eul_wid: tro-aga
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Aeschylus: Agamemnon by Aeschylus Scholia

A plot summary opens the scholia on the Agamemnon, with the notice of the 458 BCE production, which records first prize for the trilogy and the satyr-play Proteus, the cast list and a note on the watchman's prologue. Short glosses follow, dense on the omen of the eagles and the hymn to Zeus in the parodos, and continue through Cassandra's prophecy to Clytemnestra's defence of the killing.

Part of Scholia on Aeschylus

Ἀγαμέμνονος ὑπόθεσιςἈγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῆι Κλυταιμήστραι, εἰ πορθήσοι τὸ Ἴλιον, ὑπέσχετο τῆς αὐτῆς ἡμέρας σημαίνειν διὰ πυρσοῦ. ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῶι Κλυταιμήστρα ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ μὲν ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται περὶ τοῦ πυρσοῦ ἐροῦσα ἐξ ὧν καὶ ὁ χορὸς συνίσταται· οἵτινες ἀκούσαντες παιανίζουσιν. μετʼ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δʼ ἐπὶ ἀπήνης ἔρχεται· εἵπετο δʼ αὐτῶι ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασσάνδρα. αὐτὸς μὲν οὖν προεισέρχεται εἰς τὸν οἶκον σὺν τῆι Κλυταιμήστραι, Κασσάνδρα δὲ προμαντεύεται, πρὶν εἰς τὰ βασίλεια εἰσελθεῖν, τὸν ἑαυτῆς καὶ τοῦ Ἀγαμέμνονος θάνατον καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν καὶ εἰσπηδᾶι ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἶκτον ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κασσάνδρας σιωπήσας θάνατον νεκρὰν αὐτὴν ὑπέδειξεν, πεποίηκέν τε Αἴγισθον καὶ Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον περὶ τῆς ἀναιρέσεως ἑνὶ κεφαλαίωι, τὴν μὲν τῆι ἀναιρέσει Ἰφιγενείας, τὸν δὲ ταῖς τοῦ πατρὸς Θυέστου ἐξ Ἀτρέως συμφοραῖς. ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλοκλέους ὀλυμπιάδι ὀγδοηκοστῆι ἔτει βʹ. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῶι. ἐχορήγει Ξενοκλῆς Ἀφιδναῖος. τὰ τοῦ δράματος πρόσωπα· φύλαξ, χορός, ἄγγελος, Κλυταιμήστρα, Ταλθύβιος κῆρυξ, Ἀγαμέμνων, Κασσάνδρα, Αἴγισθος. προλογίζει δὲ ὁ φύλαξ, θεράπων Ἀγαμέμνονος.

θεράπων Ἀγαμέμνονος ὁ προλογιζόμενος, οὐχὶ ὁ ὑπὸ Αἰγίσθου ταχθείς.

φρουρᾶς ἐτείας μῆκος τῶν κατὰ τὸ μῆκος τῆς ἐτείας φρουρᾶς.

μῆκος δʼ ἦν ἦν ἐπὶ μῆκος κοιμώμενος.

τῶν κατὰ τὸ μῆκος τῆς ἐτείας φρουρᾶς· ἐπὶ μῆκος δὲ ἦν κοιμώμενος.

μῆκος ἐπὶ μακρὸν λέγω.

κοιμώμενος ἀνακλινόμενος.

… ἀστείως εἴρηται τὸ κοιμώμενος οὐκ ἐπὶ ὕπνου—πῶς γὰρ ἂν καὶ φρουροῖ καὶ ἄστρα βλέποι ὁ ὑπνῶν; —ἀλλʼ ἐπὶ ἀνακλίσεως ἁπλῶς ἵνα εἴη ὁ φύλαξ οὗτος κοιμώμενος καθὰ καὶ κύων ἐν φυλακῆι νυκτερινῆι.

κυνὸς δίκην πρὸς τὸ φυλακτικὸν καὶ φιλοδέσποτον· τὸ δὲ ἄγκαθεν κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν, τουτέστιν ἄνωθεν ἐξ ἀρχῆς.

ἄγκαθεν ἀνέκαθεν, ἄνωθεν ἐξ ἀρχῆς.

κυνὸς δίκην διὰ τὸ φυλακτικὸν καὶ φιλοδέσποτον.

δυνάστας τοὺς δυναμένους παρὰ τὰ ἄλλα σημᾶναι τοὺς καιρούς.

φθίνωσιν δύνωσιν.

φυλάσσω μηνύω.

φέρουσαν τήν.

βάξιν φήμην.

κρατεῖ ἤγουν κρατεῖται.

ἀνδρόβουλον κέαρ τὸ μείζονα ἢ κατὰ γυναῖκα βουλευόμενον, γενναῖον· ἢ κατὰ ἀνδρὸς βουλευομένης.

ἀνδρόβουλον κέαρ τὸ μείζονα ἢ κατὰ γυναῖκα βουλευόμενον, γενναῖον· ἢ κατὰ ἄνδρα βουλευόμενον.

ἐλπίζον ἐλπίδα ἔχον.

εὖτʼ ἂν ὁπότε δὲ φυλάσσω.

δὲ γε.

γὰρ ἢ περισσὸς ὁ γάρ, ἢ λείπει τὸ ἀλύω.

παραστατεῖ ἔρχεται.

ἀείδειν λέγειν.

μινύρεσθαι κλαίειν.

ἀντίμολπον τὸ ἐναντιούμενον πρὸς τὸν ὕπνον.

οἴκου οἴκου διαπονουμένου οὐκ ἄριστα ὡς τὸ πρόσθεν.

διαπονουμένου οἰκονομουμένου τοῦ οἴκου.

ὀρφναίου σκοτεινοῦ.

… δεῖ διαστήματος ὀλίγου, εἶτα ἀνακραγεῖν ὡς θεασάμενον τὸν πυρσόν. τὸ δὲ νυκτὸς ἀντὶ τοῦ ἐκ νυκτὸς ἡμέραν ἡμῖν διδούς.

δεῖ διαστήματος ὀλίγου, εἶτα ἀνακραγεῖν ὡς θεασάμενον τὸν πυρσόν.

νυκτὸς ἡμερήσιον ἐκ νυκτὸς ἡμέραν ἡμῖν διδούς.

τορῶς μεγαλοφώνως.

ἐπαντείλασαν ὡς ἐπὶ ἄστρου ἢ σελήνης.

ἐπαντείλασαν ἐγερθεῖσαν.

ὀλολυγμὸν εὐχὴν παρὰ τοῖς παλαιοῖς.

πρέπει διαπρεπῶς σημαίνει.

πρέπει διαπρεπής ἐστιν.

φροίμιον πρὸ τῆς Κλυταιμήστρας.

θήσομαι οἰκειώσομαι.

τρὶς ἓξ καὶ παροιμία· ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι.

παροιμία τὸ τρὶς ἓξ βάλλειν ἐπὶ τῶν ἄκρως εὐτυχούντων.

βοῦς ἐπὶ γλώσσηι ἢ βάρος ἐπίκειται ἢ φοβοῦμαι ζημίαν ἐπικεισομένην μοι.

βοῦς παροιμία ἐστὶν ἐπὶ τῶν ἀλάλων ἢ ἀντὶ τοῦ βάρος ἐπίκειται ἢ φοβοῦμαι ζημίαν ἐπικεισομένην μοι.

μαθοῦσιν αὐδῶ τὴν μοιχείαν τῆς Κλυταιμήστρας.

ἐπεὶ ἀφʼ οὗ.

ἀντίδικος ἀντὶ τοῦ ἐχθρὸς ἀπὸ τῶν ἐν ταῖς δίκαις ἐχθρῶν.

ἐκ θυμοῦ κλάζοντες οὐ γὰρ γλώσσηι, ἀλλʼ ἔργωι θυμούμενοι.

κλάγξαντες βοήσαντες.

Ἄρη Ἀττικῶς· κοινῶς δὲ Ἄρην.

οἵτʼ ... ὀλέσαντες οἵτινες ὕπατοι ὄντες ὀλέσαντες δὲ τὸν πόνον τῶν ὀρταλίχων τῶν ἐν τοῖς δεμνίοις τηρουμένων ἐπὶ τῶν λεχέων στροφοδινοῦνται.

ἐκπατίοις τοῖς ἔξω τῆς ὁδοῦ.

ἐκπατίοις ἐκπατίοις λεχέων ἀντὶ τοῦ ἔξω τῆς αὐτῶν οἰκίας.

παίδων

ἐρεσσόμενοι ἀντὶ τοῦ πετόμενοι.

ὀρταλίχων τῶν μηδέπω πετομένων νεοττῶν.

ὀρταλίχων.

Πὰν ὁ ὄρειος.

τῶνδε μετοίκων ὑπὲρ τῶν μετοικισθέντων νεοσσῶν.

ὑπὲρ τῶν μετοικισθέντων νεοσσῶν πέμπει τοῖς παραβᾶσι καὶ μετοικίσασιν αὐτοὺς ὕστερον τιμωρίαν.

μετοίκων τῶν αἰχμαλώτων.

παραβᾶσιν τοῖς παραβήσασι καὶ μετοικίσασιν αὐτούς.

πολυάνορος πολλοὺς μνηστῆρας ἐσχηκυίας.

γυιοβαρῆ βαρέα καὶ μὴ ἐῶντα ἀνανεῦσαι τοὺς πίπτοντας.

διακναιομένης διακναιούσης.

προτελείοις κυρίως ταῖς πρὸ γάμου θυσίαις, νῦν δὲ ταῖς πρὸ τῆς ἁλώσεως μάχαις.

προτελείοις πρὸ τῆς ἁλώσεως.

κάμακος δόρατος.

ἔστι δʼ καὶ τὸ μὲν ὥς κε πέλει, τὼς ἔσται.

ὑποκαίων λείπει τὸ τίς.

ἀπύρων ἱερῶν τῶν θυσίων τῶν Μοιρῶν καὶ τῶν Ἐρινύων ἃ καὶ νηφάλια καλεῖται.

ἀτίται βλάβην ἔχοντες ἀπὸ τοῦ γήρως.

παλαιᾶι γήραι.

χώραι τῶι τόπωι ἐκείνωι.

φυλλάδος κόμης.

κατακαρφομένης ξηρανθείσης.

ἡμερόφαντον ὡσανεὶ ὄναρ ὁ γέρων.

ἀλαίνει ἀλᾶται.

τί χρέος διὰ τί;

ἤγουν διʼ ἐπιστολῆς θυσίαν πέμπεις.

δώροις θυσίαις.

φλέγονται λάμπουσι.

φαρμασσομένη βαπτομένη.

χρίματος τοῦ ἐλαίου.

πελάνωι σκοτεινῶι.

μυχόθεν λείπει κομιζομένωι.

παιών θεραπευτής.

τοτὲ μὲν ἔσθʼ ὅτε μέν.

ἀγανὰ πραέα.

ἀμύνει ἀποσοβεῖ.

τὴν θυμοβόρον ἥτις ἐστὶ θυμοβόρος λύπη τῆς φρενός.

κύριος δυνατός εἰμι εἰπεῖν τὸ συμβὰν αὐτοῖς σημεῖον ἐξιοῦσιν.

κύριος δυνατός εἰμι εἰπεῖν τὸ συμβὰν αὐτοῖς σημεῖον ἐξιοῦσι. τὸ δὲ ὅδιον ἀντὶ τοῦ ἐνδοξότατον.

ὅδιον τὸ ἐν τῆι ὁδῶι ὀφθέν.

ἔτι γὰρ πείθει γάρ με ἡ παρὰ θεῶν πίστις μέλπειν καὶ λέγειν ὅτι εὖ πράξουσιν οἱ Ἀτρεῖδαι ὅσον ἀπὸ τοῦ σημείου.

ἔτι γὰρ ὁ γὰρ σύμφυτός μοι αἰών, ὅ ἐστι τὸ γῆρας, διὰ τὴν εἰς θεοὺς πειθὼ μολπήν μοι καὶ ἀλκὴν καταπνεῖ· ὅ ἐστιν εἰ καὶ γέρων εἰμὶ ὅμως μέλψω τὰ γεγονότα· πέποιθα γὰρ ὅτι εἰς πέρας αὐτὰ ἄξουσιν οἱ θεοί.

Ἀχαιῶν ... τὰν γᾶν τοὺς κρατοῦντας τὴν Ἑλληνικὴν ἥβην τὴν ὁμόφρονα περὶ τὰ τακτικά. λέγει δὲ τοὺς Ἀτρείδας.

πράκτορι τῶι δίκην εἰσπραξομένωι.

ὅ τʼ ἐξόπιν ὁ ἐξοπίσω λευκός, ὅ ἐστιν ὁ πύγαργος.

ἀργίας εἶδος ἀετοῦ.

ἴκταρ ἐγγύς.

ἐκ δοριπάλτου ἐκ δεξιᾶς, ὅ ἐστιν εὐσυμβόλως.

ἕδραισιν τοῖς βασιλείοις.

λαγίναν γένναν· τὸν λαγωόν.

ἐρικύμονα πολυκύμονα.

ἐρικύμονα πολύτοκον.

γένναν τὴν τῶν λαγωῶν γένναν λέγει.

βλαβέντα πρὸς τὸ σημαινόμενον τὸ βλαβέντα.

αἴλινον ... εἰπέ ἐπειδὴ ὁ αἴλινος καὶ ἐπὶ θρήνου λέγεται, φησὶν ὅτι ἐν τάξει ὕμνου αὐτὸν λέγε.

στρατόμαντις ὁ Κάλχας.

λήμμασι κρατήμασι.

ἐδάη ἤγουν εἰκόνισεν εἶναι τοὺς δύο ἀετοὺς τοὺς δύο Ἀτρείδας.

λαγοδαῖτας ἀετούς.

τεράιζων· τὰ τέρατα διηγούμενος.

τεράιζων τὸ τέρας ἑρμηνεύων.

κτήνη· κτήματα.

δημιοπληθῆ δημόσια.

οἶον ... στρατωθέν μόνον μὴ προτυπὲν ὑπὸ θεῶν τὸ στρατωθὲν τῆς Τροίας στόμιον, ὅ ἐστι τὸ ἐπὶ Τροίας στρατευθέν, ἄτηι σκοτίσηι.

ἄτα βλάβη.

στρατωθέν στρατῶι κυκλωθέν.

οἴκωι ... ἀετῶν τῶι γὰρ οἴκωι τῶν κυνῶν Διός, ὅ ἐστι τῶν ἀετῶν, ὀργίζεται Ἄρτεμις διὰ τὸ κύοντα τὸν λαγὼν ἀποκτεῖναι· λοχία γάρ ἐστιν ἡ θεός.

αὐτότοκον σὺν αὐτῶι τῶι τόκωι.

πτάκα· τὸν λαγωόν.

δρόσοις τοῖς νεογνοῖς· χωρὶς δʼ αὖτʼ ἔρσαι· ἀέπτοις δὲ τοῖς ἕπεσθαι τοῖς γονεῦσι μὴ δυναμένοις.

τούτων τὰ σύμβολα αἰτεῖ με φάναι τούτων δεξιὰ μὲν διὰ τὴν νίκην, ἐπίμομφα δὲ διὰ τὸν χόλον Ἀρτέμιδος.

στρουθῶν τῶν ἀετῶν.

Παιᾶνα ὡς μάντις.

τεύξηι ὦ Ἄρτεμι.

ἄδαιτον ἣν οὐδεὶς ἔδαισεν.

σύμφυτον συγγενικήν.

δεισήνορα οὐ φοβουμένην τὸν ἄνδρα ἢ τὴν οὐ δείσασαν τὸν ἄνδρα.

παλίνορτος ἡ ἐξ ὑστέρου ὁρμωμένη.

ἀγαθοῖς διὰ τὴν νίκην.

ὁμόφωνον ὁμοφώνως.

Ζεὺς ὅστις· διάφορος γάρ ἐστιν ἡ περὶ τοῦ θείου δόξα.

εἰ τόδε μάταν εἰ τὸ τῆς ματαιότητος ἄχθος ὀφείλει τις ἀποσείσασθαι τῆς γνώμης, Δία νομιζέτω.

βρύων διὰ τοὺς Τιτᾶνας.

ὃς δʼ ὁ Τυφῶς.

τριακτῆρος· νικητοῦ ἐκ μεταφορᾶς τῶν ἐν τοῖς πεντάθλοις ἀποτριαδιζόντων.

ἐπινίκια ἐπὶ ἐλπίδι νίκης.

τὸ πᾶν ὁλοσχερῶς φρόνιμος ἔσται.

πάθει μάθος παθὼν δέ τε νήπιος ἔγνω.

πάθει τῶι παθόντι.

στάζει τῶι ἁμαρτάνοντι τοῦτο συμβαίνει.

σέλμα τὸν ζυγόν· ὑψίζυγος γὰρ ὁ Ζεύς.

ὁ πρέσβυς μείζων γὰρ Μενελάου.

οὔτινα περισσεύει τὸ τινά.

ἐμπαίοις ἐμπαισάσαις.

συμπνέων συμφωνῶν.

κεναγγεῖ νηῶν ἐξέφθιτο ἤια πάντα.

ἔχων ἀντὶ τοῦ ἐχόμενος.

κακόσχολοι ἐπὶ κακῶι ποιοῦσαι σχολάζειν.

ἄλαι καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες.

ναῶν ... ἀφειδεῖς καὶ δὴ δοῦρα σέσηπε νεῶν.

τρίβωι διατριβῆι.

βριθύτερον ἐπαχθέστερον.

ἄναξ δʼ τὸ ἑξῆς· ἐπεὶ δὲ πικροῦ, ἄναξ ὁ πρέσβυς τόδʼ εἶπεν.

κὴρ τιμωρία.

τέκνον πλείων οἶκτος … διὰ τὸ τέκνον.

ὀργᾶι τῶι τρόπωι· γράφεται αὐδᾶι, ὁ μάντις δηλονότι.

περιόργως ἐπιθυμητικῶς.

εὖ γὰρ εἴη καλῶς ἀποβαίη.

ἔδυ ἀντὶ τοῦ ἠναγκάσθη ποιεῖν.

τροπαίαν μεταβολήν.

τόθεν ... μετέγνω ὅθεν ἔγνω πάντα τοὺς ἀνθρώπους τολμᾶν, ἀπὸ τῆς ἀνάγκης δηλονότι.

αἰσχρόμητις αἰσχρὰ ποιεῖν ἀναγκάζουσα.

παρακοπὰ τοῦ νοῦ παρακοπή· πρωτοπήμων δὲ ἡ μείζων τῶν ἄλλων πημάτων.

λιτὰς ... βραβῆς καὶ τὰς λιτὰς δέ, ἃς ἐποιεῖτο πρὸς τὸν πατέρα, παρʼ οὐδὲν ἡγήσαντο διὰ τὴν ζωὴν αὐτῆς.

περιπετῆ περιεσκεπασμένην.

προνωπῆ προνενευκυῖαν.

ἀέρδην βαστακτικῶς.

καλλιπρώιρου εὐμόρφου.

βίαι τῆι βίαι καὶ τῶι ἀναύδωι μένει τῶν χαλινῶν τῶν μὴ ἐώντων αὐτὴν λαλεῖν.

ἐν γραφαῖς διὰ τὸ κάλλος ἢ διὰ τὸ ἀφωνητεῖν.

ἀταύρωτος ἄζευκτος, παρθενική.

εὔποτμον ζηλωτὸν ἐποίει διʼ ἑαυτὴν τὸν πατέρα.

οὔτʼ ἐννέπω διὰ τὸ ἀπάνθρωπον εἶναι τὴν σφαγήν.

τοῖς μὲν ... τὸ μέλλον τοῖς μὲν πεπονθόσιν ἡ δίκη δίδωσι τὸ μαθεῖν· δίκην γὰρ δόντες μανθάνουσι τὸ μέλλον.

προχαιρέτω σύναπτε τὸ προχαιρέτω εἰς τὸ προκλύειν.

τορὸν φανερόν.

τορὸν γὰρ ἥξει τὸ πεπρωμένον φανερὸν ἥξει.

εὔπραξις εὐπραγία.

ἄγχιστον τὸ συγγενικόν.

μονόφρουρον ἐπειδὴ μόνοι γέροντες ἐφύλασσον τὴν Ἑλλάδα.

ἐρημωθέντος παρόντος μέντοι οὐ δεῖ συντυγχάνειν αὐτῆι …

φθόνος εἰ μὴ θέλεις εἰπεῖν, οὐ μεμψαίμην ἄν.

ἡ παροιμία ὁ παλαιὸς λόγος.

γένοιτο γένοιτο καλὴ ἡ ἡμέρα ὥσπερ ἡ νύξ.

ἦ ὄντως.

μὴ δολώσαντος θεοῦ εἰ μή τις θεός με ἀπατᾶι.

βριζούσης νυσταζούσης.

ἄπτερος ἰσόπτερος, κούφη.

Ἴδης ὄρος.

Ἴδη μὲν κοινὸν τὸ ἔπεμψεν.

Ἑρμαῖον ὄρος Λήμνου ἐν ὧι ἐτιμᾶτο ὁ Ἑρμῆς.

Ἑρμαῖον ὄρος Λήμνου.

φανόν· τὴν λαμπάδα.

νωτίσαι ὑπερβῆναι.

ἰσχύς· πυρός.

πεύκη μεγίστη πεύκη.

Μάκιστον· ὄρος Εὐβοίας.

ὁ δʼ ὁ τόπος.

Μεσσάπιον· ὄρος μεταξὺ Εὐβοίας καὶ Βοιωτίας.

Μεσσαπίου ὄρος.

θωμόν· σωρόν.

καίουσα ἡ τοῦ Κιθαιρῶνος.

Αἰγίπλαγκτον ὄρος Μεγαρίδος.

Σαρωνικοῦ κόλπος περὶ Τροιζῆνα.

Σαρωνικοῦ κόλπος.

κάτοπτρον τὸ κατόψιον.

Ἀραχναῖον ὄρος Ἄργους.

οὐκ ἄπαππον οὐ ξένον, ἀλλὰ συγγενές.

ὄξος λείπει τὸ ὡς.

γάγγαμον δίκτυον.

φλεόντων φλυαρούντων.

πρόστριμμα κακίαν.

ἄτιμος πολύτιμος.

ἀχηνίαις ἀπορίαις.

ψύθος ψεῦδος.

ἐφήλωσε ἠπάτησε.

παγώνιος ἤγουν ἀπόμαχος.

ἀγωνίους τοὺς ἅμα ἑνὶ τόπωι ἱδρυμένους.

τιμάορον βοηθόν.

ἀντήλιοι οἱ εἰς ἀνατολὴν ὁρῶντες.

μακέλληι σπάθηι.

τοῦ ῥυσίου τοῦ ῥύσασθαι τοὺς Τρῶας.

ἔθρισεν ἐθέρισεν.

θἀμάρτια τὸν μισθὸν τῆς ἁμαρτίας.

σπαρνὰς σπανίους.

ἄφερτον βαρύν.

οὐκ ἀναίνομαι ἀλλὰ χαίρω ἐν τῶι μὴ ἀντιλέγειν.

πλουτίζειν μεταδιδόναι μοι τῆς χαρᾶς.

ἐξαγισθέντας ἐξορισθέντας.

ἀκασκαῖον λίαν κεκοσμημένον.

ἐναισίμως προσηκόντως.

ἅβρυνε καλλώπιζε.

ποδοψήστρων διʼ ὧν οἱ πόδες δηλονότι καλλωπίζονται.

καρβάνωι βαρβάρωι.

ἐξαφρίζεσθαι ἀπὸ τῶν στρηνιώντων ὑποζυγίων, ἃ οὐκ εἴκοντα τῶι χαλινῶι ἀφρίζει μετὰ αἵματος. ἢ ἐπεὶ αὕτη οὐ πείθεται πρὶν αἵματός μου τὴν ψυχὴν ἐξαφρίσαι, ἀντὶ τοῦ πρὶν ὀργισθῆναί με αὐτῆι.

δᾶ· γῆ Δωρικῶς ὅθεν καὶ Δημήτηρ οἷον γημήτηρ.

προαναφωνεῖ τὰ ἐσόμενα.

ἀπόλλων ὁ ἀπολλύων με παρὰ τὴν ὁμωνυμίαν.

τὸ δεύτερον ἐκείνην γὰρ ἀπώλειαν μόνως ὁρίζομαι τὴν τῆς δουλείας, οὐ τὴν νῦν. δεύτερον δέ, δεύτερόν με ἀπολέσας οὐ μετὰ καμάτου.

μισόθεον ἄθεον, θεοστυγές.

καρτάναι ἀντὶ τοῦ ἀγχόνηι.

ἀρτάναι ἀγχόναι.

ἔοικεν ἔοικεν ὡς κύων εὔρις ἀναζητεῖν εἰ γέγονεν ἐνθάδε παλαιὸς φόνος.

μαρτυρίοισι φαντάζεται γὰρ ὁρᾶν τὰ σώματα τῶν ἀνηιρημένων παίδων Θυέστου.

προφήτας τοὺς λέξοντας ἡμῖν περὶ σοῦ· αὐτοὶ γὰρ αὐτόπται γινόμεθα.

ἀλκὰ τὸν Ὀρέστην φησί.

ἐκεῖνα τὰ περὶ Θυέστου.

σημείωσαι.

προτείνει διαδέχονται δὲ ἀλλήλους τοῖς ὀρέγμασι τῶν χειρῶν Αἴγισθος καὶ Κλυταιμήστρα.

ἐπαργέμοις· τοῖς τυφλοῖς καὶ ἀσήμοις ἀπὸ τῶν λευκώματα ἐχόντων ὀφθαλμῶν.

τόδε φαντάζεται τὸν χιτῶνα.

ἡ ξύνευνος ἡ σύνευνος τοῦ Ἀγαμέμνονος αἰτία ἔσται τοῦ φόνου.

στάσις ἡ στάσις, φησίν, ἐπολολύξαι μέλλει ἐπὶ τῆι λεωργῶι Κλυταιμήστραι, ἡνίκα ἀπόληται· παρὰ τὸ αἱ δʼ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις.

κέληι ἀντὶ τοῦ λέγεις.

οὔ με φαιδρύνει οὐ σεσαφήνισται.

σταγὼν ἡ σταγὼν τὸ αἷμα.

ξυνανύτει συμπληροῦται τοῦ βίου δύνοντος ταῖς αὐγαῖς σου, μηκέτι ὁρῶντος.

ξυνανύτει συμπληροῦται.

ἄπεχε τίς ἂν ἀποστήσειεν αὐτῆς τὸν Ἀγαμέμνονα, ὅπως ἂν μὴ ἀπόληται;

μηχανήματι τῆς μελαγκέρου βοός.

λαβοῦσα τὸν μελάγκερων ταῦρον λαβοῦσα τῶι μηχανήματι τῶι διὰ τῶν πέπλων τύπτει· ἐὰν δὲ γράφηται μελαγκέρωι μελαγκέρωι μηχανήματι τύπτει, ἀντὶ τοῦ κεκρυμμένωι.

οὐ κομπάσαιμʼ ἂν οὐκ ἀλαζονεύομαι μάντις ἄκρος εἶναι ἐπιγιγνώσκων τὰ θέσφατα, ὅμως δὲ στοχάζομαί τι κακὸν ἀποβήσεσθαι.

ἀπὸ δὲ θεσφάτων γνωμολογῶν φησι τοῦτο· ἐνίοτε γὰρ καὶ ἐπʼ ἀγαθοῖς οἱ χρησμοὶ γίνονται, ὡς δὲ ἐπὶ τὸ πολὺ μοχθηρὰ χρησμωιδοῦσιν. ἢ τὸ ὅλον ἐπὶ τῶν χρησμῶν Κασσάνδρας· ἀπὸ τούτων τῶν θεσπισμάτων τίς ἀγαθὴ φάτις γίνεται; βροτοῖς δὲ τοῖς ἐγχωρίοις.

διὰ διὰ τὰ προσόντα κακὰ τοῖς εἰσερχομένοις καὶ τὰ λεγόμενα φοβερά.

κακῶν γὰρ παρὰ τὸ λεγόμενον ἐν τῆι συνηθείαι· πρὸς μάντιν οὐδεὶς εὐτυχὴς ἀπέρχεται.

ἐπεγχέασα συναναμίξασα τῶι τοῦ Ἀγαμέμνονος καὶ συγκεράσασα.

τί γάρ τί γὰρ ἄλλο;

ἀμφὶ περὶ σεαυτῆς ἄτοπα φθέγγηι.

νόμον ἄνομον τὸ ἑξῆς· θρηνεῖς νόμον ἄνομον ἀμφιθαλῆ κακοῖς.

νόμον ἄνομον ὠιδὴν ἀηδῆ· παρὰ τὸν κιθαριστικὸν δὲ νόμον φησί.

ἀηδὼν τοῦτο ἡδομένη τῆι μεταμορφώσει τῆς ἀηδόνος φησί.

κλαυμάτων ἄτερ εἰ γὰρ καὶ ἐν ὄρνισιν οὖσα θρηνεῖ φωνῆι μόνηι καὶ οὐ θρήνοις.

ἀμφήκει δορί τῶι πελέκει.

ματαίους διὰ τὸ δυστυχῆ μαντεύεσθαι ἢ διὰ τὸ προειδέναι τὰ δεινὰ ἀνωφελῶς.

δυσφάτωι κλαγγᾶι ἀσαφεῖ, αἰνιγματώδει.

θεσπεσίας τῆς μαντικῆς.

ἠνυτόμαν· ηὐξόμην.

μισθὸν μνείαν.

σὲ ὦ στολή.

δυσοίζω δυσχεραίνω.

ἐπιξενοῦμαι φιλιοῦμαι.

τιμαόροις τιμωροῖς.

σημείωσαι ὅλον.

πεπαιτέρα ὡριμωτέρα, γλυκυτέρα.

πεπαιτέρα ἡδύτερος, φησίν, ὁ θάνατος τῆς τυραννίδος.

ἐδανὸν βρωτόν.

ῥύσας γηραιᾶς.

φλεόντων πληθυνόντων.

παροψόνημα τὴν ἐκ περιουσίας τρυφήν.

ἔποικτον ἐλεεινόν.

σημείωσαι.

σὺν γυνὴ σοὶ δηλονότι.

τύχην τὸν οἰωνὸν δηλονότι.