ἡ κωμῳδία ἐκλήθη ἀπὸ τοῦ ἐν κώματι ἤτοι ἐν καιρῷ ὕπνου, ὡς ἔξεστι
νοεῖν, ἀπὸ τῶν γεωργῶν ᾄδεσθαι, καὶ ἐτυμολογεῖται «ἡ ἐν κώμασιν ᾠδή».
ἢ ὅτι ἐν κώμαις ἢ χωρίοις διερχόμενοι ταῦτα ᾖδον· καὶ γὰρ τὸ πρῶτον οὐχ
εὕρηνται τείχη ἐν Λακεδαιμονίᾳ, ἀλλʼ ἢ κῶμαι ἤτοι χωρία. ἐκεῖσε οὖν διερχόμενοι
ἐκωμῴδουν τὸν ἀδικήσαντα.