Overview

The Scholia-Sophistical Refutations (Σχόλια εἰς τὰ Σοφιστικὰ Ἐλέγχη) is an anonymous collection of 58 scholia, or explanatory notes, on Aristotle’s Sophistical Refutations. As the final treatise of Aristotle’s Organon, this text analyzes fallacious arguments used by sophists. These scholia represent the standard Byzantine scholarly practice of compiling marginal commentaries to clarify difficult passages, define terms, and aid in teaching Aristotelian logic.

Content

The scholia likely address core themes from Aristotle’s work, including:

  • The definition and classification of logical fallacies.
  • Clarifications of Aristotelian technical terminology.
  • Analysis and examples of sophistical reasoning.

Transmission

The scholia survive within the manuscript tradition of Aristotle’s Sophistical Refutations. Such annotations were copied in the margins of key medieval manuscripts and are preserved in critical editions like the Commentaria in Aristotelem Graeca.

Significance

This collection is a valuable witness to the reception and pedagogical use of Aristotle’s logic in the Byzantine period. Scholia were instrumental in transmitting the interpretive tradition of the Organon and informed later commentaries and textbooks on logical fallacies.

book prol Προλεγόμενα τῶν Σοφιστικῶν Ἐλέγχων. Τριττόν ἐστι τὸ εἶδος τῶν κατηγορικῶν συλλογισμῶν· ἀποδεικτικόν, διαλεκτικὸν καὶ σοφιστικόν. διαλαβὼν οὖν Ἀριστοτέλης περί τε τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ καὶ τοῦ διαλεκτικοῦ νῦν ἥκει διδάξων καὶ περὶ τοῦ σοφιστικοῦ, οὐχ ἵν’ ἡμεῖς τούτῳ χρώμεθα ὥσπερ καὶ τῷ ἀποδεικτικῷ καὶ διαλεκτικῷ συλλογισμῷ—οἱ μὲν γὰρ ἐπιστήμης ἔργα, τὰ δὲ σοφίσματα καὶ οἱ σοφιστικοὶ ἔλεγχοι ἐπιστήμης μὲν ἔργον οὐδέν, παιζόντων δὲ μᾶλλον ἢ σπουδαζόντων τὸ τοιοῦτον ἔργον ἐστὶ καὶ ἐνοχλήσεις τινὲς καὶ ἐμποδισμοὶ τῶν ἐπιστημῶν, καθὼς καὶ αὐτὸς ἐν τῷ Περὶ Ἑρμηνείας σοφιστικὰς ἐνοχλήσεις ὠνόμασεν εἰπὼν “καὶ ὅσα ἄλλα διοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεισ”—ἀλλ’ ἢ πάντως τοῦτο ποιεῖ διδάξων ἡμᾶς τίνες οἱ τρόποι οἷς οἱ σοφισταὶ χρώμενοι πειρῶνται
book prol τοὺς πολλοὺς ἐλέγχειν καὶ τοὺς ἀμαθεῖς τῆς συλλογιστικῆς μεθόδου. ἐπειδὴ γὰρ ἀεὶ ταῖς ἀρεταῖς αἱ κακίαι παραπεπήγασι καὶ ταῖς τέχναις αἱ ἀτεχνίαι, οἷον τῇ ἀνδρείᾳ ἀρετῇ οὔσῃ παραπέπηγεν ὥσπερ τις κακία ἡ θρασύτης, οὕτω καὶ τῷ ἀποδεικτικῷ καὶ διαλεκτικῷ συλλογισμῷ, οἳ ἐπιστήμης ἔργα εἰσίν, ὥσπερ τις κακοτεχνία ὁ σοφιστικὸς συλλογισμὸς παραπέπηγε. διὰ γοῦν τοῦτο διδάξει καὶ περὶ τοῦ σοφιστικοῦ οὐχ ἵν’ ἡμεῖς, ὡς εἴρηται, τούτῳ χρώμεθα, ἀλλ’ ἵνα μὴ κατασοφιζώμεθα ὑπὸ τῶν σοφιστῶν τῶν πειρώντων ἐλέγχειν ἡμᾶς. καὶ ἁπλῶς ὥσπερ ὁ ἰατρὸς οὐ μόνον διδάσκει τὰ πρὸς ὑγίειαν συντείνοντα φάρμακα ἀλλὰ καὶ τὰ δηλητήρια, οὐχ ἵνα τούτοις τις χρήσαιτο ἀλλ’ ἵν’ ὡς βλαβερὰ καὶ θανάσιμα ταῦτα φεύγοι, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἀριστοτέλης οὐ μόνον περὶ τῶν κατὰ ἀλήθειαν διδάσκει συλλογισμῶν καὶ εἰς ἐπιστήμην συντεινόντων, ἀλλ’ ἐπεὶ ἔστι καί τι ἄλλο εἶδος συλλογισμοῦ,
book prol τὸ σοφιστικὸν καὶ ἐριστικὸν ὃ καὶ σοφιστικὸν καλεῖ ἔλεγχον, ἔστι δὲ τοῦτο πρὸς μὲν ἐπιστήμην οὐδαμῶς συντελοῦν, παρενόχλημα δέ τι μᾶλλον ὂν τῷ τε ἀποδεικτικῷ συλλογισμῷ καὶ τῷ διαλεκτικῷ, βούλεται νῦν καὶ περὶ τούτου διδάξαι. καὶ ἐπεὶ διττῶς ὁ ἔλεγχος γίνεται—ἢ γὰρ ἡμεῖς ἑτέρους ἐλέγχομεν ἢ παρὰ ἄλλων ἐλεγχόμεθα—διδάξει ἐνταῦθα, ὡς εἴρηται, οὐχὶ πῶς ἂν ἡμεῖς ἑτέρους ἐλέγχοιμεν, ἀλλὰ πῶς οὐκ ἂν ὑπὸ τῶν σοφιστῶν ἐλεγχοίμεθα· εἰ γὰρ γινώσκοιμεν τοὺς τρόπους καθ’ οὓς οἱ σοφισταὶ συνιστῶντες προβάλλονται τὰ σοφίσματα, ἐλεγχθησόμεθα μὲν παρ’ αὐτῶν οὐδαμοῦ, ἐλέγξομεν δὲ μᾶλλον αὐτοὺς λύοντες τὰ προβαλλόμενα σοφίσματα παρ’ αὐτῶν ὡς καὶ τὸν τρόπον εἰδότες τὸν τῆς συνθέσεως· ὡς γὰρ ἐν ἄλλοις αὐτὸς εἴρηκεν, ὁ τὸν τρόπον εἰδὼς τοῦ δεσμοῦ, ἐκεῖνος λύσει τὸ συνδεθέν· ὁμοίως οὖν καὶ ὁ τὸν τρόπον εἰδὼς τῆς συνθέσεως τοῦ σοφίσματος, ἐκεῖνος λύσει τὸ προβαλλόμενον.
book prol ἰστέον δὲ ὅτι ὁ σοφιστικὸς ἔλεγχος ἢ κατὰ τὴν ὕλην ἡμάρτηται, ἤγουν κατὰ τὰς προτάσεις, ἢ κατὰ τὸ εἶδος, ἤτοι κατὰ τὸ σχῆμα τὸ συλλογιστικόν. εἰ μὲν οὖν κατὰ τὴν ὕλην μόνην ἡμάρτηται, ῥηθήσεται ‘ἔλεγχος σοφιστικόσ‘· εἰ δὲ κατὰ τὸ εἶδος ἢ καὶ κατὰ ἀμφότερα, τότε ‘σοφιστικὸσ‘ μὲν ‘ἔλεγχοσ‘ οὐ ῥηθήσεται, μετὰ προσθήκης δὲ ‘φαινόμενος ἔλεγχοσ‘· ὥσπερ γὰρ τὸν νεκρὸν ἄνθρωπον ἀπολύτως μὲν ἄνθρωπον οὐκ ἂν εἴποι τις, ἀλλὰ μετὰ προσθήκης νεκρὸν ἄνθρωπον, οὕτως καὶ τὸν παρὰ τὸ εἶδος ἡμαρτημένον ἔλεγχον οὐκ ἂν ἁπλῶς εἴποι τις σοφιστικὸν ἔλεγχον, ἀλλὰ φαινόμενον ἔλεγχον. διὰ τοῦτο καὶ αὐτὸς ἀμφοτέρους τοὺς ἐλέγχους αἰνιττόμενος οὕτως εἴρηκε· “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν”, διὰ μὲν τοῦ εἰπεῖν “τῶν σοφιστικῶν ἐλέγχων” αἰνιξάμενος τοὺς ἔχοντας ἐρρωμένον τὸ σχῆμα τὸ συλλογιστικόν, ἡμαρτημένους δὲ παρὰ τὰς προτάσεις, διὰ δὲ
book prol τοῦ εἰπεῖν “καὶ τῶν φαινομένων ἐλέγχων” τοὺς παρὰ τὸ εἶδος ἡμαρτημένους, οἷος ὁ τοῦ Καινέως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογιζόμενος ὅτι τὸ πῦρ ἐν πολλαπλασίῳ ἀναλογίᾳ γεννᾶται καὶ αὔξεται. ἢ καὶ ἄλλως· ἐπειδὴ καὶ ὁ ἀποδεικτικὸς καὶ ὁ διαλεκτικὸς χρῶνται ἐλέγχοις, οἳ καὶ κατὰ ἀλήθειαν λέγοιντ’ ἂν ἔλεγχοι, χρᾶται δὲ ἐλέγχῳ καὶ ὁ σοφιστής, ὃς οὐκ ἔστι κατὰ ἀλήθειαν ἔλεγχος ἀλλὰ φαινόμενος ἔλεγχος, διὰ τοῦτο εἰπὼν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” προσέθηκε τὸ “καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν” ἐφερμηνεύων τὸν σοφιστικὸν ἔλεγχον ὅτι οὐ κυρίως ἐστὶν ἔλεγχος ἀλλὰ φαινόμενος ἔλεγχος, καὶ διαστέλλων αὐτὸν ἀπὸ τῶν ἐλέγχων οἷς χρῶνται ὅ τε ἀποδεικτικὸς καὶ ὁ διαλεκτικός.
book prol b Διδάξας περὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ συλλογισμοῦ ὁ Ἀριστοτέλης νῦν ἥκει διδάξων ἡμᾶς καὶ περὶ τῶν σοφιστικῶν ἐλέγχων, οὐχ ὥστε τούτοις χρῆσθαι ἡμᾶς ὡς τῷ ἀποδεικτικῷ καὶ διαλεκτικῷ συλλογισμῷ—οἱ μὲν γὰρ ἐπιστήμης ἔργα, τὰ δὲ σοφίσματα καὶ οἱ σοφιστικοὶ ἔλεγχοι ἔργον μὲν ἐπιστήμης οὐδέν, ἐνοχλήσεις δέ τινες μᾶλλον καὶ ἐμποδισμοὶ τῶν ἐπιστημῶν, ὡς καὶ αὐτὸς σοφιστικὰς ἐνοχλήσεις ἐν ἄλλοις ὠνόμασεν—ἀλλ’ ἢ τοῦτο πάντως ποιεῖ διδάξων ἡμᾶς τίνες οἱ τρόποι οἷς οἱ σοφισταὶ χρώμενοι πειρῶνται τοὺς πολλοὺς ἐλέγχειν καὶ τοὺς ἀμαθεῖς τῆς συλλογιστικῆς μεθόδου. διδάσκει γοῦν ἡμᾶς περὶ τούτων οὐχ ὥστε χρῆσθαι αὐτοῖς, ἀλλ’ ἵνα μὴ παρὰ τῶν χρωμένων ἐλεγχώμεθα· εἰδότες γὰρ τοὺς τρόπους καθ’ οὓς οἱ σοφισταὶ τὰ οἰκεῖα προβάλλονται σοφίσματα, ἐλεγχθησόμεθα μὲν παρ’ αὐτῶν οὐδαμοῦ, ἐλέγξομεν δὲ μᾶλλον αὐτοὺς
book prol b λύοντες τὰ προβαλλόμενα σοφίσματα παρ’ αὐτῶν ὡς καὶ τὸν τρόπον εἰδότες τῆς συνθέσεως· ὡς γὰρ ἐν ἄλλοις αὐτὸς εἶπεν, ὁ τὸν τρόπον εἰδὼς τοῦ δεσμοῦ, ἐκεῖνος λύσει τὸ συνδεθέν· καὶ ὁ τὸν τρόπον εἰδὼς τῆς συνθέσεως τοῦ σοφίσματος, ἐκεῖνος λύσει καὶ τὸ προβαλλόμενον σόφισμα.
book 164a20-21 〈Περὶ δὲ τῶν ... οὐκ ἐλέγχων〉 Εἰπὼν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” ᾐνίξατο τοὺς σοφιστικοὺς συλλογισμοὺς καὶ ἐλέγχους τοὺς ἡμαρτημένους μὲν κατὰ τὴν ὕλην, ἤγουν κατὰ τὰς προτάσεις, ἔχοντας δὲ ἐρρωμένον καὶ ὑγιὲς τὸ συλλογιστικὸν σχῆμα· ἐπαγαγὼν δὲ καὶ τὸ “τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν ἀλλ’ οὐκ ἐλέγχων” ᾐνίξατο τοὺς σοφιστικοὺς συλλογισμοὺς καὶ ἐλέγχους τοὺς ἡμαρτημένους κατὰ τὸ εἶδος,
book 164a20-21,col 2 ἤτοι κατὰ τὸ σχῆμα τὸ συλλογιστικόν, οἷος ὁ τοῦ Καινέως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογιζόμενος ὅτι τὸ πῦρ ἐν πολλαπλασίῳ ἀναλογίᾳ γεννᾶται καὶ αὔξεται, οἵτινες καὶ οὐ συλλογισμοὶ ἀλλὰ παραλογισμοὶ λέγονται· οἱ δὲ κατὰ τὴν ὕλην ἡμαρτημένοι, ἤτοι κατὰ τὰς προτάσεις, συλλογισμοὶ καὶ ἔλεγχοι σοφιστικοὶ ὀνομάζονται. ἢ καὶ ἄλλως· ἐπειδὴ καὶ ὁ ἀποδεικτικὸς καὶ ὁ διαλεκτικὸς χρῶνται ἐλέγχοις, οἳ καὶ κατὰ ἀλήθειαν ἔλεγχοι, χρῆται δὲ καὶ ὁ σοφιστὴς ἐλέγχῳ μὴ ὄντι κατὰ ἀλήθειαν ἀλλὰ φαινομένῳ, διὰ τοῦτο εἰπὼν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” προσέθηκε καὶ τὸ “τῶν φαινομένων μὲν ἐλέγχων” καὶ τὰ ἑξῆς, ἐφερμηνεύων ὡς οὐ κυρίως ἔλεγχος ὁ σοφιστικὸς οὐδὲ ἀληθής,
book 164a20-21,col 2 ἀλλὰ φαινόμενος καὶ τὸ ὅλον εἰπεῖν παραλογισμός.
book 164a20-21,col 1 οἵτινες καὶ φαινόμενοι ἔλεγχοι δοκοῦσιν ὡς ἅτε δὴ παραλογισμοὶ μᾶλλον ὄντες καὶ οὐκ ἔλεγχοι. κατὰ τὴν ὕλην ἡμαρτημένος ἐστὶ συλλογισμὸς οὗτος, ὁ καὶ σοφιστικὸς ἔλεγχος ὀνομαζόμενος· ἀνδρείαν ἔχει ἀνδρεῖος χιτών [Start of a diagram]π τ τ[End of a diagram] παρὰ δὲ τὸ εἶδος οὗτος, ὃς καὶ φαινόμενος ἔλεγχος ὀνομάζεται· [Start of a diagram]ζῷον π π ἄνθρωπος π ἵππος[End of a diagram]
book 164a20-21 〈Περὶ δὲ ... παραλογισμῶν〉 Ἐν μὲν τῷ εἰπεῖν “Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων” ἐδήλωσεν τοὺς φαινομένους ἐλέγχους· φαινόμενος δέ ἐστιν ἔλεγχος ὁ τὸ σχῆμα μὲν ὑγιὲς ἔχων, σφαλλόμενος δὲ εἰς τὸν τοῦ ἐλέγχου ὁρισμόν. ἐν τῷ εἰπεῖν δὲ “καὶ τῶν φαινομένων ἐλέγχων, ὄντων δὲ παραλογισμῶν” ἐδήλωσεν οὐ τοὺς φαινομένους ἐλέγχους, ἀλλὰ τοὺς φαινομένους σοφιστικοὺς ἐλέγχους· εἰσὶ δὲ φαινόμενοι σοφιστικοὶ ἔλεγχοι οἱ σφαλλόμενοι καὶ κατὰ τὸν ὅρον τοῦ συλλογισμοῦ ἀλλὰ δὴ καὶ τοῦ ἐλέγχου. ἢ καὶ τὸ “τῶν φαινομένων ἐλέγχων, ὄντων δὲ παραλογισμῶν” ἐφερμηνευτικόν ἐστι τῶν φαινομένων ἐλέγχων.
book 164a22 〈κατὰ φύσιν ἀπὸ τῶν πρώτων〉
book 164a22,a1 κατὰ φυσικὴν τάξιν καὶ ἀκολουθίαν ἀπὸ τῶν πρώτων τὰς οἰκείας ἀρχὰς λέγει τοὺς δεκατρεῖς τρόπους οἷς ὥς τισιν ἀρχαῖς καὶ τόποις κοινοῖς οἱ σοφισταὶ χρώμενοι ἐπάγουσι τὰ σοφίσματα.
book 164a22,a2 κατὰ φυσικὴν ἀκολουθίαν καὶ τάξιν ἀπὸ τῶν ἀρχῶν τῶν οἰκείων 〈τοῖς σοφιστικοῖς συλλογισμοῖς. προσεχεῖσ〉 δὲ καὶ οἰκείας ἀρχὰς λέγει τοὺς δεκατρεῖς τρόπους οἷς ὥς τισιν ἀρχαῖς καὶ τόποις κοινοῖς οἱ σοφισταὶ χρώμενοι ἐπάγουσι τὰ σοφίσματα.
book 164a22,b ἤτοι τῶν ἀρχῶν τῶν οἰκείων τοῖς σοφιστικοῖς συλλογισμοῖς. προσεχεῖς δὲ καὶ οἰκείας ἀρχὰς λέγει τοὺς δεκατρεῖς τρόπους οἷς χρῶνται οἱ σοφισταὶ ὡς ἀρχαῖς καὶ τόποις.
book 164a23 〈ὅτι μὲν οὖν〉 ὅτι μὲν οὖν τῶν συλλογισμῶν οἱ μὲν κατὰ ἀλήθειάν εἰσι συλλογισμοί, οἷος ὁ ἀποδεικτικὸς καὶ ὁ διαλεκτικός, οἱ δὲ κατὰ ἀλήθειαν μὲν οὐκ εἰσί, δοκοῦσι δὲ καὶ φαίνονται εἶναι, οἷός ἐστιν ὁ σοφιστικός, εἴτε παρὰ τὸ εἶδος, εἴτε παρὰ τὴν ὕλην ἡμάρτηται, δῆλον.
book 164a27 〈φυλετικῶς φυσήσαντες〉 φυσήσαντες καὶ ἐξογκώσαντες καὶ καλλωπίσαντες ἑαυτοὺς φυλετικῶς, ἤτοι καθὼς ἐποίουν αἱ φυλαὶ ἐν ταῖς προσαγωγαῖς τῶν ἱερείων· σπεύδουσα γὰρ ἑτέρα φυλὴ τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς βωμοῖς γινομένης προσαγωγῆς ἐνεφύσα τῷ λειποκρέῳ καὶ λιπῶδες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι. τοῦτο δὴ ποιοῦσι καὶ οἱ τοῦ φυσικοῦ καὶ ἀληθοῦς ἐστερημένοι κάλλους, ὁποῖοι οἱ δυσειδεῖς καὶ τὴν ὄψιν αἰσχίονες ὄντες καταχρωννύοντες ἑαυτοὺς ἐπιτρίμμασι σπεύδουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. φυλετικῶς οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι’ ἀσκήσεως, ὁποῖοί εἰσιν οἱ ἀθληταὶ καὶ οἱ πένταθλοι, μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι
book 164a27 καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ διά τινων ἐπιτεχνήσεων, ἐπισκευάζοντες ἑαυτοὺς καὶ κομμώσαντες, οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς φαίνονται μὲν καλοί, οὐκ εἰσὶ δέ.
book 165a7 ἀλλὰ τοῖς ὀνόμασι ἀντὶ τῶν πραγμάτων· ἤτοι ἀλλ’ ἀντὶ τῶν πραγμάτων αὐτῶν χρώμεθα τοῖς ὀνόμασιν αὐτῶν συμβόλοις, ἤτοι σημαντικοῖς καὶ παραστατικοῖς τῶν πραγμάτων· σύμβολα γὰρ τῶν πραγμάτων τὰ ὀνόματα λέγει.
book 165a8-9 〈τὸ συμβαῖνον ... ἡγούμεθα συμβαίνειν〉 οἷον ἐπεὶ ὁ Δίων πρᾶγμα ὢν ἔχει ὄνομα δισύλλαβον τὸ λέγεσθαι Δίων, τῷ δὲ δισυλλάβῳ ὥσπερ τι σύμπτωμα συμβέβηκε τὸ τετρασύλλαβον, ἀξιοῖ ὁ σοφιστὴς καὶ τὸν Δίωνα εἶναι τετρασύλλαβον. οὕτω γὰρ ἐριστικῶς πειρᾶται τὸν προσδιαλεγόμενον ἀπατᾶν.
book 165a11 〈λόγων〉 καὶ γὰρ οἱ λόγοι ἐξ ὀνομάτων σύγκεινται, ταὐτὸν δ’ εἰπεῖν ἐκ ῥημάτων· λεγέσθω γὰρ νῦν καὶ τὰ ῥήματα ὀνόματα.
book 165a12-13 〈ἀναγκαῖον ... σημαίνειν〉 ἀναγκαῖον οὖν τὸν αὐτὸν καὶ ἕνα λόγον, οἷον τὸ ‘κύων κινεῖται‘, πλείω σημαίνειν.
book 165a13 〈τὸν αὐτὸν λόγον καὶ τοὔνομα τὸ ἓν〉 Δεῖ εἰδέναι ὅτι ἡ μὲν ὁμωνυμία ἐν ὀνόμασι θεωρεῖται, ἡ δὲ ἀμφιβολία ἐν λόγοις, ὡς τὸ ‘ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ‘, ἢ ὡς τὸ ‘Ἀχιλλεὺς Πάτροκλον ἐκέλευσεν ἑὸν ἑταῖρον θύειν‘, ἢ ὡς τὸ ‘πεντήκοντα ἀνδρῶν ἑκατὸν λεῖπε δῖος Ἀχιλλεύς.‘
book 165a15 〈τῶν λόγων〉 τῶν ἐξ ὀνομάτων, ὡς εἴρηται, συγκειμένων, ταὐτὸν δ’ εἰπεῖν καὶ ἐπὶ τῶν πρὸς ἀλλήλους κοινωνιῶν καὶ ὁμιλιῶν καὶ διαλέξεων.
book 165a18-19 〈καὶ συλλογισμὸς καὶ ἔλεγχος〉 Δεῖ εἰδέναι ὅτι διαφέρει συλλογισμὸς ἐλέγχου καθόσον ὁ μὲν συλλογισμὸς ἐξ ὀρθοῦ συνάγει ὃ συνάγει συμπέρασμα, ὁ δὲ ἔλεγχος ἀεὶ τὸ ἀντιφατικῶς ἀντικείμενον συνάγει τῷ συμπεράσματι.
book 165a24 〈ἔστι δὲ ... 〉 Ἔστι δὲ περὶ ἕκαστον ὑποκείμενον πρᾶγμα καὶ πρόβλημα ἔργον τοῦ ἐπιστήμονος, ὁτὲ μὲν ἐρωτῶντος τόπον ἐπέχοντος, ὁτὲ δὲ ἀποκρινομένου, ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, ἐν οἷς μὲν ἐρωτῶντος τόπον ἐπέχει διαλεγόμενος, ἔργον ἐστὶν αὐτοῦ τὸ ἀψευδῶς ἐρωτᾶν ἐκ τοῦ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, ἐν οἷς δὲ αὖθις ἀποκρινομένου, πάλιν ἔργον ἐκείνου ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον. τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τὰ ὁμώνυμα καὶ ἀμφίβολα καὶ τοὺς λοιποὺς ιαʹ τρόπους δι’ ὦν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ταῦτα δὲ γίνεται—ποῖα ταῦτα; λέγω δὴ τό τε ἀψευδῶς ἐρωτᾶν τὸν ἐπιστήμονα ἐρωτῶντος τόπον ἐπέχοντα καὶ αὖθις τὸ δύνασθαι αὐτὸν ἐν ἀποκρινομένου τάξει καθεστηκότα ἐλέγχειν τὸν ψευδῶς ἐρωτῶντα—τὸ μέν, ἤγουν τὸ δεύτερον, γίνεται ἐν τῷ
book 165a24 δύνασθαι τὸν ἀποκρινομένου τάξιν ἐπέχοντα ἀποδιδόναι καὶ ὑπέχειν λόγον καὶ ἐλέγχειν τὸν ψευδῶς ἐρωτῶντα· τὸ δὲ πρῶτον ἐν τῷ λαμβάνειν τὸν αὐτὸν ἐρωτῶντα τυγχάνοντα προτάσεις κυρίας καὶ ἀληθεῖς καὶ μὴ ἀμφιβόλους κἀκ τούτου ὀρθῶς καὶ ἀψευδῶς τὰς ἐρωτήσεις ποιεῖσθαι.
book 165ab13 〈ἔστι δὲ πέντε〉 Ἔστι δὲ ταῦτα τὰ γένη ὧν στοχάζονται ἐν ταῖς διαλέξεσιν οἱ σοφισταὶ πέντε τὸν ἀριθμόν, ἤγουν τὸ ἐλέγξαι καὶ περιάξαι τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν οὐκ ἀληθῆ μέν, δοκοῦσαν δέ. ψεῦδος· τὸ δεῖξαι τὸν προσδιαλεγόμενον ψευδές τι συνάγοντα συμπέρασμα. παράδοξον· τὸ ποιῆσαι αὐτὸν ὁμολογῆσαί τι παρὰ τὴν ἐνάργειαν καὶ τὴν ὑπόληψιν τῶν πολλῶν, οἷον ὅτι ἡ φιλοσοφία οὐκ ἔστιν εὐδαιμονία ἢ ὅτι ὁ βασιλεὺς οὐκ ἔστιν εὐδαίμων. σολοικισμός· τὸ δεῖξαι τοῦτον σολοικίσαντα καὶ τυχὸν ὀφείλοντος κατ’ εὐθεῖαν συναχθῆναι τοῦ συμπεράσματος δεῖξαι τοῦτον κατ’ αἰτιατικὴν αὐτὸ συμπεράναντα. πέμπτον τὸ ἀδολεσχῆσαι· ἐφερμηνεύων δὲ τὸ ἀδολεσχῆσαι ἔφησεν εἶναι αὐτὸ τὸ ταυτολογεῖν καὶ ἀναγκάζεσθαι τὸ
book 165ab13 αὐτὸ πλεονάκις λέγειν, οἷον ‘ἄνθρωπος ἄνθρωπος.‘
book 165b26 〈ὁμωνυμία ἀμφιβολία〉 Ἰστέον ὅτι τὰ ἀμφίβολα καὶ τὰ ὁμώνυμα τὸ διττὸν ἔχουσιν ἐνεργείᾳ, τὸ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ διττὸν ἔχει κατὰ φαντασίαν, τὰ δὲ κατὰ προσῳδίαν σοφίσματα τὸ διττὸν ἔχει δυνάμει.
book 165b27 〈τούτου δὲ πίστις〉 Τούτου δὲ τοῦ λόγου τοῦ λέγοντος ἓξ εἶναι τὰ κατὰ τὴν λέξιν σοφίσματα καὶ οὔτε πλείονα οὔτε ἐλάττονα πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς, ταὐτὸν δ’ εἰπεῖν ἡ διὰ τῆς αἰσθήσεως, γινομένη καὶ ἡ διὰ συλλογισμοῦ, καὶ εἴ τις ἄλλος ληφθῇ συλλογισμὸς εἰς τὴν τούτου ἀπόδειξιν· αἰνίττεται δὲ διὰ τούτου τοῦ λόγου τὸν προσυλλογισμὸν τὸν κατασκευαστικὸν τῆς τε μείζονος προτάσεως καὶ τῆς ἐλάττονος. καὶ ὅτι τοσαυταχῶς, ἤτοι ἑξαχῶς, ὡς εἴπομεν, τὰ παρὰ τὴν λέξιν σοφίσματα ἔκδηλον ἔσται ἂν μέσος ὅρος ληφθῇ τὸ ‘μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι.‘
book 166b1 〈παρὰ δὲ τὴν προσῳδίαν〉 Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν γινομένων σοφισμάτων ὁ παρὰ τὴν προσῳδίαν ἐστίν, ὅστις ἐν μὲν τοῖς διαλεκτικοῖς λόγοις τοῖς ἀγράφως ἐν ταῖς ὁμιλίαις ἐκφερομένοις οὐ ῥᾳδίως γίνεται, ἐν δὲ τοῖς γεγραμμένοις διαλεκτικοῖς λόγοις καὶ τοῖς Ὁμηρικοῖς ποιήμασι δύναται γενέσθαι. ὀνομάζεται δὲ παρὰ τὴν προσῳδίαν ὅτι ὁ τόνος πρὸς ὃν ᾄδομεν καὶ τοὺς λόγους ποιούμεθα ποιεῖ τὸν παραλογισμὸν νῦν μὲν οὕτως, ἄλλοτε δ’ ἄλλως ἢ καὶ ἀλλαχοῦ τιθέμενος.
book 166b10 〈Οἱ δὲ παρὰ τὸ σχῆμα ... 〉 ὅταν τὰ ὁμοιόσχημα κατὰ τὴν λέξιν, ὡς τὸ ἄρρεν καὶ τὸ θῆλυ, μὴ ταὐτὰ δὲ ὄντα τῷ πράγματι, διὰ τὸ οὐδετέρως ἄμφω ἐκφέρεσθαι παραλογιστικῶς ἑρμηνεύῃ ὁ σοφιστὴς ὡς ταὐτὰ ὄντα τῷ πράγματι, οἷον εἰπεῖν τὸ ἄρρεν ἄλλο τι ὂν παρὰ τὸ θῆλυ, πειρᾶται συμπεραίνειν ὁ σοφιστὴς ὡς θάτερον τούτων ταὐτὸν εἶναι τῷ ἑτέρῳ. καὶ πάλιν τὸ οὐδέτερον, ὅπερ οὔτε ἄρρεν οὔτε θῆλύ ἐστι, συνάγει ἕν τι τούτων εἶναι καίτοι μὴ ὄν, καὶ αὖθις τὸ ποιὸν συμπεραίνει ποσόν, καὶ τὸ ποσὸν ποιόν.
book 167a2 οὐ γὰρ ταὐτὸν εἶναί τέ τι· οὐ γὰρ ταὐτόν ἐστι τὸ λέγειν τὸ πρᾶγμα εἶναί τέ τι, ἤτοι ἅμα καὶ ἡνωμένως· τοῦτο γὰρ δηλοῖ τὸ ‘τί‘, καὶ τὸ λέγειν αὐτὸ εἶναι ἁπλῶς, ἤτοι ἰδίᾳ καὶ χωρίς. οἷον οὐ ταὐτόν ἐστι τὸ λέγειν τὸ μὴ ὂν εἶναί τι, ἤγουν εἶναι δοξαστόν, καὶ τὸ λέγειν τὸ μὴ ὂν εἶναι ἁπλῶς.
book 167a21 〈οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμὸς〉 Οἱ δὲ παραλογισμοὶ πάλιν οἱ γινόμενοι παρὰ τὸ μὴ ἐξακριβοῦσθαι τίς ἐστιν ὁ ἀληθὴς συλλογισμὸς καὶ τίς ὁ κυρίως ἔλεγχος, ἀλλὰ παρὰ τὸ ἐλλιμπάνεσθαί τι τῶν ὀφειλόντων λαμβάνεσθαι ἢ ἐν τῷ ὁρισμῷ τοῦ κυρίως συλλογισμοῦ ἢ ἐν τῷ ὁρισμῷ τοῦ κυρίως ἐλέγχου—ἢ τὸ ‘λόγου‘ ἀντὶ τοῦ ‘συλλογισμοῦ‘ νοητέον, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· τῶν ὀφειλόντων λαμβάνεσθαι ἐν τῇ πλοκῇ τῇ συλλογιστικῇ καθ’ ἣν ὁ ἔλεγχός ἐστι—γίνονται αὖθις ὡς προϊὼν ὁ λόγος δηλώσει.
book 167a22 〈ἀλλὰ ... λόγου〉 ἀλλὰ γίνονται οἱ τοιοῦτοι παραλογισμοὶ παρὰ τὸ ἐλλείπειν τι τῶν ὀφειλόντων λαμβάνεσθαι ἐν τῷ ἀληθινῷ συλλογισμῷ καὶ ἐν τῷ ἀληθινῷ ἐλέγχῳ, οἵτινες δὴ παραλογισμοὶ καὶ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λέγονται.
book 167a23-27 〈ἔλεγχος ... χρόνῳ〉 Ἔλεγχος μὲν γὰρ ἀληθής ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς κατηγορουμένου κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου· ὁ γὰρ μέλλων κυρίως ἐλέγξαι τινὰ ὡς ψευδόμενον ὀφείλει δεικνύναι τοῦτον οὐκ ἐπὶ ἄλλου καὶ ἄλλου πράγματος τὰ ἐναντία λέγοντα, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, οἷον ἐπὶ τοῦ Σωκράτους λέγοντα καὶ τὸ καθῆσθαι καὶ μὴ καθῆσθαι. μὴ ὀνόματος ἀλλὰ πράγματος: ἤτοι ὀφείλει δὲ τὸ κατηγορούμενον ἓν εἶναι οὐχὶ ὡς ὄνομα μόνον, ἀλλὰ καὶ ὡς πρᾶγμα· ἐγχωρεῖ γὰρ κατὰ μὲν τὸ ὄνομα εἶναί τι ἕν, κατὰ δὲ τὸ πρᾶγμα πολλά, ὡς τὰ ὁμώνυμα. ὥστε ἔλεγχος κυρίως ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς κατηγορουμένου κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, μὴ ὡς ὀνόματος μόνον ὄντος ἑνὸς τοῦ κατηγορουμένου, ἀλλὰ καὶ ὡς πράγματος. ἐπεὶ δὲ οὐ μόνον ἐπὶ τῶν ὁμωνύμων ἐνδέχεταί τινα τὰ ἐναν‐
book 167a23-27 τία λέγειν καὶ ὅμως μὴ ψεύδεσθαι, οἷον τὸ ‘κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ‘, ἀλλὰ καὶ ἐπὶ τῶν συνωνύμων πολλάκις—ὁ γὰρ λέγων ‘ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ‘ τὰ ἐναντία λέγει καὶ ὅμως μέντοι οὐκ ἐλέγχεται, ὅτι οὐδὲ διαψεύδεται— διὰ τοῦτο προσέθετο τὸ καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ μήτε ὁμωνύμου ὄντος μήτε συνωνύμου. ἐπαναληπτέον οὖν αὖθις τὸν λόγον σαφηνείας πλείονος χάριν, καὶ ῥητέον· ἔλεγχος τοίνυν ἐστὶν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς κατηγορουμένου κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου,
book 167a23-27 ἑνὸς ὄντος τοῦ κατηγορουμένου, οὐχ ὡς ὀνόματος μόνον ἀλλὰ καὶ ὡς πράγματος, ἀλλ’ οὐδὲ ὀνόματος συνωνύμου (ἐγχωρεῖ γὰρ πολλάκις, ὡς εἴρηται, καὶ ἐπὶ τῶν συνωνύμων τὰ ἐναντία λέγειν καὶ ὅμως μὴ διαψεύδεσθαι) ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός, μήτε ὁμωνύμου ὄντος μήτε συνωνύμου, ἀλλὰ καὶ κατὰ τὸ πρᾶγμα ὡς ἑνός τινος θεωρουμένου καὶ κατὰ τὸ ὄνομα. ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης· ἤτοι ὀφείλει δὲ ὁ τοιοῦτος ἔλεγχος καὶ ἡ τοιαύτη ἀντίφασις συνάγεσθαι ἐξ ἀνάγκης ἐκ τῶν δοθεισῶν παρὰ τοῦ προσδιαλεγομένου προτάσεων· εἰ γὰρ ἄλλας μὲν δοίη προτάσεις ὁ ἀποκρινόμενος, ἐξ ἄλλων δὲ προτάσεων τὴν ἀντίφασιν συναγάγοι ὁ ἐρωτῶν, οὐ λεχθήσεται οὗτος ἐλέγχειν. μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ· ἤτοι μὴ λαμβανομένου τοῦ ζητήματος, οἷον τοῦ εἰ ἀθάνα‐
book 167a23-27 τος ἡ ψυχή, εἰς τὸν λόγον τῆς ἀποδείξεως· οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δεικνύναι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον. τότε δὲ τοῦτο γίνεται ὅταν ὁ μέσος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ, μετωνομασμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερόμενος, οἷον ὡς εἴ τις μέλλων δεῖξαι ὅτι ἀθάνατος ἡ ψυχὴ λάβοιεν εἰς τὴν τούτου ἀπόδειξιν πρότασιν τὴν λέγουσαν ‘ἡ ψυχὴ ἄφθαρτοσ‘, τὸ ζητούμενον ὡς ὁμολογούμενον λαβὼν συνηρίθμησε ταῖς προτάσεσι· ταὐτὸν γὰρ τό τε ἄφθαρτον καὶ ἀθάνατον. κατὰ τὸ αὐτό· ἤτοι ὀφείλει καὶ ὁ ἔλεγχος καὶ ἡ ἀντίφασις συνάγεσθαι κατὰ τὸ αὐτὸ καὶ ἓν ὑποκείμενον, οἷον κατὰ τοὺς ὀδόντας συνάγειν τὸν αἰθίοπα λευκόν, καὶ πάλιν τὸν αὐτὸν κατὰ τοὺς ὀδόντας μὴ λευκόν. καὶ πρὸς τὸ αὐτό· οἷον εἴ τις δεικνύναι ὀφείλει τὸν τέσσαρα ἀριθμὸν καὶ διπλάσιον καὶ οὐ διπλάσιον, πρὸς τὸ αὐτό, ἤτοι πρὸς τὰ δύο, ὀφείλει δεικνύναι αὐτὸν καὶ
book 167a23-27 διπλάσιον καὶ οὐ διπλάσιον, καὶ οὐχὶ διπλάσιον μὲν πρὸς τὰ δύο οὐ διπλάσιον δὲ πρὸς τὰ τρία. καὶ ὡσαύτως· τουτέστι καὶ μὴ τὸ μὲν λαμβάνειν δυνάμει, τὸ δὲ ἐνεργείᾳ· τοῦτο γὰρ οὐκ ἀντίφασις. οἷον ὁ λέγων ‘ὁ Σωκράτης κάθηται, ὁ Σωκράτης οὐ κάθηται‘, εἰ τὸ μὲν ἐνεργείᾳ λαμβάνει, ὡς εἴρηται, τὸ δὲ δυνάμει, οὐκ ἀντίφασιν ποιεῖ. καὶ ἐν τῷ αὐτῷ χρόνῳ· ἤτοι ὁμοίως δεῖ τὸν ἀντίφασιν συνάγοντα κατὰ τὸν αὐτὸν καὶ ἕνα χρόνον ταύτην συνάγειν, οἷον κατὰ τὸν αὐτὸν καὶ ἕνα καιρὸν ὀφείλει τις τὸν Σωκράτην συνάγειν ἀγαθὸν καὶ μὴ ἀγαθόν, καὶ οὐχὶ κατὰ τὸν πρῶτον μὲν καιρὸν ἀγαθὸν κατὰ δὲ τὸν νῦν μὴ ἀγαθόν· τοῦτο γὰρ οὐκ ἀντίφασις. ὁ οὖν τούτους πάντας τοὺς προρρηθέντας προσδιορισμοὺς ἔχων ἔλεγχος, οὗτος ἂν εἴη κυρίως καὶ κατὰ ἀλήθειαν ἔλεγ‐
book 167a23-27 χος· ὁ δέ τι τούτων τῶν προσδιορισμῶν παραλιμπάνων καὶ δοκῶν ἐλέγχειν, ἐκεῖνος οὐ κυρίως καὶ ἀληθῶς ἐλέγχει, ἀλλὰ σοφιστικῶς.
book 167a27 τὸν αὐτὸν δὲ τρόπον· ἤτοι ὥσπερ τὸ ἀληθῶς ἐλέγχεσθαι γίνεται ὅταν τις εἰς ἀντίφασιν περιενεχθείη τοῦ αὐτοῦ καὶ ἑνὸς ληφθέντος πράγματος καὶ ὅταν μὴ συναριθμηθῇ τὸ ἐν ἀρχῇ, οὕτως καὶ τὸ ψευδῆ γενέσθαι τὸν παραλογισμὸν συμβαίνει ὅταν ἢ ὁμώνυμον ληφθῇ ἢ τὸ ἐν ἀρχῇ συναριθμηθῇ. καὶ διὰ τοῦ ἐπαγομένου τοῦτο σαφηνίζει λέγων “ἔνιοι δὲ ἀπολιπόντες τι τῶν λεχθέντων” καὶ τὰ ἑξῆς.
book 167a31 〈ἢ εἰ ... 〉 Παράδειγμα τοῦ μὴ κατὰ τὸ αὐτὸ γίνεσθαι τὴν ἀντίφασιν· ἢ πάλιν εἰ συμπεράνει ὁ σοφιστὴς ὅτι τὸ αὐτὸ καὶ ἓν μέγεθος τοῦ αὐτοῦ καὶ ἑνὸς μεγέθους καὶ διπλάσιόν ἐστι καὶ οὐ διπλάσιον, ἀλλ’ οὐχὶ κατὰ τὸ αὐτὸ καὶ ἕν, ἀλλὰ κατὰ μὲν τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον, οὐδ’ οὕτως τὸν κυρίως καὶ ἀληθινὸν πεποίηκεν ἔλεγχον· οὐδὲ γὰρ πρὸς τὸ αὐτὸ καὶ ἕν, οἷον τὸ μῆκος, συνῆξε τὸ αὐτὸ μέγεθος καὶ διπλάσιον καὶ οὐ διπλάσιον, ἀλλὰ κατὰ μὲν τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον.
book 167a33 〈ἢ εἰ τοῦ αὐτοῦ ...〉 ἢ πάλιν εἰ συναχθείη ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ καὶ κατὰ τὸ αὐτὸ καὶ ἓν καὶ ὡσαύτως, ἤτοι καὶ πρὸς τὸ αὐτό, ἀλλ’ οὐχὶ κατὰ τὸν αὐτὸν καὶ ἕνα καιρόν, οὐδ’ οὕτως ἀληθῶς ἔλεγχος γίνεται.
book 167a35 〈ἕλκοι δ’ ἄν τις〉 Ἕλκοι δ’ ἄν τις τοῦτον τὸν τρόπον τὸν σοφιστικόν, τὸν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, καὶ εἰς τοὺς παρὰ τὴν λέξιν· ὁ γὰρ παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν λέξιν ἦσαν τρόπων.
book 167b4 ὅθεν αἱ περὶ τὴν δόξαν καὶ τὰ ἑξῆς· ὅθεν, ἤτοι διὰ τοῦτο, λέγω δὴ διὰ τὸ δοκεῖν καὶ οἴεσθαι ἀντιστρέφειν τὰ μὴ πεφυκότα ἀντιστρέφειν, συμβαίνουσι καὶ γίνονται αἱ ἀπὸ τῆς αἰσθήσεως περὶ τὴν δόξαν ἀπάται· ἡ γὰρ δόξα ἀποτελεύτησίς τίς ἐστι καὶ οἷον εἰπεῖν συμπέρασμα τῶν ἐνεργειῶν τῆς αἰσθήσεως. οἷον ἐνεργησασῶν δύο αἰσθήσεων περὶ τὸ μέλι, τῆς γεύσεώς τε καὶ τῆς ὁράσεως, καὶ τῆς μὲν γεύσεως ἀντιλαμβανομένης τοῦ μέλιτος ὡς γλυκέος, τῆς δὲ ὁράσεως ὡς ξανθοῦ, τὸ συμπέρασμα τοῦτο, τὸ ὅτι τὸ μέλι γλυκὺ καὶ ξανθόν, ἡ δόξα κατασχοῦσα παρ’ ἑαυτῇ, ὁσάκις ἡ ὅρασις ἴδῃ τι ξανθόν, εἰ μὴ φθάσει ἡ γεῦσις τότε προσεχῶς περὶ ἐκεῖνο ἐνεργῆσαι, οἴεται ἡ δόξα ἐκεῖνο μέλι εἶναι, μέλι δὲ
book 167b4 ἴσως οὐκ ἔσται, ἀλλ’ ἢ χολὴ ἢ ἄλλο τι τοιοῦτον.
book 167b14 〈ἅπαν〉 Τὸ ὂν “ἅπαν” ὠνόμασεν ὅτι τὸ κοινὸν καὶ καθόλου κυρίως ὄν, ἤτοι τὸν θεόν, ἐνταῦθα δηλοῖ καὶ οὐχὶ μερικόν τι ὄν.
book 167b14-15 〈ἐκ γὰρ μὴ ὄντος οὐδὲν ἂν γενέσθαι〉 Κατασκευὴ ὅτι τὸ ὂν οὐ γέγονε· τὸ γὰρ ὂν ἢ ἐξ ὄντος ὤφειλε γίνεσθαι ἢ ἐκ μὴ ὄντος. ἀλλ’ ἐκ μὲν ὄντος οὐκ ἐγχωρεῖ· ὁμοίως οὐδὲ ἐκ μὴ ὄντος· ἐκ γὰρ τοῦ μηδαμῇ μηδαμῶς ὄντος οὐδὲν γίνεται· λοιπὸν ἄρα τὸ ὂν οὐ γέγονεν.
book 167b17 〈οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν〉 Πρὸς μέντοι τὴν τοιαύτην σὺν ἀντιθέσει ἀντιστροφὴν τοῦ Μελίσσου φησὶν ὁ Ἀριστοτέλης ὡς οὐκ ἀνάγκη εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι· τοιοῦτον δέ τινα νοῦν ἔχει τὸ λεγόμενον· ὁ Μέλισσος τὸ μὴ γεγονέναι καὶ τὸ ἀρχὴν μὴ ἔχειν ταὐτὰ ἐνόμιζεν εἶναι καὶ ἐξισάζειν καὶ ἀντιστρέφειν. ὑπήχθη δὲ εἰς ταύτην τὴν ἔννοιαν ἀπὸ τοῦ καὶ τὸ γενόμενον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντιστρέφοντα, ὥστε ὡς πᾶν τὸ γενόμενον ἀρχὴν ἔχειν καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι, ὃ ψεῦδός ἐστιν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἔχοντα, μὴ γεγονότα δέ, καθ’ Ἕλληνας, ὡς τὰ οὐράνια καὶ θεῖα σώματα. εἰ γοῦν τοῦτο ψεῦδος, δῆλον ὡς οὐδὲ τὸ μὴ γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον ταὐτά εἰσιν.
book 168a25-26 σύνηθες γὰρ τὸ πάντα· σύνηθες γὰρ ἐν οἷς συνίσταται ἡ ἀμφιβολία ὡς τόδε τι σημαίνειν, ἤτοι διὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ἐκφέρειν ὀνόματος, ὡς τὸ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;‘· τὸ γὰρ ‘σιγῶντα‘ καὶ ἀρρενικῶς ἐκφέρεται καὶ οὐδετέρως. μᾶλλον δὲ οἰκειότερον τὸ “σύνηθες γὰρ πάντα ὡς τόδε τι σημαίνειν” ἐπὶ τῆς ὁμοιοσχημοσύνης ἐκλαμβάνεσθαι, παρὸ ἐπὶ τῆς ἀμφιβολίας, εἰ καὶ μὴ τῷ Ἐφεσίῳ τοῦτο δοκεῖ. σύνηθες γὰρ ἔχομεν τὸ ‘ὁρᾶν‘ καὶ τὸ ‘βοᾶν‘, κἂν τὸ μὲν ‘ὁρᾶν‘ πάθος δηλοῖ, τὸ δὲ ‘βοᾶν‘ ἐνέργειαν, ἀλλ’ οὖν καὶ ἀμφότερα ὡς ἕν τι πρᾶγμα καὶ ὡς ἐνεργητικὰ προφέρομεν ῥήματα.
book 168a28 ἔδει δὲ τοῦτο καὶ τὰ ἑξῆς· τοιαύτην μοι ἔχειν φαίνεται τοῦτο ἔννοιαν ὅτι δεῖ δὲ καὶ τὸν λόγον καὶ τὸ ὄνομα εἶναι ταὐτὸ καὶ μὴ ἄλλο καὶ ἄλλο, ὥσπερ βουλόμεθα τοῦτο καὶ ἐπὶ τῶν πραγμάτων· οὔτε γὰρ τὴν ἀντίφασιν δεῖ συνάγειν κατὰ διαφόρων πραγμάτων σημαινομένων τῷ αὐτῷ ὀνόματι ἡ λόγῳ, ὡς ἐπὶ τῶν ὁμωνύμων ἔχει καὶ τῶν λοιπῶν δύο, οὔτε πάλιν κατὰ διαφόρων πράγματα ἄλλοις καὶ ἄλλοις λόγοις σημαινόμενα. οἷον εἰ λώπιον μὴ ἱμάτιον·
book 168a28 τοῦτο παράδειγμα τοῦ μὴ ἑτέροις καὶ ἑτέροις λόγοις, ἤτοι σὺ συντεθειμένως μὲν δοθεῖσι, διῃρημένως δὲ λαμβανομένοις.
book 169a33 〈μάλιστα δ’ ἐπίσταται συνεπινεύειν〉 ἤτοι μάλιστα δὲ συμβαίνει ἡμᾶς ἀπατηθῆναι ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασιν, οὐ μόνον παρὰ τὸ μὴ δύνασθαι, ὡς εἴρηται, διακρίνειν ποῖά εἰσι τὰ ἐνεργητικῶς ἐκφερόμενα καὶ ποῖα τὰ παθητικῶς, ἀλλὰ καὶ παρὰ τὸ ὑπολαμβάνειν ταὐτὸν εἶναι τὸν καθόλου ἄνθρωπον καὶ τὸν μερικόν, οἷον τὸν σωκράτην, διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον· ἐπεὶ γὰρ καὶ ὁ καθόλου ἄνθρωπος ἄνθρωπος λέγεται καὶ ὁ μερικὸς ὡσαύτως, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον, ὡς εἴπομεν. φησὶν οὖν ὅτι μάλιστα δύναται συνεπινεύειν, ἤτοι συμπείθειν, ἡμᾶς καὶ καταναγκάζειν ὥστε ὁμολογεῖν τὰς παρὰ τοῦ σοφιστοῦ ἐρωτωμένας προτάσεις καὶ ἀπατηθῆναι τοῦτο, τὸ οἴεσθαι ἡμᾶς πᾶν τὸ κατηγορούμενον κατά τινος ὑποκειμένου ἑνιαῖόν τι εἶναι καὶ μοναδικόν, καὶ ὡς ἓν τῷ ἀριθμῷ τοῦτο λαμβάνειν, καίτοι πολλάκις καθόλου ὂν καὶ κοινόν. τοῦτο δὲ
book 169a33 ἀληθὲς εἶναι οὐκ ἐγχωρεῖ, λέγω δὴ τὸ ὑπολαμβάνειν τὸ κοινὸν καὶ καθόλου τόδε τι εἶναι, ἤτοι μερικὸν καὶ ὡρισμένον καὶ ἑνιαῖον τῷ ἀριθμῷ· καὶ γὰρ τῷ πράγματι τῷ ἑνὶ τῷ ἀριθμῷ καὶ τῇ οὐσίᾳ τῇ μερικῇ καὶ ἀτόμῳ, οἷον τῷ Σωκράτει ἢ τῷ Πλάτωνι, δοκεῖ παρέπεσθαι τὸ τόδε τι, ἤγουν τὸ μερικὸν καὶ ὡρισμένον καὶ τὸ ὂν τὸ ὡς μερικόν, καὶ οὐχὶ τῇ καθόλου οὐσίᾳ· ἐκείνῃ γὰρ τὸ τοιόνδε τι παρέπεται· καὶ γὰρ ὁ καθόλου ἄνθρωπος οὐσίαν δηλοῖ καθολικὴν πεποιωμένην ταῖς οἰκείαις διαφοραῖς· καὶ οὐχὶ τὸ τόδε τι, ἤτοι καὶ οὐχὶ τὸ μερικὸν καὶ ὡρισμένον παρέπεται τῇ καθόλου οὐσίᾳ. διὸ μὴ μόνον τὸν λεχθέντα τρόπον, λέγω δὴ τὸ μὴ δύνασθαι διακρίνειν τὸ ἐνεργητικῶς λεγόμενον καὶ τὸ παθητικῶς, παρὰ τὴν λέξιν θεωρετέον, ἤτοι εἰς τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς ἀνακτέον, ἀλλὰ καὶ τοῦτον τὸν τρόπον, τὸν τὸ καθόλου ταὐτὸν τῷ μερικῷ λέγοντα
book 169a33 εἶναι, εἰς τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς ἀνακτέον.