eul_wid: tro-ax
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Aeschylus, Prometheus and Other Plays: Agamemnon by Aeschylus Scholia

Part of Scholia on Aeschylus, Prometheus and Other Plays

ΑΓΑΜΕΜΝΩΝ.

κοιμώμενος τὸ κοιμώμενος οὐκ ἐπὶ ὕπνου· πῶς γὰρ ἂν καὶ φρουροῖ καὶ ἄστρα βλέποι ὁ ὑπνῶν; ἀλλʼ ἐπὶ ἁπλῆς ἀνακλίσεως, ἵνα ᾖ ὁ φύλαξ οὗτος κοιμώμενος καθὰ καὶ κύων ἐν φυλακῇ νυκτερινῇ.

τρὶς ἓξ παροιμία ἐπὶ τῶν ἄκρως εὐτυχούντων, ἐπεὶ καὶ τοῖς κυβευταῖς οὐκ ἔστι πλείω τούτων εὐθυβολῆσαι. ἔστι δὲ καὶ παροιμία, ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι.

βοῦς ἐπὶ γλώσσῃ μέγας παροιμία ἐπὶ τῶν μὴ δυναμένων παρρησιάζεσθαι. Ἄλλως. παροιμία ἐπὶ τῶν ἀλάλων.

ἀντίδικος ἀντὶ τοῦ ἐχθρὸς, ἀπὸ τῶν ἐν ταῖς δίκαις ἐχθρῶν.

ἐκπατίοις τοῖς ἔξω τῆς ὁδοῦ· πάτος γὰρ ἡ ὁδός· ἢ, ἐκπατίοις λεχέων ἀντὶ τοῦ τοῖς ἔξω τῆς οἰκίας αὐτῶν. τὸ δὲ ὅλον, οἵτινες ἀπολέσαντες τοὺς πόνους τῶν ὀρταλίχων τῶν ἐν τοῖς δεμνίοις τηρουμένων, οὕτω γὰρ ὤφειλεν εἰπεῖν, στροφοδινοῦνται ἐν ἄλγεσι τῶν παίδων ἐκπατίοις, ὕπατοι, ἤγουν ὑπεράνω τῶν λεχέων, πληττόμενοι ταῖς πτέρυξιν αὐτῶν. δέον δὲ εἰπεῖν ἐκπατίων παίδων, ἐκπατίοις εἶπε πρὸς τὸ ἄλγεσι.

οὐκ ἔχω προσεικάσαι ἐγὼ, φησὶ, πάντα ἐρευνῶν καὶ πάντα ἐξετάζων ὡς ἐν σταθμῷ τινι, οὐκ ἔχω ὅμοιόν τι εὑρεῖν τῷ Διὶ, εἰ χρὴ ἀληθῶς ἀποβαλεῖν ἀπὸ τῆς φροντίδος καὶ τοῦ λογισμοῦ μάταιον ἄλλο ἄχθος. τὸ γὰρ περί τινων ἄλλων διαλογίζεσθαι μάταιόν ἐστιν ὄντως ἄχθος· ἡ δέ γε περὶ θεοῦ ἔννοια καὶ τὸ διὰ μνήμης ἐκεῖνον ἔχειν ἀεὶ οὐ μόνον ἄχθους παντός ἐστιν ἀπηλλαγμένον, ἀλλὰ καὶ χαρᾶς ἀφάτου τὴν καρδίαν πληροῖ, ὡς καὶ Εὐριπίδης φησὶν «Ἦ «μέγα μοι τὰ θεῶν μελεδήμαθʼ, ὅταν φρένας ἔλθῃ, λύπας παραιρεῖ.» τοῦτο δὲ ὅμοιόν ἐστι τῷ «Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην·» ταῦτα δὲ ἄγαν ἐστὶν εὐσεβῆ.

τριακτῆρος νικητοῦ· ἐκ μεταφορᾶς τῶν ἐν τοῖς πεντάθλοις ἀποτριαζόντων ἐπὶ ἐλπίδι νίκης.

συμπνέων συμφωνῶν καὶ οὐκ ἀνθιστάμενος.

ἄναξ δʼ ὁ πρέσβυς τόδʼ ἡ ἀπόδοσις τοῦ ἐπεὶ δέ ἐνταῦθά ἐστιν, οὕτως· ἐπεὶ δὲ ὁ μάντις εἶπε τὸ καὶ τὸ, ὁ ἄναξ δὲ ὁ πρέσβυς εἶπε τόδε. καὶ περισσός ἐστιν ὁ δέ σύνδεσμος Ἀττικῶς, ἐπεὶ δὲ καὶ πικροῦ—ἄναξ ὁ πρέσβυς τόδʼ εἶπε.

τριτόσπονδον πολλὰς θυσίας ποιοῦντα καὶ εὐωχίας καὶ συμπόσια.

τῷ προστένειν ὁ γὰρ προγινώσκων τὸ μέλλον καὶ προστενάζει.

ἐρημωθέντος ἤγουν ἐρήμου καταλειφθέντος, ὡς ἀποδημοῦντος τοῦ βασιλέως· παρόντος μέντοι οὐ δεῖ συντυγχάνειν αὐτῇ.

Ἑρμαῖον ὄρος Λήμνου, ἐν ᾧ ἐτιμᾶτο ὁ Ἑρμῆς.

ʼμαυρουμένη σημείωσαι ὅτι ἀπέβαλε τὸ α διὰ τὸ μέτρον.

πώγωνα πώγωνα λέγει τὴν εἰς ὀξὺ λήγουσαν ἀκμὴν τοῦ πυρός. καὶ ὁ πώγων γὰρ εἰς ὀξὺ λήγει. ὥσπερ καὶ ἀλλαχοῦ αὐθάδη γνάθον τὴν ἀκμὴν εἴρηκε καὶ ὀξύτητα τοῦ σφηνός. σημείωσαι δὲ ὅτι ἐκ τούτου ὠνομάσθη παρὰ τοῖς μετεωρολόγοις πωγωνίας ἀστήρ.

οὐκ ἄπαππον οὐ ξένον, ἀλλὰ συγγενές.

φυταλμίων οὐ κατὰ τὸν φυτάλμιον Δία ἐνταῦθα ἡ ἐτυμολογία, ἐκ τῆς φύτλης δὲ γίνεται φυτάλιμος, ἤγουν φυτοσπόρος, καὶ μεταθέσει διὰ καλλιφωνίαν φυτάλμιος.

διαύλου θάτερον ἐπειδὴ ὁ δίαυλος δύο ἔχει σταδίους, ὧν τὸν ἕτερον διῆλθον ἤδη εἰς Τροίαν ἀνελθόντες, δεῖ λοιπὸν καὶ τὸν ἄλλον διελθεῖν καὶ ὑπονοστῆσαι πρὸς τὸν οἶκον.

πρόσπαια πρόσφατα, νῦν προσπαίσαντα καὶ προσκρούσαντα αὐτοῖς.

οὐκ ἄτιμος τιμώμενοι γὰρ οἱ θεοὶ ἠμείψαντο ἡμᾶς.

γάγγαμον δίκτυον.

τόξον ἤγουν τὴν τιμωρίαν, μεταφορικῶς.

ἀθίκτων τῶν ἱερῶν.

πέφανται οἱ θεοὶ, φησὶ, πέφανται καὶ φανεροὺς ποιοῦσι τοὺς ἐκγόνους τῶν ἀσεβῶν τῶν πνεόντων Ἄρη μείζω ἢ δικαίως κατὰ τῶν δωμάτων τῶν ἀτολμήτων. ἤγουν, ὑπὲρ τὸ δίκαιον μαχομένων τοῖς ἱεροῖς οἴκοις τῶν θεῶν.

πειθὼ τῆς δʼ ἄτης πειθὼ ἄφερτος καὶ ἀφόρητος καὶ βαρεῖά ἐστιν, ἥτις βιάζει αὐτοὺς, πρόνοιαν δῆθεν τοῦ πλουτίσαι τοὺς παῖδας ποιουμένη.

σίνος τουτέστι σέλας.

ἀντίφερνον ἤγουν ἀντὶ προικὸς φθορὰν καὶ ἀπώλειαν κομίσασαν.

ἀφεμένων ἀφεμένων ἡμῶν τῆς σιγῆς· ὅ ἐστι καὶ ἀφισταμένων τοῦ σιγᾶν, τουτέστι καὶ παρρησιαζομένων καὶ φθεγγομένων τι, διὰ τὸ μὴ παρεῖναι τὴν δέσποιναν, ὅμως τῇ παλαιᾷ αἰδοῖ σώζομεν αὐτῆς τὴν παρουσίαν, καὶ πάρεστιν ἡμῖν ἰδεῖν ἡδίστη καὶ πολύτιμος καὶ ἀλοίδορος. ἤγουν νομίζομεν ἔτι συνεῖναι ἡμῖν αὐτὴν καὶ τῆς παρʼ ἡμῶν τιμῆς ἀπολαύειν.

συνορμένοις τῶν συνηγμένων ἀπὸ τῆς Ἑλλάδος ἁπάντων ἑκάστου τοῖς οἴκοις ὀδυνηρὰ πένθησις διαπρέπει.

ἀλλοτρίας ὅτι διʼ ἀλλοτρίαν ἀπώλλυτο γυναῖκα, σιωπηλῶς βοᾷ μετὰ ὀργῆς, δίκην κυνός.

τεῖχος ὃ ἐποίησαν ἐν τῇ Τροίᾳ. βέλτιον δὲ αὐτῆς τῆς Τροίας τὸ τεῖχος εἰπεῖν. τὸ δʼ εὔμορφοι πρὸς πλείονα οἶκτον προσέθηκεν.

ψύθος τὸ ψύθος σύστοιχον τῷ ψεύδει ὡς καὶ τὸ ψυδρόν. ὅτι δὲ συγγενῆ τὸ δ καὶ τὸ θ δῆλον. προϋπόκειται δὲ τὸ ψεῦδος.

ὁ θῆλυς ὅρος ἤγουν περιφραστικῶς ἡ γυνή· ὡς ταυτὸν ὂν γυναῖκα εἰπεῖν καὶ ὅρον αὐτῆς ἐκθεῖναι.

γυναικογήρυτον τὸ φημιζόμενον ἀγαθὸν ὑπὸ τῶν γυναικῶν ἀνύπαρκτόν ἐστι καὶ ταχέως φθειρόμενον καὶ οὐκ ἐπὶ πολὺ διαμένον.

δεκάτῳ τινὲς μέμφονται τῷ ποιητῇ ὅτι αὐθημερὸν ποιεῖ τοὺς Ἕλληνας ἥκοντας. πολλῶν ῥαγεισῶν ἡ λέξις ἐκ μεταφορᾶς τῶν ἀγκυρῶν, ὧν πολλῶν ῥαγεισῶν εἰς τὸ ὕδωρ μία τις περισώζει τὴν ναῦν.

κἀπαγώνιος ἀπόμαχος.

τιμάορον βοηθόν.

ἀντήλιοι οἱ εἰς ἀνατολὴν ὁρῶντες.

μακέλλῃ σπάθῃ.

Πάρις γὰρ ἀπὸ κοινοῦ τὸ οὔτε ληπτέον καὶ εἰς τὶ Πάρις· συνυπακούεται γὰρ ἐκ τοῦ ἐπαγομένου.

τὸ δρᾶμα τοῦ πάθους πλέον τοῦτο δηλοῖ ὡς οὐ πλέον δέδρακεν ἢ πέπονθεν.

τοῦ ῥυσίου τοῦ ῥύσασθαι τοὺς Τρῶας.

ἔθρισεν ἐθέρισεν, ἔκειρε. κοινῶς δὲ ἔθριξεν, ἀφεῖλεν· ἀφʼ οὗ καὶ ἡ θρίξ· καὶ Εὐριπίδης Ἴδετε παρʼ ἄκρας ὡς ἀπέθριξε τρίχας.

θἀμάρτια τὸν μισθὸν τῆς ἁμαρτίας.

ὧν νῦν τὸ σὸν ὧν ἐστι τὸ εἰρημένον ὑπὸ σοῦ, τὸ τεθνᾶναι δʼ οὐκέτʼ ἀντερῶ θεοῖς.

σπαρνὰς ἀντὶ τοῦ σπανίως. καὶ τούτου γὰρ οὐ συνεχῶς ἀπηλαύομεν. τὸ δὲ παρήξεις ἀντὶ τοῦ παραδρομὰς ἐπὶ τοῦ καταστρώματος τῶν νεῶν.

ἔμπεδον σίνος τὸ ἑδραῖον, ἤγουν τὸ περιβεβλημένον ἡμῖν κάλλος.

τί τοὺς ἀναλωθέντας χρή κατὰ συνεκδοχήν· ἤγουν τί δεῖ ψηφίζεσθαι περὶ τῶν ἀπολωλότων;

τύχης παλιγκότου ἐπὶ τῇ ἀποβολῇ τῶν ἀπολλυμένων δεῖ τὸν ζῶντα ἀλγεῖν καὶ πάλιν ἐπὶ ταῖς εὐποτμίαις χαίρειν.

χάρις τιμήσεται ἤγουν ὁμολογήσουσι καὶ τῷ Διὶ χάριν τῷ τάδε διαπραξαμένῳ.

οὐκ ἀναίνομαι χαίρω ἐν τῷ μὴ ἀντιλογεῖν.

ἡβᾷ τοῖς γέρουσιν τουτέστιν ἀκμάζει. ἐπιθυμοῦσι γὰρ μανθάνειν ὧν οὐκ εἰς πεῖραν ἦλθον.

σὺν δὲ πλουτίζειν ἐμὲ μεταδιδόναι μοι τῆς χαρᾶς.

πρὸς γυναικὸς ἤγουν γυναικός ἐστι μετεωρίζεσθαι καὶ μέγα φρονεῖν ἀκούσασάν τι.

τὰ μάσσω τὰ μακρά.

δωμάτων κύνα ἤγουν φύλακα.

σημαντήριον σφραγῖδα τῆς πρὸς τὸν ἄνδρα εὐνῆς.

μᾶλλον ἢ χαλκοῦ βαφὰς ὥσπερ οὐκ οἶδα τὰς βαφὰς τοῦ σιδήρου, οὕτως οὐδὲ ἡδονὴν ἑτέρου ἀνδρός.

αὕτη μὲν οὕτως εἶπε οὕτως εἶπεν ἀκριβέσι λόγοις καὶ ἐξηγητικοῖς, ὥστε σε μαθεῖν.

χωρὶς ἡ τιμὴ θεῶν ἤγουν ταῦτα λέγοντες ἀτιμάζομεν τοὺς θεούς.

ἐξαγισθέντας δόμων ἐξορισθέντας. σεσαγμένων σεσωρευμένων.

εὐεστοῖ εὐτυχεῖ.

ξυνώμοσαν γὰρ ἐκφράζει τὴν τοῦ χειμῶνος χαλεπότητα.

κεροτυπούμεναι ἤγουν τοῖς κέρασιν ἀλλήλων τυπτόμεναι. ἡ μεταφορὰ ἀπὸ τῶν ταύρων.

οὐ πεποιθότες τύχῃ οὐ θαρροῦντες, ἀλλʼ ἀμφίβολοι ὄντες εἰ ἔτι σωθείημεν.

ἐβουκολοῦμεν ὥσπερ ἐθεραπεύομεν ἐν λογισμοῖς τισι τὴν νέαν συμφοράν.

σποδουμένου διασκεδασθέντος δίκην σποδοῦ.

ἕλανδρος, ἑλέπτολις ὁ ἑλὼν καὶ καθελὼν τὸν τῆς Ἑλένης ἄνδρα Ἀλέξανδρον καὶ τὴν πόλιν αὐτοῦ.

ζεφύρου ἐξ ἑσπέρας γὰρ πνέων οὔριος τούτῳ γέγονε.

Ἰλίῳ δὲ κῆδος ἐπειδὴ τὸ κῆδος σημαίνει καὶ τὴν ἐπιγαμβρίαν καὶ τὸ πένθος, ἐδήλωσε νῦν ὅτι τὸ πένθος λέγει· Ἰλιὰς γὰρ κακῶν ἡ παροιμία φησί.

πολύθρηνον αἰῶνα πολύθρηνον καὶ μέλεον αἷμα ἀνατλᾶσα.

ἔθρεψεν ἤγουν ἀνέθρεψεν αὐτὸν τὸν Ἀλέξανδρον τις ἐκτεθέντα.

σαίνων τὸ σαίνων πρὸς τὸ φαιδρωπός καὶ πρὸς τὸ ἔσχε ἀποδώσεις, καὶ οὐχὶ ὥς τινες, πρὸς τὸ τέκνου ἀποδιδόντες σαίνοντος φασὶν, ὡς τὸ παρʼ Ὁμήρῳ «ἀστράπτων ἐπιδέξια.»

ἀμείβων ἤγουν ἀμοιβὰς διδοὺς τοῖς θρέψασιν αὐτόν.

ἀκασκαῖον λίαν κεκοσμημένον. ἄγαλμα πλούτου διὰ τὸ κάλλος αὐτῆς. οὐ γὰρ ἦν δυσειδὴς ὥστε τὸν πλοῦτον αἰσχύνειν.

συμένα ἤγουν ὁρμηθεῖσα.

Διὸς ξενίου οὗτος γὰρ ἔπεμψε ταύτην αὐτοῖς τοῖς Τρωσὶ, καὶ τὸν Τρωικὸν διʼ αὐτὴν συνεστήσατο πόλεμον.

δυσκάπνοις ἤγουν πενιχροῖς καὶ εὐτελέσι.

προβατογνώμων ἤγουν ἁπλοῦς καὶ ἄκακος τὴν γνώμην.

ὑδαρεῖ μεμιγμένῃ καὶ οὐ καθαρᾷ καὶ ἀκράτῳ.

πάγας δίκτυα, παγίδας. καὶ τοῦτο δήπου τὸ Αἰσχύλου. τοῖς ἑαυτοῦ πτεροῖς περιπεσὼν καὶ ἐνσχεθεὶς ταῖς πάγαις, ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε.

ὠμηστὴς λέων ἤγουν ὥσπερ λέων ὠμοφάγος.

ἐξεπίσταμαι ἤγουν καλῶς οἶδα διακρίνειν τὰς ὁμιλίας τῶν συνόντων μοι, ὡς τὰς ἐμφάσεις τῶν προσώπων τὸ κάτοπτρον.

ὅσπερ οὐχ ἑκὼν ἔπλει ἤλεγξε γὰρ τὴν μανίαν αὐτοῦ Παλαμήδης.

σειρασφόρος ἤγουν δίκην ἵππου σὺν ἐμοὶ τὸ ἅρμα ἐλαύνων.

ἐναισίμως προσηκόντως.

παρʼ ἄλλων ὅτι τὸ αἰνεῖσθαι δηλονότι μὴ παρὰ τῶν οἰκείων ἢ παρʼ ἑαυτοῦ πρέπει ἔρχεσθαι.

ἅβρυνε καλλώπιζε.

χαμαιπετὲς βόαμα μὴ ὡς βαρβάρῳ μοι κέλευε θρύπτεσθαι. οἱ βάρβαροι γὰρ γονυκλισίαις τοὺς βασιλεῖς εὐφημοῦσιν.

ποδοψήστρων ἀπὸ μεταφορᾶς τῶν πέπλων, διʼ ὧν τοὺς πόδας ἐκμάσσοντες λαμπροτέρους ποιοῦσιν οἱ τούτους ἐκπλύνοντες συνεχῶς. ποδόψηστρα γὰρ κυρίως ταῦτα λέγεται. νῦν δὲ τὰ ὑπὸ τοὺς πόδας ἁπλῶς πέπλα οὕτως εἴρηκε.

μή νυν καθʼ ὁμαλισμὸν ἀναγνωστέον τὸ νυν καὶ ἄνευ τόνου, ἵνα ᾗ ἀντὶ τοῦ δή.

δημόθρους ὑπὸ τοῦ δήμου φημιζομένη, ὡς καὶ Ἡσίοδός φησι· Φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυται ἥν τινα πολλοὶ λαοὶ φημίζουσι.

κατέστραμμαι ἄλλως, καθέσταμαι, ἀντὶ τοῦ κατέστην.

νῆστιν νόσον ἤγουν λιμὸν διεσκέδασε.

ἐπʼ εὐλαβείᾳ γε τὸν Ἀσκληπιὸν γὰρ ἐκεραύνωσεν ἀναστήσαντα τὸν Ἱππόλυτον, ὥστε μὴ ἔτι βλαβῆναι.

ἤμησαν καλῶς ἤγουν ἐπλούτησαν καλῶς ὡς ἐκ θερισμοῦ. παρὰ στάθμην δὲ ἀντὶ τοῦ παρὰ τὸ πρέπον.

φωνὴν βάρβαρον ὅτι βάρβαρον τὸ ὄρνεον, διὰ τοῦτο παραβάλλει τοῦτο αὐτῇ. ἐν Θρᾴκῃ γὰρ καὶ ἡ μεταμόρφωσις αὐτῆς ἱστόρηται.

καρβάνῳ βαρβάρῳ.

φεῦ φεῦ ἀπολοφυρομένη λέγει τοῦτο ἐν τῷ εἰσιέναι. ὀκνεῖ γὰρ εἰσελθεῖν ὥς τι δεινὸν ὁρῶσα.

Σύριον ἀγλάισμα τὸν ἀπὸ Συρίας λιβανωτόν.

οὔ τοι δυσοίζω οὐ δυσχεραίνω, φησὶν, ὡς ὄρνις θέλουσα εἰς καλιὰν εἰσελθεῖν καὶ θῆρά τινα φοβουμένη.

ἐπιξενοῦμαι φιλιοῦμαι.

πεπαιτέρα ὡριμωτέρα, γλυκυτέρα. ἡδύτερος, φησὶν, ὁ θάνατος ὁ ὑπὲρ τῶν δεσποτῶν τῆς τυραννίδος.

ἐπαινεῖν πάντοθεν ἐπαινοῦμεν διαφόρως ταύτην γνώμην, τὸ μαθεῖν ἐν οἵᾳ ἐστὶν καταστάσει ὁ βασιλεύς.

ἀρκύστατον ἄφυκτον.

φλεόντων πληθυνόντων.

ἀπειλεῖν ἀναγκαίως ἀπειλεῖ, ἵνα ἐκεῖνοι τὸ ἀμφίβολον τῆς μάχης φυλάξωνται.

φιλήτωρ ἐκ ψυχῆς φιλουμένη τῷ Ἀγαμέμνονι.

παροψώνημα τὴν ἐκ περιουσίας τρυφήν.

διφυεῖσι Τανταλίδαισιν Ἀτρεῖ καὶ Θυέστῃ, ἢ Ἀγαμέμνονι καὶ Μενελάῳ.

γυναικῶν Κλυταιμνήστρας καὶ Ἑλένης λέγει, αἳ κατὰ φαυλότητα ἴσας τὰς ψυχὰς ἔχουσι.

κόρακος ὡς κόραξ ἐσθίων νεκρῶν σῶμα βοᾷ, οὕτω καὶ ὁ δαίμων ἐκνόμως δικάσει, παρὰ τὸ δίκαιον.

χερῶν ἄκρους κτένας ἤγουν τὰς διαστάσεις τῶν δακτύλων.

νερτέρᾳ προσήμενος ὑποδεεστέρᾳ καθέδρᾳ ὤν. οἱ γὰρ ζυγοὶ τῶν θαλαμίων ἄνωθέν εἰσιν.

πήσας ἀντὶ τοῦ παθών.

οὐκ ἔτλης αὐτοκτόνως οὐχ ὑπέμεινας, φησὶ, δρᾶσαι σὺ αὐτὸς τὸ ἔργον μόνος, ἀλλὰ σὺν τῇ γυναικί.

κριθῶντα πῶλον οὐχ ὑποζεύξω τὸν μὴ πειθαρχοῦντα ὡς κριθῶντα πῶλον, ἤγουν πίονα ταῖς κριθαῖς, ἀλλὰ συγκλείσας καὶ λιμώττειν ἐάσας πραϋνῶ.

τὴν τύχην τὸν οἰωνὸν δηλονότι.

ἐγὼ καὶ σὺ θήσομεν ἐγὼ, φησὶ, καὶ σὺ κρατοῦντες τῶνδε τῶν δωμάτων διαθησόμεθα τὰ καθʼ αὑτοὺς καλῶς.