Scholia-Nemean and Isthmian OdesΣχόλια εἰς Νεμεακὰ καὶ Ἰσθμιακά
Pindar Commentary Scholia Nemean and Isthmian Odes PDF
The Scholia on the Nemean and Isthmian Odes of Pindar constitute an ancient compilation of Greek scholarly commentary on the victory odes of the poet Pindar. This collection is not a unified work by a single author but rather an aggregation of explanatory notes, or scholia, compiled over many centuries from the Hellenistic period through the Byzantine era. It comprises 893 individual commentary passages that function as a guide to Pindar's complex poetry, providing explanations of mythological references, historical context for the athletic victories celebrated, definitions of obscure words, and analyses of meter and grammar. The scholia survive indirectly, preserved in the margins and within the text of medieval manuscripts of Pindar's odes, the oldest of which date from the 10th century CE or later. Modern scholarship regards the scholia as a layered text, in which notes from renowned Hellenistic scholars are intermingled with later additions and abbreviations. Consequently, only a portion of the original ancient commentary is extant, often in a compressed form. This compilation was likely created for students and scholars engaged in the advanced study of Greek literature, reflecting a continuous pedagogical tradition from antiquity through the Middle Ages. Today, these notes serve as a primary source for understanding the ancient reception of Pindar and remain an indispensable tool for modern editors and interpreters of his poetry.
| book prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πόλεως τοῦ νικητοῦ. |
| book 1.1 | Ἄμπνευμα. ἀναπνοή. ἀναφύσημα. δείκνυσι καὶ |
| book 1.2 | διὰ τούτου, ὅτι ἀπὸ καταδύσεων καὶ ἀφανῶν τόπων εἰς |
| book 1.3 | τὴν ἀρέθουσαν εἰσβάλλει, ἢ διὰ τὸ ἀπορρῶγά τινα καὶ οἷον |
| book 1.4 | στόμα εἶναι τοῦ ἀλφειοῦ τὴν αὐτόθι ἀρέθουσαν πηγήν. |
| book 1.5.1 | ὥστε τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ ὀρτυγία, ἐν ᾗ |
| book 1.5.2 | ἐστι τὸ τοῦ ἀλφειοῦ πνεῦμα ἡ ἀρέθουσα· ἀλλ’ οὐ τὴν ἀρέ‐ |
| book 1.5.3 | θουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν ὀρτυγίαν, ἐν ᾗ ὁ ἀλ‐ |
| book 1.5.4 | φειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν ἀρέθουσαν. ἡ δὲ ὀρτυγία |
| book 1.5.5 | νῆσός ἐστι πρὸ τῶν συρακουσῶν, εἰς ἣν διὰ τοῦ πελάγους |
| book 1.10.1 | φερόμενος ὁ ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν ἀρέθουσαν. |
| book 1.10.2 | νῆσος δὲ οὖσα πρότερον, εἶτα προσχωθεῖσα, χερρόνησος |
| book 1.10.3 | γέγονεν, ὡς καὶ ἴβυκος ἱστορεῖ: |
| book 3.1 | Δέμνιον ἀρτέμιδος. οἱ μὲν τὴν ὀρτυγίαν φασὶ |
| book 3.2 | διὰ τὸ αὐτόθι δοκεῖν τὴν ἄρτεμιν γεγενῆσθαι, ἔνιοι δὲ |
| book 3.3 | ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ ἀλφειόν φασιν ἔρωτι ἁλόντα |
| book 3.4 | τῆς ἀρτέμιδος καταδιῶξαι αὐτὴν ἄχρι τῆς σικελίας· τοῦ δὲ |
| book 3.5 | τέλους τῆς διώξεως αὐτόθι γινομένου αὐτόθι συστῆσαι τὴν |
| book 3.1 | ἀρέθουσαν· διὰ τοῦτο καὶ τὴν ἄρτεμιν ἀλφειώαν προσα‐ |
| book 3.2 | γορεύεσθαι. καὶ ἐν ὀλυμπίᾳ δὲ ὁ ἀλφειὸς τῇ ἀρτέμιδι |
| book 3.3 | συναφίδρυται: |
| book 4.1 | Δάλου κασιγνήτα. διὰ τὴν ὁμωνυμίαν τοῦτό |
| book 4.2 | φησιν· οὐ γὰρ τῆς ἐν συρακούσαις ὀρτυγίας ἀδελφὴ ἡ δῆλος, |
| book 4.3 | ἀλλὰ τῆς περὶ ἔφεσον. ἢ ἐπεὶ κατά τινας ἡ μὲν ἄρτεμις |
| book 4.4 | ἐν ὀρτυγίᾳ, ὁ δὲ ἀπόλλων ἐν δήλῳ, ἀδελφοὶ δὲ οἱ θεοί, |
| book 4.5.1 | διὰ τοῦτο καὶ τὰς τῶν ἀδελφῶν οἰκίας ἀδελφὰς ἐκάλεσεν: — |
| book 4.5.2 | Σέθεν ἁδυεπής. ἢ συνεργησάσης τῆς ἐν σοὶ θεᾶς, |
| book 4.5.3 | ἢ ὅτι ἐκεῖ ἦσαν τὰ τοῦ χρομίου ἱπποτροφεῖα καὶ ἡ ἱππη‐ |
| book 4.5.4 | λασία. ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ ὀρτυγία, ὁ ὕμνος ὁ ἡδυεπὴς |
| book 4.5.5 | καὶ γλυκὺς καὶ εὔφημος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ |
| book 4.10.1 | ποιῆσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων διὸς ἕνεκεν |
| book 4.10.2 | τοῦ ἐν αἴτνῃ· διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών. ἦν δὲ |
| book 4.10.3 | καὶ ἱερὸν ἐν αἴτνῃ διός: |
| book 7.1 | Ζηνὸς αἰτναίου χάριν. ὁ τρόπος ποιητικός, |
| book 7.2 | ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν. |
| book 7.3 | οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ὕμνον ἐν [τῇ] πανηγύρει |
| book 7.4 | τοῦ αἰτναίου διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς |
| book 7.5 | αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι: |
| book 8.1 | Ἅρμα δ’ ὀτρύνει χρομίου. χρόμιος ἱέρωνος ἡνί‐ |
| book 8.2 | οχος παιδόθεν γεγονώς, ἅτε δὴ βασιλεῖ παιδόθεν συνών, |
| book 8.3 | καὶ ἄριστος ὢν τὴν ἱππικήν, ἐπλούτησε, καὶ ἤρξατο ἀπο‐ |
| book 8.4 | στὰς τοῦ ἱέρωνος καθ’ ἑαυτὸν ἱπποτροφεῖν. νικᾷ δὲ νῦν |
| book 8.5 | ἵππων ἅρματι πρῶτον ἀγωνισάμενος: |
| book 11.1 | Ἀρχαὶ δὲ βέβληνται θεῶν. ἀπὸ θεῶν λέγει |
| book 11.2 | κατῆρχθαι τὰς πρώτας καταβολὰς τῆς νίκης ἢ τοῦ ὕμνου, |
| book 11.3 | τῆς ἀρτέμιδος ἢ καὶ τῶν ἄλλων, διὰ τὸ ἀπὸ τῆς ἀρτέμιδος |
| book 11.4 | ποιήσασθαι τὴν ἀρχὴν τοῦ ὕμνου, ἢ διὰ τὸ ἔθος ἔχειν |
| book 11.5.1 | θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν [τοῖς] ἀνθρώποις ἐκπονούμενα. |
| book 11.5.2 | ὁ δὲ νοῦς· αἱ ἀρχαὶ δὲ τῆς νίκης, σὺν ταῖς θείαις ἀρεταῖς |
| book 11.5.3 | ἐκείνου, ἐκ θεῶν βέβληνται. τουτέστιν, ἐκ πρώτης καταβο‐ |
| book 11 | λῆς ἡ τύχη συμβάλλεται: — |
| book 17.1 | Τὰν ὀλύμπου δεσπότας. περὶ τῆς ὅλης σικε‐ |
| book 17.2 | λίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ ζεὺς εἰς γάμον πλού‐ |
| book 17.3 | τωνος τῇ περσεφόνῃ δωρήσασθαι ἀνακαλυπτήρια. ἣν καὶ |
| book 17.4 | ἐπένευσε τῇ ἑαυτοῦ κεφαλῇ ἀρίστην καὶ ἐπιτηδειοτάτην |
| book 17.5.1 | εἶναι εἰς εὐκαρπίαν τῆς ἄλλης εὐκάρπου γῆς, καὶ πίειραν |
| book 17.5.2 | καὶ λιπαρὰν ὀρθώσειν, καὶ ὀρθὴν φυλάξαι αὐτὴν τῇ περ‐ |
| book 17.5.3 | σεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν ἐν |
| book 17.5.4 | τοῖς ὑψηλοῖς αὐτῆς τόποις. λέγεται γὰρ ἡ σικελία ἐξ ἀρχῆς |
| book 17.5.5 | δήμητρος εἶναι καὶ κόρης, τοῦ διὸς οὕτως ἐξ ἀρχῆς βουλη‐ |
| book 17.10.1 | θέντος. διὸ καὶ περσεφόνη, περὶ τοὺς ἐν αἴτνῃ διατρίβουσα |
| book 17.10.2 | λειμῶνας, ἡρπάγη παρὰ τοῦ πλούτωνος. πῶς δὲ ἔμελλεν |
| book 17.10.3 | ὀρθοῦσθαι ἡ σικελία, εἰ ἀξιολόγους ἔχει πόλεις ἐν αὐτῇ: |
| book 23.1 | Ὤπασε δέ. παρέσχε δὲ πρὸς τοῖς εἰρημένοις ὁ |
| book 23.2 | ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος, ὥστε |
| book 23.3 | δι’ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐ‐ |
| book 23.4 | δοκιμεῖν· οὐ μόνον δὲ πολεμικοὺς εἶναι, ἀλλ’ ἅμα καὶ |
| book 23.5.1 | ὀλυμπιονίκας· πολλάκις γὰρ ἐνίκησαν ἐν ὀλυμπίᾳ καὶ τοῖς |
| book 23.5.2 | ἐξ ἐλαιῶν στεφάνοις ἐστέφθησαν. ἔστι δὲ ὁ λόγος τῷ πιν‐ |
| book 23.5.3 | δάρῳ οὐ περὶ τοῦ χρομίου μόνον, ἀλλὰ καὶ περὶ τοῦ λοι‐ |
| book 23.5.4 | ποῦ λαοῦ τῶν σικελιωτῶν: |
| book 29.1 | Ἔσταν δέ. ὁ λόγος καὶ ἀπὸ τοῦ χοροῦ καὶ ἀπὸ |
| book 29.2 | τοῦ ποιητοῦ. ὁ δὲ νοῦς· παραγενόμενος, φησίν, ἐπὶ τοῖς |
| book 29.3 | οἴκοις τοῦ φιλοξένου ἀνδρὸς ἔστην, τὰ καλὰ τούτου ἀνα‐ |
| book 29.4 | βαλλόμενος καὶ ᾄδων: |
| book 34.1 | Λέλογχε δέ. πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς |
| book 34.2 | ἀγαθοὺς οὕτω τήκεσθαι, ὥσπερ ὑπὸ ὕδατος πῦρ. οἱ δέ |
| book 34.3 | φασιν, ὅτι τοῖς τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο ἔλαχε καὶ |
| book 34.4 | οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν κατασβεννύναι. |
| book 34.5.1 | εἴωθε μέντοι ταῖς παραβολαῖς χρῆσθαι ἀποτόμως, οὐ λέγων |
| book 34.5.2 | τὸ καθάπερ. ἕτεροι δέ φασιν· ὥσπερ τὸ ὕδωρ ἐναντίον |
| book 34.1 | ἐστὶ τῷ πυρί, οὕτως οἱ φθονεροὶ τοῖς ἀγαθοῖς μεμφόμενοι |
| book 34.2 | καὶ τὰ αὐτῶν ἀγαθὰ σβεννύναι πειρώμενοι· ἀλλ’ ὁ ἀγαθὸς |
| book 34.3 | ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν: |
| book 37.1 | Χρὴ δ’ ἐν εὐθείαις. [χρή,] καθ’ ἣν γένηταί |
| book 37.2 | τις φύσιν, ἀκολουθεῖν ταύτῃ, καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς |
| book 37.3 | ἄλλα τρέποντα, μὴ δὲ τῷ φθόνῳ μάρνασθαι καὶ μάχεσθαι |
| book 37.4 | τοῖς ἀγαθοῖς, ἀλλὰ ἀσκεῖν, ἅ τις ἔχει ἐκ φύσεως, ἢ ἔργῳ ἢ |
| book 37.5.1 | γνώμῃ. τὸ δὲ ὅλον· χρὴ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα κατα‐ |
| book 37.5.2 | χρῆσθαι τῇ ἑαυτοῦ φύσει, καὶ μὴ δι’ ἑτέρων ἐπιτηδευμάτων |
| book 37.5.3 | τὴν ἰδίαν ἐνυβρίζειν τέχνην. οἱ δὲ τὸ μάρνασθαι ἀντὶ τοῦ |
| book 37.5.4 | ἐνεργεῖν φασιν οὕτω· προσήκει ἀδόλως εὐθὺ πράττειν, καθ’ |
| book 37.5.5 | ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ: |
| book 39.1 | Πράσσει γάρ. συμπράττει καὶ συνεργεῖ τοῖς |
| book 39.2 | μὲν ἔργοις ἡ ἰσχύς, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς. |
| book 39.3 | οὕτω γὰρ τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προ‐ |
| book 39.4 | γνῶναι ἀκολούθως ἐκείνους, ὧν ἐστι συγγενὲς καὶ συμ‐ |
| book 39.5.1 | φυὲς καὶ ἀκόλουθον. μετέβαλε δὲ τὸ ὁμηρικόν· |
| book 39.5.2 | ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. |
| book 42.1 | Σέο δ’ ἀμφὶ τρόπῳ. περὶ τῷ σῷ τρόπῳ, ἤγουν |
| book 42.2 | ἐν τῷ σῷ τρόπῳ, καὶ ἀμφοτέρων ἡ χρῆσίς ἐστι καὶ λόγων |
| book 42.3 | καὶ ἔργων, ἤγουν χρήσιμος εἶ πρὸς ἀμφότερα: |
| book 44.1 | Οὐκ ἔραμαι. πιθανῶς, ὃ θέλει παραινέσαι τῷ |
| book 44.2 | χρομίῳ, ἐξ ἑαυτοῦ ἐξενήνοχεν. οὐκ ἐπιθυμῶ, φησί, κατα‐ |
| book 44.3 | κρύψαι θησαυρόν, ἵνα πλουτῷ, ἀλλὰ παρόντων τῶν ἀπὸ |
| book 44.4 | τοῦ πλούτου, καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦσαι θέλω, ἐξαρ‐ |
| book 44.5.1 | κῶν τοῖς φίλοις. τὸ δὲ ὅλον· εὐεργετικὸς γίνου· αἱ γὰρ |
| book 44.5.2 | ἐλπίδες καὶ αἱ μέλλουσαι προσδοκίαι. κοιναὶ καὶ ἄδηλοι τοῖς |
| book 44.5.3 | ἀνθρώποις. ἔστιν δὲ ὃ λέγει τοιοῦτον· εἴ τις τοῖς φίλοις |
| book 44.5.4 | ἐπαρκέσαι, οὗτος ἐν ἐλπίσιν ἐστίν, ὡς καὶ αὐτός ποτε ἐκ‐ |
| book 44.5.5 | πεσὼν τοῦ πλούτου τῆς ἴσης τύχοιεν ἀμοιβῆς· ἄδηλα γὰρ |
| book 44.10 | τὰ τῆς τύχης συμπτώματα: — |
| book 44 | ἱστορία, ὅπως ἡρακλῆς βρέφος ὢν τοὺς δράκοντας ἔπνιξεν: |
| book 49.1 | Ἐγὼ δ’ ἡρακλέος. διαπορεῖται, τίνι ἀφορμῇ εἰς |
| book 49.2 | τὸν περὶ ἡρακλέους λόγον παρῆλθεν, καί φασιν ὅτι, ὥσπερ |
| book 49.3 | ἡρακλῆς βρέφος ἔτι ὢν καὶ νικήσας τοὺς δράκοντας ἐκ |
| book 49.4 | τούτου ἐδήλωσεν ὁποῖος μέλλει ἔσεσθαι, οὕτω καὶ ὁ νική‐ |
| book 49.5.1 | σας νῦν ἐπεὶ ἀρξάμενος ἀγωνίζεσθαι ἐνίκησεν ὑπόδειγμα |
| book 49.5.2 | δίδωσι τῆς μετὰ ταῦτα ἀριστείας αὐτοῦ: |
| book 54.1 | Ὣς ἐπεὶ σπλάγχνων. διηγήσομαι, φησίν, ὅπως |
| book 54.2 | ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ |
| book 54.3 | τοῦ διὸς παῖς ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ ἰφικλεῖ διδύμῳ ὄντι |
| book 54.4 | ἐκφυγὼν τὴν ὠδῖνα: |
| book 56.1 | Διδύμῳ σὺν κασιγνήτῳ. τῷ ἰφικλεῖ διδύμῳ |
| book 56.2 | ὄντι μετ’ αὐτοῦ. ἐναντίον τῷ θεοκρίτῳ. ἐκεῖνος γάρ |
| book 56.3 | φησι· νυκτὶ νεώτερον ἰφικλῆα: |
| book 57.1 | Ὥς τ’ οὐ λαθών. διηγήσομαι, φησί, καὶ ὅπως |
| book 57.2 | οὐ δυνηθεὶς διαλαθεῖν τὴν ἥραν, εἰς κροκοβαφὲς ὕφασμα |
| book 57.3 | ἐπετέθη σπαργανωθείς: |
| book 59.1 | Ἀλλὰ θεῶν βασίλεια. ἡ ἥρα, φησίν, ὑπερζέ‐ |
| book 59.2 | σασα τῷ θυμῷ ἔπεμψε δράκοντας, ἀνελεῖν αὐτὸν δηλονότι. |
| book 59.3 | οὐ τότε δέ, ὅτε ἀνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἐταράχθη, |
| book 59.4 | ἀλλ’ ὅτε ἐμίγη τῇ ἀλκμήνῃ ὁ ζεύς, ὥς φασι· διὸ καὶ δεκά‐ |
| book 59.5.1 | μηνον γενέσθαι πεποίηκεν, ὅπως μὴ τὸ βούλευμα τοῦ διὸς |
| book 59.5.2 | εἰς ἔργον ἔλθῃ. ἦν γὰρ αὐτῷ βουλή, φασίν, ὑποτάξαι |
| book 59.5.3 | πάντας τῷ γεννηθέντι. τινὲς δὲ ὑπὸ ἀμφιτρύωνός φασι |
| book 59.5.4 | πεμφθῆναι τοὺς δράκοντας, γνῶναι βουλομένου, πότερος |
| book 59.5.5 | εἴη τῶν παίδων τοῦ διός. καὶ ὁ μὲν ἰφικλῆς, ὥς φασι, |
| book 59.10.1 | φεύγει· ἐνιαύσιοι γὰρ ἦσαν· ἡρακλῆς δὲ ἐπὶ τῆς εὐνῆς |
| book 59.10.2 | μείνας ἀμφοτέρους ἀπέπνιξεν: |
| book 64.1 | Ἀμφελίξασθαι. τὸ χ τέθεικεν, ὅτι τὸ μασᾶ‐ |
| book 64.2 | σθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε διὰ τὸ συστρέφειν |
| book 64 | τὰς γνάθους τοὺς μασωμένους: — |
| book 67.1 | Δισσαῖσι δοιούς. ταῖς δύο χερσὶν αὐτοῦ τοὺς |
| book 67.2 | δύο θῆρας ἐκ τῶν αὐχένων λαβὼν καὶ συσφίγξας ἀφύκτως |
| book 67.3 | ἐκράτει. τούτων δὲ πνιγομένων, αἱ ψυχαὶ ἀπέπτησαν καὶ |
| book 67.4 | νεκρὰ κατέλιπον τὰ παμμεγέθη σώματα: |
| book 70.1 | Μελέων ἀφάτων. ἀρρήτων, μὴ φατισθῆναι καὶ |
| book 70.2 | λεχθῆναι δυναμένων διὰ τὸ μέγεθος· ἢ πολυφθάρτων, κατ’ |
| book 70.3 | ἐπίτασιν λαμβανομένου τοῦ α. φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν |
| book 70.4 | καὶ φάσγανον. |
| book 72.1 | Ἀρήγοισαι λέχει. συνεχῶς ὁ πίνδαρος τὸ ἀρή‐ |
| book 72.2 | γειν ἐπὶ τοῦ θεραπεύειν τάττει: |
| book 76.1 | Ὕβριν κνωδάλων. ἤγουν τὴν βλάβην τῶν δρα‐ |
| book 76.2 | κόντων. ὕβριν δὲ λέγει, ἐπειδὴ ἀναιδῶς ἐπῆλθον αὐτῷ |
| book 76.3 | θεοῦ υἱῷ ὄντι. κνώδαλα δὲ κυρίως τὰ ἐν τῇ θαλάσσῃ θη‐ |
| book 76.4 | ρία ἀπὸ τοῦ κνώσσειν ἤτοι διατρίβειν ἐν τῇ ἁλί, καταχρη‐ |
| book 76.5 | στικῶς δὲ καὶ πᾶν θηρίον: |
| book 81.1 | Ὀξείαις ἀνίαισι τυπείς. ἤγουν ἐν σφοδραῖς |
| book 81.2 | λύπαις τρωθείς, διὰ τὸν οἰκεῖον υἱόν. τούτου γὰρ ἕνεκα |
| book 81.3 | καὶ τὴν αἰτίαν προστίθησιν ὁ ποιητής: |
| book 82.1 | Τὸ γὰρ οἰκεῖον. ἤγουν ἕκαστος δάκνεται τῷ |
| book 82.2 | οἰκείῳ κακῷ, περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ |
| book 82.3 | ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται: |
| book 85.1 | Ἔστα δὲ θάμβει δυσφόρῳ. δυσυπομονήτῳ. |
| book 85.2 | πῶς δὲ ταὐτὸ δυσυπομόνητον ἦν καὶ τερπνόν; ὅτι μὲν |
| book 85.3 | δρακόντων ἦν ἔφοδος καὶ νεογνὰ τὰ βρέφη δύο εἶδε καὶ |
| book 85.4 | ἐδυσφόρει μήποτε ἀπόλωνται. ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχο‐ |
| book 85.5.1 | μένους ὑπὸ ἡρακλέους, ἐτέρφθη ὡς ἐκφυγόντων τὸν κίνδυ‐ |
| book 85.5.2 | νον τῶν παίδων· διὸ καὶ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερ‐ |
| book 85.5.3 | πόμενος. ὅμοιον δέ ἐστι τῷ, δακρυόεν γελάσασα, παρ’ |
| book 85.5.4 | ὁμήρῳ: |
| book 88.1 | Παλίγλωσσον δέ οἱ. τὴν ἐναντιόφημον, τὴν |
| book 88.2 | ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν. οἱ μὲν |
| book 88.3 | γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε |
| book 88.4 | ζῶντα καὶ ὑπ’ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους. ἐναν‐ |
| book 88.5 | τίον οὖν ἐγένετο τοῖς ἀγγελθεῖσι τὸ θέαμα: — |
| book 92.1 | Ὁ δέ οἱ φράζεν. ὁ τειρεσίας εἶπεν αὐτῷ τῷ |
| book 92.2 | ἀμφιτρύωνι καὶ ὅλῳ τῷ ὄχλῳ τῶν θηβαίων, ὁποίαις συν‐ |
| book 92.3 | τεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ |
| book 92.4 | ἡρακλῆς: |
| book 96.1 | Ὅσσους δ’ ἐν πόντῳ θῆρας. οἱ μὲν θῆρας |
| book 96.2 | τοὺς κατὰ θάλασσαν πειρατάς φασι διὰ τὸ ἄλογον αὐτῶν |
| book 96.3 | ἢ τὸ ἀπάνθρωπον, οἱ δὲ διὰ τὸ κῆτος ὅπερ ἀνεῖλεν. ἀπέ‐ |
| book 96.4 | κτεινε γὰρ τὸ ἐν τρωάδι κῆτος, οὗ καὶ ὅμηρος μέμνηται, |
| book 96.5 | καὶ τὴν ἡσιόνην τούτου ἐρύσατο: |
| book 97.1 | Καί τινα σὺν πλαγίῳ. οὐκ ἀπὸ δικαίου τὴν |
| book 97.2 | περιουσίαν κτώμενον. μετῆκται δὲ ἀπὸ τῶν κακούργων. |
| book 97.3 | οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλ’ ἐκτρεπόμενοι ταύ‐ |
| book 97.4 | την, πρὸς τὰς ἐρήμους διατρίβουσι. τείνει δὲ ὁ λόγος ἐπὶ |
| book 97.5.1 | βούσιριν καὶ ἀνταῖον· οὗτοι γὰρ δι’ ὕβριν ὑφ’ ἡρακλέους |
| book 97.5.2 | ἀπώλοντο ἑκάτεροι: |
| book 100.1 | Καὶ γὰρ ὅταν θεοί. φλέγρα τόπος ἐν θρᾴκῃ |
| book 100.2 | καὶ κώμη, ἔνθα οἱ γίγαντες ἀνῃρέθησαν ὑπὸ θεῶν. τῶν |
| book 100.3 | δὲ ἐχόντων μάχην θεῶν πρὸς τοὺς γίγαντας μὴ περι‐ |
| book 100.4 | γινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν γῆν, μὴ ἄλ‐ |
| book 100.5.1 | λως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς δύο τῶν |
| book 100.5.2 | ἡμιθέων. ἡρακλέους τοίνυν καὶ διονύσου ἐλθόντων, ἐκρά‐ |
| book 100.5.3 | τησαν οἱ θεοὶ τῶν γιγάντων. προεῖπεν οὖν ὁ μάντις, ὡς |
| book 100.5.4 | ὑπὸ τῶν ἡρακλέους τόξων πεσοῦνται καὶ τὴν κόμην αὐτῶν |
| book 100.5.5 | τὴν φαιδίμην τῇ γῇ συμμίξουσιν: |
| book 105.1 | Αὐτὸν μὰν ἐν εἰρήνῃ. καὶ τοῦτο προεῖπεν ὁ |
| book 105.2 | μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς ὁ ἡρακλῆς ἐν εἰρήνῃ καὶ |
| book 105.3 | ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών, |
| book 105.4 | καὶ ὅτι λήψεται γυναῖκα τὴν θαυμασίαν ἥβην, παρ’ αὐτῷ |
| book 105.5.1 | τῷ διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, ἐν τοῖς ὀλβίοις |
| book 105.5.2 | δώμασιν. ἰστέον δὲ ὅτι τὴν ποινὴν ἰδίως ὁ πίνδαρος ἐπὶ |
| book 105.1 | ἀγαθοῦ τάσσει, ὅταν ἀμοιβὴ γένηται μεγάλης κακοπαθείας |
| book 105.2 | εἰς ἀγαθόν. καὶ ὅμηρος· καὶ μέν τίς τε κασιγνήτοιο φο‐ |
| book 105.3 | νῆος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο: |
| book 112.1 | Σεμνὸν αἰνήσειν δόμον. ἤγουν ἐπαινέσαι |
| book 112.2 | τὸν οἶκον τοῦ διός, εἰς ὃν τοιούτων ἀγαθῶν ἔτυχε σύννο‐ |
| book 112.3 | μος γεγονὼς τοῖς οὐρανίοις θεοῖς. ἢ τὸν νόμον, ὃν ἔχει |
| book 112.4 | ζεύς, τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων τιμῶν τε καὶ ἴσους τοῖς |
| book 112.5 | λοιποῖς θεοῖς ἀπεργαζόμενος: |
| book prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. |
| book 1.1 | Ὅθεν περ καὶ ὁμηρίδαι. ὃν τρόπον, φησίν, οἱ |
| book 1.2 | ὁμηρίδαι καὶ οἱ υἱοὶ τοῦ ὁμήρου, ἤγουν οἱ ποιηταί, κατα‐ |
| book 1.3 | χρηστικῶς ῥαψῳδοῦντες καὶ ᾠδάς τινας ποιοῦντες ἀπὸ διὸς |
| book 1.4 | ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ τὴν καταβολήν, τουτέστι |
| book 1.5.1 | τὴν ἀρχὴν καὶ οἷον εἰπεῖν τὸν θεμέλιον τῶν ἱερῶν ἀγώ‐ |
| book 1.5.2 | νων, ἀπὸ διὸς πεποίηται, νέμεα νικήσας πρῶτον. διῒ γὰρ |
| book 1.5.3 | ἀνάκειται ὁ νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς |
| book 1.5.4 | ἀρχὰς οὑτινοσοῦν ἔπους, δηλοῖ καὶ καλλίμαχος, λέγων· |
| book 1.5.5 | ἀρσινοῆς, ὦ ξεῖνε, γάμον καταβάλλομ’ ἀείδειν. μετῆκται |
| book 1.10.1 | δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ κατα‐ |
| book 1.10.2 | βαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν ἐστί, φησίν, ἀπὸ διὸς |
| book 1.10.3 | ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν. ὃ καὶ |
| book 1.10.4 | ἐγένετο εὐθέως. μετὰ γὰρ τὴν νεμεακὴν νίκην ἐστεφα‐ |
| book 1.10.5 | νώθη καὶ ἐν ὀλυμπίᾳ. τὸ δὲ τὰ πόλλ’ ἀντὶ τοῦ ὡς ἐπι‐ |
| book 1.15 | πλεῖστον. τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀπὸ διὸς ἤρχοντο ἀεί, |
| book 1.1 | ἀλλὰ καὶ ἀπὸ τῶν μουσῶν. ὁμηρίδας δὲ ἔλεγον μὲν τοπα‐ |
| book 1.2 | λαιὸν τοὺς ἀπογόνους ὁμήρου, οἳ καὶ τὴν αὐτοῦ ποίησιν |
| book 1.3 | ἐκ διαδοχῆς ᾖδον· μεταταῦτα δὲ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ |
| book 1.4 | γένος εἰς ὅμηρον ἀνῆγον, ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ |
| book 1.20.1 | κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ἐμβαλεῖν εἰς τὴν |
| book 1.20.2 | ὁμήρου ποίησιν. ἦν δὲ ὁ κύναιθος τὸ γένος χῖος καὶ πρῶ‐ |
| book 1.20.3 | τος ἐν συρακούσαις ἐρραψῴδησε τὰ ὁμήρου ἔπη, κατὰ τὴν |
| book 1.20.4 | ξθʹ ὀλυμπιάδα, ὡς ἱππόστρατός φησιν. |
| book 9.1 | Ὀφείλει δέ τι. οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει, |
| book 9.2 | ἀλλ’ ἐπὶ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δέ τί |
| book 9.3 | ἐστι, καὶ ἀναγκαῖον νικᾶν αὐτὸν καὶ πύθια καὶ ἴσθμια, |
| book 9.4 | εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέρων αὐτοῦ ὁ εὐθυπομπὸς |
| book 9.5.1 | αἰὼν ἔδωκεν αὐτὸν εἰς κόσμον ταῖς ἀθήναις, ὡς τῶν προ‐ |
| book 9.5.2 | γόνων αὐτοῦ ἱερονικῶν ὄντων. οὕτω δὲ λεκτέον, ἐπεὶ |
| book 9.5.3 | καὶ τὰ ἑπόμενα οὕτω συναρμοσθήσεται, ὅταν λέγηται· πυ‐ |
| book 9.5.4 | θίοισί τε νικᾶν τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε παῖς. τοῦτο |
| book 9.5.5 | δὲ οὕτω συντάσσων, ὀφειλόμενόν ἐστι τὸν τιμονόου παῖδα |
| book 9.10.1 | νικῆσαι ἐν τοῖς προειρημένοις ἀγῶσι, τὸ ὑπέρβατον ποιή‐ |
| book 9.10.2 | σεις σχῆμα: |
| book 16.1 | Ἔστι δ’ ἐοικός. ὥσπερ τῶν πλειάδων ὁ ὠρίων |
| book 16.2 | οὐκ ἀφίσταται οὐδὲ αἱ πλειάδες τοῦ ὠρίωνος, οὕτω καὶ |
| book 16.3 | τοῦτον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστι. θέλοι δ’ ἂν |
| book 16.4 | τοῦτο δηλοῦν, ὅτι τῇ νεμεακῇ δεῖ συνάπτειν τὴν ἰσθμικὴν |
| book 16.5.1 | καὶ πυθικήν, καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς πλειάσιν ὁ |
| book 16.5.2 | ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ ταύρου ὁ ὠρίων. |
| book 16.5.3 | διό φησιν ἄρατος· λοξὸς μὲν ταύροιο τομῇ ὑποκέκλιτ[αι |
| book 16.5.4 | αὐτὸς] ὠρίων. αἱ δὲ πλειάδες εἰσὶν ἐπὶ τῇ οὐρᾷ τοῦ |
| book 16.5.5 | ταύρου κείμεναι, ἐξ ἑπτὰ ἀστέρων συγκείμεναι, κατὰ δὲ |
| book 16.10.1 | τὴν ὄψιν ἕξ, ὡς [ὁ] αὐτός φησιν· ἑπτάποροι δὴ ταίγε κατ’ |
| book 16.10.2 | ἀνθρώπους ὑδέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλ‐ |
| book 16.1 | μοῖσι. τὸ δὲ ὀρειᾶν, ἤγουν τῶν ὀρεινῶν, ἐπειδὴ ὁ ἄτλας |
| book 16.2 | ὁ τούτων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη, ἐν οἷς καὶ αὐταὶ διέ‐ |
| book 16.3 | τριβον: |
| book 19.1 | Καὶ μὰν ἁ Σαλαμίς γε. ζητεῖται, τίνος χάριν |
| book 19.2 | ἐμνήσθη τῆς σαλαμῖνος καὶ τοῦ αἴαντος. καί φασιν ὅτι, διὰ |
| book 19.3 | τὸ εἰς αἴαντα ἀναφέρειν τὸ γένος τὸν ἐπαινούμενον, οὐ |
| book 19.4 | διὰ τὸ οἰκεῖν ἐκεῖ· ἐν ἀθήναις γὰρ ᾤκει ἀχαρνεὺς ὢν τὸν |
| book 19.5.1 | δῆμον· ἐπεὶ καὶ μιλτιάδης καὶ κίμων καὶ ἀλκιβιάδης καὶ |
| book 19.5.2 | θουκυδίδης ὁ συγγραφεὺς εἰς αἴαντα τὸ γένος ἀνῆγον, ἴσως |
| book 19.5.3 | ὅτι διὰ τιμῆς ἦγον οἱ ἀθηναῖοι τὸν αἴαντα, ὡς μὴ μόνον |
| book 19.5.4 | φυλὴν αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ |
| book 19.5.5 | πανοπλίας κοσμεῖν. λόγον δὲ ἔχει, παγκρατιαστὴν ὄντα τὸν |
| book 19.10.1 | τιμόδημον, τῷ μαχιμωτάτῳ τῶν ἑλλήνων καὶ ἀνδρειοτάτῳ |
| book 19.10.2 | παραβάλλεσθαι. τίς δὲ ἡ ἀπόδειξις τοῦ μαχητὴν ἄνδρα |
| book 19.10.3 | θρέψαι τὴν σαλαμῖνα; ἡ ἐπιφερομένη· ἐν τροίᾳ γὰρ ὁ ἕκ‐ |
| book 19.10.4 | τωρ, φησίν, ᾔσθετο τοῦ αἴαντος· τούτῳ γὰρ μονομαχήσας, |
| book 19.10.5 | ἐλείφθη. ἢ ἤκουσεν αὐτοῦ, ὅτι ἡ σαλαμὶς φέρει ἄνδρας |
| book 19.15 | ἀγαθούς. |
| book 20.1 | Φῶτα μαχατάν. ὅπερ ἔθος ἔχει ὁ ποιητὴς λέ‐ |
| book 20.2 | γειν, καὶ ἐνταῦθα ἔφηνεν. εἶπε γὰρ φῶτα, ἄδηλον δὲ ὄν, |
| book 20.3 | ποῖον, παρακατιών φησιν· ἐν τροίᾳ μὲν ἕκτωρ αἴαντος |
| book 20.4 | ἄκουσεν: |
| book 31.1 | Ἀλλὰ κορινθίων. ὁ ἀλλὰ ἀντὶ τοῦ καί. ὡς |
| book 31.2 | καὶ παρ’ ὁμήρῳ· καὶ δή τοι εἶδος μὲν ἔην καλός, ἀλλὰ |
| book 31.3 | ποδώκης. ἵν’ ᾖ· καὶ ποδώκης. ἐν ταῖς πτυχαῖς δὲ τοῦ πέ‐ |
| book 31.4 | λοπος, φησίν, ἤγουν ἐν τῇ πελοποννήσῳ, ἔλαβον ὀκτὼ νί‐ |
| book 31.5 | κας ὑπ’ ἀνδρῶν κορινθίων, ἤγουν παρ’ ἀνδρῶν· ἡ ὑπὸ |
| book 31 | ἀντὶ τῆς παρά. κορίνθιοι γὰρ τότε ἐτίθεσαν τὸν ἀγῶνα: — |
| book 37.1 | [Τ]ὸν, ὦ πολῖται. τὸν δία, ᾧ ἀνάκειται ὁ |
| book 37.2 | ἀγὼν τῶν νεμέων, σὺν τῷ τιμοδήμῳ ὑπονοστοῦντι τοῦ |
| book 37.3 | ἀγῶνος, κωμάσατε καὶ μετ’ ἐγκωμίων ὑμνήσατε, εὐκλεῶς |
| book 37.4 | παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων. ἀπὸ τοῦ κώμου |
| book 37.5 | δὲ τὸ ἐγκώμιον νοητέον: |
| book prae 1 | τὸ προοίμιον εὐκτικόν. |
| book 1.1 | Μᾶτερ ἁμετέρα. [ἢ] ὡς ἐπιπνεόμενος ἐκ τῆς |
| book 1.2 | μούσης, ταύτην ἐπικαλεῖται καὶ μητέρα λέγει, ἢ ὅτι ἐξ αὐ‐ |
| book 1.3 | τῆς ἐτρέφετο: |
| book 7.1 | Μελιγαρύων τέκτονες. ἢ τοὺς χορευτὰς λέγει |
| book 7.2 | τοὺς τότε σχεδιάσαντας τοὺς κώμους, ἢ ὅτι κατασκευάσουσι |
| book 7.3 | τοὺς ὕμνους ᾄδοντες: |
| book 9.1 | Σέθεν ὄπα μαιόμενοι. ἤγουν προθύμως ἐπι‐ |
| book 9.2 | ζητοῦντες τὴν σὴν φωνὴν καὶ ᾠδήν, καὶ ἐπιθυμοῦντες |
| book 9.3 | ἀκοῦσαι αὐτήν: |
| book 10.1 | Διψῇ δὲ πρᾶγος. οὕτως ὀφείλων εἰπεῖν καὶ |
| book 10.2 | πρὸς πρόσωπον ἀποδοῦναι τὸν λόγον· ἄλλος μὲν ἄλλου |
| book 10.3 | διψᾷ καὶ ἐπιθυμεῖ πράγματος· ὁ δὲ πρὸς πρᾶγμα τὸν λό‐ |
| book 10.4 | γον ἀπέδωκεν ἀττικῷ ἔθει, εἰπών· ἄλλο πρᾶγμα, δηλονότι |
| book 10.5.1 | ἄλλου πράγματος διψᾷ. ἐκεῖνοι γὰρ οὕτω ποιοῦνται τοὺς |
| book 10.5.2 | λόγους. [ὡς·] τὸ χρῆμα τῶν νυκτῶν, φησὶν ἀριστοφάνης, |
| book 10.5.3 | ἤγουν αἱ νύκτες. καὶ ὡς· χαλεπόν εἰσιν οἱ φίλοι οἱ φαινό‐ |
| book 10.5.4 | μενοι παραχρῆμα, ὅταν πράττῃ τις εὖ· ἀντὶ τοῦ χαλεπὸν |
| book 10.5.5 | πρᾶγμα, ἤτοι χαλεποί: |
| book 16.1 | Ἄρχε δ’ οὐρανῶ. ὦ μοῦσα, φησί, θύγατερ τοῦ |
| book 16.2 | κρέοντος καὶ βασιλεύοντος τοῦ οὐρανοῦ τοῦ πολυνεφέλου, |
| book 16.1 | ἤγουν τοῦ διός, ἄρχε δοκίμου καὶ καλοῦ ὕμνου. κρέοντι δὲ |
| book 16.2 | εἶπεν, ἐπεὶ τὰ προότι διπλῶς ἐντάσσεται. ὁ γὰρ φίλος, |
| book 16.5.1 | φίλου φίλος, [καὶ φίλῳ φίλος] λέγεται· καὶ ὁ υἱός, πατρὸς |
| book 16.5.2 | υἱός, καὶ πατρὶ υἱός, καὶ τὰ τοιαῦτα. τὸ δέ, ἄρχε ὕμνον, |
| book 16.5.3 | ἀντὶ τοῦ ἀρχομένη ᾆδε ὕμνον δόκιμον καὶ καλόν. ἔστι δὲ |
| book 16.5.4 | ὅμοιον τῷ· ἔπεχε νῦν σκόπῳ τόξον, ἀντὶ τοῦ· ἐπέχων ἔν‐ |
| book 16.5.5 | τεινε κατὰ σκοποῦ τὸ τόξον: |
| book 38.1 | Ἥρως θεός. κατὰ χρησμὸν τοῦ ἀπόλλωνος ἥρωα |
| book 38.2 | καὶ θεὸν τὸν ἡρακλέα λέγει: |
| book 40.1 | Δάμασε δέ. ἐν παρεκβάσει ὁ ποιητὴς καὶ πλέον |
| book 40.2 | τι λέγει περὶ τοῦ ἡρακλέους. διὸ καὶ ἐπιλαμβάνεται ἑαυτοῦ, |
| book 40.3 | λέγων· θυμέ, πρὸς τίνα ἀλλοδαπὴν ἄκραν παραμείβῃ τὸν |
| book 40.4 | ἐμὸν πλοῦν, ἤγουν πρὸς τίνα ἔτρεψας τὸν ὕμνον, ἀφεὶς |
| book 40.5.1 | ὑμνεῖν ὃν προυβάλου; ἄκραν δὲ λέγει καὶ πλοῦν, ἐπιμένων |
| book 40.5.2 | τῇ τροπῇ: |
| book 49.1 | Ἕπεται δὲ λόγῳ. ἤγουν ἀκόλουθός ἐστιν ὁ τῆς |
| book 49.2 | δίκης ἄωτος καὶ τὸ ἀπάνθισμα, ὥστε αἰνεῖν αὐτὸν τοὺς |
| book 49.3 | ἐσθλοὺς ἐν λόγῳ. δέον δὲ εἰπεῖν, ἀκόλουθόν ἐστι τοὺς |
| book 49.4 | ἀγαθοὺς αἰνεῖν τὸν ἄωτον τῆς δίκης, ὁ δὲ οὕτως ἐξήνεγ‐ |
| book 49.5.1 | κεν· εἴη δ’ ἂν ἄωτος δίκης, ὡς ἐμοὶ δοκεῖ, ὁ δικαιότατος |
| book 49.5.2 | αἰακός, ὃν δίκαιον αἰνεῖσθαι λέγει. εἰ δὲ καὶ οὕτως εἴποις, |
| book 49.5.3 | οὐκ ἀφυὴς ἔσῃ· ἕπεται καὶ ἀκολουθεῖ τῷ λόγῳ ὁ ἄωτος |
| book 49.5.4 | τῆς δίκης, ἤγουν ἡ δίκη περιφραστικῶς, αἰνεῖν τοὺς ἐσθλούς, |
| book 49.5.5 | τουτέστιν εὔλογον καὶ δίκαιόν ἐστιν αἰνεῖν τοὺς ἐσθλούς: |
| book 55.1 | Παλαιαῖσι δ’ ἐν ἀρεταῖς. ἤγουν ἐγκωμίοις, |
| book 55.2 | ὑμνεῖται παρὰ τοῖς ποιηταῖς, τὰς παλαιὰς ᾀδόντων αὐτοῦ |
| book 55.3 | ἀρετάς. μέμνηται δὲ τοῦ πηλέως τοῦ τελαμῶνος καὶ τοῦ |
| book 55.4 | ἀχιλλέως ὡς ἐχόντων τὸ γένος ἐξ αἰακοῦ, οὗ προλαβὼν |
| book 55.5 | ἐμνήσθη: |
| book 57.1 | Ὑπέραλλον αἰχμάν. ἤγουν εἰς τὸ ἅλλεσθαι καὶ |
| book 57.2 | κινεῖσθαι. ἐξάκουστος γὰρ ἡ τούτου αἰχμή, ὡς ἡ τοῦ |
| book 57 | αἴαντος ἀσπίς: — |
| book 73.1 | Μυριᾶν δ’ ἀρετᾶν. διὰ τὸ σαθρὸν καὶ ἀσθε‐ |
| book 73.2 | νὲς τῆς ἐπιτηδεύσεως, ἀφ’ ἑτέρων εἰς ἕτερα μεταβαίνει ὁ |
| book 73.3 | τοιοῦτος, καὶ ἀτελεῖ καὶ οὐ πληρεστάτῳ καὶ ὁλοκλήρῳ νῷ |
| book 73.4 | τῶν ἀρετῶν ἅπτεται: |
| book 79.1 | Βραχυσίδαρον. [ἢ διό,] ὡς πρὸς τὸν ὅλον |
| book 79.2 | ἄκοντα, βραχεῖα ἡ ἀκωκή, ἤγουν τὸ σιδήριον τοῦ ἄκοντος. |
| book 79.3 | ἢ διὰ τὴν ἡλικίαν αὐτοῦ κἀκεῖνος βραχὺ τὸ σιδήριον εἶχεν, |
| book 79.4 | ἵν’ εὐκίνητος αὐτῷ εἴη: |
| book 82.1 | Σώματι δέ. ἢ ἐν ἀσθμαίνοντι καὶ πνευστιῶντι |
| book 82.2 | τῷ περὶ τὴν θήραν μόχθῳ τῷ ἑαυτοῦ σώματι ἐκόμιζε τοὺς |
| book 82.3 | κάπρους πρὸς τὸν χείρωνα. ἢ ἀσθμαίνοντα τὰ τῶν κάπρων |
| book 82.4 | σώματα ἐκόμιζεν, ἤγουν ἐκπνέοντα καὶ ἐκλείποντα ἤδη: |
| book 92.1 | Βαθυμῆτα χείρων. ἤγουν ὁ μὴ ἐπιπόλαια βου‐ |
| book 92.2 | λευόμενος, ἀλλ’ ἐν βάθει φρενῶν. ἀντὶ εὐθείας δὲ τὸ βα‐ |
| book 92.3 | θυμῆτα, ἤγουν ὁ συνετώτατος χείρων· ὡς καὶ παρ’ ὁμήρῳ, |
| book 92.4 | ἱππότα πηλεύς, καί, νεφεληγερέτα ζεύς: |
| book 110.1 | Πάλιν οἴκαδ’ ἀνεψιός. ἀνεψιός, ὁ τοῦ ἑλέ‐ |
| book 110.2 | νου, ὁ μέμνων, εἴπερ τιθωνὸς καὶ πρίαμος ἀδελφοί, ὧν οὗ‐ |
| book 110.3 | τοι παῖδες. ὅρα δὲ ὅπῃ λέγει τὸν μέμνονα ἀνεψιὸν τοῦ |
| book 110.4 | ἑλένου. |
| book 110.5.1 | [Start of a diagram]λαομέδων |
| book 110.5.2 | τιθωνός |
| book 110.5.3 | μέμνων |
| book 110.5.4 | πρίαμος |
| book 110.5.5 | ἕλενος[End of a diagram] |
| book 117.1 | Βοὴ δὲ νικαφόρῳ. ἢ τῶν χορευτῶν βοή, ἢ |
| book 117.2 | βοὴ καὶ ὕμνος συμπρέπει τῷ νικηφόρῳ ἀριστοκλείδῃ, χωρὶς |
| book 117.3 | ἄρθρου τότε ἐντασσομένου τοῦ ὀνόματος: |
| book 121.1 | Καὶ σεμνὸν ἀγλααῖσι. ταῖς ἄγαν ἡδείαις |
| book 121.2 | φροντίσι τῆς νίκης. ἢ ταῖς ἐμαῖς φροντίσιν, ἤγουν τῷ |
| book 121.3 | ὕμνῳ. θεάριον δὲ τόπος ἐν αἰγίνῃ δημόσιος, ἔνθα τὰ τῶν |
| book 121.4 | θεῶν συμπόσια γίνεται, ἤγουν αἱ τελεταί: |
| book 122.1 | Ἐν δὲ πείρᾳ. ἤγουν οὐκ ἔστι γνῶναι τὸν ἀν‐ |
| book 122.2 | δρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. καὶ ἐν |
| book 122 | ἄλλοις φησὶν οὕτω· διάπειρά τοι βροτῶν ἔλεγχος: — |
| book 125.1 | Ἐν παισὶ νέοισι παῖς. ἔοικεν ὁ πίνδαρος |
| book 125.2 | τρεῖς τελείας ἡλικίας λέγειν· παῖς, ἀνήρ, γέρων· ἤτοι ἀρχή, |
| book 125.3 | μέση, καὶ τέλος: |
| book 131.1 | Φρονεῖν δ’ ἐνέπει. ἢ, ὅτι τοιοῦτός ἐστι ὁ νι‐ |
| book 131.2 | κηφόρος οἷον εἶπον, τὸ προκείμενον ἀρίστευμα παριστᾷ. |
| book 131.3 | ἢ, ὅτι τὸ προκείμενον λέγει φρονεῖν καὶ νοεῖν ἐκεῖνα ὧν |
| book 131.4 | οὐκ ἄπεστιν, ἤγουν ἀπὸ τοῦ προκειμένου νοεῖν χρὴ καὶ |
| book 131.5.1 | τὰς λοιπὰς αὐτοῦ ἀρετὰς ἃς ἔχει. πρὸς μὲν οὖν τὸ πρῶ‐ |
| book 131.5.2 | τον στίξεις εἰς τὸ προκείμενον, καὶ τὸ ἑξῆς ἐρεῖς ἀσυνδέ‐ |
| book 131.5.3 | τως· τῶν οὐκ ἄπεστιν οὗτος· ἤγουν ταῦτ’ ἔχει πάντα ἅπερ |
| book 131.5.4 | εἶπον ὁ νικητής. πρὸς δὲ τὸ δεύτερον ἐνημμένως ἐρεῖς. |
| book 131.5.5 | τὸ δέ, χαῖρε φίλος, κομματικὸν λέγε: |
| book 133.1 | Ἐγὼ τόδε τοι. ἤγουν τὸν ὕμνον σοι πέμπω |
| book 133.2 | κεκραμένον ἔκ τε φυσικῆς καὶ ἐπιπόνου ἐργασίας, καθὸ |
| book 133.3 | τὸ μέλι μὲν ἐκ πόνου, τὸ δὲ γάλα φυσικόν. οὗτος δὲ τὰ |
| book 133.4 | φυσικὰ τῶν ἐπακτῶν προτιμᾷ. τὸ δὲ ἑξῆς· κιρναμένα δ’ |
| book 133.5 | ἔερσα [ἕως] ὀψέ περ: |
| book 136.1 | Αἰολίσιν ἐν πνοιαῖσιν. αἰολίδι ἁρμονίᾳ. ἢ |
| book 136.2 | τῇ ἐκ θηβῶν. ἄνωθεν γὰρ οἱ κατ’ αὐτὸν θηβαῖοι αἰολέων |
| book 136.3 | ἄποικοι: |
| book prae 20 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος: |
| book 20.1 | Κοινὸν φέγγος. ἢ ἡ αἴγινα κοινός ἐστιν ὀφθαλ‐ |
| book 20.2 | μὸς διὰ τὴν φιλοξενίαν, ἢ τὸν ὕμνον λέγει κοινὸν εἶναι |
| book 20.3 | πᾶσι τοῖς αἰγινήταις: |
| book 44.1 | Ἔκπαγλον ἀλκυονῆ. ἀντὶ τοῦ ἀλκυονέα. κατὰ |
| book 44.2 | συναίρεσιν δὲ γέγονεν, ὡς τὸ τυδέα τυδῆ παρ’ ὁμήρῳ· |
| book 44 | ἔνθ’ αὖτ’ ἀγγελίην ἔπι τυδῆ στεῖλαν [ἀχαιοί]: — |
| book 45.1 | Οὐ τετραορίας γε πρίν. οὐ πρὶν ἕλεν ἐν |
| book 45.2 | πέτρῳ δώδεκα τέτρωρα καὶ δὶς τόσους ἥρωας, ἀντὶ τοῦ· |
| book 45.3 | οὐ πρὶν εἷλεν αὐτόν, πρὶν αὐτὸς εἷλεν ἐν πέτρῳ τὰ δυο‐ |
| book 45.4 | καίδεκα τέθριππα καὶ τοὺς ἱπποδάμους ἥρωας, ἤγουν τοὺς |
| book 45.5.1 | τῶν ἵππων ἐπιβεβηκότας ἡνιόχους. δὶς δὲ τόσους, ἤγουν |
| book 45.5.2 | δὶς τοσούτους ὅσα τὰ ἅρματα, τουτέστιν εἴκοσι τέσσαρας. |
| book 45.5.3 | καὶ τὸ εἷλε δὲ ἀπὸ κοινοῦ, κατὰ τὸ ἀνάλογον: |
| book 55.1 | Ὧραί τ’ ἐπειγόμεναι. παρατρέχουσαι ἢ κατ‐ |
| book 55.2 | επείγουσαι ἡμᾶς. εἰς γὰρ τὴν ἐπιοῦσαν νεομηνίαν ὑπέ‐ |
| book 55.3 | σχετο συντετελεσμένον ἐπιδείξασθαι τὸν ἐπινίκιον: |
| book 60.1 | Ἀντίτειν’ ἐπιβουλίᾳ. ἤγουν ἐναντιοῦ τῷ |
| book 60.2 | φθόνῳ, καὶ μὴ ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπιβασκαίνουσί |
| book 60.3 | σε. ὅ ἐστιν· ἀπόδος τὸν ἐπινίκιον τῇ ὡρισμένῃ ἡμέρᾳ: |
| book 64.1 | Φθονερὰ δ’ ἄλλος. τὴν προσδοκίαν ὁ βά‐ |
| book 64.2 | σκανος καὶ τὸν σκοπὸν χαμαὶ πεσόντα ἤγουν μὴ κατὰ γνώ‐ |
| book 64.3 | μην αὐτοῦ ἐξενεχθέντα ἰδών, σκότῳ καὶ ἀφανείᾳ κυλι‐ |
| book 64.4 | σθήσεται. τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν βέλη πεμ‐ |
| book 64.5.1 | πόντων κατά τινος, ὅταν μὴ ἅψηται αὐτοῦ, ἀλλ’ ἄπρακτον |
| book 64.5.2 | εἰς γῆν πέσῃ: |
| book 71.1 | Ἐξύφαινε γλυκεῖα. ἢ, ἐξύφαινε τῇ οἰνώνῃ |
| book 71.2 | καὶ τῇ κύπρῳ μέλος πεφιλημένον καὶ ἀγαπητὸν πᾶσι· |
| book 71.3 | κοινῶς γάρ φαμεν τόδε. ἢ, πεφιλημένον τῇ οἰνώνῃ καὶ |
| book 71.4 | τῇ κύπρῳ. οἰνώνη δὲ ἡ αἴγινα, ἐξ ἧς ὁ νενικηκὼς ἦν: |
| book 76.1 | Ἔνθα τεῦκρος. οὗτοί εἰσιν οἱ ἀπὸ τοῦ αἰακοῦ |
| book 76.2 | καταγόμενοι. πᾶν δὲ τὸ γένος τούτου ὑμνεῖ, ὅτι πολλῶν |
| book 76 | κατῆρξε τόπων: — |
| book 80.1 | Φαεννὰν ἀχιλλεύς. ἣν λευκὴν νῆσον λέγου‐ |
| book 80.2 | σιν. ἐκεῖ γὰρ δοκεῖ τὸ τοῦ ἀχιλλέως σῶμα μετακομι‐ |
| book 80.3 | σθῆναι: |
| book 84.1 | Βουβόται τόθι πρῶνες. πεδιάδες καὶ τόποι |
| book 84.2 | πρὸς τροφὴν βοῶν ἐξαίρετοι. λέγεται δὲ ἐκ τοῦ γένους |
| book 84.3 | τῶν τοῦ γηρυόνου βοῶν αὐτόθι μεμενηκέναι τινάς: |
| book 92.1 | Δάμαρτος ἱππολύτης. πρὸς τὴν πόρθησιν τῆς |
| book 92.2 | ἰωλκοῦ ταῖς δολίαις ταύτης τέχναις χρησάμενος, διότι |
| book 92.3 | ἐπεβουλεύθη. τινὲς δὲ διορθοῦνται οὐκ ἀπιθάνως, ἀντὶ |
| book 92.4 | τοῦ χρησάμενος χωσάμενος γράφοντες, οἷον· χολωθεὶς |
| book 92.5 | ταῖς γενηθείσαις ἐξ ἀκάστου τέχναις δολίαις: |
| book 97.1 | Ἐκ λόχου. ἤγουν ἐκ τοῦ δάσους τοῦ ὄρους. |
| book 97.2 | ἀφῆκε γὰρ αὐτὸν ἄκαστος εἰς τὸ ἔρημα τοῦ πηλίου, ἵνα |
| book 97.3 | αὐτὸν οἱ κένταυροι φονεύσωσιν: |
| book 101.1 | Πῦρ δὲ παγκρατές. τὴν εἰς πυρὸς καὶ λεόν‐ |
| book 101.2 | των φύσιν μεταμόρφωσιν τῆς θέτιδος παύσας, καὶ τῶν |
| book 101.3 | ἐκείνης μηχανῶν περιγενόμενος, ἔλαβεν αὐτὴν εἰς γυναῖκα. |
| book 101.4 | τὸ δὲ σχάσας ἀπὸ μεταφορᾶς εἴρηται τῶν ἐρεσσόντων. καὶ |
| book 101.5 | εὐριπίδης· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς: |
| book 107.1 | Εἶδεν δ’ εὔκυκλον ἕδραν. ἤγουν τὸν |
| book 107.2 | κυκλοτερῆ οὐρανόν, ἀπειλῆφθαι γὰρ αὐτὸν ἐν οὐρανῷ λέ‐ |
| book 107.3 | γουσιν. ἄλλοι δὲ τὸ τῶν θεῶν φασι κυκλοτερὲς συμ‐ |
| book 107.4 | πόσιον: |
| book 110.1 | Δῶρα καὶ κράτος. ὁ ποσειδῶν γὰρ ἵππον |
| book 110.2 | αὐτῷ ἔδωκεν, ἥφαιστος μάχαιραν, καὶ ἕτεροι ἄλλα, καὶ |
| book 110.3 | κράτος τὸ διηνεκὲς αὐτῷ μέχρις ἐκγόνων φθάσαν: |
| book 112.1 | Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν. |
| book 112.2 | παροιμία ἐστί· τὰ πέρα γαδείρων οὐ περατά. λέγει οὖν |
| book 112.3 | ὅτι· οὐκ ἔστι δυνατὸν πάντας τοὺς ἐπαίνους τιμασάρχου |
| book 112 | διελθεῖν: — |
| book 113.1 | Ἀπότρεπε αὖτις· ἐπεί, φησίν, οὐκ ἔστιν |
| book 113.2 | ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπὰν ἅπαξ τις ἐπὶ τὰ γά‐ |
| book 113.3 | δειρα ἀφίκηται, ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν εὐρώπην, |
| book 113.4 | ἤγουν πρὸς τὸν τιμάσαρχον τὸν νῦν ἐπαινούμενον: |
| book 125.1 | Πάτραν νιν ἀκούομεν. ἀκούομεν, φησί, τὴν |
| book 125.2 | πατρίδα αὐτὴν τὴν σήν, ὑπηρέτιν εἶναι τῆς ἐπὶ τῇ νίκῃ |
| book 125.3 | ᾠδῆς, ἤγουν ἡ πατρίς σου τοὺς σοὺς ὕμνους ᾄδει: |
| book 133.1 | Ὁ χρυσὸς ἑψόμενος. ὥσπερ, φησί, τὸν χρυ‐ |
| book 133.2 | σὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω καὶ τοὺς ἀγαθοὺς ἄν‐ |
| book 133.3 | δρας ὁ ὕμνος περιφανεστέρους ἀπεργάζεται: |
| book 148.1 | Τὰ δ’ αὐτὸς ἄν τις τύχῃ. ἅπερ ἄν τις τύχῃ, |
| book 148.2 | φησί, θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διεξελθεῖν |
| book 148.3 | καὶ διαθεῖναι: |
| book 151.1 | Οἶον αἰνέων κε μελησίαν. μόνον ἄν τις αἰ‐ |
| book 151.2 | νέων τὸν μελησίαν, τὰς ἀπαντώσας ἔριδας καταστρέφοι καὶ |
| book 151.3 | καταγωνίζοιτο, ἤγουν περιγίνοιτο τῶν ἐρίδων: |
| book prae 4 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ: |
| book 4.1 | Ἀλλ’ ἐπὶ πάσας. ἔμελλεν εἰπεῖν ἐνταῦθα· ἀλλὰ |
| book 4.2 | ποιῶ τὸ καὶ τό, ἀπέστρεψε δὲ τὸν αὑτοῦ λόγον πρὸς τὴν |
| book 4.3 | οἰκείαν μοῦσαν: |
| book 11.1 | Ματέρ’ οἰνάνθας. ἀντιστρόφως χρὴ λέγειν |
| book 11.2 | μᾶλλον τὴν οἰνάνθην μητέρα τῆς τελείας ὀπώρας, ἤγουν |
| book 11.3 | τὸν ἴουλον τὸν πρωτεύοντα τῆς γενειάδος: |
| book 12.1 | Μὴ δὲ κρόνου. συλλήψει κέχρηται, ἀπὸ κρόνου |
| book 12.2 | καὶ διὸς καὶ νηρηΐδων λέγων εἶναι τοὺς αἰακίδας. αἰα‐ |
| book 12.3 | κοῦ γὰρ καὶ [ἐν]δηΐδος τῆς χείρωνος τελαμὼν καὶ πηλεύς, |
| book 12.4 | ὁ δὲ χείρων κρόνου, πάλιν τῶν νηρηΐδων φῶκος καὶ |
| book 12.5.1 | ἀχιλλεύς· |
| book 12.5.2 | [Start of a diagram]κρόνος |
| book 12.5.3 | χείρων |
| book 12.5.4 | [ἐν]δηΐς. ἧς καὶ αἰακοῦ |
| book 12.5.5 | τελαμὼν |
| book 12.10.1 | αἰακοῦ καὶ ψαμάθης |
| book 12.10.2 | φῶκος |
| book 12.10.3 | καὶ πηλεύς |
| book 12.10.4 | πηλέως καὶ θετίδος |
| book 12.10.5 | ἀχιλλεύς.[End of a diagram] |
| book 17.1 | Πὰρ βωμὸν πατέρος ἑλλανίου. ἤγουν τοῦ |
| book 17.2 | ἑλληνίου διός. οὕτω γὰρ ἐν αἰγίνῃ τιμᾶται διὰ τὴν τῶν |
| book 17.3 | ἐκεῖσε ἐλθόντων πρὸς αἰακὸν ἑλλήνων ἱκετείαν: |
| book 27.1 | Πῶς δὴ λίπον. ὅρα, πῶς διεσταλμένως φησὶν |
| book 27.2 | ἅπερ ᾐδεῖτο: |
| book 30.1 | Οὔ τοι ἅπασα κερδίων. ἤγουν οὐ πάντοτε |
| book 30.2 | φαινομένη ἡ ἀλήθεια ὠφέλιμός ἐστιν, ἀλλὰ δεῖ καὶ ἐπικε‐ |
| book 30.3 | κρύφθαι τὸ τῆς ἀληθείας πρόσωπον: |
| book 32.1 | Καὶ τὸ σιγᾶν. καὶ πρᾶγμα, φησί, σιωπώμενον |
| book 32.2 | σοφώτερον τὸν ἀκροατὴν δείκνυσι, διεγεῖρον αὐτὸν πρὸς |
| book 32.3 | τὴν τούτου εὕρεσιν: |
| book 38.1 | Ἔχω γονάτων ἐλαφρὰν ὁρμήν. ἤγουν ὑπερ‐ |
| book 38.2 | πηδήσω τὸ σκάμμα, ὥσπερ ἀθλητὴς ἐν πεντάθλῳ, καὶ νι‐ |
| book 38.3 | κήσω καθάπαξ τοὺς ἐναντιουμένους μοι, καὶ ἐπαινέσαι |
| book 38.4 | ἰσχύσω οὓς προεθέμην: |
| book 39.1 | Καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί. ἤγουν |
| book 39.2 | ὃν τρόπον οἱ αἰετοὶ ἵπτανται καὶ πέραν τοῦ πόντου, οὕτω |
| book 39.3 | καὶ ὁ ὕμνος οὗτος δύναται καὶ πέραν τοῦ πόντου διαπε‐ |
| book 39.4 | ρᾶν· |
| book 39.5 | Ὅπως ἠράσθη πηλέως ἡ τοῦ ἀκάστου γυνή: |
| book 54.1 | Ὡς ἄρα νυμφείας ἐπείρα. ἤγουν ἐπειρᾶτο |
| book 54.2 | καὶ ἀπόπειραν ἐποιεῖτο. τὸ ἐνεργητικὸν ἀντὶ [τοῦ] παθη‐ |
| book 54.1 | τικοῦ. εἰ γὰρ ἦν ἐπείρα ἀντὶ τοῦ ἐσύννευεν, τὴν νυμ‐ |
| book 54.2 | φείαν εὐνὴν ὤφειλεν, ἢ τῇ εὐνῇ· ἐπεὶ δὲ οὕτως ἐστὶν ἐν‐ |
| book 54.5.1 | ταῦθα γενικῇ συντασσόμενον, οὕτως ἐκληπτέον. εὕρηται |
| book 54.5.2 | δὲ καὶ τοὐναντίον τὸ ἐπειρᾶτο ἀντὶ τοῦ ἐπείρα: |
| book 75.1 | Τὺ δ’ Αἰγίνᾳ. σὺ δέ, ὦ εὐθύμενες, φησί, περι‐ |
| book 75.2 | σχεθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν ἀγκώνων καὶ τῶν ἀγκα‐ |
| book 75.3 | λῶν τῆς νίκης, τὴν αἴγιναν ἐποίησας ὑμνεῖν σε. ἐν ἀγκώ‐ |
| book 75.4 | νεσσι δὲ λέγει, ἐπεὶ παγκρατιαστὴς ἦν: |
| book 82.1 | Μείς τ’ ἐπιχώριος. ὁ δελφίνιος αἰγινήταις κα‐ |
| book 82.2 | λούμενος ἱερὸς ἀπόλλωνος, ἐν ᾧ ἀγὼν τοῦ ἀπόλλωνος ὑδρο‐ |
| book 82.3 | φόρια καλούμενος: |
| book 89.1 | Χρὴ δ’ ἀπ’ ἀθανῶν. διότι καὶ θησεὺς ἀθη‐ |
| book 89.2 | ναῖος ὢν εὗρε τὸ παγκράτιον, καὶ μένανδρος ἀλείπτης ἦν |
| book 89.3 | τοῦ πυθέα, τοῦτο λέγει: |
| book 92.1 | Μηκέτι ῥίγει δίδου φωνάν. ἀντὶ τοῦ μηκέτι |
| book 92.2 | δυσφορῶν φθέγγου. ἢ συνεσταλμένως· ἀλλ’ ἑτοίμως καὶ |
| book 92.3 | παρρησίᾳ· πολλὰ γὰρ ἔχεις εἰπεῖν: |
| book 93.1 | Ἀνὰ δ’ ἱστία τεῖνον. πέτασον τὰ ἱστία, φησὶν |
| book 93.2 | ἐκ μεταφορᾶς τῶν μελλόντων πλεῦσαι, τουτέστι· φθεγγόμε‐ |
| book 93.3 | νος τὰ περὶ τοῦ νικητοῦ οὐριοδρόμει. τὸ φθέγξαι δὲ μέσος |
| book 93.4 | ἐστὶ προστακτικός: |
| book prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος. |
| book 1.1 | Ἓν ἀνδρῶν ἓν θεῶν γένος. ἐκ μιᾶς ὑπάρχο‐ |
| book 1.2 | μεν γῆς, φησίν, οἵ τε θεοὶ καὶ ἄνθρωποι. πρὸς τὸ εὐφυὲς δὲ |
| book 1.3 | τοῦ ἀλκιμήδου ἀφορᾷ τὸ προοίμιον: |
| book 4.1 | Διείργει δὲ πᾶσα. ἐκ πανδώρας ἐφ’ ἡμᾶς τὸ |
| book 4.2 | γένος προῆκται, κατὰ πάντα δὲ τὰ ἔργα τῆς δυνάμεως |
| book 4.3 | διαφέρομεν τῶν θεῶν: |
| book 6.1 | Ὁ δὲ χάλκεος. ἀπὸ τοῦ περιέχοντος τοὺς περι‐ |
| book 6.2 | εχομένους ἀκουστέον, ἵν’ ᾖ ὁ λόγος· οἱ δὲ θεοὶ βεβαίως |
| book 6.3 | καὶ ἀδιαλείπτως ἀεὶ μένουσιν: |
| book 11.1 | Οὐδὲ μετὰ νύκτας. οὐδὲ πρὸς ἥντινα στάθμην |
| book 11.2 | ἔγραψεν ἡμᾶς δραμεῖν ἡ μοῖρα μετὰ νύκτας, ἤγουν οὐδὲ |
| book 11.3 | πρὸς ποῖον τέλος ἀπαντήσομεν κατὰ τὴν νύκτα, τουτέστι |
| book 11.4 | ποῖον ἔσται ἡμῖν τὸ τοῦ θανάτου τέλος, οὐκ οἴδαμεν: |
| book 27.1 | Ἴχνεσιν ἐν πραξιδάμαντος. τοῦ πάππου τοῦ |
| book 27.2 | ἀλκιμήδου, οὗ κατὰ τὰ ἴχνη φησὶν ἥκειν τὸν ἀλκιμήδην, |
| book 27.3 | ἐξ ἀναπαύσεως· ὁ γὰρ πατὴρ αὐτοῦ οὐκ ἐνίκησεν. οὗ χάριν |
| book 27.4 | καὶ τὸ παράδειγμα εἴρηκεν: |
| book 36.1 | Ὃς ὑπέρτατος. ὅστις ἐγένετο τῷ ἀγησιμάχῳ |
| book 36.2 | ὑπέρτατος τῶν υἱῶν, αὑτοῦ δηλονότι. ἴσως γὰρ ἐνίκησεν |
| book 36.3 | ἄν, ἐν ἄλλοις ἀγῶσι, ἢ καὶ ἐν ἄλλῳ καιρῷ· νῦν δὲ οὐκ |
| book 36.4 | ἐνίκησεν: — |
| book 36.5.1 | [Start of a diagram]ἀγησίμαχος νικᾷ |
| book 36.5.2 | σωκλείδης οὐ νικᾷ |
| book 36.5.3 | πραξιδάμας νικᾷ |
| book 36.5.4 | ὁ πατὴρ ἀλκιμήδου οὐ νικᾷ |
| book 36.5.5 | ἀλκιμήδης νικᾷ[End of a diagram] |
| book 45.1 | Μυχῷ δ’ ἑλλάδος. ἢ μυχὸν τῆς ἑλλάδος τὴν |
| book 45.2 | κόρινθον λέγει· ἐν τῷ τέλει γὰρ κεῖται. ἢ μυχοὺς τὰς πό‐ |
| book 45.3 | λεις φησί· μυχοῖς γὰρ ἐοίκασι. τὸ δὲ μέγα εἰπών, ἤγουν |
| book 45.4 | μεγαλορρημονήσας περὶ τούτων καὶ καυχησάμενος: |
| book 63.1 | Καλλίας ἀδῶν. υἱὸς κρέοντος ὁ καλλίας, συγ‐ |
| book 63.2 | γενὴς καὶ συμφατριώτης τοῦ νικητοῦ: |
| book 90 | Ἔγχεος ζακότοιο. οὐκ ἐκ παραδρομῆς ζάκοτον |
| book 90.1 | εἶπε τὸ ἔγχος, ἀλλ’ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύα‐ |
| book 90.2 | στο. τὸ δὲ αἰχμῇ ἔγχεος, ἢ τῇ ὀξύτητι, ἢ διότι δύο ξίφη |
| book 90.3 | εἶχε τὸ ἔγχος: |
| book 108.1 | Δελφῖνί κεν τάχος δι’ ἅλμας. οὐχὶ ἔξω |
| book 108.2 | ὄντι τῷ δελφῖνι, ἀλλ’ ἐπὶ τῆς θαλάσσης. τότε γὰρ καὶ τὸ |
| book 108.3 | τάχος αὐτοῦ φαίνεται. τὸ τάχος δὲ τοῦ μελησίου παραβάλ‐ |
| book 108.4 | λει τῷ τοῦ δελφῖνος τάχει διὰ τὸ ταχέως τοὺς ἀλειφομένους |
| book 108.5.1 | ὑπ’ αὐτοῦ κατάγειν εἰς τοὺς ἀγῶνας. προτάττει δὲ τὸν περὶ |
| book 108.5.2 | αὐτοῦ ἔπαινον, εἶτα ἐπιφέρει αὐτόν: |
| book prae 5 | τὸ προοίμιον εὐκτικόν: |
| book 5.1 | Τεὰν ἀδελφεάν. ὅτι εἰλείθυια καὶ ἥβη ἀδελφαί, |
| book 5.2 | διὸς καὶ ἥρας θυγατέρες. ἀγλαόγυιον δὲ λέγει τὴν ἥβην, |
| book 5.3 | ὅτι ὃν ἡβῶμεν χρόνον αὐτοὶ ἑαυτῶν εὐπρεπέστεροι γινό‐ |
| book 5.4 | μεθα, καλλωπιζομένων ἡμῶν τῶν μελῶν: |
| book 7.1 | Ἀναπνέομεν δέ. οὐχ ἅπαντες δέ, φησίν, ἐπίσης |
| book 7.2 | ζῶμεν, ἀλλ’ ὁ μὲν πλουτεῖ, ὁ δὲ νικᾷ, ὁ δὲ ἄλλο τι ποιεῖ. |
| book 7.3 | ἕτερον δὲ ἄνθρωπον διαχωρίζει τῶν ἄλλων ἀνθρώπων ἕτερα, |
| book 7.4 | ἤγουν παρηλλαγμένα πράγματα, ἅτινα γίνονται ἐν τῇ τύχῃ· |
| book 7.5 | καὶ τὸ ζυγὸν τοῦ πότμου, ἤγουν ἡ εἱμαρμένη: |
| book 26.1 | Οὐ δ’ ὑπὸ κέρδει βάλον. οὐ δὲ ὑπτιοῦνται |
| book 26.2 | πρὸς τὴν παροῦσαν νηνεμίαν καὶ τὸν εὐδιεινὸν πλοῦν. |
| book 26.3 | τοῦτο γὰρ μέγιστον κέρδος τῶν πλεόντων: |
| book 29.1 | Ἐγὼ δὲ πλέον ἔλπομαι. ἐγὼ δέ, φησίν, ἐλπίζω |
| book 29.2 | πλέον γενέσθαι τὸν τοῦ ὀδυσσέως λόγον διὰ τὸν γλυκὺν |
| book 29.3 | ὅμηρον, ἢ ἔπαθεν. ἤγουν οὐ τοσαῦτα λέγω πεπραχέναι τὸν |
| book 29.4 | ὀδυσσέα ὅσα κεκήρυχεν ὅμηρος περὶ αὐτοῦ, ἀλλὰ ἐλάττω. |
| book 29.5.1 | ἡδυεπῆ δὲ λέγει τὸν ὅμηρον, ἢ ὡς ἡδεῖς λέγοντα λόγους, |
| book 29.5.2 | ἢ ὡς καλοὺς λόγους λέγοντα περὶ τοῦ ὀδυσσέως, ἐν τῷ λέ‐ |
| book 29 | γειν αὐτὸν παθεῖν τινα ὡς καρτερικόν: — |
| book 32.1 | Ποτανᾷ μαχανᾷ. τῇ ταχυτάτῃ μηχανῇ, ἤγουν |
| book 32.2 | τοῖς ποιήμασι, καθὸ ὑψοῦσι τὰς ἀρετὰς τῶν ὑμνουμένων. |
| book 32.3 | ἤ, ἐπεὶ τὰ ἔπη πτερόεντα λέγει ὅμηρος, καὶ οὗτος τοῦτό |
| book 32.4 | φησιν: |
| book 40.1 | Ὃν κράτιστον. ὅντινα αἴαντα ἐπόρευσαν καὶ |
| book 40.2 | ἤγαγον ἐν ναυσὶν αἱ πομπαὶ τοῦ εὐθυπνόου ζεφύρου πρὸς |
| book 40.3 | τὴν πόλιν τοῦ ἴλου, τουτέστιν εἰς τὴν ἴλιον. ποταπόν; κρά‐ |
| book 40.4 | τιστον καὶ ἰσχυρότατον ἐν τῇ μάχῃ χωρὶς τοῦ ἀχιλλέως. |
| book 40.5.1 | ἤγαγον δὲ εἰς τροίαν, ὥστε κομίσαι τῷ μενελάῳ τὴν δά‐ |
| book 40.5.2 | μαρτα καὶ τὴν γυναῖκα αὐτοῦ: |
| book 71.1 | Τρία ἔπεα διαρκέσει. ἱκαναί εἰσιν αἱ τρεῖς αἰ‐ |
| book 71.2 | τίαι αὗται, ἃς ἀπαριθμοῦμαι, παραστῆσαι τὸ δικαίως αὐτῷ |
| book 71.3 | συμβεβηκέναι τὸν θάνατον, ἤγουν· τὸ ὑπὲρ κρεῶν ἀναιρε‐ |
| book 71.4 | θῆναι, τὸ ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ τοὺς δελφοὺς βαρυνθῆ‐ |
| book 71.5.1 | ναι, καὶ τὸ ὅτι πεπρωμένον ἦν. εἶτα βεβαιῶν τοῦτο λέγει· |
| book 71.5.2 | οὐ ψευδής εἰμι μάρτυς ἐγὼ τοῖς ἐπὶ νεοπτολέμῳ λεχθεῖ‐ |
| book 71.5.3 | σιν: |
| book 90.1 | Ὕδατος ὧτε ῥοάς. ἄγων, φησί, καὶ φέρων |
| book 90.2 | εἰς φίλον ἄνδρα ῥοὰς ὕδατος, ῥεύματα δηλονότι καὶ ὕμνους |
| book 90.3 | ἐκ τῆς ἐμαυτοῦ τῶν λόγων πηγῆς, κλέος λέγω ἐτήτυμον, |
| book 90.4 | ἤγουν ἀληθῆ δόξαν, αἰνέσω καὶ ὑμνήσω αὐτόν, ᾧ τε καὶ |
| book 90.5.1 | ᾥτινι δηλονότι φέρω τοῦτο. εἰ δὲ τὸ ὧτε ἀντὶ τοῦ ὥσπερ |
| book 90.5.2 | δωρικῶς νοήσεις, οὕτως ἐρεῖς· ἄγων καὶ φέρων εἰς φίλον |
| book 90.5.3 | ἄνδρα κλέος ἀληθές, ἤγουν ὕμνον, ὥσπερ ῥοὰς ὕδατος, |
| book 90.5.4 | αἰνέσω αὐτόν: |
| book 94.1 | Ἐὼν δ’ ἐγγὺς ἀχαιός. ἀχαιοὶ καὶ ἠπειρῶται |
| book 94.2 | κατ’ ἐξοχὴν οἱ μολοσσοί. οὐ μέμψεται οὖν, φησίν, ἀνὴρ |
| book 94.3 | ἀχαιὸς ὡς ὑβρίσαντα τὸν νεοπτόλεμον, ὡς πολλοὶ ἔδοξαν |
| book 94 | ἐν ἄλλοις ὑβρίσαι αὐτόν: — |
| book 104.1 | Μὴ τέρμα προβάς. ἀπὸ τῶν πεντάθλων μετ‐ |
| book 104.2 | ενήνοχε τὸν λόγον, ἐν οἷς οἱ ἀθληταὶ δι’ ὑπερβολὴν |
| book 104.3 | ἰσχύος ὑπερβαίνουσι τοὺς προκειμένους ὅρους: |
| book 106.1 | Ὃς ἐξέπεμψε. ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς |
| book 106.2 | τὸν περὶ ἐκείνου μετέστη: |
| book 126.1 | Ἡράκλεες. τοῦ ἡρακλέους ἐμνήσθη, ὅτι ὁ οἶ‐ |
| book 126.2 | κος τοῦ ὑμνουμένου ἑκατέρωθεν ἡρακλείοις τεμένεσι περιεί‐ |
| book 126.3 | χετο. λέγει δὲ ὅτι, [εἰ] ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς |
| book 126.4 | βιωτικὰς χρείας, τί ἂν φαίημεν χρῆμα μεῖζον τοῦ τοὺς φι‐ |
| book 126.5 | λοῦντας γειτνιᾶν: |
| book 134.1 | Ἀταλὸν ἀμφέπων θυμόν. προσηνῆ ποιῶν, |
| book 134.2 | φησί, τῷ πατρὶ τὸν θυμόν, ἤγουν μηδὲν ἐναντιούμενος τῷ |
| book 134.3 | πατρὶ ἀλλ’ ἐπιμελούμενος αὐτοῦ. κυρίως δὲ ἀταλὸν τὸ |
| book 134.4 | νήπιον, τὸ τλῆσιν καὶ κακοπάθειαν μὴ ὑποδεχόμενον. οὕτω |
| book 134.5.1 | δὲ ἐπίτασσε· ἐν σοί, ὦ ἡράκλεις, ὃς ἐδάμασας εὐτυχῶς τοὺς |
| book 134.5.2 | γίγαντας, ἐθέλοι ἂν ὁ σωγένης οἰκεῖν τὴν ζαθέαν ἀγυιὰν |
| book 134.5.3 | τῶν προγόνων αὐτοῦ τὴν εὐκτήμονα, ἀμφέπων καὶ θερα‐ |
| book 134.5.4 | πεύων τῷ πατρὶ τὸν θυμόν, ποταπόν; ἀταλόν, ἤγουν ἱλα‐ |
| book 134.5.5 | ρύνων αὐτὸν ταῖς θεραπείαις καὶ προσηνῆ ποιῶν: |
| book 155.1 | Διὸς κόρινθος. παροιμία ἐστὶν ἐπὶ τῶν τὰ |
| book 155.2 | αὐτὰ περὶ τῶν αὐτῶν λεγόντων πολλάκις, ἐξ ἱστορίας. |
| book 155.3 | μέμνηται ταύτης καὶ ἀριστοφάνης, καὶ ζήτει ταύτην |
| book 155.4 | ἐκεῖ: |
| book prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν: |
| book 1.1 | Ὥρα πότνια. ἤγουν εὐμορφία. τοῦτο δὲ εἴρηκε, |
| book 1.2 | διὰ τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου. ὁ δὲ νοῦς· ὦ ἀκμή, |
| book 1.3 | ἄγγελε τῶν ἀφροδισίων: |
| book 22.1 | Ἱκέτας αἰακοῦ. τοῦτό φησι παρόσον αὐχμοῦ ποτε |
| book 22.2 | γεγονότος ἐν τῇ ἑλλάδι δι’ αὐτοῦ τοῦ αἰακοῦ εὐφράνθησαν, |
| book 22.3 | εὐξαμένου καὶ λύσαντος τὸν αὐχμόν: |
| book 54.1 | Ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν. τοῦτο δυσανα‐ |
| book 54.2 | σχετῶν ἐπὶ τῷ ἀναιρεθῆναι τὸν αἴαντά φησιν: |
| book 71.1 | Χρεῖαι δὲ παντοῖαι. [λέγει] ὅτι πᾶσα πρᾶξις |
| book 71.2 | τοῖς τῶν ποιητῶν αὔξεται λόγοις, ἐξόχως δὲ τὰ περὶ πόνους |
| book 71.3 | κατορθώματα. ἡ δὲ τέρψις ζητεῖ θέσθαι ἐν τοῖς ὄμμασι |
| book 71.4 | πίστιν, ἤγουν καὶ τὰ ὄμματα πίστιν ἐκ τῆς τέρψεως λαμ‐ |
| book 71.5.1 | βάνει τῶν πραγμάτων ὅπως ἔχει φύσεως. τερφθεὶς γάρ τις ἐκ |
| book 71.5.2 | τῆς ὄψεως καὶ τὴν φύσιν ἐρευνᾶν τοῦ πράγματος ἄρχεται: |
| book prae 1 | Ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ: |
| book 1.1 | Κωμάσομεν. τοῦτο οὔκ ἐστιν ἐκ τῶν νεμεονι‐ |
| book 1.2 | κῶν, ἀλλ’ οὐδὲ τὰ ἐπιφερόμενα. ἔστι δὲ ἀπὸ τοῦ χοροῦ |
| book 1.3 | ὁ λόγος, ἢ ἀπὸ τοῦ ποιητοῦ. φησὶ δέ· κωμάσομεν ἐκ |
| book 1.4 | σικυῶνος καὶ παρὰ τοῦ ἐκεῖ ἀπόλλωνος εἰς τὴν αἴτνην, εἰς |
| book 1.5.1 | τὸ δῶμα τοῦ χρομίου τοῦ φιλοξένου, ἀλλ’ ἀντὶ τῆς διαθέ‐ |
| book 1.5.2 | σεως ταύτης τῆς φιλοξένου τὸν τῶν ἐπῶν γλυκὺν ὕμνον |
| book 1.5.3 | τελεῖτε, ὦ μοῦσαι: |
| book 10.1 | Αὐδὰν μηνύει. οἱ μέν, τὸν ὕμνον, φασίν, ἀνα‐ |
| book 10.2 | τίθησιν· οἱ δέ, τὴν αὐτοῦ βοὴν τοῖς θεοῖς καταμηνύει, |
| book 10.3 | ἤγουν δείκνυσιν ἃ διὰ τὴν αὐτοῦ φιλοξενίαν αὐτῷ |
| book 10.4 | ᾄδουσιν: |
| book 20.1 | Ἅτε φοίβῳ. ποιητικῇ ἀδείᾳ τὰ ἐν σικυῶνι πύ‐ |
| book 20.2 | θια τὸν ἄδραστον τεθεικέναι φησίν: |
| book 43.1 | Αἰσιᾶν οὐ κατ’ ὀρνίχων ὁδόν. ἐὰν μὲν πε‐ |
| book 43.2 | ρισπωμένως τὸ αἰσιᾶν ἐκφέρῃς, ἐπὶ τῶν ὀρνίθων ἀκουστέον· |
| book 43.1 | ἐὰν δὲ βαρυτόνως, ἐπὶ τῆς ὁδοῦ: — |
| book 43.2 | [Start of a diagram][Start of a diagram section]ζεύς |
| book 43.5.1 | μελάμπους βίων |
| book 43.5.2 | ἀντιφάτης ταλαός |
| book 43.5.3 | ὀϊκλῆς ἐριφύλλη ἄδραστος[End of a diagram section] |
| book 43.5.4 | οὗ αἱ θυγατέρες ἐμάνη‐ |
| book 43.5.5 | σαν, ἃς ἰάσατο ὁ μελάμ‐ |
| book 43.10.1 | πους. καὶ ἔλαβε τὸ τῆς |
| book 43.10.2 | βασιλείας δίμοιρον: — |
| book 43.10.3 | [Start of a diagram section]προῖτος |
| book 43.10.4 | μεγαπένθης |
| book 43.10.5 | ἱππόνους |
| book 43.15.1 | καπανεύς |
| book 43.15.2 | σθένελος.[End of a diagram section][End of a diagram] |
| book 76.1 | Καὶ κτεάνων. εἰσί τινες ἄνδρες αὐτόθι ἔχοντες |
| book 76.2 | ψυχὰς κρείσσονας χρημάτων, ἤγουν οὐ δουλούμενοι φιλο‐ |
| book 76.3 | κερδείᾳ ἀλλ’ ὑπερφρονοῦντες τὰ χρήματα: |
| book 93.1 | Ἕκτορι μὲν κλέος. τῷ ἕκτορι αὐτὸν προσεικά‐ |
| book 93.2 | ζει ὡς ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον ὥσπερ κἀκεῖνος: |
| book 106.1 | Αἰὼν ἁμέρα. ἐναντίον τοῦτο πρὸς τὸ τοῦ |
| book 106.2 | ὁμήρου. φησὶ γὰρ ἐκεῖνος· αἶψα γὰρ ἐν κακότητι βροτοὶ |
| book 106.3 | καταγηράσκουσιν: |
| book 107.1 | Ἴστω λαχών. τὸ μακάριον τοῦτο τῆς εὐδαιμο‐ |
| book 107.2 | νίας μέρος ἴστω ὁ χρόμιος παρὰ θεῶν εἰληφώς, ἐν νεότητι |
| book 107.3 | διαπραξάμενός τι σὺν δίκῃ καὶ μέχρι γήρως εὐδαίμων δια‐ |
| book 107.4 | μείνας: |
| book 126.1 | Εὔχομαι ταύταν. εὔχεται καὶ τὰ ἐν τοῖς δελ‐ |
| book 126.2 | φοῖς πύθια νικῆσαι τὸν χρόμιον, μὴ μόνον τὰ ἐν σικυῶνι, |
| book 126.3 | καὶ κελαδῆσαι πάλιν κἀκείνην τὴν νίκην: — |
| book 126.4 | λείπει ἐνταῦθα ἡ ἐπῳδός, οἶμαι δὲ τοῦτο πεποιηκέναι |
| book 126.5 | τὸν ποιητὴν διὰ τὴν εὐχήν: — |
| book prae 3 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν: |
| book 3 | Ὅτι ἐκεῖ τὰ ἥραια τὰ ἑκατόμβαια ἐτελεῖτο: |
| book 10.1 | Οὐδ’ ὑπερμνήστρα. οὐ μόνον, φησί, τὸ ἄρ‐ |
| book 10.2 | γος ἀρίστους ἐξάγει ἄνδρας, ἀλλὰ καὶ εἰς γυναῖκας ἐξαίρε‐ |
| book 10.3 | τόν ἐστιν. ἡ γὰρ ὑπερμνήστρα μόνη οὐκ ἐξέπεσε τοῦ |
| book 10.4 | καθεστηκότος, ψηφισαμένη καὶ κρίνασα ἐντὸς τοῦ κουλεοῦ |
| book 10.5.1 | τὸ ξίφος ἔχειν καὶ μὴ ἑλκύσαι αὐτὸ πρὸς φόνον τοῦ ἀν‐ |
| book 10.5.2 | δρὸς ὡς αἱ λοιπαὶ αὐτῆς ἀδελφαί: |
| book 35.1 | Βραχύ μοι στόμα. σημείωσαι, ὅτι, ἐπεὶ οὐκ |
| book 35.2 | ἦν ἐπίσημος ὁ ἀγών, ὃν ἐνίκησεν ὁ θειαῖος, τὰ ἑκατόμβαια, |
| book 35.3 | κατήντησεν εἰς τὰ περὶ τῆς πατρίδος. ἢ οὖν πάντα λέγε |
| book 35.4 | ὅσων ἐσθλῶν μοῖραν ἔχει τὸ τέμενος, ἢ στίξας εἰς τὸ ἀνα‐ |
| book 35.5.1 | γήσασθαι, τὸ ἑξῆς θαυμαστικῶς λέγε· ὅσων ἐσθλῶν μοῖραν |
| book 35.5.2 | ἔχει τὸ τέμενος τὸ ἀργεῖον. ὅσην δὲ μέλλων εἰπεῖν πρὸς |
| book 35.5.3 | τὸ μοῖραν, ὅσων εἴρηκε πρὸς τὸ ἐσθλῶν: |
| book 44.1 | Ἔνθα νικήσαις δίς. ἐν τῷ ἀγῶνι νικήσας ἤδη |
| book 44.2 | δεύτερον, ἔσχεν ἡδεῖαν ἀνάπαυσιν ὁ θειαῖος τῶν πόνων. |
| book 44.3 | εὐφόρων δὲ λέγει πόνων, ἐπεὶ οἱ τοιοῦτοι πόνοι εὔφοροί |
| book 44.4 | εἰσι διὰ τὰ ἆθλα. ἢ εὐφρόνων ἵπποις, ἤγουν εὐφραν‐ |
| book 44.5 | τῶν, διὰ τὸν αὐτὸν τρόπον: |
| book 65.1 | Καρπὸς ἐλαίας. διὰ τοῦτο ἐν παναθηναίοις |
| book 65.2 | ἔλαιον ἐδέδοτο τοῖς ἀθληταῖς, ἐπεὶ τὴν ἐλαίαν εὗρεν ἡ |
| book 65.3 | θεός: |
| book 72.1 | Τυνδαρίδαισι. μέμνηται τῶν διοσκούρων παν‐ |
| book 72.2 | ταχοῦ ὡς ἀθλοθετούντων, ἢ ὡς ἀγωνιστῶν: |
| book 76.1 | Νικαφορίαις γὰρ ὅσαις. θαυμαστικὸν τὸ |
| book 76.2 | ὅσαις ἐξενήνεκται. ὅσαις γὰρ νικηφορίαις, ἤγουν πολλαῖς |
| book 76.3 | νίκαις αὐτῶν, ἀνέθηλε καὶ ηὐξήθη τὸ ἄστυ τοῦ προίτου, |
| book 76.4 | ἤγουν τὸ ἄργος: |
| book 82.1 | Ἐκ δὲ πελλάνας. ὅτι ἐν πελλήνῃ τοῖς νικήσα‐ |
| book 82.2 | σιν ἀθληταῖς χλαῖνα ἐδίδοτο. ἐτελεῖτο δὲ ἐν αὐτῇ τὰ θεο‐ |
| book 82 | ξένια: — |
| book 91.1 | Κάστορος δ’ ἐλθόντος. ἐπιξενωθεῖσι, φησί, |
| book 91.2 | τοῖς διοσκούροις παρὰ τῷ παμφάῃ, οὐδὲν θαυμαστὸν εἶναι, |
| book 91.3 | ἐκείνοις, ἀθληταῖς οὖσιν ἀγαθοῖς, καὶ τὸ σὸν μέρος δηλονότι |
| book 91.4 | συγγενές. ἤγουν· οὐ κενόν ἐστιν, ὦ θειαῖε, συγγενῆ εἶναί |
| book 91.5.1 | σε τῶν διοσκούρων, ἐπεὶ καὶ τῆς σπάρτης φύλακές εἰσι καὶ |
| book 91.5.2 | τοὺς ἀγῶνας διέπουσι σὺν ἑρμῇ καὶ ἡρακλεῖ: |
| book 125.1 | [Ἔνθεν ἁρπάξαντες. σημείωσαι,] ὅτι, ἑνὸς |
| book 125.2 | βαλόντος τὸν κάστορα τῇ στήλῃ, ἐπ’ ἀμφοτέρων λέγει λυγ‐ |
| book 125.3 | κέως τε καὶ ἴδα. τὸ δὲ φλάσαν ἀντὶ τοῦ ἔθλασαν, κατὰ |
| book 125.4 | κοινωνίαν τοῦ θ πρὸς τὸ φ. τοὺς γὰρ θῆρας φῆρας οἱ |
| book 125.5 | αἰολεῖς καλοῦσιν: |
| book 131-132.1 | [Start of a diagram]ὑάκινθος κυνόρτης |
| book 131-132.2 | περιήρης |
| book 131-132.3 | ἰκάριος ἀφαρεύς λεύκιππος τυνδάρεως |
| book 131-132.4 | υἱοὶ εʹ καὶ πενελόπη. |
| book 131-132.5.1 | λυγκεύς. ἴδας. |
| book 131-132.5.2 | φοίβη. ἱλάειρα. |
| book 131-132.5.3 | τιμάνδρα. κλυταιμνήστρα. ἑλένη. κάστωρ. πολυδεύκης.[End of a diagram] |
| book 135.1 | Χαλεπὰ δ’ ἔρις. ἡ ἔρις, φησί, καὶ ἡ μάχη τῶν |
| book 135.2 | κρεισσόνων καὶ τῶν θεῶν χαλεπή ἐστιν ὁμιλεῖν τοῖς ἀν‐ |
| book 135.3 | θρώποις, ἤγουν τὸ μάχεσθαι θεοὺς ἀνθρώποις βαρύ: |
| book 166.1 | Οὐ διπλόαν θέτο βουλήν. ἤγουν οὐ διπλῆν |
| book 166.2 | ἐποιήσατο βουλήν· ἀλλ’ εὐθὺς ἐπὶ τὸ ἕτερον ἐχώρησεν, |
| book 166.3 | ὥστε τὴν εὐδαιμονίαν μετὰ τοῦ ἀδελφοῦ συμμερίσασθαι: |
| book prae 15 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν: |
| book 15 | Ἀτρεμίαν τε σύγγονον. ἢ καὶ τὸν ἀτρεμίαν |
| book 15.1 | τὸν σύγγονον καὶ ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ἢ τὴν ἀτρε‐ |
| book 15.2 | μίαν καὶ ἀφοβίαν καὶ ἀδειλίαν τὴν σύγγονον καὶ συμφυῆ |
| book 15.3 | καὶ συγγεγενημένην αὐτῷ: |
| book 20.1 | Θνατὰ μεμνάσθω. ἤγουν· μή, τῷ ὑπερβάλ‐ |
| book 20.2 | λοντι τῆς εὐδαιμονίας ἐπαρθείς, μεγάλα φρονήσῃ καὶ θεὸν |
| book 20.3 | ἑαυτὸν λογίσηται, ἀλλ’ ἐννοείτω ὡς θνητός ἐστι καὶ τέλος |
| book 20.4 | ἀποθανὼν καὶ τῇ γῇ καλυφθήσεται: |
| book 46.1 | Φύλλ’ ἀοιδᾶν. οἱ μὲν περιφραστικώτερον |
| book 46.2 | τὰς ᾠδὰς ἤτοι τὰ ἐγκώμιά φασιν, οἱ δὲ τὰ τῶν στεφάνων |
| book 46.3 | ἐγκώμια: |
| book 99.1 | Νῦν δὲ παρ’ αἰγιόχῳ. νῦν δὲ παρὰ τῷ διῒ |
| book 99.2 | διαπαντὸς οἰκεῖ καλλίστην περιέπων εὐδαιμονίαν, καὶ τε‐ |
| book 99.3 | τίμηται παρὰ τῶν θεῶν προσφιλέστατος ὢν αὐτοῖς, τήν τε |
| book 99.4 | ἥβην γαμεῖ καὶ εἰς γυναῖκα ἔχει, τῶν τιμίων οἴκων δεσπό‐ |
| book 99.5.1 | της ὢν καὶ τῆς Ἥρας γαμβρός. μήτηρ γὰρ τῆς ἥβης ἡ |
| book 99.5.2 | ἥρα: |
| book 113.1 | Λακτίζοισα. σκληρᾷ μεταφορᾷ κέχρηται. ὅμη‐ |
| book 113.2 | ρος δὲ οὐχ οὕτω λέγει, ἀλλά· κνίσση δ’ οὐρανὸν ἷκεν ἑλισ‐ |
| book 113.3 | σομένη [περὶ] καπνῷ: |
| book 180.1 | Κυβερνατῆρος. ἀλληγορικῶς τὸν ἀλείπτην κυ‐ |
| book 180.2 | βερνήτην προσηγόρευσεν, ᾧ φησι πεισθέντα αὐτὸν νικῆ‐ |
| book 180 | σαι: — |
| book prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. |
| book 1.1 | Μᾶτερ ἀελίου. τὴν θείαν μητέρα τοῦ ἡλίου φησί. |
| book 1.2 | καὶ ἡσίοδος δὲ οὕτω λέγει· θεία δ’ ἠέλιόν τε μέγαν. εἰ |
| book 1.3 | γὰρ μὴ ἐθεώμεθα τὸν ἥλιον, οὔτε αὐτὸν οὔτε τὸν χρυσὸν |
| book 1.4 | οὔτε τἄλλα ἐτεθήπειμεν. κἀνταῦθα δὲ τὸν χρυσὸν λέγει |
| book 1.5.1 | διὰ τὸ λαμβάνειν, οἶμαι, αὐτὸν μισθόν, τοὺς ὕμνους γρά‐ |
| book 1.5.2 | φοντα: |
| book 7.1 | Ἐν ἁμίλλαισι. τὴν ἐν θαλάσσῃ πορείαν τῶν |
| book 7.2 | νεῶν ἁμίλλαν λέγει, ἐπεὶ τρόπον δή τινα ἁμιλλῶνται ταῖς |
| book 7.3 | κώπαις, τὸν πλοῦν ποιούμεναι: |
| book 18.1 | Μὴ μάτευε ζεὺς γενέσθαι. ἀκαταλλήλως ἐπέ‐ |
| book 18.2 | ζευξε τὸν λόγον· ἀπὸ τοῦ περί τινος γὰρ πρός τινα ποιεῖται |
| book 18.3 | τὸν λόγον: — |
| book 18.4 | [Start of a diagram]λάμπων |
| book 18.5 | φυλακίδας πυθέας[End of a diagram] |
| book 30.1 | Μὴ φθόνει κόμπον. καλῶς τὸ ἑξῆς ἐπήνεγ‐ |
| book 30.2 | κεν. εἰπὼν γὰρ κόμπον, ἐπήνεγκε τὸν ἐοικότα τῇ ἀοιδῇ. |
| book 30.3 | ὥσπερ γὰρ ἡ ᾠδὴ ἔπαρσίν τινα ποιεῖ, οὕτω καὶ ὁ ὕμνος |
| book 30.4 | ἐπαίρει τὸν ἐπαινούμενον: |
| book 58.1 | Πολλὰ μὲν ἀρτιεπής. ἤγουν ἡ εὑρίσκουσα ἐν |
| book 58.2 | ἐκείνοις ἀρετὰς εἰς ὑποθέσεις ἐγκωμίων ἀρτίους καὶ ὁλο‐ |
| book 58.3 | κλήρους, ἤγουν μεγάλας. τοξεύματα δὲ μεταφορικῶς τοὺς |
| book 58.4 | ἐγκωμιαστικοὺς λόγους λέγει, ὡς καὶ ἐν ἄλλοις· πολλά μοι |
| book 58.5 | ὑπ’ ἀγκῶνος ὠκέα βέλη: |
| book 65.1 | Κατάβρεχε σιγᾷ. ἐπίσχες τὴν καύχησιν. σίγα |
| book 65.2 | διὰ τὸν ἔξωθεν φθόνον. κατάβρεχε δὲ εἶπεν, ὅτι τὸ κατα‐ |
| book 65 | βρεχόμενον παύεται καὶ ἀφανίζεται: — |
| book 68.1 | Καὶ τοιαίδε τιμαί. αἱ τοῦ νικηφόρου τιμαί, |
| book 68.2 | φησί, τὴν ἐπινίκιον ᾠδὴν ἀγαπῶσι καὶ φιλοῦσιν ὡς μέλι: — |
| book 68.3 | [Start of a diagram]κλεόνικος |
| book 68.4 | λάμπων |
| book 68.5 | φυλακίδας πυθέας[End of a diagram] |
| book 74.1 | Ἔκνιζ’ ὄπιν. [σημείωσαι,] ὅτι τῷ δαπάναι πλη‐ |
| book 74.2 | θυντικῷ ἐπέζευξεν ἑνικὸν τὸ ἔκνιζεν: |
| book 75.1 | Ἐν γυιοδάμαις. ἢ ταῖς δαμαζούσαις τὰ γυῖα τῶν |
| book 75.2 | ἐχθρῶν, ἢ ταῖς γυμναζούσαις τὰ γυῖα αὐτῶν τῶν ἀγωνιζο‐ |
| book 75.3 | μένων: Οὕτω δὲ λέγε· αἰνῶ καὶ τὸν πυθέαν ἐν τῷ εὐθυ‐ |
| book 75.4 | δρομῆσαι καὶ νικῆσαι κατὰ τὸν δρόμον ἐν ταῖς γυιοδάμαις |
| book 75.5.1 | τῶν πληγῶν τοῦ φυλακίδα. κοινωνεῖ γὰρ αὐτῷ τῆς νίκης, |
| book 75.5.2 | καλῶς αὐτὸν γυμνασάμενος. δέον δὲ εἰπεῖν ἐν τῷ εὐθυδρο‐ |
| book 75.5.3 | μῆσαι τὸν φυλακίδαν ταῖς πληγαῖς τοῦ πυθέα, ἀντιστρό‐ |
| book 75.5.4 | φως εἶπεν. αἱ γὰρ πληγαὶ καὶ τοῦ διδόντος εἰσὶ καὶ τοῦ |
| book 75.5.5 | λαμβάνοντος. ὅμοιον δέ ἐστι τῷ παρ’ εὐριπίδῃ· κάδμου |
| book 75.10.1 | παλαιῶν ἄρεος ἐκ μηνιμάτων: τὰ γὰρ μηνίματα τοῦ ἄρεος, |
| book 75.10.2 | ἤγουν αἱ ὀργαί, καὶ τοῦ κάδμου ἦν, ὡς κατ’ ἐκείνου γι‐ |
| book 75.10.3 | νόμενα: |
| book prae 2 | ἐκ τῶν παλαιῶν σχολίων. |
| book 2.1 | Δεύτερον κρατῆρα. πρὸς τὸν πρῶτον ὕμνον, |
| book 2.2 | τὸν εἰς φυλακίδαν, φησὶ τοῦτον δεύτερον: Οὕτω δὲ λέγε· |
| book 2.3 | κίρναμεν δεύτερον κρατῆρα μοισέων μελέων ὑπὲρ τῆς |
| book 2.4 | εὐάθλου γενεᾶς τοῦ λάμπωνος, ὥσπερ ὅτε κιρνῶμεν |
| book 2.5 | ἐπὶ συμποσίου ἀνδρῶν θάλλοντος, δεύτερον κρατῆρα δη‐ |
| book 2 | λονότι: — |
| book 8.1 | Νηρεΐδεσσί τε. ἐν τῷ δεσπότῃ τῶν νηρηΐδων |
| book 8.2 | κατὰ ἀντίπτωσιν, ἢ ἀπολελυμένως τῷ δεσπότῃ τοῦ ἰσθμοῦ |
| book 8.3 | καὶ τῶν πεντήκοντα παίδων: — |
| book 8.4 | Ἐμοὶ δοκεῖ τὸ παίδων πρὸς τὸ ὁπλοτάτου συνάπτεσθαι, |
| book 8.5.1 | οὕτω· τοῦ ὁπλοτάτου καὶ ἰσχυροτάτου τῶν παίδων, ἤτοι |
| book 8.5.2 | τῶν νέων τοῦ φυλακίδα νικῶντος. εἰ δὲ ἐπὶ τοῦ πυθέα |
| book 8.5.3 | τοῦτο νοεῖς, κατὰ μετοχὴν ἐρεῖς. εἰς ἀμφοτέρους γὰρ ὁ |
| book 8.5.4 | ὕμνος πεποίηται τοὺς ἀδελφούς. διὸ καὶ ὑπὲρ τῆς εὐάθλου |
| book 8.5.5 | γενεᾶς τοῦ λάμπωνος εἴρηκεν: |
| book 33.1 | Καὶ πέρα νείλοιο. τὰ ἑκατέρωθεν παρείληφε |
| book 33.2 | πέρατα. λέγει δὲ τὸ μὲν διὰ τὸν μέμνονα, ὃν ἐφόνευσεν |
| book 33.3 | ἀχιλλεύς, τὸ δὲ διὰ τὰς ἀμαζόνας, ὧν τὴν βασίλισσαν ὁ |
| book 33.4 | αὐτὸς ἀπέκτεινε πενθεσίλειαν: |
| book 43.1 | Ὑπὲρ ἀμπλακίαν. ἁμαρτίαν, ἀποτυχίαν, ἣν |
| book 43.2 | ἀπέτυχε μὴ λαβὼν τὰς ὑπεσχημένας αὐτῷ ἀθανάτους ἵπ‐ |
| book 43.3 | πους παρὰ τοῦ λαομέδοντος. ἐν ναυσὶ δὲ ἤγαγε, παρὰ τὸ |
| book 43.4 | ὁμηρικόν· ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέ‐ |
| book 43.5 | ροισιν: |
| book 54.1 | Κελήσατο. ἐνταῦθα παρέλειψεν ὁ ποιητὴς τὴν |
| book 54.2 | ἀρχήν, ἣν ἡ τελαμών φησι πρὸς ἡρακλέα ποιῆσαι. παρα‐ |
| book 54.3 | κατιὼν δέ φησιν ἐξ ἐριβοίας παῖδα θρασὺν μοιρίδιον τελέ‐ |
| book 54.4 | σαι τῷδε: |
| book prae 1 | ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πατρίδος τοῦ νικητοῦ: |
| book 1.1 | Ὦ μάκαιρα θήβα. ὁ λόγος πευστικὸς πρὸς τὴν |
| book 1.2 | θήβαν, ἤγουν· ὦ θηβαῖοι, οἱ ἐν ταῖς θήβαις οἰκοῦντες, ἢ |
| book 1.1 | ὦ πόλις. τὸ δὲ τέον θυμὸν ηὔφρανας εὔψυχον τὸν |
| book 1.2 | λόγον ποιεῖ. τὸ ἦ [ῥα] δὲ ἢ ἀντὶ τοῦ ἄρα, ἢ ἀντὶ διαζευ‐ |
| book 1.5.1 | κτικοῦ κατὰ παλαιὰν συνήθειαν, οὑτωσίπως λαμβάνουσαν |
| book 1.5.2 | τοῦτο. πάρεδρον δὲ τῆς δήμητρος τὸν διόνυσον λέγει, ἢ |
| book 1.5.3 | ὅτι ἅμα τὰ μυστήρια τούτων ἐτέλουν, ἢ κατὰ ἀλληγορίαν· |
| book 1.5.4 | ἡ γὰρ ἄμπελος, ἥτις τὸν οἶνον στάζει, πάρεδρος καὶ σύν‐ |
| book 1.5.5 | οικος τῇ γῇ: |
| book 10.1 | Ἡρακλείοις γοναῖς. ἀντὶ τοῦ ἐπὶ ταῖς ἡρα‐ |
| book 10.2 | κλείαις γοναῖς μετῆλθεν ὁ ζεὺς τὴν ἀλκμήνην, ἤγουν συν‐ |
| book 10.3 | εμίγη τῇ ἀλόχῳ χάριν τῆς ἡρακλέους σπερμογονίας: |
| book 19.1 | Ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ. ἀντὶ τοῦ· |
| book 19.2 | ἀσφαλῆ αὐτοῖς ἀπειργάσω τὴν βάσιν τῶν λακεδαιμονίων, |
| book 19 | καθελοῦσα τὸν πρὸς ἀμυκλαεῖς πόλεμον: — |