Α.ἀάατον: ἀναμάρτητον, ἀβλαβές, ἁγνόν, ἄπονον, ἀπαθές, ἄνευ ἄτης. ἀάασθαι: λωβᾶσθαι, κακοῦν. ἀάατον: ἀπλήρωτον. Ἀθηναῖοι ἀκόρεστον. ἀάασαι: βέβλαψαι. ἀφʼ οὗ τὸ τρίτον πρόσωπον ἀᾶται ἤγουν βέβλαπται. σημαίνει δὲ καὶ τὸ κορέσαι καὶ καθυπνῶσαι καὶ λυπῆσαι. ἀασάμην: ἥμαρτον, ἐσφάλην. ἄατος: ἀπλήρωτος, ἀβλαβής. οἱ δὲ ἐπιβλαβής. ἀβάλε: εἴθε. ἄβαλεν: ἔβαλεν ἢ μᾶλλον ἔλαβεν. ἄβαπτος: ἀστόμωτος. ἄβατον: ἱερόν, ἀπρόσιτον, ἔρημον. ἀβασάνιστος: ἀγύμναστος. ἢ ἀνεξέταστος, ἀδοκίμαστος. εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσιν τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας τρίτῳ τῷ ἀβασανίστως ἀντὶ τοῦ ἄνευ ὀδύνης. ἀβδέλυκτα: ἀμύσακτα, ἀμίαντα, τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειεν. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος· καὶ μὴν φιλῶ γε, κἀβδέλυκτά μοι τάδε. ἀβέβηλος: καθαρός. ἀβελτερία: ἀνοησία. ἀβέλτερος: ἀνόητος, μωρός. ἀβίωτον: κακόν, ἀηδές, ὀδυνηρόν, οὐκ ἄξιον ζωῆς. ἀβλεπτήματι: ἁμαρτήματι. ἀβληχρήν: ἀσθενῆ. βληχρόν γὰρ τὸ ἰσχυρόν. ἄβολος: οὐδέπω ἔχων τι ἐπὶ τῶν ὀδόντων γνώρισμα. ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐ θέλει τις. ἀβουλία: ἀπαιδευσία, ἄγνοια. ἀβούλως: ἀφρόνως, ἀμαθῶς. ἀβουλεῖν: μὴ βούλεσθαι ἢ μὴ βουλεύεσθαι. Πλάτων. ἀβόλως: ποταμὸς ἐπὶ Ταυρομενίων. ἀβολήσας: συντυχών. ἀβολητύς: ἔντευξις, ἀπάντησις. ἄβου: βάλλει, θορυβεῖ. ἁβρὰ βαίνων: θρυπτόμενος, βλακευόμενος. ἄβρα: ἡ σύντροφος καὶ παρὰ χεῖρα θεράπαινα. ἄβραι: νέαι δοῦλαι. οἱ δέ φασιν, οὔτε ἁπλῶς ἡ θεράπαινα λέγεται, οὔτε ἡ εὔμορφος, ἀλλʼ ἡ οἰκότριψ γυναικὸς κόρη καὶ ἔντιμος, εἴτε οἰκογενὴς εἴτε μή. ἀβραμιαῖος: γιγαντιαῖος, ἱεροπρεπής. ἁβροδιαίτῃ: τρυφερᾷ ζωῇ καὶ ἁπαλῇ. ἁβροδίαιτος: τρυφητής, τρυφερόβιος. ἁβρὸς λειμών: καινότερος καὶ εὐθαλής. ἁβρός: τρυφερός, λαμπρός, ἁπαλός. ἁβροσύνη: φαιδρότης. ἁβροκόμης: ὄνομα κύριον. ἀβροτήμων: ἁμαρτωλός. ἁβρότητι: τρυφερότητι. ἄβροτον: ἄψυχον, ἀσθενές. ἁβροχίτων: τρυφερὰ φορῶν. ἁβρύνεται: κοσμεῖται, θρύπτεται, καυχᾶται. ἀβύρβηλον: πολύ, ἀναίσχυντον, ἀπεχθές, μάταιον. ἄβυδον: φλυαρίαν τὴν πολλήν. ἄβυδος: ἐπὶ ταραχῇ καὶ εὐχερείᾳ λόγου. ἀβυδοκόμης: ὁ ἐπὶ τῷ συκοφαντεῖν κομῶν. τοιοῦτοι γὰρ οἱ Ἀβυδηνοί. καὶ ἡ παροιμία· μὴ εἰκῆ τὸν Ἄβυδον· ᾗ ἐχρῶντο ἐπὶ τῶν εἰκαίων καὶ οὐδαμινῶν. ἄβαρις: ὄνομα κύριον. ἄβρωτος: ὁ νῆστις. ἀβακέως: ἀσυνέτως. ἀβακηνούς: τοὺς γυναικὶ μὴ ὁμιλήσαντας. ἀβακήμων: ἀσύνετος, ἄλαλος. ἀβακῆσαι: ἁμαρτῆσαι, δυσκωφῆσαι. ἀβάκητον: ἀνεπίφθονον. ἀβάκιον: ἐφʼ οὗ ἐκύβευον καὶ ἐφʼ οὗ τοὺς λογισμοὺς ἐποιοῦντο. ἄβακτον καὶ ἄβυκτον: τὸ μὴ μακαριστόν. Δωριεῖς δὲ τὸν ἀνεπίπληκτον καὶ ἀμεμφῆ. ἄβατος ὁδός: ἣν οὐχ οἷόν τε βαίνειν οὐδὲ ὁδοιπορεῖν. ἀβέβηλος: καθαρός. καὶ ἀβέβηλα τὰ ἄβατα χωρία καὶ ἱερὰ καὶ μὴ τοῖς τυχοῦσι βάσιμα, μόνοις δὲ τοῖς θεραπεύουσι τοὺς θεούς. βέβηλα δὲ ἐλέγετο τὰ μὴ ὅσια μηδὲ ἱερά. οὕτως Σοφοκλῆς. ἄβιος: ὁ ἀβλαβής, παρὰ τὴν βίαν, οἷον ὁ κρείσσων βίας. καὶ ἄβιοι οἱ νομάδες παρʼ Ὁμήρῳ, οἷον οἱ τὸν πολιτικὸν καὶ κοινωνικὸν οὐκ ἔχοντες βίον. ὁ μέντοι Εὐριπίδης ἐπὶ τοῦ δυσβίου ἐχρήσατο τῇ λέξει. κέχρηνται δὲ αὐτῇ καὶ ἐπὶ τοῦ ἐστερημένου τῆς ζωῆς. ἀλλὰ καὶ ὁ πολύβιος κατʼ ἐπίτασιν τοῦ α ἄβιος λέγεται παρὰ τοῖς παλαιοῖς. ἀβούλητον κακόν: ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο. ἀβυρτάκη: ὑπότριμμα βαρβαρικὸν ἐκ δριμέων σκευαζόμενον, φημὶ ἐκ καρδάμων καὶ σκορόδων καὶ σινάπεως καὶ σταφίδων, ᾧ πρὸς κοιλιολυσίαν ἐχρῶντο. Θεόπομπος Θησεῖ· ἵξῃ δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων πλείστων ποιεῖται καὶ πράσων ἀβυρ-τάκη. ἔστι καὶ ἐν Κεκρυφάλῳ Μενάνδρου τοὔνομα. ἀγάθαρχος: κύριον ὄνομα. ἦν δὲ ζωγράφος ἐπιφανής, Εὐδήμου υἱός. ἀγαθά: ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει. ἄγαλμα: πᾶν ἐφʼ ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. ἀγαθικά: τὰ σπουδαῖα. ἀγάλλει: ποιεῖ, σκευάζει, κοσμεῖ. ἀγάλλων: ἑαυτὸν σεμνοποιῶν. ἀγαλματοφορούμενος: ἀγάλματα ἤτοι τύπους τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτως Φίλων. ἀγάμενος: θαυμάζων. ἀγάννιφον: λίαν χιονιζόμενον. ἀγανοφροσύνη: προσήνεια, πραότης. ἀγανώπιδος: πραέα βλεπούσης. ἄγνον: λύγον. ἄγνοια: τὴν τελευταίαν ἐκτείνουσιν. ἀγνῶτα: τὴν ἀγνοουμένην. ἀγωνιᾷν: ὀρέγεσθαι, οὐ μόνον τὸ ἀγωνίζεσθαι. ἄγμα: σύντριμμα. καὶ τὸ κατειργασμένον ἔριον. ἄγος: τὸ μύσος, κατὰ ἀντίφρασιν. κυρίως δὲ τὸ ἁγνόν. ἀγαπητὰ ἤθη: τὰ καλὰ καὶ ἀγαθά. ἀγαπητόν: τὸ ἠγαπημένον καὶ μονογενές. ἀγαπᾷν: ἀποδέχεσθαι. ἢ τὸ ἀρκεῖσθαί τινι καὶ μηδὲν πλέον ἐπιζητεῖν. ἀγάσαιτο: θαυμάσειεν. ἀγαστοῦ: θαυμαστοῦ. ἀγαπησμός: λέγουσιν καὶ ἀγάπησιν τὴν φιλοφρόνησιν. Συναριστώσαις Μένανδρος· καὶ τὸν ἐπὶ κακῷ γινόμενον ἀλλήλων ἀγαπησμόν, οἷος ἦν. ἀγάστονος: πολυστένακτος. ἀγασθῶ τινί: ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν· ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν. ἀγαπῴην ἄν: ἀγαπητόν μοι ἦν ἄν. ἄγγαρος: ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος· ὅθεν ἀγγαρείαν λέγομεν ἀνάγκην ἀκούσιον καὶ τὴν ἐκ βίας γινομένην ὑπηρεσίαν. καὶ ἄλλως ἄγγαρος λέγεται ὁ νωθρός. παρὰ τοῖς βαρβάροις δὲ ὁ δημόσιος γραμματοφόρος· ὅθεν ἀγγαρεύεσθαι τὸ εἰς δημοσίαν χρείαν ὑπηρετεῖν. ἀγαυρίαμα: ἔπαρμα. ἀγγελιαφόρος: πρεσβευτής. ἀγγαροφορεῖν: τὸ κατὰ διαδοχὴν πεμπόμενόν τι φορτίον. τίθεται δὲ καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ἐπὶ τῶν τοῦ λιμένος παραφυλακῶν. ὁ δὲ ἄγγαρος Περσικόν. ἄγγαροι: οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος Ἀγαμέμνονι· φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγά-ρου πυρὸς ἔπεμπεν. ἄγε δῆτα: φέρε, κόμιζε, δεῦρο. ἄγειν καὶ φέρειν: τὸ λῃστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα καὶ ἐπὶ ἀψύχων καὶ κομίζειν ἀδιαφόρως. ἀγάσματα: σεβάσματα, ἃ ἄν τις ἀγάσαιτο. Σοφοκλῆς κέχρηται. ἀγηοχώς: ἐνέγκας. ἀγείρει: συναγείρει. ἀγελαίων: ἰδιωτικῶν, ἀγροίκων. ἀγελαῖος: ἰδιώτης. ἢ ὁ ἐν ἀγέλῃ διάγων. καὶ ἀγελαίων τῶν πολλῶν καὶ τυχόντων. εἴη δʼ ἂν ἐκ μεταφορᾶς τῶν ἀγελαίων ζώων, ἢ ἀπὸ τῶν ἰχθύων, οὓς βόσκεσθαι ῥίβδην καὶ ἀγεληδόν φασιν. Ἀγελαῖος δὲ ἀντὶ τοῦ ἰδιώτης, ῥεμβώδης καὶ εὐτελής. ἢ ὁ ἐν ἀγέλῃ διάγων. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζώων συναγελαζομένων, ἐφʼ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ, μετῆκται δὲ ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἀδοξοτέρους. οὕτως Ἰσοκράτης ἐν τῷ Πανηγυρικῷ αὐτοῦ λόγῳ. καὶ ἀγελαῖον ἄρτον τὸν χυδαῖον. ἀγεννῶς: ἀνάνδρως. ἀγέραστος: ἄτιμος. ἀγερωχία: ὑπερηφανία. ἀγέρωχος: ἔντιμος, ἀνδρεῖος. ἄγεται: τὸ ἡγεῖσθαι καὶ οἴεσθαι. ἀγεύστου θοίνης: ἀστείως βίου ἔχων. ἄγευστοι: ἄπειροι. ἀγητός: θαυμαστός. ἄγη: θαῦμα, χαρά, ἀπιστία, ζῆλος, παρʼ Ἡροδότῳ βασκανία, παρʼ Ὁμήρῳ ἔκπληξις. πληγή, θραῦσις, κλάσις, ἀπώλεια. ἔνιοι δὲ ἱερεῖα. ἀγερσικύβηλιν: Λάμπωνα τὸν μάντιν καὶ θύτην· κύβηλις γὰρ λέγεται ὁ μαντικὸς πέλεκυς. ἄγραυλος: μία τῶν Κέκροπος θυγατέρων. ἄγασθαι: ἀποδέχεσθαι, θαυμάζειν ἄγαν. ἀγόρασιν: τὴν ὠνὴν σημαίνει. ἀγών: ὁ τόπος, τὸ πλῆθος, τὸ ἐνέργημα. ἀγερμός: πᾶν τὸ ἀγειρόμενον. ἀγοράσω: οὐκ ἀγορῶ. ἄγυνον: ἀγύναιον. ἄγραι: χωρίον ἔξω τῆς πόλεως Ἀθηνῶν, οὗ τὰ μικρὰ τῆς Δήμητρος ἄγεται μυστήρια, ἃ λέγεται τὰ ἐν Ἄγρας, ὡς ἐν Ἀσκληπιοῦ. Φερεκράτης Γραυσίν· εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας. καὶ Ἀρτέμιδος καὶ Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλάτων Φαίδρῳ· ᾗ πρὸς τὸ τῆς Ἄγρης διαβαίνομεν. Κλείδημος ἐν πρώτῳ Ἀτθίδος· τὰ μὲν οὖν ἄνω τὰ τοῦ Ἰλισοῦ πρὸς ἀγορὰν Εἰληθυῖα. τῷ δʼ ὄχθῳ πάλαι ὄνομα τούτῳ, ὃς νῦν Ἄγρα καλεῖται, Ἑλικών. καὶ ἡ ἐσχάρα τοῦ Ποσειδῶνος τοῦ Ἑλικωνίου ἐπʼ ἄκρου. καὶ ἐν τῷ τετάρτῳ: εἰς τὸ ἱερὸν τὸ μητρῷον τὸ ἐν Ἄγραις. ἀγλευκής: ἀηδής, εἰδεχθής. ἀγκωλιάδειν: ἅλλεσθαι. Κρῆτες. ἀγαθὸν δαίμονα: ὃν μετὰ τὴν ἄρσιν τῶν τραπεζῶν ἔπινον. ἀγκαλίδας ἕλκειν: αἴρειν ξύλα. ἀγοραῖος: Ζεὺς Ἀθήνῃσι καὶ Ἑρμῆς. ἀγκυρίσας: κάμψας τὸν πόδα· σχῆμα δέ ἐστι παλαιστρικόν. Εὔπολις Ταξιάρχοις. ἁγίζειν: ἐναγίζειν, ἅγια ποιεῖν. ἀγάλματα Ἑκάτης: αἱ κύνες· θύονται γὰρ αὐτῇ. ἀγκαλίζει: ἄγχει. ἄγλιθες: ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγκειται. τὸ δʼ αὐτὸ καὶ γέλγιθες. ἀγυιεύς: κίων εἰς ὀξὺ ἀπολήγων, ὃν πρὸ τῶν θυρῶν ἵστασαν. ἀγκύλη: ἡ δεξιὰ χεὶρ ἀπηγκυλωμένη εἰς ἀποκοτταβισμόν. ἄγις: εἶδος ποτηρίου. ἀγαθῶς: σφοδρῶς. ἀγορά: συνέδριον φυλετῶν ἢ δημοτῶν, οἱονεὶ ἄθροισις ἢ σύλλογος. ἄγυρμα: πᾶν τὸ ἀγειρόμενον. ἀγοράν: τὴν ὠνήν. Νικόχαρις Κενταύρῳ. ἄγημα: τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἵππων καὶ πεζῶν. οἱ δὲ τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως. ἀγήνωρ: ὁ ἄγαν ἀνδρεῖος, ἢ ὁ ἀγαστὸς ἐν ἀνδρείᾳ. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον. ἔστι δὲ καὶ κύριον ὄνομα. ἀγήρω: τὰ μὴ γηρῶντα. μετὰ δὲ τοῦ ν ἐστὶν αἰτιατικῆς πτώσεως. ἁγιάσαι: καρπῶσαι, καῦσαι ἁγίως. ἀγενής: Ἰσαῖος ἀντὶ τοῦ ἄπαις. ἁγιάσατε: προευτρεπίσατε, κηρύξατε. ἁγιστείας: ἁγιωσύνης, καθαρότητος, λατρείας. ἁγιστεύειν: ἁγιάζειν. καὶ ἁγιασθέντων ἀφιερωθέντων. ἁγιστεύσαντες: τὰ τῆς θυσίας ἐπιτελέσαντες. ἀγκαλίδα: μερίδα. ἀγῆλαι: τιμῆσαι θεόν, ἀγλαΐσαι. ἔστι δὲ ἡ λέξις τῶν πάνυ Ἀττικῶν. καὶ ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς, καὶ ἄγαλλε καὶ προσαγαλεῖ τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν, εἰδέναι δὲ εἰ ἀρχαία φωνὴ καὶ σπουδῇ σεμνότητος λόγων χρήσαιο τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος. Εὔπολις δὲ τῷ ἀγῆλαι ἐχρήσατο ἐν Δήμοις· ἀναθῶμεν νῦν χἡμεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας, καὶ προσαγήλωμεν ἐπελθόντες. Ἀριστοφάνης· καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι διὰ παντὸς ὦ πότνιʼ ἀγα-λοῦμεν ἡμεῖς ἀεί. Ἕρμιππος Ἀρτοπώλισι· φέρε νῦν ἀγήλω τοὺς θεούς, ἰοῦσʼ ἔσω, καὶ θυμιάσω, τοῦ τέκνου σεσωσμένου. Θεόπομπος Πηνελόπῃ· καί σε τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ. ἀγλαΐσαι: οὕτως Εὔπολις. ἀγηλατεῖν: ἄγος καὶ ἐναγεῖς τινας ἐλαύνειν. ἀγκιστρεύει: δελεάζει. ἀγκύλια: οἱ κρίκοι τῶν ἁλύσεων. ἀγκυλομῆται: σκολιόβουλοι. ἀγκύλον: καμπύλον, ἐπικαμπές. ἀγκυλόχειλος: σκολιόχειλος. ἀγανόφρονες: ἡδυλόγῳ σοφίᾳ περὶ βροτῶν περισσοκαλεῖς. ἀγασικλῆς: ὄνομα κύριον, ὃς λέγεται Ἁλιμουσίους δεκάσαι, καὶ διὰ τοῦτο, ξένος ὤν, ἐγγραφῆναι τῇ πολιτείᾳ. ἀγησίλαος: ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος βασιλεύς, καὶ ᾄδεται παρὰ πολλοῖς τῶν ῥητόρων. ἀγίσαι: τὸ καρπῶσαι. ἀγνούσιος: Ἀγνοῦς δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος, ἧς ὁ φυλέτης Ἀγνούσιος. ἀκρατῶς ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. ἀγλαΐα: λαμπρότης. ἀγλαόκοιτος: πάνυ τίμιος. ἀγλαότιμον: λαμπρόν. ἀγλευκές: ἀηδές. ἀγλευκέστερον: ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι. ἀγλωττία: ἡσυχία, σιωπή. ἄγμασιν: κλάσμασι, τροπαῖς. ἄγλαυρος: ἡ θυγάτηρ Κέκροπος. ἔστι δὲ ἐπώνυμον Ἀθηνᾶς. ἁγνίας: ὄνομα κύριον. ἁγνεία: καθαρότης. ἀγνῶτας: μὴ ἐπιγινωσκομένους. ἄγνυται: κλᾶται. ἀγνωμόνως: ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς. ἄγοι: πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ μέ φησι Ξενοκλῆς, ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγοῖτο παρείληφεν· φησὶ γὰρ ἐν τῷ περὶ ἀληθείας τοὺς νόμους μεγάλους ἄγοι. ἀγομένων τῶν ἡμετέρων: ἀντὶ τοῦ λῃστευομένων καὶ ἁρπαζομένων. ἀγοράζει: τὸ ὠνεῖσθαί τι καὶ τὸ ἐν ἀγορᾷ διατρίβειν. ἀγοραίαν: τὴν δίκην, τὴν δικαιολογίαν. ἀγοράς: Ὑπερίδης ἀντὶ τοῦ συνόδους. λέγει γὰρ ἐν τῷ περὶ Πολυεύκτου· οἷον οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. ἀγορανόμοι: οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες. ἀγοραῖοι: οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι. ἀγορήν: ἐκκλησίαν, συνέδριον. ἀγορᾷν: ἡ γραφή. ἀγορανομίας: λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. ἀγορᾶς ὥρα: οὐ τῶν πωλουμένων, ἀλλὰ τῶν ἄλλων πράξεων τῶν κατʼ ἀγορὰν ἕωθεν ἢ καὶ πρὶν ἀγορὰν πεπληθέναι. Φερεκράτης καὶ ἐν Αὐτομόλοις· πίνειν ἀεὶ καὶ μεθύειν, πρὶν ἀγορὰν πεπληθέναι. ἀγορηταί: σύμβουλοι, φρόνιμοι. ἀγός: ἡγεμών. ἄγος: κατʼ ἀντίφρασιν τὸ μύσος. καὶ ἐναγής ὁ ἐνεχόμενος τῷ μύσει. καὶ ἀγηλατεῖν τὸ τοὺς ἐναγεῖς ἐλαύνειν. ὁ δὲ παναγής τὸν ἁγνὸν καὶ καθαρὸν σημαίνει. καὶ παρωνόμασται ὁ μὲν ἐναγὴς ἀπὸ τοῦ ἄγους, ὁ δὲ παναγὴς ἀπὸ τοῦ ἁγνοῦ καὶ καθαροῦ. σημαίνει δὲ καὶ ἅγνισμα καὶ θυσίαν. σημαίνει δὲ καὶ τὸν ἀγκῶνα. λέγεται δὲ ἄγος καὶ τὸ τίμιον καὶ ἄξιον σεβάσματος· ἐξ οὗ καὶ ἱέρειαι παναγεῖς. καὶ ἄλλα τινά. ἄγραυλοι: οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζόμενοι. ἀγροῖκος: ἄφρων, δύσκολος. ἄγραφα: ἀδικήματα, ὑπὲρ ὧν νόμος οὐ γέγραπται. ἀγροῖκος: σκληρὸς καὶ ἀπαίδευτος. ἢ ὁ ἐν ἀγρῷ κατοικῶν. ἀγρόμενοι: συναθροίζοντες. ἀγριόθυμος: ἄγριος τῇ ψυχῇ. ἀγυρμός: ἐκκλησία, συναγωγή. ἄγουσιν ἑορτὴν οἱ κλέπται: χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδίαν· σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. ἀγύρτης: ἐπαίτης, φιλοκερδής. ἢ ὁ ἀλαζὼν καὶ ἀπατεών. τὸ δὲ ἀγείρειν καὶ περιαγείρειν τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἤ τινι ἑτέρῳ σεμνύνειν. ἄγριον ὑποβλέπει με: μᾶλλον χρηστέον ἢ ὑποβλέπεται. ἀγρονόμοι: οἱ ἐν ἀγροῖς διατρίβοντες. ἀγρότας: ἀγροίκους. ἀγραφίου: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρὶν ἢ δὲ ἐκτῖσαι ἐξαλειφθέντων. οὕτως Δημοσθένης καὶ Δείναρχος. ἀγοράσω: ἀγοράσω λέγουσιν, τὸ δʼ ἀγορῶ βάρβαρον. Ἀριστοφάνης· ἀλλʼ ἄνυσον· οὐ μέλλειν ἐχρῆν· ὡς ἀγοράσω ἁπαξάπανθʼ ὅσʼ ἂν κελεύῃς, ὦ γύναι. καὶ ἀγοράσματα αὐτὰ τὰ ἠγορασμένα. ἀγύῤῥιος: δημαγωγὸς Ἀθηναίων οὐκ ἀφανής. ἀγυιᾶς: ἔνιοι μὲν ὀξύνουσι θηλυκῶς χρώμενοι, οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾷν, ὡς ἀπὸ τοῦ ἀγυιέας· ἀγυιεὺς δʼ ἐστὶν κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. ἰδίους δὲ αὐτούς φασιν εἶναι Ἡλίου, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. ἔστιν οὖν τὸ ὁλόκληρον ἀγυιεύς, καὶ κατὰ τὴν αἰτιατικὴν ἀγυιέας, καὶ κατὰ συναίρεσιν ἀγυιᾶς. σημαίνει δὲ τοὺς πρὸ τῶν οἰκιῶν βωμούς, ὡς Σοφοκλῆς, μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν, φησί· λάμπει δʼ ἀγυιεὺς βωμός, ἀτμίζων πυρὶ σμύρνης σταλαγμούς, βαρβάρους εὐοσ-μίας. ἀγρῶσται: οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω ῥήματος. Ὅμηρος· ἰχθύσιν ἀγρώσσων. ἀγυρτικά: χυδαῖα ψεύσματα. ἀγυρτώδη: συρφετώδη. ἀγυιαί: ἄμφοδα, ῥύμαι. καὶ Ὅμηρος εὐρυάγυιαν λέγει τὴν πλατυάμφοδον, οἷον· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. ἢ ἐπιμήκεις ὁδοί, παρὰ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις· τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους, καὶ ταύτῃ διαφέρει. ἢ παρὰ τὸ ἄγω τὸ πορεύομαι, οἷον· Λαοδίκην ἐσάγουσα, θυγατρῶν εἶδος ἀρίστην. οὕτως Ὠρίων. ἀγχίμαχος: ἐγγύθεν μαχόμενος. ἄγχι: ἐγγύς. ἀγχίθυρος: γείτων. ἀγχίσποροι: ἐγγὺς γένους ὄντες. ἀγρίους: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου τοὺς σφόδρα ἐπτοημένους περὶ τὰ παιδικὰ οὕτως ὠνόμασε. καὶ Μένανδρος δὲ ἄγριον εἶπεν κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐσπουδακότα. ἀγρυλῆθεν: ἀγρύλη δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος. ὁ δὲ δημότης πάλαι ἐλέγετο Ἀγρυλεύς. ἀγχίμολον: ἐγγὺς ἐλθών. ἀγχίνοια: σύνεσις. ἀγχίνους: συνετός, ὀξὺς τὸν νοῦν. ἄγχιστα: ἔγγιστα. ἀγχιστεία: συγγένεια. καὶ ἀγχιστεῖς οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος. οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατʼ ἐπιγαμίαν μιχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται. ἀγχιστίνδην: τὸ κατὰ ἀγχιστείαν, ὥσπερ ἀριστίνδην καὶ πλουτίνδην, ἐπιῤῥηματικῶς. ἀγχίστροφοι: συστραφέντες ἢ ταχὺ ἐπιστρεφόμενοι. ἀγχοῦ: ἐγγύς. ἀγχωμάλου: ἴσης, τῆς ἐγγὺς τοῦ ὁμαλοῦ. ἢ ἰσόπεδον. ἀγώγιον: τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξενοφῶν. ἀγχιτέρμων: ὁ γείτων, ὁ ὅμορος. ἀγώγιμος: ἄγων, ἀγόμενος. ἀγωγεῖ: τῷ ἱμάντι, ᾧ ἄγεται ὁ ἵππος, ὃς καὶ ῥυτὴρ καλεῖται. ἀγωνίᾳ: Ξενοφῶν ἀντὶ τοῦ ἀγῶνι. ἀγωγή: ἀναστροφή, τρόπος. ἢ κομιδή. καὶ τὸ ἀγόμενον βάρος. ἀγωγίμων: φορτίων ἐμπορικῶν. ἀγωγόν: ἐπακτικόν. ἀγωγούς: προπομπούς. ἀγωνιῶ: κινδυνεύω. ἀγωνιᾷν: Ἰσοκράτης ἀντὶ τοῦ ἀγωνίζεσθαι. ἀγωνιῶντες: ἀντὶ τοῦ ἀγωνιζόμενοι. ὁ αὐτός. ἀγωνοθέτης: ἀγωνοθέτης μὲν κυρίως ὁ ἐν τοῖς σκηνικοῖς, ἀθλοθέτης δὲ ὁ ἐν τοῖς γυμνικοῖς. ἀγαθοεργοί: Ἀττικοὶ τοὺς ἀγαθὸν ἐργασαμένους τι. ἔστιν δὲ καὶ ἀρχή τις ἐν Λακεδαίμονι οἱ ἀγαθοεργοί· ἄρχουσιν δὲ καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἔξω τῆς πόλεως παρανομησάντων, ὥς φησι Δίδυμος ἐν τῇ τροπικῇ λέξει. ἀγαθὸς φαγεῖν: σημαίνει τὸν ἐσθίοντα πολλά. ἀγαθοῦ πόματος: τὸ μετὰ τὸ δεῖπνον ἄκρατον πινόμενον παρὰ Ἀθηναίοις. τὴν δευτέραν γὰρ πόσιν οὕτως ἐκάλουν. ἄγαιον: ἐπίφθονον. οἱ δὲ θαυμαστόν, οἱ δὲ φθονερόν. ἀγνώμονες: οἱ κακογνωμονοῦντες. Πλάτων δὲ ἐν Πολιτείᾳ ἀγνώμονας ἔφη τοὺς γνῶσιν μὴ ἔχοντας, ἀλλʼ ἀνεπιστήμονας. ἄγραι: χωρίον ἔξω τῆς πόλεως, ἱερὸν Δήμητρος, ἐν ᾧ τὰ μικρὰ μυστήρια ἄγεται. ὀνομασθῆναι δὲ αὐτὸ οἱ μὲν ἀπὸ τῆς Ἀρτέμιδος, πρότερον Ἑλικῶνα καλούμενον, οἱ δὲ ἀπὸ τοῦ ἔνθηρον εἶναι καὶ πλῆρες ἀγρεύματος. ἀγαλμός: λοιδορία. ἀγάλλιος: λοίδορος. ἄγαλμα: πᾶν ἐφʼ ᾧ τις ἀγάλλεται. ἀγάλματα δὲ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. οἱ δὲ ἁπλῶς ἄγαλμα πᾶν ἀνάθημα καὶ καθιέρωμα, ἢ ξόανον ἤ τι ἄλλο τοιοῦτον εἴη. ἀγανακτῶν: τίθεται παρὰ Πλάτωνι καὶ ἐπὶ τῶν λυπουμένων. ἀγανακτῶ σου: καινὸν τὸ σχῆμα. τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τὸ δὲ ἀγανακτῶ σου καινὸν καὶ σπάνιον. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητα, φησὶν ὁ Φρύνιχος. ἀγανακτικόν καὶ ἀγανακτητέον: τὸ μὲν ἐν Πολιτείᾳ, τὸ δὲ ἐν Ἐπιστολαῖς Πλάτων ἔφη. ἀγανάκτησις: ἐπὶ τύχης. Θουκυδίδης· οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει. ἄγαν ἐγκεῖσθαι τῷδε: οἷον ἐναντιοῦσθαι καὶ ἀποτείνεσθαι. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν· οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων. ἀγαλματοποιία: ἀγαλματοποιία καὶ ἀγαλματουργία ἐρεῖς καὶ ἀγαλματοποιός. ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης. ἄγανον: τὸ κατεαγός. ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα. ἀγανόν: καλόν, ἡδύ. Ἀριστοφάνης Λυσιστράτῃ· ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν. Κρατῖνος Χείρωσιν· μακάριος ἦν ὁ πρὸ τοῦ βίος βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ, βροτῶν περισσοκαλλεῖς. ἀγγέλη: δῆμος Πανδιονίδος. ἄγκιστρον: τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτως Πλάτων. ἄγειν: μεγαλύνειν. Ὅμηρος· καί μευ κλέος ἦγον Ἀχαιοί. καὶ ἄγειν ἀντὶ τοῦ ἔχειν, Ὑπερίδης. καὶ ἄγειν ἀντὶ τοῦ ὑποκρίνασθαι. καὶ ἄγειν ἀντὶ τοῦ τιμᾷν. καὶ ἄγειν ἀντὶ τοῦ πίνειν, ὅπερ ἐπάγειν ἔλεγον οἱ Ἀττικοί. Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ κατὰ Τιμοκράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς. κατὰ Δημάδου· ἦγεν δὲ πέντε μνᾶς. ἄγαμαι: ἄγαμαι τούτου, ἄγαμαι κεραμεῖ, Εὔπολις καὶ Ἀριστοφάνης. ἄγαν τείνειν: ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον, αὐθαδιζόμενον. συγγραφικὴ ἡ φωνή. ἀγαστά: ἀγαστά καὶ ἀγαστός ἐρεῖς, καὶ ἐπιῤῥηματικῶς ἀγαστῶς, ὡς Ξενοφῶν. ἀγάζεις: ἀντὶ τοῦ θρασύνεις. Σοφοκλῆς. ἀγάμητος: ἀντὶ τοῦ ἄγαμος. Σοφοκλῆς. ἀγάσσει: ἄγαν τύπτει. ἀπὸ τοῦ ἄγαν ἀγάσσει, ὡς λίαν λιάζει. ἀγαί: οἱ τραγικοὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα. καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται. ἀγαπητός: ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς πατήρ. καὶ ἀγαπητὸν δὲ τέκνον ἀντὶ τοῦ μόνον, καὶ ἐπὶ κόρης ἀγαπητή. ἀγερσικύβηλιν Κρατῖνος Λάμπωνα τὸν μάντιν, ὡς ἀγύρτην καὶ θύτην· κύβηλις γὰρ ὁ πέλεκυς. οἱ δὲ ἐγερσικύβηλιν ἐν τῷ δράματι γράφουσι, τὸν ἐφʼ ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν. ἀγενὲς καὶ στενὸν φθέγμα: ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων. ἀγέρωχος ταῦρος: σεμνός, ὑπερόπτης, θρασύς. ἀγεωργίου δικάζεσθαι: εἴρηται μὲν ὡς λειποταξίου, ἀγαμίου, ἀλογίου· σημαίνει δέ, ἐπειδάν τις χωρίον παραλαβὼν ἀγεώργητον καὶ ἀνέργαστον ἐάσῃ, ἔπειτα ὁ δεσπότης δικάζηται τῷ παραλαβόντι. ἀγαλαξία: Αὐτοκράτης· ἀμνοὶ δὲ βληχάζουσιν ὑπʼ ἀγαλαξίας. ἀγελαιοκομική: Πλάτων ἐχρήσατο. ἀγέλας πόνων Εὐριπίδης εἶπεν, ἀνδρῶν δὲ ἀγέλας Πλάτων. ἀγέλαστα δὲ πρόσωπα Αἰσχύλος. ἄγαλμα Ἑκάτης: τὴν κύνα οὕτως εἴρηκεν Ἀριστοφάνης διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας, ἢ ὅτι καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν. εἰσὶν δὲ οἳ καὶ γενέσθαι αὐτὴν κύνα ἐκ γυναικὸς κατʼ ὀργὴν Ἀρτέμιδος, εἶτα ἐλεηθεῖσαν πάλιν ὑπʼ αὐτῆς ἀποκαταστῆναι, ἔπειτα ἐπὶ τοῖς πραχθεῖσιν αἰσχυνθεῖσαν ἐκ τῆς ζώνης ἀπάγξασθαι, τὴν δὲ Ἄρτεμιν περιελομένην τὸν ἑαυτῆς κόσμον περιθεῖναι αὐτῇ, καὶ Ἑκάτην προσαγορεῦσαι. ἀγέλαστος: ὁ μὴ πρὸς γέλωτα ἐπιτήδειος, καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνῃσιν οὕτω λεγομένη. Αἰσχύλος δέ φησι καὶ φρὴν ἀγέλαστος. οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια ἀγέλαστος καὶ τὰ ὅμοια. ἀγηλατῶν: ἀντὶ τοῦ διώκων, φυγαδεύων. οὕτως Νικόμαχος. ἀγής: τοῦτο ἀπὸ συνθέτου καταλείπεται τοῦ εὐαγής ἢ παναγής. Ἐμπεδοκλῆς· ἄθρει μὲν γὰρ ἄνακτος ἐναντίον ἀγέα κύκλον. ἅγιος: ὁ σεβάσμιος· καὶ ἅγιον τὸ σεβάσμιον καὶ τίμιον. λέγοιτο δʼ ἂν καὶ ἅγιος ὁ μιαρός, ἀπὸ τοῦ ἄγους, ὡς Κρατῖνος. ἀγκαλιδαγωγοί: οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ οἱ αὐτοὶ φέροντες, ἢ οἱ παῖδες οἱ ἀκολουθοῦντες τοῖς ἀγκαλιδαγωγοῖς ὄνοις. λέγονται δὲ οἱ πιπράσκοντες τὰς ἀγκαλίδας ἀγκαλιδοπῶλαι. εἰσὶ δὲ ἀγκαλίδες αἱ τῶν φρυγάνων δέσμαι, οἷον ὃ ἔστιν ἀγκαλίσασθαι. ἀγκαλιδοπῶλαι: οἱ τὰς ἀγκαλίδας πιπράσκοντες. ἀγκαλὶς δέ ἐστιν ἡ τῶν φρυγάνων δέσμη. ἄγκαθεν: κατὰ ἀποκοπὴν ἀντὶ τοῦ ἀνέκαθεν. οὕτως Αἰσχύλος. ἀγκράτος ἐλαύνω: εἶπε Ξενοφῶν κατὰ συγκοπήν, ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δʼ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει. ἀγκύλη: ἀκόντιον, καὶ τοῦ ἀγκῶνος ἡ καμπή. λέγεται δὲ καὶ ἡ δεξιὰ χεὶρ ἀγκύλη, ὅθεν καὶ τὰ δόρατα ἀγκύλητά τε καὶ μεσάγκυλα ἐκάλουν. λέγεται καὶ ἀγκύλη εἶδος ποτηρίου, ᾧ ἐχρῶντο πρὸς τὴν τῶν κοττάβων παιδιάν. ἀγκύλη οὖν καὶ ἡ δεξιὰ χείρ. ἀλλὰ καὶ ἡ πρὸς κότταβον ἐπιτηδεία κύλιξ, διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προΐεσθαι. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι προθύμως ἔῤῥιπτον εἰς τὸ κοττάβιον. ἔστι δὲ ἀγκύλη καὶ εἶδός τι ἅμματος, ὡς Ἄλεξις Ἀχαιΐδι· ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας .. λυθεῖσαν. ἐχρήσαντο δὲ καὶ ἄλλοι τῇ λέξει. ἀγκύλη καὶ Ἀραφήν: δῆμος Αἰγηΐδος. ἄγλαι: ὄμμα. Εὐριπίδης. ἀγκῦραι: ἐκ μεταφορᾶς αἱ ἀσφάλειαι. Σοφοκλῆς· ἀλλʼ εἰσὶ μητρὶ παῖδες ἀγκῦραι βίου. ἄγλιθες: τὸ δὲ αὐτὸ καὶ αἱ γέλγιθες, ἐξ ὧν ἡ τοῦ σκορόδου κεφαλὴ σύγκειται. ἁγνεύεται τὴν πόλιν: ἀντὶ τοῦ ἐκ κατηγορίας παρασήμου ἀντὶ τοῦ ἁγνίζεται. ἀγίτης: ἱκέτης καὶ καθάρσιος. καὶ γὰρ ὁ μύσους ἁγνισθεὶς καὶ ὁ καθήρας οὕτως ἐλέγοντο. ἀγνόδικος: ἀγνοοῦσα τὸ δίκαιον. ἀγνοδικεῖς: οἱ θεοί. ἀγνοίη: λύπη. καὶ τὸ ἀγνοεῖν λυπεῖσθαι. ἄγνοια: ὀλιγωρία. ἁγνοπολεῖσθαι: τὸ σφαγίοις καθαίρεσθαι. ἄγος: ὁ Ζεὺς παρὰ Κυζικηνοῖς. ἄγναπτος: καὶ διὰ τοῦ γ καὶ διὰ τοῦ κ ἔλεγον τοὔνομα· σημαίνει δὲ τὸ μὴ ἐγναμμένον. λέγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως, ἀρσενικῶς μὲν ἄγναπτος χιτών, θηλυκῶς δὲ ἄγναπτος χλαῖνα, οὐδετέρως δὲ ἄγναπτον ἱμάτιον. ἀγοραῖος Ζεύς: βωμὸς Ἀθήνῃσιν, ὃς ἐκαλεῖτο ἀγοραίου Διός. ἀγοραῖος Ἑρμῆς ἐν Ἀθήνῃσιν ἵδρυτο κατὰ τὴν ἀγοράν. ἀγοράσματα τὰ ὤνια λέγουσιν. καὶ ἀγορασμάτων. καὶ ἀγοράσεως τῆς ὠνήσεως. ἄγορος καὶ ἄγοροι: Εὐριπίδης Ἀνδρομέδᾳ· οἱ κατʼ οἶκον ἀμφὶ δαῖτα καὶ τράπεζαν. Αἰθίοπες σημαίνει. ἁγνίσαι: τὸ θῦσαι. διαφθεῖραι, κατʼ ἀντίφρασιν. οὕτως Σοφοκλῆς. ἀγοραῖος νοῦς: ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης οὐδὲ πεφροντισμένος· οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοι. οὕτως Εὐριπίδης. ἀγοραστήν: τὸν τὰ ὄψα ὠνούμενον, ὃν Ῥωμαῖοι ὀψωνιάτορα καλοῦσιν. ἀγόμφιος αἰών: οὕτως ἔλεγον τὸν χρόνον, ἐν ᾧ τις ὡρᾶτο γεγηρακώς, παρὰ τὸ μὴ ἐνεῖναι τοῖς γέρουσι τοὺς γομφίους. Διοκλῆς· μηδείς ποθʼ ὑμῶν, ἄνδρες, ἐπιθυμησάτω γέρων γενέσθαι, τοῦτο δὲ προνοησάτω ὅπως νέος ὤν, ἀγαθόν τι τῇ ψυχῇ παθών, ὥρα καταλύσει, μηδʼ ἀγόμφιόν ποτε αἰῶνα τρίψει. ἄγριοι: τοὺς παιδεραστὰς οὕτως ἐκάλουν, ἤτοι ὅτι ἄγριον τὸ πάθος, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις. καλοῦσι δὲ αὐτοὺς καὶ Κενταύρους. δῆλον ὅτι καὶ τὰ ἀνήμερα τῶν ζώων ἄγρια καλεῖται. καὶ ἄγριος ὁ τὸ ἦθος δύσκολος, ὀργίλος. ἄγριος ἔλαιος: ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν. ἔστιν παρὰ Πινδάρῳ ἐν Ὕμνοις. ἀγροβόας ἀνήρ: ὁ ἀγροίκως φθεγγόμενος καὶ οὐκ ἀστείως οὐδὲ ἐμμελῶς. οὕτως Κρατῖνος. ἀγρόμενοι: συναθροίζοντες. ἀγρευτικὴ στολή: ἡδεῖα ἡ λέξις καὶ ἀστεία. ἄγρυκτα καὶ ἄλεκτα πέπονθα: τὸ μὲν ἄγρυκτά ἐστιν ὥστε. μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν· γρύξαι δέ ἐστι τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστι, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον. κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης· τί δʼ ἔπαθες; .... ἄγρυκτα κἄλεκτʼ· ἀλλὰ βούλομαι μόνῃ αὐτῇ φράσαι σοι. ἀγρύλη: δῆμος Ἐρεχθηΐδος. ἀγροῖκος ὀπώρα: ἀπʼ ἐναντίου τῇ γενναίᾳ, ὡς ἐν διαφορᾷ τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπόθεσιν καὶ οἰνοποιίαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλάτων σαφῶς ἐν Νόμοις· ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται. καὶ πάλιν· τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται· τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω. ἀγρεύματα τὰ ἐπὶ τῆς ἀγροικίας κτήματα Σόλων εἶπεν. σημαίνει δὲ καὶ σκύλα. ἀγροικεῖν καὶ ἀγροίκων: τῶν σωφρόνων. παρὰ δὲ τὸ ἀγροίκως γέγονε τὸ ῥῆμα ἀγροικεῖν. ἀγυιάτιδες: παρʼ Εὐριπίδῃ οἱ πρὸ τῶν θυρῶν βωμοί. ἄγχασκε: ἀντὶ τοῦ ἀνάχασκε. οὕτω Φερεκράτης. ἄγχαζε: ἀντὶ τοῦ ἀναχώρει. οὕτως Σοφοκλῆς. χάζω γὰρ καὶ ἀναχάζω. ἄγχιμος: ἀντὶ τοῦ πλησία. Εὐριπίδης· ἀλλʼ ἄγχιμος γὰρ ἥδε φοιβεία γυνή. ἀγωγεύς: ὁ ἱμὰς τῶν κυνηγετικῶν κυνῶν. οὕτως Σοφοκλῆς. ἀδαξῆσαι: τὸ κνῆσαι, οὐκ ἐν τῷ ο ὀδαξῆσαι. καὶ ἀδαχεῖν τὸ κνήθειν· ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἀχῶρα ἐκλέγει τʼ ἀεί, Ἀριστοφάνης ἐν ταῖς Ὁλκάσιν. ἀδαήμονες: ἄπειροι. ἀδαμάντινα: στεῤῥά. ἀδείμαντα: ἄφοβα. ἀδελφά: ὅμοια, παραπλήσια. ἀδέητος: Ἀντιφῶν ἀντὶ τοῦ ἀνενδεής. ἀδεκάστως: ἀμερίστως, δικαίως, ἀδωροδοκήτως, ὀρθῶς. ἀδημονῶν: ἀγωνιῶν. ἀδημονεῖν γὰρ κυρίως ἐστὶ τὸ ἀπορεῖν καὶ ἀμηχανεῖν. ἀδῄωτον: ἀπόρθητον, ἀπραίδευτον. ἀδήριτος: ἄμαχος. ἀδηφάγος: πολυφάγος, ἀθρόως ἐσθίων, γαστρίμαργος. ἄδην γὰρ τὸ κεκορωμένον. ἀδιάκριτος: ἀδιαχώριστος. λαμβάνεται δὲ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα. ἢ ἀφρόνως φλυαροῦντα. ἀδιαίτητος: ἀλλότριος, ἀήθης. ἀδιαλώβητον: ἀβλαβές. ἄδην: ἅλις ἢ εἰς κόρον, ἱκανῶς, ἀρκούντως. ἐν Χαρμίδῃ· ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν. ἀδιάρθρωτον: ἄσημον, ἀτράνωτον. ἀδιαφορία: ἀμέλεια, χωρὶς παρατηρήσεως. ἀδολεσχία: ἀκαιρία, φλυαρία, συνέχεια. ἀδιεξίτητον: ἀδιεξέλευστον. ἀδηνέως: ἁπλῶς καὶ ἀταλαιπώρως, κατὰ στέρησιν τῶν δηνέων καὶ μεριμνῶν. ἀδελφίζειν: ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτως Ἰσοκράτης καὶ ὁ Μιλήσιος ἐχρήσατο. ἀδημονούσης: ἀπορούσης. ἀδόνητον: ἀσάλευτον. ἀδιάστατον τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀντιφῶν εἶπεν. ἀδικίου: οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίννυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς ἐνάτης πρυτανείας ἀποδοθῇ· εἰ δὲ μή, διπλοῦν καταβάλλεται. ἀδοκίμαστος: δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφῆναι. ἀδοκίμαστος δὲ ὁ μήπω ἐγγεγραμμένος. ἀδόλως: ἁπλῶς, ἀληθῶς. ἀδρανές: ἀσθενές. ἁδρύνοιτο: αὐξάνοιτο. ἁδρόν: μέγα, δαψιλές, πλούσιον. καὶ ἁδρότης ἡ ὑψηλότης. ἀδράστεια: οἱ μὲν τὴν αὐτὴν τῇ Νεμέσει λέγουσι, λαβεῖν δὲ τοὔνομα παρʼ Ἀδράστου τινὸς βασιλέως, ἢ ἀπὸ Ἀδράστου τοῦ παλαιοῦ, νεμεσηθέντος ἐφʼ οἷς τῶν Θηβαίων κατηλαζονεύσατο, ἱδρυσαμένων ἱερὸν Νεμέσεως, ὃ μετὰ ταῦτα προσηγορεύθη Ἀδραστείας. Δημήτριος δὲ ὁ Σκήψιος Ἄρτεμίν φησιν εἶναι τὴν Ἀδράστειαν, ὑπὸ Ἀδράστου τινὸς ἱδρυμένην. ὁ δὲ Ἀντίμαχος λέγει· ἔστι δέ τις Νέμεσις, μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχεν· βωμὸν δέ οἱ εἵ-σατο πρῶτος Ἄδρηστος, ποταμοῖο παρὰ ῥόῳ. ἔνιοι μέντοι ὡς διαφέρουσαν συγκαταλέγουσιν αὐτὴν τῇ Νεμέσει, ὡς Μένανδρος καὶ Νικόστρατος. ἀδύνατα εἶναι: ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δʼ ἐπὶ ταύτης τῆς λέξεως. ἀδαγμός: ὀδαξησμός, ὅπερ ἐστὶ κνησμός. οὕτως Σοφοκλῆς. ἄδασμος: οὐδένα δασμὸν ἐκτίνουσα, οὐδὲ μερίζουσα δασμὸν τῆς οἰκήσεως. ἄδδιξ: μέτρον τετραχοίνικον. οὕτως Ἀριστοφάνης. ἀδεκατεύτους: ὧν οὐκ ἀνατέθειται ἡ δεκάτη τοῖς θεοῖς. ἁδήν: τῶν ἐν τῷ σώματι γεγενημένων ἐστὶ τοῦτο. γίνεται δὲ περὶ βουβῶνας καὶ μασχάλας, καὶ ἔτι ὑπὸ τὰς σιαγόνας. ὀξύνεται δὲ ἡ λέξις καὶ δασύνεται παραλόγως, ὥς φησιν Ἡρωδιανός. ἀδίαντον: ξηρόν, ἄβροχον. ἢ φυτὸν παρʼ ὕδασι φυόμενον, τὸ λεγόμενον πολύτριχον. ἀδιάφθορον: ἄμωμον. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ περὶ ψυχῆς. λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρακεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νόμων ἕκτῳ· ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν. παράγεται δὲ ἡ λέξις καὶ ἐπιῤῥηματικῶς, ὡς Αἰσχίνης φησὶν ἀδιαφθόρως. ἀδικότροπος ἐρεῖς καὶ ἀδικοχρήματος, ὡς Κράτης, καὶ ἀδικόχειρας, ὡς Σοφοκλῆς. ἀδικοπήμονας: τοὺς ἄνευ τοῦ δικαίου πράττοντάς τι καὶ βλάπτοντας. ἄδικος: ὁ μὴ ἔχων δίκην διὰ τὸ μὴ δικάζεσθαί τινι. Ἄρχιππος· ἀμαθὴς σοφός, δίκαιος ἄδικος. καὶ τὸ ἀμαθής δὲ ἐνταῦθα ἀντὶ τοῦ μηδὲν φύσει εἰδώς. σημαίνει δὲ τὸ ἄδικος, ὡς καὶ ἡ συνήθεια, τὸν καταφρονοῦντα καὶ διαφθείροντα τὸ δίκαιον. καὶ τὸ ἀμαθής τὸν μὴ ἐπιστάμενόν τι. ἀδικομήχανος: Ἀριστοφάνης· τί γὰρ ἐπὶ κακότροπον ἐμόλετον βίον ἀδικομηχάνῳ τέχνῃ. ἀδιάβατος: ὁ μὴ ῥᾴστως ἢ ὁ μὴ δυνάμενος εὐκόλως διαβῆναι. ἀδηφάγον ἅρμα: τὸ τέλειον. ἀδηφάγοι τριήρεις: αἱ μεγάλαι οὕτως ἐλέγοντο. ἢ ἔχουσαι τὰ πληρώματα ἐντελῆ. καὶ ἀδηφάγα ἅρματα τὰ μεγάλα καὶ τέλεια. καὶ ἔστι πεποιημένον ἀπὸ τοῦ ἄδην ἐσθίειν ἤτοι δαψιλῶς. ἀδίαυλος τόπος: ὅθεν μὴ ἔστιν ἐπανελθεῖν. οὕτως Εὐριπίδης· θεοὶ χθόνιοι ζοφερὰν ἀδίαυλον ἔχοντες ἕδραν τὴν φθειρομένων, Ἀχεροντείαν λίμνην. ἀδιάλλακτον ἐχθρόν: Δημοσθένης. ἀδιάπαυστον Ξενοφῶν. ἀδικομάχους ἵππους Ξενοφῶν τοὺς δυσπειθεῖς λέγει, καὶ δίκαιον ἅρμα τὸ εὐπειθές. ἀδίοπον: ἄναρχον καὶ ἀφύλακτον. δίοποι γὰρ οἱ τῆς νεὼς φύλακες. ἀδιούνιος ταῦρος: ὁ ἥλιος ὑπὸ τῶν Κρητῶν οὕτως λέγεται. φασὶ γὰρ τὴν πόλιν μετοικίζοντα ταύρῳ προσεικασθέντα προηγεῖσθαι. ἀδολεσχεῖν: σημαίνει μὲν τὸ φιλοσοφεῖν περί τε φύσεως καὶ τοῦ παντὸς διαλεσχαίνοντα· λεσχαίνειν δέ ἐστι τὸ διαλέγεσθαι, καὶ λέσχαι οἱ τόποι, εἰς οὓς συνιόντες λόγοις διημέρευον. ἀδιάγλυπτον: ἣν οὐκ ἔστι διαγλύψαι καὶ διελθεῖν. λαβεῖν γάρ φησιν ἄφυκτον ἀδιάγλυπτον. ἀδιάλυτον: τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν τῷ περὶ ψυχῆς. ἀδίδακτος: ὁ αὐτὸς ἐν τῷ κατὰ Μειδίου· ἀδίδακτος ἂν εἰσῆλθεν ὁ χορός. ἀδινοῖο γόοιο: τοῦ ἀθρόως ἐκχεομένου. Σειρήνων δὲ ἀδινάων τῶν συνεχῶς ᾀδουσῶν, ὁ Ἡλιόδωρος ἔφη. ἄδοξον: τὸ ἄτιμον, ὡς Ἰσοκράτης καὶ Δημοσθένης ἐν Φιλιππικοῖς. ἄδοξα: τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν. ἀδόξαστον: ἀνέλπιστον. Σοφοκλῆς. ἄδουλος βίος ἐρεῖς, τουτέστιν ὁ μὴ δοῦλον ἔχων. ἐρεῖς δὲ καὶ ἀδιάλεκτος βίος καὶ ἀγέλαστος βίος καὶ ἄγαμος βίος Φρύνιχος ἐν Μονοτρόπῳ· ὄνομα δὲ μοὔστι Μονότροπος ..... ........ ζῶ δὲ Τίμωνος βίον, ἄγαμον, ἄζυγον .. ὀξύθυμον, ἀπρόσ-οδον, ἀγέλαστον, ἀδιάλεκτον, ἰδιογνώμονα. ἄδορπος: ὁ δόρπου καὶ δείπνου μὴ μετασχών. ἄδορον: τὸ μὴ ἐκδεδαρμένον θῦμα. ἀδοξοῦνται πρὸς τῶν πόλεων: ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσι. Ξενοφῶν ἐσχημάτισεν ἐν τῷ Οἰκονομικῷ· καὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίῤῥητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεων. ἀδράφαξυς: τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσιν. Κοριαννοῖ Φερεκράτης· ἀδράφαξυν ἑψοῦσʼ, εἶτʼ ὀκλὰξ καθη-μένη. ἁδρῦναι: ἁδρὸν καὶ μέγα ποιῆσαι. Σοφοκλῆς. ἀδρύφακτον: ἄπονον καὶ ἀταλαίπωρον. ἀδύνατοι: οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος, ὡς μηδὲ ἐργάζεσθαι, οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῇν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτοῖς τῶν ἐν τοῖς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς, καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας· λέγει, ὀβολὸν ἕνα, ὡς δὲ Φιλόχορος, πέντε· Ἀριστοτέλης δὲ δύο ἔφη. ἀδυσώπητον: ἀπροσωπόληπτον. ἢ τὸ πρὸς τὰς δεήσεις ἀμείλικτον καὶ ἀνεπίστροφον καὶ σκληρόν. ἄδυτον: σπήλαιον. ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. ἀδυναμία ἐρεῖς, ὡς Δημοσθένης, καὶ ἀδυνασία, ὡς Ἀντιφῶν καὶ Θουκυδίδης, καὶ ἀδυνατία, ὡς Δεινόλοχος. ἀδώνια: βραχεῖαν ἔχει τὴν παραλήγουσαν, ὡς Ἀριστοφάνης καὶ Φερεκράτης διὰ τῶν μέτρων μαρτυρεῖ. ἔστι δὲ τὰ Ἀδώνια ἑορτή, οἱ μέν φασιν εἰς τιμὴν Ἀδώνιδος ἀγομένη, οἱ δὲ τῇ Ἀφροδίτῃ. ἔστι δὲ Φοινίκων καὶ Κυπρίων. ἀδώνιος Φερεκράτης εἶπεν ἀντὶ τοῦ Ἀδώνιδος. λέγει δὲ τὴν αἰτιατικὴν τὸν Ἀδώνιον. οὕτως δὲ καὶ Πλάτων καὶ Κρατῖνος, ἀλλὰ καὶ Ἀριστοφάνης καὶ ἕτεροι. λέγουσι δὲ καὶ Ἄδωνιν αὐτὸν πολλάκις. ἀδρηστία: πόλις περὶ τὸν Ἑλλήσποντον. ἀδρίας: ὃ καὶ Ἰωνικὸν πέλαγος λέγεται. λέγεται δὲ καὶ Ἀδριατικὸν πέλαγος τὸ αὐτό. τὸ δὲ ἐθνικὸν Ἀδριανός, ὡς ἀπὸ τοῦ Φάσιδος Φασιανός. ἀδριαναὶ γυναῖκες: Αἰσχύλος Ἰλιάσιν· Ἀδριαναί τε γυναῖκες τρόπον ἕξουσι γόων. ἀδώρητος: ἐρεῖς, ὡς Εὐριπίδης· οὐδʼ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶν. καὶ Θουκυδίδης· χρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενος. Πλάτων μέν τοί γε ἐν Συμποσίῳ ἄδωρος εἶπε· καὶ γάρ φησιν ἄδωρος δυσμενείας ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος. ἀλλὰ καὶ ἀδωροδοκήτους, ὡς ὁ αὐτός. ἄδωρος χάρις: ἡ ἐπὶ τέλους ἐλθοῦσα δωρεά. οὕτως Εὐριπίδης. ἀεί: κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ μέχρι. Πλάτων ἐν Συμποσίῳ· ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόῤῥω τῶν νυκτῶν· καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ· ἄπαις γὰρ δεῦρʼ ἀεὶ τείνεις βίον. πολλοὶ ἄλλοι. ἀελλάδες ἵπποι: αἱ ταχεῖαι. καὶ τοῦτο τραγικόν. ἀειθαλής: ἀεὶ θάλλων. ἀειφυγία: ἡ εἰς ἀεὶ φυγή. ἀειλογία: πολυλογία ἢ ταυτολογία. ἀελλόπους: ταχύπους. ἄελλα: ἀνέμων συστροφή. ἀεθλεύων: ἀγωνιζόμενος. ἀέθλευον: ἐμόχθουν, ἠγωνίζοντο. ἀεθλοφόρους: ἀγωνιστάς. ἄερκτον: ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν ὁρώμενον. ἀεροβατεῖν: εἰς τὸν ἀέρα περιπατεῖν. ἀείνως: γλῶττα καὶ ἀείνως φωνὴ καὶ ὀργὴ καὶ ἐπιθυμία, καὶ ἐπὶ τῶν ὁμοίων, χρῶ· γλῶττάν τέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα κινήσεις λέγων. ἐρεῖς δὲ καὶ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη, διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅ πέρ ἐστι ῥεῖν· ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν. ἀείζων: ἀείζων ἐρεῖς τρισυλλάβως, ὡς οἱ Ἀττικοί, καὶ ἀείζωον τετρασυλλάβως. ἔστι δὲ ὅμοιον τῷ ἀείνων, ὃ σημαίνει τὸ ἀένναον. ὥσπερ οὖν ἀπὸ τῆς σῶος εὐθείας δισυλλάβου γίνεται σῶς εὐθεῖα μονοσύλλαβος, καὶ ἡ αἰτιατικὴ σῶν, οὕτω καὶ ἀπὸ τῆς ζῶς εὐθείας μονοσυλλάβου, ᾗ κέχρηται καὶ Ὅμηρος, γίνεται ἡ αἰτιατικὴ ζῶν, καὶ κατὰ σύνθεσιν ἀείζων, ὡς Αἰσχύλος Γλαύκῳ Ποντίῳ· ὁ τὴν ἀείζων ἄφθιτον πόαν φαγών. Σοφοκλῆς δὲ τὴν εὐθεῖαν εἶπεν ἀείζως γενεά. ἀπὸ δὲ τῆς ζωός δισυλλάβου εὐθείας φιλόζωος εἶπεν. ἧς ἡ γενικὴ ζωοῦ, ἣν Αἰσχύλος κατὰ σύνθεσιν προάγει, εἰπών· καὶ γεύομαί πως τῆς ἀειζώου πόας. ἀείζων πένθος ἐρεῖς, ὡς Σοφοκλῆς ἀείζωον ἕλκος. ἄειλα: τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς ἕλης. οὕτως Αἰσχύλος. ἀείνων: τὸ ἀένναον. ἀείταν: τὸν ἑταῖρον. Ἀριστοφάνης δὲ τὸν ἐρώμενον. ἀετός: τό τε πτηνὸν ζῶον, καὶ τὸ ἐπὶ τῷ προπυλαίῳ, ὃ νῦν ἀέτωμα λέγουσιν. ἡ γὰρ ἐπὶ τοῖς προπυλαίοις κατασκευὴ ἀετοῦ μιμεῖται σχῆμα, ἀποτετακότος τὰ πτερά. ἔστι δὲ καὶ βοτάνη ἐν Λιβύῃ. ἀελλησιθύμοις: ἀνυποστάτοις μετὰ παῤῥησίας. ἀέσαι: ἐπὶ πολὺ κοιμηθῆναι, κατὰ στέρησιν τοῦ ἔσαι, ὅ ἐστιν ὁρμῆσαι. ἢ ὡς ὁ Ἀπίων, ἐπὶ πολὺ ἡσθῆναι. ἄζυξ: ὁ μὴ συνεζευγμένος γάμῳ. ἀζήτητον: τὸ ζητούμενον οὐδʼ ὅλως. ἀζηνιεύς: Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθοωντίδος, ἀφʼ ἧς ὁ φυλέτης Ἀζηνιεύς. ἄζα: ξηρασία. σημαίνει δὲ καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον ὑγρόν. οὕτω Πραξιφάνης. ἀζάλιον: ξηρόν, ἢ ἄγαν ζέον. ἄζειν: τὸ στένειν. Σοφοκλῆς. ἄζειν: τὸ διὰ τοῦ στόματος ἀθρόως ἐκπνεῖν ἄζειν λέγουσιν Ἀττικοί, μιμούμενοι τὸν ἦχον τοῦ πνεύματος. οὕτω Νικόχαρις. ἀζήν ὁ πώγων κατὰ Φρύγας λέγεται. ἡ λέξις Ἡρωδιανοῦ. ἀζηνία καὶ Ἁμαξάντεια καὶ Ἀνακαία, ἔτι δὲ Ἀχερδοῦς καὶ Ἀγριάδαι, δῆμοι. ταῦτα πάντα Ἱπποθοωντίδος. ἀζησία: οὕτως ἡ Δημήτηρ παρὰ Σοφοκλεῖ καλεῖται. οἱ δὲ τὴν εὐτραφῆ. ἀζύμου κράσεως: ἀντὶ τοῦ τῆς γλίσχρας. καὶ τὸ ἄζυμον. ἐν Τιμαίῳ· τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν. λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. ἀηδές: λυπηρὸν καὶ ἀηδές. ἄησιν: ἀναπνεῖ. ἀηδόνα: ἔστιν μὲν ἡ ὄρνις, ἐκ μεταφορᾶς δὲ οἱ τραγικοὶ τὴν γλωσσίδα τῶν βοῶν, ἔστιν δʼ ὅπου καὶ τὸν αὐλόν. ἡ λέξις Διδύμου. ἀηδόνειος θρῆνος: Αἰσχύλος· θρηνεῖ δὲ γόον τὸν ἀηδόνειον. ἀηδόνειος ὕπνος: Νικόχαρις· εἰ πεύσομαι τὸν ἀηδόνειον ὕπνον ἀποδαρθέντα σαυτὸν αἰτιῶ. ἀηδόνειος κλαγγή: Νικόμαχος· μέλπουσιν ἀηδόνειον κλαγγήν. ἀήσυρον: ἀσθενὲς καὶ κενόν. ἀθαμβής: ἄφοβος. ἀθέμιστα: ἄδικα. ἀθεσίαν: παραβασίαν. ἀθέμιστος: ἄνομος. ἀθήλυντον: ἀδάμαστον, σκληρόν. ἀθησαύριστον: ἀνεπιτήδειον εἰς ἀπόθεσιν. ἄθλον: συνάγει. ἆθλον: ἀγώνισμα. ἢ τιμή, ὁ μισθός, τὸ τοῦ ἀγῶνος βραβεῖον. ἆθλος: ἀρσενικῶς τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἔπαθλον. διαφέρει δὲ τοῦτο τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίως τὸ ἔπαθλον, τοῦτο δὲ τὸν ἀγῶνα. ἀθλεύων: κοπιῶν. ἄθραυστον: ἰσχυρόν, ἄκλαστον. ἄθρει: ὅρα, βλέπε. ἀθεώρητος: ἀντὶ τοῦ ἀθέατος. ἀθηνόδωρος: ὄνομα κύριον, στρατιώτης Ἀθηναῖος. ἀθμονεύς: Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφʼ οὗ ὁ δημότης Ἀθμονεύς. ἀθρεῖν: τὸ περισκοπεῖν καὶ μετὰ ἐπιτάσεως ὁρᾷν. παραδειγμάτων δὲ πάντα μεστά. ἅθρους: ἢ ἀφʼ ὧν συνηγμένους ὁμοῦ ἢ ἀθρόως. λέγεται δὲ καὶ ἅθρους καὶ ἀθρόους. ἀθροίζει: συνάγει. ἄθυρμα: παίγνιον. καὶ ἀθύρειν τὸ παίζειν. Πλάτων Νόμοις· ἡ δʼ αὖ παρʼ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι. ἀθρήματά τινα ὄντα, παρὰ τὸ ἀθρεῖν, θεάματα. ἀθύρων: παίζων. ἄθυμος: ὅ τε ἀόργητος παρὰ Πλάτωνι, καὶ ὁ περίλυπος παρʼ Αἰσχίνῃ. ἀθέλδεται: διηθεῖται. Διοκλῆς Μελίσσαις· καὶ διὰ τετρημένων ἀθέλδεται τύπων. ἄθεσμος βλάβη: ἦσάν τινες ἄθεσμοι καλούμεναι βλάβαι, περὶ ὧν νόμος οὐκ ἦν κείμενος. τὸ δὲ αὐτὸ ἐκαλεῖτο καὶ ἄθεσμος δίκη. ἀθετεῖν: ἐπὶ τοῦ μὴ ἁρμόζειν. ἀθεσίαν: παραβασίαν. ἄθετος: ὁ ἀποίητος. οὕτω Ποσείδιππος. ἄθηλον: τὸ μὴ τεθηλός. ἢ ἀδάμαστον, σκληρόν. ἄθηλον παιδίον: τὸ τροφῆς μὴ μετειληφός, τὸ ἄτροφον. οὕτως Ἀριστοφάνης. ἀθηνᾶ ἱππία: ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς κεφαλῆς, ὡς ὁ μῦθος, μεθʼ ἵππου ἀνήλατο· ἢ ὅτι, ὡς Μνασέας, ἡ Ποσειδῶνος καὶ Κόρης τῆς Ὠκεανοῦ θυγάτηρ Ἀθηνᾶ τὸ ἅρμα τῶν ἵππων ἐξεῦρεν. ἄλλοι δέ φασιν, ὡς Ἄδραστον φεύγοντα καὶ ἐπὶ κολωνοῦ στήσαντα τοὺς ἵππους Ποσειδῶνα καὶ Ἀθηνᾶν ἱππίους προσαγορευθῆναι. ἀθήρη: ἀντὶ τοῦ ἠκονημένου σιδήρου, κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅ ἐστι τοῦ ἀστάχυος τὸ ἄκρον καὶ λεπτότατον, ἀφʼ οὗ τὸ ἀθηρηλοιγόν καὶ ἀθέριζον πεποίηται. ἄθηρος ἡμέρα: σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα. καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότῃσι. πρόσεστι δὲ τὸ σεμνὸν τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται δὲ ἐπὶ Ἀκταίωνος· οὔ πώ τις Ἀκταίωνʼ ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντʼ, ἔπεμψεν ἐς δόμους. ἐγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος. ἀθάρη καὶ ἀθέρα καὶ ἀθήρα καὶ ἀθάρα τὸ αὐτό φασιν. ἔστι δὲ ἀθάρη ἡ ἐκ πυρῶν ἡψημένων καὶ διακεχυμένων ὥσπερ ἔτνος τροφή. διαφέρει δὲ τοῦ ἔτνους, ὅτι τὸ μὲν ἔτνος ἐκ κυάμων ἢ πισῶν ἢ ἁπλῶς κατερικτῶν ὡντινωνοῦν σκευάζεται, ἡ δὲ ἀθάρη, ὥσπερ εἴρηται, πυρῶν ἡψημένων καὶ διακεχυμένων. ἔστι δὲ ἡ χρῆσις τῆς λέξεως πολλὴ παρὰ τοῖς Ἀττικοῖς, κατὰ μὲν τὸ τέλος διὰ τοῦ η προαγομένη, κατὰ δὲ τὴν μέσην διὰ τοῦ α. κατὰ δὲ πολλοὺς ἄλλους κατὰ μὲν τὸ τέλος διὰ τοῦ α, κατὰ δὲ τὴν μέσην διὰ τοῦ η. οὕτω δὲ καὶ Ἑλλάνικος καὶ Σώφρων ἐχρήσατο. ἐκτείνουσι δὲ καὶ τὸ α, ὡς ἀπὸ τοῦ ἀθήρα τῆς λέξεως μεταληφθείσης. ἴσως δέ φασιν ἀθέρα ἦν ἡ λέξις διὰ τοῦ ε, ἡ ἐκ τῶν ἀθέρων κεκαθαρμένη τροφὴ καὶ ἡψημένη ἐκ τῶν πυρῶν, ὕστερον δὲ τὸ ε εἰς τὸ η ἐξετάθη, ὥσπερ καὶ τὸ ἔθος εἰς ἦθος. τὸ μέντοι ἀθέρα εἰς τὸ ἀθάρα Δωρικῶς γέγονεν. οἱ δὲ ἀθάρην λέγοντες Ἰακῶς φασι· καὶ γὰρ καὶ ἄλλοις ἐχρήσαντο Ἰακοῖς διὰ τὴν ἄνωθεν συγγένειαν. ὥστε τὸ ἀθάρη παρὰ τοῖς Ἀττικοῖς λεγόμενον τὴν μὲν παραλήγουσαν κατὰ τὴν Δώριον, τὴν δὲ κατάληξιν κατὰ τὴν Ἰωνικὴν ἔσχεν διάλεκτον. Ἀριστοφάνης Πλούτῳ· ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη. Κράτης Ἥρωσιν· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρυβλίον φέρειν καὶ τῆς ἀθάρης. ἀθυρόγλωσσος: Εὐριπίδης Ὀρέστῃ· ἀνήρ τις ἀθυρόγλωσσος. εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅ πέρ ἐστιν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν μὴ κατέχοντα τὸ στόμα. ἀθύρωτος: ἄκλειστος. Ἀριστοφάνης. ἀθώπευτον: ἀκολάκευτον, ἄγριον. ἄθων: τὸ ὄρος, θηλυκῶς. ἀθῷος: ὁ ἀζήμιος, ὁ ἔξω τῆς θωῆς ἤγουν τῆς ζημίας. ἀθράνευτον: ἄστρωτον. ἄθρακτος: ἀτάραχος. καὶ τὸ συνεχύθη ἐθράχθη Σοφοκλῆς λέγει. ἀθυμεῖν: ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι. πολύ ἐστιν ἐν τῇ τραγῳδίᾳ. οὕτως Αἰσχύλος. ἀθυμία: Ἡρόδοτος ἐν τῷ πρώτῳ αὐτοῦ λόγῳ τὴν ἀτυχίαν λέγει. ἄθριξ: ὁ ἐψιλωμένος τριχῶν. ἀθήναζε: Πλάτων ἐν Ὀδυσσείᾳ. Παρμενίδῃ. τὸ μέν τοι ἐν τῷ περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον. φησὶ δὲ τούτῳ· καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλιασίων οὐδʼ εἷς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε. καὶ τὸ παρὰ Ἀντιφῶντι δὲ ἐν τῷ περὶ ἀνδραποδισμοῦ λόγῳ ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον τὴν σύνταξιν. γράφει δὲ οὕτως· ἐπειδὴ γὰρ ἀπῴκεις τὴν Ἀθήναζε, καὶ ἀπηλλάγην τῆς κληρουχίας. ἀθάριοι: αἱ μὴ διαπεπαρθενευμέναι. τινὲς δὲ μὴ δεδεμένοι ἄρθρον. ἀθερίζει: ἀδικεῖ, προπηλακίζει. ἀθέλβεται: διηθεῖται. ἄθαπτος: ὁ μὴ τεθαμμένος, παρὰ Μενάνδρῳ. ἀθαυμάστως: Σοφοκλῆς εἶπεν. ἀθέμιστα καὶ ἀνόσια δρᾷν Δείναρχος εἶπε καὶ Σοφοκλῆς. καὶ ἀθεμιστότεροι Ξενοφῶν. καὶ ἀθέμιτοι μοῦσαι εἶπεν Ἀγάθων ἐν Ἀλκμαίωνι. ἄθετος Ἐρινύς: σκληρά, ἣν οὐχ οἷόν τε ἐξιάσασθαι. ἀθηρής: ἴσως μὲν ὁ ἀτηρής, ἢ ὁ ἀντερειστικός. Αἰσχύλος Ἀγαμέμνονι· χαλκὸν ἀθέριτον ἀσπίδος ὑπερτενῆ. ἢ ὁ λαμπρός, ὁ διὰ λαμπρότητα ἀθρούμενος. ἢ ὁ ἀθερίζων καὶ οὐδενὸς ἔχων λόγον διὰ σκληρότητα. ἢ ὁ ὀξύς, παρὰ τοὺς ἀθέρας. ἀθήρ: ἀκμὴ τοῦ ἠκονημένου σιδήρου, κατὰ μεταφορὰν ἀπὸ τοῦ ἀθέρος, ὅς ἐστι τοῦ ἀστάχυος. λέγεται δὲ καὶ ἡ ἐπιδορατὶς ἀθήρ. αἶ: ψιλούμενον καὶ περισπώμενον τὸ ὄφελον σημαίνει, κατʼ ἀποκοπὴν τοῦ αἴθε. δασυνόμενον δὲ ἄρθρον θηλυκὸν ἀναφορικόν. σημαίνει δὲ καὶ ἐπίῤῥημα θρηνητικὸν περισπώμενον καὶ ψιλούμενον, ὃ καὶ διπλασιάζεται· αἶ αἶ τάλαινα. αἰάζειν: τὸ κατοικτείρειν. αἲ γάρ: εἴθε γάρ. αἰγιάζειν: σὺ δʼ αἰγιάζεις ἐνθαδὶ καθήμενος, ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖς. αἰγίβοτος: ἐπιτηδεία αἶγας βόσκειν. αἰδέσιμον: ἀξιοτίμητον, καλόν. αἰξωνεύεσθαι: ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων ὁ Ἀβδηρίτης. ὡς ἐπὶ βλασφημίᾳ δὲ διαβέβληται. βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς κατηγοροῦνται. φησὶ γὰρ ὁ κωμικός· γραῦς τις κακολόγος, ἐκ δυοῖν Αἰξωνέοιν. αἰγίς: τὸ ἐκ τῶν στεμμάτων πλέγμα. καὶ τὸ διάστεμμα τῶν πεπλεγμένων δικτύων. καὶ τὸ τοῦ Διὸς ὅπλον. καὶ ἀνέμου συστροφή, ἣν καὶ καταιγίδα καλοῦσιν. καὶ θώραξ. καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. αἰγεῖον: Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. Αἰγεῖόν ἐστιν Αἰγέως ἡρῷον ἐν Ἀθήναις. αἰγεῖδαι: Δημοσθένης ἐν τῷ Ἐπιταφίῳ, εἰ γνήσιος. ἔστι δὲ Αἰγηῒς φυλή, ἀπὸ Αἰγέως τοῦ Πανδίονος, ἧς οἱ φυλέται Αἰγεῖδαι. αἰγυπτιάζειν: τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι. αἰγλήεντος: λαμπροῦ. αἴγλη: λαμπηδών, αὐγή, φέγγος, φῶς. καὶ ἡ θυσία δὲ ἡ ὑπὲρ τοῦ κατακλυσμοῦ εἰς Δελφοὺς ἀπαγομένη αἴγλη ἐκαλεῖτο. καὶ ποπάνου τι εἶδος, ἐν ᾧ διεπλάσσετο εἴδωλα. καὶ βόλος φαῦλος κυβευτικὸς αἴγλη ἐκαλεῖτο. ἀλλὰ καὶ ἡ σελήνη. καὶ τοῦ ζυγοῦ τὸ περίμεσον. καὶ παιδιά τις ἐκαλεῖτο αἴγλη. καὶ ὁ Ἀσκληπιός. καὶ χλιδὼν δέ τις οὕτως ἐκαλεῖτο. ἔνιοι δέ φασι σημαίνειν καὶ τὸν περιπόδιον κόσμον ἢ τὸν ἀμφιδέα, ἢ ἁπλῶς ψελλίον. σημαίνει δὲ καὶ τὴν πέδην ἡ αἴγλη, ὡς παρʼ Ἐπιχάρμῳ. αἰγείρου θέα καὶ ἡ παρʼ αἴγειρον θέα: Ἀθήνῃσιν αἴγειρος ἦν, ἧς πλησίον τὰ ἴκρια ἐπήγνυντο εἰς τὴν θέαν πρὸ τοῦ θέατρον γενέσθαι. οὕτω Κρατῖνος. αἰγυπιόν οἱ παλαιοί, οὐ γῦπα. αἰδέσιμον: ἀξιοτίμητον, καλόν. αἰδήμων: αἰδέσιμος. αἰδοῖ εἴκων: αἰδούμενος. αἰδοσύνη: ἐπὶ τῶν ἐγκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων. αἰδέσασθαι: ἀντὶ τοῦ μεταπεισθῆναι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. ἀντὶ τοῦ ἐξιλάσεται καὶ πείσειν. αἰθάλη: σποδός, τέφρα, τὸ ἐκ καμίνου μέλαν. αἰθαλόεν: κεκαυμένον. αἰθαλώδης: σκοτώδης. αἰθαλείδης: δῆμός ἐστιν Αἰθαλεῖδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ φυλέτης Αἰθαλείδης. αἴθʼ ὄφελον: παραλλήλως τὰ εὐκτικὰ μόρια κείμενα κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον προσώπων, τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει. αἴγλης Χάριτες: πιθανῶς ἐγενεαλόγησαν τὰς Χάριτας Αἴγλης καὶ Ἡλίου, ἐπεὶ τὰς χάριτας λαμπρὰς εἶναι δεῖ. αἰδώ: τὸ αἰδοῖον. καὶ ἡ σελήνη παρὰ Χαλδαίοις. καὶ ἡ ῥιπὴ παρὰ Λάκωσι. καὶ ἡ τροφὸς τῆς Ἀθηνᾶς. καὶ ὁ βωμὸς ὁ ἐν τῇ ἀκροπόλει. αἴθεσιν: λαμπροῖς. αἰθήρ: ὁ ἐν ὕψει ἀήρ, ὁ ἐπάνω τοῦ ἀέρος καιόμενος ὑπὸ τοῦ ἡλίου. αἰθόμενος: καιόμενος. αἰθρία: εὐδία. αἴθριος: ὑπὸ τὸν ἀέρα. αἰκία: ὕβρις ἔμπληγος. διαφέρει δὲ ὕβρεως, ὅτι αἰκία μὲν ἡ διὰ πληγῶν, ὕβρις δὲ καὶ ἄνευ πληγῶν μετὰ προπηλακισμοῦ καὶ ἐπιβουλῆς. διὸ καὶ εὐθῦναι ἐλάττονες τῆς αἰκίας, καὶ τὰ δικαστήρια διάφορα. αἰκίζει: κακοῖ, τύπτει. αἱματόεντα: αἱματώδη. αἴθρια στέφη: τὰ αἰθέρια. ἢ μεγάλα. οἱ δὲ τὰ ἀπὸ τῶν δένδρων. ἢ τὰ ἐξ Ὑπερβορέων κομιζόμενα, ὡς ἀεὶ ἐν ὑπαίθρῳ τιθέμενα. αἰθιόπιον: τῆς Εὐβοίας ἐστὶ χωρίον. αἰκίας: εἶδός ἐστι δίκης ἰδιωτικῆς, ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλʼ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ ἄξιον εἶναι τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσιν. αἱμασιά: τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον. κυρίως δὲ τοῖς ἠκανθωμένοις λέγεται φραγμοῖς, ἥν τινες ἅρπεζον. καὶ οἱ Ἴωνες οὕτω χρῶνται. δηλοῖ δὲ Ἡρόδοτος ἐν τῇ πρώτῃ. φαύλως δὲ οἱ πολλοὶ τὸ χωρίον αὐτὸ τὸ ὑπὸ αἱμασιῶν περιεχόμενον αἱμασιὰν καλοῦσιν. αἶνος: λόγος παροιμιώδης. ἢ ἔπαινος καὶ ἐγκώμιον. αἶνός τις ἔστιν, ὡς ἀνήρ τε κοὐκ ἀνήρ. αἵματι κλαίειν: ἐφʼ ὧν μὴ δύναιντο πεῖσαι πάντα πράττοντες, οὕτως ἔλεγον οἱ ἀρχαῖοι, οὐδʼ ἂν πείσειας αὐτὸν οὐδʼ αἵμασι κλαίων. αἱμηρόν: αἵματος πλήρη. αἷμα: τὸ γένος· ταύτης τοι γενεῆς καὶ αἵματος εὔχο-μαι εἶναι. καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ κυριώτατον. Σοφοκλῆς δὲ ἐν Ἠλέκτρᾳ τὴν μάχαιραν αἷμά φησιν. αἰόλος: εὐκίνητος, ποικίλος. αἱμύλος: κόλαξ, ἀπατεών. αἰναρέτης: ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος. αἰνὸν γὰρ τὸ κακόν. αἰνίγματα: ζητήματα. αἰνίττεται: ἀσήμως λέγει. αἰπόλια: αἰγονόμια. αἱρεθέν: θεληθέν. αἱρετόν: ἐπιθυμητόν. αἶρε μασχάλην: ἐπὶ τοῦ ὀρχήσασθαι. αἱρετιεῖ με: προτιμοτέραν ἡγήσεται. αἱρήσειν: συλλαβεῖν, ἑλκύσαι, χειρώσασθαι, πορθῆσαι. αἱρεῖ: καταλαμβάνει. αἱρήσεσθαι: λαβεῖν. αἰρόμενος: φερόμενος. αἱρήσομαι: λήψομαι, σκέψομαι, βουλεύσομαι, ἐκλέξομαι. αἴσιμα: καθήκοντα. αἴσιος: ὁ καθήκων, ἀληθής. αἰσυητῆρι: χοιροβοσκῷ. αἰσχίω: χείρω. αἶσχος: ἀτιμία. αἰχμάσσουσι: δορατομαχήσουσιν. αἰτναῖον πῦρ: τὸ Σικελικὸν πῦρ, ἐκ τοῦ ὄρους τοῦ λεγομένου Αἴτνη. καὶ αἰτνίζοντος. αἰχμή: ἡ ἐπιδορατίς. αἰχμητής: πολεμικός. αἱ ψελλίζουσαι: αἱ ἀσήμως λέγουσαι. αἰών: μυελός. ἢ χρόνος ἀΐδιος. αἰωνίζει: διὰ παντός. αἰώρα: ἀγχόνη, ὕψος, ἔπαρσις. αἰωρήσεις: κρεμάσεις. αἰωροῦνται: κρέμανται. ἀκάθεκτος: ἀκατάσχετος. ἀκαθοσίωτον: ἄνομον, ἄκοσμον, ἀπόβλητον. ἄκαινα: ἔστι μέτρον δεκάπουν. ἔστι δὲ καὶ ῥάβδος, ἐν ᾗ κεντοῦσι τοὺς βόας, τῶν Πελασγῶν τοῦτο εὑρόντων. ἀκαπήλευτον: ἄδολον, καθαρόν, ἀρᾳδιούργητον. αἰγίζειν: διασπᾷν. αἱρησαμένων: βουλευσαμένων. αἶρε δάκτυλον: τίθεται ἐπὶ τῶν ἀπαγορευόντων ἐν τῇ ἀγωνίᾳ. ἐπαίρεσθαι γὰρ τὴν χεῖρα σύμβολον τοῦ νενικῆσθαι. αἱρεῖσθαι: ἐργάζεσθαι. ἄρασθαι: προσενέγκασθαι. Κρατῖνος Τροφωνίῳ· οὐ σῖτον ἄρασθʼ, οὐχ ὕπνου λαχεῖν μέρος. αἶρε: πρόσφερε. αἴρειν γὰρ καὶ τὸ προσφέρειν δηλοῖ, οἷον· αἶρʼ, αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ, Ἀριστοφάνης Εἰρήνῃ. καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ· πρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσ-φερε. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς, ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ· εἶτʼ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον· σπονδὰς .. ποίησον. καὶ Συναριστώσαις· ἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλʼ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασʼ ἀφʼ ἡμῶν. αἱρούμενος: βουλόμενος. αἰνίους: Αἶνος πόλις ἐστὶ τῆς Θρᾴκης, ἣν Ἕλληνες τὰ πρῶτα καὶ Ἀλωπεκοννήσιοι κατῴκισαν· ὕστερον δὲ ἐκ Μιτυλήνης καὶ Κύμης ἐπηγάγοντο ἐποίκους. αἰξωνῇσιν: Αἰξωνηῒς δῆμός ἐστι φυλῆς Κεκροπίδος. ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφʼ οὗ καὶ τὸ κακῶς λέγεσθαι αἰξωνεύεσθαι ἔλεγον. αἰκάλλει: σαίνει, θωπεύει. αἰθρεῖ: χειμάζει. αἰνῶ: παραιτοῦμαι. Σοφοκλῆς. καὶ ἐπαινῶ. αἴλινον: κοινῶς καὶ ἐπὶ θρήνου καὶ ἐπὶ ὕμνου ἐστίν, ἀπὸ Αἰλίνου τοῦ Καλλιόπης. αἵματος ἆσαι Ἄρηα: αἵματος κορέσαι τὸ δόρυ. ἢ αἵματι μολῦναι καὶ χρῶσαι· ἄση γὰρ ἡ ῥυπαρία, ὅθεν καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντες ἐλούοντο, ὅ ἐστι τὴν ῥυπαρίαν μειοῦντες. αἰόλη νύξ: ἤτοι μέλαινα ἢ ποικίλη διὰ τὰ ἄστρα. αἰσχυνόμενος περιπλέκει τὴν συμφοράν: ἐν συνουσίᾳ αἴσθεσθαι καὶ αἰσθάνεσθαι: ἔνιοι διαφορὰν ὑπέλαβον εἶναι τοῦ αἴσθεσθαι καὶ αἰσθάνεσθαι, καὶ διαπεφήναντο τοὺς ῥήτορας κεχρῆσθαι τῷ αἴσθεσθαί μου ἐπὶ τοῦ ἀκριβῶς εἰδέναι τι, τῷ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν. ἡμεῖς δὲ περὶ ἀμφοτέρων ἐροῦμεν. τὸ αἰσθάνεσθαι κατὰ ἀλήθειαν οἱ παλαιοὶ ἐπὶ τοῦ εἰδέναι τι ἔταξαν· οὕτως Ἀντιφῶν. καὶ ἐπὶ τοῦ ὑποπτεύειν, ὡς Λυσίας. αἰτούμενος: κιχράμενος. Μένανδρος Ὕμνιδι· οὐ πῦρ γὰρ αἰτῶν, ἀλλὰ λοπάδʼ αἰτούμενος. αἰνίζομαι μαζῷ: ἐπαινῶ ἢ καταπλήσσομαι, παρὰ τὸ αἰνόν, ὅ ἐστι δεινόν. τινὲς δὲ τὸ εἰς αἶνον καὶ παραβολὴν ἄγω, οἷον αἰνιγματοῦμαί σε. αἶρα: σφύρα, ἀξίνη. αἴρειν: λαμβάνειν καὶ καταλαμβάνειν. αἴρειν: αὔξειν. αἰρεῖς: δοξάζεις, ἡγῇ. αἴρειν: τράπεζαν παρατιθέναι. αἴρειν καὶ τὸ προσφέρειν δηλοῖ. αἰρόπινον: σκοτεινόν. καὶ κόσκινον ἐν ᾧ πυροὶ σήθονται ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν. αἴσακος: ὁ τῆς δάφνης κλάδος, ὃν κατέχοντες ὕμνουν τὸν θεόν. αἴσθων: αἰσθανόμενος. καὶ βασανιζόμενος. ἢ ἐκπνέων. αἴσιμα: τὰ προσήκοντα, παρὰ τὴν αἶσαν. ἐνίοτε δὲ τὰ καθήκοντα ἢ τὰ ἀγαθά. ἔσθʼ ὅτε δὲ τὰ εἱμαρμένα. αἴσιον: μέτριον, δίκαιον. καὶ ὑπεραίσιον. αἰσυμνῆται: οἱ τοῦ ἀγῶνος προεστῶτες. ἢ οἱ νεανίαι. ἢ οἱ νεμηταί, ὅ ἐστι βραβευταὶ καὶ οἱ δύο τοῦ αἰσίου βραβευταὶ ἑκάστῳ. αἰσχύνει: αἰκίζεται, λυμαίνεται, αἶσχος περιτίθησιν. αἰτήσασθαι: τὸ χρήσασθαι. Μένανδρος. αἰόλλει: ποικίλλει, στρέφει, πλανᾷ. αἲ αἴ: ἠθικὸν τοῦτο. Πλάτων Γρυψίν. αἲ αἴ, γελῶν δʼ ἐπηκροώμην .. πάλαι. ἔστι δὲ πολὺ παρὰ τοῖς τῆς μέσης κωμῳδίας καὶ νέας ποιηταῖς. αἰαί: ἀκόντιον Ἀθήνῃσι. καὶ τοῦ Αἰακοῦ τέμενος. αἰβοῖ: σχετλιασμοῦ δηλωτικὸν ἐπίφθεγμα παρὰ Δωριεῦσιν. αἰγάλεως: ὄρος ἐν τῇ Ἀττικῇ, ἀπάντικρυ Σαλαμῖνος. αἰγίθαλλος: ὄρνεον κωλυτικὸν πράξεως. Ἀλκαῖος Γανυμήδει· ἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμα. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος. αἱματῶσαι: ἀντὶ τοῦ φονεῦσαι. Σοφοκλῆς. αἰγίπυρος: πόα πυῤῥά, ἣν αἶγες νέμονται. αἴθυγμα: οἷον σκίασμα, σημεῖον. αἰθύσσειν: ἀνασείειν, ἀνακαίειν. αἴθων: ἀνδρεῖος, πολεμικός. αἰκία: εἶδος δίκης ἐπὶ πληγαῖς. εἰσήγετο δὲ ἐντὸς ἡμερῶν τεσσάρων, πρὶν ἢ τὰ ἴχνη τῶν πληγῶν ἀφανισθῆναι. αἰκῶς: χαλεπῶς, δισυλλάβως, ἀπὸ τῆς αἰκίας. οὕτως Πλάτων. αἷμα νίψαι: οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης. αἱμούς: τοὺς δρυμοὺς Αἰσχύλος, ἴσως ἀπὸ τοῦ αὐτοῦ ἀφʼ οὗ καὶ ἡ αἱμασιὰ κέκληται. αἴνειν: τὸ ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα. αἰόλη: ἡ ταχεῖα. οὕτως Ἀχαιός. αἰολίζειν: τὸ ποικίλλειν. οὕτως Σοφοκλῆς. αἰολίδας: οὕτω τοὺς ποικίλους ἔλεγον. αἰειγενετάων: διαπαντὸς ὄντων, ἢ διαπαντὸς ἐνεργούντων καὶ γενεσιουργούντων. αἰεί: διʼ αἰῶνος· θεῶν αἰειγενετάων. καὶ τὸ κατὰ χρόνον. καὶ τὸ συνεχῶς καὶ πυκνῶς. καὶ τὸ διόλου· αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἄπο νόσφιν ἐόντα. καὶ τὸ καθʼ ὥραν τεταγμένην συμβαῖνον· μάλα κεν βαθὺ λήϊον αἰεί. καὶ τὸ ἐν βραχεῖ χρόνῳ συνεχές· αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον. αἰεὶ νέον ἐρχομενάων: οἱονεὶ διὰ παντὸς νεωστὶ ἐρχομένων. αἰετοί: τὰ προνόμια τῶν ναῶν, τὰ φατνώματα τῶν ὀρόφων, διὰ τὸ ἐοικέναι πτέρυξιν ἀετῶν. αἰγύπτιον γῆρας: πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα γογγύλων μόρον, ἔπειτα γῆρας λαμβάνεις Αἰγύπτιον· Σοφοκλῆς. σημαίνει δὲ .... αἰγύπτιον: ὄνομα ἐθνικόν. καὶ κύριον τοῦ Ἰθακησίου γέροντος. αἴγυπτος: ὁ Νεῖλος ποταμός, ἀφʼ οὗ καὶ ἡ χώρα ὑπὸ τῶν νεωτέρων Αἴγυπτος ἐκλήθη. αἰγύπτης: συβότης, νομεύς. αἰγίναιον σκάφος: τὸ ἐξ Αἰγίνης. καὶ Αἰγίνηθεν ἐρεῖς ηὐτομόλησεν. αἶγες: τὸ σπινθηρίζον καὶ διᾴττον πῦρ. ἢ ἀπὸ βροντῆς. αἰδέσεως: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· τοῦ δὲ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσεν. ὁ αὐτὸς δὲ καὶ αἰδέσεταί φησιν ἀντὶ τοῦ αἰδοῦς καὶ τιμῆς ἀξιώσας οἰκτείρει. αἶα: τὰ λεγόμενα ὄα. φυτὰ δέ ἐστιν. Διονύσιος δέ φησι· τὰ δὲ ὄα τινὲς βάμμα, οἱ δὲ αἶα, οἱ δὲ λεόνεον προσαγορεύουσιν. αἴθοι: τῆς καφθείσης γῆς τὸ καταλειπόμενον. αἱματωπόν: Εὐριπίδης· δράκοντος αἱματωπὸν αἷμα. αἱματοσταγῆ: Εὐριπίδης καὶ Ἀριστοφάνης· αἱματοσταγῆ κηλῖδα τέγγῃ. αἱμάτου: ἀντὶ τοῦ ἐξαιμάτου. Εὐριπίδης· αἱμάτου θεᾶς βωμόν. αἱμορυγχία: Δώριόν ἐστι τοὔνομα, πλὴν καὶ ὁ Ἀττικὸς Ἕρμιππος ἐχρήσατο τῇ φωνῇ, εἰπών· ἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποιῶ. σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν. αἱματοῤῥόφον: Σοφοκλῆς· τίσις δʼ ἄνωθεν εἶσιν αἱματοῤῥόφος. σημαίνει δὲ ... αἶμον τὸ ὄρος οὐδετέρως Ἑκαταῖος διαπαντὸς καὶ Διονύσιος καὶ Ἑλλάνικος καὶ Εὔδοξος. αἱμασιώδεις: Πλάτων εἶπε περιβόλους αἱμασιώδεις τινάς, ἢ τοὺς ἐκ λίθων ἄνευ πηλῶν κατεσκευασμένους, ἢ τοὺς ἀπὸ ἀκανθῶν πεφραγμένους. αἱμασιολογεῖν: Θεόπομπος· αἱμασιολογεῖν ἄριστʼ ἠπίστατο. αἱμυλίοισι: τοῖς μετʼ ἐμπειρίας συνετοῖς καὶ προσηνέσι, καὶ οἱονεὶ δολίοις τισὶ καὶ παραλογιστικοῖς, μεθʼ ἡδονῆς καὶ κολακείας ἀκουομένοις. αἱμύλος: ὁ ἔμπειρος ἢ ἡδὺς ἐν τῷ ἀπατᾷν καὶ κόλαξ. Πλάτων αἱμύλος ἔρως φησί, καὶ Σοφοκλῆς· Εὐριπίδης δὲ καὶ αἱμύλη εἶπε θηλυκῶς. Κρατῖνος δὲ αἱμυλόφρων εἶπε. καὶ αἱμυλοπλόκος ὁ αὐτός. αἴσχιον: ἀντὶ τοῦ αἰσχροῦ. Θουκυδίδης. αἰσχροεπεῖν: αἰσχρολογεῖν. αἰτιαζομένους: τοὺς ἐν αἰτίᾳ ὄντας. αἴτιον γενέσθαι: ἀντὶ τοῦ ἐν αἰτίαις. Θουκυδίδης. ἄϊδρις: ἄπειρος. ἀΐδρυτα: τὰ κακά. ἀΐειν: ἀκούειν, αἰσθάνεσθαι. ἀΐστωρ: ἄπειρος καὶ ἀμαθής. ἀϊστωθείη: ἀφανισθείη. αἱρεθίζειν οἱ περί τι σπουδάζοντες. αἱμαχᾶναι: αἱμάξαι. αἰονᾷν: καταντλεῖν. αἰῶ τὸν αἰῶνα κατὰ ἀποκοπὴν Αἰσχύλος εἶπεν. ἀκαδημία: τρία ὑπῆρχε γυμνάσια, Λύκειον, Κυνόσαργες, Ἀκαδημία. ἐκλήθη δὲ ἀπὸ τοῦ καθιερώσαντος αὐτὸ Ἀκαδήμου. ἀκάθεκτος: ἀκατάσχετος. ἀκάμπιος δρόμος: ὁ μακρὸς διʼ εὐθείας περίπατος. ἀκαπήλευτον: ἄδολον, καθαρόν, ἀρᾳδιούργητον. ἄκανθα: ῥάχις. ἀκαρής: βραχύς, ὀξύς, ὃν οὐχ οἷόν τε κεῖραι. διττῶς δὲ λέγεται παρὰ τοῖς Ἀττικοῖς, καὶ ὀνοματικῶς, οἷον ἀκαρὴς χρόνος, καὶ τῷ ἀκαρεῖ, καὶ τὸν ἀκαρῆ· καὶ ἐπιῤῥηματικῶς ἀκαρῆ ἀντὶ τοῦ βραχέως καὶ συντόμως. ἀκαριαῖον: μικρόν, βραχύ, ῥοπή. ἀκαμαντίς καὶ Ἀκάμας: μία τῶν δέκα φυλῶν, ἀπʼ Ἀκάμαντος τῆς εὐθ... ἄκαρ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτως Ἀντιφῶν. ἀκαταλήκτως: ἀκαταπαύστως. ἀκαταλλήλως: ἀναρμοδίως. ἀκάτιον: μικρὸν πλοῖον. ἀκατεύναστος: ἀκοίμιστος. ἀκερδὴς χάρις: ἡ μὴ δεόντως διδομένη. ἀκειρεκόμης: τὴν κόμην μὴ κειρόμενος. ἀκέραιον: ἄκακον, ὁλόκληρον, καθαρόν. σημαίνει δὲ καὶ τὸν ἔξω κήρας. ἀκεῖσθαι: λέγειν θεραπεύειν κωμῳδοῦντες. ἀκέσασθαι καὶ ἀκέσαι: ἰάσασθαι. ὅθεν καὶ οἱ Ἀττικοὶ τὴν ἠπήτριαν ἀκέστριαν καλοῦσιν. ἄκεσιν: ἴασιν. ἀκεσίπονον: θεραπευτικόν. ἀκέσματα: ὑγιάσματα, ἰάματα. ἀκεσμόν: ἰατρείαν. ἀκέστας: ἰατρούς. καὶ ἀκέστωρ ὁ ἰατρός. ἀκεσταί: οἱ τὰ ἱμάτια ἀκούμενοι. Ξενοφῶν· ὥσπερ ἱματίων ῥαγέντων εἰσί τινες ἀκεσταί. ἄκη: πόλις ἐν Φοινίκῃ. οἱ μὲν τὴν νῦν Πτολεμαΐδα καλουμένην οὕτω πάλαι φασὶν ὀνομάζεσθαι, Δημήτριος δὲ οὐ τὴν πόλιν, ἀλλὰ τὴν ταύτης ἀκρόπολιν. ἀκή: ἀκμὴ σιδήρου. καὶ ἡσυχία. ἀκηδής: ἄταφος, ἀφρόντιστος. ἀκήδεστοι: μηδεμιᾶς φροντίδος τυχόντες. ἢ ἀκήδεστοι καὶ ἄταφοι. ἀκηλίδωτον: ἄσπιλον, ἀκήρατον. ἀκήματα: ἰάματα. ἀκηράσιον: ἀκέραιον. ἀκήρατος: ἄφθαρτος, ἀπαθής. ἀκίβδηλον: καθαρόν. ἀκίδας: τοῦ βέλους τὰς ὀξύτητας. ἀκινάκης: μικρὸν δόρυ Περσικόν. ἀκκισμός: προσποίησις, ὑπόκρισις. ἀκκιζόμενος: θρυπτόμενος, προσποιούμενος, γυναικιζόμενος. ἢ μωραίνων, ἀπό τινος γυναικὸς μωρᾶς, ἥτις ἐκαλεῖτο Ἀκκώ. σημαίνει δὲ καὶ τὸν λέγοντα θέλοντα, προσποιούμενον δὲ μὴ ἐθέλειν. ἀκληρεῖ: οὐ μετέχει, οὐ κεκλήρωται. ἀκλητί: ἄνευ κλήσεως. ἀκλόνητον: ἄσειστον, ἀδόνητον. ἀκλινῶς: ἀταράχως. ἀκμάζει: νεάζει. ἀκμαῖος: νεανίσκος σφριγῶν. ἀκμάζεις: τὰ νέων πράττεις. οὕτως Ὑπερίδης. ἀκμή: ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως. καὶ ἡ δύναμις. καὶ ἡ νεότης. ἀκμὴ δὲ καιροῦ ἡ εὐτυχία. οὕτως καὶ Ἰσοκράτης· τὸ μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι· οὕτως Ὑπερίδης. ἀκμὴ καλεῖ: καιρὸς καλεῖ. ἀκμῆτες: μὴ κάμνοντες. ἀκμητί: ἀκαμάτως. ἀκύμονα: ἀτάραχον, ἀσάλευτον. ἄκοιτις: γαμετή. ἀκολασία: ἀκρασία. ἀκόλαστον: ἀκρατῆ, θρασύν. ἄκομψον: ἀπάνουργον. ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα ἢ ἄνθρωπος: λέγοι δʼ ἄν τις καὶ ὑβριστικόν. ἀκονιτί: ἄνευ ἀγῶνος καὶ μάχης. ἢ εὐμαρῶς, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν τῶν οὕτως εὐμαρῶς περιγινομένων, ὥστε μηδὲ κονίσασθαι. ἀκόρητος: ἀκόσμητος. κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. ἄκοπος ἀνήρ: ἀντὶ τοῦ οὐδέπω ἠνοχλημένος ὑπό τινος. οὕτως Ἀμειψίας. ἄκος: ἴασις, θεραπεία. ἄκοσμα: ἀπρεπῆ, ἄτακτα. ἀκούει καλῶς: ἀντὶ τοῦ εὐφημεῖται. οὕτως Ἡρόδοτος. ἀκουτίσαι: διδάξαι. ἀκράδαντον: ἀσάλευτον, ἀκίνητον. ἀκρέμονες: βλαστοί, κλάδοι. ἄκρα κόρυμβα: τὰ ἀκροστόλια τῶν νεῶν τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρώραν. ἀκραιφνές: καθαρόν, ὑψηλόν, τέλειον, ἁγνόν, ἀπαθές, ἄθικτον. ἀκραιφνοῦς: ἀβλαβοῦς, οἱονεὶ ἀκηροφανοῦς· κὴρ γὰρ ὁ θάνατος. ἀκρασίας: ἀνωμαλίας, παρὰ τὸ μὴ συγκεκεράσθαι. ἀκράτισμα: ἔμβρωμα. ἀκριβοῦν: ἐγνωκέναι τὸ ἀκριβές. ἀκριτί: ἄνευ κρίσεως. ἄκριτος: ἀντὶ τοῦ ἀδιάκριτος. οὕτω Δημοσθένης. ἄκριτα: ἀδιαχώριστα. ἀκριτόμυθος: πολυλόγος, ἀδιακρίτους ἔχων τοὺς λόγους. ἀκριτόφυλλον: σύμφυτον πολλοῖς δένδροις, ὥστε μὴ διακρῖναι αὐτῶν τὰ φύλλα. ἀκροβολίζεται: τὸ ἐν πολέμῳ προκατάρχεσθαι τῆς συμβολῆς. ἢ τὸ ἄκραις συμπλέκεσθαι χερσίν. ἢ τὸ διὰ βελῶν μάχεσθαι, καὶ τὸ ἐπιδείκνυσθαι τὸν πόλεμον. ἀκροβολισμός: ἐρεθισμός. ἀκροβόλοι: ἀκοντισταί, τοξόται. ἀκρόδρυα: καρποὶ δενδρικοί. ἀκροᾶσθαι: ἀντὶ τοῦ ὑπακούειν καὶ ὑποτετάχθαι. Πλάτων καὶ Ἀντιφῶν. ἀκροθίνια: τὰς τῶν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς. ἀκροθίνια δὲ κυρίως καλεῖσθαί φασιν, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτέστι βλάπτεσθαι. ἢ τὰ ἄκρα τῶν σωρῶν. Γράφεται δὲ διὰ τοῦ ι. τὰ γὰρ διὰ τοῦ ιον ὑπὲρ δύο συλλαβὰς οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται, καὶ τὴν πρὸ αὐτῆς τὴν αὐτὴν τῷ πρωτοτύπῳ ἔχει γραφήν, οἷον Ἐλευσίν, Ἐλευσῖνος, Ἐλευσίνιον, σκηνή, προσκήνιον, καὶ περισκήνιον, θίν, θινός, θίνιον καὶ ἀκροθίνιον. οὕτως ὁ Θεόγνωτος ἐν τῇ Ὀρθογραφίᾳ. ἀκρόκομοι: μετρίως κομῶντες. ἢ λίαν. ἢ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες. ἀκμοθέτῳ: τῷ κοιλώματι, ἐν ᾧ ὁ ἄκμων τίθεται. ἀκμονίδης: ὁ Χάρων. καὶ ὁ Οὐρανός· Ἄκμονος γὰρ παῖς. ἄκληροι: ἔξω τοῦ κεκληρῶσθαι. Εὐριπίδης. ἀκληρία: ἀντὶ τοῦ ἀτυχία. οὕτως Σοφοκλῆς. ἀκροσφαλής: ἀντὶ τοῦ ἑτοιμόπτωτος. ἀκροσφαλεῖς: ἀκροσφαλισμένους. ἀκροσφαλές: σημαίνει τὸ ἄκρως σφαλερὸν καὶ μὴ δυνάμενον παγίως ἐν ἀσφαλεῖ εἶναι. οὕτως Φρύνιχος. ἀκόλαστος ὄχλος Εὐριπίδης ἔφη, ἀκόλαστον δὲ σῶμα Σοφοκλῆς. ἀκολαστάματα δὲ λέγουσι κατακορῶς οἱ Ἐπικούρειοι. πλὴν καὶ Ἀλεξανδρίδης κέχρηται τῇ λέξει καὶ Ἀριστοφάνης. ἀκολασία Θουκυδίδης ἔφη, ἀκολαστία δὲ Ἄλεξις. ἀκολαστότατα δὲ Ἀριστοτέλης, καὶ ἀκολαστοτέρα Νικόλαος. ἀκόλουθος: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος ἀντὶ τοῦ δούλου. ὡσαύτως δὲ καὶ Ξενοφῶν. ἀκόλουθον: οὐδετέρως μὲν Ἀριστοφάνης, θηλυκῶς δὲ Πλάτων ἐν τῷ περὶ ψυχῆς. ἀκόλουθα Ἀντιφῶν τὰ ἑπόμενα καὶ σύμφωνα. ἀκολουθία: ἡ ἀκολούθησις. Σοφοκλῆς. ἀκολουθοῦντε: ἀντὶ τοῦ ἀκολουθούσα δυϊκῶς. οὕτως Ἕρμιππος. καὶ γὰρ κέχρηνται ταῖς ἀρσενικαῖς μετοχαῖς ἀντὶ θηλυκῶν πολλάκις. ἀκολουθεῖν μετʼ αὐτοῦ: οὕτω συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ. καὶ γὰρ Λυσίας οὕτω κέχρηται καὶ Πλάτων. ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ ἕπου φησὶ μετʼ ἐμοῦ, παιδάριον. καὶ Μένανδρος· νίκη μεθʼ ἡμῶν εὐμενὴς ἕποιτʼ ἀεί. κἀν τῇ Παρακαταθήκῃ συνακολούθει μεθʼ ἡμῶν φησίν. ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα: διττὴν δʼ ἔχει τὴν θεωρίαν, μίαν μὲν ὅτι ἐχρήσατο τῷ ὑβριστὸν ἀντὶ τοῦ ὑβριστικόν, ὅμοιον ὂν τῷ τύπῳ τοῖς τοιοῖσδε τῶν ὑπερθετικῶν, βέλτιστον, κάλλιστον, κράτιστον καὶ τοῖς ὁμοίοις· ἑτέραν δέ, διότι συμπέπλεκται τὸ ὑβριστικὸν τῷ ἀκολάστῳ. Πλάτων δʼ ἐχρήσατο ἐν Πεισάνδρῳ, λέγων· γυνὴ γάρ, ἢν μὲν αὐτὴν κολάζῃς ἀεί, κράτιστόν ἐστι κτημάτων πάντων· ἐὰν δʼ ἀνῇς, ὑβριστὸν χρῆμα κἀκόλαστον. Φερεκράτης δὲ τῷ κόβαλον συμπλέξας τὸ ὕβριστον εἶπεν· ὑβριστὸν ἔργον καὶ κόβαλον εἰργάσω. συγγραφικαὶ δὲ αἱ συνθῆκαι. ἀκολαστανεῖτε Ἀριστοφάνης εἶπεν ὁμοίως τῷ σημανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας ἀκολασταίνειν ἔφη. ἀκνίσωτος οἶκος: ὁ ἄνευ πυρὸς καὶ κνίσης. οὕτως Αἰσχύλος. ἄκομψον καὶ φαῦλον: οἷον κομψείας καὶ πανουργίας ἀπηλλαγμένον. οὕτως Φρύνιχος. ἄκοος: ἀντὶ τοῦ ἀκουστικῶς. Πλάτων. ἀκοήν: ἀντὶ τοῦ οὖς. οὕτως Φερεκράτης. ἀκοσμήτως: ἀντὶ τοῦ ἀτάκτως. Πλάτων ἐν Νόμων ἕκτῳ· τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον. ἀκοσμεῖν: τὸ μηδὲν ἐν κόσμῳ καὶ τάξει ποιεῖν, ἀλλὰ ἀκολασταίνειν. Σοφοκλῆς. ἀκοσμία: Εὐριπίδης· τίς ποτʼ ἐν θύραισι θόρυβος καὶ λόγων ἀκοσμία; ἄκοσμα: ἀπρεπῆ, ἄτακτα. ἄκος περίαπτον: Ἀττικῶς εἴρηται. ἀκονῶν: Δημοσθένης ἐν Ἐπιστολῇ· ἀκονᾷν τὴν πόλιν. ἀκουσείων: ἀντὶ τοῦ ἀκουσόμενος. Σοφοκλῆς. ἀκούειν: ἐπὶ τοῦ πείθεσθαι. Δημοσθένης. ἄκουε: ἀντὶ τοῦ σίγα. Κρατῖνος. οἷον τόπον δίδου διὰ τῆς σιγῆς τῇ ἀκοῇ. ἀκουσίμη: ἀντὶ τοῦ ἀκουστή. ἄκραγγες: ἀκρόχολον, ἀσθενές, χαλεπόν. ἀκόμπαστος λόγος Εὐριπίδης φησί, καὶ ἀκόμπαστος φάτις. ἀκόρεστα: ἀκόρεστα μὲν Εὐριπίδης ἔφη, ἀκορεστότερον δὲ Ξενοφῶν. ἀκρατὴς γάμως: σεμνὸς καὶ εὐπρεπὴς ὁ λόγος ἐπὶ γυναικὸς τιθέμενος ἀκολάστου καὶ μοιχικῆς. οὕτω Φρύνιχος. ἀκρατὴς χειρός: ὁ κλέπτης. ὅμοιον τὸ ἀκρατὴς γάμων. ἀκρατῆ γίνεσθαι τοῦδε: οἷον μὴ κατακρατεῖν διὰ πλῆθος τῶν ἐπιῤῥεόντων πραγμάτων ἢ λόγων. ἀκροπόλισιν: ἀκρωρείαις. ἀκρότομος: σκληρός, ὑψηλός. ἀκροτελεύτιον ἔπος: τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικῶς. κυρίως γὰρ ἀκροτελεύτια ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοί. οὕτω Φρύνιχος. ἀκρώρεια: ἐξοχή, κορυφή. εἰς τρία γὰρ διαιροῦσι τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρά, τέρμα δὲ τὰ τελευταῖα. ἀκροχειρίζεσθαι: πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς. ἢ ὅλως ἄκραις ταῖς χερσὶ μετʼ ἄλλου γυμνάζεσθαι. ἀκτή: ἰδίως ἐπιθαλαττίδιός τις μοῖρα τῆς Ἀττικῆς, ὅθεν καὶ ἀκτίτης λίθος. ἐκάλουν δὲ οὕτω καὶ τὴν Ἀττικήν, οἱ μὲν ἀπό τινος Ἀκταίονος βασιλέως, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆς χώρας ἐπιθαλάττιον εἶναι. ἀκταίνειν: γαυριᾷν καὶ ἀτάκτως πηδᾷν. ἢ πρὸς συνουσίαν ὁρμᾷν. ἄκακος: ὁ κακοῦ μὴ πεπειραμένος, οὐχ ὁ χρηστοήθης. οὕτως Σαπφώ. λέγεται δὲ καὶ ὁ χρηστὰ ἤθη ἔχων, εἰ καὶ ἐπʼ ἔλαττον. ἀκακία: ἀντὶ τοῦ ἁπλότης. ἀκαλήφη: κνίδη, καὶ ἡ χερσαία καὶ ἡ θαλαττία. Ἀριστοφάνης Φοινίσσαις· εἰκὸς δή που πρῶτον ἁπάντων ἴφυα φῦναι— —καὶ τὰς κραναὰς ἀκαλήφας. Φερεκράτης Αὐτομόλοις· νὴ τὴν Δήμητρʼ, ἀνιαρὸν .. ἦν τὸ κα-κῶς ᾄδοντος ἀκούειν· βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι. τὰς δὲ θαλαττίας καὶ Ἀριστοτέλης ἀκαλήφας ἐν τῷ πρώτῳ περὶ ζώων καὶ Θεόφραστος ἐν ἑβδόμῳ φυτῶν. ἀκάλανθος: ὄρνεόν τι. ἀκάλλειν: ἰδίως τὸ τῇ οὐρᾷ σαίνειν. ἀκάμπιον: ἀντὶ τοῦ ἀκαμπές. ἄκανοι: οὕτως αἱ ἄκανθαι λέγονται. ἄκασκα: ἥσυχα, βραδέα. Κρατῖνος Νόμοις· ἢ πρεσβῦται πάνυ γηραλέοι, σκήπτροι-σιν ἄκασκα προβῶντες. ἀκάτια: ὑποδημάτων εἶδος. ἄκατος: φιάλη, διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ. οὕτω Θεόπομπος. ἀκέανοι: τὰ ἐν τοῖς φακοῖς στρογγύλα καὶ δυσκάτακτα ὄσπρια. ἀκιδνότερον: ἀσθενέστερον. ἄκικυς: ἀσθενής, ἀδύναμος, κατὰ στέρησιν ἤτοι τοῦ κίειν ἢ τῆς κίκυος, ἥ τις παρὰ τὴν κίνησιν λέγεται, ἰσχὺς οὖσα. ἀκίονες: ἀστήρικτοι. ἀκειόμενοι: ἐπισκευάζοντες, μεταφορικῶς ἀπὸ τοῦ θεραπεύειν. ἀκλήρῳ: κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν, πτωχῷ. κλῆρος γὰρ ἡ οὐσία· ὅθεν καὶ ἐπίκληρος. ἄκλυτον: ἀνώνυμον. ἀκεσίας: ἀντὶ τοῦ ἰατρός. ἀκέφαλον: ἀντὶ τοῦ ἀτελείωτον. Πλάτων Νόμων ἕκτῳ· μῦθον ἀκέφαλον ἑκὼν καταλείπομαι. ἀκίβδηλος ἀνήρ: ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. οὕτω Φρύνιχος. ἀκιδωτὸς ὅρμος: συγκείμενος ἐκ πολλῶν ἀκίδων. ἄκρατος: κατὰ τὸ ἐναντίον τῷ πολύκρατος. ἀκρατίσασθαι: τὸ μικρὸν ἐμφαγεῖν πρὸ τοῦ ἀρίστου. ἀκροβελίδας: τὰ ἄκρα τῶν ὀβελίσκων. Ἄρχιππος Ἡρακλεῖ γαμοῦντι· τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβε-λίδας ἄκρας. ἀκροκώλια: δίεφθα. Τηλεκλείδης. ἀκρόνυξ: οἷον ἀρχὴ νυκτός. ἀκρωνία: τὰ ἀθροίσματα. καὶ ἡ ἀκρότης. καὶ ἡ ἀκμή. καὶ τὸ ἐπίλεκτον σύστημα. ἀκρομανής: ὁ φρενήρης. ἄκρον φρονεῖν, ἄκρον δρᾷν: οἷον ἐξέχων. ἀκούοντα ἄριστα: ἀντὶ τοῦ εὐφημούμενος. Ἡρόδοτος καὶ Εὔπολις. ἄκουε τὰς ἐμὰς ἐπιστολάς: ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. οὕτως Αἰσχύλος. ἄκουε, σίγα: Κρατῖνος· ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρʼ ὅρα. καὶ Σοφοκλῆς· ἄκουε, σίγα. τίς ποτʼ ἐν δόμοις βοή; ἀκουσέτην Σοφοκλῆς ἔφη, ἀκούσεσθαι δὲ Ἀριστοφάνης. ἄκουσμα, οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀττικούς. διαμαρτάνουσι δέ. καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροάματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· βαρύτερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνεται. καὶ Ξενοφῶν δέ, χρώμενος τῷ ἀκούσματι, οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται, ἀλλαχοῦ τε λέγων, καὶ ἐν τῷ Συμποσίῳ Σωκράτην εἰσάγων λέγοντα· νὴ Δία, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς. οὐ γὰρ μόνον τὸ δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεις. Δίφιλος δὲ ἐκ παραλλήλου τέθεικε τὰς λέξεις· μόνος γὰρ ἦν λέγων ἄκουσμα κἀκρόαμα. ἀκούεις ἃ λέγει: οὕτω Φερεκράτης ἔφη, λέγων· ὦ Ζεῦ πολυτίμητʼ ἆρʼ ἀκούεις, ἃ λέγει ὁ πανοῦργος υἱός; ἀκουσίμη: ἀντὶ τοῦ ἀκουστή. Σοφοκλῆς· σπουδὴ γὰρ ἡ κατʼ οἶκον ἐγκεκρυμμένη οὐ πρὸς θυραίων οὐδαμῶς ἀκουσίμη. δύναται δὲ καὶ ἡ φωνὴ ἀκουσίμη λέγεσθαι. ἀκουστά: ὡς ἐν τῇ Κρεούσῃ· ἄπελθʼ, ἄπελθε, παῖ· τάδʼ οὐκ ἀκουστά σοι. καὶ Εὐριπίδης δὲ πολλάκις. ὁ μέντοι Σοφοκλῆς ἀκούσιμά φησι. πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος τὸ ἀκουστά μᾶλλον ἢ τὸ ἀκούσιμα. ἀκούσας ἥκειν, οὐχ ἥκοντα, Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἔφη καὶ Μένανδρος καὶ ἄλλοι. ἀκούμενος: θεραπευόμενος ἢ θεραπεύων. ἀκουσία: τὸ πρᾶγμα. Σοφοκλῆς· ἐξαίρετον τίθημι τὴν ἀκουσίαν. ἀκροφύσιον: τὸ τῇ χώνῃ προστιθέμενον. Σοφοκλῆς. ἀκροχόρδων: ἐξοχή τις περὶ τὴν ἕδραν καὶ περὶ ἄλλα μέρη τοῦ σώματος. ἀκταινῶσαι: ἀντὶ τοῦ ὑψῶσαι καὶ ἐξᾶραι καὶ μετεωρίσαι. πεποίηται δὲ οὕτως. ἔστι δένδρον, ὃ καλεῖται ἀκτή, ἀφʼ οὗ τὰ ἀκόντια τέμνεται. οὕτως Ἀνακρέων. ἀκύκλιος: ὁ ἀπαίδευτος παρὰ Πλάτωνι. ἀκύμων: ἡ μὴ γεννῶσα, ὡς ἐγκύμων ἡ συνειληφυῖα. λέγεται δὲ ἀκύμων θάλασσα ἡ μὴ ἀνέμοις ταρασσομένη καὶ κυμαινομένη. ἄκυλος ὁ τῆς πρίνου καρπὸς καλεῖται ὑπὸ τῶν παλαιῶν, βάλανος δὲ ὁ τῆς δρυός· καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας περιόντας, Φερεκράτης. ἄκτια: ἀγὼν παλαιός, ὡς Καλλίμαχος ἐν τῷ περὶ τῶν ἀγώνων δῆλον ποιεῖ. ἀκώπητον: ἀπαράσκευον. μετῆκται δὲ ἀπὸ τῶν νεῶν τῶν μὴ ἐχουσῶν κώπας μηδὲ τὰ πρὸς τὸν πλοῦν εὐτρεπισμένα. ἀκωδώνιστον: ἀβασάνιστον, ἀδοκίμαστον. οὕτως Ἀριστοφάνης. ἅλα: τὴν θάλασσαν. ἢ τὰς τῶν ὀνύχων ὀξύτητας. ἀλάβαστρον: ἄγγος μύρου μὴ ἔχον λαβάς, λίθινος ἢ ψήφινος μυροθήκη. γράφεται δὲ ἡ λέξις μάλιστα καὶ χωρὶς τοῦ ρ παρὰ Μενάνδρῳ. ἀλαλαγμός: ἐπινίκιος ὕμνος. ἀλαλητόν: θόρυβον. ἀλάλυγγι: πνιγμῷ, ἀπορίᾳ, δυσπνοίᾳ. ἀλαπάξαι: θορυβῆσαι, κενῶσαι, ὁμαλίσαι, ἐκπορθῆσαι, παρὰ τὴν λάπαθον· κενωτικὴ γάρ ἐστι γαστρός. ἀμέλει Δημόκριτος τοὺς βόθρους τοὺς πρὸ τῶν κυνηγῶν σκαπτομένους, οἷς ὑπεράνω κόνις λεπτὴ ἐπιχεῖται καὶ φρύγανα ἐπιβάλλεται, ἵνα οἱ λαγωοὶ ἐμπίπτωσιν εἰς αὐτούς, λαπάθους φησὶ καλεῖσθαι. ἀλαζών: ὑπερήφανος, ψεύστης καὶ κομπαστής. οὕτως Κρατῖνος. ἀλαζών: ὁ ἀλώμενος. οὕτως Ἀλκαῖος. Πλάτων δὲ ἀλαζόσιν ἀντὶ τοῦ ψεύσταις. ἀλάστωρ: ὁ ἁμαρτωλός. ἢ ὁ φονικὸς δαίμων. καὶ κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἀπὸ τῆς ἐλάσεως, ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον· κατὰ δὲ Ἀπολλόδωρον ἀπὸ τοῦ ἀλιτεῖν, τοῦτο δέ ἐστιν ἀλιτανεύτως ἀδικεῖν· κατὰ δὲ Δίδυμον ἀπὸ τοῦ τοῖς ἄλαστα πάσχουσιν ἐπαμύνειν. μή ποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγμένων αὐτῷ λιτῆς μὴ καταξιούμενος, ἢ ὁ τοιαῦτα τολμήσας πράττειν, ὧν μὴ ἔστιν ἐπιλαθέσθαι. Μένανδρος· —ὁ δʼ ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωπος— ἀλᾶται: πλανᾶται, ῥέμβεται. ἄλγεα: κακά, λυπηρά. ἀλέα: θέρμη, ἔλλαμψις. ἀλητεύω: πλανητεύω. ἀλεεινός: θερινός, θερμός. ἁλεῖται: πηδήσει. ἀλείτης: ἁμαρτωλός, πλανήτης. ἀλείφατι: ἐλαίῳ ἢ ἑτέρῳ ἀλείμματι. ἀλείψας: διεγείρας, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν. ἀλέξειν: ἀποτρέπειν. ἀλεξητῆρα: βοηθόν. ἀλεξήσοντα: βοηθήσοντα. ἀλεξίκακον: κακίας καθαρτικὸν καὶ θεραπευτικόν. ἀλαβαστοθήκας τὰς θήκας τῶν ἀλαβάστων Δημοσθένης λέγει, ἃς ἐν τῇ συνηθείᾳ μυροθήκας καλοῦσιν. ἀλάβαστοι δέ εἰσι λήκυθοι, ὧν οὐκ ἔστι λαβεῖν διὰ τὴν λειότητα. ἀλαιεύς: ὄνομα δήμου. ἀλέας: πόλις Θεσσαλική. οἱ δὲ πολῖται Ἀλεῖς. ἀλέξανδρος: οὗ μνημονεύει Δημοσθένης ἐν ἕκτῳ Φιλιππικῶν, ὁ καλούμενός ἐστι φιλέλλην, υἱὸς μὲν Ἀμύντου τοῦ βασιλέως, πατὴρ δὲ Περδίκκα. ἕτερος δέ ἐστιν Ἀλέξανδρος ὁ ἀδελφὸς Φιλίππου, οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας μνημονεύει. ἄλλος δέ ἐστιν ὁ Θετταλός, περὶ οὗ ἐν τῷ κατὰ Ἀριστοκράτους λέγει. ἄλλος δέ ἐστιν ὁ Μολοττός, ἀδελφὸς Ὀλυμπιάδος τῆς γυναικὸς Φιλίππου· μνημονεύει δὲ καὶ τούτου Δημοσθένης ἐν ἑβδόμῳ Φιλιππικῶν, εἰ γνήσιος ὁ λόγος ἐστίν. ἀλευάδαι: οἱ ἐν Λαρίσσῃ τῆς Θεσσαλίας εὐγενέστατοι, ἀπὸ Ἀλεύου βασιλέως τὸ γένος ἔχοντες. ἀλεξιφάρμακον: ἀντιφάρμακον, ἀλεξητήρια φαρμάκων. ἀλήπτως: ἀκαταγνώστως. ἀλέοιμι: ἀντὶ τοῦ θερμαίνοιμι. οὕτως Ἀριστοφάνης. ἀλληλέγγυον: ἐξ ἀμφοτέρων πίστις. ἁλιακή: ἀντὶ τοῦ ἁλιευτική. ἀληθῆ καὶ τὰς ἀληθείας πληθυντικῶς λέγουσιν. Μένανδρος Ἀφροδισίῳ· εἰ τὰς ἀληθείας ἁπλῶς τίς σοι λέγει. ἄληθες: ὅταν ἡ πρώτη ὀξύνηται, τάττεται ἐπὶ εἰρωνείας. ἀλλʼ ἤ: ἀντὶ τοῦ εἰ μή, καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλʼ ἄρα, καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα· ἀλλʼ ἢ κατόπιν ἑορτῆς ἥκομεν, ἀντὶ τοῦ ἄρα. ἀλεία: πορεία. ἁλιάδας: μικρὰ φλασκίδια ἢ σκαφίδια. ἁλίπεδον: ὁμαλὸν ἔδαφος παρὰ τῇ θαλάσσῃ. τινὲς δὲ τὸν Πειραιᾶ φασιν. ἔστι δὲ καὶ κοινὸς τόπος, ὃς πάλαι μὲν ἦν θάλασσα, αὖθις δὲ γέγονε πεδίον. διὸ καὶ δασυντέον τὴν πρώτην· ἔστι γὰρ οἷον ἁλὸς πεδίον. οἱ δὲ τὸ παραθαλάσσιον πεδίον οὕτω καλοῦσιν. ἄλλοι δὲ παρὰ τὸ δύνασθαι ἐν αὐτῷ ἵππους ἀλινδεῖσθαι, τουτέστι κονίσασθαι, τὴν ὀνομασίαν λαβεῖν. ἀλίβας: ὁ νεκρός. ἢ ποταμὸς ἐν ᾅδου. λέγεται ἀλίβας καὶ τὸ ὄξος, παρὰ τὸ μὴ λείβεσθαι θεοῖς. ἄλιμον: βοτάνη δενδροειδὴς παρὰ θάλασσαν. ἁλίπλοα: ἐν θαλάσσῃ πλέοντα. ἀλιμούσιος: Ἀλιμοῦς δῆμός ἐστιν τῆς Λεοντίδος. ἁλιῤῥόθιον: κῦμα θαλάσσης. ἅλις: ἱκανῶς, δαψιλῶς. ἀλκμαίων: ἰσχυρῶν, ἀνδρείων, γενναίων. ἀλκυών: ὄρνεον θαλάσσης. ἀλλὰ χρή: ἀντὶ τοῦ ἔστω. ἀλλάχθητε: ἀντὶ τοῦ διαλλάχθητε. Σοφοκλῆς. ἀλλά ἀντὶ τοῦ ὅταν. Σοφοκλῆς. ἀλισγηθέν: ἑστιαθέν, μισηθέν, ἢ λυπηθέν. ἀλισγημάτων: τῶν μιασμάτων ἐκ μυσαρᾶς τῶν εἰδώλων θυσίας. ἁλίσκει: νικᾷ. ἀλισγηθῇ: λυπηθῇ, μισηθῇ. ἁλίσκεται: καταλαμβάνεται, κρατεῖται. ἀλιτρία: ἀντὶ τοῦ ἁμαρτία. Ἀριστοφάνης. ἀλιτήμων: ἁμαρτωλός. ἀλλὰ γάρ: ἀντὶ τοῦ δέ. Εὔπολις Βάπταις· ἀναρίστητος ὤν, κοὐδὲν βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων. ἀλιτήριοι: ἁμαρτωλοί. ἀλιτήριοι δὲ ἐντεῦθεν ἐκαλοῦντο. λιμὸς κατέλαβέ ποτε τοὺς Ἀθηναίου. ἥρπαζον οὖν τινες ἀλούμενα τὰ ἄλευρα. ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. Καὶ ἄλλως. ἀλιτήριος δὲ λέγεται, ὅτι λιμὸς ἐγένετο ἐν Ἀθήναις, καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἐλέχθησαν οὖν οἱ τοὺς ἀλοῦντας τηροῦντες καὶ ἁρπάζοντες ἀλιτήριοι. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τι ποιούντων ἀπὸ τῆς σιτοδείας τῆς κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένης. ἔστι δὲ καὶ παράγωγος ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐστιν ἁμαρτάνειν. ἁλιρόθιος: υἱὸς Ποσειδῶνος. ἀλληγορία: ἐπειδὰν ἄλλο τὸ γράμμα κατὰ τὸ πρόχειρον δηλοῖ, καὶ ἄλλο τὸ νόημα καταλαμβάνηται. ἄλλῃ: ἀντὶ τοῦ ἄλλως. ἀλκυονίδες ἡμέραι: περὶ τοῦ ἀριθμοῦ διαφέρονται. Σιμωνίδης γὰρ ἐν Πεντάθλοις ἕνδεκά φησιν αὐτάς, καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζώων· Δημαγόρας δὲ ὁ Σάμιος ἑπτά, Φιλόχορος ἐννέα. τὸν δὲ ἐπʼ αὐταῖς μῦθον Ἀγήσανδρος ἐν τοῖς περὶ ὑπομνήματι λέγει οὕτως· Ἀλκυονέως τοῦ γίγαντος θυγατέρες ἦσαν Φθονία, Χθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλλίνη, Δριμώ, Ἀστερίη. αὗται μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀπὸ Καναστραίου, ὅ ἐστιν ἄκρον τῆς Παλλήνης, ἔῤῥιψαν αὑτὰς εἰς τὴν θάλασσαν. Ἀμφιτρίτη δʼ αὐτὰς ὄρνιθας ἐποίησε, καὶ ἀπὸ τοῦ πατρὸς ἀλκυόνες ἐκλήθησαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην ἔχουσαι ἡμέραι ἀλκυονίδες καλοῦνται. Καὶ ἄλλως. ὅτι ἀλκυών ἐστιν εἶδος ὀρνέου, ἐν ἁλὶ κύον, τουτέστιν ἐν θαλάσσῃ, ὅθεν καὶ ἁλκυὼν ἐκλήθη. φασὶ δέ, ὅτι κύματος ἀεὶ ἀφανίζοντος αὐτῆς τὰ ὠά, καὶ ἐπὶ πολὺ οὔσης ἀτέκνου, ὁ Ζεὺς ἐλεήσας αὐτὴν ὥρισεν ἡμέρας τινὰς εὐδιεινάς, ἃς καὶ καλοῦσιν ἁλκυονίδας. ἀλκμαιωνίδαι: γένος ἐστὶν ἐπιφανὲς Ἀθήνῃσιν, ἀπὸ Ἀλκμᾶνος. ἀλλήλων: ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης. καὶ Θουκυδίδης· καί πού τινες ἀλλήλων ἐγεύσαντο, ἀντὶ τοῦ ἑαυτῶν. ἀλλοδαπά: ξένα, παντοῖα. ἀλλοθρόους: ἀλλοφώνους. ἀλκέτας: Μολοττῶν βασιλεύς. ἀλλὰ καὶ ἱπποστράτηγος ἄλλος Ἀλεξάνδρου. ἀλκιβιάδης: ὁ Κλεινίου παῖς. ἀλλὰ καὶ ὁ πρόπαππος αὐτοῦ. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης, οὗ μέμνηται ὁ Ἀντιφῶν. ἀλκίμαχος: στρατηγός ἐστιν οὗτος Ἀναγυράσιος τὸν δῆμον. ἕτερος δέ ἐστιν ὁ Μακεδών, οὗ μνημονεύει Ὑπερίδης. ἀλλὰ χρή: τοῦτο δηλοῖ συγκατάθεσιν, οἷον καὶ μάλα. ἀλλαχοῖ καὶ ἀλλαχόσε τὸ εἰς τόπον, ἀλλαχοῦ δὲ καὶ ἀλλαχόθι τὸ ἐν τόπῳ. ἀλλοπρόσαλλος: εὐμετάβλητος, δίγνωμος, ἄλλως ἐπʼ ἄλλῳ τινὶ μεταστρεφόμενος. ἀλλόκοτον: ἐναντίον, ξένον, ἀλλοφυές, ἔξαλλον, ἀσυνάρμοστον, ἀλλότριον. Πλάτων δὲ ἀλλοκοτώτατον καὶ ἀλλοκοτώτερον εἶπε, καὶ Φερεκράτης ἀλλοκότως ἐπιῤῥηματικῶς. ἀλλοτρίως: πολεμίως. ἄλλως: μάτην. ἢ μάλιστα. ἢ κατὰ ἄλλον τρόπον. ἄλλως τε: μάλιστα. ἅλμα: πήδημα. ἀλλοτριονομοῦντες: ἐναλλαγὴν ὀνομάτων ποιοῦντες. ἢ ὅλως τισί τινα μὴ προσηκόντως διανέμοντες. ἄλλος ἄλλον: ἀντὶ τοῦ ἀλλήλους. ἀλλαντοπώλης: ἐντεροπώλης. ἄλλος: ἀντὶ τοῦ ἕτερος. Ὅμηρος· ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλ-λο δὲ εἴπῃ. τάσσεται δὲ καὶ ἀντὶ τοῦ τίς· ὁππότε κέν. ἁλμάδες: κολυμβάδες ἐλαῖαι. ἀλογήσει: ἀμελήσει, οὐ φροντίσει. ἁλοῖεν: ληφθεῖεν. ἀλοιφή: τὸ λίπος. ἁλόντες: ληφθέντες. ἄλοπον: ἀλέπιστον. Ἀριστοφάνης. ἁλὸς ἄχνη: ἀφρὸς θαλάσσης. ἁλουργίς: πορφύρα. ἁλουργά: θαλασσοπόρφυρα. ἀλετρίβανος: Ἀριστοφάνης εἶπεν. ἁλουργοπωλική: ἡ πορφυροπωλικὴ λεγομένη. οὕτως Ἰσαῖος. ἁλουργικά: τὰ πορφυροβαφῆ νήματα καὶ λεπτά. ἀλοάσαντα: ἐν τῷ α. Φερεκράτης Ἴπνῳ· ὑποζυγίοις ἀλοάσαντʼ εὐθὺς ἐκποιῆσαι. τὸ δὲ συγκόψαι πληγαῖς ἀλοῆσαι ἐν τῷ η. ἄλλο ἕτερον ἐκ παραλλήλου λέγουσιν. Μένανδρος Μέθῃ· .. εἶτʼ οὐκ εἶχεν οὐ πῦρ, οὐ λίθον, οὐκ ἄλλʼ ὁτιοῦν ἕτερον. Κρᾶτις Παιδιαῖς· τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν λόγος ἄλλος ὅδʼ ἔστιν. ἀλογιᾷν: τὸ μηδένα λόγον ἔχειν, ἀλογιστὶ δὲ πράττειν. οὕτως Δημοσθένης καὶ Πλάτων. ἄλογοι ἐρανισταί: οἱ μήπω τὸν ἔρανον ἀνῃρημένοι, μηδὲ καταθέμενοι τὴν τοῦ ἐράνου καταβολήν, οἷς οὐδʼ ἔστι λόγος πρὸς τὸ μὴ ὀφείλειν. ἀλύβας: λίμνη λέγεται ἐν Ὑπερβορέοις. ἀλόπη: Κερκυόνος θυγάτηρ, ἐξ ἧς καὶ Ποσειδῶνος Ἱπποθόων, ὁ τῆς Ἱπποθοωντίδος φυλῆς ἐπώνυμος. ἁλοῦσα: ληφθεῖσα. ἀλόχευτος: ἀγέννητος. ἁλουργιαῖον: ἀντὶ τοῦ ἁλουργές. οὕτως Ἀριστοφάνης. ἁλώνητος: οἷον βάρβαρος καὶ εὐτελής· οἱ γὰρ Θρᾷκες ἀνδράποδα ἁλῶν ἀπεδίδοντο. ἄλση: τεμένη. ἀλύξαι: ἐκφυγεῖν. ἢ καταξύσαι. ἀλύειν: ἔνιοι τὸ μὲν ἐπαίρεσθαι καὶ χαίρειν δασέως ἀξιοῦσι προφέρεσθαι. Ὅμηρος· ἦ ῥʼ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; τὸ δὲ λυπεῖσθαι ψιλῶς, οἷον· ὣς ἔφαθʼ· ἡ δʼ ἀλύουσʼ ἀπεβήσατο· ὡς στερητικὸν ἔχον τὸ α. Δίδυμος δὲ ἀμφότερα δασέως. καὶ γὰρ τὸ ἀλεαίνεσθαι δασύνουσιν οἱ Ἀττικοί, καὶ πάντα τὰ τοιαῦτα, ἅμις, ἅμαξα, ἁμνός, Ἁλαεῖς, ἁλύειν. ἄλλοι δὲ τὸ ἀλύειν ἐπὶ τοῦ χαίρειν δασύνουσιν, ἴσως ἀπὸ τοῦ ἁλλομένου, ὅπερ δασύνεται. ἁλύσιον: ἁλυσείδιον, πλόκιον περιτραχήλιον. Μένανδρος Καρίνῃ· περὶ τὸν τράχηλον ἁλύσιόν τί σοι δότω. ἄλφι: ἄλφιτον. τοῦτο δὲ καλεῖται ἀπότρωκτον, ὅ φασι πρῶτον εὑρεῖν Ἐπίχαρμον. ἀλυσιτελές: ἀσύμφορον. ἀλφούς: λευκοὺς ἢ λευκάς. ἁλῷ: πιασθῇ, καταγνωσθῇ. ἅλα: ἀντὶ τοῦ ἅλες. Φιλύλλιος. ἀλφιστεῖς: οἱ τὰ ἄλφιτα ποιοῦντες. Ὑπερίδης. ἀλωαί: ἀλωνίαι ἢ παράδεισοι. ἀλώβητον: ἄμωμον, ἀβλαβές. ἀλώμενος: πλανώμενος. ἀλωπόχρους: ὁ πολιός. ἁλῶναι: ληφθῆναι, συνδεθῆναι. ἁλώσιμα: εὔληπτα. ἁλῶα: ἑορτή ἐστιν Ἀττική. Φιλόχορος δέ φησιν ὀνομασθῆναι ἀπὸ τοῦ τότε τοὺς ἀνθρώπους τὰς διατριβὰς περὶ τὰς ἅλως ποιεῖσθαι. ἀλωπεκῆθεν: δῆμός ἐστιν ἡ Ἀλωπεκὴ τῆς Ἀντιοχίδος. καὶ ὁ δημότης Ἀλωπεκεύς. ἀλωπεκόννησος: πόλις ἐστὶ μία τῶν ἐν Χεῤῥονήσῳ. ἀλαζονεύεσθαι τὸ ψεύδεσθαι λέγουσιν, καὶ ἀλαζόνα τὸν ψεύστην καὶ φένακα. ἀλοστατεῖ: στρατεύεται. ἁλιεύεσθαι: τὸ ἁλιεύειν. λέγουσιν δὲ καὶ ὡς ἡμεῖς. ἀλεαίνειν: θερμαίνεσθαι, οὐχὶ ἀλεαίνεσθαι. οὐκοῦν ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην, Ἀριστοφάνης. ἄλφα: τοῦτο ὑπὸ Φοινίκων βοὸς κεφαλὴ ἐκαλεῖτο. καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης ὑπὸ Ἰουδαίων διὰ τὸ πολλοὺς ἔχειν ἀλφοὺς ἐν τῷ σώματι οὕτως ἐκαλεῖτο. ἀλλὰ τοῦτο Νίκαρχος ὁ τοῦ Ἀμμωνίου ἐν τῷ περὶ Ἰουδαίων φλυαρεῖ. ἄλφα δὲ ἐκαλεῖτο καὶ ὁ σῦς ὁ πλήξας τὸν Ἄδωνιν· ἐκλήθη δὲ οὕτως ὑπὸ Ἀσβωτῶν τῶν ἐν Φοινίκῃ· καλεῖται δὲ παρὰ Φοίνιξιν ὁ ἀπηνὴς καὶ ἄγριος. ἄλφα δὲ καλεῖται καὶ ὁ Ὄσιρις ὑπὸ Βιβλίων. ἀλλὰ καὶ τὸ ἐλάχιστον. ἀλφαίνειν: τὸ παραλλάσσειν. ἐξ οὗ καὶ οἱ ἐν τῷ σώματι ἀλφοί· παραλλάσσουσι γὰρ κατὰ τὸν χρῶτα. ἀλφαίνει: ζητεῖ ἢ εὑρίσκει. ἔνθεν τιμαλφὴ ἡ πολλὴν εὑρίσκουσα τιμήν. ἀλφάνει: εὑρίσκει. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οἴμοι κακοδαίμων τῆς τόθʼ ἡμέρας, ὅτε εἶπέν μʼ ὁ κήρυξ· οὗτος ἀλφάνει. Εὔπολις Ταξιάρχαις· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἄγων ἀποκηρύξει τις, ὅ τι ἂν ἀλφάνῃ; καὶ ὁ ποιητής· ἑκατόμβοιον δέ τοι ἦλφον. ἀλιμόνειος: Ἀλιμοῦς δῆμός ἐστιν τῆς Λεοντίδος. ἀλδαίνων: αὐξόμενος. ἀλειφοίβιον: τὸν περὶ πάλαιστραν ἀναστρεφόμενον καὶ ὑπηρετοῦντα. οὕτως Ἀριστοφάνης. ἀλεξίλογα: οὕτω τὰ γράμματα κέκληκε Κριτίας ὁ τύραννος. ἀλεσούριον: θαλάσσιον αἰδοῖον καὶ γένος κογχυλίων. ἀλευρόμαντις: ὁ Ἀπόλλων, διὰ τὸ ἀλεύροις μαντεύεσθαι. ἀλευρόττησις: ᾧ τὰ ἄλευρα διαττῶσιν. οἱ δὲ τηλίαν αὐτὸ καλοῦσιν. ἔνιοι δὲ καὶ σηλίαν ὀνομάζουσι καὶ κόσκινον. ἀλάστωρ: θηλυκῶς Νικόχαρις τὴν ἀλάστορα ἔφη Σφίγγα. ἀλάστορον: ἀντὶ τοῦ ἀλάστορα, ἀπὸ εὐθείας τῆς ὁ ἀλάστορος, Αἰσχύλος μέγαν ἀλάστορον εἶπεν. ἀλάστορα προσβαλεῖν: οἷον μύσος καὶ ἀνοσιουργίαν. Εὐριπίδης· οὔ σοι παραινῶ, μηχανωμένῃ κακὰ ἐχθροῖσι, σαυτῇ προσβαλεῖν ἀλάστορα. ἀλεύραττις: ἀγγεῖον εἰς ἄλευρα. ἀλεύσω: ἀντὶ τοῦ φυλάξω. Σοφοκλῆς. ἀλληλίζειν: ἀλλήλους περαίνειν. ἀληλιμμένον: τὰ τοιαῦτα οἱ Ἀττικοὶ ἀναδιπλοῦντες λέγουσιν, ἀντὶ τοῦ ἠλειμμένον. ἀλίαστον: τὸ μάταιον. Εὐριπίδης. ἔστι δὲ τὸ ἀνέγκλητον, ὃ οὐκ ἔστι φυλάξασθαι, κατὰ ἀπόφασιν. ἁλιευόμενος: ἀντὶ τοῦ ἁλιεύων. Πλάτων. ἀλίνουσιν: ἀντὶ τοῦ λεπτύνουσι. Σοφοκλῆς. ἁλίπαστα: οἴονται οἱ πολλοὶ ἁλίπαστα τὰ ταριχηρά, οὐ χρῶνται δὲ οὕτως Ἀττικοί, ἀλλʼ ἐπὶ τῶν ἁλσὶ πεπασμένων κρεῶν ὀπτῶν προσφάτων. ἀλῖσαι: κυλῖσαι τὸν ἵππον. ἁλμυρίδες: τόπος τις περὶ τὰς ἐσχατιὰς τῆς Ἀττικῆς. Ἀριστοφάνης Τηρεῖ· ἔδει δέ γέ σε βληθεῖσαν εἰς ἁλμυρίδας ... τηδὶ μὴ παρέχειν σε πράγματα. ἁλμυρόν: τὰ πολλὰ ἐκτεταμένως. λέγουσιν δὲ καὶ ἁλυκόν· νὴ τὸν Ποσειδῶ τὸν ἁλυκόν, δίκαιά γε Ἀριστοφάνης λέγει Λυσιστράτῃ. ἅλις τοῦδε: οἷον ἀπόχρη καὶ ἱκανῶς ἔχει. εἴρηται δὲ ἀπὸ τῆς ἁλός, ὅτι καὶ αὐτὴ δαψιλὴς καὶ ἱκανή· ἢ ἀπὸ τοῦ ἅλες. ἁλίσπαρτον: κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον. καὶ τὸ ἄλευρον δὲ οὕτω λέγεται. οἱ δὲ ἰδιῶται συνήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ. ἁλιῶς: ἀντὶ τοῦ ἁλιέως. Φερεκράτης. ἀλκάθω καὶ ἀλκάθειν: Σοφοκλῆς καὶ Αἰσχύλος. σημαίνει δὲ τὸ βοηθεῖν. ἁλοσύδνης: τῆς ἐν ἁλὶ γενομένης. ὁ δὲ Ἡλιόδωρος τὴν θάλασσαν ἀπέδωκεν. ἀλοῶν: ἀντὶ τοῦ περιάγων, ὡς οἱ ἀλοῶντες βόες. οὕτως Ἀριστοφάνης. ἀλοᾷν χρὴ τὰς γνάθους. ἀλοᾷν: τύπτειν, βάλλειν. καὶ τὸ θρύπτειν ἐπὶ τῆς ἅλω τὸν σῖτον. ἀλοία: ἔτυπτεν. ἀφʼ οὗ καὶ πατραλοίας Ἀττικῶς ὁ πατροτύπτης. ἀλλὰ αὖ: ἀντὶ τοῦ ἀλλὰ πάλιν. Πλάτων Νυκτὶ μακρᾷ· ἀλλʼ αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι μηδέν. ἁλὸς θείοιο: τοῦ ἐντίμου, διὰ τὴν πολλὴν αὐτοῦ καὶ πανταχοῦ χρῆσιν. ἢ τοῦ καθαροῦ καὶ ἀφθάρτου. ἢ τοῦ δικαίου καὶ ἀναγκαίου, δικαίου μέν, καθότι μυστικῶς οὕτω προσαγορεύεται· σπονδαὶ γὰρ καὶ ὁμεστίων καὶ ἱερῶν καὶ ἱερέων καὶ τραπέζης κοινωνία τούτῳ χαρακτηρίζονται· ἀναγκαῖον δὲ πρὸς διαμονὴν καὶ ἐπιτηδειότητα καὶ εὐεξίαν τῶν χρησίμων ἀνθρώποις. καὶ τὸ πῦρ δὲ θεῖον καὶ ἡ θάλασσα ἔοικε διά τινα τοιαῦτα καλεῖσθαι· ἢ διὰ τὸ καθάρσιον λυμάτων εἶναι. ἔτι τε τὸ σπουδαῖον καὶ τὸ καλὸν καὶ ἀγαθὸν ἢ τὸ μέγα καὶ ἄριστον θεῖον λέγεται. ἀλκαία: ἡ οὐρὰ τοῦ ζώου, κυρίως δὲ τοῦ λέοντος, ὅ ἐστι κνήθειν. ἔνιοι δὲ ἀλκαίαν διὰ τὸ εἰς ἀλκὴν παρορμᾷν, ἐπεὶ ὁ λέων ἰσχία τε καὶ πλευρὰς μαστίζων τῇ οὐρᾷ εἰς μάχην ἑαυτὸν ἐποτρύνει. καὶ ταῦρος δὲ καὶ κύων καὶ ἄλλα ζῶα πολλὰ τῇ οὐρᾷ πρὸς ἀλκὴν κέχρηται. φασὶ δὲ Ἕλληνες καὶ τὴν οὐρὰν εἰρῆσθαι παρὰ τὸ ὀρίνειν καὶ παρορμᾷν εἰς ἀλκήν. ἁλῶα: ἑορτὴ Δήμητρος καὶ Διονύσου. προσηγόρευται δὲ διὰ τὸ ταῖς ἀπαρχαῖς ταῖς ἀπὸ τῆς ἅλω τότε καταχρήσασθαι, φέροντας εἰς Ἐλευσῖνα. ἢ ἐπεὶ ἐν ἅλωσιν ἔπαιζον ἐν τῇ ἑορτῇ. ἤγετο δὲ ἐπὶ τῇ συγκομιδῇ τῶν καρπῶν ἑορτὴ Ἁλῶα, ἐν ᾗ καὶ Ποσειδῶνος πομπή. ἀπὸ δὲ τοῦ συναυλίζεσθαι, ἔνθεν καὶ ἅλως. καὶ ἡλιαία δὲ, ἐπεὶ πολλοὶ δικασταὶ συναθροίζονται. ἀλλογνοεῖν: τὸ μὴ σαφῶς τι γνωρίζειν. ὅμοιον δέ ἐστι τὸ ἀμφιγνοεῖν. ἀλλοτριόγνωμος: σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώμῃ ἔχων καὶ μὴ τὰ ἑαυτοῦ. ἀλοιμός: τὸ τῶν τοίχων χρίσμα. ἀλοκίζειν: ἀροτριᾷν. ἁλσὶ διαπεπάσθαι: ὁ νοῦς τῇ συμπλοκῇ χρήσιμος. ἄλλυδις: μεταλλαγή. ἀλυκτεῖν: δυσφορεῖν. ἄλυπος: ὁ μὴ λυπούμενος. λέγεται δὲ καὶ ἀλύπητος. Θεόπομπος. ἄλογα: ἄῤῥητα, Σοφοκλῆς. ἄλογα καὶ ἀδιανόητα, Πλάτων. ἄλυπον ἄνθος ἀνίας: εἰ θέλοις εἰπεῖν ἐπί τινος πράγματος, ὃ λύπης ἀπαλλάττει, οὕτως ἂν χρήσαιο, ὡς καὶ Σοφοκλῆς ἐν τῷ Διονυσιακῷ Σατυρικῷ ἐπὶ οἴνου πρῶτον γευσαμένων τῶν κατὰ τὸν χορὸν Σατύρων· πόθεν ποτʼ ἄλυπον ὧδε εὗρον ἄνθος ἀνίας; ὅλον δὲ τὸ μελύδριον πολιτικὸν ἄγαν γέγονε. μετὰ γὰρ τῆς ἄλλης ἐναργείας λελυμένην ἔχει τὴν ἑρμηνείαν καὶ μεθύουσιν ἁρμόττουσαν. δεῖ δὲ τὰς λύσεις τῆς ἑρμηνείας ἁρμόττειν τοῖς νοήμασι καὶ μὴ σφίγγειν, καὶ μηδαμοῦ σύνδεσμον παρατιθέναι, ἀλλʼ ἀκήρατον τὴν λύσιν φυλάττειν. ἀλυσθαίνειν: ἀδυνατεῖν. ἀλφίστων στοά: ἡ ἀλφιτόπωλις, ἐν ᾗ καὶ ἡ Ζεύξιδος ἀνέκειτο Ἑλένη. ἀλφιταμοιβοί: ἀλφιτοπῶλαι, οὐ πρὸς ἀργύριον, ἀλλʼ ἀλφίτων κριθὰς ἀμειβόμενοι. ἄλφιτα: κυρίως μὲν τὰ ἀπὸ πεφρυγμένων καὶ ἀλεσθεισῶν κριθῶν θραύσματα, καταχρηστικῶς δὲ τὰ ἀπὸ πυρῶν ἢ φακῶν. ἀλφιτόχρωτος κεφαλῆς: τῆς πολιᾶς. Ἀριστοφάνης Τελμισσεῦσιν. ἀλλόφασις: θόρυβος ταραχώδης. ἀλλοφάσειν: ἑτεροχροεῖν, παρορᾷν. ἀλλοφάσειν: οὐχ ὑποφέρειν βάρος. ἀλλοφάτοις: ὑπʼ ἄλλων πεφατισμένοις, οἷον ἀνῃρημένοις. ἀλφός: ἡ μέν τις λευκὴ παραλλαγὴ κατὰ τὸ χρῶμα μετά τινων λεπτῶν στιγμάτων, ὃ καλεῖται λευκὸς ἀλφός, ἡ δὲ ὑπομελανίζουσα· καὶ καλεῖται μέλας ἀλφός. ἀλωπεκέως: ἀμπέλου εἶδος. ἀλφηστῇσιν: ἐντίμοις. ἀλφινία: ἡ λευκή. ἄμαθος: ἡ μεσόγειος ἤτοι ἡ κατὰ τὸ πεδίον ἄμμος. ἀμᾷν: θερίζειν, παρὰ τὸ ἅμα. ἁμαξιτόν: ὁδὸν δημοσίαν. ἀμαρυγή: λαμπηδών. ἀμαρυγάς: ὄψεις. οἱ δὲ ἀκτῖνας ὄψεως. ἀμάρυγμα: φόρημα. κίνησιν. λαμπηδόνα. οἱ δὲ ... ἅμματα: δεσμά. ἀμαυρά: σκοτεινά, ὅθεν καὶ ἀμαυρὸν τὸ μὴ διαφανές. ἄμαχον: δυσκαταμάχητον. Πίνδαρος· ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. ἀμβλίσκουσιν: ἀποβάλλουσιν. ἀμβλύς: σκοτεινός. ἀμβλυώττει: τυφλώττει. ἀμβλωθρίδια: ἐκτρώματα, ἐξημβλωμένα ἔμβρυα. ἀμβρόσιον: θεῖον. ἢ ἀθάνατον. ἢ θαυμαστόν. ἄμβροτα: θεῖα, ἄφθαρτα. ἀμείβεσθαι: ἀποκρίνεσθαι. ἀμείβων: ἀλλάσσων. ἀμειδές: στυγνόν, σκυθρωπόν. ἀμείλικτος: ἀπάνθρωπος. ἀμείλικτον: ἀπηνῆ. ἀμείλιχος: σκληρός, ἀκολάκευτος. ἀμέλει: σημαίνει τρία, διὰ τοῦτο, καὶ τὸ πάνυ, καὶ ἔστι καὶ περιττὸν ἐν ταῖς γραφαῖς, κόσμου χάριν παρὰ τοῖς Ἀττικοῖς παραλαμβανόμενον. ἀμέλει: τοιγαροῦν. ἀμελλητί: ἀνυπερθέτως. ἀμεταποίητον: ἀμετάθετον. ἀμετρίαν: ὑπερβολήν. ἀμεταστρεπτί: ἀμελητί, μὴ ἐπιστρεφόμενον. ἀμηγέπη: ὁπωσδήποτε, καθʼ ὁτιοῦν. λέγεται δὲ καὶ ἀμωσγέπως καὶ ἀμόθεν. ἀμήρυτον: πολύ, ἐκτεταμένον, ἀπλήρωτον, τουτέστι διηνεκῶς ἐπιμένον ἀπέραντον. ἀμήσαντες: ἀντὶ τοῦ ἄμῃ ἀποτεμόντες. ἀμητῆρες: θερισταί. ἀμητός: αὐτὰ τὰ τεθερισμένα ὀξυτόνως· προπαροξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὡς καὶ τρύγητος ὁ καιρὸς τοῦ τρυγᾷν. ἀμηχανία: ἀπορία. ἀμήχανον: ὑπὲρ λόγον. ἀμίδας: τὰ ὑπηρέσια, τὰ οὐροδόχα ἀγγεῖα. ἅμιλλα: ἀγώνισμα, φιλονεικία, ἐξίσωσις. ἀμογητί: ἀκόπως. ἀμοιβαδόν: ἐξαίφνης, ἐφεξῆς. ἀμοιβή: ἀνταπόδοσις. ἀμοιβαῖα: ἔκτισις, ἀνταπόδοσις ἢ ἐκ διαδοχῆς ὁμοία. ἀμοιρῆσαι: ἀποτυχεῖν. ἄμουσα: ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. ἀμπεχόμενος: περιβαλλόμενος. ἀμπεχόνη: ἱμάτιον. ἀμπεχόνιον: λεπτὸν ἱμάτιον, πάλλιον. ἀμπλακίαις: ἁμαρτίαις. ἄμπυκας: χαλινούς. ἄμπυξ: δεσμὸς τριχῶν ἢ κόσμος τῆς κεφαλῆς. ἄμπωτις: ξηρασία ἢ πλημμύρα. ἀμυδρά: ἀφανῆ, σκοτεινά. ἀμύκλας: Λακεδαίμων. ἀμύητος: ἄπειρος, ἀτέλεστος. ἀμύμων: ἄψογος, ἄμεμπτος. ἀμύντωρ: βοηθός. ἄμυξις: σπάραξις. ἀμύσσει: ξέει, σπαράσσει. ἀμυχή: ἐπιπόλαιον ἕλκος. ἀμφʼ αὐτούς: περὶ αὐτούς. ἄμφηκες: ἀμφοτέρωθεν ἠκονημένον. ἀμφηρεφές: ἀμφοτέρωθεν ἐστεγασμένον ἢ κατάσκιον. ἀμφήριστον: ἄνισον, ἀμφίβολον. ἀμφί: περί, ἐξ ἑκατέρου μέρους. ἀμφίβιον: ἐν ἀμφοτέραις δυνάμενον βιοῦν, θαλάσσῃ καὶ γῇ. ἀμφίβολοι: πανταχόθεν βαλλόμενοι. ἢ ἀπορούμενοι, διαφόροις συνεχόμενοι λογισμοῖς ἀγνοίᾳ καὶ εἴτε τοῦτο εἴτʼ ἐκεῖνο ποιήσουσιν. ἀμφιγύοισιν: τοῖς ἐξ ἑκατέρου μέρους πλῆξαι ἢ γυιῶσαι δυναμένοις. ἀμφιδέῤῥεα: ψέλια. ἀμφιδεές: περιδεές. ἀμφιθαλής: ἑκατέρωθεν θάλλων. ἀμφίθετος: κατὰ πᾶν μέρος αὐτῆς τιθεμένη, ἀπύθμενος. ἀμφίκρημνος: περίκρημνος ἢ βραχυτάτη. ἀμφίκρημνον: ἑκατέρωθεν ἐπικίνδυνον. ἀμφιλαφές: κατάσκιον. ἀμφοτέρωθεν βοηθούμενον. ἢ δασύ. ἀμφιλάφεια: ἀμφοτέρωθεν βοήθεια. ἀμφιλαφής: μεγάλη, οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις ταῖς χερσὶ λαμβάνεσθαι αὐτῆς ἔστιν. ἀμφιμάτορας: ἀμφοτέρους τοὺς γονεῖς ἔχοντας. ἀμφιματῶσαι: ἀποδῦσαι. ἄμφιον: ἔνδυμα, ἱμάτιον. ἀμφίπολος: ἡ θεράπαινα. ἀμφιρύτη: περιῤῥεομένη κύκλῳ. ἀμφισβητεῖν: μὴ συμφωνεῖν, ἀλλʼ οἷον χωρὶς βαίνειν καὶ ἀμφιβάλλειν. ἀμφίταποι: τάπητες ἀμφίμαλλοι. ἀμφιστεφέες: πάντοθεν πλήρεις, περιπεπλεγμέναι ἀλλήλαις. ἀμφὶ τὸ λυκόφως: περὶ τὴν αὐγήν. ἀμφιτρυχῆ: κατεῤῥωγότα. ἀμφιφορεῖα: ἀγγεῖα. ἀμφιφορεῦσι: κεραμίοις, ἀμφορεῦσιν. ἀμφίχυτον: περικεχωσμένον. ἄμφοδον: δίοδον, ῥύμην. ἀμφορεαφόρους: τοὺς μισθωτοὺς τοὺς τὰ κεράμια φέροντας. ἄμφω τὼ χεῖρε: ἀμφοτέρας τὰς χεῖρας. ἀμώμενοι: θερίζοντες. ἀμωσγέπως: ὁπωσδήποτε, ἔν γέ τινι, καθʼ ὁντιναοῦν τρόπον. ἀμῶσι: θερίζουσιν. ἀναβιώσκεσθαι: ἀναζῇν. ἀνάγνωσις: ἀναγνώρισις. ἢ ἀνάπεισις. ἀναβοθρεύουσιν: ἀναμοχλεύουσιν. ἀνάγραπτον: τὸ ἀναγεγραμμένον. ἢ τὸ πᾶσιν ἐγνωσμένον. ἀνάγωγος: ὁ μὴ τυχὼν τῆς δεούσης ἀναγωγῆς. ἀναγωγότερον: ἁμαρτικώτερον, ἀτακτότερον. ἀναγώγῳ: φιληδόνῳ, ἐκλελυμένῳ. ἀναδάσασθαι: ἀναμερίσασθαι. ἀναδέσμην: ὅμοιόν τι διαδήματι. ἢ μίτραν κεφαλῆς. ἀναδεῖ: ἀναπλέκει, στέφει. ἀναδούμενος: στεφανούμενος, τιθέμενος. ἀναδήσασθαι: στεφανώσασθαι. καὶ ἀναδήσοντες, στέψοντες. ἀναδιδάξαι: ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὴ γάρ ἐστιν ἡ ἀνά. ἀναδῦναι: ἀναχωρῆσαι. ἀναδυόμενος: φεύγων, ἀναχωρῶν, ἀναβαλλόμενος. ἀναζυγαῖς: ἀναστροφαῖς, στρατοπεδείαις. ἀναζωπυρῆσαι: ἀνανεῶσαι, ἀνεγεῖραι, ζωῶσαι. ἀναθηλήσει: ἀναβλαστήσει. ἀναθρούμενα: ἀνασκοπούμενα. ἀναίδην: ἀθρόως, σφοδρῶς. ἢ ἀπηρυθριασμένως. ἀναιμωτί: ἄνευ αἵματος. ἀναίνομαι: ἀπαρνοῦμαι, προΐεμαι. ἀναιρεῖν: τὸ ἐν γαστρὶ συλλαβεῖν. καὶ τὸ τεχθὲν ἀνατρέφειν. καὶ τὸ φονεῦσαι. καὶ τὸ ἀναλαβεῖν. καὶ ἔτι τὸ ἀπολλύναι. καὶ τὸ αἴρειν ἢ προσενέγκασθαι. ἀνακαλυπτήρια: δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν πρῶτον ἀνακαλύπτωνται ἐν ἑστιάσει τῶν γάμων, τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις ὁρώμεναι. ἀνακάθαρσις: ἐπίλυσις, διευκρίνησις. ἀνακεφαλαιοῦται: ἀναπληροῦται. ἀνακτίζει: ἀνακεχυμένη: ἀνετή. ἀνακλῖναι: ἀνοῖξαι. ἀνακομιδή: ἀναγωγή, ἐπάνοδος. ἀνακωχή: ἀνάπαυσις. ἀνακτορίαν: δεσποτείαν. ἀνακτόριον: ἱερόν. ἀνακυπῶσαι: ἀναστρέψαι. ἀνακτόρων: ἱερατείων. ἀνακῶς: φυλακτικῶς ἢ βασιλικῶς. καὶ ἀνακῶς ἔχειν φροντίζειν. ἀνακωχεύειν: τὸ ἐν πελάγει χειμῶνος ὄντος στήσαντας τὰ ὀθόνια σαλεύειν. ἀνακωχῆς: ἀναπαύσεως, ἐνδόσεως, τῆς πρὸς μικρὸν ἐν πολέμῳ εἰρήνης. ἀνακωχὴ δὲ εἴρηται παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. ἀναλγήτως: ἀναισθήτως, ἀπόνως. καὶ ἀναισθησία ἀναλγησία. ἀνάλημμα: ὕψωμα, στήριγμα. ἀναμάθω: ἐξ ἀρχῆς μάθω. ἀναλλοίωτον: ἄτρεπτον, μὴ ἀλλοιούμενον. ἀναμάττεσθαι: ἀναφυρᾷν. ἀναμέλποντες: ἀνυμνοῦντες. ἀναμετρήσαιμι: διεκπεράσαιμι. ἀναμηρύσασθαι: ἀνατεῖναι. ἀναμίλλητον: ἀφιλόνεικον. ἀναμύειν: ἀναβλέπειν. ἄναντα: ἄνω, ἀνωφερῆ, δυσχερῆ. ἀναντές: ἀνωφερές. ἀναξυρίδες: φιμινάλια, βρακία. ἢ τὰ βαθέα καὶ ἄβατα ὑποδήματα. ἀνὰ οὐλαμόν: κατὰ τὸ ἄθροισμα. ἀνακραθέντες: ἀνακερασθέντες, ὁλοψύχως κολλώμενοι. ἀναπάλλει: ἀναπηδᾷ, ἀνασείει. ἀνάπαυλαν: ἀνάπαυσιν. ἀναπεμπαζόμενοι: ἀναριθμούμενοι, σκεπτόμενοι. ἀναπεποιημένης: ἀναπεφυρμένης, ἀνεζυμωμένης. ἀναπεπταμένα χωρία: πεδία, κάμποι. ἀναπίμπλαται: ἀναπληροῦται. ἀνάπλασμα: σχῆμα. ἀναπλήσας: ἀναπληρώσας. ἀνάποινος: ἄνευ λύτρων. ἀναπολεῖ: ἀναμιμήσκεται. ἀναπόδραστον: ἄφευκτον. καὶ ἀναποδράστους τοὺς μὴ δυναμένους φυγεῖν. ἀναπόνιπτον: ἀνεξάλειπτον. ἀναπτήτω: πετασθήτω. ἀνάπτειν: περιτιθέναι, ἢ ἀνατιθέναι. ἀνάπτυξις: ἑρμηνεία, διασάφησις. ἀνάπυστα: ἔκπυστα, δῆλα. ἀναῤῥιπτεῖν: ἀναλαμβάνειν. ἄναρθρα: ἀτύπωτα, ἀτράνωτα. λαμβάνεται δὲ ἐπὶ συλλαβῆς λειπούσης στοιχείῳ ἢ λόγου λείποντος συλλαβῇ. ἀναῤῥηθῆναι: ἀνακηρυχθῆναι. ἀνάῤῥησις: ἀναγόρευσις. ἀνάῤῥημα: κήρυγμα. ἀναῤῥίπτειν: μεταμελεῖσθαι, μετατίθεσθαι. ἀναροιβδεῖν: ἀναῤῥοφεῖν. ἀνάρτησον: κρέμασον. ἀνασειράζει: ἀνθέλκει, ἀνατρέπει. ἀνασκαλεύων: ἀνακινῶν, ἀδημονῶν, ἀνολογιζόμενος. ἄνασσα: βασίλισσα. ἀνασκευσάμενοι: ἀπάραντες. ἀνασταδόν: ἀνιστάμενοι. ἀνάστατος: κατεστραμμένος. ἀναστήσας: καὶ ἀναστάτους ποιήσας καὶ μετοικίσας. ἀνατί: ἀβλαβῶς καὶ ἄνευ τίσεως καὶ τιμωρίας. ἀναστοιχειοῖ: ἀναπλάττει, ὡς μεταστοιχειοῖ ἢ μεταπλάττει. ἀναστάτως: πεπορθημένως. ἀνασχοῦσα: ἀναδοῦσα. ἀνασφήλας: ἀνανήψας, ἑαυτὸν ἀναστήσας ἢ ἀναλαβών. ἀνασχών: ἀνατείνας. ἀνατάξασθαι: εὐτρεπίσασθαι. ἀνατεῖλαι: ἀνθῆσαι, ἐκ μεταφορᾶς τῶν βοτανῶν. ἀνατλάντες: ὑπομείναντες. ἀνατύπωσις: διανόησις. ἀνάτλημα: ὑπομονή. καὶ ἀνατλῆναι ὑπομεῖναι. ἄναυδος: ἄφωνος. ἀναφαίνεις: φανερὰ ποιεῖς. ἀναφαιρέτους: μὴ ἀφαιρουμένους. ἀναφανδόν: φανερῶς. ἀναφῆναι: ἐκφῆναι. ἀναφοιτῆσαι: ἀνελθεῖν. ἀναφορεῖς: οἱ ἀνέχοντες, οἱ ἀναβαστάζοντες. ἀναχαιτίζει: ἀναποδίζει, ἐκκόπτει. ἀνὰ χθόνα: ἐπὶ τὴν γῆν. ἀνάχυσιν: βλακείαν, ἔκχυσιν, ἔκλυσιν. ἁνδάνει: ἀρέσκει. ἀνδράγρια: σκῦλα ἐξ ἀνδρῶν. ἄνδραγχος: δήμιος ὁ τοὺς ἄνδρας ἄγχων. ἀνδραποδισμός: αἰχμαλωσία. ἀνδραποδοκάπηλος: μεταβολεὺς ἀνδραπόδων. ἀνδραποδώδεις: δουλοπρεπεῖς, δουλογνώμονας. ἀνδρογύνων: ἀσθενῶν, γυναικῶν καρδίας ἐχόντων. ἀνδροκτασιάων: ἀνδροφονιῶν. ἀνδρομέου: ἀνθρωπίνου. ἀνδρῶνα: οἶκον ἔνθα οἱ ἄνδρες εἰώθασιν αὐλίζεσθαι. ἀνδροληψία: τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως. ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία, καὶ οὐδετέρως ἀνδρολήψιον. ἄνδρων: εἷς ἦν τῶν τετρακοσίων. ἀνδροσάνθων: μεγάλα ἔχων αἰδοῖα. ἄνδρα: τὸν ἀνδρεῖον. καὶ τὸν κατὰ κοινωνίαν τῆς γυναικός. ἀνδρακάς: τὸ κατὰ ἄνδρα χωρῆσαι ὁ Κρατῖνος ἐν Βουκόλοις. Θουκυδίδης δὲ ἀντὶ τοῦ ἴσον καὶ ἀντικείμενον. ἀνδραποδιστής: οὐ μόνον ὁ τοὺς ἐλευθέρους δουλούμενος, ἀλλὰ καὶ ὁ τῶν δεσποτῶν τοὺς δούλους ὑποσπῶν εἰς ἑαυτόν. ἀνδραπόλητοι: οἱ σὺν ἀνδραπόδοις ἀποδημήσαντες. ἀνδραφασάειν: κατὰ ἄνδρα ἐφάπτεσθαι. ἀνδειράδες: πρασιαί, ὀχετοὶ ταφρώδεις. ἄνδικε: ἀνάῤῥιψον. δικεῖν γὰρ τὸ ῥίπτειν. ὅθεν καὶ ἀπὸ τοῦ ῥίπτεσθαι ὀνομάζεται τὸ δίκτυον, οἱονεὶ τὸ δικούμενον εἰς θάλασσαν. ἀνδροκόνοι: ἀνδροφόνοι. ἀνδροκολωνοκλῆς ἀντὶ τοῦ ἠλίθιος. Κρατῖνος γὰρ Ὥραις, ἀντὶ τοῦ φάναι ἠλίθιον Ἐτεοκλέα, οὕτως ὑφʼ ἓν καὶ διὰ μιᾶς λέξεως ἔφη, διὰ τὸ εἶναι ἐκ Κολωνοῦ. ἀνδρομανής: ἐπιμεμηνυῖα τοῖς ἀνδράσιν. ἀνδρότητα: ἀνδρίαν. ἀνδροσάθης: ἀνδρὸς αἰδοῖα ἔχων. ἀνδρωθεῖσα: ἀνδρὶ συνοικήσασα, διακορηθεῖσα. ἀνδριάντα: ὡς ἐν τῇ συνηθείᾳ λέγουσιν αἱ μητέρες περὶ τῶν υἱῶν, ὁ καλὸς ἀνδριάς μου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος τὸν καλὸν ἀνδριάντα γράφοντα καὶ ἄλλοι πολλοί. λέγεται δὲ ἀνδριὰς καὶ τὸ ἄγαλμα, καὶ ὁ ἐκ χαλκοῦ καὶ ξύλου καὶ χρυσίου καὶ τῆς ἄλλης ὕλης, ὅση δύναται δέξασθαι καὶ κατέχειν εἶδος. λέγεται δὲ τούτων ἕκαστον καὶ κατὰ συνθήκην τῆς ὕλης, ὁ χαλκοῦς ἀνδριὰς καὶ ὁ ξύλινος ἀνδριὰς καὶ τὰ ὅμοια. λέγεται μέντοι καὶ ἐπὶ τῶν ἄλλων ζώων καταχρηστικῶς ἀνδριάς. ἀνεβάλλετο: ἀνεκρούετο. ἀναβολὰς γὰρ καὶ τὰς ἀνακρούσεις καὶ τὰς ἀρχάς, ὅθεν καὶ τὸ ἤρχετο καὶ τὸ ἀπήρχετο. σημαίνει δὲ καὶ τὸ ὑπερετίθετο. ἀνεβάλλετο: προοιμιάζετο, ἀνεκρούετο, ἐνήρχετο. ἀνεβάλλοντο: ἀντὶ τοῦ ἐσχηματίζοντο. ἀνέβαλλεν: ἀναβολὴν ἐδίδου. ἀνεβίω: ἀνέζησεν. ἀνεβίωσα δὲ καὶ ἀνεβίωσεν καὶ ἀνεβίω. ἀναβιώσκεται καὶ ἀναβιώσκει μᾶλλον ἢ ἀναβιοῖ. λέγουσι δὲ καὶ ἀναζῇν. ἀνεγνάμφθη: ἀνεκάμφθη. ἀνέβησεν: ἀνεβίβασεν. οὕτως Ἡρόδοτος. ἀνέγρετον: ἀνυπόστροφον. ἀνεδήματο: ἀνῆλθεν. ἀνεβιωσάμην: ἀντὶ τοῦ ἀναβιῶναι ἐποίησα, Κρατ... ἀνέδραμεν: ἀντὶ τοῦ ηὐξήθη. ἀνεζωπυρήθη: διεθερμάνθη. ἀνέθει: ἀνέτρεχεν. ἀνεκάς: ψιλῶς τὸ ἀνά λέγουσιν, καὶ ἀνέκαθεν τὸ ἄνωθεν. Εὔπολις Αὐτολύκῳ· ἀνεκάς τʼ ἐπῄρω. ἀνεσίαν: τὴν ἄνεσιν καὶ τὴν ἄδειαν. Κρατῖνος Βουκόλοις. ἀνείλεσθαι: συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν. ἀνείλλεται: ἀνειλεῖται. ἀνειλύσπω: ἀνέβαινες. ἀνεῖλεν: ἀντὶ τοῦ ἐμαντεύσατο διφορεῖται γὰρ ἡ λέξις, ἐπεὶ ἔστιν ὅτε ἀντὶ τοῦ ἐφόνευσε λαμβάνεται. ἀνελεῖν δὲ τὸ μαντεύεσθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ φονεύειν. φαμὲν τὸ ἀνελεῖν ἢ ἀπὸ τοῦ ἄνω λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρός, ἢ ἐκ τοῦ ἐναντίου ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶς ὅπερ ἄν τις ἀναλαμβάνοιτο. ἀνειλόμην: δύο δηλοῖ, τό τε ἔθρεψα καὶ τὸ ἐβάστασα. ἀνειλήθυιαν: ἄτοκον. Εὐριπίδης. ἀνειμέναι: ἐκλελυμέναι. ἀνείμονες: ἀνίματοι, ἄνευ ἱματίων. ἀνεῖναι: ἀφεῖναι. ἀνεῖναι κύβον: ἀντὶ τοῦ ἀναῤῥῖψαι κύβον. ἀνεῖπεν: ἀνεκήρυξεν, ἀνηγόρευσεν. ἀνεῖργεν: ἀπεκώλυσεν. ἀνεῖσθαι: λελύσθαι. ἄνεισιν: ἀνέρχεται. ἀνεῖται: ἀπολέλυται. ἀνείρειν: ἀναπείρειν. ὅθεν καὶ ἡ ἄνερσις παρὰ Θουκυδίδῃ· καὶ χρυσῷ στεφάνῳ ἀνέρσει. ἀνεικάσασθε: ἀνασκώψατε. Δραπέτισι Κρατῖνος. ἀνείληπτός ἐστι τὸ Ἑλληνικόν, οὐχὶ ἀνάλειπτος οὐδὲ ἕτερον τοιόνδε οὐδέν. ἀνεκαλέσατο: ἀνεθέρισεν. ἀνέκαθεν: μακρόθεν. ἀνεκάς: ψιλῶς τὸ ἄνωθεν λέγουσιν, καὶ ἀνέκαθεν, ἄνωθεν. ἀνέκραγεν: οὐκ ἀνεκραύγασεν. καὶ ἀνακραγεῖν καὶ πάντα τὰ ὅμοια οὕτως. ἀνεκρούετο: ἀνέκοπτεν, ἀνέστελλεν. ἀνεκώχευον: ἀνεχώρουν. ἀνεκυμβαλίαζον: κτύπον ἐποίουν, ἐκρότουν. ἀνελεύθερος: ὁ μικρολόγος. ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τι. ἀνελοῦσα γὰρ τὸν νόμον ἐχειροτόνησεν αὐτῇ: τοῦτο τὸ χωρίον Δημοσθένης μὲν ἐν τῷ κατὰ Ἀνδροτίωνος εἶπε, διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡς προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὐτῇ αὐτήν λέγει κατʼ αἰτιατικήν. καὶ ἡ μὲν κατʼ αἰτιατικὴν προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἤτοι παραβᾶσα διαχειροτονίαν περὶ ἑαυτῆς ἐδόκουν, ὅτι χρὴ στεφανοῦν αὐτήν. ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἐχειροτόνησεν ἐκεῖνον ἑαυτῇ. ἀνέμητα: ἀμέριστα. ἀνέντες: ἀναπείσαντες. ἀνέλπιστον βίον τὸν κάλλιστον εἰρήκασιν Ἀττικοί, ἐν ᾧ οὐκ εἰς ἐλπίδας ἐπτόηνται, ἀλλὰ πάρεστιν ἤδη τὰ ἀγαθά. οὕτω Πίνδαρος. ἀνελπίστως: ἀπροσδοκήτως. ἀνεμοτρεφές: τὸ ἐν εὐηνέμοις τόποις τεθραμμένον. εὔτονον γὰρ τοῦτο. ἀνεμοκοῖται: οἱ ἀνέμους κομίζοντες. γένος δέ φασι τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. ἀνενεχθείσας: ἀντὶ τοῦ ἀνενεγκούσας. ἀνεξίτητον: ἀνεξέλευστον. ἀνεξέλεγκτος: ἀβασάνιστος, ἀδόκιμος, ἀγύμναστος. ἀνέπαλτο: ἀνέπαλτο. ἀνεπάτησας: ἀντὶ τοῦ κατεπάτησας. ἀνεπίληπτον: ἄμεμπτον. ἀνεπιστάτητον: ἀφύλακτον. ἀνέπαφον: ἀνεύθυνον, καθαρόν, ἀθιγές. ἀνεπαφρόδιτος: ὁ μὴ ἐπίχαρις καὶ ἀηδής. ἀνέριστα: ἀφιλονείκητα. ἀνεμύτας: Θηβαῖος τὸ γένος. ἀνεξεύρητος: ἀνεπίδικα: τῶν μὴ θεμένων διαθήκας ἐπιδικάζεσθαι τοῖς κλήροις ὁ νόμος συγχωρεῖ τοὺς ἐγγυτάτω γένους, ὅσα ὡς υἱός τις ἤ... ἀνεπάγγελτος: ἄκλητος. ἀνεπτερῶσθαι τὴν ψυχήν: οἷον ἀνασεσοβῆσθαι. ἀνεπίπληκτος: ᾧ οὐδεὶς ἐπιπλήσσει ἁμαρτάνοντι. Εὔπολις. ἀνερμάτιστον: ἀστήρικτον, ἄοπλον, ἀπαρασκεύαστον. ἀνεργήσει: ἀναρτήσει καὶ οἷον κωλύσει. ἀνεπόπτευτον: τὸ μὴ ἐποπτεῦον. οὕτως Ὑπερίδης, τὸ δὲ ἐποπτεῦσαι δηλοῖ Φιλόχορος, λέγων· ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ ἐποπτικά. καὶ πάλιν· Δημητρίῳ μὲν οὖν ἴδιόν τι γέγονε παρὰ τοὺς ἄλλους, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι, καὶ τοὺς πατρίους χρόνους τῆς τελετῆς μετακινηθῆναι. ἀνεῤῥίπιζεν: ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν. ἀνεῤῥίπτουν: ἀνελάμβανον. ἀνεῤῥιχῶντο: χερσὶ καὶ ποσὶ περιδρασσόμενοι ἀνήρχοντο. ἀνέῤῥιψαν: ἀνέβαλον. ἢ ἀπηρνήσαντο. ἢ ἀνεβάλοντο· οἱ δʼ ἅμα πάντες ἀναῤῥίψαντες ὄλεθρον. ἀνέσαντες: ἀνακαθίσαντες. ἀνεσίμου: ἀνήλισκε, κατεδαπάνα. ἀνέῤῥιπται κύβος: οἷον ἀποκεκινδύνευται. Ἀριστοφάνης· φράζε τοίνυν, ὡς ἐγώ σοι πᾶς ἀνέῤῥιμμαι κύβος. ἀνεσκευασμένοις: τὰ ὅπλα ἐνδυσαμένοις. ἀνεσκολοπισμένον: ἀνεσταυρωμένον. σκόλοπες γὰρ τὰ ὀρθὰ ξύλα ἢ καὶ κάλαμοι. ἀνεσκευάσαντο: τὸ ἀναστάτους γενέσθαι καὶ οἷον ἀπείπασθαι. ἀνεστάλη: ἐσείσθη, μετεκινήθη. ἀνεστομώθησαν: ἀνεκρούσθησαν, ἐπληρώθησαν. ἀνέσπακεν: ἀνεύρηκεν, εἴληφεν. Μένανδρος Ῥαπιζομένῃ· πόθεν γάρ, ὦ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους; ἀνέστιος: ἄοικος. ἀνερύσατο: ἐγύμνωσεν. ἀνέσφηλεν: ἀνέζησεν. ἀνέσχετο: ἀνέτεινεν. ἀνευθέτου: ἀχρήστου. ἄνετον Ὑπερίδης τὸ ἀνειμένον θεῷ ἱερόν. ἀνέφικτον: ἀκατάληπτον. ἀνευφήμησεν: ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων. ἀνεφυσῶντο: ἀντὶ τοῦ μετεωρίζοντο. ἀνέφυ: ἀνέζησεν. ἀνεχρήσαντο: διέφθειραν. οὕτως Θουκυδίδης. σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν. ἀνεχαίτισεν: ἀντὶ τοῦ ἀνέκοψεν ἢ ἀνέτρεψεν. ἄνεχε: ἀντὶ τοῦ πάρεχε. Θεόπομπος. ἀνέχει: σώζει, οὐχ ὥς τινες ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης· αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν, ἀντὶ τοῦ σώζουσιν. ἀνέῳγεν, οὐχὶ ἤνοιγε, καὶ ἀνεῴγετο λέγουσι. καὶ Θρασυλέοντι γ ἢ δ. ἡ δʼ ἀνέῳγε τὴν θύραν. Θετταλῇ· καὶ τὸ κεράμιον ἀνέῳχας· ὄζεις, ἱερόσυλʼ, οἴνου πολύ. Εὔπολις Πόλεσιν· ὃν οὐκ ἀνέῳξα πώποτʼ ἀνθρώποις ἐγώ. Φερεκράτης Κραταπάλοις· οὐδεὶς γὰρ ἐδέχετʼ, οὐδʼ ἀνέῳγέ μοι θύραν. ἀνέῳγον: καὶ Ἀμειψίας Μυχοῖς καὶ οἱ νεώτεροι πολλαχοῦ. ἀνείλιξιν: τὴν ἀνάλυσιν. Πλάτων Πολιτικῷ. ἀνέχειν: τὸ ἀνατέλλειν τὸν ἥλιον ἢ τὴν σελήνην. λέγεται δὲ ἀνέχειν καὶ τὸ ἐξέχειν καὶ προέχειν, ὡς Θουκυδίδης ἐν τετάρτῳ· πᾶσα γὰρ ἀνέχει ὡς τὸ Κρητικὸν πέλαγος. λέγεται ἀνέχειν καὶ τὸ κωλύειν. Θουκυδίδης ἐν ἕκτῳ· τοὺς ταῦτα κωλύοντας καὶ ἀνέχοντας. καὶ Ἀριστοφάνης· σὺ δʼ οὐκ ἀνεῖχες αὐτόν, ὥσπερ εἰκὸς ἦν. καὶ ἀνέχειν τὸ διαβαστάζειν καὶ φέρειν, ὃ καὶ ἀνέχεσθαι καὶ ἐπανέχειν λέγεται. ἀνέσχεν: ὡς λέγομεν, ὁπότε ὁ ὑετὸς παύεται, Ξενοφῶν. σημαίνει δὲ καὶ ἄνω ἔσχεν, ἐπῆρεν, ὕψωσεν. ἀνέδην: ἀνειμένως. δύναται δὲ ἀπὸ τῶν ἵππων μετάγεσθαι, οἷς ἂν αἱ ἡνίαι ἀνεθῶσι. Πλάτων δὲ Νόμων ἑνδεκάτῳ· εὗρε μηχανήν, ὅπως ἤθη μὴ ἀνέδην ἀναισχυντίας τε καὶ ἀνελευθέρου ψυχῆς μέτοχα συμβήσεται γίνεσθαι ῥᾳδίως. καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· τῆς δὲ πομπείας ταύτης τῆς ἀνέδην γεγενημένης, ἀντὶ τοῦ ἄγαν. καὶ πολλὴ ἡ τοιαύτη χρῆσις. ἀνεπίκλητος καὶ ἀνεπίκλητον καὶ ἀνεπικλήτως φασί, καὶ ἀνεπικλητότερον εἶπε Ξενοφῶν. χρῶνται δὲ ὁμοίως καὶ τῷ ἀνέγκλητος, ὡς καὶ Δημοσθένης ἐν τῷ πρὸς Ἀλέξανδρον συνθηκῶν ἀνέγκλητον λέγει, καὶ Ξενοφῶν χαλεπὸν εἶπεν ἀνέγκλητον εἶναι, καὶ ἀνεγκλητί Πλάτων εἶπε καὶ Ἰσοκράτης, καὶ ἀνεγκλήτως Ξενοφῶν. ἀνελήμων καὶ ἀνελεήμων φασί. Νικόχαρις δὲ ἀνηλεήμων λέγει. ἀνεβάλοντο: ἀνεσχηματίσαντο. ἀνεβόησεν οὐράνιον ὅσον: Ἀριστοφάνης. σημαίνει δὲ τὸ ὑπερβεβηκὸς μεγέθει, ὡς καὶ μέχρι τοῦ οὐρανοῦ ἥκειν. ἀνεμεστώθη: ἀνεπληρώθη. ἀνέλκειν τὰς ὀφρῦς: μέγα φρονεῖν καὶ ὑπερήφανον. ἀνεγείρει καὶ ῥιπίζει τὸν ὄχλον ἢ τὴν πόλιν. καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζειν τῆς τοῦ πυρὸς ῥιπίσεως. ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος: πάνυ καινῶς εἴρηται καὶ ἐναργῶς. ἔστι δὲ Εὐπόλιδος. τὸ μὲν γὰρ ἄνεμος δηλοῖ τὸ πανταχοῦ φερόμενον ἀνέμου δίκην καὶ ἀλώμενον καὶ ἀβέβαιον, τὸ δὲ ὄλεθρος καὶ ὀλέθρου ἄξιον καὶ ἀπωλείας. χρήσῃ δὲ τῷ λόγῳ, φησὶ Φρύνιχος, ἐν συνουσίᾳ. ἀνεμιαῖα: τὰ ὑπηνέμια τῶν ὠῶν. κατὰ μεταφορὰν δὲ καὶ οἱ ἄχρηστοι καὶ μάταιοι τῶν λόγων. ἀνέντατος: Θεόπομπος· ἄπνους, ἄνευρος, ἀσθενής, ἀνέντατος. ἀνεψιαδοῖ Ἀριστοφάνης, καὶ ἀνεψιαδοῦς Φερεκράτης, καὶ Ἕρμιππος ἀνεψιαδοῦν. καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου παρατίθεται νόμον, ἐν ᾧ γέγραπται· καὶ πενθεροὺς καὶ ἀνεψιαδοῦς. καὶ Λυσίας δέ. λέγεται καὶ ἀνεψιότης. Δημοσθένης καὶ Σόλωνος νόμους παρατίθεται ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, ἐν οἷς ἐστιν ἡ ἀνεψιότης. κέχρηται τῇ λέξει καὶ Πλάτων καὶ Ξενοφῶν καὶ Λυσίας. ἀνερεψάμενοι: ἀναρπάσαντες. ἀναρεπτομένη: χωριζομένη, ἀναλίσκουσα. ἀνέρσει: ἀναρτήσει, κρεμάσει. ἀνερμάτιστος ναῦς: κούφη σάβουρος, οὐκ ἔχουσα ἕρμα. ἀνέσαιμι: ἀναπείσαιμι καὶ παρορμήσαιμι. ἀνέσαντες: ἀνακαθίσαντες, ἀναλαβόντες, ἐπιθέντες. καὶ ἀναπείσαντες. ἀνεσίαν: τὴν ἄνεσιν. Κρατῖνος. ἀνηβητηρίαν: πᾶν ἀνελὼν νεότητος. ἄνηβος: ὁ μήπω τὴν ὀφειλομένην ἡλικίαν ἐπιφθάσας. ἥβη γὰρ ἡ ἡλικία. ἀνηβῶν: ἀνανεάζων. ἀνηγάγοντο: ἀνήχθησαν. καὶ τὰ ἀπʼ αὐτοῦ πάντα ὁμοίως. Μένανδρος Ἁλιεῦσιν· ὡς δὲ τὴν ἄκραν κάμπτοντες ἡμᾶς εἶδον, ἐμβάντες ταχὺ ἀνηγάγοντο. ἀνηνέχθη: ἀνήνεγκε καὶ ἀνελάμβανεν αὑτόν. Ῥαπιζομένῃ Μένανδρος. ἀνῆκεν: ἀφῆκεν. ἀνηκούστησεν: οὐκ ἤκουσεν. ἀνεψύχησεν: ὅπερ ἐν τῇ συνηθείᾳ ἀνέψυξεν. ἀνήκεστον: ἀνίατον, ἀθεράπευτον. ἀνημμένος: ἐξηρτημένος. ἀνήνυτος: ἄπρακτος, ἀτέλεστος. ἀνήρετο: ἀνέβαλεν. ἀνήροτον: ἀγεώργητον. ἀνῄρηκεν: ἀντὶ τοῦ ἐκποδὼν ἐποιήσατο. Δημοσθένης. ἀνηγμένος: ηὐξημένος. ἀνηκίδωτοι: ἄνευ ἀκίδος. ἀνήχθημεν: ἀνεπλεύσαμεν. ἀνῆψεν: ἀνεκρέμασε θεοῖς. ἀνήῤῥησεν: ἀνεφθάρη· ὡς μόλις ἀνήῤῥησʼ. οὐδέν ἐσμεν οἱ σαπροί, Εὔπολις Πόλεσιν. ἀνήρτησαν: ἀνεποίησαν, ἀνεκαίνισαν. ἄνηστις: ἡ νῆστις παρὰ Κρατίνῳ ἐν Διονυσαλεξάνδρῳ· ἰοὺ γάρ, σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. ἄννηττον: τὸ ἄννηττον ἐν τοῖς δύο νν καὶ δύο ττ. ἀνηρώτιζεν: ἀντὶ τοῦ ἀνηρώτα. Τηλεκλείδης. ἀνήκει Ἀντιφῶν μὲν ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνήκω ἀντὶ τοῦ ἀναβέβηκα καὶ προελήλυθα ἔφη. Θουκυδίδης δὲ ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσιν. καὶ Δημοσθένης ἀνήκοντα ἀντὶ τοῦ διαφέροντα. ἀνθέμιον: τὸ χρυσίον τὸ ἐκλεκτόν. ἀνθεμόεντα: ἀναθεματικόν, διηνθισμένον, ποικίλον. ἀνθέξεται: ἀντιλήψεται. ἀνθερεών: ὁ ὑπὸ τὸ γένειον τόπος, ἡ λάρυγξ. ἀνθέρικες: αἱ τῶν σταχύων προβολαί. ἀνθερίκων: ἀνθηρῶν ἢ λαμπρῶν. ἀνθερίσκος: ὁ καυλὸς τοῦ ἀσφοδελοῦ. ἀνθῃρημένος: ἀντιλαμβανόμενος. ἄνθινον: ἀνθηρόν, βαπτόν. ἀνθοσμίας: εὐωδίας. ἢ οἶνος εὐώδης. ἀνθʼ ὅτου: ἀνθʼ οὗ τινός. ἀνθεμοῦς: πόλις ἐστὶ Μακεδονική. ἄνθρηκον: ἄνθους τι γένος. ἄνθης: τῆς ἀνθήσεως. ἀνθήλιος: ἡ σελήνη καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου ἀνταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡς Θεόπομπος. σημανεῖ δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ ἀνθήλεια καλεῖται. ἄνθεια: ὄνομα ἑταίρας. τινὲς δὲ ἀντὶ τοῦ θ Ἄντεια γράφουσιν. ἀνθεμόκριτος: Ἀθηναῖος μὲν ἦν κήρυξ, ἀπεσφάγη δὲ ὑπὸ Μεγαρέων, ἀπαγορεύων αὐτοῖς τὴν ἱερὰν ὀργάδα μὴ ἐργάζεσθαι. ἀνθεστηριών: ὄγδοος μήν ἐστι παρὰ Ἀθηναίοις, ἱερὸς Διονύσου. κεκλῆσθαι δὲ αὐτὸν οὕτω διὰ τὸ τὴν ἄνθην τοῦ βότρυος τούτῳ μάλιστα τῷ μηνὶ γίνεσθαι, καὶ διὰ τὸ πλεῖστα τῶν ἐκ γῆς ἀνθεῖν τότε. ἀνθιππασία: ἵππων ἅμιλλα, ἱππικὸς ἀγών. ἀνθρήνη: ὃ καὶ ἀνθρήνιον λέγουσι, σφηκὶ παραπλήσιον ἢ μελίσσῃ. λέγουσι δὲ καὶ αὐτὸ τὸ κηρίον αὐτῶν ἀνθρήνιον. ἀνθίσασθαι μουσικῆς καὶ ἠνθισμένοι μουσικῇ, οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς. ἀνθράκιον: βραχὺ τριποδίσκιον παραλεξείδιον. ἄνθρωπος πρόδοξος: ὁ πρὶν ἢ σαφῶς ἐξετάσαι δοξάζων. ἄνθρωπος λυπησίλογος: σημαίνει μὲν ὁ λυπῶν τοῦ λέγειν τοὺς πέλας. Κρατῖνος. ἄνθρωπος Εὔριπος, τύχη Εὔριπος, ὄνομα Εὔριπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων. ἀνθυπώμοσα: ἀντὶ τοῦ ὑπ.. ὑπωμοσία. οὕτω Δημοσθένης κατὰ Ὀλυμπιοδώρου. ἀνθυπουργῆσαι: τὸ ἀνταποδοῦναι χάριν. Σοφοκλῆς Κολχίσιν· ἢ φῂς ὑπομνὺς ἀνθυπουργῆσαι χάριν. ἄνθροισκα: ἄγρια λάχανα, παραπλήσια ἀνήθοις, οἷα καὶ τὰ μάρανθα. ἄνθος: τὸ χρῶμα καὶ τὸ βάμμα τοῦ ἐρίου. Φερεκράτης Δουλοδιδασκάλῳ· ταχὺ τῶν ἐρίων καὶ τῶν ἄνθων τῶν παντοδαπῶν κατάγωμεν. ἀνθέων: τὴν γενικὴν ὁμοίως τοῖς Ἴσιν οἱ Ἀττικοί. Ἕρμιππος Ἀθηνᾶς γοναῖς· κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν. καὶ ἐν τοῖς ἑξῆς· λεπτοὺς διαψαίρουσα πέπλους, ἀνθέων γέμοντας. καὶ Ἀρισταγόρας Μαμακύθῳ. ἀνιαθείς: λυπηθείς. ἀνιαρόν: λυπηρόν. ἀνίδρυτοι: ἀστήρικτοι. ἀνιείς: ἀφιείς. ἢ παρορμῶν. ἀνίδρυτο: Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος. ἀντὶ τοῦ ἀνεξίλαστο. ἀνιακκάς: ἀνιεμένη: ἀνελοῦσα καὶ ἀναχαλῶσα τὸν πέπλον. ἀνιέντα: ἐνδόντα. ἀνιερώσαντες: ἀναθέντες. ἀνιμᾶσθαι: ἀντλεῖν, ἀρύεσθαι. ἀνιστῇ: ἀντὶ τοῦ ἐφιστῇ. ἀνιλλομένη: καθυποκρινομένη. κυρίως δὲ ἀνίλλεσθαι τὸ ἀπαξιοῦν. ἀνίστω: ἀντὶ τοῦ ἀνίστασο. οὕτως Ἀμειψίας. ἀνίπτοις ποσίν: ἀντὶ τοῦ ἑτοίμοις καὶ χωρίς τινος ἐπιμελείας. ἀνιπτόποδες: οἱ ἱερεῖς, διὰ τὸ συνεχῶς καὶ ἀδιάλειπτον ὑποδεδέσθαι. ἀνιέρειος: ᾧ ἱερεῖα μὴ θύεται. ἀνίησιν: ἐνδίδωσιν. ἀνισοφυές: ἀνόμοιον. ἀνιστάμεναι: αἰχμαλωτιζόμεναι. ἀνίσχουσαι: ἀναδύουσαι. ἀνίσχων: ἀνατέλλων. ἀνικμώμενα: ταὐτὸ τῷ λικμώμενα, ὡς ἐν Τιμαίῳ Πλάτων. ἀνορωρυγμένον, οὐχὶ ἀνωρυγμένον λέγουσιν. Μένανδρος· τὴν ἀνορωρυγμένην ταύτην ἰδών. ἀνόθευτον: γνήσιον, ἀπαραποίητον. ἀνόκαιον: τὸ ὑπερῷον οἴκημα Ξενοφῶν ἐν Κύρου ἀναβάσει. καὶ τὸν κωμῳδοποιὸν οἱ περὶ Ἀντιφάνην. ἀνόδοντον: Κοριαννοῖ Φερεκράτης· ἀνὴρ γέρων ἀνόδοντος ἀλήθει. ἀνοίγει: ἀνοίγει καὶ ἀνοίγνυσι, διχῶς. ἀνοπαῖα: ἀνὰ τὴν ὀπήν. οἱ δὲ ὀρνέου γένος. ἀνοιγομένοις τοῖς κτήνεσιν: ἀντὶ τοῦ σχιζομένοις. Ἡρόδοτος. ἀνομβροῦσαι: ἀναβλύζουσαι. ἀνʼ ὅμιλον: κατὰ τὸ πλῆθος. ἄνοις: ἀντὶ τοῦ ἀνύοις. Φρύνιχος. ἄνοντος: ἀνύοντος. ἄνοργοι: ἀντὶ τοῦ ἄνευ ὀργῆς. Κρατῖνος. ἀνοργίας: ἀμυησίας. ὄργια γὰρ τὰ μυστήρια. ἀνοργιάστοις: τῶν μυστηρίων ἀπείροις. ἀνοψία: ἀντὶ τοῦ σπάνις ὄψων. ἀνόσιον: βέβηλον, μιαρόν, ἀνίερον, ἄθυτον. ἀνοηστίαν: τὴν ἄνοιαν. Ἀριστοφάνης. ἀνορταλίζειν: παίζειν καὶ σκιρτᾷν. λέγουσιν δὲ καὶ τὸ ἀναβάλλειν ταῖς χερσὶ τὰ παιδία. ἀνοκωχήν, διὰ τοῦ ο, τὴν ἀνοχὴν λέγουσι. πολὺ δέ ἐστι παρὰ Θουκυδίδῃ. ἀντανάκλασιν: κατὰ ἀνάκλασιν ἀπό τινος μεταγομένη. γίνεται δὲ τοῦτο ἐπὶ φωνῆς, ὅταν ἀντηχῇ, καὶ ἐπὶ φωτὸς ἡλιακοῦ, ὅταν λείῳ τινὶ ἢ λαμπροτάτῳ ὕδατι προσπέσῃ. ἀντιδιαπλέκειν: τὸ ἐν δίκῃ ἀντιλέγειν. ἀντίδοσις: τὸ τὴν οὐσίαν δοῦναί τινά τινι εὐπορωτέρῳ πρὸς τὸ τὴν δοθεῖσαν λειτουργίαν, δαπανηρὰν οὖσαν, ἐκεῖνον λειτουργεῖν ἢ οὐκ ἐθέλοντα λειτουργεῖν. καὶ τοῦτο καλεῖται ἀντίδοσις. ἀντεπιτίθησιν: ἀντὶ τοῦ ἐπιστέλλει. οὕτως Ἰσαῖος. ἀντερείδει: ἀντὶ τοῦ οὐχ ὑπείκει. ἀντεξάγειν: ἀντιπαρατάττεσθαι, ἀντεξιέναι. ἀντερεῖ: ἀντιλέξει. ἀντετόρησεν: εἰς τὸ ἐναντίον ἦλθε τιτρώσκων. ἀντεφέροντο: ἠναντιοῦντο. ἄντλος: ἡ ἀντλία. ἀντεύφρασμα: τὸ ἐναντίον τῇ εὐφροσύνῃ ἀγαθῶν. ἀντεφιλοτιμοῦντο: ἀντὶ τοῦ ἡμιλλῶντο καὶ ἤριζον καὶ ἀντηγωνίζοντο. τοῦτο δὲ τὸ ἀντιφιλοτιμεῖσθαι πρώτης ἐστὶ συζυγίας τῶν περισπωμένων, καὶ μόνον. εἰσὶ δέ τινα ῥήματα, ἃ δύο συζυγιῶν εὑρέθη, οἷον σκηνῶ σκηνᾷς καὶ σκηνοῖς, καὶ ἀτολμῶ ἀτολμεῖς καὶ ἀτολμοῖς. ἀντάρης νυκτερὶς ὄψεσίν φησι Σοφοκλῆς. ἀνταπαιτῆσαι: ἀπαιτῆσαι. Θουκυδίδης τρίτῳ καὶ τετάρτῳ. καὶ ἀνταποδοῦναι καὶ ἀνταπολαμβάνειν. Δημοσθένης ἐν τῷ κατὰ Λεπτίνου. ἀντίπαις: ὁ πρόσηβος καὶ ἀνδρόπαις καὶ ὑπὲρ τὴν τοῦ παιδὸς ἡλικίαν. ἀντάλλαγον: ἀντάλλαγον καλοῦσι τὸν ἀντὶ ἑτέρου ἠλλαγμένον, οὐχὶ ἄνταλλον. Μένανδρος Κανηφόρῳ· ἐδεῖτο χρῆσαι τὴν σεαυτῆς θυγατέρα ἀντάλλαγον. ἀντιλογιῶν: Θουκυδίδης τετάρτῳ. καὶ ἀντιλογῆσαι Νεφέλαις Ἀριστοφάνης. ἀντιβολῆσαι: ἀπαντῆσαι. μετασχεῖν καὶ ἐπιτυχεῖν. καὶ δυσωπῆσαι. ἀντιβολῶ: ἱκετεύω. ἀντιάνειραι: ἴσα δυνάμεναι ἀνδράσιν. ἀντιβόλησις: δέησις καὶ ἱκεσία. ἀντὶ τοῦ παράκλησις. Πλάτων ἐν Συμποσίῳ καὶ ἐν τῇ Ἀπολογίᾳ. ὠνόμασται δὲ ἀπὸ τοῦ τὰς χεῖρας προβάλλειν τοῖς ἐναντίοις τοὺς ἱκετεύοντας. ἀντέχει: ἀντὶ τοῦ ἐξαρκεῖ Δείναρχος. ἀντὶ δὲ τοῦ σώζεται Δημοσθένης. καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμβάνει. ἀντιγράψασθαι: ἀντὶ τοῦ ἀντικατηγορῆσαι, ἐπειδὴ πρῶτος κατηγόρησε Τίμαρχος Αἰσχίνου παραπρεσβείας. ἀντεχόμενος: ἀντιλαμβανόμενος. ἀντιάζει: ἐναντιοῦται. ἀντικάθηται: ἀντὶ τοῦ ἐναντιοῦται. ἀντιδιαστέλλεται: ἀντιδιίστησιν. ἀντίκρισις: ἀντὶ τοῦ ἀπόκρισις. οὕτως Ἀναξίλας. ἀντιλέγειν: ἀντὶ τοῦ τὰ ἴσα λέγειν. Πλάτων. ἀντίληψις: ἀντὶ τοῦ ἐπίληψις. Πλάτων. ἀντίῤῥοπον: ἰσόῤῥοπον. ἀντιτύπους: σκληροὺς καὶ ἀνενδότους, μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας· καὶ τύπος ἀντίτυπος, φησὶν ὁ χρησμός. ἀντιτυπία: ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὁμοιότητος. ἀντιτυπῆσαι: ἀντιπαθῆσαι. ἀντιπαρεξάγειν: ἀντιτάσσειν. ἀντιπεπονθότως: ἀντικειμένως, ἐναντίως. ἀντίπαλον: σημαίνει τρία, τὸ ἐναντίον καὶ τὸ ἰσόπαλον καὶ τὸ ἰσόστροφον. ἀντιπροκλήσεις: ἀντιλογίας, ἀντεγκλήματα. ἀντιστρόφους: ἀντὶ τοῦ ἰσοστρόφους. ἀντιτορήσας: διατρήσας, τοιχωρυχήσας. ἀντικρύ: σημαίνει τὸ κατʼ ἐναντίας καὶ ἐξ ἐναντίας καὶ κατʼ εὐθύ. σημαίνει καὶ τὸ ταχέως καὶ ὁλοσχερῶς. ἄντικρυς: μετὰ τοῦ σ λεγόμενον σημαίνει τὸ διόλου ἢ παντελῶς ἢ φανερῶς, ἐπʼ εὐθείας καὶ ἰσχυρῶς· χωρὶς δὲ τοῦ σ λεγόμενον, ἀντικρύ, τὸ κατέναντι μόνον καὶ ἐξ ἐναντίας. ἀντιφέρονται: ἐναντιοῦνται. ἀντιφιλοτιμεῖ: ἀντιθεραπεύει. ἀντόμενοι: συμβάλλοντες. ἀντιφῇς: ἀντὶ τοῦ ἀντιλέγεις. ἄντρα νύχια: σκοτεινὰ σπήλαια. ἀντρώδη: σπηλαιώδη. ἄντυγες: περιφέρεια τοῦ ἅρματος. ἀντωπεῖ: ἀντοφθαλμεῖ. ἀντωπός: ὁ ἀντιβλέπων. ἀντιοχίς: ὄνομα φυλῆς. ἀντιχορδάς: σύμφωνος. ἀντρῶνες: πόλις ἐν Θετταλίᾳ. ἀντωμοσία: γραφὴ κατά τινος ἔνορκος περὶ ὧν ἠδικῆσθαί φησι. διωμοσία δὲ ὁ ἑκατέρωθεν γινόμενος ὅρκος ὑπὸ τῶν διαδικαζομένων, τοῦ μὲν ὡς πράξαντα διώκει, τοῦ δὲ ὡς οὐκ ἔπραξεν. ἐξωμοσία δὲ ἄρνησις σὺν ὅρκῳ ὡς ἀδυνατοῦντος ἢ παρὰ καιρὸν ὄντος αὐτῷ τοῦ λειτουργεῖν. ἀντωμοσία: γράμματά τινα γράψαντες, περὶ ὧν ἡ δίκη, ὅ τε κατηγορούμενος καὶ ὁ κατηγορῶν ἀποφέρουσι πρὸς τὴν ἀρχήν. καλεῖται δὲ οὕτως, ἐπειδὴ ἑκάτερος αὐτῶν ἀντώμνυεν, ὁ μὲν τἀληθῆ κατηγορήσειν, ὁ δὲ τἀληθῆ ἀπολογήσεσθαι. ἀντωμοσία: ἀντωμοσία μὲν ἡ τοῦ ἀντιδίκου, ὑπωμοσία δὲ οἷον ἄν τις σκήπτηται κάμνειν ἤ τι τοιοῦτον. παράστασις δὲ ἡ διδομένη τῷ γράμματι διʼ οὗ ἐν ᾧ τὸ ἔγκλημα γέγραπται, ὅπως ἐγγραφῇ εἰς τὰ ἐγκλήματα. πρυτάνεια δέ, ὃ τῷ ταμίᾳ καταβάλλει ἕκαστος, ὅπως εἰσαχθῇ ἡ δίκη. λέγεται δὲ καὶ χρόνος τις Ἀθήνῃσιν ὡς ἂν ὁ μηνιαῖος, ὃν ἐπρυτάνευον αἱ φυλαί. ἄντυγες: περιφέρειαι. ἀντιάτας: τοὺς ἀπὸ Ἀντίου πόλεως, ἣ ἀπέχει Ῥώμης τριακοσίους σταδίους. ἀντιβληθέντος ἀντὶ τοῦ ὑπαγορευθέντος Δείναρχος λέγει. ἀντιγενίδας: ἐνδοξότατος γέγονεν αὐλητής, υἱὸς Διονύσου. ἀντιγραφεύς: ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐτά. οὕτω Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἀλλὰ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς. ἀντιγραφή: ἰδίως μὲν ἡ τῶν κατηγοριῶν ἀντιδικασία, ἐπειδάν τις ἄπαιδός τινος τελευτήσαντος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον. κυρίως δέ ἐστιν ἀντιγραφὴ ἐν ταῖς δημοσίαις δίκαις τὰ τῶν δικαζομένων περὶ τοῦ πράγματος γράμματα, τοῦ τε διώκοντός φημι καὶ τοῦ φεύγοντος. ἀντίθετον: τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς, Ἀριστοφάνης Θεσμοφοριαζούσαις· καὶ κατʼ Ἀγάθωνʼ ἀντίθετον ἐξευρη-μένον. ἀντίθεσις: σχῆμα λέξεώς ἐστι, καθʼ ἣν ἀντιτιθέασιν ἀλλήλοις τὰ ἐναντία ἢ κατὰ μέρος ἢ ἀθρόα. οὕτως Ἰσοκράτης ἐν τῷ Παναθηναϊκῷ. ἀντίθετον: εἶδος σχήματος ῥητορικοῦ, διαφόρως ποικιλλόμενον. ὁ μέντοι Αἰσχίνης οὐκ ἐπὶ σχήματος εἶπε τὸ ἀντίθετον, ἀλλʼ ὅτι διήγημα διηγήματι ὁ Δημοσθένης ἀντέθηκε, τοῖς περὶ τὴν Ὀλυνθίαν γυναῖκα Σάτυρον τὸν ὑποκριτήν, καὶ ὅσα παρὰ Φιλίππου σώματα αἰχμάλωτα λυσάμενος καὶ προῖκας αὐτοῖς ἐπιδέδωκεν. ἀντίκυρα: ὄνομα χώρας τινός. ἄντισσα: μία πόλις τῶν ἐν Λέσβῳ. ἄντυξ: περιφέρεια τοῦ ἅρματος. ἀντακαῖος: ἰχθύς, ὡς πάνης καὶ σαπέρδης. ἀνταλλαῖος: ἀντὶ τοῦ ἄνταλλος. ἀνταναγνῶναι: οὐκ ἀντιβάλλειν. οὕτω Κρατῖνος. ἀντεγράψατο: ἀντεδικάσατο καὶ ἀντιγραφαὶ καὶ ἀντωμοσίαι σχεδὸν αἱ αὐταί. ἀντήλιος: ἡ ἀνακλωμένη ἀπὸ τοῦ ἡλίου αὐγή. ἔστι δὲ ἐν Χαλκείοις Μενάνδρου τοὔνομα. Ἀριστοτέλης δὲ παρήλιον ὀνομάζει. γίνεται δὲ περί τε δυσμὰς καὶ ἀνατολάς, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν οὔτε ἐκ πλαγίου. ἀντηρέτης: ὁ ἀντικαθεζόμενος τῷ ἐλαύνοντι. ἀντιφερίζειν: ἐξισοῦσθαι. ἀντλητήρ: κάδος. ἀντλητὴρ δὲ ὁ ναυτικός. ἀντλία: ὅπου τὸ ὕδωρ τὸ ἐν τῷ πλοίῳ γινόμενον ἀπαντλοῦσιν εἰς θάλασσαν. καὶ νῦν ὁ καλούμενος καδίσκος. ἀντλιαντλητῆρα: Μένανδρος Μεσσηνίᾳ· οἱ δʼ ἁρπάσαντες τοὺς κάδους τοὺς στρογγύλους, ὕδρευον ἀνδρειότατα κηπ... πάλιν. ἤντλουν λέγειν δεῖ, καὶ κάδους οὐ δεῖ λέγειν, ἀλλʼ ἀντλιαντλητῆρας. Ἀριστοφάνης δὲ Προαγῶνι καὶ Ἐπίλυκος Κοραλίσκῳ τὸ αὐτὸ τοῦτο ἀντλίον κεκλήκασιν. ἄντλιον: ὑπάντλιον. ἀντλία: χαλεπή, προσαντής. ἀνυπαίτιος: ἀναίτιος. ἀνυπόβλητον: προῦχον. ἀνύποιστον: ἀβάστακτον. ἁνύσαι: δασέως, τὸ σπεῦσαι καὶ συντελέσαι. ἀνυπόστατον: ἀντὶ τοῦ ἀφόρητον. ἀνυσίμως: ἐνεργῶς, πρακτικῶς, τελείως. καὶ ἀνύτουσι τελοῦσιν, ἀνύουσιν. ἁνύττειν οἱ Ἀττικοί, ὅπερ ἡμεῖς· ἁνύειν δὲ τὸ σπεύδειν. δασεῖα δὲ ἡ πρώτη. Ὅμηρος δὲ τὸ ἀνύειν ὡς ἡμεῖς, οἷον· οὐκ ἀνύω φθονέουσα. ἀνυδρεύσασθαι: ἀντλῆσαι ὕδωρ· κατάχεον αὐτῆς, κἀνύδρευσαι τὸν κάδον, Κοριαννοῖ Φερεκράτης. ἀνυπόδητος: ἐν τῷ η λέγεται, οὐχὶ ἀνυπόδετος. ἄνω καὶ κάτω: ἀνῴμωξεν: ἐστέναξεν. ἀνώνητον: ἀνωφελές. ἀνωρθρίαζον: Ἀνδοκίδης ἀντὶ τοῦ ὄρθριοι βοῶντες ἔλεγον. ἄξιος λαβεῖν ὁ μισθός: τοῦτο τῶν εἰς κάλλος ἠσκημένων. σημαίνει δέ τι τοιόνδε· ἄξιός ἐστιν ὁ μισθὸς ὥστε λαμβάνειν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ. Ὅμηρος δὲ πρῶτος ἐχρήσατο τῷ σχήματι τούτῳ· ῥηΐτεροι γὰρ ................ ἔσεσθε κείνου τεθνηῶτος ἐναιρέμεν· καὶ πάλιν· ἡ δὲ μάλʼ ἀργαλέη περάᾳν· σκόλοπες γὰρ ἐν αὐτῇ. καὶ Σοφοκλῆς· γυνὴ γὰρ ὀξύθυμος, ὡς δʼ αὕτως ἀνήρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. ὁ δὲ νοῦς· ῥᾷον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγῆς τὴν ὀργήν. ἄξιον: ἐπὶ τοῦ δικαίου τέτακται. ἀξιάγαστος: ἀξιοθαύμαστος, ἀξιόχρεως. ἀξιέραστον: ἄξιον ἐρασμοῦ, ἐπέραστον. ἀξιῶν: ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυσίας καὶ Πλάτων. ἀξιοῖ: Ἀντιφῶν καὶ Λυσίας ἀντὶ τοῦ νομίζει. ἀξιόχρεως: ἱκανός, ἐχέγγυος. ἀξιόπιστος. ἀξιόχρεων ἐν τῷ ω λέγουσι, καὶ λιπόνεων. καὶ τὰ οὐδέτερα· οἱ γὰρ παλαιοὶ ὁμοίως. τὸ δὲ ἀξιόχρεον βάρβαρον. ἄξω: ἄξω καὶ ἐνταῦθα καὶ ἐκεῖσε, ἀπάξω δὲ τὸ ὀπίσω ἄξω. ἀξιόπιστος οὐχὶ ὁ κατάπλαστος λέγεται ὑπὸ τῶν παλαιῶν καὶ τερατείᾳ χρώμενος, ἀλλʼ ὁ πιστὸς καὶ δόκιμος καὶ ἀξιόχρεως. ἀξίοχος: Αἰσχίνῃ τῷ Σωκρατικῷ διάλογος ἐγράφη, Ἀξίοχος καλούμενος. ἄξιος οὐδὲ μόνου: ἀντὶ τοῦ οὐδενός. ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. ἀξυνεσία: Θουκυδίδης τρίτῳ. ἀξύλῳ: πολυξύλῳ. ἀξιαπηγητότατον: ἀξιολογώτατον. ἀξύμβλητον: ὥστε μηδενὶ ἀπαντῆσαι. Σοφοκλῆς· ἄπλαστον, ἀξύμβλητον ἐξεθρεψάμην. ἄξονες: ξύλα τετράγωνα ἦν, ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου διήκοντα, καὶ διά τινος περόνης στρεφόμενα, ἐφʼ ὧν οἱ Σόλωνος νόμοι ἀνεγράφοντο. μέμνηται δὲ τῆς λέξεως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες, περὶ οὓς σφαῖραι καὶ κύλινδροι καὶ τὰ τοιαῦτα καὶ στρέφονται καὶ συνίστανται. καὶ τῶν ἁμαξῶν δὲ οἷς οἱ τροχοὶ συνεχόμενοι περιστρέφονται. ἀξιάγαστος: ἀξιοθαύμαστος. ἀοιδή: ᾠδή. ἀοίδιμος: ὑμνητός. ἀοιδός: ποιητής. ἀολλεῖ: ποιεῖ, συνάγει. ἀολλίσασα: ἀθροίσασα. ἄορι: τῷ ξίφει. ἄοινος: ἐπὶ τῶν μὴ γεγυμνασμένων οἴνῳ, καὶ ἐπὶ τῶν μὴ ἐχόντων. ἄοζος: ὑπηρέτης, διάκονος. ἄορνος λιμήν: περὶ Τυρσηνίαν. φησὶ δὲ καὶ ἐν Κύμῃ τῇ Χαλκιδικῇ Ἄορνον λίμνην εἶναι, περιπεφυκότων δὲ πολλῶν δένδρων μηδὲν εἰς αὐτὴν ἐμπίπτειν τῶν ἀποπιπτόντων φύλλων. εἶναι δὲ καὶ νεκυομαντεῖον ἐν τῇ Τυρσηνίᾳ λίμνῃ Σοφοκλῆς ἱστορεῖ. ἀορτήν: λέγουσιν οἱ πολλοὶ νῦν ἀβεντήν· Μακεδονικὸν δὲ καὶ τὸ σκεῦος καὶ τὸ ὄνομα. ἄοπτα Ἀντιφῶν ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα μέν, δόξαντα δὲ ὁρᾶσθαι. ἀπάγειν, ἐφηγεῖσθαι, γράφεσθαι, δικάζεσθαι: τούτων ἕκαστον ἐπὶ τῶν ἑτέρους κατηγορούντων λέγεται. ἀλλʼ ἐὰν μὲν πρὸς διαιτητὴν ἡ δικασία γίνηται, καλεῖται δικάζεσθαι. ἄπαγε: παῦσαι, μὴ γένοιτο. ἄπαγε: ἀντὶ τοῦ χρῶ τῇ ἀπαγωγῇ. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἔστι δὲ δίκης εἶδος. ἀπάγου: ἀντὶ τοῦ πρὸς σαυτὸν ἄπαγε. Εὐριπίδης. ἀπαγορεύει: ἀποτρέπεται, ἀρνεῖται. ἀπαγωγάς: αἰχμαλωσίας. ἢ ἀδυναστείας. ἀπαγορεύειν: ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν. ἀπαγωγή: μήνυσίς ἐστιν ἔγγραφος, διδομένη τῷ ἄρχοντι περὶ τοῦ δεῖν ἀπαχθῆναι τὸν δεῖνα. ἀπάγειν καὶ ἀπάγεσθαι τὸν κακοῦργον. ἀπήγοντο δὲ εἰς τὸ δεσμωτήριον πρὸς τοὺς ἕνδεκα. ἀπαγωγή: δίκης ἐστὶν εἶδος, ὠνόμασται δὲ ἀπὸ τοῦ ἀπάγειν. ἀπήγοντο δὲ οἱ κακοῦργοι πρὸς τοὺς ἕνδεκα. λέγεται δὲ ἀπαγωγὴ καὶ ἡ αἰχμαλωσία, καὶ ἥ τινος κομιδή, οἷον ἡ ἀγωγή. ἀπᾷδον: οὐ συνᾷδον. ἀπαθῆ: τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη. ἀπάλλεις: ἀποπέμπεις. ἀπάλαμνος: ἄπειρος. ἀπαλλάξωμεν: ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. ἀπαλλάξας: ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος καὶ Δημοσθένης καὶ ἄλλοι. ἀπαλεξῆσαι: κωλῦσαι. ἀπαλέξοντες: κωλύσοντες. ἀπαμυνεῖ: ἀποτρέψει. ἀπαμβλύνει: ἐκκαθαίρει σκότους καὶ ἀλλοιώσεως. ἀπαμφιέσαντες: ἐκδύσαντες. ἀπαμφιεῖ: ἀποκαλύψει. Μισουμένῳ· ἀπαμφιεῖ γὰρ τὸ κατάπλαστον τοῦτο μὲν καὶ λανθάνειν βουλόμενον ἡ μέθη ποτέ. ἀπαμφίσκων: ἀποκαλύπτων. ἀπανάστασις: ἀποικία, μετάστασις. ἁπαξαπλῶς: ἀπάξω: ἐκεῖθεν ἄξω. ἁπαξάπαντα: οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσκείμενον. ἀπαράβλητος: ἀσύγκριτος, ἀνόμοιος. ἀπαραπόδιστα: ἀπλανῆ. ἀπαραποίητον: ἄπλαστον. ἀπάρσιμον: ἀσινῆ. ἀπαστία: ἀτροφία. ἀπαρτίαν: ἀποσκευήν, τέλος ἀπαρτισμοῦ. ἀπάρχου: ἀρχὴν λάβε. ἢ ἀπαρχὰς πρόσφερε. ἄπαστος: ἄγευστος, οἷον ἄμαστος, ἀμάσητος. ἀπατηλός: ἀπατητικός. ἀπατήσει: ἀντὶ τοῦ παραλογιεῖται. Τηλεκλείδης. ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις: ἐπὶ τῶν ὑπὸ τρυφῆς καὶ ἁβρότητος διαῤῥεόντων. ἀπʼ ἀκροφυσίων λόγους ἐνδεικνύναι: οἱονεὶ καινοὺς καὶ νεοποιήτους. Ἀριστοφάνης· ῥήματά τε κομψὰ καὶ παίγνιʼ ἐπιδει-κνύναι πάντʼ ἀπʼ ἀκροφυσίων καὶ τῶν ἀπο-κινναβευμάτων. λέγει γὰρ διὰ μὲν τοῦ ἀπʼ ἀκροφυσίων καινῶς εἰργασμένα καὶ οἷον ἐκ πυρός, διὰ δὲ τοῦ ἀπὸ κινναβευμάτων οἷον καινῶς πεπλασμένα καὶ διάθεσιν ἔχοντα. κίνναβος γὰρ τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζωγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. κέχρηνται πολλοί. ἅπανθʼ ὅμοια, καὶ Ῥοδῶπις ἡ καλή: σημαίνει ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί. ἀπαντᾷν: τὸ παραγίνεσθαι εἴς τινα τόπον. ἀπαντᾷν δὲ καὶ συναντᾷν λέγουσιν, ἑκατέρως. ἅπαν: οἱ μὲν Ἴωνες συστέλλουσι καὶ οἱ ποιηταί, οἷον· τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον. καὶ οἱ Ἀττικοὶ ἐκτείνουσι τὴν ὑστέραν. καὶ τὸ παράπαν ὁμοίως, καὶ ἅπαντα τὰ τοιαῦτα. ἀπαρτιλογία: ὁ ἀπηρτισμένος ἀριθμὸς καὶ λόγος. Ἡρόδοτος ἑβδόμῳ· λέγει δὲ Ξέρξης πρὸς Πύθιον τὸν Λυδόν· ἵνα μή τοι ἐπιδέες ὦσιν αἱ τετρακόσιαι μυριάδες ἑπτὰ χιλιάδων, ἀλλὰ ᾖ τοι ἀπαρτιλογία ὑπʼ ἐμέο πεπηρωμένη. ἀπαρτιλογία: ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός. οὕτως Λυσίας καὶ Ἡρόδοτος. ἀπάρχεσθαι: τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμβάλλειν. ἀπατούρια: ἑορτὴ Ἀθήναις ἀγομένη Διονύσῳ. Βοιωτῶν μαχομένων Ἀθηναίοις ἐπὶ χώρας Οἰνόης καὶ Μελαινῶν, Ξάνθου τοῦ Βοιωτοῦ ἡγεμόνος προκαλεσαμένου εἰς μονομαχίαν Θυμοίτην Ἀθηναίων βασιλέα, καὶ τούτου μὴ ὑπομείναντος, Μέλανθος, ὁ Κόδρου πατήρ, ἐπὶ ὁμολογίᾳ τῆς βασιλείας ὑπέστη. εὐξάμενός τε Διὶ ἀπατηνορίῳ, ὡς δέ τινες Διονύσῳ, καὶ τοὺς Ἀθηναίους κελεύσας Διὶ ἀπατηνορίῳ θύειν, προσιόντι τῷ Ξάνθῳ ἔφη οὐ δίκαια ποιεῖν· δεύτερον γὰρ εἶναι, μόνον μονομαχῆσαι προκαλεσάμενον. ἐπιστραφέντα δʼ ἐκεῖνον ὁ Μέλανθος λαβὼν ἀποκτείνει. καὶ διὰ τοῦτο τὴν ἑορτὴν ἐνομοθέτησεν ἄγεσθαι, ἣν καὶ κατʼ Ἰωνίαν συντελοῦσιν. Ἤγετο δὲ τὰ Ἀπατούρια ἐπὶ ἡμέρας τρεῖς, καὶ ἐκαλεῖτο ἡ μὲν πρώτη, ἐν ᾗ συνδειπνοῦσι μόνον, δορπία· ἡ δὲ δευτέρα, ἐν ᾗ θύουσιν, ἀνάρυσις· τὸ γὰρ θύειν ἀναρύειν καὶ τὸ θύμα ἀνάρυμα ἐλέγετο, ἐπεὶ οἱ ἀρχαῖοι ἀνακλῶντες τὰ ἱερεῖα καὶ ἄνω ἀναρύοντες ἔθυον. διὸ καὶ Ὅμηρος· αὐέρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν, καὶ ἔδειραν. καὶ τὸ ἐν Ἀρείῳ δὲ πάγῳ ἐπίθυμα ἐπαυάρυμα καλεῖται. ἡ δὲ τρίτη ἡμέρα κουρεῶτις λέγεται· ἐν ταύτῃ γὰρ τοὺς κούρους εἰσάγουσι καὶ συνιστᾶσι τοῖς συγγενέσι καὶ γνωρίμοις, εἶτα τρέφοντες εἰς τὴν πολιτείαν εἰς τοὺς φράτορας ἐνέγραφον. φρατρία δὲ τὸ τρίτον μέρος τῆς φυλῆς καὶ τριτύς· καὶ οἱ συννεμόμενοι αὐτὴν φράτορες. ἐν Τιμαίῳ· ἦν μὲν γὰρ δὴ Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δὲ ἦν μάλιστα δεκέτης· ἡ δὲ κουρεῶτις ἡμῖν ἐτύγχανεν Ἀπατουρίων. καὶ Ἐπίχαρμος δέ πού φησι· θωσούμεθα ὁ Ζεὺς ἐναρύει. ἀπατούρια: ἑορτή ἐστι παρὰ Ἀθηναίοις Πυανεψιῶνι τελουμένη ἐπὶ ἡμέρας τρεῖς. ἐκλήθη δὲ οὕτω διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην τῆς Μελανίας χώρας. πολεμούντων γὰρ τῶν Ἀθηναίων πρὸς Βοιωτούς, Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξανθίῳ τῷ Θηβαίῳ μονομαχῶν, ἀπατήσας ἀπέκτεινεν οὕτως .. γὰρ ἐφάνη τῷ Μελάνθῳ τις ὄπισθε τοῦ Ξανθίου. καὶ ὁ Μελάνθιος ἀνεβόησεν ἀδικεῖν αὐτόν, δεύτερον συνεπαγόμενον. ὁ δὲ ἐπεστράφη. ὁ δὲ παίσας ἀποκτείνει αὐτόν. ἐκ δὲ τούτου ἥ τε ἑορτὴ Ἀπατούρια καὶ Διονύσου Μελαναιγίδος ἐδομήσαντο βωμόν. ἅπασαν τὴν οὐσίαν ἠμφίασται: ἐπὶ τῶν μηδʼ ὁτιοῦν ἄλλο κεκτημένων ἢ ὅπερ ἀμπίσχεται. ἀπαρτίαν: ἀποσκευήν, τέλος, ἀπαρτισμόν. ἀπαριθμῶν: ἀντὶ τοῦ ἀποπληρῶν ἀριθμοῦ. Ἰσοκράτης. ἀπασκαρίζειν: ἀπάλαμνον: ἀμήχανον. οὕτως Ἀντιφῶν. ἀπαλάμνως: ἀβούλως καὶ ὡς ἀσυνέτως. ἀπαμβράκου: καρτέρει. λέγεται δὲ πρὸς ὠδίνουσαν γυναῖκα. οἱ δὲ ἀνδρίζου. ἄλλοι φυλάττου. ἀπάργματα: ἀπαρχαὶ καὶ μερίδες θεῶν. ἀπαρθένευτος: ἀκέραιος, καθαρός. ἀπηρτισμένως: ἀκριβῶς. .... κυρίως δὲ ἡ δυναμένη μετακομίζεσθαι κτῆσις καὶ περιουσία. ἐφʼ ἧς καὶ τὰ ἔπιπλα λέγεται. ἀπαρτί: παρʼ Ἡροδότῳ σημαίνει τὸ ἀπηρτισμένως καὶ ἀκριβῶς· ἀπὸ τούτου εἰσὶ στάδιοι χίλιοι ἀπαρτὶ εἰς τὸν Ἀραβικὸν κόλπον. παρὰ δὲ τοῖς κωμικοῖς τὸ ἐκ τοῦ ἐναντίου. Φερεκράτης Κραταπάλοις· τί δαί; τίς αὐτὸν ἀποτείνει τὸ δʼ ἀξιοῖς; φράσον μοι. ἀπαρτὶ δή που προσλαβεῖν παρὰ τοῦδʼ ἔγωγε μᾶλλον. Κοριαννοῖ· ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστʼ ἐρᾷν, σοὶ δʼ οὐκέθʼ ὥρα. Πλάτων Κλεοφῶντι· ἀλλʼ αὔτʼ ἀπαρτὶ τἀλλότριʼ οἰχήσει φέρων. τάχα δὲ ὁ Τηλεκλείδης ὁμοίως τῷ Ἡροδότῳ κέχρηται· σὺ δὲ φρόνιμος αὐτὸς ὢν ἀπαρτὶ ταύτης τῆς τέχνης. μή ποτʼ οὖν τὸ μὲν πλῆρες καὶ ἀπηρτισμένον ὅτʼ ἂν σημαίνῃ, ὀξυτονεῖται, τὸ δὲ ἐναντίον βαρύνεται. ἀπαχθῆναι: ἀπενεχθῆναι, ἀναιρεθῆναι. ἀπαυτομολῆσαι: ἀναχωρῆσαι. ἀπαυδῶ: ἀπαγορεύω, ἀπολέγομαι. ἀπαυθαδιάζοντας: μεγαλοφρονοῦντας. ἀπαυτοματισθεῖσα: οὐκ ἀφʼ ἑαυτῆς τελειωθεῖσα. ἀπαυχενίζειν: ἀφηνιᾷν, ἀτακτεῖν. ἀπεβίω: ἀπέθανεν. ἀπᾷδον: οὐ συνᾷδον. ἀπαίδευτοι: ἀντὶ τοῦ ἀνόητοι. ἀπαιδοτρίβητοι: ἀγύμναστοι. ἀπαιδία: ἡλικίας ἐλάσσονι χρόνῳ τοῦ συμπληροῦντος τὸν παῖδα. ἀπαιόλη: ἀπάτη ἢ ἀποστέρησις. ἀπαιόλημα: ἀποπλάνημα, ἀποκάθαρμα. ἢ θεόν τινα ἀπατητικόν. ἀπʼ αἰγείρου θέα καὶ παρʼ αἴγειρον: ἡ ἀπὸ τῶν ἐσχάτων. αἴγειρος γὰρ ἐπάνω ἦν τοῦ θεάτρου, ἀφʼ ἧς οἱ μὴ ἔχοντες τόπον ἐθεώρουν. ἀπεγένετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. ἀπέδοξεν: ἀντὶ τοῦ οὐκ ἔδοξεν. ἀπέδειξεν: ἀντὶ τοῦ παρέδωκεν. Ξενοφῶν. ἀπέδοτο: ἐκδέδωκε, παρέδωκεν. ἀπεγνωκώς: ἀντὶ τοῦ ἀποδοκιμάσας. Δημοσθένης. ἀπέγνωσαν: τὸ ἐναντίον τῷ κατέγνωσαν. ἀπέδοσθε: ἀπημπολήσατε. ἀπεδημηκότες: Ἕρμιππος Φορμοφόροις. ἄπεδον: τὸ ἰσόπεδον καὶ τὸ ὁμαλόν. Θουκυδίδης. τὰ ἰσόπεδα. Κλείδημος· καὶ ἠπέδιζον τὴν ἀκρόπολιν, περιέβαλλον δὲ ἐννεάπυλον τὸ Πελαργικόν. ἀπέδρα, καὶ τὸ πρῶτον πρόσωπον ἀπέδραν. τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν; Φερεκράτης Ἴπνῳ. Μένανδρος Θετταλοῖς· εἶτʼ ἀπέδραν μόνος. ἀπεθέρισεν: ἀπέκειρεν. ἀπεκομίσθη: ἀπηνέχθη. ἀπεικός: ἄτοπον, ἀπρεπές. ἄπει: ἀντὶ τοῦ ἀπελεύσῃ. Σοφοκλῆς. ἀπειλῶν: καυχώμενος. ἀπειργάσθαι: ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν. ἀπείργων: κωλύων. ἀπειρέσια: ἄπειρα τῷ πλήθει. ἀπείρηκα: κέκμηκα. ἀπειρήκει: ἀπειρήκειν καὶ ἀπηγορεύκειν. ἔστι γὰρ ἀπρόσωπα. ἀπειπεῖν: ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι. ἢ καὶ ἀπιστεῖν. ἔστι δὲ καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι. ἄπεισιν: ἀπέρχεται. ἀπείσομαι: ἀντὶ τοῦ ἄπειμι. ἀπείρονα δακτύλιον: τὸν μὴ συνάπτοντα αὐτὸν αὑτῷ. ἐλέγετο δὲ ἀπείρων καὶ ἄπειρος παρὰ τοῖς Ἀττικοῖς καὶ τὸ περιφερὲς ἁπλῶς σχῆμα. ἀπέγραψε τὸν καιρόν: ἠκρίβωσε τὸν καιρόν. ἀπεγλαψάμην: ἀπεπνευσάμην, ἐκενωσάμην. ἔστι δὲ γλάψαι καὶ τὸ κοιλᾶναι καὶ βαθῦναι. ἀλλὰ καὶ τὸ λίαν καὶ διὰ βάθους. ἀπέκιξαν: Ἴωνες, ἀποπεσεῖν ἐποίησαν. ἀπεκρίθη: ἀφωρίσθη. Πλάτων. καὶ ἐν ἄλλοις Ἀττικοῖς. ἀπέκτητον: ἀπόκιστον. ἀπεκόπησαν: ἀντὶ τοῦ ἀνεβλήθησαν. Ξενοφῶν. ἀπεκάλει: ἀντὶ τοῦ ἐνεκάλει, μετεπέμπετο. Ξενοφῶν. ἀπέλεθρον: πολλήν, ἀμέτρητον. ἀπελυμαίνοντο: ἀπεκαθαίροντο. ἀπέλθῃ: ἀντὶ τοῦ ἐπανέλθῃ, Θουκυδίδης. Δημοσθένης δὲ ἀντὶ τοῦ ἀποδρᾶναι. ἀπελεύθερος: Ἑλληνικὸν τὸ ὄνομα, καὶ δράματα ἄττα οὕτως ἐπιγέγραπται. ἀπέλλητοι: ἀνταγωνισταί. οὕτως Αἰσχύλος. ἀπέλιπεν: ἀπέλιπε μὲν ἡ γυνὴ τὸν ἄνδρα λέγεται· ἀπέπεμψε δὲ ὁ ἀνὴρ τὴν γυναῖκα. οὕτως Μένανδρος. ἀπεμύλλαινον: διεφαύλιζον, ἐξευτέλιζον. ἀπεμόρξατο: ἀπεψήσατο, ἐδάκρυσεν. ἢ ἐξωμοιώσατο. ἀπεμπολή: ἀπόστασις, ἡ μετὰ ἀπάτης πρᾶσις καὶ ἐμπορία. ἀπεμφαίνει: ἀπείρηκεν. ἀπεμπολήσας: πεπρακώς, ἀποκτησάμενος. ἀπεμυθήσω: ἀντὶ τοῦ ἀπελογήσω. Στράττις. ἀπενεγκάμενος: κτησάμενος. ἀπενήσω: ἀπέβαλες. ἀπενεγκεῖν γραφήν τὸ γράψασθαι λέγουσιν. ἀπενιαυτίσαι: ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. ἀπενιαυτισμός: φυγὴ ἐπὶ ἐνιαυτὸν διὰ φόνον ἀκούσιον, καὶ ὅλως ἀποδημία τοῦ τοσούτου χρόνου ἀπαλλαγῆς ἕνεκα μύσους ἢ ἔρωτός τινος. ἀπεξεσμένον: ἠκριβωμένον. ἀπεοικός: ἀπρεπές. ἀπαιωρούμενον: κρεμάμενον. ἀπέραντον: ἄπειρον. ἀπεῤῥάπισεν: ἀπεφίμωσεν, ἀπεστόμωσεν. ἀπεργάσασθαι: ἀντὶ τοῦ ἀποπληρῶσαι. Ἀριστοφάνης. ἀπεργασάμενος: ἀντὶ τοῦ ἀποδοὺς ἐξ ὧν εἰργάσατο. οὕτως Ἰσαῖος. ἀπερίβλεπτον: ἀνυπονόητον πολύ. ἀπερίγραπτον: ἀπεριόριστον. ἀπερίγραπτοι: ἀπερίσκοποι. ἀπερισάλπιγκτοι: ἀπεριήχητοι, ἀκατήχητοι. ἀπεῤῥωγότες: κατεσχισμένοι ἢ ἀπεσχισμένοι. ἀπέῤῥωγεν: οὐκ ἀπέῤῥηκται. καὶ ἀπεῤῥώγει, καὶ σὺν τῷ ν ἀπεῤῥώγειν, τὸ τρίτον πρόσωπον· κᾆτʼ ἀπεῤῥώγειν ὁ πούς. ἄπεῤῥε: ἀποφθάρηθι. καὶ ἔῤῥων φθειρόμενος· ζητῶ περιέῤῥων αὐτὸν ἐξ ἑωθινοῦ. ἀπεῤῥήσεις: ἀπελεύσῃ, ἀποφθαρήσῃ. οὕτως Κρατῖνος Νόμοις· οὐκ ἀπεῤῥήσεις σὺ θᾶττον ἀποτιλῶ-σαι τήμερον; ὅλως δὲ πλέον τι τοῦ ἀποφθαρῆναι δηλοῖ τὸ ῥῆμα. καὶ παρʼ Ὁμήρῳ· ἔῤῥʼ ἐκ νήσου θᾶσσον. ἀπέσβη: ἐσβέσθη ἢ ἐπαύσατο, τέθνηκεν. ἀπέσβηκεν: ἀπέσβηκε λέγουσι τὸ ἀπεσβέσθαι οἵ τε ἄλλοι καὶ Πλάτων Πολιτικῷ. ἀπεσείσατο: ἀπέβαλεν. ἀπεσκέδασε: διεσκόρπισεν. ἀπεσκληκώς: ἀναισθήτως ἔχων καὶ ἀπεσκληρυμμένως. ἀπέσσυα: ἐξέλιπεν. ἀπέστη: ἀντὶ τοῦ ἀφέστηκεν. ἀπεστομάτισαν: ἀπεφθέγξαντο. ἀπέσφηλεν: ἀποτυχεῖν ἐποίησεν. ἀπεσφακέλισεν: οἱ μὲν ἰατροὶ ἐσάπη. λέγεται δὲ καὶ ἀντὶ τοῦ ἀπεσφενδόνησεν. ἔτι τὸ ἐξαίφνης ἀπέθανεν. ὁ δὲ Ἀριστοφάνης καὶ ἀντὶ τοῦ ἀπεσπάσθη. ἀπεσχεδιάζετο: ἡτοιμάζετο. ἀπέσχαζεν: ἀπεσχοίνισεν: ἀπεχώρισεν. ἀπεσχοινισμένον: ἀπεστερημένον, ἀποκεκλεισμένον. ἀπεσιγάλωσεν: ἀπεσκήνωσεν. ἀπέσκη: γυμνὰ θήκης τόξα. ἀπεσκόλυπτε: κυρίως τὸ δέρμα ἀφῄρει, ἤδη δὲ καὶ τὸ ἐγύμνου. ἀπεστλεγγισμένον: ἀπεξυσμένον. οὕτως Ἀριστοφάνης. στλεγγὶς γὰρ ἡ ξύστρα. ἀπεσταλμένην: ἀπεσταλμένην καὶ πεπεμμένην ἑκατέρως λέγουσιν. ἀπετείχιζον: ἀπεχώριζον, ἀπεκώλυον. ἀπετίννυον: ἀπεδίδουν. ἀπέφησεν: ἀντὶ τοῦ ἀντεῖπε. Μένανδρος. ἀπέτισα: ἀπέδωκα. ἀπετύλουν: ἀπέσυρον τὸ αἰδοῖον. ἀπετίμησεν καὶ ἀποτίμησις καὶ ἀποτίμημα: εἰώθασιν οἱ τῇ γυναικὶ γαμουμένῃ προῖκα διδόντες αἰτεῖν παρὰ τοῦ ἀνδρὸς ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἀντάξιον, ὃ νῦν ὑπάλλαγμα λέγεται. ἐκλήθη δὲ τὸ ὑπάλλαγμα ἀποτίμημα, διότι ἐτιμᾶτο πρὸς τὴν προῖκα, ἵνα μὴ ἔλαττον ᾖ ἀλλὰ πλέον αὐτῆς. ἀπηύρα: ἀπέλαυσεν. ἢ ἀφείλατο. ἀπευκτόν: μισητόν. ἀπευθύνει: κολάζει. ἀπευήκασιν: ἀπεξηρασμέναι εἰσίν. ἀπέφρησαν: ἀφεῖσαν. ἄπεφθον χρυσίον: ἀπεφρούρησαν: ἀπέθηκαν. ἀπέχθεσθαι: λέγουσι δέ ποτε καὶ ἀπεχθάνεσθαι. ἀπεχρᾶτο: Ἡρόδοτος μὲν ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο· Θουκυδίδης δὲ ἀπεχρῶντο ἀντὶ τοῦ ἀνῄρουν. ἀπηχθάνοντο: ἐμισοῦντο. ἀπέχθεια: μῖσος. ἀπεχρήσατο: ἀπέκτεινεν. ἀπέχρησεν: ἐξήρκεσεν. ἀπεχρήσαντο: διεχρήσαντο, ἀπέκτειναν. Λημνίαις Ἀριστοφάνης· τοὺς ἄνδρας ἀπεχρήσαντο, τοὺς παιδο-σπόρους. ἀπεχθής: ἐχθρός, μισητός. ἀπεχοιρίασεν: ἀπεσκίρτησεν. οἱ δὲ ἀπέπληξεν ἀπὸ τῶν χοιράδων. ἀπεώσατο: ἀπετινάξατο. ἀπεωσμένον: ἀπωσμένον. ἀπέωστο: ἐπορθεῖτο. ἀπηλγηκότες: ἀποκαμόντες, ἀναισθήτως ἔχοντες. ἀπηλλάγησαν: ἐτελεύτησαν. ἀπήμαντον: ἀβλαβές. ἀπημείφθη: ἀντὶ τοῦ ἀπεκρίνατο. ἀπήμονα: ἀβλαβῆ. ἀπηνέμους: μὴ ἔχοντας ἀνέμους. ἀπηνέστερον: ἀποτομώτερον. ἀπηνήναντο: ἀπηρνήσαντο. ἀπηρείσατο: ἐκ..., ἀπετινάξατο, ἔπηξεν, ἀπέθετο. ἀπηρτημένας: ἀπαιωρουμένας. ἀπηχές: ψευδές, δύσφορον, ἀηδές, ἐχθρόν. ἀπήχθετο: ἐμισεῖτο. ἀπηχημένον: ἀπόβλητον, ξένον τοῦ κατὰ πάντων ἤχου. ἀπηχθημένον: ἀπόβλητον. ἀπηχθισμένον: βεβαρημένον. ἀπῇξεν: ἀφώρμησεν. ἀπήχεια: ἀντὶ τοῦ ἀπέχθεια. ἀπηδέσθη: ἀπεβρώθη. ἀπηλιώτης: ἐν τῷ π, καὶ ἀντήλιος, καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἐπηλίς ἔστι παρὰ Ποσειδίππῳ. ἀπηλοημένος: ὁ ἀπὸ τῆς ἅλω· συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ὅ ἐστι πατηθῆναι. οὕτω Δημοσθένης. ἀπίθανον: ἄπιστον. ἄπιθι: ἄπελθε, ἀναχώρει. ἄπιστος: ὁ μὴ πειθόμενος. ἀπιστεῖν: τὸ ἀπειθεῖν. λέγουσι δὲ καὶ ἀπιστίαν τὴν ἀπείθειαν. ἀπίους: ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. ἔστι καὶ παρʼ Ἀλέξιδι. ἀπίχθυς: τοὺς μὴ ἐσθιομένους ἰχθῦς. Ἀριστοφάνης Ὥραις. ἀπιὼν ᾤχετο: συνήθης ὁ πλεονασμὸς τοῖς Ἀττικοῖς. ἄπλαστος: ἀληθινός, ἄδολος. ἄπλετον: ἄπειρον. λέγεται δὲ καὶ ἄπλατον, ὡς τὸ κυψέλην δʼ ἔχεις ἄπλατον ἐν τοῖς ὠσίν. ἁπλοΐς: ἱματίδιον σύμμετρον. ἁπλοΐδας: ἁπλᾶς χλανίδας. ἁπλᾶς: Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτω καλεῖσθαι. ἄπλοοι: ἀδύνατοι πλέειν. ἄπλυτον πώγωνα: σκώπτων εἰπέ. ἄπλωτον: ἄπλευστον. ἀπλάκητον: ἀναμάρτητον. ἁπλήγιος: δασέως, ἁπλοῦς. Εὔπολις Πόλεσιν· οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλʼ ἁπλήγιος. ἁπληγίς: ἱματίδιον σύμμετρον. Ἀναγύρῳ Ἀριστοφάνης· ἐκ δὲ τῆς ἐμῆς χλανίδος τρεῖς ἁπλη-γίδας ποιῶν. ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ. καὶ πάντα περισπῶσι τὰ τοιαῦτα, ἀργυρᾶ, χρυσᾶ, κεραμεᾶ ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικιᾶ ἀπὸ τοῦ φοινικιοῦν. ἄπο: πόῤῥω, μακράν. ἀπόβλεπτον: ἔνδοξον. ἀποβαδίζειν: οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ. ἀποβλεπόμενοι: ἀντὶ τοῦ θαυμάζοντες. ἀπογνῶναι: οἷον μὴ καταψηφίσασθαι. οὕτως Αἰσχίνης ἐν τῷ περὶ τῆς παραπρεσβείας. ἀπογράφειν οὐσίαν: τὸ εἰς τὸ δημόσιον ἀναφέρειν πολίτου τινὸς οὐσίαν. ἀποβάτης: ἀποβάτης καὶ ἀποβαίνειν καὶ ἀποβατικοὶ τροχοί. ἀποβάτης μὲν ἱππικόν τι ἀγώνισμά ἐστι, καὶ ἀποβῆναι τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην, ἀποβατικοὶ δὲ τροχοὶ οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος. ἀπογραφή: ἀρίθμησις. ἐπειδάν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ὁ ἐναγόμενος ἀπογραφὴν ποιεῖται, δηλῶν ὅσα τε ἔχει καὶ ὅθεν τὰ χρήματα. μή ποτε καὶ εἶδός τινός ἐστι δίκης ἡ ἀπογραφή. εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο, ὡς οὐκ ὀρθῶς γεγενημένης τῆς ἀπογραφῆς. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἀπογράψαι: τὸ γράψαι καὶ τὸ ὑπογράψαι καὶ οἷον σημειώσασθαι δηλοῖ. ἀπογενέσθαι: ἢ ὑστερῆσαι ἢ ἀποθανεῖν. ἀποβλύζων: ἀναβάλλων. ἀποβλίσαι: ἀποπιέσαι, ἀποθλῖψαι. ἀποβουκολήσας: ἐξαπατήσας. ἀποβάθρα: ἀποβατήρια. οὕτως Σοφοκλῆς. ἀπὸ γραμμῆς: οἷον ἀπʼ ἀρχῆς. εἴρηται δὲ ἀπὸ τῆς τῶν δρομέων γραμμῆς, ἣν ἄφεσιν καὶ βαλβῖδα καλοῦσιν. ἀποβύσαντες: ἀποκλείσαντες. ἀποδάσομαι: ἀπομερίσομαι. ἀπογνούς: Δημοσθένης μὲν ἀντὶ τοῦ ἀπελπίσας, Δείναρχος δὲ ἀντὶ τοῦ ἀποψηφισάμενος. ἀποδείξασθαι: τὸ ἐν διδασκάλου τὰ μαθήματα, ἅ τις ἔμαθε, λέγειν. ἀποδαρθεῖν: ἀποκοιμηθῆναι. καὶ καταδαρθεῖν. ἀποδειροτομεῖ: ἀποκόπτει τοὺς αὐχένας. ἀποδεόντων: λειπόντων, ἀπολειπομένων. ἀποβατῶν ἀγών: οὗτος ὁ ἀγὼν ἤγετο τῇ Ἀθηνᾷ, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα ἅμα θεόντων τῶν ἵππων ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον, καὶ πάλιν κατέβαινον. καὶ ἦν τὸ ἀγώνισμα ἱππέως ἅμα καὶ πεζοῦ. καλεῖται δέ τις καὶ ἀποβατικὸς ἡνίοχος, ὁ εἰς τοῦτο δηλονότι ἐπιτήδειος τὸ ἀγώνισμα. ἀποβροχθίσαι: τὸ καταπιεῖν. ὡς ἡμεῖς, Ἀριστοφάνης Δαιταλεῦσιν ἐχρήσατο. ἀποδιοπομπεῖσθαι: ἀποπέμπεσθαι πρὸς τὸν προστρόπαιον Δία, καὶ οἱονεὶ καθαίρεσθαι ἢ ἱλάσκεσθαι. ἄπο δόξης: ἄπο εἰκασμοῦ. ἀποδέχομαι: ὁμολογῶ. ἀποδικεῖν: ἀντὶ τοῦ ἀπολογεῖσθαι. οὕτως Ἀντιφάνης. ἀποδόσθαι: πωλῆσαι. ἀποδράς: ἀποφυγών. ἀποδυσπετεῖ: ἀποδύρεται. ἀποδέκται: ἄρχοντες κληρωτοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλὴν ἦσαν, οἳ παρελάμβανον τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ καὶ ἀπεδέχοντο αὐτά, εἶτα ἐξήταζον τὰ ὀφλήματα σὺν τῇ βουλῇ, καὶ ἐμέριζον εἰς ἃ ἐχρῆν ἀναλίσκειν. ἀποδιδόμενοι: Ἀντιφῶν ἀντὶ τοῦ ἀποδιδόντες. καὶ ἀποδιδόμεθα ἀντὶ τοῦ ἀποδίδομεν. ἢ πιπράσκομεν. ἀποδακρύσας: οὐ σημαίνει τὸ δακρῦσαι, ἀλλὰ τὸ παύσασθαι δακρύοντα, ὡς τὸ ἀπολοφύρεσθαι καὶ τὰ ὅμοια. ἀποδεῖξαι: οὐ παραδεῖξαι. ὅμως δʼ ἀπόδειξον ταῦτα τῇ γυναικί, καὶ Περικειρομένῃ Μένανδρος. ἀποδῦσαι: μᾶλλον δʼ ἀπόδυθι ταχέως ... Παμφίλη· ἡμέτερος ὁ πλοῦς. ἀποδείκνυμί σοι χελιδόνα: ἴσον τὸ μαρτύρομαι. ἀπόζων: ἀποπνέων. ἀποθρέξεις: συναποτροχάσεις. οὕτως Πλάτων ἀποθρώσκοντα: ἀποπηδῶντα. ἀποθεσπίσαι: δογματίσαι, ἐκθέσθαι, εἰπεῖν. ἀποθύμια: λυπηρά, τὰ μὴ καταθύμια. ἀποθήκην: ἀντὶ τοῦ ἀποστροφήν. Φίλιστος. ἀποθευσούμεθα: ἀποδραμούμεθα. μάλιστα ἐπὶ πλοῦ λέγεται. ἀποθριάσαι: ἀποφυλλίσαι. θρία γὰρ τὰ φύλλα τῆς συκῆς. ἀποικοδομεῖς: ἀντὶ τοῦ ἀποφράττεις. Δημοσθένης ἐν τῷ πρὸς Καλλικλέα. ἄποινα: λύτρα, ἃ δίδωσί τις ὑπὲρ φόνου ἢ σώματος. οὕτω Σόλων ἐν νόμοις. ἀποίσετε: ἀπενέγκατε. ἀποίχομαι: παρέρχομαι. ἀποκαθεύδουσιν: ἀντὶ τοῦ ἀποκοιτοῦσιν. Εὔπολις. ἀποκαραδοκία: προσδοκία. ἀποκαταλλάξαι: φιλοποιῆσαι. ἀποκείλαντες: ἀποκλίναντες. ἀποκεῖσθαι πόῤῥω: ἀτιμάζεσθαι. οὕτως Κρατῖνος. ἀποκήρυκτον: ἀλλότριον. ἀποκλήρωσις: μέρος. ἀποκαρτερήσαντα: ἑαυτὸν λιμῷ ἢ ἀγχόνῃ τοῦ βίου ἐξαγαγόντα. ἀποκηδήσαντες: ἀντὶ τοῦ ἀποκακήσαντες, Ὅμηρος. παρὰ δὲ Σώφρονι ἀποκαδεῖ ἀντὶ τοῦ ἀσθενεῖ κεῖται. ἀποκοπῆναι τῶν ἰχνῶν τὴν κύνα λέγουσιν, ὅτʼ ἂν μηκέτι εὑρίσκῃ τὰ ἴχνη. ἀποκναίει: διαφθείρει, ἀποκόπτει, ἀπολύει. ἢ λυπεῖ, ὀδυνᾷ, ἐνοχλεῖ, παρεκτείνει. οἷον· τί οὐ καθεύδεις; σύ μʼ ἀποκναίεις περι-πατῶν, Μένανδρος Μισουμένῳ. ἀπόκνιζε: ἀπόσκαλλε, ἀπότιλλε. ἀπόκριμα: κατάκριμα. ἀποκρούεσθαι: ἀποβάλλεσθαι. ἄποκα: πρόβατα ἄκουρα. ἀποκινεῖν: τὸ ἀπέρχεσθαι καὶ ἀποτρέχειν. λέγεται καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρμιζομένων ἀποκινεῖν ταῖς κώπαις. ἀποκραιπαλισμός: τῆς κραιπάλης ἀπαλλαγὴ καὶ μέθης. ἀποκεκρουμένον: οἷον ἠκρωτηριασμένον καὶ κεκολοβωμένον. κυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον· οὕτως Ἀριστοφάνης Ἀχαρνεῦσιν. ἀποκηρύττοντες: ἀντὶ τοῦ πιπράσκοντες. οὕτως Δημοσθένης καὶ Πλάτων. ἀποκρινεῖται: ἀποκρινεῖται λέγουσι μᾶλλον ἢ ἀποκριθήσεται. Μένανδρος Κανηφόρῳ· ὃ δʼ ἀποκρινεῖται, κἂν ἐγὼ λέγοιμί σοι. Ὑποβολιμαίᾳ· ὡς μηδὲν ἀποκρινουμένῳ δʼ οὕτω λαλεῖν. ἀπόκρισις: ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀντιφῶν. ἀλλὰ καὶ Δημοσθένης ὁμοίως λέγει ἐν τῷ κατʼ Αἰσχίνου, ἀπόκριναι λέγων δεῦρό μοι παρελθών. ἀποκείρασθαι: ἀποκείρασθαι καὶ κείρασθαι, ἑκατέρως λέγουσιν. ἀποκτίννυσιν: ἀποκτίννυσι λέγουσι μᾶλλον ἢ ἀποκτιννύει. Κρατῖνος Βουκόλοις· καὶ πρὸς τὸν οὐρανὸν σκιαμαχῶν ... .... ἀποκτίννυσι ταῖς ἀπειλαῖς. καὶ ἀπεκτόνασιν, οὐκ ἀπεκτάγκασι. Μισουμένῳ· πάτερ μὲν Θράσωνʼ, ἀπεκτάγκασι δʼ οὔ. ἀπόκινος: γένος ὀρχήσεως φορτικῆς. οἱ δὲ μέλος. ἢ ὁ τῶν κιναιδογράφων ἴαμβος. ἀποκριθῆναι: ἀποχωρισθῆναι. ἀποκρίνασθαι δὲ τὸ λόγον δοῦναι ἐρωτώμενον. ἀνακρίνειν δὲ τὸ διὰ λόγων ἐρωτᾷν. λέγεται μέν τοί που ἀποκρίνεται καὶ τὸ ἀποχωρίζεται. ἀποκριπάμενος: ἀποσπεισάμενος. οὕτως Κρατῖνος. ἀποκτυπῆσαι: οἷον τοπᾶσαι. ἀποκυηθέν: τεχθέν. ἀπολαύειν: οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν, ὡς Ἰσοκράτης· δέδοικα μή τι κακὸν ἀπολαύσαιμι. ἀπόλεμος: τίθεται ἐπὶ τῶν μηδεμίαν μὲν πρόφασιν ἐχόντων πολέμου, δρασάντων δὲ τὰ πολεμίων. ἀπολαχεῖν: ἀντὶ τοῦ λαχεῖν· οὕτως Λυσίας καὶ Ἀριστοφάνης καὶ Ἀντιφῶν. ἀπολείπουσιν: ἀλλὰ καὶ ἀπολιμπάνουσι παρὰ Λυσίᾳ. ἀπόληγε: παύου. ἀπολυμαίνεσθαι: ἀποκαθαίρεσθαι. ἀπολογίσασθαι καὶ ἀπολογίζειν τὸ ἐπεξελθεῖν ἕκαστα. Ἀριστοφάνης ἐν τῷ θ Γήρᾳ· ἐγὼ δʼ ἀπολογίζειν τε, κᾆτʼ ἐπʼ ἀν-θράκων. ἀπολελοιπότες: ἀντὶ τοῦ νενικηκότες. ἡ μεταφορὰ ἀπὸ τῶν τρεχόντων· οἱ γὰρ νικῶντες ἀπολείπουσι τοὺς ἡττωμένους. οὕτως Ἰσοκράτης ἐν Παναθηναϊκῷ καὶ Πανηγυρικῷ. ἀπολλώνιον: βραχέως, τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτω καὶ παρὰ Θουκυδίδῃ ἀναγνωστέον. καὶ Ποσειδώνιον τὸ τοῦ Ποσειδῶνος, ὡς Ἀθηναῖον τὸ τῆς Ἀθηνᾶς καὶ Διονύσιον. καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖς ἀνδρωνυμικοῖς. τὸ δὲ Ποσειδάνειον δῆλον ὅτι Δώριον. ἀπολλύειν: ἀπολλύειν καὶ ἀπολλύναι, καὶ ἀποδεικνύειν καὶ ἀποδεικνύναι, διττῶς λέγουσιν. ἀπόλειψις: σημαίνει μὲν καὶ ἄλλως τὸ ἀπολιπεῖν, ἰδίως δὲ ὅτʼ ἂν γαμετὴ τὸν ἄνδρα ἀπολίπῃ. λέγεται δὲ χρηματίζειν πρὸς αὐτὸν ἀπόλειψιν. ἀπόλεκτον: οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκριτον καὶ ἐξειλεγμένον ἐκ πλειόνων. καὶ στρατιώτας ἐπιλέκτους καὶ λογάδας τοὺς αὐτοὺς καλοῦσιν. ἀπολιβάξαι: τὸ ἐκρυῆναι, ἀπὸ τῆς λιβάδος. ἄλλοι δὲ τὸ πόῤῥω ἀπελθεῖν, παρὰ τὴν Λιβύην· πόῤῥω γὰρ ἡ Λιβύη. οἱ δὲ ἀποῤῥῖψαι καὶ ἀποφθείρειν. Φερεκράτης Δουλοδιδασκάλῳ· οὐκ ἀπολιβάζω καὶ τριγώνους καὶ λύρας. Εὔπολις Πόλεσιν· ὁ φίλιννος οὗτος, τί ἄρα πρὸς ταύτην βλέπεις; οὐκ ἀπολιβάζεις εἰς ἀποικίαν τινά; ἀπολιταργῆσαι: ταχέως ἀποδραμεῖν. ἔστι παρὰ τοῖς κωμικοῖς τοῖς παλαιοῖς. ἀπομάττεσθαι: ἀναλαβεῖν, μιμήσασθαι καὶ ἀποτυποῦν. ἀπομάττων: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. οἱ μὲν ἀντὶ τοῦ ἀποψῶν, ἄλλοι δὲ ἀντὶ τοῦ περιπλάττων τὸν πηλὸν καὶ τὰ πίτυρα τοῖς τελουμένοις. ἀπομάττεσθαι τὸν ἀνδριάντα τῷ πηλῷ. ἀπομηνίσας: ἀποχωρήσας διʼ ὀργήν. ἢ παυσάμενος τῆς ὀργῆς. ἀπόμισθος: ἄμισθος. ἢ ὁ μισθοῦ πράξας ἔργον τι καὶ ἀφειμένος. ἡ λέξις παρὰ Λυσίᾳ. ἀπόμισθοι: οἱ μισθὸν μὴ λαβόντες. οὕτως Δημοσθένης. ἀπομορξάμενον: ἀποπαυσάμενον. ἀπόμακτρα: ἀπόμακτρα σκυτάλων ἀπεσκοτημένα δʼ ἐσκιοτροφημένα. ἀπομαγδαλία καὶ ἀπομάγδαλις: ψωμός, εἰς ὃν ἐκμασσόμενοι τὰς χεῖρας μετὰ τὸ δεῖπνον, ἐῤῥίπτουν τοῖς κυσίν. ἀπομάγματα: τὰ ἀποκαθάρματα. καὶ ἀπομάκται τὰ αὐτὰ ταῦτα. ἀπομερμηρίξαι: ἀπονυστάξαι. ἀπὸ μισθωμάτων θύειν: οἱ Ἀττικοὶ ἔλεγον οὕτω θυσίας δημοσίας, ἃς ἐργολαβοῦντες ἐτέλουν. .... λέγουσι δὲ Ἀττικοὶ οὕτω καὶ τὸ ἀπαιτῆσαι τῶν μέτρων τὸ ὑπερχειλές. καὶ ὀμόργματα τὰ ἐπίμετρα λέγεται. ἀπόμοργμα καὶ τὸ ἐκτύπωμα καὶ ὁμοίωμα. ἀπόμορφα: ξένα, οὐκ ἐοικότα τοῖς ἤθεσιν. οὕτως Σοφοκλῆς. ἀπομορχθείς: ἐκμαγείς, πραϋνθείς. ἀπομυξία: ἀκαθαρσία. ἀπομόσαι: ἀπομόσαι καὶ κατομόσαι, τὸ μὲν ἀρνητικόν, τὸ δὲ καταφατικόν. ἄπον: ἀπρεπές. ἀπόνασθαι: κατατρυφᾷν. ἢ ὠφελεῖσθαι. ἀπόναται: εὐεργετεῖται, ὠφελεῖται. ἀπόνειμον: ἀπόδος. ἀπωνηθήσεται: περιπραθήσεται. ἀπονητί: ἀπνευστί, ἀνιδρωτί, καὶ πάντα τὰ τοιαῦτα ἐκτείνεται καὶ συστέλλεται. ἀπόνοια: ἄνοια, ὕβρις. ἀπονοστήσει: ἐπανελεύσεται. ἀπονομή: ἡ ἀπόμοιρα, ὡς μέρος τι τῶν περιγινομένων ἐκ τῶν μετάλλων λαμβανούσης τῆς πόλεως. ἢ ὡς διαιρουμένων εἰς πλείους μισθωτάς, ἵνʼ ἕκαστος λάβοι τι μέρος. ἀπονίψασθαι: ἀπονίψασθαι μετὰ τὸ δεῖπνον ἔλεγον, πρὸ τοῦ δείπνου δὲ κατὰ χειρός. ἀπονοσφίζεσθαι: ἀποχωρίζεσθαι. ἀπονυχίσαι: ἀπονυχίσαι μᾶλλον λέγουσιν ἢ ὀνυχίσαι. ἀπονησαμένη: ἀποσωρεύσασα ἢ ἀποθεμένη. ἀποξένοισιν: ἀντὶ τοῦ ἀξένοις. ἀποξύονται: ἀποτίθενται. ἀποξιφίσασθαι: ἀπορχήσασθαι. ὁ γὰρ ξιφισμὸς εἶδος ὀρχήσεως. ἀποπερατοῦσαν: συμπληροῦσαν. ἀποπεφασμένον: ἀπειρημένον. ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος καὶ Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἀποπομπή: ἀντὶ τοῦ ἀποτροπή. ἀποπεφοίτηκεν: ἀπῆλθεν. ἀποπομπαῖοι: θεοί τινες οὕτως ἐκαλοῦντο. ἀποπληξία: μανία, ἄνοια. ἀποπρεσβεύει: ἀπαγγέλλει πρεσβείαν. ἄποπτον: ἀθεώρητον, ὑψηλότατον. ἀποπάτημα: αὐτὸ τὸ σκύβαλον. Εὔπολις Χρυσῷ γένει· τί γάρ ἐστʼ ἐκεῖνο; ἀποπάτημʼ ἀλώπεκος. Κρατῖνος Δραπέτῃσιν· τὸν Κερκύονά τε ἕωθεν ἀποπατοῦντʼ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα. ἀπόπατον: ἀπόπατον καὶ κοπρῶνα λέγουσιν. ὁ δʼ ἀφεδρὼν καὶ λυτρὼν βάρβαρα. ἀποπροσωπίζεσθαι: ἀπονίπτεσθαι καὶ σμᾶσθαι τὸ πρόσωπον. οὕτως Φερεκράτης Ἀγρίοις· οὐδʼ ἀποπροσωπίζεσθε κυάμοις; πώμαλα. ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ: τὸ μὲν σφακελίζειν φλεγμαίνειν ἐστὶ καὶ διὰ τοῦτο σπᾶσθαι. Κρατῖνος. ἀπόῤῥησιν: ἀπαγόρευσιν. σημαίνει καὶ ἀποκήρυξιν παιδός. ἀπόῤῥητα: ἀκατάλειπτα, ἀπόκρυφα. ἀποῤῥοῆς: σταγόνος. ἀποῤῥυῆς: ἀπονίπτει, ἀποῤῥύπτει. ἄπορος χώρα: ἀντὶ τοῦ ἀπόρευτος. λέγεται δὲ ἄπορος καὶ ὁ μὴ δυνάμενος μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεής. ἀποῤῥωγάς: ἐξοχὰς ἀπεσχισμένας. ἀπορησία: ἀντὶ τοῦ ἀπορία. οὕτως Εὔβουλος. ἀποῤῥώξ: ἀπόσπασμα ὄρους. ἄπουργοι γωνίαι: εὐτελεῖς, εἰς ἃς τὰ σαρώματα συνῆγον. ἀποῤῥέξαντες: ἀπομερίσαντες, ἀπόμοιραν δόντες. ἀπορέξαι: δοῦναι. ἀπόῤῥητα πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα ἐν τοῖς νόμοις λέγουσιν. Ἀριστοφάνης· οὕτως τι τἀπόῤῥητα δρᾷν ἐστι μέλει. διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουσιν. ἀπορώτατος: ἀντὶ τοῦ πρὸς ὃν οὐδένα πόρον ἔστιν εὑρεῖν. οὕτως Ἰσαῖος ἐν τῷ ὑπὲρ τῆς Μνησαίου θυγατρός. ἀποῤῥυή: ἀπόῤῥυσις. ἀποῤῥηθῇ: ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων. ἀποσημήνασθαι: ἀφομοιοῦσθαι. ἀποσεμνύνει: γεραίρει. ἀποσημαίνεσθαι: ἔλεγον οὕτως τὸ σφραγίζειν. δηλοῖ δὲ καὶ τὸ παρασημειοῦσθαί τινα. ἀπόσιτος: ἄσιτος, ἄτροφος. ἀποσκευαζόμενος: ἀποβαλλόμενος, ἀποῤῥίπτων, ἀπογυμνῶν. ἀποσκευάζοντες: ἀποφέροντες. ἀποσιμῶσαι: τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προθεῖναι γυμνήν. Θουκυδίδης δὲ τὸ μετεωρίσαι τὰς ναῦς. ἀποστασίου: δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερωθέντων δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶνται ἀπʼ αὐτῶν, ἢ προστάτην ἕτερον ἐπιγράφωνται, καὶ ἃ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσι. καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως λοιπὸν ἐλευθέρους. ἀποστασίου καὶ ἀπροστασίου: δικῶν εἰσιν ὀνόματα. ἀλλὰ τὸ μὲν ἀποστασίου δίκη τίθεται, ὅτʼ ἂν δοῦλος ὑπὲρ ἐλευθερίας ἐνίσταται, φάσκων μὴ προσήκειν τοῖς δουλοῦν αὐτὸν ἀντιποιουμένοις. οὗτος ἀποστασίου δίκην λαχεῖν λέγεται. ἀπροστασίου δέ· τῶν μετοίκων ἕκαστος προστάτην ἔχει κατὰ νόμον, ἕνα τῶν ἀστῶν, καὶ διʼ αὐτοῦ τό τε μετοίκιον τίθεται κατʼ ἔτος καὶ τὰ ἄλλα διοικεῖται. ὅτʼ ἂν οὖν τις, δοκῶν εἶναι μέτοικος, προστάτην μὴ ἔχῃ, ἢ μὴ δῷ τὸ μετοίκιον, ἢ ἀστὸς εἶναι φάσκῃ, παρεγγεγραμμένος εἰς τὴν πολιτείαν, ὁ βουλόμενος δίκην εἰσάγει πρὸς αὐτόν, ἥτις λέγεται ἀπροστασίου. ἀποσεσύκασται: τετρύγηται. Ἀμειψίας. ἀποσάξαντα: Δείναρχος, ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα. ἀποστησάμενον: ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα. Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. ἀποσκλαίη: ἀποθάνοι. ἀποσκλῆναι: ἀποθανεῖν. ἀποσκιρτᾷ: ἀποπηδᾷ. ἄπο σκοποῦ: μάτην. ἢ περιττῶς. ἢ ἐναντίως. ἀποσκορακίζει: ὑβρίζει, εὐτελίζει, διώκει. ἡ μεταφορὰ ἀπὸ τοῦ εἰς κόρακας. ἀποσκυθίσαι: κυρίως μὲν τὸ ἐπιτεμεῖν τὸ ἐπὶ κεφαλῆς δέρμα σὺν θριξί, καταχρηστικῶς δὲ τὸ ἀποκεῖραι. ἀποσκοπεῖσθαι: ἀποσκοπεῖσθαι λέγουσιν, οὐ σκοπεύειν. ἀποσκευάσαι τὴν τράπεζαν: καθαρὰν ποιῆσαι. ἀποσκολύψαι: ἀφελεῖν τὸ δέρμα. ἢ ἀπογυμνῶσαι. Σοφοκλῆς δὲ τὸ ἀποκόλουε ἐν Μενελάῳ. ἀπόστασις: ἡ ἐπανάστασις ἔθνους ἢ πόλεως. ἢ ἀπέλευσις. ἢ διάλυσις. καὶ ἡ τοπικὴ διάστασις. καὶ καθʼ Ἱπποκράτην ἡ ἐναπόσκηψις, οἷόν τινος συλλογή. ἀποστολεῖς: δέκα τὸν ἀριθμὸν ἄρχοντες ἦσαν, οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν πλεουσῶν τριήρων καὶ τῶν ἀναγομένων στόλων ἀποδεδειγμένοι. ἀποστολεῖς δὲ παρὰ τὸ ἀποστέλλειν τὰ πλοῖα. ἀπόστοργον: τὸ ἄστοργον. ἀπὸ συμβόλων δικάζει: Ἀθηναῖοι ἀπὸ συμβόλων ἐδίκαζον τοῖς ὑπηκόοις. οὕτως Ἀριστοτέλης. ἀποστάσιον: ἀποστάσιον καὶ λιποστράτιον καὶ πάντα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν. Εὔπολις· καὶ γὰρ αἰσχρὸν ἀλογίου τι ὀφλεῖν. ἀπὸ στόματος: ὡς ἡμεῖς, τὸ μὴ διὰ γραμμάτων ἀλλʼ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις· ἀπὸ στόματος ἅπαντʼ, ἐὰν βούλησθʼ, ἐρῶ. Κρατῖνος δὲ ταὐτὸ τοῦτʼ ἀπὸ γλώττης. Νόμοις· ἀλλά, μὰ Δίʼ, οὐκ οἶδʼ ἔγωγε γράμματʼ οὐδʼ ἐπίσταμαι, ἀλλʼ ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. ἀπόστα: οὐ μόνον ἀπόστηθι λέγουσι. καὶ παράστα. Μένανδρος Παιδίῳ· ἐνταῦθʼ ἀπόστα μικρόν. Δὶς ἐξαπατῶντι· ἐμοὶ παράστα, τὴν θύραν κόψας ἐγὼ καλῶς τίνʼ αὐτόν. ἀποσυστῆσαι: οὐδὲν πλέον τοῦ συστῆσαι. ἀποσφύδου: καρτερεῖν. ἀποσοβεῖ: διώκει. ἀποσοβῶμεν: ἀντὶ τοῦ ἀποτρέχωμεν. Μένανδρος. ἀποστήσασθαι: ἀποδοῦναι χρέος. ἀποσπουδάζων: παυόμενος τῆς σπουδῆς, ἀμελῶν. ἀποστήσωνται: οἷον σταθμῷ λάβωσιν ἴσον. ἀποστροφή: ἀντὶ τοῦ καταφυγή. ἀποστολαί: ἀποπέμψεις, δῶρα. ἀποστρακισθῆναι: ἐξορισθῆναι. ἐν ὀστράκοις γὰρ τὸ πρὶν ἐγράφοντο αἱ ἐξορίαι. ἀποστυγοῦντες: μισοῦντες. ἀποσχεδιάσας: ψευσάμενος. ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν. ἀπόσχῃ: ἀποσχέσθαι ποιήσῃ. ἀποσχῆναι: ἀπενεχθῆναι. ἀποσχοινίσαντες: ἀποστρέψαντες. ἀποτεθρυωμένος: ἀπηγριωμένος. εἴρηται δὲ κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν θρύων, ἅ πέρ ἐστιν ἄγονα καὶ ἄγρια φυτά. ἀποταμιεύεται: ἀποκλείει. ἀποτεθρίακεν: ἀποπεφύλακεν καὶ διεκάθαρκεν. ἀποταυρούμενος: θρασυνόμενος. ἀποτείνεται: ἐκτείνεται, φιλονεικεῖ. ἀποτειχίζων: ἀποφράσσων. ἀποτεμεῖται: ἀποχωρίσει. ἀποτεύξασθαι: ἀποτυχεῖν. ἀπόταφος: ὁ ἀπεστερημένος τῶν προγονικῶν τάφων. οὕτως Δείναρχος. ἀποτιμᾷν, ἀποτιμηταί καὶ ἀποτίμημα: οἱ μισθούμενοι τοὺς τῶν ὀρφανῶν οἴκους παρὰ τοῦ ἄρχοντος ἐνέχυρα τῆς μισθώσεως παρείχοντο. καὶ ὁ ἄρχων πέμπων τινὰς ἀπετιμᾶτο ταῦτα· καὶ ἐλέγοντο τὰ μὲν ἐνέχυρα ἀποτιμήματα, οἱ δὲ ἀποτιμησάμενοι ἀποτιμηταί, ἡ δὲ πρᾶξις καὶ τὸ ἔργον ἀποτιμᾷν. καὶ οἱ προῖκα γυναικὶ γαμουμένῃ διδόντες ᾔτουν παρὰ τοῦ ἀνδρὸς ὑπὲρ τῆς προικὸς ἐνέχυρον οἰκίαν ἢ χωρίον ταύτης ἄξιον. ἐλέγετο δὲ ὁ μὲν δοὺς τὸ ἀποτίμημα ἐνεργητικῶς ἀποτιμᾷν, ὁ δὲ λαβὼν ἀποτιμᾶσθαι. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ὀφειλημάτων, ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Ὀνήτορος δευτέρῳ. ἀποτειχίσαι: τὸ λαβεῖν τειχίον καὶ ἀποτειχίσαι τῆς ἐξόδου. καὶ ἀποτετειχισμένος ὁ ἀπειλημμένος τῷ τείχει. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. ἀποτίμησιν: τέλος ἢ φόρον. ἄπο τοῦ πράγματος: ἀντὶ τοῦ ἄποθεν. ἀποτραχύνεται: θρασύνεται. ἀποτρόπαιοι: φευκτοί, μισεῖσθαι ἄξιοι. ἀπότριψις: μελέτησις, ἀπάγγελσις, ἀγώνισις, προάγγελσις, τέκμαρσις, κάθεξις, πλάνησις, διάφευξις, ἄνοιξις, ἐφόρμησις, ὅπλισις, ξένισις, κούφισις, βλάψις, ἐπαίνεσις, ψόφησις, διάρπασις, γυναίκισις, λάλησις. ἀποτροπίασμα: ἐξίλασμα. ἢ τὸ ἀποτροπῆς ἄξιον, οἷον ἀποτρόπαιον. ἀποτριάσαι—οἱ δὲ ἀποτριάξαι διὰ τοῦ ξ—: πληγὰς τρεῖς δοῦναι. ἀποτρώγειν: ἀφαιρεῖν. οὕτως Μένανδρος Κυβερνήταις· τί λέγων ἀποτρώγειν ἀξιώσει νῦν ἐμοῦ τὸ μισθάριον; μένω γὰρ ἐξ ἐχθιζινοῦ. ἀποτυμπανίσαι: οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνοις ἀποκτεῖναι. τύμπανον δέ ἐστι ξύλον ὥσπερ σκύταλον. τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς κατακρίτους, ὕστερον δʼ ἔδοξε τῷ ξίφει. ἀποτυμπάνισον: ἄνελε, ὅ ἐστι φόνευσον. ἀποτυχίσαι: ἀποπελεκίσαι. καὶ ἀποτυχισθείς ἀποτιλθεὶς ἢ ἀποπελεκισθείς. ἀποφαντικός: σημαίνει κυρίως τὸν ἐμφαίνοντά τι νόημα, εἴτε διὰ καταφάσεως, εἴτε διʼ ἀποφάσεως. σημαίνει δὲ εἰδικῶς καὶ τὸν μὴ συγκατατιθέμενον. ἀποφάσκει: ἀπαγορεύει. ἢ ἀποφαντικῶς λέγει τι. ἀπόφημι: ἀποφαίνομαι. ἀποφῆναι: ἀποδεῖξαι. ἀποφυγγάνειν: ἀποφεύγειν καὶ ἀποφυγγάνειν ἐν τῷ κατὰ Ἀριστοκράτους Δημοσθένης. ἀπόφασις: Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος, ὁπόσην οὐσίαν ἔχει, ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται. καλεῖ δὲ αὐτὸ καὶ ἀπογραφήν. ἀποφράδες ἡμέραι: ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσι. ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. ἢ μιαραὶ ἡμέραι, μάλιστα ἐν αἷς τὰ ἐναγίσματα. ἀποφοράν: ἀντὶ τοῦ ἀπενεγκεῖν καὶ διάστημα ποιῆσαι μεταξύ. οὕτως Ἰσαῖος. ἀποφυσήσας: ἀποφυσήσας τὴν σποδὸν τῶν ἐγκρυβομένων ὠπτημένων. Σφηξὶν Ἀριστοφάνης· κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας εἰς ἅλμην ἔμβαλε θερμήν. ἀποφοιβάζων: ἀποκαθαίρων. ἀποφοιτᾷν: ἀποπηδᾷν, ἀναχωρεῖν. ἀποφηληκίσαι: ἀποπλανῆσαι. ἀποφανῶσαι: εἰς τὸ φανερὸν καταστῆσαι. οὕτως Σοφοκλῆς. ἀποφώλιοι: ξένιοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος. ἀποφώλιον: ὀλίγου ἄξιον, ἀπαίδευτον, ἄτεχνον, μάταιον. οἱ δὲ ἄγριον, ἢ ἀδόκιμον, ἢ θηριώδη, ἀπὸ τῶν φωλεῶν. ἔνιοι δὲ φωλεόν φασι τὸ λαμπρὸν δεῖπνον. ἀποφθεγγόμενος: μαντευόμενος. ἀποχώρησις: ἀντὶ τοῦ ἀποστροφή. ἀποχετεύονται: μεταφέρονται. ἀποχρᾷν: ἐξαρκεῖν. Ἡρόδοτος. ἀπόχρη: ἐξαρκεῖ. ἀποχρώντως: ἱκανῶς. Ἀριστοφάνης Ταγηνισταῖς· ἀλλὰ στεφάνωσαι· καὶ γὰρ ἡλικίαν ἔχεις ἀποχρῶσαν ἤδη. ἀποχρώσης: ἀρκούσης. ἀποχοιριάσαι: ἀποσκιρτῆσαι καὶ ἀπολακτίσαι. καὶ ἀποχοιριάζειν ἀποσοβεῖν, ἐξελαύνειν ὡς χοῖρον. ἔνιοι δὲ διὰ τοῦ κ, ἀποσκυῤῥιάζειν. ἀποψοφεῖν: εὐσχήμως λέγων· εὐσχημονέστερον δὲ διαπνεῖν καὶ ἀποπνεῖν. ἀποψώμενον: ἀποψηφισθέντα: εἴ τις ξένος ἔδοξεν εἶναι καὶ οὐ πολίτης, τοῦτον ἐν ταῖς διαψηφίσεσι τῶν δήμων ἀπεψηφίζοντο οἱ δημόται, καὶ ἐλέγετο ἀπεψηφισμένος. εἶτα εἰσήγετο εἰς τὸ δικαστήριον, καὶ ἐκρίνετο ξενίας. καὶ εἰ μὲν ἑάλω, ἐπιπράσκετο ὡς ξένος· εἰ δὲ ἐκράτει, ἀνελαμβάνετο εἰς τὴν πολιτείαν. οὕτως Δημοσθένης· τίς γὰρ ὑμῶν οὐκ οἶδεν ἀποψηφισθέντα Ἀντιφῶντα; ἀποψηφίζονται: Δείναρχος ἐν τῷ κατὰ Ἀρχεστράτου, ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ. ἀποψύχειν: τὸ ἀποθνήσκειν ἐν πρώτῃ Θουκυδίδης. ἀποψάς: ἀδελφοῦ ἢ ἀδελφῆς ὑποκόρισμα. ἀπριάτην: ἄνευ πράσεως. ἀπρίξ: ὅλῃ δυνάμει, ἰσχυρῶς, ἀσφαλῶς. ἀπροόπτως: ἀπροοράτως, ἀπροσδοκήτως. ἀπρόσβλητον: γενναῖον, ὃ οὐδεὶς δύναται προσβαλεῖν. ἀπροσδεής: μὴ χρῄζων. ἀπροσήγορος ἄνθρωπος: ὃν οὐκ οἷόν τε προσαγορεῦσαι διὰ τρόπου τραχύτητα. ἀπρόσιτος: ἀπροσπέλαστος. ἀπρόσκλητον: τὴν οὐ προσκεκλημένην. ἀπροβούλευτον: τὸ μὴ πρότερον εἰς τὴν βουλήν, ἀλλʼ εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψήφισμα. οὕτως Δημοσθένης. ἀπροστασίου: εἶδός ἐστι δίκης κατὰ τῶν μὴ νεμόντων προστάτην μετοίκων. καὶ γὰρ ἕκαστος αὐτῶν ᾑρεῖτό τινα τῶν πολιτῶν τὸν προστησόμενον αὐτῷ περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. ἀπρότων: Δείναρχος ἐν τῷ κατὰ Πυθαίου· ἐμπεπηδηκότων τῶν ῥητόρων ὥσπερ ἀπρότων εἰς τὸ ἐμπόριον. ἔν τισι δὲ ὥσπερ παρνόπων γέγραπται· οἱ δὲ πάρνοπες εἶδος ἀκρίδος. ἀπρόσειλος: ᾧ οὐδεὶς προσειλεῖται. οὕτως Εὐριπίδης. ἀπράγμων: ἀντὶ τοῦ ἄπονος. ἄπροτον: οἱ μὲν εἶδος εἶναι κογχυλίου φασίν, οἱ δὲ ἀκρίδων, οἱ δὲ μελιττῶν. ἕκαστον δὲ τούτων ἀγεληδὸν νέμεται, καὶ οἱ μὲν τὰ ἄνθη, οἱ δὲ τοὺς καρπούς, οἱ δὲ τὰ ποώδη σίνουσιν. ἀφʼ ὧν καὶ τοὺς κατὰ συμμορίαν κακούργους ἀπρότους ὠνόμασαν. ἅπτεσθαι: λαμβάνεσθαι. ἁπτόν: ψηλαφητόν. ἅπτων: δεσμεύων. ἄπυστα: ἀνήκουστα. ἄπυτοι: οἱ Ἀθηναῖοι ἀπὸ Θησέως. ἀπφά: ἀδελφῆς ἢ ἀδελφοῦ ὑποκόρισμα. ἀπῳδόν: τὸ τῆς ᾠδῆς ἀλλότριον. ἄπωθεν: χωρίς. ἢ πόῤῥωθεν. ἀπώμοτον: ἀπηγορευμένον, φευκτὸν καὶ ἀποίητον. τί δʼ ἔστʼ Ἀθηναίοισι πρᾶγμʼ ἀπώμοτον; Εὔπολις ἐν ταῖς Πόλεσιν. ἀπώναται: ὠφελεῖται, εὐεργετεῖται. ἀπωνηθήσεται: περιπραθήσεται. ἀπωτέρω: πόῤῥω. ἀπῴχοντο: ἀπεφέροντο. ἄρα: συλλογιστικὸς σύνδεσμος. καὶ ἀντὶ τοῦ δή καὶ ὡς ἔοικε καὶ ὡς φαίνεται. οὕτως Πλάτων. ἀραῖς: κατάραις. ἀράμενοι: ἐπάραντες. ἀράξαι: συντρῖψαι. ἄραρεν: κέκριται. ἢ οἷον βεβαίως οὕτως ἔχει καὶ ἀμετακινήτως. ἀραφήνιος: δῆμος Αἰγηΐδος. ἄραρον: ἥρμοσαν. ἀραρώς: πάγιος ἢ βέβαιος. ἀραρυῖαν: ἡρμοσμένην. ἀρδάνιον: κεράμιον, γάστρα, ὅθεν τὰ θρέμματα πίνουσι. καὶ εἴρηται παρὰ τὸ ἄρδειν. ἐτίθετο δὲ καὶ πρὸ τῆς θύρας τῶν τετελευτηκότων τοῖς εἰσιοῦσι καὶ ἐξιοῦσιν, ἵνα περιῤῥαίνωνται. ἐχρῶντο δὲ καὶ αἱ γυναῖκες τῷ ἀρδανίῳ, αἱ τὴν κρόκην τρίβουσαι ἐπʼ αὐτοῦ. ἀράχνης: καὶ παρʼ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψι. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ· πάντα δʼ ἐρίθων ἀραχνᾶν βρίθει. ἀργυρώματα: ἀργυρώματα καὶ χρυσώματα, ὁμοίως ὡς ἡμεῖς, Λυσίας. ἀργυρίδιον: ὡς ἡμεῖς, Εὔπολις Δήμοις· ἐγὼ δὲ συμψήσας ἀργυρίδιον. ἀργύριον καὶ τὸ λεπτὸν νόμισμα καλοῦσιν, ὡς Ἀριστοφάνης Δαναΐσιν. ἀργυρῖται: οἱ ἀργυρίου εὐποροῦντες. ἄρασθαι: ἀπενέγκασθαι. ἀρασσόμενα: προσρηγνύμενα, προσκρουόμενα. ἀράττων: κρούων. ἀρᾶται: εὔχεται. ἢ καταρᾶται. ἢ ἐπιθειάζει. Φερεκράτης· ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί. ἀράκους: τὰ ὄσπρια, διὰ τοῦ κ, καὶ οὐχὶ διὰ τοῦ χ. ἄῤῥατον: ἰσχυρόν. ἢ δυσκίνητον. ἢ σκληρὸν καὶ ἀμετάστροφον. ἀργυραμοιβός: ὁ κέρμα ἀντὶ ἀργύρου ἀλλασσόμενος. ἀργυραμοιβός: ὁ τραπεζίτης, ὁ ἀργυροπράτης. ἀργυραμοιβόν: κολλεκτάριον. καλοῦσι δὲ οὕτως καὶ τὸν τραπεζίτην. ἀργαλέως: χαλεπῶς. ἀργιόδοντα: λευκόν. ἢ ὀξυόδοντα. ἀργιλώδης γῆ: λευκὴ καὶ καθαρά. ἀργίποδες: ταχεῖς, ὀξύποδες. ἄργας: ὁ δεινότατος παρʼ ἡλικίαν ἄργας καλεῖται. οὕτως ἔλεγον καὶ τὸν Δημοσθένην. ἄλλοι δέ φασι τοῦτον κακὸν ποιητὴν γεγονέναι. οἱ δὲ ὅτι κατὰ Δωριεῖς καὶ μάλιστα Ἀργεῖοι τὸν ὄφιν ἄργαν ἐκάλουν. Τίμαρχος δὲ ὁ Ῥόδιος οὐ κατὰ γλῶτταν οὕτως καλεῖσθαί φησιν, ἀλλὰ γένος εἶναι ὄφεως τοὺς ἄργας. ἀργυρογνώμων: δοκιμαστής. ἀργέλοφοι: ποδεῶνες μηλωτῆς. ἀργυρίς: ἡ ἀργυρᾶ φιάλη, ὡς χρυσὶς ἡ χρυσῆ. ἀργυρὶς θήκη: διττὰ ἦν γραμματίδια, οἷς ἐχρῶντο Ἀθηναῖοι, τὰ μὲν ὥστε γράφειν μόνον ἑαυτοῖς, τὰ δὲ ὥστε ἀργυρίδιον κατατίθεσθαι, ἃ καὶ κιβώτια ἐκάλουν, τὰ δʼ ἄλλα μαρσύπια. ἀργυροκοπεῖον: ἐν ᾧ κόπτεται τὸ νόμισμα, ὃ νῦν τινες σημαντήριον λέγουσιν. ἀργυρόποδα δίφρον: ὁ Ξέρξου δίφρος, ὃς αἰχμάλωτος ἐπεκαλεῖτο. ἀνέκειτο δʼ εἰς τὸν παρθενεῶνα τῆς Ἀθηνᾶς. ἀργυρίου δίκη: ὅτʼ ἄν τις προσήκειν αὐτῷ παρά τινος ἀργύριον ᾤετο, δίκην αὐτῷ ἐλάγχανε, καὶ ἐκαλεῖτο ἀργυρίου δίκη. ἄργουσα: πόλις τῆς Εὐβοίας, ἐν τῇ Χαλκιδικῇ κειμένη. ἀργυροδίνης: καλὰς δίνας ἔχων. δῖναι δὲ αἱ τῶν ὑδάτων συστροφαί. ἀρδεύειν: παρʼ Ἀντιφάνει μόνῳ. ἐκ τοῦ ἐναντίου δὲ ἄρδειν, οὐκ ἀρδεύειν λέγουσιν. ἄρδηττος: τόπος ἐστὶν Ἀθήνῃσιν, ἐν ᾧ πάντες Ἀθηναῖοι δημοσίᾳ ὤμνυον τὸν ὅρκον τὸν Ἡλιαστικόν. Θεόφραστος δὲ ἐν τοῖς περὶ νόμων καταλελύσθαι τὸ ἔθος τοῦτο λέγει. εἴρηται δὲ Ἄρδηττος ἀπὸ Ἀρδήττου ἥρωος, ὃς Ἀθηναίους στασιάζοντας εἰς ὁμόνοιαν συνῆψεν. ἐν τούτῳ δὴ τῷ χωρίῳ ὤμνυον οἱ δικασταὶ τὸν δικαστικὸν ὅρκον. τρεῖς δὲ θεοὺς ὤμνυον, Δία, Δήμητραν καὶ Ἥλιον. ἀρεστήρ: εἶδος ποπάνου. ἀρετή: Ἀνδοκίδης καὶ Θουκυδίδης ἀντὶ τοῦ εὐδοξία. ἄρειος πάγος: δικαστήριον Ἀθήνῃσιν. ἦσαν οὖν Ἀθήνῃσι βουλαὶ δύο, ἡ μὲν τῶν πεντακοσίων, καθʼ ἕκαστον ἐνιαυτὸν κληρουμένη βουλεύειν, ἡ δὲ εἰς βίον τῶν Ἀρεοπαγιτῶν. ἐδίκαζε δὲ τὰ φονικά, καὶ τὰ ἄλλα πολιτικὰ διῴκει σεμνῶς. ἐκλήθη δὲ Ἄρειος πάγος ἤτοι ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει τὸ δικαστήριον. Ἄρειος δὲ ἐπεὶ τὰ φονικὰ δικάζει δὲ ὁ Ἄρης ἐπὶ τὸν φόνον. ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ὁ Ἄρης ἐν τῇ πρὸς Ποσειδῶνα ὑπὲρ Ἁλιῤῥοθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην, τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆς Κέκροπος θυγατρός, ὥς φησιν Ἑλλάνικος ἐν πρώτῳ. ἄρθμιος: ὄνομα κύριον. ἀριστῆσαι: Ἀραρὼς Καμπυλίωνι. ἀριστεροστάτης ἐν τῷ κωμικῷ καλεῖται χορῷ, ἐν δὲ τῷ τραγικῷ μέσος ἀριστεροῦ. Κρατῖνος Σεριφίοις. ἀριστεύς: ὄνομα κύριον. ἀριστερός: ὁ ἀμαθὴς καὶ τῷ δεξιῷ ὑπεναντίος. ἀρισταίων: ὄνομα κύριον. ἔστι δὲ Σάμιος μὲν ἢ Πλαταιεύς, ἐκ μειρακυλλίου δὲ ἑταῖρος Δημοσθένους. ἐπέμφθη δὲ ὑπʼ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν. μνημονεύει αὐτοῦ Ὑπερίδης ἐν τῷ κατὰ Δημοσθένους. ἀρίβαλλος: οὐ μόνον παρὰ Στησιχόρῳ καὶ ἄλλοις Δωριεῦσιν, ἀλλὰ καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνους· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀριβάλλῳ. Θεόπομπος. ἀρηΐφατος: ὁ ἐν πολέμῳ ἀποθανών. ἀριστίνδην: κατʼ ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων νομοθετῶν. ἀρκτεῦσαι: Λυσίας τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι ἀρκτεύειν ἔλεγε. καὶ γὰρ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, ὡς Εὐριπίδης καὶ Ἀριστοφάνης. καὶ ἄλλως ἀρκτεῦσαι λέγεται τὸ ὥσπερ ἄριστον ἀφοσιώσασθαι τῇ Ἀρτέμιδι καὶ θῦσαι. ἐῤῥήθη δὲ ἐκ τοῦ ἄρκτον ποτὲ φανῆναι, ὡς λόγος, ἐν Πειραιεῖ καὶ πολλοὺς ἀδικεῖν, εἶτα ὑπὸ νέων τινῶν αὐτὴν ἀναιρεθῆναι, καὶ λοιμὸν ἐπιγενέσθαι, χρῆσαί τε τὸν θεὸν τιμᾷν τὴν Ἄρτεμιν καὶ θῦσαι κόρην τῇ ἄρκτῳ. τῶν οὖν Ἀθηναίων πράττειν τὸν χρησμὸν μελετώντων, εἷς τις ἀνὴρ οὐκ εἴα, αὐτὸς εἰπὼν καταθύσειν. ἔχων οὖν αἶγα, καὶ ὀνομάζων ταύτην θυγατέρα, ἔθυσε λάθρα· καὶ ἐπαύσατο τὸ πάθος. εἶτα τῶν πολιτῶν διαπιστούντων, ἔφη ὁ ἀνὴρ ἐπερωτᾷν τὸν θεόν. τὸν δὲ ἂν εἰπόντα θῦσαι καὶ τὸ λοιπὸν οὕτως ποιεῖν φήσαντος, ἐξεῖπε τὸ λάθρα γεγονός. καὶ ἀπὸ τούτου αἱ κόραι πρὸ τοῦ γάμου ἀρκτεύειν οὐκ ὤκνουν, ὥσπερ ἀφοσιούμεναι τὰ τῆς θηρίας. ἄρκτον: ἄρκτον, οὐχὶ ἄρκον. Ὀδυσσεὺς ἐναριστέρʼ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως ἂν ἐφεύρῃς. τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ, ὡς ἡμεῖς, ἀπαρκίαν, διὰ τὸ εὔφωνον. καὶ τὴν πνοὴν ἄρκιον· καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ ἄρκιος. ἀρκτοῦρος: Ἀρκτοῦρος λέγεται καὶ αὐτὸς ὅλος ὁ Βοώτης. ἰδίως δὲ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ. ἀρκύωρος: ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἔστι δὲ ταῦτα τὰ κυνηγετικὰ πάντα λίνα. ἄρκυς: λίνα καὶ δίκτυα. ἐκτείνεται ἡ ὑστέρα συλλαβὴ ὁμοίως ἐπί τε τῆς ὀρθῆς καὶ τῆς αἰτιατικῆς πτώσεως· αἱ ἄρκυς γὰρ καὶ τὰς ἄρκυς. ἁρμάτειον μέλος: εἴρηται εἰς τὸ ἐτυμολογικόν. ἁρμόδιος: ἀρεστός, φίλος καὶ ἡρμοσμένος. ἁρμοσταί: οἱ ὑπὸ τῶν Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες καὶ φρούραρχοι ἐκπεμπόμενοι, παρὰ τὸ ἁρμόζειν καὶ καθιστᾷν τὰς ὑπʼ αὐτῶν φυλαττομένας πόλεις. ἅρμενα: τὰ ἁρμόζοντα. ἀρνακίδα: τὸ κώδιον, ὡς ἡμεῖς. ἄρνυσθαι: ἀντικαταλλάσσεσθαι. ὅθεν καὶ τὸ μισθαρνεῖν τὸ μισθὸν ἀντί τινος λαμβάνειν λέγεται. λαμβάνεται καὶ ἀντὶ τοῦ περιποιούμενος καὶ ἀντὶ τοῦ φυλάττων. οὕτως Πλάτων. ἀρότους: τοὺς ἐνιαυτούς. οὕτως Σοφοκλῆς. ἀροῦν: ἀροῦν, οὐκ ἀροτριᾷν λέγουσιν. ἀρόσομεν: τὸ ἀροτριάσομεν. ἁρπεδόνη: ἡ διὰ σπάρτου θήρα. ἁρπαγή: ὀξυτόνως ἡ ἁρπαγή, τὸ δὲ σκεῦος βαρυτόνως, ἵνʼ ᾖ ὄνομα. ἅρπην: δρέπανον. Σοφοκλῆς Νόμῳ Σατυρικῷ. ἀῤῥωστία τοῦ στρατεύειν: ἀντὶ τοῦ ἀπροθυμία. Θουκυδίδης. ἄῤῥατον: ἰσχυρόν, στερεόν. οὕτως Πλάτων. ἀῤῥωδεῖν: τὸ δεδοικέναι. καὶ διὰ τοῦ ο. μᾶλλον δὲ τοῦτο Ἑλληνικόν. ἀῤῥηφορεῖν: τέσσαρες μὲν ἐχειροτονοῦντο τῶν εὐγενῶν, δύο δʼ ἐκρίνοντο, αἵ τινες ἦρχον τῆς ὑφῆς τοῦ πέπλου καὶ τῶν ἄλλων τῶν περὶ αὐτήν. λευκὴν δὲ ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγένοντο. ἀῤῥαβών: ἐν τοῖς δύο ρρ λεκτέον. ἀῤῥενωπούς: ἀῤῥενωποὺς καὶ ἀῤῥενωπάδας τὰς γυναῖκας καλοῦσιν. ἀῤῥάβακα: τὴν ὀρχηστρίδα, ἢ καὶ τὸν ὀρχηστήν. ἢ καὶ βλάσφημον, ἀπὸ τοῦ ἀῤῥαβάσσειν, ὅ ἐστιν ὀρχεῖσθαι. ἀῤῥηφορεῖν: τὸ τὰ ἀπόῤῥητα καὶ μυστικὰ φέρειν. καὶ ἀῤῥηφόροι καὶ ἀῤῥηφορία ὁμοίως. ἄῤῥιχοι: κόφινοι οἰσύϊνοι, οὓς ἀρσίκους οἱ Ἴωνες, θηλυκῶς δὲ οἱ Ἀττικοὶ τὰς ἀῤῥίχους φασίν. ἀῤῥύ: ἐπίφθεγμα ἐρετῶν, ὥσπερ τὸ ῥυπαπαί καὶ ἕτερα τοιαῦτα. ἀῤῥωστήμων: Εὔπολις Αὐτολύκῳ. ἄρσεων: βασταγμάτων. ἄρση: ποτίσει. ἀρτάβη: μέτρον ἐστὶ Περσικόν. οὕτως Ἡρόδοτος. ἄρταμος: κρεουργός, μάγειρος. τάττει αὐτὸ Σοφοκλῆς ἐπὶ τοῦ φονέως. ἀρτάνη: κυρίως μὲν ἡ τῶν καλωδίων ἀγχόνη. Σοφοκλῆς δὲ ἐν Αἰχμαλωτίσιν ἐπὶ τοῦ δεσμοῦ. ἄρτημα βαλαντίου: ὁ δεσμὸς τοῦ βαλαντίου. ἢ ὁ τελαμών, ἐξ οὗ ἤρτηται. ἄρτι: ἐπὶ τοῦ ἀπηρτισμένως καὶ πεπληρωμένως. λέγεται δὲ ἄρτι καὶ τὸ μέρος τοῦ παρεληλυθότος, συνάπτον τῷ νῦν, ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει. ἀρτιάζειν: τὸ παίζειν ἄρτια ἢ περιττὰ καρύοις ἢ ἀστραγάλοις τοιούτοις. Πλάτων Λύσιδι· ἢ ἀρτιάζων ἀστραγάλοις παμπόλλοις ἐκ φορμίσκων τινῶν προορώμενοι. ἀρτησμός: ἀνακρεμασμός. ἀρτικροτεῖσθαι: συμφωνεῖσθαι· ἀρτικροτοῦνθʼ οἱ γάμοι, φησὶ Μένανδρος. ἀρτιμελής: ὑγιὴς τοῖς μέλεσιν. ἀρτίφρονες: σώφρονες. ἀρτοπόπον καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοποιόν. ἔστι δὲ τὸ ἀρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου. ἀρτοσιτεῖν: τὸ ἐναντίον τῷ ὀψοφαγεῖν. Πλάτων ἐν Ὑπερβόλῳ κέχρηται τῷ ὀνόματι. ἀρτήρ: ὑποδήματος γένος. Φερεκράτης Γραυσίν. ἄρται: ἐπικρέμαται. ἄρτια: ἡρμοσμένα, τέλεια, ὑγιῆ. λέγεται δὲ ταῦτα καὶ ἅρμενα. ἀρτεμισία: δύο γεγόνασι, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ὧν ἡ μὲν πρώτη γέγονε κατὰ τὰ Περσικά, ἡ δὲ νεωτέρα, ἧς καὶ Δημοσθένης ἐν τῷ περὶ τῆς Ῥοδίων ἐλευθερίας μνημονεύει, θυγάτηρ μὲν ἦν Ἑκατόμνου, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσωλοῦ. ἀρτίως: τελείως, ὑγιῶς. οὐ μόνον δὲ ἄρτι τὸ πρὸ ὀλίγου. Φερεκράτης Μυρμηκανθρώποις· ξένη γυνὴ γραῦς, ἀρτίως ἀφιγμένη. ἄρτος: ὄνομα τυράννου. ἀρτιεπής: ἀπηρτισμένος ἐν τῷ λέγειν. ἀρτιθαλῆ: νεόφυτα. ἀρτεμίσιον ἰδίως μὲν Ὑπερίδης ὠνόμασε πολλάκις τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, οὗ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος μνημονεύει. ἀρτίπους: ὑγιεῖς τοὺς πόδας ἔχων. ἀρτίστομος: ὁ σαφὴς καὶ ἡδὺ φθεγγόμενος. οὕτω Δημοσθένης. ἀρτύειν: σκευάζειν. ἀρτύναντες: παρασκευάσαντες. ἄῤῥυθμος: ἀδιατύπωτος, ἀκανόνιστος, μὴ ἔχων ῥυθμόν· ῥυθμὸς γὰρ ὁ τύπος. ἀρυσάμενος: ἀντλήσας. ἀρύτεσθαι: σὺν τῷ τ λέγουσι, καὶ οὐκ ἀρύεσθαι. Πλάτων Νόμοις· ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δὴ καὶ ὁπόσον καὶ ὁπότε. ἀρύβαλλος: τὸ ἑλκυστὸν βαλάντιον. ἀρύει: βοηθεῖ. ἀρυστίχους: τὰς οἰνοχόας καὶ κοτύλας. ἀρύβας: ἀρχαῖον: ἐχρήσαντο πάντες οἱ ῥήτορες ἐπὶ τοῦ δανειζομένου ἀργυρίου καὶ ἐπὶ τοῦ παλαιοῦ. ἀρχαῖος: ἀντὶ τοῦ εὐήθης, Πλάτων. Ἰσοκράτης δὲ ἐν τῷ Πανηγυρικῷ τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς εἰπών, οὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. ἀρχαίως: ἀπραγμόνως, ἀπαρατηρήτως. ἢ καὶ ἠλιθίως. ἀρχεῖα: ἔνθα οἱ δημόσιοι χάρται ἀπόκεινται, χαρτοφυλακεῖον. ἢ τὰ χωρία τῶν κριτῶν. ἢ ἀρχαίως. Ξενοφῶν ἱστοριῶν ὀγδόῳ. ἀρχαιϊκόν καὶ πάντα τὰ τοιαῦτα διὰ τῶν δύο ιι. Νεφέλαις Ἀριστοφάνης· ὡς παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά. ἀρχέτυπον: πρωτότυπον. ἀρχηγέται: ἡγεμόνες οἱ ἐπώνυμοι τῶν φυλῶν. Ἀριστοφάνης Γήρᾳ· ὁ δὲ μεθύων ἤμει παρὰ τοὺς ἀρχηγέτας. ἄρχοντες οἱ ἐννέα τίνες: θεσμοθέται ἕξ, ἄρχων, βασιλεύς, πολέμαρχος. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλʼ ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ βουκολίῳ— τὸ δὲ ἦν πλησίον τοῦ πρυτανείου—, ὁ πολέμαρχος ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺς ἐπωνύμους, οἱ θεσμοθέται παρὰ τὸ θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι. ὕστερον δὲ Σόλωνος οὐδὲν ἕτερον αὐτοῖς τελεῖται, ἢ μόνον ὑποκρίνουσι τοὺς ἀντιδίκους. ἀρχαιρεσιάζειν: Δείναρχος τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα. ἀρχαιρεσιάζειν: τὸ πρὸς χάριν τινὶ ζητεῖν. ἀρχαιρεσίας: ἀρχαιρεσίας λέγουσι πληθυντικῶς, οὐκ ἀρχαιρεσίαν δέ, οὐδὲ ἄλλως πως. ἀρχιερέων: οὐκ ἀρχιερέα, Πλάτων ἑνδεκάτῳ Νόμων ὀξεῖαν μέσην συλλαβήν. ἀρχιδάμειος πόλεμος: τοῦ Πελοποννησιακοῦ πολέμου τὰ πρῶτα ἔτη. Ἀρχιδάμειος δὲ ἐκλήθη πόλεμος ἀπὸ τοῦ Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν. ἀρχῆθεν: οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρʼ Αἰσχύλῳ. παρʼ Ἡροδότῳ δὲ ἔστι καὶ τοῖς Ἴωσιν. ἀρχιθεωρός: ὁ ἡγούμενος τῶν θεωρῶν. θεωροὶ δὲ οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς καλλινίκους ἀγῶνας, καὶ ὑπὲρ τῶν πατρίδων θύοντες. ἄρχων: ἀφʼ οὗ ὁ ἐνιαυτὸς ἐπώνυμος γενόμενος ἐμετρεῖτο. ἦν δὲ ὁ ἄρχων τῶν ἐννέα εἷς. οἱ δὲ ἐννέα συνίσταντο ἔκ τε θεσμοθετῶν καὶ βασιλέως, πολεμάρχου καὶ ἄρχοντος. ἐπεσκόπουν δὲ αἱ τέσσαρες αὗται ἀρχαὶ καὶ κοινάς τινας διοικήσεις καὶ ἰδίας ἕκαστος. ἀρχιτέκτων: δύο σημαίνει, τὸν τῶν οἰκοδομημάτων εἶναι ἐπιστάτην καὶ κυρίως τὸν ἄρχοντα τῶν τεκτόνων, ὃς καὶ τὴν διάθεσιν τοῦ κατασκευάσματος ἐπινοεῖ. λέγεται δὲ ἀπὸ τούτων ἀρχιτέκτων καὶ ὁ κατασκευάσας τινὶ καὶ ὁ σκευωρησάμενος πρᾶγμά τι. Δημοσθένης τούτῳ τῷ ἀρχιτέκτονι τῆς ὅλης φησὶν ἐπιστολῆς. ἀρωγή: βοήθεια. ἀρωγός: ὠφέλιμος. ἀρώματα οὐ τὰ θυμιάματα οἱ Ἀττικοὶ καλοῦσιν, ἀλλὰ τὰ ἐσπαρμένα. ἀσαφές: ἀνόητον, ἄδηλον. ἀσάλπιγκτον ὥραν: τὸ μεσονύκτιον. οὕτως Σοφοκλῆς. ἀσαλὴς μανία: ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς. οὕτως Αἰσχύλος. ἆσαι: βλάψαι. οὕτως Αἰσχύλος. ἄσβεστος: ἀκατάπαυστος. ἄσβολος: θηλυκῶς ἡ ἄσβολος· οὐδὲ γὰρ ἀρσενικῶς ὁ ἄσβολος. Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις· τὰ πλεῖστα γὰρ ἀποπεπόνηκας. φεῦ! ἰοὺ τῆς ἀσβόλου! ἀσέλγεια: ἀντὶ τοῦ πολυτέλεια. οὕτως Αἰσχίνης. ἀσέλγεια: πορνεία, ἀκαθαρσία. παρῆκται δέ, ὥς φασιν, ἐξ αἰτίας τοιαύτης. Σέλγη πόλις ἐστὶ τῆς Πισιδίας, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. κατʼ ἐπίτασιν οὖν τὸ ἀσελγαίνειν. ἀσελγές: πᾶν τὸ σφοδρὸν καὶ βίαιον. καὶ ἀσέλγεια ἡ μετʼ ἐπηρεασμοῦ καὶ θρασύτητος βία. καὶ ἀσελγὴς ὁ ἀνάγωγος. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· τὴν μὲν ἀσέλγειαν ἀεὶ καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται. καὶ ὁ κωμικός· ὥσπερ ἀνέμου ἐξαίφνης ἀσελγοῦς γενομένου. καὶ Φερεκράτης· οἷον αὐτόπνιγος ὡς ἀσελγής φησί που. καὶ ἀσελγόκερων κριόν Πλάτων τὸν μεγαλόκερων, ἢ τὸν χαλεπὸν καὶ βίαιον τοῖς κέρασιν. ἄσεπτον: τὸ ἀσεβές. ἄση: λύπη. ἀσήμαντα: τὰ λεγόμενα ἀσφράγιστα· καὶ γὰρ σημεῖα τὰς σφραγῖδας ἔλεγον. ἀσημάντοις: ἀφυλάκτοις, οὐκ ἔχουσι σημάντορας τοὺς ἐπιστάτας. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν σφραγίδων. ἆσθμα: πνοή. ἀσθμάζειν: ἀντὶ τοῦ ἀσθμαίνειν. ἀσθμαίνει: πνευστιᾷ. ἀσία ὑπὸ τῶν παλαιῶν πᾶσα λέγεται, ἧς οἱ Πέρσαι τὴν ἀρχὴν ἐκέκτηντο, οὐχ ἡ νῦν ἰδίως ὀνομαζομένη οὕτως. ἀσιάς: ἡ κιθάρα, ἀπὸ Ἀσίου τινός. καὶ Ἀσία καὶ Ἀσιώνη ἡ ἀπὸ Ἀσίας, τῆς μητρὸς Προμηθέως. Δοῦριν δὲ Ἀριστοτέλης φησὶ λέγειν, ὅτι ἐκλήθη Ἀσιὰς ἀπὸ τῶν χρωμένων Λεσβίων, οἵ τινες οἰκοῦσι πρὸς τῇ Ἀσίᾳ. οἱ δὲ ἀπὸ Τυῤῥήνου Λυδοῦ, εὑρόντος πρώτου τὸ τρίγωνον ὄργανον. οἱ δὲ ἀπὸ Τερπάνδρου. ἀσιάδος κρούματα: τῆς κιθάρας. οὕτως Ἀριστοφάνης. ἀσκαλαβώτην, οὐχὶ καλαβώτην λέγουσι. μᾶλλον δὲ γαλεώτην. Μένανδρος οὕτως. ἀσκληπιεῖον: πεντασυλλάβως λεκτέον. ἀσκέραι: ὑποδήματα Ἀττικά. ἄσκευον: ἀντὶ τοῦ ἀπαράσκευον. ἀσκήσασα: κοσμήσασα, μετʼ ἐπιμελείας ὑφάνασα ἄσκησις: ἐγκράτεια. ἄσκησις: ἀγωνίαν καί, ὡς ἡμεῖς, τὸ δεδιέναι καὶ προσδοκᾷν τὸ μέλλον λέγουσιν. ἄσκοπον: ἀντὶ τοῦ ἀπροσδόκητον. ἀσκητικός: φιλομαθής, φιλόσοφος. ἀσκούμενος: κατασκευάζων, κοσμῶν. ἀσκωλίζοντες: ἐφʼ ἑνὸς ποδὸς ἐφαλλόμενοι, χωλαίνοντες, ἢ στερούμενοι τῶν κατὰ φύσιν· ὅθεν καὶ σκιμβάζειν τὸ αὐτὸ λέγουσιν οἱ Ἀττικοί. ἀσκάντης: κλινίδιον εὐτελὲς καὶ ὑπὸ τῶν Ἀττικῶν. ἀσκαρδαμυκτὶ ὁρᾷν: μὴ καταμύοντα. Ἀριστοφάνης· βλέψον εἴς μʼ ἀσκαρδαμυκτί. ἀσκορδίνωτος: ὁ μὴ σκορδινώμενος. σκορδινᾶσθαι δέ ἐστι τὸ τὰ μέλη κινεῖν, ὃ καὶ μάλιστα ἐπὶ τῶν ἀφυπνισθέντων συμβαίνει. ἀσκοθύλακον: Διοκλῆς Βάκχαις καὶ Ἄρχιππος Ἀμφιτρύωνι δευτέρῳ. ἄσμα: τὸ δίασμα. καὶ Σώφρων καὶ ἄττεσθαι, ὃ ἡμεῖς διάζεσθαι. μεταβολῇ τῶν δύο σσ εἰς τὸ ζ ἐγένετο. ἄσμενος: χαίρων, ἡδέως, προθύμως. ἀσολοίκως: τὸ ἀφελῶς. ἀσπαίροντες: σκαρίζοντες. ἀσπαλιά: ἁλιέως ἔργα. καὶ ἀσπαλιεύς ὁ ἁλιεύς, ἀπὸ τοῦ ἀποσπᾷν τὴν ἄγραν. ἀσπαστοί: ἄσμενοι, θεοειδεῖς, ἡδεῖς. ἀσπασίως: προσηνῶς, φιλοφρόνως. ἀσπίς: ὅπλον, σκουτάριον. λέγεται δὲ καὶ ζῶον. ἄσπονδοι ἐχθροί: ἀδιάλλακτοι. ἀσπάζεσθαι: καὶ τὸ προσαγορεύειν, ὡς ἡμεῖς, καὶ τὸ χαίρειν τινὶ ἁπλῶς, καὶ ἀγαπᾷν καὶ φιλοφρονεῖσθαι. ἀσπαζόμεθα, καὶ σὺν τῷ σ ἀσπαζόμεσθʼ ἐρετμά. ἀσπασία: πολυθρύλητος γέγονεν. ἦν δὲ γένος Μιλησία, δεινὴ δὲ περὶ λόγους. Περικλέους δέ φασιν αὐτὴν διδάσκαλον ἅμα καὶ ἐρωμένην εἶναι. δοκεῖ δὲ δυοῖν πολέμοιν αἰτία γεγονέναι, τοῦ τε Σαμιακοῦ καὶ τοῦ Πελοποννησιακοῦ. δοκεῖ δὲ ἐξ αὐτῆς ἐσχηκέναι Περικλῆς τὸν ὁμώνυμον αὐτῷ Περικλέα τὸν νόθον. ἀσπάθητον χλαῖναν: ἀνύφαντον. ἀσπλήκησεν: τοῖς δακτύλοις ἐψόφησεν. ἀσπάλαθος: εἶδος ἀκάνθης τραχυτάτης. ἄσπουδος: ὁ μὴ σπουδαῖος. οὕτως Ἀρχίδης. Εὔπολις Πόλεσιν· ἄσπουδος δʼ ἀνὴρ σπουδαίου κακίων. ἄσσιστα: ἔγγιστα. ἅσσα: ἅτινα. ἄσταχυς: ἄσταχυς καὶ ἀσταφίς. καὶ ὅλως τὸ πλεονάζειν τῷ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν ἐστιν. Ὅμηρος· ἐπί τʼ ἠμύει ἀσταχύεσσιν. Κρατῖνος· φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις. ἀστεῖόν τι καὶ κατεῤῥινημένον εἰπεῖν: κωμικὴ ἡ συμπλοκή. σημαίνει δὲ τὸ κατεῤῥινημένον τὸ ἄκρως διειργασμένον. ἐν συνουσίᾳ χρῶ. ἄστεγος: ὁ μὴ στέγην ἔχων. λέγεται δὲ καὶ ὁ φλύαρος καὶ ἀνυπομόνητος. ἀστεῖος: εὐσύνετος, εὐπρόσωπος, χαρίεις, γελοιώδης, καλῶς πολιτικευόμενος, ἀπὸ τοῦ ἄστεος. ἀστεῖος καὶ ἀστικός, διττῶς. Μένανδρος· προποιήσεις ἀστικὸν σαυτὸν πάλιν. Ἀλκαῖος Πασιφάῃ· νῦν οὖν γένοιτʼ ἀστεῖος, οἰκῶν ἐν πόλει. ἀστείους: ἀστεϊζομένους, πολιτικευομένους. εὐφημότερον ἀστεΐζεσθαι τὸ ὡραΐζεσθαι, γελωτοποιεῖν, σκώπτειν. ἀστεΐζεσθαι: τὸ χαριεντίζεσθαι. καὶ ἀστεῖος ὁ χαρίεις. ἀστεΐζεται: ὡραΐζεται, κομψεύεται. ἀστάθμητος: ἄνισος. ἀστράβη: τὸ ἐπὶ τῶν ἐφίππων ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι. καὶ αὐτὸ τὸ νωτοφόρον ὑποζύγιον. καὶ πᾶν ὑποζύγιον, ἐφʼ οὗ οἱ ἄνθρωποι ὠχοῦντο, οὕτως ἐκαλεῖτο, ὡς καὶ Δημοσθένης κατὰ Μειδίου. ἀστράγαλος: κυρίως τὸ συνήθως λεγόμενον. καὶ ὁ σφόνδυλος τοῦ τραχήλου. καὶ ὁ πεττικός. καὶ βοτάνη δὲ οὕτω καλεῖται. ἀστραγάλους δὲ οἱ Ἀττικοί· τὸ γὰρ θηλυκὸν Ἰακόν. καὶ παρʼ Ὁμήρῳ τινὲς θηλυκῶς, οἷον· νήπιος, οὐκ ἐθέλων, ἀμφʼ ἀστραγάλοισι χολωθείς. Φερεκράτης Δουλοδιδασκάλοις· ἀντʼ ἀστραγάλων τοῖς κονδύλοισι παίζετε. Πλάτων Λύσιδι: ἠρτίαζον ἀστραγάλοις παμπόλλοις. λέγουσι δὲ καὶ ἀστρίχους. Ἀντιφάνης Ἐπιδαυρίῳ· ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις. ἀστρίχους τοὺς ἀστραγάλους λέγουσιν, ὡς ἀνωτέρω εἴρηται. ἀστυγείτων: πλησιόχωρος. ἀστεμφέα: ἀμετακίνητον, βέβαιον. ἢ ἀντὶ τοῦ ἀστεμφῶς. ἀστερόεντα: ἤτοι ἀστέρας ἐμπεποικιλμένους ἔχοντα. ἀστέρων τέθριππος: τὸ ἅρμα τοῦ ἡλίου. ἄστεσι: πόλεσιν. ἀστειβής: ἀσφαλὴς ἢ ἄβατος. ἀστεϊζόμενος: ἀγλαϊζόμενος, ὡραϊζόμενος, κομψευόμενος. ἀστεϊσμός: πιθανολογία. ἀστός: πολίτης. ἀστραβηλάτης: ὀνηλάτης. ἀστυπολεῖν: τὸ ἐν ἄστει διατρίβειν, ἄγριον ὄντα. ἀσταθμητότατον: περὶ οὗ οὐδεὶς ἂν δύναιτο τεκμήρασθαι οὐδὲ σταθμήσασθαι, τί ποτε διανοεῖται ἢ τί πράξει. Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἄστικτον χωρίον: τὸ μὴ ὑποκείμενον δανειστῇ. ὅτʼ ἂν γὰρ ὑποκέηται αὐτῷ, τοῦτο ὁ δανείσας διὰ γραμμάτων δηλοῖ ἐπικειμένων τῷ χωρίῳ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ οἰκίας γίνεται. ἀστυνόμοι: δέκα ἦσαν ἀστυνόμοι, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δὲ ἐν ἄστει, οἷς ἔμελε περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ κοπρολόγων καὶ τῶν τοιούτων. ἀσταφίδα: ἀσταφίδα καὶ ὀσταφίδα οἱ Ἀττικοί, ἑκατέρως. Νικοφῶν ἐν Χειρογάστορσιν ὀσταφίδα εἴρηκεν. ἀστάνδης: γραμματοφόρος. Περσικὸν τὸ ὄνομα. ἀστείων: τῶν ἐν ἄστει διατριβόντων. ἄστεκτα: ἀβάστακτα, ἀνυπομόνητα, οὐ δυνάμενα κατασχεθῆναι. ἀστικὸν ἐμπόριον: ἐν ᾧ οἱ ἀστοὶ Ἀθήνῃσιν ἐνεπορεύοντο. ἦν δὲ καὶ ἄλλο ξενικόν, ἐν ᾧ οἱ ξένοι. ἀστόξενοι: οἱ γένει ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ τῆς ἀλλοδαπῆς γεγονότες. ἀστυφίαν: ἀστυφίαν καὶ ἀστυσίαν, διά τε τοῦ φ καὶ τοῦ σ ὁμοίως. καὶ ἐπὶ τοῦ ἀσίτου λέγουσιν. ἀστυφίαν παρὰ τὴν ἀναγορασίαν, ἣν ἐκήρυσσον ἐν ταῖς ἐκκλησίαις. ἀσύμβατον: ἀφιλίωτον. ἀσυνάρτητον: ἀσυνδυάστως: ἀσυμπλόκως, ἀσυζεύκτως. ἀσυνθεσία: παράβασις συνθηκῶν. ἀσύνθετος: ἀσύμφωνος, ἄμικτος. ἀσύντακτον: μὴ συντεταγμένον, μὴ συμφραξάμενον. ἀσυντελής: ἀσύμφορος, ἀχρήσιμος. ἀσύφηλον: ἀπαίδευτον, ἀνόητον. ἀσυνθετώτατον: Δημοσθένης ἐν τῷ παραπρεσβείας ἐπὶ ὄχλου τάττει τὸ ὄνομα, ἀντὶ τοῦ ἀπιστότατον καὶ ἀβεβαιότατον καὶ πίστεις διὰ τὸ βέβαιον οὐ τιθέμενον. ἢ ἀνομολόγαιον, ἀσύμφωνον· ὁμολογίαι γὰρ αἱ συνθῆκαι. ἢ ἀντὶ τοῦ ἀσυνετώτατον Ὅμηρος δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τις συνιέναι, τί ποτε φρονεῖ. φησὶ γάρ· σὺ δὲ σύνθεο καί μευ ἄκουσον. ἀσφάλεια: ἀσφάλεια μὲν καὶ ἀσφαλὲς Ἑλληνικά, τὸ δὲ ἀσφαλίζεσθαι βάρβαρον. ἀσφαλεστέρους: Πλάτων Πολιτείᾳ. ἀσφάραγον: φάρυγα, στόμαχον, λαιμόν. λέγεται δὲ καὶ τὸ ἀκανθῶν ἀποφυόμενον βλάστημα. ἔστι δὲ καὶ βοτάνης εἶδος ἀσφάραγος, πρὸς τὰς καθάρσεις ἐπιτήδειον. οὕτως μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προφέρουσιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π λέγουσι, καὶ ἁπλῶς τὰ τῶν λαχάνων ὄρμενα ἀσπαράγους καλοῦσιν. ἀσφόδελος: σκιλλῶδες φυτόν, φύλλα ἔχον μακρὰ καὶ ἀνθέρικον ἐσθιόμενον. καὶ τὸ σπέρμα δὲ αὐτοῦ φρυγόμενον, καὶ ἡ ῥίζα κοπτομένη μετὰ σύκων πλείστην ὄνησιν ἔχει. Περσεφόνης καὶ χθονίων ἱερόν. καὶ Ῥόδιοι τὴν Κόρην καὶ τὴν Ἄρτεμιν ἀσφοδέλῳ στέφουσι. προπαροξυτόνως δὲ ἀναγνωστέον· οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ ἓν ὄνειαρ. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον, ὡς καὶ παρʼ Ὁμήρῳ· κατʼ ἀσφοδελὸν λειμῶνα. ἀσχάλλων: ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἀγανακτῶν. ἀσχέτως: ἀμέτρως. ἀσχολοῦμαι: ἀσχολοῦμαι καὶ ἀσχολεῖ καὶ ἀσχολεῖσθαι. ταῦτα Μένανδρος λέγει. Φιλήμων δὲ καὶ ἀσχολεῖ. ἀσχέδωρος: παρʼ Αἰσχύλῳ ὁ ἐκ τῆς ἰδίας ἀλκῆς ἄσχετα δωρούμενος, οἷον βίαιος. Ἰταλιῶται τὸν σύαγρον ἀσχέδωρον καλοῦσιν. ἀσώδης ἐστίν: ἐφυλώδης δὲ Αἰσχύλος. ὁ δʼ ἰατρὸς τὸν πρὸς τὰ σιτία ἀτάκτως διακείμενον καὶ ἀηδῶς. ἀσώτως: αἰσχρῶς. ἀταλαίπωρον: ἄπονον. ἢ τὸ ἐξ ἑτοίμου λεγόμενον καὶ οὐ μετὰ ἀποδείξεως. ἢ τὸ εὐχερὲς καὶ φανερόν. ἀταλαιπώρως: ῥᾳθύμως, ὀλιγώρως. Ἀριστοφάνης Δαναΐσιν· οὕτως αὐτοῖς ἀταλαιπώρως ἡ ποίησις διέκειτο. ἀτάλαντον: ἴσον, παραπλήσιον. ἀταλῇσιν: ἁπαλαῖς, νεογναῖς. ἀταμίευτον: ἀδιοίκητον. ἢ οὗ περ οὐκ ἔστι ταμιεῖον. λέγεται δὲ καὶ τὸ πρόχειρον καὶ ἐν ἑτοίμῳ. ἀτάρ: καὶ δή. ἢ πλήν, ἅτε δή. ἢ ὅμως. ἀντὶ τοῦ δέ. ἀτάρ: δέ, πλήν, ὅμως. ἀτάρβητος: ἄφοβος, ἄτρομος. ἀτὰρ ὡς: εἶτα δὴ ὅμως. ἀτὰρ οὖν: διὰ τοῦτο οὖν. ἀταρνεύς: πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον. ἀτάσθαλα: ἄδικα, ἁμαρτωλά. ἀτέγκτοις: τοῖς μήτε δακρύουσι μήτε ἱδρῶσιν, ἀβρόχοις. ἄτεγκτος: ἄπιστος καὶ ἀναίσθητος ἄνθρωπος, οἷον μήτε παραινέσει μήτε φόβῳ τὴν πώρωσιν καὶ τὸ τοῦ ἤθους σκληρὸν τεγγόμενος καὶ μαλαττόμενος. λέγεται δὲ ἄτεγκτος κυρίως καὶ ὁ ἄβροχος, ἐξ οὗ καὶ ὁ μὴ δακρύων καὶ ὁ μὴ ἱδρῶν. ἄτεγκτος ἄνθρωπος παρηγορήμασιν: ὁ μὴ βρεχόμενος μηδὲ προσιέμενος παραμυθίαν, ἀλλὰ σκληρὸς ὢν ὡς ἡ πέτρα ἢ ἄλλο τι τῶν σκληρῶν, ὡς μηδὲ ὑπὸ ὕδατος διαβρέχεσθαι. ἅτε: ὡς ἄν. ἀτέγκτως: ἐσχάτως. ἅτε δή: ὡς δή. ἀτέκμαρτον: ἀτελείωτον, ἀκαταστόχαστον. ἀτελῆ: ἀδάπανα, ὡς καὶ πολυτελῆ τὰ πολυδάπανα. ἀτέλεια: ἀλειτουργησία. ἀτελεύτητον: ἀτελείωτον. ἢ ἀΐδιον, οὐκ ἔχον τελευτήν. ἀτενές: εὐθύ, συνεχές, παντελῶς, καθόλου, παραχρῆμα, ἄγαν, ἰσχυρῶς. ἄτερ: ἐκτός, χωρίς. ἅτερα: ἄλλα. ἀτεράμων: ἀκαταπόνητος. ἀτεράμονες: οὐχὶ ἀτέραμνοι. καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνος. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀτεράμονες Μαραθωνομάχαι σφενδά-μνινοι. ἀτέραμνον: σκληρόν, δυσμετάβλητον. ἀτερμάτιστος: ἀβέβαιος, ἀθεμελίωτος. ἀτέχνοις: ἀπανούργοις ἢ ἀπείροις. ἀτεχνῶς: περισπωμένως μὲν ἀντὶ τοῦ ἀληθῶς, σαφῶς, ἀπλάστως· ἢ ἀσφαλῶς, ἢ φανερῶς, ἢ βεβαίως. παροξυτόνως δὲ ἀντὶ τοῦ ἀμελῶς, ἀμαθῶς καὶ ἄνευ τέχνης. ἀτημελήτους: ἀπρονοήτους, λίαν ἠμελημένους. ἀτημελῶς: ἀμελῶς, ἀνεπιστημόνως. ἀτηρότατον: Σφηξί. Πλάτων δʼ ἐν Φάωνι ἀτηρίας. ἀτιμώρητος: ἀβοήθητος ἢ θαυμαστός, ἔστι δʼ ὅτε καὶ ὁ κακός. ἀτίθασον: ἀνήμερον. ἄτιμος λέγεται μὲν ὁ ἀπεστερημένος τῆς ἐπιτιμίας, ὥστε μήτε βουλεύειν μήτε δικάζειν μήτε τὰ κοινὰ πολιτεύεσθαι ὅλως· Δημοσθένης δὲ καὶ τὸν ἠτιμώρητον ἄτιμον εἶπεν, οἷον τὸν τοῦ τιμήματος καὶ τῆς καταδίκης ἀφειμένον. καὶ πάλιν ἄλλως ὃν ἄν τις ἀποκτιννὺς οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλʼ ἔστι καθαρὸς αἰτίας, οἷον τὸν ἄτιμον ἀνελών. ἀτίμητος ἀγών καὶ τιμητός: ἀτίμητος μὲν ὁ μηδὲν ἐκ τῶν νόμων ὡρισμένον ἔχων τίμημα, ἀλλὰ τῇ τῶν δικαστῶν γνώμῃ ἰθυνόμενος· οἱ δικάζοντες γὰρ ἐτιμῶντο, τί δεῖ παθεῖν ἢ ἀποτῖσαι· τιμητὸς δὲ ὁ ἐκ τῶν νόμων ἔχων ὡρισμένον τὸ τίμημα. ἀτιμαγέλης: ὁ ἀποστάτης τῆς ἀγέλης ταῦρος. οὕτω Σοφοκλῆς. ἀτλήτῳ: ἀνυπομονήτῳ. ἀταλάντη: τριήρης τίς ἐστιν ἐπονομασθεῖσα ἀπὸ Ἀταλάντης, ἥτις ἦν ὀξυτάτη δραμεῖν. ἢ ὅτι ἰσόζυγος ἦν, ὡς Διὶ μῆτιν ἀτάλαντος. ἀτμίς: ἀναθυμίασις, ἄκρον πυρός. ἀτμῶν: ἀναθυμιάσεων. ἄτοπον: ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξένον, κακόν, μοχθηρόν. καὶ ὃ μὴ ἔχει τόπον. καὶ τὸ ἀνυπονόητον, οἷον ὃ μὴ ἔστι τοπάσαι. καὶ ἀτόπως τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως. ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν φησὶ Φερεκράτης. ἄτομα: λεπτότατα. ἄτρακτον: βέλος, μεταφορικῶς. ἀτραπούς: ὁδοὺς τετριμμένας. ἀτραπητός: ὁδός. ἀτρεκεῖ: ἀληθεῖ, ἀκριβεῖ. ἀτρεκές: ἀληθές, ἀκριβές. ἀτρέμας: ἠρέμα. καὶ ἀτρέμα λέγουσι καὶ ἀτρεμεῖν. ἀτρεμία: ἡσυχία. ἀτρεμίζων: ἑδράζων. ἄτρυτος: ἀκαταπόνητος. ἀτρύφερος: ἔστιν ἡ λέξις ἐν Βάπταις Εὐπόλιδος· ὅτι οὐκ ἀτρύφερος οὐδʼ ἄωρός ἐστʼ ἀνήρ. ἀτραπίζειν: βαδίζειν ἢ ὁδοποιεῖν. οὕτω Φερεκράτης Αὐτομόλοις· ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν. ἀττέλεβος: ἀκρίς τις. ἄττει: ὁρμᾷ, βαδίζει, ἐγγίζει. ἄττα: σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται, ἢ καὶ τὸ ὀλίγα ἢ παραπλήσιον· ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσι. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστί. παραλαμβάνεται δὲ καὶ τὸ πότε καὶ τὸ ὅμοιον καὶ τὸ πηνίκα. Δημοσθένης δὲ ἐν τῷ παραπρεσβείας ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ ἅττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. ἄττα: τέσσαρα σημαίνει. ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα παρὰ Ἀντιφῶντι, ἀντὶ δὲ τοῦ τινά παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ ἄττα. ἄττης: παρὰ Φρυξὶ μάλιστα τιμᾶται ὡς πρόπολος τῆς μητρὸς τῶν θεῶν. ἀττικοῖς γράμμασιν: Δημοσθένης κατὰ Νεαίρας, ἀντὶ τοῦ παλαιοῖς. τὴν γὰρ τῶν εἴκοσι τεσσάρων στοιχείων γραμματικὴν ὀψέ ποτε παρὰ τοῖς Ἴωσιν εὑρεθῆναι. ἀττικισμός: ἡ πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια, ὡς Λακωνισμὸς ἡ πρὸς τοὺς Λάκωνας. ἄττην, οὐχὶ ἄττεια. Θεόπομπος Καπήλισι· κολάσομαί γέ σε καὶ τὸν σὸν ἄττην. ἀτταγᾶς: ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν. Ἀριστοφάνης Σφηξί· τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων. καὶ αἱ πλάγιοι ἀτταγᾶν. καὶ ἀττάγας πληθυντικῶς. ἀττάρατοι οἱ ψίχες ὑπὸ τῶν Ἀττικῶν καλοῦνται. ἄττεσθαι: ὃ ἡμεῖς διάζεσθαι. Ἕρμιππος Ἀθηνᾶς γοναῖς· ἀπὸ τῆς τραπέζης τουτονὶ τὸν στήμονα ἄττεσθʼ ἐπινοῶν. ἀττικουργές: τὸ εἰργασμένον τὸν Ἀττικὸν τρόπον. οὐ μόνον ὑποδήματα καὶ σκεῦος, ἀλλὰ καὶ ῥήματα καὶ εἴ τι ἄλλο. Ἀττικούργη φησί που Μένανδρος. ἀτυχῆσαι: μὴ τυχεῖν. ἀτυχεῖν: τὸ μὴ τυγχάνειν τινός, ἀλλὰ διαμαρτάνειν. Εὔπολις Δήμοις· λέγʼ ὅτου ʼπιθυμεῖς· οὐ γὰρ ἀτυχήσεις ἐμοῦ. ἀτυφία: ταπεινοφροσύνη. Μένανδρος Κυβερνήταις· εἰς τὴν πονηρίαν ἀτυφίαν νομίσαντές ποτε ἀξιοῦσι πέρας. ἀτύφου μοίρας: τῆς ἀβλαβοῦς ὑπὸ τύφου. ἄτυφον: ἐν Φαίδρῳ τὸ ἀβλαβές, ἐπὶ τὸ τῦφον βλάπτει. καὶ ἐπιτεθυμμένον ὁμοίως· τὸ γὰρ θύψαι ἐπικαῦσαι, καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες οἱ ἡμίκαυστοι. αὖ: ποτὲ μὲν ἀντὶ τοῦ πάλιν ἢ δή. Δημοσθένης ἐν τῷ κατʼ Ἀφόβου πρώτῳ. ποτὲ δὲ ἐκ περιττοῦ τιθέασιν. αὑάνεται: ξηραίνεται. αὗοι γὰρ οἱ ξηροί, καὶ αὑασμὸς ἡ ξηρασία. ἡ πρώτη δασεῖα. αὐάνθη: ἐξηράνθη. αὔδα: λέγε. αὐδή: φωνή. αὐδήεσσα: ὀνομαστή, ἔνδοξος, αὐδωμένη, εἰς ὁμιλίαν καὶ φωνὴν ἀνθρώπων ἀφικνουμένη. αὐδήσας: βοήσας, φωνήσας. αὐθάδης: αὐτάρεσκος, θυμώδης, θρασύς, ὑπερόπτης. αὐθαίρετος: αὐτεπάγγελτος. αὐθέκαστα: αὐτὰ τὰ γενόμενα, οἷον ἀκριβῶς καὶ συντόμως καὶ ἀποτόμως. καὶ λόγοι αὐθέκαστοι οἱ σαφεῖς καὶ σύντομοι, ἢ οἱ ἀληθεῖς. Ἡρόδοτος δὲ διαλύων φησὶν αὐτὰ ἕκαστα, οἷον αὐτὴν τὴν ἀλήθειαν. λέγεται δὲ αὐθέκαστα καὶ τὰ αὐτόματα καὶ σκληρά. Μένανδρός φησι· πικροῦ γέροντος αὐθεκάστου τοῦ τρόπου. Ποσείδιππος δὲ ἀντὶ τοῦ ἁπλοῦ ἐχρήσατο. αὐθέκαστος: ὁ ἀκριβὴς καὶ αὐστηρὸς τῷ λόγῳ καὶ ἀπαρέγκλητος τῷ τρόπῳ. καὶ αὐθέκαστα τὰ ἁπλᾶ καὶ ἀκριβῆ καὶ ἀληθῆ αὐτοαληθῶς. αὐθέντης: οὐχ ὁ δεσπότης, ἀλλʼ ὁ αὐτοχειρίᾳ φονεύς. λέγεται δὲ ὁ αὐτὸς ἐντελέστερον καὶ αὐτοέντης. αὐθημερόν: αὐτῇ τῇ ἡμέρᾳ. Θουκυδίδης πρώτῳ. αὖθι: αὐτόθι. αὖθις: ἐξ ἀρχῆς, πάλιν, ἐκ δευτέρου. σημειωτέον δὲ ὅτι τὸ μὲν αὖθις Ἀττικόν, τὸ δὲ αὖτις Ὁμηρικόν. αὐθιγενής: αὐτόχθων, γνήσιος. αὖθις αὖ πάλιν: ἐξαρχῆς δὴ πάλιν, ἢ ἐκ δευτέρου δὴ πάλιν. αὐθωρήτους: συντόμους. αὐλαία: τὸ τῆς σκηνῆς παραπέτασμα. κέχρηται δὲ αὐτῷ Ὑπερίδης ἐν τῷ κατὰ Πατροκλέους. αὐλία θύρα πυλῶν καὶ ἡ αὔλιος. ἢ ἀντὶ τοῦ ἔπαυλις. ἢ ἀντὶ τὰς μικρὰς αὐλάς. οὕτω Λυσίας καὶ Αἰσχίνης. αὐλίζεται τὸ ἐν αὐλῇ διατρίβει καὶ ἰδίως τὸ κοιμᾶται. Εὔπολίς φησιν· ἐγὼ δʼ ἄδειπνος ἑσπέρας αὐλιζόμην. σημαίνει δὲ καὶ τὸ φυλάττει, παρεμβάλλει. αὐλίζεσθαι: τὸ ἐπὶ τῆς αὐλῆς. διανυκτερεύειν καὶ κατάγεσθαι καὶ ἐπαυλίζεσθαι καὶ ἐπιμένειν. αὐλιζόμενοι: Ἀντιφῶν, ἀντὶ τοῦ κοιμώμενοι. αὐλίκουροι: φύλακες. αὐλισμόν: ἐπὶ τῆς αὐλῆς διανυκτερεύειν. αὐλός: ὁ εἰς εὐθὺ ἐξακοντισμὸς τοῦ αἵματος, καὶ περόνης τι μέτρον, καὶ μουσικῆς τι ὄργανον. αὐλών: ἔστι μὲν τόπος ἐπιμήκης καὶ στενός, ἀγκάλαις οἷον περιεχόμενος. λέγεται δὲ ἰδίως καὶ τόπος τῆς Ἀττικῆς, καὶ αὐτὸς ἐπιμήκης ὢν καὶ στενός. αὐλῶνες: φάραγγες ἢ τόποι πλατεῖς περὶ τὰ ὄρη. αὐλωνίζουσα: ἐναύλως διάγουσα. αὔληρον: ἱμὰς ἢ σχοινίον, ὅπερ οἱ Ἴωνες εὔληρον. αὔξην: αὔξην καὶ ἄνθην καὶ βλάστην. προοξυτονεῖν ἀξιοῦσι πάντα τὰ τοιαῦτα. αὖξις: εἶδος θυννίδος, ἥν τινες κορδύλην λέγουσι. Φρύνιχος Τραγῳδοῖς· καὶ τέμαχος αὔξιδος. αὔραν: πνοήν. αὐρίβατον: τὸ αὖρι τιθέασιν ἐπὶ τοῦ ταχέως καὶ τάχα, οὐκ ἀπὸ τῆς αὔρας, ἀλλὰ κατά τινα βαρβαρικὴν λέξιν. τάχα δὲ καὶ ἀπὸ τοῦ αὔριον. ἀῧσαι: βοηθῆσαι. καὶ τὸ θιγεῖν καὶ ἅψασθαι. ἔνιοι δὲ ἀντὶ τοῦ κορέσαι. ἀϋσάντων: βοησάντων, φωνησάντων, κηρυξάντων. αὐσονίων: Ἰταλῶν. ἀϋτήν: βοήν, μάχην. αὐτὰ ταῦτα: ἀντὶ τοῦ διʼ αὐτὰ ταῦτα. αὐτόκαρπον: τὸν ἐξ αὑτοῦ κάρπιμον. αὐτὴ νῦν ἡ σοφία ζῇ: ἐπί τινος εὐδοκιμοῦντος. αὐτὴ νῦν ἀνθεῖ ἡ μοῦσα: ὅμοιον τῷ προτέρῳ καὶ πολιτικώτερον. αὖτε: μετὰ ταῦτα. αὐτερέται: οἱ ἐλαύνοντες καὶ μαχόμενοι, οἱ αὐτοὶ καὶ ἐρέται καὶ ὁπλῖται. αὐτήκοοι: οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντες. αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: λεγόμενόν τι ἐπὶ τῶν ἀποτυγχανόντων. αὐτῆμαρ: ἐν αὐτῇ τῇ ἡμέρᾳ. αὐτίτην: τὸν αὐθιγενῆ οἶνον. Ἀμφικτύοσι Τηλεκλείδης. αὐτίκα: εὐθέως, παραχρῆμα, συντόμως, πρὸς ὀλίγον ἢ μικρὸν ὕστερον. τὸ δὲ αὐτίκα μάλα ἀντὶ τοῦ εὐθύς. αὐτοβοεί: τὸ παραχρῆμα συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις, οἷον ταχέως καὶ ἅμα τῷ πολεμικῷ ἀλαλαγμῷ. οὕτω Θουκυδίδης· τὸν ἁλόντα κλέπτοντα ἐξεῖναι αὐτοβοεὶ λαβόντα τρῶσαι. παρὰ Θεοπόμπῳ δὲ ἀντὶ τοῦ κατὰ κράτος. αὐτοβοᾷς ὅμοιος ὢν τῷδε: Ἀττικῶς πάνυ συμπέπλεκται. σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε. αὐτόκακον ἔοικε τῷδε: ἄκρως καὶ καθʼ ὑπερβολὴν ἔοικε τῷδε. αὐτόδαξ: τὸ παραχρῆμα ἀποδεδώκασιν. αὐτοδοκεῖν: Δείναρχος ἀντὶ τοῦ ἑαυτοῖς τὰ δίκαια ὁρίζειν. αὐτοκράτορα: πάντα τὸν ἀνυπεύθυνον. αὐτολήκυθοι: Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώνους τινὰς καὶ ἑτοίμους πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν, ἢ ἀντὶ τοῦ πένητας καὶ μηδὲν ἄλλο κεκτημένους, ἢ ληκύθους. ἢ αὐτουργούς. ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους, καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις· καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύρια. καὶ λύσαντες δὲ πολλάκις τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν. καὶ ὁ πένης, ἀπὸ τοῦ ἑαυτῷ τὰς ληκύθους εἰς τὰ βαλανεῖα εἰσφέρειν. οἱ δὲ ἄσωτος, ἀπὸ τοῦ ἐν ταῖς ληκύθοις ἔχειν τὰ σύμβολα καὶ φέρειν εἰς τὰ συμπόσια. αὐτογένεθλον: αὐτογέννητον. αὐτοετές: σὺν αὐτῷ τῷ ἔτει. αὐτόθεν: ἐκεῖθεν. αὐτολόχευτος: αὐτογέννητος. ἢ ὥς τινες, ὁ θεὸς δηλονότι. αὐτόλυκος: Ἀρεοπαγίτης οὗτος ἦν, καὶ τοὺς οἰκείους ὑπεκτιθέμενος ἐν τοῖς Χαιρωνικοῖς ἑάλω, καὶ κατεψηφίσαντο αὐτοῦ οἱ δικασταί. αὐτόλυκοι: πένητες, οἷον αὐτοδιάκονοι. αὐτομόλως: προδοτικῶς. αὐτονυχί: αὐτῇ τῇ νυκτί. αὐτομαχεῖν: τὸ διʼ ἑαυτοῦ δικάζεσθαι, ἀλλὰ μὴ διʼ ἑτέρου. αὐτόπρεμνον: αὐτόῤῥιζον. αὐτόσιτος: ὁ οἰκόσιτος. αὐτόσε: ἐκεῖσε. αὐτοτελής: τέλειος. αὐτοσχέδιον: ἐκ τοῦ σύνεγγυς τόπου, ἐκ χειρός. αὐτοσχεδίως: αὐτομάτως, συντόμως. αὐτονομουμένη πόλις: ἡ τοῖς ἑαυτῆς νόμοις χρωμένη καὶ οὐχ ὑπακούουσα ἑτέροις. αὐτόχειρες: οἱ ἑαυτοὺς φονεύοντες. αὐτοχειρία: τὸ τῇ ἑαυτοῦ χειρὶ ποιῆσαί τι. αὐτοτελὴς δίκη: ἀφʼ ἧς οὐκ ἔστιν ἐκκαλέσασθαι ἐφʼ ἑτέραν. καὶ αὐτοτελές τὸ κύριον ἁπλῶς. αὐτόχρημα ὅμοιον: παντελῶς ὅμοιον. αὐτόχθων: τῆς αὐτῆς πόλεως. αὐτόχθονες: οἱ Ἀθηναῖοι, ἢ ἐπεὶ τὴν χθόνα, τουτέστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. αὐτόχθονες δὲ καὶ οἱ Ἀρκάδες καὶ Αἰγινῆται καὶ Θηβαῖοι ἐκαλοῦντο. αὕτως: ὡς ἔτυχεν. αὐτοῖς τοῖς ταλάροις ἐσθίεις τὸν τυρόν: σύντροφον τοῖς Ἀθηναίοις ἄνευ τῆς σύν προθέσεως λέγειν αὐτοῖς τοῖς ὅπλοις, αὐτοῖς τοῖς ταλάροις. αὐτομαχῆσαι: ὅτʼ ἂν ἀντιποιῆταί τις οἰκίας ἢ χωρίου, καὶ εἴη ὁ πεπρακὼς μὲν ἀξιόχρεως, ὥστε δοκεῖν ἀποτῖσαι τὴν ζημίαν καὶ συνίστασθαι τὴν δίκην πρὸς τὸν ἀντιποιούμενον, βούλοιτο δὲ ὁ διακατέχων τὴν οἰκίαν ἢ τὸ χωρίον ἴδιον αὐτῷ γενέσθαι ἀγῶνα πρὸς τὸν ἀμφισβητοῦντα, τοῦτο αὐτομαχῆσαι λέγεται. αὐτοκέρας: αὐτόκρατον, οἷον εὐκέραστον, συμμέτρως κεκραμένον. αὐτόκρανον λόγον: τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπιφέροντα. οὕτως Αἰσχύλος. αὐτογνωμονήσαντες: ἰδιογνωμονήσαντες. αὐτοκάρδαλον: Εὔπολις Μακαρικάσῃ. αὐτόθι: Ξενοφῶν ἐν τρίτῳ Ἀπομνημονευμάτων. Ἡρόδοτος ἐν ἱστοριῶν τρίτῳ ἀντὶ τοῦ αὐτός. αὐτόπαιδα: αὐτὸν τρόπῳ τινὶ παῖδα ὄντα. οὕτως Σοφοκλῆς. αὐτόπεδον: τὸ πεζῇ ὁδεύειν. αὐτόποκον: ἱμάτιον τὸ ἐξ αὐτοῦ τοῦ πόκου εἰς κρόκην βληθέν, ὃ καὶ αὐτοπυρίτην καλοῦσιν. αὐτόπωλοι: τῇ τῶν καπήλων ἀντικείμενοι τέχνῃ. καὶ Πλάτων Πολιτικῷ· καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς τῶν αὐτοπώλων διώρισται τέχνης. αὐτόριζον: αὐτόρεκτον, οἷον τὸν ἑαυτὸν ἀποκτείναντα. ῥέξαι γὰρ τὸ θῦσαι. ἢ αὐτὸν ἐφʼ ἑαυτὸν ὀρέγοντα τὴν χεῖρα. Ὅμηρος· ἔγχει ὀρεξάσθω. αὑτόν: Σοφοκλῆς ἀντὶ τοῦ ἐμαυτόν, καὶ Λυσίας ἐν τῷ κατὰ Ἰφικράτους, καὶ πολλοὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνος. αὐτόσσυτον: αὐτοκέλευστον. οὕτως Σοφοκλῆς. αὐτοτελῶς: σημαίνει μὲν τὸ τελείως. Λυσίας δὲ ἀντὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο· ὡς ἂν τῷ ὑπευθύνου καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλʼ ἀκριβῶς. τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ αὐτόποκον ἱμάτιον· δηλοῖ γὰρ τὸ ἐξ αὐτοῦ τοῦ πόκου εὐθὺς εἰς κρόκην ἐργασθέν. αὐτόχειρα: οὐ τὸν ἑαυτὸν ἀνελόντα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ πράξαντος ὁτιοῦν τῇ ἑαυτοῦ χειρί. οὕτως Θεόπομπος καὶ Ἀριστοφάνης. αὔχημα: σεμνολόγημα. αὐχμηρόν: στυγνὸν ἢ σκοτεινόν. αὐχμοί: ἀνομβρίαι. αὐχμώδους: ξηροῦ, ῥυπῶντος. αὐχμῶντες: στυγνοί. αὐχοῦντες: καυχώμενοι. ἀφαγνίσαι: ἀποδοῦναι, καθιερῶσαι. λέγεται καὶ τὸ συλῆσαι. ἀφαίρεμα: ἀνάθεμα, δῶρον ἢ ξένιον. ἀφαίρεσις: Ὑπερίδης ἰδίως τὴν εἰς ἐλευθερίαν λέγει. ἀφαιρεῖν κροκύδας: ἐπὶ τῶν πάντα ποιούντων ἕνεκεν κολακείας. ἄλλοι τε χρῶνται καὶ Ἀριστοφάνης· εἴ τις κολακεύει παρὼν καὶ τὰς κροκύ-δας ἀφαιρῶν. ἀφαῖς: πληγαῖς. καὶ τὸ προσεγγίσαι καὶ ἅψασθαι. ἀφανὴς οὐσία λέγεται ἡ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι, φανερὰ δὲ ἡ ἔγγειος. οὕτως Λυσίας. ἀφανίσαι: οὐ τὸ μολῦναι καὶ χρᾶναι μόνον δηλοῖ, ἀλλὰ ὅλως τὸ ἀνελεῖν καὶ ἀφανὲς ποιῆσαι, ὅπερ ἐκάλουν ἀϊστῶσαι. ἀφαδία: ἡ ἔχθρα. ἀφαμαρτούσῃ: ἀποτυχούσῃ, στερηθείσῃ. ἀφασία: ἀφωνία. ἀφημία τῶν πέντε αἰσθήσεων, ἀπὸ τοῦ ἀφῶ ῥήματος δευτέρας συζυγίας, ἐξ οὗ παράγωγον γέγονε τὸ ἀφάσσω. ἡ δὲ ἀφὴ δύναται ἀπὸ τοῦ ἀφῶ περισπωμένου καὶ τοῦ ἄφω βαρυτόνου γεγονέναι. ἁφὰς λύχνων: Ἡρόδοτος λέγει. ἀφάσσων: ψηλαφῶν. Ἡρόδοτος. ἀφαυροτέροις: ἀσθενεστέροις. ἀφαυροῦ: ἀσθενοῦς. ἀφάψαι: προσκολλῆσαι. ἀφεῖσθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖς ἑορταῖς ἀργούντων καὶ πρὸς παιδιὰν ἀφειμένων, μάλιστα δὲ ἐπὶ τῶν παίδων ἀφειμένων παίζειν. ἀφείλετο καὶ τὸ ὅμοια διὰ τοῦ ε, ἐφʼ ὧν τὸ πρῶτον πρόσωπον διὰ τοῦ ο, τὸ δὲ δεύτερον διὰ τῆς ου. ὅτε δὲ τὸ πρῶτον διὰ τοῦ α, τότε τὸ δεύτερον διὰ τοῦ ω. ἀφειλόμην διὰ τοῦ ο. τὰ δὲ βάρβαρα διὰ τοῦ α, οἷον ἀφειλάμην καὶ ἀφείλατο. ὁμοίως καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων. ἀφεὶς καὶ ἀπαλλάξας: τὸ μὲν ἀφείς ἐστιν, ὅτʼ ἂν ἀπολύσῃ τις τῶν ἐγκλημάτων, ὧν ἐνεκάλει αὐτῷ· τὸ δὲ ἀπαλλάξας, ὅτʼ ἂν πείσῃ τὸν ἐγκαλοῦντα ἀποστῆναι καὶ μηκέτι ἐγκαλεῖν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος. ἀφεῖται: δύο σημαίνει. ἀφίεται μὲν παρὰ Θουκυδίδῃ, ἀφήκατο δὲ παρὰ Δημοσθένει. ἀφειδία: καρτερία. ἀφειδήσας: ἀμελήσας. ἀφεδρών: αἱ σέλλαι, σελλάρια, σωτήρια. ἀφέμενον: ἀποστάντα, ἀντιλέγοντα. ἀφέξει: ἀποκωλύσει, ἀποστήσει. ἀφέξομαι: παύσομαι, ἀποστήσομαι. ἀφέσθαι: ἀποσχέσθαι. ἀφέσται: ἀφʼ ἑστίας: ἀπὸ τῆς οἰκίας. ἀφετηρία: ἀρχή, θύρα τοῦ ἱπποδρομίου. ἀφελές: τὸ ὑγιὲς καὶ ὁλόκληρον, ἢ τὸ ἁπλοῦν καὶ ἀκατασκεύαστον. Ἀριστοφάνης Ἱππεῦσι· διὰ τῶν ἀφελῶν πεδίων ἔῤῥει καὶ τῆς στάσεως παρέσυρεν. καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς ἐδοκιμάζοντο Ἀθήνῃσιν, εἰ ἀφελεῖς καὶ ὁλόκληροι. ἔστι μὲν γὰρ ὁ μὲν οὐκ ἀφελὴς ὁ βεβλαμμένος τι τοῦ σώματος, ἢ καὶ ᾧ πρόσεστί τι μὴ φύσει προσῆκον· οὐχ ὁλόκληρος δέ, οὗ τι ἄπεστι καὶ ὁ ἐλαττούμενός τινι τῶν κατὰ φύσιν. ἀφελοῦ: περισπᾷν ἀξιοῖ Ἀμμώνιος. ἀφεῖσαν: συνεχώρησαν. ἀφεῦσαν: ἀφῆκαν. Πλάτων καὶ Ἕρμιππος. ἀφʼ ἑσπέρας: οὐκ ἀπεσπέρας, ἀλλὰ περὶ λύχνων. ἀφεῦσαι: ἀποκαῦσαι, περιφλέξαι. ἀφεψιαίμην: ἀφωμίλησα. οὕτω Σοφοκλῆς. ἀφείκατο Ἀττικῶς. τὸ δὲ ἀφέωκα Δωρικόν. ἀφεωκέναι καὶ ἀφεώκαμεν: ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλιπεῖν. ἀφή: χροιὰ λέπρας. λέγεται δὲ καὶ ἡ ψηλάφησις καὶ αὐτὴ ἡ αἴσθησις. ἀφηβηκότι: γηράσαντι, ὑπερβεβηκότι τὴν ἥβην, τουτέστι τὴν ἡλικίαν. ἀφήλικα: τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδός, ὅπερ δεῖ φυλάττεσθαι· ἐπὶ γὰρ τοῦ πρεσβυτέρου λέγεται. ἀφηνιαστής: ἀνυπότακτος, ὑπερήφανος. ἀφήκοντος: Ἀντιφῶν, ἀντὶ τοῦ διήκοντος. ἀφήκειν: ἀντὶ τοῦ ἀφικνεῖσθαι. ἄφθιτον: ἄφθορον, ἀΐδιον, οὐ φθειρόμενον. ἄφθονα: πολλά. ἄφθογγος: ὁ μὴ φωνὴν προϊείς. καὶ ἄφθογγα γράμματα τὰ λεγόμενα ἄφωνα. ἄφθα: καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γενόμενον ἑλκύδριον, ὡς κίχλα κίχλη καὶ πεῖνα πείνη. ἀφῖγμαι: παραγέγονα. ἀφίει: ἀπέπεμπεν. ἀφίκετο: ἐλήλυθεν, ἦλθεν. ἀφῖκται: παραγέγονεν. ἀφιματῶσαι: ἀποδῦσαι. ἀφίλητος: ὁ μὴ φιλούμενος. ἀφιλασαμένη: ἐξιλασαμένη. ἀφιλία: τὸ μὴ ἔχειν φίλον. ἀφιοῖ: τὸ εὐκτικὸν περισπῶντες λέγουσι. καὶ ἀφεῖεν. ἀφίημι: ἀφίημι καὶ ἀφίεμι, ἑκατέρως προφέρονται, καὶ συστέλλοντες καὶ ἐκτείνοντες τὴν δευτέραν συλλαβήν. ἄφιππος: καὶ ὁ ἀνὴρ ὁ ἄπειρος ἱππικῆς καὶ ἡ χώρα ἡ μὴ ἱππάσιμος. ἀφιλότιμος: ταπεινός, παρὰ τὸ φιλεῖν τιμήν. ἢ ὁ πρὸς μηδὲν ἀξιόλογον ἐπεστραμμένος. καὶ ὁ φειδωλὸς παρʼ ἐνίοις. ἀφλοισμός: ἀφρός. ἄφλαστα: τὰ ἀκροστόλια, Ἀπολλόδωρος. ὁ δὲ Δίδυμος τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος ἐκ κανονίων πλατέων ἐπικεκαμμένον. ἀφνειός: ὁ πλούσιος. ἄφοδον: ἀναχώρησιν, ὥσπερ καὶ ἔφοδον τὴν ἐπέλευσιν. λέγεται δὲ καὶ ἄφοδος καὶ ὁ ἀπόπατος. ἀφοσιούμεθα: τὸ ὅσιον προσποιούμεθα δῆθεν. ἀφοσιούμενος: πληροφορῶν, ποιήσας τὴν ὁσίαν. ἀφοσιούμενοι: τιμῶντες. ἢ ἀπαρχόμενοι. ἀφοσιώσασθαι: ἀφοσιώσασθαί ἐστι τὸ ὁπωσδήποτε ἀποδοῦναι καὶ θεραπεῦσαι τὸ ὀφειλόμενον. ἀφοσιώσας: καθάρας. ἢ ξενώσας. ἢ τὴν ὁσίαν ποιῶν, τουτέστι κηδείαν ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. ἀφοσίωσις: ἀνάθεσις. καὶ ἀφοσιωσάμενοι δικαιωσάμενοι. ἀφοσιῶ: ἀντὶ τοῦ ἀποκαθαίρω, ἀφανίζω, Αἰσχίνης. τὸ δὲ μὴ ἐντελῶς τι ποιῆσαι, ἀλλʼ οἷον ἀπάρξατθαι ἢ σχηματίσασθαι Ἰσαῖος λέγει. ἀφοσιώσεται: ἀπάρξεται. ἀφόρητον: ἀβάστακτον. ἀφορμή: ἰδίως παρὰ Ἀττικοῖς ἡ πάροδος λέγεται, ἣν νῦν πολλοὶ πρόχρειαν καὶ ἐνθήκην λέγουσι. λέγεται δὲ καὶ ἡ αἰτία. ἢ ὅτʼ ἂν τις ἀργύριον δώσῃ ἐνθήκην, ἀφορμὴ καλεῖται. ἀφοδεῦσαι: Πλάτων Ἀδωνίδι. σημαίνει δὲ ... ἀφοριζόμενος τὸν λόγον: ὅτʼ ἂν τὸ μὲν πρότερον ἱκανῶς εἰρῆσθαι λέγει, μεταβαίνει δὲ ἐφʼ ἕτερα. ἀφράσμων: ἀσύνετος. Σοφοκλῆς. ἀφροδίτης: ἀντὶ τοῦ Ἀφροδισίων. οὕτως Ἀντιφῶν ἐν ἀληθείας πρώτῳ. ἀφραίνει: παρανομεῖ, μωραίνει, παραφρονεῖ. ἀφροδίσιον: ἔργον Ἀφροδίτης· ἢ ἰδίως τὸ τῆς Ἀφροδίτης ἕδος. λαμβάνεται δὲ ἐπὶ τῶν λάγνων, τῶν ἐρωτικῶς περὶ τὴν συνουσίαν καὶ σφοδρῶς διακειμένων. ἀφρόνη: ἡ ἀφροσύνη. ἀφραδέως: ἀνοήτως, ἀπείρως. ἀφροδισία ἄγρα: οἱ πέρδικες, διὰ τὸ τοὺς θηρῶντας τῇ θηλείᾳ ἐπιβουλεύοντας αἱρεῖν αὐτούς. ἀφρόδιτος: ὁ Ἑρμαφρόδιτος. παραπλήσιοι δὲ τούτῳ ἄλλοι δαίμονες, Ὀρθάνης, Πρίαπος. ἀφύα ἐς πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει. ἀφύα καὶ ἀφύη: ἐστὶ μέν τι ἰχθύδιον φαῦλον καὶ λυπρόν, ἀργυρίζον τῇ χροιᾷ. καὶ χρῶμα δὲ ἀφυῶδες καλεῖ Ἱππασίων. ἐκλήθη δὲ καὶ ἑταίρα οὕτως· ἴσως καὶ αὐτὴ τοιαύτη ἦν. ἀφύας: ὄνομα ἑταιρῶν ἀδελφῶν δύο παρὰ Ὑπερίδῃ. ἀφύας: πληθυντικῶς λέγουσι. σπανιώτατα δὲ ἀφύην. ἀφυβρίσαι: μάλιστα τὸ ἀκολάστως ὑβρίσαι δηλοῖ εἰς κόρον καὶ ὥστε ἀποπληρωθῆναι. οὕτως Μένανδρος Παλλάκῃ· νῦν πῖθι, νῦν ἀφύβρισον, ἣν ἀφύβρικα. ἄφυκτον: ὃ οὐκ ἔστιν ἐκφυγεῖν. ἀφυπνισθῆναι: τὸ ἐξ ὕπνου ἐγερθῆναι. Φερεκράτης· ἵνʼ ἀφυπνισθῆτʼ οὖν, ἀκροᾶσθʼ· ἤδη γὰρ καὶ λέξομεν. ἀφυσμός: ἀπάντλησις. ἀφύσσων: ἀπαντλῶν, ἀρυόμενος. ἀφωπλίζοντο: ἀπετίθεντο τὰ ὅπλα. ἀχανεῖς: ἀφθεγγεῖς. ἀχανής: ὁ μὴ κεχηνώς, ὁ ἄφωνος, ὁ ἐνεώς, ὁ ἐκπεπληγμένος σιωπῇ. ἀχαριστεῖν: ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν. ἀχαριστῆσαι: τὸ μὴ χαρίσασθαι μηδʼ ὑπουργῆσαι. ἀχαρίστους: τοὺς μὴ ἀνταποδιδόντας χάριτας. καὶ Ἰσοκράτης· μηδὲ τοὺς χάριτας ἀχαρίστοις χαριζόμενος δʼ ἄχαρι. λέγεται δʼ ἀχάριστος καὶ ὁ μὴ χαριζόμενος καὶ ὁ τοὺς εὐεργέτας ἀμειβόμενος κακοῖς. ἄχαρις: ᾗ τινι μὴ μέτεστι χάρις, ἢ ἡ μήπω δυναμένη χαρίζεσθαι. ἀχαριστία: ἡ κατὰ στέρησιν τῆς χάριτος. ἀχαία: ἐπίθετον Δήμητρος. βραχεῖα ἡ πρώτη, ἀπὸ τοῦ ἄχους μᾶλλον ἢ ἀπὸ τοῦ ἤχου. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν· οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέ-σχετο. ἀχάνη: μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοφάνης. ἀχαρνώς: ἀχαρνὼς καὶ ὀρφὼς ὁ αὐτός. Καλλίας Κύκλωψιν· ἐγχέλεια, κάραβοι, λινεύς, ἀχαρνὼς οὑ-τοσί. ἀχείρωτον: ἄμωμον. ἀχέρων: ποταμὸς ἐν Ἅιδου, μεμυθευμένος παρὰ τὸ ἄχος. ἀχηνία: ἀπορία, πενία. Ἀριστοφάνης οὕτως εἴρηκεν. ἀχιλλεία: ἡ μᾶζα. Ἀχιλλεῖα δὲ τὰ ἐν αὐτῇ ἄλφιτα. ἀχιλλείων: ἀλφίτων τῶν γεγονότων ἐκ τῶν Ἀχιλλείων κριθῶν. ἔνιοι δὲ λευκῶν. ἀχίλλειοι: οὕτω κριθαί τινες ἐκαλοῦντο Ἀθήνῃσιν, ἁδραί τε καὶ ἀδιάφοροι οὖσαι. καὶ τῶν σπόγγων δὲ τοὺς πολυτελεῖς Ἀχιλλείους ἐκάλουν. ἀχίλλειοι κριθαί: αἱ εὐτελεῖς. ἄχθεται: λυπεῖται. ἀχθηδών: λύπη. ἄχθος: βάρος, λύπη. ἀχθοφόρον: βαστάζοντα. ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ: ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. οὕτω γοῦν ῥυποκονδύλους λέγουσι τοὺς τοιούτους. ἀχλύς: σκότος, ὀμίχλη, ζόφος, ἀμβλυωπία. ἄχναι: λεπτὰ ἄχυρα. ἢ ἀκαθαρσία. ἄχνη ἁλός: τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς τῆς θαλάσσης. ἄχος: λύπη, σιωπὴν ἐπιφέρουσα. παρὰ τοῦτο καὶ ἀχνύμενος. ἄχνη πυρός: ὁ καπνός. καὶ ἄχνη ὕπνου. ὁ δὲ Ἱπποκράτης ἄχνη λιμοῦ. δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. ἀχῶρα: τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα. Ἀριστοφάνης Ὁλκάσιν· ἀδαχεῖ γὰρ αὐτοῦ τὸν ἀχῶρα ἐκλέγεται ἐκ τοῦ γενείου τὰς πολίας τοῦ Διός. ἀρσενικῶς δὲ λέγεται ὁ ἀχώρ. ἀχόρευτος: ὁ ἀπωσμένος διʼ ἀπαιδευσίαν τοῦ χοροῦ. ἄχραντον: ἀμόλυντον, ἄψαυστον. κυρίως οὗ χεὶρ οὐχ ἥψατο. ἄχρι, ἄχρις: ἀντὶ τοῦ μέχρις, ἕως. ἀχρειόγελως ἄνθρωπος: ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων. ἀχρώματος: ἀναιδής. ἀχράς: ὁ καρπὸς τῆς ἀχέρδου. Ἀριστοφάνης οὕτως εἴρηκεν. ἀχράδας τὰς ἀχέρδας λέγουσιν. Εὔπολις Ἀστρατεύτοισιν· οἱ πεπείρους ἀχράδας πρὸς τῇ συκίδι προσέτως καὶ ἀχράδων .... Φερεκράτης. ἴσως δʼ ὁ μὲν καρπὸς ἀχράς, τὸ δὲ δένδρον ἄχερδος. Φερεκράτης· ἢ τῆς ἀχέρδου τῆς ἀκραρχολωτάτης. ἄχρηστος: ὁ ἀνωφελής, καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτως Πλάτων. ἀχυρμιαί: οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα λικμώμενα ἀποφέρεται. ἀχών: ἄμπελος. ἄχρι κόρου: παροιμία ἦν, ὅτι ἄχρι κόρου ἐκεῖνος ἀναίσθητός ἐστιν. οὕτω καὶ ἄχρι κόρου ἐφενάκισεν. ἁψαμένη: ἐξαρτήσασα. ἀψαύστως: ἀνεπαφῶς. ἁψῖδες: καμάραι. ἁψίς: οὕτως ἐκάλουν τὸν ξύλινον κύκλον τοῦ τροχοῦ· τὸ δὲ ἐπʼ αὐτοῦ ἐπίσωτρον. Ὅμηρος τὸν μὲν τροχὸν κύκλον ὀνομάζει, τὴν δὲ ἁψῖδα ἴτυν. ἄψαυστον: ἄθικτον. ἀψάλλακτον: ἀψηλάφητον. ἀψευδία: ἡ ἀλήθεια. λέγεται δὲ καὶ ἀψευδεῖν καὶ ἀψευδές. ἀψεφές: ἀφρόντιστον. οὕτως Σοφοκλῆς. ἁψίκορος: εὐμετάβλητος. ἁψιμαχία: συναφὴ μάχης. ἁψιμεσία: πρὸς ὀλίγον διαφορά. ἀψοφητί: ἠρέμα. ἄψ: πάλιν. ἄψοῤῥοι: ὀπισθόρμητοι. ἄωρον: ἀπρεπές, ἀχαρές. ἄωρτο: ἐκρέματο. ἀωρί, ἀωρία: τὸ παρὰ τὸν προσήκοντα καιρὸν καὶ τὴν ὥραν. λέγουσι δὲ ἀώριον τῶν νυκτῶν καὶ ἀώριον νύκτωρ. Ἀριστοφάνης δὲ ἔφη καὶ ἀωρὶ θανάτῳ ἀπέθανεν. ἄωροι πόδες: οἱ ἐμπρόσθιοι. τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄω-ροι. καὶ Φιλήμων· οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους. ἀωρόλειος: ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος. ἄωτον: ἄνθος, κόσμος, στέφανος. ἀωτεύειν: ὑφαίνειν.
Β.βαβαί: θαυμαστικὴ φωνή. βαγεύει: πλανητεύει. βάδην: περιπατῶν. ἐρχόμενος. βάθρον: θεμέλιον. καὶ βάθρα, ἀγάλματα. βαθύγλωσσοι: ἐλλόγιμοι. εὔγλωττοι. βαθυδίνης: ἐν βάθει ἔχων τὰ ῥεύματα. βαθυπέπλων: μεγάλων, ἐκ τοῦ παρακολουθοῦντος. βαθυλήϊον: σιτοφόρον πεδίον. βαθύσχοινον: ὑψηλὰς σχοίνους φέροντα. βάκηλος: μέγας μέν, ἀνόητος δὲ καὶ γυναικώδης. βακτηρεύειν: στηρίζεσθαι. βαμβαίνοντας: βάκχειος: μαινόμενος. μανεόμενος. βαλάντιον: μάρσιππος. βαλαντιοτόμος: ὁ κλέπτης. βαλίαν: κατάστικτον. βαλβίς: βάσις ταπεινή, ἢ ἀφετηρία καὶ καμπτήρ. βαλμός: στῆθος. βάρβιτον: ψαλτήριον, κιθάρα. βάναυσος: πᾶς τεχνίτης διὰ πυρὸς ἐργαζόμενος· βαῦνος γὰρ ἡ κάμινος. βαῤῥαβᾶς: σημαίνει, υἱὸς διδασκάλου ἡμῶν. βάραθρον: τόπος βαθύς, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται. βάρεις: πλοῖα. τείχη. στοαί. αὐλαί. πύργοι. βαρύμηνις: μνησίκακος. βάσιμος: πορευτική. βαρυπήμων: ἄθλιος. βεβαρημένος. κακός. βασιλίς: ἡ τοῦ βασιλέως γυνή· ὡς καὶ βαλανίς ἡ τοῦ βαλανέως. βάσις: πούς. ῥίζα. θεμέλιον. κρηπίς. βαθμός. ἀνάβασις. γόνατα. ψοῖαι. κλίμαξ. στάσις. βασκαίνει: μέμφεται. βασμοί: βαθμοί. βατός: βάσιμος τόπος. βάσσαρος: ἀλώπηξ κατὰ Ἡρόδοτον. βάτταλος: βδελυρός. αἰσχρός. βατταρισμοί: φλυαρίαι. βαῦνος: ἡ κάμινος. βδέλλεται: ἀμέλγει. βδέννυσθαι: ἐκκενοῦσθαι τὴν κοιλίαν. βεβηκός: ἀσφαλές. ὀχυρόν· καὶ βέβηκεν, ἕστηκεν. βέβηλος: ἀκάθαρτος ἢ ἀμύητος. βέβριθε: βαρύνεται. βεβριθυῖα: βαρεῖα. ἰσχυρά. βέβρυχεν: ἠχεῖ. βεβυσμένα: λαθραῖα ἢ πεπληρωμένα. βέλος: τραῦμα. βηλός: βαθμὸς θύρας. ἢ οὐρανός. βίολα: πέδιλα, ὑποδήματα. βιβάζει: συζεύει. ὀχεύει. βιοτὴ καὶ βίοτος: ζωή, καὶ τὰ πρὸς τὸ ζῇν, καὶ ἡ οὐσία. βιῶναι: ζῆσαι. πολιτεῦσαι. ἀριστεῦσαι. διάξαι ἢ βιῶσαι. βιώνης: ὁ τὰ δημόσια ἀγοράζων. βιώτω: ζησάτω. βλαισός: παραλυτικός. βλάκα: εὐήθη καὶ μωρόν, ἀπό τινος ἰχθύος ὁμοίου σιλούρῳ, ὃς οὕτως ἐστὶν ἄχρηστος, ὡς μηδὲ κύνα χρῆσθαι αὐτῷ. βαλανάγρα: ἡ κλείς, ἀπὸ τοῦ ἀγρεύειν τὴν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. βλάκας: μωρός τις, μὴ εἰδὼς τὰ πράγματα διακρῖναι. βλάξ: μωρός. εὐήθης. βλακεία: μωρία. ὑπεροψία. βλακεύεται: μαλακίζεται. θρύπτεται. γυναιμανεῖ. βληχήματα: φωνήματα προβάτων. βληχρόν: ἀσθενές. βλιμάζων: ἀποστάζων τοῦ μέλιτος. βλοσυρός: καταπληκτικός, φοβερός, σεμνός, ἀξιωματικός. γενναῖος μετʼ εὐηθείας· φανερὸν ἀκάθαρτος. βλωθρά: χλωρά. ἀπαλή. εὐεξής. βοηδρομεῖν: μετὰ σπουδῆς παραγίνεσθαι. βολίς: βέλος. ἀκόντιον. λογχάριον. πέμψις. βόμβησε: ἐψόφησέ πως. βομβύλιος: ζῶον ἢ βήσιον λεγόμενον. βομβύλον: σκεῦος στρογγυλοειδές. βόμβρυξ: βοοβοσκός. βορᾶς: βρώσεως ἢ τροφῆς. βορόν: βρωτικόν, ἢ πομάτων ἢ βρωμάτων. βόσιν: τροφήν. βοτά: βοσκήματα. βοτῆρες: ποιμένες. βοτός: τροφὴ ἢ βοσκή· καὶ βροτός, ὁ ἄνθρωπος. βοτρυδόν: ἐπαλλήλως. ἢ ἑτέρα τῆς ἑτέρας ἐχομένη. βουκολήσας: ἀπατήσας. βουληφόρος: πρόβουλος. ἀρχίβουλος. βούλιμος: ἡ ἐπιτεταμένη λιμός. βουλαία: Διὸς ἦν βωμὸς ἐν τῇ βουλῇ, ὃς ἐλέγετο βουλαία, ὡς ἀπὸ τῆς βουλῆς. βουλυτός: ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων. βούπαις: ὁ νέος. ἐφῆλιξ. βουκόλος. βουπλήξ: πέλεκυς. μάστιξ. βούκεντρον. βούσταθμον καὶ βουστάδιον: βοοστάσιον. βούτας: βοονόμος. βοώμενον: ἐπικαλούμενον. βουτύπος: βοοθύτης. ὁ τοὺς βόας βάλλων πελέκει. βοῶπις: μεγαλόφθαλμος. βοώτης: ἄστρον πλησίον τῶν ἄρκτων· ὁ δʼ αὐτὸς καὶ ἀρκτοφύλαξ καλεῖται. βραβεῖον: ἐπινίκιον. ἀμοιβὴ ἢ στέφος. ἔπαθλον. τιμή. μισθός. ἀνταμοιβή. δῶρον. χάρισμα. βραβεύει: ἐπιψηφίζεται, διανέμει, μερίζει. βράσσει: ζέει, ἀναβάλλει. βραβευτής: διοικητής. κριτής. ὁριστής. διανεμητής. διαμεριστής. βραχυμυθίας: βραχυλογίας. βραχυτελῆ: σύντομον. μικρόν. βρέμει: ταράσσει. ἠχεῖν ποιεῖ. βρέτας: εἴδωλον. ἄγαλμα. βρενθύεσθαι: διὰ θυμὸν μετεωρίζεσθαι, ἢ προσποιεῖσθαι ὀργίζεσθαι. βρενθυόμενος: μεγαλοφρονῶν. ἐπαιρόμενος. βρέγμα καὶ βρεγμός: τὸ ὑπερμετώπιον μέρος. βριθομένη: βαρουμένη διὰ πλῆθος, ὧν ἔφερεν. βριαροί: βαρεῖς. ἄγριοι. στερεοί. φοβεροί. βρίθων: εὐθηνῶν ἢ βαρῶν. βριμάζων: τῇ τοῦ λέοντος χρώμενος φωνῇ. βρόγχος: καταπότης. ὁ λάρυγξ. βροτοειδέσιν: ἀνθρωπίνοις. βροτόεντα: ᾑμαγμένα. βροτός: φθαρτὸς ἄνθρωπος. βρύει: ἀνθεῖ. βρυάζει: πάνυ τρυφερῶς διάκειται. θάλλει. εὐφραίνεται. βρυγμός: τρισμὸς ὀδόντων ἢ μυλῶν ἀκόνησις. βρύχιος: βυθιζόμενος ὕδατι. βρυώδης: δυσώδης. βρωμᾶσθαι: ὀγκᾶσθαι. βρώμης: βρώσεως. τροφῆς. βρωτόν: βρῶσιν. τροφήν. βύβλον: πάπυρον. εἰρμολόν. βύας ὤφθη καὶ βύαι ὤφθησαν: Δίων ἐν Ῥωμαϊκοῖς ἐν τέρατος λόγῳ τοῖς Ῥωμαίοις ταῦτα ἐπιφαίνεσθαι πολλάκις λέγει· σημαίνει δὲ συμφοράς. βύζην: ἀθρόως. πυκνῶς. ἐπαλλήλως. πεπληρωμένως. βύσσος: στολὴ ἢ ἔσθος πορφυροῦν, ἢ ..... ἐκ πορφύρας βεβαμμένον κόκκινον ἱμάτιον, ἐρυθρόν, κοκκιῤῥόν. βύουσι: σφραγίζουσι. φράττουσι. βυσσόν: βάθος. βυρσοδέψης: σκυτοτόμος. ὁ τὰς βύρσας θεραπεύων. βυσσοδομοῦντες: ἐκ βάθους σκεπτόμενοι. βωμολόχος: πανοῦργος, ἀπατεύων. βωμός: τέμενος. τράπεζα. ἢ θυσιαστήριον. βωμολόχος: ὁ περὶ τοὺς βωμοὺς λοχῶν· πᾶς ὁ ὠφελείας τινὸς ἕνεκα κολακεύων. ὁ εὐτράπελος καὶ γελωτοποιός· ὁ μετὰ εὐτραπελίας κόλαξ· ὁ πανοῦργος καὶ συκοφάντης.
Γ.γαζαφυλάκειον: θησαυροφυλάκειον· γάζα γὰρ θησαυρός. γαισός: εἶδος ἀμυντηρίου, οἷον δόρατος. γαλεώτης: ἀσκαλαβώτης, ἀττικῶς. γαμψώνυχος: ἐπικαμπεῖς ἔχοντος τοὺς ὄνυχας. γαννυμένη: χαίρουσα. γάννυσθαι: φαιδρύνεσθαι. γαργαλίζει: κινεῖ. ὑποσημαίνει. προτρέπει. ἐρεθίζει. γαστρίζεσθαι: λαμπρότερον τρέφεσθαι. γαργαρίζει: ἐρεθίζει, ἀπὸ τοῦ στόματος, ὥστε ἐμέσαι. γαυριᾷ: ἀγάλλεται. ἐπαίρεται. θρασύνεται. γαῦρον: στεῤῥόν. μέγα. ἀκλινές. γεγανωμένος: λελαμπρυσμένος. γέγηθεν: χαίρει. γέγονεν ἐν καλῷ: καλλίστως ἔσχεν. γεγωνόν: ἐξάκουστον βοῆσαι. γείσιον καὶ γεῖσος: τὸ ἄκρον τείχους. ἢ στεφάνωμα οἴκου· καὶ γεῖσα, τειχῶν ἄκρα. γειῶραι: οἱ τὴν γῆν φυλάσσοντες. γελοῖος: ὁ καταγελαστότατος, προπερισπωμένως· προπαροξυτόνως δὲ ὁ γελωτοποιός. γενάρχου: πατρός. γένεθλα: γεννήματα. γενέτειραν: μητέρα, ποιητικῶς. γενέθλια: ἡ διʼ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἑορτή. γενέσια: ἑόρτια, πανηγυρίσματα τοῦ γεννηθέντος· λέγεται καὶ ἐπιτάφια καὶ ἐγκώμια, ἐπιθαλάμια, καὶ οἱ εὐφημίαν ἔχοντες λόγοι, καὶ οἱ εἰς θεὸν ὕμνοι. γενεθλιαλογία: μαντεία περὶ τῆς γεννήσεως. γεννάδας: γενναῖος. εὐγενέστατος. γενετή: πατριὰ ἢ γενέσια. γένυς: τὰ γένεια. γενικῶς: γενναίως. ἀνδρείως. ἰσχυρῶς. μεγίστως. ὑπερεχόντως. ἢ νεανικῶς. ὀχυρῶς. ἀνδρικῶς. γένυσι: σιαγόσι. γεοῦχος: ὁ τὴν γῆν ἔχων. γέρας: ἀμοιβή. τιμή. ἀνταπόδοσις. γεραιός: ἔντιμος. γεραίρει: τιμᾷ. δοξάζει. γέρδιος: ὑφάντης. γερήνιος: ἔντιμος γέρων. γερούσιον: ἔντιμον. γεῤῥάδια: στρωτηρίδια. γέῤῥα: μικρὰ σκουτά. γεωμόριον: γεώργιον. γεώλοφον: ὀρεινόν. ὄρος. ὕψωμα γῆς. γήδια: λήϊα. χωράφια. γήθειν: χαίρειν. γηθοσύνῃ: χαρᾷ. γηθόσυνοι: χαίροντες. γηρᾶναι: γηράσαι. γηῶραι: ἐπίμικτοι τηρηταὶ τόπων. γιγλισμός: κιχλισμός. ἀπὸ χειρῶν γέλως. γαργαλισμός. γλάγος: γάλα. γλαῦκος: λευκός, κυάνεος. γίγγλυμοι: ἀντεμβολαί τινων ἐξοχῶν πρὸς κοιλότητας, οἵαπέρ ἐστι καὶ ἡ κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή. γλαυκῶπις: εὐόφθαλμος. γλαῦξ: νυκτοβαῦς, πετεινὸν νυκτερινόν. γλάμων: ὁ λημῶν τοὺς ὀφθαλμοὺς καὶ διύγρους αὐτοὺς ἔχων. γλαφυρόν: ἡδύ. κοῖλον. βαθύ. σοφόν. ἔμπειρον. ἀκριβές. γλεῦκος: τὸ ἀπόσταγμα τῆς σταφυλῆς πρὶν πατηθῇ· λέγεται δὲ καὶ πρότραπος ἢ πρότροπος. γλήνη: κόρη τοῦ ὀφθαλμοῦ, ἢ ὅρη. γλίσχρον: κολλῶδες. καὶ γλισχρός, φειδωλός. σκνιφός. πάνυ ῥυπαρός. ἢ ἐπίπονος. ταλαίπωρος. ἀκριβής. γλίχεται: λίαν ἔχεται. ἐπιθυμεῖ. γλουτόν: τὸ σφαίρωμα τῆς κοτύλης. γλυκυδέρκης: ἡδὺς ἐν τῷ ὁρᾷν. γλυκύθυμος: ἀπαλόψυχος. γλυφίδας: τὰς χηλὰς τῆς ἀκίδος, αἷς τὴν νευρὰν προσάγομεν· ἀπὸ τοῦ ἐγγεγλύφθαι, ὅ ἐστιν κεκοιλάνθαι. γλωσαλγίαν: ἀργολογίαν. γλωχῖνας: γωνίας. γλωσσοκόμον: θήκη λειψάνων ξυλίνη. γνάθοις: σιαγόσι. ἢ ἀκαῖς καὶ στόμασι. γνύξ: ἐπὶ τὰ γόνατα. γνωματεύων: διακρίνων. διαγινώσκων. γνωσιμαχῆσαι: μετανοῆσαι. μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον. γνωτός: ὁ ἀδελφός· καὶ γνωτή, ἡ ἀδελφή. γνώσεως: σημαίνει γνωριμότητος καὶ οἰκειότητος· τιμῆς τε βασιλικῆς καὶ γνώσεως ἀξιοῦσθαι. γνώμη: ποιά τις διάθεσις· καὶ γνώμων, ὁ συνετός. λέγεται δὲ καὶ γνώμων κανόνιόν τι μηχανικόν, καί τι σχῆμα γεωμετρικόν, καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρονομικοῦ, ἀλλὰ καὶ τὸ ἐν τοῖς γνωμονικοῖς ὀργάνοις μάλιστα παραλαμβανόμενον. γογγυσμός: τάραχος. ἀντιλογία. γοερόν: θρηνῶδες. λυπηρόν. κατανυκτικόν. γόης: κόλαξ, περίεργος. πλάνος. ἀπατεών. γόμφοι: μύλοι. σφῆνες. δεσμοί. ἄρθρα. σύνδεσμοι ὀδόντων. γονάς: υἱούς. γεννήσεις. γονυπετεῖ: προσκυνεῖ. γονήν: ἔκφυσιν. σπορόν. γέννησιν. γόον: θρῆνον. γονύων: γονάτων. γοργωπὸν ἕδραν: φοβερὰν καθέδραν. γραμματοκύφων: ἀντὶ τοῦ ταπεινὲ γραμματεῦ· κυρίως γὰρ κύφη, τὸ ξύλον καλεῖται. γράφεται: ἀντὶ τοῦ γράφει. κατηγορεῖ. γραφή: ἡ περὶ δημοσίων ἀδικημάτων κατηγορία καὶ περὶ ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ τῶν νόμων καὶ ψηφισμάτων οὐκ ἐπιτηδείων εἰσκομίζεσθαι δοκούντων· αἵτινες γραφαὶ παρανόμων καλοῦνται. γρῖφος: τὸ δίκτυον. λέγεται δὲ καὶ ὁ δύσκολος καὶ συμπεπλεγμένος λόγος. γρύξαι: βραχύτατον φθέγξασθαι. γυῖα: μέλη, ἢ πόδας τοῦ σώματος. γυμνάσια: ἀλειπτήρια. ἢ βαλανεῖα. ἢ λουτρά. γυμνάσιον: στάδιον. παλαίστρα. ἀγωνιστήριον· ἀγῶνα. κάματον. κόπον. ἔργον. νικητήριον. ἀγωνιστήριον. ἀθλητήριον. γυμνασία: ἐργασία. δοκιμασία. πειρασία. καθαρσία. παιδεία. γυναιμανής: ἐπὶ γυναιξὶ μαινόμενος. μαλακός, ἀσελγής. γωρυτός: θήκη τόξων. γρυμαῖα: σκευοθήκη.
Δ.δᾷδες: λαμπάδες. δᾳδουχεῖ: φαίνει. δαήμων: ἔμπειρος. δαιδάλεον: ποικίλον. δαίδαλον: ποικίλον κατασκεύασμα ἀπὸ Δαιδάλου τινὸς μηχανοποιοῦ, ὃς κατεσκεύασεν. δέδῃε: φλέγει· δαίει, καίει. δαίμονα: ἐκστατικόν. δαιμόνιε: μακάριε. δαιμονίως ἐσπουδακώς: ἀντὶ τοῦ μεγάλως. δαίνυ: εὐώχει. δαινύμενος: εὐωχούμενος. δαίς: εὐωχία. δαῖτας: εὐωχίας. δαιτρεύειν: μερίζειν. δαιτὸς ἐΐσης: ἐξ ἴσου μεριζομένης εὐωχίας. δαιτρόν: μεριστήν. μάγειρον. δαιτυμόνες: ἀριστηταί. εὐωχούμενοι. δαιτρός: ὁ προσδιαιρῶν ἐλάχιστα τοῖς ἑστιωμένοις· οὕτως γὰρ εἱστιῶντο μεριζόμενοι, τά τε πρόβατα καὶ τὸν πότον· παρʼ ὃ καὶ λέγει· δαιτὸς ἐΐσης. δαΐφρονος: συνετοῦ ἢ πολεμικοῦ. δάκη: θηρία. δακρυόεν: μετὰ δακρύων. δάμαρτος: γυναικός. δαλός: λαμπάς. ἢ ξύλων ἀπόκαυμα. ἢ δᾴδιον ἡμίφλεκτον. δαμασίφρων: ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος· δαμασίφρονα χρυσόν. δαμέντα: δαμασθέντα ἢ φονευθέντα. δάμνα: ἐδάμαζεν. δάμνημι: δαμάζω. δάπεδον: ἔδαφος. δᾴς: λαμπάς. δαρεικός: νόμισμά τι ἦν χρυσοῦν, ὅπερ Δαρεῖος πρῶτος ἐπενόησεν. δασμολόγοι: μερισταί. φορολόγοι. δασμός: μερισμός. φόρου ἀπαρχή. εἰσφορᾶς ἀπαρχή. δάσονται: διασπῶνται. κατὰ μέρη φαγοῦνται καὶ μεριοῦνται. δαψιλέστατος: πολυτελέστατος· λέγεται δὲ καὶ ἐπὶ ῥευμάτων, καὶ ἐπὶ τῶν μεγαλοψυχούντων. δέδασται: μεμέρισται. δεδῃωμένος: πεπορθημένος. δέδιεν: φεύγει ἢ φλέγει. δεδιξάμενοι: φοβηθέντες. δεδίξασθαι: ἐκφοβῆσαι. διῶξαι. δεδιττόμενος: ἐκφοβῶν. δεδημευμέναι: ἀπηγορευμέναι. δεδιώς: φοβούμενος. δεδίττονται: ταράττουσιν. δεδμήμεθα: ὑποτετάγμεθα. δεδμημένοι: δεδαμασμένοι. δέδορκεν: ὁρᾷ, βλέπει. δεδοκημένος: ἐκδεχόμενος. ἐνεδρεύων. δεδουπώς: πεπτωκώς. τεθνηκώς. δεδραγμένος: πεπραγμένος. δέδυκεν: εἰσῆλθεν. δεῆσαν: χρείας γενομένης. δείλαιος: ἄθλιος. ἄκληρος. ἀμέτοχος. ἄμμορος. μέλεος. δεῖ: τέσσαρα ἔχει τὰ σημαινόμενα. ἀντὶ τοῦ χρή. καὶ ἀντὶ τοῦ χρεία ἐστίν· οἷον· δεῖ δὴ χρημάτων, καὶ ἄνευ τούτων οὐδέν ἐστι γενέσθαι τῶν δεόντων. καὶ ἀντὶ τοῦ δεσμεῖ· καὶ δέει ἐν διαλύσει. ἀντὶ τοῦ ἀπέχει. δεῖμα: φόβος. δειμαλέος: εὐλαβής. δειμάμενοι: οἰκοδομήσαντες. δειμᾷν, οἰκοδομεῖν. δειμαίνει: φοβεῖται. δείμασθαι: οἰκοδομεῖν. δειματώδης: φοβερός. δειματῶν: φοβῶν. δεῖν: ὀφείλειν. δειμῶμεν: οἰκοδομοῦμεν. δεινοί: φοβεροί. ἔμπειροι. σοφοί· καὶ δεινὸς ῥήτωρ ὁ σοφὸς καὶ πάντα ἐρευνῶν. δεῖν ᾠήθην: δέον εἶναι ὑπέλαβον, ἀναγκαῖον ἐνόμισα. δεινωποί: δειματώδεις. φοβεροί. δειπνολόχον: κλεπτοτρόφον. δείνωσις: δεινότης, σκότωσις· δεινὰ τὰ χαλεπά. δειπνητός: ὁ καθʼ ἡμᾶς ἀρίστου καιρός. δεῖπνον: τὸ πρωϊνὸν ἄριστον. δειρή: τράχηλος. δεδεγμένα: δεξάμενα ἢ δεχόμενα· δεδειγμένα, δειχθέντα. φανερωθέντα. δειράδες: οἱ τραχώδεις τόποι τῶν ὀρῶν. δεισιδαίμων: θεοσεβής. ἢ ἀμφίβολος περὶ τὴν πίστιν, καὶ οἱονεὶ δεδοίκως. δεῖται: προσδεσμεύεται ἢ χρῄζει. δεκάζειν: διαφθείρειν χρήμασιν ἢ δώροις. δεκάζεσθαι: δωροδοκεῖσθαι. δεκασμός: δωροδοκία. δέμας: σῶμα. δεκατηλόγον: τὴν τὰς δεκάτας συλλέγουσαν. δέλεαρ: ἀπάτη. δόλος. δέλτος: πινακίδιον. τιτλάριον. σχεδάριον. δελφύς: μήτρα· ἔνθεν ἀδελφός. δεπύρως: διαπύρως. θερμῶς. δέμνια: ἐγκοίτεια στρώματα. δεξιάς: συνθήκας. δεξιολάβος: παραφύλαξ. δεξιός: ἀγαθός, ἐπιτήδειος. δεξίωσις: ὑποδοχή. δεξιοῦται: προσάγεται. ξενοδοχεῖ. φιλοφρονεῖται. δέοιτο: χρῄζοιτο. δέοντο: ἐδεσμεύοντο. δέραια: ἐπιτραχήλιος κόσμος. δερή: τράχηλος. δερκομένων: βλεπόντων. δέῤῥις: δέρμα. ἢ τρίχινον παραπέτασμα. δέρτρον: ἐπίπλουν· ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα, καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος· ἄμεινον δὲ τὸ ῥάμφος, δέρτρον, ἀπὸ τοῦ δέρειν, ὅπερ ἐστὶ κρούειν· τούτῳ δὲ διαῤῥήσσουσιν, ἃ ἂν ἐσθίωσιν οἱ γύπες τῇ κρούσει τοῦ ῥάμφους· καί ἐστι ὄνομα ῥηματικόν, ὡς παρὰ τοῦ πλήσσω, πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω, δέρτρον. δέρος: αἱ τοιαῦται εὐθεῖαι ἤτοι Ἰωνικαί εἰσιν, ἢ Δωρικαί· δέρος, κῶος, ἀπὸ τοῦ δέρας καὶ κῶας πεποίηνται, δευθέντα: βραχέντα. δευόμενος: βρεχόμενος. δεῦρο: ἐνθάδε, ἐπὶ τοῦ παρόντος. ἢ καὶ ἄγε καὶ ἐλθέ. δεῦρʼ ἀεί: ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ἑβδόμῳ· πρὸς τοὺς λόγους, οὓς ἐξ ἕω μέχρι δεῦρʼ ἀεὶ διεληλύθαμεν. Τινὲς ἀντὶ τοῦ ὡδί· τοῦτο μὲν δεῦρο ὧδε· τὸ δὲ δεῦρʼ ἀεί που καὶ Εὐριπίδης· εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται. δευσοποιός: βαφεύς. δεύτερος πλοῦς: ὅτε ἀποτυχών τις οὐρίου, κώπαις πλέει. δεῦτε: παρακελεύσεως ἐπίῤῥημα. δῆθεν: ὡς δή φησι, τοῦτο δὲ προσποίησιν ἀληθείας ἔχει, δύναμιν δὲ ψεύδους· λαμβάνεται δὲ καὶ τὸ δῆθεν καὶ ὡς παραπληρωματικόν. δηϊοτῆτος: μάχης. δηΐουν: διέκοπτον. ἐτίτρωσκον. δηλαϊστή: ἐλεεινή. ἀθλία. δήλων: ὁράσεων. δηλήσεται: βλάψει. διαφθερεῖ. δηλητήριον: τὸ φάρμακον. δῆλοι: ὁράσεις, ἐνύπνια. δῆλοι: ἦσαν οἱ δῆλοι ἐκεῖνοι γράμματα τοῦ παρʼ Ἑβραίοις ἀλφαβήτου ἐκ χαλκοῦ ἐκτετυπωμένα, ἑκάστου στοιχείου πλείονα ὑπάρχοντα. Ὅτʼ ἂν οὖν ἐβούλοντο οἱ Ἰουδαῖοι ἐπερωτῆσαι τὸν Κύριον, ἐν τῷ ἐφοὺθ κείμενα ἡπλωμένα ἀνωρθοῦντο εὐθὺ τὰ στοιχεῖα κείμενα μόνα τὰ ἐπιτρέποντα τὸ προκείμενον πρᾶγμα γενέσθαι ἢ μὴ γενέσθαι. Οἷον ἐὰν ναί ἔλεγεν ὁ Κύριος, τὸ νῦ, ἄλφα, ἰῶτα ἀνωρθοῦτο μόνα· καὶ οὕτως ἐπὶ τῶν ἄλλων ἀποκρίσεων τοῦ Κυρίου διὰ τῶν δήλων γενομένων νοητέον. Ἤιτουν δὲ διὰ δεήσεων ὅ τε ἱερεὺς καὶ ὁ λαὸς τὰς διὰ τῶν δήλων ἀποκρίσεις γεγενῆσθαι αὐτοῖς παρὰ τοῦ Κυρίου· καὶ τηνικαῦτα ἐγίνετο αὐτοῖς καθὼς προγέγραπται. Εἰ δὲ ἦν αὐτοῖς ὠργισμένος ὁ θεός, οὐδὲν παρὰ τῶν δήλων αὐτοῖς ἀπεκρίνετο. Ἡ δὲ δήλωσις λίθος ἦν ἀδάμας ἐπάνω κείμενος, ὃς ἐναλλάττων τὴν χροὰν αὑτοῦ διὰ τοῦ Κυρίου, ἐδήλου τῷ λαῷ ἐσόμενά τινα· μέλας μὲν ὁρώμενος, θάνατον ἠπείλει· ἐρυθρὸς δέ, σφαγήν· λευκὸς δὲ ἐδήλου διαλλαγὴν τοῦ θεοῦ. δημαγωγεῖ: στρατηγεῖ. δημαρχία: ὅτε δῆμος ἄρχει. δημελέητος: ἐλεεινός. δημεύσας: δημοσιεύσας. δημήγορος: ἐπὶ τοῦ δήμου λαλῶν. δήμιον: δημόσιον. δημιουργεῖ: τὰ μὴ ὄντα ποιεῖ. δημοβόρος: ὁ τὰ δημόσια ἐσθίων. δημιουργός: χειροτέχνης· ὁ τὰ μὴ ὄντα ποιῶν. δημογέροντες: οἱ τοῦ δήμου ἐντιμότατοι. δημόθοινα: τοῦ δήμου εὐωχία ἢ θυσία. δημόκοινον: δημόσιον. δημοτελῆ: δημοσίαν. δημοτελῶς: παντὶ τῷ δήμῳ. δημότης: πολίτης. δημωδέστερος: ἀσχημονέστερος, διὰ τὸ ἐν ὄψει πάντων γινόμενον. διὰ τὸν δῆμον. δημωφελής: δῆμον ὠφελῶν. δηνάριον: εἶδος ἀργυρίου ὁλοκοτίνου ἴσην ἔχον ἰσχύν. δήξομαι: λυπήσω. δήπου: ὡς δή, ἀντὶ τοῦ ἀμέλει. δῆλον ὅτι. ὡς δῆλον. ὡς φανερόν. δηλοῖ. δήπουθεν: δῆλον ὅτι. δῆριν: μάχην. δῆτα: οὕτως. δηϊώσας: πραιδεύσας. ἀνελών. κατακαύσας. διαδιδράσκει: διαφεύγει. διαγνώμη: διάγνωσις καὶ διάκρισις ὥσπερ καὶ καταβοή, ἡ καὶ λέγεται δίκη Θουκυδίδῃ. διαδρᾶναι: διαφυγεῖν. διαθείη: διαπράξοι. διαθέουσα: διατρέχουσα. διαθλοῦντες: πονοῦντες. διαθήκη: δυϊκῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόντων διατάξεως καὶ ἐνταλμάτων χαρακτήριον φέρουσα .... διάθεσις: ἕξις· δήλωσις ἢ τοῦ ἐνεργεῖν ἢ τοῦ πάσχειν, ἢ τοῦ μέσως ἔχειν. καὶ ἄλλως· δρᾶσις ἢ πεῖσις, ἐν αἷς διατίθεται καὶ κατατίθεται ἡ ψυχὴ ἢ ἐνεργοῦσά τι ἢ πάσχουσα. διαθρύπτεται: χαυνοῦται. διαλύεται. διαιτῶν: δικάζων. δίαυλος: ὁ διστάδιος δρόμος. διαβούλια: τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. διαιωνιεῖ: διʼ αἰῶνος παραμένει. διακορεῖς: τὸν κόρον καὶ τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν οὐκ ἔχοντες. διακορεῦσαι: διαπαρθενεῦσαι, οἱονεὶ διατεμεῖν. διακεκορῆσθαι: διαπεπαρθενεῦσθαι. τετμῆσθαι τῇ μίξει. διακεκναισμένη: διεφθαρμένη. διακεκριμένως: διακεχωρισμένως. διακλῶν: διαθρύπτων. διακομισθείς: διελθών. διακριδόν: διακεκριμένως. διακρίνεται: ἀμφιβάλλει. ἀπιστεῖ. διαχωρίζεται. διακρούεσθαι: ἐξωθεῖν ἢ ὑπερτίθεσθαι. καὶ ἄλλοτε ἄλλως διαναβάλλεσθαι. διάκτωρ: διάκονος. ἄγγελος. ἀπαγγέλλων. διακυκῶσι: διαταράττουσιν. διακωδωνίσαντες: δοκιμάσαντες. διακωδωνισθέντες: διαφημισθέντες, ὡς ἐπὶ πλεῖστον καὶ ἐπὶ τῶν διαπαιζομένων λαμβάνεται. διακωχή: διάλειψις. διαλαβών: διαδεξάμενος. διαλαμβάνων: ὑπομνηματίζων. συγγράφων. διαλείμματος: χωρισμοῦ. διάληψις: ἐνθύμησις ἢ γνῶσις. διαλέγοιντο γυναιξί: ὁμιλοῖεν. ἢ συνουσιάζοιεν· οὕτως Ἱεροκλῆς. διάλειμμα: διάστημα. διαλλακτής: φιλιωτής. διαμάρτοι: ἀποτύχοι. διαμέλλει: ἀναβολῇ χρῆται. διαμῆσαι: διακόψαι. διαμπάξ: διόλου. διαπαντός. διαμπερές: διαπαντός, διόλου. διαμυδῶντες: διαβρέχοντες. διαμώμενοι: διασκώπτοντες. ζητοῦντες. διανίζεται: διανίπτεται. καθαρίζεται. διανυσθῆναι: τελειωθῆναι. διαπαρατριβαί: ἐνδελέχειαι. διαπεπονημένης: κατορθωθείσης. διαπαρθενεῦσαι: μιγῆναι παρθένῳ· ἐλέγετο δὲ οὕτω καὶ τὸ παρθενοτροφῆσαι καὶ διαφυλάξαι παρθένον. διαπεράναντες: διακεντήσαντες. διαπληκτίζονται: διαμάχονται. διαπονεῖν: ἀσκεῖσθαι. διαπορήσων: ζητῶν. ἀμφιβάλλων. διαπορθμεύεται: διακομίζεται. διαπορθμεύσων: διαπεράσων. διακομίσων. διαπρέπειν: διαφαίνεσθαι. φέγγειν. διαπρεπής: ἔκδηλος. λαμπρὸς φανείς. ἐπίσημος. διαπυνθάνεται: ἐρωτᾷ. διαπρύσιον: διαπαντὸς διεξιόν. μέγα ἐξάκουστον. διαβόητον. διαπύρως: θερμῶς. ζέον· οἱ λεγόμενοι τὴν καρδίαν. διαρκῶς: δαψιλῶς. διαρθρώσας: διατυπώσας. διαῤῥοίζεται: ὁρμᾷ. διαῤῥαῖσαι: διαφθεῖραι. διαῤῥεῖν: διαχεῖσθαι. χαυνοῦσθαι. διαῤῥήδην: σαφῶς. φανερῶς. διαρτίσαι: ἀναπλάσαι. καταρτίσαι. διασκεδαννῦσιν: διασκορπίζουσιν διαρτωμένων: καταρτιζομένων. διασμήχων: διαξέων. διαστείχειν: διέρχεσθαι. διαστείχοντας: διαπορευομένους. διαστείχουσαν: διερχομένην. διαστελλόμενος: διαχωριζόμενος. διασχών: διελθών. διαστήσας. διαταφρεύει: διασκάπτει. διατείνεται: διαβεβαιοῦται. διατεκμαίρεται: στοχάζεται. διατίθεται: πράττει. διατιμᾶται: δοκιμάζεται. διατιμητικός: δοκιμαστικός. διατιτρᾷν: διατρυπᾷν. διάτορον: ἐξάκουστον. ὀξύτερον. μεγαλόφωνον. διάττειν: ὁρμαῖς διατρέχειν. ἢ δάκνειν. διαυανθῆναι: ξηρανθῆναι. διαυλίζων: βαθύνων. ἢ μηκύνων. διαφαίνει: διαδείκνυσιν. φανεροῖ. διαφανῶς: σαφῶς. ἢ συμφώνως. διαφεῖναι: διαλῦσαι. διαφερόντως: ἐξαιρέτως. πάνυ. μάλιστα. ὑπερεχόντως. ὑπερβαλλόντως. διαπόρησις: ἀμφιβολία. διαφερώμεθα: φιλονεικήσωμεν. διαφορά: ἔχθρα. διαφορά, τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης· διαφέρει μόνον διαχώρισις, ἀναρμοσία. διάφοροι: ἐχθροί, παρὰ τὸ διαφορεῖσθαι τὰς γνώμας. διαχειρίσαι: φονεῦσαι. διαχεῖται: χαίρει. διαχέεται. διάχυσις: χαρά. τέρψις. δίδυμοι: συνήθως ἡμῖν καὶ οἱ συμφυεῖς. ἰδίως οἱ μόνοι, ἢ δισσῶς, καὶ αὐλοῖσιν διδύμοισι. δίδραχμον: συντέλεσις. εἰσφορά. λειτουργία· ἔχει δὲ τὸ δίδραχμον ὀγγίας ..... διέγνωκα: κέκρικα. διέθει: διέτρεχεν. διειδές: λαμπρόν. διαυγές. δίειμι: διέρχομαι. διεῖπεν: διῴκει. περιήρχετο. διέκδυσις: διεξέλευσις. διαφόρως: πολύτροπον. ποικίλως. διεκοσμήθησαν: διετάχθησαν. διεκπέσαντες: διεκτρυπήσαντες. διεκδραμόντες. διενέγκαντες: ὑπενέγκαντες. διαίνεσθαι: βρέχεσθαι. διέπει: ἐνεργεῖ. διοικεῖ. καθίσταται. διέπτυξεν: διεσαφήνισεν. διεπυνθάνετο: ἠρώτα. διερειδόμεθα: στηριζόμεθα. διερέττοντα: κωπηλατοῦντα. διέῤῥει: διεφθείρετο. δίεσιν: διαχωρισμόν. διεσκίασται: ἀποκέκρυπται. διεσκεδασμένον: διατετυπωμένον. διεσμιλευμένον: διεσχισμένον. ἠκριβωμένον. ἐξεσμένον. περικεκαθαρμένον. διέσχεν: διῆλθεν. διευκρινῆ: σαφῆ. διευκρινήμενοι: διακρίνοντες. διηγκυλωμένον: διηγκυλημένον: ἐν ἐπιτόμῳ ἔχον. διηθῆσαι: ἀφυλίσαι. διηθεῖται: ἀφυλίζεται. διήκει: διέρχεται. διήκουσαν: διελθοῦσαν. διηνέχθη: ἐμαχέσατο. διηρθρωμένον: δεδηλωμένον. ἠκριβωμένον. διήρκεσεν: διέμεινεν. παρέμεινεν. διήθυνεν: ἐκώλυσεν. διήρτησεν: ἐξηπάτησεν. ἐπλάνησεν. διθύροις: διπτύχοις. διπλαῖς θύραις. διϊέναι: διέρχεσθαι. διϊεία: διάπεμψις. διϊστάς: διαχωρίσας. διϊκνούμενος: διερχόμενος. διΐσταται: διαχωρίζεται. δικασπόλοι: δικασταί. δίκη: κρίσις. ἀνταπόδοσις. ἐκδίκησις. εὐθύνη. δίκης: δικαιοσύνης. ἢ τιμωρίας. δίκη: ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία, καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις. δικοῤῥαφεῖν: δίκας συῤῥάπτειν· ἐν τοῖς δικαστηρίοις ἀναστρέφεσθαι. δίκορσον: δικόρυφον. δικραές: δικέφαλον. δικτάτωρ: ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὃς παρὰ Ῥωμαίοις δισύπατος καλεῖται. διλήμματον: διχῶς νοούμενον· ἔστι δὲ σχῆμα ῥητορικόν. δῖναι: αἱ τῶν ὑδάτων συστροφαί. δινεύοντες: στρέφοντες. δινήεντος: δίνας ἔχοντος, συστροφὰς ὕδατος περιφερεῖς τινας πεποιημένας. δινήσας: στρέψας. δίνης: συστροφῆς ὑδάτων. διογενής: εὐγενέστατος. διῳδηκώς: πεφυσημένος. διοιδούντων: ἐμφυσώντων. διοικίζεσθαι: χωρίζεσθαι. διοίσασα: διαπεράσασα. διοίσειν: διαφέρειν. διολκή: ἀνακωχὴ χρόνου. δῖον: ἔνδοξον. διωλύγιον: τὸ μέγα ἢ ἐξάκουστον· ἢ ἄνυδρος τόπος. διοπετές: ἐξ οὐρανοῦ κατερχόμενον. διοπτεύσων: διοψόμενος. κατασκοπήσων. διοπτῆρα: κατάσκοπον. οἰκονόμον. διοριστέον: διαχωριστέον. διοτρεφής: ὑπὸ Διὸς τεθραμμένος. διωρίζετο: διεβεβαιοῦτο. δισκεύων: ἐκδεχόμενος. ἢ κυλίων. δυσωπεῖσθαι: ὑφορᾶσθαι. φοβεῖσθαι. μεθʼ ὑπονοίας σκυθρωπάζειν. ἔνιοι δέ, οἳ καὶ μὴ Ἀττικοί, τὸ αἰδεῖσθαι. Οὕτως οἱ Ἕλληνες· ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται. διπτυχία: δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν ὑπεστρῶσθαι, τὸ δʼ ἕτερον ὑποβεβλῆσθαι· ἀντὶ τοῦ δίπλακα, διπλά. διʼ ὅτι: ἔσθʼ ὅτε καὶ ἀντὶ τοῦ ὅτι λαμβάνεται· οὕτως γὰρ ἄλλοι πολλοί, καὶ Ἱεροκλῆς. διφυᾶ: δύο φύσεις ἔχοντα. διχομηνιαία: πεντεκαιδεκαταία τοῦ μηνός, ἢ τῆς σελήνης. δίωκε: ζήλου. ἐπιτήδευε. διῳκισμένος: κεχωρισμένος. διώνυμον: διαβόητον. ὀνομαστόν. περίφημον. διωρυχή: διάνοιξις τοίχων, ἢ χωμάτων, ἢ πωμάτων. διωσόμεθα: ἀπωσόμεθα. ἢ πεμψόμεθα. διωστῆρσιν: ἀναφορεῦσιν τοῖς ἀναβαστάζουσιν. διωθούμενοι: ἀνατρεπόμενοι. ἐκβαλλόμενοι. δμηθέντα: δαμασθέντα. ὑπείξαντα. δνοπαλίξεις: τοῦτʼ ἔστιν, διὰ τῶν χειρῶν κινήσεις καὶ ἐκτινάξεις. δνοφερόν: μέλαν. σκοτεινόν. δογματίζει: θεολογεῖ. φυσιοῦται. δόκησις: ὑπόνοια. ἢ τὸ μὴ ὄν, νομιζόμενον δέ, ὅ ἐστι φαντασία, καὶ σκιά, καὶ ὄναρ. δόκωσις: ἡ στέγη. δολιχά: μακρά. πολλά. δολόμητις: δολιόβουλος δόνακες: κάλαμοι ἁλιευτικοί. ἢ αὐλοί. δολιχεύουσι: περιοδεύουσι. δόξα: ὑπόνοια. ὑπόληψις. δοξάριον: δόξα, ὑποκορυστικῶς. δοξασίας: δόξης. ὑπολήψεως. Δίων ἐν Ῥωμαϊκῶν νγʹ· πρόσεστιν δὲ καὶ τῆς ἐμῆς δοξασίας. δοξοκοπία: κενοδοξία. δόρατα: λογχάρια. δορπιστός: δείπνου ὥρα. δορύκτητος: αἰχμάλωτος. δορυφορεῖ: τιμὴν περιποιεῖ. ὀψηεύει … πομπεύει. τιμᾷ. δοξάζει. δορυφόροι: φύλακες. ὑπηρέται βασιλέως. ὁπλοφόροι. ὑπασπισταί. ἐπιστάται. ἐπιτηρηταί. δοῦπον: ψόφον. δουρίληπτος: αἰχμάλωτος. δουροδόκης: τῆς τὰ δόρατα δεχομένης. δόχμη: σπιθαμή. δραματουργήσας: συνθήσας. δρᾶμα: ποίημα. πρᾶγμα. ὡς καὶ δρᾶσαι καὶ πρᾶξαι. λέγεται δὲ καὶ δρᾶμα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα, ὡς ἐν ὑποκρίσει. δραπετεύσας: φυγών. δράσας: ποιήσας. δρασμός: φυγή. δραστήριος: πρακτικώτατος. ὀτρηρός. δρεπανηφόρος: ξιφηφόρος. δρέπεται: θερίζεται. τρυγᾶται. ἀπανθίζεται. δρέπου: τρύγα. δρεφθῆναι: ἀποδρεπανισθῆναι. δρυπέτης: ὁ πέπειρος καρπὸς τῶν δένδρων. δρύπτεται: ξύεται. δρῦς: εἶδος δένδρου, καὶ πᾶν δένδρον. δρυτόμος: ὑλοτόμος. δρύφη: ξέσματα. δρύφακτοι: ξύλινοι θώρακες. τὰ διαφράγματα. ἢ τὰ περιτειχίσματα. δρύψαι: ἀποξέσαι. δρώμενα: πραττόμενα. ἐνεργούμενα. δυάζει: φλυαρεῖ. ἀλογεῖ. δυοῖν: ἀντὶ τοῦ δύο. δύης: κακοπαθείας. δύη γὰρ ἡ κακοπάθεια καὶ ἡ δυστυχία· ὅθεν καὶ δοῦλος, δυηλός τις ὤν. δῦναι: κατελθεῖν. ἢ εἰς δύσιν ἀπελθεῖν. δυσάγωγος: δυσχερής. δυσπειθής. δῦσαι: ἀποδῦσαι. δυσάλγητον: ἀσυμπαθές. δυσαλθές: δυσίατον. δυσάλωτον: δύσληπτον. δυσνόητον. κακονόητον. δυσανασχετοῦσι: βαρέως οἴσουσι. παραιτοῦνται. δυσαρεστούμενος: μὴ ἀρεσκόμενος. δυσαχθές: βαρύ. ἀβάστακτον. δυσαριστοτόκεια: δυστυχῶς ἄριστον τεκοῦσα. ἢ διὰ τὴν ἀριστείαν δύστηνον. δυσβουλία: κακοβουλία. δυσγενής: ὁ ἐκ κακοῦ γένους. δυσδιάλλακτον: δυσθρήνητον. δυσδιάφευκτον: δυσχερῶς λανθάνον. δυσαιάκτου: δυσθρηνήτου. δυσέκλυτα: δυσχερῶς λυόμενα. δυσέκτων: δυσγνώμων. δυσέμβολος: δυσεπιχείρητος. δυσέντευκτος: δυσομίλητος. δυσέξοιστον: δυσεκκόμιστον. δύσερως: κακὸς ἔρως. δύσεριν: φιλονεικίαν, ἀπὸ τοῦ δυς, ὅ ἐστι κακόν, καὶ τὴν ἔριν. δυσθήρατος: δυσεύρετος. δυσήνυτον: δυσκατόρθωτον. δυσήνεμον: τὸ κακοὺς ἀνέμους ἔχον. δυστάραχον. δυσηνίους: δυσπειθεῖς. ἀνυποτάκτους. δυσαγώγους. δυσμετόχους. τοὺς ἐκ μεταφορᾶς τῶν ἵππων· ἡνία γὰρ τὰ λῶρα. δυσκάθεκτον: δυσνόητον. ἀκατάληπτον. δυσκελάδου: κακοήχου. δυσκλεές: ἄδοξον. ἄτιμον. ἀπρεπές. δύσκωφος: ὁ ἐκ μέρους ἀκούων. δυσμένεια: ἔχθρα. δυσμαῖς βίου: τῷ τέλει τῆς ζωῆς. δύσμηνις: βαρύθυμος. ὀργίλος. μνησίκακος. δύσοδος: τραχεῖα. δυσχερῆ διάβασιν ἔχουσα. δυσοίκτου: δυσθρηνήτου. δύσοιστος: δυσφόρητος. δυσόρφναια: μέλανα. δύσοσμος: δυσώδης. δυσπαίπαλος: τραχεῖα. δυσπέμφελον: δυστάραχον. δύσπαρι: ἐπὶ κακῷ ὠνομασμένε· τουτέστι ζήσας, ὡς Πάρις δυσώνυμος. δυσπετής: δυσχερής. δυσπόριστον: δυσεύρετον. δυσπρόσιτα: δυσχερῆ ἐγγισθῆναι. δύστηνος: ταλαίπωρος. δυστυχής. ἄθλιος· παρὰ τὸ στένω. δυστόπαστος: κακοϋπονόητος. δυστοπώτατα: δυσχερέστατα. δυσφώρατος: δεινότατος. θλιβερώτατος. δυστράπελος: δύστροπος. ἄμορφος. δυσμετάθετος. δυσώνυμος: κακώνυμος. δῶ: κατὰ ἀποκοπήν, δῶμα. οἶκον. δωδωναῖος: ὁ Ζεύς, παρόσον ἐν Δωδώνῃ τῆς Θεσπρωτίας ἐτιμᾶτο. δωδώνη: πόλις ἐν τῇ Θεσπρωτίδι Πελασγία. δωμάτιον: οἰκημάτιον. δωροδοκήσας: δῶρα λαβών· καὶ δωροδοκίαν, τὴν δωρόληψιν. δωροδόκος: δῶρα δεχόμενος. δῶρον: καὶ ἡ ἐπὶ χάριτος δόσις. καὶ ὁ παλαιστής. καὶ ὁ μισθός. δῶ: δός· Ἀργεῖοι. δῷα: ὅμοια. ᾦα.
Ε.ἔα δή: ἀντὶ τοῦ, ἄγε δή. ἐακότες: παρῃτημένοι. ἀποπεπαυκότες. ἑάλωκεν: ἐλήφθη. ἑβδομάτη: ἑβδόμη. ἐβρωτίων: σκωληκοβρώτων. ἔγγειον κτῆσιν: ἐπὶ γῆς. ἐγγίον: ἐγγύτερον. ὑπόγυον. νεωστί. ἐγγυήσασθαι: μνηστεύσασθαι. ἐγγύθετος: ὁ προσεδρεύων τόπος. ἔγγυον: ἀσφαλές. ἐγγυῶ: ἐκδίδωμι. ἐγεγήθει: ἔχαιρεν. ἐγκάθετος: δόλιος κατάσκοπος. ἐγκάρσιον: πλάγιον. ἔγκασιν: ἐγκάτοις. ἔγκειται: ἐπίκειται. λίαν ἐπιθυμητικῶς ἔχει. ἐγκατέσκηψαν: ἐφώρμησαν. ἐπέδραμον. ἐπεδράξαντο. ἐγκότως: ὀργίλως. ἐγκεντρωθείς: ἀσφαλισθείς. ἐγκοπή: ἔνεδρον. ἐμπόδιον. ἐγκισσήσωσιν: συλλάβωσιν. ἐπιθυμήσωσιν. ἐγκότημα: ὀργή. ἔγκρις: γλύκασμα ἐξ ἐλαίου ὑδαρές. ἐγκύκλιον: ἁπανταχοῦ. καθολικόν. ἐγκύκλια: τὰ ποιητικά. ἐγκώμιον: κώμη γὰρ τὰ τοῦ δήμου συστήματα· οἷον, ἔνδημον. ἐγκρυφίας ἄρτος: ὁ ῥυπώδης. ἐγνωσμένον: κεκριμένον. ἐγρήγορεν: ἔνηφεν. ἐγρήγοροι: ἄγγελοι. ἔγρυξεν: ἐφθέγξατο. ἐγχειρίδιον: ξίφος. ὄργανον τμητικόν. ἔγχος: δόρυ. ἐγχρίμπτεται: ἐγγίζει. ἐγχρίμπτων: προσπελάζων. προστρίβων. ἐγχώριον: οἰκεῖον. ἐγώ σου ὀναίμην: ἐγώ σου ἀπολαύσω. ἔδαισεν: εὐώχησεν. ἐδάμη: ἐδαμάσθη. ἐδάσαντο: διεμερίσαντο. ἔδαφος: γῆ. ἐδεδίεσαν: ἐφοβήθησαν. ἐδεδίειν: ἐδεδίξατο: ἐφοβήθη. ἐδέδμητο: ᾠκοδομήθη. ἐδείμαντο: ᾠκοδόμησαν. ἐδείναζον: δεινῶς ἔφερον. ἔδειραν: ἐξέδειραν. ἕδεσιν: ἱεροῖς. ἐδεστή: βρωτή. ἐδέκαζεν πολλούς: ἐδωροδόκει πολλούς. ἐδεύετο: ἐνδεὴς ἐγένετο· ἐν ἑτέρῳ, ἐκορέννυτο. εὐφραίνετο. ἐβρέχετο. ἕδη: τὰ ἱερά. ἐδημώθη: ἐν τῷ δήμῳ διεδόθη. δῆλος πᾶσιν ἐγένετο. Οὕτως Δίων ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ· καί τις λόγος περὶ αὐτοῦ τοιόσδε ἐδημώθη· καὶ ἐδημοσίωσαν, δημόσιον ἐποίησαν. ἐδήτυος: βρώσεως. ἐδῄωσαν: κατέκοψαν. διέφθειραν. ἕδνα: πρὸ γάμου δῶρα. ἐδικαιώθησαν: δίκαιοι ἐκρίθησαν, ἐνομίσθησαν· σημαίνει δὲ καὶ τὸ ἐναντίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκῶν πεντεκαιδεκάτῳ· ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως, καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας, οὐκ ἤνεγκαν δικαιωθέντες, ἀλλʼ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου, καὶ οἱ Συρακούσιοι τοῦ μαρκέλλου κατηγορῆσαι, καὶ ἐδικαιώθησαν ἐν τῷ συνεδρίῳ. Πολλαχοῦ δὲ καὶ οὕτω κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰρημένου, ὡς ἐν τῷ ἑκκαιδεκάτῳ· καὶ πάντες ἀποθανεῖν ἐστε ἄξιοι· οὐ μέντοι ἐγὼ πάντας ὑμῶν θανατώσω, ἀλλʼ ὀλίγους μὲν οὓς συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι. Ἀλλαχοῦ δὲ πολλαχοῦ ὁμοίως. ἔδουσιν: ἐσθίουσιν. ἔδος: ἔδαφος. ἕδρασμα. ἱερόν. ναός. ἐδωδή: τροφή. ἐδωδίμων: βρωσίμων. ἔδων: ἐσθίων. ἐέλδωρ: ἐπιθύμημα. βούλημα. ἕζεσθαι: καθέζεσθαι. ἕζετο: καθέζετο ἐζήλωσεν: ἐπεθύμησεν. ἐζωσμένοι: ἐκδεδυμένοι. ἐθαγενής: ἐγχώριος. ὁ ἐν τόπῳ γεγενημένος. ἐθανατώθη: θανάτου κατεκρίθη. ἐθάδες: συνήθεις. φίλοι. ἐθελοθρησκεῖ: ἰδίῳ θελήματι σέβει τὸ δοκοῦν. ἐθελοκάκως: ἑκουσίως τὸ κακὸν ἐκλελεγμένον. ἐθελοκώφων: μὴ βουλομένων ἀκούειν, θελήσει παρακουόντων. ἐθελοντής: βουλόμενος. ἢ χωρητός. ἐθελουργός: ἕτοιμος. ἔθεσαν: ἐποίησαν. ἔθηκεν: ἐποίησεν· κυρίως. ἐθημοσύνη: συνήθεια. ἐθισμός. ἐθνῖται: οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους. ἐθοινήσαντο: εὐωχήθησαν. εἶα: ἄγε. φέρε. εἴβειν: στάζειν. εἴβεσθαι: δακρύειν. στάζειν. εἰ δʼ ἄγε νῦν: διʼ ὃ δή. εἶθαρ: ἔδεσμα. εἰδεχθές: ἄμορφον. ἀπρεπές. μυσαρόν. σεσαπρισμένον. σικχαντόν. εἴη: ἄγε δή, συγκατάθεσις γενῆται· ἔστι καὶ ἔξεστιν. εἰδομένη: ὁμοιωθεῖσα. εἶδος: μορφή. σχῆμα. καὶ ὁμοίωμα. εἶεν: ἄγε δή· συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα· δασύνεται δὲ καὶ τὸ ἕν. εἴδωλον: σκιοειδὲς ὁμοίωμα. ἢ φαντασία σώματος· σκιά τις ἀεροειδής, ὡς καὶ Βακχυλίδης, μελαγκεθὲς εἴδωλον ἀνδρὸς Ἰθακη-σίου. Καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας, τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δέ, ἡ ὑπόστασις ἡ ἀληθής· δεῖ οὖν νοεῖν, ὡς φαντασίαν σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὲν καὶ ὑπόστασιν ἀληθῆ. εἶθαρ: εὐθέως. ἢ εὐθύς. εἰκαιοβουλία: ματαιοφροσύνη. εἰκαιομυθεῖ: φλυαρεῖ. εἰκαῖον: μάταιον. ἀνωφελές. εἰκῆ: ματαίως. εἴκοι: ὑποχωροίη. εἴκομεν: ὑποχωροῦμεν. εἰκοτολογῆσαι: ἐστοχασμένως εἰπεῖν. εἰκός: πρέπον. ἢ ἀκόλουθον. εὔλογον· λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ τάχα. εἰκότως: δικαίως. εἴκων: ὑποχωρῶν. εἰλαπινάζων: εὐωχούμενος. εἰλαπιναστής: συμπότης. εἰλαπίνη: ἑορτή. εὐωχία. εἰλαδόν: κατὰ συστροφήν. εἰλάρχας: ταξιάρχας. εἴλας: ἀγέλας. εἰλείθυιαι: αἱ ἐπὶ τῶν τικτουσῶν θεαί. εἵλετο: ἠθέλησεν. εἷλεν: ἐλάμβανεν. ἀνεῖλεν. ἐνίκησεν. ἐκράτησεν. εἴληχεν: ἔλαχεν. εἴληφεν. εἴλιγγον: σκότωσιν. εἵλομεν: ἐπορθήσαμεν. εἰλόμενον: συνελαυνόμενον. ἐγκλειόμενον. εἷμα: ἱμάτιον. ἔνδυμα. εἱμαρμένη: γένεσις. εἶμι: πορεύομαι. εἵποντο: ἠκολούθουν. εἴρ: λαῖλαψ. ἢ λαμπηδών. εἴργεσθαι: κωλύεσθαι. εἴπερ: καθάπερ. ἐάν. οἷον. εἰρεσίας: κωπηλασίας. εἴρετο: ἠρώτα καὶ ἔλεγεν. εἰροκόμῳ: ἐπιμελεῖ. ἐριουργῷ. εἶρος: πτωχός. εἰροπόκοις: ἐρίων πόκους ἔχουσιν· πόκοι δὲ εἴρηνται παρὰ τὸ πέκειν, ὅ ἐστιν ξαίνειν. εἱρχθέντες: πνιγέντες. εἴρω: συνάπτω, ὅθεν καὶ εἱρμός. εἰρωνεία: χλεύη. ἀπάτησις. ὑπόκρισις. κερτομία. εἷρπον: μετὰ σχολῆς ἐβάδιζον. εἴσῃ: μαθήσῃ. εἰσαγγελία: δηλατορία· ἡ εἰσαγγελία δὲ καὶ γραφὴ διαφέρει· εἰσαγγελία μὲν γὰρ ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων γίνεται· γραφὴ δὲ καὶ ἐπὶ μικρῶν· καὶ κυρίως γραφὴ ἐπὶ τῶν τὰ παράνομα γραφόντων. Εἰσαγγελία κυρίως ἡ περὶ κοινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν Πρυτανέων, περὶ ὧν διαῤῥήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι· συγχωροῦσι δὲ κρίσεις γίνεσθαι· καὶ τοῦτό ἐστιν, οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον, τὸ τῶν ἀγράφων ἀδικημάτων. εἰσεκώμασεν: εἰσῆλθεν. εἰς ἓν ἰόντα:.... εἰσέφρησα: εἰσέδυσα ἑαυτόν· καὶ εἰσέφρησεν, εἰσήγαγεν, καὶ εἰσφρήσας, εἰσελθών. εἰσέφρουν: εἰσεδέχοντο. εἰσεχεύοντο: εἰσήρχοντο. εἰσήγημα: ψήφισμα. εἰσηγούμενος: διδάσκων. εἰσηγορία, καὶ ἐπηγορία, καὶ κατηγορία: ἀντὶ τοῦ μέμψις καὶ λοιδορία. εἰσήλατο: εἰσεπήδησεν. εἶσι: πορεύεται. εἰς καιρόν: εὐκαίρως. εἰσκεκριμένον: ἐπείσακτον. εἰς κόρακας: εἰς σκότος εἰς ὄλεθρον. εἰσκρίνειν: εἰσχωρίζειν. εἰς Κυνόσαρκες: εἴρηται ἐπὶ ὕβρει, καὶ ἀρᾷ, ἔστι δὲ τόπος ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς νόθους τῶν παίδων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος· καὶ γὰρ Ἡρακλεῖ θύοντος, κύνα λευκὸν ἢ ταχὺν ἁρπάσαντα τοῦ θυομένου τὰ μηρία αὐτοῦ καταθεῖναι· καὶ ἐπερωτήσαντας τοὺς θεοὺς λαβεῖν χρησμόν, ἱερὸν Ἡρακλέους ἱδρύσαι τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὤν, ἴσα θεοῖς ἐτιμᾶτο. εἰσκυκλεῖ: εἰσφέρει. καὶ ἐπισυνάπτει. καὶ ἐπεισκυκλεῖ. εἰς λῆξιν: εἰς τελειότητα. εἴσομαι: γνώσομαι. εἰς ὅ τι δή: ἕως ἄν. εἰς παραβολήν: εἰς γέλωτα. εἰς διήγημα. εἰσπεπαίκασιν: εἰσπεπηδήκασιν. εἰσποιητόν: θετόν. οὐ γνήσιον. εἴσπραξις: ἀπαίτησις. εἰς τοὔμπαλιν: εἰς τοὐναντίον. εἴ σφιν: εἰ ἑαυτοῖς. εἰσφορά: τέλεσμα. εἰσφρήσασθαι: εἰσδέξασθαι. εἴτω: πορευέσθω. εἶχεν: ἐγεγαμήκει. ἕκαθεν: πόῤῥωθεν. ἔκαμον: ἐκοπίασαν. ἐκαπήλευσεν: ἐδόλωσεν. ἑκατόμβην: ἑκατὸν θυσίας· κυρίως ἡ ἀπὸ ἑκατὸν βημάτων, ἤγουν εἴκοσι πέντε ζώων. ἑκατόμβοιος: ἑκατὸν βοῶν ἄξιος. ἐκβακχευθείς: ἐκμανείς. ἐκλογιζόμενος. ἐμπυρισθείς. ἐκβρασθῇ: ἐκβληθῇ. ἐκριφῇ· λέγεται δὲ ἐπὶ τῶν ὑπὸ τῆς θαλάσσης ἐκριπτομένων. ἔκδεια: ἡ κεχρεωστημένη λοιπάς· ἔκδεια γάρ ἐστιν τὸ μέρος καταβάλλειν, ὧν ὀφείλει τις, καὶ μὴ πάντα· ἔνδεια δὲ τὸ μηδὲν ἔχειν· ὡς εἶναι τὸ μὲν ἑκούσιον, τὸ δὲ ἀκούσιον. ἐκδειματοῦντες: ἐκφοβοῦντες. ἐκδιαιτηθῆναι: διαπραθῆναι. ἐκδιῄτησεν: κακῶς διῴκησεν. ἐκδίκους: δικαίους, ἢ μᾶλλον οἱ ἔξω τοῦ δικαίου ὄντες. ἔκδοτος: προδεδομένος. ἐκενώθησαν: ἀντὶ τοῦ ἠρημώθησαν. ἔκζεσις: ἔκβρασμα. ἐκεχειρία: ἄνεσις. ἀργία· κυρίως δὲ ἡ τοῦ πολέμου ἀνοχή. ἐκθειᾶσαι: θεοποιῆσαι. ἔκθεσμον: παράνομον. ἔκθετα: ἐκριπτόμενα. ἐκθορεῖν: ἐκδραμεῖν. ἐκφυγεῖν. ἐκθρώσκειν: ἐκπηδᾷν. ἐκθύμως: προθύμως. ἐκίσσησεν: ἐν γαστρὶ ἔσχεν. ἔλαβεν. ἐγέννησεν. ἐκκαλεῖται: προκαλεῖται. ἐκκαπηλεύειν: δόλον πανουργεῖν. ἐκκαρπωσάμενοι: προσόδους μεγάλας λαβόντες. ἐκκεκρικώς: ἐκκεχωρικώς. ἐκκήρυκτον: ἀπόβλητον. ἐκκλησίαν: συναγωγὴν ὄχλου. ἐκκλητικῶς: ἐκκαλούμενος. ἐκλείαντος: ἀντὶ τοῦ ἀπαιτήσαντος· οὕτως Αἰσχίνης. ἐκκλήτευε: ὅ ἐστιν, τῇ σῇ φωνῇ κάλεσον αὐτόν, ὦ κῆρυξ· ἐκινδίνευε γὰρ ὁ καλούμενος καὶ μὴ ὑπακούων, ὡς καταφρονῶν τὸν νόμον. ἔκκλητον: τὴν ἐπὶ συνόδῳ παραίτησιν. ἐκκομιδήν: ἐκφοράν. ἐκκρίνειν: δοκιμάζειν. ἐκκρίνεται: ἐκρίπτεται. ἐκρεῖ. λαμβάνεται δὲ ἐπὶ τῆς ἀνθρωπίνης γονῆς· ἔστι γε μὲν καὶ τῆς τῶν κτηνῶν. ἐκκυμανθῆναι: ἐκ τοῦ κύματος τῷ λιμένι προσορμισθῆναι. ἔκκριτον: ἐπίλεκτον. προκεκριμένον. ἐκκυκλεῖ: ἐκκαλύπτει. ἔκλαγξαν: ἤχησαν. ἐκλέγοντες: παρακαλοῦντες. ἐκλιπαρεῖ: παρακαλεῖ. ἐκλογιστίαν: ἀρίθμησιν. ἔκλυεν: ἤκουσεν. ἐκέλευσεν. ἐκμαγεῖον: ἐκτύπωμα. ἐκσφράγισμα. ἐκμαλθακῶσαι: ἐκμαλάξαι. χαυνῶσαι. ἐκμειλίσσεσθαι: καταπραΰνειν. ἐκμηχανώμενος: κατασκευάζων. ἐκμυζήσας: ἐκπιάσας. ἐκθλίψας. ἐκνενέμηται: ἐξῆλθεν. ἐκνεφίας: ἐκ νεφῶν ἄνεμος. ἔκνισεν: ἐκίνησεν. καθήψατο. ἐκνόμοις: παρανόμοις. ἐκνοσηλεύων: ἐκθεραπεύων. ἐκολῴα: ἐθορύβει. ἐκομπάσθη: ἠπάτηται. εἰς ὄγκον διετέθη. ἑκοντί: ἐθελοντί. ἑκουσιάζομαι: προσφέρω. ἐκ παραλλήλου: ἐξ ὁμοίου. ἐκπεπολέμωται: ἐχθρωδῶς διάκειται. ἐκ περιουσίας: ἐκ περιττοῦ. ἐκ περιτροπῆς: ἐξ ἀποστροφῆς. ἐκ νίκης. ἐκπέρσαι: ἐκπορθῆσαι. ἔκπλεα: πλήρη. ἐκπλήσει: πληρώσει. ἔκπωμα: φιάλη. ποτήριον. ἐκποδὼν γενέσθαι: φυγεῖν. ἢ ἐξαλείφεσθαι. ἢ ἐκ τοῦ μέσου γενέσθαι. ἐκπορποῦσθαι: ἐκφιβλοῦσθαι. ἐκπρεπεῖς: ἐπίσημοι. ἐκ προνοίας: ἑκουσίως. ἔκπυστα: ἐξάκουστα. ἔκρινεν: ἐχώρισεν. ἐπελέξατο. ἐκσιφωνισθείη: ἐκρυῇ. διασκορπισθείη. ἔκστασις: θαυμασμός. ἢ ἀλλοίωσις. ἐκταδόν: ἐκτεινόμενον. ἐκτικόν: τὸ ἀνέξει γινόμενον. ἐκτικῶς: σχετικῶς. ἀγαπητικῶς. οἰκειωτικῶς. ἐκτετικότες: ἀποδεδωκότες. ἐκτιθέναι τὸ βρέφος: ἀντὶ τοῦ εἰς βορὰν θηρίοις, ἢ ἄλλως εἰς διαφθορὰν παρατιθέναι ἐπʼ ἐρημίαις. ἐκτιννύων: ἀποδιδούς. ἐκτῖσαι: ἀποδοῦναι. ἐκτολυπεῦσαι: ἐκπληρῶσαι. ἐκτομίας: εὐνοῦχος· ἄλλοι δὲ ἐκνοῦχος, παρὰ τὸ ἔξω τὸν νοῦν ἔχειν. ἔκτοπα: ξένα. ἐκτόπως: μεγάλως. ἀπρεπῶς. καὶ ἀντὶ τοῦ ἄγαν. ἐκτοπώτατον: ἐξεστραμμένον. ἐκτὸς ἰόντας: ἐξερχομένους. ἐκ τοῦ παραχρῆμα: ἐκ τοῦ ταυτομάτου. ἐκτρυχωθείς: ἐκπιασθείς. ἐκφθαρείς. ἐκτραχηλίζου:.... ἐκτυποῖ: ἐξομοιοῖ. ἐκύκα: ἐτάρασσεν. ἐκύρουν: ἐτύγχανον. ἐκφαντορίᾳ: ἐκφανῶς. φανερῶς. ἐκφαυλίζων: εὐτελίζων. ἐκφέρεται: λέγεται. ἢ ἐκκομίζεται. ἐκφοιτᾷ: ἐξέρχεται. ἐκφοράν: ταφήν, ἐκ τοῦ ἐπὶ μνήματος ἐκφέρεσθαι. ἐκφορούμενοι: κορεννύμενοι. ἐκφῦναι: ἐκγεννηθῆναι. ἔκφυσιν: βλάστησιν. ἢ γονήν. ἐκωδωνίζοντο: περιβόητοι ἐγένοντο. ἐκ τῶν παρόντων, καὶ ὡς ἐκ τῶν παρόντων: ἐκ τῶν ὑπαρχόντων, καὶ ἐνεστηκότων, καὶ εὐπορουμένων. ἐλατῆρα: ἀπελατικήν. ἐλατῆρι: ἡνιόχῳ. ἐλαφηβόλος: κυνηγός. ἔλεγος: θρῆνος. ἐλέγχιστος: ἐπονείδιστος. ἑλεῖν: λαβεῖν. ἐλελιξάμενος: ἐπιστραφείς. ἐλελίχθησαν: συνεστράφησαν. ἐλεόθρεπτον: τὸν ἐν ἔλει τεθραμμένον. ἑλεπόλεις: μηχανήματα πόλεις πορθοῦντα· καὶ τὰ λιθοβόλα ὄργανα, διʼ ὧν αἱ πόλεις ἁλίσκονται· λιθόβολα δέ, τὰ λιθόλευστα. ἑλέσθαι: θέλειν. ἑλετή: ἀναιρεθῆναι δυναμένη. ἐλευθεροστομῶ: παῤῥησιάζομαι. ἔλεψεν: ἐλέπισεν. ἐλήθετο: ἐπελάθετο. ἐληΐζοντο: ἐλῃστεύοντο. ἐλήλακεν: ἐλήλυθεν. ἐλήλαται: συνέχεται. ἐληλεγμένον: κατῃσχυμμένον. ἑλικῶπις: εὐόφθαλμος. ἕλικας: τὰ περὶ τοὺς καρποὺς ψέλλια ἢ ἐνώτια. ἐλιπάρησεν: παρεκάλεσεν λιπαρῶς. ἑλισσόμενος: ἀναστρεφόμενος. ἐλίσσοντο: ἱκέτευον. ἐλιχθέντων: συστραφέντων. ἑλκηθμός: σπαραγμός. ἑλκυσμός. ἑλκεσίπεπλοι: ἑλκόμεναι τοὺς πέπλους ἐν τῷ φορεῖν. ἕλκος: τὸ τραῦμα· ἡμεῖς δὲ τὸ χρονίσαν. ἕλλην: φρόνιμος. ἐλλόβια: ἐνώτια. σκολαρήκια … ἕλοιτο: θέλοιτο. ἑλόμενος: θέλων. ἑλόντες: λαβόντες. ἐλοχεύθη: ἐγεννήθη. ἐγαμήθη. ἕλος: δίυλος τόπος ἢ δασύς· ἢ ὕδατος ἰλὺς ἐγκεχυμένου πηλοῦ καὶ βαθείας ὕλης, ἢ παπύρου, ἢ καλάμου ἐκφυομένης ἀεὶ τοῦ πηλοῦ, ὑπερανεστηκυίας τοῦ ὕδατος. ἐλυμήνατο: ἔβλαψεν. ἐλυσάμην: ἀπέδωκα. ἔλυτρον: ἐκπέτασμα. ἐλύσατο: ἐλυτρώσατο. ἐλωβήσατο: ὕβρισεν. ἕλωμαι: ἀφέλωμαι. λήψομαι. ἑλώρια: ἑλκύσματα. σπαράγματα. ἐλῶσα: ἐλαύνουσα. καθελοῦσα. λαβοῦσα. πορθοῦσα. ἑλῶσι: καταλάβωσι. ἐλώφησεν: ἐπαύσατο. ἐμβαδόν: διὰ τοῦ εἰς ναῦς ἐμβῆναι. ἐμβαλεῖς: εἰσελεύσῃ. ἐμβατεύων: ἐπιβαίνων. ἔμβολα: μοχλοί. ἀσφάλειαι. ἐμβολάς: ὁρμάς. ἐπιδρομάς. ἐμβολήν: κλεισούραν. εἴσοδον. ἐμβόλιμος: ἀτελής. ἔμβραχυ: ἁπλῶς. ὅλως. συντόμως. ἐμβριθές: στεῤῥόν. στιβαρόν. ἐμβριμᾶται: μετὰ αὐστηρότητος ἐπιτιμᾷ. ἐμβρόντητος: καρδιόπληκτος. μαινόμενος. ἔκφρων. ἔμβρυον: νεογνὸν βρέφος. ἢ τὸ ὠμὸν καὶ ἄπεπτον. ἐμιτρώσατο: ἐζώσατο. ἐμματάζων: ματαιολογῶν. ἐμμελῶς: συνετῶς. εὐρύθμως. ἐμόγησα: ἐμόχθησα. ἐκακοπάθησα. ἐκοπίασα. ἐμνήσθην: ἀντὶ τοῦ ἐπλήρωσα· ταῦτα λέγων Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ἐπεὶ δὲ ἐμνήσθην τῶν διαψηφίσεων. ἐμνώοντο: μνήμην ἐποίουν. ἢ ἐμνηστεύοντο. ἔμπαλιν: ἀντὶ τοῦ εἰς τοὐπίσω. ἐπεναντίον. ἐκπαροινοῦντες: ὑβρίζοντες. ἐμπάζεται: ἀναβάλλεται. ἐνθυμεῖται. ἢ ἐντρέπεται. ἢ φροντίζει. ἔμπεδα: βέβαια. ἐμπεδοῖ: βεβαιοῖ. ἀσφαλίζεται. ἐμβριθῆ νοῦν: στεῤῥόν, καὶ ἔμφρονα λογισμόν. ἐμπερονῆσαι: διατρῆσαι. ἐμπίς: κώνωψ. ἔμπλεως: πλήρης. μεστός. ἔμπληκτοι: μεμηνότες. ἐμποδοστάτης: ἐμποδίζων. ἐμπολεύων: πραγματεύων. ἐμποδών: Θουκυδίδης ὀγδόῳ, ἀντὶ τοῦ προχείρους· φησὶ γὰρ τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν· ποῤῥωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν· Πλάτων δέ, ἀντὶ τοῦ ἐν μέσῳ· Ἰσαῖος δέ, ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσίν· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι, τουτὶ γὰρ παντελῶς ἐμποδών ἐστιν. Ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου. Φησὶν ἐν βʹ. φιλοσοφουμένων, περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημεν καὶ παῖδας ἀνείλετο, καὶ οὐσίας ἐπεμελήθη μηδενὸς ἐμποδὼν ὄντος. ἐμπολήσομεν: ἐμπορευσόμεθα. συνάξομεν. ἐμπολή: φορτίον. ἢ κέρδος. ἐμπομπεύων: ἐπιφαίνων. θριαμβεύων. ἔμπουσα: Ὀνοσκελοῦς φάσμα Ἑκαταῖον. ἔμπουσα μαινάς, ὦ τάλαινα καρδία. ὁ Θεολόγος. ἔμπορος: ὁ ναύλου ἕνεκα πλέων ἐπʼ ἀλλοτρίας νεώς. ἢ πραγματευτής. ἐμπύρευμα: ἔναυσμα. σπέρμα πυρός. ἐμπύρου: θέρμης. ἐμφαίνει: σημαίνει. δηλοῖ. ἔμφασιν: ἐννόησιν. ἢ τὸ μέγεθος. ἐμφατικῶς: ἐννοητικῶς. ἐμφέρεια: ὁμοιότης. ἐμφιλοχωρῶν: τὴν χώραν ἀγαπῶν. ἐμφορούμενος: κορεννύμενος. ἐναβρύνεται: μεγαλοφρονεῖ. καυχᾶται. ἐνάγει: ἐμβιβάζει. ἐνάπτει. ἐφέλκεται ἢ προτρέπεται. ἐναγής: μιαρός. ἀκάθαρτος. ἐναγισμοί: ὁλοκαυτώματα. ἔναγχος: πρὸ ὀλίγου. ἀρτίως. ἐν αἰθρίᾳ: ἐν φανερῷ. ἔναιον: ᾤκουν. ἐναίσιμος: δίκαιος. καθήκων. ἐν ἀκαρεῖ: ἐν βραχεῖ. ἐν ὀλίγῳ. ἐνακμάζων: ἐνισχύων. ἐνάλια: θαλάσσια. ἐναλόντες: ἐμπεσόντες. ἐναποματτόμενοι: ἐντυποῦντες. ἐναργής: φανερός. ἐναπομόργνυνται: ἐναποτίθενται. ἐνάρθρως: ἠκριβωμένως. ἐναρμόνιον: ἐμμελές. ἐν ἄστει: ἐν τῇ πόλει. ἐναυλισθῆναι: ἐνοικισθῆναι. ἐναύλισμα: οἴκημα. ἔναυλον: οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔτι ἐνηχούμενον. ἐναύλους: τοὺς χειμερινοὺς ποταμούς, παρὰ τὸ αὐλεῖν. ἐναύσματα: ἀρχάς. ἐμπυρεύματα. ὑπεκκαύματα. ἐνδεῖν: χρῄζειν. ἐνδελεχισμός: ἐπιμονή. λέγεται δὲ καὶ ἡ καθημερινὴ θυσία· οὕτως εὗρον ἐν τῷ κατὰ Ἰουδαίων λόγῳ τοῦ Χρυσοστόμου· τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνὸν καὶ τὸ συνεχὲς σημαίνει. Τοῖς Ἰουδαίοις ἔθος ἦν, φησί, καὶ ἐν τῇ ἑσπέρᾳ καὶ ὑπὸ τὴν ἕω καθʼ ἑκάστην ἡμέραν τῷ θεῷ θύειν, διʼ ὃ τὴν θυσίαν ἐκείνην ἐνδελεχισμὸν ἐκάλουν· οὕτως Ἰωάννης ὁ Χρυσόστομος. ἐνδέξια: αἴσιμα. καλά. ἐνδιαίτημα: διατριβή. ἔνδικον: δίκης ἄξιον. ἢ δίκαιον· καὶ ἐνδικώτερον ἀντὶ τοῦ δικαιότερον. ἐνδούς: ἀραιώσας. ἐνδρανής: πρακτικός. ἐνδοίαστον: ἀμφίβολον. ἄπιστον. ἀνυστόν. δυστακτικόν. ἐνεβριμήσατο: ὠργίσθη. ἐνεγκαμένη πατρίς: γεγεννημένη. ἢ γεννησαμένη. ἐνστερνισάμενος: περιπτυξάμενος. ἐντακείς: ἐμφυείς. ἐντεθηλότων: θαλλόντων. ἐν τέλει: ἐν ἀρχῇ. ἐντέτηκεν: ἐγκεκόλληται. πέπηγεν. ἐντεῦθεν: ἐκ τούτου. ἔντευξις: ἐντυχία. ἐντευξόμενος: διαλεχθησόμενος. ἐντομίας: εὐνοῦχος. ἐντομίδες: αἱ τοῖς σώμασιν ἐντεμνόμεναι· τοιαῦτα εἰώθασιν ποιεῖν ἐπὶ τοῖς νεκροῖς. ἐντραπεζίτιδος: παρασίτου. ἐνυάλιος: πολεμικός. ἐντροπαλιζόμενος: ἐπιστρεφόμενος. ἐν χρῶ, εἰς χρῶτα: πάνυ ἐγγύς, ὡς καὶ ἐφάπτεσθαι τοῦ χρωτός. ἐνεώχμωσεν: ἠλλοίωσεν. ἐκαινοποίησεν. ἐνώμοτος: ἔνοχος τοῖς ὅρκοις. βέβαιος. ἐνέγκασθαι: ἐνέγκαι. ἐνεγκοῦσα: πατρίς. ἢ μήτηρ. ἐνέδει: ἐνέλιπεν. ἐνέμοντο: ἐκαρποῦντο. ᾤκουν. ἔννεος: ἄφωνος. κωφός. ἐνεστηκώς. νωδός. νωχελής. ἐνέπασσεν: ἐνέβαλεν. ἐνεποίκιλλεν. ἐνερείδοντες: ἐμπηγνύντες. ἐνερείσας: ἐμπήξας. ἔνερθεν: ὑποκάτωθεν. ἐνέροις: νεκροῖς. ἐνέρτερος: κατώτερος. ἐνεσκίμφθη: ἐνεπάγη. ἐνέτῃσι: ταῖς περόναις. ἐνῆν: δυνατόν. ἐνδεχόμενον. ἐνεώχμωσαν: νεωστὶ ... ἐκαινοποίησαν. ἐνῆκαν: ἐνέβαλλον. ἐνήραντο: ἀπέκτειναν. ἐνῆρσεν: ἐφήρμοσεν. ἐνισχημένος: κατεχόμενος. ἐνηυλισμένος: ἐμπεριειλημμένος. ἔνθα: τότε. ἔνθεν: διὰ τοῦτο ἔνθεσμον: νόμιμον. ἐνθυμιζόμενοι: λογιζόμενοι· οὕτως Δίων ἐν ἑπτακαιδεκάτῳ Ῥωμαϊκῶν. ἔνθους: τεθεοφορημένος. ἐνθουσιῶν. ἐνθυμήσιον: ἄπειρον. ἔννομον. ἐνθουσιᾷ: ὑπὸ ἐνθέου κατέχεται πνεύματος. ἐνθουσιασμός: ὅτε ἡ ψυχὴ ὅλη ἐλλάμπεται ὑπὸ θεοῦ. ἐνθουσιαζόμενοι: ἐφορμῶντες. ἢ ἐλλαμπόμενοι. ἐνθύμιστον: ὕποπτον. ἐνθύμιον: ἄπορον. σεμνόν. ἔνια: τινά. ἐνιαχοῦ: πολλαχοῦ. ἐνίδρυται: ἐγκάθηται. ἐνιεῖσα: ἐμβάλλουσα. ἐνίεται: ἐμβάλλει. ἔνιοι: φανεροί. ἢ οἱ μέν. ἢ τινές. ἐννεώρου: ἐνναέτου. ἔνοιστρον: τὸ μετὰ τὴν κοιλίαν ἔντερον. ἐνωρμίσθη: προσωρμίσθη. ἐνωμόρξατο: ἀπεμάξατο. ἀπεψήσατο. ἐνόν: δυνατόν ἢ ἐνυπάρχον. ἔνορχα: ἄρσενα. ἐννοσίγαιος: ὁ τὴν γῆν κινῶν καὶ σεισμοὺς ποιῶν. ἐνοσίχθων: ὁ τὴν γῆν κινῶν. ἐνοφθαλμισμῶν: θεαμάτων. ἐν παραβύστῳ: ἐν μυστηρίῳ. ἐν παρενθήκης μέρει: ἐν περισσαίας μέρει. ἐν προσχήματι: ἐν ὑποκρίσει. ἐνέσκηψαν: ἐνώρμησαν. ἐνέπηξαν. ἐνσκειραμένη: ἐνλεληκυῖα. λελιθωμένη. ἐνσεσαρκωμένη. ἔνσπονδος: ὁ ἀπὸ πολέμου γινόμενος φίλος. ἐν χρῷ κεκαρμένος: πρὸς αὐτῷ τῷ χρωτί, οἷον σύνεγγυς καὶ πλησίον τοῦ δέρματος. τὰς τρίχας ἐξυρημένος ἐνωπία: εὐθέα. τὰ πρὸ τῶν ὀφθαλμῶν. ἐνωμοτάρχης: τάξεώς τινος στρατιωτικῆς ἄρχων παρὰ Λακεδαιμονίοις. ἐνωρμίσθη: προσωρμίσθη. ἐξάγιστος: ἀκάθαρτος. ἢ πονηρός. ἐξαγώνιος: ἔξω τοῦ ἀγῶνος. ἐξαίρει: ὑψοῖ. ἐξαιρούμενος: ἀποκομιζόμενος. ἐξανύω: κατεργάζομαι. ἐξαίσια: παντὸς ἐπέκεινα θαύματος. ὑπερβάλλοντα. ἐξαπιναίως: ἐξαίφνης. ἐξ ἀπόπτου: ἐξ ὑψηλοῦ τόπου. ἐξάπτεσθαι: ἐξαρτᾶσθαι. ἀντιλαμβάνεσθαι. ἐξάρξαντες: ἐκρήξαντες. κρούσαντες. ἔξαρθρος: ἐκμελής. ἐξωστεϊσμένος. ἐξαρτύσας: ἐκπληρώσας. ἐξάρξατε: προκατάρξατε. καταλέξατε. ἐξαρτίζει: τελειοῖ. πληροῖ. παρασκευάζει. ἐξατμίσθη: ἐξελεπτύνθη. ἐξαυδᾷ: ἐκφωνεῖ. ὁμολογεῖ. ἐξαυτῆς: παραυτίκα. εὐθέως. ἐξαψάμενος: κατασχών. περιπλακείς. ἐξεδιῄτησεν: κακῶς διῴκησεν. ἐξέθει: ἐξέτρεχεν. ἐξεικονισμένον: μεμορφωμένον. ἐξειλεγμένον: ἐκλεκτόν. ἐξήρετο: ἠρώτα. ἐξεκκλησίασεν: συνήθροισεν. ἐξεκώμασεν: ἐξεπόρνευσεν. ἐξέλαθον: λαθεῖν ἠδυνήθησαν. ἐξελίσσουσιν: κινοῦσιν. ἐξεπιπολῆς: οὐκ ἐν βάθει. ἐξερεύγεται: ἐκφέρει. ἐξενέγκει. ἐξερπύσασι: βαδίσασιν. ἐξεσκληκός: τὸ ὑποξηρανθέν. ἐξεῤῥύησαν: ἠφανίσθησαν· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν πόλει φευγόντων. ἐξέστηκεν: μαίνεται. ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις: ἀριθμούμενοι ἐν τοῖς βασιλείοις. ἐξευμενίζεσθαι: πείθεσθαι. ἐξέφυ: ἐβλάστησεν. ἐξεφύρθης: ἐμιάνθης. ἐξεφύσησα: διεσκόπησα. ἐβδελυξάμην. ἐξεθριασθέν: λαμπρυνθέν. ἐξηγορία: ἐπαγγελία. ἐξηλιασμένον: κεκαυμένον. ἐξήμβλωσεν: ἐξέτρωσεν. ἐξημμένοι: ἐκδεδυμένοι. ἐξῆν: ἐξεγένετο. δυνατὸν ἦν. ἐξῇ: δόσει. ἐξήνιον: ἔξω ζυγοῦ. ἀνυπότακτον. ἐξῆπται: ἐξῆρται. κρεμᾶται. ἐξῃρμένην: ὑψουμένην. ἑξῆς: μετὰ ταῦτα. ἐξηγεῖτο: ἐξηκούετο. ἐξιλάσομαι: δυσωπήσω. ἐξιστορήσαντες: ἀναζητήσαντες. διηγησάμενοι. ἐξίτηλα: ἀφανῆ. εὐτελῆ. χαῦνα. ἐξιτηρίους εὐχάς: ἐφοδίους, τοῖς πρὸς ἔξοδον ἔχουσιν, ἢ πρὸς θάνατον. ἐξοιστρηθείς: μανείς. παρορμηθείς. ἐξερεθισθείς. ἐξόμνυσθε: ἀρνεῖσθε. ἐξονομήνῃς: ἐξείπῃς. ἐξοστρακισμός: ἐξορισμός. ἐξ οὐρίου: ἐξ ἐπιτηδείου ἀνέμου. ἐξοχετευόμενα: ἐκρέοντα. ἐξόχως: πάνυ. ἐξομόργνυνται: ἀπομάττονται. ἀφοσιοῦνται. ἐξ ὑπερδεξίων: ἐξ ὑψηλῶν. ἔξυσεν: ἔγραψεν. ἐξυφήνας: κατασκευάσας. ἐξ ὑπογύου: παρʼ αὐτά. ἀπερισκέπτως. ἐκ τοῦ σύνεγγυς. ἐξώγκωσεν: ὕψωσεν. ἐξώκειλεν: ἐξῆλθεν. ἔπεσεν. ἐπὶ νηὸς ἐξέβαλεν, ἐξέῤῥιψεν. ἐξώλης: ἀπολλύμενος. κίναιδος. ἐξωμόσατο: ἀπηγόρευσεν. ἐξωραϊσμένον: κεκαλλωπισμένον. ἔξωρος: ἄκαιρος. ἐξωστρακίσθη: ἐξωρίσθη, ἐπειδὴ εἰς ὄστρακον ἔγραφον. ἐξωφρυώμενοι: ἐξῃρμένοι. ὑπερηφανευόμενοι. ἔοικεν: ἔπρεπεν. ἐοικότα: προσφορά. ἑῷοι: ὀρθρινοὶ ἢ ἀνατολικοί. ἐπαγωγή: πειρασμὸς ἢ ζημία. αἰχμαλωσία. ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. ἐπᾴδοντος: φαρμακοῦ. γόητος. ἔπαθλον: νικητήριον. ἐπαιγίζων: σφοδρῶς πνέων. ἐπαΐοι: αἰσθάνοιτο. ἔπαισεν: ἔτυψεν. ἔκρουσεν. ἐπακτῆρες: κυνηγοί, ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. ἐπαλείφων: γυμνάζων. ἐπαλλάξαντες: ἐπιλέξαντες. ἐπάλληλον: ὅμοιον. ἐπαμῦναι: βοηθῆσαι. ἐπάλξεις: προμαχεῶνες, οἱ τῶν τειχῶν καὶ τῶν πύργων. ἐπαναχθέντες: ἐπανακομισθέντες. ἐπανέχειν: ὑψοῦν. ἐπανήρατο: ἐπειρᾶτο. εἵλετο. ἐπανέντες: ἀφέντες. ἐπανῃρημένος: προῃρημένος. θέλων. ἐπανιτέον: ἐπανακτέον. ἐπαοιδός: φαρμακός. γόης. ἐπαπόρησις: ἀπορία. ἐπαράτου: ἐπαγωγοῦ. ἐπάρατος: ἐπικατάρατος. ἐπαρήγειν: βοηθεῖν. ἐπαρτήσας: κρεμάσας. ἐπαρυστρίδες: ἀντλητίδες. ἐπάσαντο: ἐγεύσαντο. ἐπαυδῆσαι: ἐπειπεῖν. ἐπαυλίζονται: ἐπισκιάζονται. ἔπαυλις: μάνδρα βοῶν. καὶ προβάτων αὐλή. ἐπʼ αὐτοφώρῳ: ἐπʼ ὀφθαλμοῖς· ἐπʼ αὐτῷ τῷ κλέμματι ἁλούς. ἐπαφώμενον: ψηλαφώμενον. ἐπαφρόδιτος: ἐπίχαρις. ἡδύς. ἐπέθεντο: ἐπανέστησαν. ἐπέθρωσκον: ἐπεπήδων. ἐπέκεινα: παρεκαῖ. ἐπεί: ἔστι μὲν σύνδεσμος συναπτικός· λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἀφʼ οὗ, ὡς Θουκυδίδης πολλάκις ἐχρήσατο, καὶ Ὅμηρος πρότερον. ἐπεί: ἐπειδή. ἐπείρα: αἰσχρῶς προσέβαλεν. ἐπεισάκτους: ἀλλοτρίους. ἐπεισκυκλεῖ: ἐπεισφέρει. ἐπισυνάπτει. ἐπεισφοραῖς: καταδίκαις. ἐπεισφρήσας: ἐπεισελθών. ἐπεισφρήσω: ἐπεισενέγκω. ἐπεῖχεν: ἐπήρειδεν. ἐπέκειτο. ἐπέκλυσεν: ἐκαθάρισεν. ἐπέκλωσεν: ἐπεκλήρωσεν. ἐμέρισεν. ἐπεμήνατο: ἐπεμάνη. ἐπέμυξεν: ἐξεμυκτήρισεν. ἦχον διὰ τῶν ῥινῶν ἐποίησεν. ἐπεπολεῖτο: ἐνήρχετο. ἐπέπυστο: ἤκουεν. ἐπέραστος: ἐράσμιος. ποθεινός. ἐπερηρεισμένα: ἐποικοδομηθέντα. ἐπεῤῥώσαντο: ἐπεσείσθησαν. ἐπέσβη: ἐπεισῆλθεν. ἐπεσβόλον: λοίδορον. φλύαρον. ἐπέσκηψεν: ἐπέπληξεν. ἔπεστί μοι: βούλομαι. θέλω. δύναμαι ἢ ἐπίκειταί μοι. ἕπεται: ἀκολουθεῖ. ἐπετοξάζοντο: ἐτόξευον. ἐπέτειον: ἐπὶ τοῦ νῦν ἔτους· ἔτος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρόν· οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥς φησι Πίνδαρος καὶ Δημοσθένης. ἐπευφήμησαν: μετʼ εὐφημίας συγκατέθεντο. ἐπῄνησαν. ἐπευωνίζων: κερδαίνων. ἐπέφραδεν: ἐδήλωσεν. ἐπέφραδον: εἶπον. ἐπεφύοντο: ἐπήρχοντο. ἐπεφράσατο: ἐθεώρησεν. ἔπεχε: ἐπίκεισο. ἐπίμενε. φύλασσε. εἴργου. ἀπόστρεφε. ἐπεφώρατο γάρ: ἐφανεροῦτο. εὑρίσκετο. ἠλέγχετο. ἐπεχώρησεν: συνεχώρησεν· οὕτως Ἀῤῥιανός· καὶ ἐπεχωρήθη, συνεχωρήθη. ἐπήγετο: ἐπεφέρετο. ἐπήβολος: ἐπιτευτικός. ἐπιτυχής. ἐπῄεσαν: παρήρχοντο. ἔπηλυν: ξένον. ἔποικον. ἐπήλυτος: πάροικος. ἐπηρᾶτο: ἐπηύχετο. ἐπημοιβοί: ἐπηλλαγμένοι, ὥστε τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν ἐφέλκεσθαι. ἐπήρατον: ἐπέραστον. ποθεινόν. ἐπηφερεῖς: ἐπὶ τὰ κάτω ἐστραμμένοι. κατωφερεῖς. ἐπήρκεσεν: ἐβοήθησεν. ἐπηρτημένην: ἐπικειμένην. ἐπησθέντος: ἐπιχαρέντος. ἐπίασιν: ἐπέρχονται. ἐπιβάθρα: ἐπίβασις. ἐπιβάθρας: ἐπιβάσεως. ἐπιβολή: ἔννοια καὶ ἐπιχείρησις. ἐπιβρίθων: ἐπιβαρῶν. ἐπιβρίσει: ἐπιβαρήσει. ἐπιγάννυται: ἐπιχαίρει. ἐπιγουνίδα: τὸ πρὸ τοῦ γόνατος ἄνω σαρκῶδες τοῦ μηροῦ· ἔνιοι δέ, τὴν ἐπωμίδα. ἐπιγράψας: ἐπιξέσας. ἐπιδαψιλευόμενος: πολυτελῶς διαπραττόμενος. ἐπιδεᾶ: ἐνδεᾶ. ἐλλιπῆ. ἐπιδικάζεται: ἀντιποιεῖται. ἐπιδήμιος: ἐμφύλιος. κοινός. δημόσιος. ἐπιδίφρια: τὰ τῷ ἁρματείῳ δίφρῳ ἐπιτιθέμενα. ἐπίδοξος: ἔνδοξος. ἢ προσδόκιμος· ὡς τό, ἐπίδοξος γὰρ ἦν αὐταρκῆσαι. ἐπιδορατίς: ὁ σίδηρος τοῦ ἀκοντίου τὸ ἄνω. ἐπίδοσις: αὔξησις. προκοπή. προσθήκη. ἐπίδρομον: ἐπιδρομὴν παρέχοντα. εὐάλωτον. ἐπιέναι: ἐπελθεῖν. ἐπιεικές: πρέπον. ἐπιεικῶς: τὸ ἐπίῤῥημα τοῦτο σημαίνει τὸ πάνυ. σημαίνει καὶ παραδόξως καὶ παρελπίστως, καὶ τὸ μετὰ ἐπιεικείας καὶ χρηστότητος· σημαίνει καὶ τὸ μετρίως, ἤτοι συμμέτρως. ἐπιθάνατος: προσδόκιμος τοῦ ἀποθανεῖν. ἐπιθειάσας: ἐπιθαυμάσας τὸ θεῖον. εἰσδεδεγμένος. θεοφορούμενος. ἐπιθεῖναι: ἐπικλεῖσαι. ἐπὶ θήρᾳ: ἐπὶ ἀπάτῃ. ἐπιθιγγάνει: ἐφάπτεται. ἐπιθρώσκων: ἐφαλλόμενος. πηδῶν. ἐπιθύνων: ἐπανορθούμενος. ἐπικαιρότατος: ἐπιτήδειος. ἐπὶ καιροῦ: εὐκαίρως. ἁρμοδίως. ἐπικαρπίας: κέρδη. ἐπικάρσιον: πλάγιον. ἐπικερτομοῦσι: χλευάζουσι. ἐπικεύσω: ἐπικρύψω. ἐπὶ κεφαλήν: ταχέως. ἐπικήδειον: ἐπιθανάτιον. ἐπίκηρα: ἐπιθανάτια· κὴρ γὰρ ὁ θάνατος. ἐπικηρυκεύεται: διὰ κήρυκός τινος συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται. ἐπικηρυκεία: φιλία, ἡ ἐκ τῶν πολεμίων. ἐπικίδναται: ἐπισκορπίζεται. ἐπίκλημα: ἔγκλημα. ἐπίκλην: ἐπωνυμίᾳ. ἐπίκλησιν: ἐπωνυμίαν. ἐπίκληρος: ἡ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καταλειφθεῖσα κόρη, καὶ μηδέπω ἐκδοθεῖσα. ἐπὶ κόῤῥης: ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου· κόῤῥην γὰρ καὶ κόρσην ὅλην κεφαλὴν σὺν τῷ αὐχένι λέγουσιν· τινὲς δὲ καὶ ῥάπισμα λέγουσιν, τὸ ἐπὶ τῆς γνάθου λαμβάνειν ἁπτόμενον καὶ τοῦ κροτάφου. ἐπικουρῆσαι: βοηθῆσαι. ἐπίκουρος: βοηθός. ἐπικρίνει: δοκιμάζει. ἐπικυκλῆσαι: ἐπεισαγαγεῖν. ἐπικυδέστερος: ἐπικρατέστερος. νικητικός. ἐνδοξότερος. ἐπικωμάσαι: ὀρχεῖσθαι. ἢ λαλεῖσθαι αἰσχρά. ἐπικήδιον: ἐπιτάφιον. ἐπίκωμος: ὑβριστής. συγχαίρων. ἐπιλαχόντα: τυχόντα. ἐπίληπτος: ἐπιλήψιμος. καὶ μέμψεως ἄξιος. ἐπιλυγάζονται: σκιάζονται. ἐπιλυομένου: συγχωροῦντος. ἐπιλώπτουσαν: ἐπισκώπτουσαν. ἐπίμαργος: μεμηνώς. ἐπιμίξ: ἐπιμεμιγμένως. ἐπινάστειος: μέτοικος. ξένος. φυγάς. ἐπίνειον: παραθαλάσσιον χωρίον. ἢ προσορμητήριον. ἐπινεφρίδιον: τὸ ἐπὶ τοῖς νεφροῖς λίπος. ἐπὶ ξυροῦ: ἐπὶ κινδύνου· ἐν αὐτῇ τῇ τοῦ πράγματος ἐπιτάσει. ἐπιούσιος ἄρτος: ὁ ἐπὶ τῇ οὐσίᾳ ἡμῶν ἁρμόζων. ἐπίπληξις: ἐπιτίμησις. ἐπιπλώσας: ἐπιπλεύσας. ἔπιπλα: ἃ νῦν καλοῦμεν οἰκόσκευα· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. ἐπιπολάζει: ἐπιπλέει. ἐπιπόλαια: τὰ πρὸς ὀλίγον φαινόμενα. ἐπιπολῆς: τὸ ἐπάνω ἐπιπλέον. ἄῤῥιζον. ἐπιπροσθεῖ: ἐπισκιάζει ἐκ τῶν ἔμπροσθεν. ὑπερανέχει. ἐπίῤῥητον: αἰσχρόν. καταγνώσεως ἄξιον. ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς νῆας: κατὰ πρύμναν ὑπεχώρουν καὶ οὐχὶ ἐπιστραφέντες καὶ ἐξέκλιναν τὰς ἐπιούσας τῶν πολεμίων ναῦς. ἐπὶ πυγὴν καθίσαι: ταπεινῶσαι. ἐπὶ πυγὴν τρέχειν: εἰς τοὐπίσω τρέχειν. ἐπίῤῥοθος: βοηθός. ἐπίῤῥυτοι: ἐχθροί. ἐπιῤῥώσει: ἀνισχύσει. ἐπὶ σημείου: ἐπὶ ὕψους. ἐπισημήνασθαι: βεβαιῶσαι. ἔπεισί μοι: ἐπέρχεταί μοι. ἐπισκηπτόμενος: ἐναπερειδόμενος. ἐνδεικνύμενος. κατὰ τὴν τελευτὴν ἐντελλόμενος. ἐναντιούμενος. ἐπισκήπτει: ἐπιτιμᾷ. ἐπισκήψασθαι: οἱονεὶ ἐξενεγκεῖν ψῆφον· οὕτως Αἰσχίνης. ἐπισκήψω: σημειώσομαι. ἐπιστήσω τὸν νοῦν. ἐπισκύζονται: ὀργίζονται. ἐπισπέρχει: κατεπείγει. ἐπιπνίγει. κατασπουδάζει. ἐπισκύνιον: τὸ ἐπικείμενον τοῖς ὀφρύσι δέρμα. ἐπίσωτρα: οἱ κανθοί. ἐπιστασία: προστασία. φυλακή. σκέπη. ἐπίστασις: γνῶσις. ἐπίσταθμοι: ἄρχοντές τινες. ἐπιστείβων: περιπατῶν. ἐπίστηθι: ἐπενέχθητι. ἐπικείσθητι. ἐπιστρέφεται: φροντίδα ποιεῖ. ἐπισύρεται: ἐφέλκεται. ἐπιστροφάδην: μετʼ ἐπιστροφῆς· ἑκατέρωσε τὰ μέρη στρέφειν. ἐπιστολή: ἐντολή. ἐπίσκηψις. ἐπισύστητε: ἐπισυνάχθητε. ἐπισφαλές: βλαβερόν. ἐπικίνδυνον. ἐπισφυρίοις: τοῖς ἐπὶ τῶν κνημίδων περιδεδεμένοις. ἐπισχερώ: ἐφεξῆς. ἐπισύστασις: ἡ ἐπὶ δευτέρου ἐπανόρθωσις. ἐπισχεδιάσω: ἐξ ἑτοίμου παρέξω, οἷόν ἐστιν εἰπεῖν καὶ αὐτοσχέδιον πρᾶγμα. ἐπιτειχίζει: ἐποικοδομεῖ. ἐπιτειχισάντων: ἐπελθόντων. ἐπιτέλλεται: ἐντέλλεται. παραγγέλλει. ἐπιτετράφαται: ἐπιτετραμμένοι εἰσίν. ἐπὶ τὰ στενά: ἐπὶ τὰ δυσχερῆ. ἐπιτετυφωμένον: ἐπικεκαυμένον. ἐπιτήδειος: φίλος. εὔνους. ἐπίτευγμα: ἐπιτυχία. ἐπιτήδευσις: πρᾶξις. καὶ σπουδή. καὶ ἐργασία. ἐπίτιμον: πλούσιον. ἢ τὸν μὴ ἄτιμον· Λουκιανός· ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸν ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην, καὶ ἤδη ἐπίτιμός ἐστιν. ἐπίτριπτον: ἄξιον ἐπιτριβῆναι· ὅ ἐστι πληγῆναι. ἐπιτρίψαι: ἀπολέσαι· ἐπίτριπτος..... ἐπιτριβείη: ἐντριβὴς γένοιτο. ἔμπειρος ὑπάρξοι. ἢ παρορμηθείη. παροξυνθείη. ἐπιτιμία: εὐπορία. Κέφαλος· ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας, ἢ τῆς πατρίδος, ἢ τοῦ βίου παντὸς διεσώσατε; ἐπίτιτθον: ὑπομάζιον. ὑπὸ τῆς τροφῆς. ἐπιτολῆς: ἀνατολῆς. φάνσεως ἄστρου. ἐπίτονος: ὁ δεσμεύων ἱμὰς πρὸς τὸν ἱστὸν τὸ κέρας. ἐπιτριβόμενοι: ἐπερχόμενοι. ἐπιτροχάδην: ἐπειγμένως. ὥσπερ τρέχων. ἢ κεφαλαιωδῶς. ταχέως. ἐπιτωθάζων: ἐπιλοιδορούμενος. ἢ ἐπεμβαίνων. ἢ καυχόμενος. ἢ χλευάζων. ἐπιφοραῖς: καταδίκαις. ζημίαις. ἐπιφροσύνῃ: συνέσει. φρονήσει. νοήσει. γνώσει. ἐπίφρων: συνετός. ἐπιφυλλίδα: ῥωγολογίαν. ἤτοι μικρὸν βοτρύδιον. ἐπίχειρα: μισθούς. ἐπιχθονίων: ἐπιγείων. ἐπιχειρητέα: ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμητέα. φιλεῖ γὰρ Θουκυδίδης ταῦτα. ἐπιψαύειν: ἐπιθιγγάνειν. ἐπιψηφιζόμενος: ἐπικρίνων. ἐπλάττετο: ὑπεκρίνετο. ἕποιμʼ ἄν: ἀκολουθοίην. ἐποίνιος: μέθυσος. ἐπιτράπεζος. ἐποῖσαι: ἐπενέγκαι. ἐποισθήσεται: ἐπενεχθήσεται. ἕποιτο: ἀκολουθοῖτο. ἐποιχόμεθα: ἐπερχόμεθα. ἐποκέλλουσιν: ἐπικινοῦσιν. ἐγγίζουσιν. ἐπολυώρησας: πολὺ ἐφύλαξας. ἐπόνουν: ἐκακοπάθουν. ἐνοργῶσα: μηνιῶσα. ἔπορεν: ἔδωκεν. ἔπος: λόγος. στίχος ἔμμετρος. ἐποτρύνει: παροξύνει. διεγείρει. ἐπομνύμενον: ἀντὶ τοῦ ἐκκαλούμενον καὶ ὑποφθείροντα τοὺς δικαστάς, ἵνα συνέλθωσιν καὶ βοηθήσωσιν οἷς αὐτὸς βούλεται· ἢ ἐφεδρεύοντα ταῖς ἐκκλησίαις καὶ συκοφαντοῦντα ὑπὲρ τοῦ κερδαίνειν, ἢ ὁπωσδήποτε κακουργοῦντα· οἱ γὰρ συνωμόται ἐπὶ κακῷ ὤμνυον. ἐπʼ οὖδον: ἐπὶ πρόθυρον. ἐποχετεῦσαι: ἐπιῤῥεῦσαι καὶ ποτίσαι. ἐποφθαλμίσας: φθονήσας. ἢ ἐπιθυμητικῶς ἐπιβαλών. ἐποχεῖται: ἐπικάθηται. ἐπράξατο: ἀπῄτησεν. ἐπρυτάνευσεν: παρέσχεν. διῳκήσατο. ἐπριᾶτο: ἠγόραζεν. ἔπρωσεν: ἐμοίρασεν. ἑπταβόειον: ἑπτάβυρσον. ἑπτάπτυχον. ἐπταικώς: σφαλείς. ἐπτεροῦτο: ἐκουφίζετο. ἐπτηχότες: δειλιῶντες. φοβούμενοι. ἔπτηξεν: ἐφοβήθη. συνεστάλη. ἐταπεινώθη. ἐπτοημένος: θαυμάζων. ἐπύθοντο: ἤκουσαν. ἠρώτησαν. ἐπύρσευσεν: πυρκαϊὰν ἐποίησεν. ἐπωάζουσιν: ἐπὶ τοῖς ὠοῖς βοῶσιν. ἐπῳδός: ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισί. ἐπωβελία: τὸ ἔσχατον μέρος τῆς καταδίκης, ὃ ἐδίδου μὴ ἀποδείξας ὁ κατήγορος περὶ χρέους ἐνάγων· ὁ δὲ παράνομον κατηγορῶν μὴ ἀποδεικνὺς τὰς χιλίας προσώφλησε. ἐπωνυμίας: ὀνομασίας. προσηγορίας. ἐπώκειλα: ἐπέκλινα. ἐπῴχετο: ἐπορεύετο. ἐρᾷ: ἐπιθυμεῖ. ἔρανα: δῶρα. ἐράνιον: ἐκ συνεισφορᾶς δῶρον. ἔρανος: ἐντολή. εἰσφορὰ ἢ συλλογή. ἢ σπουδαιότερον. ἐρόμενος: ἐρωτῶν. ἐρεσχηλοῦντα: σκώπτοντα καὶ χλευάζοντα καὶ οἷον ἐρίζοντα. ἐργολάβος καὶ ἐργολαβεῖν: φασὶ τὸ ὡσανεὶ ἀφορμὴν καὶ αἰτίαν ζητεῖν διʼ ἔργων λαβέσθαι· εἴρηται δὲ ἀπὸ τῆς λαβῆς· εἰ δὲ τοῦτο, εἴη ἂν ἐργολάβος ὁ σπεύδων κακῶς .... διαθεῖναι· λέγεται δὲ καὶ ὁ συκοφάντης· καὶ ἐργολαβῶν ἀντὶ τοῦ περιττὰ ποιῶν, καὶ οἱονεὶ διὰ τούτων τῶν ῥημάτων ὥσπερ προξενῶν ἑαυτῷ πλείω μαθητάς· οὕτως Αἰσχίνης ἐχρήσατο. ἑρμαῖον: τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν. ἐρεσχελεῖται: διαπαίζεται· ἐρεσχελία δέ, ἡ φιλονεικία, ἢ καὶ φλυαρία λέγεται. ἔργον εἰπεῖν: χαλεπὸν εἰπεῖν. ἑρμαφρόδιτος: ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια, ἀῤῥένων καὶ θηλειῶν φασιν, ἢ τὸν αἰσχρῶς καὶ ποιοῦντα καὶ πάσχοντα. ἐρήμη δίκη: ὅτʼ ἂν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδικασθῇ. ἕρπει: τῇ κοιλίᾳ βαδίζει. ἑρπύζων ἐκ μεταφορᾶς, βαδίζων. ἐῤῥέτω: οἰμωζέτω. φευγέτω. ἐῤῥόντων: φθειρέσθωσαν. ἐῤῥώγασιν: ἐσχίσθησαν. ἐῤῥώσαντο: ἐπεῤῥώσθησαν. ἔῤῥων: μετὰ φθορᾶς παραγινόμενος, ἢ πορευόμενος. ἐῤῥῶσθαι φράσας: οἰμώζειν εἰπών, κατεγνωκώς. ἐρσῆεν: πρόσφατον. ἔνυγρόν τε καὶ ἀμόλυντον. ἐρσήεντα: δροσώδη. καὶ ἁπαλόν. νεαρόν. ἐρυθαίνει: πυῤῥὸν ποιεῖ· ὅθεν καὶ ἐρύθημα, ἡ ῥίζα, ἡ λεγομένη ἐρυθρόδανον. ἔρυμα: φύλαγμα. τεῖχος. ἐρυμνήν: ἠσφαλισμένην. ἐρυσίβη: ἡ κονιορτώδης φθορὰ τοῦ σίτου. ἐρωδιός: ὀρνέου εἶδος. ἐρώμεθα: ἐρωτήσωμεν. ἔρωμαί σε: ἐρωτήσω σε. ἐρῶν: ἐφιέμενος. ἐπιθυμῶν. ἐσάλευσεν, καὶ ἀπεσάλευσεν: τοῦτο καὶ ἐπὶ νεῶν λέγεται, καὶ ἐπὶ ἀνθρώπων. ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ γῇ ὥρμει. τὰ δὲ δὴ πλείω καὶ μείζω μετέρα διὰ τὰ τείχη ἀπεσάλευσεν. Ἐπὶ δὲ ἀνθρώπων, ὡς τό, ἐφʼ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν. ἔσβη: ἐσβέσθη. ἐπαύσατο. ἐσθήματα: ἱμάτια. ἐσθλά: ἀγαθά. ἔσθοντες: ἐσθίοντες. ἔσθος: ἱμάτιον. ἔσθʼ ὅτε: ἔστιν ὅτε. ἐσίνοντο: ἐβλάπτοντο. ἐσκήνωσαν: ἀντὶ τοῦ ᾤκησαν. ἔσκαλεν: ἐσάλευεν. ἐσκάλευεν. ἠρεύνα. ἐσκοπίαζεν: περιέβλεπεν. ἐς κόρακας: εἰς τὸ σκότος. εἰς ὄλεθρον. ἐσμός: πλῆθος. ὄχλος. ἐς ὀψιγόνους: τοὺς μετὰ ταῦτα. ἐσπόδει: ὑβριστικῶς ἠφροδίαζεν. ἕσπερον κέλευθον: τὴν ἑσπέριον καὶ ἐπὶ δυσμὰς ὁδόν. ἔσπετε: εἰπεῖν ποιήσατε. ἔσταλκεν: ἐμείωσεν. ἐσέφθη: ἐσεβάσθη. ἐτίμησεν. ἐθαύμασεν. ἐξεπλάγη. ἑστιᾷν: τρέφειν. καὶ ἑστιᾶσθαι, εὐωχεῖσθαι. ἐστηλιτευμένου: ἀναγεγραμμένου. ἑστιατορία: ἑστίασις. ἑστία: δίαιτα. οἴκησις. βωμός. χυτρόπους. ἐσχάρα. ἑστιάτωρ: ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν· δαιτυμόνες δέ, οἱ ἀριστηταί. ἐς τί ἔτι: μέχρι τίνος; ἑστιῶν: ἀριστοποιῶν. ἐστόρεσεν: ἔστρωσεν. ἐστορέσθη: ἐστρώθη. ὡμαλίσθη. ἐσφάδαζεν: συνεκόπτετο. ἔσφηλεν: κατέβαλεν. ἐσχάραι πυρός: ἐπὶ ἐδάφους ἀνθρακιαί. ἐσχαρίτην: ψώμιον ἀπὸ κλιβάνου. ἔσχε: κατέπαυσεν. ἐσχατιάν: ἔσχατον τόπον τῆς γῆς, ἢ τὰ νομὴν ἔχοντα χωρία, ὡς καὶ Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ τῆς πολιτείας. ἐσχεδίαζον: ἡτοίμαζον. ἔσχετο: ἐπεσχέθη. ἑταίρα: φίλη. πόρνη. ἑταιρισάμενος: συνεργήσας. ἑταιριζομένη: ἐρεθιζομένη. προσκνωμένη. ἑταιρήσας: πορνεύσας. ἔτειρας: κατεπόνησας. ἐτέλει: ἐτέτακτο. ἑτεραλκέα: ἑτεροκλινῆ. ἐτελέσθησαν: ἐμιάνθησαν. μετέσχον τῆς μιαρᾶς συνουσίας. ἐτερέτισεν: ἀνάρθρως ἐφθέγξατο. ἑτεροιουμένη: ἀλλοιουμένη. ἑτέρωσε: ἀλλαχόσε. ἔτειον: ἐνιαύσιον. ἐπέτειον. ἔτλη: ὑπέμεινεν. ἔτνος: εἶδος ὀσπρίου. ἐτόπασεν: ὑπενόησεν. ἐνόμισεν. εὐαγές: ἁγνόν. εὐσεβές. ὅσιον. θειότατον. εὐάζονα .... εὐαφές: εὐμάλακτον. εὐψηλάφητον. εὖ βεβηκότα: εὐσταθῆ. εὔβοτον: καλὰ βοσκήματα ἔχον. εὖγε: καλῶς. ὁσίως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείας πολλάκις. εὐγνωμονῶ: κρίνω. εὐγηρότατος: καλὸς γέρων· ἀξιότιμος. εὐγνωμοσύνη: εὔνοια. γνησιότης. εὐδαιμονία: εὐτυχία. εὐπραγία. εὐδαιμονέστατος: εὐτυχής. πλουσιώτατος. μακαριστότατος. εὔδμητον: καλῶς ᾠκοδομημένον. εὗδον: ἐκάθευδον. εὐδρανής: εὖ δρῶσιν: καλῶς ποιοῦσιν. εὖ εἰδότες: καλῶς γινώσκοντες. εὔεικτον: εὐπειθῆ. καλῶς εἶκον. εὐεκτικῶς: σχετικῶς. εὐεξία: εὐρωστία σώματος. εὐερνής: εὐθαλὴς βλαστός. εὐετηρία: εὐθηνία. εὐνομία. εἰρήνη. τὸ καλῶς διακεῖσθαι. εὐζωΐτου: καλῆς ζωῆς. εὔζωνοι: ἔνοπλοι. ἢ μὴ ἔχοντες φορτία. εὔζωνος: ἡ εὔτοκος κάλλει. εὔζωρον: εὐκέραστον. εὐήθεις: μωροί. ἀνόητοι. εὐήλατον: τὸ καλῶς ἐληλασμένον. εὐήνιον: εὐπειθές. καλῶς ἡνιοχούμενον· ἡνία γὰρ τὰ λῶρα. εὐηνέμους: εὐδιεινούς. καλούς. ἀχειμάστους. εὐήνορα: τὸν ἀνδρείαν ποιοῦντα. εὐήροτον: καλῶς ἠροτριασμένον. εὐθέος: φανεροῦ. εὐθοῦς. εὐθυβόλως: συνετῶς. εὖ θέσθαι: καλῶς διοικῆσαι. εὔθικτον: εὐαφές. εὐψηλάφητον. εὐθυβόλῳ: ἐξ εὐθείας βάλλοντι. εὐθυγενής: ἴσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος εὐθυεπείαις: ὀρθολογίαις. εὐθῦναι: ἐξετάσαι. ὀρθῶσαι. εὐθύνα: κυρίως ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως, ἢ πρεσβεῦσαι κακῶς· καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κληροῦσιν, κατηγορεῖ δὲ ὁ βουλόμενος καὶ τοῖς δικασταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. εὐθύνοντας: ὁρμῶντας. εὐθύνας: δίκας. τιμωρίας. εὐθύνουσιν: ἐρωτῶσιν. δίκας εἰσπράττουσιν. εὐθυρήμων: ἐτυμολόγος. εὐθὺ σκοποῦ: ἀκριβές. κατʼ εὐθεῖαν. εὐϊλατεύειν: εὐμενῆ εἶναι. εὖ ἴσθι: καλῶς γνῶθι. εὐκατάπρηστος: εὐκατάκαυστος. εὐκλεές: περίδοξον. εὐκληρία: εὐτυχία. εὐκρινές: εὐχερές. εὐκταῖον: εὐχῆς ἄξιον. πολύτιμον. ὑγιές. εὐλαβοῦ: φυλάσσου. εὐλόγηκεν: ἐβλασφήμησεν. εὐλογιστίας: εὐλογίας. εὐβουλίας. εὐμάρειαι: εὐχέρειαι. εὐμαρής: εὔκολος. εὐχερής. εὐμοιρία: εὐκληρία. εὐμολπίᾳ πολλάκις τῆς ἡμέρας τερπόμενος: ἢ εὐφρονίᾳ. ἢ εὐμενείᾳ. εὐνοίας: φιλίας. εὐνάς: κοίτας. ἢ ἀγκύρας. εὐνηθέντες: κατακοιμηθέντες. εὐνομουμένη: εἰρηνεύουσα. εὐθηνουμένη. καλῶς διακειμένη. εὐνούστατα: φιλίως. εὔξεινον: ὄνομα πελάγους. εὔξοον: καλῶς ἐξεσμένον. εὐπάροιστον: εὐπαράγωγον. εὖ παρασχόν: ἀντὶ τοῦ παρασχόντος· δῆλον δὲ τοῦ δαίμονος· ὅ ἐστιν δωρησαμένου τὴν νίκην. εὐπάρεδρον: καλῶς παραμένον, καὶ διηνεκῶς. εὐπάρυφα: εὐκατέργαστα. ἢ πλούσια. εὐπατρίδαι: εὐγενεῖς. εὐπετής: εὐχερής. εὐπερίστατον: μωρόν. ταχέως παρατρεπόμενον. εὐπετῶς: ῥᾳδίως. εὐχερῶς. εὐκόλως. εὐσταλῶς. εὐπλοκαμίδες: καλλιπλόκαμοι. εὔπρηστον: εὐφύσητον. εὔπτορθον: εὔκλαδον. εὑρεσιέπεια: εὑρεσιλογία. εὑρεσιλόγος: φλύαρος. ἑτοιμολόγος. εὑρεσιεπής: καινολόγος. εὑρήματα: βουλεύματα. εὐρίζων: πλατύνων. ἢ καλὰς ῥίζας χαροποιοὺς ἔχων. εὐροναΐτοις: καλῶς ῥέουσιν. εὐρινότατος: καλόρινος. ἢ καλῶς ὀσφρόμενος. εὔριπος: πέλαγος στενόν. ἢ τόπος ὑδατώδης μεταξὺ δύο γαιῶν. εὐρυάγυια: πλατυάμφοδος. εὔρυθμον: εὖ τεταγμένον. εὐρυκρείων: μεγάλως βασιλεύων. εὐρύνεται: πλατύνεται. εὐρύοπα: μεγαλόφθαλμον. ἢ μεγαλόφωνον. εὐρυπύλης: πλατείας πύλης. εὐρυσθενής: μεγαλοδύναμος. εὐρώεντα: σκοτεινά. ζοφώδη. εὐρῶτα: σηπεδόνα. εὐρωτιῶν: σαπείς. ἠφανισμένος. εὐσταλής: καλῶς ἐστολισμένος. ἐϋστέφανον: εὐτείχιστον. εὐστιβής: τετριμμένη. εὐσύνοπτον: εὐεπίγνωστον. εὐθεώρητον. εὐτειχεῖ πάγῳ: καλῶς τετειχισμένῳ. εὐτοκίᾳ: πολύγονος. εὐτραπελία: μωρολογία. κουφότης. ἀπαιδευσία. εὔτυκτον: καλῶς κατεσκευασμένον. εὐφημεῖ: καλὰ λαλεῖ. ἢ ἐπαινεῖ. εὔφορος: εὔθυμος. εὐφήμει: σιώπα. μὴ ἀκαιρολόγει. εὐφυᾶ: καλὴν φύσιν ἔχοντα. εὐφραδής: σαφής. ὁ καλῶς λέγων. εὐφώρατον: φανερόν. εὔχεται: καυχᾶται. εὖχος: αὖχος. καύχημα. εὐχωλή: εὐχή. ἢ καύχημα. ἢ θυσία. εὔωνον: εὐτελές. εὐωρεῖ: παίζει. μετεωρίζεται. ἐφάλια: παραθαλάσσια. ἐφάμιλλα: ὅμοια. ἴσα. ἐφαύλιζον: εὐτέλιζον. ἐφάψασθαι: ἄρξασθαι. ψηλαφῆσαι. ἐφεδρεύει: ἐπικάθηται. ἐφελκυστής: βοηθός. ἐφέξει: σταθῇ. ἐφελκύσει. ἐφεσπόμενα: ἐπακολουθοῦντα. ἔφες: ἐπίπεμψον. ἐφέσεις: ὁρμάς. ἐφεστιασάμενος: εὐωχηθείς. ἔφεσις: ἐπιθυμία. ὁρμή. ἔκκλητος. αἵρεσις ἄλλου δικαστηρίου, καὶ μεταγωγή. ἐφεστρίς: χλανίς. ἐφέστιοι: αὐτόχθονες. σύνοικοι. ἐφέται: ἄνδρες οἵτινες πʹ ὄντες ἐδίκαζον· ἐφέται δὲ ἐκλήθησαν, ἤτοι ὅτι ἐπὶ αἵματι δικάζουσιν, ἢ ὅτι ἔφεσις παρʼ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι· τουτέστιν ἔκκλητος. ἐφετικός. ἐπιθυμητικός. ἐφηβεία: νεότης. ἔφηβος: παῖς. νέος. ἐν αὐτῇ τῇ ἀκμῇ. ἐφήδοιτο: τέρποιτο. ἐφῆκα: ἔπεμψα. ἔφηλος: ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν. ἐφημερία: ἡ πατριά. λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία. ἐφήμερος: πρόσκαιρος. ἔφηνεν: ἔδειξεν. ἐφῆπτο: ἐπεκρέματο. ἐπέκειτο. ἐφησθεῖεν: ἐπιχαρεῖεν. ἐφήσθη: ἐχάρη. ἐφιείς: ἐπιπέμπων. ἐπιβάλλων. ἐφιέμενοι: ἐπιθυμοῦντες. ἐφιέτω: ἀνείτω. ἐφίεται: ἐπιθυμεῖ. ἐφιζάνει: ἐπικάθηται. ἐφίζεται: ἐπικαθέζεται. ἐφίησιν: ἐπιτρέπει. ἐφικέσθαι: καταλαβέσθαι. ἐφικνούμενος: καταλαμβανόμενος. ἐφίκοντο: ἐφήψαντο. ἐφικτόν: δυνατὸν καταληφθῆναι. ἐφοδευσάτωσαν: κατασκοπησάτωσαν. ἐφόδια: τὰ πρὸς τὴν ὁδὸν ἐπιτήδεια ἀναλώματα. ἔφοδος: ὁρμή. ἐφʼ ὅτῳ: ἐφʼ ᾧτινι. ἐφόλκια: καράβια μικρά· παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων. ἔφορος: ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός· καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι, ἤτοι ἐπιβλεπόμενοι· καλεῖται δὲ ἐπιτιμήτωρ ὁ ἔφορος. καὶ φύλαξ. καὶ ταμίας. ἐφούθ: ἑρμηνεία· τὸ ἐφοὺθ ἑλληνικῇ διπλοΐδι ἔοικεν· γίνεται γὰρ τοῦτον τὸν τρόπον. ὑφανθὲν ἐπὶ βάθος πηχέων ἔκ τε χρωμάτων παντοίων καὶ χρυσοῦ συμπεποικιλμένου, ἀπερίπτυκτον τὸ μέσον τοῦ στέρνου καταλιμπάνει ἢ χερσὶν ἠσκημμένον καὶ τῷ παντὶ σχήματι χιτῶνα εἶναι πεποιημένον. τοῦτο δὲ ἐφόρει ἐπάνω τοῦ ποδήρους. ποδήρης δέ ἐστιν λίνεον ἔνδυμα βύσσινον, χιτὼν περιεστραμμένος τῷ σώματι, καὶ τὰς χειρίδας τοῖς βραχίοσι κατεσφιγμένον. κέχυται δὲ ἕως τῶν σφυρῶν. ὃν ἐπιζώννυται κατὰ τὸ στῆθος ὁ ἱερεύς. ἔφυ: ἐγένετο. ἔφυδρος: ὕδωρ ἐπάγων. ἐφύμνιον: τὸ ἐπὶ τῷ ὕμνῳ ᾆσμα. ἔφυντο: ἐνέφυσαν. σφόδρα ἐπεβάλλοντο, ὥστε δοκεῖν συμπεφυκέναι. ἐφύπερθεν: ὑπεράνωθεν. ἔφυρον: ἢ ἔπλυνον. ἢ ἔβρεχον. ἐφώδευσαν: ἔτρεχον. ἐχέγγυος: ὁ ἀσφαλὴς ἐγγυητής. ἔχεεν: ἔχωσεν. ἐχεμυθεῖ: ἔχει ἐν ἑαυτῷ τὸν λόγον. ἐχεμυθία: σιωπή. μυστήρια. ἐχέμυθον: κρύπτον μυστήριον. ἢ φρόνιμον. ἐχέτλη: τοῦ ἀρότρου τὸ κράτημα. ἐχέφρων: συνετός. ἐχθαίρει: μισεῖ. ἐχηρώθησαν: ἀνδρῶν ἐστερήθησαν. ἐχήρευσαν. ἐχθίστοις: ἐχθροτάτοις. ἐχθόμενος: ἐχθρός. ἢ μισούμενος. ἔχθος: μῖσος. ἔχθρα. ἐχόμενος: ἐγγύς. ἢ κατέχων. ἔχοντες: οἰκοῦντες. ἐχυρῶς: ἰσχυρῶς. ἢ ἀσφαλῶς. ἐχύρωσεν: ἰσχυροποίησεν. ἕψεται: ἀκολουθήσει. ἀκολουθεῖ. ἐψυχαγώγησεν: ἐπήλπισεν. παρεμυθήσατο. ἢ ψυχὰς διὰ μαγγανείας τῶν τελευτησάντων ἀνήγαγεν. ἐῴκει: ὅμοια ἦν. ἑωλοκρασία: τὸ χθιζὸν βρῶμα κυρίως. ἕωλον: ἐχθεσινόν. ψυρόν. μάταιον. ἀνωφελές. ἀνίσχυρον. ἐωνημένοι: ἀγοράσαντες. ἢ ἠγορασμένοι. ἐώρα: ὕψωσις. ἢ μέταρσις. ἐωρηθήτω: κρεμασθήτω. ἐώρησις: κρέμασις. ἐωροκοπίαις: ὑψηλοφρονίαις. ἕως: ἡ πρὸ τοῦ ἡλίου ἀνατολῆς ὥρα. ἑωσφόρος: ἀνατολικὸς ἀστὴρ πρωϊνὸς καλούμενος φαεσφόρος. ἐν ἀτόμῳ: ἐν τάχει. ἐν ῥυζήματι· ἄτομον ἐνθάδε νοεῖται τὸ μικρότατον, τὸ ἐν τῷ ἡλίῳ ἐμβαλλόμενον διὰ κάπνης εἰς οἶκον, μετὰ καὶ ἄλλων ὁμοίων κονιορτωδῶς ὁρώμενον, ὅπερ διὰ τὴν πολλὴν αὑτοῦ σμικρότητα τομὴν οὐκ ἐπιδέχεται, διʼ ὃ καὶ ἄτομον ὠνόμασται· τὸ σφόδρα οὖν σύντομον καὶ ταχινὸν αἰνιττόμενος ὁ ἀπόστολος παρείκασεν αὐτῷ τῷ εἰρημένῳ ἀτόμῳ.
Ζ.ζαμβύκη: μουσικὸν ὄργανον. ζείδωρον: τὴν πρὸς τὸ ζῇν δωρουμένην. ζεύγλη: ζυγός. ζέφυρος: λίψ. ἄνεμος. ζηλοτυπία: ζῆλος ἐξ ὑπονοίας· τοῦ ἀνδρὸς κατὰ τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια. ζήλου: μιμοῦ. ζηλωτός: μακαριστός. ἐπαινετός. ζιβύνη: ὁλοσίδηρον ἀκόντιον. λόγχη. σπάθη. ζόφον: δύσιν. ζυγάδην: συνεζευγμένως. ζυγόδεσμος: ὁ ἱμὰς τοῦ ζυγοῦ. ζυγομαχεῖ: στασιάζει, ὡς οἱ βόες ἐζευγμένοι. ζυγοφορούμενα: ἐν ζυγῷ σταθμιζόμενα. ζύθος: οἶνος ἀπὸ κριθῆς. ζωαρκῆ: τὰ πρὸς ζωὴν ἀρκοῦντα. ζωάγρια: διʼ ὧν λύτρων τὸ ζῇν περιγίνεται. ζωγρεῖ: ζῶντα λαμβάνει. ζωήν: τὴν κτῆσιν. τὴν οὐσίαν. ζῶμα: ὁ θώραξ. καὶ τὸ περίζωμα. ζώννυσθε: καθοπλίζεσθε. ζωοδότειρα: ζωὴν παρέχουσα. ζώπυρα: φυσητῆρες, ὅθεν οἱ χαλκεῖς τὸ πῦρ φυσῶσιν. ζωπυρεῖ: ἀναζῇν ποιεῖ. ζωπύρια: φυσητήρια. ζώπυρον: πεπυρακτωμένον. ἔνθερμον. ζωροπόται: ἀκρατοπόται. ζωρότερον: ἀκρατώτερον. ζωστήρ: ᾗ ἐπάνω τοῦ θώρακος χρῶνται. ζῶστρα: ἐνδύματά τινα ἀνδρῶν. χιτῶνας βαθεῖς, οὓς ζώννυνται. ζωφυτεῖσθαι: ζωογονεῖσθαι.
Η.ἧι: ἀντὶ τοῦ ὡς. καθώς. ἥ: ἀντὶ τοῦ ἥτις. ἤ: ἀντὶ τοῦ ἢ τόδε, ἢ τόδε. ἦι: ἀντὶ τοῦ ὑπάρχῃ. ἧι: ἀντὶ τοῦ καθό. ἦ: ἀντὶ τοῦ ἔφη. ἤ: ἀντὶ τῆς εἴπερ. ἤ: ἀντὶ τοῦ καί. ἡβᾷ: ἀκμάζει. σφριγᾷ. ἠβαιόν: μικρόν. ὀλίγον. ἡβάσκει: ἀκμάζει. ἡβηδόν: ἡβῶντας. ἢ τὰς στρατιάς. ἢ ἀθρόον. ὅλα καθʼ ἡλικίαν. ἥβη: νεότης. ἀκμή. ἡβήσαντες: ἀκμάσαντες. ἧι βούλονται: καθὸ βούλονται. ἠγάσαντο: ἐθαύμασαν. ἤγαλλεν: ἐθεράπευεν. Δίων ἐν ιϛʹ λόγῳ Ῥωμαϊκῶν· διά τε οὖν ταῦτα ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν. κέχρηνται δὲ τῇ λέξει ταύτῃ καὶ ἄλλοι πολλοί, καὶ Εὐνόμιος ὁ δυσσεβής. ἠγάσθην ἐθαύμασα. ἤγειρα: παρώξυνα. ἡγεμονεύω: διοικῶ. ἡγεμονικόν: ὁ νοῦς. ἡγέτης: ἡγεμών. ἥγημα: βούλημα. γνώμη. ἡγήσοιτο: προηγήσοιτο. ἡγήτορες: ἡγεμόνες. ἠγλαϊσμένη: χαίρουσα. λαμπρυνομένη. ἥδε: ἀντὶ τοῦ αὐτή. ἥδει: τέρπει. ἤδη: πρὸ τούτου. λοιπόν. τὸ ἐγγὺς τοῦ παρόντος νῦν ἀτόμου· μέρος δὲ χρόνου ἢ τοῦ μέλλοντος, ἢ τοῦ παρεληλυθότος· ἤδη δὲ γὰρ βαδιεῖσθαί φαμεν, καὶ τὸ συνάπτον τῷ νῦν· ἤδη τε βεβαδικέναι, οὐ πολὺ ἀφιστάντες τοῦ νῦν χρόνου. ἤιει: πορεύεται. ἥδιστα: ἡδέως. ἡδίων: ἡδύτερος. ἡδόμενος: ἀρεσκόμενος. ἥδρασεν: ἐστήριξεν. ἦ δʼ ὅς: ἔφη δὲ οὗτος. ἔφη. ἔφασαν· καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ γυναικός· ὦ φίλε, τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνειν· διελέγχεται δὲ καὶ ὑπὸ πλειόνων. ἡδυεπής: ἡδυλόγος. ἧδος: ἡδονή. ὄφελος. ἡδυπαθής: φιλήδονος· πάθει χαίρων. ἡδύς: εὐήθης. ἐκάλουν δὲ οὕτως καὶ τοὺς ὑπομώρους. ἡδύσματα: βρώματα. ἢ εὐοσμίαι. ἤιεσαν: ἐπορεύοντο. ἠεροφοῖτις: ἡ ἀοράτως ἐρχομένη κατὰ τὸν ἀέρα. ἠθάδων: συνήθων. ἠθολόγος: θεατριστής. ἧι θέμις: ὡς νόμος. ὡς προσῆκον. ἠϊόεντι: καλὸν αἰγιαλὸν ἔχοντι. ἠϊόνα: αἰγιαλόν. ὄχθαν. ἠκαιρεῖσθε: ἐκωλύεσθε. καιρὸν οὐκ εἴχετε. ἧκεν: ἐφῆκεν. ἠκέσατο: ἐθεράπευσεν. ἰάσατο. ἠικισμένους: ἠφανισμένους. ἥκιστα: οὐδαμῶς. οὐχ ἧττον. ἥκω: ἦλθον. ἤλασεν: ἔσκαψεν. ἔπληξεν. καὶ ἀντὶ τοῦ ἐδίωξεν. ἤλεγχον: ἐφανεροποίουν. ἢ ἀνέκρινον, ὡς Ξενοφῶν. ἠλακάτη: ἐργαλεῖον γυναικός. ἤλεκτρον: ἀλλότυπον χρυσίον μεμιγμένον ὑέλῳ καὶ λιθίᾳ. ἠλέκτωρ: ὁ ἥλιος. ἠλίθιος: ἄφρων. ἢ σκληρός. ἢ ἀναίσθητος. ἠλίβατον: ὑψηλήν· ἐφʼ ἣν πρῶτον ὁ ἥλιος διὰ τὸ ὕψος βαίνει. ἡλίκον: μέγα. πηλίκον. ἡλίσκοντο: ἐπόρθουν. ἢ ἠλέγχοντο. ἠλισγημένος: μεμιασμένος. μεμολυσμένος. ἠρτυμένος. ἠλιτόμηνον: τὸ παρὰ μῆνα γεννηθέν. ἠλύσιον: ἱερόν. παράδεισος. ἥλω: ἐλήφθη. ἐφανερώθη. ἐπορθήθη. ἥλωσαν: ἐνικήθησαν. ἐλήφθησαν. ἠμαθόεντος: ἀμμώδους. ἦμαρ: ἡμέρα. ἤματα: ἡμέρας. καὶ ἱμάτια. ἡμεδαπῶν: ἐγχωρίων. ἰδίων. αὐτοχθόνων· δάπεδον γὰρ τὸ ἔδαφος· ὅθεν καὶ τὸ ποδαπὸς ἀντὶ τοῦ ποῖος. ἢ ποίας χώρας ἢ πατρίδος. ἠμείβετο: ἀνταπεκρίνετο. ἠμείφθη: ἠλλάγη. ἤμειψα: ἤλλαξα. ἡμεροδρόμος: ὁ ἥλιος· λέγονται δὲ καὶ οἱ ταῖς βασιλικαῖς διατάξεσιν ταχύτατα διακονούμενοι. ἦ μήν: ὄντως δή. ἡμιδαής: ἡμίκαυστος. ἡμιδαπής: ἡμιτελής. ἡμιολία: τὸ ἥμισυ τοῦ κεφαλαίου. ἡμιολίας: ἡμισέας. ἡμιπέλεκα: αἱ μονόστομοι ἀξίναι. ἡμιφάριον: ἥμισυ ἱματίου. ἡμμένοι: συνημμένοι. ἠμοιρηκώς: μὴ μετέχων. ἠμπέσχοντο: περιεβάλλοντο. ἤμων: ἐθέριζον. ἥνδανε: ἤρεσκεν. ἠνδρώθησαν: ἀνδράσιν ὡμίλησαν· οὕτως Δίων πολλάκις ἐχρήσατο. ἠνεμόεσαν: ὑψηλήν. ἡνίαι: λῶροι χαλινῶν. ἤνυστρον: τὸ παχὺ μέρος τῆς κοιλίας ἐν ἐντέρῳ. εἰς τρία μέρη τέτμηται ἡ γαστήρ· ἤνυστρον, ἐχῖνον, κεκρύφαλον. ἠοῦς: ὄρθρου. ἡμέρας. ἢ ἀνατολῆς. ἤπειρος: χέρσος. γῆ, οἷον ἄπειρός τις οὖσα· ἤπειρος δὲ λέγεται παρὰ τοῖς ποιηταῖς ἡ γῆ· κυρίως δὲ ἡ εἰς ἄπειρον ἐκβάλλουσα, ὡς Εὐριπίδης· ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα. ἦν: ἀντὶ τοῦ ἤμην. ἤν: ἀντὶ τοῦ ἐάν. ἥν: ἀντὶ τοῦ ἥντινα. ἦν δʼ ἐγώ: ἔφην δʼ ἐγώ, καὶ ἐπὶ ἀνδρῶν ἔφην καὶ ἐπὶ γυναικῶν. ἠπιόδωρος: ἤπια καὶ προσηνῆ δωρουμένη. χρηστή. ἤπιος: πρᾷος. ἢ λιπαρός. ἤπου γε: πολλῷ πλέον. ἤπου: ἴσως. σχεδόν. ἤραρεν: ἥρμοσεν. ἠρασάμην: ἠράσθην. ἠρᾶτο: ηὔξατο. ἠρδαλωμένος: λεπρός. ἢ μεμιασμένος. ἠρέμα: ἀτρέμα. ἠρεσία: κωπηλασία. ἤρετο: ἠρώτησεν. ἡιρηκότες: πεπορθηκότες. ἡιρημένον: ἐπικριθέν. ἐκλελεγμένον. ἥιρηνταί μοι συνήγορ.... ἀντὶ τοῦ ἐχειροτόνησαν. ἠρήρειστο: ἥρμοστο. ἤρθη: ηὐξήθη. ὑψώθη. ἦρι: ὄρθρου. ἕωθεν. ἢ ἔαρι. ἠριγένειαν: τὸν ὄρθρον. ἠρικνωμένον: ἐῤῥυτιδωμένον. παλαιόν. ἤριπεν: εἰς τὴν ἔραν κατέπεσεν. ἤρκεσεν: ἐβοήθησεν. ἥρως: ἡμίθεος. δυνατός. γενναῖος ἡρματισμένον: ἠσφαλισμένον. ἤρτηται: κρέμαται. ἤῤῥησεν: ἐφθάρη. ἦλθεν. ὅθεν καὶ τὸ εἰσήῤῥησεν. ἠρτύνετο: παρεσκευάζετο. ἦσαν: χάριν ἐποίησαν. ἔδοξαν. ἦσθα: ἦς. ἥσθην: ἐχάρην. ἥσσηντο: ἥττηντο. ἧσσον ἑτοίμως κατέχειν: ἀντὶ τοῦ, οὐδὲ ὁμοίως ἥστην: ἐκαθίζοντο. δυϊκῶς. ἠσχάτισεν: ὑστέρησεν. ἠσυντέθηκας: ἢ συνέθου καὶ ὡμολόγησας. ἢ τὰν ἢ ἐπὶ τάν: ἢ ταύτην, ἢ ἐπὶ ταύτην, ἢ ἐκείνην. ἡταίρηκεν: ἠτάκτησεν. ἠτίμησεν: ἠτίμασεν. ὕβρισεν. ἦτορ: ψυχή. ἧττον: οὐδαμῶς. ἦτρον: τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος. ηὔδα: ἔλεγεν. εἶπεν. ἥφαιστος: ὁ θεός. καὶ τὸ πῦρ. ηὐλήσαντο: ἐταράχθησαν. ἐστράφησαν. πεφύσηνται. ἠφειδοκότες: καταπαύσαντες. μὴ φεισάμενοι. ἠφείθη: ἐάθη. συνεχωρήθη. ἠχήν: ἦχον. ἢ φήμην. ἤχλυσεν: συνεσκότασεν. ἠώς: ἡμέρα ἀπὸ ὄρθρου. ἠιτιάσατο: ἀντὶ τοῦ κατηγόρησεν· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ᾐτιάσατό τινας.
Θ.θαιρούς: τοὺς στροφεῖς τῆς θύρας. θᾶκοι: θρόνοι. καθέδραι. θάλαμος: οἶκος. ἢ κοιτών. θαλαμηπόλος: ἡ περὶ τὸν θάλαμον ἀναστρεφομένη, ἢ φυλάττουσα. θάλεια: εὐωχία. θαλεροί: δίυγροι. νέοι. ἀκμαῖοι. ἢ ταχεῖς. θάλλος: κλάδος ἐλαίας. ἢ πᾶν τὸ θάλλον. θαμά: συνεχῶς. πυκνῶς. διηνεκῶς. θαμίζεις: πυκνάζεις. ἢ συχνάζεις. θαμινάς, καὶ θαμινῶς: συνεχεῖς, καὶ πυκνῶς. θανατῶν: θάνατον ἐπιθυμῶν· λέγεται δὲ καὶ ὁ ἀποκτείνων. θαῤῥαλέων: θάρσος. θάρσυνος: τεθαῤῥηκώς. θάτερον: ἕτερον μέρος. θᾶττον: τάχιον. θαυμάζω: ὅτε πρὸς γενικὴν συντάσσεται, τὸ καταγινώσκω σημαίνει· πρὸς αἰτιατικήν, τὸ ἐπαινῶ. θέειν καὶ θεῖν: τρέχειν. θεάμονας: θεατάς. θεηγόροι: θεολόγοι. θεήλατος: ὑπὸ θεοῦ πεμφθείς, ἢ ἐκ τοῦ θεοῦ ἐλαυνόμενος. θεῖα: εὐθέα. καὶ ὀρθά. καὶ θαυμαστά. θειαζόντων: μαινομένων. θεῖεν: ποιήσειεν. θειάσαντες: θεόληπτοι γεγονότες. θειασῶται: χορευταί. οἱ τὰ θεῖα ᾄδοντες. θεῖναι: ποιῆσαι. θέλγητρον: τὸ εἰς ἡδονὴν ἄγον. θέλγει: ἀγαπᾷ. ἢ κακοῖ. ἀμαυροῖ. σκοτοῖ. ἢ ἀπατᾷ. ἢ θάλπει. θελητή: εὔκαρπος καὶ γονιμωτάτη. θέλειν: ἀντὶ τοῦ δύνασθαι. θελκτώ: κολακευτική. θέμεθλα: τὰ ἐσώτερα μέρη, τὰ ἐν βάθει, τὰ θεμέλια. θέμιν: δικαιοσύνην. θεμιτῶς: νομίμως. θεμιστός: δίκαιος. θέμιστα: νόμον. ἢ δίκην. θεογενεσία: τὸ βάπτισμα. θεμιστεύσαντος: ἄρξαντος. δικαιώσαντος. θέναρ: τὸ κοῖλον τῆς χειρός. λέγεται δὲ καὶ τὸ τοῦ ποδός, ἐλλύχνιον. θεόδμητος: ὑπὸ θεοῦ κατεσκευασμένος. θεοδρομῶν: κατὰ θεὸν πορευόμενος. θεοειδής: θεοῖς τὸ εἶδος ὅμοιος. θεόκλυτος: θεότιμος. θεοκλυτήσαντες: θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλεσάμενοι. θεόμητι: θεόφρονι. θεοβούλῳ. θεοπροπία: μαντεία. καὶ θεοπρόπιον, τὸ ἐκ θεοῦ μάντευμα, ἢ προφήτευμα. θεοῤῥημοσύνην: τὴν θείαν διδασκαλίαν. τὴν κατήχησιν. θεόῤῥυτον: ἐκ θεοῦ προϊόν, ἢ προχεόμενον. θεοσέπτωρ: θεοσεβής. θεοστυγεῖς: θεομίσητοι. θεράποντες: δοῦλοι. ὑπηρέται. θέρεται: καίεται. θέριστρον: θερινὸν ἱμάτιον. θερμός: θρασύς. θέσμιον: νόμιμον. θεσμοθέτης: νομοθέτης. θεσμοφόρια: ὄνομα ἑορτῆς. θεσμοφόρος: ὁ τοὺς νόμους ἐπιφερόμενος. θεσπέσιος: ὁ θεῖος. καὶ θαυμαστός. καὶ ὁ πρᾷος. θεσπίζει: νομοθετεῖ. θεσπίσματα: θεῖα διατάγματα. θετόν: εἰσποίητον. οὐ γνήσιον. θήγοντες: ἀκονῶντες. θηλή: μαστὸς ὁ γαλουχῶν. θηλυδρίας: ὁ τεθηλυμμένος ἄνθρωπος. ἤτοι εὐνοῦχος. θήλυνοι: ἥσυχοι. θημῶνες: οἱ σωροὶ τῶν δραγμάτων. θηραστεύεσθαι: ἀναβάλλεσθαι. θηρήτορας: κυνηγούς. θηρίκλειον: ποτήριον ὑάλινον. θηρῶντες: ἐπιτηροῦντες. θῆσσαν: μισθωτικήν. ἢ εὐτελῆ, δουλικὴν τροφήν. θήσομαι: ὁρίσω. ποιήσω. ἀναδείξω. θητεύοντες: δουλεύοντες. θῆτες: οἱ τροφῆς ἕνεκα δουλεύοντες. θητεύειν: μισθῷ ἐργάζεσθαι. θίγειν: ψαῦσαι. ἐγγίσαι. θιγγάνει: ἅπτεται. θῖνα: αἰγιαλόν. θίβη: κιβώτιον ἐκ βύβλου πλεκτόν, ὡς κοφινῶδες. θλαδίας: εὐνοῦχος. θλίβει: ἐκπιέζει. θοιμάτιον: τὸ ἱμάτιον. θοάς: ταχείας ὁρμάς. θοηρός: τεταραγμένος. θοινᾶται: εὐωχεῖται. θοίνη: τροφή. εὐωχία. κατάβρωμα. θορός: τὸ σπέρμα τοῦ σώματος. θορών: πηδήσας. θοῦρον: πηδητικόν. ταχύν. πολεμικώτατον. θορόντες: ὁρμήσαντες. δραμόντες. φυγόντες. θράττειν: ταράσσειν. ἐνοχλεῖν. νύσσειν. κινεῖν. δυσωπεῖσθαι. ὑφορᾶσθαι. θρασέως: τολμηρῶς. θραύεται: κλᾶται. θραῦσις: φθορά. ἧττα ἐν πολέμῳ. θάνατος. ἀῤῥωστία. συντριβή. θρέμματα: πρόβατα. θρέπτρα: τροφεῖα. θρέψας: πήξας. καὶ συνήθως. θρησκεύει: θεοσεβεῖ. ὑπηρετεῖ τοῖς θεοῖς. θριαμβεύσας: δημοσιεύσας. θριάσιον πεδίον:...... θρίαμβος: ἐπίδειξις νίκης. πομπή. καὶ τὸ σεμνύνεσθαι καὶ ἐπι...... θριγκός: τὸ περίφραγμα. στεφάνη. μικρὸν τειχίον. περίβολον. θρίναξ: ὄργανον γεωργικὸν ὀδοντικόν. θροῦς: φωνή. ἦχος. ἄσημος λαλιά. θόρυβος. θρυαλλίς: τὸ ἐλλύχνιον. θρυλλεῖ: λαλεῖ. κυκᾷ. θρύλλος: ψιθυρισμός. θρύπτεται: μαλακίζεται. ἢ βλακεύεται. ἢ χαυνοῦται. ἀνακλᾶται. θρώσκει: πηδᾷ. θυγατριδῆ: τῆς θυγατρὸς θυγάτηρ. θρωσμός: βουνοειδὴς τόπος, ἀφʼ οὗ ἐστι καταβαίνοντα θεωρεῖν, ὅ ἐστιν θεᾶσθαι. θύελλα: συστροφὴ ἀνέμου. θυηπόλος: ὁ θύων ἱερεύς. θυλήματα: πέμματα. ἀπαρχάς. ἄλφιτα, ἃ ἔμισγον οἴνῳ καὶ ἐλαίῳ εἰς θυσίαν ἀναφέροντες. θυμαλγέα: λυπηρά. θύματα: θυμιάματα. θυμηρέστερον: ἡδύτερον. θυμῆρες: καταθύμιον. θυμηδία: τέρψις. τρυφή. εὐφρασία. θυμικόν: ὀργίλον. θυμολέων: θυμώδης τὴν ψυχήν. θυμός: ψυχή. θυμόσοφος: εὐμαθής. φυσικός. εὐφυής. θύνω: ὁρμῶ. θυμοφθόρα: τὰ τὴν ψυχὴν φθείροντα. θυοσκόος: ὁ διὰ τῶν θυσιῶν μαντευόμενος. θύραζε: ἔξω τῆς θύρας. θύραθεν: ἔξω. ἐγγύς. θύρῃφιν: ἔξωθεν. ἔξω. θυραυλίας: ....... θύρετρα: θυρώματα. ἢ ἀραιόθυρα. θύρσος: βακχικὴ ῥάβδος. ἢ λαμπάς, ἣν ἐβάσταζον εἰς τιμὴν τῷ Διονύσῳ. θυωμάτων: θύματα μύρων. ἀρωμάτων θυμιάματα. θῶες, θώων: θηρία ἐξ ὑαίνης καὶ λύκου γεννώμενα. θωπεία: κολακεία. θωπικῶς: κολακευτικῶς. θῶπες: οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ προϊόντες. θωρακίοις: πύργος. χιτών. στῆθος. σῶμα. καὶ τὸ ὅπλον. θωραχθείς: ὁπλισθείς. θωρήσσετο: καθωπλίζετο.
Ι.ἰαίνει: εὐφραίνει. ἰάνθη: ἥσθη. ἐχάρη. διεχύθη. ἰαλέμῳ: θρήνῳ· ἰάλεμος γὰρ θρήνους εἶδος· λέγεται δὲ καὶ Ἰάλεμος υἱὸς Καλλιόπης καὶ ὁ καλὸς καὶ ὀρφανός. ἔνιοι δέ, τὸν κακὸν δαίμονα· καὶ ἰαλεμώδη τὰ ψυχρὰ καὶ οὐδενὸς λόγου ἄξια. ἴακχος: Διόνυσος ἐπὶ τῷ μαστῷ· καὶ ἥρως τις, καὶ ἡ ἐπʼ αὐτῷ ᾠδή. καὶ ἡ ἡμέρα, καθʼ ἣν εἰς αὐτὸν ἡ πανήγυρις. ἔνιοι δέ, θόρυβος. ἰατήρ: ἰατρός. ἰάπυξ: ἄνεμος ἐλαφρός. ἰαχή: βοή. ἦχος. ἢ θρῆνος. ἴβις: ὄρνεον ὀφιοφάγον. ἰδάλιμον: εὐειδές. ἰγνύη: ὁ ὑπὸ τὸ γόνυ τόπος ὀπίσω τοῦ γόνατος. ἰδίας διατριβάς: ἰδιωτικὰς συντυχίας. ἰδιόξενος: ἴδιος φίλος. ἰδιοπραγεῖ: τὰ ἴδια πράσσει. ἡσυχάζει. ἰδιώσασθαι: ἰδιοποιήσασθαι. ἰδνωθείς: καμφθείς. ἴδρις: ἔμπειρος. ἱδρυμένος: τεθεμελιωμένος. ἱδρύσαντο: ἐκάθισαν. ἵδρυσαν. ἵδρυσις: ἑδραία ἀσφάλεια. ἰεβοῦς: εἰδωλεῖον. ἵει: πέμπει. ἀμφιβάλλει. ἱέμενοι: ἐπιθυμοῦντες. ἵενται: ὁρμῶσιν. ἰέναι: πορεύεσθαι. ἢ πορευθῆναι. ἱέντες: ἀφιέντες. ἱερᾶσθαι: ἱερουργεῖν. ἱερεῖον: θῦμα. ἱέρευσεν: ἔθυσεν. ἱερή: θαυμαστή. ἱερομηνία: ἱερὰ ἑορτή, ἡ κατὰ μῆνα. ἱερομύστης: ἱερὰ μυστήρια εἰσηγούμενος. ἅγιος. ἱεροφάντης: μυσταγωγός. ἱερεύς. ἱερῷ: θείῳ. ἤτοι μεγάλῳ. ἱέσθην: προεθυμοῦντο. ἐπορεύοντο. ἵεται: προθυμεῖται. πορεύεται. ἵζει: καθίζει. ἢ κάθηται. ἵησιν: ἀφίησιν. ἰθαγενής: αὐτόχθων. γνήσιος. ἰθέως: ὀρθῶς. ἴθι: ἔρχου. ἢ πορεύου. ἴθματα: ἴχνη. βήματα. δικαιώματα. ἰθὺ καὶ ἰθύς: ἐπʼ εὐθείας ἀμφότερα. ἰθύνει: διοικεῖ. κατευθύνει. ὀρθοῖ. ἰθυντήρ: ὁδηγός. κυβερνήτης. χαλινός. πηδάλιον. ἴθυσεν: ἐπʼ εὐθείας ὥρμησεν. ἰθυτενές: εἰς εὐθεῖαν τεταμένον. ἵκανεν: παρεγένετο. ἴκελος: ὅμοιος. ἱκέσθην: παρεγένοντο. ἱκέτω: παραγενέσθω. ἴκρια: ὀρθὰ ξύλα. ἢ σανιδώματα τῆς νηός. ἴκτερος: λέγουσιν εἶναι πόνον ὠχροειδῆ, ἀπὸ θυμοῦ ἐγειρόμενον, ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημένων ὠχροὺς καὶ μέλανας ποιεῖν, ὡς καὶ τῶν ἰκτίνων, ἀφʼ οὗ καὶ καλεῖται. ἰλαδόν: ἐν ἀθροίσει. κατὰ ἴλας. δηλοῖ δὲ καὶ τὸ δασύ. ἰλαπινάζων: εὐωχούμενος. ἰλαπίνας: θυσίας. ἑορτάς. εὐωχίας. ἴλας: ἀγέλας. ἢ τάξεις. καὶ ἰλάρχας, ταξιάρχας. ἱλασμός: εὐμένεια. πρᾳότης. συγχώρησις. ἱλαστήριον: θυσιαστήριον. ἵλεω: ἱλασμόν. ἵλεως: εὐμενής. ἰλιγγιᾷν: σκοτοῦσθαι. ἢ στροφοῦσθαι. ἰλιὰς κακῶν: ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν. ἴλιγγος: σκοτοδινιάσεως. ἴλλον: στρεβλόν. στραβόν. ἰλύς: βόρβορος. ἰλυσπῶντες: συνειλούμενοι. ἱμᾷν καὶ ἱμεῖν: ἀντὶ τοῦ ἀντλεῖν. ἱμάντες: λῶροι. δεσμοί. ἱμάντωσις: δέσις ξύλων, ἐμβαλλομένων ἐν τοῖς οἰκοδομήμασι. ἱμαῖος: ἡ ἐπιμύλιος ᾠδή. ἱμείρω: ἐπιθυμῶ. ἱμερόεντα: λάμποντα. ἵμερος: ἐπιθυμία. ἱμερτός: καλός. ἐπέραστος. ποθεινός. ἱμονιά: τὸ τοῦ ἀντλήματος σχοινίον. ἵνα: ὅπου. ἰνδάλλεται: καταφαίνεται. ὁμοιοῦται. ἰνδάλματα: φαντάσματα. ὀνείρατα, ἅπερ μὴ παρόντα ὑπονοεῖ τις· ὁμοιώματα. ἀπεικάσματα. ἶνες: νεῦρα. ἴξαλος: πηδητικός. ἰόν: τὸ βέλος. ἰξύν: τὴν ὀσφῦν. ἰοδόκη: βελοθήκη. ἰόνιον: πέλαγος, ὃ νῦν Ἀδρίας· καὶ Ἰόνιος κόλπος. ἰόντες: πορευόμενοι. ἴοντο: προεθυμοῦντο. προῃροῦντο. ἴουλος: χνοῦς τριχῶν. ἤτοι ἡ πρώτη τῶν γενείων βλάστη. ἴουσαν: πορευομένην. ἶπες: θηρίδια λυμαντικὰ τῶν ξύλων, καὶ τῶν καρπῶν. ἰπνός: ὁ φοῦρνος. ἢ κάμινος. ἢ ὁ φανός. ἵππαρχος: ὁ τῶν ἵππων ἄρχων. ἱππήλατον: εὐρύχωρον. πλατύ. λεῖον. ἐψιλωμένον. ἱππόβοτος: μεγάλην γῆν ἔχων. δυνάμενος ἵππους τρέφειν. ἱππόδαμοι: ἐφʼ ἵπποις ἀναστρεφόμενοι. ἱπποδασείης: ἐξ ἱππείων τριχῶν λόφον ἐχούσης, ὃ δὴ δασύ ἐστι. ἱππούμενος: πιεζόμενος. ἀναγκαζόμενος. ἱππότης: ἱππεύς. ἔφιππος. ἵππουριν: τὴν ἐξ ἱππείων τριχῶν κατεσκευασμένον λόφον ἔχουσαν. ἱπποφορβός: ἱπποτρόφος. φορβὴ γὰρ ἡ τροφή. ἴρις: νέφος. ὑγρότης κατʼ ἔμπτωσιν ἡλίου πεποικιλμένον οἷον τόξον. ἶρος: ὁ πτωχός. ἴς: δύναμις. νευρά. ἰσακείῳ: ἀνδρείῳ. ἴσαν: ἐπορεύθησαν. ἰσηγορεῖ: ἐπίσης λέγει. ἰσολογεῖ. ἴσθι: γίνωσκε. ἴσθμια: περιτραχήλια. περιστόμια. ἰσθμός: θάλασσα μεταξὺ δύο γαιῶν· πορθμὸς γὰρ γῆ μεταξὺ δύο θαλασσῶν. ἰσοπαλῆ: ἴσα ἐν κλήρῳ· πάλος γὰρ ὁ κλῆρος. ἰσόῤῥοπον: ἰσοβαρές. ἰσοστάσιον. ἰσοσθενής: ἰσοστάσιος. ἰσοδύναμος. ἰσοτελεῖς: ἴσα τελοῦντες. ἴσα τοῖς ἀστοῖς, ὅ ἐστιν τοῖς πολίταις, τέλη διδόντες. ἰστέον: γνωστὸν ἔστω. ἢ γνωστέον. ἰσουργός: ἴσα ἐργαζόμενος. ἰσοφαρίζειν: ἐξισοῦσθαι. ὁμοιοῦσθαι. ἰσοφυᾶ: ἴσα. ἴστε: γινώσκετε. ἵστη: ἵστανε. προστακτικῶς. ἱστιατορία: δειπνητόριον. ἱστίον: ἄρμενον. ἱστιοφόρος: ἀρμενοφόρος. ἱστοπέδη: ξύλον ὀρθὸν ἀπὸ τῆς τροπίδου, ᾧ προσδέδεται ὁ ἱστός. ἱστορῆσαι: θεάσασθαι. ἵστορι: μάρτυρι. ἢ κριτῇ. ἵστωρ: ὁ ἐπʼ ἄκρῳ τῷ ῥυμῷ ἐμπεπηγμένος πάτταλος. ἰσχάνει: κωλύει. ἴσχε: κατέσχε. ἴσχεσθαι: παύσασθαι. ἰσχίον: τὸ κοῖλον τοῦ γλουτοῦ, ἐν ᾧ ἡ κοτύλη στρέφεται. ἰσχνομυθίας: λεπτολογίας. ἰσχνομυθοῦντες: ἀκριβολογοῦντες. ἰταβόριον: ὄρος οὕτω καλούμενον. ἰταμός: ἀναιδής. σκληρός. ὠμός. ἰτέον: πορευτέον. ἴτην: ἐπορεύθησαν. ἰτρία: τὰ καπυρώδη τραύματα. ἢ πλάσματα. ἴτυξ: ὄρνεον. ἴτυς: περιφέρεια ὅπλου. ἴτω: ἰέτω. ἐρχέσθω. ἴυγγες: λεπτοὶ πόροι. καὶ αἱ τέρψεις. ἴυγξ: ὄρνεον ὑπαγωγὸν φίλτρου, τὸ ἐφέλκον τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ ἔρωτα· ἐξ οὗ καὶ ἴυγγες λόγων. ἰωρός: θυρωρός. φύλαξ. ἴφθιμος: ἰσχυρός. ἶφι: ἰσχυρῶς. ἰχθυοκέντριον: ἡ τρίαινα. ἰχθυουλκός, καὶ ἰχθυοβολεύς: ὁ ἁλιεύς. ἰχνηλατῆσαι: κατʼ ἴχνος ἀναζητῆσαι. ἴχνος: ὁδόν. πορείαν. βῆμα. ἰωκάς: ὁρμάς. διώξεις. ἰῶν: βελῶν. ἢ πορευθείς. ἰωνία: ὁ λειμὼν τῶν ἴων. ἴωνες: Ἀσιῶται. καὶ Ἀττικοί. Ἀθηναῖοι.
Κ.κάβαξ: πανοῦργος. κάγκανον: ξύλον ξηρόν. καγχάζει: ἀθρόως γελᾷ. καθαγιάζεται: ἀφιεροῦται. καθάπαξ: παντελῶς. καθαιρήσονται: καταλήψονται. καθεδοῦνται: καθεσθήσονται. καθέντες: καταγαγόντες. καθεῖναι: ἐπὶ τὸ κάτω ἀπολῦσαι. καθέξει: κρατήσει. κάθες: χάλασον. καθῆκαν: κατέβαλον. καθῆστο: ἐκαθέζετο. καθηκόντως: δεόντως. πρεπόντως. καθιγνῦσαι: νεκροῖς θῦσαι. καθιγμένος: καθελών. φθάσας. κάθιδρος: κεκμηκώς. καθιεροῖ: θεῷ ἀνατίθησιν. καθίκετο: καθήψατο. καθικνεῖται: καθάπτεται. καθίμησεν: κατήντλησεν. καθίζεσθε: καταπήξατε. καθιμῶσιν: χαλῶσιν. καὶ καθιμῆσαι, χαλάσαι σχοινίον, ἤ τι τοιοῦτον. καθόδοις: ἀγωγαῖς. περιόδοις. κάθοιμον: κάθοδον. καθόρμια: περιθέματα. καθοσίωσις: δικαίωσις. καθωσιώθη: τοῖς καθήκουσι νόμοις ἡγνίσθη. ἢ ὁσίως ἀνετέθη. καθύπερθεν: ὑπεράνωθεν. καθυπέρτερον: μεῖζον. καθυφῆκεν: ἐκδέδωκεν. ὑποκατέβη. καθωσιωμένος: ἀνακείμενος. ἐγγεγραμμένος. καινοτάφια: τινά εἰσιν ἑλισσόμενα, ὡς τύπος νεκροῦ. καινοτομεῖ: καινουργεῖ. καίριον: εὔκαιρον. καιριώτατα: ἐπικινδυνότατα. θανάσιμα. καιροφυλακῆσαι: καιρὸν ἐπιτηρῆσαι. καιροφυλάκιον: .... καὶ χερσίν: καὶ ἔργοις. κακκάβη δεῖ λέγειν, οὐχὶ κάκκαβος. κακεργέτῃσι: κακοεργοῖς. κακιζόμενοι: ταπεινούμενοι. κακοδαίμων: ὁ θεῷ ἐπαχθής. καὶ ὁ τὴν ψυχὴν ἔχων ἐμπαθῆ. κακόχαρτον: κακοῖς χαίροντα. καλαμώμενος: σταχυολογῶν. καλαύρωψ: βουκολικὴ ῥάβδος. καλία: νεοσσιά. ἢ οἶκος ξύλινος κυρίως· κάλα γὰρ τὰ ξύλα. καὶ μικρόν τι πρός: ἀντὶ τοῦ, πρὸς τούτοις, οἷς ἠριθμήσαμεν. καλινδούμενοι: κυλιόμενοι. καλλιέρημα: θυσία εὐπρόσδεκτος. καλλιῤῥόην: κρήνην. καλλίροον: καλῶς ῥέοντα. καλοκἀγαθία: ἀγαθότης. κάλπη: ὑδρία. κάλυκας: σύριγγας. κάλυντρα: κόσμητρα. κάλυξ: ἄνθος ῥόδου μεμυκός. κάμαξ: χάραξ. ὀρθὸν ξύλον. κάνδυς: χιτὼν Περσικός. κανθήλιος: βραδὺς νοῆσαι. ἢ ἀφυής. κανθήλιοι ὄνοι: οἱ σεσαγμένοι· κανθήλια γὰρ τὰ σάγματα. καὶ ἐν τῇ πρύμνῃ τῆς νεὼς ἐπικαμπῆ ξύλα τιθέμενα πρὸς σκηνοποιΐαν. καὶ Βιθυνίας ὄρη τινά. κάνθων: ὄνος. κανοῦν: κανίσκιον. κάπηλος: μεταβολεύς. πραγματευτής. κἄπειτα: καὶ ἔπειτα. καραδοκεῖ: προσδοκᾷ. κατασκοπεῖ. καρδιαλγίαι: λύπαι καρδίας. καρατομεῖται: ἀποκεφαλίζεται. καρδιουλκία: τὰς καρδίας ἕλκειν τῶν θυμάτων. κάρδοπος: ἡ μάκτρα τοῦ ἀλεύρου. καρηβαρῶν: τὴν κεφαλὴν βαρούμενος ἀπὸ μέθης οἴνου. κάρηνα: ἀκρόπολιν. καρπασινοί: κορτῖναι. καρπίζουσιν: ποτίζουσιν. εὔκαρπα ποιοῦσιν. κάρπωμα: θυσία προσφορά. κάρτα: λίαν. ἢ μεγάλως. καρυκεύων: ἀρτύων. ἡδύνων. καρυκεία: ἡ ἡδύτης τῶν ζωμῶν. καρφαλέον: ξηρόν. καὶ καρχαλέον, κατάξηρον. καρχαρόδους: τραχεῖς ὀδόντας ἔχων· καὶ κάρχαρον, τὸ τραχύ. καρχήσιον: τὸ ἄκρον τοῦ ἱστοῦ. καρωθείς: βαρηθεὶς τῇ κεφαλῇ. κασαλβάς: πόρνη. κασίγνητος: γνήσιος ἀδελφός. κάσις: ἀδελφός. κατά: κυρίως ἐξ. ἐπί. ἐκ. ἀπό. καρύκη: βρῶμα Λύδιον ἐξ αἵματος καὶ ἄλλων τινῶν ἀρτυμάτων, οἷον ἐκ φοινίκων καὶ μέλιτος· ἀφʼ οὗ καὶ τὸ συνταράττειν τι καὶ ἀναδεύειν καρυκεύειν φασίν. καταβραβευέτω: καταλογιζέσθω. κατακρινέτω. καταγωνιζέσθω. καταγευσθείς: τῇ γεύσει νικηθείς. καταγλωττίσματα: τὰ περίεργα φιλήματα. κάταγμα: κατάσπασμα. ἢ μήρυμα. καταγοητεύων: ἀπατῶν. κατάγραπτος: ποικίλος. καταγωνίζεσθαι: νικᾷν. καταδείσας: φοβηθείς. καταδεῖται: φοβεῖται. καταδῃοῦν: κατακόπτειν. καταπραιδεύειν. καταδιϊστᾶσι: καταχωρίζουσιν. καταδύεται: καταβυθίζεται. κατάδουπος: καταῤῥάκτης. ἢ ψόφος. καταδύνοντα: κρύπτοντα. καταθέειν: κατατρέχειν. καταδύσεις: φωλεούς. ὑπονόμους. σπήλαια. καταθεῶτο: βλέποιτο. καταθεῖ: ἀναπαύσει. ὡς καὶ καταθῶμεν, ἀναπαύσωμεν. καταθλήσαντες: καταγωνισάμενοι. καταθρήσομεν: κατασκοπήσομεν. καταθύμιον: κατὰ ψυχήν. εὐάρεστον. καταιγίς: ἐπιφορὰ ἀνέμου σφοδροῦ. λέγεται δὲ καὶ ἡ ζάλη. καταιδεῖ: καταισχύνει. καταίροντες: καταπλέοντες. κατʼ αἶσαν: κατὰ τὸ πρέπον. κατὰ τὸ προσῆκον. καταῖτυξ: εἶδος περικεφαλαίας μὴ ἐχούσης λόφον. καταιονῶσιν: βρέχουσιν. ἀντλοῦσιν. ἀλείφουσιν. κατὰ κάθετον: τὰ ἀπὸ ὕψους εἰς βάθος διαστήματα. κατακερτομεῖν: καταχλευάζειν. κατακηλοῦσαν: θέλγουσαν. πραΰνουσαν. κατάκλιτα: κλίνας. θρόνους εἰς ἀνάκλισιν ἐπιτηδείους. κατακροτεῖ: ἄγαν ἐπαινεῖ. κατακωκύσαι: θρηνῆσαι. κατὰ κῶλον: κατὰ λέξεις. καταλεγέσθω: καταταττέσθω. καταλείβει: καταστάζει. καταληΐζεται: διαρπάζει. καταλύσας: καταστρέψας. ἀφανίσας. ἢ εὐωχηθείς· τάττεται δὲ καὶ ἐπὶ τῆς τοῦ ἀπαγξαμένου κατενέξεως· οὐ γὰρ δεῖ λέγειν κυρίως κατενεγκεῖν ἐπʼ αὐτοῦ, ἀλλὰ καταλῦσαι. κατάλληλον: ἁρμόδιον. ὅμοιον. καταλλήλως: ἀκολούθως. ἁρμοζόντως. καταλογάδην: τὰ πεζῷ λόγῳ γραφόμενα. κατάλογος: ἡ ἀπογραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι. καὶ ἐξαρίθμησις. καταμύουσιν: κατακλίνουσιν. κατανδρίζεσθαι: καταπαλαίειν. κατανεανιεύεται: κατισχύει. καυχᾶται. κατανυγείς: λυπηθείς. μεταγνούς. κάταντα: κατωφερῆ. καταπυγῶν: κατασελγαίνων. καταπύγους: κιναίδους. καταπύγων: ὁ λάγνος· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἀλφηστῶν οὕτως λεγομένων ἰχθύων, ὅτι ἕπονται κατʼ οὐράν· ἡ γενικὴ καταπύγονος, καὶ καταπύγονα ἡ αἰτιατική. καὶ αἱ ἄλλαι πτώσεις εὕρηνται· εὕρηται καὶ τὸ θηλυκὸν καταπύγων· καὶ ἡ πρᾶξις, καταπυγοσύνη. κατὰ ξυμφοράν: κατὰ συντυχίαν. καταπέλτης: εἶδος κολαστηρίου. καταπημήνειεν: καταβλάψειεν. καταπίονα: λιπαρά. κατὰ πόδα: παραυτά. κατὰ τάξιν. κατὰ ποσόν: πλεονάκις. καταπροΐξεται: καταφρονήσει. καταπροδώσει, οἷον προῖκα ἐκφύγοι. κατὰ πρόσκλισιν: καθʼ ἑτεροβάρειαν. ἢ ἑτερομέρειαν. καταῤῥαψωδήσει: φλυαρήσει. κατάῤῥησις: κατάγνωσις. κατὰ ῥοῦν: κατʼ εὐθεῖαν. κατασίνεσθαι: καταβλάπτεσθαι. κατασκελετουμένα: λελεπτυσμένα. ἐξησθενηκότα. κατασκήψαντος: ἐμπεσόντος. κατασκιδναμένη: σκορπιζομένη. κατὰ σκοπόν: κατὰ τὸ προκείμενον. δέον. κατασοβεῖται: καταδιώκεται. κατασοβήσονται: καταδιωχθήσονται. κατασοφισθείς: ἀπατηθείς. κατασοφισθεῖσα: καταχλευασθεῖσα. κατασοφισόμεθα: τεχνασόμεθα. μηχανῇ τινι κακώσομεν. κατασπέρχων: σπουδάζων. καταστολή: ἡ στολή. κατὰ στόμα: κατὰ τὴν ἀρχήν, μεταφορικῶς. καταστοχάζεται: κατὰ σκοποῦ βλέπει. κατὰ στόχου βάλλει. καταστρέψαντος: τελευτήσαντος. καταστροφή: τέλος. κατὰ σφέας: καθʼ ἑαυτούς. κατατεθήπεσαν: κατεθαύμασαν. καταφάναι: κατειπεῖν. καταφάσκει: προλέγει. ἐπινεύει. κατάφασις: πρόῤῥησις διὰ συγκαταθέσεως. καταφιλοσοφῶν: διὰ τῆς σιγῆς νικῶν. καταφορικῶς: σφοδρῶς. καταφυέν: γεννηθέν. κατάφωρος: φανερός. κατὰ χεῖρας: ἐπὶ τὰς χεῖρας. εὐκόλως. καταψαίρουσιν: κινοῦνται. καταψηφίζεται: κατακρίνει. κατεαγότα: κεκλασμένα. κατεβρόχθισεν: κατέπιεν. κατεγγυᾷν: παραδιδόναι. κατεδάρθη: κατεκοιμήθη. κατεγλώττιζε: κατεφλυάρει. κατηγόρει. ἐλοιδόρει. κατεδηδωκώς: καταβεβρωκώς. κατεδιῄτησεν: κατηγωνίσατο. κατειρωνεύεται: μεγαλοφρονεῖ. ὑποκρίνεται. δολιεύεται. κατεκήλησαν: κατεπράϋναν. κατέλεκτο: κατεκοιμήθη. κατέλευσαν: ἐλίθασαν. κατέληξαν: κατέπαυσαν. κατεντευκτήν: κατεντυγχάνουσαν. καὶ κατεντευκτής, ἀντὶ τοῦ κατήγορος. κατεπερπερεύετο: ἐχαριεντίζετο. κατεπτήχασιν: συνεστάλησαν. κατέρεψεν: ἐστέγασεν. ἢ ἐστεφάνωσεν. κατεῤῥιημένοις: εὐτελέσιν. κατεῤῥύηκεν: ἐσάπη. ἠφάνισται. κατέσβη: ἐπαύσατο. κατεσκιῤῥωμένη: πεπαλαιωμένη. κατεσκηλητευμένος: ἐξίτηλος. τεταλαιπωρημένος. κατέσκηψεν: κατέσχεν. κατεσκληκώς: κατεξηραμμένος. κατεστιγμένον: πεποικιλμένον. κατεστόρεσεν: κατέστρωσεν. κατεστρατοπέδευσεν: κατέδραμεν πολεμικῶς. κατεστυγημένος: μεμισημένος. κάτευγμα: κατάρα. κατευθικτήσας: ἐπιτυχών. κατευμαρίζων: κατευχειρίζων. κατευμεγεθεῖν: καταδυναστεύειν. κατευνάζεται: κατακοιμίζεται. κατεφοίνιξας: κατέβαψας. κατεφύοντο: κατέτρεχον. κατεχειροτόνησαν αὐτοῦ: ἀντὶ τοῦ κατεψηφίσαντο αὐτοῦ· καταχειροτονία δὲ καὶ ἀποχειροτονία καὶ διαχειροτονία διαφέρουσιν. Καταχειροτονία μὲν γὰρ ἐγένετο οὕτως· ἔλεγεν ὁ κῆρυξ, ὅτῳ Μειδίας δοκεῖ ἀδικεῖν, ἀράτω τὴν χεῖρα· εἶτα οἱ θέλοντες ἐξέτεινον τὰς χεῖρας, καὶ ἐκαλεῖτο τοῦτο πρῶτον ἡ καταχειροτονία. Πάλιν ἀποχειροτονία ἐγένετο οὕτως· ὅτῳ μὴ δοκεῖ ἀδικεῖν Μειδίας, ἀράτω τὴν χεῖρα· καὶ ἐξέτεινόν τινες, καὶ ἐκαλεῖτο τοῦτο ἀποχειροτονία· λοιπὸν πάσας ἠρίθμουν τὰς χεῖρας, καὶ ἑώρα ὁ κῆρυξ, ποῖαι πλείους εἰσίν, πότερον τῶν φασκόντων αὐτὸν ἀδικεῖν, ἢ μή· καὶ ὅσαι ἂν ἦσαν πλείους εὑρεθεῖσαι, ἐκεῖ καὶ ἡ γνώμη ἐκράτει. κατηγορευκότα: κατειπόντα. κατῄδεσαν: κατῄσχυναν. κατημαξευμένος: τετριμμένος. ἐγγεγυμνασμένος. κατηρεφέα: κατεστεγασμένα. κατηφόνες: στυγνοί. ἢ ἀναίσχυντοι. κατηχθημένος: βεβαρημένος. κάτιμεν: κατερχόμεθα. κατισχνοῦν: καταλεπτύνειν. κατοιόμενος: ὀνομάζων ἑαυτὸν μέγαν, καὶ φυσῶν. ὑπερήφανος. κατοιχομένου: νεκροῦ. τεθνεῶτος. κατʼ ὀρφναίαν: κατὰ τὴν σκοτεινήν. κατορώρυκται: κατακέχωσται. κατʼ οὐράν: κατόπισθεν. ἐκ τῶν ὀπίσω. καττύει: συῤῥάπτει. κασσύει. κάττυμα: ἀπάτη. δόλος. κατωθούμενος: ἀνατρεπόμενος. κατώλισθον: κατέπεσον. κατωμαδόν: κατὰ τῶν ὤμων. καθωραΐζεται: σεμνύνεται. κατωρχήσαντο: κατεχάρησαν. κατέπαιξαν. καχλάζει: ταράττεται· φλεγμαίνει. βράττει. κάψα: κίστη. ἢ θήκη. κεδνός: σώφρων. συνετός. ἢ φρόνιμος. κειμήλια: κτήματα. ἢ ἀποκείμενα πράγματα. κείρει: ἐσθίει. κατεσθίει. κεκασμένον: κεκοσμημένον. κεκαυτηριασμένος: μὴ ἔχων ὑγιῆ τὴν συνείδησιν. κεκλιμένος: περιεχόμενος. κεκιβδήλευται: διαβέβληται. κατέγνωσται. ἀποδεδοκίμασται. νενόθευται. κεκμηκώς: κάμνων. γεγηρακώς. κεκοπιακώς. κεκραιπαληκώς: ηὐφραμμένος. κεκομψευμένος: σεμνός. ἀστεῖος. ἢ εὐκαλλώπιστος. κεκρόπη: Ἀθήνη. κελάδησαν: ἐβόησαν. κεκρύφαλον: κεκρύφαντον. σαββακάθιον. σουδάριον. κελαδεινή: κυνηγός. θόρυβον κατὰ τὰς ἄγρας ποιοῦσα. κελαδοῦσιν: ἠχοῦσιν. μελῳδοῦσιν. κελαρύζει: μετὰ ἤχου ῥεῖ. κέλευθος: ὁδός. ἀπὸ τοῦ κέλλειν, ὅ ἐστιν εἰς τοὔμπροσθεν ἰέναι· ὅθεν καὶ ἐξώκειλεν, ὅ ἐστιν ἔξω τοῦ κέλλειν γέγονεν. κέλυφος: τὸ λέπιον τοῦ ὠοῦ. κεμάς: ἔλαφος ὁ κοιμώμενος ἐν σπηλαίῳ, κοιμάς τις ὤν. κένανδρον: κενὸν ἄνδρα. κενεόν: μάταιον. κενεμβατεῖν: εἰς κενὰ βαίνειν. κενὰ ἐπιχειρεῖν. κενεών: ὁ περὶ τὸν λαγόνα τόπος. κενοφωνίας: ματαιοφωνίας. ἀσεβείας. ἤγουν αἱρετικάς. κεντυρίων: ἑκατόνταρχος. κενῶν φάους: τυφλῶν. κέοιτο: ὑπάρχοιτο. κέπφος: εἶδος ὀρνέου ὀξυτάτου. κεπφωθείς: ἐπαρθείς. ἐρεθισθείς. ὀξέως ἐλαυνόμενος. κεραΐζει: πορθεῖ. ἀναιρεῖ. διαρπάζει. κεραόν: τέλειον. κέρας: τὸ τοῦ πολέμου μέρος καὶ τοῦ τόξου. κερασβόλα: τὰ σκληρά, καὶ ἐν τοῖς πυροῖς καὶ ἐν τοῖς ὀσπρίοις συμφυόμενα, τῇ μὲν χροιᾷ μέλανα, στρογγύλα δὲ καὶ ἰσομεγέθη κέγχροις, ἃ συνεψόμενα τοῖς ὀσπρίοις οὐ τήκεται· εἴρηται δὲ οὕτως ἀπὸ τοῦ τὴν κατασπορὰν καὶ τὸ ἄροτρον τοῖς κέρασι τῶν βοῶν βεβλῆσθαι καὶ ἀντιτύπτειν· ὅτʼ ἂν οὖν λέγῃ κερασβόλους, τοὺς ἀπαιδεύτους καὶ σκληροὺς καὶ μὴ πειθομένους τοῖς νόμοις φησί. κερασφόρος: κερατοφόρος. κέρδιον: κρεῖττον. ὠφελιμώτερον. κερδαλέος: ποικίλος. πανοῦργος. κερδαλέη: ἡ ἀλώπηξ. κερδαλεόφρων: δολιόβουλος. σκολιὰ βουλευόμενος. κέρδιστος: πανουργότατος. κερδοσύνη: πανουργία. κέρκωπες: πανοῦργοι. δόλιοι. ἀπατεῶνες. κόλακες, οἳ καθάπερ ἡ ἀλώπηξ τοὺς θηρευτικοὺς κύνας ἀπατᾷ, τοὺς ἁπλουστέρους φενακίζουσι τῇ κέρκῳ τῶν λόγων. κερκωπίζοντες: χλευάζοντες. μωκίζοντες, ὡς οἱ πίθηκοι. κέρκωψ: ἀπατεών. ἢ καὶ γένος πιθήκου. κερματίζει: εἰς λεπτὰ διαιρεῖ. κέρμα: ..... κερτόμιος: ἐρεθιστικός. κερτομῶν: χλευάζων. ἐρεθίζων. σκώπτων. κεστὸν ἱμάντα: ποικίλον ἱμάντα. κεστός: ὁ διακεκεντημένος καὶ διαπεποικιλμένος ἱμάς, οἷον ἔνδυμα Ἀφροδίτης· καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύματα. κεύθειν: κρύπτειν. κευθήμων: φωλεῶν. ἀποκρύφων. κευθμῶνος ἐν σήραγγι: κρυπτῆρος ἐν μακρῷ σπηλαίῳ. κεχαρισμένε: πεφιλημένε. κεχαρισμένα: εἰς χάριν αὐτῶν πάντα ποιεῖν. κεχειρωμένοι: ἡττημένοι. κεχηνότες: χαύνως ὁρῶντες. κεχρησμῳδημένον: μεμαντευμένον. κίβδηλον: νόθον. ἀδόκιμον. κηδεία: ταφή. ἐκφορά. κήδειν: κακοῦν. λυπεῖν. κηδείους: οἰκείους. προσφιλεῖς. κηδεμονεία: πρόνοια. καὶ κηδεμών, ὁ φροντιστής. ὁ προνοητής. κηδεστής: ὁ κατʼ ἐπιγαμβρίαν οἰκεῖος. ἢ πενθερός. κήδεται: φροντίζει. βοηθεῖ. ἐπιμελεῖται. κηδεύειν: φροντίζειν. ἢ θάπτειν. κηδήσαντες: θεραπεύσαντες. ἢ λυπήσαντες. κῆδος: ἡ συναλλαγὴ τοῦ γάμου, ἢ τοῦ πένθους. κηλίς: ῥύπος. μῶμος. μομφή. ἕλκος. οὐλή. κηλούμενος: τερπόμενος, φλεγόμενος, οἷον αὐλοῖς καὶ ἡδυφωνίαις. κημός: εἶδος χαλινοῦ. ἢ φιμός. κῆρ: ψυχή. θανατηφόρος μοῖρα. καὶ κῆρες, θανατηφόροι μοῖραι. κηφήν: ἀργός. ἄπρακτος. μετέωρος. κιβωτός: λάρναξ. κίστη. κιγκλίζει: σαλεύει. μοχλεύει. ἦχον ποιεῖ. κινεῖ. κιγκλίς: ὁ τοῦ δικαστηρίου κάγκελος, ἤτοι τοῦ ἱεροῦ οἴκου. κίδαρις: περίθεμα κεφαλῆς. ἢ ἐκ τῆς τριχὸς ὕφασμα. ἤτοι εἶδος καμαλαυκίου, ὃ καὶ τιάρα νοεῖται· τινὲς δὲ κίδαριν λέγουσιν περικράνιον ποικίλον, ἢ στεφάνιον, ἢ φακιόλιον, ἢ πῖλον βασιλικὸν Περσῶν. ἢ τὸ στρόφιον, ὃ καὶ οἱ ἱερεῖς φοροῦσιν. κίδναται: σκορπίζεται. κιθαιρών: ὄρος ἐν Βοιωτίᾳ. κικλήσκουσιν: καλοῦσιν. κιμβικία: σφηκία. ἢ μέλισσα. ἢ μικρολογία. ἢ διαστροφή. κίναιδος: ἀσελγής. κινύρα: ὄργανον μουσικόν. ἢ κιθάρα. κινυρή: οἰκτρά. θρηνητική. κιῤῥόν: πυῤῥόν. κίρκον: ἱέρακα. ἢ οὐράν. ἢ κωπηλάτην. κισσύβιον: ἐκ κισσυκίνου ξύλου ποτήριον. κιχρᾷ: δανείζει. κιχλισμός: ὁ λεπτὸς καὶ ἀκόλαστος γέλως. κλαγγή: ποιά τις φωνὴ ὀρνέου. κλαγγηδόν: μετὰ κραυγῆς. κλείθροις: κλειδώμασιν. κλεινός: ἔνδοξος. κλέος: δόξα. κλεπτόμενοι: ἀπατώμενοι. κλεψύδρα: ὄργανον ἀστρολογικόν, ἐν ᾧ αἱ ὧραι μετροῦνται. κλῆρος: οὐσία. ἢ λαχμός. λέγεται κλῆρος καὶ τὸ σύστημα τῶν διακόνων, καὶ πρεσβυτέρων κλῆρος καὶ ἡ κληρονομία. κλῆρος, μέτρον γῆς, ὅθεν καὶ οἱ κληροῦχοι, ἀντὶ τοῦ, οἱ τοὺς κλήρους καὶ τὰ μέτρα τῆς γῆς κατέχοντες. κλητεύειν: εἰς δικαστήριον καλεῖν ἅμα μάρτυσι πιστοῖς τῆς παραγγελίας, οὓς κλητῆρας ὠνόμαζον. κλητῆρες: μάρτυρες. κλισιάδες: θύραι δίπτυχοι. ἢ σκηνή. κλισία: ἡ σκηνή. κλίτος: μέρος. κλοιός: περιτραχήλιος δεσμός. κλόνος: τάραχος. θόρυβος. κλοπαί: παραλογισμοί. κλυδώνιον: κῦμα. κλύει: ἀκούει. κλῦθι: ἐπάκουσον. κλύτος: δόξα. κλώθει: κατασπᾷ. ἐπιμερίζει. κλώψ: κλέπτης. κναιόμενον: καταπονούμενον. κνεφαῖος: σκοτεινός. κνέφαλον: τύλη. κνέφας: σκότος. νύξ. κνίζων: λυπῶν. ἢ τέμνων. κνίσσῃσιν: ἀναθυμιάσεσιν. κνίσσης: λίπους. ἢ ἀναθυμιάσεως. κνίψ: ζωΰφιον. τούτου κνιπὸς ἡ γενική. κνώδαλον: ζῶον μικρόν. θηρίον. κυρίως μὲν τὸ θαλάσσιον, ποτὲ δὲ καὶ τὸ χερσαῖον. κόθορνος: ὑπόδημα ἀμφότερα δεξιόν. κοῖλον: βαθύ. κοινεῖον: πορνεῖον. κοινῶνας: κοινωνούς. κοινολογία: κοινὴ διάλεκτος. κοίρανος: βασιλεύς. ἄρχων. κοῖτος: κοίμημα. κόβαλος: πανοῦργος. κοδράντης: τὸ πᾶν. ἢ λεπτὰ δύο. κολαβρισθείη: χλευασθείη. ἢ κολασθείη. κολεός: ξιφοθήκη. κολοκύντη: μαρίκη. κολοιούς: ὄνομα ὀρνέων μικρῶν. κολοσυρτός: θόρυβος. κολούει: χρεωκοπεῖ. ἐλαττοῖ. κολούεται: ἐμποδίζεται. κολοφών: τὸ πέρας. τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον· λαμβάνεται δὲ καὶ ἐπὶ μεγάλων κακῶν. κολλυβιστής: τραπεζίτης. κόλλυβον: εἶδος νομίσματος. κολώνη: πόλις μεγάλη. κολωνός: γῆς ἀνάστημα. τόπος ὑψηλός. κομίατον: ἐξαίτησιν λαμβάνων τοῦ ἀφεθῆναι. κομᾷ: γαυριᾷ. μεγαλοφρονεῖ. στεφανοῦται τριχῶν ὑπερβολῇ. κόμιζε: ἐπιμελοῦ. κομιδήν: ἐπιμέλειαν. κομιδῆ: πάνυ. λίαν. παντελῶς. ὁλοσχερῶς. εἰλικρινῶς. παντάπασι. τελείως. κομμός: περίεργος κόσμησις. κομμονητόριον: ἐπιστολὴ προστακτική, ἀποστελλομένη εἰς χώρας. κομμώτρια: ἐμπλεκτήρια. ἡ κοσμῶσα τὰς γυναῖκας. κόθυμα: κοίμημα. κῶμα. κομψεία: ἐλαφρία. ἀστειότης. πιθανολογία. ἀλαζονεία. κομψεύεται: κολακεύει. πιθανοποιεῖ. κομψόν: σπουδαῖον. ἔντιμον. εὐπρεπές τε καὶ χαρίεν. κομψόν: περίτρανον. περίλανον. πανοῦργον. ἀπατητικόν. πιθανόν. τεχνικόν. κομῶσα: ἀνθοῦσα. κόναβος: ψόφος. ἦχος. κόνδυ: ποτήριον. κονίσσαλος: κονιορτός. κονίσουσιν: κονιορτὸν ἐγείρουσιν. κονσιστώριον: θεῖον συνέδριον. κορδακίζει: αἰσχρὰ ὀρχεῖται. κορεῖν: κοσμεῖν βίβλους. ἢ σαρεῖν. κορθύνεται: κορυφοῦται. αὔξεται. ὑψοῦται. καὶ ἐπαίρεται. κορικῶς: γυναικικῶς. ὡς κόρη. κόριον: κοράσιον μικρόν. κορκορυγμοί: ταραχαί. καὶ κόρυκος μωρός τις, μετρῶν τὰ κύματα. κοροκόσμια: τὰ τῶν παρθένων κοσμήματα. κόρσην: κρόταφον. κορυβαντιᾷ: μαίνεται. ἢ ὀρχεῖται. ἢ δαιμονίζεται. κορύζων: μεμωραμένος. ἢ μυξάζων· κόρυζα γὰρ ἡ μύξα. κόρυθα: περικεφαλαίαν. κόρυμβοι: κλῶνες. ἢ ἄκρα. κορύνῃ: ῥοπάλῳ. οἱ δὲ ξίφος. οἱ δὲ ξύλον ἐπικαμπές. κορώνη: τὸ ἄκρον τοῦ ξύλου. ἢ τὴν πλήρωσιν. κορωνίς: ἀκρώρεια. ἢ τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα. στεφάνου τὸ κεφάλαιον. κοσμεῖ: διατάττει. κοσκυλμάτια: τῶν βυρσῶν τὰ σμικρότατα περικόμματα. κοσμησάμενος: διαταξάμενος. κοσμήτορες: διατάκτορες. ἡγεμόνες. κοσμιότης: εὐταξία. κόσμος: τάξις. κόσυμβος: ἀνάδεσμος. ἢ χιτὼν κροσσωτός. κότος: ὀργή. φθόνος. ἢ ὁ ἀδηφάγος κοτταβίζει: οἶνον ποτηρίῳ ἀναῤῥιπτεῖ, ὃ ἐποίουν οἰωνιζόμενοι. κοτύλαι: τὰ ἐν ποσὶ κοιλώματα. κοτύλη: εἶδος μέτρου. καὶ τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. κοτυληδόνες: αἱ τοῦ πολύποδος πλεκτάναι. κοτυλήῤῥυτον: πολύ, ὥστε κοτύλῃ ἀρύεσθαι, ὅ ἐστιν κοίλῳ τινί. κούρητας: νέους. κοῦρος: νέος. κουρῆτες: ὄνομα ἔθνους. κουρίζουσα: νεάζουσα. παίζουσα. κουρίζων: νέος ὑπάρχων. κουροτρόφος: παιδοτρόφος. κοῦστος: φύλαξ. κουστωδία: τὸ δεσμωτήριον. ἢ τὸ τῷ δεσμωτηρίῳ ἐπικείμενον στράτευμα. σύστημα στρατιωτικόν. στίφος. κραδαίνων: σείων. δονῶν. σαλεύων. κράδη: συκῆ. κραίνουσιν: τελοῦσιν. πληροῦσιν. βασιλεύουσιν. κυριεύουσιν. κραιπάλη: ὁ ἐκ πολλῆς οἰνώσεως παλμός. κράνος: περικεφαλαία. κρασί: κεφαλαῖς. κραῦρον: ξηρόν. κατάπυρον. κρήγυον: ἀληθές. ἀγαθόν. κρείων: βασιλεύς. ἢ ἄρχων κρατῶν μεγάλως. κρήδεμνον: κεφαλοδέσμιον. ἢ μαφόριον. κρημνοί: ἐξοχαὶ τόπων. κρηπίς: θεμέλιος. ἢ εἶδος ὑποδήματος. ὑποβάθρα. κρησφύγετα: τὰ πρὸς τοὺς χειμῶνας στενὰ καὶ ὀχυρώματα· οἱ δέ φασιν, ὅτι Κρῆτες τοὺς νησιώτας ἅμα Μίνῳ τῷ βασιλεῖ θαλασσοκρατοῦντι ἔφυγον εἰς σπήλαιά τινα, ὅθεν ἐκεῖνα ὠνομάσθησαν Κρησφύγετα. κρητίζει: ψεύδεται. κρινάμενος: ἐπιλεξάμενος. κρίσεως: δοκιμασίας. ἀκολουθίας. κριτός: ἐπίλεκτος. κρίσις: ἐξέτασις. ψῆφος. βάσανος. κρόκη: ῥοδάνη. κροαίνων: τοῖς ποσὶ κρούων. ἢ ἐπιθυμῶν. κρόσσας: κλιμακίδας. κροτήσατε: ἐπαινέσατε ταῖς χερσίν. κροτόνων: κυνείων φθειρῶν. κρύβδην: λαθραίως. κρυψίνους: δόλιος. πανοῦργος. κρωβύλος: ὁ μαλλὸς τῶν παιδίων· ἔστι δὲ καὶ εἶδος ἐμπλέγματος πρώην γινομένου παρὰ τοῖς παλαιοῖς τῶν Ἀθηναίων, ὡς ἔγνωμεν ἐν τοῖς Θουκυδιδείοις. κρώζει: ὡς κόραξ, ἢ κορώνη κράζει. κτηδόνες: τριόδοντες ἰχθύες. καὶ θηρίδια. καὶ αἱ ἐπʼ εὐθείας τῶν ξύλων ἐκφύσεις. κτῖλος: προηγούμενος τῶν προβάτων κριός. κύαθος: ἀντλητήριον. μέτρον ὑγρῶν ὀγγιῶν δύο. κυάνεοι: μέλανες. κύβεθρον: θήκην μελισσῶν. κυανοχαίτης: μελάνθριξ. πορφυρόθριξ. Ποσειδῶν. κυβεία: πανουργία. ὁ τόπος, ἔνθα συνέρχονται οἱ κυβεύοντες, ὃ νῦν καλοῦσί τινες ταβλιστήριον. κύβος: πᾶν τετράγωνον. κυβεία: πανουργία. κυδάλιμον: ἔνδοξον. τίμιον. εὐπρεπές. κυδοιμός: θόρυβος. τάραχος. κύδιστος: ἔνδοξος. κῦδος: γαῦρος. δύναμις. φήμη. δόξα. κύει: γεννᾷ. κυζηθμός: ἡ ἀσαφὴς τῶν κυνῶν βοή. κυκᾷ: ταράττει. κυκεών: πόμα ἐκ διαφόρων μιγμάτων κιρνάμενον. κύκλα: τρόχους. κυκλήσομεν: ἀναζεύξομεν. κυκλοφορεῖται: κατὰ κύκλον φέρεται. κινεῖται. κύκλωπες: ἄγριοι ἄνθρωποι. κυκώμενος: ταραττόμενος. κυλινδεῖ: κυλίει. ἐπιφέρει. κύλιξ: φιάλη. ποτήριον. κυλοιδιῶν: τὰ κοῖλα οἰδῶν· ἔστι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλμούς. κυμαίνει: ταράσσει. κυμάτεια: αἱ ὑπεροχαὶ παρὰ τέκτοσι καὶ λιθοποιοῖς. κύμβαχος: ἐπὶ κεφαλὴν πεσὼν καὶ ἄνω τοὺς πόδας. κυνέη: περικεφαλαία. κυνηδόν: ὡς κύων. κυνοραϊσταί: κρότωνες· οἱ τῶν κυνῶν τὸ αἷμα ἐκπιέζοντες. κυνόσαργες: τόπος ἔστιν παρὰ Ἀθηναίοις, καὶ ἱερὸν Ἡρακλέους κατʼ αἰτίαν τοιαύτην· Δίδυμος ὁ Ἀθηναῖος ἔθυεν ἐν τῇ ἑστίᾳ· εἶτα κύων λευκὸς ἥρπασε τὸ ἱερεῖον καὶ ἀπέθετο εἴς τινα τόπον· οὗ τὸ ἱερεῖον ἀπέθετο, Ἡρακλέους βωμὸν ὠφείλει ἱδρύσασθαι, ὅθεν ἐκλήθη Κυνόσαργες. Ἐπεὶ οὖν ὁ Ἡρακλῆς δοκεῖ νόθος εἶναι, διὰ τοῦτο ἐκεῖ οἱ νόθοι ἐτελοῦντο, οἱ μήποτε πρὸς πατρός, μήτε πρὸς μητρὸς πολῖται. κυνώπιδος: ἀναιδοῦς. κύπελλα: κισσύβιον. ποτήριον. κυπρίζουσαι: ἀνθοῦσαι. κυρβασίαν: κεφαλὴν ἀλέκτορος. κυρεῖ: τυγχάνει. κύρβασις: ἔνιοι μὲν .... κύρημα: ἐπίτευγμα. συγκύρημα. ἕρμαιον. κυρία: ἡ κατὰ φύσιν ὑπάρχουσα δύναμις. καὶ κυρία, ἡ ὡρισμένη καὶ ἐμπρόθεσμος ἡμέρα. κυρίσσει: κέρατι τύπτει. κῦρος: ἐξουσία. καὶ ὄνομα κύριον. κῦτος: ὄγκος. χώρημα. βάθος. κύστιν: οὐρήθραν. ἐφήβιον. ὑπογάστριον. κυφόν: κεκυμμένον. κυφός: κεκυρτωμένος. κυψέλη: κυβέρτιον μελισσῶν· λέγεται δὲ καὶ ὀπὴ τοῦ ὠτός. κώδιον: προβάτειον δέρμα. κώθων: εἶδος ποτηρίου. κωθωνίσαι: μεθύσαι. κωκύοντες: θρηνοῦντες. κωκυτός: ὄνομα ποταμοῦ. ἢ θρῆνος. κωλεά: μέρος κρέατος. κώληπα: τὸ ὀπίσω τοῦ γονατίου μέρος· ἡ κόξα. κωλύμη: κώλυμα. κώλυσις. ἐμπόδιον. ἔστιν δὲ ἡ λέξις Θουκυδίδου. κωλώτης: ἀσκαλαβώτης. κῶμα: κοίμημα. κώθυμα. κωμάζει: ᾄδει. ὑβρίζει. κωμαστής: ὁ τρυφῶν μετʼ ᾠδῆς ἀσελγοῦς. κῶμοι: ᾠδαί. ἢ ὀρχήσεις μετὰ μέθης. κωμῳδία: ὕβρεις. διασυρμοί. ἐμπαίγματα. κωνειαζομέναις: θανάσιμον φάρμακον πινούσαις. κώνειον: θανάσιμον. δηλητήριον. κωνοειδές: σχῆμα τοιοῦτον, οἷον στροβιλοειδές. κῶνοι: στρόβιλοι. κώρυκος: θυλάκιον. κωτίλος: πανοῦργος. ἢ κόλαξ. ἀπατεών. κωτίλλω: λαλῶ. κωφόν: ἄηχον. ἀσθενές. ἀμβλύ.
Λ.λαβαῖς: ἐπαφαῖς. ἢ ἀφορμαῖς. ἢ μέμψεσιν. λάβρα: δημόσιος στενωπός. ἄμφοδος. ῥύμη, διʼ ἧς οἱ λαοὶ ῥέουσιν. λαβραγόρην: σφοδρῶς δημογοροῦντα. λαβύρινθος: κοχλιοειδὴς τόπος. λέγεται δὲ ἐπὶ τῶν φλυάρων. λαβεῖν τιμωρίαν: ἀντὶ τοῦ ἐκδικηθῆναι. λάγανα: πλακούντια ὡς πυρώδη. λάγνος: πόρνος. αἰσχρός. λαιά: ἀριστερά. ἢ κολόβιον. λαῖλαψ: μετὰ ἀνέμου ὄμβρος καὶ σκότος. λαιμαργία: ἡ σύντονος ἐπιθυμία. λαιόν: ἀριστερόν. λαίθαργος: λαιθάργους ἐκάλουν τοὺς κύνας, τοὺς λάθρα δάκνοντας. λαῖφος: ἱμάτιον. λαιψηρόν: ταχύ. σφοδρόν. κοῦφον· Λάκωνες τὸ ἡμίξηρον. λακέρυζα: κορώνη, ἡ μεγάλα κράζουσα. λάκισμα: σχίσμα. λακωνικός: στεῤῥός. ἀνδρεῖος. λαλίστερος: ἀδολεσχέστερος. λαλίστατον: τὸν κατὰ λόγον σοφόν· λέγεται δὲ καὶ ὁ εὔγλωττος, καὶ ὁ εὔφωνος. λαμία: θηρίον. καὶ γυνή τις ἀρχαία Λίβυσσα. λαμπιστίνη: ἅμαξα βασιλική ...... ὅ ἐστιν, ἅρμα σκεπαστόν. λαμπροείμων: λαμπροφορῶν. λαμυρόν: εὔλαλον. εὐτράπελον. καταπληκτικόν. τερπνόν. λαμυρία: ἡ ἀλόγιστος ἀνδρεία. λάξ: ὁ ὑπὸ τοὺς δακτύλους τοῦ ποδὸς ποιὸς ψόφος. λὰξ ποδὶ κινήσας: τῷ πλάτει τοῦ ποδὸς κινήσας. λαξευτήριον: ἐργαλεῖον οἰκοδομικόν. Λαοξόος γὰρ ὁ οἰκοδόμος. λαοσσόος: ἡ τοὺς λαοὺς σώζουσα. λαπιστής: ψεύστης. προπετής. λαπίστρια: μετεωριζομένη. ῥεμβομένη. θέλουσα εὐωχεῖσθαι. λάρναξ: σωρός. ἢ κιβώτιον. λάσια: δασέα. λαρόν: χλιαρόν. προσηνές. ἡδύ. λάτρις: θεράπαινα. δούλη. προσαῖτις. λατύπη: λιθουργική· ἢ τὸ λεπτὸν τοῦ λίθου. λάσταυροι: λασιόταυροι. καὶ ἐξῳστρηκότες σφόδρα. λαῦρα: ῥύμη, διʼ ἧς ὁ λαὸς ἐπανέρχεται. λάφυρα: τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα· τὰ δὲ τεθνεώτων, σκῦλα. λαφύξας: διασπαράξας. ἀφειδῶς θοινησάμενος. λαχεῖν δίκην: δικάσασθαι. λαχνήεντα: δασέα. τετριχωμένα. λάχνη: τρίχωσις. λέγεται δὲ καὶ ὁ τῆς θαλάσσης ἀφρός. λάχνος: δασύς. λαχών: κληρωσάμενος. λέλογχε, μεμοίραται. λάψαι: τῇ γλώττῃ πιεῖν. λεβηρίς: τὸ γῆρας, ὃ ἀποδύεται ὁ ὄφις. λεηλασία: αἰχμαλωσία. λεηλατεύει: λῃστεύει. ἁρπάζει. λείας: πραίδας. λειμών: ἀνθηρὸς τόπος. σύμφυτος. λείρια: ἄνθη. ἢ κρίνα. λειριόεντα: ἁπαλά, παρὰ τὴν λειότητα· λείριον γὰρ τὸ ἄνθος. λειτουργίας: ὑπηρεσίας. ἱερουργίας. λειτουργική: κυρίως μὲν ἡ ἱερατική· καταχρηστικῶς δὲ καὶ ἡ δουλική. λειώσας: διακόψας. λεκάρια: λεκανίδια. λέλογχεν: ἔτυχεν. ἀπήλαυσεν. λέμβον: μικρὸν πλοῖον. λέμμα: λέπισμα. λέμφος: ἀνόητος. μυξώδης. λεοντῆ: ἡ δορὰ τοῦ λέοντος. λέπαδνα: οἱ μασχαλιστῆρες τῶν ἵππων. λεπτόγεα: κακὸς ἀγρός· λεπτὴ γῆ, μὴ λιπαρά. λεπτόμιτον φᾶρος: τὸ λεπτὸν ἱμάτιον. λέσχη: πολλὴ ὁμιλία. φλυαρία. τὸ δὲ παλαιὸν αἱ καθέδραι, καὶ οἱ τόποι, ἐν οἷς εἰώθασιν ἀθροιζόμενοι φιλοσοφεῖν, λέσχαι ἐκαλοῦντο· οὕτως φησὶ καὶ Ἱεροκλῆς ἐν πρώτῳ φιλοσοφουμένων. λευκώλενος: λευκοβραχίων. λευχείμων: λευκοφόρος. λέχος: συνουσία. κοίτη. μίξις. λεχώ: ἡ ἀρτιτόκος. λεωπετρία: λεῖος λίθος. λεώς: ὁ λαός, Ἀττικῶς. λεωφόρος: ἡ δημοσία ὁδός. λῆγε: παύου. ληθεδών: λήθη. ληΐδιον: ἱμάτιον. τριβώνιον. λήϊα: σιτοφόρα χωρία. λήϊον: εὐτελὲς κολόβιον. ληΐζεται: αἰχμαλωτίζεται. διαρπάζει. πορθεῖ. ἐρημοῖ· ἴσως δὲ καὶ ἐν παθητικῷ σημαινομένῳ λέγεται. ληΐσατο: ἐμερίσατο. ἢ ἐλαφυραγώγησεν. λῆμα: φρόνημα. λῆμμα: τὸ κέρδος. βούλημα. λήμματα: προφητεῖαι· λέγονται δὲ καὶ τὰ ἐξ οἰκείας καρδίας ἀποφθέγματα. ληματίας: φρονηματίας. φρονήσεως. λήμη: λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον, καὶ ἀμβλυώττειν παρασκευάζον. λῆξις: παῦσις. ἢ μερίς. κληρονομία. λῆρος: φλύαρος. λήσομαι: ἐπιλάθωμαι. λιανούσης: πραϋνούσης. λιβάδα: σταγόνα. κρήνην. ἢ ἔνυδρον τόπον. λίβερνα: καράβια. λιγαίνω: κηρύσσω. λίγδην: οὐ κατὰ βάθος, ἀλλʼ ἐκ τῆς ἐπιφανείας. λιγνύς: ἡ ἀνάδοσις τοῦ καπνοῦ. λιγύς: ἡδύς. ὀξύς. λιγύφωνος: ἡδύφωνος. λιθόλευστος: λιθόβλητος. λιθουργός: λιθογλύπτης. λικμήσονται: λείξουσιν. διασκορπίσουσιν. λικμῶ: κοσκινεύω. σκορπίζω λινοπλῆγος: φρενοπλῆγος. λιπαρεῖ: παρακαλεῖ. λιπερνοῦντας: περιχρόους. πενιχρούς. λιπαρεῖτε μένοντες: προεδρεύετε μένοντες. ἢ ἐπιμελεῖσθε. λιποτάκτης: λιπὼν τὴν τάξιν αὑτοῦ· ὅ ἐστιν ἐκφυγών. λιποτακτήσας: καταλείψας. φυγών. λιπόνεως: ὁ καταλειφθεὶς τῆς νεώς. λιπῶσι: λιπαρῶσι. λίσσομαι: ἱκετεύω. λίσχρος: φειδωλός. λιτάζομαι: παρακαλῶ. δέομαι. λίβηθρα: τὰ ἔφυδρα χωρία, καὶ αἱ διαῤῥύσεις τῶν ὑδάτων· οὕτως Εὔπολις. λιτανεύει: εὔχεται. λιτή: παράκλησις. λιτοῖς: ψιλοῖς. εὐτελέσι. λιφαιμεῖ: αἱμοῤῥοεῖ. λείπει τῷ αἵματι. λίτρα: ἦν μὲν καὶ νομίσματος εἶδος· ἐπὶ δὲ τοῦ σταθμοῦ Ἐπίχαρμός τε καὶ Σώφρων ἐχρήσαντο. Σοφοκλῆς δὲ λιτροσκόπον φησὶ τὸν ἀργυραμοιβόν, ἐπὶ τοῦ νομίσματος. λιχνεύουσα: λίχνως ζητοῦσα. λιχνεία: πύκνωσις. λίχνος: προαπτόμενος τῶν ὄψων. κατεπιθυμῶν. λιμβός. λαίμαργος. λοβός: τὸ ἄκρον τοῦ ὠτίου. λογάδην: ἐπιλέκτως. λογίαι: ἐκλογαί. καρποφορίαι. λογισμός: οἱονεὶ ἐξέτασις· οὕτως Αἰσχίνης. λογισταί: οἱ μεθοδικοὶ καὶ περίψηφοι. λογιστής: κριτής. δοκιμαστής. ἐξεταστής. λογογράφος: ὁ δίκας, ἢ τοὺς δικανικοὺς γράφων. λογοποιῶν: πλάττων λόγους ψευδεῖς. λοιβή: σπονδή. θυσία. λοιγόν: φθοράν. ὄλεθρον. λοιμεύεται: φθοροποιεῖ. βλάπτει. λοίσθῳ: ἐσχάτῳ. λοξά: σκολιά. καμπύλα. οὐκ ἐξ εὐθείας γινόμενα. λοπᾶσι: κλέπταις. λοπόν: κατὰ τῶν αὐχένων· ὡς καταλοπός, κατὰ τοῦ αὐχένος. λόπος: ἡ περικειμένη ἔξωθεν τοῦ κρομύου λεπίς. καὶ πᾶν λέπος. φλοιός. δέρμα λεπτόν. ξηρόν. λορδόν: τὸ ὑπόκυρτον· καὶ λορδότατον, τὸ ἀποσεσιμωμένον, καὶ ἐναντίον τῷ κυρτῷ, ὃ καὶ κυφὸν καλεῖται. λορδός: ἀπεξυλωμένος. συγκεκαμμένος τὸ σῶμα. λοφαδία: κατὰ τοὺς αὐχένας. λοφιάς: ὁ τράχηλος. λόφος: γῆς ἀνάστημα. ἢ περικεφαλαία. λόφος: τράχηλος. καὶ τὸ τῆς περικεφαλαίας ἄκρον. λοχαγοῖς: στρατηγοῖς. ταξιάρχαις. λοχεύει: ἐνεδρεύει. λοχεύονται: γεννῶσιν. λόχμη: πλαγία. σύμφυτος τόπος. καὶ λοχμώδης. λόχος: ἐνέδρα. τάξις. λοχῶντες: ἐνεδρεύοντες. λυγαίως: σκοτεινῶς. λυγίσμασιν: ἐγκλήμασιν. λυγκεύς: εἶδος θηρίου. ἢ ὀξυδερκής. λυγμός: ὀλολυγμός. λύγος: φυτὸν ἱμαντῶδες. λυγρόν: χαλεπόν. ὀλέθριον. κακόν. ἰσχυρόν. πενθικόν. ἐλεεινόν. λύθρος: φόνος. ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμός, συνιστάμενος διʼ ἱδρῶτος καὶ κόνεως καὶ αἵματος μετὰ ἰχῶρος. λυκάβας: ἐνιαυτός· ἀπὸ τοῦ ταχέως βαίνειν, ἢ λυγαίως βαίνειν· ὅ ἐστι σκοτεινῶς καὶ ἀδήλως. λυκόφως: τὸ περὶ τὴν αὐγὴν φῶς. λυμαίνων: φθείρων. βλάπτων. λύμη: βλαβή. φθορά. ὕβρις. λύματα: καθάρματα. αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνας ἐκκρίσεις. λυσιτελές: ὠφέλιμον. ἢ συμφέρον. λυσόμενος: λυτρωσόμενος. λύτρα: μισθός. ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας. ἐπὶ τὸ λυτρώσασθαι βαρβάρων δουλείας. λυχνοῦχος: φανός. λαμπτήρ. λωβᾶται: βλάπτει. λώβη: βλάβη. ἢ ὕβρις. λωβητῆρα: ὑβριστήν. λώϊον: βέλτιον. λῷστος: βέλτιστος. λώπην: ἱμάτιον. περίβλημα. λωτός: βοτάνη εὐώδης, ἣν ἔνιοι μυρόλωτον καλοῦσιν. λωφήσομεν: ἀντὶ τοῦ παύσομεν. κυρίως δὲ εἴρηται λωφῆσαι τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποθέσθαι. λώφησις: παῦσις. πτῶσις. λωφήσαντος: ἀναπαυσαμένου. ἡσυχάσαντος.
Μ.μαγάς: σανὶς ὑπόκυφος τετράγωνος, δεχομένη ἐφʼ ἑαυτῆς τὰς τῆς κιθάρας νευράς. μάγγανον: παράδοξόν τι· λέγεται δὲ καὶ ἡ γοητεία, μαγγανεία. μαγίστερ: ἀντὶ τοῦ διδάσκαλε. μάζα: ἄρτος. φύραμα. μαγίς: μάχαιρα. καὶ μάγειρος, ὁ τὰς μάζας μερίζων. μάζης ὤνιον: ἄρτου πρᾶσις. μαιευτικῆς: ἰατρικῆς. μαιευόμενοι: ζητοῦντες. ἐρευνῶντες. μαιμάσσει: σφύζει. προθυμεῖ. κυματοῦται. πηδᾷ. καχλάζει καὶ κλονεῖται. μαιμόωσα: ἐνθουσιῶσα. μαινάς: βάκχη. μαινάδας: μαινομένας. ζητούσας βακχεύειν. παραφόρους. μαινόλης: μαντικός. μαίοτρα: τὸν ὑπὲρ τοῦ μαιώσασθαι μισθόν. μαίνω: ἐνθουσιωδῶς κινοῦμαι. μαιωθήσονται: λοχευθήσονται. γεννηθήσονται. θεραπευθήσονται. μαιώσεται: ἰατρεύσεται. μαζουρώθ: τὰ συστήματα τῶν ἀστέρων, ἃ ἐν τῇ συνηθείᾳ ζωΐδια καλοῦνται. Ἑβραϊστὶ δέ τινες λέγουσι τὴν λέξιν· σημαίνειν δὲ τὸν ἀστρῷον κύνα. μάκαιραν: μακαρίαν. μάκελλα: δίκελλα. μακρὰ χαίρειν: οἰμώζειν. στενάζειν. μάλα εἰκότως: πάνυ δικαίως. μαλακία: νόσος. μαλακόν: τὸ ἁπαλόν. ἢ τὸ ἀσελγές. μαλερόν: μαραντικόν. μαλθακόν: ἔκλυτον. μαλακόν. μαλθάξαι: ἀγαθύναι. καταπραΰναι. μάλιστα: ἀντὶ τοῦ ἀκριβῶς· οὕτως Θουκυδίδης. μάλθη: μεμαλαγμένος κηρός. μαμωνᾶς: χρυσός. γήϊνος πλοῦτος. μαναά: θυσία. σπονδή. μανδραγόρας: ὑπνωτικὸς καρπός. μανδύας: εἶδος ἱματίου, ὅπερ καλεῖται λωρίκιον. μανόν: ἀραιόν. χαῦνον. ἢ ἀνωφερές, ὡς φλόξ. μαντοσυνῶν: μαντειῶν. μαργαίνει: ἀντὶ τοῦ μαίνεται. μάργος: μαινόμενος. ἔκφρων. μαργῶσαν χεῖρα: μαινομένην χεῖρα. μαρμαίρει: λάμπει. καταυγάζει. μαρμαρέην: λαμπράν. μαρμαρυγή: ἄστραψις. λαμπηδών. μάρσιππος: σάκκος. θυλάκιον. σακέλλιον. μάσσει: φυρᾷ. ζυμοῖ. μάστακα: μάσημα. τροφήν. μαστιγίας: δοῦλος. ὁ διʼ ἁμάρτημα μαστιγούμενος. μαστροπός: μαυλιστής. πορνοβοσκός. μαστρύλλιον: τόπος, ἔνθα οἱ μαστροποὶ διέτριβον. μαχλάδας: πόρνας. μάχλος: ἀσελγής. ἄσωτος. μαχλοσύνη: κατωφέρεια. γυναικομανία. μαχλῶντες: πορνεύοντες. μεγάθυμος: μεγαλόψυχος. μεγαίρων: φθονῶν. μεγαλήτωρ: μεγαλόψυχος. μεγαλόνοια ὑπερηφανία. μεγαλοφυΐα. μεγαλοπρεπής: μεγαλοφανής. μεγαλόφρων: μεγαλόψυχος. μεγαλώνυμον: μεγαλόδοξον. περίφημον. ὀνομαστόν. μεγάνορος πλούτου: ἰσχυροῦ. δυνατοῦ. ἀνδρείαν ἐμποιοῦντος· ἐπεὶ μέγα δύναται ὁ χρυσός. νευρὰ γὰρ πολέμου δύναται εἶναι. μεγαρίζοντες: λιμώσσοντες. ἢ μεγάλα λέγοντες. μέγαρον: ὑπερῷον. οἴκημα. μέδεσθαι: φροντίζειν. μέδιμνον: μέτρον. μέδων: βασιλεύων. μεθαρμοζόμενος: μετερχόμενος. μεθεῖναι: ἀφεῖναι. ἀμελῆσαι. μεθείς: ἐῶν. ἀφιῶν. μεθείω: ἐῶ. ἀφίω. ἀφῶ. ἐάσω. μέθεξις: μετοχή. κοινωνία. μεθέσθαι: καταλιπεῖν. μεθημοσύνη: ἀμέλεια. ῥᾳθυμία. μεθήμων: ἀμελής. μεθήσειν: ἀμελήσειν. μεθίει: ἀφεῖ. ἀμελεῖ. μεθίετο: προΐετο. ἠφίετο. μεθοδείας: τέχνας. ἢ δόλους. μεθοδεύει: μετέρχεται. τεχνάζεται. ἀπατᾷ. μεθόριον: μεταξὺ τῶν ὅρων. μεθορμιζόμενος: μετερχόμενος. μέθυ: οἶνος. μειλίγμασιν: ἀπατήμασιν. μειλικτηρίοις: προσηνέσιν. ἡδέσι. πρᾳέσι. μειλίξασθαι: πραΰναι. μειλίχιος: πρᾷος. χρηστός. μεῖον: ἔλαττον. μικρότερον. μειονεκτεῖ: τὸ ἧττον φέρει. ἐλαττοῖ. μειονεκτούμενοι: ἐλαττούμενοι. μέλαθρον: οἶκον. μελαίνη: βαθεῖα. μελεδήματα: μεριμνήματα. μελάνυδρος: βαθεῖα. κυρίως δὲ καθαρὰ ὕδατος. μελεδωνοί: ἐπίτροποι. φροντισταί. προεστηκότες. μέλεος: μάταιος. ἄθλιος. δυστυχής. ταλαίπωρος. μέλημα: φρόντισμα. μελίαι: βέλη. μελιπνόους: ἡδυπνόους. μελίφρων: ἡδύς. γλυκαίνων τὰς φρένας. μέλω: ἐν ἐπιμελείᾳ εἰμί. μέλλει: ἔοικεν. μελλήσας: ὑπερθέμενος. βραδύνας. καὶ ἐπὶ τοῦ σπουδάσας. μελήσω: σπουδάσω. φροντίσω. μελληταί: ὑπερθετικοί. μελόντων: ἐπιμελείσθωσαν. μέλπηθρα: παίγνια. σπουδάσματα. ἢ σπαράγματα. μέλποντες: ᾄδοντες. ἀνυμνοῦντες. μεμελημένος: πεπονημένος. μέμηλεν: μέλει. μεμηλώς: ἐπιμελούμενος. μέμηνεν: μαίνεται. τετύφωται. μεμισθαρνηκώς: ὁ μισθῷ καμών. μεμοιραμένων: λαχόντων. κληρωσαμένων. μεμοίραται: μετέχει. εἴληφεν. μέμονα: πεπείραμαι. μεμυκότα: κρύψαντα. καμμύσαντα. ἢ κεκολλημένα. μεμψιβολεῖν: μέμφεσθαι. μεμψίμοιρος: φιλεγκλήμων. μενοῦνγε: ἐκ συνδέσμων τριῶν, τὸ ἀληθές. μεριδαρχίας: μεριστίας. κατὰ δεκαρχίας. μερμαίρω: φροντίζω. ἢ χολῶ. μέρμερα: μερίμνης ἄξια. μερμηρίζω: μεριμνῶ. μέροπες: ἄνθρωποι παρὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα. μεσάγκυλος: μέσος. πολιός. ὠμογέρων. μέσαυλον: κυρίως μέν, ἡ μέση θύρα· κεῖται δὲ ἀντὶ τοῦ μεσαύλιον. μεσέγγυος: μεσίτης. ἐγγυητής. μεσεγγυοῦνται: ἐγγυηταὶ γίνονται· ἢ ἐγγυητὰς ποιοῦνται· ὡς καὶ Ἰσοκράτης ἐν τῷ κατὰ τῶν σοφιστῶν. μεσηγύς: μεταξύ. μεσοπορῶν: μέσην ὁδεύων. μεταβαλών: στραφείς. μεταμείβων: μεταλλάσσων. μεταβόλοι: πραγματευταί. μεταπράται. μεταγενής: μεταγενέστερος. μεταίχμιον: μεταξὺ δύο τόπων φυλαττόντων τοῦ πολέμου. μετεωρισμός: ὕψωσις. ἢ ῥεμβασμός. μετακόσμιον: τοῦ κόσμου κρείττονα. μεταλαγχάνει: μετέχει. μεταλήξαντι: παυσαμένῳ. μεταλλεύει: μεταφέρει. μεταμαθεῖν: μεταγνῶναι. μεταμείβων: μεταλλάσσων. μεταναστεύου: φεῦγε μετοίκει. μετανάστης: μέτοικος. φυγάς. μετάπεμπτος: προκληθείς. μεταποιοῦμαι: φροντίζω. προνοοῦμαι. μετάρσιος: μετέωρος. ὑψηλός. μετασοβῶν: ἀποδιώκων. μετασπώμενος: ἐπακολουθήσας. μεταδιώξας. μεταστοιχειοῦσα: μετασχηματίζουσα. μετασχεῖν: ἐπιλαβεῖν. μετατάξασθαι: ἀντὶ τοῦ μετελθεῖν. μετάφρενον: μεταξὺ τῶν ὤμων. μεταφῦναι: μεταπλασθῆναι. μεταχρωννύντες: μετασχηματίζοντες. μετειλήχει: μετέσχεν. μέτειμι: μετέρχομαι. μετελεύσομαι: ἐπελεύσομαι. μετελθών: ἐπελθών. μετʼ ἐμέ: πρός με. μετεμόσχευσεν: μετεφύτευσεν. μετέωρον: ὑψηλόν. μετεωρολέσχαι: περὶ οὐρανοῦ φλυαροῦντες. μετεωροπολῶν: τὰ οὐράνια σκοπῶν. μετῇ: ἐξῇ. μετʼ ἴχνια: κατʼ ἴχνη πορεύεσθαι. μετοιχήσονται: μεταπορεύσονται. μετέλθωσιν. μετοκλάζει: μετακαθίζει. μετόν: ἐξόν. μετόπισθεν: ἐν ὑστέρῳ. μετὰ ταῦτα. μετουσία: κοινωνία. μετοχετεύειν: μετακομίζειν. μετρήσαντες: διελθόντες. μετριάζει: ταπεινοφρονεῖ. μέτριοι: εὐγνώμονες. μετριοπαθεῖν: ἐκ μέρους τὰ πάθη καταδέχεσθαι. συγγινώσκειν. μέτριος: ὁ μεμετρημένην ἔχων οὐσίαν. ἢ τὸ ἦθος ἐπιεικής. μετῴχετο: ἐπορεύετο. μήδεα: βουλεύματα. μηδοσύνη: βουλή. μηκάδες: ἐπιθετικῶς, αἱ αἶγες, ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς. μῆλα: πρόβατα. πάντα τὰ τετράποδα. καὶ πᾶσα βύρσα μηλωτὴ καλεῖται. μὴ κώμοις καὶ μέθαις: ᾄσμασιν ἑταιρικοῖς, καὶ τοῖς σκεύεσιν τοῖς θεατρικοῖς, τουτέστιν κιθάρα, ἢ κύμβαλα, καὶ τὰ ὅμοια τούτοις, οἷς εἰώθασιν ἐν μέθαις μάλιστα οἱ ἄτακτοι ἄνθρωποι ποιεῖν. μηλοβοτέα: γῆν εὐτραφῆ. ἀνειμένην εἰς νομὴν προβάτοις. μηλοβοτήρ: ὁ τῶν προβάτων ποιμήν. καὶ μηλονόμος. μηλοσφαγίαις: θυσίαις προβάτων. μηναγύρτης: ἀπὸ μηνὸς συνάγων. μήνη: σελήνη. μῆνιξ: ὑμὴν τοῦ ἐγκεφάλου. μῆνις: ὀργὴ ἔμμονος. μηνίσκους: ὑμένας. πέταλα. περιτραχήλια κόσμια. μηνιῶ: ὀργίζομαι. μηνοειδές: σεληνοειδές. μήρινθος: σπαρτός. ἤτοι σχοινίον. δεσμός. βρόχος. μήρυμα: σπεῖρα. κάταγμα. νῆμα. μηρυομένη: ἕλκουσα. ἐκτεινομένη. μήστωρ: βουλευτικός. ἔμπειρος. μήτι: μηδαμῶς. μήτι γε: πόσῳ γε μᾶλλον. μῆτις: βουλή. γνώμη. σύνεσις. μητίσομαι: βουλεύσομαι. ἐρήσομαι. μητραλοίας: ὁ τὴν μητέρα τύπτων. μητροπάτωρ: κατὰ μητέρα πάππος. μηχανή: βουλή. μηχανοῤῥάφος: ἐπινοητὴς κακῶν. κατασκευαστής. μιαιφόνος: φονεύς. μίασμα: βαφή. μιάστορα: λυμεῶνα. φονέα. μιγάδες: τὸ ἐκ πολλῶν ἄθροισμα. μίγδα καὶ μίγδην: μεμιγμένα. μίθρου: μίθραν νομίζουσιν εἶναι οἱ Πέρσαι τὸν ἥλιον, καὶ τούτῳ θύουσιν πολλὰς θυσίας. μικρολόγος: σκνιπός. φειδωλός. μικροῦ δεῖν: παρὰ μικρόν. μικροῦ δέω: παρὰ μικρὸν λείπω. μειλισσόμενος: παρακαλῶν. πραΰνων. μειλίχιον: πρᾷον. χρηστόν. μίνθη: καλαμίνθη. ἡδύοσμος. βοτάνη εὔοσμος. μινύθει: ἐλαττοῦται. μινυνθάδιον: ὀλιγοχρόνιον. μινύρεται: κλαίει. θρηνεῖ. εὐφώνως λέγει. μισγάγκειαν: τόπος κοῖλος, εἰς ὃν τὰ καταφερόμενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα. μισθαρνής: μισθὸν ἀντικαταλλάττων. μισθαρνία: ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία. μισθοφόρος: ἐπὶ μισθῷ ἐργαζόμενος. μίτρα: διάδημα. ἢ ζώνη. μνᾶται: μνηστεύεται. μνᾶ: ἑκατὸν δραχμαὶ ποιοῦσι μνᾶν μίαν. μνημήϊα: μνημόσυνα. μνημοσύνη: μνήμη. μνηστή: ἡ κατὰ μνηστείαν γαμηθεῖσα. ἢ ἡ ἐκ παρθενίας μένουσα μνηστή, ὅ ἐστι ἄνανδρος. μνῶ: μνήσκω. μνωμένη: μνηστευομένη. μογερῶν: μοχθηρῶν. μογήσας: κακοπαθήσας. καμών. μογοστόκος: περὶ τοὺς τόκους καποπαθοῦσα. ἔνιοι δέ, μόγους ταῖς τικτούσαις ἡ ἐπιφέρουσα. μόγῳ: κακοπαθείᾳ. μοῖρα: μερίς. τὸ καθῆκον. καὶ εἱμαρμένον. μοιρηγενές: ἀγαθῇ μοίρᾳ γεγεννημένε. μοιχάγρια: τὰ ἀντὶ τῆς μοιχείας ἀγρεύματα, ἐπὶ τὸ ληφθῆναι μοιχὸν ἀποτινόμενα. μολεῖν: ἐλθεῖν. μολοῦσα: παραγενομένη. πορευθεῖσα. μολπή: ᾠδή. ὕμνος. ᾆσμα. μολύβδαινα: μολυβδίδα. μολών: ἐλθών. ἢ ἐληλυθώς. μονιός: ἄγριος σῦς. μονοείμονα: μονοχίτωνα. μονόζωνοι: ἔφοδοι βάρβαροι ἢ ἀπελάται, μάχιμοι. μονόλοπα: μονόδερμα. μονόφυλλα. μόνον οὐχί: σχεδόν. ἐγγύς. μονοστόλῳ: μίαν στολὴν ἔχοντι. μονότροπος: μόνος τραφείς. ἀγαθός. ἀγύναιος. μονῳδία: λέγεται δὲ ὃτʼ ἂν εἷς μόνος λέγῃ τὴν ᾠδήν, καὶ οὐχ ὁμοῦ ὁ χορός. μορμολυκεῖα: τὰ τῶν τραγῳδῶν προσωπεῖα. μορμολύττεται: ἀντὶ τοῦ φοβεῖ. ταράττεται. μορμυρίζει: καταράττει. ἠχεῖ. ὡς ἐπὶ ὑδάτων. μορμυρίων: ποταμὸς ῥεύματα ἔχων. μόρος: ὀδύνη. πόνος. θάνατος. μόρσιμον: εἱμαρμένον. μεμοιραμένον. μορφή: εἶδος. ἰδέα. πρόσοψις. μορφνόν: εἶδος ἀετοῦ. μόρφωσις: σχηματισμός. εἰκών. μοσχεύματα: ἁπαλὰ φυτὰ δένδρων καὶ λαχάνων. μοσχεύων: μεταφυτεύων. μοσχία: ἁπαλὰ φυτά. μόσχον: ἁπαλόν. μοτώσει: ἰάσεται διʼ ὀθονίων. μουσικά: τερπνά. τὰ διʼ αὐλῶν, καὶ κινύρας, καὶ τὰ ὅμοια. μοχθεῖ: κακοπαθεῖ. μοχθηρός: ἐπίπονος. ἢ πονηρός. μυελόεντα: τροφὴν ἔχοντα. μύγματα: καταξέσματα. μυδαλέας: διαβρόχους. μυδαλέον: βεβρεγμένον. μύδρος: σίδηρος πεπυρωμένος. μυδῶντες: βρέχοντες. διυγραμμένοι. σαπέντες. μύησις: μαθησία. κατήχησις. ἐπιστήμη. μύζοντες: ἐκπιέζοντες. μυθήσας: εἰπών. μῦθος: λόγος ψευδὴς εἰκοτίζων ἀλήθειαν. μυκηθμός: ἡ τῶν βοῶν φωνή. μυκτηρίζει: ἐξουθενεῖ. μυκωμένου: βοῶντος. μύλακες: μυλώδεις λίθοι. μυλλάς: ἡ πόρνη. μύλη: τὸ κάτω τοῦ μύλου· τὸ γὰρ ἄνω, ὄνος καλεῖται. μύλωθρος: ὁ μυλῶνα κεκτημένος. μυούμενος: ὁ τελούμενος. μυρία: πολλά. ἀναρίθμητα. μυρομένη: ὀδυρομένη. θρηνοῦσα. μύρτα: ὁ καρπὸς τῆς μυρσίνης. μύσαντος: καμμύσαντος. μῦσος: μίασμα. μυσταγωγός: ἱερεύς. μυσταγωγεῖ: μυστήρια ἐπιτελεῖ. εἰς μυστήρια ἄγει, ἢ διδάσκει. μυστήρια: τελεταί. μύστης: ὁ τὰ μυστήρια ἐπιστάμενος, ἢ διδάσκων. μυστιπόλος: ὁ περὶ τὰ μυστήρια ἀναστρεφόμενος. μύστακα: τὸ χεῖλος. μυχέστατον: ἐσώτατον. μυστίλην: ψωμόν. κοῖλον ἄρτον· οὕτως ἐποίουν, ἵνα ζωμὸν ἐν αὐτῷ ῥοφῶσιν. μυττωτόν: ὑπότριμμά τι διὰ σκορόδου. μυωξία: ὑβριστικὸς λόγος· σημαίνει δὲ τοὺς τῶν μυῶν χηραμούς. μυωπιζόμενος: μυωπάζων. παρακαμμύων. ἄκροις τοῖς ὀφθαλμοῖς προσέχων. μύωψ: μύα τις, ἐρεθίζουσα τὰς βοῦς. μῶκος: χλευαστής. μωρός. σκώπτης. καὶ μωκομένης, χλευαζομένης. μῶλυ: ἀντιπαθεῖ ἡ βοτάνη ἀλεξιφάρμακος. ἤτοι πήγανον ἄγριον. μώλωψ: ἔναιμον ἄλγος. μωμᾶται: ψέγει. μωμητά: ψεκτά. μῶν ἔστιν; ἆρα ἔστιν;
Ν.νάβλα: εἶδος ὀργάνου. νάει: στάζει. ῥέει. ναΐδες: πηγαί. νύμφαι παρὰ τοῖς νάμασιν διατρίβουσαι. ναὶ μήν: ναὶ ὄντως. ναίουσιν: οἰκοῦσιν. νάκη: προβάτων δορά. νακοτίλται: οἱ τῶν προβάτων κουρεῖς. νάκος: ἔντριχον δέρμα. ἤτοι δορὰ προβάτων. νᾶμα: ὕδωρ ποτόν. νάνος: κονδὸς μὴ αὔξων. νάπη: ὀρεινός, ὑλώδης τόπος. νάπυ: σίνηπι. νάρκη: μυρμηκίασις. ναστόν: πυκνόν. μεστόν. πλήρη. μὴ ἔχον ὑπόκουφόν τι. ναύαρχος: ὁ τῶν νηῶν ἄρχων. ναυβάτης: ἐπιβάτης. ἢ ναύτης. ναύλοχον: εὔδιον. ἐν ᾧ αἱ ναῦς λοχῶσιν, ἢ ἀναπαύονται. ναύμαχα: μακρὰ δόρατα, ὥστε ἀπὸ τῶν νεῶν μάχεσθαι. ναυσίπορος: ὑπὸ νηῶν περώμενος. ναύσταθμον: τὸν λιμένα. ναυστολίαν: πλοῦν. πλέων. νεανίας: τολμηρός. νεανιεύεται: νέου ἔργα ποιεῖ. νεανιεύματα: κομπάσματα. κενὰ τολμήματα. νεαροί: νέοι. νήπιοι. νεάτη: ἐσχάτη. νεβρίς: ἐλάφου δέρμα. νέεσθαι: πορεύεσθαι. νεβρός: ἐλάφου γέννημα. οἱονεὶ ἐπὶ τὴν βορὰν ἐξιὸν καὶ νεμόμενον. νεηκές: νεωστὶ ἠκονημένον. νεήλυδες: νεωστὶ ἐληλυθότες. νεικεῖ: ψέγει. φιλονεικεῖ. νεῖν: κολυμβᾷν. νεῖκος: ἡ διὰ λόγων φιλονεικία. διαφορά. καὶ ἔρις. καὶ ὄνειδος. νεκάδες: νεκροί. νέκταρ: θεῶν πόμα. νεκταρίου: θείου. νεκυόμαντις: ὁ ἐπερωτῶν τὸν νεκρόν. νέκυς: νεκρός. νεμεσσᾷ: μέμφεται. νεμεσσητόν: μεμπτόν. νέμεσις: μέμψις. ὕβρις. δίκη. νεμεσίζει: μέμφεται. καὶ νεμεσίζομαι, φθονῶ. νεμήσασθαι: διαμερίσασθαι. νέμοιτο: καρποῖτο. νέμοντα: διοικοῦντα. νενησμένην: σεσωρευμένην. νεοαρδέα: νεωστὶ πεποτισμένην. νεογιλόν: νεογέννητον. νεογνόν: νεωστὶ γεννηθέντα. νεόδμητον: νεοδάμαστον. νεοθαλής: νεωστὶ ἀνελθών. νεοθηλής: νεωστὶ βλαστήσασα. νεόκμητον: νεωστὶ κατεσκευασμένον. νεοῤῥύτοις: νεωστὶ ῥέουσιν. νέος ἐστὶ καὶ ὀξύς: ἀμαθής ἐστι καὶ προπετής. νεοτευχές: νεωστὶ κατεσκευασμένον. νεόφθιτον: νεωστὶ τελευτῆσαν. νεωστὶ φθαρέν. νεοχμόν: νέον. νεύματα: βουλεύματα. νέφος: πλῆθος. νεφώσεως: συννεφείας. νεωκόρος: ὁ τὸν ναὸν κοσμῶν καὶ εὐτρεπίζων. κορεῖν γὰρ τὸ σαίρειν καὶ κοσμεῖν ἔλεγον. νεωλέα: νεῶν συναγωγή. νεώς: Ἀττικῶς ὁ ναός. νεώσατε: ἀροτριάσατε. νέωτα: τὸ ἐπιὸν ἔτος. ἤτοι εἰς τὸ μέλλον. νεωτεροποιός: ἀντάρτης. τύραννος. ἐπιθέτης. νεωτερίζειν: καινὰ πράττειν. νῆα: ναῦν. πλοῖον. νηδύς: γαστήρ. μήτρα. νῆες: τὰ πλοῖα. νήεον ὕλην: ἐσώρευον ὕλην· καὶ νηήσας, ἀντὶ τοῦ σωρεύσας. νηΐδα: ἄπειρον. ἀμαθῆ. ἀσθενῆ. νηκερδής: ἀνωφελής. ἀσύνετος. νηκουστήσας: παρηκούσας. νηκτά: ἔνυδρα. κολυμβητά. νηλεῶς: ἀπανθρώπως. σκληρῶς. νημερτές: ἀληθές. νηνεμία: ἀνέμων ἀπουσία. νήνεμος: ἄνεμον οὐκ ἔχων. νηπενθές: ἀπενθές. νήπιοι: ἄφρονες. ἀνόητοι. νήποινοι: ἄνευ τιμωρίας. νηρίθμους: ἀναριθμήτους. ἀπείρους. νήσουσιν: σωρεύσουσιν. νῆστις: ὁ ἄσιτος. καὶ τὸ μεταξὺ τῆς κοιλίας καὶ τοῦ στομάχου ἔντερον. νὴ τήν: μὰ τήν. νήχεται: κολυμβᾷ. νησύδριον: νησίον μικρόν. νικαίην: νίκην. νίζει: ῥύπτει. νίπτει. κλύζει. ἀποσμήχει. νιφάδες: σταγόνες. νίφει: χιονίζει. νιφετός: ἡ κατὰ λεπτὸν καταφερομένη χιών· τέσσαρές εἰσι πήξεις τῆς ἐν τῷ ἀέρι ὑδατώδους πήξεως ὑγρότητος· ὑπὲρ γῆν μὲν ἄνω, ἐπʼ ἔλαττον μὲν χιών. ἐπὶ πλέον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω, ἐπʼ ἔλαττον πάχνη· ἐπὶ πλέον δὲ κρύσταλλος· ὁ δὲ νιφετὸς πῆξις οὐκ ἔστιν, ἀλλὰ μᾶλλον περὶ τὴν ἀλλοίαν χροιὰν ἡ ποιότης αὐτοῦ. νοητά: τὰ μὴ αἰσθητά. τὰ ἀόρατα. νοθεύει: ἀπατᾷ. ἀπαλλοτριοῖ. νομάδες: βοσκόμεναι ἀγέλαι. νομάδων: ἀγρίων βαρβάρων. νομαί: μερισμοί. νομεύς: βοσκός. ποιμήν. νόμιον: δίκαιον. νομιζόμενα: νόμιμα. ἢ ὑπολαμβανόμενα. νομοΐστορες: νομομαθεῖς. νομόν: νομήν. βοσκήν. νόμος: θεσμός. συνήθεια. νοσηλεύεσθαι: νοσεῖν οὐκ ἐπαχθῶς. νοσηλεύω: νοσοῦντα θεραπεύω. νοστήσας: ἐπανελθών. νοσφιζόμεθα: χωριζόμεθα. νότιος: ὑγρός. νόστος: ἡ οἴκαδε ἐπάνοδος. ἡ ἀνάδοσις τῆς γεύσεως. νοσφιζόμενον: ὑφαιρούμενον. ἰδιοποιούμενον. νυκτίβιος: ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέρᾳ διάγων. νυκτιλόχοι: οἱ λῃσταί. νύμφαιον: νυμφῶν ἱερόν. νυμφεύτρια: ἡ παράνυμφος. νυμφοστόλος: νυμφαγωγός. νύμφη: πηγή. καὶ ἡ νεόγαμος γυνή. Ἰσοκράτης. νύμφιος: κτητικῶς, ὡς Φρύγιος. Λύδιος. Τύριος. νύσσα: καμπτήρ. τέρμα. βαθμίς. φραγμός. τέλος. πλήρωμα. κλίσις. στρέψις. νύχιος: νυκτερινός. νύχος: νύξ. νώδυνον: ἀνώδυνον. νωδός: ὁ μὴ ἔχων ὀδόντας. νωθείας: ἀργίας. βραδυτῆτος. νωθής: βραδύς. δυσκίνητος. ἄλογος. νώνυμος: ἀνώνυμος. ἄδοξος. νῶτα θαλάσσης: ἡ ἐπιφάνεια τῆς θαλάσσης. νωτοφόρος: ὁ ἐπὶ νώτου βαστάζων. νωχελῆ: βραδέα. νωχελής: βραδύς. ὁμαλός. ἄχρηστος.
Ξ.ξαίνω: νήθω. σωρεύω. ξανθήν: πυῤῥοειδῆ. ξανθίζεσθαι: κοσμεῖσθαι τὰς τρίχας. ξάνθοισιν: ὀρνέοις. ξεῖνοι: οἱ ἀπὸ ξένης φίλοι. ξεναγός: ὁ τῶν ξένων ἡγεμών. ξεναγῶν: ξενοδοχῶν. ξενίαν: καταγώγιον. κατάλυμα. ξενίζειν: ξένῃ κεχρῆσθαι φωνῇ, ἢ ἤθεσιν. ξένιος: ὁ τῆς ξενίας ἔφορος, οἷον ὁ Ζεύς. ξενολόγος: ξένους συλλέγων στρατιώτας. ξεστόν: ὡμαλισμένον. ξιφήρης: ξίφος ἔχων. ξιφηφόρους: ξιφήρεις. ξόανον: ἄγαλμα. εἴδωλον. ζώδιον. ἀνδριάς. ξουθόν: ξανθόν. λεπτόν. ἁπαλόν. ἐλαφρόν. χλωρόν. πυῤῥόν. ὀξύν. ξοῦθος: ὄνομα κύριον. ξύλοχος: ὑλώδης τόπος. ξυναίρεται: συνάπτεται. ξυνάορα: γαμετήν. ξυνήϊα: κοινὰ χρήματα. ξυνοδόκης: ξενοδόχος. ξυνωρίς: συζυγία. ἢ ἅρμα ἐκ δύο ἵππων. συνεζευγμένον. ξυροῦ ἀκμῆς: τοῦ ὀξυτάτου. κατὰ λεπτότητα τῶν σιδήρων. ξυρίδες: καμπάγια. ζυγάδια. ἢ ἄλλο ὑπόδημα διάφορον. ξυσταρχεῖς: τοῦ γυμνασίου ἄρχεις. ξυστίδα: λεπτὸν ὕφασμα. περιβόλαιον. ξυστίς: περισκελὲς ἔνδυμα. ξυστόν: κοντόν. ἀκόντιον. ξυστός: τόπος ἀνειμένος ἀθλητῶν.
Ο.ὀαρισμοί: διάλογοι. ὄβριμος: ἰσχυρός. ὀβολός: ὁ τόκος. εἶδος νομίσματος. ὀβολὸς δὲ παρὰ Ἀθηναίοις ἕξ ἐστι χαλκῶν· ὁ δὲ χαλκοῦς, λεπτῶν ἑπτά· τὸ δὲ τάλαντον τοῦ ἀργυρίου λιτρῶν τῶν νῦν τεσσάρων, καὶ … καὶ ϛʹ. ἡ δὲ μνᾶ ἑξηκοστόν ἐστι τοῦ ταλάντου· τὸ δὲ τάλαντον τοῦ χρυσίου ἑξαπλάσιόν ἐστι. ὅ γε: ὁ δή. ὄγκοι: αἱ ἀκίδες. ὀγκυλώμενος: ὑπερήφανος. ὄγμος: ἡ κατὰ στίχον ἔφοδος τῶν θεριστῶν. καὶ ὄγμοι σταχύων. ὄγχναι: ἀχράδες. ἢ ἄπιοι. ὀδάξ: τοῖς ὀδοῦσιν ἐνδεδηχότως. ὀδαξησμός: κνησμός. καὶ ὀδόντων τρισμός. ὅδε ἐγώ: αὐτὸς ἐγώ. ὀδμή: ἀποφορά. ὀσμή. ὁδοιδόκος: ὁ ἐν ταῖς ὁδοῖς πανοῦργος. κλώψ. ὁδοιπόριον: τὴν ἐπὶ τὸ συμπλεῦσαι εὐωχίαν. ὀδυνήφατος: ἡ τὰς ὀδύνας ἀφανίζουσα. ὄδωδεν: ὄζει. ὀζαί: τὰ δέρματα τῶν ὀνάγρων. ὄζος: κλάδος. ὅθι: ὅπου. ὀθνεῖος: ἀλλογενής. ξένος. ἀλλότριος. οἴακες: πηδάλια. αὐχένες. ὀθόναις: λεπτοῖς ὑφάσμασι. καὶ πᾶν τὸ ἰσχνόν, κἂν μὴ λινοῦν ᾖ. οἰακίζει: κυβερνᾷ. οἰακιστής: κυβερνήτης. οἰακοστρόφος: κυβερνήτης. οἰακοστροφῶν: κυβερνῶν. οἰγνύει: ἀνοίγει. οἰδαίνων: φλεγμαίνων. ψύχων. οἰδαίνει: οἰδεῖν ποιεῖ. οἰδεῖ: φλεγμαίνει. πεφύσηται. οἴδημα: ὄγκωμα. φλεγμονή. ἀπόστημα. ὡς ἐκ μεταφορᾶς τῶν σωμάτων καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται. οἰδήματα: ἐπάρματα. ἢ φυσήματα. οἴδησις: φλεγμονή. ἢ φύσημα. οἶδμα: κῦμα. ἢ πέλαγος. οἴεσθαι: ὑπονοεῖν. ὀΐεσσιν: προβάτοις. οἰηθείς: ὑπολαβών. οἴησις: ἔπαρμα. ὑπόνοια. οἴκαδε: εἰς τὰ οἰκεῖα. οἰκεῖλαι: ἐκβληθῆναι. οἴκοθεν: ἐπὶ τῆς οἰκίας. οἴκοι: ἐν τῷ οἴκῳ. οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. οἰκότριψ: οἰκότης. οἰκογενὴς δοῦλος. οἰκουρός: οἰκονομικός. ἢ οἰκοφύλαξ. οὖρος γὰρ ὁ φύλαξ. οἴκτιστον: ἐλεεινόν. οἴμησεν: ὥρμησεν. καὶ οἴματα, ὁρμήματα. οἶμος: ὁδός. ἢ στίχος. ἢ ῥάβδος κύκλου, ἔνθα καὶ παροιμία κέκληται, τὸ παροδικὸν διήγημα. οἰμωγή: στεναγμός. θρῆνος. οἰμώζει: στενάζει. οἰνοβαρές: μέθυσε. οἰνοχοεῖ: κιρνᾷ. οἰνοποτάζων: οἰνοποτῶν. εὐωχούμενος ἐν συμποσίῳ. οἰνοχόος: πιγκέρνης. οἰνωπός: οἰνώδης. διαυγής. ἢ μέλανος. οἴξας: ἀνοίξας. οἰόθεν οἶος: ἐκ μόνου μόνος. θέλει δὲ εἰπεῖν, μόνος πρὸς μόνον. οἶοι: μόνοι. ἢ δυνατοί. οἰόμενος: νομίζων. οἶον: τὸ θαυμαστόν. οἶος: μόνος. ὁποῖος. οἷόν τε: δυνατόν. ἀρκούντως ἔχειν. κατὰ τὸ δυνατόν. ὄϊος: προβάτου. ὄϊς: αἴξ. ἢ πρόβατον. οἰογόνῳ: μονογενεῖ υἱῷ τοῦ πατρός. μόνῳ γόνῳ πατρός. οἷος: ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος· οἷός τʼ ἦν, ἕτοιμος ἦν· τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζεν. Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν. σημαίνει δὲ καὶ τὸ ἀνταποδοτικόν· τοιοῦτος, οἷος ἦν ὁ πατήρ. οἷον: τὸ ἀνταποδοτικὸν τοῦ τοιούτου, καὶ τὸ ἐπὶ παραδειγμάτων παραλαμβανόμενον. καὶ τὸ ἐπὶ θαυμασμοῦ. ὡς τό, οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου· Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· οὐδὲν οὕτω καλόν οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου. οἴσει: κομίσει. οἴσεται: κομίσεται. λήψεται. οἶσθα: οἶδας. οἰσθείς: κομισθείς. οἰσόμενος: κομίσων. φέρων. οἰστά: φορητά. ὀϊστεύσας: τοξεύσας. σαγιττεύσας. ὀϊστός: βέλος. σαγίττα. οἰστρεῖ: ἐρεθίζει. ἐκμαίνει. οἰστρηλατούμενοι: πυρούμενοι. μαινόμενοι. οἰστροπλῆγα: τῇ μανίᾳ πεπληγότα. οἶστρος: ἐρεθισμός. ἔκκαυσις. οἰσύπη: ὁ ῥύπος τῶν ἐρίων. οἰσυπηρός: ῥυπαρός. οἴσω: κομίσω. ἐνέγκω. οἶφι: χοῖνιξ. οἴχεται: πορεύεται. οἰχήσομαι: πορεύσομαι. οἰσύϊνα γέῤῥα: πλεκτὰ σκουτὰ ἀπὸ οἰσύας. οἰσύα δέ ἐστι φυτόν, ἀφʼ οὗ πλέκονται τὰ καλάθια. οἰχόμενος: πορευόμενος. οἰωνόβρωτος: ὀρνεόβρωτος. οἰωνοί: σαρκοφάγα ὄρνεα. ἢ σύμβολα. ὀκέλλει: προσορμεῖ. ἐκρίπτεται εἴρηται ἐπὶ τῶν νηῶν. ὀκλάζει: χωλεύει. εἰς τὸ γόνυ κάμπτεται. ὀκνῶν: ἀναδυόμενος. διστάζει. ἀποκάμνει. λαγγάζει. ὀκρίβαντας: ἐμβάτας. ἄμβωνας. ὀκρίβας: σχῆμα ἡνιόχου. ὀλβιοδαίμων: εὐδαίμων. εὐτυχέστατος. ὄλβιος: πλούσιος. εὐδαίμων. μακάριος. ὀλβοδότης: πλουτοδότης. ὀλέκει: φονεύει. ὀλέσκει: ὀλοθρεύει. ὀλετῆρα: φονέα. ὀλίγα ἄττα: ὀλίγα τινά. ὀλιγογνώμων: ὀλίγωρος. ὀλιγαρχούμενοι: ὑπὸ ὀλίγων ἀρχῶν. τρεῖς δέ εἰσιν πολιτεῖαι· βασιλεία, ὀλιγαρχία, δημοκρατία. ὀλίγγος: ὁ γόνος τῶν ἀκρίδων. ὀλιγοδεής: ὀλίγα χρῄζων. ὀλιγοδρανής: ὀλίγα ἰσχύων. ὀλίγου δεῖν: σχεδόν. παρὰ μικρόν. λέγεται δὲ καὶ χωρὶς τοῦ δεῖν. ὀλισθηρός: εὐόλισθος. εὐχερῶς μεταγινώσκων. ὁλκάδες: πλοῖα. ὁλκῇ: δυνάμει. ἢ βάρει. ἢ σταθμῷ. ὁλκήν: ἐπαγωγήν. τροπήν. ὁλκοῖς: ἄγειν καὶ ἐφέλκεσθαι δυναμένοις. ὁλκόν: ἰσχυρὸν τόνον. ἢ ἑλκυστικόν. ἢ ὁρμόν. ἢ ὁδόν. ὁλκός: ὁδός. ἢ ἀγωγὸς ῥεύματος. ἢ οὐρά. ἢ ὁλκὸς κυρίως, τὸ τῶν δρακόντων σύρμα. καταχρηστικῶς δὲ καὶ τὸ τῆς τρόπιδος ἔκταμα· δρακοντοειδὲς γάρ, διὰ πάσης τῆς νεὼς διῆκον. ὁλκούς: ἐφελκομένας. ὁλκούς: ναυστάθμους. ὁλοκαρπούμενον: ὅλον προσφερόμενον. ὅλος: πάμπας. ὁλικός. ὁλοσχερῶς: ὁλοτελῶς. ὄλυρα: ζειά. εἶδος σπέρματος. ὄλυμπος: οὐρανός. θεοῦ οἰκητήριον· καὶ ὄρος ἐν Μακεδονίᾳ. ὅμαδος: θόρυβος. ἀπὸ τοῦ ὁμοῦ αὐδᾷν. ὅμαιμος καὶ ὁμαίμων: ἀδελφός. ἢ συγγενής. καὶ ὁμονηδύος. ὁμαιχμία: ὁμομαχία. συμμαχία. φιλία. παρὰ τὸ ὁμοῦ τὰς αἰχμὰς τίθεσθαι. ὁμαρτῶν: ἀκολουθῶν. ὀμβρήσαντος: πηγάσαντος. ὁμέθνιον: ὁμόφυλον. ὁμείρονται: ἐπιθυμοῦσι. ὁμέστιον: ὁμόοικον. ὁμωῤῥόφιον. ὁμευνέτου: συγκοίτου ἀνδρός. ὁμήγυριν: ἄθροισμα πλῆθος. ὁμηρεύειν: συμφωνεῖν. ὅμηρον: ἐνέχυρον. τὸ εἰς εἰρήνην διδόμενον. ὁμιλαδόν: κατὰ ἀθροίσματα. τάγματα. ὅμιλος: ἄθροισμα. ὄχλος. ὁμιλεῖ: συναναστρέφεται. ἢ ἀπαντᾷ. ἢ ἐντυγχάνει. ὁμίχλη: ἀορασία. ἢ παχὺς ἀήρ. ὁμόγνια: ὁμογενῆ. γνήσια. ἢ φίλια. ὁμοδίαιτος: ὁμοτράπεζος. ὁμοθυμαδόν: ὁμοφρόνως. ὁμοψύχως. ὁμόθυμος: ὁμόφρων. ὁμόψυχος. ὁμόλογος. ὁμονήδυος: ἀδελφὸς γνήσιος. ὀμόργνυσι: ἀπομάσσει. ἀποψήχει. ὀμόρξας: ἐκμάξας. ἀποψήσας. ὁμόσε: εἰς ταυτὸν ἐξ ἐναντίας. χρῶνται δὲ καὶ ἀντὶ τοῦ σχεδόν. ἐγγύς. ὅμορος: πλησιόχωρος. ὁμοροῦσα: γειτονιῶσα. πλησίον ἐλθοῦσα. ὁμοῤῥοθεῖ: συμφωνεῖ. ὁμοῤῥόφιον: ὁμόσκηνον. ὁμόσε: ὁμοῦ. εἰς τὸν αὐτὸν τόπον. ἢ ἐξ ἐναντίας. σφοδρῶς. θρασέως. ὁμόσιτον: ὁμοῦ τρεφόμενον. ὁμόσπονδος: φίλος. ὁμοτέρμονας: πλησιοχώρους. ὁμοφυής: ὁμογενής. ὀμφαλόν: τὸ μεσαίτατον. ὀμφή: θεία κληδών. ἢ φήμη. καὶ οὐράνιος φωνή. ὀμφήν: ὀνείρου φαντάσματα. ὀναίμην: ἐπιτύχοιμι. ἀπολαύσαιμι. ὄναιντο: ὠφεληθεῖεν. καὶ ὄνασθαι, ὠφεληθῆναι. ὀνειρόπληκτον: ὑπὸ ὀνείρων πληττόμενον. ὀνειροπολεῖ: φαντάζεται. ὀνειροπόλος: ὀνειροκρίτης. ὀνήσασθαι: ὠφελεῖσθαι. ἀπολαύειν. ὀνησιφόρος: ὠφέλειαν φέρων. ὀνητήν: ἀγοραστήν. ἐναπόλαυστον. ὄνθος: βόλιτον. τουτέστι ἡ τῶν βοῶν κόπρος. ὀνιαία: τοῦ ἵππου τὸ ἀφόδευμα. ὀνίνησιν: ὠφελεῖ ἢ ὀφέλησιν. ὀνήσασθαι: ὠφελεῖσθαι. ὄνασθαι. ὀνοκίνδιος: ὀνηλάτης. ἀστραβηλάτης. ὄνοι κανθήλιοι: οἱ σεσαγμένοι. κανθήλια γὰρ τὰ σάγματα. ὀνομήνω: ὀνομάσω. ὀνυχίζεσθαι: ἀκροβολογεῖσθαι. ὀξυβελής: ὀξέως βάλλων. ἢ ὀξὺ βέλος ἔχων. ὀξυωπέστερον: ὀξύτερον βλέπων. ὀξύῤῥοπον: ὀξέως θέον. ὀξυωπεῖν: ὀξέως βλέπειν. ὅπα: φωνήν. ὀπαδός: ἀκόλουθος. ὀπάζει: θεωρεῖ. ἢ παρέχει. ἢ διώκει. ὅπη: ὅπου. ὁπηνίκα: ὁπότε. ὁπότʼ ἄν. ὀπίστατον: τελευταιότατον. ὁπλαί: αἱ πυξίδες. τῶν ἵππων οἱ ὄνυχες. ὁπλή: ὁ κυκλοειδὴς ποὺς τῶν κτηνῶν, οἷον βοῶν, προβάτων, καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. ὁπλιτεύειν: ὁπλίζεσθαι. ὅποι: ὅπου. ὅποι ποτέ: ὅπου ποτέ. ὅπου γε δή: .... ὀπός: τὸ τῶν δένδρων δάκρυον. καὶ τὸ ἀπόσταγμα τοῦ γάλακτος. ὁπότερος: ὁποῖος. ὁποτέρωθεν: ἀπὸ ποίου μέρους ὀπτῆρας: κατασκόπους. ὄπωπα: ἐθεασάμην. ὅρα δὴ καὶ σκόπει: Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην, ἀντὶ τοῦ, βλέπε τοῖς ὀφθαλμοῖς. ὁρᾶτε: ἀντὶ τοῦ ἐνθυμεῖσθε. ὁ αὐτὸς ἐν τῷ περὶ τῆς παραπρεσβείας. ὀργᾷν: ἐπιθυμεῖν. ὀργάς: τρόπους. Πολιτείας ἕκτῳ Πλάτων· καὶ τὰς ὀργὰς ἢ καὶ ἐπιθυμίας κατεμάνθανον. ὄργια: μυστήρια. ἱερά. ὀργυομένοις: ἐπιθυμοῦσιν. ὀρέγει: παρέχει. ὀργῶσα: ἐπιθυμοῦσα. ἢ μανιῶσα. ὀρέγεται: ἐπιθυμεῖ. ὀρεγνύς: ἐκτείνας. ὀρεκτεῖν: ἐπιθυμεῖν. ταυτὸν δὲ καὶ ὀρεκτιᾷν. ὀρείχαλκος: ὁ διαυγὴς χαλκός. ὀρέξει: δώσει. ἐκτείνει. ὄρεξις: ἐπιθυμία. ὀρεωκόμος: ἐπιμελετὴς τῶν ἡμιόνων. ὀρεὺς γὰρ ὁ ἡμίονος ἢ ἡ ἡμίονος. ὀρέστης: ἐν ὄρεσι διαιτόμενος. ὀρθογόη: χελιδών. ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις: ἀντὶ τοῦ κεκινημένης καὶ πεφοβημένης, Ὑπερίδης φησί· ὀρθῆς δʼ ἡμῖν τῆς πατρίδος οὔσης· Αἰσχίνης, ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. ὀρθριοφοίτης: ὁ παραγενόμενος ὄρθρου. ὀρθὴν δʼ ἐντυγχάνειν: Ὑπερίδης ἀντὶ τοῦ, εὐθύς. ὀρικὰ ζεύγη: οἱονεὶ ἡμιόνους. ὀριγνώμεθα: ὀρεγόμεθα. ὁρκανάς: εἱρκτάς. φυλακάς. ὁρκαπάτην: χλευαστὴν διʼ ὅρκων. ὅρκιον: σκῆπτρον, καθʼ οὗ ὤμνυον οἱ βασιλεῖ. ἢ ῥάβδος. ὁρμαθός: σύνδεσμος. στίχος. ὅρμον: λιμένα. ἢ κόσμον γυναίκιον. ὁρμίσκος καὶ ὅρμοι: περιτραχήλιος κόσμος. ἐνώτια. χαλαστήρια. ὀρνιθευομένου: μαντευομένου διʼ ὄρνιθος. ὄρνυται: ὁρμᾷ. ὀροτύπος: ὑλοτόμος. ὄροφος καὶ ὀροφή: ἡ στέγη. ὀροφοιτῶντα: εἰς ὄρη περιερχόμενα. ὄρπηξ: κλάδος. ὀῤῥωδεῖ: φοβεῖται. ὀῤῥωδία: φόβος. ὀρσοθύρη: θύρα ἐν ὕψει τοῦ τοίχου. ὀρυμαγδός: θόρυβος. τάραχος. κτύπος. ὀρφναίην: σκοτεινήν. ὄρφνη: σκοτία. νὺξ μέλαινα. ὄρχαμος: ἡγεμών. ὀρχάτοις καὶ ὄρχοις: στίχος ἀμπέλων, ἢ ἑτέρων φυτῶν. ὁρῷτο: βλέποιτο. ὁσημέραι: διὰ παντός. πάντοτε. καθʼ ἡμέραν. ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν: ὅσον καὶ ἐφʼ ὅσον χρόνον οὐκ ἀπῆν αὐτοῦ τὸ ἀτρεμεῖν. ὅσα μὲν τῷ δοκεῖν κακωθεῖσαι: τὸ δʼ ἀληθὲς κακῶν ἀπαλλαγεῖσαι—ἀντὶ τοῦ μὲν δοκεῖν κακωθεῖσαι, καὶ ἑξῆς. ὅσον βιώσιμον: ὅσον ζῆσαι. ὅσον οὐκ ἀποτετέλεστο: ἀντὶ τοῦ σχεδόν. ὅσʼ οὔπω: ταχύ. μετʼ ὀλίγον. ἢ ἀντὶ τοῦ, ἤδη. ὅτου χάριν: τίνος ἕνεκα. ὀτρηρός: ταχύς. ὀξύτατος. δραστήριος. ὀτρύνοντος: κελεύοντος. ὅτῳ γὰρ φίλον: ᾧτινι ἀρέσκει. οὔδει: ἐδάφει. οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου: οὐ γὰρ τοιοῦτον ἐγὼ δύναμαι εἰπεῖν, οἷον ὁ νόμος. οὐδός: φλιά. βατήρ. τὸ κάτω τῆς θύρας. ἢ ἔδαφος. οὐδὲν πρὸς ἔπος: .... οὐδʼ ὥς: οὐδαμῶς δή. οὐδʼ οὕτως. οὖθαρ: τὸ γονιμώτατον μέλος. οὔθατα: οἱ μαζοὶ τῶν προβάτων. οὐκ ἀθεεί: οὐ χωρὶς θείας προνοίας. οὐ καθέστηκεν: οὐ νήφει. μαίνεται. οὐκ ἀπὸ τρόπου: οὐ πόῤῥω τρόπου. οὐ κατὰ κόσμον: οὐ κατὰ πρέπον. οὔκουν: οὐδαμῶς. οὐκ ἀτραχύς: οὐ τραχύς. οὐ λελήθασιν: ἀντὶ τοῦ φανεροί εἰσιν. οὐλή: ἐπιπόλαιον ἕλκος εἰς ὑγείαν ἧκον. οὐλῶν: ἁπαλῶν. μαλακῶν. οὐ μήν: ἀλλὰ μήν. οὐδαμῶς. οὐ μόνον. ἢ ἔτι μήν. ὅμως δέ. οὐ μὴν δή: ἀντὶ τοῦ, ὅμως δή. ἥκιστα δή. ἀλλὰ οὐ δή. οὐράνιζεν: τὸ πρὸς τὸν οὐρανὸν διϊκνεῖτο, Αἰσχύλος. οὐράνιον ἄχος: τὸν κονιορτόν, Σοφοκλῆς. οὐραγεῖ: τὸ τέλος ἄγει τοῦ στρατοῦ. οὐραγίαν: στρατιὰν τὴν ὄπισθεν ἀκολουθοῦσαν. οὔριος: ἐπιδέξιος. ἐπιτήδειος ἄνεμος. οὖρος: ὁ τῆς γῆς ὅρος. καὶ φύλαξ. οὐρούς: ὀξυτόνως, τὰ νεώρια. καὶ τὰ περιορίσματα τῶν νηῶν. οὔτι: οὐδέν. οὐδαμῶς. οὐτιδανός: οὐδενὸς ἄξιος. οὐχ ἥκιστα: μάλιστα. πάνυ. οὐχ ἧττον. οὐχ οἷόν τε: οὐ δυνατόν. ὄφελον: εἴθε. μακάρι. ὀφθαλμιάσαι: φθονῆσαι. ἐπιβαλεῖν ἐπιθυμητικῶς. ἢ καὶ τοὺς χρεώστημα. ὀφιομάχης: εἶδος ἀκρίδος, μὴ ἔχον πτερά. ὄφλησις: χρέος. ὀφειλή. ὀφλίσκουσιν καὶ ὄφλουσιν: χρεωστοῦσι. ὄφρα: ὅπως. ἢ μέχρι. ἢ ἕως. ἢ ἵνα. ὀφρυόεντος: ὑπερηφάνου. ὀφρυόεσσα: ὑψηλή. ὀφρύος: ὑπερηφανίας. ὄχα: ἐξόχως. ὄχεα: ἅρματα. ὀχεία: μίξις. συνουσία. ὀχεῖον: ἅρμα. δίφρος. ἅμαξα. ὀχετεύει: σαλεύει. μεταφέρει. ὀχετηγός: ὑδρηγός. ὀχετός: σωλήν. ἀγωγός. ῥύαξ. ὀχεύς: ὁ ἱμὰς τῆς περικεφαλαίας, ᾧ συνέχεται περὶ τὸν τράχηλον τοῦ φοροῦντος. καὶ ὁ συνέχων τὴν θωρακοζώνην ἱμάς. ὀχῆες: δεσμοί. μοχλοί. ὄχθας: τὰ χείλη τοῦ ποταμοῦ. ὀχθήσας: στενάξας. ὄχθους: ὕψη. ὑψηλοὺς αἰγιαλούς. ὄχθοι: αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι. καὶ ἐξοχαί. ὀψαρτυτής: μάγειρος. ὀψαρτυτική: μαγειρική. ὀψέ: βραδέως. ὀψιγενής: βραδέως γεννηθείς. ὀψείοντες: ὀπτικῶς ἔχοντες. ἰδεῖν βουλόμενοι. ὀψιγόνων: τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσομένων. ὄψις: ὅρασις. ὀψιτέλεστον: βραδέως τελειούμενον. ὄψον: πᾶν προσόψημα. ἢ προσφάγιον. ὀψώνια: κέρδη. χαρίσματα.
Π.πάγας: δίκτυα. παγίδας. παγκάλης: πάνυ καλῆς. παγκρατιασταῖς: ἀθληταῖς. πύκταις. παγκράτιον: πυγμή. ἀγών. ἄθλησις. πάγοι: αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν. πάγον εὐτειχῆ: ἐν ὄρει τετειχισμένον. παιάν: εἶδος ᾠδῆς. παιᾶνας: κώμους. εὐφημίας. παιδικά: ἐπὶ θηλειῶν καὶ ἀῤῥένων ἐρωμένων τάττεται ἡ λέξις· παραδείγματα τοῦ ἐπὶ τῶν ἀῤῥένων τάττεσθαι πολλά, καὶ ἐν τοῖς Ἀχιλλέως ἐρασταῖς δῆλον ὡς οὕτως ἐξείληπται· ἐπιδόντων γάρ τι τῶν Σατύρων εἰς τὴν γυναικείαν ἐπιθυμίαν, φησὶν ὁ Φοῖνιξ· Παπαί, τὰ παιδίχʼ, ὡς ὁρῶ, σʼ ἀπώλεσαν. καὶ Κρατῖνος Πανόπταις· μισεῖς γὰρ πάνυ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπει νῦν. ὅτι δὲ ἐκάλουν οὕτως καὶ τὰ πρὸς γυναῖκας, Εὔπολις· φησὶ γὰρ ὡς πρὸς αὐλητρίδα τις· ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παι-δικοῖς. καὶ Κρατῖνος δὲ Ὥραις, τῆς παλλακῆς ἀποδημοῦντος τοῦ Διονύσου ἐρώσης, φησὶν ἐπʼ αὐτοῦ· —μακάριος τῶν παιδικῶν. Οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπʼ ἐκείνων. Πλάτων Φαίδρῳ· ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην· ἐρεσχελήσω σε. λέγεται δὲ καὶ παιδικὸν καὶ τὸ παιδαριῶδες, οἷον τὸ ἁρμόζον παιδὶ ὄν· ἡ δὲ λέξις ἐπὶ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. παιδοκόμον: παῖδα τρέφοντα. παιδολετῆρα: παιδοφόνον. παιδοτρίβας: ἀλείπτας. γυμναστάς. παιδοῦσα: ἐγκύμων. παίει: τύπτει. παιπάλη: ἄλευρον ἀπὸ κριθῶν, ἢ ἀπὸ κέγχρου. παιπάλημα: τὸν πανοῦργον καὶ ποικίλον ἐν κακίᾳ, καὶ παμπόνηρον σὺν ἀγχινοίᾳ. παῖσαι: τύψαι. παισθείς: τυπτηθείς. παιττείαις: παιδιαῖς. αὐλαῖς. παιῶνας: ἰατρούς. καὶ ἀλαλαγμούς. καὶ παιωνίζειν, τὸ ἀλαλάζειν. παιωνεῖον: ἰατρεῖον. θεραπευτήριον. φάρμακον. παλάθαι: μᾶζαι συκῶν. παλαιγενές: πρεσβύτατον. παλαιστάς: σπιθαμάς. ἢ ἐν πάλῃ. παλαιφάτου: παλαιᾶς. καὶ ἀρχαίας. περὶ ἧς ἔφασαν ἔκπαλαι μύθους. παλαμναῖος: φονεύς. ἢ μιαρός. παλαμναῖοι γὰρ λέγονται οἱ διὰ χειρὸς ἀνδροφονοῦντες, παρὰ τὴν παλάμην. παλαμωμένων: χερσὶν ἐργαζομένων. παλαμᾶσθαι: τεχνάζεσθαι. παλαμῶν: χειρῶν. παλίλλογα: παλισύλλεκτα. παλιλλογία: ταυτολογία. παλιμβαλής: ὁ ἀνάταυρα πεσών. παλίμβιος: ὁ ἐξ ἀναβιώσεως. παλιμβολία: ἡ εὐμετάβλητος γνώμη. παλίμβολος: ἀδόκιμος. εὐμετάβολος. ἀνελεύθερος. ὁ τρίπρατος δοῦλος. παλιμπετής: ὀπισθόρμητος. παλίμφημα: δύσφημα. κακά. ἐναντία. παλινάγγελος: ὀπίσω ἐπανελθὼν ἄγγελος. παλινάγρετον: πάλιν καὶ αὖθις ὑστερόληπτον. παλινδικεῖ: ἐπισυνάπτει δίκην. παλινδρομῶν: ὑποστρέφων. παλινοδία: ἡ ἐναντία ὁδός. παλίνορσος: ὀπισθόρμητος. παλιντράπελον: ἀντίστροφον. ἐναντίον. ἀντεστραμμένον. παλινῳδία: ἐναντία ᾠδή. ἢ τὸ τὰ ἐναντία εἰπεῖν τοῖς προτέροις, οἷα Στεσίχορος ἐπὶ τῆς Τρωϊκῆς Ἑλένης. παλίῤῥοθον: εἰς τοὐπίσω ἐφωρμηκός. παλίωξις: ἡ ἐξ ὑποστροφῆς δίωξις. ὅτʼ ἂν οἱ φεύγοντες μεταβαλλόμενοι διώκουσιν. παλλόμενον: ἁλλόμενον. κληρούμενον. παλμός: τρόμος. σεισμός. πάλος: κλῆρος. παλτά: τὰ δόρατα. παλταρία: σεμίδαλις. παμμάχιον: παγκράτιον. παμμήστορας: πάντων τεχνίτας. πάμπαν: παντελῶς. Δράκων δὲ ὁ Στρατωνικεὺς συναλοιφὴν εἶναί φησι. παμπήδην: παντελῶς. παμπληθεῖς: πάνυ πολλάς. παμφαής: ἡ πᾶσι φαίνουσα φαιδρότης. παμφόρος: παντοῖα φέρων. παναγές: καθαρόν. πανάκεια: θεραπεία. παναλκές: ἰσχυρότατον. πανάνυτον: πανταδύνατον. πανάπυστος: ἀκήκοος. παναρμόνιον: πάντοθεν ἡρμοσμένον. παναυγές: πάνυ λαμπρόν. πανδαισίας: πολυτελοῦς τραπέζης. εὐωχίας. πανδαίσιον: πολυτελὴς τράπεζα. πανδαμάτωρ: πάντας ὑποτάσσων. πανδερκεῖς: πάντα ὁρῶντες. πανδήμου: παντὸς τοῦ πλήθους. ἢ παντὸς δημώδους καὶ ἀγελαίου ὄχλου. παννύχιον: ὅλην τὴν νύκτα. πανομφαίῳ: ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφαίνεται. πανόπτης: πολυόφθαλμος. πανόπτρια: ..... πανοσπρία: ἡ ἐκ τῶν ὀσπρίων μίξις. πανοῦργος: ὁ πάντα ἐν πονηρίᾳ ἐργαζόμενος. λέγεται δὲ καὶ ὁ πάνυ φρόνιμος καὶ ὁ πάντα ἐπιστάμενος. πανσθενέστατον: ἰσχυρότατον. παντέλειον: ὁλόκληρον. παντευχία: πανοπλία. παντὶ σθένει: ὅλῃ δυνάμει. παντί τῳ: παντί τινι. παντοδαπά: παντοῖα. πάντοσε: πανταχοῦ. πανύστατον: πάντων ἔσχατον. πανώλης: πανώλεθρος. παπάζοιεν: πατέρα καλοῖεν. παρά: διά. παραβαλεῖς: παραθήσεις. ἐπιφοιτήσεις. ὁμοιώσεις. παναυγές: πάνυ λαμπρόν. παραβιβάζεσθαι: παραβαίνεσθαι. παραβλήδην: ἀπατητικῶς. παραλογιστικῶς. παραβληθησόμενος: συγκριθησόμενος. ὁμοιωθησόμενος. παραβλῶπες: παρορῶντες. στραβοί. παραβολή: πραγμάτων ὁμοίωσις. παραβύουσα: παρακαλύπτουσα. παράβυστον: παρακεκρυμμένον. λάθρα γινόμενον. παραγκωνίσας: ἀποστρέψας. ἐκ τῶν ἀγκώνων δήσας. παραγνούς: παρανοήσας. παραγγείλας: .... παραγράφεται: ἐξουθενεῖ. παραιτεῖται. ἀποβάλλεται. παράδειγμα: εἰκών. ἢ χαρακτὴρ ἔννοιαν ἔχων αἰσθητοῦ πράγματος. ἰστέον δέ, ὅτι ἄλλο παράδειγμα, καὶ ἄλλο παραβολή. παράδειγμα μὲν γάρ ἐστιν, ὅτʼ ἂν ἀντιπαραθῇ τις ὅμοιον ὁμοίῳ, οἷον, λογικὸν λογικῷ. παραβολὴ δέ, ὅτʼ ἂν ἀνόμοιον ἀνομοίῳ, οἷον, ἀλόγῳ λογικόν, ἢ ἔμπαλιν. παράδειξις: ὁμοιότης. δήλωσις. παρὰ δίκην: παρὰ τὸ δίκαιον. παράδοξον: ἀπροσδόκητον. θαυμαστόν. παραζηλῶν: παροξύνων. ζηλοτυπῶν. παραθέουσι: παρατρέχουσι. παραθήγειν: ἀκονᾷν. παροξύνειν. παραθήξονται: παρακονήσονται. παραθρήσῃς: παρίδῃς. παραιρήσεται: ἀφαιρήσεται. παραιροῦνται: ἀφαιροῦνται. παραίσια: ἀπαίσια. χαλεπά. παραιτεῖσθαι: παρακαλεῖν. συγνώμην αἰτεῖν. παραιτητής: παρακλήτωρ. ἢ ἀπολογούμενος. παρακαταθήκη: ἐνέχυρον. παρακελεύεται: προτρέπεται. διεγείρει. παρακεκομμένος: μαινόμενος. ἐξεστηκώς. παράφρων. παρακινοῦντα: ἐξιστάμενον. παρακοίτης: ἀνήρ. παρακροτοῦντες: παραθαρσύνοντες. παρορμῶντες. παράλλαξον: πάρελθε. παραλογισμός: ἀπάτη λογισμοῦ. παραλογισμὸς λέγεται καὶ ὁ παραψηφισμός. παράλληλον: ὅμοιον. ἀκόλουθον. ἐγγὺς ἀλλήλων. ἐξ ἴσου. παραλογιστής: ἀπατεών. παραμείψας: παραλλάξας. παράλογον: τὸ ἀνέλπιστον. παρὰ προσδοκίαν. παραμυθῆσαι: συμβουλεῦσαι. καὶ παραμυθήσασθαι ὡσαύτως. παράπηγμα: κανόνα. καὶ εἶδός τι ὀργάνου ἀστρονομικοῦ. παραπλαγιάσας: πλασάμενος. παραπλήξ: μαινόμενος. παράφρων. τὰς φρένας βεβλαμμένος. παραπλῆγας πέτρας: παραλίας. πλησσομένας ὑπὸ τῆς θαλάσσης. παραπληξία: μανία. παραπόδας: εὐθέως. ἢ ἐγγύς. ἢ πλησίον. παραῤῥητοῖς: παρηγορικοῖς λόγοις. παραμυθήμασιν. ὑποθήκαις. οἱ δέ, συμβουλαῖς. παραῤῥύματα: δέῤῥεις. σκεπάσματα. παραῤῥυῶμεν: παραπέσωμεν. παρασάγγης: εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι σταδίων τριάκοντα. παρασημαίνει: δηλοῖ. χαράττει. παράσημος: ἀδόκιμος. παράσιτος: κοσσοτράπεζος. παρασπιστής: παρεστὼς ὁπλίτης. παρασταδόν: παραστατικῶς. κατὰ τρόπον. κατὰ τὸ δέον. παραστησάμενος: παραλαβών. ἑλών. καταστρεψάμενος. παρὰ σφίσιν: παρʼ αὐτοῖς. παρασχεδόν: παραυτίκα. παρὰ τούτου: ἀντὶ τοῦ, ἀπὸ τούτου. καὶ παρὰ τοῦτον, ἀντὶ τοῦ, πρὸς τοῦτον. οὕτως πανταχοῦ Ἀῤῥιανός. παρατέθηγμαι: ἠκόνημαι. παρατηρημάτων: ἐπιτηρήσεων. κλῃδονισμῶν. καὶ ἀπαντήσεων καὶ οἰωνοσκοπιῶν καὶ μαντειῶν. παρατρύζει: παραφωνεῖ. εἴληπται δὲ ἀπὸ τῶν ὀρνέων, ὅτʼ ἂν τοῖς οἰκείοις νεοττοῖς γοερὰ ἐπιφωνῶσι. παραυδήσας: παραμυθησάμενος. παράφορος: ὁ παρʼ ἑαυτὸν ὑπὸ δαίμονος παραφερόμενος. παραχαράκτης: διαστροφεύς. παραχρᾶται: πολὺ σφοδρῶς συνουσιάζει. ἀκολάστως μίγνυται· εἴρηται δὲ καὶ ἐπὶ ἑκάστου πράγματος ὃ ἐκ περιουσίας γίνεται. παρέγγραπτον: νόθον. παρεγγράπτους: ξένους. νόθους. παρεγγυᾷ: παραδίδωσιν. παραγγέλλει. παραινεῖ. παρακατατίθεται. παρεγγυήσαντος: παρασχόντος. παρεθείς: παραλυθείς. παρεθέντος: ἐκλυθέντος. παρειά: γνάθος. καὶ μέρος τῆς νεώς. παρήκοντα: παρατείνοντα. ὡς διήκοντα, ἐπεκτεινόμενα. παρεικότος: παραλελυμένου. παρειμένον: κεχαυνωμένον. παρειμένος: παρεωραμένος. παρείπῃ: παραπείσει. παρειπών: παραινέσας. παρείς: ἐάσας. ἀφείς. παρείσακτον: ἀλλότριον. παρεῖτε: παραγίνεσθε. παρεισκρίνει: παρεισέρχεται. παρεισβάλλει. παρέκαστα: ἑκάστοτε. παρεκβατικῶς: συντόμως. παρεκότει: ὠργίζετο. παρέλκον: περιττόν. ἢ παρατεῖνον. παρέλκυσις: ὑπέρθεσις. παρεκρούσατο: ἐπλάνησεν. παρελογίσασθε: ἠπατήσατε. παρεμβαλόντων: κυκλωσάντων. παρεμβολή: σκηνή. κάστρον. στρατόπεδον. παρέμφασις: παραίνεσις. συμβουλή. παρεμφῆναι: παραδεῖξαι. παρασημᾶναι. παρενείρει: παρεμβάλλει. ἤγουν λέγει. παρέπτη: παρῆλθεν. παρέργως: ὀλιγώρως. παρέρχεται: ὑπερβάλλει. πάρες: ὑποχώρησον. πάρεσις: νέκρωσις. παρέσφηλεν: παρεμφαίνετο. ἐσφάλη. ἀπεῤῥύη. παρετέον: σιωπητέον. παραληπτέον. παρευδοκιμησάσης: νικησάσης. ἤτοι εἰς δόξαν ὑπερβάσης. παρευθύνει: παραφέρει. βιάζεται. παρευνηθείς: παρακοιμηθείς. παρηβηκώς: γεγηρακώς. παρηβῆσαι: παρακμάσαι. πάρηβος: ..... παρηγορίας: συμβουλῆς. ἢ παρακλήσεως. παρήκαμεν: ἐπέμψαμεν. ἢ ἀφήκαμεν. παρήλασεν: ὑπερήλασεν. ἤτοι ἐνίκησεν. παῤῥησιάζεται: λαμβάνεται ἐπὶ τῷ σαφῶς λέγειν. Αἰσχίνης κατὰ Τιμάρχου. παρῆν: παρήμην. παρήσω: παράσχω. παρθένειος: ὁ ἐκ παρθένου ἔτι δοκούσης. γενναῖος. παρθενοπίπας: ὁ παρθένους ἀπατῶν. παριέμενος: παρερχόμενος. παρίεται: παραλύεται. παριππεύσαντες: παραδραμόντες. παρίσθμια: τὰ περὶ τὴν φάρυγγα. πάροιθεν: ἔμπροσθεν. πρὸ τούτου. παροιμία: λόγος ὠφέλιμος· καταχρηστικῶς δέ, πᾶν παροδικὸν διήγημα· οἶμος γὰρ παρʼ αὐτοῖς ἡ ὁδός. παροινίας: ὕβρεις. πάροινος: μέθυσος. παροισθέντι: παρενεχθέντι. παροιστρῶσα: ἐξεστηκυῖα. ἢ ἐρεθίζουσα. παρό: διό. παροκλάζων: γονατίζων. παρολκή: ὑπέρθεσις. παρʼ ὁντιναοῦν: παρὰ πάντα. παρορμᾷ: διεγείρει. παροξύνει. παρομαρτεῖ: παρακολουθεῖ. πάρος: χρονικῶς καὶ τοπικῶς, ἀντὶ τοῦ ἔμπροσθεν. παρʼ οὐδέν: εὔκολον. εἰς οὐδέν. παροχετεύει: παραπλαγιάζει. ἢ ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτερον ἐπιβάλλει· ἢ μεταφέρει τὸ ὕδωρ. παροχετεύοντες: μεταφέροντες. παροχλίζουσι: μετακινοῦσι. παροψίδας: πίνακας. καυκίας. παροψίς: ἐμβάφιον. ὀξυβάφιον. παῤῥησία: ἐξουσία. ἄδεια. παρυφή: ἡ ἐν ἐσθῆτι ἐργασία. παρῶ: ἀφῶ. συγχωρῶ. παρύφως: ..... παρῳδούμενος: λεγόμενος. παρωθοῦντες: ἐκβάλλοντες. παρῶπτο: παρεωρᾶτο. παρώνυμον: ἐκ τοῦ συμβεβηκότος λεγόμενον. παρώσας: παρεκβαλών. παρώτρυναν: παρώξυναν. παρῴχετο: παρήρχετο. πάσασθαι: γεύσασθαι. πασσυδί: μετὰ πάσης ὁρμῆς πανστρατιᾷ. ὁμοθυμαδόν. παστοφορεῖον: τὸ φέρον τὸν παστόν. πασχητιᾷ: πάσχειν θέλει. πάταγος: ψόφος. πατάσσει: πλήττει. πάτος: ὁδός. πατραλοίας: πατροτύπτης. πάτρης: ἐκ τοῦ αὐτοῦ πατρὸς γέννησις. πατριαί: χῶραι. φυλαί. τοπαρχίαι. πατρώζοντα: τὰ τοῦ πατρὸς φρονοῦντα. πατταλεῦσαι: προσπῆξαι. παῦλα: ἀνάπαυσις. παφλάζοντα: ἠχοῦντα. ἀναζέοντα. παχνοῦται: πήσσεται. πήγνυται. λυπεῖται. παχύνοοι: παχύνοες. ἀνόητοι. παχύτερον: ἀμβλύτερον. οὐκ ἀκριβές. πέδαι: δεσμά. πέδιλα: ὑποδήματα. πεδηταί: πεπεδημένοι. συνδεδεμένοι. πέδον: γῆ. ἔδαφος. πεζολόγος: συγγραφεύς. πέζα: τὸ ἄκρον. ἢ τὸ ἀπολῆγον τοῦ χιτῶνος, ὃ ἡμεῖς ᾤαν λέγομεν· πρότερον γὰρ ὑπὸ τοῦ μὴ τρίβεσθαι, δέρμα προβάτου προσέῤῥαπτον. πειρατῶν: καταποντιστῶν. κατὰ θάλασσαν. καὶ γὰρ πειρατῶν κατὰ θάλασσαν ἢ λῃσταῖς κατὰ τὴν ἤπειρον. πείρινθα: τὸ ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθεται τὸ κομιζόμενον. πείσματα: τὰ ἀγκύρια. σχοινία. παρὰ τὸ πείθεσθαι διʼ αὐτῶν τὴν ναῦν. πεισόμενον: παθεῖν μέλλοντα. πείσονται: πάθωσιν. πελάζει: πλησιάζει. ἐγγίζει. πελανοί: πέμματα εἰς θυσίαν ἐπιτηδές, ἐξ ἀλεύρου γινόμενον· τουτέστιν ..... ὁ περὶ τῷ στόματι ἀφρός. καὶ τὸ πεπηγὸς καὶ ἐξηραμμένον ποῶδες δάκρυον. πέλας: πλησίον. γείτων. πέλεδρον: ἔστιν δὲ μέτρον γῆς τὸ πέλεθρον, σταδίου ἕκτον. πέλει: γίνεται. ἐστί. πελιδνόν: μέλαν. πελιάδες: περιστεραί· καὶ πέλειαν, περιστεράν. πελιοί: μέλανες. ὠχροί. πελλίς: ἔνθα τυρὸν ἀμέλγουσιν. σκάφη τινά. πέλται: λόγχαι. καὶ ἀσπίδια τετράγωνα. πελτασταί: τοξόται. ἢ τοὺς ξυστοὺς κατέχοντες. πέλωρ: μέγα τέρας τι. πελώριος: μέγας. πέμματα: πλακούντια. πέμψιν: ἀποστολήν. πενταέτηρον: πέντε ἐτῶν. πένταχα: εἰς πέντε μέρη. πεξάμενος: κτενίσας. ξάνας. πεπαίνει: πραΰνει. πεπαρῳνήκασιν: ἡμαρτήκασιν. πεπαρῴνηται: ὑβριστικῶς πέπρακται. πεπαρμένον: πεπερονημένον. καθηλωμένον. τετρυπημένον. πέπειρον: ἀκμαῖον. εἴρηται δὲ ἐπὶ ὀπώρας ὡρίμου. πεπελτωμένα: πεπιναρωμένα. πεπιλημένη: συνεσφιγμένη. πεπλαδηκός: ὑγρανθέν. σεσηπός. πεπλασμένω: κακούργω. πέπλον: περιβόλαιον. ἱμάτιον γυναικεῖον. πεπνυμένος: συνετός. πεποιωμένον: ποιότητα ἔχον. πέπον: προσφιλέστατε. προσηνέστατε. πέπονες: ἔκλυτοι. ἀσθενεῖς. πεπρωμένη: εἱμαρμένη. τύχη. γένεσις. πεπρωμένον: εἱμαρμένον. ὡρισμένον. πεπερασμένον ἀπὸ μοίρας εἰς πέρας. πέπταται: ἥπλωται. πεπυκασμένον: ἐσκεπασμένον. περιβεβλημένον. πέπυστο: ἠκηκόει. περᾷ: πλέει. περαίνοντας: τελειοῦντας. περαιτέρω: πλέον. πάνυ. περγάμιον: δήμιον. πέργαμον: τὴν πόλιν Ἴωνες λέγουσιν· οἱ δὲ πάντες τὰ ὑψηλά. περήτρια: ἡ περιαγγέλλουσα τὴν ὥραν. πέρι: περισσῶς. περιάγνυται: περικατακλᾶται. οἱονεὶ περιΐσχεται. περιαθρεῖν: περισκοπεῖν. περίαλος: τὸ ἰσχίον. περιαγκώνισμα: .... περιαμησάμενος: θερίσας. περιαμφί: κύκλῳ. περιαοιδός: ἐγκύκλιος ᾠδή. περιαυθαδιάζεται: ἐν ὑπερηφανίᾳ ἀναστρέφεται. ἢ μεγαλοφρονεῖ περὶ αὑτοῦ. περιαυτίζεται: περὶ ἑαυτοῦ μεγαλοφρονεῖ· ἢ ἐν αὐτῇ τῇ λέξει ἐνδιατρίβει. περιαυτολογεῖν: περὶ ἑαυτοῦ λαλεῖν. τουτέστι, μετὰ ὑπερηφανίας. περιβαλλόμενος: προσβαλλόμενος. περίβαρα: ὑποδήματα. περιβαρίδες: ὑποδήματα γυναικῶν. περίβλεπτος: ἔξοχος. μέγιστος. περιγηθείς: περιχαρείς. περιγυρίδα: περιφέρειαν. περίγρα: ὁ λεγόμενος διαβήτης. περιδαρδάπτεσθαι: κατεσθίεσθαι. περιδεής: περίφοβος. περιδινοῦνται: περιοδεύονται. περιδέξιος: ὁ καὶ τῇ ἀριστερᾷ ἐργαζόμενος. παρὰ δὲ τῷ Θεολόγῳ λέγοντι, ὅπως ἀποφεύξῃ τὸ σὸν περιδέξιον· περιδέξιον δέ ἐστι πᾶν διλήμματον· ἑκατέρωθεν γάρ, ὃ βούλεται, συνάγει. περιδέραια: περιτραχήλια κόσμια. περιδήλιον: πειρατήν. περιδράττεσθαι: περιέχεσθαι. περίδρομος: πάντη περιέρχεσθαι δυνάμενος. περιδύεται: κρύπτεται. εἰσδύεται. περιδώμεθα: συνθώμεθα. περιεῖχεν: ὑπερεῖχεν. περιεκτικόν: περιέχον. περιέπειν: φυλάσσειν. ἢ ἐνεργεῖν. περιεπτισμένον: λελεπισμένον. περιεξεσμένον. περικεκαθαρμένον. περιερέττων: κωπηλατῶν. περιέσσατο: περιεβάλλετο. περιέσεσθαι: περιγενήσεσθαι. πέρισι: καθαρά. περιεσκεμμένος: ἠκριβωμένος. περιεσόμεθα: περιγενησόμεθα. περιέστηκεν: περιΐσταται. περιέστραπται. περιέστηξαν: περιεκύκλωσαν. περιεστήξει: περισταθμήσεται. περιέχεσθαι: ἀντέχεσθαι. περιεχόμενον: ἀντιποιούμενον. περιήγγελλεν: ἐκέλευεν. περιῆν: ἐνίκα. περιεγένετο. ὑπῆρχεν. περιηχήθην: περιεψιθυρίσθην. περιϊόντα: περιερχόμενον. περιϊππεύων: περιτρέχων. περιϊστάμενος: φεύγων. περιΐστασο: ἀντιλαβοῦ. περισκόπησον. περικαθαίρων: ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον. περικαλλές: λίαν καλόν. περινοεῖ: νοεῖ περισσῶς. περίνοια: ὑπερηφανία. ἢ μηχανή. ἢ τέχνη. περινοστοῦντας: περιερχομένους. περίοδος: περιέλευσις. κύκλος. περιοιστικός: φορητός. περιόν: ὑπερβάλλον. περίοπτον: περιθέατον. μέγα. περίβλεπτον. ὑψηλόν. περιωπή: ἀκρώρεια. ὑψηλὸς τόπος. περιορίσαι: περινοῆσαι. περιορισμός: ἐξορισμός. περιόψεται: παρίδῃ. καταφρονήσει. περιοχή: περιπέτεια. καὶ ὑπόθεσις. θλίψις καὶ συνοχή. περιουσιασμός: πλῆθος. ὕπαρξις φυσική. περιπαθῶς: συμπαθῶς. λυπηρῶς. περιπείρεται: περικεντεῖ. περιπέτεια: προπέτεια. ἢ σύμπτωμα. ἢ σύμβασις. περιποιήσει: κτήσεται. περιπετῆ γενέσθαι: περιπεπτωκέναι πλήρη. περίπλεον: πλήρη. περὶ πλήθουσαν ἀγοράν: περὶ ὥραν τετάρτην ἢ πέμπτην ἢ καὶ ἕκτην· τότε γὰρ μάλιστα πληθύει ἡ ἀγορά. περὶ πόδα: οἷον ἁρμόττον σφόδρα, ὡς τὰ ὑποδήματα τοῖς ποσίν. Πλάτων· ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα· καὶ ἐν σκευαῖς καὶ τοῖς τρόποις ἁρμόττον ὡς περὶ πόδα. περιποίησιν: κτῆσιν. περὶ πολλοῦ ποιοῦ: ἀντὶ τοῦ, τίμα. θεράπευε. περιπολῶν. περιτρέχων. περιπτερά: ἀποσπινθηρισμοί. περιπτερόν: πανταχόθεν ἐξέχον. περιπτώσεις: συμφοράς. περίπυστον: ἐξάκουστον. διαβόητον. περιῤῥηδεῖς: οἱ ἐπὶ ὀχημάτων. ἢ οἱ ἐπικείμενοι. ἢ οἱ ἐῤῥιμμένοι. περισσά: τὰ ἐν τῇ ἀριθμητικῇ καλούμενα ἄζυγα· οἷον, ἕν, τρία, καὶ τὰ ὅμοια· ἄρτια δὲ τὰ ζυγά, οἷον δύο, τέσσαρα. περίσημα: διαβόητα. περισκελές: σκληρόν. δυσχερές. περισκελῆ: βρακία. φημινάλια. περισκεπές: κεκαλυμμένον. περίσκεπτον: πάντοθεν ὁρώμενον. περισκυθίσαντες: σπαράξαντες. περισκυτίζοντος: ἐκδερματίζοντος. περισσοεπῆσαι: περισσολογῆσαι. περισταδόν: περιεστῶτες. περιστεῖλαι: περικαλύψαι. περιστένεται: περιτείνεται. στενοχωρεῖται. περίστενος: οὕτως δράκων καλεῖται. περιστίξαι: περικυκλῶσαι. περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ στίχος. περιστοιχίσαντος: περιλαβόντος. περιστολή: περιβολή. ἐπαγωγή. περίστῳον: περίστυλον. περίσχεσθαι: ἀγαπῆσαι. περισχών: κατασχών. περιβαλών. περιτελλομένων: περιερχομένων. περιτεύξεται: συντύχῃ. περιπεσεῖται. περιτροπῇ: ἐν περιόδῳ. περιφερές: κύκλῳ. στρογγύλον. περιφοιτῶντα: περιερχόμενον. περιφορά: κίνησις. περιφρονεῖ: ὑπερφρονεῖ. μεγαλοφρονεῖ. περίφρων: περισσόφρων. περιφύς: περιπλακείς. περιχλαινίζεται: περιβάλλεται. περίψημα: κάταγμα, ἢ ὑπὸ τὰ ἴχνη. ἢ ἀπολύτρωσις. οὕτως ἐπέλεγον τῷ κατʼ ἐνιαυτὸν ἐμβαλλομένῳ τῇ θαλάσσῃ νεανίᾳ ἐπὶ ἀπαλλαγῇ τῶν συνεχόντων κακῶν· περίψημα ἡμῶν γενοῦ· ἤτοι σωτηρία καὶ ἀπολύτρωσις· καὶ οὕτως ἐπέβαλλον τῇ θαλάσσῃ, ὡσανεὶ τῷ Ποσειδῶνι θυσίαν ἀποτιννύντες. περιώσας: ὠθήσας. περκάζει: πεπαίνει. μελανίζει. περκνός: μέλας. πέρπερος: ὁ μετὰ βλακείας ἐπηρμένος· οἷον, λάλος. προπετής. μηδὲν λογισμῷ ποιῶν. πέσημα: πτῶμα. πεσσούς: τοὺς κύβους. πετάλοις: φύλλοις. πέταυρα: τίγνα. πέτευρον: παγίς. βάθος. πετρήεσσα: πετρώδης. βαθεῖα. πεττεύει: μεταφέρει. ἀπὸ τῶν πεττῶν, τουτέστι κύβων. πέττουσα: ἀρτοποιοῦσα. καὶ πέττουσιν, ἀρτοποιοῦσιν. πεττεύουσι: ταβλίζουσιν. πεττοί: βόλια, ἐν οἷς ταβλίζουσιν. πεύσομαι: ἐρωτήσω. πεφηνάκισεν: ἠπάτησεν. πεφασμένον: εἰρημένον. ἢ πεφανερωμένον. πέφηνεν: ἐφανερώθη. πεφορημένα: ἐνηνειγμένα. πέφρικα: ἀπὸ τοῦ φρίττω. πέφυκεν: φύσει ὑπάρχει. πεφρυγμένα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα χίδρα σίτου καὶ κριθῆς. πεφυκώς: φύσει ὑπάρχων. πηδάλια: οἴακες. αὐχένες. πηκτίς: πανδούριον. πήληκα: περικεφαλαίαν. πῆμα: κακόν. βλάβη. δυστυχία. πήλυξ: ῥωγάς. πημαίνει: κακοῖ. βλάπτει. πῆ μέν: ὅπου μέν. πημήνειαν: βλάψειαν. διαφθείρειαν. πηνήκη: περικεφαλαία τριχωτή. καὶ περιθετὴ κόμη. ἔνθεν καὶ πηνηκίζειν τὸ ἀπατᾷν· τῆς δὲ περιθετῆς κόμης, τὸ μὲν ἔντριχον, τὸ δὲ προκόμιον, τὸ δὲ πηνήκην ἐκάλουν. πηνίκα: πότε. πήνιον: ὁ ἄτρακτος, ἐν ᾧ εἱλεῖται ἡ κρόκη. πηρός: ὁ παντάπασι μὴ ὁρῶν. πηγνύνη: κνῆκος, ὁ τὸν τυρὸν πηγνύων. πῖδαξ: πηγή. ἢ σταγών. πιεζόμενος: βαρύμενος. δαμαζόμενος. πιερίδες: αἱ Μοῦσαι, αἱ ἐν Μακεδονίᾳ. πιερίη: ὄρος. πιθάκνη: μικρὸς πίθος. πιλήσεσιν: πυκνώσεσιν. πιλοῖς: πιλωτοῖς. πιμελή: πάχος. λιπαρότης. πίμπραται: καίεται. ἐμπυρίζεται. πίναξ: σανὶς ἐζωγραφημένη. πινώδη: ῥυπαρά. πιναρά: εὐτελῆ. ῥυπαρά. ταπεινά. πίονα: εὐδαίμονα. λιπαρά. καὶ εὐτραφῆ. πίσυνος: πεπιστευκώς. τεθαῤῥηκώς. πιτυάνη: ἀσκὸς μικρός. πίτυλος: κτυπητής. φαντασιοσκόπος. πιτύνη: φλ.... πλαγίως: δολίως. πλαδῶσιν: ὑγροῖς. χαύνοις. ἀσθενέσιν. πλαδαρόν: χαῦνον. ὑγρόν. πλάδος γὰρ καὶ πλαδώδης. πλάστιγξ: τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. πλαίσιον: πλινθίον. πλατυγίζει: τοῖς πτεροῖς κρούει. πλέα: πλήρη. πλέας: πλείους. πλεῖστον ὅσον: πολύ. πλέθρα: μέτρα γῆς, ἤγουν ἄρουραι. ἢ τοὺς διύγρους τόπους καὶ βοτανώδεις· ἔχει δὲ τὸ πλέθρον πήχεις ξϛʹ δίμοιρον. πλειστηριάσας: πλείονος πωλήσας οὗ ὠνήσατο. πλῆμναι: χοινικίδες. πλησιφαής: ἡ πληροσέληνος ἡμέρα. πλοΐζει: πορεύεται· πλοῦς γὰρ ἡ ὁδός. πλόϊμα: πλευστικά. ἢ τὰ πλῷ πεμπόμενα. πλύνεται: λοιδορεῖται. αἰσχρῶς ὑβρίζεται. πλυνοί: πύελοι, ἐν οἷς πλύνουσιν. πλωτόν: πλεόμενον. πνεύσας: σφοδρῶς ὀργισθείς. πνιγεύς: ὁ φοῦρνος. πνῖγος: καῦμα. πόα: ἑκάστη βοτάνη οὕτως λέγεται· ἡ δὲ σμήχουσα, ποία λέγεται παρὰ Δημοσθένει καὶ Λυσίᾳ. ποδήρης: ἕως τῶν ποδῶν χιτών· οἱ δὲ τὸ συῤῥαπτόμενον καὶ εἰς τὸ κατώτερον τῆς στολῆς ἐκ πορφύρας ἢ ἐκ βύσσου ῥάκιον. ποδοκάκκη: ξύλον, ᾧ ἐν εἱρκτῇ τοὺς πόδας ἐμβάλλοντες συνέχουσιν· ὃ παρὰ Ῥωμαίοις κοῦπος καλεῖται. ποδηγέστερον: ὁδηγητικώτερον. πόθι: ποῦ. ποιήεσσαν: σιτοφόρον. ποίην: πᾶσαν βοτάνην. ποιητέον: ἀντὶ τοῦ, ἃ δεῖ ποιεῖν. ποικιλομήτης: ποικιλόβουλος. ποικιλτικήν: πολυμιταρικήν. ποινήν: τιμωρίαν. ἀντέκτισιν. πρόστιμον. πολεμητέα εἶναι ἐν τάχει: ἀντὶ τοῦ δεῖν πολεμεῖν· ἰστέον δέ, ὅτι τὰ τοιαῦτα θετικὰ ἐπιῤῥήματα ἔχουσιν ἐν ἑαυτοῖς, ἢ χρή, ἢ τὸ δεῖ· οἷον, γαμητέον, ἀντὶ τοῦ, χρὴ γαμῆσαι· πλευστέον, ἀντὶ τοῦ, δεῖ πλεῦσαι· καί, οὐ παραδοτέα, ἀντὶ τοῦ, οὐ χρὴ παραδοῦναι. πολιορκία: φυλακή. πολιούχοις: τοῖς τῶν πόλεων ἄρχουσιν. πολιτεύμασι: ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσιν. πολλὰ χαίρειν φράσας: ἀποταξάμενος. ἀπογνούς. πολιτικός: ἀστεῖος. μετά τινος τέχνης. πολλοστόν: ἐπὶ τάξεως καὶ μορίου. πόλου: οὐρανοῦ. κόσμου. πολλοῦ δὴ δέω καὶ λέγειν: σιωπῶ· καὶ πόῤῥω λίαν εἰμί, καὶ οὐδὲν ὅλως εἰμὶ τοῦ λέγειν. οὐ βούλομαι λέγειν. πολλοῦ γε καὶ δεῖ: οὐδὲ ὅλως. πολύαινος: πολλοῦ ἐπαίνου ἄξιος. πολυάνδριον: μνῆμα. τάφος. πολυβότειρα: πολλοὺς τρέφουσα. πολυγηθής: πολυχαρής. πολυδαιδάλου: πολλὰ ποικίλματα ἔχοντος. πολυειδής: πολύμορφος. πολύευκτον: τίμιον. πολυπόθητον. πολυζύγῳ: πολυκαθέδρῳ. πολυκηδέος: πολυφροντίστου. πολυθρύλλητον: πεφημισμένον. διαβεβοημένον. ὀνομαστότατον. πολύκλητοι: ἐκ πολλῶν κεκλημένοι τόπων. πολύκμητον: πολυκάματον. πολύκρημνον: δύσβατον. ὀρεινόν. πολυμάργοις: ἠχητικοῖς. πολύμητις: πολύβουλος. πολυπίδακα: πολλὰς ἀναβολὰς ἔχουσαν. πολυπτύχου: πολλὰς ἀποκλίσεις ἔχοντος, οἷον πτύχας. πολύῤῥηνες: πολλὰ θρέμματα ἔχοντες. πολύς: σφοδρός. πολυσχιδής: πολυμερής. πολύτλας: πολλὰ ὑπομένων. πολυφασίας: πολυλογίας. πολυφλοίσβοιο: πολυταράχου. πολυφραδέστερον: συνετὸν ἐν λόγοις. πολύχουν: πολυφόρητον. ἢ πολυειδῆ. πολυωρήσεις: πολλὴν φροντίδα ποιήσεις. φυλάξεις. πολυμάργοις: ἠχητικοῖς. πομπεύει: ὡς νενικηκὼς μεγαληγορεῖ. πομπόν: συνοδοιπόρον. καὶ προπέμποντα. πομφόλυγες: αἱ ἐκ τῶν ὄμβρων, ἢ ἄλλως καταφερόμεναι φύσκαι ἢ ἀφροί. πομποστολεῖ: ἐκπέμπει τῇ νηῒ τὸν στόλον. πομφόλυξ: ἐκβρασμὸς ὕδατος. ποντοβρόχους: ὑπὸ θαλάσσης βρεχομένους. πόντος: κυρίως μὲν ὁ ἔνδον τῆς χερσονήσου καὶ Εὐξείνου καλούμενος· καταχρηστικῶς δὲ πᾶσα ἡ θάλασσα. πόπανα: πλακούντια. ποππύσματα: κολακεῖαι εἰς τοὺς ἀδαμάστους ἵππους. πόρθωσις: ἐρήμωσις. πορθμός: πέραμα. ἀμφίγειος θάλασσα. Ἰσθμὸς γάρ ἐστιν γῆ στενή, ἑκατέρωθεν ἔχουσα θάλασσαν· πορθμὸς δέ, θάλασσα ὑπὸ γῆς περιεχομένη. πόρκης: ὁ ἐπιδακτύλιος τῆς ἐπιδορατίδος· ὁ περιειργνύων αὐτὴν πρὸς τὸ ξύλον. πόρον: διέξοδον. τρίβον. καὶ περαίωσις ποταμοῦ. πόρος: πέρας. ἢ ποταμός. ἢ ὁδός. ἢ φυσήματα ὑδάτων. ἢ μηχανή. ἢ τεχνάσματα. πόρπη: φίβλα. πορποῦσθαι: φιβλοῦσθαι. πορφύρει: ταράσσεται. ποσαπλῶς: ποσαχῶς. ἀναριθμήτως. πόσις: ἀνήρ. πότερον: ἆρα. ὁποῖον. ποταπόν. πότε: λέγεται πρὸς τὸ νῦν κατʼ ἄμφω καὶ πρὸς τὸ παρεληλυθός. καὶ κατὰ τὸ μέλλον· κατὰ μὲν τὸ παρεληλυθός, πότε ἐγένετο; κατὰ δὲ τὸ μέλλον· πότε ἔσται; πότμον: μόρον. θάνατον. πότνα: δέσποινα. πότνια: σεμνή. ἔντιμος. ποτνιᾶται: παρακαλεῖ. ἐπικαλεῖται. ποτνιώμενος: δυσφορῶν. μετʼ οἰμωγῆς παρακαλῶν. ποτώμεναι: διατρίβουσαι. πρακτικόν: ἀνυστικόν. πρανές: κάταντες. πρανής: ὁδὸς κατωφερής. πραϋπάθειαν: πραΰτητα. ἡσυχίαν. πρέμνον: στέλεχος. πρεσβυγένεια: παλαιοτέρα γέννησις. καὶ συγκριτικῶς δὲ προὐργιαίτερον. πραττομένους: ἀπαιτουμένους. Ἰσοκράτης· καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους. πρεσβυτάτην: ἐντιμοτάτην. πρεσβύτερος: μείζων. πρηνές: ἐπὶ πρόσωπον. πρῆσαι: καῦσαι. πριάμενος: ἀγοράσας. πρίου: ἐλευθέρωσον. πρηστήρ: πῦρ ἀπʼ οὐρανοῦ. πριῶ: ἀγοράσω. προαγωγός: διδάσκαλος κακῶν. προαλέστατον: προπετέστατον. πριμιγγιλίων: τιμῶν. ἢ βασιλικῶν δορεῶν. ἢ προνομίων. προαλίσαντες: προαθροίσαντες. προανάσχοι: προανατείλοι. πρόβατα: πάντα τὰ τετράποδα. προβέβουλα: προέκρινα. προβιβάσαντες: προάξαντες. προβλῆτας: ἔξω προβεβλημένας ὑπὲρ ἀσφαλείας. οἱ δέ, τὰς πρώτας. πρόβολον: πρόμολον. πρόμαχον. πρόβολος: τὸ τῶν σιτίων δοχεῖον. προβόλῳ: προβεβλημένῃ εἰς θάλασσαν πέτρᾳ. πρόβουλος: ἔξαρχος τοῦ βουλευτηρίου. προδόμῳ: τῇ πρὸ τοῦ οἴκου παστάδι. προεγκεῖσθαι: ἐπικεῖσθαι. πρόεγμα: στήριγμα. πρόεδρος: ὁ τῆς πολιτείας ἀρχηγὸς καὶ ἡγεμών. προέηκαν: προέπεμψαν. προειδόμενοι: προγνῶσται. προείλαντο: ἠθέλησαν. προειλόμεθα: προήκαμεν. προέμενος: ἐκδιδούς. προδούς. περιφρονήσας. προεπεξενῶσθαι: ἀπὸ πολλοῦ ξενοδοχηθῆναι. προέντες: προδόντες. προετικός: χαριστικός. προέσθαι: προδοῦναι. προέτω: προπεμψάτω. προεχόμεθα: ὑποβαλλόμεθα. ἢ προβαλλόμεθα. προηγγελκέναι: προμεμυνηκέναι. προήκατο: προέδωκεν. προήσομαι: προδώσω. προήχθην: προετράπην. ὡς καὶ ἐξήχθην, ἐξετράπην. προθέλυμνα: συνεχῆ. ἄλλα ἐπʼ ἄλλοις. πρωθήβας: πρώτους. ἀκμάζοντας. νέους. πρόϊμος: προδιδούς. προικός: δόσεως. ἀντὶ δωρεᾶς. πᾶν γὰρ δῶρον οὕτως καλεῖ ὁ Ποιητής. προῖκα: δῶρον. ἄνευ μισθοῦ. καὶ ὁ Θεολόγος· ὁ δὲ προῖκα χρηστὸς ἦν. προΐστορες: οἱ μαρτυροῦντες. προΐσχεται: προβάλλεται. προκόλπιον: πρὸ τοῦ κόλπου. λαμβάνεται δὲ καὶ ἐπὶ δωροδόκων. προκόμιον: κόμην. πρόκριτον: ἐκλεκτόν. ἢ πονηρόν. πρόληψις: γνῶσις. προμήθεια: γνῶσις. ἢ πρόνοια. προμηθεῖσθαι: προβουλεύεσθαι. προνοεῖσθαι. προμηθεύσασθαι: προνοήσασθαι. προμνῶμαι: προξενῶ. προμνηστεύομαι. πρόνοια: πρόγνωσις. προνομή: διαρπαγή. προνομίας: τιμῆς πλείονος. προνομίων: προλημμάτων. προνώπιον: τὸ προεκκείμενον. προοίμιον: πρόλογος. προπάροιθεν: ἔμπροσθεν. προπηλακίζων: ἀδικῶν. ὑβρίζων. διασύρων. ἐξουθενῶν. προπίνει: διὰ τοῦ οἴνου τιμᾷ. καὶ προδίδωσι· καὶ Δημοσθένης δὲ τοὺς προδιδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς, προπίνειν ἔφη τοῖς ἐχθροῖς. πρόπιον: μάντευμα. πρόποδες: μεγάλους πόδας ἔχοντες. προποδῶν: τὸ παρατυχὸν οἷον δήποτε. πρόπολοί τε καὶ θεραπευταί: .... δοῦλοι. πρόπολος: δούλη προπολεύουσα. προπόλῳ: θεράποντι. πρόῤῥιζον: ἐκ ῥιζῶν. πρὸς ἀκτῖνα: ἀνατολήν. προσανέχων: προσέχων. προσκεκολλημένος. πρόσαντες: δυσχερὲς καὶ ἐναντίον. πρὸς ἀπαλέξησιν: πρὸς βοήθειαν. προσαρασσόμενα: προσρηγνύμενα. προσκρουόμενα. προσβάλλει: προσέρχεται. προσγράφει: προσκρίνει. προσδεχόμενοι: προσδοκῶντες. προσδεῖσθαι καὶ ἐνδεῖσθαι διαφέρει· τὸ μὲν γὰρ δηλοῖ ὀλίγων τινῶν κτῆσιν· τὸ δὲ παντελῶς ἀπορίαν τοῦ ὅλου δηλοῖ. προσείρων: προσάπτων. πρὸς ἐμοῦ εἶ: οἰκεῖός μου. ἐγγύς μου. φίλος μου. παρʼ ἐμοί. προσεποίσω: προσεπάξω. προσερήσομαι: ἐρωτήσω. προσεχές: ἐγγύς. πρὸς ζόφον: πρὸς δυσμάς. προσηγμένον: ὑψηλόν. τιμιώτατον. προσηγλάϊστο: ἐλαμπρύνετο. προσηγορία: προσφώνησις. προσηρτημένος: προσκεκολλημένος. πρὸς ἠῶ: πρὸς ἀνατολήν. προσίασιν: προσέρχονται. προσίενται: προσάγονται. προσίεται: ἀρέσκει. προσδέχεται. προσιζήσαντες: προσκαθίσαντες. πρόσιμεν: προσερχόμεθα. προσιτόν: προσδεχόμενον. προσιών: προσερχόμενος. προσκέψομαι: περισκοπήσω. προσκείμενοι: οἱ κολλώμενοι. προσεγγίζοντες. προσκήνιον: τὸ πρόθυρον. πρόσκλισις: ἑτερομέρεια. προσκομιστέον: προσενεκτέον. πρόσκομμα: ζημία. βλάβη. σκάνδαλον. προσκυρεῖ: προσεγγίζει. προσουρίου: ἐπιτηδείου. πρόσοδος: εἰσφορά. εἴσοδος. ἢ παρουσία, ὡς Θουκυδίδης καὶ ἕτεροι. πρὸς ὄψιν: πρὸς θεωρίαν. προσπελάζει: προσεγγίζει. προσποιεῖται: οἰκειοποιεῖται. ἢ πλάττεται καὶ ὑποκρίνεται. προσπήξομαι: προσκυνήσω. προσπορισθέν: ἐπινοηθέν. προσοδευθέν. προσρήσεσιν: προσηγορίαις. προσστέρνισα: περιεπτυξάμην. προστέτηκεν: προσκεκόλληται. προστήσας: προαγαγών. πρόστιμον: ζημία. παραγραφή. προστρόπαιος: παρακαλῶν. προσφερέστερον: βέλτιον. προσφέρωνται: ἀντὶ τοῦ προστεθῶσιν. πρόσφορον: οἰκεῖον. ἁρμόδιον. ἐπιτήδειον. προσφερεῖς: ὁμοίας. προφερεῖς: προβεβηκότας ἐν τῷ ἰδεῖν. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. προσφυές: προσοικειούμενον. προσφύς: προσπλακείς. προσφυῶς: οἰκείως. ἀκολούθως. πρόσσχημα: προκάλυμμα. πρόσχορδα: σύμφωνα. πρόσχωροι: περίοικοι. πρόσω: ἔμπροσθεν. προσωπεῖον: πρόσχημα. προσοκείλαντες: προσορμίσαντες. πρύμναν ἐκρούοντο: πρύμναν ἀνακρούεσθαί ἐστι τὸ κατʼ ὀλίγον ὑπαναχωρεῖν, μὴ στρέψαντας τὸ πλοῖον· ὁ γὰρ οὕτως ἀναχωρῶν ἐπὶ τὴν πρύμναν κωπηλατεῖ· τοῦτο δὲ ποιοῦσιν, ἵνα δόξωσιν μὴ φανερῶς φεύγειν, κατʼ ὀλίγον ὑπαπιόντες, ἢ ἵνα μὴ τὰ νῶτα τοῖς πολεμίοις διδόντες, τιτρώσκονται. προσώχθικεν: προσκέκρουκεν. προσκέκοφεν. ἀπὸ τοῦ τὰ ἐπινηχόμενα ταῖς ὄχθαις προσκρούεσθαι. προσώχθισα: βδελύσσομαι. σιαίνομαι. προτεμενίσματα: προπύλαια. ἢ προάστεια. πρότμησις: ὁ κατὰ τὸν ὀμφαλὸν τόπος. πρότμησιν: ὀμφαλόν. προτομαὶ βασιλικαί: εἰκόνες βασιλικαί. καὶ προτομαὶ λέοντος, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων. προτροπάδην: προθύμως. προὔνεικος: δρομαῖος γοργός. προὖπτον: φανερόν. προὐργίστατον: προτιμότατον. προὔργου: προέργου. συμφέρον πλέον. Ἰσοκράτης φησί, ἵνα προὔργου τι γένηται· ἀντὶ τοῦ, πλέον. προὔχειν: προέχειν. προὔτυψαν: προήρξαντο. προὔχοντο: προέβαλον· οὕτως Θουκυδίδης ἐχρήσατο, ἐν πρώτῃ ἱστοριῶν, λέγων· εἰ τὸ Μεγαρέων ψήφισμα μὴ καθέλοιμεν, ὅπερ μάλιστα προὔχονται. ἀντὶ τοῦ προβάλλουσιν. προτείνουσιν. πρόφρων: πρόθυμος. φρόνιμος. προφυλακὴ τῷ Κυρίῳ: εἰς τέσσαρας φυλακὰς διαιρεῖται ἡ νύξ, ἑκάστη τρεῖς ὥρας ἔχουσα. πρόχνυ: ἐπὶ γόνυ. προχοαί: αἱ τῶν ποταμῶν ἐξοδευτικαὶ ἀφέσεις εἰς τὴν θάλασσαν. καὶ ἡ παντὸς ὕδατος ἐκροή. πρόχους: ξέστης. προχόῳ: τῇ ἐπιχύσει. καὶ ἀγγείῳ τινί, εἰς τοῦτο ἐπιτηδείῳ, κωθωνοειδεῖ. προῶμαι: παραχωρήσω. πρύμνην: κάτωθεν. ἐκ ῥιζῶν. πρυμνώρειαν: τὸ κάτω μέρος τοῦ ὄρους. πρύτανις: διοικητής. προστάτης. φύλαξ. βασιλεύς. ἄρχων. ταμίας. ἔξαρχος. πρωθήβης: ἄρτι ἀκμάζων. πρωϊαίτερον: θᾶττον. πρῶνες: ὀρῶν ἐξοχαί. βουνοί. πρωτόγονος: πρῶτος νέος. πρωτόλειον: ἀπαρχήν. πρωτοπραξία: τὸ πρῶτον ἀπαιτούμενον καὶ εἰσπραττόμενον. πτάμενος: διελθών. πτερνίζει: ἀπατᾷ. ἢ λακτίζει. πτερόεντα: ταχῆ. κοῦφα. πτερυγίζων: πετόμενος. πτερύγιον: ἀκρωτήριον. πτήσσει: πτοεῖται. πτῆται: πέτεται. πτιλόν: πτερὸν ἁπαλώτερον. πτίλλος: ὁ μαδαρὸς τοῖς βλεφάροις. πτισάνη: κεκομμένη κριθὴ καθαρά. πτοίαν: πτόησιν. θόρυβον. τάραχον. συναθροισμόν. πτυρμόν. πτολίπορθος: ἀνδρεῖος. πόλεις πορθῶν. πτόλισμα: πόλις. πτόρθους: κλάδους. βλαστούς. πτύγμα: δίπλωμα. πύκτης: παγκρατιαστής. ἀθλητής. πυκτίον: βιβλίον. πτυκτῷ: πτυσσομένῳ. πτυχαί: αἱ τῶν ὀρῶν ἀποκλίσεις. καὶ τὰ διάφορα τῆς ἀσπίδος ἐπʼ ἀλλήλοις ἐλάσματα. πτῶκα: δειλόν. καὶ πτῶκας, δορκάδας. ἢ ἐλάφου νεβρούς ἢ λαγωούς. πτῶμα: σῶμα. πτώξ: λαγωός. πτώσσοντες: δειλιῶντες. πτωχός: ἐπαιτής. παρὰ τὸ πτώσσειν, ὅ ἐστι, ταπεινοῦσθαι. πυγαῖα: τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὸ κατὰ τὸ ἱερὸν ὀστοῦν. πυγμή: πάλη. σύγκλεισις δακτύλων. ἢ γρόνθος. πυγοστόλος: μαυλίστρια. πύελος: ὄρυγμα. ἐμβατή, ἔνθα ἀπολούονται. πύθια: πανήγυρις. ἑορτὴ Ἑλληνική. πυθόληπτος: ὑπὸ τοῦ Πυθίου ληφθείς. πυθόμενος: ἐρωτήσας. πύθοντο: ἠρώτουν. ἤκουον. πύθω: σήπω. καὶ τὸ πυθόμενος, ἀντὶ τοῦ σηπόμενος. ἔνθα καὶ ἡ Πυθία, διὰ τὸ ἐν ἐκείνῳ τῷ τόπῳ σαπῆναι τοῦ δράκοντος σῶμα. Λύκος δὲ ὁ Νεαπολίτης καὶ πυὸν ἐντεῦθεν ὠνομασθῆναί φησιν. ἔστι γὰρ σεσηπὸς αἷμα. πυθῶνος: δαιμονίου μαντικοῦ. πύκα: συχνῶς. ἐπιμελῶς. πυκάζει: καλύπτει. σκεπάζει. πυκάζεται: σκεπάζεται. κοσμεῖται. πυκάζουσι: σκιάζουσι. στεφανοῦσι. πυκασμός: δασύτης. πυκτεύειν: εἶδος γυμνασίου καὶ παλαίστρας. πύκτης: παγκρατιαστής. ἀθλητής. πυλάρτου: τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος. πυλωρεῖ: φυλάσσει. πύξ: γρόνθον. πυρά: καύματα. ἢ πυρκαϊαί. πυράγραν: καρκῖνον. πάγουρον. πυρακτῶν: ἐμπυρεύων. σφοδρῶς καίων. πυραμειδής: πυροειδής. πυργοῦται: ὑψοῦται. πυργηδόν: στοιχηδόν. κατὰ τάξιν. πυργηρούμενοι: τὰ τείχη φυλάττοντες. πυργοβάρεις: προμαχῶνες. οἱ ὀχυρώτεροι τῶν πύργων. πύργοι: τάξεις. πυρεῖον: θυμιατήριον. πυρόεσσαν: ἐπίπνουν. πῦρ πνέουσαν. πυροφόρον: σιτοφόρον. πυρπολεῖται: καίεται. ἐμπυρίζεται. πυῤῥαῖς γένυσιν: ξανθαῖς θριξί. πυῤῥίχαις: ταῖς ἐνοπλίοις ὀρχήσεσι. πυῤῥιχίζει: ἀντὶ τοῦ, μετʼ ὅπλων ὀρχεῖται. πυρσεύσασαν: φλέξασαν. πυρσοί: λαμπάδες. πυρκαϊαί. λαμπτῆρες. φρυκτωρίαι. πυρφόρος: πῦρ φέρων. πυρφόρους δὲ ἔλεγον τοὺς ἱερεῖς, τοὺς ἐπιβώμιον πῦρ ἀνάπτοντας. ἐν τοῖς οὖν πολέμοις εἰώθασιν τῶν ἱερέων οἱ νενικηκότες φείδεσθαι· ἐπὶ δὲ τῶν παντελῶς ἡττηθέντων καὶ συμπατηθέντων ἐν τῷ πολέμῳ εἰώθασιν ὑπερβολῇ χρώμενοι οὕτως λέγειν· ὅτι οὕτως ἀπώλοντο, ὥστε οὐδὲ πυρφόρος, ταὐτὸν δὲ εἰπεῖν ἱερεύς, ὑπελείφθη τῷ στρατῷ. πύσμα: ἐρώτημα. πύστεις: ἐρωτήσεις. πωλοδάμνης: πωλοδαμαστής. πωτᾶσθαι: πέτασθαι. πρέπων: ἄξιος. πιαλέοις: ὡς διψαλέοις. εἴρηται ἐπὶ ποιοῖς τισιν ἰδίως ὄφεσιν, τοῖς κατὰ Ἱεριχὼ μάλιστα εὑρισκομένοις, ἐξ ὧν ἰατροὶ ὡς τὰ πολλὰ τὴν θηριακὴν σκευάζουσιν, ὡς ἀντίδοτον τούτοις· ἐνταῦθα ἁπλῶς τίθεται αὐτῷ πιαλέοις, τουτέστι, πινομένοις, ποσίμοις, λιπαροῖς, πλουσίοις, ἅμα καὶ ὑπερεκχεομένοις καὶ κορεστικοῖς. Ἐκ τοῦ ἁγίου Διονυσίου. ποτέρου καὶ πότερα: ἀντὶ τοῦ ὁποτέρου καὶ ὁπότερα. ἀντὶ τοῦ θάτερα. καὶ ἕτερον δὲ σημαίνει ϛʹ. πράμνειος οἶνος: ὁ ἀπὸ τῆς Πραμνείας ἀμπέλου. ἢ ὁ μέλας ἰδίως οὕτω καλούμενος. ἢ ὁ πραΰνων τὸ μένος. ἢ ὁ ἀπὸ τῆς Πράμνου πέτρας. πόσθων: ὁ παιδαριώδης καὶ ἀναγωγός. Μένανδρος ἐν Ὑμνίδι. παρακταίνων: παραμετεωρίζων. πυνθάνεσθαι: μανθάνειν. διδάσκεσθαι. ἱστορεῖν. ἐρωτᾷν. ἢ καὶ ἕτερόν τι σημαίνει παραπλήσιον μὲν τοῦ ἐρωτᾷν. πύον· τὸ πρὸ τοῦ γάλακτος ἀμελχθέν. τὸ μεταβεβληκὸς αἷμα. αὐτὸ τὸ γάλα. τὸ γαλακτῶδες ὑγρόν. γάλα νέον μετὰ χθεσινοῦ γάλακτος ἑψηθέν, ἔνιοι.
Ρ.ῥαγδαίου: σφοδροῦ. ἢ ταχέος. ῥάδαμνος: βλαστὸς τρυφερός. ἢ κλάδος. ῥᾴδιον: εὐχερές. καὶ ἁπλοῦν. ῥᾳδιουργός: πλαστογράφος. δολιογράφος. ψευδογράφος. κακοῦργος. ῥᾳδίως: εὐχερῶς. ταχέως. ῥᾳθυμία: ἀμέλεια. ῥαΐσας: ὑγιάνας. ῥακχίζων: τὸ διαιρεῖν τὰ μέρη ῥάχεως, ἤτοι διακόπτειν· ὥς φησι παρʼ Εὐριπίδῃ ..... ῥάμφος: ῥύγχος ὀρνίθων. ῥαντόν: ποικίλον. ῥάξ: ῥώξ. ῥᾷον: εὐχερές. εὔκολον. ῥαπίς: ῥάβδος. ῥᾷστα: ῥᾳδίως. εὐχερῶς. ῥᾳστώνη: ἀνάπαυσις. τέρψις. τρυφή. εὐκολία. ῥᾳθυμία. ἡδυπάθεια. χαυνότης. ἀργία· εἴρηται καὶ ῥᾳστωνεύειν ἐν ληʹ Ῥωμαϊκῶν. ῥαχθέντος: ῥαγέντος. ῥαχία: οἱ τραχεῖς καὶ παρήκοντες τόποι. καὶ αἰγιαλῷ παρατείνοντες. ῥάχιν: ὀσφῦν. ἢ τὸ νωτιαῖον μέρος. ἄκανθα τοῦ νώτου. ῥάψαι: συνθεῖναι. ῥαψώδημα: ψεῦσμα. ῥαψῳδία: φλυαρία. λόγων συναφή. ἀδολεσχία. ῥεδίων: ἁρμάτων. ῥελατορία: ἀναφορά. ῥέθος: πρόσωπον. ἐρύθημα. μέλος. σπλάγχνον. ῥέπει: κλίνει. ῥεπουδιατεύειν: τουτέστι διαζεύγνυσθαι καὶ διαχωρίζεσθαι. καὶ ῥεπούδιον ὡσαύτως. ῥηγμῖνι: αἰγιαλῷ. ῥῆνες: πρόβατα. ῥηξήνορες: ἀνδρεῖοι. ῥηξίφλοια: ῥήξαντα τὸν φλοῦν. ῥήσεις: λόγοι. ῥησείδιον: λεξείδιον. ῥητόν: φανερόν. ῥήτρας: συνθήκας. ἢ ῥήτορας, κατὰ συγκοπήν. ῥήτωρ: συνήγορος. δικαιολόγος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην. ῥιγοῖ: ψύχει. συνέχεται ἀπὸ κρύους. ῥικνά: ἐῤῥυτιδωμένα. ἀσθενῆ. ῥινόν: βύρσαν. δέρμα. ῥιπάς: ἀνέμου συστροφή. ῥιπῆς: ὁρμῆς. φορᾶς. βολῆς. ῥιψαγαδειρων: ..... ῥίψασπις: δειλός. ῥοάς: ῥεύματα. ῥοδοδάκτυλος: ῥοδόχρους. ῥοδωνιά: ὁ λειμὼν τῶν ῥόδων. ῥοθεῖ: ὁρμεῖ. ῥόθιον: τὸ μετὰ ψόφου κῦμα. ἢ ῥεῦμα. ῥόθῳ: ὁρμῇ. ῥοιβδεῖ: ἀναῤῥοφοῖ. ἀναῤῥιπτεῖ. ῥοίβδην: ὡς ἐπὶ ῥεύματος. σφοδρῶς. φοβερῶς. ῥοιζηδόν: σφοδρῶς. μετʼ ἤχου. εἰλητικόν. ῥοῖζος: ῥύμη. ἦχος. ῥόμβον: κίνησιν. ἢ κύλινδρον. ῥομφαία: τὸ μακρὸν ἀκόντιον. ἢ μάχαιρα. ῥοπή: κλίσις. ῥόπτρον: ῥόπαλον. ἢ παγίς. ἢ τιμωρία. ῥοώδης: ῥεῦμα ἔχων. ῥύβδην: δαψιλῶς. ῥυθμίζει: διατυποῖ. κανονίζει. εὐθύνει. ῥυθμός: τάξις ἔμμελος ἀκόλουθος ἁρμονίᾳ. μέλος εὔφωνον. σύγκρισις. ῥύμη: ὁρμὴ βιαία. ῥύμματα: τρίμματα. σμήγματα. ῥυμοτομεῖται: εἰς ὀρθὸν διακόπτεται. ῥυμοτομίαις: εὐθύτησι. ῥύπτει: ἀποκλύζει. σμήχει. ῥυσά: ἡ μάρανσις. ἢ γῆρας. ῥυσήματα: τὰ ἐπὶ τῶν ὄψεων τῶν γεγηρακότων σπιλώματα. ῥυτῆρα: ἑλκτικόν. ῥυτῆρες: χαλινοί. ἡνίαι. ἱμάντες. ῥυτίς: ἀσθένεια. ῥωγαλέον: διεσχισμένον. ῥωμαλέως: ἰσχυρῶς. ῥώμη: ἰσχύς. ῥώξ: κόκκος. ῥῶπες: δασεῖα ὕλη. ἢ κατάκομος καὶ σύμφυτος τόπος. ῥῶπος: μίγματα. χρώματα, ὅσα βαφεῦσι, ζωγράφοις, μυρεψοῖς χρησιμεύει· ὅθεν ῥωποπώλης, ὁ μυροπώλης. Τινὲς δὲ καὶ τὸν παντοδαπὸν φόρτον ῥῶπον εἰρήκασιν. ῥωχμός: ῥῆγμα γῆς.
Σ.σαβέκ: ἄφεσις. ἀπὸ τῆς Σύρας διαλέκτου. σαγγάριος: ποταμὸς Φρυγίας ἢ Λυδίας. σάγαρις: κόπις. ἢ πέλεκυς. σάθων: ὑποκόρισμα παιδίων ἀῤῥένων. σαικωνίσαι: κινηθῆναι. Ἀριστοφάνης. σαίνει: κολακεύει. σείει. ὡς ἐπὶ τῶν κυνῶν σαινόντων τῇ οὐρᾷ τῇ οἰκείᾳ. σαίνεσθαι: κολακεύειν. σαμά: Αἰθιοπίαν. χώρα εἰς νότον. σαίνουροι: τὰς οὐρὰς σείοντες. σαίρει: κοσμεῖ. ἢ χαίνει. σακέλλιον: βαλάντιον. σακεσφόροι: ὁπλοφόροι. ἀσπιδηφόροι. σακοδερμιστής: Σοφοκλῆς Τρωίλῳ. οἱ μὲν τὸν ὄφιν· οἱ δὲ τὸν σκώληκα, τὸν τὰ δέρματα διεσθίοντα. ἄμεινον δὲ τὸν ἐπὶ τῷ δέρματι χαλκὸν ἔχοντα. παρʼ ὅσον τὰ σάκη ἐπίχαλκα. σάκος: ὅπλον. ἀσπίς. σαλακῶν: ὁ προσποιούμενος πλούσιος εἶναι, πένης ὤν. σάλος: σαλευμός. τάραχος. καὶ ἡ φροντίς. σαλεύονται: .... σάμβαλα: ὑποδήματα. σαμβύκη: εἶδος ὀργάνου μουσικοῦ. σαλάβην: Σοφοκλῆς, τὴν ὀπήν. σάνδυξ: χρῶμα κόκκινον. σάννιον: τὸ αἰδοῖον. ἀντὶ τοῦ, κέρκιον· παρὰ τὸ τῇ κέρκῳ σαίνειν. σάραβα: ἐσθὴς Περσική. ἔνιοι δὲ λέγουσι βρακία. σαραφίμ: ἐμπρηστάς. ἔμπυρα στόματα. ἢ θερμαίνοντας. σάρφεα: λόγχη Μακεδονική. σαρδάζων: μετὰ πικρίας γελῶν. σαρδάνιος γέλως: ὁ καθʼ ὑπόκρισιν, ἀπὸ τοῦ σεσηρέναι τοὺς ὀδόντας· καὶ βοτάνη δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ καθυποβάλλει, ὡς καὶ τῶν χειλέων συσταλέντων γυμνοῦσθαι τοὺς ὀδόντας, καὶ γέλωτος φαντασίαν παρέχειν τοῖς ὁρῶσιν· ἔνθα ἔνιοι ἐφʼ ὕβρει ὀνομάζουσι τὸν σαρδόνιον γέλωτα. σαπέρδη: ἰχθύς, ὁ καλούμενος κορακῖνος. σάρισσα: εἶδος ἀκοντίου Ἑλληνικοῦ. σαρκάζων: μετὰ πικρίας καὶ θυμοῦ γελῶν. σατράπης: ἀρχηγός. στρατηγός. σάτυρος: χορευτής. σαυρωτῆρσι: τοῖς στύραξι τῶν ὄπισθε τῶν δοράτων. σάφα: σαφῶς. φανερῶς. σαφέστερον: ἀντὶ τοῦ ἀναιδέστερον, καὶ αἰσχρότερον. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· ἆρά γε προαχθήσομαί τι σαφέστερον εἰπεῖν. σβέσαι: παῦσαι. σέβας: τιμή. ἔκπληξις. σεβαστός: προσκυνητός. σεβίζει: σέβεται. σέδας: καθέδρας. σειραῖς: πλεκτοῖς ἱμᾶσιν. σέες: οὐχὶ σῆτες. καὶ αἱ πτώσεις· σέων, σέας. οὕτως Ἀριστοφάνης. σειρῆνας: γυναῖκάς τινας εὐφώνους γεγενῆσθαι μῦθος πρὶν Ἑλληνικός· αἵτινες ἐν νησίῳ καθεζόμεναι οὕτως ἔτερπον τοὺς παραπλέοντας διὰ τῆς εὐφωνίας, ὥστε κατέχειν ἐκεῖ μέχρι θανάτου. εἶχον δὲ ἀπὸ μὲν τοῦ θώρακος καὶ ἄνω, εἶδος στρουθῶν, τὰ δὲ κάτω, γυναικῶν. σεῖν: τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὅτʼ ἂν αὐτὰ βούλωνται οὐρῆσαι· οὕτως Ἀριστοφάνης. σειροί: αἱ ἐπαύλεις. σειρομάστης: εἶδος ἀκοντίου. λόγχη. σεῖσαι: τὸ συκοφαντῆσαι. ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων. σεισάχθειαι: χρεῶν ἀποκοπαί. σέλας: πῦρ. ἢ τὸν κεραυνόν. καὶ τὸ φῶς τῆς σελήνης. ἢ λαμπηδών. σήραγγες: αἱ ὑπὸ γῆν ἐπιμήκεις ἐκρήξεις, οἱονεὶ φλέβες τινὲς οὖσαι τῆς γῆς, ἃς ὑποτρέχον τὸ ὕδωρ ζητεῖ διέξοδον. ἐντεῦθεν καὶ σηραγγώδης τόπος εἴρηται, ὁ διατετρημένος. σελευκίς: ὄρνεόν ἐστι εὔπετον, καὶ ἀκόρεστον πάνυ καὶ πανοῦργον. σελμῶν: σανίδων. σεμνομυθοῦσι: ὑπερηφανεύονται ἐν λόγῳ. σεμνόν: μέγαν. ἔνδοξον. ἀξιωματικόν. σεμνυνόμενος: κομπάζων. σέσηρεν: κέχηνε. διήνοιγεν. σεσοβημένος: ἄτακτος τὴν κίνησιν· τεθορυβημένος. τεταραγμένος. σεσωρευμένον: βεβαρημένον. σηκοί: αἱ τῶν βοσκημάτων ἐπαύλεις. παρὰ τὸ σώζειν. σήλεκτος: χαμαιδικαστής. σημαῖαι: σίγνα. προτομαί. σημαίνει: ἐπιτάττει. σιγύννους: τὰ δόρατα. σημάντορος: ἐπιτάκτορος. ἡγεμόνος. σήμαντρα: σφραγῖδες. σημασία: φανέρωσις διὰ σάλπιγγος. σήματα: τέρατα. σημεῖα. Ἀττικῶς δὲ καὶ τὰ μνήματα. σημεῖα: μίλια. σῆρες: ἔθνος, ἔνθα τὰ μεταξωτὰ γίνονται· ἐξ οὗ καὶ σηρικά, τὰ ἐξ μετάξης ὑφάσματα λέγεται. σήραγξ: χάσμα. κοιλάς. καὶ ὕφαλος πέτρα, ῥήγματα ἔχουσα. σησαμοῦσι: πλακοῦσι. σθεναρός: ἰσχυρός. σιγηλός: ἄφωνος. σιγηρός. σιδίῳ: κόκκῳ ῥοᾶς. σίγλος: καὶ τὸ ἐνώτιον. καὶ σταθμὸς βαρβαρικός, δυνάμενος ὀκτὼ ὀβόλους Ἀττικούς. οὕτως Σοφοκλῆς. σικάριοι: λῃστῶν γένος. σίκας δὲ τὰ ἐπικαμπῆ ξίφη Ῥωμαῖοι καλοῦσιν· οἷς χρώμενοι ἐλέγοντο σικάριοι. σικχός: σκώπτης. σίκχος: ὁ μικρὸς σῖτος. σίκερα: σκευαστὸν πόμα, παρʼ Αἰγυπτίοις εὑρεθέν. σιλλαίνει: μυλλαίνει. διὰ τῶν ὀφθαλμῶν σκώπτει καὶ μυλλαίνει. σίμβλοι: θῆκαι τῶν μελισσῶν. σιμόν: ἄναντες. οὕτως Ἀριστοφάνης. σιμικίνθιον: φακιόλιον. ἢ σουδάριον. σινιάσαι: σεῖσαι. κοσκινῆσαι. θορυβῆσαι. ταράξαι. πειρᾶσαι. σίνεσθαι: βλάπτεσθαι. ἢ βλάπτειν. σῖνος: βλάβη. σινοῦται: βλάπτεται. σίντης: βλαπτικός. σιραῖον: τὸν ἑψημένον οἶνον καὶ γλυκύν. καὶ τὸ ἕψημα. βραχεῖα ἡ πρώτη συλλαβή. Ἀριστοφάνης. σιροῖς: ὀρύγμασι, ἐν οἷς κατετίθετο τὰ σπέρματα. σισύρα: ἱμάτιον τραχύ. περιβόλαιον ἀγροικικόν. δουλικόν. παλαιόν. ἢ χιτὼν δερμάτινος. σιτοδεία: λιμός. ἔνδεια. σίτου: τροφῆς. σιτίσεων: τροφῶν. δαπανῶν. σιτούμενος: ἐσθίων. σιτώνης: ὁ προεστὼς τοῦ δημοσίου σίτου. σίφλος: μῶμος. σιφλώσειεν: μέμψειεν. ἐκφαυλίσειεν. σκάζει: χωλεύει. σκαιᾷ: τῇ ἀριστερᾷ. σκαιός: ἀριστερός. ἄφωνος. κωφός. σκαιότης: μωρία. ἀπαιδευσία. ἀγριότης. ἀπάτη. σκαίροντες: χορεύοντες. σκαρίζοντες. σκάλλοντες: σκάπτοντες. σκαμανδριαίους: ποταμιαίους. σκαπάνη: σκαφίον. ὀρύγιον. δικέλλιον. σκαρδαμύττει: πυκνὰ τοὺς ὀφθαλμοὺς κλείει καὶ ἀνοίγει. σκεδάζει: σκορπίζει. σκέουσι: τὸ ὑλίζουσι. παρʼ Ἡροδότῳ. σκευωρία: κατασκευή. ἐπιβουλή. βλάβη. λέγεται δὲ καὶ σκαιωρία. σκηπάνιον: σκῆπτρον. σκήπων: ῥόπαλον παρʼ ὃ καὶ σκηπάνιον. σκήπτεται: προφασίζεται. σκηπτόμενος: ἐπερειδόμενος. στηριζόμενος. σκηπτός: κεραυνός. ἄνωθεν διάπυρος. σκηπτοῦχος: βασιλεύς. σκῆπτρον: βασιλικὴ ῥάβδος. σκηριπτόμενος: ἐπερειδόμενος. στηριζόμενος. σκληραύχενας: ἀκαμπεῖς. σκῆψις: πρόφασις. ἢ φροντίς. ἀναβολή. σκιαδίων: καρούχων. σκιδνάμενος: σκορπιζόμενος. σκιμβάζειν: χωλεύειν. καὶ ἀσκωλίζειν τὸ αὐτὸ τοῦτο. οὕτως Ἀριστοφάνης. σκίμπους: κράβατος. ἢ σκάμνος, βυζαντίως. σκινδαλμοί: τὰ τῶν καλαμῶν ἀποξύσματα, ἢ σκόλοπες. σκιόεντα: σύσκια. σκιραφεῖον: κυβευτήριον. σκιροφορία: ὄνομα ἑορτῆς. σκνίψ: ζῶον κωνωπῶδες. σκολύθρια: ὑποπόδια. σκόλοψ: ξύλον ὀξύ. καὶ οἱ τῶν φοινίκων .... σκοπέλῳ: ὑψηλῷ τόπῳ. σκοπιά: ὑψηλὸς τόπος. σκοπιάζων: σκοπῶν. ἀποβλέπων. σκοπός: κατάσκοπός τις καὶ ἔφορος. ἀποσκοπῶν τὰ πόῤῥω. σκορακίζει: εἰς ἐρημίαν πέμπει. ἢ χλευάζει. σκοτοδινιᾷ: σκοτοῦται. μετὰ σκότους ὀφθαλμῶν συστροφή. σκυβαλίζεται: ἀποδοκιμάζεται. ἀτιμάζεται. σκῦλα: τὰ ἀπὸ τῶν πολεμίων ἀνῃρημένα. σκύμνος: σκύλαξ λέοντος. σκυτάλαι: στρογγύλα καὶ λεῖα ξύλα. σκυτάλη: βακτηρία ἀκροπαχής. ἢ φραγέλλιον. σκυτάλη: ἐπιστολὴ Λακωνική. ἦν δὲ ἡ σκυτάλη ξύλον ἐξεσμένον ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμονίοις ὑπῆρχον σκυτάλαι· καὶ τὴν μὲν μίαν κατεῖχον οἱ Ἔφοροι τῶν Λακεδαιμονίων· τὴν δʼ ἑτέραν τῷ ἐκπεμπομένῳ παρʼ αὐτῶν στρατηγῷ παρεῖχον. καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτῷ, φέροντες ἱμάντα λευκὸν περιείλουν τὴν σκυτάλην, καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον. καὶ ἀνελίττοντες παρεῖχον τὴν ἱμάντα τῷ ἀποφέροντι· τοῦτο δὲ ἐποίουν, ἵνα μὴ μανθάνωσιν οἱ ἀποφέροντες τὸ δηλούμενον ἐν αὐτῷ. ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυτάλῃ περιέλιττεν, καὶ ἀνεγίνωσκεν οὕτως τὰ γεγραμμένα. λέγεται οὖν καὶ ἡ ἐπιστολὴ σκυτάλη, καὶ αὐτὸ τὸ ξύλον, ἀφʼ οὗ καὶ ἡ ἐπιστολή. σκυτοδέψης: δερματομαλάκτης. καὶ βυρσοδέψης. σκῦτος: πᾶν δέρμα. ἀφʼ οὗ καὶ σκυτεύς. σκυτοτόμος: σκυτεύς. λωροτόμος. σκύφος: ποτήριον. σκῶλος: εἶδος ἀκάνθης. ἢ σκάνδαλον. σμῆνος: πλῆθος μελισσῶν. σμήρινθοι: σπάρτα. σχοινία. σμινύην: σκαφεῖον. ἢ δίκελλαν. σμύξαι: καῦσαι. σμυχόμενος: καιόμενος. ἀναλισκόμενος. σμώδιγγες: μώλωπες. σμῶδιξ: μώλωψ. τὸ ἐκ πληγῶν οἴδημα. σοβαρός: λαμπρός. ἐπαιρόμενος. σοβαρός: τολμηρός. αὐθάδης. ὁ ἔξω τοῦ δέοντος φερόμενος. σοβεῖ: διώκει. κομπάζει. σόλοι: πόλεις Κιλικίας καὶ Κύπρου, ἀφʼ ὧν ὁ σολοικισμός, βαρβαρίζοντες τὴν ἰδίαν γλῶσσαν. σόλον: δίσκον. σορός: μνῆμα. θήκη. τάφος. σοφίαν: κοινὸν ἁπάντων μάθησιν. καὶ τὴν τέχνην. καὶ τὴν φρόνησιν καὶ ἐπιστήμην καὶ νοῦν. σοφιστής: ἀπατεών. παρὰ τὸ σοφίζεσθαι, ὅ ἐστι, λόγοις ἀπατᾷν. λέγεται δὲ σοφιστὴς καὶ ὁ διδάσκαλος, ὡς σοφίζων· τὸ δὲ παλαιὸν σοφιστὴς ὁ σοφὸς ἐκαλεῖτο. λέγεται δὲ καὶ πᾶς τεχνίτης, ὁ τὸ λεκτικὸν ἠσκηκώς. καὶ ὁ ἐπηρεάζων ἑκὼν ἐν τοῖς λόγοις. σπάδων: εὐνοῦχος. σπαθῶσι: σκορπίζουσι. σπάνις: ἔνδεια. σπαίρεται: ἅλλεται. σκαρίζει. ἐκπνεῖ τὴν ψυχήν. σπαργῶσα: ἀνθοῦσα. σπάρτα: σχοινία. σπεῖραι: πλήθη στρατευμάτων. φάλαγγες. νούμερα. λεγεών. σπειρηδόν: παραπεπληγμένως. σπένδεται: θύεται. ἢ θυμιᾷ. σπένδεται: φιλιοῦται. σπένδομαι: θύομαι. ἢ θεῷ ἀνατίθεμαι. σπένδοντας: θύοντας. προσφέροντας. παρὰ τὴν σπονδήν. καὶ τὸ φιλιοῦσθαι· οὕτως γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβάσεις καὶ σπονδὰς ἐνόρκους. σπερμολόγος: εὐρυλόγος. ἀκριτόμυθος. καὶ ὁ τὰ σπέρματα συλλέγων. σπερχόμενος: ἐπειγόμενος. σπήλυγξ: σπήλαιον. σπιλάδες: αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὡς Ἀπίων. Ἡλιόδωρος δὲ τὰς παραθαλασσίας πέτρας, καὶ ἐπειλημμένας ὑπὸ τῶν κυμάτων. σπῖλος: μῶμος. ῥύπος. σπονδεῖα: ἀγγεῖα, ἐν οἷς σπένδουσιν. σπονδή: οἴνου ἔκχυσις ἐπὶ τιμῇ δαιμόνων ἢ φιλία. σποράδα γῆς: κονιορτόν. ἢ χνοῦν γῆς. σποράδην: διεσπαρμένως. ὧδε κἀκεῖσε. σπουδὴν ποιεῖσθαι: τὸ ὀργίζεσθαι. Ἀριστοφάνης ἐν Βατράχοις. σπουδαῖος: σοφός. σπουδαρχήσας: ἐπιθυμήσας ἄρξαι. σπουδάσας, ἐπιμεληθεὶς τυχεῖν τῆς ἀρχῆς. στάδιον: ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ ἥμισυ στάδια ποιοῦσι μίλιον· λέγεται στάδιον καὶ ἁπλῶς τὸ ἵστασθαι καὶ ἀκινητίζειν. Δίων ἐν λθʹ Ῥωμαϊκῶν· τῷ δὲ δὴ σταδίῳ τῶν σκαφῶν προδιδόμενοι, δεινῶς ἤσχαλλον· ἀντὶ τοῦ, τῇ στάσει καὶ ἀκινησίᾳ τῶν σκαφῶν προδιδόμενοι, σφόδρα ἠνιῶντο. σταθερόν: μόνιμον. στάσιμον. στάθμη: τὸ σπαρτίον. στάλικας: πασσάλους. σταθμῶν: τῶν παραστάδων τῆς θύρας. σταθμώμενον: δοκιμάζοντα. στατήρ: τετράγραμμον νόμισμα. καὶ τὸ ἐξάγιον. καὶ τὸ ζυγίον. στέατα: ἄλευρα. στεγανῶν: πυκνῶν. ἢ σφιγκτῶν. στεγανώτερον: στερεώτερον. πεπυκνωμένον. συνεχέστερον. στερέμνιον. στεγναί: στερεαί. στέγειν: δέχεσθαι. βαστάζειν. στεγόμενα: κρυπτόμενα. στείβοντες: πατοῦντες. στειλάμενοι: στείλαντες. στειλάμενος: εὐσταλῶς ἐπελθών. στείλασθαι: ὁδεῦσαι. πλεῦσαι. στείχειν: πορεύεσθαι. στείχοντες: πορευόμενοι. στέμμα: στεφάνη. πλήρωμα. στέμφυλον: τὸ ἔκδυμα τῆς σταφυλῆς. στένει: στενάζει. στενολέσχης: λεπτολόγος· καὶ στενολεσχία, ἡ λεπτολογία. στενωπός: στενορύμη διόδων. στέργειν: ἀρκεῖσθαι. στερέμνιον: στερεόν. ἰσχυρόν. στέριφος: στεῖρος καὶ ἄγονος. στερίφη: στεῖρα. μὴ τεκοῦσα. μὴ τίκτουσα. στερίφοις: στερεοῖς. πικροῖς. στέρνοις: στήθεσιν. βαλμοῖς. στερνοτύπτης: ὁ τὸ στῆθος τύπτων. καὶ στερνοτυπτόμενος. στεροπή: ἀστραπή. ἢ λαμπηδών. στεῤῥός: στερεός. ἰσχυρός. στεφάνη: ὄρους ἐξοχή. στήλας: θεμελίους. στηλιτεύσας: δημοσιεύσας. στιβαρόν: ἰσχυρόν. στιβάδες: τράπεζαι. ἢ στρωμναί. στιβάς: χαμαικοίτιον. ἀκκούβιτον ἀπὸ ῥάβδων. καὶ οἱ τῶν δένδρων ἀκρέμονες. στίβος: ὁδὸς πεπατημένη. στίγματα: πληγαί. τραύματα. ἢ ποικίλματα. στιλπνόν: λαμπρόν. στίλβον. στίφος: τάξις πολεμική. ἢ φάλαγξ. συστροφή. πλῆθος συστάσεων. στίχος: τάξις. στοιχειοῦσι: διατυποῦσι. στοιχείωσις: ἀκριβεστάτη ἐπιτομή. ἡ πρώτη μάθησις. ἤτοι διάταξις. στόμαχος: λαιμός. στόμφακα: τὸν κομπαστήν· καὶ στομφάσαι, τὸ ἀλαζονεύσασθαι. στομφάσαι: τὸ ἀλαζονεύσασθαι. στοναχάς: στεναγμούς. στονόεσσα: στεναγμὸν ἔχουσα. στόνος: στεναγμός. στορέσαι: στρῶσαι. στόρθυγξ: τὸ ἄκρον τοῦ δόρατος. ἢ τὸ τοῦ βέλους σιδήριον. στραγγαλιῶδες: διεστραμμένον. στραγγεύει: διαβάλλει. οὐκ εὐθὺς πορεύεται. ὥσπερ νεάζει. καὶ χρονίζει. ῥᾳθυμεῖ. στραγώτερος: ἀναιδέστερος. στρατήγημα: σόφισμα. ἢ τοῦ στρατοῦ ἡγεμονία. ἢ κατόρθωσις. στρατηγιᾷν: ἐπιθυμεῖν τῆς στρατηγίδος. στρατοπεδευσάμενοι: ἀπληκεύσαντες. ἢ κατασκηνωσάμενοι. στρατόπεδον ἐποιήσαντο: ἀντὶ τοῦ, σκηνάς. δύο γὰρ σημαίνει ἡ λέξις· καὶ τὸ στράτευμα. καὶ τὸν τόπον τοῦ στρατεύματος, στρατός: τὸ πλῆθος τῶν πολεμούντων. ὁ δὲ τόπος, στρατόπεδον· λέγεται γὰρ τοῦ στρατοῦ τὸ πέδον. στρεβλούμενος: δεσμούμενος. μαστιζόμενος. στέρφος: δέρμα. βύρσα. στριφνός: σφιγκτός. στροβεῖ: ταράττει. κινεῖ. περιφοβεῖ. καταπονεῖ. στρόβιλος: καμπύλος. στρουθίζων: τρίζων. στρόμβος: ῥόμβος. ἀπὸ τοῦ περιστρέφεσθαι. στροῦθος: ὁ λελωβημένος. στροφάς: ἀντιλογίας. στροφάλιγγι: τῇ συστροφῇ. στρόφιον: τὸ στρογγύλον ζωνάριον. Ἀριστοφάνης· τὸ στρόφιον ἤδη λύομαι. στρόβιλοι: καὶ οἱ θαλάσσιοι κήρυκες. καὶ στρόβηλος, εἶδος ὀρχήσεως. καὶ ἀνέμων εἶδος. καὶ ὁ τοῦ δένδρου καρπός. στρωματόδεσμα: ἃ καλοῦμεν ἐν τῇ συνηθείᾳ. στρωματόδεσμα τὰ φόλλα καὶ ἀμεντάρια. στυγεῖ: μισεῖ. ἢ φοβεῖται. στυγερῷ: μισητῷ. ἢ φοβουμένῳ. στυγητός: μισητός. στύξ: κρήνη ἐν Ἅιδου. ὅρκος θεῶν. στυφελίξαι: σεῖσαι. κακῶσαι. διῶξαι. στωμύλος: λάλος. πολυκόμψος. πιθανολόγος. ἐυτράπελος. ἔφεδρος τῶν λόγων. ἀπατεών. κόλαξ. συβαριτικαῖς καὶ Συβαρικαῖς: τρυφηλαῖς. λαμπραῖς. πολυτελέσιν· τρυφηλοὶ γὰρ οἱ Συβαρῖται· Συβαριτικαῖς τραπέζαις. συβώτης: χοιροβοσκός. συγκεῖσθε: ὁμονοεῖτε. συγκλύδων: συμμίκτων. ἐπηλυτῶν. παρεισάκτων. συγκεκορδυλημένα: συγκεκυφότα. κορδύλη γὰρ ἡ συστροφή. σύγκρισις: ὁμοίωσις. συγκομιδαί: σπερμολογαί. συλλογαί. συγκροτεῖ: συνάγει. αὔξει. συνιστᾷ. καὶ συνδεῖ. πρὸς ἁρμονίαν ἄγει. συγκυκῶν: συνταράσσων. συγκυροῦντα: διαφέροντα. συνεγγίζοντα. συγχεῖ: ἀφανίζει. συμμιγνύει. συγχυθείς: συνταραχθείς. συλλήβδην: συλλαβών. ἀθρόως. συλλήπτορα: βοηθόν. σύλλογος: ἄθροισις. συμβαίνοντα: συμφωνοῦντα. συμβαλεῖν: διακρῖναι. νοῆσαι. συγκρῖναι. σύμβασις: φιλία. συντυχία. καταλλαγή. σύμμιξις. συμβατήριοι: εἰρηνικοί. φιλικοί. συμβιβάζων: συλλαλῶν. διδάσκων. συμβιβῶ: διδάξω. ἐπιστήσω. νοήσω. ποιήσω. σύμβολα: σημεῖα. μέτρα. οἷον, σημεῖον τοῦ φθαρτὸν γενέσθαι τὸν ἄνθρωπον πρὸ θανάτου οἱ δερμάτινοι χιτῶνες. συμβολοκοπῶν: ..... σύμβολον: οἰώνισμα. σημεῖον. μάντευμα. συμβραβεύσω: συνδιοικήσω. συμμορία: σύνταγμα. ἢ φατρία. συμπαρομαρτῶν: συνακολουθῶν. συμπαίστορα: συμπαίξοντα. συμπλάττεται: ψεύδεται. σύμπτωμα: συμβεβηκός. συμφέρεται: συναρμόττει. συμφωνεῖ. ὁμονοεῖ. σύμφημι: συναινῶ. συμφορά: ἀτυχία. κακῶν συντυχία. συμφορῆσαι: συναγαγεῖν. συμφράδμονες: σύμβουλοι. συμφυλετῶν: ὁμοεθνῶν. συγγενῶν. συμφυοῦς: συγγενοῦς. συμφύρεται: συμμίγνυται. συνανακρᾶται, συμμιαίνεται. σύμψηφα: σύμφωνα. συμψησθείς: βλαβείς. τρωθείς. συναγείρων: συνάγων. συνάπτων. συναγηγερμένοι: συνηγμένοι. συναγορεύειν: συνηγορεῖν. ὑπὲρ αὐτοῦ λέγειν. συνᾴδων: ἁρμόττων. συντρέχων. συμφωνῶν. συναίμονος: ἀδελφοῦ. συναλίσας: συνάξας. συναιρόμενος: συμβαλλόμενος. συνερχόμενος. συμβοηθῶν. συναλισθείσης: συναχθείσης. συνανέσχον: συνανέτεινον. συναπηρτημένος: πεπληρωμένος. συναραμένου: συνεργήσαντος. συναρτήσαντες: συνάψαντες. συναυλίαν: συμφωνίαν. συνάφεια: σύζευξις. συνδούμενος: συνδεδεμένος. σύνδρομος: σύμφωνος. συνεδεῖσθαι: συγκαθῆσθαι. συνδυάσω: συζευχθῶ. κοινωνήσω. συμπράξω. συνέθει: συνέτρεχεν. συνειλεγμένα: συνηγμένα. συνειλόχασιν: συνήθροισαν. συνείπετο: συνηκολούθει. συνείρει: συνάπτει. συνεῖρκτο: συνεφυλάττετο. συνεδέδετο. συνεισέφρησεν: συνεισήνεγκεν. συνεκδοχικῶς: συλληπτικῶς. συνεκόμισαν: συνήγαγον. συνεκτικώτατα: κεφαλαιωδέστατα. συνέχοντα. διακρατοῦντα. συνεκύρησεν: συνέτυχεν. συνελόντι φάναι: συντόμως εἰπεῖν. συνελόχησεν: συνήθροισεν. συνενηνεγμένοι: συνελθόντες. συνερανίζεται: συνεισφέρεται. συνέρεσθαι: συνερωτᾷν. συνέριθος: συνεργός. συνυφαίνουσα. συνειρημένον: συνεστραμμένον. συνεστιᾶται: συναριστᾷ. συνευνέτης: σύγκοιτος. σύνευνον: σύγκοιτον. συνεχόμενος: ἀῤῥωστῶν. ἢ κρατούμενος. συνεψήσθη: συνελεπτύνθη. συνήγορος: προστάτης. ὑπέρ τινων λέγων. συνήδομαι: συγχαίρω. συνῄεσαν: συνῆλθον. συνήκμαζεν: συνηύξανεν. συνησθέντος: συγχαρέντος. συνήμονας: συνθήκας. ἤτοι παρὰ τὸ ἧσθαι, ἵνʼ ᾖ, συνέδρους καὶ ὁμοήθεις. συνησθῶσι: συγχαρῶσι. σύνθακος: σύνθρονος. σύνθημα: συνθήκη. σύσσημον. λόγος ἐν πολέμῳ ἐπὶ γνωρισμῷ τῶν οἰκείων διδόμενος. συνίημι: συνιῶ. νοῶ. συνιστορεῖ: σύνοιδεν. συνοίσειν: συνενεγκεῖν. ἢ ὠφελήσειν. συνίστωρ: συνόμιλος. γνωστός. μάρτυς. συνειδὼς ἐπὶ πράγματι. συνοῖσον: συμφέρον. συνοιχήσεται: συναναιρεθήσεται. συνουσία: τὸ συνεῖναι μετʼ ἀλλήλων. συνουσιασμός: συμμιξία. σύνταξις: δύο πραγμάτων ἕνωσις καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. συντελής: χρήσιμος. συντέρμων: πλησιόχωρος. συντετᾶσθαι: διατετᾶσθαι. σύντευξις: συντυχία. συντεύξομαι: συντύχω. συντροχάσαι: καταντῆσαι. πληρωθῆναι. ἐκ μεταφορᾶς τῶν τροχῶν. συνταξάμενος: φανερόν τι συνθέμενος παρέχειν αὐτῷ. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καί τι καὶ εἰς τροφὴν συνταξάμενος ἐδίδου τῷ ἀριγνώτῳ. συντεταγμένους ῥήτορας: πάλιν λέγει, οἱονεὶ καθʼ ὑμῶν φατριάζοντας καὶ τῆς σωτηρίας τῆς πόλεως. συνῳδά: σύμφωνα. συνωθούμενος: συνερχόμενος. συνωμοσία: ἡ μεθʼ ὅρκου φιλία. συνωρίς: συζυγία. δυάς. συφόρβια: ἀγέλη χοίρων. σύριγγος: αὐλοῦ. ἢ δορατοθήκης. συρφετός: ἀγυρτώδης ὄχλος. ἢ λόγος. ἢ ἡ ἐξ ἀνέμου συλλεγομένη κόπρος καὶ φρυγανώδης. συσκευάζει: λόγῳ ἐπιβουλεύει. συμπειραθέντες: συστραφέντες. συσσεισμός: λαῖλαψ. συστροφὴ ἀνέμου. συσσίτιον: εὐωχία. ἄριστον. συστρέμματα: στασιαστῶν πλήθη. συφεός: τόπος, ὅπου αἱ σύες τρέφονται. συχναῖς: συνεχέσιν. συχνόν: πολύ. πυκνόν. σφαδάζειν: θράσσειν, συνθανατεῖν. ματαίως σπᾶσθαι. σφαδάζοντες: σπώμενοι. ἢ δυσφοροῦντες. σφαδάζουσα: πανουργοῦσα. σφραγιδονυχαργοκομήτας: καὶ ἐν τοῖς δακτυλίοις σφραγῖδα ἔχοντας λίθου ὄνυχος. σφαιρωτήρ: σανδαλίου ζινίχιον, οἷον τὸ λώριον τοῦ ὑποδήματος. σφακελίζοντες: διασπῶντες. πηδῶντες. ὑποτρέμοντες. σφακελισμός: παραπληξία. ἢ ἡ σῆψις τοῦ μυελοῦ σφακελισμὸς καλεῖται· γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός· λέγεται δὲ καὶ σφάκελος ὁ μέσος τῆς χειρὸς δάκτυλος· λέγεται δὲ ὁ σφυγμὸς καὶ ὁ παλμός· σφάκελον δʼ ἔνιοι τὴν σῆψιν λέγουσι τῶν ὀστέων. σφαλείς: ἀποτυχών. σφάραγον: ὁ Ἀπίων, φάρυγγα. ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου ψόφου. σφάς: αὐτούς. ἢ τὰς ἑαυτῶν. σφενδονᾶσθαι: ἀποῤῥίπτεσθαι. σφίν: αὐτοῖς. σφέτερα: τὰ ἑαυτῶν. σφετερίζεται: λαμβάνει. ἰδιοποιεῖται. σφέτερον: τὸ ἑαυτῶν. ἢ τὸ ἴδιον. σφῆλαι: πλανῆσαι. βλάψαι. ἀπατῆσαι. σφήττιον: Σφηττός ἐστι ὄνομα τόπου, καὶ ἐξ αὐτοῦ Σφήττιον· οἱονεὶ τὸ ἀπὸ Σφηττοῦ τι ὄν, δήμου καὶ τόπου. σφίσιν: αὐτοῖς. ἢ τοῖς ἑαυτῶν. σφριγῶν: νεάζων. αὔξων. σφύζων. βράζων. εὐσωματῶν. ἀκμάζων. ἀνθῶν. σφυγμός: φλεγμονή. παλμός. ζέσις φλεβὸς ἢ ἀρτηρίας. σφύζει: ἐπείγει. ἢ αἱ φλέβες ἅλλονται. σφυρά: τὰ περὶ τοὺς ἀστραγάλους. σφυρήλατος: σφύραις ἐληλαμένος. σφῶν: αὐτῶν. ἢ ὑμᾶς. ἰδίους. ἰδίας. σχαδόνα: ἀλκυών. σχαδόνα παραλαβοῦσα, ζῶον ἄπουν καὶ ἄπτερον· λέγεται καὶ οὕτως τὰ τῶν μελισσῶν κηρία. σχάσον: κατάπαυσον. μετάβαλε. σχεδιάζει: ἐκ τοῦ παρατυχόντος λέγει. σχεδόν: πλησίον. πέλας. ἢ ἐκ χειρός. σχετλιάζειν: δυσχεραίνειν. ἢ βλασφημεῖν. σχεδιασθείς: παραχρῆμα ῥηθείς. σχέδιοι: εὐτελεῖς. σχέδιον: ἐκ τοῦ ἑτοίμου. σχέτλιος: ὀδυνηρός. χαλεπός. ἀγνώμων. ἀτυχής. δεινοπαθής. ἄδικος. ἄπορος. θλιβόμενος. τλήμων. ἐπαχθής. σχήσειν: ἀνθέξειν. κωλύειν. σχήσεσθαι: ἐπισχεθήσεσθαι. σχήσουσιν: σχῶσιν. κρατήσουσιν. ἐφέξουσιν. σχῖνον: τὴν σκίλλαν, ἐν ᾗ διαμασσῶνται οἱ καλλωπιζόμενοι ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· ἀφʼ οὗ καὶ σχινίζεσθαι. σχοίητε: νομίσοιτε. ἢ ὑπολάβοιτε. σχοίνισμα: μέτρου μέρος. κληρουχία. σχοῖνος: μέτρον γεωμετρικόν, ὥς φησιν Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν. σχολαῖον: ἀργόν. διατριβὴν ποιούμενον. καὶ σχολαίτερον, τὸ ἠρεμαιότερον· ὁμοίως καὶ σχολαιότης. σχολάζων καὶ σχολὴν ἄγειν: οὐκ εὐκαιρεῖν λέγουσιν Ἀττικοί. σχολή: ἡ περί τι διατριβή. καὶ ἡ εὐκαιρία. ἢ οὐδαμῶς. σχόλια: σεμνολογήματα. καὶ ὑπομνήματα. καὶ ἑρμηνεῖαι. σχόμενος: κατασχών. ἢ κατασχεθείς. σχών: κατασχών. σῶμα: πᾶν τὸ τεθνηκός. τὸ δὲ τοῦ ζῶντος δέμας λέγεται, διὰ τὸ συνδεδέσθαι τῇ ψυχῇ, ὡς εἶπεν Ὅμηρος. σωρηδόν: ὁμοῦ. σωρεία: πλῆθος. σωρός: συναγωγή. σῶστρα: σωτήρια. μήνυτρα. λύτρα. σωτέος: σωθῆναι ἄξιος. σωτάδια: ..... σταθερόν: ὀξύ. ἰσχυρόν. θερμόν. στάσιμον. σωμάτια: τὰ ἀναπλάσματα, οἷς οἱ ὑποκριταὶ διατάττουσιν αὐτούς.
Τ.ταβερνεῖα: καπηλεῖα. πανδοκεῖα. ταγηνίας: πέμματά ἐστιν τῶν ἀπὸ τηγάνου ἐκ στέατος ὑγροῦ καὶ τυροῦ καὶ μέλιτος καὶ ἀσταφίδος. τὰ ἐν ποσίν: τὰ παρόντα ἐν μέσῳ. τὰ ἐπίχειρα: τὰ ἐπιχειρήματα. ταινίαι: ἐπὶ μὲν ἀνθρώπων, τὰ πεζίτια, στέμματα, στεφάνη, ζώνη· ἐπὶ δὲ ξύλων, τὰ κυμάτια. ταινιοῦντες: στεφανοῦντες. τακτικῶς: στρατιωτικῶς. ταλανίζεσθαι: θρηνεῖ. ἄθλιον ἀποκαλεῖ. τάλαντα: τὰ ζυγά. καὶ, τὰ ἱστάμενα. ταλαντεύει: σταθμίζει. τάλαντον: ζυγόν. ὁλκήν. σταθμόν. ρʹ ἢ καὶ ρκεʹ ἢ ρξʹ. ἢ ἐπὶ ὡρισμένου νομίσματος παρὰ Ἀττικοῖς. τὸ τάλαντον πολλὰ σημαίνει: ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθʼ ὃ σημαινόμενον Δημοσθένης φησί· πεντήκοντα τάλαντα. ἢ σταθμοῦ τι ὄνομα, ὥσπερ Ἀριστοφάνης· ἀλλʼ ἢ ταλάντῳ μουσικὴ κριθήσεται. καὶ τὸ Ὁμηρικόν· χρύσεια πατὴρ ἐτίταινε τάλαντα. τρίτον σημαινόμενον, ἡ ῥοπή. τέταρτον, ἀριθμοῦ τι ὄνομα. ὡς καὶ πολυτάλαντος, ὁ πλούσιος. καὶ τὸ Ὁμηρικόν· κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα. καὶ διτάλαντον δέ, καὶ τριτάλαντον καὶ ἡμιτάλαντον λέγεται· ἀρχαία δὲ ἡ χρῆσις· καὶ ἡ τοῦ τρίτον ἡμιτάλαντον, καὶ πέμπτον ἡμιτάλαντον, καὶ ἕβδομον ἡμιτάλαντον. ἔστιν δὲ τὸ μὲν τρίτον ἡμιτάλαντον, δύο ἥμισυ τάλαντα· τὸ δὲ πέμπτον ἡμιτάλαντον, τέσσαρα ἥμισυ. τὸ δὲ ἕβδομον ἡμιτάλαντον, ἓξ ἥμισυ· καὶ ὅλως οὗτινος οὖν ἀριθμοῦ παρωνύμῳ μέρει ἐπονομάσει τις τὸ ἡμιτάλαντον, τούτου ὁ προηγούμενος ἀριθμὸς ἐφαρμόσει τοῖς ταλάντοις. οἷον, ἂν μὲν ὄγδοον, ἑπτά. ἂν δὲ ἔννατον, ὀκτώ· συναριθμουμένου δῆλον ὅτι καὶ τοῦ ἥμισυ. φίλον δὲ τοῖς ἀρχαίοις καὶ τὸ ἓν ἥμισυ τάλαντον τρία ἡμιτάλαντα λέγειν· ὡς καὶ τρία ἡμιμναῖα, τὴν μίαν ἥμισυ μνᾶν. ταλάντωσις: στῆσις. στάθμησις. τάλας: ἄθλιος. τάλαρος: καλαθίσκος. κόφινος. ταλάσῃς: ὑπομείνῃς. ταλασίαν: ἐριουργίαν. ταλάσιον: ἐριούργιον. ταλασιουργία: ἡ τῶν ἐρίων ἐργασία. ταλασίφρονα: ὑπομονητικόν. ταμίαι: ἔφοροι. φύλακες. ταμίαι: διοικηταί. ταμιοῦχοι: οἰκονόμοι. ἐπίτροποι. μελεδωνοί. πρυτάνεις. ταμιεῖον: κοιτῶνα. ταμιευόμενον: φυλάττοντα. ταμιεύεται: διοικεῖται. ἀποκρύπτει. φυλάττει. ταμίης: δεσποίνης. ταμύνας: χωρίον Εὐβοίας. τάν: ἑταῖρε. ἢ σύ. ταντάλιοι: τρομικοί. τανύηκες: τεταμένην ἔχον τὴν ἀκήν, ἢ αἰχμὴν ἠκονημένην. τανύπεπλος: ἐπιμήκη πέπλον ἔχουσα· ἐξ οὗ καὶ τὴν φοροῦσαν εὐμήκη εἶναι δηλοῖ. τανυπτέρυγος: παρατεταμένα πτερὰ ἔχουσα. τὰ πολλά: ἀντὶ τοῦ, ὡς ἐπὶ τὸ πολύ. ὡς ἐπὶ τὸ πλεῖστον. ταρβεῖ: φοβεῖται. τάρβη καὶ τάρβος: εὐλάβεια καὶ φόβος. ταριχεύει: τήκει. ξηραίνει. ἁλί τι ἀρτύει. ταρσοί: τὰ ἀγγεῖα τῶν τυρῶν. καὶ τὰ ἔξω τῶν κωπῶν. καὶ ταρσοῖς, πτεροῖς ἄκροις. ταρσός: ἐκ μέρους, ἢ τὸ πλάτος τοῦ ποδός· ἢ τὸ ἄκρον τῆς χειρός. τάῤῥωμα: τὴν κωπηλασίαν· οὕτως Ἀριστοφάνης. τάρταρος: ὁ κατώτερος τοῦ ᾅδου τόπος. τάσις: ἔκτασις. καὶ δρόμος. ταύτῃ: τούτου ἕνεκα. ἢ οὕτως. ταυτοεπεῖν: ταυτολογεῖν. ταυτότητος: ἀπαράλλακτος φύσει. τάφος: καὶ τὸ παρὰ τοῖς θύταις σημεῖον. ταφρεῦσαι: διορύξαι. περισκάψαι. τάφρος: τὸ περὶ τὸ τεῖχος ὄρυγμα. ταχυναυτεῖ: ταχέως πλεῖ. τέγγει: βρέχει. τάχας: τοὺς καταστοχασμούς, παρὰ τὸ τάχα· οὕτως Ἀριστοφάνης. τέγεα: πόλις Ἀρκαδίας. τέγξω: βρέξω. τεθηγμένον: ἠκονημένον. τέγος: στέγη. ἢ ὑπερῷον. δομάτιον. οἰκία. πορνεῖον. τεθηλότα: θάλλοντα. τέθηπα: καταπέπληγμαι. τεθηπότες: ἐπτοημένοι. δειλιάσαντες. τέθμια: νόμος. τέθνασο: προστακτικόν. τενθεία: γαστριμαργία πολλή. τέθριππον: τὸ ἐκ τεσσάρων ἵππων ἅρμα. τεθυκώς: εὐχαριστήσας. τεθυομένοι: τεθυμιαμένοι. εὐώδεις. τεικτούς: χρηστούς. τέκεα: τέκνα. τείρει: καταπονεῖ. τειχήρεις: τετειχισμένους. τεκμήριον: ἀληθινὸν σημεῖον. τέκμωρ: τέλος. μόρον. θάνατον. τέκος: τέκνον. τεκταινόμενος: κατασκευάζων. τεκτήνατο: κατεσκεύασεν. τέκτων: κοινὸς τεχνίτης. ὁ λαοξόος. καὶ ὁ τῶν ξύλων. τελαμών: ὁ ἀναφορεύς· τοῦ ξίφους, καὶ τῆς ἀσπίδος. τελέθει: γίνεται. τελέθουσιν: γίνονται. θάλλουσιν. τέλλει: ἐπιτελεῖ. ποιεῖ. τελετή: θυσία. τελεσφόρος: τέλειος μάντις. ἐγγαστρίμυθος. τελισκόμος: τελειούμενος. πληρούμενος. ἐνθουσιῶν. τέλμα: πηλώδης τόπος ὕδωρ ἔχων. τέλματα: τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος. ἢ βάθρα. τέλος: ἀρχή. τάξις. τέλος καὶ τὸ διδόμενον τοῖς βασιλεῦσι· τέλος καὶ τὸ δαπάνημα, ὅθεν καὶ πολυτελές, τὸ πολυανάλωτον· τέλος καὶ τὸ πέρας. τελοῦντα: τεταγμένον. τελχῖνες: πονηροὶ δαίμονες. φθονεροί. βάσκανοι. τελχιταίνει: ἀντερίζει. σκληροτραχηλεῖ. τεμένη: ναοί. ἱερά. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία. τέμνουσι φάρμακον: τιμῶσιν. ἡγοῦνται. οὕτως ἄλλοι τε, καὶ Ἱεροκλῆς. τέμνειν: πείθειν. τιμᾷν. ἡγεῖσθαι. τέμπη: τὰ μεταξὺ τῶν Θετταλίας ὀρῶν περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν στενά· καθόλου δὲ καὶ ἐν πᾶσι τοῖς ὄρεσι στενώταται διεκβολαί. τέμπλα: ἐπίσημα. τενάγη: διάβροχοι κάθοδοι, καὶ κάθυγροι τόποι πηλώδη πελάγη. ἢ ἰλύς, ἐπιπολάζοντος ὕδατος οὐ πολλοῦ, καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. τέναρος: κακοῦργος. συκοφάντης. τενίαι: ζῶναι. τένοντες: τὰ διατεταμένα νεῦρα τοῦ τραχήλου. τέρας: παράπλασμα. παρὰ φύσιν τεχθέν. ἢ σημεῖον. τεράστια: θαύματα. σημεῖα. τερατεία: ψευδολογία. τερατολογίαι: ψευδολογίαι. τερατώδη: παράδοξα. τερατοσκόπος: μάντις. τερατουργός. θαυματοποιός. τερατευόμενος: οἷον, ὡς τεράστιον καὶ παράδοξον λέγει με ἀπαγγέλλειν. Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου· καὶ τερατευόμενος κατὰ τὴν ἀγοράν. Καὶ τερατευσάμενος, ἀντὶ τοῦ, τερατῶδες ποιήσας σχῆμα καὶ ἀηδές, διὰ τοῦ προσώπου καὶ σχήματος. τερετίζομεν: τὸ αὐτὸ μέλος ᾄδομεν. τερετίζω: τὸ ἀνάρθρως φθέγγεσθαι. τερετίσματα: ᾠδαὶ ἀπατηλαί. ἢ ᾄσματα ἔκλυτα. ἀπὸ μεταφορᾶς τοῦ τέττιγος, ἢ τῆς χελιδόνος. τέρετρον: τρύπανον. τερηδών: σκώληξ ξυλοτρώκτης, οἰκῶν ἐν ξύλῳ. τέρμα: τέλος. ὅρος. ἢ καμπτήρ. τερματίζεται: τελειοῖ. τέρπεσθον: τέρπονται. δυϊκῶς. τερπικέραυνος: ὁ τοῖς κακοῖς, ἢ τῷ κεραυνῷ τερπόμενος. τερπωλήν: τέρψιν. τεταρτημόριον: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τεταρτημόριόν ἐστιν τὸ τέταρτον μέρος τοῦ ὀβολοῦ· τουτέστι, χαλκοῖ δύο. τετάφατε: ἐθάψατε. τετελεσμένος: μεμιασμένος. τέτευκται: κατεσκεύασται. τέτηκα: ἔτηξα. ἢ ἐτάκην. τέτλαθι: ὑπόμεινον. τετληκώς: ὑπομείνας. τετραβάμων: τετράπους. τετρακτύς: οἱ τέσσαρες. ἤγουν ἡ τετράς. τετρίγει: ἔτριζεν. ἢ ποιὸν ἦχον ἀπετέλεσεν. τετριγυῖα: τρίζουσα. τετρηχυῖα: τεταραγμένη. τετρῦσθαι: καταπεπονῆσθαι. τέτρωρον: τέθριππον. ἤγουν τετράϊππον. τετύκοντο: παρεσκευάζοντο. τέτυκται: κατεσκεύασται. τετυφῶσθαι: μεμηνέναι. τευθίδες: σηπίαι. τευκτῆρι: ποιητῇ. κατασκευαστῇ. τευκτόν: κατασκευαστόν. τεῦξαι: κατασκευάσαι. τευτάζει: σκευωρεῖ. διατρίβει. φροντίζει. ἡσυχάζει. τευτάζων: τὸ αὐτὸ ἀεὶ λέγων. φλυαρῶν. τευτάζειν, πραγματεύεσθαι. σκευωρεῖσθαι. στραγεύεσθαι. διατρίβειν. φροντίζειν. ἐνίοτε ἐπιστρεφῶς τι πράττειν, ἢ ἐνεργεῖν. τεύχεα: ὅπλα. σκεύη. τεύχοντες: κατασκευάζοντες. τεῦχος: ἀγγεῖον. τεφρώσας: ἐμπρήσας. σποδώσας. τεχνηθέντος: δημιουργηθέντος. τέως: πρὸ τοῦ. πρίν. ἕως τινός. ἐπὶ τοσοῦτον, ἕως. τῆ: ταύτῃ. ἢ δέξαι. τῇδε: ταύτῃ. ἢ ἐνταῦθα. ἢ ὧδε. ἢ ἐνθάδε. τῇδʼ ἔνι: ἐν ταύτῃ δέ ἐστιν. τήθεα: ὄστρεα. τήθη: μάμμη. ἢ πατρὸς ἢ μητρὸς μήτηρ. τηθίς: θεία. πατρὸς ἢ μητρὸς ἀδελφή. τηκεδόνι: τῇ φθίσει. τηλαυγές: λίαν λαμπρόν. τηλαύγημα: ἀρχὴ λέπρας ἐν τῇ τοῦ σώματος ἐπιφανείᾳ. τηλεδαπός: μακρὰν ἀφεστηκώς. τηλεκλητοί: ἄγαν ἔνδοξοι. ἢ οἱ πόῤῥωθεν κεκλημένοι. τηλόθι καὶ τηλόσε: πόῤῥω. μακράν. τηλυγέτης: μονογενής. καὶ τηλύγετον. τηλία: σανίδιόν τι περιπεφραγμένον πανταχόθεν, εἰς ὃ ἐνέβαλον ἢ ἀλεκτρυόνας ἢ ὄρτυγας μάχεσθαι, καὶ τὸν ὑπερπηδῶντα αὐτῶν τὰ περιφράγματα, ἔλεγον ἡττᾶσθαι. τημελές: ἐπιμελές. τημελής: ἐπιμελής. σπουδαῖος. τημελῆσαι: ἐπιμελῆσαι. φροντίσαι. τημελήσαντες: θλίψαντες. τημελούμενον: ἐπιμελούμενον. φιλοκαλούμενον. τῇ μέν: ὅπου μέν. ἢ ἐν μέρει. τηνάλλως: μάτην. καὶ οὐ τηνάλλως, μετὰ τῆς ἀποφάσεως λέγεται. τήνελλα: τοῦ ἐπαυλήματος μίμησις, καὶ τοῦ κρούματος. τηνικαῦτα: τότε. τητᾶσθαι: στερίσκεσθαι. τῆτες: τούτῳ τῷ ἔτει. ἐπέτος. τήτθη: μάμμη. τητώμενον: στερισκόμενον. τί δῆτά σοι: τί σοι. τιάρα: πῖλος Περσικός. Φρύγιον εἰς ὀξὺ λῆγον καὶ ἐπικαμπές ἐστιν, ὃ λέγεται τοῦ ψα. τιθασεύει: ἡμεροῖ. πραΰνει. τιθασόν: ἥμερον. τιθέντες: ποιοῦντες. τιθήνας: τροφούς. τιθηνούμενος: τρέφων· τιθηνός γὰρ ἡ τροφός. τίθησι: ποιεῖ. τί ἱκανόν: τί ὄφελος. τιμαλφέστερον: τιμιώτερον. λαμπρότερον. τιμᾷν: .... τιμήσεως: ζημίας. τιμιουλκῶν: ἕλκων τιμήν· τουτέστι, βαρυτιμῶν. τίνειν: διδόναι. τιννύμενος: ἀπαιτούμενος. ἀποδιδόμενος. τίννυνται: τιμωροῦνται. τίοντες: τιμῶντες. τίσαι: ἀποδοῦναι. τίσειαν: ἀποδοῖεν. τίσις: τιμωρία. ἀπόδοσις. ἀντέκτισις. τίσομαι: τιμωρήσομαι. ἀπαιτήσω. τίσω: ἀποδώσω. τίσωσι: τιμήσωσι. τιμωρήσονται. τιθή: τροφός. γράφεται καὶ τιτθή. τίτανον: λευκόν. ἢ γύψον. κονίαν. ἢ ἄσβεστον. τιτθοί: μαστοί. ἤτοι τῶν μαζῶν τὰ ἄκρα. τί φῶ: τί εἴπω. τίφυς: ὁ καλούμενος ἐπιάλτης. τίω: τιμῶ. τλῆθι: ὑπόμεινον. τλήμονος: ἐλεεινοῦ. τλῆναι: ὑπομεῖναι. τληπαθής: ὑπομένων ἐν τῷ πάσχειν. τλήσομαι: ὑπομείνω. τλητικῶς: ὑπομονητικῶς. τμήδην: τμητικῶς. τό γε ἧκον: ὅσον ἐπʼ αὐτῷ. ὅσον δύναται. τὸ ἐπίπαν: τὸ σύνολον. τοιᾶσδε: τοιαύτης. τοιγαροῦν: ἀμέλει. ὅθεν δή. οὐκοῦν. διὰ τοῦτο δὴ οὖν. τοιγάρτοι: τούτου γὰρ ἕνεκεν. τοίνυν: διὰ γὰρ τοῦτο. ἢ οὖν. τοιχωρύχος: κλέπτης. τοιχωρύκτης, λῃστής. τοκήων: γονέων. ἢ τέκνων. τολμήεντι: ὑπομονητικῷ. τολμητίας: τολμηρός. τολύπη: ἀγριοκολοκύντη. τολυπεύειν: ἐργάζεσθαι. τολύπη γὰρ ἡ ἐργασία. τολύπευμα: τὸ κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον. τομίας: εὐνοῦχος. τόνδε: τοῦτον. τονθορύζει: ὑπόπτως λαλεῖ. ψιθυρίζει. ἠρέμα γογγύζει. τόνον: εὔτονον. δύναμιν. τοπάζει: ὑπονοεῖ. τὸ πέρα: ἔτι. ἐπιπλέον. ἢ ἕως τέλους. ἢ ὅλως. τὸ ῥά: ὅπερ δὴ οὖν. ὁπεροῦν. τορεύει: γλύφει. τιτρᾷ. τορνώσασθαι: κατασκευάσασθαι. τορῶς: ἰσχυρῶς. τρανῶς. μεγαλοφώνως. τοὔνεκα: οὗ χάριν. ἢ τούτου χάριν. τοῦ πάνυ: τοῦ πανυμνήτου. τόφρα: τέως. τραγικῆς: τραγῳδεῖν εἰδυίας. τραγικὸν πάθος: συμφορᾶς μεστόν. τραγῳδία: δεινοπάθεια. τρανές: τὸ σαφὲς οἱ Τραγικοὶ λέγουσι. τραυματίας: τετρωμένος. τραφερή: ἡ ξηρὰ γῆ. τρέσας: φοβηθείς. δειλιάσας. τρήρωνα: δειλήν. τρήρωσι: δειλαῖς. τριβήν: ὑπέρθεσιν. τρίβοντας: ἀναλίσκοντας. τρίβωνα: στολισμόν. τριβώνιον: ἱμάτιον παλαιόν. τρίβωνος: ἐμπείρου. τριβωνοφόρος: ὁ φορῶν στολὴν ἔχουσαν σημεῖα, ὡς γαμμάτια. τρίγληνα: ὁ μὲν Ἡλιόδωρος, τρίκορα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη· ὁ δὲ Ἀπίων, πολύγληνα. τὰ θέας ἄξια. τριγχός: τειχίον στεφάνῃ περιφραγμένον. τριήρεις: πλοῖα πολεμικά, ἃ καλοῦνται λιβερνοί. τριωβολιμαῖος: τριῶν ὀβολῶν. εὔωνος. τρίποδα: λέβητα ἐν Δελφοῖς. ἐπὶ τρίποδα κείμενον μαντικὸν τοῦ Ἀπόλλωνος. τριπαία: ἡ ἐναντία πνοή· οὕτως Σοφοκλῆς. τριστάται: οἱ παρὰ χεῖρα τοῦ βασιλέως. οἷον ἔχοντες λόγχας ἀνὰ τρεῖς κατὰ χεῖρα. τριτογένεια: φοβερά. καταπληκτική. τριτύς: τριάς. τρίτῳ φάει: τρίτῃ ἡμέρᾳ. τρίχα: τριχῶς. τρίχακτον: κτένιον. τριχολογεῖν: τὰς τρίχας ἀναλέγεσθαι, καὶ περὶ αὐτῶν φροντίζειν. τρίχαπτον: τὸ βαμβυκινὸν ὕφασμα. ἱμάτιον πολύτιμον. τροπή: δίωξις. τροπῆς ἀποσκίασμα: ἀντὶ τοῦ ἀλλοιώσεως καὶ μεταβολῆς ἴχνος. καὶ ὁμοίωμα φαντασίας. τρόπον: ἦθος. τρόπον τινά: ἀντὶ τοῦ, καλῶς ἄν. τροπώσομαι: νικήσω. ὑποτάξω. τροφαλίς: τυρός. τροχηλατεῖν: ἐλαύνειν. τροχάζειν: διατρέχειν. τροχιάς: πορείας. τρίβους. ἐργασίας. τρόχον: δρόμον. Εὐριπίδης Μηδείᾳ· ἀλλʼ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι. τροχὸς δὲ τὸ κυκλοτερές. τρυβλίον: ὀξυβάφιον. ἐμβάφιον. πινάκιον. ποτήριον. τρύζει: ψιθυρίζει. γογγύζει. ἀσήμως λαλεῖ. παρʼ ὃ καὶ ἡ τρυγών, ἐπεὶ ἀσήμως φθέγγεται καὶ γογγυστικῶς. τρύγοιπος: ὑλιστήρ· οὕτως Ἀριστοφάνης. τρυσμός: γογγυσμός. τρόφιμος: ὁ νεώτερος δεσπότης. τρυτάνη: ὁ ζυγός. τρυφάλεια: ἡ περικεφαλαία. τρύφος ἄρτου: κλάσμα ἄρτου. τρυχηρά: ῥακώδη. τρύχουσιν: ἐλαττοῦσιν. τρύχεται: κακοπαθεῖται. καταπονεῖται. ταλαιπωρεῖται. ἐκνευρίζεται τρυχωθείς: πιασθείς. ἢ φανερωθείς. τρώκτης: ἐκ παντὸς κερδαίνων. οἷον ἀποτρώγων. τυκτόν: χειροποίητον. τύλος: νενεκρωμένη σάρξ. ἀποσκίῤῥωμα τῶν γονάτων. τυλοῦται: τραυματίζεται. παχύνεται. τύμβος: τάφος. τυμβοχοεῖ: θάπτει. τυμπανίζεται: ξύλῳ πλήσσεται. ἐκδέρεται. καὶ κρεμᾶται. τύμπανον: ὃ κατεῖχον αἱ Βάκχαι. τυντλώδους: ἰλυώδους. τυντλάζειν: ἐπιῤῥαίνειν πηλῷ. τύντλος γὰρ ὁ πηλώδης τόπος. τυπαῖς: πληγαῖς. τυπείς: πληγείς. τρωθείς. τυπεῖσι: τρωθεῖσι. τηπῇσιν: τρώσεσιν. τύρβη: ἀπόλαυσις. ἢ θόρυβος. ἢ τάραξις. τυρευθέντα: κινηθέντα. ταραχθέντα. τυρεύων: κατασκευάζων. τύρσις: ὁ περίβολος τοῦ τείχους. τυρσός: τὸ ἐν ὕψει ᾠκοδομημένον. τυτθήν: ὀλίγην. ἢ μικράν. τύφεται: καίεται. τυφλοπλαστεῖται: τυφλὸς ἀναπλάττεται. τυφομένης: καπνιζομένης. τύφος: ἀλαζονεία. μανία. τύψας: ἐκ χειρὸς πατάξας. τύψον: τρῶσον. τῶ: περισπωμένως, διʼ ὅ. καὶ οὕτως ἄνευ τοῦ ι. τωθάζει: σκώπτει. χλευάζει. λοιδορεῖ. καυχᾶται. τῶν ἑκτικῶν: τῶν περὶ ἕξιν νοσούντων. τῷ ῥά: διʼ ὃ δή. τῶν ἐπὶ σκηνῆς: τῶν θεατρικῶν. τρία Στησιχόρου: στροφήν. ἀντίστροφον. ἐπῳδόν. ἐπῳδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις. καὶ τὸν τελευταίως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν οὐδὲ τὰ τρία Στησιχόρου εἰδέναι.
Υ.ὑάδες: οἱ ἐπὶ τῶν κεράτων τοῦ ταύρου ἀστέρες. ὑακίνθινον: ὑπομελανίζον. πορφυρίζον. ὕαλος: διὰ τοῦ α· οὐχὶ ὕελος. καὶ θηλυκῶς ἡ ὕαλος· καὶ ὑάλινον Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἐξ ὑαλίνων ποτηρίων καὶ χρυσίδων. ὑάλη: ὕαλος. ὑάλιος: πολέμιος. ὑβός: κυρτός. ὑγρὰ κέλευθα: τὴν διὰ θαλάσσης ὁδόν. ὑγρός: ὁ εὐκατάφορος εἰς τὰς ἡδονάς. ῥευματιζόμενος. ὑγρότης: ἀραιότης. καὶ ἀφέλεια. ὑδατίδες: σταγόνες. ὑδερῶν: ὑδροπιῶν. ὑδρηλοί: κάθυγροι. ὕδρου: ὄφεως. ὗε: ἔβρεχε. ὕειον: χοίρειον. ὑεικόν: ὑὸς ἴδιον. χοίρου ἔργον. λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὕδια τοῖς λίθοις. Ξενοφῶν φησι. ὑηνεῖς: ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾷν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ. ὑηνῶν θρεμμάτων: καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλὰ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμμάτων Πλάτων Νόμων ἑβδόμῳ. ὕθλος: φλυαρία. ἢ μωρία. υἱῶσαι τὸν παῖδα: υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ· καὶ υἱώσατο, ἀντὶ τοῦ θετὸν ἐποιήσατο· καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας ἡ χρῆσις παρʼ Αἰλιανῷ πολλή. υἱωνός: ὁ τοῦ υἱοῦ υἱός. ὕλας: ὄνομα κύριον οἰκέτου βαρβάρου. ὑλακόμωροι: ὑλακτικοί. οἱ περὶ τὸ ὑλακτεῖν πονούμενοι. ὑλήεσσα: σύνδενδρος. ὑμένων: γαμικῶν ὕμνων. ὑμεδαπῶν: τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους συγγενῶν. ἢ τῆς αὐτῆς χώρας. ὑόμενος: βρεχόμενος. ὑμενῶδες: λεπτότατον. καὶ οἷον εἰπεῖν, ἀερῶδες. ὑμήττιον μέλι: τὸ εὔχρηστον πρὸς ἰατρείαν. Ὕμηττος δέ ἐστι τόπος τῆς Ἀττικῆς περὶ τὰς Ἀθήνας. ὑμνηπολεῖτο: ὑμνείτω. ὕνιν: ῥόπαλον. ἢ τὸ τοῦ ἀρότρου. ὑπάγει: ἐξαπατᾷ. ὑπαγωγαί: ἀπάται. ὑπαγωγή: ὑποχώρησις. ὑπαλύξας: ἐκφυγών. ὑπαίθριον: ὑπὸ τὸν ἀέρα. καὶ ὕπαιθρον ὁμοίως. ὑπάλυξις: ἔκκλισις. ὑπανέντος: ἐκδόντος. ὑπανίσχει: ὑπανατέλλει. ὑπαντιάζων: ὑπαντῶν. ὕπαρ: ἀλήθεια. οὐκ ἐν ὀνείρῳ. ὕπαρ: ἐγρηγορώς. ὀπτασία ἀληθής. ὕπαρκτα: μόνιμα. ὑπάρχοντα. ὑπασπισταί: δορυφόροι. ὕπατον: ὑψηλόν. ὕπατε κρειόντων: βασιλεῦ βασιλευόντων. ἐξοχώτατε. μέγιστε. ὑπαχθέντες: ἀπατηθέντες. ὑπειδόμενος: ὑφορώμενος. ὑπέδυ: ὑπεισῆλθεν. ὑπεζωσμένος: περιβεβλημένος. ἐπισυρόμενος. ὑπειλημμένον: ὑπονενοημένον. ὑπείξομεν: παραχωρήσομεν. ὑπείπομεν: προείπομεν. καὶ ὑπειπεῖν, ὑπαγορεύειν. ὑπελθεῖν: ὑποδραμεῖν. ὑπέμβρυον: τὸ ὑπὸ τῇ θηλαζούσῃ νεογνόν. ὑπένερθεν: ὑποκάτωθεν. ὑπενήνεκται: ὑπεσύρη. ὑπενόθευσεν: ὑπέφθειρεν. ὑπενοστήσαμεν: ὑπεχωρήσαμεν. ἐπανήλθομεν. ὑπεράγασθαι: ὑπερθαυμάζειν. ὑπέρακμος: ὑπερδραμὼν τὴν ὥραν. ὑπεραλεῖται: ὑπερπηδήσει. ὑπερανάστης: μετανάστης. μεταβάτης. ὑπέρβιον: ὑπερβίως. οἷον ἄγαν βιαίως. ὑπερβαλλόντως τῇ βίᾳ. ὑπερήφανον. ὑπερδέα: ὑπερβαλλόντως ἐνδεᾶ. οἱονεὶ πάνυ ἐλάσσονα κατὰ δύναμιν. ὑπερδέξιον χωρίον: εἶχον ὑπερδέξιον χωρίον, οἷον χαλεπώτατον. Ξενοφῶν φησι. ὑπερείδουσα: ὑπερστηρίζουσα. ὑπερηγάσθην: ὑπερεθαύμασα. ὑπερημερίας: ὑπερβαλλούσης ἐκ προθεσμίας. ὑπερήμερος: ὑπερπρόθεσμος. ἢ ἐκπρόθεσμος. ὑπερήμεροι: οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες, καὶ μὴ διαλυσάμενοι. ὕπερθεν: ἐπάνω. ὑπέρθεον: ὑπὲρ θεῶν βούλησιν. ὑπερθέοντες: ὑπερτρέχοντες. ὑπερθήσει: οἰκοδομήσει. ὑπερθορῶν: ὑπερπηδῶν. ὑπερίονα: ὑπὲρ ἡμᾶς ἀνατέλλοντα. ὑπὲρ κάρα φοιτῶντα: ὑπὲρ κεφαλῆς ἐρχόμενον. ὑπερμαζᾷ: ὑπερτρυφᾷ. πλουτεῖ. στρηνιᾷ. ὑπερμενέα: ἰσχυρότερα λίαν. ὑπερνήχεται: ὑπερβαίνει. ὑπεροιαζομένου: ὑπερηφανευομένου. ὑπέροπλον: ὑπερήφανον. ὑπερορᾷν: ὑπερβλέπειν. ὑπερόριος: ἐκτὸς τῶν ὅρων. ἐξόριστος. ὑπέροπτον: μεγάλην. ὑπέροφρυς: ὑπερήφανος. ὑπεροψίαν: καταφρόνησιν. ὑπερπαίειν: ὑπερβαίνειν. πλεονάζειν. ἐξ οὗ καὶ τὸ ὑπερπεπαικότα. ὑπερτέλλον: ὑπερανατέλλον. ὑπερτενές: ὑψηλόν. ὑπερανέχον. ὑπέρτερον: κρεῖττον. ὑπερτεροῦν: δεσπόζον. ὑπερτίθεται: ἀναβάλλεται. ὑπερφερές: μέγα. ὑπερέχον. ὑπερφυής: μεγαλοφυής. μείζων. ὑπερώησαν: ὑπεχώρησαν. ὑπεστειλάμην: παρῃτησάμην. ἀπεκρυψάμην. ὑπέστημεν: ὑπεσχόμεθα. ὑπέχει: ὑφίσταται. ὑπήγετο: ὑπέπειθεν. ὑπηνέμιοι: ὑπὸ τὸν ἄνεμον. ὑπήνη: μύσταξ. τὸ γένειον. πώγων. ἡ τοῦ ἄνω χείλους τρίχωσις. ὑπηνήτῃ: ἀκμαίῳ. ἄρτι γενειῶντι. ὑπʼ ἠοῖ: ὑπὸ τὸν ὄρθρον. ὑπηρέσιον: ὑπαγκώνιον τῶν ἐρετῶν, ἤγουν κωπηλατῶν. ὑπίσχεται: ὑπισχνεῖται. ὑπό: ὀλίγον. ὑπόβαθμος: ὑπόβαθρος. ὑποβάθραν: ὑπόβασιν. θεμέλιον. ὑπόβασμον: ὑποβάθραν. ὑποβιβάζοντες: ἐλαττοῦντες. ὑποβιβάζουσιν: ὑποκαταβαίνουσιν. ὑποβλεπόμενος: ὑπονοῶν. ἐχθραίνων. ἐπιτηρῶν. ὑποβλήδην: ὑποβάλλων λόγον. ὑποκρουστικῶς ἔτι λέγοντος. ὑποβολιμαῖοι: ὑποβαλλόμενοι καὶ εἰσποίητοι, ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες. ὑποβρύχιοι: ὑπὸ τὸ ὕδωρ ποντισθέντες. ὑπογενειάζων: λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτόμενος. ὑπόγειον: ὑπὸ τὴν γῆν. ὑπόγειος: ὑποτεταγμένος. ὑπογράφεται: δείκνυται. ὑπόγυον: ἐγγύτερον. πρόσφατον. νεωστὶ γινόμενον. τὸ πρὸ ὀλίγου, καὶ μετʼ ὀλίγον. ὑποδεής: ὑπόφοβος. ὑποδέξιος: ὑποδοχεύς. ὑποδέξη: ὑποδέχῃ. τὰ πρὸς ὑποδοχὴν ἐπιτήδεια. ὑποδέραια: περιτραχήλια. ὑποδερίδα: ὁρμίσκον. πλόκιον. ὑποδμώς: δοῦλος. ὑποδρόμους: στόμια. ὑποδύς: ὑπεισελθών. ὑποδύτην: ἐσώτερον ἱμάτιον. ὑπόθεσις: περιοχή. αἰτία. ὑποθήκαις: παραινέσεσι. ὑποθημοσύνη: διδασκαλία. ὑποθήσομαι: διδάξω. ὑποκρέκειν: ψοφᾷν. κτυπεῖν. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς κερκίδος. ὑποιστόν: φορητόν. ὑποικουροῦν: λεληθός τι μῖσος. ὑποικουροῦν ἀντὶ τοῦ, ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν. ὑποίσω: ὑπενέγκω. ὑποίσων: ὑπομένων. ὑποκαθεῖναι τοὺς ὀφρῦς: οἷον παύσασθαι χαλεπαίνοντα, καὶ πρᾳότερον γενέσθαι· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς, ὀργῆς ἐστιν σημεῖον. ὑποκατάβασιν: παραχώρησιν. ὑποκείσεται: ὑποβληθήσεται. ὑποκορίζεται: κολακεύει. ὑποκρίνεται. ὑποκοριζόμενοι: διασύροντες. Ξενοφῶν φησι· οἱ δὲ μισοῦντές με, ὑποκοριζόμενοι ὀνομάζουσι κακίαν. Ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ, εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. Λέγει γὰρ ἐν τῷ παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρίαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. ὑποκοριστικόν: ἔλαττον. ὑπὸ κρασίν: ὑπὸ ταῖς κεφαλαῖς. ὑποκρίνοντι: ἀποκρίνοντι. ὑποκυσαμένη: ἐγκυμονήσασα. ὑπολαβών: ὑπονοήσας. ἢ ἀποκριθείς. ἢ ἀντειπών. ἀντικρούσας. ὑπόνομος: ὀχετός. διώρυξ. ὑπονοστῆσαι: ἐπανελθεῖν. ὑποκαταβῆναι. ὑπόπλεως: μεστός. ὑποποιεῖσθαι: ὑποτάσσειν. ὑπόπτερον: ταχεῖαν. ὑπώροφον: ὑπὸ στέγην. ὑπόσπονδος: ὑπὸ φιλίαν. ὑποτεταγμένος. ὑποσμύχουσα: ἐνδιερεθίζουσα. ὑποκαίουσα. θλίβουσα. καταπονοῦσα. ὑποσταθμίς: τρυγίας. ὑποστειλάμενος: ἀποκρυψάμενος. φοβηθείς. ὑποστέλλεται: ἀναδύεται. ὑποκρίνεται. φεύγει. δολιεύεται. ὑπόστημα: πλῆθος. ὑποστολῆς: φυγῆς. ὑποπεπτωκότες: οἱονεὶ κολακεύοντες. ὑποσυγχύτως: συγκεχυμένως. ὑποσχέσθαι: ἐκτεῖναι. ὑποσχεῖν: ὑπολαβεῖν. ἀπαιτηθῆναι. ὑποθεῖναι. ὑπόσχωμεν: ὑποβάλωμεν. ὑποτέμνεσθαι: ἀφελέσθαι. ὑποτεμνόμενος: ἐκκόπτων. ὑποτεμνόμενος τὸν πλοῦν: ἀντὶ τοῦ, διὰ τῶν συνομωτάτων πλέων, ἵνα καταλάβῃ τὸν διωκόμενον. οὕτως Ξενοφῶν φησιν. ὑποτίτθια: ὑπομάζια παιδία. ὑπότιτθον ὁμοίως, τὸν ὑπομάζιον. ὑποτοπήσας: ὑπονοήσας. ὑποτρίμματα: ἐκ τῶν φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτύματα. ὑπότροπος: ἐξ ἀποστροφῆς. ὑποτυπώσεων: χαρακτήρων λόγοι. ὕπουλα ἕλκη: τὰ κρυπτά. ὕπουλος: φαινόμενος δῆθεν εἰρηνικός· ὡς ἐπὶ τῶν ἑλκῶν, τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπολαίως· ἔνδοθεν δὲ σηπεδόνας πυώδεις. ὑπʼ οὔρει: ὑπὸ τῷ ὄρει. ὑποφέρονται: ὑποβάλλονται. καὶ ὑποφέρων ἀντὶ τοῦ, ὑποβάλλων. ὑποφῆται: ἱερεῖς. προφῆται. καὶ χρησμολόγοι. ὑποφθάς: προφθάσας. προλαβών. ὑπόφορος: ὑπεύθυνος. ὑπὸ κῆνσον. ὑπὸ τέλος. ὑποφύσεις: παραφυάδες φαύλων λογισμῶν, ἔξωθεν φυόμεναι. ὑποχόνδρια: τὰ ἀκροσπάθια. τὰ ὑπὸ τὴν λαγόνα. ὕπτια: ὑψηλά. ὑπτιάζει: ὑποστρέφει. ὑπτιάζων: γαυριῶν καὶ ὑπερηφανευόμενος. ὕπτιος: ἐπὶ νῶτον κείμενος. ὑποχυτῆρες: τρυβλίδια, διʼ ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπιχέουσιν. ὑπὸ τοὺς αὐτοὺς χρόνους: καὶ κατὰ τοὺς αὐτοὺς χρόνους, καὶ ἐν τοῖς αὐτοῖς χρόνοις, καὶ ἐν τῷ αὐτῷ ἐνιαυτῷ, καὶ κατὰ τὸν αὐτὸν ἐνιαυτόν, καὶ ὑπὸ τὸν αὐτὸν ἐνιαυτόν, ὁμοίως· καὶ ἔτει καὶ ἔτος· καὶ χρόνῳ καὶ χρόνους καὶ χρόνον καὶ χρόνοις ὑπὸ τοὺς αὐτοὺς χρόνους· πάντα ταῦτα χρήσιμα. ὑπώπια: ἀπὸ μέρους τὴν ὄψιν· καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα, ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πῦα. ὑπώρεια: ἡ ὑπὸ τὸ ὄρος πεδιάς. ὑπωρόφιοι: ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι. συγγενεῖς. ὗς: χοῖρος. ἢ σύαγρος. ὕσας: βρέξας. ὑσμίνης: μάχης. ὕσπληξ: φραγέλλιον. βούκεντρον. ἢ μύωψ, ὁ πλήσσων τοὺς βόας. ὕφαλοι: ὑποθαλάσσιοι. κεκρυμμέναι πέτραι. ὑφειμένοι: ὑποχείριοι. ὑφειμένως: ἐνδεδυμένως. ὕφεσις: ἐλάττωσις. ὑφεστώς: ἐνυπόστατος. ὑφηγήσονται: ὑποδείξουσιν. ὑφηνίοχος: ἀντὶ τοῦ, ἡνίοχος. ὑφιέμενον: ἐνδιδόμενον. ὑφιέναι: ὑπενδοῦναι. ὑφιζάνει: ὑποκαθέζεται. ἐλαττοῦται. ὑφιστάς: ὑποστάς. ὑποτιθείς. ὑφορμοῦν: ἀπαντῶν. ἐναντιούμενον. ὑψαγόρας: ὑψηλόγος. ὑψαυχεῖν: ὑψηλοφρονεῖν. ὑψηγόρε: μεγαληγόρε. ὑψιβρεμέτης: ἐν ὕψει βροντῶν. ὑψίζυγος: ἐν ὕψει θρόνον ἔχων. ὑψικάρηναι: ὑψηλαί. ὑψικρατεῖν: τὰ ἐν τῷ ὕψει κρατεῖν. ὑψιμέδοντες: ἐν ὕψει βασιλεύοντες. ὑψιφοίτης: ὑψηλοπόρος. ἢ ὑψόφρων. ὑψόθι: ἐν ὕψει. ὑψοῦ διάττει: ἐν ὕψει ὁρμᾷ. καὶ τρέχει. ὕων: βρέχων.
Φ.φαγέδαινα: νόσος λοιμική. φαγύλλιον: μαρσίππιον. φαέθων: λάμπων. ἥλιος. φαεινόν: λαμπρόν. φαεσίμβροτος: ἡ φέρουσα φῶς τοῖς ἀνθρώποις. φαεσφόρους: φωτοφόρους. φωτὸς παρεκτικάς. γνώσει φωτιζούσας. φάθι: εἰπέ. φαιδιμόεντες: λαμπροί. φαίδιμος: λαμπρός. ἰσχυρός. φαιδίμων: λαμπρός. φαιδρός: καθαρός. φαῖεν: εἴποιεν. φαιδρωπόν: τὸ τερπνὸν καὶ χαρίεν πρόσωπον. φαίημεν: εἴποιμεν. φαινώλης: εἰλητὸν τομάριον μεμβραϊνόν. ἢ γλωσσόκομον. ἢ χιτώνιον. οἱ δὲ παλαιοί, ἐφεστρίδα. φαίνων: δεικνύων. φαιόν: χρῶμα σύνθετον ἐκ μέλανος καὶ λευκοῦ, ἤγουν μύϊνον. φάκελον: φορτίον. ἢ εὐάλωτον. φάκελος: τὸ τῆς κεφαλῆς φόρεμα. φακῆ: τὸ ἕψημα τοῦ φακοῦ. φακός: τὸ ὄσπριον ὠμόν. φαλάγγιον: εἶδος ὄφεως, ὥς φησι Νίκανδρος. φάλα: κόσμος τῆς περικεφαλαίας. φάλαγγες: αἱ τάξεις τῶν πολεμιστῶν. ἀριθμοί. ἢ νούμερα. ἢ ἑκατονταρχίαι. φάλανθοι: φαλακροί· ἄνθος γὰρ ἡ λευκὴ θρίξ. φάλαρα: τὰς προμετωπίδας. τοὺς ἀσπιδίσκους. τὴν κόσμησιν τὴν κατὰ τὸ μέτωπον τῶν ἵππων. ἢ τὰ γνάθων σκεπάσματα. φαληρεύς: πολίτης. φαλλοί: μόρια δερμάτινα. φάλον: τὸ προμετωπίδιον. φαμέν: λέγομεν. φάλος: βῶλος. ἢ λόφος. ἢ ἡ ὑπερέχουσα πέτρα ἐν θαλάσσῃ. φάναι: εἰπεῖν. φανάς: τὰς ἐκλάμψεις. φαντασία: ἐνύπνιον. ἢ ἴνδαλμα. ἢ ἀποκάλυψις θεία. φανός: λαμπὰς ἐκ κλημάτων. οὕτως Μένανδρος. φαρέτρα: βελοθήκη. φάρκτεσθαι: τὸ φράττεσθαι. φαρμακᾶς: μυρεψεῖς. φάρμακα: τὰ τῶν ζωγράφων, βάμματα· τὰ δὲ τῶν ἰατρῶν, φαρμάκια. φαρμακοτρίβαι: οἱ βαφεῖς οἱ τὰ φάρμακα τρίβοντες. ἢ οἱ τὰ φάρμακα πωλοῦντες. φάρμακον: παραμυθία. ὁμιλία. εἴρηται δὲ ἀπὸ τοῦ φέρειν τὴν ἄκεσιν. ἢ ἀπὸ τῶν ἀνθέων. φαρμάξας: ἀποστήσας. γοητήσας. ἰατρεύσας. φᾶρος: ἱμάτιον. περιβόλαιον. ἀπὸ τοῦ φέρεσθαι, ἢ τῇ ὑφῇ ἀρηρέναι. λέγεται δὲ καὶ ἐπὶ γυναικός. φάς: εἰπών. φάρσος: τρύφος. ῥάκος. πτερύγιον. ἀκρωτήριον. κλάσμα. φαρμακίδα: τὴν ἐκ τοῦ γήρως ῥυτίδα· οὕτως Σοφοκλῆς. φάσγανον: ξίφος. φασίν: λέγουσιν. φασιανός: συκοφάντης. παρὰ τὸ φάναι, ἢ τὸ φαίνειν. φασκώλιον: ἱμάτιον. φάσκωλον δέ ἐστι μαρσίπιον. φάσκων: λέγων. φατέ: λέγετε. φάτις: φήμη. λόγος. φατνώματα: σανιδώματα. στέγη διάγλυφα. φατνωτόν: σανιδωτόν. φατρία: σύνταγμα. φαυλίζει: εὐτελίζει. χλευάζει. φαῦλος: εὐτελής. ἢ χαλεπής. φειδώ: φεισμονή. φειδωλός: φειδόμενος. κνιπός. φενακίζει: χλευάζει. φελλεύς: σκληρὸς ποσῶς καὶ πετρώδης τόπος. φενάγματα: φενακίσματα. φέναξ: χλευαστής. ἀπατεών. φεραυγής: κατάλαμπρος. φέρβειν: τρέφειν. φερέγγυος: ἀσφαλής. ἀξιόπιστος. ἐγγυητής. φερεσβίους: ζωοποιούς. φερέτρῳ: τῇ τῶν νεκρῶν κλίνῃ. φέριστον: κράτιστον. ἐξοχώτατον. ἢ ἀγαθόν. φέρνιξ καὶ φερνή: ἡ προίξ. φέρτερον: κρεῖττον. ταχύτερον. φέψαλος: σπινθήρ, ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. φερώνυμος: ὁ ἀληθὲς ἔχων τὸ ὄνομα. φεσκάσιον: μάγγανον πλοϊκόν. φεῦ: σχετλιαστικὸν ἐπίῤῥημα. ἢ ὀδυνηρὸν οἰμώγημα. φήγινος: δρύϊνος. φηγός: δρῦς. ἢ πεύκη. φεύγοιεν: κατηγοροῖντο. φημί: λέγω. ὑπολαμβάνω. φήσεις: λέξεις. φθάνει: προλαμβάνει. φθέγμα: ῥῆμα. φθείρ: ὁ τῆς πίτυος καρπός. φθείνει: φθείρεται. λήγει. φθεῖσθαι: διαφθείρεσθαι. φθεῖναι: προλαβεῖν. φθήσεται: καταλήψεται. φθινύθων: φθειρόμενος. φθισίμβροτος: διαφθείρουσα τὸν ἄνδρα. φθίσονται: διαφθαρήσονται. φθογγαῖς: βουλαῖς. φθόη: φθίσις. ἢ ὄνομα πάθους. φθόϊς: ὄνομα πλακοῦντος. φθόνος: πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. φιβάλεως: γένος συκῆς. λέγουσι δʼ οὕτως καὶ τὰς μυῤῥίνας. Ἀπολλοφάνης τὰ σῦκα φιβαλέα· καὶ φιβαλέαι ἰσχάδες. φίλα: ἴσα. ὅμοια. προσφιλῆ. φίλαθλος: φιλόπονος. φιλαιτίων: τῶν ἐπιλαμβανομένων. φιλαπεχθήμων: φιλομίσητος. φίλεχθρος. φιλομίσης. φιλαυτίας: ὑπερηφανίας. φιλεργός: φιλόπονος. φιλεῖ γάρ πως: τέρπεται γάρ πως. ἢ ἔθος γάρ πως. φιλεριστῆσαι: φιλονεικῆσαι. φίλη κεφαλή: προσφιλέστατε. φιλήκοος: φιλομαθής. φίλιοι: προσφιλέστατοι. φιλοθεάμονες: φιλοθεωρηταί. φιλοθηρεῖ: φιλεῖ ἀγρεύειν. φιλοκτέανος: φιλοχρήματος. φιλοκτήμων. φιλοκάλως: καθαρῶς. φιλοκομπῶν: μεγαλοῤῥημονῶν. ὁ ἑαυτὸν ὑψῶν. φιλομειδής: φιλόγελως. φιλοπευστεῖ: φιλοπραγμονεῖ. φιλόπευστος: ἡδέως μανθάνων. ἢ περίεργος. φιλόπονος: φιλεργός. περὶ τὸ πονεῖν πρόθυμος. φιλοσοφεῖν: σπουδάζειν. φιλότητα: φιλίαν. φιλοτέχνημα: κατασκευή. καύχησις. φιλοτησία: φιλία. δεξίωσις. φιλοτιμεῖται: ἐπιδαψιλεύεται. μεγαληγορεῖ καὶ μεγαλοφρονεῖ. σπουδάζει. ἀγαπᾷ. φιλοτιμίας: δωρεᾶς. ἢ πλεονεξίας. ἢ κενοδοξίας. φιλοτίμως: μεγαλοδώρως. ἢ δαψιλῶς. πλουσίως. ὑπερμέτρως. ἐπιμελῶς. φιλοφρονέστατα: φιλικώτατα. φιλοφρονούμενα: παραμυθούμενα. φιλοφρόνως: προθύμως. σπουδαίως. φιλοφροσύνη: δεξίωσις. ἢ προσήνεια. φίλυδρα: φιλοῦντα τὸ ὕδωρ. φιλυδρίας: φιλῶν τὸ ὕδωρ. φιλύρα: φυτὸν ἔχον φλοιὸν βύβλῳ παπύρῳ ὅμοιον· ἐξ οὗ τοὺς στεφάνους πλέκουσιν. φιμοῖ: ἄγχει. ἐπιστομίζει. φῖτυ: φυτόν. φύτευμα. Φερεκράτης. φιτρῶν: κορμῶν. ξύλων. φλαῦρον: φαῦλον. ἢ κοῦφον κακόν. διαφέρει γὰρ φλαῦρον καὶ φαῦλον· φλαῦρον μὲν γάρ ἐστι τὸ μικρὸν κακόν, φαῦλον δὲ τὸ μέγα. φλεβάζοντες: βρύοντες. φληναφᾷ: φλυαρεῖ. φλήναφος: φλύαρος. μωρολόγος. φλόγεα: λαμπρά. φλογμός: καῦμα. ἐκπυράκτωσις. φλοίσβου: ταράχου. φλυκτίδες: τὸ ἀπὸ πυρὸς φύσημα. ἢ ὁ καλούμενος ἄνθραξ. φόβος: φυγή. φοιβᾶσθαι: καθαίρεσθαι. φοῖτος καὶ φοιτάδος σημαίνει τῆς μανίας. φοῖβος: καθαρός. ἁγνός. ἢ μάντις. καὶ ἀμίαντος. καὶ ὁ Ἀπόλλων. φοῖνιξ: τὸ μουσικὸν ὄργανον, διὰ τὸ ὑπὸ Φοίνικος εὑρεθῆναι. φοινικολόφου: ξανθολόφου. φοινικοῦν: ἐρυθρόν. πυῤῥόν. φοινίξω: αἱμάξω. βάψω. πυρώσω. ἀπὸ τοῦ φόνου, ἢ τοῦ φοίνικος, ὅτι πυῤῥός. φίσκος: δημόσιον ταμιεῖον. φλάβιος: ὄνομα χρηματιστοῦ. φοινίττων: βάπτων αἵματι. φοινός: πυῤῥός. φόνιος. φοιτᾷ: παραγίνεται. φοιτητάς: μαθητάς. ἢ παραγενομένους. φολίδες: αἱ λεπίδες τοῦ ὄφεως· καταχρηστικῶς δὲ τὰ μικρὰ πτερά· τούτοις γὰρ ἐοίκεσαν. φολίδωτον: λεπιδωτόν. φολκός: στραβός. φονᾷν: ἑτοίμως πρὸς τὸ φονεύειν ἔχειν. φόνος ἔῤῥευσεν: αἷμα ἔῤῥευσεν. φοξός: ὀξυκέφαλος. φορά: ἡ καθόλου τόπου ἐναλλαγή. καὶ μάλιστα ἡ μὴ δυναμένη ἐφʼ ἑαυτῆς στῆναι ὅτʼ ἂν ἐθέλῃ. φόξινος: ἰχθύς, εὐθέως γενόμενος ἔχων κύημα. τίκτει δὲ ἐν ταῖς προλίμναις τῶν ποταμῶν, ὥς φησι Ἀριστοτέλης. φορμίσκων: πλεκτῶν τινων ἀγγείων. φορμίς: σπυρίς. φοράδην: ὁρμητικῶς φερόμενος. φοράς: ὁρμάς. ἢ τύχας. φορβάδων: νομάδων. βοσκομένων. καὶ φορβάδας, τοὺς ἐν τῇ γῇ βοσκομένους. φορβειάν: περιστόμιον. καπίστριον. φορβή: τροφή. φορεῖται: περιφέρεται. φορέουσι: φέρουσι. φορῆες: οἱ φέροντες. φορητή: βαστακτή. φορητῶς: μεγάλως. φόρκυνος: λιμὴν τοῦ Φόρκυνος. φόρμιγξ: κιθάρα. φορολόγος: ἀπαιτητὴς δημοσίων. φορμός: περικάλυμμα. ἢ πλεκτὸν ἀγγεῖον ἐκ φλοιοῦ, ἐν ᾧ εἰώθεσαν ἰσχάδες κομίζεσθαι. καὶ φορμοραφούμεθα, ἀντὶ τοῦ, συῤῥάπτουσί τινες καθʼ ἡμῶν πράγματα· ἀπὸ τῆς φορμοῦ. φορτίς: ἡ ἀγώγιμος. ἢ πεφορτωμένη. φορύξαντες: πλώσαντες. φορυτῷ: φρυγανώδει ἀκαθαρσίᾳ. φράδμων: συνετός. φρόνιμος. ἢ ἔμπειρος. φραζόμενος: σκεπτόμενος. διανοούμενος. φράζουσι: σημαίνουσι. δηλοῦσι. φραχθέντες: ἀσφαλισάμενοι. φράτορες: διδάσκαλοι. ἢ πάτρες. ἢ συγγενεῖς. φρεάτια: τὰ βαθέα ὀρύγματα. φρεωρύχος: φρεατορύκτης. φρενήρης: φρόνιμος. ἢ παράφρων. φρήν. φρένα: διάνοιαν. φρίκα: τὴν ἐπιφάνειαν τοῦ κύματος. φρίκη: τρόμος. ἁλμός. φριξότριχα: ὀρθοῦντα τὰς τρίχας. φριμασσομένη: χρεμετίζουσα. ἀγριουμένη. ἢ ἀτάκτως πηδῶσα. φρίξ: ἡ ἄνωθεν καὶ ἐξ ἐπιπολῆς τῶν κυμάτων κίνησις. ἢ ὁ ἐπιπολάζων τῷ κύματι ἀφρός. φροίμια: παροιμία. φροντιστήριον: διατριβή. ἢ μοναστήριον. ὅπερ Ἀττικοὶ σεμνεῖον καλοῦσιν. φρίξ: τῶν ὑδάτων μελανία. φροῦδα: ἀφανῆ. ἄφαντα. φρουρεῖ: φυλάσσει. φρούριον: κάστρον. φρυάγματα: ἡ τῶν ἵππων καὶ ἡμιόνων διὰ μυκτήρων ἠχή, ἀγρίῳ φυσήματι ἐκπίπτουσα· λέγεται δὲ καὶ ἐπὶ τῆς γελάσεως. φρυαττόμενος: ἐπαιρόμενος. φρυνώνδας: τοὺς πονηρούς. ἀπὸ Φρυνώνδα τινός. φρυκτωρία: παραφυλακὴ νυκτερινή. ἢ λαμπάς. ἢ καῦσις. φώγειν: φρύγειν. Ἀττικῶς. φύξιν: φυγήν. φυήν: βλάστησιν. αὔξησιν ἡλικίας. φύκη: ᾧτινι τὰς οἰκείας ὄψεις αἱ γυναῖκες χρίουσιν. λέγεται δὲ καὶ τὰ φυκία, βρύα. καὶ φυκίς. φυκία: θαλάσσια ζῶα. ἢ ὁ ἀφρός. φυλοκρινεῖ: διακρίνει. καταδοκιμάζει παρέργως. φῦλα: ἔθνη. φυλέτης: ὁμόφυλος. φυλλίναι ἀγῶνες: ἐν οἷς μὴ τίθεται ἀργύριον, ἀλλὰ στέφανος· καὶ φυλλίνας ἀγών, ὁ μὴ ἔχων ἔπαθλον ἀργύριον ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ στέφανον. φύλοπις: μάχη. φύματα: ψυδράκια. φύντα: γεννηθέντα. φυόμενος: γεννώμενος. φύραμα: στέαρ. φύρδην: συγκεχυμένως. φύσαντι: γεννήσαντι. φύρει: μολύνει. ἢ ἐκβρέχει. ἢ πλύνει. φύσκη: τὸ παχὺ ἔντερον. ἡ γαστήρ. φύστη: ἡ ἐν ταῖς σκάφαις τριβομένη καὶ ἠρέμα ἀναδευομένη μάζα. φύστα: τὰ ἀναπεφυρμένα μέλιτι ἄλφιτα. φύσει: βλαστήσει. φύσηγες: τὰ ἐν ταῖς κνήμαις ἐκκαύματα. φυσίζωος: ἡ τὰ πρὸς τὸ ζῇν φύουσα. φυσκίον: φύστη, ἡ ἐν ταῖς σκάφαις τριβομένη καὶ ἠρέμα ἀνασαλευομένη μάζα. φυσιολογεῖται: ἐπαίρεται. τυφοῦται. φυταλιῆς: ἀμπελοφύτου γῆς. φυτηκόμος: φυτουργός. καὶ ὁ σύνδενδρος τόπος διὰ τὸ τοῖς φυτοῖς κομᾷν. φωγύναι: τὸ φρύγειν. ἀλλʼ ἰσχάδας μοι προελέτω πεφωγμένας. φῶ: εἴπω. φωλάδι: ἐμφωλευούσῃ. φωλεόν: τὸ παιδευτήριον. ὅθεν καὶ ἀποφώλιοι, οἱ ἀπαίδευτοι. φωλάδος: σπηλαίου. κρυπτοῦ. φωλέουσι: κρύπτουσιν. φῶμεν: εἴπομεν. ἐροῦμεν. φωνασκεῖν: εὐφωνίαν ἀσκεῖν. φωραθείς: εὑρεθείς. γνωσθείς. φωρᾷν: ἐκζητεῖν. φῶρας: λῃστάς. φῶρες: κλέπται. φωράσας: διερευνήσας. καταλαβών. φώρια: λῃστήρια. φωριαμός: κιβωτός. φῶρος: κατάσκοπος. φωρυτός: κόπρος. ἢ χῶμα. φώς: ἄνθρωπος. φωσφόρος: ὁ τὸ φῶς ἀνατέλλων. φῶτα: ἄνδρα. φωσσώνιον: λινοῦν τι, ἤτοι σινδόνιον. ἢ καὶ τὸ ἱστίον τῆς νεὼς πεφυσημένον. ἢ προσώπου τι ἐκμαγεῖον. λέγεται δὲ οὕτως καὶ ὃ παρὰ Ῥωμαίοις καλεῖται ὀράριον. φαῦλον: τοῦτο τάσσεται ἐπὶ τεσσάρων σημασιῶν· ἐπὶ μὲν κακοηθείας. Δημοσθένης· οὐ γὰρ εἰ φαύλοις ἡμεῖς συμμάχοις χρῆσθαι. ἐπὶ δὲ ἀγαθοῦ. Εὐριπίδης ἐν Ἡρακλεῖ· φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν. ἐπὶ δὲ μεγέθους· ὡς τὸ φαῦλον στόμα. καὶ ἐπὶ τοῦ μικροῦ· ὅθεν καὶ τὴν φαύλην ἐλαίαν, τὴν μικρόκαρπον. Πλάτωνι δὲ καὶ ἄλλοις Ἀττικοῖς σημαίνει τὸ ἁπλοῦν καὶ ῥᾴδιον.
Χ.χαίρειν: οἰμώζειν. στενάζειν. χαλαρά: χαῦνα. χαίρειν φράσαντες: ἀποταξάμενοι. καταγνόντες. χαιρέτω ληρῶν: ἐρυθριάτω φλυαρῶν. χαῖται: κόμαι. τρίχες. χαλεπαίνει: ἀγανακτεῖ. ὀργίζεται. χάλκεος: ἰσχυρός. στερεός. χαλκεῶνα: τὸ χαλκείων. χαλκεύς: πᾶς ὁ χαλκεύον τι. καὶ χρυσοχόος. χαλκίς: ἡ γλαύξ. εἶδος ὀρνέου. χαλκῷ: σιδήρῳ. χαλκοτύπους: τὰς ἐκ σιδήρου πληγὰς γινομένας. χαλύβοις: ἔθνος Σκυθίας, ἔνθα ὁ σίδηρος τίκτεται. χαμάδις: χαμαί. εἰς γῆν. χαμᾶζε: χαμαί. χαμεύνα: ταπεινὴ καὶ εὐτελὴς κλίνη. καὶ στιβάς. χαμαιευνάδες: χαμαὶ κοιμώμεναι. χαμαίζηλοι: ταπεινοί. ἢ δίφροι κοιλώδεις. χαμαιπετής: χαμαὶ ἐῤῥιμμένος. χαμαιταιρίς: πόρνη. χαμαιτύπη: πόρνη ἄδοξος. χαμαιτυπεῖον: πορνεῖον. χάνοι: διασταίη. χανδόν: ἀθρόως. ἀπίστως. ἀπλήστως. χωρητικῶς. χαράδραι: αἱ διαιρέσεις. καὶ τὰ σχίσματα. καὶ χείμαῤῥος γῆς. παρὰ τὸ χαράσσω. χαραδροῦται: ὀρύσσεται. κοιλαίνεται. χάρακα: χαράκωμα. περίφραγμα. χάραξ: ἡ ἀπὸ καλάμων ἐν κύκλῳ περίπηξις. χάραξιν: ὀξέσι ξύλοις. ἢ καλάμοις. ἢ ἀκανθώδεσι φυτοῖς. χάριν: τέρψιν. χαρίσιον: χαριστήριον. χαριεντιζόμενοι: εὐτραπελευόμενοι. σκώπτοντες. χάρμα: χαρά. ἡδονή. χάρμη: ἡ μάχη. χαρτά: χαρᾶς ἄξια. χάρυβδις: ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα, καὶ πάλιν ῥαγδαιοτέρως ἐπαναστρέφουσα· εἴρηται δὲ πᾶν τὸ εἰς χάος καὶ ὄλεθρον καταγόμενον. χαροπός: περιχαρής. εὐόφθαλμος. χαυλιόδους: κεχαλασμένους ἔχων τοὺς ὀδόντας. ἐξέχοντας. χαυῶνας: ἄρτους ἐλαίῳ ἀναφυραθέντας κριθίνους. ἢ λάγανα ὀπτά. χεθέντος: πλατυνθέντος. χειᾷ: τῇ τῶν δρακόντων καταδύσει. χείμεθλον: τὸ ἐν τῷ χειμῶνι γινόμενον ἐν ταῖς ῥωξὶ τῶν δακτύλων ἕλκος. χείριστα: κάκιστα. χειρωθέντες: κρατηθέντες. χειρόηθες: ἥμερον. πρᾷον. χειρόκμητα: ὑπὸ χειρῶν γεγλυμμένα. ἢ περιεξεσμένα. χειρόνιπτρα: τὸ κατὰ χειρὸς ὕδωρ. κἄν τις τύχῃ πρῶτος βαλὼν εἴληφε χειρόνιπτρα. Ἀριστοφάνης. χειροτονήσαντες: ἐκλεξάμενοι. χειροτονία: ἐκλογή. πάντων κύρωσις. χειρώναξ: τεχνίτης. καὶ χειρώνακτες, χειροτέχναι. χειρῶσαι: ἐρημῶσαι. χειρώσασθαι: ὑποτάξαι. χέλυς: κιθάρα. χελωνίδος: τοῦ οὐδοῦ τῆς θύρας. χεράδος: ἡ μετὰ ὀστράκων καὶ λίθων ὕλη. χειρόμαντις: ὁ διὰ τῶν ἐν ταῖς χερσὶ γραμμῶν μαντευόμενος. χεῖρα: τὸ χειρόγραφον, Ὑπερίδης. χερμαδίῳ: χειροπληθεῖ λίθῳ. χερμάδος: λίθου πληροῦντος τὴν χεῖρα. χερνῆτις: χήρα, ἡ ἀπὸ χειρῶν ζῶσα. χειρόβιος. χερσία: ἐρημία. χεῦμα: ῥεῦμα ὕδατος. χεύμασι προχοή: ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσα. χειμάμυνα: παρὰ Σοφοκλεῖ ἢ παρʼ Ὁμήρῳ· ἀλεξάνεμος. χηλή: ὁπλή. ὄνυξ βοὸς καὶ προβάτου καὶ αἰγός. λέγεται δὲ καὶ τὰ τῶν θαλαττίων στόματα χηλαὶ καρκίνων. χηλός: κιβωτὸς ἀπὸ τῆς γενομένης διαστάσεως κατὰ τὴν ἄνοιξιν· ἢ ἀπὸ τοῦ χεῖσθαί τι εἰς αὐτήν. οἷον ἐντίθεσθαι. ἢ ἀπὸ τοῦ τὰ ἐντιθέμενα χωρεῖν. χηλῷ: κιβωτῷ. χηραμοί: οἱ φωλεοὶ τῶν θηρίων. αἱ καταδύσεις. χηρώσειεν: ἐρημώσειεν. χηρωσταί: οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι. χθαμαλά: ταπεινά. ἴσα. ὁμαλά. χθεσιφωνῶν: κακολογῶν. χθονίων: ἐπιγείων. χθιζοί: χθεσινοί. ἀργοί. ἄχρηστοι. χθονοπλάστου: ἀπὸ γῆς πλασθέντος. χθών: γῆ. χίδρα ἐρικτά: ἐκ κριθῆς νέας κριτά, ὡς σεμίδαλις. χίδρα: στάχυες νεογενεῖς. ἢ κρίμνα. ἢ ἐξ ὀσπρίων ἄλευρα. χιλός: τροφή. χιτών: ἱμάτιον ἀνδρικόν. χιτωνίσκους: κολοβίωνας γυναικοπρεπεῖς· οὕτως Αἰσχίνης. χλανίσκια: τρίβωνας· οὕτως ὁ αὐτός. χλαῖναι: περιβολαί. χλανίς: ἱμάτιον στρατιωτικόν. χλιδή: τρυφή. ἔκλυσις. καὶ μαλακία. εἴρηται δὲ ἀπὸ τοῦ ἐχλιάνθαι, ἐκλελύσθαι. χλιδόνας: κόσμους περὶ τοὺς βραχίονας. καλοῦνται δὲ βραχιόλια. χοάς: ἐκχύσεις. ἐναγίσματα ἐπὶ νεκροῖς γινόμενα. ἢ σπονδάς. χοεῖον: παχὺ ἔντερον. χοῖνιξ: εἶδος μέτρου. χοιράδες: πέτραι. ἢ ἐξοχαί. ἢ ὄχθαι πετρῶν. χοιρογρύλλιος: ὕστριξ. ἀκανθόχοιρος. χολάδες: τὰ ἔντερα. χολήν: ὀργήν. χονδρίτης: σεμίδαλις. χόνδροι ἁλῶν: θρόμβοι. παχὺς ἅλς. χορδή: νευρά. χορευτής: ἐπιστήμων. χορηγία: δόσις. χοροστατῶν: χοροῦ κατάρχων. χόριον: τὸ κάλυμμα τὸ συγγενόμενον ἐκ τῆς κοιλίας τοῖς βρέφεσιν. χραίνων: μολύνων. μιαίνων. χρέμπτεται: ἦχον τὸ στόμα ἀποτελεῖ. πτάρνυται. χρέος: παρὰ τὸ χρειῶδες λέγεται. χρεωκοπεῖται: .... χρεών: εἱμαρμένον τέλος ζωῆς. χρῆμα: χρῆσις. Θουκυδίδης. χρεῶν ἀποκοπαί: ὅτʼ ἂν ὑπὸ τῶν πενήτων ἀφαιρεθέντα ἄφεσιν λάβωσιν. χρῆμα: πρᾶγμα. κτῆμα. πλοῦτος. οὐσία. λῆμμα. παρὰ δὲ Ἀττικοῖς χρῆμα μόνον τὸ πρᾶγμα λέγεται. χρηματίζεσθαι: πλουτεῖν. χρηματίζει: ἀποκρίνεται. πρᾶγμα διοικεῖ. οὕτως Ἀππιανὸς ὁ ἱστορικός. χρηματισάμενοι: πραγματευσάμενοι. καὶ χρηματίσαι μέν ἐστι, τὸ πρᾶξαι· χρηματίσασθαι δέ, τὸ κερδᾶναι. χρῆμα: οὐ τὸ ἀργύριον λέγεται, ἀλλὰ τὸ πρᾶγμα. χρήμη: χρεία. σπάνις. χρησμός: προφητεία. χρηστός: ἱκανὸς ἄγαν. χρήσιμον λεκτέον, οὐχὶ εὔχρηστον. χρησμῳδεῖν: θεολογεῖν. χρησμώδημα: θεολόγημα. μάντευμα. χρηστά: χρήσιμα. καλά. χρῆσται: δανεισταί. χρηστήριον: μαντεῖον. χρῆται: οἱ Ἀττικοί· οἱ δὲ Ἴωνες, χρᾶται καὶ ἐχρᾶτο. χροός: σώματος. χρόαν: τὸν χρῶτα. Ἀριστοφάνης. χρυσάμπυκας: χρυσοχαλίνους. χρυσάορος: χρυσοφάσγανος. ἢ χρυσοκίθαρος. χρυσαυγοῦντα: ἀστράπτοντα. στίλβοντα. χρυσηλάκατος: ἢ καλλίτοξος. ἢ χρυσότοξος. χρυσήνιος: ἡ ἀπὸ μέρους καλλίδιφρος. εὐάρμοστος. χρυσοτόρνευτα: χρυσόγλυφα. χρώς: σῶμα. ἰδέα. χυδαῖος: εὐτελής. παμπληθής. χύδην: κεχυμένως. χυτή: ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ. χῶμα: ὕψωμα γῆς, ὅπερ οἱ πολέμιοι ἐν ταῖς πολιορκίαις προσχοῦν τὰ τείχη εἰώθασιν. χρωμένῳ: χρησμοπνευστοῦντι. χρησμὸν ἐπερωτῶντι ἢ μαντευομένῳ. χῶμα χοῦν: Ἡρόδοτος ἱστοριῶν βʹ. ἀντὶ τοῦ, γῆν ὑψοῦν. χωρήσατε: προσδέξασθε. χῶρος: τόπος. χωρίον: τὸ ἄνευ τῆς ἐπαύλεως· ἀγρὸς δέ, σὺν τῇ ἐπαύλει. Ἀριστοφάνης. χρυσῆν σειρήν: οὕτως ὑπὸ Ὁμήρου τὸν ἥλιον λεγόμενον, ἐν Θεαιτήτῳ Πλάτων φησίν. χρυσολαβές: ξιφίδιον, τὸ χρυσῆν ἔχον τὴν λαβήν. χύῤῥιον ξύλον: ᾧ προσδεσμεύονται οἱ σύες. χοῦς: ἀρσενικῶς, τὸ ἐπιβαλλόμενον τῇ ὀροφῇ λεπτὸν χῶμα. Θουκυδίδης. χορτάζεσθαι: κυρίως τὰ ὑποζύγια λέγεται. τίθεται δὲ καὶ ἐπʼ ἀνθρώπων. χονδρίλη: ἄγριον λάχανον. χόλικας: ἐν τῷ ἑνὶ λ ὡς ἡμεῖς λέγουσι τοὺς τόμους τῆς γαστρός. χολλάδας: διὰ τοῦ δύο λλ, τὰς ἐν ταῖς λαγόσι σάρκας. οὕτως Φερεκράτης. χνοῦν: τὸ λεπτὸν τοῦ ἀχύρου. Ἀριστοφάνης. Εὐριπίδης δὲ θηλυκῶς, τὴν χνοῦν. χναύειν: περικνίζειν. χναυρά: ψαθυρά. καὶ λεπτά. χναυμάτια καὶ χναύματα: ἅ τινες περικόμματα. καὶ ἁπλῶς τὰ λεπτὰ βρώματα. χλιδιᾷν: τρυφᾷν. καὶ χλιδήματα, τὰ θρύμματα. χληδός: ὁ σωρὸς τῶν ἀποκαθαρμάτων, ὁ ἔχων ἰλύν τινα καὶ ἄσιν βοτανώδη καὶ φρυγανώδη. χληδός: ὃν οἱ πολλοὶ χλὰς λέγουσιν. καὶ παρὰ Δημοσθένει ἐν τῷ πρὸς Καλλικλέα· Κρήτης ταμίας ἥξει δὲ ταχέως ἀργυρίου χληδῶν λαβών· οἷον, πλῆθος καὶ σωρόν. χρυσῆ γλῶσσα: νοεῖται τὸ ἄκρον τῆς ζιβύνης. ψιλὴν δὲ πάντοτε ποικίλην κατασκευὴν ἔχει, καὶ στέφανον, καὶ πᾶν ὁτιοῦν ἕτερον οἵας ἂν εἴη ὕλης ποικίλον ὑπάρχον· τῷ τῆς ψιλῆς ὀνόματι προσαγορεύεται ἐκ τῆς ὀκτατεύχου.
Ψ.ψαλίοις: χαλινοῖς. ψάλτιγξ: κιθάρα. ψάμαθος: παραθαλάσσιος ἄμμος· ἄμαθος γὰρ ἡ μεσόγειος. ψαρόν: εἶδος χρωμάτων. ψαύει: ἅπτεται. ψαφαρόν: ἐλαφρόν. ἀσθενές. κακόν. εὔθραυστον. ψεδνός: ἀραιόθριξ. μαθαρός. ψελλός: ἀσήμως, ἀνάρθρως λαλῶν. τραυλός. ψεστά: ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα. ψευδηγόρος: ψευδηλόγος. ψευδομυθία: ψευδολογία. ψήγματα: μικρὰ κομμάτια. ψῆνες: μικραὶ μυῖαι. ἢ αἱ τῶν αἰγείρων θύλακες. ψήρας: ψαρούς. ψῆφος: κρίσις. ἀπόφασις. διαλαλιά. ψηφοφορία: ἡ πολλῶν ψῆφος καὶ ἀποδοχή. ψήχειν: καταμάσσειν. ψιθυρίζειν: ἠρέμα εἰς τὸ οὖς διαλέγεσθαι. ψιλόεντα: αἰθαλώδη. ψιλοκόρης: φαλακρός. ψιλόν: γυμνόν. λιτόν. εὐτελές. ψοφοδεής: δειλός. ὁ τοὺς ψόφους φοβούμενος. ψυκτήρ: σκεῦος, ἔνθα διανίζουσιν τὰ ποτήρια. ψύξας: φυσήσας. ἢ ἀμβλύνας. ψυχαγωγεῖ: παραμυθεῖται. ψυχαγωγηθέντες: ἀπατηθέντες ὑπὸ τῆς ἡδονῆς. ψυχικός: σαρκικός. ψυχουλκούμενος: τὴν ψυχὴν ἑλκόμενος. ψυχρός: ἀσθενής. ψυχρολογία: ψευδολογία. ἀκαιρολογία. ψώχωντες: θρύπτοντες. λεπτύνοντες.
Ω.ὤαν: τὸ λῶμα τοῦ ἐνδύματος περὶ τὴν πέζαν. ἢ τὸ περιστόμιον. ὤγμευον: Ξενοφῶν ἐν βʹ. ἀντὶ τοῦ ἐπορεύοντο. παρὰ τὸ ὄγμον, τὸν σημαίνοντα τὴν κατὰ τάξιν ὁδὸν τῶν θεριζόντων. ὤιγνυντο: ἠνοίγοντο. ὠγύγιον: ἀρχαῖον. παλαιόν. ἢ ὑπερμέγεθες. ἢ διὰ τὸν Ὤγυγον πρῶτον ἆρξαι τῶν Θηβῶν. ὧδέ πως: οὕτω πως. ὠιδηκώς: οἰδήσας. φυσήσας. ὠδίς: ἡ ἐκ τοῦ τοκετοῦ ὀδύνη. ὤιετο: ὑπελάμβανεν. ὠιήθησαν: ἐνόμισαν. ὠκέας: ταχείας. ὠκείλαντες: ἐκτραπέντες. ὤκλασαν: τὰ γόνατα ἔκαμψαν. ὠκύμολος: ταχέως πορευόμενος. ὠκύμορος: ταχυθάνατος. ὠκυπέτας: τοὺς ταχεῖς. ὠκυπλόων: ταχυπλόων. ἢ ταχυπόρων. ὠκύπτερον: ταχυπέτη. ὠκύροος: ταχέα ἔχων ῥεύματα. ὠκύς: ταχύς. ὠλέκρανον: ὁ ἀγκών. ὠλέναι: οἱ πήχεις τῶν χειρῶν. ὠλεσίκαρποι: ματαιόκαρποι. ὠλιγώρηται: ἐκβέβληται. ἡμάρτηται. ὦλλος: ὁ ἄλλος· ἔστι δὲ κατὰ συναίρεσιν. ὦ λῷστε: ἀντὶ τοῦ, ὦ φίλε. βέλτιστε. ὠμάρτησαν: ἠκολούθησαν. ὦ μέγα θαῦμα: ὦ θαυμάσιε. ὤιμην: ἐνόμισα. ὠμησταί: ὠμὰ ἐσθίοντες. ὠμοβόρων: ὠμοφάγων. ὠμογέρων: ὁ παρʼ ἡλικίαν γεγηρακὼς διὰ λύπην, ἢ συμφοράν. καὶ πρεσβύτης, οὗ ἡ κεφαλὴ οὐκ ἐπολιώθη. ὤμοι: ἐπίῤῥημα σχετλιαστικόν. ὠμοτόκησεν: ἐδυστόκησεν. ἐξέτρωσεν. ὤιμωξεν: ἐστέναξεν. ὤνατο: ὠνείδισεν. ἐξεφαύλισεν. ἢ ἠγόρασεν. ὤνησεν: ὠφέλησεν. ὠνητιῶν: ἀγοραστικῶς ἔχων. ὤνια: πράσιμα. ὠνίους: ἀγοραστούς. ὡς τὸ εἰκός: ὡς ἐχρῆν. ὡς ἀκόλουθον. ὠνόμηνεν: ὠνόμασεν. ὦ οὗτος: ὦ σύ. ὦπται: ὡράθη. Ἀμφίθετον: κατὰ πᾶν μέρος αὐτῆς τιθεμένην, φροντίς· ἔνθεν ὀλίγωρον λέγομεν, τὸν ὀλίγην φροντίδα ἔχοντα. ὥρα ἔτους: τὸ ἔαρ, καὶ τὸ θέρος. καιρὸς ἔτους. ὧραι: καιροί. ὡραϊσμένη: κεκαλλωπισμένη. ὡραίων: τῶν πεπάνων καὶ ὡραίων καρπῶν. ὡρακιάσας: ἐκλυθείς. ἐκκαυθείς. ἢ ὠχριάσας. ὡς Ἀριστοφάνης ἐν τῇ Εἰρήνῃ. ὠρέξατο: ἐξέτεινεν. ὠρημάτων: φυλαγμάτων. ὠρήσονται: φυλάσσονται. ὥριμον: εὔκαιρον. ὥρμα: διεγείρετο. ὠρύεται: ὑλακτεῖ. ὡροσκόπος: ἀστρίτης σκοπεύων τὴν ὥραν. ὡς δή σφιν: ὡς δὴ αὐτοῖς. ὡσαννὰ τῷ υἱῷ Δαβίδ: ψαλμὸς ἢ ὕμνος τῷ υἱῷ Δαβίδ. ὡς ἔπος εἰπεῖν: ὡς φαίνεται. καὶ ὡς ἐν λόγοις εἰπεῖν. τοῦτο τὸ σχῆμα παρὰ τοῖς παλαιοῖς, καὶ ὡς εἰπεῖν ἔπος, καὶ ὡς ἔπος φάναι, καὶ ὡς φάναι ἔπος· ἔτι δὲ διὰ μιᾶς λέξεως ἐκφωνεῖται, οἷον ὡς φάναι, ὡς εἰπεῖν· σημαίνει δὲ πάντα τὸ αὐτό. ὡς ἐπίπαν: ὡς ἐπιπολύ. λέγεται δὲ τοῦτο καί, ὡς πλήθει. Δίων δὲ ὁ συγγραφεὺς πολλαχοῦ κέχρηται τῇ λέξει, καὶ ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ· πέφυκε γὰρ καὶ ἄλλως, ὡς πλήθει, τὸ μὲν εὐτυχοῦν θρασύνεσθαι, τὸ δὲ κακοπραγοῦν, μετριάζειν· κἀκ τούτου τὸ μὲν δεδιός, σωφρονεῖν· τὸ δὲ θρασοῦν, ἀκολασταίνειν. ἐπιπλέον δʼ ἐν ἐκείνῳ τοῦτʼ ἐφωράθη. Καὶ ἐν τρισκαιδεκάτῳ· καίτοι πέφυκεν, ὡς πλήθει, τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος· τὸ δʼ ὀξύῤῥοπον ἐκ τάχους διανοίας ὑπάρχων.