλιάδι «κῆρ ἀπινύσσων» τὸ κῆρ ἀπίνυτος ὤν.
ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν.
ἡ διπλῆ ὅτι τὸ ἴομεν ἀντὶ τοῦ ἴωμεν· συνέσταλται γάρ.
καρπαλίμως ἔρχεσθαι.
ἡ διπλῆ ὅτι ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ τέθεικεν.
καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν.
ἤ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν
οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
ἀνδράσι μίσγηται πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
ἀθετοῦνται στίχοι ιδʹ ἕως «ἀνδράσι μίσγηται» ὡς ἀνοίκειοι τῷ ὑποκειμένῳ προσώπῳ. —εἴρηται οὖν τοῦτο διὰ τῶν πρὸ αὐτῶν βʹ στίχων, τῶν «ἀλεείνω φῆμιν ἀδευκέα».
πατρὸς ἐμοῖο.
τέμενος τεθαλυῖα τʼ ἀλωή.
ἡ διπλῆ ὅτι τέμενος λέγεται ἡ ἀποτετμημένη γῆ
ἡ διπλῆ ὅτι ἀλωὴ λέγεται ἡ δενδροφόρος γῆ.
ἴμεν ἐς πόλιν, ἠδʼ ἐρέεσθαι.
ἡ διπλῆ ὅτι τὸ ἴμεν ἀντὶ τοῦ ἴθι καὶ τὸ ἐρέεσθαι ἀντὶ τοῦ ἐρώτησον
δώματα Φαιήκων .. ... ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή·
κεκύθωσιν ὅμοιον τῷ λελάχωσιν. προειπὼν δὲ δώματα ἐπήνεγκε δόμος, πρὸς ὃ ἡ διπλῆ.
ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ.
ἡ διπλῆ ὅτι τὸ ἐπʼ ἐσχάρῃ ἀντὶ τοῦ παρὰ ἐσχάρῃ.
εὖ δὲ πλίσσοντο πόδεσσιν.
πλίσσοντο ἅπαξ λεγόμενον.
γρηῢς Ἀπειραίη.
ὅτι συνέστειλεν Ἰακῶς καὶ ἑξῆς «τήν ποτʼ Ἀπείρηθεν»
ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
ἀθετεῖ Ζηνόδοτος· ἤδη γὰρ εἶπε «δαῖε δέ οἱ πῦρ».
ἡ διπλῆ διὰ τὴν διαφορὰν τοῦ εἴσω πρὸς τὸ ἔνδον.
ἡ διπλῆ ὅτι δόρπον λέγει τὴν ἑσπερίνην τροφήν. δεῖ γὰρ νοεῖν, ὅτι ἑσπέρας εἰσῆλθεν ἡ Ναυσικάα
πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι.
ὅτι τῷ Ὀδυσσεῖ περιέθηκε σκότος, οὐ τοῖς Φαίαξιν, ὡς ἐν τοῖς ἑξῆς Ζηνόδοτος ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ.
καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος.
Ἀρίσταρχος μὲν ἀντὶ τοῦ ταλαίπωρος, τινὲς δὲ ἀντὶ τοῦ ξένος καὶ πόρρωθεν πεπερακὼς, ἢ μακρόθεν ἀφιγμένος
τηλόθεν ἐξ ἀπίης γαίης.
ὅτι ἀπίαν λέγει τὴν πολὺ ἀφεστῶσαν γῆν, οὐ τὴν Πελοπόννησον, ὡς οἴονται οἱ νεώτεροι.
οὐδʼ ἀγαπαζόμενοι φιλέουσι.
ἡ διπλῆ ὅτι τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. τὸ δὲ φιλέουσι μετὰ στοργῆς ξενίζουσι.
τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
ἡ διπλῆ ὅτι ἐντεῦθεν τὸ παροιμιῶδες «διέπτατο δʼ ὥστε νόημα» ἔκ τε τούτων καὶ τῶν κατὰ τὴν Ἰλίαδα «ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος» συγκεῖται, οὐκ ὂν παρʼ οὐδενὶ ποιητῇ.
ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ διʼ αὐτῶν
ἥ ῥά οἱ ἀχλὺν κατέχευε.
ἡ διπλῆ περιεστιγμένη ὅτι Ζηνόδοτος ἥ σφισιν ἀχλὺν γράφει, οὐκ εὖ. ἐν γὰρ τοῖς ἑξῆς φησιν «καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ».
τοῖσι δὲ μύθων ἦρχε.
ὅτι δύο ὄντων «τοῖσι» εἶπε· καὶ περισσὸς ὁ δέ
δήεις δὲ διοτρεφέας βασιλῆας.
ἡ διπλῆ ὅτι βασιλεῖς καὶ τοὺς κατὰ μέρος ἄρχοντάς φησιν.
ὑπερθύμοισι Γιγάντεσσιν.
ὡς ἔθνους τινὸς τῶν γιγάντων μέμνηται γενναίου καὶ ὑπερηφάνου. τὰ δὲ παρὰ τοῖς νεωτέροις οὐκ οἶδεν, οὔδʼ ὡς ἦσαν ἐκτράπελοί τινες καὶ ὀφιόποδες, οἵους αὐτοὺς ἀναζωγραφοῦσιν, οὔτε ὡς Φλέγραν ᾤκησαν, οὔτε ὅτι θεοῖς ἐμαχέσαντο
νύμφων ἐν μεγάρῳ.
πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην.
ὅτι ἑνικῶς τὰς Ἀθήνας
ὑποπτεύεται ὁ τόπος, ὡς καὶ Χαῖρίς φησιν ἐν Διορθωτικοῖς,
πεντήκοντα δέ οἱ δμῳαὶ
αἱ μὲν ἀλετρεύουσι, αἱ δὲ ἵστους ὑφῶσι.
πρὸς τὸ σχῆμα, ὅτι ἀντὶ τοῦ δμωῶν αἱ μὲν .. αἱ δέ.
ἀλετρεύουσι.
ὅτι ἤλλακται ὁ χρόνος ἀλετρεύουσι ἀντὶ τοῦ ἠλέτρευον.
καιροσέων δʼ ὀθονέων.
ὅτι καὶ ἐπὶ ἐρίων ὀθόναι λέγεται
ἀλωή.
ἀλωὴ νῦν ἡ ἀμπελόφυτος γῆ. ἐρρίζωται δέ, πεφύτευται. ἡ δενδροφόρος γῆ.
ἕτεραι δʼ ὑποπερκάζουσιν.
ἡ διπλῆ πρὸς τὸ ἕτερον, ὅτι ἐπὶ δύο. ἐπὶ δὲ τοῦ τρίτου ἄλλας
τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα
ἡ διπλῆ ὅτι κατὰ τοῦ οὐδετέρου τὸ πληθυντικόν τοῖα τόσα ἔσαν, ὡς «σπάρτα λέλυνται»
σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ ἀργεϊφόντῃ,
ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
ἡ διπλῆ πρὸς τὸ ἔθος. καὶ ὅτι κοίτου ἀρσενικῶς φησι.
βῆ διὰ δῶμα.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ διὰ τοῦ δώματος
πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη.
ὅτι τῷ Ὀδυσσεῖ περιέχεεν, οὐ τοῖς Φαίαξιν, ὡς Ζηνόδοτος.
ἕζετʼ ἐπʼ ἐσχάρῃ.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ παρʼ ἐσχάρῃ.
ἥρως Ἐχένηος.
ὁ ποιητὴς πλάττει τοῦτο τὸ ὄνομα· ἀπὸ γὰρ τοῦ ἔχειν τὴν νῆα ἐκάλεσε τοῦτον Ἐχένηον ὅτι τὰ πλείω τῶν Φαιακικῶν ὀνομάτων ναυτικὰ ἔκ τε νεῶν καὶ θαλάσσης εἰλημμένα.
Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικεν.
ἡ διπλῆ ὅτι τὸ οὐ κάλλιον ἀντὶ τοῦ οὐ καλόν.
παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
ἀθετεῖται τὸ ἔπος ὡς ἀσύμφωνον τῇ τοῦ Ὁμήρου συνηθείᾳ. οὐ γὰρ ποιεῖ τὰς τραπέζας ἀφαιρουμένας παρόντων τῶν δαιτυμόνων, ἀλλὰ μετὰ τὴν ἀπαλλαγήν.
πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι.
ἀντὶ τοῦ πρὶν αὐτόν. ὡς περὶ ἑτέρου λέγει
πείσεται ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε.
γενικόν ἐστι τὸ αἶσα, εἶτα εἰδικὸν τὸ κλῶθες, ὡς «ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον». τὸ μὲν γὰρ γενικὸν, τὰ δὲ εἰδικά.
ἥ τʼ ἐκέλευσε ἕο μνήσασθαι ἀνάγκῃ.
ἡ διπλῆ περιεστιγμένη ὅτι Ζηνόδοτος ἑοῦ γράφει ἀντὶ τοῦ ἑαυτῆς. τοῦτο δὲ σύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ.
ὑμεῖς δʼ ὀτρύνεσθαι.
ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ὅπερ ἀγνοῶν Ζηνόδοτος γράφει ὀτρύνεσθε
τίς πόθεν εἶς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
ὅτι πρὸς τὸ τελευταῖον ἀποκρίνεται μόνον «τίς τοι τάδε εἵματʼ ἔδωκεν.»
ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας γράφεται ἐλάσας
ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσηςἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃνῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼναίει εὐπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσαἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκενθήσειν ἀθάνατον καὶ ἀγήρων ἤματα πάντα.ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
ἀθετοῦνται στίχοι ηʹ. ὕστερον γὰρ ταῦτα λέγεται· εἰ δὲ προείρητο, οὐκ ἂν ἐπαλιλλόγει.
ὅτι οὕτως δεῖ γράφειν διέτμαγεν ὡς κόσμηθεν, ἵνʼ ᾖ διετμάγησαν παθητικῶς. τὸ γὰρ διέτμαγον ἐνεργητικόν ἐστιν.
δύσετό τʼ ἠέλιος.
Ἀρίσταρχος γράφει δείλετο, ὅ ἐστιν εἰς δείλην ἐκλίνετο. πρὸ δυσμῶν γάρ, φησὶ, συνέτυχε τῇ Ναυσικάᾳ ὁ Ὀδυσσεύς
ὡς οὐκ ἂν ἔλποιο.
οὕτως Ὁμηρικὸν τὸ τῆς ἑρμηνείας. ἀντὶ γὰρ τοῦ ἔλποιτο
ἦγεν ἐς ἡμέτερον.
οὕτως ἡμετέρου. Ἀττικὸν δὲ τὸ σχῆμα ὡς ἐς διδασκάλου
αἲ γὰρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐών, οἷός ἐσσι, τά τε φρονέων, ἅ τʼ ἐγώ περ,
παῖδα τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔτις ἐρύξει
Φαιήκων. μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
τοὺς ἓξ Ἀρίσταρχος διστάζει Ὁμήρου εἶναι. εἰ δὲ καὶ Ὁμηρικοὶ εἰκότως αὐτοὺς περιαιρεθῆναί φησι. πῶς γὰρ ἀγνοῶν τὸν ἄνδρα μνηστεύεται αὐτῷ τὴν θυγατέρα καὶ οὐ προτρεπόμενος, ἀλλὰ λιπαρῶν;
εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἐστʼ Εὐβοίης
ἐκτετόπισται τὰ τῆς πλάνης. τῆς γὰρ Σχερίας πόρρω φησὶ τὴν Εὔβοιαν. ἴδιον τοῦτο τῶν ἀπείρων τῆς Ἑλλάδος.
τοῖσιν δʼ ἡγεμόνευε.
ἡ διπλῆ ὅτι τὸ τοῖσιν ἀντὶ γενικῆς
δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες.
ἡ διπλῆ ὅτι ἰδίως ἐξενήνοχε. τὸ γὰρ δεῦτε πληθυντικῶς φήσας τὸ ἄγε ἑνικῶς εἶπε.
ὄφρα ξείνοιο πύθησθε.
ἡ διπλῆ ὅτι ἐλλείπει ἡ περὶ, ἵνα ᾖ περὶ τοῦ ξείνου
ἀγοραί τε καὶ ἕδραι.
ἡ διπλῆ ὅτι ἀντὶ ἑνικοῦ τοῦ ἀγορά· προεῖπε γοῦν εἰς ἀγορὴν ἰέναι καὶ «ἐνθάδε τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς».
θηήσαντο ἰδόντες.
ἡ διπλῆ ὅτι σαφῶς νῦν τὸ ἐθηήσαντο ἀντὶ τοῦ ἐθαύμασαν· ἐπιφέρει γοῦν ἰδόντες.
δεινός τʼ αἰδοῖός τε, καὶ ἐκτελέσειεν ἀέθλους
πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
τοὺς κατὰ Ἰθάκην πόνους πληθυντικῶς εἶπε τὸν τοῦ δίσκου ἆθλον· Κράτης δὲ τοὺς κατὰ Ἰθάκην ἤκουσε πόνους ἀθετεῖ Ζηνόδοτος· οὐ γὰρ πολλοὺς ἐτέλεσεν ἐν Φαιακίᾳ, ἀλλʼ ἐδίσκευσε μόνον
ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων ἀνθρώπων.
οὐ προσέθηκεν ἄρκτον καὶ μεσημβρίαν ὅτι ἁπλούστερον οἱ ἀρχαῖοι διῄρουν τὸν κόσμον, εἴς τε ἀνατολὴν καὶ δύσιν
ὅτι δύο διαστάσεις οἶδεν Ὅμηρος κοσμικὰς ἀνατολὴν καὶ δύσιν.
θοὴν ἀλεγύνετε δαῖτα.
ἡ διπλῆ ὅτι τὸ θοὴν ἀντὶ τοῦ θοῶς, ὡς «λῦσεν ἀγορὴν αἰψήρην» καὶ ὅτι ἐκ τοῦ περὶ αὐτῶν εἰς τὸν πρὸς αὐτοὺς λόγον μετῆλθεν
κῆρυξ δὲ μετʼ ᾤχετο θεῖον ἀοιδόν.
ἡ διπλῆ ὅτι ἡ μετὰ ἀντὶ τῆς ἐπί· ᾤχετο ἐπὶ τὸν θεῖον ἀοιδόν
νεῖκος Ὀδυσσῆος καὶ Πηλείδεω Ἀχιλῆος.
χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
ἐν ἐνίαις τῶν ἐκδόσεων οὐκ ἐφέροντο. διὸ ἀθετοῦνται
ἐπέτοντο κονίοντες πεδίοιο.
ἡ διπλῆ ὅτι ἐλλείπει ἡ διά, ἵνʼ ᾖ διὰ πεδίου
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
οὔτε Ἀρίσταρχος οὔτε Ἀριστοφάνης οὔτε Ζηνόδοτος ἐπίστανται τοῦτον τὸν στίχον.
Λαοδάμα, τί με ταῦτα κελεύετε;
ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι.
ἡ διπλῆ ὅτι περιττὸς ὁ καί
φόρτου τε μνήμων.
τοῦτό τινες σημειοῦνται πρὸς τὸ ἀγνοεῖν γράμματα τοὺς ἥρωας· τῇ γὰρ μνήμῃ φασὶ τὰ ἐγκείμενα κατέχειν διὰ τὸ ἀπείρως ἔχειν γραμμάτων. ὅθεν καὶ τοὺς Φοίνικας ἐμπόρους ὑπὸ τῆς χρείας αὐτῆς ἐπὶ τὴν τῶν γραμμάτων εὕρεσιν ἐλθεῖν
ἦ ῥα.
καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον. σὺν τῷ ἱματίῳ, ὡς εἶχεν σὺν αὐτῷ τῷ φάρει
τόν ῥα περιστρέψας ἧκε.
ἡ διπλῆ ὅτι ὁ δίσκος ἐκ μέσου σχοῖνον εἶχεν
λᾶος ὑπὸ ῥιπῆς. ὁ δʼ ὑπέρπτατο σήματα πάντων.
εὐλόγως ἔστιν «ὑπέρβαλε σήματα πάντων», πλείονες γὰρ δισκεύουσιν.
πάντα γὰρ οὐ κακός εἰμι μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι
σημειωτέον, ὅτι τῷ ἆθλα οὐδετέρῳ ἀρσενικὸν ἐπήγαγε τὸ ὅσσοι
ἐριζέμεν οὐκ ἐθελήσω.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ οὐ δυνήσομαι, ὡς τὸ «οὐδʼ ἔθελε προρέειν».
οὐδʼ Εὐρύτῳ Οἰχαλιῆι.
ἡ Οἰχαλία πόλις Θεσσαλίας
οὐ γὰρ πυγμάχοι εἰμέν.
ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
παίσατε ..
Ζηνόδοτος παίσατον εἶπεν, οὐ κακῶς.
αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν.
οἱ μὲν τὸ πάντες κατὰ παρολκήν φασι κεῖσθαι, ὡς καὶ ἀλλαχοῦ τὸ «δέκα πάντα τάλαντα» καὶ τὸ «οἱ δʼ ἐννέα πάντες ἀνέσταν»
λείηναν δὲ χορόν.
τὸ χωρίον, ἐν ᾧ ἔμελλον ὀρχεῖσθαι, χορόν ἐκάλεσεν οὐ τὸ σύστημα τῶν χορευόντων.
πέπληγον.
Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀριστόνικος οὐ Σικελικὰ ταῦτα, ἀλλὰ ἀναδιπλώσεις Ἰακὰς βούλεται εἶναι κατὰ τὸ κεκάμω καὶ λελάβω. πρὸς τὸν ἀναδιπλασιασμόν.
Ἀριστοφάνους Σχόλια σημειοῦται ταῦτα ὁ Μόχθος πρὸς τοὺς ἀθετοῦντας τὴν ἐν Ὀδυσσείᾳ Ἄρεως καὶ Ἀφροδίτης μοιχείαν. ἀλλʼ οὐχ Ὁμήρου τὸ ἔγκλημα.
ἥλιος.
ἅπαξ εἴρηται ἥλιος· ἠέλιος γὰρ ἀεί φησιν Ἰακῶς, τὸ η εἰς ηε.
βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα.
ἡ διπλῆ ὅτι οὐκ οἶδεν ὁ ποιητὴς τὸν Ἥφαιστον ἐργαζόμενον ἢ ἐν Λιπάρᾳ τῆς Σικελίας τῶν Αἰολίδων νήσων, ἢ ἐν Λήμνῳ, ἀλλʼ ἐν Ὀλύμπῳ· καὶ γὰρ καὶ τὴν ἀσπιδοποιίαν ἐκεῖ λέγει γεγενῆσθαι.
ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν.
τοῖς κλινοποδίοις· ἑρμὶς ὁ τῆς κλίνης ποῦς ὁ δὲ Ἀρίσταρχός φησιν, ἑρμῖνας ἐκάλουν τοὺς πόδας τῶν κλινῶν, οὗτοι δὲ ἦσαν σφηνοειδεῖς τῇ κατασκευῇ· τῶν ἅπαξ εἰρημένων.
εἴσατʼ ἴμεν.
ὥρμησεν ἀπίεναι
ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ ..
ἀντὶ τοῦ ἀορίστου· τὸ γὰρ ἐρχομένη ἐνεστῶτος καὶ παρατατικοῦ
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
Σίντιες ἐκαλοῦντο οἱ Λήμνιοι
ἀλλὰ τοκῆε δύω.
Ἡσίοδος ἐκ μόνης τῆς Ἥρας γενέσθαι τὸν Ἥφαιστον. κἀκεῖνο δʼ ἱκανὸν «τόν τοι φίλος υἱὸς ἔτευξεν Ἥφαιστος».
ἐν ἐνίοις ἀντιγράφοις οἱ δέκα στίχοι οὐ φέρονται διὰ τὸ ἀπρέπειαν ἐμφαίνειν. νεωτερικὸν γὰρ τὸ φρόνημα
ἐν ἐνίοις ἀθετοῦνται,
ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτηἐς Πάφον· ἔνθα δέ οἱ τέμενος.
πόλις Κύπρου· ἀπὸ γενικοῦ εἰς τὸ εἰδικόν· ὁ δὲ ἀντὶ τοῦ γάρ, ἔνθα γάρ οἱ Ἴδην δʼ ἵκανεν Γάργαρον, καὶ δύο γενέσεις Χαρίτων
ἠμὲν ἀπείλησας ..
ἐπηγγείλω· «οὐδʼ ἠπείλησεν ἄνακτι»
δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατὰ δῆμον·
θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς.
κῆρυξ, τῆ δὴ, τοῦτο πόρε κρέας.
τὸ τῆ ῥῆμα προστακτικόν ἐστι παρὰ ποιηταῖς εἰρημένον χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ ἀντὶ τοῦ λάβε
ἥρῳ Δημοδόκῳ.
ὅτι δισυλλάβως καὶ ἐν Ἰλιάδι ἥρῳ
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ.
Ἀρίσταρχος διαπλῆξαι, ὡς ἀλλαχοῦ «τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοί».
εἴρερον εἰσανάγουσι.
εἴρερον ἅπαξ εἰρημένον
ἀντὶ κασιγνήτου ξεῖνος.
ὅτι τὸ ἀντὶ κασιγνήτου ἀντὶ τοῦ ἴσος κασιγνήτῳ
οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν.
τοῦτο φανερὸν ὅτι ἐκτετόπισται ἡ πλάνη. διὸ μὴ χρῄζειν τὰς ναῦς τῶν κυβερνητῶν, ἀλλʼ αὐτὰς τὸν πλοῦν ἐπίστασθαι
ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαιἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.φῆ ποτὲ Φαιήκων ἀνδρῶν εὐεργέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν·ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν.
ἀθετοῦνται· οἰκειότερον γὰρ ἐν τοῖς ἑξῆς, ὅταν ἴδωσι τὴν ναῦν ἀπολελιθωμένην ὑπὸ τοῦ Ποσειδῶνος ὥστε ἀναμιμνήσκονται ἐκ τοῦ ἀποτελέσματοσ, ὥσπερ ὁ Κύκλωψ ὑπὸ τοῦ .... ἀναμιμνήσκεται καὶ ἡ Κίρκη «ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι». καὶ ἐνταῦθα δὲ παλιλλογοῦνται εἰ δὲ ἔμαθε Ὀδυσσεὺς τὸν χρησμὸν, οὐκ ἂν αὐτοῖς ἐμήνυσε τὰ ὑπὲρ αὐτοῦ, οὐδὲ Ἀλκίνοος ἔπεμψεν αὐτὸν ὑπερβολῇ φιλοξενίας
ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι ἡμῖν.
ἡ διπλῆ ὅτι τὸ ἀγάσασθαι νῦν ἀντὶ τοῦ φθονῆσαι
ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο.
ἡ διπλῆ ὅτι σαφῶς ἐκ τούτου δηλοῦται ὅτι πηὸς ὁ κατʼ ἐπιγαμίαν οἰκεῖος οὐχ ὁ φίλος ἢ ἑταῖρος, ὡς οἱ πολλοὶ τῶν γλωσσογράφων· ἐπιφέρει γοῦν ἀντιδιαστέλλων «ἢ πού τις καὶ ἑταῖρος ἀνήρ» ὁρισμὸν ποιῶν.
ὃς πᾶσι δόλοισιν ἀνθρώποισι μέλω.
ἡ διπλῆ ὅτι παρεῖται ἡ διὰ καὶ ἡ δοτικὴ ἀντὶ αἰτιατικῆς κεῖται· διὰ δόλους γὰρ μέλω· ὅμοιόν ἐστι τῷ «σοὶ πάντες μαχόμεθα» τουτέστι διὰ σέ
ναιετάω δʼ Ἰθάκην εὐδείελον· ἐν δʼ ὄρος αὐτῇ.
σύνηθες αὐτῷ τὰ ὄρη χωρίζειν τῆς γῆς. προεῖπε γὰρ τὴν Ἰθάκην καὶ ἐπήγαγε περὶ τοῦ ὄρους
Σάμη.
ἡ διπλῆ ὅτι τὴν Σάμην ἐν ἄλλοις Σάμον λέγει· «οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο»
ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον. ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήωνγίγνεται, εἴ περ καί τις ἀπόπροθε πίονα οἶκον.
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν
Ἰσμάρῳ.
ἡ μὲν χώρα Κικονία—ἔστι δʼ αὐτὴ τῆς Θράκης— ἡ δὲ πόλις Ἴσμαρος. τῷ γὰρ γενικῷ τὸ εἰδικὸν ἐπήγαγεν, ὡς τὸ «ἡ δʼ ἄρα Κύπρον ἵκανεν, εἰς Πάφον». πορθεῖ δὲ τοὺς Κίκονας, ὅτι συνεμάχησαν τοῖς Τρωσί.
δασσάμεθʼ, ὡς μὴ τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
διερῷ ποδὶ φευγέμεν ἡμέας.
οἱ δὲ τῷ ζῶντι οἱ δὲ διερῷ τῷ ὀξεῖ καὶ ταχεῖ.
οἵ σφιν γείτονες ἦσαν.
ἐπισημαίνονται ἐν Ἰλιάδι γείτονα μὴ ὠνομάσθαι, ἐν δὲ Ὀδυσσείᾳ νῦν δὲ κἀκεῖ «ὣς οἱ μὲν δαίνυντο γείτονες ἠδὲ ἔται Μενελάου»
Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
ἡ διπλῆ ὅτι τὸ κλῖναν ἀντὶ τοῦ κλιθῆναι ἠνάγκασαν.
ἔνθεν δὲ προτέρω πλέομεν.
ἡ διπλῆ ὅτι τὸ προτέρω ἀντὶ τοῦ εἰς τοὔμπροσθεν. καὶ ἑξῆς ὁμοίως «οὐδʼ ἄρα μοι προτέρω νῆες κίον»
νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην ... λαίλαπι θεσπεσίῃ.
ἡ διπλῆ ὅτι ἐλλείπει ἡ σύν πρόθεσις, σὺν λαίλαπι
ὀρώρει δʼ οὐρανόθεν νύξ. νύκτα οὐδέποτε ἐξ Ὀλύμπου ἐρεῖ γεγονέναι ὁ ποιητής.
περιγνάμπτοντα Μάλειαν.
ἡ διπλῆ ὅτι νῦν ἑνικῶς Μάλειαν, ἑτέρωθι δὲ πληθυντικῶς «ἀλλʼ ὅτε δή ῥα ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι»
Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων.
ἢ τῶν μεγαλοφυῶν τῷ σώματι—τῶν δισήμων γὰρ ἡ λέξις— ἀθεμίστων δὲ τῶν νόμοις μὴ χρωμένων φησὶ γὰρ «θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχων». εἰ γὰρ ἦν ἀθεμίστων ἀντὶ τοῦ ἀδίκων, πῶς λέγει «οἵ ῥα θεοῖσι πεποιθότες»; εἰ δʼ εἴπῃ τις, καὶ πῶς ὁ Πολύφημός φησιν «οὐ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσι», σκοπείτω τὸ πρόσωπον, ὅτι Πολυφήμου ἐστὶ τοῦ ὠμοφάγου καὶ θηριώδους. καὶ Ἡσίοδος «ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεινοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην». ὥστε Πολύφημον μόνον λέγει ὑπερήφανον καὶ ἄδικον, τοὺς δὲ λοιποὺς πάντας Κύκλωπας εὐσεβεῖς καὶ δικαίους καὶ πεποιθότας τοῖς θεοῖς, ὅθεν καὶ ἀνῆκεν αὐτοῖς αὐτομάτως ἡ γῆ τοὺς καρπούς
τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες
ἀθεμίστους λέγει οὐχ ὡς ἀδίκους, ἀλλʼ ὡς μὴ θέμιδος ἤτοι νόμου χρῄζοντας εἰς εὕρεσιν τοῦ καλοῦ. ἦσαν γὰρ ἀγαθοί
νῆσος ἔπειτα λάχεια.
Ζηνόδοτος τὴν βραχεῖαν, γράφων διὰ τοῦ ε, ἐλάχεια.
ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη.
ἀορασία ἢ ἀχλύς ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ.
ὦρσαν δὲ νύμφαι αἶγας ὀρεσκῴους ἵνα δειπνήσειαν ἑταῖροι.
ὅμοιόν ἐστι τῷ «οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε» τὰ γὰρ συμβεβηκότα ὡς αἴτια λαμβάνει
καπνόν τʼ αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶνσπονδεῖος ὅλος ὁ στίχος
ὡς εἰπὼν ἀνὰ νηὸς ἔβην.
ἰδίως εἶπεν ἀντὶ τοῦ ἀνὰ τὴν ναῦν ἔβη
μῆλʼ, ὄιές τε καὶ αἶγες.
ἡ διπλῆ ὅτι προτάξας τὸ γένος ἐπήνεγκε τὸ εἶδος
ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ οἴας·
ὅν μοι ἔδωκε Μάρων ἱρεὺς Ἀπόλλωνος.
ταῦτα σημειοῦνταί τινες πρὸς τὸ μὴ παραδιδόναι Ὅμηρον Διόνυσον οἴνου εὑρέτην, τὸν δὲ Μάρωνα οὐ Διονύσου, ἀλλʼ Ἀπόλλωνος ἱερέα, διʼ ὅλης τῆς ποιήσεως οἴνου μνημονεύων· ἡ δʼ ἀπότασις πρὸς Ἡσίοδον λέγοντα τὸν Μάρωνα εἶναι Οἰνοπίωνος τοῦ Διονύσου
χωρὶς δʼ αὖθʼ ἕρσαι.
Ἐτυμολογικὸν τὸ Μέγα ἕρσαι αἱ ἐν ἔαρι γεννηθεῖσαι ἢ αἱ ἁπαλαὶ καὶ τελείως νέαι, μεταφορικῶς ὡς Ἀριστόνικος ἐν σημείοις.
ἐκ τούτων ἡ δικαιοσύνη τῶν Κυκλώπων δήλη, ἐκ τοῦ ἀμελῶς εὑρεθῆναι τὸ σπήλαιον πλῆρες ὂν τυρῶν τε καὶ θρεμμάτων. ᾔδει γὰρ ὁ Κύκλωψ ὅτι οὐδεὶς ὑφαιρήσεται τῶν ἐπιχωρίων
ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοί
τυρῶν αἰνύμενοι φάγομεν.
ἐθύσαμεν ἀπὸ τῶν τυρῶν. παλαιὸν γὰρ ἔθος τὸ τῶν ἀπαρχῶν θύειν. «ὁ δʼ ἐν πυρὶ βάλλε θυηλάς».
τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
Εὐστάθιος ὁ Θεσσαλονίκης ὅτι τὴν τοῦ σπηλαίου εἴσοδον ἤτοι τὸ περὶ αὐτὴν διάστημα θύραν ὁ ποιητής ἐνταῦθα λέγει, καθά που καὶ ἐν Ἰλιάδι πύλας τὸν τόπον περὶ ὃν αἱ πύλαι,
πονησάμενος τὰ ἃ ἔργα.
πονηθεὶς τὰ αὑτοῦ ἔργα, ὅ ἐστι περιγενόμενος, τοῦτο γὰρ ὁ πόνος παρὰ τῷ ποιητῇ
ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
ἦ τι κατὰ πρῆξιν, ἦ μαψιδίως ἀλάλησθε
οἷά τε ληιστῆρες ὑπὲρ ἅλα, τοί τʼ ἀλόωνται
ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
ἄλλην ὁδὸν, ἄλλα κέλευθα ἤλθομεν.
ἐκ παραλλήλου τὸ αὐτό· τὰ γὰρ δύο ἓν σημαίνουσιν
ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα ἱκόμεθʼ, εἴ ..
ἱκέται ἐσμὲν παρὰ τὰ σὰ γούνατα παραγενόμενοι
οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν.
τὸ ἴδιον ἁμάρτημα ἑαυτοῦ ὁ Πολύφημος κοινὸν ποιεῖται· ὅτι γὰρ οἱ ἄλλοι Κύκλωπες οὐκ ἦσαν ἄθεοι, φησὶ «νοῦσον δʼ οὔπως ἐστὶ Διὸς μεγάλου ἀλεύασθαι»
ἐμπλήσατο νηδύν
ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων.
εἰς ἔμφασιν τοῖς παρατατικοῖς κέχρηται ἀδιαλείπτως ἐσθίοντος καὶ πίνοντος· καὶ τὸ «ἀνδρόμεα» μεῖζον τοῦ ἀνθρώπεια. καὶ τὸ «κεῖτο» ἐμφαντικῶς. οὐ γὰρ ἂν ἐκ προνοίας ἀνεκλίθη, ἀλλὰ κατηναγκασμένην ἀνατροπὴν σημαίνει τὸ ῥῆμα.
Κύκλωψ, τῆ, πίε οἶνον.
ἡ διπλῆ ὅτι τὸ τῆ ἀντὶ τοῦ λάβε.
ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.
χερσὶν ἀλύων. νῦν ἀντὶ τοῦ ἀδημονεῖν, ἐν δὲ τοῖς μετὰ ταῦτα ἀντὶ τοῦ χαίρειν, ὡς τὸ «ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας». μέση γὰρ ἡ λέξις
ὅσσον τε γέγωνε βοήσας.
ὅσον ἐξακούεται φωνὴ ἀνδρός.
τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
οὗτος ὁ στίχος συντάσσεται ἀπὸ τοῦ στίχου τοῦ ἀρχομένου «πλημμυρίς» διὸ ἐν μὲν τοῖς πρώτοις στίχοις τὸ «τυτθὸν ἐδεύησεν οἰήιον ἄκρον ἱκέσθαι» ἀστέρα ἔχει μετὰ ὀβέλου· ὡς ἄριστον μὲν ἔπος ὂν ἐκεῖθεν δὲ ὀβελιζόμενον. ἐν δὲ τοῖς δευτέροις στίχοις ἀστέρα μόνον ἔχει ὡς ἐκεῖ ἄριστα κείμενον.
βαλὼν βέλος.
βλῆμα· νῦν γὰρ τὸν βληθέντα λίθον λέγει
ἔσκε τις ἐνθάδε μάντις.
ἐκ τούτου νοητέον ὅτι δεισιδαίμονες οἱ Κύκλωπες, ὅτι ὑπήκουον βουλήμασι θεῶν, καὶ οὐκ ἀπέκτεινον τοὺς προλέγοντας αὐτοῖς τινα παρὰ θεῶν ἐσόμενα
τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ.
ἡ διπλῆ ὅτι οὐ τὰς Αἰόλου νήσους νῦν λεγομένας, ἀλλά τινα ἄλλην ἐκτετοπισμένην νῆσον λέγει.
πλωτῇ ἐνὶ νήσῳ.
ὁ Ἀρίσταρχος πλωτῇ ἀντὶ τοῦ φορητῇ, οἷον περιφερομένη, ὡς ποτὲ μὲν ἐν τοῖς δεξιοῖς μέρεσι, ποτὲ δὲ ἐν τοῖς ἀριστεροῖς ὁρᾶσθαι, οἷον δή τι καὶ περὶ τὴν Δῆλον ἱστορεῖ Πίνδαρος λέγων οὕτως «ἦν γὰρ τὸ πάροιθε φορητὰ κυμάτεσσι Δᾶλος παντοδαπῶν τʼ ἀνέμων ῥιπαῖς» οἰκειότερον γάρ φησι μὴ ἐρριζῶσθαι τῶν ἀνέμων νῆσον.
καὶ ἐξερέεινεν ἕκαστα, Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν.
περὶ τῆς Ἰλίου, περὶ τῶν νεῶν τῶν Ἀργείων, περὶ τοῦ νόστου τῶν Ἀχαιῶν
κατέδησε κέλευθα.
Ἰωνικῶς τὰς κελεύθους κέλευθα εἶπε
πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλά
ληίδος.
ὅτι διῃρημένως ἀναγνωστέον. βούλεται γὰρ λέγειν Τρωικῆς λείας, ὡς ὅτε «οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Τρωϊάδος»
αὖτις ἐπʼ Αἰολίην νῆσον .. ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν ὅτι τὴν νῆσον ἤπειρον εἶπε κατὰ τὴν διαίρεσιν τοῦ ὑγροῦ, ὡς εἰ ἔλεγεν ἐπὶ τὴν γῆν ἔβημεν
ὡς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσιν.
Ζηνόδοτος «μαλακοῖσιν ἀμειβόμενος» γράφει. καὶ ἔστι χαριεστάτη ἡ γραφή· οὐ καθάπτεται γὰρ αὐτὸν, ἀλλʼ ἱκετεύει.
ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ εἰσεῖχον, ὡς μὴ συγχεῖσθαι τὸ ἔνδον· τὸ δὲ ἔχον ἀντὶ τοῦ ἤλαυνον
ὅς τις τῶν δʼ εἴη βασιλεύς, καὶ τοῖσιν ἀνάσσοι.
τὸ οἷσιν Ἀρίσταρχος διὰ τοῦ τ, καὶ τοῖσιν ἀνάσσοι, ἀντὶ τοῦ τίνων
κατὰ δʼ ἔστυγον αὐτὴν.
ἐφοβήθησαν, ἐξεπλάγησαν.
ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
δῆλον ἐκ τούτου ὅτι ᾔδεσαν ἰχθύων τροφήν
διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
ἡ διπλῆ ὅτι πτῶσις ἐνήλλακται διὰ δρυμῶν πυκνῶν καὶ τῆς ὕλης
ἐπεὶ ἴδον αἴθοπα καπνόν.
Ἀρίσταρχος τὸν ἐκ τοῦ αἴθεσθαι, ὅ ἐστι καίεσθαι, ἀναδιδόμενον αἴθοψ δὲ καπνὸς ὁ ἐκ τοῦ αἴθεσθαί τινα ὕλην ἀναδιδόμενος.
δὴ γάρ μιν.
κατʼ ἄκνηστιν μέσα νῶτα.
καταχρηστικῶς φησιν ὁ Ἀρίσταρχος ἐπὶ τῶν θηρίων εἶναι τὴν ἄκνηστιν. οὐ γὰρ αὐτὴν μόνην ἀδυνατοῦσι κνήσασθαι, ἀλλὰ καὶ τὴν ὀσφῦν καὶ τὸν τράχηλον. δεῖ γινώσκειν ὅτι αὐτὸς ἐπεξηγεῖται τί ἐστιν ἄκνηστις διὰ τοῦ εἰπεῖν μέσα νῶτα, ἤτοι ἡ ῥάχις, ἢ τὰ μέσα τῶν τετραπόδων, παρὰ τὸ μὴ δύνασθαι κνήσασθαι
βῆν δὲ καταλοφάδειαν φέρων.
καταλοφάδειαν ἀντὶ τοῦ κατὰ τὸν τένοντα.
ὦ φίλοι, οὐ γάρ πω.
ἡ διπλῆ ὅτι ἀπὸ τοῦ γὰρ ἤρξατο
κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
Καλλίστρατός φησιν ὡς ὑπό τινος ὁ στίχος προτέτακται ἀγνοοῦντος τὸ Ὁμηρικὸν ἔθος, ὡς θέλει ἄρχεσθαι ἀπὸ τοῦ γάρ.
ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,
οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,
οὐδʼ ὅπῃ ἀννεῖται.
ἐκ τούτων ἐκτετοπισμένη φαίνεται ἡ πλάνη τοῦ Ὀδυσσέως
ἠὼς σημαίνει καὶ τὴν ἡλίου πάροδον, καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον· νῦν γὰρ, καθά φησιν ὁ Κράτης, τῶν τεσσάρων τοῦ κόσμου μέμνηται μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως κ.τ.λ.
—ἐγὼ δʼ οὐκ ὀΐομαι εἶναι. —
τοῦτο εἶναι διὰ μέσου φησὶν Ἀρίσταρχος ὡς ἂν ἀπαλγήσαντος τοῦ Ὀδυσσέως ἰδίᾳ ἀναπεφωνῆσθαι
εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης.
ἀμφὶ δέ μιν ...
ἀπὸ τοῦ πληθυντικοῦ τοῦ δώματα πρὸς ἑνικὸν τὸ δῶμα ὑπήντησεν, ὡς τὸ «ἐξ ἑτέρων ἕτερʼ ἐστίν». εἶτα ἐπιφέρει «οὐκ ἄν τίς μιν ἀνήρ»
ῥάβδῳ πεπληγυῖα.
καὶ δέμας.
αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ.
ἡ διπλῆ πρὸς τὴν ἑξῆς ἀθέτησιν, ὅτι τὸ σῶμα μόνον ἠλλοιοῦτο, ἡ δὲ ψυχὴ ἔμενεν ἀμετάβλητος. πῶς οὖν ἂν λέγοι «σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν», ὡς καὶ τοῦ νοῦ ἠλλοιωμένου;
πάρ ῥʼ ἄκυλον βάλανόν τʼ ἔβαλεν καρπόν τε κρανείης.
Ἀρίσταρχος οὐκ οἶδε τὸν στίχον. ὁ δὲ Καλλίστρατος ἀντʼ αὐτοῦ γράφει «παντοίης ὕλης ἐτίθει μελιηδέα καρπόν».
οὔτε τινʼ ἄλλον ἄξεις σῶν ἑτάρων.
Ἀρίσταρχος ἀντὶ τοῦ σῶον
τῷδʼ ἐνὶ χώρῳ.
ὡς τὸ «κλυτὸς Ἱπποδάμεια» μετεσχηματισμένον
Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη.
ἔπειτα ἀντὶ χρονικοῦ, ἀντὶ τοῦ μετὰ ταῦτα,
ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.
οὕτως Ἀρίσταρχος δισυλλάβως τὸ λέξο· ἄδηλον δὲ πότερον κοιμῶ ἢ συναριθμοῦ
ἀμείψεται ἕρκος ὀδόντων.
διαβῇ, παρέλθῃ. τὰ φάρμακα δηλονότι, ὡς τὸ «δοῦρα σέσηπεν»
σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
ὁ Σιδώνιός φησιν ἀθετεῖσθαι τὸν στίχον
οἵ τʼ εἰς ἅλαδε προρέουσιν.
οἵ τε ἅλαδε, οὕτω γράφει Ζηνόδοτος Ἀρίσταρχος δὲ οἳ εἰς ἅλαδε. περισσὴ δέ ἐστιν ἡ εἰς
ἡ δὲ ἑτέρη.
ὅτι τὸ ἑτέρη ὑγιῶς ἐπὶ τῆς δευτέρας
οἴκτρʼ ὀλοφυρομένους.
οἰκτρῶς καὶ ἐλεεινῶς ὀδυρομένους
ἀποπλήξας κεφαλήν.
ἀντὶ τοῦ ἀποκόψας
καὶ τότε μʼ ἐκκαλέσαντες.
ἡ διπλῆ ὅτι ὁ καὶ περισσός
τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.
ἀντὶ τοῦ αἱ ψυχαί· ὁ μέντοι ποιητὴς πρὸς τοὺς ἄλλους νεκροὺς ποιεῖται τὴν σύγκρισιν ἐν τῷ «οἱ δὲ ἄλλοι νεκροὶ ὡς σκιαὶ ἀΐσσουσιν»
ὦ Κίρκη, τίς γάρ.
ἡ διπλῆ ὅτι ἀπὸ τοῦ γὰρ ἤρξατο
ἐνθʼ ἀκτή τε λάχεια.
βαθεῖα, εὔγεως, εὔσκαφος. οὐ δεῖ δὲ γράφειν ἐλάχεια οὐ γὰρ εἰκὸς ἐλάχιστον ἀκούειν τῆς Περσεφόνης τὸ τέμενος. οὐκ ἄτοπον δὲ περὶ τὴν ἀκτὴν εἶναι ἄλσος. πολλὰ γὰρ εὕροι τις ἂν ἄλση ἐπιθαλάσσια.
ἰτέαι ὠλεσίκαρποι.
σημείωσαι ὅτι ἄκαρπα φυτὰ εἶπεν εἶναι ἐν τῷ ἄλσει τῆς Περσεφόνης, διὰ τὸ νεκροῖς προσήκειν
ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
Κωκυτός τε
τὸ ἑξῆς, ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε καὶ Κωκυτὸς ῥέουσι· τὸ δὲ σχῆμα καλεῖται προδιεζευγμένον, ὅταν τὸ μεταξὺ δύο ὀνομάτων ἑνικῶν πληθυντικὸν τεθῇ ῥῆμα· τοῦτο καλεῖται Ἀλκμανικὸν οὐχ ὅτι Ἀλκμὰν πρῶτος αὐτῷ ἐχρήσατο, ἀλλʼ ὅτι πολύ ἐστι παρʼ αὐτῷ, οἷον «Κάστωρ ὠκέων πώλων ἐλατῆρες καὶ Πολυδεύκης». ὅμοιον δέ ἐστι τὸ σχῆμα «εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων» καὶ «ἔνθα ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος»
ἴκμενον οὖρον ἵει .. ἐσθλὸν ἑταῖρον.
ἡ διπλῆ ὅτι ἑταῖρον οὐ φίλον λέγει, ἀλλὰ νῦν τὸν συνεργόν
ποντοπορούσης.
δῆλός ἐστιν ὁ ποιητὴς διὰ τὸ ποντοπορούσης Ὠκεανὸν καλῶν τὴν ἔξω θάλασσαν. ἀλλαχοῦ δὲ ποταμὸν τὸν Ὠκεανὸν καλεῖ διὰ τὸ ῥοῶδες
χοὴν χεόμην.
ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτωννύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες,παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι·πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες.οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλοςθεσπεσίῃ ἰαχῇ. ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
οἱ ἕξ καὶ παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει προ ἠθετοῦντο ὡς ἀσύμφωνοι πρὸς τὰ ἑξῆς. οὐ γὰρ μεμιγμέναι παραγίνονται αἱ ψυχαί. νῦν δὲ ὁμοῦ νύμφαι, ἠίθεοι, γέροντες, παρθένοι. καὶ ἄλλως οὐδὲ τὰ τραύματα ἐπὶ τῶν εἰδώλων ὁρᾶται, ὅθεν ἐρωτᾷ «τίς νύ σε κὴρ ἐδάμασσε;» τὸν Ἀγαμέμνονα
οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖςἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
εἰ ἀποφαίνεται νῦν περὶ τοῦ θανάτου αὐτοῦ, πῶς ἑξῆς διστάζων φησὶ «πῶς ἦλθες ὑπὸ ζόφον;» διὸ ὁ Καλλίστρατος ἀθετεῖ.
νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,πρός τʼ ἀλόχου καὶ πατρός.
λείπει ἡ πρός, ἵνʼ ᾖ πρὸς τῶν οὐ παρεόντων νῦν, ἀλλὰ καταλειφθέντων εἰς τὴν ἡμῶν οἰκίαν
ψυχὴ μητρὸς κατατεθνηυίης.
ὅτι πρὸς τὸ ἐκ τῆς περιφράσεως νοούμενον ἀπήντησε. ψυχὴ γὰρ μητρὸς κατατεθνηκυίας ἐστὶν ἡ Ἀντίκλεια
ψυχὴ Θηβαίου Τειρεσίαο.
ὅτι πάλιν πρὸς τὸ ἐκ τῆς περιφράσεως νοητὸν ἀπήντησε. ψυχὴ γὰρ Θηβαίου Τειρεσίου ἐστὶν ὁ Τειρεσίας. διὸ ἐπήνεγκεν ἔχων, οὐκ ἔχουσα
αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν.
ἡ διπλῆ ὅτι τὸ αἴ κʼ ἐθέλῃς ἀντὶ τοῦ ἐὰν δύνῃ
ἰοειδέα πόντον.
ἀντὶ τοῦ μέλανα πόντον.
δήεις δʼ ἐν πήματα οἴκῳ, ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσιν.
ὅτι οὐκ ἐνήλλακται ὁ χρόνος ὡς τὸ «σύν τε μεγάλῳ ἀπέτισαν». οὐ γὰρ ἦσαν οἱ μνηστῆρες συνηγμένοι εἰς τὸν οἶκον Ὀδυσσέως
πρὸς τὸ σχῆμα «οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτέρα νηυσὶ πέλονται», πέλονται ἀντὶ τοῦ πέλεται
θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ.
ἔξω τῆς ἁλός· οὐ γὰρ οἶδεν ὁ ποιητὴς τὰ κατὰ τὸν Τηλέγονον· καὶ τὰ κατὰ τὸ κέντρον τῆς τρυγόνος
μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαιπεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ εὐεργέα νῆα.
ἀθετοῦνται τρεῖς τὸ γὰρ ἑξῆς, μέσον Ὠκεανός. γέλοιον δὲ καὶ πεζὸν ἐόντα.
νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
Τηλέμαχος τεμένεα νέμεται.
σεσημείωται τὸ ὄνομα ἀδιαιρέτως ἐξηνεχθέν Ἀρίσταρχος τεμένεα.
ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
ὅτι τὴν ἀπὸ τῆς ἐσχάρας σποδὸν κόνιν εἴρηκεν
ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
ὅτι οὐχ ὡς οἱ νεώτεροί φασιν, αὐτὴν ἀπάγξασθαι παρὸ Ναυπλίου πεπυσμένην τὴν Ὀδυσσέως τελευτήν. οἳ διεσφάλησαν ὑπὸ τοῦ λεγομένου παρὰ τοῦ συβώτου ὡς «ἀπώλετο λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅστις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι». διαρρήδην γὰρ νῦν ὁμολογεῖ τεθνηκέναι ἕνεκα τοῦ ποθεῖν τὸν Ὀδυσσέα
ὅτι οὐχ ὑποτίθεται ἀσεβῆ τὸν Σαλμωνέα, ὡς οἱ νεώτεροι. οὐ γὰρ εὐπατέρειαν ἂν τὴν Τυρὼ εἶπεν οὐδὲ ἀμύμονος πατρός
ὃς πολὺ κάλλιστος ποταμῶν.
ἐναντίον εἶναι δοκεῖ τοῦτο τῷ «Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν». εἰ γὰρ κάλλιστος οὗτος πάντων, οὐκ ἄρα ἐκεῖνος. λύεται δὲ κατὰ λέξιν. τὸ γὰρ κάλλιστον οὐχ ἓν λέγεται, ἀλλὰ πλείω. δηλοῖ δὲ καὶ αὐτὸς ποτὲ μὲν λέγων «Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην», ποτὲ δὲ «ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασάνδρην». καὶ μὴν καὶ ἀμφότεραι τοῦ Πριάμου θυγατέρες, καὶ ἐὰν ἡ μία θυγατρῶν εἶδος ἀρίστη, οὐκ ἄρα τις ἄλλη, ἀλλʼ ὅμως καὶ ἐπὶ τῶν δύο τοῦτό φησι
λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
ἀθετεῖται. πρὸς τί γὰρ τῇ ἐρώσῃ καὶ ἑκουσίως βουλομένῃ μιγῆναι κατέχευεν ὕπνον; Ζηνόδοτος δὲ ἀγνοεῖ τὸν στίχον
τέξεις ἀγλαὰ τέκνα.
τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν.
καλῶς τοὺς ἑτέρους· δύο γὰρ ἦσαν γένη παίδων, τὸ μὲν ἐκ Ποσειδῶνος, τὸ δὲ ἐκ Κρηθέως
Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα.
ὁ μὲν ποιητὴς Ἀσωποῦ, οἱ δὲ τραγικοὶ Νυκτέως
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν
ὅτι οἱ περὶ Ἀμφίονα ἐτείχισαν τὰς Θήβας διὰ τὸ δεδοικέναι τοὺς Φλεγύας. μετὰ δὲ τελευτὴν αὐτῶν κατασκαφείσης τῆς πόλεως ὑπὸ Εὐρυμάχου τοῦ Φλεγυῶν βασιλέως, Κάδμος ὕστερον ἐλθὼν ἀνέκτισε τὴν Θήβην
μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,παρὰ τοῖς τραγικοῖς Ἰοκάστην
ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς.
ἡ διπλῆ ὅτι ἀγνοεῖ τὴν τύφλωσιν καὶ τὴν φυγὴν Οἰδίποδος. καὶ ἐν Ἰλιάδι γράφει αὐτὸν ἐν Θήβῃ τετελευτηκέναι· «Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβασδε ἦλθε δεδουπότος Οἰδιπόδαο».
ἥ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,Νέστορά τε Χρομίον τε Περικλύμενόν τʼ ἀγέρωχον.
ἐναντία φαίνεται ταῦτα τῷ «δώδεκα γὰρ υἷες ἦμεν». τρεῖς γὰρ εἴρηνται νῦν. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· ἐνταῦθα γὰρ ἐκ τῆς Χλωρίδος τρεῖς γενέσθαι τῷ Νηλεῖ φησι. τί οὖν ἐκώλυε καὶ ἐξ ἑτέρων ἔχειν τοὺς λοιπούς;
πρὸς τοὺς χωρίζοντας
ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε.
ὅτι οὐ παραδίδωσιν ἐκ Διὸς Κάστορα καὶ Πολυδεύκην, ἀλλʼ ἐστὶ νεωτερικὰ ταῦτα
Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.
ἀθετοῦνται ὡς ἀδύνατοι
ξεῖνος δὲ τλήτω.
ὁ δὲ παραπληρωματικῶς κεῖται οὐδὲν σημαίνων
μάλιστα δʼ ἐμοί. τοῦ γὰρ κράτος.
δεικτικῶς ἀντὶ τοῦ ἐμοῦ οὗτινος ἰσχύς ἐστιν ἐν τῷ δήμῳ
οἷά τε πολλούς.
πολλούς· οὕτως Ζηνόδοτος· ὁ δὲ Ἀρίσταρχος πολλούς.
ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου.
ὁ μὲν Ἀρίσταρχος ἐν τῷ καθόλου, ὁ δὲ Σιδώνιος ἐλλειπτικῶς· ὥρη μὲν πολέων μύθων παύσασθαι, ὥρη δὲ ὕπνου μνήσασθαι
οἱ ἠὲ ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀπὸ τῶν εἰρησομένων μετενεχθέντες.
ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἰκόνδε καλέσσας δειπνίσσας.
ὅτι τῇ ἐπιβουλῇ κἀκείνη συνέγνω· τὸν γὰρ χιτῶνα καὶ τὸν πέλεκυν Ὅμηρος οὐκ οἶδεν
ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται.
ἐν πολλοῖς οὐ φέρεται ὡς ἐκλύων τὸν θυμὸν, οὐ γὰρ ὅτι πρὸς θεραπείαν Ἀρήτης ὁ Ὀδυσσεύς· οὐ γὰρ ἀναγκαῖον τῷ ὑποκρινομένῳ τὸ πρόσωπον Ἀγαμέμνονος περιίστασθαί τι εἰπεῖν
κουριδίῳ τεύξασα πόσει φόνον.
ὅτι κουρίδιον αὐτόν φησιν. ἔνιοι γὰρ γεγαμῆσθαι τὴν Κλυταιμνήστραν Ταντάλῳ, ὡς Εὐριπίδης εἰσάγει αὐτὴν λέγουσαν «ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών»
ὣς ἔφατʼ· αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺςἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλάςἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,σοὶ δὲ Κλυταιμνήστρα δόλον ἤρτυε τηλόθʼ ἐόντι.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·τῶ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναιμήθʼ οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ εὖ εἰδῇς.
πάρος δέ με πέφνε καὶ αὐτόν.
ἡ διπλῆ ὅτι περιττὸς ὁ καί
ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσικρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
οὐδὲ οὗτοι ἐφέροντο ἐν τοῖς πλείστοις ὡς μαχόμενοι τοῖς προκειμένοις
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
ἀθετεῖται διὰ τὸ εὔηθες. εἰ γὰρ ἐπέπειστο ὅτι οὔπω τέθνηκε, πρός τί ἐρωτᾷ «ἤ που ἔτι ζώοντος ἀκούετε;»
ἀνʼ Ἑλλάδα τε Φθίην τε.
σημείωσαι μόνην τὴν Θετταλίαν Ἑλλάδα λέγειν τὸν Ὅμηρον καὶ Ἕλληνας μόνους τοὺς ἐνοικοῦντας αὐτῇ. τοὺς δὲ ἐν ἄλλοις τόποις οἰκοῦντας Ἀργείους κικλήσκει καὶ Ἀχαιούς
οὐ γὰρ ἐγὼν ἐπαρωγός.
εἰ τοῖος δέ.
ἡ διπλῆ ὅτι τὸ δὲ ἀντὶ τοῦ γὰρ, εἰ τοῖος γάρ
ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς.
τρισυλλάβως τὸ Τροίην, ὡς καὶ Ἀρίσταρχός φησι.
πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσσον λαὸν ἔπεφνεν.
ἡ διπλῆ ὅτι πρὸς τὸ σημαινόμενον ἀπέδωκε πάντας, ὅσσον λαόν
πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι κήτειοι κτείνοντο.
κήτειοι τοὺς μεγάλους ἀκουστέον παρὰ τὸ κῆτος, ὡς καὶ Ἀρίσταρχος
ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι.
περιγραπτέον ὡς ἀπρεπῆ. θυρωροῦ γὰρ ἔγρον Ἀρίσταρχος οὐκ οἶδε τὸν στίχον, ἔνια δὲ τῶν ὑπομνημάτων
παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
ἀθετεῖ Ἀρίσταρχος
Νοθεύεται μέχρι τοῦ «ὣς εἰπὼν ὁ μὲν αὖθις ἔδυ δόμον Ἄιδος εἴσω». καίτοι οὐκ ὄντες ἀγενεῖς περὶ τὴν φράσιν. ὑπὲρ δὲ τῆς ἀθετήσεως αὐτῶν λέγεται τοιάδε· πῶς οἶδε τούτους ἢ τοὺς λοιποὺς ἔσω τῶν ᾍδου πυλῶν ὄντας καὶ τῶν ποταμῶν;
Μίνωνα ἥμενον· οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα ἥμενοι ἑσταότες.
οὐκ ἄρα ὑπεξῆλθεν ὁ Μίνως ἵνα συνοφθῇ. ἄλογον γὰρ τὸ καὶ σὺν δικαζομένοις καὶ αὐτῷ δίφρῳ ἐξελθεῖν
Ὠρίωνα .. τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰνοπόλοισινὄρεσσι. οὐδὲ ἐπὶ τούτου τετήρηται τὸ σύμφωνον. ἄλογον γὰρ τὸ ἐν ᾍδου κυνηγετεῖν· πῶς τε ἅμα τῇ τῶν θηρῶν ἀγέλῃ προῆλθε, καὶ διὰ τί;
Τιτυὸν κείμενον ἐν δαπέδῳ· ὃ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα. καταγέλαστα καὶ ταῦτα, εἰ κατεστρωμένος ἐν τῷ δαπέδῳ προῆλθεν ἐπὶ τὸ σφάγιον· αὐτὸς γὰρ ὁ Ὀδυσσεὺς οὐκ ἠδύνατο διαβῆναι ἐπὶ τὸ ἔρεβος
δέρτρον ἔσω δύνοντες.
Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος.
Λητὼ γὰρ ἕλκησε.
πόθεν ᾔδει τῶν κολάσεων τὰς αἰτίας; οὐ γὰρ ἤκουσεν.
διὰ καλλιχόρου Πανοπῆος.
ὅτι κατὰ τὸ ἀρσενικὸν ἐσχημάτισται ὁ Πανοπεὺς, ὡς βασιλεὺς καὶ βασιλῆος
στεῦτο δὲ διψάων.
ἡ διπλῆ ὅτι τὸ στεῦτο νῦν ἀντὶ τοῦ ἵστατο ἐπὶ τῶν ποδῶν. κέχρηται δὲ τῇ λέξει ὁ διασκευαστὴς παρὰ τὴν τοῦ ποιητοῦ συνήθειαν
Τάνταλος ἀμφὶ δὲ ποσσὶ γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων. δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν.
οὐδὲ οὗτος δύναται σὺν λίμνῃ καὶ δένδροις ἐξεληλυθέναι ἐπὶ τὸ σφάγιον, ἢ πῶς ἔξωθεν τὰ ἔσω ἐθεώρει;
καὶ μὴν Σίσυφον εἰσεῖδον.
πῶς δύναται σὺν τῷ λίθῳ καὶ τῇ ἀκρωρείᾳ ἐφʼ ᾗ ἀνεκύλιε τὸν λίθον, ἥκειν ἐπὶ τὸ σφάγια; πῶς τε κολάζεται ὁ ἐν Ἰλιάδι κέρδιστος ὢν καὶ συνετώτατος;
τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην.
καὶ τοῦτο νεωτερικόν· οὐ γὰρ οἶδε τὸν Ἡρακλέα ἀπηθανατισμένον, οὐδὲ τὴν Ἥβην γεγαμημένην, ἀλλὰ πάρθενον. διὸ καὶ παρθενικὰ ἔργα ἀποτελεῖ· οἰνοχοεῖ γὰρ καὶ λούει
βίην Ἡρακληείην εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισιν θεοῖσιν τέρπεται ἐν θαλίῃ καὶ ἔχει καλλίσφυρον Ἥβην,παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
ὅτι εἰς τρία διαιρεῖ, εἰς εἴδωλον, σῶμα, ψυχήν· τοῦτο δὲ οὐκ οἶδεν ὁ ποιητής
ὅτι αὐτοὺς τὰ σώματα αὐτῶν φησιν Ὅμηρος, οὐκ ἂν δέοι σώματος ἐν θεοῖς οὗτοι ἀθετοῦνται καὶ λέγονται Ὀνομακρίτου εἶναι. τοῦτο ὑπὸ Ὀνομακρίτου ἐμπεποιῆσθαί φασιν. ἠθέτηται δέ.
καί μʼ ὀλοφυρόμενος.
ἐλέγχεται ἐκ τούτων τὰ προκείμενα περὶ τοῦ Ἡρακλέους εἰδώλου «αὐτὸς γὰρ μετʼ ἀθανάτοισι θεοῖσι». πῶς οὖν ὀλοφύρεται ὡς ἐν δεινοῖς ὤν;
λίπεν ῥόον Ὠκεανοῖο νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο.
ἡ διπλῆ ὅτι διʼ ὅλου θάλασσαν ἀπὸ Ὠκεανοῦ διαστέλλει ὁ ποιητής
νῆσόν τʼ Αἰαίην, ὅθι τʼ ἠοῦς ἠριγενείηςοἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο.
ἢ ὡς ἐπὶ τὰ ἀνατολικὰ μέρη τῆς νήσου προσορμισάντων, ἢ ὅτι ἐξ ᾍδου ἐλθόντες πρώτην αὐτὴν φωτεινὴν ἐθεάσαντο. ἔνιοι δὲ βιαιότερον ὑπερβάτως κολλῶντες τὸ Ὠκεανοῖο τῷ «ὅθι τʼ ἠοῦς ἠριγενείης», οὗ, φασὶν, οἰκεῖ ἡ ἡμέρα· ἐξ αὐτοῦ γὰρ ἀνατέλλει καὶ εἰς αὐτὸν δύνει. οὐ μόνον δέ ἐστι βίαιον, ἀλλὰ καὶ ἐναντίον τῷ ποιητῇ· οὐ γὰρ παραδίδωσιν ὁ Ὅμηρος τοὺς ἥρωας ἐπισταμένους ὅτι ἐξ Ὠκεανοῦ αἱ ἀνατολαὶ τοῦ ἡλίου, ἀλλʼ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου τὸ τοιοῦτον παρέδωκεν. «ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο» καὶ «ἐν δʼ ἔπεσʼ Ὠκεανῷ φάος ἠελίοιο». οἱ δὲ ἥρωες ἄλλως λέγουσιν. «οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν»
πήξαμεν ἀκροτάτῳ τύμβῳ εὐῆρες ἐρετμόν.
ἀκροτάτῳ τύμβῳ ἵνα σῆμα πέλοιτο
ἀλγήσετε.
ὅτι συνέσταλκεν ἀντὶ τοῦ ἀλγήσητε
Σειρῆνας μὲν πρῶτον ἀφίξεαι.
κατὰ Ὅμηρον δύο· Σειρήνοιν γὰρ λέγει Ὅμηρος οὔτε γένος αὐτῶν παρίστησιν οὔτε πτερωτὰς αὐτάς φησιν εἶναι
οἴκαδε νοστήσαντι.
ὁ μὲν Ἀριστοφάνης φησὶ κατατηκομένους τῇ ᾠδῇ καὶ αἰφνιδίως ἐκλείποντας ἀπολέσθαι, ὁ δὲ Ἀρίσταρχος διὰ τὴν τῶν ἀναγκαίων σπάνιν ἣν πάσχουσι προστετηκότες ἐπὶ μακρὸν τῇ ᾠδῇ.
ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων.
πρὸ περισπωμένως, ἵνʼ ᾖ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ, τοῦ ἄλειψον
οὐκ ἄρα ἐπτέρωνται, ἐπεὶ καὶ προσεπέτοντο τοῖς παραπλέουσιν
ἀκούῃς Σειρήνοιιν.
ὅτι δύο καθʼ Ὅμηρον αἱ Σειρῆνες, οὐ τρεῖς
εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,οἳ δέ σʼ ἔτι πλεονέσσι τότʼ ἐν δεσμοῖσι διδέντων.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀθετεῖ Ἀριστοφάνης· πρός τί γὰρ ἅπαξ δεδεμένον πάλιν δῆσαι κελεύει;
Πλαγκτάς.
Πλαγκτὰς διὰ τὸ προσπλήσσεσθαι αὐταῖς τὰ κύματα· οἱ δὲ νεώτεροι πλανηθέντες, Πλαγκτὰς ἤκουσαν παρὰ τὸ πλάζεσθαι εἰς ὕψος καὶ βάθος
οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνειὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκενκυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ.
πρὸς τὴν ἐναλλαγὴν πτώσεως «οἱ δὲ δύο σκόπελοι ὁ μὲν» ἀντὶ τοῦ τῶν δύο σκοπέλων.
Ἀρίσταρχος οὐ λέγει πρὸς τὸ νέφος τὴν ἀπότασιν εἶναι, ἀλλά φησιν ὅτι τοῦτο οὐδέποτε λήγει, τὸ κεκαλύφθαι τὸν σκόπελον τῷ νέφει
οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν.
ὅτι ὁμοία ἡ προφορὰ τῆς ὑπερβολῆς τῷ «οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι»
δεινὸν λελακυῖα.
Ἰακῶς συνεστάλη
τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆςγίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειε.
ἀθετοῦνται στίχοι τρεῖς· πῶς γὰρ ἡ δεινὸν λελακυῖα δύναται νεογνοῦ σκυλακίου φωνὴν ἔχειν;
τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι.
Ἀρίσταρχος ἀκώλους· τοὺς γὰρ Ἴωνας λέγειν φασὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν· οὐκ ἔχοντας οὖν ὀστᾶ ἀκώλους καὶ ἀνάρθρους λέγεσθαι· ὑποκεῖσθαι γάρ φησι τῇ Σκύλλῃ πετραῖόν τι θηρίον προσπεφυκὸς τῷ σκοπέλῳ καὶ κοχλιῶδες πόδας τε ἔχον πλεκτανώδεις, ὥστε λέγειν οὕτως τὸν ποιητὴν Σκύλλην πετραίην. κατὰ δὲ τὴν ἄνωθεν φαντασίαν τῇ Ὕδρᾳ προσεοικέναι καὶ τοὺς αὐχένας αὐτῆς ἰσομεγέθεις εἶναι τῷ σκοπέλῳ. καθιεῖσαν δὲ τὴν Σκύλλαν τὰς κεφαλὰς οὕτως ἀνασπᾶν τοὺς ἁρπαζομένους. «φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτα ἁρπάζουσα». ὡς ἂν οὖν ὀλισθηρῶν ὄντων τῶν ποδῶν καὶ οὐκ ἐχόντων ἀντίληψιν, ἀώρους ἄν τις δέξαιτο τοὺς ἀκώλους.
πυκνοὶ καὶ θαμέες.
ἡ διπλῆ ὅτι ἐκ παραλλήλου ἔταξε τὰς λέξεις ἰσοδυναμούσας
ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν.ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
ἀθετοῦνται γʹ, ὅτι διὰ τούτων σημαίνει μὴ εἶναι τὴν Σκύλλαν σύμφυτον τῇ πέτρᾳ
ἵνα εἰδότες ἤ κε θάνωμεν. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγωμεν.
ἐν ἀμφοτέροις πλεονάζει ὁ κέν, ἢ ἑλώμεθα τὸν θάνατον, ἢ τὰ πρὸς σωτηρίαν παρασκευασώμεθα
καὶ ἐνταῦθα οἱ δύο ὀβελίζονται ὡς ἀδικώτατοι
ἑζόμενοι λεύκαινον ὕδωρ.
ἔτυπτον· ἀπὸ τοῦ παρακολουθοῦντος
δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ.
πολύαινε Ἀπολλώνιος ὁ Σοφιστής Ἀρίσταρχος πολλοῦ ἐπαίνου ἄξιε· οἱ δὲ πολύμυθε.
ἵνα νωιτέρην ὄπʼ ἀκούσῃς.
ἡ διπλῆ ὅτι δύο φαίνονται καὶ ἐντεῦθεν
οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν.
ψάμμῳ κυανέῃ.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ κυανιζομένῃ, ὡς «φοίνικι φαεινός»
ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.Καλλίστρατος ὑπονοεῖ τὸν στίχον, λέγων ἐκλύεσθαι τὸ τάχος τῆς ἁρπαγῆς
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο.
κέρας Ἀρίσταρχος τὸ κεράτινον σύριγγον, ὃ ἐπιτιθέασι πρὸς τὸ μὴ ἐσθίεσθαι ὑπὸ τοῦ ἰχθύος τὴν ὁρμιάν. ἔνιοι δὲ τὴν τρίχα
σχέτλιός εἰς, Ὀδυσεῦ.
καρτερικὸς, ἀνένδοτος. καὶ ἐν Ἰλιάδι «σχέτλιός ἐσσι, σὺ μὲν πόνου οὔποτε λήγεις»
ὅς ῥʼ ἑτάρους καμάτῳ ἀδδηκότας ἠδὲ καὶ ὕπνῳ.
ἀηδισθέντας καμάτῳ καὶ ἀγρυπνίᾳ· «μὴ τοὶ μὲν καμάτῳ ἀδδηκότες ἠδὲ καὶ ὕπνῳ». ἀγρυπνίᾳ κατʼ ἀντίφρασιν, ὡς τὸ «ὕπνῳ καὶ καμάτῳ ἀρημένος» ὁ γὰρ ὕπνος οὐ βλάπτει
ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας.
ἀλλʼ οὕτως· καί ἐστιν ἠθικόν οὐ νοήσας ὅτι τὸ αὔτως ἐστὶ κενῶς καὶ πρὸς οὐδέν.
ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί.
ἡ διπλῆ ὅτι ἐκ νυκτῶν ἐστιν μετὰ τὰς νύκτας, ὅ ἐστιν ὄρθρου, ὡς τὸ «πίομεν ἐκ βοτάνης» ἀντὶ τοῦ μετὰ τὴν βοτάνην
θεῶν ἀέκητι ἀνάκτων.
Ζηνόδοτος γράφει «φίλων ἀέκητι ἑταίρων»
ἧ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
ἡ διπλῆ περιεστιγμένη ὅτι Ζηνόδοτος γράφει βιάζεσθʼ οἶον ἐόντα, οὐ νοήσας ὅτι ποιητικῶς ἐσχημάτισται
ἐναντίον τοῦτο τῷ «Ἠέλιος δʼ ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις». ἀφʼ ἑαυτοῦ γὰρ ἐχρῆν ἐγνωκέναι τὸν πάντα ἐφορῶντα. διπλῆ πρὸς τὴν ἀθέτησιν τῶν ἐν Ὀδυσσείᾳ «ὠκέα δʼ ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθεν». ψεύδεται Ὀδυσσεὺς ὅταν λέγῃ «ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠϋκόμοιο· ἡ δʼ ἔφη Ἑρμείαο διάκτορος αὐτὴ ἀκοῦσαι». οὐδέπω γὰρ αὐτὸν ἑωράκει. —
οἵ μοι βοῦς ἔκτειναν ὑπέρβιον.
βιαστικῶς, ἄγαν βιαίως
δύσομαι εἰς Ἀΐδαο καὶ ἐν νεκύεσσι φαείνω.
τὸ φαείνω ἐνεστῶτός ἐστιν ἀντὶ τοῦ μέλλοντος
τυτθὰ βαλών.
τριχθὰ βαλών.
εἰ δὲ θεείου πλῆτο.
θείου. καταστρέφει δὲ εἰς τὸ πυρὸς κεραυνίου
ἐπίτονος βέβλητο.
τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι σπανίως Ὅμηρος κακομέτρους ποιεῖ.
ὄψʼ. ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη. κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
ἐν πολλοῖς ἐδιστάχθησαν οἱ στίχοι διὰ τὸ «τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι» καὶ ἐδείχθη ἑαυτῷ τὰ ἐναντία λέγων ὁ ποιητής· νῦν γὰρ ἅπαξ μόνον καὶ ἀναβάλλει καὶ ἀναρροφεῖ
Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
νοθεύονται δύο· τί γὰρ εἰ εἶδεν ὅπου οὐ δύναται ὁρμᾶν ἡ Σκύλλα, ἀλλʼ ἐνίδρυται τῷ σπηλαίῳ; ὡς ἐκ τῶν λόγων τῆς Κίρκης ἔστι μαθεῖν· εἰ γὰρ ἐβούλετο διὰ τῆς Χαρύβδεως πλεῖν ὁ Ὀδυσσείς, οὐκ ἂν ἠδικήθη ὑπὸ τῆς Σκύλλης, ὡς ἀνημμένης τῷ σπηλαίῳ
ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ. νῦν κυρίως κεῖται ἡ λέξις. τοιαῦτα γὰρ τὰ τοῦ Ἀλκινόου βασιλέως «χάλκεοι μὲν γὰρ τοίχοι ἐληλέδατο» καὶ τὰ ἑξῆς
τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω.
ὀπισθόρμητον γενόμενον
τῷ σʼ οὔτι: ἀντὶ τοῦ διὰ τό σε, ὅ ἐστι διὰ τοῦτό σε
ὅτι οἱ ἑστιώμενοι τοῖς ἑστιῶσι προπίνουσι παρὰ τῷ ποιητῇ
ὣς Ὀδυσῇ ἀσπαστόν.
τὸ πλῆρες Ὀδυσῆι, ὡς «ἥρῳ Λαομέδοντι»
πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί.
ὅτι οἱ παλαιοὶ καὶ ἐν τῷ ἀφίστασθαι τὸ χαῖρε ἔλεγον, ὥσπερ νῦν τὸ σώζου φαμέν
χαῖρέ μοι ὦ βασίλεια διαμπερές.
ὅτι οἱ ἑστιώμενοι παρʼ Ὁμήρῳ τοῖς ἑστιῶσι προπίνουσιν, ὡς Ὀδυσσεὺς Ἀχιλλεῖ καὶ Εὐμαίῳ ὁ αὐτὸς
ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ.
ἀπὸ τοῦ παρακολουθοῦντος· ἀναρρίπτεται γὰρ ὑπὸ τῶν κοπῶν τὸ ὕδωρ
εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος.
δύω δέ τέ οἱ θύραι εἰσίν.
αἱ μὲν πρὸς Βορέαο ... αἱ δὲ ..
πῶς ἐπὶ τῶν δύο θυρῶν ἐν τῷ διαιρεῖν φησιν αἱ μὲν, αἱ δὲ; ὅτι πληθυντικῶς τὴν θύραν θύρας λέγει.
Ζεῦ πάτερ.
ὅτι Ποσειδῶν πατέρα προσαγορεύει τὸν Δία πρὸς τιμήν
πρεσβύτατον καὶ ἄριστον.
ἡ διπλῆ ὅτι οὐ καθʼ ἡλικίαν λέγει, ἀλλὰ τιμιώτατον, ὡς Ἥρα «καί με πρεσβυτάτην τέκετο» ἀλλαχοῦ γὰρ λέγει «ἀλλὰ Ζεὺς πρότερος ἐγεγόνει»,
ἵνα θαυμάζωσιν ἅπαντες.
ἡ διπλῆ ὅτι τὸ θαυμάζωσιν ἀντὶ τοῦ ὁρῶντες ἐκπλήττωνται
ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
καταχρηστικῶς ἀντὶ τοῦ οἰκοῦσι. ἐκ γὰρ τῆς Ὑπερησίας μετεληλύθασιν
οἱ ἀστερίσκοι ὅτι ἐκ τοῦ τόπου τούτου μετάκεινται εἰς τὰ κατʼ ἀρχὴν πρὸς Ὀδυσσέα ὑπὸ Ἀλκινόου λεγόμενα· οὐκ ὀρθῶς. εἰ γὰρ ἐμέμνητο τοῦ χρησμοῦ, οὐκ ἂν ἀπεκομίσθη ὁ Ὀδυσσεύς
Ποσειδάωνʼ ἀγάσασθαι.
ὅτι τὸ ἀγάσασθαι νῦν ἀντὶ τοῦ φθονῆσαι, οὐκ ἀντὶ τοῦ θαυμάσαι. ἀντὶ τοῦ φθονῆσαι
οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
ὅτι καὶ τῶν μὴ ἀναξίων ἀπήμονες, μὴ ἐῶντες αὐτοὺς πημαίνεσθαι
ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην.
ἡ διπλῆ ὅτι τὸ ἐξικόμην ἀντὶ τοῦ ἱκέτευσα
θέσθαι ἐπίσταμαι.
ὅτι τὸ οὐκ ἐπίσταμαι ἀντὶ τοῦ οὐ δύναμαι
Ζεύς σφεας τίσαιτο.
τίσασθαι,
σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη
ἀνδρὶ δέμας ἐϊκυῖα νέῳ ἐπιβώτορι μήλων,
παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν.
ὅτι καὶ οἱ βασιλεῖς ἔνεμον δῆλον διʼ ὧν φησιν Ἀνδρομάχη «πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς βουσὶν ἐπʼ εἰλιπόδεσσιν» καὶ Αἰνείας περὶ Ἀχιλλέως «ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν»
Ἀθήνη ἀνδρὶ δέμας ἐϊκυῖα νέῳ ἐπιβώτορι μήλων.
ὅτι ὁ ποιητὴς ἄρρενας μὲν θεοὺς θηλείαις οὐδέποτε εἰκάζει, θηλείας δὲ ἄρρεσιν
ἡ διπλῆ ὅτι περισσὴ ἡ πρόθεσις, ὡς καὶ ἐν τᾷ «βοῶν ἐπιβουκόλος ἀνήρ»
ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
ἠλώμην, εἵως με θεοὶ κακότητος ἔλυσαν.
πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
θάρσυνάς τʼ ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
ἀθετοῦνται δʼ στίχοι. ὁ μὲν πρῶτος ὅτι ἀντὶ τοῦ ἐμῇσιν ἔχει τὸ ᾗσιν, ὅπερ ἐστὶ τρίτου προσώπου, τηροῦντος ἀεὶ τοῦ ποιητοῦ τὴν ἐν τούτοις διαφοράν. ὁ δὲ δεύτερος ὅτι Ἀθηνᾶς παρούσης θεοῖς ἀνατίθησι τὴν σωτηρίαν· ὁ δὲ τρίτος καὶ τέταρτος ὅτι οὐκ ἐγίνωσκεν ὡς ἡ φανεῖσα αὐτῷ παρὰ Φαίαξι θεὰ ἦν, ὅτι οὐκ ἐθάρσυνεν, ἀλλὰ τοὐναντίον «μηδέ τινʼ ἀνθρώπων ποτιόσσεο, οὐ γὰρ ξείνους οἵδε μαλʼ ἀνθρώπους ἀνέχονται» ὑπʼ Ἀριστάρχου ὑπωπτεύετο.
οὕνεκʼ ἐπητής ἐσσι.
ἐπητὴς ἤγουν λόγιος. καὶ ὡς ὁ λόγιος παρὰ τὸν λόγον, οὕτω καὶ ἐπητὴς παρὰ τὸ ἔπος
ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἀλοχόν τε.
σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
ἧσται ἐνὶ μεγάροισιν, ὀιζυραί δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
ἀθετοῦνται στίχοι ϛʹ ὅτι οὐδὲν εἴληφε παρʼ αὐτοῦ σημεῖον τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν· τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴσοδον. διὸ καί φησιν «ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες». οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν
ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές.ἱρὸν νυμφάων, αἳ νηιάδες καλέονται.
Εὐστάθιος ὁ Θεσσαλονίκης οὗτοι οἱ δύο στίχοι ἔν τισι τῶν ἀντιγράφων οὐ κεῖνται.
λίθον δʼ ἐπέθηκε θύρῃσιν.
Εὐστάθιος ὁ Θεσσαλονίκης λέγει θύρας ὡς καὶ προεδηλώθη τὴν τοῦ σπηλαίου ὀπήν,
οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσιν.
κατὰ τὸν ἀπαρτίζοντα ἀριθμὸν εἶπε τρίετες, ἐπιστάντος ἤδη καὶ τετάρτου· «ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον». ἔστι γὰρ ἀντὶ τοῦ ταχέως διελεύσεται. καὶ ἀλλαχοῦ «ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος, καὶ τότε δή τις ἔειπε γυναικῶν».
πάντας μέν ῥʼ ἔλπει.
αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην.
ὑπονοεῖται ὁ στίχος διὰ τὸ μὴ ἔχειν ὑπερβολήν. ἐν τῇ Λ γοῦν τῆς Ἰλιάδος πλείοσι τριακοσίων ἀντέστη καὶ μὴ παρούσης Ἀθηνᾶς
κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε.
ἀθετοῦνται μετὰ ἀστερίσκων ὡς ἐκ τῶν ἑξῆς μετενηνεγμένοι
ὅς τοι ὑῶν ἐπίουρος.
ἡ διπλῆ ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ βοῶν ἐπιβουκόλος
οἱ ἀστερίσκοι ὅτι ἐντεῦθεν οἱ ἄνω μετενηνεγμένοι εἰσίν
χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ διʼ ἀκρίων
αὐτὸς δείμαθʼ ὕεσσιν.
δείματο οἷος
τὸ μέλαν δρυὸς ἀμφικεάσσας.
ὁ Ἀρίσταρχος τὸν φλοῦν τὸ δὲ δρυὸς δύναται νοεῖσθαι καὶ ἐπὶ παντὸς ξύλου
ἀντίθεοι μνηστῆρες.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν νῦν οἱ ἐναντίοι τοῖς θεοῖς. Εὐστάθιος ὁ Θεσσαλονίκης τὸ ἀντίθεοι μνηστῆρες, εἰ μὲν τοὺς ἀσεβεῖς δηλοῖ, πάνυ σφοδρῶς ἔχει. ἐπιεικέστερον δὲ αὐτοῦ μετʼ ὀλίγα τὸ «μνηστῆρσιν ὑπερφιάλοισιν». εἰ δὲ τοὺς ἰσοθέους λέγει διά τε γένος τυχὸν καὶ κάλλος καὶ πλοῦτον καὶ ἀνδρίαν, Ὁμηρικώτερόν ἐστι, καθὰ καὶ τὸ θεοειδῆ που εἶπεν τὸν Πάριν.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ὑπωπτεύετο παρὰ Ζηνοδότῳ. Καλλίστρατος ὑπώπτευε τὸν στίχον διὰ τὴν ἐξαρίθμησιν τῶν κυνῶν καὶ τὸ ἐπίθετον.
κύνες ὑλακόμωροι.
ὁ μὲν Ἀρίσταρχος ὀξύφωνοι ἐπεὶ καὶ μόρον ἐν ἄλλοις ἐδηλώθη λέγεσθαι τὸ ὀξὺ, ὃ ἐξετάθη ἐν τῷ ὑλακόμωροι.
δέρμα ἰονθάδος ἀγρίου αἰγός.
οἱ δὲ τὴν τελείαν διὰ δὲ τοῦ Ἀριστάρχου ὑπομνήματος ἰονθάδος ἔνιοι ἀποδιδόασι τελείου. εἴη δʼ ἂν λεγόμενον ἀπὸ τῶν ἰόνθων. τὰς γὰρ τῶν τριχῶν ῥίζας ἰόνθους λέγει Σοφοκλῆς ἐν Χρύσῃ «ἐγὼ μέλαιναν ἐξιονθίζω τρίχα» οὐκ ἂν νῦν ἔφη δασύ, εἴ γε τὸ ἰονθάδος ἐδήλου τὸ δασέος.
θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα.
ὡς περὶ ἑτέρου· ἔστι δὲ ἐπὶ τοῦ Εὐμαίου. Ὁμηρικὴ δὲ ἡ φράσις
πλησάμενοι δέ τε νῆας ἔβαν.
ἡ διπλῆ ὅτι ὁ δὲ πλεονάζει
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
ὁμοίως τῷ «θῆτές τε δμῶές τε»
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
ὅτι ἀρσενικῶς τὸν αἶγά φησιν
οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλων πείσειε.
τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, πείσειε πείσει
ἀλλά μιν ἠθεῖον καλέω.
ἡ διπλῆ ὅτι τὸ ἠθεῖε προσφώνησίς ἐστι σεπτικὴ νεωτέρου πρὸς μείζονα
ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω.
ἀθετεῖται μετενήνεκται γὰρ ἀπὸ τῶν ἑξῆς ἐπὶ τῶν πρὸς τὴν Πηνελόπην λόγων. οὔπω γὰρ ἀφῖκται εἰς τὴν Ὀδυσσέως οἰκίαν
τοῦ μὲν φθίνοντος μηνός, τοῦ δὲ ἱσταμένοιο
οἴκαδε νοστήσει καὶ τίσεται, ὅς τις ἐκείνου
ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
ὑποπτεύονται οἱ τρεῖς ὡς ἀσύμφωνοι πρὸς τὰ πρὸ αὐτῶν, καὶ ὡς ὕποπτοι καὶ ὡς ἄπιστοι. πόθεν γὰρ ᾔδει εἰ καὶ ἐκ Δωδώνης ὑποστρέφων οὐ πλοΐσει;
ἀλλʼ ἤτοι ὅρκον μὲν ἐάσομεν.
τῶν αὖ παιδὸς ἄλαστον ὀδύρομαι.
ἡ διπλῆ ὅτι λείπει ἡ περὶ, περὶ παιδὸς καὶ τὸ ἄλαστον ἀντὶ τοῦ ἀλάστως, ἀνεπιλήστως
τὸν δέ τις ἀθανάτων βλάψε φρένας.
ἡ διπλῆ ὅτι ἐν σχήματι εἴρηται ὡς τὸ «γυναῖκά τε θήσατο μαζόν» καὶ «οἵ σʼ ὠτειλῆς αἷμʼ ἀπολιχμήσονται»
ἀστερίσκος πρόσκειται ἄχρι στίχων γʼ, ὅτι νῦν ὡς πρὸς ῥάκεσιν ἠμφιεσμένον ὀρθῶς λέγονται· ὡς δὲ πρὸς τὴν Ἀθηνᾶν ὁμοιωθεῖσαν Μέντῃ καὶ βασιλικὴν ἔχουσαν στολὴν οὐ πάνυ
ἐκ μὲν Κρητάων γένος εὔχομαι.
ἀπὸ τοῦ Κρῆται· καὶ τὰς Ἀθήνας γὰρ ποτὲ ἑνικῶς, ποτὲ πληθυντικῶς ὀνομάζει
Κάστωρ Ὑλακίδης.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Καλλίστρατος ἐν τῇ ἐκ Μουσείου Κάστρω φησὶ γεγράφθαι.
ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
γιγνώσκειν.
Ἀπολλώνιος ὁ Σοφιστής ὁ Ἀρίσταρχός φησι, μεταφορικῶς τὴν καλάμην εἴρηκεν. καὶ γὰρ ἐπὶ τοῦ ἀμητοῦ τὸ πλῆθος ἰδόντα τῆς καλάμης καὶ τὴν εὐγένειαν ἔστιν ἐπιγνῶναι ὅσος καὶ οἷος ἦν ὁ καρπός. καὶ νῦν οὕτως λέγει, ἀλλʼ ὅμως καὶ τὸ λείψανόν σε ὁρῶντα τοῦ σώματος ὀΐομαι ἐπιγινώσκειν, οἷος ἤμην ἀκμάζων ἐγὼ καὶ εὐσθενῶν.
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι.
ὅτι ὁμωνύμως τὸν ποταμὸν καὶ τὴν χώραν. νῦν δὲ τὴν χώραν
ἐπήλυθον ὧραι.
ἡ ἐπὶ ἀντὶ τῆς παρά. παρῆλθον οἱ καιροί, ὅ ἐστιν αἱ τροπαί·
αἴθρῳ καὶ καμάτῳ δεδμημένον.
αἴθρῳ ἀρσενικῶς, ὡς «ἐν πύλῳ ἐν νεκύεσσιν» ἀντὶ τοῦ ἐν πύλῃ
Ἐτυμολογικὸν τὸ Μέγα .
ἐνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην.
ἡ διπλῆ ὅτι λείπει ἡ περί
βασιλῆι Ἀκάστῳ.
πῶς ἐν Ἰλιάδι Μέγητά φησιν εἶναι βασιλέα Δουλιχίου; βασιλέας οὖν τοὺς δυνάστας φησί
ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
λείπει ἡ ἔξ, ἵνʼ ᾖ ἐκ τῆς δύης ἐπὶ βλάβην ἔλθοιμι, ἢ ἐπὶ ταῖς συμβεβηκυίαις τιμωρίαις ἄλλην βλάβην ὑπομείναιμι «δύῃ ἐπὶ πῆμα γένηται» ἀντὶ τοῦ ἐπὶ τῇ δύῃ
ἀνδρὸς ἐπισταμένου.
Ἀπολλώνιος ὁ Σοφιστής ἐπὶ στίχου ἐν τῇ ξʹ Ὀδυσσείας ἀνδρὸς ἐπισταμένου Ἀρίσταρχος ἐπιστήμονος.
μάρτυροι ἀμφοτέροισιν θεοί.
ὅτι Ζηνόδοτος γράφει μάρτυρες· ὁ δὲ Ὅμηρος οὕτως ἐσχημάτικεν.
πέμψαι Δουλίχιόνδʼ ἰέναι.
ἡ διπλῆ ὅτι τὸ πέμψαι ἀντὶ τοῦ πέμψον
ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
ὅτι τὸ ἀλεύεται ἀντὶ τοῦ ἀλεύηται· συνέσταλται γάρ.
καὶ ἄργματα θῦσε.
τὰς ἀπαρχὰς τῶν μερίδων ἢ τὰ ἀπομερισθέντα τοῖς θεοῖς. θῦσε δὲ ἐθυμίασεν· οὐδέποτε γὰρ θῦσαι ἐπὶ τοῦ σφάξαι ἱερεῖόν φησι
οἶνον Ὀδυσσῆι πτολιπόρθῳ
ἐν χείρεσσιν ἔθηκεν. ὁ δʼ ἕζετο.
ἡ διπλῆ ὅτι καὶ τοῦτο ἐξ ἐπαναλήψεως ἐπʼ αὐτοῦ τοῦ Ὀδυσσέως
εὐξάμενός τι ἔπος ἐρέω.
ἡ διπλῆ ὅτι τὸ εὐξάμενος ἀντὶ τοῦ καυχησάμενος
εἴθʼ ὣς ἡβώοιμι.
ἔνθεν δῆλον ὅτι τὸ εὐξάμενος ἀντὶ τοῦ καυχησάμενος
ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
νῦν προφανῶς ζῶμα τὸν χιτῶνά φησιν, ὡς διὰ τῶν ἑξῆς δῆλον «παρά μʼ ἤπαφε δαίμων οἰοχίτωνʼ ἴμεναι»· τινὲς δὲ ζῶμα φαεινὸν τὸν σιδηροῦν χιτῶνα
κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
ἀθετεῖται ὡς ἐκ τῆς Ἰλιάδος μετενηνεγμένος. γελοῖον δὲ εἰπεῖν καὶ τὸν ἐν λόχῳ καθυπνωκέναι τινὲς φασὶν ἐνίους ἠγνοηκότας τὸ ἔθος τοῦ ποιητοῦ, ὅτι ἔθος ἐστὶν αὐτῷ ἀπὸ τοῦ γὰρ ἄρχεσθαι, διὰ τοῦτο πεπλακέναι τὸν στίχον.
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη.
δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος.νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
καὶ ὁ Ἀθηνοκλῆς προηθέτει. ἀφανίζουσι γὰρ τὸ χωρίον τοῦ αἰνίγματος διαρρήδην αἰτοῦντος. ἄλλως τε καὶ ὁ Εὔμαιος ὕστερον λέγει «αἶνος μέντοι ἀμύμων ὃν κατέλεξας»
Βορέω ὑπʼ ἰωγῇ.
τῇ σκέπῃ
εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
ἤτοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ.
ἡ διπλῆ ὅτι πρὸς τὸ δεύτερον πρῶτον ἀπήντηκεν καὶ κατὰ ἐναλλαγὴν πτώσεως παρείληπται ἀντὶ τοῦ ὑπὸ μαλακοῦ ὕπνου δεδμημένον
ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονταιΕὐρυμάχῳ γήμασθαι.
ὅτι Ἰθακήσιος ὁ Ἰκάριος, οὐ Σπαρτιάτης, ἀδελφὸς Τυνδάρεω
μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀθετεῖ Ἀριστοφάνης ἐπὶ σμικρολογίᾳ παντελῶς.
οἶσθα γὰρ, οἷος θυμός.
ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
δμωάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
ἔνιοι τοὺς γʹ νοθεύουσιν, ὅτι μηδὲν τούτων ἐπανελθὼν ποιεῖ
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε.
ἡ διπλῆ ὅτι τὴν Σάμην εἴρηκεν Σάμον διὰ τὸ μέτρον καὶ τὴν δείλην δείελον ἐν ἄλλοις
λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν.
νοθεύεται ὡς διαπεπλασμένος ἐξ ἡμιστιχίου τῆς Κ Ἰλιάδος. ἐκεῖ γὰρ προσηκόντως Νέστωρ κοιμώμενον Διομήδην ἀνίστησι κύψαι κατοκνήσας διὰ τὸ γῆρας
χρῆ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
ἐν πολλοῖς οὐκ ἐφέρετο. καὶ ἔστιν Ἡσιόδειος τῆς φράσεως ὁ χαρακτήρ
ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,δειπνήσαντες ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν. εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέαςαὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτωνἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
οἱ ηʹ ἠθετοῦντο· συγκέχυται δὲ τὸ δυϊκὸν τοῦ ἀμφότερον
εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
ἀτόπως καὶ τὸ «ἀνʼ Ἑλλάδα». μόνην γὰρ τὴν ὑπὸ Ἀχιλλεῖ Ἑλλάδα καλεῖ Ὅμηρος
ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους.
ἡ διπλῆ ὅτι ὁ δὲ πλεονάζει
καὶ ταῦτα ἀπρεπῆ διδάσκεσθαι πρὸς Μενελάου τὸν Τηλέμαχον τὸ ἀπαιτεῖν
ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἔστι σμικρολόγου ὡς Ἀριστοφάνης φησί,
ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ.
οὐκ ἀναγκαῖον ἀθετεῖν· οὐ γὰρ δοῦλοι οἱ θεράποντες ὥστε ἐν τῇ αὐτῇ οἰκίᾳ οἰκεῖν.
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε.
χερόνιπτρα
Ὀδυσῆʼ ἐνὶ οἴκῳ εἴποιμʼ.
Ὀδυσῆι ἐνί. Ἀττικόν ἐστιν, ὡς «ἥρωϊ Λαομέδοντι πολίσσαμεν»
ἀργὴν χῆνα.
ὅτι καὶ θηλυκὸν λέγεται
σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
ἡ διπλῆ ὅτι ἀπὸ τοῦ παρακολουθοῦντος τὸ ἔτρεχον
φεύγων ἐξ Ἄργεος.
Ἄργεος οὐ τῆς πόλεως, ἀλλὰ τῆς χώρας
ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων.
ἡ γραφὴ μετά, ἀντὶ τοῦ ἐν Πυλίοις· μετὰ Πυλίων ναίων ἔξοχα δώματα ἀφνειὸς Πυλίοισι μετʼ ἔξοχα ...
ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλωνπαντοίην φιλότητʼ. οὐδʼ ἵκετο γήραος οὐδόν.
ὁ δὲ παρὰ σύνταξιν κεῖται· λέγει γὰρ ὅτι καίπερ θεοφιλὴς ὢν οὐκ ἐγήρασε. τὸ οὖν ἑξῆς «γήραος δὲ οὐδὸν οὐχ ἵκετο». ὅμοιον δέ ἐστι τῷ «οὐδʼ Ἀγαμέμνων λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆι». τὸ γὰρ ἑξῆς «Ἀγαμέμνων δʼ οὐ λῆγʼ ἔριδος»
τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε
ὅτι οὐκ οἶδεν Ὅμηρος τὸν Ἀλκμαίονα μητροκτόνον.
κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη.
ἀλλά με νηὸς ἔφεσσαι.
ἡ διπλῆ ὅτι τὸ ἔφεσσαι ἀντὶ τοῦ ἔφεσον
φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος.
ἡ διπλῆ ὅτι ἐλλείπει ἡ παρὰ, ἵνʼ ᾖ παρʼ αὐτοῦ
ἐπαιγίζοντα διʼ αἰθέρος.
Ἀριστοφάνης ἐπαΐσσοντα· αἰγίδας ἔλεγον τὰς ὑφʼ ἡμῶν καταιγίδας καὶ σφοδρὰς πνοὰς τῶν θυέλλων
ἡ δὲ Φεὰς ἐπέβαλλεν.
ὅτι νῦν μὲν Φεὰς πληθυντικῶς εἴρηκεν, ἐν δὲ Ἰλιάδι «Φειᾶς πὰρ τείχεσσιν» ἑνικῶς.
αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
ἐκπώματος ἤτοι ποτηρίου εἶδος τοσούτου καὶ μέτρου
δρώοιμι μετὰ σφίσιν, ὅττʼ ἐθέλοιεν.
ὅτι τὸ ἐθέλω ἀεὶ ἀπὸ τοῦ ε ἄρχεται; Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν τὸ ἐθέλοιεν οὕτως αἱ Ἀριστάρχου, φασὶ, τρισυλλάβως τὸ ἐθέλω.
σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
δισυλλάβως μετρητέον καὶ τοῦτον τὸν στίχον.
δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
ὁ Ἀρίσταρχος ταῖς δεσποτικαῖς
Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο.
οἷον ὡς πρὸς τὰς τροπὰς ἡλίου, ὅ ἐστιν ἐπὶ τὰ δυτικὰ μέρη ὑπεράνωθεν τῆς Δήλου. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός
ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ.
ὅτι καὶ ἐν τῇ Ἰλιάδι ἅμα τῇ ἀνατολῇ ἐσθίουσιν. ἅπαξ ἐνθάδε τὸ ἄριστον καὶ ἐν Ἰλιάδι
ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.
παρέλκει ἡ ὑπὸ
ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ.
ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον λέγει· καὶ ἐξηγητικός ἐστιν ὁ τόπος.
ἔσσεται οὕτως, ἄττα.
ἡ διπλῆ ὅτι τὸ ἄττα προσφώνησίς ἐστι νέου πρὸς γέροντα
οἱ ἀστερίσκοι ὅτι νῦν ὀρθῶς εἴρηται πῶς ἀφῖκται πτωχὸς ὤν. κατὰ δὲ τὴν πράτην, ὅτι Μέντῃ εἰκάζεται ἡ Ἀθηνᾶ οὐχ ὑγιῶς
ἔλθοι ἀλητεύων· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
οὗτος ὁ στίχος ὀβελίζεται καὶ καλῶς ἔστι περιττὸς ὁ στίχος καὶ διαλύων τὸ πᾶν νόημα
ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
καὶ οὗτος ἀθετεῖται. δύο γὰρ μόνα εὔχεται ἢ παῖς ἐξ Ὀδυσσέως εἶναι ἢ μόνος αὐτὸς ὁ Ὀδυσσεύς· ἀθετεῖ καὶ Ζηνόδοτος
ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
κρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι.
νοθεύονται, ὅτι μὴ πέμπει Πηνελόπη πρὸς Λαέρτην
ἥτε με τοῖον ἔθηκεν, ὅπως ἐθέλει.
Ἀρίσταρχος ἀντὶ τοῦ τίθησιν τὸ ἔθηκεν ἐξηγεῖται.
τοὺς μνηστῆράς φησι ρηʹ Ἀρίσταρχος
μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι.
σύνθετον τὸ πολύπικρα, καὶ ἔστιν ἀντὶ τοῦ πολυπίκρως
ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσιν.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ ἄλλων ἀνδρῶν καὶ θεῶν
νοθεύονται ιηʹ. πόθεν γὰρ ᾔδει τὰ ὅπλα ἐν τῷ ἀνδρῶνι ἀντικείμενα; οἰκείως δὲ χρήσεται τῷ λόγῳ ὅταν αὐτὰ θεάσηται. ἀθετεῖ καὶ Ζηνόδοτος
τεύχεα δέ σφʼ ἀπένεικαν.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ αὐτῶν
τοῦ νῦν οἶκον ἄτιμον ἔδεις.
ὅτι τὸ ἄτιμον ἀντὶ τοῦ ἀτίμως
τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν.
ἡ διπλῆ πρὸς τὴν τοῦ ἄρθρου μετάθεσιν. ὅμοιόν ἐστι τῷ «οὔτε τὰ τεύχεα καλά».
πύρνον καὶ κοτύλην.
αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
ἡ διπλῆ ὅτι λείπει τὸ διὰ, διὰ πυρός
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε.
ἐν ἴσῳ τῷ τὰς χεῖρας περιέβαλεν.
φυγόντι περ αἰπὺν ὄλεθρον.
τὸ περ ἀντὶ τοῦ δή
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν «ἐνδυκέως ἐφίλει ὡσεί τε πατὴρ ἑὸν υἷα». οὕτως Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος «ἐνδυκέως ἐφίλει ὡσεί τε πατὴρ ἑὸν παῖδα», ὃν παῖδʼ ἐφίλησε,
ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἄδηλον τίς ὁ Φιλομηλείδης, καὶ εἰ κύριον τὸ ὄνομα. ὁ Φιλομηλείδης ὡς Φιλομήλου υἱός. ὁ γὰρ Πάτροκλος οὐ δύναται δηλοῦσθαι ὡς Φιλομήλας υἱός, ὅτι τε τὰ ἀπὸ μητέρων οὐ σχηματίζει ὁ ποιητής, καὶ ὅτι τὸ ἐπιφερόμενον οὐκ οἰκεῖον ἦν ἐπὶ Πατρόκλου «κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί» καὶ ἐν Ἰλιάδι δὲ λέγει «νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω». ὅτι τὰ ἀπὸ μητέρων οὐ σχηματίζει ὁ ποιητής
οἷον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν
καὶ μὴν οὐδέπω εἰσελθὼν εἰς τὴν ναῦν θεᾶται τὸν οἰωνόν
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἐν τοῖς χαριεστέροις οὗτοι μόνοι οἱ βʹ ἀθετοῦνται, ἐπεὶ καὶ πρὶν εἰσελθεῖν οὐκ ἐν τῇ νηῒ τὸν οἰωνὸν εἶδε, καὶ ἐγεγώνευν ἀκαίρως ἐστίν, ἐν δὲ τοῖς κοινοτέροις ἀπὸ τοῦ «ὣς φάτο» ἕως τοῦ «ἐξ ἐμεῦ».
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην.
ἀθετεῖ καὶ Ἀριστοφάνης
ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.
τὸ οὐδὸν ἀντὶ τοῦ τὴν ὁδόν· νῦν δὲ μόνως μετὰ τοῦ υ
αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες
ἡ διπλῆ ὅτι τὸ μῆλα νῦν μόνως τὰς αἶγας
στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωή.
ἡ διπλῆ ὅτι τὸ περὶ δὲ ἀντὶ τοῦ περὶ γάρ σφεας, ἵνα τοῦ στῆναι φαίνηται ἡ αἰτία
ἦ μάλα δὴ τάδε δώματα οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν μίν αὐτὸ τὸ δῶμα.
ὑπεροπλίσσαιτο.
ὁ Ἀρίσταρχος ἀποδίδωσι νικήσειεν τοῖς ὅπλοις καὶ γὰρ οἱ νεώτεροι λέγονται ὁπλότεροι ἀπὸ τοῦ νικητικοὶ εἶναι ἐν τοῖς ὅπλοις. ἤτοι ὑπερηφανήσει, ἢ εὐχερῶς ἐπιβουλεύσει.
ἐγὼ δʼ εἶμι προπάροιθεν.
πρότερον χρονικῶς, ὅμοιον τῷ «τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξε». τοπικῶς δὲ «ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα Κολωνή»
οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων.
λείπει τὸ εἰμί
ἐνίπλειος κυνοραϊστέων.
Ἀρίσταρχος τῶν κροτώνων
κνώδαλον, ὅττι δίοιτο.
κυρίως μὲν τὸ θαλάσσιον θηρίον, τὸ κῆτος, νῦν δὲ θηρίον ὑπὸ κυνῶν ἁλισκόμενον οἱ περὶ Ἀρίσταρχόν φασι κυρίως τὰ ἐν τῇ θαλάσσῃ. Ὅμηρος δὲ ἐπὶ τοῦ χερσαίου.
εὖθʼ ὁ δεδειπνήκει, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
ὅ κεν τέρπῃσιν ἀείδων.
ἡ διπλῆ ὅτι τὸ τέρπῃσιν ἀντὶ τοῦ τέρποι ὡς τὸ «νῦν δʼ ἂν πολλὰ πάθῃσι»
οὗτοι γὰρ κλητοί γε βροτῶν.
ὅτι τοὺς ἀπὸ τοῦ καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ἰλιάδι «ἀλλʼ ἄγετε, κλητοὺς ὀτρύνομεν».
δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
ἔμμεναι, ἀλλʼ ὥριστος.
ὅτι τὸ φίλος ἀντὶ τοῦ φίλε καὶ ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ὑπακουστέον Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν περισσὸν τὸ ἀλλʼ ὥριστος.
ἐγὼ δὲ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
ἡ διπλῆ ὅτι τὸ κλείω ἐνεστῶς ἐστιν ἀντὶ μέλλοντος
στῆθʼ οὕτως ἐς μέσσον.
μετὰ δείξεως, ὁμοίως τῷ «ἀμφίπολοι στῆθʼ οὕτω ἀπόπροθεν» καὶ τῷ «Ἥφαιστε, πρόμολʼ ὧδε» οὕτως ὡς ἔχεις σχήματος. ὁ δὲ λόγος ὡς νῦν, ἵστασαι, στῆθι κατὰ τὴν αὐτὴν στάσιν, μὴ πλησίον τῆς τραπέζης μου
ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
τρεῖς νοθεύονται· ἐφʼ οἷς γὰρ Ἀντίνοος ὀνειδισθεὶς ὤργισται εἰκὸς ἦν ἀχθεσθῆναι καὶ τοὺς λοιπούς
ἀλλʼ εἴ που πτωχῶν γὲ θεοὶ καὶ ἐρινύες εἰσίν,
Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
ἔσθιʼ ἕκηλος ξεῖνε καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
μή σε νέοι διὰ δῶμα ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,
ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
νοθεύονται ϛʹ. πῶς γὰρ ὁ Ἀντίνοος ἐκαρτέρησεν ἐπὶ ταῖς κατάραις, ὃς ἐπὶ τοῖς ἐλάσσοσιν οὕτως ἠγρίανε; πῶς τε συναλγοῦσιν αὐτῷ οἱ λοιποί, εἰ τοιοῦτος ὢν οὕτω κατηρᾶτο πικρῶς;
εὐνομίην ἐφορῶντες.
ἅπαξ εἴρηται παρὰ τῷ ποιητῇ εὐνεμεσίαν, καθʼ ἣν εὖ νεμόμεθα καὶ διατελοῦμεν
ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,
οὗτος δὲ θρήνυϊ πρυμνὸν βάλε δεξιὸν ὦμον.
νοθεύει Ἀρίσταρχος δʹ. πῶς γὰρ ἂν ταῦτα εἰδείη, εἰ μή πως κατὰ τὸ σιωπώμενον;
οὐκ ἂν οὕτως ἀκριβῶς εἰδείη τὸ βληθὲν μέρος
σὺ δʼ ἔρχεο δειελιήσας.
πρὸς τὴν δειλινὴν ὥραν παραγενόμενος, τουτέστι τὴν μεσημβρίαν· ἢ τὴν ἑσπερινὴν διατρίψας. ἔνιοι δὲ τὴν δειλινὴν τροφὴν αἰτῶν. καὶ Καλλίμαχός φησι «δείελον αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπʼ ἔργου», τὴν πρὸς τῇ δειλινῇ τροφὴν αἰτοῦντες. οὐ δεόντως. προειρήκαμεν γὰρ ὅτι οἱ ἀρχαῖοι τρισὶ τροφαῖς ἐχρῶντο ἔνιοι τὴν δείλην διατρίψας, οὐ φαγών.
οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται.
ἡ διπλῆ ὅτι τὸ χείσεται σημαίνει χωρήσει· ἔνθεν καὶ χειὰ ἡ κατάδυσις τῶν ὄφεων
ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
ἡ διπλῆ ὅτι τὸ μέλλουσιν ἀντὶ τοῦ ἐοίκασι
γρηῒ καμινοῖ ἶσος.
τῇ καμινοκαυστρίᾳ, τῇ φρυττούσῃ τὰς κριθὰς πρὸς τὸ ποιῆσαι ἄλευρα. οὕτως Ἀρίσταρχος
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες.
ἡ διπλῆ ὅτι τὸ ἀγήνορες νῦν οἱ ἄγαν ἀνδρεῖοι
γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί.
ἐν πυρὶ ἀντὶ τοῦ παρὰ πυρί· οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστοφάνης ἐν πυρί, ἐν τῷ καταφωτιζομένῳ τόπῳ, ὡς ἐν Ἰλιάδι «αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ»
μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων.
ἐπίηρά ἐστι τὸ ἐντελές, καὶ ἐν Ἰλιάδι «μητρὶ φίλῃ ἐπίηρα», ὁ μεσολαβήσας τῷ ὀνόματι εἶπεν τὴν μετὰ χάριτος ἐπικουρίαν,
βουγάιε.
ἢ ἐλάσειʼ.
πλήξει βαλών
δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε ..
Ἶρος, ὁ δέ.
ἡ διπλῆ πρὸς τὴν ἐναλλαγὴν πτώσεως. ἔστι δὲ ἀντὶ τοῦ ἀνασχομένων
γέλῳ ἔκθανον.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ ὑπὸ γέλωτος ἀπέθανον
κοίρανος εἶναι.
ἡ διπλῆ ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτικοῖ, εἶναι ἀντὶ τοῦ ἔσο
ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἠπειρόνδε
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
οὗτοι οἱ βʹ ἐκ τῶν ἄνωθεν μετήχθησαν· ἐκεῖ μὲν γὰρ προτρέπων φοβεῖ, ἐνταῦθα δὲ ἀπάνθρωπον τελέως τὸ ἡμιονήπια … τελεῖν. διὸ περιγράφονται
χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
ὅτι ἐπὶ τῇ φήμῃ οἰωνισάμενος ἔχαιρεν· προείρηκε γὰρ «Ζεύς τοι δοίη ξεῖνε, ὅττι μάλιστʼ ἐθέλεις».
ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
δεινῷ εἰπεῖν ἢ λογίῳ παρὰ τὰ ἔπη
οὐδὲν ἀκιδνότερον.
καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ὄλβιος εἶναι.
ἡ διπλῆ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκειν
δὴ γὰρ κακὸν ὄσσετο θυμός.
προεμηνύετο
κάλλεϊ μέν οἱ πρῶτα.
νῦν τὰ μύρα ὅτι μύρον μὲν οὐκ ὀνομάζει, τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον λέγει, ὥστε εἰδέναι μὲν τὴν χρῆσιν, τὸ δὲ ὄνομα μή. λέγει δέ που καὶ «ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ» καὶ «κάλλεϊ μέν οἱ πρῶτα» μύρου τι γένος ὀνοματοποιήσας.
ἡ μὲν ἄρʼ ὧς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων.
ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
ἠθέτει καὶ Ἀρίσταρχος
βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
ἡ διπλῆ ὅτι ὁ δὲ ἀντὶ τοῦ γάρ
ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί.
ἡ διπλῆ ὅτι Ἴασον Ἄργος τὴν Πελοπόννησον λέγει ἀπὸ Ἰάσου τοῦ τῆς Ἰοῦς· πρὸς τὴν αὐτὴν δὲ καὶ Ἀχαϊκὸν Ἄργος φησί, Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν
ἑλὼν ἐμὲ χεῖρα.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ ἐμοῦ χεῖρα
οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμόν.
εὐτελὲς τοῦτο, διὸ καὶ κεραύνιον παρέθηκεν Ἀριστοφάνης.
ἕρματα τρίγληνα μορόεντα.
τρίκορα κόσμια, ἐνώτια, τριόφθαλμα. τὸ δὲ μορόεντα ἀντὶ τοῦ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας κατεσκευασμένα.
θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶτοιοῦτος νόος ἐστίν, ὃ καὶ μεταμώνια βάζεις.
ἀθετοῦνται τρεῖς ὡς ἐκ τῶν ἑξῆς μετατιθέμενοι· καὶ ὅτι ἐνθάδε μηδὲν ἐθρασύνθη
ἢ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας.
ἀλύεις νῦν ἀντὶ τοῦ χαίρεις, γαυριᾷς
ἔμπης μοι δοκέει δαΐδων σέλας.
ἀντὶ τοῦ ὁμοίως, ὡς τὸ «ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν». ἀντὶ τοῦ ὅμως
ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα.
ἡ διπλῆ ὅτι πτῶσις ἤλλακται ἀντὶ τοῦ οἰνοχόου βάλε χεῖρα ὅμοιον τῷ «ὁ δʼ ἐρινεὸν ὀξέι χαλκῷ τάμνε νέους ὅρπηκας»
δαιμόνιοι, μαίνεσθε.
θαυμάσιοι ἐπὶ κακῷ
καὶ οὐκέτι κεύθετε θύμῳ.
ἀντὶ τοῦ ὑπὸ θυμοῦ, ὡς «Ἀχιλῆι δαμασθείς»
κρητῆρα κεράσσατο Μούλιος ἥρως.
ὅτι πάντας ἥρωας ἔλεγον
οἱ ἀστερίσκοι, ὅτι ἀναγκαίως ἐνθάδε, ὅτε καὶ ἑώρακε τὰ ὅπλα
χοίνικος ἅπτηται.
ἀντὶ τοῦ δαπάνης, τροφῆς, τό τε μετροῦν καὶ τὸ μετρούμενον. ἅπαξ ἐνταῦθα ἡ φωνή· καὶ οὐ διὰ τοῦτο χωριστέον τῆς Ἰλιάδος τὴν Ὀδύσσειαν· κἀκεῖ γάρ εἰσι τοῦδε εὐτελέστερα ὀνόματα «ὅλμον δʼ ὡς ἔσσευε βαλὼν» «ἀμφʼ ἀστραγάλοισι χολωθεὶς» πτύον.
χρύσεον λύχνον ἔχουσα.
ἡ διπλῆ ὅτι τὸ λύχνον ἀπὸ τοῦ λύειν τὸ νύχος. λέγει δὲ τὴν δᾷδα κυρίως· τοῦ δὲ παρʼ ἡμῖν καλουμένου λύχνου τοὺς ἥρωας χρωμένους ὁ ποιητὴς οὐκ εἰσάγει. οὐδὲ Ἡσίοδος μέμνηται λύχνος ὁ λύων τὸ νύχος, τουτέστι τὸ σκότος. οὕτως Ἀριστόνικος ἐν τῷ περὶ σημείων τοῦ Ὁμήρου.
ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι.
ὁ Ἀρίσταρχος τὰ μεσόστυλα.
κίονες ὑψόσʼ ἔχοντες.
ὅτι καὶ ἀρσενικῶς ὁ κίων
ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται.
ἡ διπλῆ ὅτι ὁ δὲ ἀντὶ τοῦ γάρ
εἶσθα θύραζε.
εἶσθα ἀπὸ τοῦ εἶμι
δαιμονίη.
θαυμασία ἐπὶ κακῷ
εὐδικίας ἀνέχῃσι.
ὁ Ἀρίσταρχος εὐδικίας ἄνω ἔχῃ.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται, οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. ἠθέτηνται δʹ
ὑλήεντι Ζακύνθῳ.
ὅτι ἀρσενικῷ θῆλυ ἐπήγαγεν, ὡς τὸ «κλυτὸς Ἱπποδάμεια»
ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα οἴκου κήδεσθαι.
δυνατός· καὶ ὁ τε πλεονάζει
Κρήτη καὶ ἐννήκοντα πόληες.
ἡ διπλῆ πρὸς τοὺς χωρίζοντας, ὅτι ἐν Ἰλιάδι ἑκατόμπολιν τὴν Κρήτην λέγει, οὐχ ὡρισμένως ἑκατὸν πόλεις ἔχουσαν, ἀλλὰ ἀντὶ τοῦ πολλάς
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
τινὲς βούλονται τὸ ἔλεγε σημαίνειν. ἄλλοι δὲ τὸ ἤισκε, τὸ εἴκαζεν, ὁμοίου· τὸ γὰρ ὅλον, πολλὰ ψευδῆ λέγων εἴκαζεν, ὥστε ὅμοια εἶναι ἀληθέσιν
ἀσπαίροντα λάων.
ὁ μὲν Ἀρίσταρχος ἀπολαύων, ἀπολαυστικῶς ἔχων. ὁ δὲ Κράτης λάων φησὶν ἀντὶ τοῦ βλέπων· ὅθεν κατὰ στέρησιν ἀλαὸς ὁ τυφλός
Ὤριον ὁ Θηβαῖος, Ἀριστόνικος ὁ Ἀλεξανδρεύς ἐν τῷ περὶ σημείων Ὀδυσσείας: —λάρυξ ὁ λαιμός· διὰ γὰρ τούτων, τοῦ λαιμοῦ καὶ λάρυγγος, τὴν ἀπόλαυσιν ἔχομεν τῶν τροφῶν. οὕτως Ἀριστόνικος ἐν τῷ περὶ σημείων Ὀδυσσείας—
οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
γίγνεται.
τὰ ἐπικουρητικὰ τῆς ψυχῆς. ἐπίηρʼ ἀνὰ θυμῷ εἰ μή τις γρῆυς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,
ἥ τις δὴ τέτληκε τόσα φρεσίν, ὅσα τʼ ἐγώ περ·
τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.
ἀθετοῦνται οἱ τρεῖς, πρῶτον μὲν ὅτι αἱρεῖται τὴν δυναμένην ἐπιγνῶναι· εἶτα δὴ καὶ γέλοιον τὸ «ἥτις δὴ τέτληκε»; τίς γὰρ φθονεῖ τῶν μὴ σπουδαίων;
ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμός κήδεσιν.
ἡ διπλῆ ὅτι ἀντὶ τοῦ διὰ τὰ σὰ κήδεα
τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
τύψας ἐποίησε
λικριφὶς ἀΐξας.
ὅτι δὶς κέχρηται τῇ λέξει, νῦν καὶ ἐν Ἰλιάδι. σημαίνει δὲ πλάγιος ὁρμήσας, ἀπὸ τοῦ λέχριος, κατὰ κοινωνίαν τῶν συμφώνων.
καὶ αἳ νηλείτιδές εἰσι.
Ἀρίσταρχος τοὺς πολυαμαρτήτους, τοῦ νη ἐπιτατικοῦ ὄντος
ὡς δʼ ὅτε Πανδαρέου κούρη.
διαφόρως τοῖς νεωτέροις, οὐχὶ Πανδίονος, εἰ μὴ ἄρα διώνυμος ἦν οὔτε Πρόκνης οὔτε Τειρέως μέμνηται καὶ τὸν παρὰ τοῖς νεωτέροις Ἴτυν Ἴτυλον αὐτὸς λέγει.
καί τέ σφιν ἰαίνομαι εἰσορόωσα.
ἤτοι μὲν ὄνειροι ἀμήχανοι.
ἡ διπλῆ ὅτι ἀμήχανοι ἀντὶ τοῦ πρὸς οὓς μηχανὴν εὑρεῖν οὐκ ἔστιν
Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.ἔνθʼ Ὀδυσεὺς ... κεῖτʼ ἐγρηγορόων.
αὐτίκα νῦν ἢ ἔπειτα.
τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα· ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα.
ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι.
ἡ διπλῆ ὅτι τὸ δὲ περιττόν
ὕψοθεν ἐκ νεφέων.
νῦν τὸν τόπον ἔφη Ἀττικῶς ἐν ᾧ εἴωθε συνίστασθαι τὰ νέφη· ἐπιφέρει γὰρ ἡ ἀλετρὶς «οὐδέ ποθι νέφος ἐστίν»
ἐμπλήγδην ἕτερόν γε τίει.
ἐν τῷ Υ τῆς Ὀδυσσείας ὑπομνήματι ὁ Ἀρίσταρχος εὐμεταβόλως.
ἐπὴν δὴ γείνεαι αὐτός.
γεννήσῃς
Ἀγέλαος.
ἐς Σικελοὺς πέμψωμεν.
ἐγινώσκετο ἄρα τὰ κατὰ τοὺς Σικελούς. οὐκ εἰκὸς οὖν ἐκεῖ τὴν πλάνην γεγονέναι
τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε.
ἡ διπλῆ ὅτι ὁ δὲ ἀντὶ τοῦ γάρ
δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε.
τῷ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν
οἴκῳ ἐν Ὀρσιλόχοιο.
νῦν ἐπὶ τῇ Λακωνικῇ χώρᾳ, ἧς μέρος κατὰ τοὺς ἡρωικοὺς χρόνους ἡ Μεσσήνη
Ἴφιτος αὖθʼ ἵππους διζήμενος.
τὸν Ἰόλης ἔρωτα οὐκ οἶδεν ὁ ποιητής, οὐδὲ ὡς ἀποτυχὼν τοῦ ἔρωτος τῆς Ἰόλης ἔκλεψε τὰς ἵππους Εὐρύτου
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν οἱ νεώτεροί φασιν ὡς ὅτι αὐτὸν ἀπὸ τοῦ τείχους κατέβαλεν
ἔπειτα δὲ πέφνε καὶ αὐτόν.
ἡ διπλῆ ὅτι ὁ δὲ ἀντὶ τοῦ γάρ
αἴνυτο τόξον αὐτῷ γωρυτῷ.
ὅτι λείπει ἡ σύν,
φέρον ὄγκιον.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἔστι μὲν τῶν ἅπαξ εἰρημένων ἡ λέξις. σημαίνει δὲ ὄγκιον ἀγγεῖον κιστοειδές, ἐν ᾧ ἔκειντο οἱ ὄγκοι. ὄγκοι δέ εἰσιν οἱ πώγωνες τῶν ἀκίδων· καὶ ἐν ἄλλοις «ὡς δὲ ἴδεν νευρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας».
ἀέθλια τοῖο ἄνακτος.
τοῖο ἀντὶ τοῦ τοιούτου, οὐχ ὡς οἱ γλωσσογράφοι πάντως ἀγαθοῦ
ἀλλʼ ἀκέων δαίνυσθε.
«οὐ γάρ ἐστιν ἀντὶ τοῦ ἡσύχως». «ἀλλὰ καὶ ὣς δαίνυσθε». ἀσύμφωνα λέγουσι τοῖς παλαιοῖς.
ἐώλπει νευρὴν ἐντανύσειν.
ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε.
μύνῃσι Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν
παρὰ κρητῆρα δὲ καλόν ἷζε μυχοίτατος αἰεί.
Ἀρίσταρχος ἀντὶ τοῦ πρῶτος. «ἔστι πόλις Ἐφύρη μύχῳ Ἄργεος» πάντῃ γὰρ ἐπὶ τῷ Ἰσθμῷ ἵδρυται ἡ Κόρινθος.
ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
ἑστάμεν.
ὅτι ἔξωθεν προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι καὶ ἐν Ἰλιάδι «ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες». Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν προσληπτέον τὸ οὐδὲν κωλύει.
Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέαλίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπεν.
ὁ Ἀντίνοος· πρὸς γὰρ τὸ δεύτερον τὸ πρότερον
ὑπερφιάλοισι μεθʼ ἡμῖν.
ἡ διπλῆ ὅτι τὸ ὑπερφιάλοισι νῦν τοῖς κατʼ ἀρετὴν διαφέρουσιν
οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις.
Ἀρίσταρχος ἐπητέος διὰ τοῦ ε, καὶ λόγος ὑπόκειται τοιοῦτος· ἐπήτεος οἷον εὐγνώμονος· τίθησι δὲ καὶ τὴν λέξιν ἐπίπαν ἐπὶ τοῦ συνετοῦ· «τούνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων» καὶ οὐκ ἐπητύος.
περὶ κόλλοπι χορδήν.
κόλλοψ ὁ ἐκ τῶν αὐχενίων δερμάτων γινόμενος πασσαλίσκος, ἐν ὑπομνήματι Ἀνδρονίκου εἰς τὸ δος Ἀριστονίκου εἰς Ὀδύσσειαν
ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν.
ὅτι σπουδὴ οὐχ οἷον ἐν τάχει, ἀλλὰ μόγις καὶ δυσχερῶς,
ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλονταἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
ἀθετοῦνται οἱ στίχοι ὅτι οὐδέποτε Ὅμηρος ἐπὶ τοῦ ἔλεγε τὸ ἴσκε, ἀλλʼ ἐπὶ τοῦ ὁμοίου· ἠπάτηται οὖν ὁ διασκευαστὴς ἐκ τοῦ «ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὅμοια».
οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα.
Ἀρίσταρχος ἐπεισέπεμψεν.
περιρρηδὴς δὲ τραπέζῃ κάππεσε.
ὁ Ἀρίσταρχος στροβηθεὶς περιφερὴς ἔπεσε τῇ τραπέζῃ, ὡς περικλασθῆναι περὶ αὐτήν.
Ὀδυσῆος ἐείσατο κυδαλίμοιο.
ἡ διπλῆ πρὸς τὸ σχῆμα διότι ἐλλείπει ἡ ἐπὶ καὶ πτῶσις ἤλλακται. Ὀδυσῆος ἐείσατο ὡς ἐπὶ Ὀδυσσέα ὥρμησεν.
ἢ ἐλάσειεν φασγάνῳ.
πλατεῖ τῷ ξίφει πλήξειεν
ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρακαὶ τόσσας κυνέας, χαλκήρεας ἱπποδασείας.
σημείωσαι καὶ ὅτι τὸ περὶ τῶν δώδεκα σακέων καὶ τὸ ἐφεξῆς Ἀρίσταρχος ἀθετήσας κεχίακεν, ἀδύνατον εἶναι εἰπὼν τοσαῦτα βαστάσαι ἄνθρωπον.
κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ.
Ἐτυμολογικὸν τὸ Μέγα ἀΐδηλος ὁ ὀλοθρευτικός. οὐ γὰρ ἄξιος Ἀριστόνικος δηλοῦν λέγων τὸν ἀδηλοποιόν.
σφῶι δʼ ἀποστρέψαντε.
ὑμεῖς οἱ δύο
σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
ἔρυσάν τέ μιν εἴσω κουρίξ.
ὁ μὲν Ἀρίσταρχος τῆς κόμης ἐπιλαβόμενοι, ὁ δὲ Κράτης κουρίξ τὸ νεανικῶς
σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκειν.
σημειῶδες· ἀεὶ γὰρ τὸ βάλλειν παρʼ Ὁμήρῳ ἐπὶ τοῦ τυχεῖν
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιοβεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν.ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
τοὺς τρεῖς στίχους καὶ μετʼ ὀλίγα οὕτω τίθησιν δίχα παραποιήσεως. διό τινες ὠβέλισαν ἐκείνους ὡς ταυτολογοῦντας.
βάλε χεῖρʼ ἐπὶ καρπῷ λίγδην.
ξεστικῶς. ἅπαξ δὲ ἐνταῦθα καὶ ἅπαξ ἐν Ἰλιάδι ἐπιλίγδην
ἤριπε δὲ πρηνής.
ἡ διπλῆ ὅτι οὗτος ἐπʼ αὐτὴν πίπτει τὴν πληγήν.
ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται.
λείπει ἡ εἰς πρόθεσις, ἵνʼ ᾖ εἰς τὰ νέφη. νέφη δὲ τὰ λίνα ἤγουν τὰ δίκτυα τὰ ἱστάμενα πρὸς ὀρνίθων ἄγραν.
θάνατόν γε δυσηλεγέα προφύγοισθα.
ὁ Ἀρίσταρχος ὅταν μὲν λέγῃ τὸν θάνατον τοιοῦτον σημαίνει μακροκοίμητον, ὅταν δὲ ἄλλως, καταστρέφει εἰς ταὐτὸν τῷ κακοκοίμητον.
Τερπιάδης δέ τʼ ἀοιδός.
Τέρπιος παῖς ἢ ὁ τέρπων
δικτύῳ ἐξέρυσαν πολυωπῷ.
σημειοῦνται οἱ παλαιοὶ ἅπαξ ἐνταῦθα μνησθῆναι τὸν ποιητὴν ἰχθύων θήρας τῆς διὰ δικτύων. τὸ γὰρ ἐν Ἰλιάδι «μή πως ὡς ἀψίσι λίνου ἁλόντες πανάγρου» ἄδηλόν φασι εἴτε ἰχθύων εἴτε πεζῶν ζώων εἴτε καὶ πτηνῶν ἄγραν δηλοῖ. τὴν δέ γε διʼ ὁρμιᾶς καὶ ἀγκίστρου θήραν πολλάκις εἶπεν.
αἵματι καὶ λύθρῳ πεπαλαγμένον.
ἡ διπλῆ ὅτι ἐκ παραλλήλου τὸ αὐτό
οἶσε θέειον.
πόδες δʼ ὑπερικταίνοντο.
Ἀρίσταρχος ἀνεπάλλοντο καὶ ἐκινοῦντο προθυμουμένης αὐτῆς βαδίζειν ταχέως, μὴ δυναμένης δὲ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γῆρας. φαίνεται τοίνυν τὸ πλῆρες κατὰ Ἀρίσταρχον ἐρικταίνοντο, καὶ δῆλα τὰ τῆς ἀναγνώσεως. τῶν ἅπαξ εἰρημένων.
ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται.
ἡ διπλῆ ὅτι τὸ οἶκον ἱκάνεται ἀντὶ τοῦ καὶ εἰς οἶκον ἱκάνει
ὕβριν ἀγασσάμενος θυμαλγέα.
ὑπερεκπλαγείς
ἑλὼν ἐπὶ μάστακα χερσίν.
ἡ διπλῆ ὅτι τὸ μάστακα νῦν τὸ στόμα, ἐν δὲ τῇ Ἰλιάδι καὶ τὸ μάσημα «μάστακʼ ἐπεί κε λάβῃς».
κατέβαινʼ ὑπερώια.
ὑπερωΐων, ὡς τὸ «διά τʼ ἔντεα καὶ μέλαν αἷμα».
ἐν πυρὸς αὐγῇ.
ἐν τῷ πεφωτισμένῳ τόπῳ καὶ πεφλογισμένῳ ἀπὸ τοῦ πυρός
ποτιδέγμενος εἴ τί μιν εἴποι.
ὅτι ἡ πρὸς ἐλλείπει, ἵνʼ ἦ εἴ τι προσείποι
ἑρμῖνʼ ἀσκήσας.
ὁ Ἀρίσταρχός φησιν, ἑρμῖνας ἐκάλουν τοὺς πόδας τῶν κλίνων, οὗτοι δὲ ἦσαν σφηνοειδεῖς τῇ κατασκευῇ· τῶν ἅπαξ εἰρημένων. κλίνης ποδάριον· ἕρμα γάρ ἐστι τῆς κλίνης.
οἱ νῶϊν ἀγάσαντο.
ἡ διπλῆ ὅτι τὸ ἀγάσαντο νῦν ἀντὶ τοῦ ἐφθόνησαν
οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
ἀνδρὶ παρʼ ἀλλοδάπῳ ἐμίγη φιλότητι καὶ εὐνῇ,
εἰ ᾔδη, ὅ μιν αὖτις ἀρήιοι υἷες Ἀχαιῶν
ἀξέμεναι οἶκονδε φίλην ἐς πατρίδʼ ἔμελλον.
τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές.
τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ,
λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
ἀθετοῦνται οἱ ἑπτὰ στίχοι οὗτοι ὡς σκάζοντες κατὰ τὸν νοῦν.
ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας.
ἡ διπλῆ ὅτι τὸ ἀριφραδέα ἀντὶ τοῦ ἀριφραδέως
θάνατος δέ μοι ἐξ ἁλός.
ἔξω τῆς θαλάσσης.
Ἀρίσταρχος καὶ Ἀριστοφάνης πέρας τῆς Ὀδυσσείας τοῦτο ποιοῦνται
ῥητορικὴν ποιεῖται ἀνακεφαλαίωσιν τῆς ὑποθέσεως καὶ ἐπιτομὴν τῆς Ὀδυσσείας· καλῶς οὖν ἠθέτησεν Ἀρίσταρχος τοὺς τρεῖς καὶ τριάκοντα.
Ἀρίσταρχος ἀθετεῖ τὴν νέκυιαν κεφαλαίοις τοῖς συνεκτικωτάτοις τοῖσδε. ὅτι οὐκ ἔστι καθʼ Ὅμηρον ψυχοπομπὸς ὁ Ἑρμῆς ἀλλʼ οὐδὲ χθόνιος ὁ θεός. Κυλλήνιος δὲ οὐδαμοῦ εἴρηται εἰ μὴ ἅπαξ. ἀλλὰ πῶς αἱ ψυχαὶ οὐκ αὐτόμαται κατίασιν, ὡς ἐν Ἰλιάδι; ἀλλʼ αὖται καὶ ἄταφοι κατίασιν ἀλλʼ οὐδὲ ἔοικεν εἰς ᾍδου λευκὴν εἶναι πέτραν. ἄκαιρος δὲ καὶ ἡ Ἀχιλλέως καὶ Ἀγαμέμνονος ὁμιλία. καὶ Ἀγαμέμνων οὐκ ἀγείρει τὴν στρατείαν, ἀλλʼ ὁ Νέστωρ. πῶς δὲ καὶ τὸ σῶμα διέμεινε τοῦ Ἀχιλλέως ἐπὶ τοσαύτας ἡμέρας; ἀλλὰ καὶ τὸ ἀριθμεῖν τὰς Μούσας οὐχ Ὁμηρικόν ἄλογον δὲ καὶ ἐπὶ τῶν νεῶν ὄντων αὐτῶν λέγειν ὅτι δείσαντες τὰς Νηρηίδας ἔφυγον ἐπὶ τὰς ναῦς ἀπὸ τοῦ τῶν Μυρμιδόνων ναυστάθμου. πῶς δὲ καὶ ὁ Ἀμφιμέδων ἐπίσταται τὴν ἐν τοῖς ἀγροῖς ἐπιβουλήν;
αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
ἔνθα τε ναίουσι ψυχαί.
ἡ διπλῆ ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀτάφων ψυχὰς καὶ μὴ ταῖς ἐν τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετούμενα ἐν τῇ νεκυίᾳ.
Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἀθετητέος δὲ ὁ Μουσῶν ἐπʼ Ἀχιλλεῖ θρῆνος.
σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα.
μόγις.
σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος.
καὶ πῶς μίγνυνται τοῖς νεκροῖς τοῦ Πατρόκλου λέγοντος ἐν Ἰλιάδι «οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν»
περὶ δὲ κλίσιον θέε πάντῃ.
ὁ Ἀρίσταρχος κύκλοθεν τοῦ οἴκου οἷον ἐκ στιβάδων ᾠκοδομημένον, πρὸς οὗ καὶ οἱ θρόνοι ἔκειντο, ὥστε οὖν καὶ ἐπʼ αὐτῶν καθιζομένους δειπνεῖν καὶ ἐγκοιμᾶσθαι.
πολύδωρος Πηνελόπεια.
ἡ πολλοῖς δώροις γαμηθεῖσα
οὖλέ τε καὶ μάλα χαῖρε.
οὖλε Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν
Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα.
ἡ διπλῆ ὅτι ὄσσα ἡ θεία κληδών· οἱ δὲ νεώτεροι ἀντὶ τῆς φωνῆς
τοῦ ὅ γε δακρυχέων.
ἡ διπλῆ ὅτι λείπει ἡ περί