eul_wid: tqa-ag
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Grammatical Fragment by Anonymous Grammarians

The Grammatical Fragment is an anonymous Greek treatise surviving as a single passage. It represents a brief, unidentified piece of grammatical writing, though its precise subject matter remains unspecified. The surviving text discusses the classification of accents, breathings, and vowel quantities, providing examples for each category, such as the acute, grave, and circumflex accents, the rough and smooth breathings, and long and short vowels. It further addresses punctuation marks like the apostrophe, hyphen, and distinctio, and concludes with a section on the parts of speech, noting a traditional division into eight categories, including noun, appellative, participle, article, and pronoun, while also mentioning an alternative system that consolidates some of these. The work survives as a fragment, likely transmitted indirectly through quotation by a later author or within a manuscript anthology. Its form suggests it is either incomplete or an excerpt from a larger, now lost, grammatical composition. As an anonymous grammatical fragment, it forms part of the broad tradition of linguistic study in the Greco-Roman world. Such texts collectively informed later grammatical scholarship, though this specific fragment's individual influence cannot be traced.

σιν αἱ μὲν κυρίως λεγόμεναι ζ, αἵδε, ὀξεῖα, βαρεῖα,
περισπωμένη, δασεῖα, ψιλή, μακρά, βραχεῖα. τούτων
τονι καὶ μὲν … γ, ὀξεῖα, βαρεῖα, περισπωμένη. χρονι-
καὶ δὲ δύο, δασεῖα ἢ ψιλή. πνευματικαὶ δὲ β, μακρά, βραχεῖα.
αἱ δὲ καταχρηστικῶς λεγόμεναι καὶ σημείων τρεῖς,
ἀποστροφή, ὑφέν, διαστολὴ καθʼ ἱδίαν. ὀξείας μὲν
ὑποδείγματος χάριν, οἷον εὔνους, βαρείας δὲ οἷον ...
περισπωμένης δʼ οἷον εὖχος, δασείας οἷον α … ψιλῆς
οἷον ἔπος, μακρᾶς οἷον ΰ̔λη, βραχείας οἷον ΰ̔δωρ, ἀποστρο-
φῆς οἷον ὡς ἔφατʼ, ὑφὲν οἷον «πρὸς κοτυλη.δονόφιν»,
διαστολῆς καθʼ ἱδίαν οἷον «ἐμοὶ δʼ ὄνομα, κλυτὸν Αἴ-
θων» … ε … ιδης, Νηλεεΐδες: …
μέρη τοῦ λόγου ἐστὶν κατὰ μέν τενας θ, ταῦτα, ὄνο-
μα, προσηγορία, μετοχή, ἄρθρον, ἀντωνυμία, κατὰ
δὲ τὴν συμπεφωνημένην ἀγριβὴ παράδοσιν
η. συναιροῦσι γὰρ εἰς ἓν τήν δε προσηγορίαν,
καὶ τὸ ὄνομα καὶ τὴν μετοχὴν μετὰ τὸ
ὄνομα ἀποδίδοντες, τοῦτʼ ἔστι κύριον τῶν τῇ
πτωτικῇ κλίσει ὑποπιπτόντων μερῶν …
τὰ δὲ ὑποπίπτοντα τῇ πτωτικῇ κλίσει ἐστὶ
τάδε, ὄνομα, προσηγορία, μετοχή, ἄρθρον, ἀντω-
νυμία. τούτων τῶν ὀνομάτων ἐστὶν τρία γένη, κατὰ δέ τινας
πέντε, ἀρσενικόν, θηλυκόν, οὐδέτε-
ρον, κοινὸν καὶ ἐπίκοινον. ἀρσενικὸν μὲν οὖν
ἐστιν οὗ προτάσσεται ἐπὶ τῆς ὀρθῆς ἑνικῆς πτώσε-
ως ἄρθρον τὸ ὁ, οἷον ὁ Ἀρίσταρτος. θηλυκὸν δέ
ἐστιν οὗ προτάσσεται ἐπὶ τῆς ὀρθῆς ἑνικῆς πτώσεως
ἄρθρον τὸ ἡ, οἷον ἡ Ἑλένη. οὐδέτερον δέ ἐστιν οὗ προτάσ-
σεται ἐπὶ τῆς ὀρθῆς ἑνικῆς πτώσεως ἄρθρον τὸ τό, οἷ-
ον τὸ παιδεῖον. κοινὸν δέ ἐστιν ὃ τὰς μὲν πτώ-
σεις ἔχει τὰς αὐτάς, ὑποτάσσεται δὲ ἄρθροις διαφόροις,
οἷον ἵππος, βοῦς, ὄνος, λίθος καὶ τὰ ὁμοῖα. λέγομεν
γὰρ ὁ ΐ̔ππος καὶ ἡ ΐ̔ππος καὶ ὁ βοῦς καὶ ἡ βοῦς καὶ ὁ ὄνος
καὶ ἡ ὄνος καὶ ὁ λίθος καὶ ἡ λίθος ἐπίκοινον δὲ
ὃ διὰ μίας λέξεως τό δε ἀρσενικὸν καὶ τὸ θηλυκὸν
σημένει τῷ δὲ ἑτέρῳ τῶν ἄρθρων προκατειλημμέ-
νον ἤτοι ἀρσενικῷ ἢ θηλυκῷ καθ
ε … οἷον ἀετός, χελιδών, ἡ χελιδών. …